---
title: "Scholia on Euripides: Hypothesis of Phoenician Women"
title_greek: "Σχόλια εἰς Εὐριπίδην, Ὑπόθεσις Φοινισσῶν"
author: Scholia on Euripides
eul_wid: cto-ajd
eul_aid: cto
canonical: "https://eulogikon.org/works/euripides-scholia-euripides-hypothesis-phoenissae-cto-ajd"
lang: grc
period: Hellenistic
dialect: Mixed Dialects
content_hash: "sha256:9326b9db6cf37c5fb949110463a3d21ce8ce41e39e45c25c702823ec95310cc0"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Euripides: Hypothesis of Phoenician Women

*Σχόλια εἰς Εὐριπίδην, Ὑπόθεσις Φοινισσῶν*

**Author:** Scholia on Euripides

**eul_wid:** `cto-ajd` · [HTML page](https://eulogikon.org/works/euripides-scholia-euripides-hypothesis-phoenissae-cto-ajd)

## Text

<!-- 1 -->

ΥΠΟΘΕΣΙΣ ΦΟΙΝΙΣΣΩΝ

Ἐτεοκλῆς παραλαβὼν τὴν Θηβῶν βασιλείαν ἀποστερεῖ τοῦ μέρους τὸν ἀδελφὸν Πολυνείκην. φυγὰς δὲ εἰς Ἄργος ἐκεῖνος παραγενόμενος ἔγημε τὴν θυγατέρα τοῦ βασιλέως Ἀδράστου κατελθεῖν εἰς τὴν πατρίδα φιλοτιμούμενος καὶ πείσας τὸν πενθερὸν συνήθροισεν ἀξιόχρεων στρατὸν ἐπὶ Θήβας κατὰ τοῦ ἀδελφοῦ. ἡ δὲ μήτηρ Ἰοκάστη ἔπεισεν αὐτὸν ὑπόσπονδον εἰσελθεῖν εἰς τὴν πόλιν καὶ διαλεχθῆναι πρότερον πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς. δεινοπροσωπήσαντος δὲ ὑπὸ τῆς τυραννίδος τοῦ Ἐτεοκλέους ἡ μὲν Ἰοκάστη συναγαγεῖν τὰ τέκνα εἰς φιλίαν οὐκ ἠδύνατο, Πολυνείκης δὲ ὡς πρὸς πολέμιον λοιπὸν παραταξόμενος ἀνεχώρησε τῆς πόλεως. ἔχρησε δὲ ὁ Τειρεσίας νίκην ἔσεσθαι τοῖς Θηβαίοις, ἐὰν ὁ παῖς Κρέοντος Μενοικεὺς σφάγιον Ἄρει γένηται. ὁ μὲν οὖν Κρέων ἠρνήσατο ἐπιδοῦναι τῇ πόλει τὸν παῖδα, ὁ δὲ νεανίσκος ἐβούλετο καίτοι τοῦ πατρὸς αὐτῷ φυγὴν μετὰ χρημάτων διδόντος ἑαυτὸν ἀποσφάξαι καὶ δὴ καὶ ἔπραξε. Θηβαῖοι δὲ τοὺς ἡγεμόνας τῶν Ἀργείων ἔσφαξαν· Ἐτεοκλῆς δὲ καὶ Πολυνείκης μονομαχήσαντες ἀνεῖλον ἀλλήλους. ἡ μὲν οὖν μήτηρ αὐτῶν εὑροῦσα νεκροὺς τοὺς υἱοὺς ἔσφαξεν ἑαυτὴν, ὁ δὲ ταύτης ἀδελφὸς Κρέων παρέλαβε τὴν βασιλείαν, οἱ δὲ Ἀργεῖοι νικηθέντες τῆς μάχης ἀνεχώρησαν. Κρέων δὲ δυσχερῶς φέρων τοὺς μὲν ὑπὸ τῇ Καδμείᾳ τῶν πολεμίων πεσόντας οὐκ ἔδωκεν εἰς ταφὴν, Πολυνείκην δὲ ἀκήδευτον ἔρριψεν, Οἰδίπουν δὲ φυγάδα τῆς πατρῴας ἀπέπεμψεν, ἐφʼ ὧν μὲν οὐ φυλάξας τὸν ἀνθρώπινον νόμον, ἐφʼ ὧν δὲ τὴν ὀργὴν λογοποιήσας οὐδὲ παρὰ τὴν δυστυχίαν ἐλεήσας: — περιπαθεῖς ἄγαν αἱ Φοίνισσαι τῇ τραγῳδίᾳ. ἀπώλετο γὰρ ὁ Κρέοντος υἱὸς ἀπὸ τοῦ τείχους ὑπὲρ τῆς πόλεως ἀποθανών, ἀπέθανον δὲ καὶ οἱ δύο ἀδελφοὶ ὑπʼ ἀλλήλων, καὶ Ἰοκάστη ἡ μήτηρ ἀνεῖλεν ἑαυτὴν ἐπὶ τοῖς παισὶ, καὶ οἱ ἐπὶ Θήβας στρατευσάμενοι Ἀργεῖοι ἀπώλοντο, καὶ ἄταφος Πολυνείκης πρόκειται, καὶ ὁ Οἰδίπους τῆς πατρίδος ἐκβάλλεται καὶ σὺν αὐτῷ ἡ θυγάτηρ Ἀντιγόνη. ἔστι δὲ τὸ δρᾶμα καὶ πολυπρόσωπον καὶ γνωμῶν μεστὸν πολλῶν τε καὶ καλῶν: — τὸ δρᾶμά ἐστι μὲν ταῖς σκηνικαῖς ὄψεσι καλόν, ἔστι δὲ καὶ παραπληρωματικόν· ἥ τε ἀπὸ τῶν τειχέων Ἀντιγόνη θεωροῦσα μέρος οὐκ ἔστι δράματος, καὶ ὁ ὑπόσπονδος Πολυνείκης οὐδενὸς ἕνεκα παραγίνεται, ὅ τε ἐπὶ πᾶσι μετʼ ᾠδῆς ἀδολέσχου φυγαδευόμενος Οἰδίπους προσέρραπται διὰ κενῆς: — χρησμός:

  
Λάιε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς·  
τέξεις μὲν φίλον υἱόν· ἀτὰρ τόδε σοι μόρος ἔσται, παιδὸς ἑοῦ χείρεσσι λιπεῖν βίον· ὣς γὰρ ἔνευσε Ζεὺς Κρονίδης Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας, οὗ φίλον ἥρπασας υἱόν· ὁ δʼ ηὔξατό σοι τάδε πάντα: — τὸ τῆς Σφιγγὸς αἴνιγμα: ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον ὅσσʼ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται ἀνά τʼ αἰθέρα καὶ κατὰ πόντον. ἀλλʼ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα μένος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ: — Λάιος ἀπὸ Θηβῶν παραγενόμενος κατὰ τὴν ὁδὸν ἐθεάσατο Χρύσιππον τὸν υἱὸν τοῦ Πέλοπος. τούτου ἐρασθεὶς ἠξίου αὐτὸν παραγενέσθαι εἰς Θήβας σὺν αὑτῷ. τοῦ δὲ μὴ τοῦτο ποιῆσαι βουληθέντος ἥρπασεν αὐτὸν ὁ Λάιος λάθρα τοῦ ἑαυτοῦ πατρός. ἐπὶ πολὺ δὲ αὐτοῦ θρηνοῦντος διὰ τὴν τοῦ παιδὸς ἀπώλειαν ὕστερον ἔμαθε καὶ μαθὼν κατηράσατο τῷ αὐτὸν ἀνελόντι μὴ παιδοποιῆσαι· εἰ δὲ τοῦτο γένηται, ὑπὸ τοῦ τικτομένου ἀναιρεθῆναι: — Ἀριστοφάνους:  <span class="gap">…</span> ἐπιστρατεία τοῦ Πολυνείκους μετὰ τῶν Ἀργείων ἐπὶ Θήβας καὶ ἀπώλεια τῶν ἀδελφῶν Πολυνείκους καὶ Ἐτεοκλέους καὶ θάνατος Ἰοκάστης. ἡ μυθοποιία κεῖται παρʼ Αἰσχύλῳ ἐν Ἑπτὰ ἐπὶ Θήβας πλὴν τῆς Ἰοκάστης. ἐπὶ Ναυσικράτους ἄρχοντος  <span class="gap">…</span> δεύτερος Εὐριπίδης  <span class="gap">…</span> καθῆκε διδασκαλίαν περὶ τούτου καὶ γὰρ ταῦτα ὁ Οἰνόμαος καὶ Χρύσιππος καὶ σῴζεται. ὁ χορὸς συνέστηκεν ἐκ Φοινισσῶν γυναικῶν, προλογίζει δὲ Ἰοκάστη: —

<!-- 1 -->

ΣΧΟΛΙΑ ΕΙΣ ΦΟΙΝΙΣΣΑΣ

ὦ τὴν ἐν ἄστροις: παλαιά τις φέρεται δόξα ὡς Σοφοκλῆς μὲν ἐπιτιμήσειεν Εὐριπίδῃ ὅτι προέταξε τούτους τοὺς δύο στίχους, ὁ δὲ Εὐριπίδης ὅτι προέταξεν ἐν Ἠλέκτρᾳ ὁ Σοφοκλῆς τὸ «ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτέ»: — ἄλλως: ὁ διοδεύων τοῦ οὐρανοῦ τὴν ὁδὸν τὴν παρὰ τοῖς ἄστροις, ὅ ἐστι τὴν παρὰ τοῖς οἴκοις τοῦ ζῳδιακοῦ κύκλου. ὅτι γὰρ ἄστρα τοὺς οἴκους φησὶ τοῦ ζῳδιακοῦ κύκλου, Ἄρατός φησιν· «αὐτὰρ ἑκάστη ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα, ζωϊδίων δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν»: — ἄλλως: ἔθος ἔχουσιν οἱ τραγικοὶ παράγειν τοὺς ἥρωας θεοῖς τὰς συμφορὰς ἀπολοφυρομένους. καὶ ἐν Μηδείᾳ· «ὥσθʼ ἵμερός μʼ ὑπῆλθε γῇ τε κοὐρανῷ»: — ἄλλως: ἐπειδὴ κυκλοτερὴς ὁ οὐρανός. ἢ ἐπειδὴ ἑλικοειδής ἐστιν ὁ ζῳδιακὸς καθʼ ὃν φέρεται ὁ ἥλιος: — ἄστρον καὶ ἀστὴρ διαφέρει· ἀστὴρ μὲν ὁ εἷς, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων ἀστροθέτημα καὶ συμφόρημα, οἷα καὶ τὰ νῦν λεγόμενα ἄστρα τὰ ιβ ζῴδια: —

<!-- 3 -->λείπει ἡ σύν, ἵνʼ ᾖ σὺν ἵπποισι. καὶ παρʼ Ὁμήρῳ «αὐτῇ κεν γαίῃ» καὶ ἐν Βάκχαις «αὐταῖσιν ἐλάταις» καὶ ἐν Ἱππολύτῳ «αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα». καὶ ἔστιν Ἀττικὴ ἡ συνήθεια: — θοαῖς ἵπποισιν: ἔδει ἐκ τοῦ ἐπικρατοῦντος ἀρσενικῶς αὐτοὺς ὀνομάσαι. τέσσαρες γάρ εἰσι, Χρόνος Αἶθοψ Ἀστραπὴ Βροντή. ἔθος δὲ τοῖς ποιηταῖς θηλυκῶς λέγειν τοὺς ἵππους. Σώφρων «τὰν ἵππον» καὶ ἐν Ἱππολύτῳ «αἱ δʼ ἐνδακοῦσαι στόμια» καὶ παρʼ Ὁμήρῳ «αἱ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι»: — στρέφων περιάγων περιελαύνων τὴν ἀκτῖνα: —

<!-- 4 -->ὡς δυστυχῆ Θήβαισι: ἀσεβεῖ, φασὶ, τὴν ἀκτῖνα τοῦ Ἡλίου δυστυχῆ καλῶν. πῶς δὲ ἀσεβεῖ, ὁπότε καὶ Ἡσίοδος ἀποφαίνει τινὰς τῶν ἡμερῶν πονηράς: — ἄλλως: οἱ κακοδαιμονοῦντες καὶ τὰς πρῴην εὐτυχίας ἀτυχίας νομίζουσι τῇ παρούσῃ δυσποτμίᾳ βαρυνόμενοι: — καὶ μὴν τότε εὐδαίμονες ἦσαν αἱ Θῆβαι διά τε τὸν Ἁρμονίας γάμον, ἐν ᾧ οἱ θεοὶ εἱστιάθησαν, καὶ τὴν Διονύσου καὶ Ἡρακλέους γένεσιν· νοσεῖν δὲ ἤρξατο ἐξ οὗ ἐτεκνώθη Λάιος βίᾳ θεῶν. τὰ τοιαῦτα δὲ οὐ πρὸς τὸ ἀληθές, ἀλλʼ ὡς οἱ λέγοντες πάθους ἔχουσιν. εὐεπίφορος δὲ ὁ Εὐριπίδης πρὸς τὸ εἰς ἕτερα πρόσωπα πρεσβύτερα τὴν τῶν δυστυχημάτων αἰτίαν ἀναφέρειν. καὶ ἐν Τρῳάσιν ἡ Ἑλένη φησίν· «πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν Πάριν τεκοῦσα» καὶ Ὀρέστης· «σύ τοι φυτεύσας θυγατέρʼ, ὦ γέρον, κακὴν ἀπώλεσάς με». κέχρηται τούτῳ τῷ εἴδει καὶ Ὅμηρος· «ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐίσας ἀρχεκάκους»· καὶ Εὔμαιος συμπαθῶς ἔχων πρὸς τὸν Ὀδυσσέα φησίν· «ὣς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι» καίτοι τῶν ἀδελφῶν αὐτῆς τῶν Διοσκούρων ἤδη θεῶν ὄντων καὶ πολλὰ τοῖς ἀνθρώποις ἐπαρκούντων. ἔτι δέ τινες ἐγκαλοῦσι τῷ Εὐριπίδῃ ὡς οὐκ ἀκολούθως γενεαλογήσαντι· εἰ μὲν ἐξ ἀρχῆς ἐβούλετο τὰ πράγματα λέγεσθαι, ἐχρῆν τὴν ἐκ Φοινίκης ἀποικίαν τοῦ Κάδμου κατὰ λεπτὸν μετὰ τῆς αἰτίας διηγήσασθαι· εἰ δὲ ἐκ τοῦ ὑπογυίου, ἔδει ἀπὸ τῶν Λαΐου δυστυχημάτων ἄρξασθαι. πρὸς οὓς ῥητέον ὅτι, εἰ μὲν ἄνωθεν ἤρξατο, μακρὸς ἂν ἦν ὁ λόγος ἄλλως τε οὐκ ἔπρεπε Θηβαίαν γυναῖκα ἀκριβῶς τὰ ἐν Φοινίκῃ ἐπίστασθαι· εἰ δὲ ἀπὸ τῶν Λαΐου δυστυχημάτων, πολλὰς ἂν τῶν περὶ τὰς Θήβας συμφορῶν παρέλιπεν. Ἀκταίωνα μὲν γὰρ αἱ οἰκεῖαι κύνες διεσπάσαντο Πενθέα τε τὸν υἱὸν Ἀγαύη, Σεμέλην τε ἐκεραύνωσε Ζεὺς καὶ τῶν Ἰνοῦς υἱῶν Λέαρχον μὲν μανεὶς ὁ πατὴρ Ἀθάμας ἀπέκτεινε, Μελικέρτης δὲ μετὰ τῆς μητρὸς ἔπεσεν εἰς τὴν θάλασσαν: —

<!-- 5 -->λίαν ἐν ταύτῃ τῇ ἡμέρᾳ καὶ ἐν ἐκείνῃ, ὅτε ὁ Κάδμος τὴν οἰκίαν καταλιπὼν ἦλθεν ἐνταῦθα, δυστυχῆ ἀκτῖνα ἐφῆκας, ἀνέτειλας: — ἐπέβαλες ἀνέτειλας. ἐμφαντικὸν δὲ πάνυ τὸ ἀκτῖνʼ ἐφῆκας: — ἡνίκα διὰ τὴν ἀδελφὴν αὐτοῦ Εὐρώπην καταλιπὼν τὴν ἑαυτοῦ γῆν παρεγένετο ἐνταῦθα: — Κάδμος ἡνίκʼ ἦλθε γῆν: ὁ Κάδμος παρὰ τοῦ πατρὸς αὐτοῦ ἀποσταλεὶς τὴν ἰδίαν ζητῆσαι ἀδελφὴν καὶ μὴ ὑποστρέψας εἰς τὴν ἑαυτοῦ πατρίδα διὰ τὸ ἀπαγορευθῆναι παρὰ τοῦ πατρὸς εἰ μὴ αὐτὴν καταλάβοι, τὴν Ἁρμονίαν ἁρπάσαι προνοίᾳ Ἀθηνᾶς λέγεται: — Λιβύης τῆς Ἐπάφου καὶ Ποσειδῶνος Ἀγήνωρ καὶ Βῆλος· Ἀγήνορος δὲ καὶ Ἀργιόπης τῆς Νείλου Κάδμος Κίλιξ Φοῖνιξ, ἀφʼ οὗ οἱ Φοίνικες· Φοίνικος καὶ Τηλέφης τῆς Ἐπιμεδούσης Πείρως Ἀστυπάλη Εὐρώπεια. ἔνιοι δὲ ἀντὶ Ἁρμονίας Ἠλέκτραν αὐτόν φασι γῆμαι: —

<!-- 6 -->Φοίνισσαν ἐναλίαν χθόνα: εἰ μὲν ἐπὶ πάσης τῆς Φοινίκης, ἀκουστέον ἀντὶ τοῦ παραλίαν· εἰ δὲ ἐπὶ μιᾶς πόλεως, ἐκδεκτέον τὴν Τύρον· νησιάζεται γὰρ, ὡς καὶ ἑξῆς· «Τύριον οἶδμα λιποῦσʼ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου»: — ἄλλως: τὴν Τύρον· νησιάζεται γάρ. ἡ Φοινίκη· προληπτικὸς δὲ ὁ λόγος· οὐδέπω γὰρ ἐκαλεῖτο Φοινίκη. ἐν γοῦν τῷ Φρίξῳ φησίν· «ἦσαν τρεῖς Ἀγήνορος κόροι, Κίλιξ, ἀφʼ οὗ καὶ Κιλικία κικλήσκεται, Φοῖνιξ, ὅθενπερ τοὔνομʼ ἡ χώρα φέρει, καὶ Θάσος»: —

<!-- 7 -->ἔνιοι Ἁρμονίαν τὴν Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὸν λέγουσι γεγαμηκέναι: — Κύπριδος Ἁρμονίαν: Δέρκυλος Θηβαίου τινὸς Δράκοντος, Ἄρεως δὲ υἱοῦ φησιν εἶναι τὴν Ἁρμονίαν θυγατέρα, ὃν φονεύσας Κάδμος ἔγημεν Ἁρμονίαν. Ἔφορος δὲ Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὴν εἶναι λέγει, Κάδμου δὲ παραπλέοντος τὴν Σαμοθρᾴκην ἁρπάσαι αὐτήν, τὴν δὲ εἰς τιμὴν τῆς μητρὸς ὀνομάσαι τὰς Ἠλέκτρας πύλας. καὶ νῦν ἔτι ἐν τῇ Σαμοθρᾴκῃ ζητοῦσιν αὐτὴν ἐν ταῖς ἑορταῖς. Δημαγόρας δὲ ἀπὸ Λιβύης ἐλθοῦσαν τὴν Ἠλέκτραν οἰκῆσαι τὴν Σαμοθρᾴκην· ἔνθα συγγενομένη Διὶ ἐτέκνωσεν Ἠετίωνα Δάρδανον Ἁρμονίαν. τὸν δὲ Κάδμον παραπλέοντα ἐπὶ ζήτησιν τῆς ἀδελφῆς μετὰ Θάσου μυηθῆναί τε καὶ μυούμενον ἰδεῖν τὴν Ἁρμονίαν, προνοίᾳ δὲ Ἀθηνᾶς ἁρπάσαι αὐτήν: —

<!-- 8 -->Πολύδωρον: τοῦτον οἱ ποιηταὶ πίνακον καλοῦσι Πολύδωρον διὰ τὸ πολλὰ δῶρα εἰληφέναι τὴν μητέρα αὐτοῦ ἐπὶ τῇ γεννήσει αὐτοῦ: —

<!-- 10 -->ἐγὼ δὲ παῖς μέν: γενεαλογήσας ἕως Λαΐου ἀνατρέχει ἐπὶ τοὺς γονεῖς Κρέοντος καὶ Ἰοκάστης: — ἐπονομάζομαι: —

<!-- 12 -->καλοῦσι δʼ Ἰοκάστην με: ἀσφαλίζεται τὴν ὀνομασίαν τῆς ἡρωίνης, ἐπεὶ οἱ παλαιότεροι Ἐπικάστην αὐτὴν καλοῦσι. καὶ Ὅμηρος «μητέρα δʼ Οἰδιπόδαο ἴδον καλὴν Ἐπικάστην»: —

<!-- 13 -->γαμεῖ δὲ Λάϊός μʼ: Ἐπιμενίδης Εὐρύκλειαν τὴν Ἔκφαντός φησιν αὐτὸν γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα· οἱ δὲ δύο τὸν Λάιον γῆμαι γυναῖκας, Εὐρύκλειαν καὶ Ἐπικάστην. καὶ τὸν Οἰδίποδα δέ φασιν Ἐπικάστην τε τὴν μητέρα γεγαμηκέναι καὶ Εὐρυγάνην. λιγύστιος δέ φησιν ὡς ἐκ χρησμοῦ τοὺς παῖδας ἀκούσας ἀλληλοκτονήσειν ἐξέθηκε τὸν Πολυνείκην, Κάστωρ δὲ ἀμφοτέρους ἐκτεθῆναι: —

<!-- 14 -->ἀντὶ τοῦ· ἐκ πολλοῦ χρόνου γήμας με: —

<!-- 15 -->ἐρωτᾷ μὲν τῆς ἀπαιδίας τὴν αἰτίαν, αἰτεῖ δὲ τῆς ἀρρενογονίας τὴν εὐτυχίαν: —

<!-- 16 -->ἐπιμιξίαν μετοχὴν σχέσιν: —

<!-- 17 -->πολεμικοῖς: —

<!-- 18 -->μὴ σπεῖρε τέκνων ἄλοκα: Ἐμπεδοκλῆς ὁ φυσικὸς ἀλληγορῶν φησι σχιστοὺς λιμένας Ἀφροδίτης ἐν οἷς ἡ τῶν παίδων γένεσίς ἐστιν. Εὐριπίδης δὲ ταὐτὸν τούτῳ φάσκων τήν τε ἔννοιαν τὴν αἰσχρὰν ἀπέφυγε καὶ τοῖς ὀνόμασιν οἰκείοις ἐχρήσατο καὶ τεχνικαῖς ταῖς μεταφοραῖς, σπόρον καὶ ἄλοκα λέγων: —

<!-- 18bis -->ἄλοκα: αὔλακα· αὖλαξ δὲ ἡ τομὴ τῆς γῆς ὑπὸ τοῦ ἀρότρου. μεταφορικῶς δὲ λέγει· μὴ συνέρχου τῇ γυναικί: — ἄλλως: μεταφορικῶς, τὴν αὔλακα μὴ σπεῖρε, ἀπὸ τῆς ἀρουμένης γῆς: — μὴ παιδοποίει: — παρὰ γνώμην θεοῦ: —

<!-- 21 -->ὁ δʼ ἡδονῇ δούς: ἐκ τοῦ οἴνου εἰς ἡδονὴν τραπείς: — ἄλλως: ἀντὶ τοῦ ἑαυτὸν δοὺς εἰς εὐωχίαν. πῶς προεγνωκυῖα ἡ γυνὴ τὸν χρησμὸν οὐκ ἀπέτρεψε τῆς μίξεως τὸν Λάιον. ἢ οὖν ὕστερον εἶπεν αὐτῇ ἢ εἶπε μὲν, ἡ δʼ ὑπώπτευσε τὸ ῥηθὲν εἶναι ψεῦδος διὰ τὸν ἔρωτα Χρυσίππου: — ἄλλως: καὶ διὰ τί τὸν χρησμὸν προεγνωκυῖα Ἰοκάστη οὐκ ἐκώλυσεν αὐτόν. ἢ οὖν οὐκ ἐγίνωσκεν ἢ ὑπώπτευσεν αὐτὸν ψεύδεσθαι ὑπονοήσασα ταῦτα διὰ τὸν ἔρωτα λέγεσθαι τοῦ Χρυσίππου: — εἰς μέθην: —

<!-- 24 -->λειμῶνʼ ἐς Ἥρας: ἢ ὅτι πᾶς λειμὼν ἱερός ἐστι τῆς Ἥρας ἢ ὅτι Κιθαιρωνίας Ἥρας ἐστὶν ἐν Θήβαις ἱερόν. ὅσοι δὲ ἐγκαλοῦσιν ὡς ἐν ἱερῷ τόπῳ ἐκτεθέντος τοῦ παιδός, ἴστωσαν ὅτι καὶ Ἀθῆναι ἱεραὶ μὲν λέγονται τῆς Ἀθηνᾶς, ὀλίγος δέ ἐστιν ὁ τῆς ἀκροπόλεως εὐαγής τε καὶ ἱερὸς τόπος. καὶ λελωβημένον δὲ ἀνείλοντο τὸ βρέφος ἴσως τῷ κάλλει νενικημένοι καὶ τὴν ἴασιν εὐμαρῆ νομίσαντες αὐτῷ ὑπὸ τῆς βασιλείας ἔσεσθαι: — ἀκρωτήριον: —

<!-- 25 -->δίδωσι βουκόλοισιν: ἵνα ἀποθάνῃ· οὐ γὰρ ἤθελεν ἐκ τοῦ ἐμφανοῦς ἀνελεῖν τὸ βρέφος φεύγων τὸ μύσος: —

<!-- 26 -->σφυρῶν σιδηρᾶ κέντρα: διὰ μέσων τῶν σφυρῶν τὰ σιδηρᾶ κέντρα πείρας: — ἄλλως: καὶ θηριώδης, φασὶ, καὶ ἀνόητος παρόσον ἀνελεῖν μὲν οὐκ ἤθελε τὸ βρέφος, οὕτως δὲ χαλεπῶς ἐλωβήσατο. ῥητέον ὅτι τὸ μὲν ἀποκτεῖναι ἀσεβὲς ἡγήσατο· εἰ δὲ διατρήσειεν αὐτῷ κέντροις τὼ πόδε, τὸν ἐπηρτημένον κίνδυνον ἐκφεύξεσθαι μηδενὸς ἀνελομένου ἂν βρέφος λελωβημένον. οἱ δὲ ἀπὸ τῶν σπαργάνων φασὶν αὐτὸν ἐξῳδηκέναι ἐκ ταὐτομάτου τὼ πόδε. οἱ δὲ εἰς θάλασσαν ἐκριφῆναι βληθέντα εἰς λάρνακα καὶ προσοκείλαντα τῇ Σικυῶνι ὑπὸ τοῦ Πολύβου ἀνατραφῆναι. ἔνιοι δὲ καὶ Ἡλίου φασὶν αὐτὸν εἶναι παῖδα. τινὲς δὲ  <span class="gap">…</span> Ἱπποδάμειαν τὴν Οἰνομάου ὑποβεβλῆσθαι αὐτὸν αὐτῷ φασιν, ὕστερον δὲ ἁρπάσαντος Λαΐου Χρύσιππον, βοηθὸν ὄντα τῷ Χρυσίππῳ ἀποκτεῖναι τὸν Λάιον, τῇ δὲ Ἰοκάστῃ ἐλθούσῃ ἐπὶ τὴν κηδείαν τοῦ νεκροῦ μιγέντα γεννῆσαι τοὺς παῖδας, ὕστερον δὲ λύσαντα τὸ αἴνιγμα γνωρισθῆναι. οἱ δὲ τὸν Πόλυβον αὐτὸν τυφλῶσαι τοὺς περὶ τῆς πατροκτονίας χρησμοὺς ἀκούσαντα. τινὲς δὲ καὶ τὴν μητέρα αὐτῷ φασιν ἀνῃρῆσθαι. ἀνελεῖν δὲ αὐτὸν οὐ μόνον τὴν Σφίγγα, ἀλλὰ καὶ τὴν Τευμησίαν ἀλώπεκα, ὡς Κόριννα. οἱ δὲ τὴν Σφίγγα Μακαρέως μὲν γενέσθαι γυναῖκα, θυγατέρα δὲ Οὐκαλέγοντος ἑνὸς τῶν ἐγχωρίων· οὗ τελευτήσαντος κατασχεῖν τὸ Φίκειον, εἶτʼ ἀναιρεθῆναι ὑπό τινος Οἰδίποδος συνελθόντος αὐτῇ. τινὲς δὲ καὶ Λαΐου τὴν Σφίγγα παραδιδόασιν ὡς Λυσίμαχος

<!-- 27 -->ὅθεν νιν Ἑλλάς: ἀφʼ οὗ. Οἰδίπους παρὰ τὸ οἰδεῖν τοὺς πόδας ἐκ τῶν περονῶν: — ἡ μὲν Μερόπη πρώτη αὐτὸν ἐκάλεσεν Οἰδίπουν, ἡ δὲ Ἑλλὰς ἀπʼ αὐτῆς διεδέξατο τὸ ὄνομα: —

<!-- 28 -->Πολύβου δέ νιν: τύραννος καὶ αὐτὸς ἐν ἑτέρῳ μέρει τῆς Βοιωτίας· οἱ δὲ τῆς Κορίνθου φασὶ βασιλέα: — ἱπποβουκόλοι: ἱπποφορβοί· τὸ δὲ βουκόλοι ἀπὸ τοῦ ἐπισήμου ζῴου ὡς τὸ «τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο». τινὲς δὲ ἐν λάρνακι βληθέντα καὶ εἰς θάλασσαν ῥιφέντα τὸν παῖδα προσπελασθῆναι τῇ Κορίνθῳ φασίν: — ἀπίθανον τὸ τοὺς βουκόλους βρέφος ἀνελέσθαι καὶ οὕτως λελωβημένον. ῥητέον ὅτι ἄγροικοι ὄντες τῇ δεσποίνῃ χαριεῖσθαι ἐδόκουν· καὶ γὰρ τὸ εἶδος τοῦ παιδὸς καλὸν ἑώρων: —

<!-- 29 -->ἡ γυνὴ Πολύβου Μερόπη: —

<!-- 31 -->μαστοῖς ὑφεῖτο: ὑπέβαλεν. εὔηθες δὲ, φασὶν, εἰ λελωβημένον ὑπεβάλετο παιδίον ὅπου γε ἐκτίθεμεν καὶ τὰ ἐξ ἡμῶν πεπηρωμένα. καὶ τί θαυμαστὸν αὐτὴν ὑποβάλλεσθαι, φοβουμένην μὲν ἐκπεσεῖν διὰ τὴν ἀπαιδίαν, ἀποτρίψεσθαι δὲ ἐλπίζουσαν τὴν τῆς ὑποβολῆς ὑποψίαν διὰ τὴν ὑποῦσαν συμφορὰν τῷ βρέφει· καὶ τὸ ἰαθήσεσθαι δὲ διὰ τοῦτο οὐκ ἀπεγνώκει: — καὶ πόσιν πείθει τεκεῖν: πείθει τὸν ἄνδρα αὐτὴν αὐτῷ τεκεῖν. ἢ ἀναπείθει λέγειν τοῖς ἔξω ὅτι αὐτοῦ τέκνον εἴη. πῶς δὲ λελωβημένον αὐτὸν ἡ γυνὴ τοῦ βασιλέως ἐλάμβανεν· ὅτι οὐκ ἤθελε δοῦναι τοῖς ἔξω περὶ ἑαυτῆς ὑπόνοιαν ὡς οὔσης στείρας, ἀλλʼ ἵνα καὶ πίστιν μείζονα ἐνδείξηται ὅτι οὗτος ἐμός ἐστιν ὁ παῖς, ὅτι ἰδοὺ καὶ λελωβημένον αὐτὸν ἔχω· οὐκ ἂν γὰρ ξένον  <span class="gap">…</span> οὐκ ἀσινῆ ὄντα: —

<!-- 32 -->ἤδη δὲ πυρσαῖς: ἡδέως καὶ τραγικῶς τὴν ἀκμὴν ἐξέφρασεν: — πυρσαῖς: πρὸ γὰρ τοῦ τοὺς ἰούλους ἐκβαλεῖν ξανθίζεται τὰ γένεια τῇ θερμότητι τῶν τριχῶν: — εἰς ἄνδρας, ἢ εἰς ἀνδρὸς ἡλικίαν, ἐμβαίνων: —

<!-- 33 -->παῖς Πολύβου, ἀλλὰ θετός: — ἢ γνοὺς ἤ τινος: γνοὺς ὅτι οὐκ εἴη Πολύβου παῖς γνήσιος ἀλλὰ νόθος ἢ μαθὼν παρά τινος τῶν ἡλικιωτῶν ὀνειδίσαντος ὅτι νόθος εἴη. ἔνιοι δέ φασιν εἰς Πυθῶνα ἐξεληλυθέναι τὸν Οἰδίποδα, ἵνα τροφεῖα ἀποδῷ τῷ Ἀπόλλωνι: —

<!-- 35 -->ἀπὸ κοινοῦ τὸ ἔστειχε: —

<!-- 36 -->τὸν ἐκτεθέντα παῖδα: ἤτοι τότε ὀνείρου ταράξαντος αὐτὸν ἢ ὅτε λοιπὸν ὑπώπτευσε τὴν ἡλικίαν τοῦ παιδὸς εἰς ἄνδρας προκόπτειν. ἐβούλετο γὰρ ἢ τεθνεῶτα αὐτὸν ἀκούσας διάγειν ἀδεῶς ἢ ζῶντα ἀκούσας φυλάττειν ἑαυτόν: — γράφεται καὶ ἰδεῖν: —

<!-- 37 -->εἰς ταὐτὸν τῆς σχιστῆς ὁδοῦ τῆς Φωκίδος συνάπτουσι πόδα, ἀντὶ τοῦ συναντῶσιν ἀλλήλοις: — καὶ ξυνάπτετον: καὶ συντυγχάνουσιν τὸν πόδα ἐπὶ τῆς σχιστῆς ὁδοῦ ἐν Φωκίδι. οὕτως δὲ καλεῖται, ἐπειδὴ σχίζει τὴν ἐπὶ Βοιωτίαν καὶ Θήβας καὶ Ἀττικὴν καὶ Κόρινθον ὁδόν: —

<!-- 39 -->ὁ ἡνίοχος. Πολυφόντην δὲ τὸν κήρυκα  <span class="gap">…</span> — τοῦτον Φερεκύδης Πολυποίτην φησίν: —

<!-- 40 -->ὦ ξένε: καλῶς ἑτέρῳ ἕτερον περίκειται φρύαγμα, Λαΐῳ μὲν διὰ τὸ τῆς ἀρχῆς ἀξίωμα, Οἰδίποδι δὲ ὅτι βασιλέως υἱὸς ἦν καὶ προπετὴς ὡς νέος καὶ ὁδοῦ τῆς πᾶσι κοινῆς εἴργετο: —

<!-- 41 -->ἔτρεχε μὴ φθεγγόμενος. ἢ ὅτι τέλος λοιπὸν εἶχε καὶ ἐδεδοίκει μήποτε ἄλλος τὴν ἀρχὴν διαδέξηται: —

<!-- 42 -->χηλαῖς τένοντας: ἐν ταῖς χηλαῖς τοὺς τῶν ποδῶν τοῦ Οἰδίποδος τένοντας ἐξῄμασσον οὐχ ὑποχωροῦντος αὐτοῦ τῆς ὁδοῦ: — χηλὴ διὰ τὸ ὥσπερ κεχηνέναι τοὺς ὄνυχας: — τοῖς ὄνυξιν: — τὰ ἐπάνω τῶν ποδῶν: — ἀντὶ τοῦ ᾕμασσον: —

<!-- 43 -->ὅθεν· τί τἀκτός: ὑποστικτέον εἰς τὸ ὅθεν· ἔμελλε δὲ ἴσως τὴν λοιδορίαν καὶ τὴν μάχην ἀμφοτέρων λέγειν: — ἄλλως: τί οὖν, φησὶ, ταῦτα τὰ περιττὰ καὶ τὰ ἐκτὸς τῶν παθῶν λέγω: — ποία με χρεία λέγειν τὰ ἔξω τῶν κακῶν. τὰς παρακολουθησάσας ὕβρεις, τοὺς διαπληκτισμοὺς οὐ λέγω, ἀλλʼ αὐτὸ τὸ κακὸν ἐν συντόμῳ ὅτι παῖς πατέρα καίνει: —

<!-- 44 -->παῖς πατέρα κτείνει: — φονεύει: — καὶ λαβὼν ὀχήματα: ζητοῦσι πῶς ἐπὶ τὸ μαντεῖον οὐκέτι ἀπῆλθεν ὁ Οἰδίπους. φασὶν ὅτι οὐκ ᾤετο τὸν θεὸν εὐθέως χρήσειν αὐτῷ μυσαρῷ γενομένῳ πρὶν καθαρθῆναι καὶ ἅμα ἵνα μὴ γνῷ ὅτι πατέρα ἔκτεινεν· εἵμαρτο γὰρ αὐτῷ καὶ μητέρα γῆμαι. ὅτι δὲ Πολύβῳ δέδωκε τοὺς ἵππους καὶ Ἀντίμαχός φησιν ἐν Λύδῃ· «εἶπε δὲ φωνήσας· Πόλυβε, θρεπτήρια τούσδε ἵππους τοι δώσω δυσμενέων ἐλάσας». ζητοῦσι δὲ πάλιν πῶς οὐδεμίαν Θηβαῖοι ζήτησιν πεποίηνται τεθνεῶτος αὐτοῖς τοῦ βασιλέως. λεκτέον ὅτι εὐθὺς μὲν αὐτὸν οὐκ ἐπεζήτησαν ἐν Δελφοῖς εἶναι νομίζοντες, μετὰ δὲ ταῦτα τῶν ἵππων ἀφανῶν γενομένων λῃστῶν ἐδόκει τοὔργον γεγονέναι: — ἄλλως: δεῖ νοεῖν ὅτι Οἰδίπους φονεύσας τὸν Λάιον ὡς ἐναγὴς παραχρῆμα οὐκ εἰσῆλθεν εἰς τὸ ἱερόν· οὐ γὰρ ᾤετο χρήσειν αὐτῷ τὸν θεόν. ὑποστρέψας δὲ εἰς Κόρινθον μετὰ τῶν ἵππων Λαΐου καὶ καθαρθεὶς τὸν φόνον πάλιν ἐπὶ τῷ γνῶναι τοὺς γονεῖς ἐπανῆλθε πρὸς τὸν θεόν. λαβὼν δὲ χρησμὸν ὡς ὅτι ἐπὶ φθορᾷ τοῦ πατρὸς ἐτέχθη καὶ συνουσίᾳ τῆς μητρὸς διέγνω φυγεῖν τὴν Κόρινθον τὴν νομιζομένην πατρίδα. γνοὺς δὲ τοῦ Κρέοντος τὸ κήρυγμα ἐπὶ τὸν ἀγῶνα καθίησιν ἑαυτὸν τῆς Σφιγγὸς κινδύνῳ τὴν εὐτυχίαν θηρώμενος: —

<!-- 45 -->Πολύβῳ τροφεῖ: οἷον τῷ θρέψαντι. γνοὺς ὅτι οὐκ ἂν εἴη αὐτοῦ πατήρ, τροφεῖα καταβάλλει: — ὡς δʼ ἐπεζάρει: ἐζήτησε τοὺς ἐν τῇ πόλει ἀφαρπάσαι: — ζάρος ὄρνεόν ἐστιν ἁρπακτικόν. τὴν δὲ Σφίγγα οἱ μὲν ἔχειν πρόσωπον μὲν παρθένου, στῆθος δὲ καὶ πόδας λέοντος, πτερὰ δὲ ὄρνιθος· Σωκράτης δὲ ἐγχωρίαν αὐτὴν χρησμολόγον φησὶ δύσγνωστα μαντευομένην, ἅπερ ἀγνοοῦντες οἱ Θηβαῖοι καὶ ἐναντίως αὐτοῖς χρώμενοι ἀπώλοντο. Ἀσκληπιάδης δὲ λέγει τοὺς Θηβαίους εἰς ἐκκλησίαν καθʼ ἑκάστην ἀθροίζεσθαι διὰ τὸ δυσαίνιγμα τῆς Σφιγγός· λόγιον γὰρ ἦν αὐτοῖς μὴ ἀπαλλαγήσεσθαι τῶν κακῶν πρὶν ἂν τοὺς τῆς Σφιγγὸς λύσειαν χρησμούς. ὁπότε δὲ μὴ συνίοιεν, ἁρπάζειν αὐτὴν ὅντινα ἂν βούλοιτο τῶν πολιτῶν: — ἐπέκειτο κακοποιοῦσα. ἁρπασθῆναι δέ φασιν ὑπʼ αὐτῆς Αἵμονα τὸν Κρέοντος παῖδα. τινὲς δέ φασιν ὅτι μία τῶν σὺν ταῖς Κάδμου θυγατράσι μανεισῶν μετεβλήθη εἰς τὸ ζῷον τὴν Σφίγγα: — ἐπεβάρει ἐπεκράτει: —

<!-- 46 -->οὐ παρῆν: —

<!-- 47 -->Κρέων δʼ ἀδελφός: ἀνοήτως, φασὶν, ἐπὶ τὸν τῆς ἀδελφῆς γάμον τὸν τυχόντα καλεῖ. ἀγνοοῦσι δὲ ὅτι ἡ κατεπείγουσα συμφορὰ καὶ παρὰ τὸ πρέπον τι πράττειν προτρέπεται. ἔπειτα καὶ ἄριστόν τινα ᾤετο τὸν ἐγχειρήσοντα τῷ ἀγῶνι. κατὰ γὰρ Πίνδαρον «ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει»: —

<!-- 48 -->αἴνιγμά ἐστι τὸ ἀποκεκρυμμένον εἰς τὴν διάνοιαν καὶ δυσεύρετον: —

<!-- 49 -->παρεγένετο γὰρ εἰς Θήβας μετὰ χρόνον: —

<!-- 50 -->αἴνιγμʼ ἐμὸς παῖς: τινὲς γράφουσι μούσας ἐμὸς παῖς, ὃ καὶ βέλτιον. μούσας δέ φησι τὰ αἰνίγματα διότι ἐμμελῶς προέφερε ταῦτα ἡ Σφίγξ: — ἄλλως: τὸ αἴνιγμα Ἀσκληπιάδης οὕτως ἀναγράφει:

  
ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή,  
  
καὶ τρίπον, ἀλλάσσει δὲ μόνον φύσιν ὅσσʼ ἐπὶ γαῖαν  
  
ἑρπετὰ γίνηται ἀνά τʼ αἰθέρα καὶ κατὰ πόντον.  
  
