---
title: "Glosses-Euripides' Rhesus"
title_greek: Γλῶσσαι εἰς Εὐριπίδου Ῥῆσον
author: Xenophon Scholia
eul_wid: cto-ag
eul_aid: cto
canonical: "https://eulogikon.org/works/xenophon-scholia-rhesus-glosses-cto-ag"
period: Classical
dialect: Mixed Dialects
domain: Grammar
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Glosses-Euripides' Rhesus

*Γλῶσσαι εἰς Εὐριπίδου Ῥῆσον*

**Author:** Xenophon Scholia

**eul_wid:** `cto-ag` · [HTML page](https://eulogikon.org/works/xenophon-scholia-rhesus-glosses-cto-ag)

## Text

### 873

ὑπασπιστὴς ἰδίως ὁ παρασπίζων τῷ βα σιλεῖ, τευχοφόρος δὲ κοινὸν παντὸς ὁπλίτου γράφεται ὄρθου κεφαλὴν πῆχυν ἐρείσας τὰ κερουλκά, τὰ ὑπὸ κεράτων δεδεμένα τοὺς αἰφνιδίους φόβους ἀνῆψαν τῷ Πανὶ σφοδροὺς ὄντας καὶ ἐκπληκτικούς. γίνονται δὲ ἐν τοῖς ὄρεσιν, ἐν οἷς πολλῶν φωνῶν φερομένων διὰ τὰς ἐν αὐτοῖς κοιλότητας πτοοῦνται οἱ ἀκροώμενοι μὴ ὁρῶντες τοὺς φωνοῦντας ἀντὶ τοῦ τιμωρεῖσθαι. ἢ ἀπεμπολεῖν ἀπὸ γενικῆς τῆς δόρεος δόρεα δόρη, ὡς βέλεα βέλη ὀργάδες κυρίως οἱ ἱεροὶ τῶν θεῶν τόποι ἄμυστις εἶδος ποτηρίου ὡς πέμμα ξηρανθὲν τὸ αἷμα τοῦ φόνου ἀνωμάλως διατιθέμενος, ἐκ μεταφορᾶς τῶν κύβων ὕπαφρος ὁ μὴ φανερὸς, ἐκ μεταφορᾶς τῶν ὑπ’ ἀφρὸν νηχομένων, ἢ τῶν ὑφάλων πετρῶν αἷς ἐπανθεῖ ἀφρός. ἢ ὁ καταπληκτικὸς ὁ μανικός ἐκ τῶν μυκτήρων ποιὸν ἦχον ἀπετέλουν ποιὸν στεναγμόν οὕτως παροξύνει Ἡρωδιανὸς ἐν τῇ Καθόλου [Ι p. 256, 25]· δηλοῖ δὲ τὴν μάστιγα ἤτοι μαστίγων πλήγμασιν ἢ τῷ καρατομηθῆναι βρίξαι κυρίως τὸ μετὰ βορὰν ὀλίγον κοιμηθῆναι ᾖσαν ἠπίσταντο τῶν Τρώων· αὐτοὺς γὰρ ἐδόκει τοῦ Ῥήσου φονεῖς γενέσθαι

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cto-ag`.