ἀλλʼ ὁπόταν τρισσοῖσιν ἐρειδόμενον ποσὶ βαίνῃ,  
  
ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.  
τὴν δὲ λύσιν τοῦ αἰνίγματος οὕτως φασί τινες εἰρῆσθαι·

  
κλῦθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων,  
  
φωνῆς ἡμετέρης, σῆς τέλος ἀμπλακίης·  
  
ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει,  
  
πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων,  
  
γηραλέος δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει  
  
αὐχένα φορτίζων γήραϊ καμπτόμενος.  
τινὲς δέ φασι τύχῃ λῦσαι τὸ αἴνιγμα καὶ δακτυλοδεικτεῖν  <span class="gap">…</span> ὅ ἐστι τὸν ἄνθρωπον  <span class="gap">…</span> ἑαυτὴν διεσπάραξεν: —

<!-- 52 -->καὶ σκῆπτρʼ ἔπαθλα: παρʼ οὐδενὶ κεῖται τὸ ἔπαθλα ἢ μόνῳ τῷ Εὐριπίδῃ· ὅθεν μεταγράφουσί τινες καὶ σκῆπτρα χώρας ἆθλα. τὸ δʼ ἑξῆς· καὶ σκῆπτρα χώρας τῆσδε ὡς ἆθλα λαμβάνει: —

<!-- 53 -->γαμεῖ δὲ τὴν τεκοῦσαν: Φερεκύδης τὰ κατὰ τοὺς Οἰδίποδος παῖδας καὶ τὰς γημαμένας οὕτως ἱστορεῖ· «Οἰδίποδι, φησὶ, Κρέων δίδωσι τὴν βασιλείαν καὶ τὴν γυναῖκα Λαΐου, μητέρα δʼ αὐτοῦ Ἰοκάστην, ἐξ ἧς γίνονται αὐτῷ Φράστωρ καὶ Λαόνυτος, οἳ θνῄσκουσιν ὑπὸ Μινυῶν καὶ Ἐργίνου. ἐπεὶ δὲ ἐνιαυτὸς παρῆλθε, γαμεῖ ὁ Οἰδίπους Εὐρυγάνειαν τὴν Περίφαντος, ἐξ ἧς γίνονται αὐτῷ Ἀντιγόνη καὶ Ἰσμήνη, ἣν ἀναιρεῖ Τυδεὺς ἐπὶ κρήνης καὶ ἀπʼ αὐτῆς ἡ κρήνη Ἰσμήνη καλεῖται. υἱοὶ δὲ αὐτῷ ἐξ αὐτῆς Ἐτεοκλῆς καὶ Πολυνείκης. ἐπεὶ δὲ Εὐρυγάνεια ἐτελεύτησε, γαμεῖ ὁ Οἰδίπους Ἀστυμέδουσαν τὴν Σθενέλου.» τινὲς δὲ Εὐρυγάνειαν ἀδελφὴν λέγουσιν εἶναι Ἰοκάστης τῆς μητρὸς Οἰδίποδος: —

<!-- 54 -->ᾔδει δηλονότι: —

<!-- 56 -->δύναμιν. οἷον περιφραστικῶς τὸν Πολυνείκην: —

<!-- 58 -->τὴν προγενεστέραν, τὴν μείζονα: —

<!-- 59 -->μαθὼν δὲ τἀμὰ λέκτρα: γνοὺς δὲ τὰ ἐμὰ λέκτρα ὄντα τῆς μητρός, ἀντὶ τοῦ ἐπιγνοὺς μητρὶ συγκοιμώμενος. τὸ δὲ μητρῴων γάμων περιφραστικῶς τῆς μητρός: —

<!-- 60 -->τὰ ἀπὸ μητρὸς αὐτῷ γινόμενα: — ὁ πάντʼ ἀνατλὰς Οἰδίπους: τί ἥμαρτεν ὁ Οἰδίπους ὅτι καὶ αὐτὸς τιμωρεῖται. φασὶν ὅτι Πέλοψ Χρυσίππου ἁρπαγέντος κατηράσατο μέχρι παίδων εἶναι τὸ κακόν. τινὲς δέ φασιν ὅτι Λάιος ἀνῃρέθη ὑπὸ Οἰδίποδος, ὅτι ἀμφότεροι ἤρων Χρυσίππου: —

<!-- 61 -->εἰς ὄμμαθʼ αὑτοῦ: τινές φασιν ἐξ ἰδίας κατάρας ἐπελθεῖν αὐτῷ τὴν πήρωσιν: — ἄλλως: ὅμοια Ἑλλάνικος. ἐν δὲ τῷ Οἰδίποδι οἱ Λαΐου θεράποντες ἐτύφλωσαν αὐτόν· «ἡμεῖς δὲ Πολύβου παῖδʼ ἐρείσαντες πέδῳ ἐξομματοῦμεν καὶ διόλλυμεν κόρας.» πῶς δὲ, φασὶν, ἡ Ἰοκάστη μετὰ τοσαῦτα καὶ τηλικαῦτα δυστυχήματα ἔζη. ῥητέον ὅτι πᾶσα γυνὴ πρὸς θάνατον δειλόν. Μένανδρος· «ὀκνεῖ δὲ νοῦν ἔχουσʼ ἴσως, ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει»: — πήρωσιν: — ἀντὶ τοῦ ἐτύφλωσεν αὑτόν: —

<!-- 63 -->ἐπεὶ δὲ τέκνων: ὅτε δὲ ἥβησαν οἱ παῖδες, κλῄθροις ἔκρυψαν τὸν πατέρα: —

<!-- 64 -->ἵνʼ ἀμνήμων τύχη: ἵνα ἡ τύχη λήθῃ παραδοθείη καίπερ δυσαπόνιπτος οὖσα καὶ πολλῆς δεομένη μηχανῆς εἰς τὸ λαθεῖν: —

<!-- 65 -->πολλῶν δεομένη: ἤτοι πολλῆς δεομένη μηχανῆς πρὸς τὸ λαθεῖν. ἢ πολλῶν παραινέσεων καὶ πολλῆς παραμυθίας δεομένη διὰ τὴν ὑπερβολὴν τοῦ πάθους: —

<!-- 66 -->ἀντὶ τοῦ κάμνων ὑπὸ τῆς τύχης: —

<!-- 67 -->ἀρὰς ἀρᾶται: κατάρας χαλεπὰς καταρᾶται τοῖς υἱοῖς μηδὲν ἀδικήσασιν: —

<!-- 68 -->θηκτῷ σιδήρῳ: οἷον ξίφει διακληρωθῆναι καὶ ἀπολέσθαι τὸν οἶκον ἵνα μὴ οἱ τούτου παῖδες λειπόμενοι μνημεῖα τῆς ἀρχαίας αὐτοῦ τύχης φυλάσσωσιν: — τῷ ἠκονημένῳ σιδήρῳ τοῦτο τὸ οἴκημα διαμερίσασθαι: —

<!-- 69 -->εἰκότως ἔδεισαν πειραθέντες ὅσα Λαΐῳ συνέβη διὰ τὰς Πέλοπος ἀράς: — τελεστικὰς τελείας: —

<!-- 70 -->πληρῶσιν: — τῶν παίδων: —

<!-- 71 -->ξυμβάντʼ ἔταξαν: συνελθόντες, συσκεψάμενοι ὥρισαν. ἢ συμβάντες, εἰς φιλίαν ἐλθόντες: — ἄλλως: οὗτος ὁ τόπος εἰς ἀσυμφωνίαν ἄγει τὸ δρᾶμα. ἔδει γὰρ ἐξέλασιν ὑποθέσθαι τοῦ Πολυνείκους, ἵνα διὰ τῶν ἑξῆς δεόντως λέγοι ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον. εἰ γὰρ ἀλλήλοις ὑπεχώρησαν ἐνιαυτὸν παρʼ ἐνιαυτὸν ἄρχειν, πάντως καὶ τὰ ἐπιτήδεια ἐπεφέρετο ἂν ὁ Πολυνείκης. δεῖ οὖν εἰδέναι ὅτι οὐ παρὰ πᾶσι συμφωνεῖ ἡ Πολυνείκους εἰς Ἄργος ἄφιξις· Φερεκύδης γὰρ ἐκβεβλῆσθαι τὸν Πολυνείκην φησὶ μετὰ βίας, Ἑλλάνικος δὲ ἱστορεῖ κατὰ συνθήκην αὐτὸν παραχωρῆσαι τὴν βασιλείαν Ἐτεοκλεῖ λέγων αἵρεσιν αὐτῷ προθεῖναι τὸν Ἐτεοκλέα, εἰ βούλοιτο τὴν βασιλείαν ἔχειν ἢ τὸ μέρος τῶν χρημάτων λαβεῖν καὶ ἑτέραν πόλιν οἰκεῖν. τὸν δὲ λαβόντα τὸν χιτῶνα καὶ τὸν ὅρμον Ἁρμονίας ἀναχωρῆσαι εἰς Ἄργος κρίναντα ἀντὶ τούτων τὴν βασιλείαν παραχωρῆσαι. ὧν τὸν μὲν ὅρμον Ἀφροδίτη, τὸν δὲ χιτῶνα Ἀθηνᾶ αὐτῇ ἐχαρίσατο, ἃ καὶ δέδωκε τῇ θυγατρὶ Ἀδράστου Ἀργείᾳ. ὅθεν Εὐριπίδης ταῖς δύο ἱστορίαις ἐχρήσατο, ἐνταῦθα μὲν τῇ Φερεκύδους, ὕστερον δὲ τῇ Ἑλλανίκου: — νεώτερον πάρος: τὸν Πολυνείκην. ὁ μὲν Εὐριπίδης τὸν Ἐτεοκλέα, ὁ δὲ Σοφοκλῆς τὸν Πολυνείκην μείζονα οἶδεν ἐν Οἰδίποδι

<!-- 74 -->διαδεχόμενον τὴν βασιλείαν κατʼ ἐνιαυτόν: — ἀπὸ τῆς τιμῆς καὶ τῆς καθέδρας δηλοῖ τὴν βασιλείαν: —

<!-- 75 -->καθέζετʼ ἀρχῆς: ἀντὶ τοῦ  <span class="gap">…</span> τῆς βασιλείας. μετενήνοχεν ἀπὸ τῶν κυβερνητῶν. τοιοῦτόν ἐστι καὶ τὸ παρʼ Ὁμήρῳ «Ζεὺς ὑψίζυγος». ἐπὶ γὰρ τοῦ ὑψίστου ζυγοῦ καθήμενος ὁ κυβερνήτης περιφέρει τοὺς οἴακας: —

<!-- 76 -->διώκει: —

<!-- 77 -->ἐπιγαμβρίαν. ὄνομα δὲ ἦν τῇ γαμηθείσῃ Ἀργεία: —

<!-- 78 -->ἀντὶ τοῦ συμμαχίαν στράτευμα: —

<!-- 81 -->ὑπόσπονδον μολεῖν: μετὰ σπονδῶν καὶ φιλίας: —

<!-- 82 -->πρὶν τὸν πόλεμον συγκροτηθῆναι: — τοῦ πολέμου: —

<!-- 84 -->ναίων πτυχάς: ἀντὶ τοῦ ἀκρωρείας. ἐὰν μὲν ἀπὸ τοῦ πτύξ, πτύχας, ἐὰν δὲ ἀπὸ τοῦ πτυχή, πτυχάς: —

<!-- 85 -->ὁμόνοιαν: —

<!-- 86 -->ἀντὶ τοῦ ἐπειδή: —

<!-- 88 -->ἔνδοξον: — βλάστημα: — ὦ κλεινὸν οἴκοις: ἡ τοῦ δράματος διάθεσις ἐνταῦθα ἀγωνιστικωτέρα γίνεται. τὰ γὰρ τῆς Ἰοκάστης παρελκόμενά εἰσι καὶ ἕνεκα τοῦ θεάτρου ἐκτέταται. ἡ δὲ ἔξοδος τοῦ παρθένου εἰκών ἐστι τῆς Ὁμηρικῆς τειχοσκοπίας τῆς Ἑλένης ἐκ τοῦ ἐναντίου· ἐκεῖ γὰρ γυνὴ τῷ γέροντι δείκνυσιν. διδάσκει δὲ πρόοδον παρθένου γίνεσθαι κατʼ ἐπιτροπὴν μὲν μητρός, παιδαγωγίαν δὲ τροφέως, χρείας μὴ τῆς τυχούσης ἐπειγούσης τὴν ἔξοδον: — ἄλλως: εὖ διῴκηται ἡ τῆς Ἀντιγόνης ἔξοδος· καλῶς δὲ τὴν βασιλικὴν παρθένον οὐ γυναῖκες φυλάττουσιν, ἀλλʼ ὁ διὰ τὸ γῆρας σώφρων καὶ φρόνιμος. τοιγαροῦν οὐκ ἀσκέπτως μετʼ αὐτῆς ἔξεισιν, ἀλλʼ ἐρημίαν παραφυλάξας. ἐνόμιζε γὰρ διὰ τὸν πάσης τῆς πόλεως κίνδυνον δεῖν τὴν τῆς κόρης ἀμελεῖσθαι ποιεῖν εὐταξίαν: —

<!-- 90 -->ἐς διῆρες ἔσχατον: τὸ διῃρημένον καὶ ὑπερκείμενον, τὸ ὑπερῷον. ἢ τὸ δίστεγον ἀπὸ τοῦ δίς καὶ δύο ὥστε τῆς ὀροφῆς. καταχρηστικώτερον δὲ κἂν τριώροφον ᾖ κἂν πολύστεγον, οὕτως λέγεται. οἱ δὲ διῆρες τὸ διερόν, οἷον ὑπαίθριον: — ὑψηλόν: —

<!-- 91 -->ταῖς ἱκεσίαις σου ἵνα σε ἀφῇ: —

<!-- 92 -->προΐδω: — τὴν τετριμμένην ὁδόν: —

<!-- 93 -->μή τις πολιτῶν ἐν τρίβῳ: ταῦτα μηχανᾶσθαί φασι τὸν Εὐριπίδην ἵνα τὸν πρωταγωνιστὴν ἀπὸ τοῦ τῆς Ἰοκάστης προσώπου μετασκευάσῃ· διὸ οὐ συνεπιφαίνεται αὐτῷ Ἀντιγόνη, ἀλλʼ ὕστερον: — περισκοπῶ εἰ φαίνεται: —

<!-- 94 -->ἀντὶ τοῦ εὐτελής: — λοιδορία: —

<!-- 95 -->λείπει τὸ μέγας ψόγος: —

<!-- 96 -->ἅ τʼ εἶδον εἰσήκουσά τʼ: οἰκονομικῶς φησιν αὐτὸν ὁ ποιητὴς ἀπεστάλθαι εἰς τὸ στρατόπεδον ὅπως εὔλογον ἔχῃ πρόφασιν τοῦ ἐπιγινώσκειν ἅπαντας: —

<!-- 97 -->ἀντὶ τοῦ εἰρήνην τὴν μετὰ φιλίας: —

<!-- 98 -->ἐνθένδʼ ἐκεῖσε: ἀπὸ τῶν ἐνταῦθα ἐκεῖσε καὶ ἀπὸ τῶν ἐκεῖθεν δεῦρο: —

<!-- 99 -->ἐγγίζει: —

<!-- 100 -->τιμίαν: — κέδρου παλαιάν: λεληθότως τὸν πλοῦτον τῶν βασιλείων παρίστησιν, ὅπου γε κεδρίνην τὴν κλίμακα λέγει: —

<!-- 101 -->εἰς τὸ σκόπει τελεία, τὰ δὲ λοιπὰ ὑφέν: — Ἰσμηνοῦ ῥοάς: Ἰσμηνὸς ποταμὸς Θηβῶν, ὅθεν Ἰσμήνιος Ἀπόλλων τιμᾶται: —

<!-- 102 -->Δίρκης τε νᾶμα: οἱ μὲν ποταμὸν, οἱ δὲ κρήνην τὴν Δίρκην: — ἄλλως: Δίρκη κρήνη Θηβῶν πλησίον τοῦ Ἰσμηνοῦ ἀπὸ Δίρκης ὀνομασθεῖσα. οἱ γὰρ περὶ Ζῆθον καὶ Ἀμφίονα ἐκτεθέντες ὑπὸ τῆς μητρὸς Ἀντιόπης καὶ τραφέντες ἐν τοῖς βουκολίοις τῆς Δίρκης ἐβουκόλουν αὐτῇ. ὕστερον δὲ παρέδωκεν αὐτοῖς τὴν Ἀντιόπην ἐπὶ τῷ διὰ ταύρων διασπάσαι· οἱ δὲ γνόντες αὐτὴν μητέρα αὐτῶν, αὐτῆς μὲν ἐφείσαντο, τὴν δὲ Δίρκην ὑπὸ τῶν ταύρων διέσπασαν, καὶ ὁ τόπος ἔνθα ἐσύρη Δίρκη καλεῖται: —

<!-- 103 -->ὄρεγε νῦν ὄρεγε: πάρεχέ μοι τὴν χεῖρα ὁδηγόν, ὅ ἐστιν ὁδήγει με: — ἄλλως: ἔκτεινε τὴν παλαιάν σου χεῖρα ἐμοὶ τῇ νέᾳ ἅμα προσαναβαίνων: — ἄλλως: ἐμοὶ τῇ νέᾳ ὄρεγε τὴν παλαιάν σου χεῖρα: —

<!-- 104 -->τὸν πόδα δηλονότι: —

<!-- 105 -->ἐπανατέλλων: προβαίνων καὶ προσαναβαίνων: — ἄλλως: ἐπανάγων. ἀπὸ τοῦ ἡλίου ἡ μεταφορά· καὶ γὰρ οὗτος εἰς τὸ ὑψηλὸν τοῦ οὐρανοῦ ἀναβαίνει: —

<!-- 106 -->τῇ χειρὶ τὴν χεῖρα: — ἀντὶ τοῦ εὐκαίρως: —

<!-- 107 -->ἐγειρόμενον ἀκολουθεῖ: — τὸ τῶν Ἀργείων, ἀπὸ Πελασγοῦ βασιλέως: —

<!-- 108 -->στράτευμα χωρίζουσι: ἀποχωρίζουσι. κατατάττουσι τὰς τάξεις, οἷον παρατάττουσιν ἀλλήλους εἰς πόλεμον: —

<!-- 109 -->ἰὼ πότνια: ἡ τοξότις Ἄρτεμις. ὡς παρθένος δὲ τὴν παρθένον καλεῖ. ἢ θαυμάζουσα τὸ φῶς τὴν Ἑκάτην καλεῖ· ἡ αὐτὴ γάρ ἐστι τῇ Σελήνῃ: —

<!-- 110 -->ἀντὶ τοῦ χαλκωθὲν τοῖς ὅπλοις. ἢ ἀσπίδων πλῆρες: —

<!-- 111 -->πεδίον ἀστράπτει: τῷ δοκεῖν ἀστράπτει διὰ τὸ πλῆθος τῶν ὅπλων. οἰκείως δὲ τοῦτο ἅμα τε ἵνα ἀποδειχθῇ τὸ πλῆθος αὐτῶν: — ἄλλως: τῇ ὑπερβολῇ κατάπληξιν ἐμφαίνει ὅλον λέγων ἀστράπτειν τὸ πεδίον· καίτοι ὀλίγον μέρος αὐτοῦ κατεῖχον οἱ πολέμιοι. οἰκείως δὲ τὸ ἀστράπτειν· τοιαύτη γὰρ ἡ τοῦ χαλκοῦ φύσις εἴ τις ἐν ἡλίῳ κινήσειεν αὐτόν. πῶς δὲ ἐνθάδε κατάχαλκόν φησι τὸ πεδίον, ἐν δὲ τοῖς ἑξῆς φησι λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατόν. ἀλλʼ οὐ πάντες ἦσαν λευκάσπιδες. περὶ γοῦν τινός φησι πάγχαλκον ἀσπίδʼ ἀμφὶ βραχίονα κουφίζων. ἢ καὶ ἀπὸ τῶν ἄλλων ὅπλων κατάχαλκόν φησι τὸ πεδίον, θωράκων τε καὶ κνημίδων καὶ κρανῶν: —

<!-- 112 -->οὐκ εὐτελῶς, οὐχ ἁπλῶς: — οὐκ ἀσθενῶς οὐδʼ ὡς ἔτυχεν ἦλθεν, ἀλλὰ μετὰ πολλῆς δυνάμεως ὁπλιτῶν Ἀργείων: —

<!-- 113 -->ὅπλοις βρέμων: ἐμφαντικῶς, οἱονεὶ ἠχῶν ἵνα σκηπτὸν ἀλληγορῇ τὸν πόλεμον. ἢ κομπάζων: —

<!-- 114 -->ἆρα πύλαι κλῄθροις: ὁ νοῦς· ἆρα, φησὶν, αἱ πύλαι κλῄθροις ἡρμοσμέναι εἰσὶ καὶ τὰ χαλκόδετα ἔμβολα ἥρμοσται τοῖς λαϊνέοις Ἀμφίονος ὀργάνοις, ὅ ἐστι τῷ λαϊνέῳ τείχει. ὀργάνοις δὲ τοῖς ἔργοις, ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον. καὶ Σοφοκλῆς· «ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον», ἀντὶ τοῦ ἔργον. καὶ ἔμβολα οἱ μὲν τοὺς καθέτας, οἱ δὲ τοὺς στροφεῖς: — χαλκόδετά τʼ ἔμβολα: τοὺς μοχλοὺς τοὺς χαλκῷ δεδεμένους. τὸ αὐτὸ δὲ καὶ κλῇθρα: — ἄλλως: ἔμβολά τινες τοὺς στροφεῖς, παρὰ τὸ ἐμβάλλεσθαι τῇ ὀπῇ τοῦ οὐδοῦ. χαλκόδετα δὲ ἐπεὶ χαλκῷ περισφηκοῦνται οἱ στροφεῖς διὰ τὸ μὴ προστριβόμενον ἐξασθενεῖν τὸ ξύλον. ἆρα οὖν, φησὶν, αἱ πύλαι καλῶς τοῖς κλῄθροις ἡρμοσμέναι εἰσὶ καὶ οἱ στροφεῖς καλῶς ἐνηρμόσθησαν πρὸς τὸ λαΐνεον τεῖχος κατὰ τὰς ὀπὰς, ὅ ἐστι τὸ ἔργον τοῦ Ἀμφίονος. οὐ θαρσήσασα δὲ τοῖς κλῄθροις καὶ περὶ τῶν στροφέων φησὶ μήποτε καὶ τοὺς στροφεῖς τῶν θυρῶν ἀναβαλεῖν δυνήσονται οἱ Ἀργεῖοι μὴ ἐν βάθει ἡρμοσμένους. ἄλλοι δὲ ἔμβολά φασι τοὺς καθέτας, τὰ νῦν καλούμενα πτερὰ, ἅπερ ἐστὶ τῇ κατασκευῇ τοιάδε. θύραν κατασκευάσαντες ἴσην κατά τε μῆκος καὶ πλάτος τῇ πύλῃ τοῦ τείχους ἔξωθεν αὐτῆς χαλκᾶ πέταλα καθηλοῦσιν ὡς ὁλόχαλκον τὴν θύραν νομίζεσθαι. ταύτην ἐπάνω τῆς πύλης ἵστασαν οὐχ ἑδραίαν ἀλλʼ ὥσπερ κρεμαμένην. τῶν δὲ πυλῶν κλειομένων καθίεσαν ἄνωθεν τὴν κεχαλκωμένην θύραν, ἥτις μέχρι τοῦ ἐδάφους φθάνουσα ἐκάλυπτε τὰς πύλας ὡς ἂν μηδεμίαν ἐπιβουλὴν γίνεσθαι ἔσθʼ ὅτε καὶ πυρὸς προσφερομένου ταῖς πύλαις ξυλίναις οὔσαις. καὶ πολεμίων μὲν πολιορκούντων τάς τε πύλας ἔκλειον καὶ τὰ ἔμβολα καθίεσαν· εἰρήνης δὲ οὔσης διὰ τὸ τὰς πύλας οὔσας μεγάλας δυσχέρειαν παρέχειν ἔν τε τῷ κλείεσθαι καὶ ἀνοίγεσθαι, ταύτας μὲν εἴων ἀνεῳγμένας διὰ παντὸς, ἑσπέρας δʼ ἠρκοῦντο τῷ ἐμβόλῳ διά τινος μηχανήματος αὐτὸ καθιέντες καὶ ἀνέλκοντες. ἔμβολον δὲ καλεῖ ἐκ τοῦ ἄνωθεν ἀπὸ τοῦ τείχους ἐμβάλλεσθαι ἔξωθεν τῶν πυλῶν, χαλκόδετον δὲ διὰ τὸ δεδέσθαι καὶ ἠσφαλίσθαι χαλκῷ: —

<!-- 115 -->λαϊνέοις Ἀμφίονος: Κάδμος ἔκτισε τὰς Θήβας, Ἀμφίων δὲ καὶ Ζῆθος ἐτείχισαν: — ἆρα αἱ πύλαι καλῶς συνηρμοσμέναι τοῖς κλείθροις· χρὴ δὲ νοῆσαι καὶ ὑπακοῦσαι τοῦτο ἔξωθεν. ἢ καὶ αὐτὸς παρὰ τὸ οὐδέτερον ὃ προσεχέστερον ἦν ἐπήνεγκε τὸ ἥρμοσται ἑνικόν· καὶ τὰ χαλκόδετα ἔμβολα, ἤτοι οἱ στρόφιγγες, ἡρμόσθησαν καὶ ταῦτα τοῖς λιθίνοις ὀργάνοις τοῦ τείχους τοῦ Ἀμφίονος· λέγει δὲ ὄργανα λίθινα τὰ κοιλώματα, εἰς ἃ οἱ στρόφιγγες ἐναρμόζονται. ταῦτα γὰρ ὡς ἀληθῶς ὄργανα τοῦ στρόφιγγος· εἰ γὰρ μὴ ταῦτα εἶεν, οὐκ ἄν ποτε ἑλιχθῶσιν ἐκεῖνοι. τινὲς δὲ τὸ ὀργάνοις ἀντὶ τοῦ ἔργοις· ὡς καὶ Σοφοκλῆς «ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον», ἤτοι ἔργον: —

<!-- 119 -->ὁ λευκὴν, λαμπρὰν, ἔχων τὴν περικεφαλείαν: —

<!-- 120 -->ὅστις ἔμπροσθεν ἡγεῖται τοῦ στρατοῦ: —

<!-- 121 -->ὁλόχαλκον ἀσπίδα περὶ τὸν βραχίονα βαστάζων: —

<!-- 123 -->λοχαγὸς λέγεται ὁ ταξίαρχος. εἷς τῶν ἑπτὰ λοχαγῶν· «ἑπτὰ λοχαγοὶ γὰρ ἐφʼ ἑπτὰ πύλαις» Σοφοκλῆς ἐν Ἀντιγόνῃ

<!-- 125 -->οὗτος Μυκηναῖος μέν: οἱ νεώτεροι τὴν αὐτὴν Μυκήνην καὶ Ἄργος φασὶν εἶναι. Μυκηναῖός ἐστιν, οἰκεῖ δὲ παρὰ τὴν Λέρνην τὴν ἐν Μυκήναις πηγὴν, ὅ ἐστι τὴν ἐν Ἄργει: —

<!-- 126 -->ἀπὸ μέρους τὸ Ἄργος· Λέρνη γὰρ κρήνη καὶ πόλις Ἄργους: — Λερναῖα δʼ οἰκεῖ: Ἀρίσταρχος· τοῦ Ταλαοῦ τοῦ Βίαντος τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός. παῖς Ἱππομέδοντος Πολύδωρος ἢ Δημοφῶν: —

<!-- 127 -->ἒ ἒ ὡς γαῦρος ὡς φοβερός: ἐπηρμένος τῷ σώματι καὶ διὰ τοῦ σχήματος ἐμφανίζων τὸ αὔθαδες τῆς ψυχῆς: — ἄλλως: τὸ ἑξῆς οὖν· ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν ἀστερωπὸς ἐν γραφαῖσι, γίγαντι γηγενέτᾳ προσόμοιος, οὐχὶ πρόσφορος ἁμερίῳ γέννᾳ: —

<!-- 129 -->ἀστερωπός: ἀστεροειδεῖς τὸ σῶμα καὶ τὴν ἐσθῆτα γράφουσι τοὺς Γίγαντας πρὸς τὸ φοβερὸν αὐτῶν. ἴσως οὖν καὶ αὐτὸς κατάστικτον ἔχει τὴν πανοπλίαν. τὸ δὲ ἑξῆς· γραπτῷ γίγαντι παραπλήσιος. διὰ μέσου δὲ τὸ ἀστερωπός ἔθηκε δηλῶσαι θέλων τὸν τὸ ὄμμα λαμπρὸν ἔχοντα ὁμοίως ἀστέρι: — λαμπρὸς ἐν ζῳγραφίαις. ἢ ἀστεροειδὴς καὶ ποικίλος ταῖς γραφαῖς τῆς ἀσπίδος. φέρει γὰρ κατάστικτα ὅπλα: — ὅμοιος: — οὐχὶ πρόσφορος: ὅμοιος, προσεοικὼς τῇ τῶν ἀνθρώπων φύσει· ἁμέριοι γὰρ ἀπὸ τοῦ πρὸς ἡμέραν ζῆν: — ἄλλως: οὗτος, φησὶν, ἀνήμερος καὶ θηριώδης φαίνεται οὐκ ἐοικὼς ἀνθρώπῳ, ἀλλʼ ἀνημέρῳ τινὶ γηγενεῖ: —

<!-- 130 -->ἁμερίῳ γέννᾳ: τῇ ἀνθρωπίνῃ φύσει οὐχ ὅμοιος, ἀλλʼ ἀνημέρῳ τινὶ καὶ θηριώδει γηγενεῖ ἐοικώς: — ἀνθρωπίνῃ: —

<!-- 132 -->θαυμαστικὸς ὁ ἀναδιπλασιασμός: — ἄλλος ἄλλος ὅδε τευχέων τρόπος: ἄλλῳ, φησὶ, τρόπῳ πεποίκιλται οὗτος καὶ οὐχ ὥσπερ ἐκεῖνος. ἡ δὲ δευτέρα ἐπαγωγὴ τοῦ ἄλλος ὡς ἂν ἐπὶ θαυμάζοντος γίνεται: — ὁ τρόπος τῶν ὅπλων ἄλλος ὑπάρχων: —

<!-- 133 -->παῖς μὲν Οἰνέως ἔφυ Τυδεύς: Οἰνέως τοῦ Πορθάονος τοῦ Ἀγήνορος τοῦ Ἄρεως καὶ Εὐρυμεδούσης τῆς Αἰτωλοῦ· οἱ δὲ τὸν Ἀγήνορα Πλευρῶνος τοῦ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος τοῦ Ἀεθλίου τοῦ Διὸς καὶ Πρωτογενείας τῆς Δευκαλίωνος· μητρὸς δὲ Περιβοίας τῆς Ἱππονόου τοῦ Οἰκλέους τοῦ Ἀστακοῦ τοῦ Ἑρμοῦ καὶ ἀστάβης τῆς Πηνειοῦ: —

<!-- 134 -->ὡς ἔχοντος αὐτοῦ ἐπὶ τῆς ἀσπίδος τὸν περὶ τοῦ συὸς πόλεμον. Καλλίμαχος· «εἶμι τέρας Καλυδῶνος, ἄγω δʼ Αἰτωλὸν Ἄρηα». τινὲς δὲ Ἄρην τὴν τῶν ὅπλων σκευήν. θέλει δὲ εἰπεῖν ὅτι ἐγχωρίως καθώπλισται ὡς οἱ Αἰτωλοί, τὸ δὲ στέρνον ἀντὶ τοῦ ὅλου σώματος εἶπεν. οἱ δὲ τὴν τῶν πολέμων ἐπιθυμίαν καὶ ἐπιστήμην ὡς τῶν Αἰτωλῶν ἄριστα πολεμούντων: — τὰ δὲ ὅπλα Αἰτωλὰ ἐπὶ τῆς ἀσπίδος ἔχει: —

<!-- 135 -->οὗτος ὁ τᾶς Πολυνείκεος: οὗτός ἐστιν, ὦ γέρον, ὃς ὁμόγαμος καὶ ἀνὴρ τυγχάνει τῆς ἀδελφῆς τῆς νύμφης τοῦ Πολυνείκους, ἀντὶ τοῦ· ὃς ἔχει τὴν ἀδελφὴν τῆς γυναικὸς Πολυνείκους, ὅς ἐστι σύγγαμβρος Πολυνείκους. Ἀργεία δὲ ἐλέγετο ἡ γυνὴ Πολυνείκους, ἀφʼ ἧς Θέρσανδρος, Δηιπύλη δὲ ἡ Τυδέως, ἀφʼ ἧς Διομήδης: — ἕσ........ Ἀργεία ἐκλήθη, ἡ δὲ τοῦ Τυδέως Δηιπύλη. φησὶν οὖν ὅτι οὗτός ἐστιν ὁ ὁμευνέτης τῆς Δηιπύλης τῆς αὐταδέλφης τῆς νύμφης, ἤγουν γυναικὸς, τοῦ Πολυνείκους: —

<!-- 136 -->τῆς αὐταδέλφου, τουτέστι τῆς ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς τῆς αὐτῆς: —

<!-- 137 -->ἀντὶ τοῦ ὁ ἀνήρ: — ὁμόγαμος κυρεῖ: ἀντὶ τοῦ σύμβιος, παρὰ τὸ ὁμοῦ καὶ ἐπίσης ἄνδρα τε καὶ γυναῖκα τῆς συνουσίας μετέχειν. ἐγάμει δὲ Δηιπύλην Τυδεὺς, Πολυνείκης δὲ Ἀργείαν: —

<!-- 138 -->ἀλλοιόσχημος τοῖς ὅπλοις: — μιξοβάρβαρος: ἐν τέλει γὰρ οἰκοῦντες τῆς Εὐρώπης οἱ Αἰτωλοὶ Ἑλληνικῶν τε καὶ βαρβαρικῶν ἅπτονται φρονημάτων. ἢ ἐπεὶ δοκοῦσι βαρβαρικὸν φρόνημα ἔχειν διὰ τὸν κατʼ ἀλλήλων πόλεμον. καὶ Ὅμηρος· «Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι»: —

<!-- 139 -->σακεσφόροι: ἴσως ὅτι ἐξηλλαγμένοι οἱ Αἰτωλοὶ περὶ τὰς ὁπλίσεις καταστίκτους αὐτὰς ἔχοντες καθάπερ καὶ τὴν ὑπόδεσιν ὥστε τὸν δεξιὸν μὲν ὑποδεδέσθαι πόδα, γυμνὸν δὲ ἔχειν τὸν ἀριστερόν: — ἄλλως: καλῶς εἶπεν αὐτὸν μιξοβάρβαρον· οἱ γὰρ Αἰτωλοὶ πάντες  <span class="gap">…</span> καὶ ὅπλοις ὁπλίζουσιν ὡς Ἕλληνες, ἀκοντίζουσι δὲ ὡς βάρβαροι. ἴσως γὰρ τότε ἐν τοῖς Θηβαϊκοῖς χρόνοις οἱ μὲν Ἕλληνες ὅπλοις ἐκέχρηντο, οἱ δὲ βάρβαροι ἀκοντίζειν ἠπίσταντο· ὕστερον δὲ καὶ τὸ ἀκοντίζειν μεμαθήκασιν Ἕλληνες: —

<!-- 142 -->παρὰ τὸ Ὁμηρικόν «ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ»: — ὁ νοῦς· ἃ τότε ἰδὼν σημεῖα ἐπιγινώσκω νῦν ἐξ αὐτῶν τοὺς ὡπλισμένους: —

<!-- 143 -->εἰρήνην: —

<!-- 145 -->ἀμφὶ μνῆμα τὸ Ζήθου: ἐπίσημος γὰρ αὐτοῦ ὁ τάφος ὡς κτίστου τῆς πόλεως: — ἄλλως: κοινὸς μὲν ἀμφοῖν ὁ τάφος Ζήθου καὶ Ἀμφίονος, συλληπτικῶς δὲ εἶπεν. τινὲς δέ φασι τὸν Ἀμφίονα πρὸς ταῖς Προιτίσι  <span class="gap">…</span> — διαβαίνει: —

<!-- 146 -->καταβόστρυχος: τοῖς βοστρύχοις, τοῖς πλοκάμοις, κατάκομος καὶ τοῖς ὄμμασι καταπληκτικός· τὸ γὰρ κατά πλήθους ἐμφαντικόν: — γοργὸς εἰσιδεῖν: γοργονώδης φοβερὸς καταπληκτικός: — ἄλλως: γοργονῶδες ἀποβλέπων τοῖς ὄμμασιν ἅμα καὶ τῶν βοστρύχων παρεχόντων τοῖς ὀφθαλμοῖς τὸ γοργονῶδες: — συναπτέον τὸ ὄμμασι γοργὸς εἰσιδεῖν: — νεανίας ὡς τῷ ἰδεῖν: —

<!-- 148 -->στρατηγός: — ἀντὶ τοῦ λίαν: — αὐτῷ: — ἀντὶ τοῦ ὄπισθεν, κατόπιν: — ὡς ὄχλος νιν ὑστέρῳ: ἀντὶ τοῦ ἐπακολουθεῖ αὐτῷ ὄχλος πολὺς ὀπισθόπους. τινὲς δὲ ἐπὶ κατάρας αὐτὸ δέχονται, οἷον ἐσχάτῳ ποδὶ καὶ μηκέτι ὑποστρέφοντι, ἵνʼ ᾖ· ὡς ὄχλος νιν ἀμφέπει ἐπὶ ἀπωλείᾳ: —

<!-- 149 -->πανταχόθεν ὡπλισμένος ἐπακολουθεῖ: —

<!-- 150 -->Παρθενοπαῖος: ὡς μὲν Ἀντίμαχος, Ταλαοῦ τοῦ Βίαντος τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός, μητρὸς δὲ Λυσιμάχης τῆς Κερκυόνος τοῦ Ποσειδῶνος· ὡς δὲ Ἑλλάνικος, Μειλανίωνος τοῦ Ἀμφιδάμαντος τοῦ Ἐπόχου τοῦ ἀργήπου τοῦ Κηφέως τοῦ Ποσειδῶνος, μητρὸς δὲ Ἀταλάντης τῆς Ἰάσου: — Ἀταλάντης γόνος: ταύτην Μειλανίων ἔγημε τῇ τέχνῃ τῶν μήλων: — ἄλλως: αὕτη Ἰάσου μὲν θυγάτηρ, Μειλανίωνος δὲ γυνὴ, Ἀρκὰς τῷ γένει. ἔστι δὲ καὶ ἄλλη Σχοινέως θυγάτηρ, Ἱππομένους γυνὴ, Βοιωτιακή: —

<!-- 151 -->ἀλλά νιν ἁ κατʼ ὄρη: ἀλλʼ αὐτὸν ἀπολέσειεν ἡ Ἄρτεμις ἡ μετὰ τῆς μητρὸς αὐτοῦ κυνηγετοῦσα. εἰκότως δὲ τὴν Ἄρτεμιν κατʼ αὐτοῦ ἐπικαλεῖται ὡς θυμουμένην κατὰ τῆς Ἀταλάντης, ἐπεὶ πρότερον τὴν παρθενίαν ἠγάπα, ὕστερον δὲ τῷ Μειλανίωνι γαμηθεῖσα κατεφρόνησε τῆς Ἀρτέμιδος. αὕτη δέ ἐστιν ἡ συγκυνηγήσασα Μελεάγρῳ: — ἡ κατὰ τὰ ὄρη, ὅ ἐστιν ἡ Ἄρτεμις: —

<!-- 152 -->ὁρμωμένη: —

<!-- 153 -->πορθήσων: —

<!-- 155 -->διὸ εὐλαβοῦμαι μὴ τὸ δίκαιον σκοπήσαντες οἱ θεοὶ ἀπολέσωσιν ἡμᾶς: —

<!-- 156 -->ποῦ: παρὰ τὸ «δοιὼ δʼ οὐ δύναμαι ἰδέειν». δὶς δὲ παρέλαβε τὸ ποῦ τὴν σπουδὴν ἐμφαίνων: —

<!-- 157 -->σὺν δυστυχίᾳ πολλῇ: — ἄλλως: κακομοιρίᾳ: τῷ γὰρ ἐπιθέτῳ διέστειλε τὸ τῆς μοίρας ὄνομα ὂν τῶν μέσων: —

<!-- 158 -->ποῦ ʼστι Πολυνείκης, γέρον: Πολυνείκης Οἰδίποδος τοῦ Λαΐου τοῦ Λαβδάκου τοῦ Πολυδώρου τοῦ Κάδμου τοῦ Ἀγήνορος τοῦ Ποσειδῶνος καὶ Λιβύης τῆς Ἐπάφου τοῦ Διὸς καὶ Ἰοῦς τῆς Ἰνάχου: —

<!-- 159 -->ἐκεῖνος ἑπτὰ παρθένων: καὶ Σοφοκλῆς ἐν Νιόβῃ ἑπτά φησιν αὐτὰς εἶναι καὶ ἑπτὰ τοὺς ἄρρενας: — ἄλλως: ὁ Ἀριστόδημος οὐδαμοῦ φησιν ἐν ταῖς Θήβαις τῶν Νιοβιδῶν εἶναι τάφον, ὅπερ ἐστὶν ἀληθές, ὡς αὐτοσχεδιάζειν νῦν ἔοικεν ὁ Εὐριπίδης. περὶ δὲ τοῦ πλήθους τῶν Νιοβιδῶν αὐτός φησιν ὁ Εὐριπίδης ἐν Κρεσφόντῃ· «καὶ δὶς ἕπτʼ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν». ὁμοίως καὶ Αἰσχύλος ἐν Νιόβῃ καὶ Ἀριστοφάνης ἐν Δράμασιν ἢ Νιόβῳ. Τιμαγόρας δὲ ἐν τοῖς Θηβαϊκοῖς φησιν ὡς κακῶς πάσχοντες ὑπὸ τῶν περὶ Ἀμφίονα οἱ Σπαρτοὶ ἀνεῖλον αὐτοὺς λοχήσαντες ἀπιόντας εἰς Ἐλευθερὰς ἐπὶ πάτριον θυσίαν, τὴν δὲ Νιόβην εἴασαν ζῆν διὰ Πέλοπα. Φερεκύδης δέ φησιν ἔχειν αὐτὴν παῖδας ἓξ, Ἀλαλκομενέα Φηρέα Εὔδωρον Λύσιππον Ξάνθον Ἀργεῖον, θυγατέρας δὲ ἓξ, Χιόνην Κλυτίαν Μελίαν Νέαιραν Δαμασίππην Πελοπίαν. Ἑλλάνικος δὲ ἐν τῇ ἐπιγραφομένῃ Ἀτλαντίδι ἄρσενας τεσσαράς φησιν, Ἀρχήνορα Μενέστρατον Ἀρχαγόραν  <span class="gap">…</span> θυγατέρας δὲ τρεῖς, Πελοπίαν Ὠγυγίαν Ἀστυκράτειαν. Ξάνθος δὲ ὁ Λυδὸς δέκα καὶ δέκα ἐκ Φιλόττου τοῦ Ἀσσυρίου, ὃς ᾤκει ἐν Σιπύλῳ, ὃς ἀνῃρέθη ἐν κυνηγεσίῳ ὑπὸ ἄρκτου: —

<!-- 160 -->Νιόβης Ἀδράστῳ: Ἄδραστος υἱὸς Λυσιμάχης τῆς Κερκυόνος καὶ Ταλαοῦ: — παραστατεῖ: εἰκότως τούτῳ παρίσταται καὶ τοῦτον θεραπεύει διʼ οὗ τὴν εἰς τὴν πατρίδα κάθοδον προσεδόκα αὐτῷ γενέσθαι: —

<!-- 161 -->τρόπῳ τινί: —

<!-- 162 -->ἀπεικόνισμα: — καὶ τὰ στήθη αὐτοῦ ἐξεικασμένα καὶ ἀφωμοιωμένα: — ὡμοιωμένα: —

<!-- 163 -->ὀξυτάτης ταχείας: — ἀνεμώκεος: ταχείας. ἢ τῆς ἀνέμῳ κινουμένης νεφέλης. διὰ γὰρ ἀνέμου κινοῦνται: — τὸ ἑξῆς· ἀνεμώκεος εἴθε δρόμον νεφέλας ἐξανύσαιμι ποσὶ διʼ αἰθέρος πρὸς ἐμὸν ὁμογενέτορα φυγάδα μέλεον, περὶ δὲ ὠλένας βάλοιμι τῇ φίλῃ δέρῃ διὰ χρόνου. αὕτη ἡ σύνταξίς ἐστιν, ἐὰν μὴ ἔγκειται τῷ ἐδαφίῳ τὸ ὡς ἴδω· ἐὰν δὲ κεῖται, οὕτως συντακτέον· χρόνῳ μέλεον φυγάδα ὡς ἴδω: —

<!-- 164 -->πληρώσαιμι: —

<!-- 165 -->περιβάλοιμί τε τὰς χεῖρας διὰ χρόνου: —

<!-- 167 -->ἄθλιον: —

<!-- 169 -->ταῖς ἑωθιναῖς βολαῖς τοῦ ἡλίου ἐοικώς· αὗται γὰρ χρυσίζουσιν: — λάμπων: —

<!-- 171 -->μετὰ φιλίας, φιλικός: —

<!-- 170 -->ἥξει δόμους τούσδʼ: τὸν Ὁμηρικὸν Μενέλαον μιμεῖται ὁ Εὐριπίδης ὑπόσπονδον Πολυνείκην ἄγων εἰς τὰς Θήβας, ὡς ἐκεῖνος εἰς τὴν Ἴλιον εἰσῆλθε καταθησόμενος τὸν πόλεμον: —

<!-- 171bis -->τυγχάνει: —

<!-- 172 -->λευκὸν τὸ ἅρμα φησὶ διὰ τοὺς ἵππους: — ἡνιοχεῖ ἐλαύνει: — ἐπιβεβηκώς: —

<!-- 173 -->Ἀμφιάραος: Οἰκλέους τοῦ Ἀντιφάτου τοῦ Μελάμποδος τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός, μητρὸς δὲ Ὑπερμνήστρας τῆς Θεστίου τοῦ Ἄρεως: —

<!-- 174 -->σφάγια δʼ ἅμʼ αὐτῷ: σφάγια μὲν τὰ ἱερεῖα, ῥοαί δὲ αἱ σπονδαί. ἢ οὕτως· ὧν τὸ αἷμα συμβαίνει παρὰ τὴν γῆν ἐκχεῖσθαι. τὸ γὰρ φιλεῖν καὶ ἐπὶ τοῦ συμβαίνειν τάττεται: — ἄλλως: τὸ ἐπίθετον τῆς γῆς ἐπὶ τὰ σφάγια μετήγαγεν. οἱ δὲ γράφουσι γῆς φιλαιμάτου, οἱ δὲ τὸ τέλειον φιλαιμάτοιο λέγουσιν: — ὁ νοῦς· ἅτινα σφάγια ῥοαὶ φιλαίματοί εἰσι τῆς γῆς ἡδομένης ἐπὶ τῶν σφαγίων. ἢ αἱ εἰωθυῖαι διʼ αἱμάτων γίνεσθαι: — ἄλλως: τὰ σφάγια τῶν ἱερείων αὐτῷ, τῷ Ἀμφιαράῳ, ἢ διὰ τὸ εἶναι αὐτὸν μάντιν ἢ πολεμικὸν, φίλα. καὶ αἱ ῥύσεις τῶν αἱμάτων προσφιλεῖς εἰσιν αὐτῷ ἐπὶ τῆς γῆς: —

<!-- 175 -->εὐδαίμονος εὐπρεπεστάτου: — Ἀελίου Σελαναία: Ἡσίοδός φησιν ἀδελφὴν Ἡλίου τὴν Σελήνην· «Θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην γείνατο»· Αἰσχύλος δὲ καὶ οἱ φυσικώτεροι θυγατέρα, παρόσον τοῦ ἡλιακοῦ φωτὸς μεταλαμβάνει. ἀμέλει καὶ πρὸς τὰς ἡλιακὰς ἀποστάσεις μεταμορφοῦται ἡ σελήνη: —

<!-- 176 -->λαμπρὸν καὶ περιφερές: —

<!-- 177 -->καὶ σώφρονα πώλοις: εἰκότως ἡσυχῆ καὶ σωφρόνως ἐλαύνει. οἶδε γὰρ ὡς μάντις τὰ ἀποβησόμενα: — πάνυ ἡσυχῆ: — ἀντὶ τοῦ σωφρόνως: —

<!-- 178 -->ἐπʼ εὐθείας ἄγει: —

<!-- 179 -->ἐπαπειλεῖ: —

<!-- 180 -->Καπανεύς: Ἱππονόου τοῦ Ἀναξαγόρου τοῦ Ἀργείου τοῦ Μεγαπένθους τοῦ Προίτου τοῦ Ἄβαντος τοῦ Λυγκέως τοῦ Αἰγύπτου, μητρὸς δὲ Λαοδίκης τῆς Ἴφιος τοῦ Ἀλέκτορος: — ἐκεῖνος ἑπτὰ προσβάσεις: τὰς εἰσβάσεις. λέγει δὲ τὰς πύλας: — ἄλλως: τὰς ἑπτὰ κλίμακας τῶν πύργων διʼ ὧν εἰς τὸ τεῖχος ἀνέρχονται: — καταμανθάνει σημειοῦται διασκέπτεται: — πρὸς τὰς πύλας περιέρχεται ἀναμετρῶν: —

<!-- 182 -->σὺ ὦ Νέμεσις· ἔστι δὲ θυγάτηρ Νυκτός: — μεγαλόηχοι: —

<!-- 183 -->καὶ ὦ κεραυνοῦ φῶς. προαναφωνεῖ δὲ τὰ συμβησόμενα αὐτῷ: — καυστικόν: —

<!-- 184 -->μεγαλανορίαν: μεγαλοφροσύνην. ἢ μεγαλορρημοσύνην οἱονεὶ μεγαληγορίαν. ὑπερηφάνειαν: — τὸν ὑπερήφανον ἄνδρα καταβάλλεις: — ταπεινοῖς: —

<!-- 185 -->λείπει τὸ ἐπαγγέλλεται: — ὁ νοῦς· οὗτός ἐστιν ὁ τὰς Θηβαίας δορὶ καὶ πολέμῳ παραδώσειν αἰχμαλώτους ταῖς Μυκηναίων καὶ ταῖς Ἀργείων γυναιξὶν ἀπειλῶν ἀποκαταστήσειν τε ἐν Λέρνῃ καὶ τῇ Ἀμυμώνῃ τῇ γενομένῃ ἐκ τῆς τοῦ Ποσειδῶνος τριαίνης ἐπαγγελλόμενος αὐτὰς ὥστε ὑδρεύσασθαι ἐκ τούτων δούλας γενομένας: — ἄλλως: τὸ ἑξῆς οὕτως· ὅδʼ ἐστὶν ὃς ἐπαγγέλλεται πολέμῳ δουλείαν περιβαλὼν αἰχμαλωτίδας Θηβαίας δώσειν Μυκηναίαις καὶ Λερναίᾳ τριαίνᾳ, τοῖς Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασι. διὰ γὰρ τὴν μίξιν τὴν Ποσειδῶνος καὶ Ἀμυμώνης πολύυδρον γέγονε τὸ Ἄργος. τὸν Ὁμηρικὸν δὲ Ἕκτορα ἐμιμήσατο φάσκοντα πρὸς Ἀνδρομάχην· «καί κεν ὕδωρ φορέοις Μεσσηίδος ἢ Ὑπερείης»: —

<!-- 187 -->Λερναίᾳ τε δώσειν Τριαίνᾳ: Τρίαινα τόπος Ἄργους ἔνθα τὴν τρίαιναν ἔπηξεν ὁ Ποσειδῶν συγγινόμενος τῇ Ἀμυμώνῃ ἐξ ἧς καὶ πηγὴ ἀνεδόθη, ἐξ οὗ τὴν ἐπίκλησιν ἔσχεν ἐξ Ἀμυμώνης. εἰπὼν οὖν Τριαίνᾳ ἐπεξηγήσατο διὰ τοῦ Ποσειδωνίοις Ἀμυμωνίοις: — ἄλλως: Ἀμυμώνῃ τῇ ἡρωίνῃ μέλλων Ποσειδῶν συγγίνεσθαι ὀρθὴν ἔπηξε τὴν τρίαιναν, καὶ εὐθὺς κατʼ ἐκεῖνον τὸν τόπον ὕδατα ἀνέβλυσεν, ὅθεν καὶ γέγονε κρήνη αὐτόθι ὁμώνυμος τῇ Ἀμυμώνῃ· ἦν δὲ καὶ ἑτέρα κρήνη ἐν Λέρνῃ. ἀμφότεραι δὲ τοῦ Ἄργους εἰσίν: — τῇ Ἀργολικῇ Τριαίνῃ: —

<!-- 188 -->Ποσειδωνίοις: τινὲς οὕτως· λείπει ὁ καί· εἰσὶ γὰρ τὰ κτητικὰ ἀντὶ τῶν πρωτοτύπων· ἵνʼ ᾖ· Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασιν: — Ἀμυμωνίοις: Δαναοῦ θυγατέρες Ἵππη Ἀμυμώνη Φυσάδεια  <span class="gap">…</span> —

<!-- 189 -->περιβαλὼν αὐταῖς δουλείαν: —

<!-- 191 -->χρυσοπλόκαμε: —

<!-- 194 -->ἐπειδὴ εἰς κόρον ἦλθες ὧν ἔχρῃζες ἰδεῖν: —

<!-- 196 -->ὄχλος γὰρ ὡς ταραγμός: τὸ ἑξῆς· ὡς ταραγμὸς εἰσῆλθεν εἰς τὴν πόλιν, ὄχλος γυναικῶν χωρεῖ εἰς τὰ βασίλεια, ἵνʼ ᾖ ὁ νοῦς· παραγενομένων τῶν Ἀργείων καὶ πολεμούντων τοῖς Θηβαίοις ὄχλος γυναικῶν εἰς τὰ βασίλεια παραγέγονεν. λέγει δὲ τὰς τοῦ χοροῦ γυναῖκας αἵτινες νεωστὶ ἦσαν ἀπὸ Φοινίκης ἐλθοῦσαι. ἔνιοι δὲ στίζουσιν εἰς τὸ πόλιν καὶ τὸ χώρει παροξύνουσι καὶ οὕτως ἐξηγοῦνται· ὅτι γὰρ ὄχλος καὶ ταραγμὸς εἰσῆλθεν εἰς τὴν πόλιν, χώρει πρὸς δόμους τυραννικοὺς καὶ μένε ὅπου αἱ γυναῖκες· φιλόφογον γὰρ χρῆμα θηλειῶν ἔφυ· ἵνʼ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι: —

<!-- 198 -->φιλολοίδορον: —

<!-- 200 -->ἐπεισάγουσιν: — τέρψις: —

<!-- 202 -->Τύριον οἶδμα: ὁ χορὸς ἐκ Φοινισσῶν. ἐπειδὴ οἱ Ἀγηνορίδαι πόλεμον ποιήσαντες τὴν Φοινίκην νῆσον ἐπραίδευσαν καὶ αἰχμαλώτους ἔλαβον, τὰς γυναῖκας τοῦ χοροῦ ἐπιλέκτους ἔπεμψαν τῷ Ἀπόλλωνι. πρὸ δὲ πομπῆς εὐθὺς συνήχθη κατʼ αὐτῶν πόλεμος. διὰ δὲ τῶν Θηβῶν ἀποστείλαντες ἠξίωσαν τοὺς Θηβαίους συγγενεῖς ὄντας ἐκπέμψαι τῷ θεῷ εἰς Δελφούς. λέγει γοῦν ταῦτα ὁ χορὸς τῷ Πολυνείκει: — ἄλλως: τοῦτο τὸ μέλος στάσιμον λέγεται. ὅταν γὰρ ὁ χορὸς μετὰ τὴν πάροδον λέγῃ τι μέλος πρὸς τὴν ὑπόθεσιν ἀνῆκον ἀκίνητος μένων, στάσιμον λέγεται τὸ ᾆσμα. πάροδος δέ ἐστιν ᾠδὴ χοροῦ βαδίζοντος ᾀδομένη ἅμα τῇ ἐξόδῳ ὡς τὸ «σῖγα σῖγα λευκὸν ἴχνος ἀρβύλης τίθετε». ἔδει δὲ, φασὶν, ἀπὸ πολιτίδων ἢ συγγενίδων τῆς Ἰοκάστης τὸν χορὸν εἶναι, αἵτινες ἔμελλον παραμυθήσασθαι αὐτὴν ἐπὶ τοῖς συμβᾶσιν. ἐπίτηδες δὲ οὔκ εἰσιν ἐγχώριαι αἱ ἀπὸ τοῦ χοροῦ, ἀλλὰ ξέναι καὶ ἱερόδουλοι, ὅπως ἐν τοῖς ἑξῆς ἀδεῶς ἀντιλέγοιεν πρὸς τὴν Ἐτεοκλέους ἀδικίαν οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς. ἀεὶ γὰρ ὁ χορὸς παρρησιαζόμενος τοῦ δικαίου προΐσταται. πῶς οὖν ἔμελλον τὸν βασιλέα ἐλέγχειν, εἰ ὑπʼ αὐτοῦ ἐβασιλεύοντο: — πόλις Φοινίκης: — τὸ κῦμα, τὸ πέλαγος: —

<!-- 203 -->ἀκροθίνια Λοξίᾳ: κυρίως αἱ τῶν καρπῶν ἀπαρχαὶ, παρὰ τὸν θῖνα, ὅ ἐστι τὸν σωρὸν τῆς ἅλωνος· καταχρηστικῶς δὲ οὕτως λέγονται καὶ αἱ ἀπαρχαὶ τῆς λείας: —

<!-- 204 -->Φοινίσσας ἀπὸ νάσου: οὐ νῆσος, ἀλλʼ ἤπειρος ἡ Φοινίκη παράλιος, κατεχρήσατο τοίνυν τῇ φράσει. τινὲς δὲ Φοινίσσας νάσου τῆς Τύρου· νησιάζεται γάρ. οἱ ἀπὸ Ἀγήνορος καταγόμενοι συγγένειαν ἔχοντες πρὸς τοὺς περὶ Ἐτεοκλέα ἃς ἔλαβον αἰχμαλώτους τὴν Τύρον ἑλόντες ἀπέστειλαν αὐτῷ, ἵνα εἰς Δελφοὺς ἀποσταλῶσι διὰ τοῦ Ἐτεοκλέους ἀναθήματα τῷ θεῷ. ἐπεὶ οὖν ἄδηλον ἦν πόθεν ἐληλύθεισαν, αὐτὰς πεποίηκε τὴν κατʼ αὐτὰς τύχην ἀπαγγεῖλαι: —

<!-- 205 -->οἷον· πρὸς τὸ εἶναι δούλη τοῦ Ἀπόλλωνος: —

<!-- 206 -->ὑπὸ ταῖς ἐξοχαῖς: — χιονιζομένοις: —

<!-- 207 -->οἰκήσω: — κατενάσθην: τινὲς ἀντὶ τοῦ κατανασθήσομαι. καὶ Σιμωνίδης Ἰάμβοις «τί ταῦτα διὰ μακρῶν λόγων ἀνέδραμον», ἀντὶ τοῦ ἀναδραμεῖν μέλλω. ἐγὼ δὲ οἶμαι ὅτι οὕτως ἐστίν· ὅπου, ἐν Φοινίκῃ, κατετάχθην οἰκῆσαι τὸν Παρνασὸν τῇ ἐλάτῃ πλεύσασα: —

<!-- 208 -->Ἰόνιον κατὰ πόντον: Ἰνάχου τοῦ Ἄργου βασιλέως θυγάτηρ Ἰώ. ταύτης Ζεὺς ἠράσθη· Ἥρα δὲ ζηλοτυποῦσα φύλακα αὐτῇ κατέστησεν Ἄργον τὸν πολυόμματον κύνα. τοῦτον Ἑρμῆς κατὰ πρόσταγμα Διὸς ἀνεῖλεν· ὅθεν καὶ Ἀργειφόντης ἐκλήθη. ἡ δὲ Ἥρα μανίαν αὐτῇ ἐμβαλοῦσα διελθεῖν αὐτὴν πέλαγος ἐποίησε· καὶ Ἰόνιον ἀπʼ αὐτῆς ἐκλήθη: — Ἰόνιον κατὰ πόντον: διαπορεῖται πῶς λέγουσιν αἱ κατὰ τὸν χορὸν ἀπὸ Φοινίκης εἰς Δελφοὺς πλεύσασαι κατὰ τὸν Ἰόνιον πόντον καὶ Σικελίαν γεγονέναι καὶ ταῦτα Ζεφύρου πνεύσαντος καὶ ἐναντιουμένου τῷ πλῷ. δεῖ οὖν τὸ ἑξῆς ἀκούειν· Τύριον οἶδμα λιποῦσα ἔβαν ἐλάτᾳ πλεύσασα, διὰ κωπῶν. λοιπὸν τὴν αἰτίαν τοῦ κώπαις αὐτὰς καὶ μὴ οὐρίᾳ πεπλευκέναι ἀποδιδόασι, τὴν τοῦ Ζεφύρου πνοὴν, ὃς ἐκ τῶν δυτικῶν πνέων ἀντιβαίνει τοῖς ἀπὸ τῶν ἀνατολικῶν ἐπὶ τὰ δυτικὰ ἐρχομένοις, ὅ ἐστιν ἀπὸ Συρίας εἰς Ἑλλάδα. ἐλάτῃ τοίνυν ἔπλευσα τοῦ Ζεφύρου κατὰ τὸν οὐρανὸν πνεύσαντος καλλίστῳ κελαδήματι ὑπεράνω τῶν ἀκαρπίστων πεδίων τῆς Σικελίας, ἅπερ εἰσὶ δυτικά. ἀκάρπιστα δὲ πεδία οἱ μὲν τὰ πολύκαρπα, οἱ δὲ τὰ θαλάσσια πεδία, ὅ ἐστι τὰ ἄκαρπα, ὅπου καὶ ἀτρύγετος λέγεται ἡ θάλασσα. ἔνιοι δὲ Ἰόνιον πόντον ἀκούουσι τὸ κατʼ Εὔβοιαν πέλαγος, τὸ περὶ τὴν Ἰονίαν πόλιν Εὐβοίας ἣν ἔκτισεν Ἴων ὁ Ξούθου βασιλεύσας ἔτη κζ, ἵνʼ ᾖ· ἐλάτᾳ πλεύσασα Ἰόνιον κατὰ πόντον τοῦ Ζεφύρου πνεύσαντος ὑπεράνω τῶν ἀκαρπίστων πεδίων τῆς Σικελίας. Σικελίαν δὲ εἶναι μικρὰν νῆσον μεταξὺ Χαλκίδος καὶ Αὐλίδος· ταύτην δὲ ἄκαρπον εἰρῆσθαι παραβαλλομένην τῇ μεγάλῃ νήσῳ καὶ πολυκάρπῳ Σικελίᾳ. οἱ δέ φασιν Αἰσχύλῳ αὐτὸν ἕπεσθαι οἰομένῳ πάντα πόντον Ἰόνιον λέγεσθαι ὃν ἀλωμένη ἐπῆλθεν ἡ Ἰώ· ὅθεν καὶ ὡς ἐναντίου ἀνέμου πνέοντος τοῖς ἀπὸ Φοινίκης πλέουσι κώπῃ πεπλευκέναι φησίν. ὁ δὲ Κράτης φησὶν αὐτὰς δηλοῦν τὴν ὥραν καθʼ ἣν ἐκομίσθησαν εἰς τὴν Ἑλλάδα, τὴν μετὰ Ζεφύρου πνοὰς τοῦ φερομένου κατὰ τὸν Ἰόνιον πόντον. σημαίνει οὖν τὸν ἐαρινὸν καιρόν. οἱ δὲ λέγουσι τοὺς ἀπὸ Συρίας εἰς τὴν Ἑλλάδα εἰσβάλλοντας τὸν Ἰόνιον πόντον περᾶν: — τῇ κωπηλασίᾳ: —

<!-- 209 -->τῶν σφοδρῶς χεομένων. ἢ κύκλῳ ῥεομένων. ἀκάρπιστα δὲ πεδία τὴν θάλασσάν φησιν, ἐπεὶ πεζεύειν αἱ νῆες δοκοῦσιν ὀχήματος τρόπον· ὡς καὶ Ἴων λέγει· «ὅταν δὲ πόντου πεδίον Αἰγαῖον δράμω» καὶ Αἰσχύλος Νηρεΐσι· «δελφινηρὸν πεδίον πόντου διαμειψάμεναι»: — ἄλλως: τὸ ἑξῆς τοῦ λόγου· ἐπλεύσαμεν ἐλάτῃ Ζεφύρου πνεύσαντος ἄνωθεν ἐξ αἰθέρος διὰ τοῦ σφοδροτάτου πελάγους τῆς Σικελίας περὶ τὸ στενὸν, ὅ ἐστι τὸ Ἰόνιον πέλαγος, εἰς ὃ ἐμβάλλουσιν οἱ ἀπὸ Συρίας εἰς Ἑλλάδα ἀπιόντες: —

<!-- 210 -->ὑπεράνωθεν πολυκαρπίστων: —

<!-- 211 -->Ζεφύρου πνοαῖς: ἀπὸ τοῦ οὐρανοῦ σφοδρῶς πνεύσαντος. καλῶς δὲ τὸ ἐξ οὐρανοῦ αὐτὸν λέγει πνεῖν, ἐπεὶ ἐν ὕψει κεῖται ἡ Σικελία: — ἄλλως: σφοδρῶς καταπνεύσαντος ἐξ ὕψους τὸ κάλλιστον ἑαυτοῦ πνεῦμα. κάλλιστον δέ φησιν αὐτὸν ἔχειν πνεῦμα, εἰ καὶ ἐναντίος τῷ χορῷ γέγονεν, ὅτι ἡδύς ἐστιν ὁ Ζέφυρος θέρους ὥρᾳ πνέων εἰς εὐρωστίαν· ὡς Ὅμηρος· «ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους». τὸ φύσει οὖν κάλλιστόν φασιν, οὐ τὸ ἑαυταῖς κάλλιστον· ἐναντίον γὰρ ἦν: —

<!-- 212 -->δραμόντος: —

<!-- 214 -->ἐπιλεχθεῖσα: — ἐπιλεχθεῖσα ἐγὼ ἐκ τῆς ἐμῆς πόλεως ὡς καλλιστεύματα καὶ ἀγάλματα τῷ Λοξία. ὡς πρὸς τὸ σημαινόμενον δὲ ἀπέδωκεν· ἐκ πολλῶν γὰρ ὁ χορός: —

<!-- 215 -->ἐπίλεκτα δῶρα: —

<!-- 216 -->ἐνταῦθα εἰς τὴν τῶν Καδμείων γῆν ἀποσταλεῖσα εἰς τοὺς οἴκους τοῦ Λαΐου καὶ τούτου τοὺς παῖδας συγγενεῖς ὄντας τῶν κλεινῶν Ἀγηνοριδῶν. τῶν γὰρ Ἀγήνορος οἱ μὲν τὰς Θήβας ᾤκησαν, οἱ δὲ τὴν Φοινίκην, οἱ δὲ ἄλλην χώραν: —

<!-- 217 -->κλεινῶν Ἀγηνοριδᾶν: τινὲς εἰς τὸ Ἀγηνοριδᾶν στίζουσι· τὸ δὲ ὁμογενεῖς ἀντὶ τοῦ συγγενεῖς ἡμῖν: — ἐπὶ τοὺς ὁμογενεῖς τῶν Ἀγηνοριδῶν πύργους τοῦ Λαΐου πεμφθεῖσα ἐνθάδε. Ἀγήνορος δὲ παῖδες Κάδμος Θάσος Κηφεὺς Κίλιξ Φοῖνιξ Εὐρώπη Φινεύς: —

<!-- 218 -->πρὸς τοὺς συγγενεῖς: — ἐπὶ Λαΐου: ἐπὶ τοὺς πύργους τοῦ Λαΐου πεμφθεῖσα, ὅ ἐστι τὰς Θήβας. ἢ πύργους φησὶ τοὺς υἱοὺς Ἐτεοκλέα καὶ Πολυνείκην· ὁμογενεῖς δὲ τῶν Φοινίκων: —

<!-- 220 -->ἀντὶ τοῦ· οὐ τὸ τυχὸν δῶρον ἐπέμφθην: — ἴσα δʼ ἀγάλμασι: ἀντὶ τοῦ· ὁμοίως καὶ ἴσως ἀγάλμασι χρυσέοισιν, ὥσπερ τι διὰ χρυσοῦ κατεσκευασμένον ἀνάθημα, οὕτως ἐπέμφθην. λάτρις ἐγενόμην δὲ ἤτοι γενήσομαι, ἵνʼ ᾖ ὡς τὸ κατενάσθην, ἢ λάτρις καὶ δούλη ὠνομάσθην καὶ ἐτιμήθην: —

<!-- 221 -->ἢ πᾶσα τῷ θεῷ ἀφιέρωμαι, ἔτι δέ μοι ταῦτα περιλιμπάνεται ἀτελῆ, τὸ λούσασθαι ἐν τῇ Κασταλίᾳ: —

<!-- 223 -->τὴν ἐμὴν κεφαλήν: —

<!-- 224 -->δεῦσαι παρθένιον: λείπεται οὖν, φησὶν, ἐναπολούσασθαί με τῷ τῆς Κασταλίας ὕδατι καὶ διαβρέξαι τὴν ἐμαυτῆς κόμην, ἵνα ἁγνὴ γενομένη οὕτως τοῖς θεοῖς λατρεύοιμι. Κασταλία δὲ πηγὴ ἐν Πυθίᾳ, εἰς ἣν λούουσι τὰς ἱεροδούλους παρθένους μελλούσας θεοπρόπιον φθέγγεσθαι παρὰ τῷ τρίποδι: — ἄλλως: αὐτὴν τὴν Κασταλίαν φησὶ παρόσον παρθένων μόνον ἐστὶ λουτρόν. ἢ τὰς κόμας, αἳ κάλλος καὶ τρυφή εἰσι τῶν παρθένων: — ἄλλως: τὰς κόμας δεῦσαι Φοιβείαισι λατρείαις: —

<!-- 226 -->ὦ Παρνασέ: —

<!-- 227 -->διπλοῦν: — δικόρυφον σέλας: δικόρυφον αὐτὸν εἶπεν ἐπείπερ ἐν ἀμφοτέραις ταῖς ἄκραις τοῦ Παρνασοῦ εἰσιν ἱερὰ, τὸ μὲν Ἀρτέμιδος καὶ Ἀπόλλωνος, τὸ δὲ Διονύσου. ἐπεὶ τοίνυν ἐν ἑκατέρᾳ πῦρ ἀνάπτεται πρὸς τὰς θυσίας, ἀναγκαίως καὶ τὸ πῦρ δικόρυφον εἶπεν ἅτε δὴ ἐν ἑκατέρᾳ ἄκρᾳ ἀναπτόμενον. οὐκ ἀπὸ τῶν δύο δὲ κορυφῶν ἀναδίδοται αὐτόματον πῦρ, ἀλλʼ ἀπὸ ἑνὸς ἄκρου· δοκεῖ δὲ τοῖς κάτω ἐκ δύο ἀναδίδοσθαι διὰ τὸν ἐπίπροσθεν σκόπελον καὶ ὥσπερ ἐξ αὐτοῦ ἐπιμερίζεσθαι τὸ πῦρ: — ὑπὲρ ἄκρων βακχειῶν: εἰς τὴν τοῦ Διονύσου κορυφήν φασιν εἶναι ἄμπελον ἥτις καθʼ ἑκάστην ἡμέραν ἕνα βότρυν ἔφερεν, ἐξ οὗ ἡ σπονδὴ τῷ Διονύσῳ ἐγίνετο. οἰνάνθη δὲ λέγεται ἡ πρώτη ἔκφυσις τῶν βοτρύων. οἰνάνθας οὖν βότρυν τὸν ἐξ οἰνάνθης βότρυν προκόπτοντα. οἴνη δὲ καλεῖται αὐτὴ ἡ ἄμπελος. Σοφοκλῆς δὲ ἐν Θυέστῃ ἱστορεῖ καὶ παρʼ Εὐβοιεῦσιν ὁμοίαν ἄμπελον εἶναι τῆς ἐν Παρνασῷ λέγων οὕτως·

  
ἔστι γάρ τις ἐναλία  
  
Εὐβοιὶς αἶα· τῇδε βάκχειος βότρυς  
  
ἐπʼ ἦμαρ ἕρπει. πρῶτα μὲν λαμπρᾶς ἕω  
  
κεκλημάτωται χλωρὸν οἰνάνθης δέμας·  
  
εἶτʼ ἦμαρ αὔξει μέσσον ὄμφακος τύπον,  
  
γλυκαίνεταί τε κἀποπερκοῦται βότρυς·  
  
δείλῃ δὲ πᾶσα τέμνεται βλαστουμένη  
  
ὀπώρα καλῶς κἀνακίρναται ποτόν: —  
τὸ βακχειῶν περισπωμένως, ἵνʼ ᾖ· ἐκ τῶν τόπων ἐν οἷς βακχεύει ὁ Διόνυσος: —

<!-- 229 -->οἴνα θʼ ἃ καθαμέριον: καὶ ὦ ἄμπελε, ἥτις τὸν πολύκαρπον βότρυν στάζεις ἀπὸ τῆς οἰνάνθης καθʼ ἑκάστην τῷ Διονύσῳ αὐτὸν ἐκπέμπουσα. οἰνάνθη δὲ ἡ πρώτη ἔκφυσις τῆς σταφυλῆς: —

<!-- 232 -->ὦ θεῖα ἄντρα καὶ ὑψηλοὶ τόποι τῶν νυμφῶν: — ἄντρα δράκοντος: τοῦ Δελφύνου ὑπὸ τὸν Παρνασὸν δείκνυταί τι σπήλαιον: —

<!-- 233 -->φησὶ τὸν Κατοπτευτήριον τόπον οὕτως καλούμενον ἐν Παρνασῷ, ὅθεν κατοπτεύσας Ἀπόλλων τὸν Δελφύνην κατετόξευσεν: —

<!-- 234 -->ἱερὸν ἑλίσσων: τινὲς στίζουσιν εἰς τὸ ἱερόν. τὸ γὰρ ἑλίσσων ἀντὶ τοῦ περιχορεύων. περισσὸς ὁ τέ, ἵνʼ ᾖ· γενοίμην χορὸς τῆς θεοῦ ἑλίσσων ἐν ταῖς χορείαις τὸ ὄρος. οἱ δὲ στίζουσιν εἰς τὸ ὄρος ἱερὸν ἑλίσσων, ἵνʼ ᾖ· καὶ σύ, ὦ Ἄπολλον περιέπων τὸν Παρνασόν: —

<!-- 235 -->ἀντὶ τοῦ περιχορεύων: — τῆς Ἀρτέμιδος. κοινὰ γὰρ αὐτῆς καὶ Ἀπόλλωνός εἰσι τὰ μυστήρια: —

<!-- 236 -->οἱ γὰρ ἱερόδουλοι οὐδένα φοβοῦνται: —

<!-- 237 -->μεσόμφαλον εἶπε τὴν Πυθίαν, ἐπεὶ κατὰ τὰ κοιλώματα τοῦ ὄρους μέσον τῆς γῆς κεῖται, ἐν ᾗ οἱ Δελφοί: — γύαλα Φοίβου: τὰ κοιλώματα τοῦ ὄρους. τοιαῦται γὰρ αἱ φύσεις τῶν ὀρῶν, ἐν ὕψει καὶ ἐν βάθει συγκείμεναι: —

<!-- 238 -->ὄνομα κρήνης οὕτως καλουμένης: — Δίρκαν προλιποῦσα: ἐκεῖ ὁ Κάδμος τὸν Δελφύνην φονεύει προνοίᾳ τῆς Ἀθηνᾶς μετὰ λίθου. οὗτος δὲ ὁ δράκων λέγεται εἶναι Ἄρεως, ὃς ἐφύλαττε τὰ νάματα τῆς Δίρκης: —

<!-- 239 -->νῦν δέ μοι πρὸ τειχέων: ὁ δέ ἀντὶ τοῦ γάρ. κατὰ ἀνάκλασιν δὲ ὁ πᾶς λόγος προῆκται ἔχων οὕτως· ἰὼ Παρνάσιον ὄρος λάμπον διπλῇ λαμπηδόνι σύ τε, ὦ αὐτόθι ἐκβλαστάνουσα ἄμπελε, καὶ ὦ θεῖον ἄντρον τοῦ δράκοντος οὔρειαί τε σκοπιαὶ θεῶν σύ τε, ὦ δέσποτα Ἄπολλον, ὃς τὸ κατανιφόμενον ὄρος ἀμφιέπεις, εἴθε χορεύσαιμί σοι καὶ τῇ Ἀρτέμιδι ἄφοβος τοῦ λοιποῦ γενομένη. νῦν γὰρ ἡμᾶς ὁ παρὼν πόλεμος ἐκφοβεῖ καὶ δέδοικα μὴ καὶ δεύτερον αἰχμάλωτος γένωμαι. εἴθε οὖν, φησὶ, παρʼ ὑμῖν γενοίμην, ἵνα ἀσφαλῶς τοῦ λοιποῦ διάξαιμι: —

<!-- 240 -->ὁρμητικός: —

<!-- 241 -->πόλεμον κινεῖ. οἷον· πόλεμον ἀκμαῖον διεγείρει: —

<!-- 246 -->Φοινίσσᾳ χώρᾳ: γράφεται καὶ Φοίνισσα χώρα ἀπὸ εὐθείας, ἵνʼ ᾖ ἀπὸ κοινοῦ τὸ πείσεται· εἴ τι πείσεται ἅδε γᾶ, κοινὰ πείσεται καὶ ἡ Φοίνισσα χώρα: — ὑπομενεῖ ἡ Φοινίκη χώρα ὅσα ὑπομενεῖ ἡ ἑπτάπυργος γῆ: —

<!-- 248 -->τᾶς κερασφόρου: τῆς μεταβληθείσης εἰς βοῦν κερασφόρον, τῆς Ἰοῦς, ὑπὸ τοῦ Διὸς ὑφορωμένου τὴν ζηλοτυπίαν τῆς Ἥρας: —

<!-- 249 -->ὧν, τῶν ἐκγόνων τῆς Ἰοῦς, φροντίζω τῆς εὐτυχίας καὶ οἰκειοῦμαι τοὺς πόνους: —

<!-- 250 -->ἀμφὶ δὲ πόλιν: ὁ δέ ἀντὶ τοῦ γάρ· ἀμφὶ γὰρ πόλιν τὸ νέφος τῶν ἀσπίδων φλέγει καὶ οἱονεὶ ἀστράπτει σχῆμα καὶ σημεῖον μάχης. οἰκεῖον δὲ τῇ συννεφείᾳ τὸ ἀστράπτειν: —

<!-- 251 -->λάμπει: —

<!-- 252 -->ὅ ἐστι πῦρ: — ἄλλως: σύμβολον μάχης: — ὄψιν φονευτικοῦ: —

<!-- 253 -->ἃν Ἄρης τάχʼ: ἣν ὁ Ἄρης γνώσεται. ὁ δὲ νοῦς· ἣν μάχην φέρων τοῖς παισὶν Οἰδίπου ὁ Ἄρης ταχέως πορευθήσεται. ἄμεινον δὲ τὸ εἴσεται ἀντὶ τοῦ ὁρμήσει: —

<!-- 254 -->κομίζων βλαπτικῶν θεῶν βλάβην: —

<!-- 257 -->γράφεται τὰ σᾶν ἀλκᾶν: —

<!-- 258 -->καὶ τὸ θεόθεν: τὸ δίκαιον καὶ τὴν παρὰ τῶν θεῶν συμμαχίαν ἀεὶ τοῦ δικαίου προϊσταμένων καὶ τοῖς δικαίως ἐπεξιοῦσι συνερχομένων: —

<!-- 260 -->ὃς ἀπαιτεῖ τὴν βασιλείαν καὶ ἐκδικεῖ: —

<!-- 261 -->τὰ μὲν πυλωρῶν: τὰ μὲν θυρώματα τὰ ἐπιτετραμμένα τοῖς θυρωροῖς: —

<!-- 262 -->διʼ εὐχερείας, διʼ εὐμαρείας: —

<!-- 263 -->ὃ καὶ δέδοικα: διὸ, διὰ τὴν εὐμάρειαν. διὰ τὸ εὐχερῶς με ὑποδέξασθαι τοὺς φύλακας ὑποπτεύω μὴ δόλος ἐστίν: — γράφεται μή με: — νῦν τειχέων: —

<!-- 264 -->οὐ μεθῶσʼ ἀναίμακτον χρόα: ἡ μὲν γραφὴ οὐκ ἐκφρῶσιν. οἱ οὖν ὑποκριταὶ διὰ τὸ δυσέκφορον μεταπλάττουσι τὴν λέξιν. καὶ Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων, ὅτε διαλαμβάνει περὶ τοῦ φρῶ, ταύτην τὴν χρῆσιν φέρει: — ἄτρωτον: —

<!-- 265 -->μετενεκτέον σκοπητέον: —

<!-- 266 -->ἐνέδρα: —

<!-- 267 -->ὡπλισμένος δὲ χεῖρα: ἀνόητον, φασὶ, τὸ ξίφει πιστεύειν, ταῖς σπονδαῖς δὲ μήπω, εἰ δὴ μόνος ὢν κρατῆσαι ἠδύνατο ἐπιβουλευόντων τοσούτων. ἀγνοοῦσι δὲ ὅτι οἱ μετὰ ἀνάγκης ἐπί τινα κίνδυνον ἐρχόμενοι οὐκ ἐκ τῶν ἐνδεχομένων θηρᾶσθαι τὴν ἀσφάλειαν ἐθέλουσιν, ἀλλʼ οἵαν παρὰ τοῦ καιροῦ λαμβάνουσι, καὶ οἱ ἐπʼ ἐρημίας μετὰ ξιφιδίου πορεύονται ἧττον μὲν ὡπλισμένοι τῶν ὑποπτευομένων θηρῶν ἢ λῃστῶν, ἄμεινον δὲ τῶν ἀνόπλων. τοῦτο καὶ Πολυνείκει συνέβη· ἀναγκασθεὶς γὰρ ἐπὶ διαλλαγαῖς εἰς τὰς Θήβας ἐλθεῖν ἔρχεται μὲν ἵνα μὴ δόξῃ δύσερις εἶναι, δόλον δὲ ὑποπτεύων τὴν ἀσφάλειαν κατὰ τὸ δυνατὸν ἐπορίσατο: —

<!-- 268 -->τὰ πίστʼ ἐμαυτῷ: τὴν πίστιν τοῦ θαρρεῖν, ὅ ἐστι τὴν ἀσφάλειαν τοῦ θαρρεῖν: — οἷον· ἆρα θρασύνομαι τῷ ξίφει πιστεύων: — τὰ ἀσφαλῆ ἐμαυτῷ διὰ τοῦ θράσους παρέξω: —

<!-- 269 -->ἐπίφθεγμα ἀνακλήσεως: — ἦ κτύπον φοβούμεθα: τὸν κτύπον  <span class="gap">…</span> ἀποφαντικῶς· ὄντως κενὸν ψόφον ὑφορώμεθα: —

<!-- 271 -->ἀλλάσσει πορεύεται: —

<!-- 273 -->μετὰ φιλίας, φιλικόν: —

<!-- 274 -->βοήθεια: — βώμιοι γὰρ ἐσχάραι: ὥστε καταφυγεῖν ἐπʼ αὐτούς, εἰ δέοι. τοῦτο δὲ οὐ συνῳδὸν τῷ ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ. θρασύδειλον γὰρ τὸν Πολυνείκην παρίστησι πρῴην μὲν φάσκοντα ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ τὰ πίστʼ ἐμαυτῷ τοῦ θράσους παρέξομαι, νῦν δὲ τοὺς βωμοὺς πλησίον εἶναί φησιν οἷς προσφυγὼν νομίζει σωθῆναι καθάπερ ἱκέτης γενόμενος: — βώμιοι γὰρ ἐσχάραι: ἐσχάρα μὲν κυρίως ὁ ἐπὶ γῆς βόθρος ἔνθα ἐναγίζουσι τοῖς κάτω ἐρχομένοις· βωμὸς δὲ ἐν οἷς θύουσι τοῖς ἐπουρανίοις θεοῖς. νῦν οὖν βώμιοι ἐσχάραι τὰ κοιλώματα τῶν βωμῶν. ἢ κατὰ περίφρασιν οἱ βωμοί: — ἄλλως: διαφέρουσι βωμὸς καὶ ἐσχάρα. βωμὸς μὲν γάρ ἐστιν ὁ εἰς ὕψος ᾠκοδομημένος καὶ ἀνάβασιν ἔχων· ἐσχάρα δὲ ἡ ἐν τετραγώνῳ ἐπὶ γῆς βάσις βωμοῦ τάξιν ἔχουσα ἄνευ ἀναβάσεως. ἢ ἐσχάρα κυρίως τὸ πῦρ: —

<!-- 275 -->κοὐκ ἔρημα δώματα: τὰς ἀπὸ τοῦ χοροῦ ἑωρακώς φησι τεθαρρηκέναι. ἀσθενοῦς δὲ ψυχῆς τεκμήριον· τί γὰρ ἔμελλον αὐτῷ γυναῖκες συμβαλέσθαι πρὸς κίνδυνον: — τὰς τοῦ χοροῦ πρὸ τῶν βασιλείων οἴκων εἶδεν: —

<!-- 276 -->μεθῶ ξίφος: εἰς τὸν κουλεόν. ἢ ὑπὸ τὴν χλαῖναν, ὃ καὶ ἄμεινον, ἵνα κεκαλυμμένον τὸ ξίφος ἔχῃ καὶ πρὸς ἄμυναν ἕτοιμον: —

<!-- 279 -->προσεγγίζετε: —

<!-- 281 -->τὸ ἑξῆς· δορὸς ἀκροθίνιον: —

<!-- 282 -->ἀπαρχήν: —

<!-- 283 -->μέλλων δὲ πέμπειν μʼ: σολοικοφανὲς τοῦτό ἐστιν· ἤτοι μέλλοντος πέμπειν με ἐν τῷδʼ ἐπεστράτευσαν Ἀργεῖοι, ἢ οὕτως· μέλλων δὲ πέμπειν με εἶδεν τοὺς Ἀργείους ἐπιστρατεύσαντας: — ἀντὶ τοῦ μέλλοντος, εὐθεῖα ἀντὶ γενικῆς: — ἀντὶ τοῦ Οἰδίποδος· ποιητικὴ δὲ ἡ κλίσις: —

<!-- 284 -->ἀντὶ τοῦ τίμια: —

<!-- 285 -->ἀντὶ τοῦ ἐν τοσούτῳ: —

<!-- 286 -->ἀνταποκρίθητί μοι: —

<!-- 287 -->ἑπτάστομον πύργωμα: ἑπτάπυλος ἡ Θήβη κατεσκεύαστο ὅτι πρὸς τὴν ἑπτάχορδον λύραν τοῦ Ἀμφίονος κιθαρίζοντος ἐτειχοδομήθη: —

<!-- 291 -->Ἰοῦς Ἔπαφος, οὗ Λιβύη, ἧς Βῆλος, οὗ Φοῖνιξ καὶ Ἀγήνωρ, οὗ Κάδμος, οὗ Πολύδωρος, οὗ Λάβδακος, οὗ Λάιος, οὗ Οἰδίπους, οὗ Ἐτεοκλῆς καὶ Πολυνείκης: — λείπει τὸ ὑπαρχόντων: —

<!-- 293 -->γονυπετεῖς ἕδρας: ἀντὶ τοῦ γονυπετῶ σε. ὡς τῶν Φοινίκων διὰ γονυκλισίας τιμώντων τοὺς βασιλεῖς: — προσκυνῶ προσπίπτω ἱκετεύω: — σοί τὸ ἐντελές: —

<!-- 294 -->τὸν οἴκοθεν νόμον σέβουσα: τιμῶσα φυλάττουσα καὶ σεβάζουσα. ἢ τιμῶσά σε κατὰ τὸν πάτριον νόμον: —

<!-- 295 -->γράφεται ἔβας ὦ: — ἦλθες, ὦ Πολύνεικες, διὰ χρόνου εἰς τὴν σὴν πατρίδα: —

<!-- 297 -->ἄνοιξον τὰς θύρας: —

<!-- 299 -->τί βραδύνεις: —

<!-- 300 -->ἅπτεσθαι ταῖς χερσὶ τοῦ τέκνου: —

<!-- 301 -->Φοίνισσαν ὦ νεάνιδες: οἱ τούτων ἐπιλαμβανόμενοι καὶ λέγοντες πῶς ὅτι οὐδὲν αὐτῶν εἰπουσῶν Φοινικικῶς φησιν Ἰοκάστη Φοινίσσαν βοὰν κλύουσα, ἀγνοοῦσιν ὅτι κατὰ τὴν φωνὴν ὑποτίθεται ὁ Εὐριπίδης αὐτὰς τῇ κοινολογίᾳ τῶν Φοινίκων  <span class="gap">…</span> οὐχ οἷον βαρβαρικῶς διαλαλούσας, ἐπεὶ οὐδʼ ἂν ὁ Πολυνείκης αὐτῶν ἤκουσεν, ἀλλὰ τῷ τῆς λαλιᾶς ἤχῳ ποιούσας τι τοιοῦτον ὥστε σημῆναι ὅτι εἰσὶ Φοίνισσαι καὶ ἐμφαινούσας τινὰ χαρακτῆρα τῆς πατρίου φωνῆς. εἰ γὰρ καὶ Ἑλληνικῶς ἐλάλουν, ἀλλʼ οὖν γε τὴν πάτριον ἔσῳζον ἀπήχησιν τῆς φωνῆς· ὡς Σοφοκλῆς Ἑλένης ἀπαιτήσει· «καὶ γὰρ χαρακτὴρ αὐτὸς ἐν γλώσσῃ τί με παρηγορεῖ Λάκωνος ὀσμᾶσθαι λόγου»: —

<!-- 302 -->διὰ τὸ γῆρας: — γηραιῷ ποδί: ἐπείγω μου τὴν βάσιν ὑπὸ τοῦ γήρως τρομεράν: —

<!-- 306 -->ἀμφίβαλλε μαστόν: τὸν μαστὸν τῆς σῆς μητρὸς περίβαλλε ταῖς σαῖς ὠλέναις: — ὁ πᾶς νοῦς· περιπτυξάμενος ἄσπασαί με. ἔστι τὸ ἀμφίβαλλε μαστόν ἀπὸ μέρους τὸ στῆθος· περίβαλλε, φησὶ, τὸ στῆθος τῆς μητρὸς ταῖς σαῖς χερσὶ καὶ τὸ τῶν παρηίδων σου ἔκταμα περίβαλλέ μοι: —

<!-- 307 -->παρηίδων τʼ ὄρεγμα: τὸ ἔκταμα, τὸ ἄσπασμα τῆς παρειᾶς μου περίβαλλε ταῖς ὠλέναις: —

<!-- 308 -->κυανόχρωτα χαίτας: καὶ τὸν κυανόχρωτά σου πλόκαμον περίβαλλε τῷ τραχήλῳ μου καὶ κατασκίαζε τοῦτον τοῖς βοστρυχώδεσί σου πλοκάμοις. ἐκ κοινοῦ γὰρ τὸ ἀμφίβαλλε· οὐ γὰρ τὸν ἑαυτῆς πλόκαμον λέγει ὡς μικρὸν ὕστερον φησὶν ἑαυτὴν ἐξυρῆσθαι διὰ τὸ πένθος: — τὸν ἐμὸν τράχηλον: — σκιάζων δέραν ἀμάν: ἀντὶ τοῦ ἀγαπητικῶς περιπτυσσόμενος καὶ ἐκτενῶς ἀσπάζου τὴν μητέρα: —

<!-- 311 -->ἄελπτα κἀδόκητα: ὦ παρʼ ἐλπίδα φανεὶς καὶ ἀπροσδοκήτως εἰς τὰς ἐμὰς χεῖρας: —

<!-- 312 -->τί φῶ σε: τί σοι εἴπω, πῶς προσφθέγξωμαί σε καὶ πῶς τὰ πάντα λάβω τέρψιν παλαιὰν καὶ χαρμονὴν καὶ πολυέλικτον ἡδονὴν χερσί τε καὶ λόγοις ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα, ἀντὶ τοῦ περισκιρτῶσα: —

<!-- 313 -->κατὰ πάντα: —

<!-- 314 -->πολυέλικτον: πολύστροφον πολύπλεκτον ποικίλην. τὴν πανταχόθεν με περιέχουσαν ἡδονήν: —

<!-- 316 -->ἀντὶ τοῦ σκιρτῶσα: — ἀντὶ τοῦ παλαιῶν ἡδονῶν· αἰτιατικὴ ἀντὶ γενικῆς: —

<!-- 318 -->ἔρημον πατρῷον: σοῦ ἔρημον δηλονότι. τὴν αὐτοῦ ἀπουσίαν ἐρημίαν τοῦ παντὸς οἴκου οἴεται: —

<!-- 319 -->φυγὰς διωχθεὶς τῇ ἀδικίᾳ καὶ ὕβρει τοῦ ἀδελφοῦ: —

<!-- 320 -->βεβαιωτικῶς, ἀντὶ τοῦ ὄντως: —

<!-- 322 -->ὅθεν ἐμάν τε: ἀφʼ οὗ σὺ ἔφυγες, κείρομαι. τὴν πεπολιωμένην. κείρομαι ἀντὶ τοῦ ἐκειράμην. εἰς σέ ἀντὶ τοῦ· ἐπὶ σοὶ ἐκειράμην. ἀποβαλοῦσα: — μετὰ δακρύων αὐτὴν ἀποβαλοῦσα ἐπὶ τῷ σῷ πένθει: —

<!-- 323 -->πενθήρη κόμαν: — ἀπενθέα, ἀντὶ τοῦ πολυπενθῆ κόμην. ἢ οὕτως· τὴν λευκόχροα κόμην ἐκειράμην εἰς τὰ σὰ πένθη νομίζουσά σε τεθνηκέναι ὅτε ἀπεδήμεις, ἵνα τὸ πλῆρες ᾖ εἰς σά. ἢ εἰς σέ, τὸν πολυπενθῆ: —

<!-- 324 -->ἄπεπλος φαρέων: ἀντὶ τοῦ ἀμέτοχος: — ἄπεπλος διαλεύκων φαρέων οὖσα τὰ δυσόρφναια καὶ σκότια τρύχη διαδέχομαι: — ἄλλως: ἀντὶ τοῦ μελανοφόρος. καὶ στικτέον εἰς τὸ τέκνον: —

<!-- 325 -->δυσόρφναια: ἀντὶ τοῦ σκοτεινὰ καὶ ἐρρυπωμένα. σκότια καὶ μέλανα: — ἡ ἀμφί πρὸς τὸ ἀμείβομαι, τουτέστι περιβάλλομαι: — τρύχη: τὰ ῥακώματα τὰ δυσόρφναια καὶ σκότια περιβάλλομαι: —

<!-- 327 -->ὁ Οἰδίπους: — ἐστερημένος τῶν ὀμμάτων: —

<!-- 328 -->ἀπήνης ὁμοπτέρου: συζυγίας. Ἐτεοκλέα καὶ Πολυνείκην ἀπήνην εἶπεν ἥτις ἐκ δύο βοῶν ἕλκεται: — τῆς συγγενοῦς, καταχρηστικῶς ἀπὸ τῶν ὀρνέων: —

<!-- 330 -->πόθον ἀμφιδάκρυτον: καίπερ πόθον ἔχων ὅμως ἀποθανεῖν ἐζήτει: —

<!-- 331 -->ἀνῇξε μὲν ξίφους: ἀντὶ τοῦ· ὥρμησε καὶ ἐπὶ σφαγὴν ξίφους αὐτόχειρα: — ἄλλως: ὥρμησε μὲν κατὰ τοῦ ξίφους, ὥρμησε δὲ καὶ ἐπὶ σφαγὴν ὁμοίως καὶ ἐπὶ ἀγχόνην: —

<!-- 333 -->ὑπὲρ τέραμνα: καὶ εἰς τὰ μετέωρα τῆς ἀγχόνης. ἀπὸ κοινοῦ τὸ ἀνῇξεν: — ἄλλως: ἐπὶ ἀγχόνας ὥρμησε τὰς ὑπὲρ τέραμνα, ὅ ἐστιν ὑψηλοτάτας. τέραμνα δέ ἐστι τὰ ὀροφώματα: —

<!-- 335 -->σὺν ἀλαλαῖσι: διὰ τὰς ἀρὰς ἃς ἐποιήσατο κατὰ τῶν τέκνων. μετέγνω γὰρ ἐπὶ τῷ καταράσασθαι τοῖς παισίν: — διὰ τὰς ἐπὶ τοῖς τέκνοις ἀράς: —

<!-- 336 -->κρύπτεται: κρύπτεται δʼ ἐν τῇ σκοτίᾳ σὺν ταῖς ἀλαλαῖς τῶν αἰαγμάτων, ὅ ἐστι σὺν ταῖς βοαῖς τῶν θρήνων: —

<!-- 337 -->καὶ γάμοισι δὴ κλύω ζυγέντα: ζευχθέντα συναφθέντα. ἀκούω σε ἐν γάμοις ζυγέντα παιδοποιὸν ἔχειν ἡδονήν: —

<!-- 339 -->ξένοισιν ἐν δόμοις: ταῦτα διὰ μέσου. τὸ γὰρ ἑξῆς· σὲ δʼ, ὦ τέκνον, ἀκούω ἐπὶ ξένης ζευχθῆναι καὶ ξένην συγγένειαν ἔχειν καὶ ἄτην γάμων αὐθαίρετον, τουτέστιν ἣν αὐτὸς σεαυτῷ ἐπηγάγου. ταῦτα δὲ ἀνεπίληστα ἐμοὶ καὶ τῷ σῷ προγόνῳ Λαΐῳ, εἰ καὶ τέθνηκεν ἤδη: —

<!-- 340 -->τὸ ἑξῆς· ξένον δὲ κῆδος ἀμφέπειν γάμων· ποῖον κῆδος· τὴν ἄτην ἣν ἐπηγάγου ἡμῖν· διὰ γὰρ τοῦ γάμου πολεμεῖς τὴν πατρίδα: — ἐπιγαμβρίαν: — ἀντὶ τοῦ περιέπειν: —

<!-- 341 -->ἄλαστα μητρί: ταῦτα διὰ μέσου. ὡσεὶ ἔλεγε· μέγιστα δυστυχήματα ἐμοῦ τε καὶ τῶν σῶν προγόνων τὸ σὲ μὴ μετασχεῖν ὁμοφύλου γυναικός: — ἀνεπίληστα ἀνυπομόνητα κακά: —

<!-- 344 -->ἔθος γὰρ ἦν τὴν νύμφην ὑπὸ τῆς μητρὸς τοῦ γαμοῦντος μετὰ λαμπάδων εἰσάγεσθαι: —

<!-- 346 -->ὡς ἁρμόζει: —

<!-- 347 -->ἀνυμέναια δʼ Ἰσμηνός: ἀνυμεναίως ἀχορεύτως: — ἄλλως: οὐ μετέσχε τῶν σῶν ὑμεναίων οὐδὲ συνήσθη τῇ σῇ πρὸς τὸν Ἄδραστον ἐπιγαμβρίᾳ· οὐ γὰρ ἐδέξω τὰ παρʼ αὐτοῦ λουτρά. εἰώθεσαν δὲ οἱ νυμφίοι τὸ παλαιὸν ἀπολούεσθαι ἐπὶ τοῖς ἐγχωρίοις ποταμοῖς καὶ περιρραίνεσθαι λαμβάνοντες ὕδωρ τῶν ποταμῶν καὶ πηγῶν συμβολικῶς παιδοποιίαν εὐχόμενοι, ἐπεὶ ζῳοποιὸν τὸ ὕδωρ καὶ γόνιμον. ἀνυμεναίως δὲ καὶ ὁ Ἰσμηνὸς ἐκηδεύθη καὶ πρὸς ἐπιγαμβρίαν ἐδόθη τῷ Ἀδράστῳ, ἐπειδὴ Θηβαῖος ὁ ποταμός. ἐκηδεύθη δὲ ἀνυμεναίως τῆς λουτροφόρου χλιδᾶς· τὴν τρυφὴν γὰρ ταύτην νομίζουσιν οἱ ποταμοί: — ἄλλως: ἐπεγάμβρευσε δὲ τῷ Ἀργείῳ ὁ Ἰσμηνὸς μὴ μεταλαβὼν τῶν ὑμεναίων τῆς λουτροφόρου χλιδῆς, ὅ ἐστι μήτε ὑμεναίων ἀκούσας μήτε λουτρά σοι ἐκπέμψας. ὁ Ἰσμηνὸς οὐ συνήσθη ἐπὶ τῇ πρὸς τὸν Ἄδραστον ἐπιγαμβρίᾳ· οὐ γὰρ ἐδέξω τὰ παρʼ αὐτοῦ λουτρά: —

<!-- 349 -->ἐσιγάθη: ἀντὶ τοῦ· οὐκ ἀνυμνήθη: — ἀντὶ τοῦ ἐσιωπήθησαν. γράφεται δὲ καὶ ἐσιγάθησαν: —

<!-- 350 -->ὄλοιτο τάδʼ: ἀπόλοιτο ταῦτα τὰ κακὰ καὶ μεταβληθείησαν εἰς ἀγαθά. εἴ τίς ἐστιν αὐτῶν αἴτιος· λείπει γὰρ τὸ αὐτῶν: — ἄλλως: ὄλοιτο τάδε: ἀντὶ τοῦ τῶνδε· ὡς τὸ «διά τʼ ἔντεα καὶ μέλαν αἷμα». ὁ οὖν τούτων αἴτιος καὶ πρόξενος ἀπόλοιτο, ὅστις ποτὲ ἄρα ἐστίν: — εἴτε σίδηρος: ἢ ὁπλίτης ἢ ὁ Ἄρης: —

<!-- 351 -->διὰ τὰς ἀράς: —

<!-- 352 -->κατεχόρευσε, σφοδρῶς ἐπῆλθε: —

<!-- 354 -->τῶν γὰρ κακῶν τούτων τὰ ἄχη εἰς ἐμὲ κατέσκηψεν: —

<!-- 355 -->δεινὸν γυναιξίν: τίμιον. ἢ μέγα κακόν: — ἄλλως: δεινὸν γυναιξίν: δεινόν: ἀντὶ τοῦ τίμιον θαυμαστόν. ὁ δὲ νοῦς· αἱ γοναὶ αἱ ὀδύνης αἴτιαι θαυμαστόν τι καὶ τίμιον παρὰ ταῖς γυναιξίν. ἐν ἤθει δὲ θαυμαστικῶς εἴρηται ὅτι ταῖς γυναιξὶν ἡ ὀδύνη φίλτρον καθέστηκε καὶ παρὰ πάσαις τὸ φιλότεκνον σῴζεται: — ἄλλως: αἱ διʼ ὠδίνων γοναί: καθότι πρὸ τοῦ τεκεῖν πολλὴν ταλαιπωρίαν παρέχουσιν· ὡσεὶ ἔλεγε· καίτοι τῶν γονῶν ἐπωδύνων οὐσῶν ὅμως φιλότεκνοί εἰσιν αἱ γυναῖκες: —

<!-- 357 -->μῆτερ, φρονῶν εὖ: καὶ φρόνησιν ἐμαυτοῦ καὶ ἄνοιαν κατέγνων, φρόνησιν μὲν ὅτι ὑπὲρ τοῦ θεάσασθαι τοὺς οἰκείους καὶ διʼ ἐχθρῶν ἐτόλμησα εἰσελθεῖν  <span class="gap">…</span> μὴ ἐννοήσας δόλον. ὅμως συγγινώσκω ἐμαυτῷ διὰ τὸν κοινὸν ἔρωτα τῆς πατρίδος: — μῆτερ, φρονῶν: φρονῶν μὲν καθὸ πεισθείς σοι ἦλθον, οὐ φρονῶν δὲ καθότι κατὰ τῆς πατρίδος ὡπλίσθην καὶ πρὸς ἐχθροὺς ἄνδρας παραγέγονα· ὅθεν ἐπιφέρει ἀλλʼ ἀναγκαίως ἔχει πατρίδος ἐρᾶν ἅπαντας ἀπολογούμενος ὑπὲρ τῆς ἀφίξεως: —

<!-- 358 -->εἰ καὶ ἥμαρτον προπετευσάμενος, ὅμως συγγινώσκει μοι ὁ τῆς πατρίδος ἔρως: —

<!-- 360 -->φλυαρεῖ: —

<!-- 361 -->ἀντὶ τοῦ εἰς τοσοῦτον τάρβους, ἢ ταραχῆς: — περισσὸς ὁ τέ: —

<!-- 363 -->ξίφος βαστάζων: — ὑποστικτέον ἐν τῷ ἔχων: —

<!-- 364 -->θαρρεῖν ποιεῖ, παρηγορεῖ: —

<!-- 367 -->διὰ χρόνου: —

<!-- 370 -->διʼ ὄσσων ὄμμʼ ἔχων: ποιητικὴ ἡ περίφρασις. ἐκ παραλλήλου τὸ αὐτὸ σημαίνει ὡς τὸ «ποδάνιπτρα ποδῶν». τουτέστι· τοὺς ὀφθαλμοὺς ἔχων δακρύοντας: — ἄλλως: ὄσσος λέγεται ἡ κόρη τοῦ ὀφθαλμοῦ, ὄμμα δὲ τὸ ἔξωθεν δέρμα τοῦ ὀφθαλμοῦ: —

<!-- 371 -->ἀλλʼ ἐκ γὰρ ἄλγους: ἀλλὰ γὰρ ἐκ τῆς παλαιᾶς δυστυχίας τῆς κατεχούσης με ἕτερον ἄλγος ὁρῶ σε ἔχουσαν. τὸ δὲ ξυρηκές ὡς ἀπηνές τῷ τόνῳ· παραγώγως γὰρ ἐξηνέχθη καὶ οὐκ ἔχει τὴν ἀκὴν ἐγκειμένην ὡς τὸ ἄμφηκες: — ἄλλως: ὑπερβολικῶς εἴρηκεν· ἐκέκαρτο γὰρ, ὡς ἀνωτέρω εἶπεν ὅθεν ἐμάν τε λευκόχροα κείρομαι χαίταν, οὐ ξυρῷ δὲ, ἀλλʼ ὡς ἐν πένθει: — τὸ σέ πρὸς τὸ ἔχουσαν: —

<!-- 372 -->κάρα ξυρηκές: ἐξυρημένην τὴν κεφαλὴν καὶ πέπλους μέλανας ἔχουσαν: — ἐξυρημένον: — μέλανας: —

<!-- 374 -->πάνυ: — συγγενῶν: —

<!-- 375 -->ὁ στίχος οὗτος ἔν τισιν οὐ φέρεται: —

<!-- 377 -->σκότον δεδορκώς: ἀντὶ τοῦ ἐν σκότει διατρίβων: — οἱ γὰρ τυφλοὶ δοκοῦσι σκότον δεδορκέναι: —

<!-- 378 -->ἆρα· τὸ γὰρ πού παρέλκει: —

<!-- 379 -->ἀντὶ τοῦ Οἰδίποδος: —

<!-- 380 -->οὕτω γὰρ ἤρξατʼ: οὕτως ὁ δαίμων ἤρξατο φθείρειν τὸ γένος ὥστε ἀνόμως μὲν ἐμὲ παρασκευάσαι τεκεῖν τὸν Οἰδίπουν παρὰ τὴν τοῦ Ἀπόλλωνος βουλήν: — οὕτως ὁ δαίμων ἤρξατο φθείρειν τὸ γένος. οὕτω, φησὶν, ἐξ ἀρχῆς δυστυχῶ, ἀφʼ οὗ ἀνόμως ἔτεκον· ἀνόμως γὰρ καὶ ἀσεβῶς παρεσκεύασέ με τεκεῖν: —

<!-- 382 -->τί δὲ λέγω ταῦτα: — βαστάζειν: —

<!-- 383 -->ὅπως δʼ ἔρωμαι: δέδοικα δὲ μὴ, ὅπως ἔρωμαι ἃ χρῄζω, δάκω σοῦ τὴν φρένα· ὅμως ἐπιθυμῶ ἐρέσθαι κἂν λυπῶ σε: — μή τι σὴν δάκω φρένα: τὴν σὴν φρένα λυπήσω. λυπεῖ δὲ διʼ ὧν ἐξετάζει περὶ τῆς φυγῆς: —

<!-- 385 -->ἀτελές: —

<!-- 388 -->τί τὸ στέρεσθαι πατρίδος: τοῦτο μετὰ ἤθους. οὐκ ἐν δέοντι δὲ γνωμολογεῖ τοιούτων κακῶν περιεστώτων τὴν πόλιν. τοιοῦτος δὲ πολλαχοῦ ὁ Εὐριπίδης: — ἆρα μέγα κακόν: —

<!-- 390 -->τίς ὁ τρόπος: τῆς δυστυχίας τῶν φυγάδων δηλονότι: — γράφεται καὶ δυστυχές: —

<!-- 391 -->ἐξουσίαν ἐλευθερίαν: —

<!-- 393 -->τὰς τῶν κρατούντων: γράφουσί τινες τὰς τῶν πολιτῶν· κρατοῦσι γὰρ οἱ πολῖται. τοῦτο δὲ ὡς Ἀθηναῖος ὢν ὁ ποιητὴς εἶπε. κἂν μὴ φυγὰς γὰρ εἴη τις, ὅμως φέρει τὰς ἀμαθίας τῶν κρατούντων κἂν μὴ θέλῃ: —

<!-- 394 -->λυπηρόν: — συναπαιδευτεῖν τοῖς μὴ οὖσι πεπαιδευμένοις: —

<!-- 395 -->οὐκ ἀξιόχρεως ἥρωος ὁ λόγος: — παρὰ τὸ δέον: —

<!-- 396 -->αἱ δʼ ἐλπίδες βόσκουσι: αἱ ἐλπίδες καὶ ἡ προσδοκία τοῦ ἐπιβήσεσθαι τῆς πατρίδος. ἐντεῦθεν ἡ παροιμία· «αἱ δʼ ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν»: — ὡς ἡ φήμη: —

<!-- 397 -->καλοῖς βλέπουσαι: καλὰ πρὸ ὀφθαλμῶν τιθέμεναι, βραδύνουσι δέ: — ἄλλως: δοκοῦσιν αἱ ἐλπίδες τρέφειν, καλοῖς ὄμμασι βλέπουσι δέ, ἀντὶ τοῦ· καλὰ πρὸ ὀφθαλμῶν τιθέασιν: —

<!-- 398 -->οὐδʼ ὁ χρόνος: οὐδὲ ἠπίστησαν αὐταῖς τινες ἐξ οὗ κενὰς αὐτὰς εὗρον: —

<!-- 399 -->ἔχουσιν Ἀφροδίτην: ἡδονήν τινα ἔχουσιν ἐν κακοῖς τοῦ ἐλπίζειν: — ἄλλως: ἀντὶ τοῦ ἡδονὴν ἡδεῖαν ἔχουσιν ἀλλὰ βλαβερὰν οἱ ἐν κακοῖς ἐξεταζόμενοι καὶ ἐλπίζοντες τὰ ἀγαθά: — ἡδονὴν ἀπόλαυσιν: — γλυκεῖαν μὲν, ἀλλὰ βλαβεράν: —

<!-- 401 -->ποτὲ μὲν ἐπʼ ἦμαρ: ὁ ὢν ἐν κακοῖς, ἐλπίζων δὲ ἀγαθὰ δοκεῖ τῇ ἐλπίδι τοῦ ἀγαθοῦ παραμυθεῖσθαι τὴν λύπην: —

<!-- 402 -->φίλοι δὲ πατρός: παρὰ τὸ Φιλοκτήτου· «ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι». πῶς δὲ ταῦτά φησιν, ὅπου γε ὑπὸ τῶν φίλων εἰς τὴν πατρίδα κατάγεται. ἢ τάχα πρὸ τοῦ γάμου δυστυχῶν ὑπὸ τῶν φίλων ἠμελεῖτο, γήμας δὲ καὶ τῆς δυστυχίας ἀπαλλαγεὶς, τότε πάλιν φίλους ἔσχε. πρὸ τοῦ τοίνυν ἐντυχεῖν τῷ Ἀδράστῳ ταῦτα παθεῖν φησιν: —

<!-- 403 -->εὔχου σὺ πράττειν καλῶς· τὰ γὰρ τῶν φίλων οὐδέν ἐστιν, ἐάν τις δυστυχῇ: —

<!-- 405 -->τὸ γένος οὐκ ἔβοσκέ με: ἐψεύσατο· πρῶτον γὰρ διὰ τὸν χρησμὸν ὁμολογουμένως ὁ Ἄδραστος, ἔπειτα δὲ καὶ διὰ τὸ γένος συνῴκισεν αὐτῷ τὴν θυγατέρα Ἀργείαν. οὐκ ἂν γὰρ οὐδὲ ὁ Ἀπόλλων τὸν τυχόντα ἔλεγεν ἑλέσθαι: —

<!-- 407 -->οὐδʼ ὀνομάσαι δύναιμʼ ἄν: εὐκτικόν ἐστι. τὸ θέμα δύνω ὡς φαίνω, ὁ ἀόριστος ἔδυνα ὡς ἔφηνα: — δύναιτό τις: —

<!-- 409 -->ἔχρησʼ Ἀδράστῳ: ἡ μὲν τὴν αἰτίαν τῆς εἰς Ἄργος ἀφίξεως ἐρωτᾷ, ὁ δὲ τὴν αἰτίαν τῆς αὐτόθι καταμονῆς λέγει· εἰ μὴ γὰρ διὰ τὸν χρησμὸν τοῦ γάμου παρέμεινεν, ἴσως ἂν ἕωθεν παρώδευσε τὸ Ἄργος: — ἄλλως: ἀντὶ τοῦ· διὰ τὸ πεπρωμένον ἦλθον εἰς τὸ Ἄργος· ὁ γὰρ χρησμὸς ἐκεῖσε ἡμᾶς ἤγαγεν: — ἄλλως: τὸ εἱμαρμένον ἤγαγεν ἡμᾶς εἰς τοῦτο συντυχίας καὶ οὐκ ἐκ προνοίας μοι ἀπέβη ὁ γάμος, ἀλλʼ αὐτομάτως ἐκ τύχης: — ἄλλως: ὁ χρησμὸς ὑπὸ Μνασέου οὕτως ἀναγέγραπται·

  
κουράων δὲ γάμους ζεῦξον κάπρῳ ἠδὲ λέοντι,  
  
οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἱεροῖο  
  
ἁμοῦ στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῇς.  
καὶ οἱ μὲν λέγουσιν ὡς ἀπὸ τῶν ἐπισήμων τῶν ἀσπίδων συνέβαλεν Ἄδραστος· ὁ μὲν γὰρ εἶχε τὸν Καλυδώνιον σῦν, ὁ δὲ τὴν λεοντοπρόσωπον Σφίγγα· οἱ δʼ ὡς κρύους γενομένου ἀφίκοντο εἰς τὸ Ἀπόλλωνος ἱερὸν καὶ δορὰς εὑρόντες λέοντος καὶ συὸς ἀναθήματα κυνηγετῶν ἐφιλονείκησάν τε καὶ περὶ τῆς στάσεως εἰς κρίσιν ἀχθέντες τῷ βασιλεῖ τῶν γάμων ἔτυχον. ἀπείκασε γὰρ τὸν μὲν Πολυνείκην λέοντι, τὸν δὲ Τυδέα κάπρῳ· ὃς ἔγημε Δηιπύλην, ὁ δὲ Πολυνείκης Ἀργείαν: — ἄλλως: ἄτοπόν φασι πιστεύσαντα τῷ θεῷ τὸν Ἄδραστον δυστυχῆσαι τοσαῦτα κατὰ τὰς Θήβας καὶ μόνον φυγάδα σωθῆναι ὑπὸ τοῦ ἰδίου ἵππου Ἀρείονος. πρὸς οὓς ῥητέον ὅτι ἐκδοῦναι τὰς θυγατέρας προσέταξεν ὁ θεὸς, ἀλλʼ οὐχὶ καὶ ἐπιστρατεῦσαι ταῖς Θήβαις: —

<!-- 411 -->ὁ μὲν Τυδεὺς διὰ τὸν ἐπιχώριον κάπρον, ὁ δὲ Πολυνείκης διὰ τὴν Σφίγγα. λεοντοπρόσωπος γὰρ αὕτη: —

<!-- 412 -->καὶ σοὶ τί θηρῶν: ποίαν κοινωνίαν εἶχες μετὰ θηρός: —

<!-- 413 -->ἡ εἱμαρμένη ἡμᾶς συνήγαγεν εἰς τοῦτο συντυχίας· οὐ γὰρ ἐκ προνοίας ἐγένετο: — πρὸς τὸ ἀποβάν: —

<!-- 415 -->εἰς τὰ προπύλαια: —

<!-- 416 -->πρὸς τῷ βασιλεῖ κοιμηθησόμενος ἢ ὡς φυγὰς πλανώμενος: — ζητῶν: — λείπει τὸ ὡς· ὡς φυγάς: —

<!-- 417 -->εἶτα: — κᾆτά γʼ ἦλθεν ἄλλος: ὁ Τυδεύς· φασὶ γὰρ ὅτι τὰ τέκνα Ἀγρίου ἐφόνευσεν Ἀλκάθουν καὶ Λυκωπέα· διὸ ἔφυγεν: — οὗτος ἔφυγε διὰ τὸν φόνον τῶν συγγενῶν ἀλθαίας: —

<!-- 419 -->γεννηθῆναι: —

<!-- 420 -->ἀντὶ τοῦ· εἰς τί ἀφορῶν: —

<!-- 420bis -->ἀφωμοίωσεν: — γράφεται ᾔκασεν: —

<!-- 421 -->εἰς μάχην: — στρωμνῆς ἐς ἀλκήν: στρωμνῆς νῦν τοῦ τόπου τῆς κατακλίσεως. ὅτι θηριωδῶς ἐμαχεσάμεθα πρὸς ἀλλήλους, θηρσὶν ἡμᾶς εἴκασεν. ἔνιοι δὲ οὐ διὰ τοῦτο, ἀλλʼ ὅτι ὁ μὲν κάπρου, ὁ δὲ λέοντος δορὰν ἠμφίεστο: —

<!-- 422 -->ἀντὶ τοῦ· ἐν τούτῳ τῷ καιρῷ: — Ταλαοῦ παῖς: Αἰόλου Κρηθεὺς, οὗ Ἀμυθάων, οὗ Βίας, οὗ Ταλαὸς, οὗ Ἄδραστος: —

<!-- 425 -->μέχρι ταύτης τῆς ἡμέρας, ἕως τοῦ παρόντος: —

<!-- 426 -->ἕπεσθαι συνακολουθῆσαι: —

<!-- 428 -->τοῦτο γὰρ περισσόν· προεμηνύθη γὰρ ἄνωθεν ἤδη: —

<!-- 430 -->ἄριστοι ἐξέχοντες: —

<!-- 431 -->πάρεισι λυπρὰν χάριν: καθὸ κατὰ πατρίδος ἐστρατεύσαντο· ἀναγκαίαν δέ· οὐκ ἐνεχώρει γὰρ ἄλλως γενέσθαι δίχα πολέμου. ἔμφρων δὲ καὶ ἐλεεινὸς ὁ λόγος: —

<!-- 434 -->τοῖς φιλτάτοις τοκεῦσι: γράφεται καὶ ἑκοῦσιν, ἵνʼ ᾖ· τῷ ἀδελφῷ μου. ὁ γὰρ Ἐτεοκλῆς ἑκὼν πορθεῖ τὴν πόλιν διὰ τὸ μὴ ἀφίστασθαι τῆς βασιλείας: — ἐκίνησα: —

<!-- 435 -->ἀνάκειται ἁρμόζει: — ἀπαλλαγή: —

<!-- 436 -->ὥστε διαλλάξασαν παῦσαι: —

<!-- 438 -->ἀλλʼ ὅμως ἐρῶ: ἐρῶ μὲν ῥῆμα πάλαι ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ. παροιμιώδης δὲ ὁ στίχος: —

<!-- 439 -->καὶ ὁ ῥήτωρ· «δεῖ δὲ χρημάτων»: —

<!-- 440 -->τῶν ἐν ἀνθρώποις πραγμάτων: —

<!-- 441 -->ἐφʼ ἃ, χρήματα, ἐγὼ ἥκω: —

<!-- 442 -->βοήθειαν: —

<!-- 443 -->εἰς διαλλαγάς: εἰς φιλίαν. διʼ ὧν εἰς φιλίαν δύνασαι ἐνεγκεῖν τὰ τέκνα: —

<!-- 444 -->γράφεται ἥκει: —

<!-- 446 -->μῆτερ πάρειμι: κάλλιστα πεποίηται τῷ τραγικῷ τὸ πρόσωπον οἷον δεῖ εἶναι ἄδικον ἄνδρα· γινώσκων γὰρ ὅτι οὐδὲν δίκαιον ἔχει λέγειν, ἐπείγει τὴν κρίσιν τὸν ἐκ τῆς δικαιολογίας κατὰ λεπτὸν γινόμενον ἔλεγχον φεύγων: — τὴν χάριν δὲ σοὶ διδούς: ὀρθοτονητέον τὴν σοί διὰ τὴν πρὸς τὸν ἀδελφὸν σχέσιν: —

<!-- 448 -->καὶ ξυνωρίδας: ὁ καί παρέλκει: — καὶ ξυνωρίδας λόχων: τοὺς ἱππέας τοῦ στρατοῦ ἐκ τῶν ἁρμάτων δηλοῖ. ξυνωρίδας τὰ ἅρματα, λόχων δὲ στρατευμάτων: — συντάξεις συναφείας: —

<!-- 449 -->τάσσων ἐπέσχον πόλιν: διὰ σὲ, ὦ μῆτερ, τὴν διακόσμησιν τοῦ στρατοῦ ἐπέσχον, ὅπως ἀκούσω πρότερον τὰς παρὰ σοῦ γινομένας κοινὰς ἡμῖν διαλύσεις. βραβείας γὰρ διαλύσεις. ὅ ἐστι τοὺς μετὰ κρίσεως λόγους: —

<!-- 450 -->ἄλλως: κοινὰς βραβείας: τὰς ἀμφοῖν διαλύσεις ἡμῶν. τουτέστιν· ἐν τάξει μερίζων τοὺς πολίτας καὶ κατατάσσων τὴν ἐμὴν δύναμιν ἐπέσχον τὴν διακόσμησιν, ὅπως ἂν ἀκούσαιμι πρότερον τοὺς πρὸς τὴν κοινὴν ἡμῶν διάλυσιν παρὰ σοῦ γινομένους λόγους, ὦ μῆτερ: — βραβείας: ἀντὶ τοῦ διαλύσεις ὧν ἐβράβευσεν ἡ μήτηρ, τουτέστι τοὺς μετὰ κρίσεως λόγους, διʼ ὧν ἑκάτερος αὐτῶν ἐδείκνυε δικαιότερα λέγων. ἔνθεν καὶ βραβευταί: — κρίσεις μεσιτείας διοικήσεις: —

<!-- 451 -->τόνδʼ εἰσεδέξω: εἴσω ἐδέξω ὡς καὶ εἴσιθι, εἴσω ἴθι. τοῦτο δὲ ἐναντίον τῷ «Ἴλιον εἴσω», ἀντὶ τοῦ εἰς τὴν Ἴλιον· ἐκεῖσε γὰρ ἀντὶ προθέσεως παραλαμβάνεται: —

<!-- 452 -->οὐκ ἐν τῷ τάχει ἐστὶ τὸ δίκαιον. οὐδαμῶς τὸ ὀξέως τι πράττειν τὸ δίκαιον κατέχει: —

<!-- 453 -->βραδεῖς δὲ μῦθοι: οἱ μετʼ ἐπισκέψεως καὶ μὴ σπουδάζοντες λόγοι πάνυ δεικνύουσι τὸ σοφόν: — βραδεῖς δὲ μῦθοι: οἱ μετʼ ἐπισκέψεως, οἳ καὶ τὸ σοφὸν ἔχουσιν: —

<!-- 454 -->σχάσον δέ: στῆσον κατάπαυσον καὶ ἄνες. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων· σχάσαι γὰρ τὸ ἐπισχεῖν τῶν κωπῶν τὴν εἰρεσίαν: — τὸ φοβερὸν ὅραμα καὶ τὸ ἄγαν ὀργίλον: —

<!-- 456 -->ἀντὶ τοῦ οὐκ ἐχθρόν: — Γοργόνες τρεῖς, Σθενὼ Εὐρυάλη Μέδουσα: —

<!-- 457 -->γράφεται καὶ τρέπε: —

<!-- 458 -->ἀντὶ τοῦ ἐξ ἐναντίας: —

<!-- 459 -->ἀπὸ κοινοῦ τὸ ἄμεινον: —

<!-- 460 -->ὑμῶν, ἀντὶ τοῦ ὑμῖν· γενικὴ ἀντὶ δοτικῆς: — φρόνιμον συνετόν: —

<!-- 463 -->ἀντὶ τοῦ ἐπὶ φιλίᾳ: —

<!-- 465 -->ἀντὶ τοῦ· σὺ πρῶτος ὀφείλεις λέγειν: —

<!-- 467 -->ἵνα μὴ λυπήσῃ τὸν Ἐτεοκλέα: — τοῦτο θεραπευτικὸν τοῦ Ἐτεοκλέους: —

<!-- 468 -->καὶ διαλλακτὴς κακῶν: διαλλακτής ὀξυτόνως· τὰ γὰρ παρὰ ῥῆμα ὀξύνονται ὡς τὸ κολυμβητής ποιητής: —

<!-- 469 -->ἁπλοῦς: οὐ ποικίλως ἡρμοσμένος, ἀλλʼ ἀπανούργητος καὶ ἀνεμπόδιστος: —

<!-- 470 -->κοὐ ποικίλων δεῖτʼ: γράφεται δεῖτʼ ἄνδιχʼ ἑρμηνευμάτων, ἵνʼ ᾖ· καὶ οὐ ποικίλης δεῖται ἔξωθεν ἀπολογίας ἡ ἀλήθεια· ἔχει γὰρ αὐτὰ τὰ ἀληθῆ ἀφʼ ἑαυτῶν τὸ εὔκαιρον. ἄνδιχα γὰρ ἀντὶ τοῦ ἔξωθεν: — ἄλλως: τἄνδιχʼ: τὰ ἔνδικα, ἀντὶ τοῦ τὰ δίκαια. τὸ δὲ χ διὰ τὴν δασεῖαν: — ῥήσεων: —

<!-- 471 -->ἔχει γὰρ αὐτὰ καιρόν: ἰσχὺν εὐκαιρίαν εὐστοχίαν: — εὐκαίρως γὰρ καὶ καλῶς λέγεται τὰ δίκαια καὶ τὴν ἐπίτευξιν ἔχει: —

<!-- 472 -->νοσῶν ἐν αὑτῷ: ἐν ἑαυτῷ κακῶς ἔχων συνηγόρων δεῖται θεραπειῶν πεπαιδευμένων: —

<!-- 473 -->ἀντὶ τοῦ προσκεψάμενος· ῥῆμα ἀντὶ μετοχῆς: — ἐγὼ δὲ πατρός: ἐγὼ, φησὶ, προνοησάμενος τῆς πατρικῆς οὐσίας καὶ βουλόμενος ἐμέ τε καὶ τοῦτον ἐκφυγεῖν τὰς Οἰδίποδος ἀρὰς ἐξῆλθον ἀπὸ τῶν ὅρων ταύτης τῆς γῆς: — ἄλλως: ἐγὼ δὲ προνοησάμενος τὸ ἐμὸν καὶ τὸ τούτου συμφέρον χρῄζων τὰς ἀρὰς τοῦ πατρὸς ἐκφυγεῖν ἃς ἐφθέγξατο ἐξῆλθον ἔξω τῆς ἐμῆς πατρίδος: —

<!-- 474 -->ἐκφυγεῖν θέλων: —

<!-- 478 -->ἀνὰ μέρος λαβών: ἀναλαβὼν τὸ μέρος: — Ἀττικὴ ἡ σύνταξις· λαβών ἀντὶ τοῦ λαβόντα, αὐτὸν ἐμὲ λαβόντα· ὡς τὸ «ἐξὸν καθεύδειν τὴν ἐρωμένην ἔχων»: —

<!-- 479 -->ὑπὸ τοῦδε: — γράφεται καὶ φθόνου: —

<!-- 480 -->ὁποῖα εἴωθε γίνεσθαι καὶ συμβαίνειν τοῖς φίλοις εἰς ἔχθραν ἥκουσιν: —

<!-- 481 -->συνθέμενος: — ἐπόπτας τοὺς θεούς: —

<!-- 482 -->βίᾳ φυλάττει: —

<!-- 483 -->γράφεται καὶ δόμων ἐμῶν μέρος: —

<!-- 484 -->καὶ νῦν ἕτοιμός εἰμι: ἕτοιμός εἰμι τὸν μὲν στρατὸν ἀποστεῖλαι, οἰκεῖν δὲ κατὰ διαδοχὴν τὸν ἐμὸν οἶκον λαβών: —

<!-- 485 -->ἐκπέμψαι: —

<!-- 486 -->κατὰ διαδοχήν: —

<!-- 487 -->ἀντὶ τοῦ μετὰ τὸν ἐνιαυτόν: —

<!-- 488 -->ἀπὸ κοινοῦ τὸ ἕτοιμός εἰμι: —

<!-- 489 -->καθὼς ποιοῦσιν οἱ πολέμιοι: — πηκτῶν κλιμάκων: προσφέρουσι γὰρ κλίμακας οἱ πολέμιοι: —

<!-- 490 -->ἃ μὴ κυρήσας: ἅτινα πειράσομαι δρᾶν μὴ κυρήσας τῆς δίκης: — ἄλλως: καὶ λείπει ἡ εἰς· εἰς ἃ μὴ κυρήσας πειράσομαι δρᾶν τὰ ἀπὸ τῆς δίκης: —

<!-- 493 -->πάσχων ἀνόσια καὶ ἀσεβῆ: —

<!-- 494 -->ταῦτʼ αὔθʼ ἕκαστα: τὰ ἁπλᾶ, χωρὶς ποικιλίας τινός. τὸ δὲ ἑξῆς· ταῦτʼ αὔθʼ ἕκαστα εἶπον: — ἄλλως: τὰ κεφάλαια καὶ τὰ ἀναγκαιότατα τῶν λόγων μου ταῦτά ἐστιν: — δυσχερείας ὑποθέσεις: —

<!-- 496 -->καὶ τοῖσι φαύλοις: καὶ τοῖς εὐτελέσι καὶ μὴ δυναμένοις διακρῖναι: —

<!-- 497 -->ἐμοὶ μέν: δοκεῖς μοι συνετὰ λέγειν, εἰ καὶ μὴ Ἕλλην εἰμί. μετέβη δέ: — ἄλλως: εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνα τετράμμεθα, ἀλλʼ οὖν γε ἐμοὶ συνετὰ δοκεῖς λέγειν· ἵνα πλεονάζῃ ὁ μέν καὶ ἡ μία ἀντωνυμία: —

<!-- 499 -->εἰ πᾶσι ταὐτὸ καλόν: ὥστε, εἰ σοὶ τοῦτο δίκαιον φαίνεται, ἀλλʼ οὐκ ἐμοί: —

<!-- 500 -->ἀμφισβητήσιμος: —

<!-- 501 -->οὔτʼ ἴσον βροτοῖς: μέχρι ὀνόματος τὸ ὅμοιον καὶ τὸ ἴσον σῴζεται ἀνθρώποις. ὀνομάζομεν γοῦν πάντες Ἕλληνες κοινῇ χρυσὸν καὶ τὸ μὲν ὄνομα ὁμοίως πάντες προφερόμεθα, διχοστατοῦμεν δὲ περὶ τὴν δόξαν τούτου, ὁ μὲν ἀγαθὸν, ὁ δὲ φαῦλον αὐτὸν φάσκοντες. ὁμοίως καὶ ἐπὶ τῆς σωφροσύνης καὶ πάντων τῶν ἄλλων: — ἄλλως: τὸ δίκαιον καὶ ἴσον εἰ μὴ μόνῳ ὀνόματι οὐ σῴζεται παρὰ τοῖς ἀνθρώποις: — οὐ σύμφωνον: — τῆς αὐτῆς προαιρέσεως: —

<!-- 502 -->πλὴν ὀνομάσαι: πλὴν ὀνόματι μόνον οὐκ ἔστι τὸ ὅμοιον καὶ τὸ ἴσον ἐν ἀνθρώποις: — ἄλλως: τοῖς ὀνόμασι μόνοις σύμφωνοί ἐσμεν οἱ ἄνθρωποι: — τὸ δίκαιον δηλονότι: —

<!-- 503 -->ἀποκρύψας σε, τὴν μητέρα, ὦ μῆτερ: —

<!-- 504 -->ἄστρων ἀνέλθοιμι: εἴθε ἠδυνάμην εἰς οὐρανὸν ἀνελθεῖν καὶ εἰς Ἅιδου κατελθεῖν ἐπὶ τῷ κατορθῶσαι τὴν μεγίστην θεῶν τυραννίδα. οὐκ ἐπιτιμητέον δέ· ἁρμόδιοι γὰρ οἱ λόγοι ἀνδρὶ πλεονεξίαν διώκοντι: — ἡλίου πρὸς ἀνατολάς: λείπει ὁ καί· καὶ ἡλίου πρὸς ἀνατολὰς, τῶν ἄστρων καὶ τοῦ ἡλίου: —

<!-- 507 -->τοῦτʼ οὖν τὸ χρηστόν: ἀλόγιστος ὁ Ἐτεοκλῆς· ἐξὸν γὰρ αὐτῷ τῷ τοῦ πρεσβυτέρου χρήσασθαι δικαιώματι ᾧ μᾶλλον ἐπέβαλλεν ἡ ἀρχή, ἀδικεῖν ὁμολογεῖ ἑαυτὸν καὶ πλεονεκτεῖν φησι. πρὸς ὃ ῥητέον ὅτι μίμησιν ἀνδρὸς ἀδίκου ἐξεικονίζει ἡμῖν ὁ Εὐριπίδης μηδὲ τῷ δοκεῖν εὐσεβεῖν βουλομένου· ἄλλως τε, εἰ ἔφασκεν ἄρχειν ὡς πρεσβύτερος, ἠκολούθει τῷ λόγῳ τὸ τῶν κτημάτων μέρος δεῖν ἀπονέμειν: —

<!-- 508 -->συγχωρῆσαι παρεᾶσαι δοθῆναι: — τὸ ἤ νῦν ἀντὶ τοῦ ἀλλά. σῴζειν ἐμοί ἀντὶ τοῦ ἐμαυτῷ: —

<!-- 511 -->μετὰ ὅπλων: —

<!-- 513 -->γένοιτʼ ὄνειδος: αἰσχύνη ἔλεγχος ὕβρις: — αἰσχύνη ἐστὶν, ἃ χρῄζει, τούτων τυχεῖν ἐπὶ πορθήσει παραγενόμενον: —

<!-- 514 -->συγχωρήσαιμι: —

<!-- 515 -->οὐ διὰ τῶν ὅπλων: —

<!-- 516 -->πᾶν γὰρ ἐξαιρεῖ λόγος: πάντα γὰρ ὁ λόγος κατορθοῖ: — ἄλλως: ὁ λόγος, φησὶν, ἴσος ἐστὶ σιδήρῳ· πάντα γὰρ χειροῦται καὶ κατορθοῖ ὁ λόγος διὰ τῆς πειθοῦς ἅπερ σίδηρος βίᾳ: — ἄλλως: ἀντὶ τοῦ· ὃ ποιεῖ ὁ καλὸς λόγος, οὐ δύναται ποιῆσαι ὁ πόλεμος τῶν πολεμίων: — κατορθοῖ χειροῦται: —

<!-- 517 -->ὁ τῶν πολεμίων σίδηρος: —

<!-- 518 -->κατὰ ἄλλον τρόπον, ἐκτὸς τῆς βασιλείας: —

<!-- 520 -->ἄρχειν παρόν μοι: τί λέγεις, φησίν· ἐξόν μοι νῦν ἄρχειν ἄλλῳ παραχωρήσω: — ἄλλως: τοῦτο κατʼ ἰδίαν φησὶ μεθʼ ὑποκρίσεως· ἄλλῳ δὲ παραχωρήσω καὶ δουλεύσω: —

<!-- 521 -->φερέσθω: —

<!-- 522 -->ἔτρεψε τὸν λόγον πρὸς τὸν Πολυνείκην: —

<!-- 523 -->παραχωρήσω συγχωρήσω: —

<!-- 525 -->εἰς τὰ ἄλλα: —

<!-- 526 -->μὴ ʼπὶ τοῖς ἔργοις: ἐπὶ τοῖς ἔργοις τοῖς μὴ καλοῖς: — ὁ νοῦς· οὐ δεῖ, φησὶ, λόγῳ μὲν σοφίζεσθαι, ἔργῳ δὲ πονηρὸν εἶναι: — ἄλλως: οὐ δεῖ τὰ φαῦλα τῶν ἔργων λόγοις καλλωπίζειν· οὐ γάρ ἐστι τοῦτο καλόν, ἀλλʼ ἐναντίον τῷ δικαίῳ: —

<!-- 527 -->ἐχθρὸν λυπηρόν: —

<!-- 528 -->τῷ γήρᾳ κακά: ἔστι γὰρ ἐν τῷ γήρᾳ ἔνια κακὰ, τὸ ἀσθενὲς, τὸ δυσκίνητον, τὸ ἐπίλησμον, τὸ δυσήκοον· ἀλλʼ ἔστιν ἓν αὐτῷ καλόν· ἡ πεῖρα τῶν πολλῶν διδάσκει αὐτό: —

<!-- 529 -->ἀλλʼ ἡ ʼμπειρία: ὁ ἀλλά ἀντὶ τοῦ γάρ· ἡ γὰρ ἐμπειρία ἔχει τι λέξαι σοφώτερον: — γράφεται καὶ πρὸς δοτικήν, ἵνʼ ᾖ· τῇ γὰρ ἐμπειρίᾳ τὸ γῆρας ἔχει τι λέξαι τῶν νέων σοφώτερον. ὥστε μή μου καταφρονήσῃς παντελῶς: —

<!-- 531 -->τί τῆς κακίστης: τῆς ἐν τοῖς δαίμοσι κακίστης, ὡς τὸ «δικαιότατος Κενταύρων» ἀντὶ τοῦ δίκαιος ἐν Κενταύροις: —

<!-- 532 -->φιλοτιμίας: ἡ σπουδὴ, ἡ ἐπιθυμία περὶ τὰ ἄδικα καὶ τὰ δίκαια: — φιλοτιμίας: κενοδοξίας· μέσον γὰρ τὸ τῆς φιλοτιμίας ὄνομα: — φιλονεικίας φιλοδοξίας: —

<!-- 533 -->πολλοὺς δʼ ἐς οἴκους: πολλὰ γὰρ τῶν κακῶν ἐπὶ φθορᾷ τῶν ἀπολλυμένων ἀπαλλάσσεται, ὡς νόσος καὶ πυρετοὶ σφοδροὶ καὶ διάπυροι: —

<!-- 536 -->καὶ τὸ φιλεῖν τιμᾶν ἢ τιμᾶσθαι: —

<!-- 538 -->συναρμόττει: — τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ: ἀντὶ τοῦ δίκαιον καὶ ἀσφαλές. βέβαιον: — ἄλλως: ἀσφαλὲς καὶ βέβαιον· οἱ γὰρ νόμοι ἀμετάτρεπτοί εἰσιν: —

<!-- 539 -->ἀντὶ τοῦ· τῷ πλεονέκτῃ δὲ ἀεὶ ἐναντίον ἐστὶ τὸ μικρόν: —

<!-- 541 -->ἀντὶ τοῦ ζυγά: —

<!-- 542 -->ἰσότης ἔταξε: ἐν τούτοις γὰρ σῴζεται· καὶ γὰρ διὰ τῶν μέτρων καταλαμβάνεται τὸ ἴσον: — διέκρινεν: —

<!-- 543 -->περιφραστικῶς ἡ νύξ: — σκοτεινόν: —

<!-- 545 -->φθόνον ἔχει: ἀντὶ τοῦ μέμψιν: — διὰ τὴν ἰσότητα παραχωροῦσιν ἀλλήλοις τοῦ νικᾶν ἀνελλιπῶς λάμποντες: —

<!-- 546 -->εἶθʼ ἥλιος μέν: εἶτα ὁ ἥλιος μὲν καὶ ἡ νὺξ τῷ ἴσῳ δουλεύουσι, σὺ δʼ οὐκ ἀνέξῃ τῶν δωμάτων ἔχων τὸ ἴσον δουλεύειν τῇ ἰσότητι: —

<!-- 547 -->ἔχων ἴσον: ἐὰν γράφηται ἔχειν, καὶ ἀπονέμειν· ἐὰν δὲ ἔχων, καὶ ἀπονέμων: —

<!-- 549 -->τί τὴν τυραννίδʼ: λείπει τὸ οὖσαν καὶ τὸ ὡς· τί τιμᾷς τὴν τυραννίδα ἀδικίαν οὖσαν ὡς εὐδαίμονα καὶ ὡς μακαρίαν: — ἄλλως· τί τὴν τυραννίδα: αὐτὴν τὴν τυραννίδα εὐδαίμονα ἀδικίαν φησίν: — εὐδαίμονα: ἔδει, φασὶ, δυσδαίμονα αὐτὴν εἰπεῖν, ἵνα τὸν Ἐτεοκλέα τῆς περὶ αὐτὴν ἀσεβοῦς ἐπιθυμίας ἀποστρέψῃ: —

<!-- 550 -->ὑπέρφευ: ὑπεράγαν. διὰ μέσου μετὰ σχετλιασμοῦ τὸ ὑπέρφευ ἀναπεφώνηται: — ὑπὲρ τὸ δέον, πάνυ: — ἀντὶ τοῦ μεγάλως τιμᾷς: — καὶ μέγʼ ἥγησαι τόδε: καὶ μέγα τοῦτο νομίζεις, τὸ ἄρχειν. τὸ γὰρ περιβλέπεσθαι τίμιον τὸ ἄρχειν δηλοῖ: — ἄλλως: ἐν ἤθει, πευστικῶς· μέγα νομίζεις τὸ περίβλεπτος εἶναι καὶ περιφανὴς παρὰ πᾶσιν. ἢ οὕτως· ἀλλὰ τὸ περιβλέπεσθαι τίμιον νενόμικας. κενὸν μὲν οὖν τοῦτο: —

<!-- 557 -->ὅταν δὲ χρῄζωσʼ: ἀντὶ τοῦ βούλωνται· ὅταν δὲ βούλωνται καὶ χρείαν ἔχοιεν τοῦ παρέχειν αὐτὰ ἑτέροις: —

<!-- 559 -->ἄγʼ ἤν σʼ ἔρωμαι: ἄγε, ἐάν σε ἐρωτήσω δύο λόγους προβαλλομένη «ἆρα τυραννεῖν θέλεις ἢ τὴν πόλιν σῶσαι», πάντως ἐρεῖς μοι τυραννεῖν: —

<!-- 561 -->ἐρεῖς τυραννεῖν: ἐὰν γὰρ τυραννεῖν θέλῃς, πολεμηθήσεται ἡ χώρα: — ἐὰν δὲ νικήσῃ σε οὗτος, τί. λείπει δὲ τὸ τί: —

<!-- 562 -->ἀντὶ τοῦ· τοὺς Θηβαίους νικήσῃ: —

<!-- 565 -->γράφεται καὶ λελῃσμένας: —

<!-- 566 -->ὃν ζητεῖς ἔχειν: γράφεται καὶ δαπανηρός, ὅ ἐστιν ἐπιζήμιος· ἀνάγκη γὰρ εἰς πόλεμον συμμάχους προτρέψασθαι καὶ δαπανᾶν: —

<!-- 567 -->φιλόδοξος δὲ σὺ ἔσῃ. λείπει τὸ ἔσῃ: —

<!-- 569 -->ἀνέθηκε παρήψατο. ἀπὸ μεταφορᾶς τῶν πλοίων τῶν ἀποδεσμουμένων εἰς λιμένα: —

<!-- 570 -->ἀσύνετα δʼ ἦλθες: ἑνὶ γὰρ διαφερόμενος ἁπάσῃ τῇ πόλει ἐπάγεις κίνδυνον καὶ ταῦτα ἐπιστάμενος οὐ δημοκρατουμένην, ἀλλὰ μοναρχουμένην: —

<!-- 571 -->ἀντὶ τοῦ ὑποχείριον λάβῃς: — γράφεται μὴ τύχῃ: —

<!-- 572 -->οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν: — τρόπαια: νικητήρια, ἀπὸ τοῦ τρέψαι καὶ διῶξαι τοὺς πολεμίους. λέγει δὲ τὰ ἱστάμενα σύμβολα τῆς νίκης. τὸ δὲ καὶ σκῦλα γράψεις ἀντὶ τοῦ· τὰ ὅπλα ἐπιγράψεις ἤτοι τὰ ἀναθήματα τῶν πεφονευμένων: —

<!-- 573 -->ἀντὶ τοῦ ἀπαρχὰς ποιήσεις: —

<!-- 574 -->Ἴναχος ποταμὸς Ἄργους: — ἀντὶ τοῦ ἐν Ἄργει: —

<!-- 575 -->Θήβας πυρώσας: τοῦτο ἔχεις ἐπιγράψαι. τοῦτο ἔχεις εἰπεῖν: —

<!-- 576 -->ἀντὶ τοῦ ἀνέθηκεν: — φήμην: — μήποτʼ ὦ τέκνον κλέος: ἀντὶ τοῦ ὄνειδος. λόγῳ μὲν παραινεῖ αὐτῷ, τῇ δʼ ἀληθείᾳ ἀπεύχεται τὸ πρᾶγμα, ὡς τὸ παρʼ Ὁμήρῳ· «μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ποιήσειεν»: —

<!-- 578 -->νικηθῇς: — ὑπεκδράμῃ: παρέλθῃ νικήσῃ. μετενήνοχε δὲ ἀπὸ τῶν δρομέων. οἷον ὑπέρτερα γένηται: —

<!-- 580 -->ὦ κακῶς θυγατρὶ μνηστευσάμενος: — ἐπιγαμβρεύματα γάμοι: —

<!-- 582 -->ἀντὶ τοῦ δύο κακά: —

<!-- 583 -->κείνων στέρεσθαι: τῶν Ἀργείων, καὶ ὑπὸ Θηβαίων θανεῖν: — ἄλλως: τοῦ Ἄργους δηλονότι. ὁ δὲ νοῦς· μήτε ἐκεῖνα μήτε ταῦτα ἔχειν. κἀκείνων στερηθῆναι τούτων τε μὴ τυχεῖν. τὸ γὰρ ἐν μέσῳ πεσεῖν οὕτως φησί· πρὸ τοῦ ἀφικέσθαι ἐπʼ αὐτὰ ἐκπεσεῖν τῆς ἐλπίδος: —

<!-- 584 -->μέθετον τὸ λίαν, μέθετον: ἄφετε τὸ λίαν φιλονεικεῖν. μηδὲν ἄγαν: — ἄλλως: ἀντὶ τοῦ τὸ θυμικόν. καὶ ἐν Ὀρέστῃ «τῷ λίαν χρῆσθαι καλῶς»: — ἄλλως: ἐν τούτοις Ἰοκάστη οὐδὲν συμβεβούλευκε τοῖς παισὶ κοινωφελές, ἀλλὰ τῷ μὲν λέγει· εἰς τί φιλοτιμῇ τυραννεῖν, τῷ δέ· εἰς τί πολεμεῖς τὴν πατρίδα. ἐχρῆν δὲ τοῦτο συμβουλεῦσαι, διελομένους τὰ πατρῷα καὶ τὴν βασιλείαν παύσασθαι τῆς διχοστασίας, ὥσπερ ὑπέστησαν ἐξ ἀρχῆς ἀνὰ μέρος ἄρχειν. καὶ γὰρ ἐπὶ τῷ ποιητῇ ἦν ποιῆσαι αὐτοὺς μὴ πειθομένους, ὅπως τὰ τῆς ἱστορίας μένῃ βέβαια· εἵμαρτο γὰρ αὐτοὺς ἀλληλοκτόνους γενομένους κατὰ τὰς ἀρὰς τοῦ πατρὸς ἀποθανεῖν. νῦν δὲ οὐδὲν τούτων πεποίηκεν: — ἐάσατε: —

<!-- 585 -->ὅταν μόλητον: αἱ τῶν δύο ἀμαθίαι, ὅταν μόλωσιν εἰς ταὐτὸν, μέγιστον κακὸν γίνονται: — ἄλλως: ὅταν εἰς τὸ αὐτὸ κακὸν τῆς ἀμαθίας ἔλθητε ἀμφότεροι, δεινὸν κακόν: —

<!-- 586 -->λυτήριοι κωλυταὶ ἀποσοβηταί: —

<!-- 588 -->ἀντὶ τοῦ ἔριδος: — ὁ ἀλλά ἀντὶ τοῦ γάρ: — ἀντὶ τοῦ δεδαπάνηται: —

<!-- 589 -->οὐδὲν ἡ προθυμία: ἡ σὴ προθυμία δηλονότι: — περαίνει δʼ οὐδὲν ἡ προθυμία: ἀντὶ τοῦ προθυμουμένη ἡμᾶς εἰς φιλίαν ἀγαγεῖν οὐ πείθεις: — ἡ σή. ἐκ τοῦ προτεθυμῆσθαί σε, ὦ μῆτερ, διαλλάξαι ἡμᾶς οὐδὲν πλέον γίνεται· ὁρᾷς γὰρ ἡμᾶς μὴ πειθομένους: — ἀνύει: —

<!-- 592 -->τῶν πολλῶν: —

<!-- 594 -->παρὰ τίνος: — οὕτως εὔτολμος: —

<!-- 595 -->ἀπολήψεται ἀπαγάγῃ: —

<!-- 596 -->ἐγγὺς οὗ πρόσω: οὗτινος ἐγγὺς καὶ ἔμπροσθεν ἵστασαι. τὸ δʼ εἰς χέρας λεύσσεις ἐμάς ἐν ἐρωτήσει· λεύσσεις εἰς χεῖρας ἐμάς· ἐκ τούτων ἀποθνῄσκεις: — πρόσω βέβηκας: ἐγώ εἰμι, φησὶν, ὁ φονεύς σου γενησόμενος. τὸ δὲ οὐ πρόσω βέβηκας ἀντὶ τοῦ· οὐ πέφευγάς με: — μακράν: — κατʼ ἐρώτησιν: —

<!-- 597 -->δειλὸν δʼ ὁ πλοῦτος: παρόσον οἱ πλούσιοι δειλοί εἰσι πρὸς θάνατον ὡς μεγάλων ἀγαθῶν στερούμενοι· οἱ δὲ πένητες ῥιψοκίνδυνοί εἰσιν ἐπιλογιζόμενοι ὡς λυσιτελεῖ κινδυνεύσαντα κτήσασθαι καὶ ἀποθανεῖν μᾶλλον ἢ πτωχὸν ὄντα ζῆν. φησὶν οὖν ὅτι φιλόψυχος εἶ σύ: — φιλοψύχους ποιῶν: —

<!-- 598 -->εἶτα: — πρὸς τὸν ἄνανδρον: —

<!-- 600 -->κομπὸς εἶ: τὸ μὲν προσηγορικὸν ὡς τὸ τέμπος, τὸ δὲ ἐπίθετον ὡς τὸ καρπός, κομπός, λάλος κομπαστής. ὁ δὲ νοῦς· μεγαλοφρονεῖς ἐπὶ ταῖς γενομέναις σπονδαῖς καὶ συνθήκαις, αἵτινές σε ῥύονται τοῦ ἤδη τεθνήξεσθαι: — ἄλλως: κομπός ὁ κομπηρὸς καὶ ἐπηρμένος, πρὸς ἀντιδιαστολὴν τοῦ κόμπος ἡ ἔπαρσις. γράφεται δὲ καὶ κομψός· κρεῖττον δὲ τοῦ κομψός τὸ κομπός. σπονδαῖς ταῖς εἰρηνικαῖς καταλλαγαῖς λέγει: — φλύαρος: — σπονδάς φησι καθʼ ἃς ἐπετράπη ἐξελθεῖν: —

<!-- 601 -->καὶ σὲ δεύτερόν γʼ ἀπαιτῶ: ἰδού, φησὶ, δεύτερόν σοι λέγω ἀποδοῦναί μοι τὸ μέρος τῆς βασιλείας. ἅπαξ γὰρ εἶπεν ἄνω καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν στρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός: —

<!-- 602 -->οὐκ ἀποδίδομεν: —

<!-- 603 -->τοῦ ἐπιβάλλοντός σοι: —

<!-- 606 -->θεῶν τῶν λευκοπώλων δώμαθʼ: εὐφήμως· λέγει δὲ τῶν μελανοπώλων: — Κάστορος καὶ Πολυδεύκους. ἢ Ζήθου καὶ Ἀμφίονος, ὅπερ ἄμεινον: — οἵτινες μισοῦσί σε: —

<!-- 607 -->ἐξελάσων πορθήσων· διὸ ψιλῶς ἀναγνωστέον: —

<!-- 608 -->Μυκήναις: ἐν ταῖς Μυκήναις ἀνακάλει καὶ μὴ ἐνθάδε: —

<!-- 609 -->τὸ ἑξῆς· ἀνόσιος πέφυκας ὅς με ἄμοιρον ἐξελαύνεις τὸ μέρος τῆς βασιλείας κατέχων: — ἄλλως: ἄδικος πέφυκας  <span class="gap">…</span> ἀλλʼ οὐδὲ πατρίδος πολέμιος: —

<!-- 610 -->σὺν τούτοις: —

<!-- 614 -->εἶμι μὴ πόνει: μὴ κάμνε, μὴ θορυβοῦ τούτου χάριν· ἄπειμι γάρ. ἐπίτηδες δὲ περιεσταλμένῳ φρονήματι ταῦτά φησι προσδοκῶν εἰς τὸ δίκαιον ἔτι μετακαλέσειν τὸν ἀδελφόν: — σὲ δʼ αἰνῶ μῆτερ: σὲ δὲ ἀποδέχομαι, ὅτι ἐσπούδασας εἰς φιλίαν ἡμᾶς ἀγαγεῖν: — ἔξιθι: τὸ μὲν εἶμι διὰ τῆς ει διφθόγγου παραλόγως, ἡ δὲ ἀπʼ αὐτοῦ πᾶσα κλίσις διὰ τοῦ ι: —

<!-- 617 -->ἄφατος ἡ οἰκονομία: —

<!-- 618 -->ἀντὶ τοῦ κἂν σύ· οὕτως γὰρ  <span class="gap">…</span> — χαρτὰ γοῦν πάσχω τέκνον: ἐν ἤθει τοῦτο Ἰοκάστη, ἐπεὶ αὐτῇ εἶπε χαῖρε: — χαρᾶς γοῦν ἄξια πάσχω, τέκνον· ὁ δὲ λόγος ἐν εἰρωνείᾳ μετὰ ἤθους καὶ παθητικώτατος: —

<!-- 619 -->οὐκέτʼ εἰμὶ παῖς σός: ὅ ἐστι· μέχρι θανάτου χωρήσω. ἢ πρὸς τὸ ῥηθὲν ὑπὸ Ἐτεοκλέους οὐ θεμιτόν σοι μητρὸς ὀνομάζειν κάρα: — τεθνήξομαι γὰρ ὅσον οὐδέπω: — ἀντὶ τοῦ· κατὰ πολλὰ ἀθλία γέγονα ἐγώ: —

<!-- 621 -->ποῦ ποτε στήσῃ πρὸ πύργων: κατʼ ἐρώτησιν, ἀντὶ τοῦ· ἐπὶ ποίῳ μέρει παρατάξῃ· ἵνα κἀγὼ ἐκεῖ παρατάξωμαι: — πρὸς τί με ἐρωτᾷς τόδε: —

<!-- 622 -->ἐπιθυμία: —

<!-- 624 -->ἀποφαντικῶς, ἀντὶ τοῦ· ἐὰν μαχήσησθε, πάντως ἀπολεῖσθε: — τὰς βλαβερὰς κατάρας: —

<!-- 625 -->ὡς ὄντως οὐκέτι ἀναίμακτον μενεῖ: — οὐκ ἄπρακτον μενεῖ: —

<!-- 626 -->γράφεται πάτραν: —

<!-- 627 -->ἐλεεινά: —

<!-- 628 -->ὁ ἀλλά ἀντὶ τοῦ καί: —

<!-- 629 -->καὶ ἐάν τί σοι συμβῇ, ὦ πόλις, κἂν πορθηθῇς. τοῦτο δὲ καλεῖται μαρτύριον: —

<!-- 631 -->Ἀγυιεῦ: προπύλαιε. τὸν ἀγυιέα πρὸ τῶν πυλῶν ἵστασαν. κίων δὲ οὗτος ἦν εἰς ὀξὺ ἀπολήγων: — ἐπεὶ πρὸ τῶν πυλῶν ἵστασαν ἀγάλματα τοῦ Ἀπόλλωνος ὡς ἀλεξικάκου καὶ φύλακος τῶν ὁδῶν. διὰ γὰρ τοῦτο Ἀγυιεύς: —

<!-- 632 -->τὰ δεχόμενα τὰς θυσίας: —

<!-- 634 -->οἷον· ἐλπίδα ἔχω προσκυνῆσαι ὑμᾶς: — ἐκβέβληνται: —

<!-- 636 -->παρετυμολογεῖ τὸ ὄνομα Πολυνείκους: —

<!-- 638 -->Κάδμος ἔμολε τάνδε γᾶν: Κάδμος ζητῶν τὴν ἀδελφὴν Εὐρώπην μαντεῖον ἔλαβε περὶ τῆς ἀδελφῆς οὐδὲν αὐτῷ σημαῖνον, ἀλλʼ ὥστε αὐτὸν ἐξελθόντα ἕπεσθαι βοῒ καὶ οὗ ἂν αὐτόματος πέσῃ κτίζειν πόλιν. ἔχει δὲ ὁ χρησμὸς τοῦ Πυθίου θεοῦ οὕτως·

  
φράζεο δὴ τὸν μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε·  
  
ἠοῦς ἐγρόμενος προλιπὼν ἴθι Πυθὼ δῖαν  
  
ἠθάδʼ ἔχων ἐσθῆτα καὶ αἰγανέην μετὰ χερσὶ  
  
τὴν διά τε Φλεγυῶν καὶ Φωκίδος, ἔστʼ ἂν ἵκηαι  
  
βουκόλον ἠδὲ βόας κηριτρεφέος Πελάγοντος.  
  
ἔνθα δὲ προσπελάσας συλλάμβανε βοῦν ἐρίμυκον  
  
τὴν ἥ κεν νώτοισιν ἐπʼ ἀμφοτέροισιν ἔχῃσι  
  
λευκὸν σῆμʼ ἑκάτερθε περίτροχον ἠύτε μήνης·  
  
τήνδε συ ἡγεμόνα σχὲ περιτρέπτοιο κελεύθου.  
  
σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδὲς, οὐδέ σε λήσει·  
  
ἔνθα κέ τοι πρώτιστα βοὸς κέρας ἀγραύλοιο  
  
ἵζηται κλίνῃ τε πέδῳ γόνυ ποιήεντι,  
  
καὶ τότε τὴν μὲν ἔπειτα μελαμφύλλῳ χθονὶ ῥέζειν  
  
ἁγνῶς καὶ καθαρῶς· Γαίῃ δʼ ὅταν ἱερὰ ῥέξῃς,  
  
ὄχθῳ ἐπʼ ἀκροτάτῳ κτίζειν πόλιν εὐρυάγυιαν  
  
δεινὸν Ἐνυαλίου πέμψας φύλακʼ Ἄϊδος εἴσω.  
  
καὶ σύ γʼ ἐπʼ ἀνθρώπους ὀνομάκλυτος ἔσσεαι αὖθις  
  
ἀθανάτων λεχέων ἀντήσας, ὄλβιε Κάδμε.  
ταῦτα ἀκούσας ὁ Κάδμος ἀφίκετο εἰς τὸ βουκόλιον τοῦ Πελάγοντος τοῦ Ἀμφιδάμαντος, παρʼ οὗ ἀγοράσας βοῦν καὶ ἡγεμόνα ταύτην τῆς ὁδοῦ ποιησάμενος κτίζει τὰς Θήβας ὁμωνύμους τῶν Αἰγυπτίων Θηβῶν, ἐπεὶ τὸ ἀνέκαθεν Αἰγύπτιος ἦν ὁ Κάδμος. καὶ ἡ Βοιωτία δὲ ἀπὸ τῆς βοὸς ἐκλήθη: — λείπει ἡ εἰς· εἰς τήνδε γῆν. λέγει δὲ τὰς Θήβας: —

<!-- 639 -->ἡ τετρασκελὴς μόσχος: —

<!-- 640 -->ἀδάμαστον πέσημα: τὸ μὴ ὑπό τινος ἠναγκασμένον πτῶμα, ἀλλʼ αὐτορριφές. πέσημα δὲ τὸ σῶμα ἀπὸ τοῦ παρεπομένου: — ἄλλως: ἀδάμαστον: ἀντὶ τοῦ· αὐτόματον ἔβαλε τὸ σῶμα ἐπὶ τὴν γῆν. δίκειν γὰρ τὸ βάλλειν, ὅθεν καὶ δίσκος. τινὲς δὲ ἀδάμαστον πέσημα τὸ μηδέπω δαμασθὲν ζεύγλῃ σῶμα. ἐμφαίνει δὲ τὸν νέον μόσχον: —

<!-- 641 -->ἄλλως: δίκε: ἔβαλε· καὶ ἐν Βάκχαις· «δίκετε τρομερὰ σώματα»: — ἔρριψεν: — τέλεον: — ἡ μόσχος δηλονότι· θηλυκῶς γὰρ εἶπεν: —

<!-- 642 -->οὗ κατῴκισεν: ἐν ἐνίοις τῶν ὑπομνημάτων ἀντὶ τοῦ οὗ κατῴκισε, κατοικίσαι. ὁ δὲ λόγος πλεονάζοντος τοῦ μέν οὕτως· οὗ κατοικίσαι μὲν καὶ οἱονεὶ κτίσαι τὰ πεδία τῶν δόμων ὁ θεὸς ἐμαντεύσατο, ἔνθα ἡ τῆς Δίρκης πηγὴ καταρδεύει τὰς γύας: — ἄλλως: ὅπου κατῳκίσθη ἡ πόλις: — ἄλλως: ἐνταῦθα ἔπεσεν ὅπου κατῴκισε Κάδμος τὴν πόλιν: —

<!-- 643 -->τὸ μάντευμα ἐχρησμῴδησεν: — πεδία μὲν τὸ θέσφατον: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. κεῖται γὰρ νῦν ὁ μέν ἀντὶ τοῦ δέ, ἵνʼ ᾖ· πεδία δὲ τὸ θέσφατον ἔχρησε πυροφόρα ἔσεσθαι: — ἄλλως: πεδία δόμων, διʼ ὧν αἱ συστάσεις τῶν δόμων ἔσονται. ὁ δὲ νοῦς οὕτως· τὸ θέσφατον δὲ ἔχρησεν ἐκεῖ τοὺς ἀγροὺς γενέσθαι ὅπου ἡ καλλιπόταμος νοτὶς τῆς Δίρκης ἐπινέμεται τὰς γύας: — τῆς δὲ πόλεως κτισθείσης καὶ τὴν χώραν πυροφόρον ἔσεσθαι ὁ χρησμὸς ἐσήμηνε διὰ τοῦ τῆς Δίρκης ὕδατος. ἐμφαίνει δέ τινα ποταμὸν ὑπὸ τῆς Δίρκης ἀποτελεῖσθαι Δίρκην ὁμωνύμως καλούμενον. ὁ δὲ νοῦς· ἔνθα τὸ καλλιπόταμον ὕδωρ τῆς Δίρκης ταῖς βαθυσπόροις ἐπεμβαίνει γύαις: —

<!-- 644 -->σιτοφόρα: —

<!-- 645 -->καλλιπόταμος ὕδατος: ἡ καλλιπόταμος νοτὶς τοῦ ὕδατος τῆς Δίρκης. Δίρκη δὲ ποταμὸς Θηβῶν ὁμώνυμος τῇ πηγῇ: — ὅπου τὸ καλλιπόταμον ὕδωρ τῆς Δίρκης τὰς εὐκάρπους χώρας ἐπιβαίνει: —

<!-- 646 -->ἡ ὑγρασία: — γᾶς: —

<!-- 647 -->βοτανοτρόφους: —

<!-- 648 -->εὐκάρπους χώρας: —

<!-- 649 -->ἔνθα, φησὶν, ἐν Θήβῃ, τὸν Διόνυσον τῷ Διὶ ἡ Σεμέλη ἔτεκεν: —

<!-- 650 -->ἐν τοῖς γάμοις τοῦ Διός: —

<!-- 651 -->κισσὸς ὃν περιστεφής: ὁ πανταχόθεν αὐτὸν στέψας. τοῦ γὰρ οἴκου κεραυνωθέντος ἐξήμβλωσεν αὐτὸν ἡ μήτηρ φοβηθεῖσα, κισσὸς δὲ περιέλιξεν: — ἄλλως: ὅντινα, Διόνυσον, κισσὸς ἔξωθεν περιπλακεὶς ἔτι βρέφος ὄντα κατὰ τοῦ νώτου ἐκάλυψεν. ἱστορεῖ γὰρ Μνασέας ὅτι τῶν Καδμείων βασιλείων κεραυνωθέντων κισσὸς περὶ τοὺς κίονας φυεὶς ἐκάλυψεν αὐτὸν, ὅπως μὴ αὐθημερὸν καὶ ἐν μηδενὶ τὸ βρέφος διαφθαρῇ· διὸ καὶ περικιόνιος ὁ θεὸς ἐκλήθη παρὰ Θηβαίοις: —

<!-- 652 -->περιειλούμενος: —

<!-- 654 -->κατασκιάζουσιν: — ὀλβίσας ἐνώτισε: μεγάλη γὰρ αὐτῷ δόξα τὸ τῆς παραδόξου σωτηρίας τέλος: — ὀλβίσας ἐνώτισεν: αὐτὸν, τὸν Διόνυσον, αὐτὸς, ὁ κισσός: —

<!-- 655 -->τὸ τοῦ βακχεύειν καὶ χορεύειν τὰς Θηβαίας αἴτιον: — πρὸς τὴν γραφὴν ὁ τόνος: — σκίρτημα: —

<!-- 656 -->καὶ γυναιξὶν εὐίοις: ταῖς περὶ τὸν Διόνυσον χορευούσαις καὶ τὸ εὐοῖ εὐάν ἐπιφθεγγομέναις: — μυστικαῖς: —

<!-- 657 -->ἔνθα φόνιος ἦν δράκων: ἔνθα, παρὰ τῇ Δίρκῃ, δεινὸς ὑπῆρχε δράκων, ὠμὸς τὴν φύσιν, φύλαξ ὑπὸ τοῦ Ἄρεως κατασταθεὶς τῆς Δίρκης πρὸς τὸ μηδένα ἀπʼ αὐτῆς ὑδρεύσασθαι: —

<!-- 658 -->Ἄρεος ὠμόφρων φύλαξ: ὡς τὸ «βασιλέως ἄρχων», ἀντὶ τοῦ ὑπὸ τοῦ βασιλέως κατασταθεὶς ἄρχων: —

<!-- 659 -->καὶ ῥέεθρα χλοερά: χλοητρόφα βοτανώδη. χλοερά δὲ εἶπε διὰ τὸ ἄνθη εἶναι ἐπʼ αὐτοῖς. λέγει δὲ περὶ τῆς Ἀρείας οὕτω καλουμένης πηγῆς: —

<!-- 660 -->κόραισι: ταῖς κόραις τῶν ὀφθαλμῶν ταῖς πανταχοῦ περιαγομέναις: —

<!-- 661 -->ἵνα μή τις ὑδρεύσῃ: —

<!-- 662 -->ὃν ἐπὶ χέρνιβας: ὅντινα, δράκοντα θηρίον ὄντα χαλεπὸν, ἐλθὼν ὁ Κάδμος ἐπὶ τὴν κρήνην τοῦ νίψασθαι ἕνεκα ἀπώλεσε λίθῳ, βαλὼν τῇ ἑαυτοῦ χειρί: — χέρνιβας: ἀπὸ τοῦ χέρνιψ: — ἐπὶ τὸ νίψασθαι τὰς χεῖρας. ἐβούλετο γὰρ θῦσαι τοῖς θεοῖς, ὅτι σύμβολον αὐτῷ αὐτόθι γέγονε τοῦ κτίσαι τὴν πόλιν. ὁ μὲν οὖν Ἑλλάνικος λίθῳ φησὶν ἀναιρεθῆναι τὸν δράκοντα, ὁ δὲ Φερεκύδης ξίφει: — μολὼν Κάδμος: ἕνεκα τοῦ πρὸς θυσίαν ὕδωρ λαβεῖν μολών. ἔθυε γὰρ τῇ Γῇ τὴν βοῦν: —

<!-- 663 -->ὤλεσε ταῖς τῆς χειρὸς ῥίψεσιν: —

<!-- 664 -->ὀλεσίθηρος: τοῦ ἀπολέσθαι ἀξίου θηρός. ἢ ὀλεσίθηρος αὐτὸς ὁ Κάδμος ὁ τὸν θῆρα ὀλέσας: —

<!-- 665 -->βαλὼν ταῖς τῆς χειρὸς ῥίψεσιν: — δύναται τοῦτο τοῖς ἄνω συνάπτεσθαι, ἄμεινον δὲ πρὸς τὸ ἑξῆς: —

<!-- 666 -->δίας ἀμάτορος: ταῖς ὑποθήκαις τῆς ἐνδόξου Ἀθηνᾶς πεισθεὶς τῆς ἀμάτορος καὶ μὴ ἐκ μητρὸς γεννηθείσης: —

<!-- 668 -->τοὺς ἐπὶ γῆς πεσόντας: — ἔρριψεν κατέσπειρεν: — δικὼν ὀδόντας: ἀντὶ τοῦ ἔδικεν ἐγκατέσπειρεν: — ἄλλως: γαπετεῖς δικών: μετοχὴ ἀντὶ ῥήματος: — εἰς τὴν γῆν πίπτοντας ὑπὸ Παλλάδος φραδαῖσιν: —

<!-- 669 -->εἰς τὰς εὐκάρπους χώρας: —

<!-- 670 -->ἔνθεν ἐξανῆκε γᾶ: ἔνθεν, ἐκ τῶν ὀδόντων, ἐξεκύησεν ἡ Γῆ ὁπλοφόρους ἄνδρας. εἰσὶ δὲ οὗτοι οἱ ἐξ αὐτῶν ὑπολειφθέντες· Πέλωρ, Ἐχίων, Οὐδαῖος, Χθόνιος, Ὑπερήνωρ, κατὰ δὲ Τιμαγόραν καὶ Κρέων, ἀφʼ οὗ γέγονε  <span class="gap">…</span> — ἄλλως: ὁ μὲν Στησίχορος ἐν Εὐρωπείᾳ τὴν Ἀθηνᾶν ἐσπαρκέναι τοὺς ὀδόντας φησίν· ὁ δὲ Ἀνδροτίων Σπαρτοὺς αὐτούς φησι διὰ τὸ ἀκολουθήσαντας αὐτοὺς ἐκ Φοινίκης Κάδμῳ σποράδην οἰκῆσαι· Ἀμφίλοχος δὲ διὰ τὸ ἐπεσπάρθαι τοῖς οἰκοῦσιν ἐν Θήβαις· Διονύσιος δὲ ἔθνος Βοιωτίας φησὶν αὐτούς· ἔνιοι δὲ παῖδας Κάδμου αὐτούς φασιν ἐκ διαφόρων γυναικῶν πεντήκοντα τὸν ἀριθμὸν ὄντας: — συναπτέον: —

<!-- 671 -->θέαν: — τὴν πανοπλίας ὄψιν: —

<!-- 672 -->ὁ δὲ φόνος αὐτοὺς ὁ ὠμόφρων παρόσον οἱ φονεύοντες ὠμόφρονές εἰσιν: —

<!-- 673 -->πάλιν ξυνῆψε φίλᾳ γᾷ: οὗτοι δὲ, φησὶν, οἱ ἀναφανέντες ἐκ γῆς ὁμοῦ τῇ πανοπλίᾳ εὐθὺς ἅμα τῷ φανῆναι ἀλλήλους ἐφόνευσαν. τὸ οὖν νίν πρὸς τὴν ὄψιν ἀπέδωκε, τουτέστιν· αὐτὴν δὲ τὴν πάνοπλον ὄψιν τὴν ἀναδοθεῖσαν ἐκ γῆς ὁ κατʼ ἀλλήλων φόνος γενόμενος πάλιν εἰς γῆν κατήνεγκε. τὴν δὲ ὄψιν ὅταν λέγῃ, τοὺς ἄνδρας σημαίνει: — πάλιν ξυνῆψε: τῇ δὲ γῇ πάλιν ξυνῆψεν αὐτοὺς, ὅ ἐστιν· ἡ αὐτὴ μήτηρ καὶ τάφος γέγονεν: —

<!-- 674 -->ἅ νιν εὐηλίοισιν: ἥτις αὐτοὺς ταῖς τοῦ ἡλίου ἀκτῖσιν ἀνέδειξε καὶ ταῖς πνοαῖς τοῦ αἰθέρος: — τουτέστι· κατʼ ἀρχὴν εἰς φῶς αὐτοὺς ἤγαγεν: — ἅ νιν εὐηλίοισιν: ἥτις αὐτοὺς κατʼ ἀρχὴν εἰς φῶς ἤγαγεν, ὡσεὶ ἔλεγεν· ἡ αὐτὴ μήτηρ καὶ τάφος. τὸ δὲ νίν πάλιν πρὸς τὴν ὄψιν ἀπέδωκεν: —

<!-- 678 -->Ἔπαφος ἐκλήθη, ἐπεὶ ὁ Ζεὺς ἐπαφησάμενος τῆς Ἰοῦς πάλιν εἰς γυναῖκα αὐτὴν μετεμόρφωσεν: — ἀπόγονος Ἐπάφου Κάδμος, ἐπεὶ Ἀγήνορός ἐστιν υἱὸς τοῦ Βήλου τοῦ Λιβύης τῆς Ἐπάφου τοῦ Ἰοῦς: —

<!-- 680 -->γράφεται βοαῖς: —

<!-- 682 -->σοί νιν ἔκγονος κτίσαν: ἀντὶ τοῦ υἱός: — ἔκγονος: Ἔπαφον λέγει τὸν Διὸς υἱόν. σοὶ οὖν, τῷ Ἐπάφῳ, ἔκτισαν τὰς Θήβας αἱ διώνυμοι θεαί: — σοί νιν ἔκγονοι: γράφεται καὶ σῷ νιν ἐκγόνῳ κτίσαν, ἵνʼ ᾖ· τῷ ἐκγόνῳ σου, Ἔπαφε, τῷ Κάδμῳ, αἱ θεαὶ κατέκτισαν τὰς Θήβας. γέγονε δὲ περὶ τὴν γραφὴν ἁμάρτημα. ἄρχοντος γὰρ Ἀθήνησιν Εὐκλείδου μήπω τῶν μακρῶν εὑρημένων τοῖς βραχέσιν ἀντὶ τῶν μακρῶν ἐχρῶντο, τῷ ε ἀντὶ τοῦ η καὶ τῶ ο ἀντὶ τοῦ ω. ἔγραφον οὖν τὸ δήμῳ μετὰ τοῦ ι· δήμοι. μὴ νοήσαντες δὲ ὅτι κατὰ τὴν ἀρχαίαν γραφήν ἐστι καὶ δεῖ μεταθεῖναι τὸ ο εἰς τὸ ω ἐτάραξαν τὸ νοητόν: — ἄλλως: σοί νιν ἔκγονοι κτίσαν: ὁ σὸς ἔκγονος Κάδμος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐν τούτῳ τῷ τόπῳ, ἐν ᾧ αἱ διώνυμοι θεαὶ ᾤκησαν. δεδόσθαι γὰρ τὰς Θήβας τῇ Περσεφόνῃ ὑπὸ Διὸς ἀνακαλυπτήρια, ὡς Εὐφορίων·

  
ἀλλʼ οὔπω Θήβῃ πεπρωμένα κεῖτο τάλαντα,  
  
τὴν ῥά ποτε Κρονίδης δῶρον πόρε Περσεφονείῃ,  
  
ὃν γαμέτην ὅτε πρῶτον ὀπωπήσασθαι ἔμελλε,  
  
νυμφιδίου σπείροιο παρακλίνασα καλύπτρην: —  
ἄλλως: ἀντὶ τοῦ· ὁ σὸς ἔκγονος αὐτὴν ἔκτισεν ὅπου αἱ διώνυμοι θεαὶ ᾤκησαν. ἀπόγονος ὁ Κάδμος Ἐπάφου, ἐπεὶ Ἀγήνορός ἐστιν υἱός: — ὁ νοῦς· κατακαλούμεθά σε, ὦ Ἔπαφε, Ἰοῦς καὶ Διὸς γένεθλον, εἴσελθε δὴ σωτήριος εἰς τὰς Θήβας καὶ ταῖς παρʼ ἡμῶν ἱκεσίαις ἐπίνευσον. ὁ σὸς γὰρ ἔκγονος Κάδμος ἔκτισε τὰς Θήβας· ὅθεν δικαίως ἂν σῴζοις αὐτάς. τὸ οὖν πληθυντικὸν ἀντὶ τοῦ ἑνικοῦ κεῖται· ἔδει γὰρ εἰπεῖν σὸς ἔκγονος: — ἄλλως: ἀντὶ τοῦ τὴν γῆν, τουτέστι τὰς Θήβας. προμάτορα δὲ αὑτῶν αἱ Φοίνισσαι τὴν Ἰὼ ἔφασαν διὰ τὸ Φοίνικα ἀπὸ Ἰοῦς τὸ γένος κατάγειν. Κάδμου γὰρ καὶ Εὐρώπης ἀδελφὸς Φοῖνιξ: —

<!-- 683 -->ἀντὶ τοῦ ἔνθα: — ᾇ διώνυμοι θεαί: ἀντὶ τοῦ ὅπου. ἢ ἄρθρον πληθυντικὸν καὶ λείπει ὁ καί σύνδεσμος: — ἄλλως: τὸ ᾇ Δωρικόν ἐστιν ἀντὶ τοῦ ᾗ, ὅ ἐστιν ὅπου. τὸ δὲ ἐκτίσαντο ἀντὶ τοῦ ᾤκησαν, ὡς τὸ «ὀρεικτίτου συός» παρὰ Πινδάρῳ, ἀντὶ τοῦ ὀρειοίκου. ἱερὰν δὲ Δήμητρος τὴν Θήβην εἶπεν ἢ διὰ τὸ εὔκαρπον ἢ ἐπεὶ πάντα τὰ ἐκ γῆς φυόμενα ἱερὰ τῇ θεῷ· καὶ οἱ Σπαρτοὶ δὲ ἐκ τῆς γῆς. διώνυμοι δὲ παρόσον ἡ μὲν Κόρη καὶ Περσεφόνη, ἡ δὲ Δημήτηρ καὶ Γῆ ὀνομάζεται. ἢ ὅτι δύο οὖσαι ἑνὶ ὀνόματι χρῶνται· ἑκατέρα γὰρ Δημήτηρ καλεῖται ἡ μὲν πρεσβυτέρα, ἡ δὲ νεωτέρα: — ἄλλως: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. χρὴ δὲ μὴ ὡς πληθυντικὸν ἄρθρον τὸ αι, ἀλλʼ ὡς Δωρικὸν περισπῶντας ἀναγινώσκειν, ἵνα σημαίνῃ τὸ ἔνθα. καὶ γίνεται ὁ λόγος τοιοῦτος· ὁ σὸς ἔκγονος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐνταῦθα ἔνθα ἡ Περσεφόνη καὶ ἡ Δημήτηρ αἱ διώνυμοι θεαὶ ᾤκησαν· τὸ γὰρ κτίσαι ἀντὶ τοῦ οἰκῆσαι λέγεται, ὡς καὶ παρʼ Ὁμήρῳ «ἐύκτιτον Αἰπύ», ἀντὶ τοῦ εὖ κατῳκημένον. πῶς δὲ αἱ θεαὶ αὗται οἰκισθῆναι ἐποίησαν τὰς Θήβας. οὕτως· τῆς γὰρ γῆς ἀναδιδούσης τοὺς Σπαρτοὺς ἐκ τῶν τοῦ δράκοντος ὀδόντων ὁ Κάδμος τοὺς μὲν ἀπεθέριζε, τοὺς δὲ εἶχε συνεργοὺς εἰς τὴν τῆς πόλεως κατασκευήν. ἐπεὶ οὖν πάντα τὰ ἐκ γῆς ἀναδιδόμενα τῆς Δήμητρος ἂν εἰκότως νομίζοιτο καὶ τούτους καθάπερ βλάστημά τι ἐκ γῆς ἀναδεδόσθαι τῷ Κάδμῳ φαμὲν συνοικίσοντας αὐτῷ τὴν πόλιν, διὰ τοῦτο εἰκότως ἔφη τὰς θεὰς ταύτας συνεκτικέναι τὴν πόλιν. τί δʼ ἂν εἶεν οἱ ἀναδοθέντες ἐκ γῆς ἔνοπλοι· οἱ καρποί. ἄντικρυς τούτων φυομένων ἀφθόνως εὐμαρές ἐστι πολεμικοὺς ἄνδρας τρέφειν καὶ συμμάχων ἔχειν πλῆθος διὰ τὸ ἐπικουρεῖν καὶ παρέχειν τοῖς δεομένοις. ἢ τὸ ἔνοπλον δηλοῖ τὸ ἀσφαλὲς τοῦ καρποῦ καὶ οὔποτε τὴν πόλιν ἐπιλεῖψον. εἰκότως οὖν ἂν νομίζοιντο αἱ θεαὶ αὗται συνῳκικέναι τὴν πόλιν, ἐπεὶ τὸ ἀναγκαιότατον τῶν ἐν ἀνθρώποις παρέσχον, τὸν σῖτον: —

<!-- 687 -->γράφεται καὶ πυροφόρους: — πυροφόρους θεάς: τοῦτο πρὸς τὸ ἄνω ληπτέον, τουτέστιν· ὦ Ἔπαφε, πέμπε τὰς πυροφόρους θεὰς βοηθῆσαι τῇ γῇ. πυροφόρους δὲ εἶπε Δήμητρα καὶ Κόρην, ἐπεὶ δᾳδουχίαι αὐταῖς γίνονται τοῦ φωτὸς ἐμφαίνοντος τὴν ἐκ τῶν καρπῶν τοῖς ἀνθρώποις ζωήν. ἢ τὰς σιτοφόρους λέγει. ἔστι δὲ ταὐτό: —

<!-- 688 -->ἀμῦναι τᾷδε γᾷ: βοηθῆσαι τῇδε τῇ χώρᾳ. ἢ οὕτως· ἀμῦναι τᾷδε γᾷ, ἀντὶ τοῦ ἀμύνετε. ἀντὶ τοῦ ἀμείβεται, ὡς καὶ Θουκυδίδης· «ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνασθαι», τουτέστιν· οἶδεν εὐχαριστεῖν ταῖς θεαῖς ἡ χώρα εἰ εὐεργετήσουσιν αὐτήν: — γράφεται καὶ ἀμύνεται δὲ γᾶ, ὅ ἐστιν· ἱκανή ἐστιν ἡ πόλις ἀμείψασθαι τὰς εὐεργεσίας: —

<!-- 689 -->εὔκολα: —

<!-- 690 -->χώρει σὺ καὶ κόμιζε: τραγῳδεῖ ὁ Ἐτεοκλῆς: — δεῖ νοεῖν, ὅτι τοῦ χοροῦ ᾄδοντος ἔσω ἦν ὁ Ἐτεοκλῆς· νῦν δὲ ἔξεισιν οἰκέτῃ ἐπιτάσσων καλέσαι τὸν Κρέοντα: —

<!-- 692 -->συγγενῆ: — δημόσια: —

<!-- 693 -->ἀντὶ τοῦ συμβουλεύσασθαι καὶ ἀνακοινώσασθαι: —

<!-- 694 -->εἰς παράταξιν πολέμου: — κατὰ τὸ σιωπώμενον εἶδεν αὐτὸν ἐρχόμενον· διὸ καὶ ἐπιφέρει ὁρῶ γὰρ αὐτόν: —

<!-- 695 -->ἀπαλλάσσει παύει: —

<!-- 697 -->ἀντὶ τοῦ ἄρα: — περισπαστέον τὸ ἦ, ἀντὶ τοῦ ὄντως: —

<!-- 698 -->κύκλῳ: —

<!-- 699 -->τὰ συστήματα τῶν φυλάκων: — περιφραστικῶς· σὲ ζητῶν: —

<!-- 701 -->πολύ: — ἀτελεῖς: —

<!-- 702 -->ὅτε: — ὡς εἰς λόγους συνῆψα: ἡνίκα συνέτυχον: — ἄλλως: ἐλθὼν εἰς λόγους τῷ Πολυνείκει πολὺ εὗρον ἀτελεῖς τὰς διαλλαγὰς ἡμῶν. ἢ οὕτως· πολλῷ λειπομένας τὰς συμβολὰς εἰς τὸ γενέσθαι εὗρον δοκῶν διαλλάττεσθαι πρὸς Πολυνείκην ὥστε ὑπολείπεται τὸ πολεμεῖν: — συνέβαλον συνῆλθον: —

<!-- 703 -->ὑπὲρ τὰς Θήβας: — οἷον· ἤκουσα αὐτὸν, τὸν Πολυνείκην, μειζόνως φρονεῖν τῶν Θηβῶν: —

<!-- 704 -->τῇ ἐπιγαμβρίᾳ: —

<!-- 705 -->Ὅμηρος· «ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται»: — ἀναθέντα ἐξάψαντα: —

<!-- 706 -->ἐν μέσῳ: —

<!-- 708 -->ἥκει τις αἰχμάλωτος: ἴσως κατάσκοπος ληφθεὶς νύκτωρ σταλείς: —

<!-- 710 -->πολιορκήσειν μέλλειν κύκλῳ τὸν Ἀργείων στρατόν: —

<!-- 711 -->περιβαλεῖν πολιορκήσειν κυκλώσειν: —

<!-- 712 -->ἐκκομιστέον: — ἐξοιστέον τἄρʼ ὅπλα: ἀνάγκη τῇ πόλει ἐξενεγκεῖν ὅπλα: — ἄλλως: οὐκοῦν δέον καὶ τὰς Θήβας ἐξενεγκεῖν ὅπλα καὶ παρατάττεσθαι: —

<!-- 713 -->οὐχ ὁρᾷς: οὐ λογίζῃ: — ἐρωτηματικῶς τοῦτο ἀναγνωστέον. οὐκ ἐᾷ δὲ αὐτοὸν ἐξελθεῖν: —

<!-- 714 -->οἷον· ὡς ταχέως ὀφείλοντας μάχεσθαι: —

<!-- 715 -->οἱ Ἀργεῖοι πολλοί: —

<!-- 716 -->ἐγᾦδα κείνους: ἐγὼ δὲ οὐ ψηφίσω ἐκείνους τοὺς ὄντας θρασεῖς ἐν λόγοις καὶ οὐκ ἔργοις: — γράφεται ἐγᾦδα, ἵνʼ ᾖ οὕτως· ἐγὼ οἶδα ἐκείνους θρασεῖς ὄντας τοῖς λόγοις καὶ οὐκ ἔργοις: — προπετεῖς προχείρους. ἀλλʼ οὐκ ἔργοις: —

<!-- 717 -->ἔχει τινʼ ὄγκον Ἄργος: ὅ ἐστιν· ὑπολήψεις ἔχει παρὰ τοῖς Ἕλλησι. τινὲς δὲ τὸ Ἄργος Ἑλλήνων τὸ Ἑλληνικὸν Ἄργος, ἵνα πλεονάζῃ ἡ παρά. ὁ δὲ νοῦς· ἔχει τινὰ δύναμιν τὸ Ἑλληνικὸν Ἄργος: — ὑπερηφανίαν φρόνημα: —

<!-- 718 -->οἷον· ταχέως πληρώσω τὰ ἡμῶν πεδία τοῦ αἵματος αὐτῶν: — τουτέστι· τῷ αὐτῶν φόνῳ τὸ ἐμὸν πεδίον πληρώσω: —

<!-- 720 -->ἀντὶ τοῦ ὄντως: — ὡς οὐ καθέξω: καὶ δὴ οὐ καθέξω τὸν στρατὸν ἔσω τῶν τειχῶν: —

<!-- 721 -->καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία: ἐν παντὶ τὸ νικᾶν ἐστιν εὐβουλίας· ὅθεν ἐκεῖνός φησιν· εἰ οὖν εὐβουλίας ἐστὶ τὸ νικᾶν, βούλει ἑτέραν μέθοδον μετέλθω: — ἄλλως: τὸ κεφάλαιόν ἐστι τὸ νικᾶν· καθέξεις οὖν ἢ οὐ καθέξεις, περὶ τοῦ νικᾶν σκόπησον: — ἄλλως: οὐ τοσοῦτον ἐν δυνάμει τὸ νικᾶν ὅσον ἐν εὐβουλίᾳ καὶ συνέσει: —

<!-- 722 -->βούλει τράπωμαι: θέλεις βουλευσώμεθα. γνώμας: — προφάσεις αἰτίας βουλευμάτων: — πορευθῶ: —

<!-- 724 -->εἰ νυκτὸς αὐτοῖς: λείπει τὸ περιεσόμεθα. ἐρωτηματικὸς ὁ λόγος: — εἰ νυκτὸς αὐτοῖς ἐπέλθοιμεν ἵνα ἐξ ἐνέδρας αὐτοὺς λάβωμεν, περιγενησόμεθα: —

<!-- 725 -->τοῦτο ποίει, εἴπερ σφαλεὶς δύνασαι ὑποστρέψαι ὧδε: — ἀποτυχών: —

<!-- 726 -->ἴσον φέρει νύξ: ἑκατέρῳ μὲν στρατεύματι ἐπίσης ἐμποδίζει τὸ τῆς νυκτὸς σκότος, τοῖς μέντοι προεπιτιθεμένοις πλέον τι παρέχει πρὸς νίκην τὸ ηὐτρεπίσθαι. ἢ οὕτως· καὶ τοῖς ἐπιχειροῦσι καὶ τοῖς ἐπιχειρουμένοις ἴσον παρέχει ἡ νὺξ ἐμπόδιον, τοῖς δὲ τολμηροτέροις τὴν νίκην χαρίζεται: — ἐνδίδωσιν: —

<!-- 727 -->ἐνδυστυχῆσαι: ἡ ἐν ἀντὶ τῆς κατά. ὁ δὲ νοῦς· δυστυχῆσαι κατὰ τὸ τῆς εὐφρόνης κνέφας δεινόν: — Ὅμηρος· «ἐν δὲ φάει καὶ ὄλεσσον»: —

<!-- 728 -->ἀλλʼ ἀμφὶ δεῖπνον: εἰ δειπνοῦσιν αὐτοῖς ἐπέλθοιμεν, ἔκπληξις ἂν καὶ ταραχὴ γένοιτο· οὐ μέντοι νίκην ἐπιφέρει τὸ τοιοῦτον πρᾶγμα· δεῖ δὲ νικᾶν: —

<!-- 729 -->ἔκπληξις ἂν γένοιτο: ἀντὶ τοῦ· ταραχὴ γίνεται αὐτοῖς, οὐ μέντοι ἧττα, ἐπεὶ εἰκὸς αὐτοὺς ἐνόπλους δειπνεῖν: — νικῆσαι δὲ χρεία: —

<!-- 730 -->βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν: τοῦτό φησιν ὡς συντιθέμενος καὶ ἐπαινῶν· οὐ δεῖ ἐπιθέσθαι, μή πως ἐξαίφνης τροπῆς γενομένης καθʼ ἡμῶν φεύγοντες περᾶν τὸν ποταμὸν βαθὺν ὄντα οὐ δυνησόμεθα. Δίρκη δὲ ποταμὸς ὁμώνυμος τῇ κρήνῃ: — ἄλλως: οὐκ ἔστιν ἡμῖν εὐχερὲς ἀναχωρῆσαι διὰ τῆς Δίρκης οὔσης βαθείας καὶ ἐπειγομένοις, ἀλλὰ δύσκολον: — πολὺς τὸ διάστημα: —

<!-- 731 -->ἅπαν κάκιον: ἀντὶ τοῦ δεύτερον: — πᾶν ὁτιοῦν τοῦ φυλάττειν ἀκριβῶς χεῖρόν ἐστιν: — ὅ ἐστι· φύλαττε σαυτόν. τοῦ γὰρ φυλάσσεσθαι καλῶς πᾶν ὁτιοῦν ἀσθενέστερόν ἐστιν: —

<!-- 732 -->τί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν: τί δὲ ἄρα πλέον ἡμῖν ἔσται, εἰ πάντες ἐφʼ ἵπποις συνέλθωμεν κατʼ αὐτῶν: —

<!-- 733 -->ἠσφάλισται: —

<!-- 734 -->πολεμίοις δώσω πόλιν: ἀγανακτῶν δυσχεραίνει. ἐπεὶ πάντα ὅσα εἶπεν ἀπεδοκίμασε, φησί· θέλεις οὖν προδῶ τὴν πόλιν: —

<!-- 736 -->φροντίς: —

<!-- 737 -->ἕπτʼ ἄνδρας αὐτοῖς: τὸ ἑξῆς· ἕπτʼ ἄνδρας ἐν αὐτοῖς φασι λόχων ἀνάσσειν: —

<!-- 738 -->τί προστετάχθαι δρᾶν: τί προστετάχθαι φασὶ τοὺς ἑπτὰ ἄνδρας δρᾶν: — οἱ ἄνδρες ὀλίγοι εἰσί. τῶν ἑπτά: —

<!-- 739 -->τῶν τάξεων ἄρχειν: — ἑπτὰ προσκεῖσθαι πύλαις: λείπει ὁ καί· καὶ ἐπέρχεσθαι ταῖς ἑπτὰ πύλαις: —

<!-- 740 -->ἀπορίαν γὰρ οὐ μενῶ: οὐ μενῶ, φησὶν, ἕως εἰς ἀπορίαν καὶ ἀμηχανίαν ἐμπέσω: —

<!-- 741 -->ἐπʼ αὐτοὺς ἑπτὰ ἄνδρας αὐτὸς ἑλοῦ: — ἐπίλεξαι: —

<!-- 742 -->πότερον, φησὶ, κρίνω τοὺς ἑπτὰ τῶν λόχων ἄρχειν ἢ ἰδίᾳ μονοστόλου δορός, ὅ ἐστιν· εἷς πρὸς ἕνα οἱ ἑπτὰ πρὸς τοὺς ἑπτά: — πότερον, φησὶ, προκρίνω ἑπτὰ ἄνδρας τῶν τάξεων ἄρχειν ἢ εἷς πρὸς ἕνα οἱ ἑπτὰ κατʼ ἰδίαν περιεσταλμένοι δόρασιν: —

<!-- 743 -->λόχων προκρίνας: τὸ ἑξῆς· λόχων ἀνάσσειν: — ἐπιλέξας τοὺς ἰσχυρούς: —

<!-- 744 -->βοηθεῖν πρὸς τὰς ἀναβάσεις τῶν τειχῶν: — προσαμβάσεις: ἐπαναβάσεις. ὅ ἐστιν· ἀποσοβεῖν τῶν τειχέων τὰς ἐπαναβάσεις: —

<!-- 745 -->καὶ ξυστρατήγους: στρατηγοὺς ἑτέρους μετὰ τῶν ἑπτά. καθʼ Ὅμηρον γὰρ «σύν τε δύʼ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόησεν»: — ὑπασπιστάς: — εἷς δʼ ἀνήρ: οἷον· μὴ μόνον τοὺς ἑπτὰ στρατηλάτας στῆσον, ἀλλὰ καὶ ἄλλους σὺν αὐτοῖς· εἷς γὰρ ἀνὴρ τῶν στρατηλατῶν οὐ δύναται πάντα θεωρῆσαι, ἀλλὰ βοηθοὺς παράσχε ἑκάστῳ: —

<!-- 746 -->γράφεται καὶ θράσει: — λείπει ἡ ἐν, ἵνʼ ᾖ· ἐν θάρσει ἐπιλεξάμενος: — γενναίους ἢ φρονίμους: —

<!-- 747 -->χωρισθέν: — ἀσθενές: —

<!-- 748 -->γελοίως τοῦτό φησιν ὡς μὴ ὢν νῦν ἐν πόλει: —

<!-- 749 -->στρατηγούς: —

<!-- 750 -->ἀντιπαρατάξας: —

<!-- 751 -->ὄνομα δʼ ἑκάστου: πεφύλακται τὰς ὀνομασίας αὐτῶν εἰπεῖν, ὥς φησι Δίδυμος, διὰ τὸ ὑπὸ Αἰσχύλου εἰρῆσθαι ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβας: — ἄλλως: οὐκ ὀφείλομεν ἑκάστου καταλέγειν τὸ ὄνομα τοῦ πολέμου ἐπείγοντος: —

<!-- 753 -->μὴ ἐμποδίζωμεν τὸ τῶν χειρῶν ἔργον, τουτέστι τὸν πόλεμον: —

<!-- 754 -->ἀντίπαλον: —

<!-- 755 -->ἐξ ἐναντίας σταθέντα: — γράφεται καὶ ἐλθεῖν: — χειρώσασθαι: — γράφεται μάχης ἔχειν δόρυ: —

<!-- 756 -->κτανεῖν θʼ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν: ταῦτα κατʼ εὐχήν· καὶ γένοιτό μοι ἐξ ἐναντίας λαβεῖν τὸν ἀδελφόν μου καὶ φονεῦσαι: — γράφεται φίλην: —

<!-- 758 -->τῆς ἐκ τοῦ σοῦ αἵματος. ἀνεψιὰ αὐτοῦ ἦν πρὸς μητρός: — διαμάρτω ἀποτύχω: —

<!-- 759 -->σοὶ χρὴ μέλεσθαι: τοὺς γάμους σοὶ χρὴ μέλεσθαι: — ἄλλως: τοὺς γάμους σοὶ χρὴ εἶναι ἐν φροντίδι: — προσήκει φροντίζειν: — τὴν δόσιν τʼ ἐχέγγυον: καὶ τὴν τοῦ γάμου ἔκδοσιν ἀσφαλῆ: — ἀντὶ τοῦ· ἐπιβεβαιοῦ τὴν ἐπαγγελίαν τοῦ γάμου: —

<!-- 761 -->ὁ δέ ἀντὶ τοῦ δή: — μακρολογεῖν: —

<!-- 762 -->καὶ εἰς τὴν ἐμὴν χάριν: —

<!-- 763 -->ἀμαθίαν ὀφλισκάνει: οἷον· ἀμαθής ἐστι καὶ ἄνους ὁ Οἰδίπους: — ἄλλως: εἰς ἑαυτὸν χρεωστεῖ μωρίαν, ἀντὶ τοῦ αὐτὸς ἑαυτοῦ καταγνοίη μωρίαν: — ὡς εἴ τις εἴποι· ὁ δεῖνα εἰς τόνδε δίκην χρεωστεῖ: —

<!-- 765 -->ἡμᾶς δʼ ἀραῖσιν: καὶ ἡμῖν αἴτιος θανάτου γένηται ὅσον ἐπὶ ταῖς ἀραῖς, ἐὰν συμβῇ αὐτὰς ἰσχῦσαι. τὸ γὰρ ἢν τύχῃ τοῦτο δηλοῖ: —

<!-- 766 -->ἓν δʼ ἡμῖν ἀργόν ἐστιν: ἀργόν ἄπρακτον καὶ παραλελειμμένον. ὀφεῖλον γενέσθαι μὴ γενόμενον: — ἄλλως: ἐκεῖνο, φησὶ, μόνον ἡμῖν παραλέλειπται, τὸ παρὰ τοῦ μάντεως ἀκοῦσαι περὶ τούτων. εἰωθότες γὰρ οἱ ἄνθρωποι ἐν ταῖς εὐπραγίαις καταφρονεῖν μαντικῆς ἐν ταῖς συμφοραῖς ἐπὶ τοὺς μάντεις καταφεύγουσιν: —

<!-- 768 -->τὰ τοῦ θεσφάτου: —

<!-- 769 -->τῷ αὐτῷ ὀνόματι καλούμενον: —

<!-- 770 -->λαβόντα πέμψω: ὡς τοῦ Μενοικέως ἐν τῷ στρατοπέδῳ ὄντος τοῦτό φησιν: — ἄλλως: ἐγὼ δὲ τὸν παῖδά σου πέμψω δεῦρο λαβόντα τὸν Τειρεσίαν: — ἐνέγκαι: —

<!-- 773 -->ὥστε μέμψασθαί μοι ἔχειν: —

<!-- 774 -->τοῖς πολίταις: — ἐντέλλομαι: —

<!-- 775 -->τὸ ἐπισκήπτω ἀπὸ κοινοῦ: — ἤνπερ κρατήσῃ τἀμά: ἐὰν ἡ ἐμὴ δύναμις φονεύσῃ τὸν Πολυνείκην: — οὐ χρὴ ταφῆναι αὐτὸν ἐν ταύτῃ τῇ γῇ: —

<!-- 777 -->συγγόνων νῦν: — κἂν φίλων τις ᾖ: διὰ τούτου προαναφωνεῖ τὰ κατὰ τὴν ἀδελφήν: —

<!-- 779 -->ἐκφέρετε τεύχη: ἀσπίδας. πάνοπλα δὲ ἀμφιβλήματα τὰ ἐνδύματα πάντα τὰ τὸν ἄνθρωπον ὁπλίζοντα, λέγει δὲ θώρακα, περικεφαλαίαν, κνημῖδας. οἱ δὲ τὰ σάγματα: — ταῦτά τινες εἴδη δορατίων φασί. τουτέστι τὰ ἑκατέρωθεν βαλλόμενα: —

<!-- 781 -->σὺν δίκη νικηφόρῳ: ἑαυτὸν γὰρ δίκαιον ᾤετο ἀμυνόμενος περὶ πάτρης, ἐκεῖνον δὲ ἀσεβῆ κατὰ πατρίδος στρατευόμενον. καὶ Ὅμηρος· «εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης»: — τῇ φερούσῃ μοι τὴν νίκην: —

<!-- 782 -->τῇ δʼ Εὐλαβείᾳ: σωματοποιεῖ τὴν Εὐλάβειαν· Ὅμηρος· «Δεῖμός τε Φόβος τε». τῇ δʼ Εὐλαβείᾳ εὔχονται, ἵνα αὐτοὶ ἀφόβως ἐπέλθωσιν. ἢ ἵνα τοῖς πολεμίοις φόβον ἐμβάλῃ: —

<!-- 784 -->ὦ πολλῶν καμάτων μεστὲ Ἄρες: — ὦ πολύμοχθος Ἄρης: ἔδει· ὦ πολύμοχθε Ἄρες. Ἀττικὴ δέ ἐστιν ἡ κλίσις: — τί δήποτε: — ἀντὶ τοῦ χαίρεις: —

<!-- 785 -->οὕτως· ἐναντίος ὢν ταῖς τοῦ Διονύσου ἑορταῖς. καὶ παρηλλαγμένην μοῦσαν ἔχων, τουτέστι· ταῖς τοῦ Βρομίου ἑορταῖς ἀσύμφωνος κατὰ τὴν μοῦσαν. ἐν γὰρ εἰρήνης καιρῷ τὰ Διονύσια ἄγονται: — παράμουσος ἑορταῖς: ἐναντίος, οὐ τὴν αὐτὴν μοῦσαν ἔχων, ταῖς τοῦ Βρομίου ἑορταῖς ἀσύμφωνος: — ἄλλως: ἀσύμφωνος, ὡς καὶ τὴν ἄνοιαν παράνοιάν φασιν. οὐ συνῳδὸς, ἀλλʼ ἀλλότριος: — ἀνάρμοστος ταῖς ἑορταῖς τοῦ Διονύσου: —

<!-- 786 -->τῆς νεανικῆς ἀκμῆς: — νεάνιδος ὥραις: ἀντὶ τοῦ ὡραίας, ἀκμαίας, ὥραν ἐχούσης γάμου. τὸ δὲ ἑξῆς· οὐ μέλπῃ  <span class="gap">…</span> τουτέστιν· οὐκ ᾄδεις οὐδὲ ὑμνεῖς ἐπὶ ἀκμαζούσῃ κόρῃ νυμφιδίους ᾠδὰς οὐδὲ αὐλῶν μέλεσι χορεύεις ἀνασείσας τὸν πλόκαμον ὥσπερ ὁ Διόνυσος καὶ οἱ τούτου χοροὶ, ἀλλʼ ἐπὶ πολέμους ὁρμᾷς: — ἄλλως: τοῖς γαμηλίοις καιροῖς. ἢ νεάνιδος ἀκμαίας, ὥραν ἐχούσης γάμου: —

<!-- 787 -->τὸν πλόκαμον ἀναπλώσας: — βόστρυχον ἀμπετάσας: διὰ τί δὲ μὴ τὸν σὸν βόστρυχον ἐπὶ στεφάνοις νεάνιδος ὥραις ἐκπετάσας μέλπῃ πρὸς πνεῦμα λωτοῦ. ἔνιοι δὲ νεάνιδος ὥρας τοῦ ἔαρος τοῦ νέα πάντα ποιοῦντος: — ἄλλως: οὐ καλλιχόροις στεφάνοις βόστρυχον ἀμπετάσας ἐπὶ γάμοις νεάνιδος μέλπῃ νυμφιδίους ᾠδὰς πρὸς αὐλόν. ἡ ἐπί πρὸς τὸ ὥραις, ἐπὶ ὥραις νεάνιδος: — ἀμπετάσας: ἐπανασείσας τὸν πλόκαμον ὥσπερ ὁ Διόνυσος. ἡ κατά ἀντὶ τῆς πρός, πρὸς πνεύματα, ὅ ἐστιν ἀπηχήματα τοῦ αὐλοῦ: — λωτοῦ: πάνυ ἡδέως λωτὸν ἐκάλεσε τὸν αὐλόν. λωτὸς γὰρ τὸ γλυκοκάλαμον· ἀλλὰ καὶ ὁ αὐλὸς κάλαμος μὲν, ἀλλὰ καὶ γλυκὺς διὰ τὴν τοῦ μέλους ἡδύτητα: — ἄλλως: λωτὸν ἐνταῦθα τὸν αὐλόν. σημειωτέον δὲ ὅτι καὶ τὸ λο μικρὸν γράφεται πρὸς ἀντιδιαστολὴν τοῦ λωτοῦ, τῆς βοτάνης: — μέλπῃ μοῦσαν: οὐδὲ ἐπὶ καλλιστεφάνου ὡραίας νεάνιδος ἁπλώσας τὸν βόστρυχον κατὰ πνεύματα τοῦ λωτοῦ: — τοῦ αὐλοῦ: — γράφεται μέλπῃ: —

<!-- 788 -->μοῦσαν: ᾠδήν: — οὐ τοιαύτην, φησὶν, ἔχεις μοῦσαν, ἐν ᾗ χάριτές εἰσι χορείας αἴτιαι γενόμεναι. ἢ οὕτως· οὐ μέλπῃ τοιαύτην ἔχων μοῦσαν, ἐν ᾗ χάριτές εἰσι χοροποιοί, τουτέστι ποιητικαὶ εἰρήνης: — γράφεται καὶ μελοποιοί: —

<!-- 789 -->ἀλλὰ σὺν ὁπλοφόροις: τοῦτο μὲν οὐ ποιεῖς, ἀλλὰ τόδε. τὸ ἑξῆς· ἀλλὰ προχορεύεις: — ἄλλως: σὺ δὲ, φησὶν, ὦ Ἄρες, ἀνασκιρτᾷς σὺν ὁπλοφόροις ἀνδράσι καὶ χορεύεις χορείαν ἄτοπον τὸν Ἀργείων στρατὸν παροξύνας κατὰ τοῦ τῶν Θηβαίων αἵματος: — ἄλλως: ἀλλὰ σὺν ὁπλοφόροις κῶμον ἀναυλότατον προχορεύεις στρατὸν Ἀργείων ἐπιπνεύσας αἵματι Θήβης, τουτέστι τῷ γένει τῶν Θηβαίων. Ὅμηρος· «αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος»: — ἄλλως: ἀλλὰ σὺν ὁπλοφόροις Θήβαις στρατὸν Ἀργείων ἐπιπνεύσας, ὅ ἐστιν ἐνθουσιάσας ἑκάτερον στράτευμα καὶ κατόχους αὐτοὺς ποιήσας, αἵματι κῶμον ἀναυλότατον προχορεύεις, ὅ ἐστι· προκαλῇ αὐτοὺς εἰς ἄμουσον κῶμον σὺν αἵματι. λέγει δὲ τὸν πόλεμον: — παροξύνας ἐκμήνας: —

<!-- 791 -->κῶμον ἀναυλότατον: κακόαυλον: — ἐκμελῆ καὶ ἄμουσον. σάλπιγξ γάρ ἐστιν ὁ πολεμικὸς αὐλός: — κῶμος εἶδος ὀρχήσεως: — προχορεύεις: ἡ προ πλεονάζει, ὡς τὸ· «νῆάς τε προπάσας». ἀντὶ τοῦ κωμάζεις: —

<!-- 792 -->οὐδʼ ὑπὸ θυρσομανεῖ: οἷον· οὐ χορεύεις μετὰ κλάδων καὶ δερμάτων ἐλαφείων, ἀλλὰ ἁρμάτων ἐπιβαίνων καὶ ἵππων τετραπόδων παρὰ ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ ποταμοῦ ταῖς ἱππικαῖς χορείαις ἀνασκιρτᾷς ἐπεγείρας καὶ παροξύνας τὴν γένναν τῶν Θηβαίων τοῖς Ἀργείοις τὸν χορὸν τὸν φέροντα καὶ σείοντα τὰς ἀσπίδας ἐξ ἐναντίας κοσμήσας τῷ σιδήρῳ: — ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν τῷ μανίαν ἐμποιοῦντι θύρσῳ: — οὐδʼ ὑπὸ θυρσομανεῖ: ἀντὶ τοῦ μετὰ θυρσομανοῦς. λέγει δὲ τοῦ Διονύσου. ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν θυρσομανεῖ Διονύσῳ· ὅπερ καὶ ἄμεινον: — νεβρίδων μέτα: νεβρίς ἐστι δέρμα ἐλάφου κατάστικτον ὃ φοροῦσιν οἱ βακχευταί. ἐπειδὴ γὰρ οἱ μαινόμενοι τὸ δέρμα αὐτῶν κατατέμνοντες ποικίλον αὐτὸ ποιοῦσιν, οἱ σώφρονα μανίαν μαινόμενοι τῷ καταστίκτῳ τῆς νεβρίδος σοφίζονται τῆς μανίας τὸ σχῆμα: — δινεύεις: οὐδὲ χορεύεις, φησὶν, ὑπὸ θυρσομανεῖ, τῷ κώμῳ, μετὰ νεβρίδων, ἐν ἅρμασι καὶ ἵπποις ἀναστρεφόμενος. τουτέστιν· οὐ νεβρίδας ἔχων καὶ θύρσους, ὥσπερ οἱ τοῦ Διονύσου χοροὶ, δινεύεις καὶ περιχορεύεις, ἀλλʼ ἅρμασι καὶ ἵπποις ἐπιβαίνεις. ἅρμασι δὲ τοῖς τετραπόδοις, ἅρμασιν οἷς τετράποδα ὑπέζευκται: —

<!-- 793 -->λείπει τὸ ἀλλά: — χαλινῶν. ἀντιπτώσεις δέ εἰσι· σὺν ἅρμασι καὶ ψαλίοις μονονύχων πώλων τετραβαμόνων, ἢ τετραπόδων: — ἄλλως: ψαλίων: τῶν ἵππων, παρὰ τὸ ψᾶσθαι αὐτοὺς λίαν ἤτοι τιθασεύεσθαι. τῇ γὰρ ἐπαφῇ τῶν χειρῶν οἱ ἵπποι συχνῶς καταψώμενοι τιθασοὶ λίαν γίνονται, ὥστε οὔτε χρὴ δὴ λέγεσθαι ψάλιον ἵππον. διαφέρουσι δὲ αἱ λέξεις, ἡ ψάλιος καὶ τὸ ψέλλιον. σημαίνει γὰρ ἡ μὲν τὸ τιθασευόμενος ἵππος, ἡ δὲ πᾶν τὸ ἐπιτιθέμενον ἵπποις εἰς κόσμον καὶ δυνάμενον ἐν τῇ κινήσει ψελλισμὸν, ἤτοι ψιθυρισμὸν, ἀποτελεῖν: — οὕτως συντάξεις τὸ ὅλον χωρίον· οὐ δινεύεις καὶ στρέφεις μώνυχα πῶλον μετὰ νεβρίδων καὶ ἐλαφείων δερμάτων ὑπὸ τῷ θυρσομανεῖ καὶ χαίροντι τοῖς θύρσοις καὶ νάρθηξι Διονύσῳ, ἀλλὰ δινεύεις καὶ στρέφῃ ἐν ἅρμασι καὶ τετραβάμοσι τῶν ψαλίων καὶ τῶν ἵππων, ἤτοι τετρώρῳ ἵππῳ: — μεταπλασμός· ἀπὸ τοῦ μονόνυχον μώνυχα: — Ἰσμηνοῦ τʼ ἐπὶ χεύμασι: ἡδὺ μὲν καὶ χαρίεν οὐδὲν πράττεις, ἐπιβαίνων δὲ τοῖς χεύμασι τοῦ Ἰσμηνοῦ σὺν ἅρμασι καὶ ψαλίοις μονονύχων πώλων τῇ ἱππικῇ ἐκμαίνῃ: —

<!-- 794 -->ἱππικαῖς ὁρμαῖς. ἢ ἐπιστήμαις: — βακχεύεις ὁρμᾷς διατρέχεις ταχύνεις καὶ ἀναπηδᾷς: — κατὰ τῶν Ἀργείων ἐνόπλους παροξύνας τοὺς Θηβαίους: — ἐπιπέμψας, παροξύνας τοὺς Θηβαίους καὶ ἐξ ἐναντίας αὐτοὺς στήσας τοῖς Ἀργείοις. ἀπὸ δὲ τοῦ ἐναντίου νῦν εἶπεν· ἐν γὰρ τοῖς ἀνωτέρω τοὺς Ἀργείους εἶπε παρωξύνθαι κατὰ τῶν Θηβῶν, τοῦτο δέ φησιν ὡς τοῦ Ἄρεως ἑκατέρους παρορμήσαντος κατʼ ἀλλήλων: —

<!-- 795 -->τῶν Θηβαίων γένος: — Σπαρτῶν γένναν: τοὺς Θηβαίους· οἱ γὰρ περιλειφθέντες ἐκ τῶν σπαρτῶν ὀδόντων τοῦ δράκοντος τῶν ἑξῆς πάντων εἰσὶ πρόγονοι: — ἀσπιδοφέρμονα θίασον ἔνοπλον: ποιεῖς δηλαδὴ θίασον ἀσπιδοφέρμονα: — ἄλλως: ἀντὶ τοῦ ἀσπιδοθρέμμονα· φέρσαι γὰρ τὸ θρέψαι· τὸν ἐν ἀσπίδι τραφέντα, τουτέστι τὸν σπαρτὸν λαὸν τὸν πολεμικόν. παραγώγως, ἀντὶ τοῦ ἀσπιδηφόρον: — ἄλλως: ὁ νοῦς οὕτως· κοσμήσας χορὸν οὐ θυρσοφόρον, ἀλλʼ ἀσπιδοφέρμονα, οὐ συνθιασώτην καὶ σύγκωμον χορὸν, ἀλλʼ ἀντίπαλον, οὐ κισσῷ κοσμήσας, ἀλλὰ χαλκῷ. εἰ δὲ ἦν ἐπὶ Διονύσου, οὕτως ἂν ἔφη· θυρσοφόρον θίασον σύγκωμον κατὰ σύμφυτα ὄρη κισσῷ κοσμήσας οὐ κατὰ τείχη: — ἄλλως: κυρίως θίασος ὁ τοῦ Διονύσου χορὸς λέγεται ὁ μετὰ νεβρίδων ἐκείνῳ συγχορεύων. διὰ τοῦτο ἐνταῦθα ἀντίπαλον θίασον καὶ ἀσπιδοφέρμονα καὶ ἔνοπλον τοὺς Ἀργείους καλεῖ τοὺς σὺν τῷ Ἄρει τὴν ἔνοπλον χορείαν ποιουμένους: —

<!-- 797 -->ἀντιστήσας θίασον ἔνοπλον τῇ Σπαρτῶν γέννᾳ: — ἀντιπαραταττόμενον: — τουτέστιν ὁπλίσας: —

<!-- 798 -->ἦ: τοῦτο καθολικόν· ὄντως δεινὴ θεὸς ἡ Ἔρις: —

<!-- 800 -->τοῖς Θηβαίοις· πρόγονος γὰρ αὐτῶν ὁ Λάβδακος: —

<!-- 801 -->ὦ ζαθέων πετάλων: ὦ νάπος τῶν ζαθέων πετάλων. νάπος πετάλων τὸ σύμφυτον ὄρος. τὸ ἑξῆς· ὦ Κιθαιρὼν πολυθηρότατον ὄρος σύμφυτον· τοῦτο γὰρ δηλοῖ νάπος πετάλων: — ἄλλως: ζαθέων: μεγάλων φύλλων. ἢ θείων, ὥσπερ φαμὲν θεῖον τόπον διὰ τὸν ἐν αὐτῷ θεόν. λέγονται γὰρ ἐν αὐτῷ ἱδρῦσθαι αἱ Μοῦσαι καὶ δένδροις διαφόροις κεκοσμῆσθαι: — ὑπὸ φύλλων πεπλεγμένον: —

<!-- 802 -->ὄμμα Κιθαιρὼν: ὅπερ ἐφορᾷ ἡ Ἄρτεμις ὑπὲρ τὰ ἄλλα ὄρη. καὶ ἔστιν ὅραμα  <span class="gap">…</span> ἢ ὡς καλλιστεῦον παρὰ τῇ θεῷ, ὥσπερ ἐν τῷ σώματι τὸ ὄμμα. πολύθηρον γάρ ἐστι, κυνηγέτις δὲ ἡ θεὸς Ἄρτεμις ὑπάρχει: — ἄλλως: ὦ ὄμμα τῶν ἄλλων ὀρῶν Κιθαιρών, ὅραμα, ἤτοι διὰ τὸ ὑψηλὸν εἶναι καὶ πόρρωθεν τοῖς πᾶσιν ὁρᾶσθαι, ἢ ὅτι ἄνωθεν ἦν πάντα καθορᾶν. ἢ ἁπλῶς ἐκπρεπέστατον χρῆμα αὐτὸν ἂν εἴη λέγων. λέγει τὸν Κιθαιρῶνα ὑπὲρ τὰ ἄλλα πάντα ὄρη  <span class="gap">…</span> τῇ Ἀρτέμιδι ὥσπερ ὀφθαλμὸς ἐν σώματι. λέγονται δὲ ἐνταῦθα ἱδρῦσθαι αἱ Μοῦσαι: —

<!-- 803 -->ἀντὶ τοῦ γέννημα: —

<!-- 804 -->Οἰδιπόδα βρέφος, κατὰ περίφρασιν τὸν Οἰδίπουν: — τὸν ἐκβεβλημένον τῶν οἴκων. τὸ ἐκριφὲν βρέφος ἐκ τῶν οἴκων· ἐξετέθη γὰρ εἰς τὸ ὄρος: —

<!-- 805 -->χρυσοδέτοις περόναις: ἡ μὲν Ἰοκάστη ὡς ἀκριβῶς εἰδυῖα εἶπε σιδηρᾶς τὰς περόνας· αὗται δὲ ὡς βάρβαροι οὐκ ἀκριβῶς ἴσασιν: — περόναις ἐπίσαμον: τοῦτο διὰ τὰς περόνας λέγει αἷς ὕστερον ἑαυτὸν ἐτύφλωσεν· οὐ γὰρ ταῖς τῶν ποδῶν. εἶπε γὰρ σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον: — ἄλλως: νῦν φησι χρυσῷ διαπεπερονῆσθαι τὰ σφυρὰ τοῦ Οἰδίποδος, ἄνω δὲ εἶπε σφυρῶν σιδηρᾶ· ἐκτὸς εἰ μὴ οὐκ ἐπὶ τῶν σφυρῶν λέγει τὸ χρυσοδέτοις περόναις ἐπίσαμον, ἀλλὰ διὰ τὴν τύφλωσιν ἐπίσημον αὐτὸν γεγονέναι. μᾶλλον δὲ ἐμφαίνει τὰ σφυρὰ τοῦ Οἰδίποδος διὰ τὰ παρακείμενα· ἐπάγει γὰρ βρέφος ἔκβολον οἴκων· οὐ τυφλὸς δὲ ἦν, ἡνίκα ἐκβέβληται, ἴσως οὖν διαφόρου οὔσης τῆς ἱστορίας οὕτως ἀμφοτέραις συγκατατίθεται: — ἐπίσαμον: τὸν ὕστερον γενόμενον ἐπίσημον διὰ τὴν τύφλωσιν: —

<!-- 806 -->μηδὲ τὸ παρθένιον πτερόν: ἀπὸ κοινοῦ τὸ ὤφειλεν, τουτέστι· μηδὲ ἡ Σφὶγξ ὤφειλεν εἰς τὰς Θήβας ἐληλυθέναι. αὕτη γὰρ ἀρχὴ τῆς συμφορᾶς ἐγένετο τοῦ Οἰδίποδος· διὰ τὸ εὑρηκέναι γὰρ τὸ προτεθὲν ὑπʼ αὐτῆς ζήτημα ἔγημε τὴν μητέρα κατʼ ἄγνοιαν. προέκειτο γὰρ εἰς γάμον τῷ συνιέντι: — παρθένιον πτερὸν καλεῖ τὴν Σφίγγα διότι λέγεται μῦθος τὰ ἄνω μέρη τοῦ σώματος παρθένου γυναικὸς ἔχειν, τὰ δὲ κάτωθεν ἀετοῦ. πρὸς μὲν τὴν παρθένον τὸ παρθένιον, πρὸς δὲ τὸν ἀετὸν τὸ πτερόν: — γράφεται οὔρειον: — οὔρειον τέρας ἐλθεῖν: ὀρεινὸν ἄγριον. ἢ ἴσως ἐπειδὴ ἐν Κιθαιρῶνι τῷ ὄρει ἐτρέφετο, τέρας αὐτήν φησι· τέρας δέ ἐστι πᾶν τὸ παρὰ φύσιν. τὸ δὲ ἑξῆς· μηδὲ τὸ παρθένιον πτερὸν Σφιγγὸς ὤφειλεν ἐλθεῖν εἰς πένθεα ταύτης τῆς χθονός. τέρας δὲ τὴν Σφίγγα λέγει, ἐπεὶ πτερωτὴ ἦν παρθένου ἔχουσα πρόσωπον, λέοντος δὲ τὸ πᾶν σῶμα, μιξοφυὴς οὖσα: — ἄλλως: ἀπὸ μέρους τὴν ὅλην· μηδὲ τὸ πτερὸν τῆς Σφιγγὸς ἐκεῖνο τὸ τέρας, ὅπερ ἦν πένθος τῆς γῆς: — ἄλλως: οὔρειον δὲ τέρας διὰ τὸ δόξαι αὐτὴν ἀπὸ τοῦ ὄρους Κιθαιρῶνος τερατοειδῶς κατελθεῖν: — ἀντὶ τοῦ· πένθος τῆς γῆς ἡ Σφίγξ: —

<!-- 807 -->Σφιγγὸς ἀμουσοτάταισι: σὺν κακομούσοις προβλήμασι καὶ σοφίσμασι τῆς Σφιγγός. ᾠδὴν δὲ κακόμουσον τὸ αἴνιγμά φησιν, ἐπεὶ ἐμμελῶς τε καὶ ἐμμέτρως ἐλέγετο, ἀπώλλυε δὲ πολλοὺς τῶν Θηβαίων· μὴ εὑρίσκοντες γὰρ τὸ αἴνιγμα κατησθίοντο: — ἀοιδαῖς: —

<!-- 808 -->ἅ ποτε Καδμογενῆ: ἥτις ἐπικαθεζομένη τοῖς τείχεσι τετραβάμοσι χηλαῖς τὴν Καδμογενῆ γένναν, τουτέστι τοὺς Θηβαίους, εἰς αἰθέρος ἄβατον φῶς ἀνῆγεν. ἐπεὶ ἄβατος καὶ αὐτοῖς τοῖς ὀρνέοις ἐστίν: — τὸ ἑξῆς· Καδμογενῆ γένναν: — τετραδακτύλοις ποσίν: — γράφεται χηλαῖσι: —

<!-- 809 -->καθεζομένη: — φέρεν αἰθέρος: ὑπερβολικῶς, ἀντὶ τοῦ εἰς ὕψος πολὺ ὥστε προσεγγίζειν τῷ αἰθέρι ἔφερε τὴν Καδμογενῆ γένναν. τοιοῦτον γάρ τι ἱστορεῖται ὅτι εἰς ὕψος αὐτοὺς ἀνήγαγε καὶ ἠφίει ἐπὶ τῆς γῆς φέρεσθαι πρῶτον ἄνω διασπαράξασα: —

<!-- 810 -->ἃν ὁ κατὰ χθονὸς Ἅιδας: ἣν Ἐρινύς τις ἢ Ἀϊδωνεὺς ἢ ἀλάστωρ ἐφῆκε τῇ πόλει· πάντα γὰρ τὰ δεινὰ χθόνια ἔλεγον οἱ ἀρχαῖοι: —

<!-- 811 -->ἀντὶ τοῦ ἐπέπεμπεν: — δυσδαίμων δʼ ἔρις: μετὰ δὲ ταῦτα δυσδαίμων ἔρις ἄλλη αὔξεται κατὰ τοὺς οἴκους τοῦ Οἰδίποδος τῶν παίδων. ἄλλη δὲ ἔρις ἄλλα ποιεῖ κατὰ διαδοχὴν κατὰ τὴν πόλιν καὶ τὸν οἶκον τῶν Οἰδίποδος παίδων. κακοὶ γὰρ ὄντες κακὰ πάσχουσιν ὡς παρὰ φύσιν τεχθέντες: —

<!-- 814 -->οὐ γὰρ ὃ μὴ καλόν: τὸ πρῶτον οὐ περιττόν ἐστιν: — οὐ γάρ ποτε τοῦτο καλόν ἐστιν, εἴπερ αὐτὸ τὴν ἀρχὴν ἀπὸ ῥίζης μὴ ἔφυ καλόν. τοῦτο δέ φησι διὰ τὸν Οἰδίποδα παρανόμως γήμαντα τὴν μητέρα καὶ παρανόμως παῖδας τεκόντα. τοῦτο οὖν, φησὶ, τὸ μὴ καλῶς γενόμενον οὔποτε ἐπαινέσομεν· οὐδὲ γὰρ αὐτὸ τὸ γεγονέναι ἦν καλόν: —

<!-- 815 -->οὐδʼ οἱ μὴ νόμιμοι: ἀπὸ κοινοῦ τὸ οὐ καλόν· οὐδὲ οἱ ἄνομοι παῖδες καλόν, οἱ παρὰ τὸν τῆς φύσεως νόμον γενόμενοι, ἀλλὰ κατάρατοι καὶ ἀνόσιοι: — οὐδὲ οἱ ἄνομοι παῖδες καλὸν μητρὶ λόχευμα: —

<!-- 816 -->παῖδες μητρὶ λόχευμα: κατὰ κοινοῦ τὸ οὐ καλόν, τουτέστιν· οὐ καλὸν οἱ μὴ νόμιμοι παῖδες, οἷον Οἰδίπους παρὰ τὸν τῆς φύσεως νόμον συγγενόμενος τῇ μητρὶ καὶ ἀνελὼν τὸν πατέρα. οὐ καλὸν οὖν, φησὶ, γέννημα, ἀλλὰ κατάρατον παῖς τῆς τοῦ πατρὸς καὶ μητρὸς ἐπιβαίνων εὐνῆς· συναίμονα γὰρ εἶπε τὸν πατέρα τοῦ παιδὸς, ἐπειδὴ ἐξ ἑνὸς αἵματος ὁ παῖς τῷ πατρί. δύναται δὲ καὶ ἐπὶ τοῦ Ἐτεοκλέους ἡρμόσθαι ὁ λόγος, καὶ ἐροῦμεν οὕτως· οὐ καλὸν γέννημα οἱ μὴ νόμιμοι παῖδες τῇ μητρί, οἷον Ἐτεοκλῆς καὶ Πολυνείκης ἐκ λέχους τοῦ αὐτοῦ πατρὸς καὶ ἀδελφοῦ ἐλθόντες εἰς φῶς, ἵνα ᾖ τὸ συναίμονος ἀντὶ τοῦ ἀδελφοῦ, τὸ δὲ εἰς λέχος ἀντὶ τοῦ ἐκ λέχους, λόχευμα δὲ τὸ γέννημα: — ἄλλως: οἵτινες παῖδές εἰσι τῇ μητρὶ λόχευμα, μίασμα δὲ τοῦ πατρὸς, διὰ τὸ διʼ αὐτοὺς τετυφλωκέναι ἑαυτὸν ἢ διότι αὐτὸν ἔκρυψαν.  <span class="gap">…</span> πατρὸς δὲ τοῦ καὶ συναίμονος ἐκ λέχους ἦλθον. ἐὰν δὲ ᾖ ἣ δέ, ἥτις, ἡ μήτηρ, ἦλθεν εἰς τὸ ἑαυτῆς αἷμα: — μίασμα πατρός: πῶς μίασμα πατρός· ὅτι συναίμονος εἰς λέχος ἦλθεν, ὅ ἐστι τοῦ ἀδελφοῦ αὐτῶν Οἰδίποδος: —

<!-- 817 -->ὁ δέ ἀντὶ τοῦ γάρ: — γράφεται σύναιμον: — τοῦ υἱοῦ: —

<!-- 818 -->ἔτεκες ὦ γᾶ: ταῦτα ἐφεξῆς μέχρι τοῦ τέλους τοῦ χοροῦ ἀνακλητικῶς προφέρουσι μακαρίζουσαι τῆς ἀρχαίας εὐδαιμονίας τὰς Θήβας. τὸ δὲ ἑξῆς· ἔτεκές ποτε, ὦ Γῆ, γένναν ὀδοντοφυῆ Σπαρτῶν τὴν ἀπὸ φοινικολόφοιο δράκοντος, ὥς ποτε ἠκούσαμεν κατὰ τὴν βάρβαρον ἀκοὴν ἡμῶν ἐν τῇ πατρίδι οὖσαι. τὸ οὖν ἀπὸ φοινικολόφοιο δράκοντος συναπτέον. θηρότροφον δὲ γένναν περιφραστικῶς τοὺς Σπαρτοὺς, ἐπεὶ ἀπὸ θηρίου, τοῦ δράκοντος, ἐτέχθησαν. τάσσεται δὲ τὸ τραφῆναι ἐπὶ τοῦ γεννηθῆναι καὶ ἀναδοθῆναι ἀπὸ τῆς γῆς: —

<!-- 820 -->τοῦ ἐν θηρσὶ τραφέντος δράκοντος. θηριώδους: —

<!-- 821 -->τὴν γενομένην ἐκ τῶν ὀδόντων: — κάλλιστον ὄνειδος: κάλλιστον κλέος ταῖς Θήβαις αὐτοὺς, τοὺς Σπαρτοὺς, φησίν. ἔστι δὲ ὄνειδος τῶν μέσων λέξεων, ὡς καὶ τύχη καὶ ζῆλος καὶ δόλος: —

<!-- 822 -->Ἁρμονίας δέ ποτʼ: καὶ κατὰ τοῦτο, φησὶ, μακαρία ἡ πόλις ὅτι γαμοῦντι τῷ Κάδμῳ τὴν Ἁρμονίαν συνῆλθον οἱ θεοί: —

<!-- 823 -->φόρμιγγί τε: καὶ τοῦτο, φησὶν, εἰς εὐδαιμονίας λόγον ταῖς Θήβαις συνέβη, τὸ ὑπὸ τῆς λύρας Ἀμφίονος τειχισθῆναι: —

<!-- 824 -->ᾠκοδομήθη: — ἀπὸ κοινοῦ τὸ ἀνέσταν: —

<!-- 825 -->τὸν περάσιμον τόπον: — ἀμφὶ μέσον Δίρκας: λείπει τὸ ὅς· ὅς, ὁ πόρος, κατὰ τὸ πεδίον τῆς Δίρκης ἔμπροσθεν τοῦ Ἰσμηνοῦ καταδύεται. οὗτοι γάρ εἰσιν οἱ δύο ποταμοὶ, ἡ Δίρκη καὶ ὁ Ἰσμηνός: — ἄλλως: περὶ τὸν μέσον πόρον τῶν διδύμων ποταμῶν τῆς Δίρκης· ἥτις σχιζομένη δύο ἀποτελεῖ ποταμοὺς, οὓς καὶ διδύμους ἐκάλεσεν, ἐπεὶ ἐξ ἑνὸς οἱ δύο ἀποτελοῦνται: —

<!-- 827 -->ἀντὶ τοῦ καταδύεται. λείπει δὲ ἥτις· ἥτις ἐπαρδεύει τὸ πεδίον, ἡ Δίρκη: —

<!-- 828 -->Ἰώ θʼ ἁ κερόεσσα: πρὸς ἅπασι τούτοις καὶ Ἰὼ ἔχουσιν οἱ Θηβαῖοι προμήτορα: — καὶ ἄλλως: καὶ ὦ Ἰὼ κερατοφόρε, ἥτις ἐγέννησε τοὺς βασιλεῖς τῶν Θηβαίων καὶ ἤνεγκε μυριάδας ἀγαθῶν ἀντὶ τῶν κακῶν: — πρόγονος: —

<!-- 830 -->μυριάδας δʼ ἀγαθῶν: συνελόντι δὲ, φησὶ, φράσαι ἡ πόλις αὕτη μυρία ἀνδραγαθήματα καὶ νίκας συνάπτουσα εἰς ἄκρον ἐν τῷ πολέμῳ προελήλυθεν ἀνδραγαθημάτων, ὡσεὶ ἔλεγε· τὴν οὕτως μακαρίαν οὐκ ἀπεικὸς τοὺς ἐπελθόντας πολεμίους ἀπώσασθαι: — ἢ οὕτως· ἡ ἤδη τοσαῦτα πλεονεκτήματα εὐτυχήσασα καὶ ἄλλα ἄλλοις ἀμειψαμένη νῦν ἐπὶ ξυροῦ πολέμου ἕστηκεν: — ἄλλως: ἡ δὲ πόλις αὕτη πρὸς τοῖς ἄλλοις ἄλλας διαδεξαμένη μυριάδας ἀγαθῶν νῦν ἐν κινδύνοις ἄκροις ἕστηκεν: —

<!-- 831 -->ἐπʼ ἀγωνίσμασι πολεμικοῖς. ἢ ἐπὶ ξυροῦ ἕστηκεν: —

<!-- 834 -->ἡγοῦ πάροιθε: Μαντὼ ἐκαλεῖτο ἡ θυγάτηρ τοῦ Τειρεσίου: — Πείσανδρος ἱστορεῖ ὅτι Ξάνθη γαμηθεῖσα Τειρεσίᾳ ἐποίησε παῖδας τέσσαρας, Φαμενὸν Φερεκύδην Χλῶριν Μαντώ: —

<!-- 835 -->ὡς ἄστρον τοῖς ναύταις: —

<!-- 836 -->δεῦρʼ εἰς τὸ λευρόν: εἰς τὸ ὁμαλὸν καὶ ἰσόπεδον τὸ ἴχνος τοὐμὸν τιθεῖσα πρόβαινε καὶ μὴ εἰς τὸ κεκρυμμένον, ἵνα μὴ σφαλῶμεν τῆς οἰωνοσκοπίας: — τιθεῖσα φέρε: —

<!-- 837 -->μὴ πέσωμεν: — ὅτι καὶ τυφλὸς καὶ γέρων: —

<!-- 838 -->κλήρους τέ μοι φύλασσε: τοὺς μισθοὺς φύλασσε: — τήρει σὺ τοὺς κλήρους ἐμοί, τουτέστι τὰς τῶν πτήσεων σημειώσεις: — τὰς μαντικὰς ψήφους: —

<!-- 839 -->οἱ γὰρ οἰωνοσκόποι ἐν δέλτῳ ἐσημειοῦντο τὰς πτήσεις, ἵνα διὰ μνήμης ἔχοιεν. εἰ δὲ τυφλὸς ἦν, μὴ θαυμάσῃς· ἡ γὰρ θυγάτηρ ἔμπειρος οὖσα τὰς γινομένας πτήσεις ἐσημειοῦτο. φασὶ δὲ αὐτὴν μετὰ τὸν θάνατον τοῦ πατρὸς ἀρίστην μάντιν γενέσθαι: —

<!-- 840 -->θάκοισιν ἐν ἱεροῖσιν: τόπος Θήβης οἱ θᾶκοι, ὅπου ἐμαντεύετο ὁ Τειρεσίας: —

<!-- 841 -->ἀντὶ τοῦ τέκνον ἐμὸν καθʼ ἡλικίαν: —

<!-- 842 -->χρόνον δεῖ ἐν μέσῳ λαβεῖν: —

<!-- 843 -->ὅτι οἱ πόδες μου ἐκοπώθησαν: —

<!-- 844 -->τὴν ὁδόν. οἷον ἔλευσιν, ὅ ἐστι τὸ μῆκος τῆς ὁδοῦ: — μόλις περῶ: ἀπὸ γὰρ τῶν Ἀθηνῶν παραυτίκα ἔρχεται πρόσφατος: —

<!-- 845 -->θάρσει πρὸς τὸ ἐξορμίσαι τὸν πόδα: —

<!-- 846 -->ἐξόρμισαι σὸν πόδα: ἔστησας: — ἄλλως: ἀντὶ τοῦ ἐξώρμισαι· τὸ ο ἀντὶ τοῦ ω· ἐκβέβληκας, ἔστησας: — ἄλλως: λείπει τὸ ἔστι· ἔστι στῆσαί σε τὸν πόδα: — ἢ ἐξόρμισον προστακτικῶς, ἀντὶ τοῦ στῆσον, ἐκ μεταφορᾶς τῶν εἰς λιμένα καταγομένων νεῶν: —

<!-- 847 -->ὡς πᾶσʼ ἀπήνη:  <span class="gap">…</span> καὶ οἱ γεγηρακότες, φησὶν, ὑπὸ ξένης χειραγωγεῖσθαι ὀφείλουσιν. ἤτοι ἐν τῷ μὴ δύνασθαι αὐτὴν καθʼ ἑαυτὴν ἄνευ ζῴων τρέχειν· ἢ, ὅπερ βέλτιον καὶ ἀκόλουθον, ἐν τῷ τὰ ὑπεζευγμένα ζῷα ἄνευ τοῦ ἡνιοχοῦντος μὴ δύνασθαι τρέχειν, ἵνα καὶ αὐτὴν τὴν ζεῦξιν ἀπήνας λέγῃ. θυραίας δὲ ἀλλοτρίας ὡς πρὸς τὰ ἕλκοντα ζῷα, μὴ κοινωνούσης τοῦ ἑλκυσμοῦ. ἐὰν δὲ ἐπὶ τῆς ἁμάξης μόνον, ἁπλούστερον, τῆς ἀλλοτρίας τῶν ζῴων: —

<!-- 848 -->ὁδηγήματα: —

<!-- 850 -->ἀντὶ τοῦ συνάγαγε, ἀναλάμβανε σαυτόν: — ἀνάκτησον δύναμιν: —

<!-- 851 -->στήσας τὴν ὁδοιπορίαν: — αἶπος ἐκβαλὼν ὁδοῦ: νῦν τὸν κάματον, ἢ τὸ ἐκ τῆς ὁδοῦ ἆσθμα γενόμενον. ἄλλοι δὲ αἶπος τὸ ὕψος, νῦν δὲ καταχρηστικῶς τὸ μῆκος· ὡς καὶ «αἰπὺς ὄλεθρος»: —

<!-- 852 -->γράφεται παρεῖμαι, ἀντὶ τοῦ· ἐκλέλυμαι τὰ γόνατα τῷ κόπῳ: —

<!-- 853 -->ἐνταῦθα ἐνεχθείς: — τῆς πρὸ ταύτης: — χθὲς δηλονότι: —

<!-- 854 -->Εὐμόλπου δορός: Εὔμολπος παῖς Ποσειδῶνος καὶ Χιόνης τῆς Βορέου καὶ Ὠρειθυίας θυγατρὸς Ἐρεχθέως· ὃς πολεμῶν τὰς Ἀθήνας ἐπὶ τοῦ νεωτέρου Ἐρεχθέως ἐφονεύθη παρʼ αὐτοῦ. καὶ ἄλλοι δύο υἱοὶ Ποσειδῶνος παρὰ τοῦ Ἐρεχθέως ἀνῃρέθησαν ἐν ἐκείνῳ τῷ πολέμῳ συμμαχοῦντες Εὐμόλπῳ, Φόρβας καὶ Ἰμμάραδος. τότε δὲ ἐπὶ τῇ εἰρήνῃ τὰ μυστήρια Δήμητρος ἐτέλεσαν: — ἐπίτηδες πρὸς ἔπαινον τῶν Ἀθηναίων ἀνακεχρόνισται, τέσσαρσι γενεαῖς προὔχοντα τοῦ Θηβαϊκοῦ πολέμου: — ἄλλως: τέσσαρσι γενεαῖς τοῦ Θηβαϊκοῦ πολέμου πρεσβύτερός ἐστιν Εὐμόλπου ὁ πρὸς Ἐρεχθέα πόλεμος. Ἐρεχθέως μὲν γὰρ Πανδίων, οὗ Αἰγεὺς, οὗ Θησεὺς ὁ τῶν ἐν Καδμείᾳ πεσόντων τὰ σώματα ἀνελόμενος. ἦν δὲ ὁ Εὔμολπος Θρᾳκῶν βασιλεὺς, ὃς λέγεται ἐλθεῖν εἰς Ἐλευσῖνα ἐπὶ τῷ μυηθῆναι τὰ Ἐλευσίνια. καὶ πρῶτος ἱστορεῖται ξένος μυηθῆναι· διὸ καὶ ἀπʼ αὐτοῦ ἄρχοντες ἐγένοντο ἱεροφάνται Εὐμολπίδαι Ἀθήνησιν. οὗτος συνεμάχησεν Ἐλευσινίοις στασιάζουσι κατὰ τοῦ βασιλέως Ἐρεχθέως καὶ ἡττηθεὶς ἐφονεύθη. ὕστερον δὲ κατὰ πυθόχρηστον ἐτιμήθη καὶ ὁ τάφος αὐτοῦ ἱερώθη διὰ τὸ πρῶτον τὰ Ἐλευσίνια μεμυῆσθαι. τινὲς δὲ υἱὸν Ποσειδῶνος τὸν Εὔμολπόν φασιν, ὃς ἡττηθεὶς ὑπὸ τῆς Ἀθηνᾶς εἰς τὴν ἔριν τὴν περὶ τῆς Ἀττικῆς διὰ τῆς ἐλαίας τὸν υἱὸν αὐτοῦ κατὰ τῶν Ἀθηναίων ἐκίνησεν: —

<!-- 855 -->ὅπου: — νικηφόρους: — τοὺς Ἀθηναίους: —

<!-- 856 -->καὶ τόνδε χρυσοῦν στέφανον: στεφάνους γὰρ ἔχουσιν ἐν τοῖς πολέμοις, ἵνα νικῶντες ἀναδέωνται: —

<!-- 857 -->τιμὴν ἀριστεῖα: —

<!-- 858 -->οἰωνὸν ἐθέμην: σημεῖον ἐθέμην τοῦ ἡμᾶς νικῆσαι: —

<!-- 859 -->ταραχῇ συγχύσει κακῶν: —

<!-- 860 -->καὶ μέγας Θήβαις ἀγών: ἀγὼν τῆς μάχης τῶν Ἀργείων καὶ τῶν Θηβαίων: — κίνδυνος: —

<!-- 861 -->ὁπλισθείς: —

<!-- 862 -->ἀντὶ τοῦ πρὸς Ἀργείους: — τὴν τῶν Ἀργείων. Μυκήνη γὰρ πόλις Ἄργους: —

<!-- 863 -->ἔγραψε, διʼ ἐπιστολῆς ἐνετείλατο: —

<!-- 865 -->Ἐτεοκλέους μὲν οὕνεκʼ: προεῖπεν ὁ Ἐτεοκλῆς τὴν αἰτίαν τῆς λύπης τοῦ μάντεως ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην, ἀντὶ τοῦ ἐξεφαύλισα: — τὸ ἑξῆς· ἕνεκα μὲν τοῦ Ἐτεοκλέους κλείσας ἂν τὸ στόμα τοὺς χρησμοὺς ἐπέσχον: — συγκλείσας: —

<!-- 866 -->τὰ μαντικά: —

<!-- 867 -->τὸ ἑξῆς· λέξω δέ σοι: — τὸ δὲ νοσεῖ ἀντὶ τοῦ στασιάζει δυστυχεῖ: — νοσεῖ γὰρ ἥδε γῆ: τουτέστι· νοσεῖ ἡ πόλις ἐξ οὗ ὁ Λαῖος ἐγεννήθη καὶ ὁ Οἰδίπους ἔφυ καὶ ἡ τῶν ὀφθαλμῶν τύφλωσις ἐγένετο αὐτῷ. διαφθορὰν δὲ εἶπε τὴν τύφλωσιν: —

<!-- 868 -->ἐξ οὗ ʼτεκνώθη: τέκνου πατὴρ ἐγένετο. ἀντὶ τοῦ ἐτέκνωσε. κατὰ ἀπαρίθμησιν δὲ προάγει τὸν λόγον. ἀπὸ τοῦ Λαΐου γὰρ ἀρξάμενος κατέβη εἰς τοὺς περὶ Ἐτεοκλέα καὶ Πολυνείκην: — ἐτέκνωσεν: — παρὰ προαίρεσιν: — ἔτεκεν: —

<!-- 869 -->ἄθλιον: —

<!-- 870 -->αἵ θʼ αἱματωποί: ἀφʼ οὗ καὶ αἱ αἱματώδεις τῶν ὀφθαλμῶν διαφθοραί: —

<!-- 871 -->παραλογισμός. παραίνεσις εἰς τὸ μὴ παραβῆναι τὸ θεῖον: — θεῶν σόφισμα: ἐπίνοια θεῶν, ἵνα πᾶσι δειχθῇ μὴ παρακούειν θεῶν: —

<!-- 873 -->ὡς δὴ θεούς: ὡς δὴ μέλλοντες ἐκ τούτου τὴν τῶν θεῶν κρίσιν ὑπεκβῆναι καὶ μέχρι τούτου οἰόμενοι στήσειν αὐτοῖς τὸ κακὸν τοὺς θεούς. διὰ τοῦ συγκλείειν τὸν πατέρα. παρατρέχοντες. κεκριμένον δὲ ἦν τοῖς θεοῖς ὥστε καὶ αὐτοὺς ἀλλήλους ἀποκτεῖναι: —

<!-- 874 -->ἀπέτυχον: — ἀπαιδεύτως: —

<!-- 875 -->οὔτʼ ἔξοδον διδόντες: καθεῖρξαν αὐτὸν, φησὶν, οὔτε τινὰ τιμὴν ἀποδιδόντες αὐτῷ οὔτε προελθεῖν που συγχωροῦντες. καὶ τούτου χάριν θυμωθεὶς αὐτοὺς κατηράσατο: —

<!-- 876 -->ἐπέρριψεν ἐφθέγξατο ἐξέβαλεν: —

<!-- 877 -->λείπει τὸ τοὺς ὀφθαλμούς: — ὑβρισμένος: — ὅτι τῷ περὶ τοὺς ὀφθαλμοὺς πάθει καὶ προσητίμαστο: —

<!-- 878 -->τί οὐ δρῶν: γράφεται δὲ κἀγὼ τί μὴ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπη: — ὁποῖα δʼ οὐ λέγων ἔπη: λείπει ἡ διά· διʼ ἃ λέγων. τὸ δὲ οὐ ἀπὸ κοινοῦ: — θέλων καταλῦσαι: —

<!-- 879 -->εἰς μῖσος: — εἰς ἔχθος ἦλθον: γράφεται καὶ εἰς ὄχλον, ἀντὶ τοῦ εἰς ὄχλησιν τῇ πόλει: —

<!-- 884 -->διαφθαρήσῃ: —

<!-- 886 -->ἐκεῖνο μὲν γάρ: ἐκεῖνο γὰρ πρῶτον ἦν ἴαμα, τῶν ἀπὸ Οἰδίπου μηδένα πολίτην μηδὲ ἄνακτα εἶναι τῇδε τῇ πόλει ὡς κακοδαιμονοῦντας: — ἄλλως: πρωτεῦον αἱρετώτατον: — ἔθος ποιητικὸν τὸ ἀπὸ τοῦ γάρ ἄρχεσθαι. Ὅμηρος· «ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος» καί· «ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη». καὶ Μένανδρος· «ἐκ γειτόνων οἴκων γὰρ, ὦ τοιχώρυχε»: —

<!-- 888 -->ὡς κακοδαιμονοῦντας, δαίμονι ἀπανθρώπῳ καὶ σκληρῷ κατεχομένους: —

<!-- 889 -->ἐπεὶ δὲ κρεῖσσον: ἐπικρατέστερον τὸ κακόν. Ὅμηρος· «ἐπεὶ τὰ χερείονα νικᾷ»: —

<!-- 890 -->ἐπίνοια βουλή: —

<!-- 891 -->τόδʼ ἀσφαλές: ἀντὶ τοῦ ἄλυπον. λυπήσω γάρ σε. ἢ οὐκ ἀσφαλὲς διὰ τὸ αὐτὸν τεθνήξεσθαι: — ἀκίνδυνον: —

<!-- 892 -->τὴν τύχην κεκτημένοις: εὐτυχίαν. τὸ ἐκ τοῦ αὐτομάτου προσπῖπτον. ἔστι δὲ λυπηρὸν τοῖς δεσπόταις τὸ δοῦναι φάρμακον τῆς σωτηρίας: — τῇ πόλει παρασχεῖν: —

<!-- 894 -->εἷς γὰρ ὢν πολλῶν μέτα: κἀγὼ αὐτὸς, φησὶν, εἷς ὢν μετὰ πολλῶν, τῶν Θηβαίων, ἀπολοῦμαι· τοῦτο γὰρ εἵμαρται: —

<!-- 896 -->περίμενε: — μὴ κρατήσῃς με: —

<!-- 897 -->ἡ τύχη σʼ ἀλλʼ οὐκ ἐγώ: ἡ εὐτυχία φεύγει σε, ἀλλʼ οὐκ ἐγώ. μέλλει γὰρ μετʼ ὀλίγον ὁ παῖς αὐτοῦ ἀναιρεῖν ἑαυτόν: —

<!-- 899 -->κοὐχὶ βουλήσῃ τάχα: ταχέως. τουτέστιν· οὐκ ἀρέσει σοι ἡ ἀκοὴ, ἀλλʼ εὐθέως μεταμεληθήσῃ ἐπὶ τῇ ἀκοῇ: — ἄλλως: θέλεις, φησὶ, νῦν ἀκοῦσαι, ταχέως δὲ βουλήσῃ μὴ ἀκηκοέναι τὸ μέλλον σοι γενέσθαι: — ἄλλως: νῦν μὲν οὖν ἀκοῦσαι ἐπείγῃ, ἐπειδὰν δὲ ἀκούσῃς ἅπαξ, οὐ μὴ θελήσῃς ἀκηκοέναι: —

<!-- 901 -->ἠθικὸν ἐπίρρημα, ἀντὶ τοῦ ἀληθῶς: —

<!-- 902 -->εἰς γὰρ τί μᾶλλον: ἀντὶ τοῦ· εἰς οὐδὲν δεῖ μᾶλλον πλείονα σπουδὴν ἔχειν ἢ περὶ τὸ σῴζειν ἕκαστον τὴν πατρίδα. κακὸς γὰρ, φησὶν, οἰωνὸς ἡμῖν καὶ σύμβολον οὐκ ἀγαθὸν τὸ μὴ ὑπὲρ πατρίδος ἀμύνειν: — ἄλλως: ἢ περὶ τὸ σῴζειν πατρίδα. Ὅμηρος «εἷς οἰωνὸς ἄριστος»: — ἀντὶ τοῦ· εἰς ποῖον γὰρ ἄλλο: —

<!-- 907 -->πόρρωθεν: —

<!-- 908 -->ἐνόμιζε γὰρ τὸν μάντιν ἀπόρρητόν τι λέξειν: —

<!-- 910 -->κλύων γὰρ ἂν τέρποιτο: ἐὰν γὰρ ἀκούσῃ τὴν σωτηρίαν τῆς πόλεως, τερφθῆναι ἔχει: —

<!-- 911 -->θεσφάτων ἐμῶν ὁδόν: τὴν διήγησιν. ἔδει, φασὶ, μὴ ἀντικρὺ τοῦ Μενοικέως λέγειν τὰ περὶ τῆς σφαγῆς αὐτοῦ, ἀλλʼ ὥσπερ καὶ ἑτέρωθι ποιεῖ· «δεῦρʼ ἔλθʼ ἐς οὖς σοι». λέγοι δʼ ἄν τις ὅτι γεννικόν ἐστι τὸ πρόσωπον καὶ φιλόδοξον, ὡς καὶ τὴν ψυχὴν προέσθαι ὑπὲρ εὐκλείας: —

<!-- 914 -->τὴν δυστυχίαν: —

<!-- 915 -->γράφεται τί φής· ἐμὸν παῖδʼ ἕνεκα γῆς σφάξαι θέλεις: —

<!-- 916 -->πέπρωται: —

<!-- 917 -->ἐν συντόμῳ: —

<!-- 918 -->σοὶ μόνῳ κακά· τῇ γὰρ σῇ πατρίδι μεγάλα καὶ σωτήρια: —

<!-- 919 -->οἰμωζέτω: —

<!-- 920 -->ἁνὴρ ὅδʼ οὐκέτʼ αὐτός: ἀναστρέφεται εἰς τοὐπίσω, ἀναχωρεῖ, ἔξαρνος γίνεται: — ἀναχωρεῖ, ἀναστρέφεται εἰς τοὐπίσω: —

<!-- 921 -->οὐ γὰρ χρεία μοι τῶν σῶν μαντευμάτων: —

<!-- 922 -->ἐπεὶ σὺ δυστυχεῖς: κατʼ ἐρώτησιν τοῦτό φησι ὁ Τειρεσίας. οὕτως δὲ ἡ γραφὴ διὰ τὸ μέτρον: — ἐπεὶ σὺ δυστυχεῖς, ἀπώλετο ἡ ἀλήθεια: —

<!-- 923 -->λείπει τὸ ἱκετεύω: — ὦ πρός σε γονάτων: ὦ Τειρεσία, προσπίπτω σοι κατὰ τῶν γονάτων σου καὶ τῆς τιμίας τριχός: — ἐντίμου: —

<!-- 924 -->δυσφύλακτʼ αἰτῇ κακά: ἀντὶ τοῦ δυστήρητα: — ἅπερ οὐ δύναμαι παραφυλάξασθαι καὶ μὴ εἰπεῖν: —

<!-- 929 -->ἐκ τίνος: — ἐκ ποίας προφάσεως: —

<!-- 930 -->εἰς ἐξέτασιν καὶ κρίσιν: —

<!-- 931 -->δεῖ τόνδε θαλάμαις: καταδύσεις, θῆκαι, ἀγγεῖα κεράμεια, εἰς ἃ ἐμβάλλεταί τινα ἀπόρρητα καὶ εἰς γῆν τίθεται: — ὁ τοκεύς: —

<!-- 933 -->τὸ τοῦ φόνου αἷμα: — γῇ δοῦναι χοάς: χοαὶ αἱ ἐκχύσεις αἱ ἐπιχεόμεναι τοῖς νεκροῖς: —

<!-- 934 -->Κάδμου παλαιῶν Ἄρεος ἐκ μηνιμάτων: λείπει ἡ κατά· κατὰ Κάδμου. ὁ δὲ νοῦς· διὰ τὴν παλαιὰν μῆνιν τοῦ Ἄρεως τὴν κατὰ Κάδμου· ἐπʼ ἐκδικίᾳ γὰρ τοῦ δράκοντος ἔτι καὶ νῦν μνησικακεῖ τοῖς περιλειφθεῖσι τῶν Σπαρτῶν ὁ Ἄρης, ἐπεὶ μὴ ἤμυναν τῷ δράκοντι γεγονότες ἐξ αὐτοῦ οὐδὲ τοῖς ἀδελφοῖς, ἔμειναν δὲ τοῦ Κάδμου φίλοι καὶ σὺν αὐτῷ ἔκτισαν τὴν πόλιν· ὁ δὲ Ἐχίων καὶ θυγατέρα Κάδμου ἔγημεν. ἀλλαχοῦ δέ φησι ταῦτα ὑπὸ Διονύσου πεπονθέναι τὴν πόλιν: — ζητοῦσι δέ τινες, εἴπερ ὠργίσθη ἡ Γῆ καὶ ὁ Ἄρης διὰ τὸν φόνον τοῦ δράκοντος, διὰ τί πάλιν κελεύει ὁ μάντις ἀπʼ ἐκείνου τοῦ γένους σφαγῆναί τινα. πρὸς τοῦτο ῥητέον ὅτι ἡ Γῆ ἀνέδωκε τοὺς Σπαρτοὺς πρὸς τὸ ἐκδικῆσαι τὸν φόνον τοῦ δράκοντος· οὗτοι δὲ οὐκ ἐξεδίκησαν, ἀλλὰ τοῖς Θηβαίοις ἐκοινώνησαν. καὶ γὰρ Ἐχίων εἷς ὢν τῶν Σπαρτῶν ἔγημεν Ἀγαύην τὴν Κάδμου. διὰ τοῦτο οὖν κελεύει ὁ μάντις ἐκ τοῦ γένους σφαγῆναί τινα, ἵνα τιμωρίαν παράσχωσι τῆς προδοσίας: —

<!-- 935 -->ὃς γηγενεῖ δράκοντι: ἐκδικεῖ τῷ δράκοντι τὸν φόνον: — ἄλλως: διὰ τί, φασὶν, ἐμήνιεν ὁ Ἄρης τοῖς Σπαρτοῖς· ὅτι οὐκ ἐβοήθησαν αὐτῷ, τῷ δράκοντι, οὐδὲ μετὰ ταῦτα ἐτιμώρησαν τοῖς ἀδελφοῖς, ἀλλʼ ἔμειναν τοῦ Κάδμου φίλοι. αὐτοὶ γοῦν καὶ συνέκτισαν αὐτῷ τὴν πόλιν: — τιμωρίαν ἀπαιτεῖ: —

<!-- 937 -->χθὼν δʼ ἀντὶ καρποῦ καρπόν: καρποῦ τοῦ δράκοντος ἢ τῶν γηγενῶν· καρπὸν δὲ πάλιν τὸν Μενοικέα: — ἐὰν ἡ Γῆ ἀντὶ τοῦ αἵματος τοῦ δράκοντος ἕτερον αἷμα λάβῃ, ἔσται τότε εὐμενὴς ὑμῖν. ἐλυπεῖτο δὲ ἡ Γῆ ὅτι γηγενεῖς ἦσαν. δεξαμένη οὖν τὸ αἷμα ἀντὶ τοῦ αἵματος, ὅ ἐστιν ἀντὶ τοῦ ἰδίου τοῦ φονευθέντος τὸ τοῦ ἀπὸ τοῦ δράκοντος, εὐμενὴς ἂν γένοιτο: —

<!-- 938 -->ἕξετʼ εὐμενῆ Γῆν: ἐλυπεῖτο γὰρ ἡ Γῆ ὅτι τῶν γηγενῶν Σπαρτῶν ἐδέξατο τὸ αἷμα: —

<!-- 939 -->χρυσοπήληκα στάχυν: χρυσαῖς περικεφαλαίαις κεκοσμημένους ἄνδρας· οὕτως γὰρ ἀνεδόθησαν: —

<!-- 940 -->ἐκ γένους δὲ δεῖ θανεῖν: ἀνάγκη δέ ἐστιν ἕνα τῶν ἐκ γένους τῶν Σπαρτῶν, ὅ ἐστι τοῦ δράκοντος, ἀποθανεῖν ὑπὲρ τῆς πατρίδος: —

<!-- 941 -->σιαγόνος: — ἐκπέφυκε παῖς: λέγεται δὲ ἐν τῇ μάχῃ τοῦ Κάδμου πρὸς τοὺς Σπαρτοὺς περιλειφθῆναι πέντε. ἐξ ἑνὸς οὖν τούτων κατῆγεν ὁ πατὴρ τοῦ Μενοικέως Κρέων: —

<!-- 942 -->σὺ δʼ ἐνθάδʼ ἡμῖν: οἱ περιλειφθέντες τῶν Σπαρτῶν, ὡς Αἰσχύλος φησὶν, ἦσαν Χθόνιος Οὐδαῖος Πέλωρ Ὑπερήνωρ Ἐχίων, ὃς ἔγημεν Ἀγαύην τὴν Κάδμου, ἐξ ἧς ποιεῖ Πενθέα, οὗ Ὄκλασος, οὗ Μενοικεὺς, οὗ Κρέων καὶ Ἰοκάστη: —

<!-- 943 -->ἀκέραιος ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο: καὶ ἀπὸ πατρός· ἀντὶ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν εἶπεν: — ἄλλως: ἀληθὴς ὢν ἔκγονος τῶν Σπαρτῶν καὶ ἀπὸ μητρὸς καὶ ἀπὸ πατρός: — ἄλλως: ἀντὶ τοῦ καθαρὸς καὶ ἀνεπίληπτος καὶ ἀληθὴς ἀπόγονος τῶν Σπαρτῶν. τὸ δὲ ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο ἀντὶ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν εἶπεν, ἀντὶ τοῦ ἀκέραιος καὶ ἀπὸ πατρός: —

<!-- 944 -->Αἵμονος: ὁ Αἵμων, φησὶν, ὁ πρεσβύτερός σου υἱὸς διὰ τὸ μεμολύνθαι τῇ μνηστείᾳ οὐ σφαγήσεται· ἀφθόρου γὰρ ἀνδρὸς χρεία: —

<!-- 945 -->θάνατον κωλύουσιν: —

<!-- 946 -->κεἰ μὴ γὰρ εὐνῆς ἥψατʼ: ἢ καθὸ ἐμνηστεύσατο, ἢ ἐπὶ, ὡς λέγουσι, λάθρα αὐτῇ συνῆλθε. τοῦτον δὲ ὡς μάντιν εἰδότα εὐφήμως εἰπεῖν: — ἀλλʼ ἠγγύηται πρὸς γάμον: —

<!-- 947 -->παιδίον: — τῇδʼ ἀνειμένος πόλει: ἀντὶ τοῦ ἱερωθεὶς καὶ σφαγεὶς ὑπὲρ τῆς πόλεως: — ἄφετος ἀπολελυμένος: —

<!-- 949 -->πικρὸν δʼ Ἀδράστῳ: μόνος γὰρ ἐσώθη τῶν στρατηγῶν· διὸ εἶπε νόστον. πικρόν δὲ διὰ τὴν λύπην τῶν συνεστρατευμένων: —

<!-- 950 -->κατὰ κοινοῦ τὸ θήσει: ποιήσει θανατηφόρον μοῖραν: —

<!-- 951 -->ἐνδόξους: — τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιν: τοῖν δυοῖν πότμοιν τὸν ἕτερον ἑλοῦ, ἢ τοῦ παιδὸς τεθνηκότος σῶσαι τὴν πόλιν, ἢ τῆς πόλεως καταστραφείσης σῶσαι μὲν τὸν υἱόν· οὐ μὴν οὐδʼ αὐτὸν σώσεις· μετʼ οὐ πολὺ γὰρ καὶ αὐτὸς μετὰ τῆς πόλεως ἀπολεῖται: — ἐπίλεξαι: —

<!-- 954 -->τῇ μαντικῇ τῇ διὰ πυρός: —

<!-- 955 -->ὁ μέν ἀντὶ τοῦ γάρ: —

<!-- 956 -->ἐχθρός: —

<!-- 957 -->ψευδῆ λέγων ὑπὸ τῆς ἐλεημοσύνης: — ἤτοι τοῖς μαντευομένοις: —

<!-- 958 -->ἀδικεῖ τὰ τῶν θεῶν: ἀδικεῖ εἰς θεοὺς ψευδόμενος καὶ κρύπτων τὸ ἀληθές: —

<!-- 959 -->μαντεύεσθαι: —

<!-- 960 -->Κρέον, τί σιγᾷς: τὴν φωνὴν ἄηχον ἐπισχὼν καὶ οὐκέτι φθεγγόμενος, ὡσεὶ ἔλεγεν· οὐ σιωπῆς σοι καιρὸς ἀκούσαντι τοιαῦτα, ἀλλὰ βουλεύσασθαί τι καὶ πρᾶξαι: — ἄηχον: — ἀποκλείσας ἀποκόψας: — σχάσας: μεταφορικῶς, ἀντὶ τοῦ ἀποκόψας ἀποκλείσας. ἄφθογγον δὲ ἀντὶ τοῦ ἄηχον: —

<!-- 961 -->κἀμοὶ γὰρ οὐδὲν ἧττον: κἀγὼ γάρ σοι οὐδὲν ἧττον συναλγῶ· ἀλλʼ οὐ σιωπῆς, βουλῆς δὲ μᾶλλον καιρός ἐστιν· διὸ ἔδει λέγειν: — ἀντὶ τοῦ πάρεστιν: —

<!-- 962 -->λείπει τὸ πρᾶγμα: —

<!-- 963 -->νῦν λύπης: —

<!-- 964 -->ἀντὶ τοῦ παραθεῖναι: —

<!-- 966 -->εἰς τὸ φονευθῆναι: — οὐδʼ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν: τὸ ἑξῆς ἐν εἰρωνείᾳ. αὐτὸς δὲ θνῄσκειν ἕτοιμος· ἐν καιρῷ γάρ ἐσμεν τοῦ ἀποθνῄσκειν, γέροντες ἐσμέν: —

<!-- 967 -->μή μʼ εὐλογείτω: ὡς δόξαν μέλλοντα ἔχειν τὸν υἱὸν ὑπὲρ τῆς πόλεως δεδωκότα: —

<!-- 968 -->αὐτὸς δʼ ἐν ὡραίῳ: ἐγὼ δὲ αὐτὸς ἐν τῷ καιρῷ τῆς τελευτῆς ὑπάρχω γέρων ὤν: — καιρὸν ἔχω τοῦ θανάτου: — γράφεται ἵσταμαι: —

<!-- 969 -->πατρίδος ἐκλυτήριον: λύτρον ὑπὲρ τῆς πατρίδος: — ἀπολυόμενος τὴν πατρίδα τῶν περιεστώτων αὐτῇ κακῶν: —

<!-- 970 -->ἄγε δή: —

<!-- 971 -->ἀκόλαστʼ ἐάσας: τὰ τολμηρὰ καὶ προπετῆ, τὰ μὴ ὑποπίπτοντα κολάσει, μετʼ ἐξουσίας λεγόμενα: — ἀνεξέταστα, ἀβασάνιστα, τόλμης γέμοντα: —

<!-- 973 -->λέξει γὰρ ἀρχαῖς: τοῖς ἄρχουσι δηλονότι. ἤρκει οὗτος· ὁ γὰρ ἐπιφερόμενος πύλας ἐφʼ ἑπτὰ καὶ λοχαγέτας μολών περιττός ἐστιν: — καὶ στρατηλάταις τάδε: τοῖς ἡγεμόσι, τοῖς βασιλεῦσιν: —

<!-- 974 -->πύλας ἐφʼ ἑπτά: ἐπὶ τοὺς στρατηλάτας μετελθών: —

<!-- 975 -->προλάβωμεν: —

<!-- 976 -->βραδύνῃς: —

<!-- 978 -->μακράν: —

<!-- 979 -->ἐκπονεῖν δʼ ἐμέ: ἀνύειν ἐκπληροῦν: —

<!-- 980 -->παρελθὼν τοὺς Δελφοὺς φεῦγε: — ποῖ με χρὴ πάτερ μολεῖν: ἐκ τῶν Δελφῶν δηλονότι. εἰς οὐδὲν χρήσιμον τοπογραφεῖ. μᾶλλον δὲ αὐτὸν ἐχρῆν σκοπεῖν ὅπως τῶν πολεμίων παρακαθεζομένων λήσεται ὁ Μενοικεὺς φεύγων: —

<!-- 981 -->ὄνομα ἔθνους, ἀπὸ Αἰτωλοῦ οἰκιστοῦ: — ἐκ τῆς Αἰτωλίδος γῆς: —

<!-- 982 -->ἔθνος Θεσσαλίας, ἀπὸ Θεσπρωτοῦ τοῦ Διός: — σεμνὰ Δωδώνης βάθρα: τὰ σεβάσμια τῆς Δωδώνης θεμέλια: — ἐν τῇ Θεσπρωτίᾳ, φησὶν, ὅπου τὰ τῆς Δωδώνης βάθρα· Δωδώνη γὰρ ἐγγὺς Θεσπρωτίας, ἐν ᾗ Διός ἐστιν ἱερόν: —

<!-- 983 -->ἀποφατικῶς. ἐγνώρισας: — φύλαγμά μοι γενήσεται, ὅ ἐστι· ποία με πόλις δεξαμένη σώσει: —

<!-- 984 -->πόμπιμος ὁ δαίμων: αὐτὸς, φησὶν, ὁ Ζεὺς πέμψει σε, χρησμῳδήσας δηλονότι ποῖ δεῖ σε σταλέντα σωθῆναι: — ἐκεῖνος ὁ θεὸς, ὁ Ζεὺς, μαντεύσεται ποῖ δεήσει οἰκεῖν: — εὐπορία: —

<!-- 985 -->ἐγὼ πορεύσω χρυσόν: ἀποστείλω. εἴποι δʼ ἄν τις· ἕως οὗ ἀποστείλῃς τὸν χρυσὸν, πόθεν ἕξει τὰ ἀναγκαῖα ἐφόδια: —

<!-- 986 -->ὡς σὴν πρὸς κασιγνήτην: πρὸς τὴν σὴν ἀδελφὴν ἀπελθών· πλεονάζει γὰρ τὸ ὡς: — ἄλλως: πρῶτον, φησὶ, πρὸς τὴν σὴν ἀδελφὴν θέλω ἀπελθεῖν, ἥτις με ἀνέθρεψε στερηθέντα τῆς μητρός: —

<!-- 988 -->μητρὸς στερηθείς: ἐναντίως ἱστορεῖ Σοφοκλῆς. μετὰ γὰρ θάνατον Μενοικέως ἡ μήτηρ αὐτοῦ ζῇ, ὡς ἐν Ἀντιγόνῃ φησί· «καὶ μὴν ὁρῶ δάμαρτα τὴν Κρέοντος»: —

<!-- 989 -->προσηγορήσων εἶμι: προσηγορήσων αὐτὴν εἶμι καὶ σώσων τὸν βίον: — ἄλλως: σώσων τὴν πόλιν· οὐ γὰρ, ὡς ὁ πατὴρ ᾤετο: —

<!-- 990 -->ἀλλʼ ἄγε δή: — σπεῦσον ἄπελθε· μὴ σαυτὸν ἐμπόδιζε πρὸς τὴν σωτηρίαν: —

<!-- 992 -->κλέψας λόγοισιν: ἀπατήσας παραλογισάμενος: — τὸ ἑξῆς· εἷλον ἃ βούλομαι τυχεῖν: —

<!-- 993 -->ὅς μʼ ἐκκομίζει πόλιν: ἐκπέμπει τὴν πόλιν τῆς εὐτυχίας ἀποστερῶν: — φυγαδεύει ἐκπέμπει: — τῆς εὐτυχίας: —

<!-- 994 -->λείπει τὸ ἐμέ· ἐμὲ δίδωσιν: —

<!-- 996 -->ἐγέννησεν: —

<!-- 997 -->ἵνα οὖν: —

<!-- 999 -->αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων: αἰσχρὸν γὰρ, εἰ οἱ μὲν καὶ ἄνευ θεσπισμάτων μάχονται καὶ οὐ διʼ ἀνάγκην δαιμόνων· αὐτὸς δὲ ἠναγκάζετο διὰ τὴν μῆνιν τῶν θεῶν: — ἀντὶ τοῦ· οὐκ εἰς μαντείαν καλούμενοι· αὐτὸς γὰρ ἠναγκάζετο διὰ τὴν μῆνιν τῶν θεῶν. λείπει τὸ εἰ· εἰ οἱ μὲν ἄνευ μαντείας μάχονται: — οἱ μὲν μαντείας ἀπηλλαγμένοι: —

<!-- 1006 -->τὸν Ἥλιόν φησι, τὸν ἄστρων δεσπότην: — μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρην τε: τὸν Ἥλιόν φησι καὶ τὸν Ἄρην τὸν τοῦ ἐμοῦ φόνου αἴτιον: —

<!-- 1007 -->ἀνατείλαντας: —

<!-- 1008 -->ὁ γὰρ Ἄρης αἴτιος τῶν Σπαρτῶν δράκοντα καταστήσας αὐτόθι φύλακα τῆς κρήνης, ἐξ οὗ τῶν ὀδόντων οἱ Σπαρτοί: — δεσπότας κατέστησεν: — ἀπὸ κοινοῦ τὸ οὐκ ἄπειμι ἔξω χθονός: —

<!-- 1009 -->ἀλλʼ εἶμι: οὐκ ἐκφεύξομαι, ἀλλʼ εἶμι πρὸς θάνατον ἐξ ἐπάλξεων ἄκρων: — τῶν λίθων τῶν ἐπάνω τοῦ τείχους: —

<!-- 1010 -->σφάξας ἐμαυτόν: διαφέρει σηκὸς καὶ ἄδυτον. ὁ μὲν γὰρ σηκὸς ἐπὶ ἀνθρώπου, τὸ δὲ ἄδυτον ἐπὶ θεοῦ: — Σωσιφάνης ὁ τραγικὸς ὑπὸ τοῦ Λαΐου φησὶ τεθνηκέναι τὸν Μενοικέα· Νικόστρατος δὲ ὑπὸ τῆς Σφιγγός: — τὸ ἑξῆς· εἰς τὸν σηκὸν σφάξας ἐμαυτὸν ἀπὸ τειχέων, ὡς τοῦ σηκοῦ πλησίον τοῦ τείχους ὄντος: — σπήλαιον: — μέλανα σκοτεινόν: —

<!-- 1011 -->ὁ Τειρεσίας: — ἐκέλευσεν: — δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος, σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοάς

<!-- 1013 -->στείχω δὲ θανάτου: λείπει ἡ διά· διὰ θανάτου δῶρον παρέξω τῇ πόλει οὐκ αἰσχρόν: —

<!-- 1015 -->εἰ γὰρ λαβὼν ἕκαστος: εἰ ἕκαστος ὃ κατὰ δύναμιν εἶχεν ἀγαθὸν εἰσέφερε τῇ πατρίδι, ἐκτὸς ἂν ἦσαν κακῶν αἱ πόλεις: — κτησάμενος: —

<!-- 1016 -->διέλθοι τοῦτο: μεταχειρίζοιτο καὶ εἰς μέσον φέροι. τουτέστι διεξέλθοι καὶ μεταχειρίζοιτο: — διεξέλθοι καὶ εἰς μέσον φέροι: —

<!-- 1018 -->ἀποπειρώμεναι: —

<!-- 1019 -->ἔβας ἔβας ὦ πτεροῦσσα: πρὸς οὐδὲν ταῦτα· ἔδει γὰρ τὸν χορὸν οἰκτίσασθαι διὰ τὸν θάνατον Μενοικέως ἢ ἀποδέχεσθαι τὴν εὐψυχίαν τοῦ νεανίσκου. ἀλλὰ τὰ περὶ Οἰδίπουν καὶ τὴν Σφίγγα διηγεῖται τὰ πολλάκις εἰρημένα: — πτεροφόρε: — Γᾶς λόχευμα: γέννημα· ἐκ γῆς γὰρ ἀνεδόθη: — Γᾶς λόχευμα: γέννημα. ἀντὶ τοῦ ὦ πτεροφόρε. γῆς γέννημα: — ἄλλως: παρόσον ὅτι ἐν ὄρεσι διατρίβουσα τὸ πρὶν καὶ μὴ φαινομένη ἐξαίφνης ἐπέστη τοῖς Θηβαίοις, διὰ τοῦτο ἔδοξεν οἷον ἐκ γῆς ἀναδοθῆναι: — ἐπορεύθης, ὦ πτερωτή, γῆς θρέμμα καὶ γέννημα: —

<!-- 1020 -->γέγονε γὰρ ἡ Σφὶγξ Ἐχίδνης καὶ Τυφῶνος: — οὗτος δὲ ὁ Τυφὼς εἷς ἦν τῶν Τιτάνων, οὓς ὁ Ζεὺς ἐκεραύνωσε· καὶ αὐτὸν δὲ ἐν τῷ Αἴτνῃ κατεκεραύνωσεν, ὅθεν ἔκτοτε ἐν τῷ Αἴτνῃ τὸ πῦρ ὑπανάπτεται: — ἐπεὶ ἡ Ἔχιδνα ὑπὸ γῆς κατῴκει: —

<!-- 1021 -->Καδμείων ἁρπαγᾷ: λείπει ἡ ἐπί· ἐπὶ ἁρπαγῇ τῶν Θηβαίων: —

<!-- 1022 -->πολλοὺς φθείρουσα: — ἐπεὶ τὰ μὲν παρθένου εἶχε, τὰ δὲ θηρίου: —

<!-- 1023 -->πολέμιον σημεῖον: —

<!-- 1024 -->συναλοιφὴ ἀπὸ τοῦ φοιτήεσιν: — μεμηνόσιν: — φοιτᾶσιν: ὁρμητικοῖς, φοιτητικοῖς, οἷς ἐφοίτα καὶ διίπτατο: — ἄλλως: ἥτις γὰρ, ἡ Σφὶγξ, ἐν τοῖς πανταχοῦ πετομένοις σου πτεροῖς καὶ ἐν ταῖς σιαγόσιν ὠμὰ τὰ σώματα σιτουμέναις μετεωρίζουσα καὶ ἐξαίρουσα καὶ ἁρπάζουσα ἐκ τῶν Διρκαίων τόπων, ἤτοι ἀπὸ τῶν Θηβῶν, τοὺς νέους διὰ τὴν ἄλυρον καὶ ἀνήδυντον καὶ ἀνάρμοστόν σου μοῦσαν, ἤτοι διὰ τὸ αἴνιγμά σου, καὶ τὴν τιμωρίαν, τὴν ἀπώλειαν, τοῖς ἀνθρώποις ἐμποιοῦσαν ἔφερες ἄχεα τῇ πατρίδι φόνου προξενητική: —

<!-- 1025 -->χαλαῖσί τʼ ὠμοσίτοις: τοῖς ὄνυξι τοῖς ὠμὰ κρέα ἁρπάζουσι πρὸς σίτησιν: — νῦν σιαγόσιν: — ὠμὰ σιτουμένοις: —

<!-- 1026 -->ἐκ μέρους τὸ πᾶν· ἀντὶ τοῦ ἀπὸ τῶν Θηβῶν: — ἥτις ποτὲ, ἡ Σφίγξ: —

<!-- 1027 -->πεδαίρουσα: ἀπὸ τοῦ πεδίου μετεωρίζουσα καὶ αἴρουσα εἰς ὕψος: —

<!-- 1028 -->ἄλυρον ἀμφὶ μοῦσαν: ἄλυρον μοῦσαν τὸν θρῆνον παρόσον πρὸς αὐλὸν, οὐχὶ πρὸς λύραν, ᾔδοντο οἱ θρῆνοι, ἱερὰν Ἀπόλλωνος νομιζομένην· ἀπενθὴς δὲ θεὸς Ἀπόλλων. Αἰσχύλος· «τί ταῦτʼ ἀνωλόλυξας ἀμφὶ Λοξίου· οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν». ἡ ἀμφί δὲ πρὸς τὸ ἔφερες: — τουτέστι· περιέφερες καὶ περιῆγες ἄναυλον καὶ ἀνήδονον ᾠδήν. λέγει δὲ τὸ αἴνιγμα: — ἢ διὰ τοὺς γενομένους θρήνους ἢ διὰ τὰ αἰνίγματα: —

<!-- 1029 -->ἀπολομένην ἀπώλειαν: —

<!-- 1030 -->ἔφερες ἔφερες: ὦ Σφὶγξ ἥτις Ἐρινὺς ἄχεα ἦς τῇ πατρίδι. ἢ καὶ Ἐρινὺν καὶ ἄχεα, ἀντὶ τοῦ· τὰ λύπης αἴτια καὶ φόνου κατὰ τῆς πατρίδος ἔφερες: — φόνους λύπας ταῖς Θήβαις: —

<!-- 1031 -->φόνια φόνιος ἐκ θεῶν: τινὲς τὸ φόνια πρὸς τὸ ἑξῆς· ὃς τάδε τὰ φόνια πράξας ἦν, φόνιος ὁ θεός: — ἄλλως: ὁ ἐκ θεῶν ταῦτα πράξας φόνιος ἦν αὐτός: — παρόσον τὴν Σφίγγα ὁ Διόνυσος ἔπεμψε τοῖς Θηβαίοις ὡς ἐναντίον λέγειν: —

<!-- 1033 -->ἰάλεμοι: οἱ δὲ θρῆνοι ἐστενάζοντο ἐν τοῖς οἴκοις. ἔνιοι δὲ οὕτως· αἱ δὲ ἰάλεμοι τῶν παρθένων καὶ τῶν μητέρων ἐστέναζον ἐν τοῖς οἴκοις πενθοῦσαι αἱ μὲν τὰ τέκνα, αἱ δὲ τοὺς ἀδελφούς: —

<!-- 1035 -->ἐστέναζον: καὶ ἐστενάζοντο οἱ ἰάλεμοι, θρῆνοι, τῶν μητέρων καὶ τῶν πατέρων διὰ τὴν βοὴν καὶ τὴν λαλιὰν τῆς Σφιγγὸς τὴν ἰήιον καὶ λοξὴν, παρόσον ὁ ἰήιος ὕμνος τῷ Λοξίᾳ Ἀπόλλωνι ᾄδεται. ἢ οὕτως· ἐστέναζον ἰάλεμοι τῶν πατέρων καὶ τῶν μητέρων ἰήιον βοὴν, ἤτοι τὴν θρηνητικήν. τὸ γὰρ ω τὸ σχετλιαστικὸν λέγεται καὶ ἰώ καὶ ἰή. εὑρίσκεται γὰρ ἐν τοῖς ποιηταῖς οὕτως, ἰὴ ἰή, ὡς τὸ ἰὼ ἰώ: —

<!-- 1036 -->ἰήιον μέλος: θρηνητικὴν βοήν. ἐπὶ μὲν θρήνων ψιλοῦται, ἐπὶ δὲ παιάνων δασύνεται: — ἐθρήνει θρηνητικὴν βοήν: — παιάνιον φωνήν. παιὰν δέ ἐστιν ᾆσμα ᾀδόμενον ἐπὶ καταπαύσει λοιμοῦ ἢ δεινῶν τινων: —

<!-- 1039 -->ὁ δὲ στεναγμὸς βροντῇ ἦν ὅμοιος: —

<!-- 1041 -->ἁρπάσειεν, οἷον· ὅταν ἀφαρπάσειεν ἡ Σφίγξ τινα τῶν ἀνδρῶν ἀπὸ τῆς πόλεως, θρῆνος καὶ βοὴ ἐγίνετο: —

<!-- 1043 -->Πυθίαις ἀποστολαῖσιν: ἀντὶ τοῦ ὑπὸ Πυθίου ἀπεσταλμένος. κατὰ χρησμὸν γὰρ τούτου ἦλθεν εἰς Θήβας: — ταῖς τοῦ Ἀπόλλωνος παραπομπαῖς: —

<!-- 1044 -->Οἰδίπους ὁ τλάμων: πυνθανομένῳ γὰρ Οἰδίποδι περὶ τῶν γονέων ἔχρησεν αὐτῷ ὁ θεὸς ὡς ἀποκτείνας τὸν πατέρα γαμήσει τὴν μητέρα. διὸ εἰς Θήβας ἦλθεν, οὐκ εἰς Κόρινθον, φοβούμενος μή πως Πόλυβον φονεύσας γαμήσῃ Μερόπην: —

<!-- 1046 -->τότʼ ἀσμένοις: διὰ τὸ λῦσαι τὸ αἴνιγμα. πάλιν δὲ ἄχη συνάπτει διὰ τὸν γάμον τῆς μητρὸς καὶ τὰ λοιπά: — ὁ αὐτὸς δὲ πάλιν, φησὶ, καὶ λύπας αὐτοῖς προσετρίψατο γήμας τὴν μητέρα καὶ φύσας τοὺς περὶ Πολυνείκην ἐξ ἀνόμων γάμων, οἳ νῦν διὰ τὰς τούτου ἀρὰς εἰς ἀγῶνα καὶ πόλεμον κατέστησαν. τὸ δὲ ὕστερον γενόμενον προανεφώνησεν· οὐ γὰρ εὐθὺς ὡς ἐπεδήμησεν ἄσμενοι αὐτὸν εἶδον, ἀλλʼ ὅτε ἔλυσε τὸ αἴνιγμα. λείπει δὲ τὸ ἦλθεν: — ἀπὸ κοινοῦ τὸ συνάπτει· συνάπτει ἄχη: —

<!-- 1049 -->καλλίνικος ὢν αἰνιγμάτων: τὸ ἑξῆς· καλλίνικος γὰρ ὢν τῶν αἰνιγμάτων τῆς Σφιγγὸς γάμους συνάπτει τῇ μητρί: — νικηφόρος ὢν τῶν ἀσαφῶν λόγων τῆς Σφιγγὸς συνάπτει γάμους κακοὺς τῇ μητρὶ αὐτοῦ: —

<!-- 1051 -->τὴν πόλιν ἐξ αἱμάτων ἀμείβει: — διʼ αἱμάτων δʼ ἀμείβει: τὴν πόλιν διʼ αἱμάτων ἐναλλάσσει. τὸ δὲ ἀμείβει ἀμείβεσθαι ποιεῖ ἐμβαλὼν διὰ καταρῶν τοὺς παῖδας εἰς φιλονεικίαν: — ἄλλως: τὰ πρῶτα κακὰ διʼ αἱμάτων ἤλλαξε δευτέρῳ φόνῳ ἐμβαλὼν τοὺς παῖδας διὰ τῶν καταρῶν εἰς φιλονεικίαν: —

<!-- 1052 -->μυσαρὸν εἰς ἀγῶνα: εἰς μεμισημένην φιλονεικίαν. λέγει δὲ τὴν μονομαχίαν τῶν ἀδελφῶν: —

<!-- 1053 -->ἐμβαλών. ἀνελών: — τὰ ἄθλια τέκνα διὰ τῆς κατάρας: — ἀραῖσι τέκεα μέλεος: ἀπὸ τούτων ἐχρῆν εὐθέως ἄρξασθαι τὸν χορόν. ἐκεῖνα γὰρ περιττά ἐστιν: —

<!-- 1054 -->ἀγάμεθʼ ἀγάμεθα: μετέβησαν ἐπὶ τὸν Μενοικέως φόνον. θαυμάζομεν, φησὶν, ἐκπεπλήγμεθα τὸν παῖδα ἀνταλλασσόμενον ἑκουσίῳ θανάτῳ τὴν εὔκλειαν: — λείπει τὸ ἐκεῖνον: —

<!-- 1059 -->νικηφόρα ἐπικρατῆ ποιήσων: —

<!-- 1060 -->γενοίμεθʼ ὧδε ματέρες: εἴθε, φησὶν, ὦ δέσποινα Ἀθηνᾶ, καὶ ἡμεῖς εὐτυχήσαιμεν τοιούτων τέκνων. ὡς παρθένοι δὲ παρθένῳ θεῷ εὔχονται ταύτην τέως εἰδυῖαι θεόν: — ἄλλως: ἡμεῖς αἱ γυναῖκες. συμπεριλαμβάνει γὰρ τὸ πᾶν γένος τοῦτο λέγουσα: — κατὰ τὸν Μενοικέα: —

<!-- 1061 -->γράφεται φίλα: — ἀναγκαίως ἐπειδὴ παρθένος: —

<!-- 1062 -->Παλλὰς ἃ δράκοντος: δοκεῖ Ἀθηνᾶ συμπρᾶξαι τῷ Κάδμῳ κατὰ τῶν Σπαρτῶν. διὸ καὶ ἱδρύσατο ταύτην Ὄγκαν προσαγορεύσας τῇ τῶν Φοινίκων διαλέκτῳ. ἐπεγέγραπτο δὲ τῷ ἱερῷ τούτῳ· «Ὄγκας νηὸς ὅδʼ ἐστὶν Ἀθήνης ὅν ποτε Κάδμος εἵσατο βοῦν θʼ ἱέρευσεν ὅτʼ ἔκτισεν ἄστυ τὸ Θήβης»: — ἄλλως: προνοίᾳ γὰρ Ἀθηνᾶς λίθῳ τὸν δράκοντα ἀνεῖλεν ὁ Κάδμος· ὡς καὶ ἀνωτέρω Παλλάδος φραδαῖσι: — κατήνυσας ἐφόνευσας: —

<!-- 1063 -->ἐν περιφράσει τὸν Κάδμον: —

<!-- 1064 -->ὁρμήσασʼ ἐπʼ ἔργον: ἐπὶ τὸν τοῦ δράκοντος φόνον: — ἄλλως: διὰ τὸν θάνατον τοῦ δράκοντος μηνίσαντος τοῦ Ἄρεως καὶ ἐπιπέμψαντος τὴν Σφίγγα: —

<!-- 1066 -->καὶ γὰρ ἡ Σφὶγξ ἥρπαζεν, ὁ δὲ Μενοικεὺς πέπονθέ τι ὅμοιον: —

<!-- 1067 -->κλητικὸν ἐπίρρημα: — τυγχάνει: —

<!-- 1068 -->ἀντὶ τοῦ· εἴπατε ἐκτὸς ἐλθεῖν. ἢ ἀντὶ τοῦ ἐξαγάγετε: —

<!-- 1069 -->διὰ μακροῦ μέν: βραδέως μὲν ἐξέρχῃ, ὅμως δὲ ἄκουσον, ἔξελθε: —

<!-- 1070 -->γράφεται κυδρή: — ἐνδοξοτάτη γύναι: —

<!-- 1072 -->ἆρά που: —

<!-- 1073 -->οὗ παρʼ ἀσπίδα: ἐπειδὴ ὑπασπιστὴς αὐτοῦ ἦν, νῦν δὲ κεχώρισται τοῦ δεσπότου, διὰ τοῦτο ὑπονοεῖ μὴ καὶ τέθνηκεν: —

<!-- 1075 -->ἐν τοῖς πολλοῖς ἀντιγράφοις οὐ φέρεται ὁ στίχος: —

<!-- 1077 -->μὴ τρέσῃς τόδʼ ὥς σʼ ἀπαλλάξω φόβου: μὴ κατὰ τοῦτο φοβῇ. καὶ γὰρ ἦλθον ἵνα σε ἀπαλλάξω φόβου. τὸ γὰρ ὡς ἀντὶ τοῦ ἵνα: — ἀντὶ τοῦ κατὰ τοῦτο. τὸ δὲ ὡς ἀντὶ τοῦ ἵνα: —

<!-- 1078 -->τί δʼ· ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί: ἀντὶ τοῦ ἑπτάπυλοι. πύργος γὰρ ἡ ἀσφάλεια: — αἱ σκέπαι τῆς πόλεως αἱ ἑπτάπυλοι: —

<!-- 1079 -->ἀβλαβεῖς ἄκλαστοι στερραί: —

<!-- 1080 -->ἦλθον δὲ πρὸς κίνδυνον: ἀντὶ τοῦ συνέβαλον· συμβαλόντες δὲ τοῖς Ἀργείοις κινδύνου διάπειραν ἔσχον: —

<!-- 1081 -->ἀλλʼ ὁ Καδμείων Ἄρης: εἰς αὐτήν εἰσι τοῦ πολέμου τὴν σφοδρότητα: — ἄλλως: εἰς αὐτὸ τὸ ἀκμαιότατον τοῦ πολέμου ἦλθον: — πόλεμος: —

<!-- 1083 -->ἓν εἰπὲ πρὸς θεῶν: φιλοστόργου μητρὸς ἦθος· εὔχεται γὰρ ἑκάτερον εὐτυχεῖν. ἀκούσασα γὰρ περὶ Ἐτεοκλέους καὶ περὶ Πολυνείκους ἐρωτᾷ: —

<!-- 1085 -->ζῇ σοι ἡ δυὰς τῶν τέκνων μέχρι ταύτης τῆς ὥρας: —

<!-- 1087 -->πυλῶν ἀπεστήσασθε πυργηρούμενοι: φυλάσσοντες τοὺς πύργους. ὑπʼ ἐκείνων πολιορκούμενοι. ὑμεῖς τειχήρεις ὄντες: —

<!-- 1091 -->πρὸς τὸ πᾶσι τὴν πρᾶξιν καταφανῆ γενέσθαι: — μελάνδετον ξίφος: μέλαιναν λαβὴν ἔχον κερατίνην. ἢ σιδηρᾶν. Ἡσίοδος· «μέλας δʼ οὐκ ἔσκε σίδηρος»: — σιδηρόδετον: —

<!-- 1092 -->τὸ ἑξῆς· ξίφος σωτήριον: —

<!-- 1093 -->ἀντὶ τοῦ· τὰ τάγματα διέταξεν: —

<!-- 1095 -->ἔφεδροι λέγονται οἱ τῶν ἐν τῷ πολέμῳ πιπτόντων ἀναπληροῦντες τὰς τάξεις: — ἀντιπάλους ἀνταγωνιστάς: — ἱππότας μὲν ἱππόταις ἔταξʼ: διὰ τοῦτο ἑπτὰ ἔταξε στρατηγοὺς πρὸς ταῖς ἑπτὰ πύλαις ἑαυτὸν οὐ συγκατατάξας ὅπως αὐτὸς περιέρχοιτο τὰς πύλας τῷ νοσοῦντι μέρει συμμαχῶν· ἐπάγει γὰρ ἐπειδὴ τάσδʼ εἰσεῖδεν εὐτυχεῖς πύλας, ἄλλας ἐπῄει παῖς σός: — ἄλλως: ἀπὸ κοινοῦ τὸ ἐπεί, ἵνα ᾖ· καὶ ἐπεὶ λόχους ἔνειμεν. ἡ δὲ ἀπόδοσις εἰς τὸ διʼ ὀλίγου περγάμων ἀπʼ ὀρθίων εἰσορῶμεν: —

<!-- 1097 -->ὅπως: — ἀδυναμοῦντι: — εἴη ὁ σὸς παῖς, ὁ Ἐτεοκλῆς, βοήθεια: —

<!-- 1098 -->διὰ βραχέος χρόνου: — νῦν τῶν τειχέων: — οὕτως πᾶσαν ἀκρόπολίν φασιν: — περγάμων δʼ ἀπʼ ὀρθίων: πέργαμα τὰ ἀκρωτήρια. λέγει δὲ τὰ τείχη: — ὑψηλῶν: —

<!-- 1099 -->λευκὰς ἀσπίδας ἔχοντα: —

<!-- 1100 -->Τευμησὸν ἐκλιπόντα: ὄρος Βοιωτίας. ἀντὶ τοῦ τὴν τῷ Τευμησῷ χώραν παρακειμένην. ἐπεὶ πῶς ὁρᾶν ἠδύνατο πλέον ἑκατὸν σταδίους τοῦ Τευμησοῦ ἀφεστηκότος τῶν Θηβῶν: — ἢ οὐκ ἐκλιπόντα, ἀλλʼ ἤδη καταλιπόντα: — ἄλλως: οἱ μὲν ὄρος Βοιωτίας, οἱ δὲ ὅτι ὄρος ἐν Ἄργει, ἐν ᾧ ὡπλίζοντο οἱ Ἀργεῖοι εὐτρεπιζόμενοι πρὸς πόλεμον: — οὐχ ὅτι Τευμησὸν κατέλιπεν· πολὺ γὰρ ἀφέστηκεν· ἀλλʼ ὅτι τὴν χώραν τὴν παρατείνουσαν ἀπὸ τοῦ Τευμησοῦ μέχρι Θηβῶν: — ἄλλως: τὴν χώραν, καὶ τὸν τόπον, ἀπὸ Θηβῶν εἰς Τευμησὸν ἄγουσαν καταλιπόντα καὶ πλησιάσαντα τῷ τῆς πόλεως τείχει: —

<!-- 1101 -->περιέλαβον περιεκύκλωσαν: — οἷον· ὀξέως ἐπέβησαν, ἐπλησίασαν: —

<!-- 1102 -->ὕμνος ᾀδόμενος εἰς Ἀπόλλωνα ἐπὶ καταπαύσει κακῶν: — τουτέστιν· οἱ μὲν εὐχόμενοι σωθῆναι, οἱ δὲ σαλπίζοντες: —

<!-- 1104 -->προσήρχετο: — Νηίταις πύλαις: ἢ ἀπὸ Νηίδος τῆς Ἀμφίονος καὶ Νιόβης· ἢ ἐπεὶ νέαταί εἰσιν. ὁ δὲ Φερεκύδης ἀπὸ Νηίδος τῆς Ζήθου θυγατρός: —

<!-- 1105 -->ἐξορθούμενον ταῖς ἀσπίσιν ὡς τὸ «ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσιν»: — πεπυκνωμένον: —

<!-- 1106 -->τῆς Ἀταλάντης: —

<!-- 1107 -->ἔχει γὰρ ἐν τῇ ἀσπίδι τὴν Ἀταλάντην τοξεύουσαν τὸν Αἰτωλὸν κάπρον τοῖς μακροβόλοις ὀιστοῖς: —

<!-- 1109 -->εἰς δὲ Προιτίδας πύλας: ἐκβληθεὶς γὰρ ὑπὸ Ἀκρισίου ᾤκησεν ὁ Προῖτος εἰς τὰς Θήβας πλησίον τούτων τῶν πυλῶν: — πύλαι Θηβῶν ἀπὸ Προίτου τοῦ ἄρχοντος, ὃς ἐξ Ἄργους φυγὼν ᾤκησεν ἐν Θήβαις: —

<!-- 1110 -->ἐχώρει σφάγιʼ ἔχων ἐφʼ ἅρματι: ἱερεῖα εἰς σφαγὴν ἕτοιμα εἶχεν ἐν τῷ ἅρματι, ἵνα, εἰ χρεία γένοιτο μαντείας, εὐθέως σφάξας μαντεύσηται: —

<!-- 1111 -->οὐ σημεῖʼ ἔχων ὑβρισμένα: οὐκ ἔχων ἐπὶ τῆς ἀσπίδος σημεῖα ὑπερήφανα καὶ μεστὰ ἀλαζονείας ὡς τὰ Καπανέως. καὶ παρὰ τῷ Αἰσχύλῳ· «τοίαν ὁ μάντις ἀσπίδʼ ἔγκυκλον ἔχων πάγχαλκον ἕρπει· σῆμα δʼ οὐκ ἐπῆν κύκλῳ»: — ἄλλως: οὐχ ὡς οἱ ἄλλοι ἔχων πεποικιλμένην τὴν ἀσπίδα: — ὑπερήφανα. οὐχ ὕβρεις ἐπιφέροντα ταῖς Θήβαις: —

<!-- 1112 -->ἀλλὰ σωφρόνως ἄσημʼ ὅπλα: ἀντὶ τοῦ οὐκ ἀλαζονείαν τινά. ἴσως δὲ ὡς μάντις προειδὼς τὸ μέλλον οὐδὲν ἀλαζονικὸν ἐφρόνει: —

<!-- 1113 -->Ὠγύγια δʼ εἰς πυλώμαθʼ: ἐπειδὴ παρὰ τῷ Ὠγύγου τοῦ Βοιωτοῦ τάφῳ ἔκειντο καὶ οὐχ ὅτι Ὤγυγος αὐτὰς ἔκτισεν· οἱ γὰρ περὶ τὸν Ἀμφίονα ἔκτισαν τὰς Θήβας. ἢ ἀρχαίων, ὡς αὐτῶν πρωτοκτίστων οὐσῶν τῇ πόλει: — Ὠγύγια προσηγορεύθη, φησὶν ὁ Ἀριστόδημος, διὰ τὸ τοὺς περὶ Ἀμφίονα καὶ Ζῆθον τειχίζοντας Θήβας παρὰ τὸν Ὠγύγου τοῦ βασιλέως τάφον αὐτὰς τάξαι: —

<!-- 1115 -->στικτοῖς πανόπτην: πεποικιλμένοις. ἐγγεγραμμένοις: — ἄλλως: τοῖς ἐμπεποικιλμένοις. φησὶ δὲ τὸν Ἄργον τὸν τῆς Ἰοῦς φύλακα: — οἰκεῖον δὲ ὁ Ἱππομέδων σημεῖον εἶχεν ἐγγεγραμμένον· εἰς γὰρ τεκμήριον τῆς πατρίδος σημεῖον στικτὸν ἔφερε τῆς Ἀργείας βοὸς φύλακα: — οἱ δὲ οἷον κατεστιγμένοις, ποικίλοις τῇ γραφῇ· τοὺς γὰρ ὀφθαλμοὺς καταστίκτους γράφουσι καὶ φοβερόν τι ἀποτελοῦσι τῇ καταστίξει: — πεποικιλμένοις. διὰ τὸ εἶναι αὐτὸν ἄυπνον φυλάττοντα τὴν βοῦν ἐκ κελεύσεως Ἥρας: — τὸν Ἄργον λέγει. ἐνεγέγραπτο γὰρ, φησὶν, ἐν τῇ ἀσπίδι τοῦ Ἱππομέδοντος: —

<!-- 1116 -->τὰ μὲν σὺν ἄστρων: τοῖς μὲν πρὸς ἀνατολὰς κειμένοις ὄμμασι βλέποντα, μύοντα δὲ τοῖς πρὸς δύσιν. θέλει γὰρ αὐτὸν οἷς μὲν διαγρυπνεῖν, οἷς δὲ καθεύδειν ὄμμασιν: — ἄλλως: ἰδίως ὁ Εὐριπίδης ἔνια μὲν τῶν τοῦ Ἄργου ὀμμάτων συνανατέλλειν τοῖς ἄστροις φησὶ δεδορκότα, τὰ δὲ πρὸς ταῖς δύσεσι καταμύειν. ὁ μὲν γὰρ Φερεκύδης φησὶν αὐτὸν ἐπὶ τοῦ ἰνίου ἔχειν ὀφθαλμὸν ἅμα δηλῶν ὅτι δύο ἐγένοντο Ἄργοι. γράφει δὲ οὕτως· «Ἄργος ὁ Διὸς γαμεῖ Πειθὼ τὴν Ὠκεανοῦ. τοῦ δὲ γίνεται Κρίασος, τοῦ δʼ Ἐρευθαλίων, ἀφʼ οὗ Ἐρευθαλίη πόλις καλεῖται ἐν Ἄργει, καὶ Φόρβας. τοῦ δὲ γίνεται Ἀρέστωρ, τοῦ δὲ Ἄργος, ᾧ Ἥρη ὀφθαλμὸν τίθησιν ἐν τῷ ἰνίῳ καὶ τὸν ὕπνον ἐξαιρεῖται καὶ ἐφιστᾷ φύλακα αὐτὸν τῇ Ἰοῖ. ἔπειθʼ Ἑρμῆς αὐτὸν κτείνει». Διονύσιος δὲ ἐν τῷ α τοῦ Κύκλου βύρσαν αὐτὸν ἠμφιέσθαι φησὶ καὶ κύκλῳ τὸ σῶμα ὅλον ὠμματῶσθαι. ὁ δὲ τὸν Αἰγίμιον ποιήσας φησί·

  
καί οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόν τε μέγαν τε  
  
τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα,  
  
ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος  
  
πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴν δʼ ἔχεν ἔμπεδον αἰεί: —  
τὰ μὲν ἔμπροσθεν αὐτοῦ ὄμματα βλέποντα σὺν ταῖς ἐπιτολαῖς τῶν ἄστρων, τὰ δὲ ὄπισθεν μετὰ τῶν δυνόντων ἄστρων μύοντα: — ἐπιτολαῖσιν ὄμματα: ἐνταῦθα ἀνατολαῖς ἀκούειν δεῖ οὐ διαχωρίζοντας ὡς παρʼ Ἡσιόδῳ καὶ Ἀράτῳ. καὶ τὴν πρόφασιν δὲ εἶπεν ἀκολούθως τοῦ λεπτῶς οὕτως γνῶναι τὴν γραφήν· τεθνηκότος γὰρ, φησὶ, τοῦ Ἱππομέδοντος καὶ κειμένου τοῦ ὅπλου παρῆν ἀδεῶς καὶ λεπτότερον ὁρᾶν τὴν γραφήν: — ἐπιτολὴ δὲ καὶ ἀνατολὴ διαφέρει· ἀνατολὴ μέν ἐστι τῶν μεγίστων ἄστρων τῶν προαναβαινόντων, ἐπιτολὴ δὲ τῶν ἐλαττόνων, τῶν μετʼ ἐκεῖνα: —

<!-- 1118 -->ὥστε παρῆν ὁρᾶν τὴν ἀσπίδα ὕστερον οὕτως γεγραμμένην ἀποθανόντος Ἱππομέδοντος τοῦ αὐτὴν βαστάζοντος: — τὸ ὡς ἀντὶ τοῦ καθώς, ἵνʼ ᾖ· οὕτως καθὼς ἦν ἰδεῖν τὴν ἀσπίδα τοῦ Ἱππομέδοντος ὕστερον καὶ διαγνῶναι τὰ σημεῖα μετὰ τὸ αὐτὸν ἀποθανεῖν· ἐπεὶ πῶς ἦν δυνατὸν καλῶς διαγνῶναι ἀπὸ μήκοθεν ὡς γνωρίσαι καὶ τὰ σημεῖα, ἀλλὰ μετὰ τὸ ἀποθανεῖν αὐτόν: —

<!-- 1119 -->Ὁμολωίσιν δὲ τάξιν εἶχε: αὗται οὕτως ἐκλήθησαν ἀπὸ Ὁμολωέως τοῦ Ἀμφίονος. τοὺς γὰρ περὶ Ἀμφίονά φασι σὺν τοῖς παισὶν ἅμα Κάδμῳ τειχίσαι τὴν πόλιν. Ἀριστόδημος δέ φησιν αὐτὰς οὕτως κληθῆναι διὰ τὸ πλησίον εἶναι τοῦ Ὁμολώου ἥρωος· κατὰ δὲ τοὺς ψευδολογεῖν βουλομένους ἀπὸ μιᾶς τῶν Νιόβης θυγατέρων Ὁμολωίδος: —

<!-- 1120 -->λέοντος δέρος ἔχων: λέοντος δέρμα ἔχων. ὁ Τυδεὺς ἦν ἐγγεγραμμένος τῇ μὲν λαιᾷ τὸ δέρμα, τῇ δὲ δεξιᾷ τὸ πῦρ ἔχων: —

<!-- 1122 -->Τιτὰν Προμηθεύς: τὸ ὡς προτακτέον τοῦ Τιτάν· ὡς ὁ Προμηθεὺς ὁ ἀπὸ τῶν Τιτάνων: — τὸ δὲ Τιτὰν Προμηθεύς οὕτως ἐξεδέξαντό τινες· ἀντὶ δόρατος λαμπάδα εἶχεν ὡς Τιτάν: — αὐτόχρημα Τιτὰν Προμηθεύς: —

<!-- 1123 -->πύλαι καὶ αὗται Θηβῶν· ἴσως δὲ τῇ Δίρκῃ παρέκειντο καὶ ἀπὸ ταύτης ὠνομάσθησαν: —

<!-- 1124 -->Ποτνιάδες δʼ ἐπʼ ἀσπίδι: μανικαί. τινὲς δέ φασι Γλαῦκον τὸν τῶν Ποτνιάδων ἵππων δεσπότην πατέρα εἶναι Βελλεροφόντου, ἐξ οὗ παῖς ἐγένετο Γλαῦκος. Ποτνιάδες δὲ ἐκαλοῦντο ἐπεὶ ἐν Ποτνίαις ἔτρεφεν αὐτὰς Γλαῦκος. Πότνιαι δὲ πόλις Βοιωτίας. Γλαῦκον δὲ οὐ τὸν ἀπὸ Σισύφου, ἀλλὰ τὸν Θρᾷκα τὸν ἄγριον: — ἄλλως: τὰς τοῦ Γλαύκου φησὶν, αἳ λυσσήσασαι κατέφαγον τὸν δεσπότην Γλαῦκον τὸν ἀπὸ Σισύφου ἐν Ποτνίαις τῆς Βοιωτίας: —

<!-- 1125 -->ἐπισήμω. ἢ πλεονάζει ἡ ἐπί: — τῷ περὶ αὐτὰς φόβῳ ἐδόκουν σκιρτᾶν: — οὕτως φοβεραὶ ἦσαν κατὰ τὴν γραφὴν ὡς δοκεῖν σκιρτᾶν: —

<!-- 1126 -->μηχαναῖς περιστρεφομέναις: — περικυκλούμεναι: — ἔνδοθεν κυκλούμεναι: ἔνδοθεν τῆς ἄντυγος δηλονότι, ἵνα εἴπῃ κατὰ μέσον τῆς ἀσπίδος. στρόφιγξι δὲ ταῖς περιστροφαῖς τοῦ δρόμου: — ἐν τῇ γραφῇ κεκαμμένων αὐτῶν τῶν τραχήλων πάνυ ταῖς ἡνίαις, ὡς δοκεῖν ἀληθῶς τῷ ὄπισθεν τοῦ ὅπλου αὐτὰς κατέχεσθαι· ὡς νομίζεσθαι τὸν βαστάζοντα τὸ ὅπλον καὶ τὰς ἡνίας αὐτῶν ὑπὸ τὸν πόρπακα κατέχειν διὰ τὸ μὴ ἐγγεγράφθαι τὸν ἡνίοχον μήτε τὸ ὄχημα μόνην τε τὴν ζεῦξιν τῶν πώλων, ὡς ἐν ἅρματι, ἐγγίζουσαν τοῦ ὅπλου καὶ ἔσωθεν ἡνιοχουμένην. στρόφιγξι δὲ ταῖς ἡνίαις καθὰ διʼ αὐτῶν στρέφεται τὸ ἅρμα. πόρπαξ δὲ καλεῖται τὸ κατὰ μέσον τοῦ ὅπλου ὑπὸ τὸν ὀμφαλὸν κοίλωμα διʼ οὗ βαστάζεται τὸ ὅπλον. καλῶς πως ὑπὸ τὸν πόρπακα κατεχόμεναι σκιρτηματικῶς ὡς δοκεῖν μαίνεσθαι αὐτάς. εἴη δʼ ἂν αὐτῷ τῆς τύχης οἰκεῖον καὶ τῆς φυγῆς τὸ σημεῖον. ἔνδοθεν δηλονότι τῆς ἄντυγος ἔσωθεν, ἵνα εἴπῃ κατὰ μέσον τῆς ἀσπίδος. πόρπακα δὲ τὸν ὀμφαλὸν τῆς ἀσπίδος. ἐν δὲ τῇ ἀσπίδι, φησὶ, τούτου ἐνετετύπωντο αἱ Ποτνιάδες ἵπποι οὕτως ἀκριβῶς ὡς δοκεῖν τῇ ἀληθείᾳ σκιρτᾶν κατὰ τὴν γραφὴν καὶ περιθέειν τὸν τῆς ἀσπίδος ὀμφαλόν: —

<!-- 1129 -->ἐπʼ Ἠλέκτραις πύλαις: ἀπὸ Ἠλέκτρας τῆς Ἄτλαντος καὶ Ἡσιόνης. ἱστορεῖται δὲ ἡ Ἠλέκτρα τρεῖς παῖδας ἔχειν, Δάρδανον, Ἠετίωνα, ὃν καὶ Ἰασίωνα ὠνόμασαν, καὶ Ἁρμονίαν· ἣν γήμαντα τὸν Κάδμον ἀπὸ τῆς μητρὸς αὐτῆς Ἠλεκτρίδας πύλας ὀνομάσαι τῆς Θήβης. οἱ δὲ ἀπὸ Ἠλέκτρας μιᾶς τῶν Ἀμφίονος θυγατέρων. ἐνταῦθα ὁ Καπανεὺς λοχαγεῖ· καὶ αὐτὸς δὲ διεσάφησε τὴν οἰκειότητα τοῦ σημείου αὐτοῦ: — ἄλλως: ἢ ἀπὸ Ἠλεκτρυόνος τοῦ πατρὸς Ἀλκμήνης ἢ ἀπὸ Ἠλέκτρας τῆς Ἀμφίονος. ἔνιοι δὲ ἀπὸ Ἠλέκτρας τῆς Ἁρμονίας μητρὸς, ἧς εἶναι ἀνάθημά φασι τὸ ἐν Τροίᾳ Παλλάδιον τὸ κλαπὲν ὑπὸ Ὀδυσσέως καὶ Διομήδους: —

<!-- 1130 -->σιδηρονώτοις δʼ ἀσπίδος τύποις ἐπῆν: πῶς οὖν ἀνωτέρω εἶπε λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατόν· ἐν δὲ τῇ Ἀντιγόνῃ λέγει· «χρυσεόνωτον ἀσπίδα τὰν Καπανέως». λεύκασπιν μὲν οὖν ἀπὸ τοῦ πλεονάζοντός φησι, χρυσόνωτον δὲ τὴν πολυτελῆ, σιδηρόνωτον δὲ τὴν ἰσχυρὰν ἀσπίδα: — χαλκενδύτοις: — ὑπῆρχεν ἐπέκειτο. ἐζῳγράφητο ἐπὶ τῆς ἀσπίδος γίγας φέρων πᾶσαν τὴν πόλιν: —

<!-- 1132 -->γράφεται βάθρων, θεμελίων: —

<!-- 1133 -->ὑποψίαν σημεῖον: — ἀπὸ κοινοῦ τὸ φέρων: —

<!-- 1134 -->τινές φασι τὰς ἑβδόμας πύλας Βοιωτίας καλεῖσθαι ἀπὸ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ τῆς σοφῆς Μελανίππης, ἀφʼ οὗ καὶ ἡ πᾶσα Βοιωτία ἐκλήθη: —

<!-- 1135 -->ἑκατὸν ἐχίδναις ἀσπίδʼ ἐκπληρῶν: ἀντὶ τοῦ· πλήρη τὴν ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν ἑκατὸν ἐχίδναις ὕδρας: — ἄλλως: τῷ ἑκατόν ἐχρήσατο ἀορίστως: — ἡ δὲ σύνταξις· πολλαῖς ἐχίδναις, τουτέστι κεφαλαῖς ὕδρας, ἐκπληρῶν τὴν ἀσπίδα καὶ ἔχων αὐτὴν ἐν τοῖς λαιοῖς βραχίοσιν. ἐκπληρῶν δὲ ἀντὶ τοῦ ἐκπληρώσας. τὸ ἑξῆς· ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν, ἑκατὸν ἐχίδναις ὕδρας ἐκπληρῶν τῇ γραφῇ. ἀντὶ τοῦ ἑκατὸν κεφαλαῖς. λέγει δὲ τὴν ὕδραν· ἐχιδνώδεις γὰρ ἦσαν αἱ ταύτης κεφαλαί: — ἐν ζῳγραφίᾳ πολλῶν ἐχιδνωδῶν ὑδρῶν ἐκπληρῶν τὴν ἀσπίδα: — τὴν πολυκέφαλον ὕδραν ἐκπληρῶν τῇ γραφῇ: — ἑκατὸν ἐχίδναις ἀσπίδʼ ἐκπληρῶν γραφῇ: πληρῶν τὴν ἀσπίδα ἑκατὸν ἐχίδναις· ἐχιδνοκέφαλος γὰρ ἡ ὕδρα: —

<!-- 1137 -->Ἀργεῖον αὔχημʼ: ἀλλὰ γὰρ βασιλεὺς ὢν τοῦ Ἄργους ἔφερε παράδοξα αὐχήματα λυμαινόμενα καὶ ἐναρπάζοντα τὰς Θήβας. ἐν Λέρνῃ γὰρ τῇ Ἀργείᾳ κρήνῃ ἀνεφύη ἡ ὕδρα, ἥτις δρακόντων κεφαλὰς παμπληθεῖς εἶχεν. οὕτως γοῦν ὁρῶν αὐτὰς Ἡρακλῆς τεμνομένας καὶ πάλιν βλαστώσας ἐκέλευσεν Ἰολάῳ τὰς τεμνομένας περικαίειν. ἔφερεν οὖν τὴν ἀσπίδα τοῖς ἀριστεροῖς βραχίοσι τῇ γραφῇ τῆς ὕδρας πεπληρωμένην καὶ διὰ τῆς γραφῆς τῆς ὕδρας ἐκπληρῶν ἐχίδναις, αἳ δὴ καὶ ἀνήρπαζον: —

<!-- 1138 -->δράκοντες ἔφερον: αἱ ἐχιδνώδεις κεφαλαὶ τῆς ὕδρας. δράκοντας δὲ εἶπεν εἶδος ἀντὶ εἴδους παραλαβών: —

<!-- 1140 -->ξύνθημα: ἀντὶ τοῦ σημεῖόν τι ἴδιον ἐπιγινώσκουσιν ὑπὲρ τοῦ τοὺς οἰκείους μὴ φονεύειν: — λέγει δὲ τὸ κηρύκειον. ταῦτα δὲ, φησὶν, εἶδον ἀκριβῶς πρὸς ἕκαστον τῶν ταξιάρχων κῆρυξ ἀποστελλόμενος: — τοῖς στρατηγοῖς τῶν ταγμάτων: —

<!-- 1141 -->μεσαγκύλοις: ἀκοντίοις, διὰ τὸ κατὰ μέσον τοῦ ξύλου τὰ ἀκόντια ἀγκύλον τι καὶ κοῖλον ἔχειν ἐγγλυφὲν, εἰς ὃ ἐμβαλόντες τὸν δάκτυλον τὸν δεύτερον καὶ τοῖν δυοῖν ἑκατέρωθεν κατέχοντες τατικώτερον ῥίπτουσιν οἱ πολέμιοι: —

<!-- 1143 -->σχίσμασι κλάσμασιν· οὐ γὰρ πέτρας ἔρριπτον μεγάλας οὔσας, ἀλλʼ εἰς μικρὰ κλῶντες αὐτὰς ἔρριπτον: — ἄλλως: τοῖς σχισμοῖς. ἐκ δὲ τούτου θέλει εἰπεῖν τοὺς λίθους τοὺς ἐκ πετρῶν κατερρωγότας: —

<!-- 1145 -->αἱματωθῆναι πληγαῖς: — ἐκ μεταφορᾶς τῶν ἐρίων κατὰ μικρὸν τῇ ἐργασίᾳ ξαινομένων: —

<!-- 1146 -->τί μέλλετʼ ἄρδην: διὰ τί κατʼ ὀλίγον ἀναλισκόμεθα καὶ οὐχὶ πάντες ἐμπίπτομεν ταῖς πύλαις: — ἀναβάλλεσθε: —

<!-- 1147 -->ὄνομα στρατιωτῶν οὐ πανοπλίᾳ χρωμένων ἀλλὰ τῇ σφενδόνῃ. πεζοί: — οἱ σφενδονῆται καὶ οἱ τοξόται: — φροντισταί: —

<!-- 1149 -->κρᾶτας αἱματούμενοι: ἀμφίβολον πότερον τὰς κρᾶτας εἶπεν ἢ τοὺς κρᾶτας· ἐπεὶ καὶ ἐν Ἀρχελάῳ· «ἐγὼ δὲ τὸν σὸν κρᾶτʼ ἀναστέψαι θέλω». καὶ Ὅμηρος ἀμφιβόλως εἴρηκεν· «κράτων τυπτομένων». καὶ Ἴων· «τύπτου τὸν αὑτοῦ κρᾶτα»: — κεφαλάς: —

<!-- 1151 -->ἐπὶ κεφαλῆς πίπτοντας: — τὴν ψυχὴν παραδιδόντας: —

<!-- 1153 -->ὁ δʼ Ἀρκὰς οὐκ Ἀργεῖος: Ἀρκὰς γὰρ ὢν ἐν Ἄργει ἐπαιδεύθη, ὡς ἐν ἄλλοις φησίν· «Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς παιδεύεται κατʼ Ἄργος»: —

<!-- 1154 -->τυφὼς πύλαισι: τύφεσθαί ἐστι τὸ τοὺς ὀφθαλμοὺς συγκεχύσθαι. Μένανδρος ἐν Φιλαδέλφοις· «νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι». καὶ ἐν Ἐπιτρέπουσιν· «ἐξετύφην μὲν οὖν κλαίουσα». τυφὼς οὖν ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα· βούλεται δὲ ἀπὸ μέρους τὸ πῦρ δηλῶσαι· ἐμπεσὼν, φησὶ, ταῖς πύλαις ὡς πῦρ ἀνεβόησε μεγάλῃ φωνῇ, πῦρ καὶ δικέλλας αἰτῶν. τινὲς ἐκ τοῦ Τυφῶνος ἐξεδέξαντο ἑνὸς τῶν γιγάντων: — τυφών: τεράστιος δαίμων. λέγεται δὲ καὶ τὸ σφοδρὸν τοῦ ἀνέμου πνεῦμα: —

<!-- 1155 -->ἐργαλεῖον μοχλευτικόν: —

<!-- 1156 -->ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου: πρὸς ταῖς Κρηναίαις πύλαις φησὶ τὸν Παρθενοπαῖον ὑπὸ τοῦ Περικλυμένου λιθοβοληθῆναι Ἀριστόδημος μεμηνότα: — τοῦ Ποσειδῶνος: —

<!-- 1157 -->ὄνομα κύριον: —

<!-- 1158 -->δυνάμενον πληρῶσαι ἅμαξαν. ἀπὸ κοινοῦ δὲ τὸ ἐμβαλών: — γεῖσα: ὃν εἶπε λίθον, τοῦτον λέγει γεῖσα, ὄντα τῶν τειχῶν: — ἄλλως: τὰς ποικίλας ἐξοχὰς τῶν οἰκοδομημάτων: — ἄλλως: τὰ ἄκρα τῶν ἐπάλξεων: — λαμβάνεται δὲ καὶ ἐπὶ τειχῶν ἡ λέξις: —

<!-- 1159 -->διεπάλυνε: εἰς λεπτὰ διέχεε. καὶ γὰρ παιπάλη λέγεται τὸ λεπτὸν τοῦ ἀλεύρου. Ὅμηρος· «ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας», ἀντὶ τοῦ ἐπέπασσεν. ἢ ἀντὶ τοῦ ἐμόλυνεν, παρὰ τὸ «παλάσσετο δʼ αἵματι θώρηξ»: — διέσχισεν: — ἁρμογὰς καὶ συνδέσεις. πέντε δὲ ῥαφὰς εἶναί φασιν οἱ ἰατροὶ τῆς κεφαλῆς: —

<!-- 1160 -->ἄρτι δʼ οἰνωπὸν γένυν: τὴν πυρράν. ἢ τὴν ἀνθηρὰν γένυν εὐθέως καὶ παραχρῆμα ᾑμάτωσεν: — τὴν πυρρὰν γενειάδα: —

<!-- 1161 -->οὐδὲ ἀπέρχεται ζῶν πρὸς τὴν μητέρα: —

<!-- 1162 -->τῇ Ἀρκαδικῇ: — Μαινάλου κόρῃ: γράφεται χθόνα, τουτέστιν εἰς τὴν Μαιναλίαν χθόνα. Μαινάλου δὲ κόρῃ τῇ ἀπὸ Μαινάλου ὄρους Ἀρκαδίας. ὡς φιλοκύνηγος δὲ ἐν ὄρει διέτριβεν. τὸ δὲ κόρη ἀδιαφόρως τάττουσιν ἐπὶ τοῦ γυνή: —

<!-- 1165 -->ἀκολούθους ἀσπιδηφόρους: —

<!-- 1167 -->τὰς ἐξοχὰς τῶν ἐπάλξεων: — ὥστʼ ἐπάλξεων: τῶν ἐπάλξεων τὰ ἄκρα: — ἄλλως: ἐπάλξεων ἐρίπνας: περιφραστικῶς τὰς ἐπάλξεις. καταλιπεῖν φυγάδας γενομένους. ἐρίπναι δὲ αἱ ἄκραι παρὰ τὸ μεγάλως καταπνέεσθαι: — ἄλλως: ἐρίπνας: τὰς ἀκρωρείας. τὸ δὲ φυγάδας ὥστε πάλιν τοὺς φυγόντας ὁ σὸς παῖς ὡς κυνηγὸς ἐξαθροίζει καὶ ὁρμᾷ: —

<!-- 1169 -->ἐξαθροίζεται: τοὺς φυγάδας συναθροίζει καὶ συνάγει, ὡς ἐπὶ κυνῶν θῆρας φευγόντων: — ἐξαθροίζει οὖν, φησὶ, τούτους τοὺς φεύγοντας ὑπὸ τῶν πολεμίων: —

<!-- 1170 -->κατέστησεν αὐτοὺς πάλιν ἐπὶ τοῖς πύργοις: —

<!-- 1171 -->τοῦτο τὸ μέρος δυστυχοῦν καὶ κακῶς ἔχον καταπαύσαντες περιήλθομεν εἰς τὰς ἄλλας πύλας: —

<!-- 1173 -->μακραύχενος γὰρ κλίμακος: ὁ Καπανεὺς θέλων μιμήσασθαι τὸν Δία ἀνῆλθεν εἰς κλίμακα ἔχων δύο λαμπάδας· τὴν μίαν κεραυνὸν ἔλεγεν εἶναι καὶ τὴν μίαν ἀστραπήν. ἐπὶ τούτοις ὀργισθεὶς ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν: — τῆς ὑψηλῆς κλίμακος πρὸς τὰς ἀναβάσεις: —

<!-- 1174 -->τοσοῦτον ἐκαυχήσατο: —

<!-- 1175 -->τίμιον: — τουτέστιν ὁ κεραυνός: — τὸ φοβερὸν πῦρ τοῦ Διός: — οἷον μὴ ἀποκωλύειν αὐτόν: —

<!-- 1176 -->τοῦ μὴ πορθεῖν τὴν πόλιν ἀπὸ ἄκρων τειχέων: — τὸ μὴ οὐ κατʼ ἄκρων περγάμων: ἡ κατά πρὸς τὸ ἑλεῖν· τὸ μὴ καθελεῖν τὴν πόλιν. τὸ οὐ πλεονάζει. περγάμων δὲ τῶν τειχέων: —

<!-- 1178 -->ἀνεῖρφʼ ὑπʼ αὐτήν: ἐναργῶς ἔδειξε τὸν ὑπὸ τῇ ἀσπίδι κεκρυμμένον καὶ βαλλόμενον ἄνωθεν, ὁμοίως τῷ «ἀσπίδι ταυρείῃ κεκαλυμμένος»: — συστρέψας: —

<!-- 1179 -->ἐν οἷς τὰ ὑπόβαθρα πήγνυται διʼ ὧν ἀναβαίνουσιν ἐπὶ τὰ τείχη: — βαθμούς: — ἐνηλάτων βάθρα: περιφραστικῶς τὰ ἐνήλατα, ὅπου ἐπιβαίνομεν. ἢ τὰς βάσεις τῶν ἐνηλάτων τῆς κλίμακος: — ἄλλως: ἐνήλατά ἐστι τὰ ὀρθὰ ξύλα, ἔνθα πήγνυνται καὶ ἐλαύνονται τὰ βάθρα τῆς κλίμακος: — ἀντὶ τοῦ εἰς ὕψος: — ἄλλως: τῶν θεμελίων καὶ τῶν βάσεων: —

<!-- 1183 -->ὡς ἀπὸ σφενδόνης ἐχωρίσθησαν αὐτοῦ τὰ μέλη ἀπʼ ἀλλήλων: — εἰς ὕψος: —

<!-- 1185 -->χεῖρες δὲ καὶ κῶλʼ ὡς κύκλωμʼ Ἰξίονος: ὡς ὁ τροχὸς Ἰξίονος, περὶ ὃν ἀεὶ στρέφεται. οὗτος γὰρ διὰ τὸ τῆς Ἥρας ἐρασθῆναι ταύτην κατεδικάσθη τὴν τιμωρίαν: — Ἰξίων Λαπίθης τὸ γένος ἠγάγετο Δίαν τὴν Ἠιονέως θυγατέρα, τὸν δὲ πενθερὸν αὐτοῦ ἐλθόντα ἐπὶ τὰ ἕδνα συνεσκευάσατο. ὄρυγμα γὰρ ποιήσας ἐν τῇ οἰκίᾳ καὶ γεμίσας πυρὸς ἐκεῖ τὸν Ἠιονέα ἐνέβαλεν. ἐφʼ ᾧ οἱ θεοὶ ἠγανάκτησαν· ὁ δὲ Ζεὺς ἐλεήσας τὸν Ἰξίονα καὶ λαβὼν αὐτὸν ἐν τῷ ἰδίῳ ἱερῷ ἀφῆκε μεταδιδοὺς αὐτῷ καὶ τῆς ἀθανασίας. ὃς ἀκολασταίνων ἰδὼν τὴν Ἥραν ἠράσθη αὐτῆς. μὴ φέρουσα δὲ ἡ Ἥρα τὴν μανίαν αὐτοῦ φησι τῷ Διί· ἐφʼ ᾧ ἀγανακτήσας ὁ Ζεὺς βουλόμενός τε γνῶναι εἴ γε ἀληθές ἐστιν, ἀπείκασε τῇ Ἥρᾳ νεφέλην, ἣν ἰδὼν ὁ Ἰξίων νομίσας τὴν Ἥραν εἶναι μίγνυται αὐτῇ καὶ ποιεῖ παῖδα διφυῆ, τὰ μὲν ἀνθρώπου ἔχοντα τὰ δὲ ἵππου, ἀφʼ οὗ καὶ οἱ Ἱπποκένταυροι γεγόνασιν. ὀργισθεὶς δὲ ὁ Ζεὺς ὑποπτέρῳ τροχῷ τὸν Ἰξίονα δήσας ἀφῆκε τῷ ἀέρι φέρεσθαι μαστιζόμενον καὶ λέγοντα· «χρὴ τιμᾶν τοὺς εὐεργέτας.» οἱ μὲν ὅτι ἐταρτάρωσεν αὐτόν, οἱ δὲ ὅτι καὶ πύρινος ἦν ὁ τροχός, φασίν: —

<!-- 1186 -->ἐκάμπτετο ἐστρέφετο: — ὑπὸ πυρός: — κεκαυμένος: —

<!-- 1190 -->γνωρίσαντες: — τὰ ἅρματα περιφραστικῶς: —

<!-- 1191 -->ἐν μέσῃ τῇ παρατάξει: —

<!-- 1192 -->συνέβαλον: —

<!-- 1194 -->ἄξονές τʼ ἐπʼ ἄξοσι: παρὰ τὸ Αἰσχύλου ἐν Γλαύκῳ Ποτνιεῖ· «ἐφʼ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρὸς, ἵπποι δʼ ἐφʼ ἵπποις ἦσαν ἐμπεφυρμένοι»: —

<!-- 1195 -->νεκροὶ δὲ νεκροῖς: ἐπὶ νεκροῖς ἐσωρεύοντο. περισσὴ δὲ ἡ ἐξ: — σωρηδὸν ἀλλήλοις ἐπέκειντο: — ἀνεμίγνυντο, ἐπʼ ἀλλήλοις ἔπιπτον: —

<!-- 1196 -->ἔσχομεν κατασκαφάς: ἐπέσχομεν τῆς πόλεως τὴν κατασκαφὴν καὶ τὴν πόρθησιν: — τοὺς θεμελίους τῶν πύργων κατασκαφῆναι διεκωλύσαμεν: — τὰς πορθήσεις: —

<!-- 1200 -->καλὸν τὸ νικᾶν: εἰ οἱ θεοὶ τὰ δίκαια κρίνουσι, πάντως ἡττηθήσονται οἱ Θηβαῖοι. ἐγὼ οὖν, ὁ χορὸς, σωθείην, διαφύγοιμι: — ἄλλως: καλὸν τὸ νικᾶν ἐστιν. εἰ δὲ καὶ βέλτιον τοῦ νικᾶν ἡμᾶς βουλεύονται οἱ θεοὶ, εὐτυχοίην ἄν· λέγει δὲ τὸ φιλίαν ἐμβαλεῖν τοῖς ἀδελφοῖς: — εἰ δʼ ἀμείνονʼ οἱ θεοί: τινὲς ἀντὶ τοῦ δικαίαν. ὁ δὲ νοῦς· γένοιτο μὲν νικᾶν τοὺς Θηβαίους· εἰ δὲ οἱ θεοὶ τὰ δίκαια κρίνουσι καὶ συμβῇ ἀπολέσθαι τοὺς Θηβαίους, ἀλλʼ οὖν ἐγὼ διαφύγοιμι: —

<!-- 1201 -->γράφεται ἔχοιεν: — περὶ ἡμᾶς δηλονότι: —

<!-- 1204 -->Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτων: καὶ τῶν ἐμῶν νυμφευμάτων καὶ τῶν Οἰδίποδος κακῶν ὁ Κρέων ἀπέλαυσεν: —

<!-- 1205 -->ἀπολαύειν μετέχειν: —

<!-- 1207 -->λυπηρῶς: — ἀλλʼ εἰς τὴν ἀρχὴν τοῦ λόγου ἀνάδραμε καὶ διήγησαι τί μέλλουσι δρᾶσαι: —

<!-- 1209 -->ἔα τὰ λοιπά: μὴ περαιτέρω πύθῃ: — δεῦρʼ ἀεί: ἀντὶ τοῦ μέχρι τούτου καὶ ἕως τούτου: —

<!-- 1210 -->τοῦτʼ εἰς ὕποπτον εἶπας: ἐπειδὴ εἶπεν· ἔα τὰ λοιπὰ, ἀεὶ καλῶς πράσσεις, εἶπεν ὅτι εἰς ὑποψίαν εἶπας: — εἰς ὑποψίαν: —

<!-- 1212 -->ἀντὶ τοῦ πράξω: —

<!-- 1213 -->μέθες μʼ· ἔρημος παῖς: ἀντὶ τοῦ· ἐμοῦ ἔρημος καὶ χωρίς ἐστιν ὁ σὸς παῖς: — ἀσπιδηφόρου: —

<!-- 1214 -->καλύπτεις ἐν ἀφανείᾳ: — κρύπτεις: —

<!-- 1215 -->κοὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσι: πρὸς οἷς ἔλεξα ἀγαθοῖς οὐκ ἂν ἀγγείλαιμι τὰ κακά: —

<!-- 1216 -->ἢν μή γε φεύγων: εἰ μὴ ἄρα φεύγων με ἐκφύγῃς εἰς τὸν αἰθέρα: —

<!-- 1219 -->λείπει τὸ ποιεῖν: —

<!-- 1223 -->ὑψηλοῦ τείχους: — ὑπῆρξʼ ἀπʼ ὀρθίου: προήρξατο κατήρξατο. ὀρθίου δὲ ὑψηλοῦ. ἀρχηγὸς ἐγένετο κελεύσας κηρύξαι: —

<!-- 1224 -->ἐπίρρημα: —

<!-- 1225 -->ἔλεξε δʼ, ὦ γῆς Ἑλλάδος στρατηλάται: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη. λείπει οὖν τῷ λόγῳ τὸ ταῦτα λέγων. οὗτος δὲ οὐ φέρεται ἐν τοῖς πολλοῖς ἀντιγράφοις: —

<!-- 1226 -->Δαναῶν ἀριστεῖς: Ὁμηρικῶς ἤρξατο· «κέκλυτέ μευ Τρῶες καὶ ἐυκνήμιδες Ἀχαιοί»: —

<!-- 1228 -->ἀπολλύετε προΐεσθε: — ψυχὰς ἀπεμπολᾶτε: ἐκπονεῖτε. ἀπεμπολᾶν δὲ κυρίως ἐστὶ τὸ πιπράσκειν: — εἰς κίνδυνον ἐκδίδοτε· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ θαλάσσῃ κινδυνευόντων διὰ τὸ κέρδος: — ἄλλως: ἐκβαλὼν τὸν κοινὸν κίνδυνον ὑμῶν καὶ τὸν πόλεμον: —

<!-- 1232 -->παραδοῦναι παρασκευάσω πόλιν: —

<!-- 1234 -->ἐπανέρχεσθε: —

<!-- 1235 -->ἅλις ὃς κεῖται νεκρός: καὶ ὁ τῶν Θηβαίων ὄχλος ἀποθανὼν αὐτάρκης: —

<!-- 1237 -->ὥρμησεν: — ἐπῄνει: —

<!-- 1240 -->ἐπὶ τοῖσδε δʼ ἐσπείσαντο: ἐπὶ τοῖς ὡμολογημένοις συνθήκας ἐποιήσαντο: — εἰς φιλίαν συνῆλθον: — κἀν μεταιχμίοις: καὶ ἐν τῷ μέσῳ μέρει τῶν στρατευμάτων: — μεταίχμιον λέγεται ὁ τόπος ὁ μεταξὺ τῶν δύο στρατευμάτων. ἐπὶ τούτοις τοῖς ὁμιλήμασιν ἐν τοῖς μεταιχμίοις συνελθόντες ἐπεσπείσαντο ἐμμενεῖν αὐτοῖς οἱ στρατηγοί. ἔνιοι δὲ γράφουσι στρατηλάταις μετὰ τοῦ ι, ἵνα τοὺς ἄλλους βασιλεῖς καὶ τὰ στρατεύματα ἀκούσωσιν ἐμμένειν τοῖς ῥηθεῖσιν ὑπʼ ἀμφοτέρων: —

<!-- 1241 -->ὅρκους συνῆψαν: τὰ πρὸς τοὺς ὅρκους ἐπιτήδεια συνέμιξαν, τουτέστι τὸν οἶνον καὶ τὸ αἷμα τῶν ἱερείων: —

<!-- 1242 -->ὡπλίζοντο: —

<!-- 1244 -->πρόμαχον: —

<!-- 1247 -->ἐπιθυμοῦντες μαινόμενοι: —

<!-- 1248 -->λαθραίως παρεκβαίνοντες: —

<!-- 1249 -->προετρέποντο: — γράφεται λόγοισι θαρσύνοντες κἄλεγον: —

<!-- 1250 -->ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας: ἐν σοὶ τρόπαιον στῆσαί ἐστιν ἡμῖν ἐλπὶς τῷ τε Ἄργει εὐκλεῆ ἀπαγγελίαν δοῦναι. ἢ ἀντὶ τοῦ· εὐκλείας λόγον καὶ φήμην καταλεῖψαι τῇ πατρίδι: — στῆσαι τὸ ἄγαλμα: —

<!-- 1251 -->νικητήριον: —

<!-- 1252 -->παρεθάρσυνον πάλιν οἱ φίλοι: — ἀπὸ κοινοῦ τὸ ἐθάρσυνόν τε καὶ ἔλεγον ταῦτα: —

<!-- 1255 -->τὴν βολὴν τοῦ πυρός: — ἐμπύρους τʼ ἀκμάς: τὰς ἀναδόσεις τῆς φλογός. τὰ ἄκρα: — ἄλλως: τὰς τῆς φλογὸς ἀναδόσεις καὶ τὰ φῶτα τὰ ἐκ τῶν ἐμπύρων ἀναφερόμενα, ἀφʼ ὧν σημειοῦνται οἱ μάντεις. ἀκμάς δὲ τὰς ἀναδόσεις, ἐπεὶ βιαιότατόν ἐστι τὸ πῦρ: —

<!-- 1256 -->ῥήξεις τʼ ἐνώμων: τὰς τῆς χολῆς ῥήξεις ἐπεσκόπουν τὴν ὄψιν μεταφέροντες. τηροῦσι γὰρ οἱ μάντεις τὰς χολὰς πῶς τὴν ὑγρότητα ἀκοντίζουσιν: — ἄλλως: τῆς κύστεως τὸ στόμα ἐρίῳ δεσμοῦντες ἐπετίθεσαν τῷ πυρὶ καὶ παρετήρουν πῶς ῥαγήσεται καὶ ποῦ τὸ οὖρον ἀκοντίσει. Σοφοκλῆς ἐν Μάντεσι· «τὰς μαλλοδετὰς κύστεις»: — ὑγρότητʼ ἐναντίαν: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν. τὴν ἐπὶ τῶν ἐναντίων καὶ ἐχθρῶν ἀεὶ ταρασσομένην. οἱ γὰρ θύται εἰ περὶ τῶν ἐχθρῶν βουληθεῖεν μαντεύεσθαι, εἰς τὴν χολὴν ἀφορῶσι· πικροὶ γὰρ οἱ ἐχθροί. ὑγρότητα δὲ λέγει αὐτὴν τὴν χολήν. ἢ ἐναντίαν ὡς πρὸς τὸ πῦρ· ξηρὸν γὰρ τοῦτο: — ἄλλως: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν. τὸ δὲ ἑξῆς· μάντεις τε μῆλʼ ἔσφαζον ἐμπύρους τʼ ἀκμὰς ἐνώμων — κατὰ κοινοῦ γὰρ τὸ ἐνώμων — ἄκραν τε λαμπάδα ἐνώμων: — ἐπετήρουν. ἀντὶ τοῦ διέκρινον καὶ ἐσκόπουν. περιφραστικῶς τὴν χολήν: —

<!-- 1257 -->ἄκραν τε λαμπάδα: τουτέστι τὸ ἄκρον τοῦ πυρὸς ἐσκόπουν, ὃ καλεῖται κέρκος. οἱ δὲ τὴν καρδίαν διὰ τὸ εἶναι πυρώδη τε καὶ θερμήν: — ἄλλως: τὴν οὐρὰν τοῦ ἱερείου. ἦν γὰρ καὶ διʼ αὐτῆς μαντεία. καμπτομένη γὰρ ὑπὸ τοῦ πυρὸς δυσχέρειαν ἐδήλου τοῦ πολέμου, ἁπλουμένη δὲ καὶ κάτω νεύουσα, ἧτταν· ἀνατεινομένη δὲ εἰς ὕψος, νίκην. οἱ δὲ ἄκραν λαμπάδα τὴν χολὴν λέγουσι τὴν ἐν τῷ ἥπατι. σημεῖον γάρ ἐστι μαντικὸν καὶ ἥττης καὶ νίκης: —

<!-- 1259 -->μαγικούς: —

<!-- 1260 -->ἢ φίλτρʼ ἐπῳδῶν: τῶν ἐπᾳδόντων ἀνδρῶν. ἢ ἐπᾳδουσῶν. εἰ δύνασαι εἰς φιλίαν αὐτοὺς ἀγαγεῖν: — σπεῦσον. κυρίως γὰρ ἐπῳδαὶ λέγονται αἱ διὰ τῶν ἐπικλήσεων τῶν μάντεων γινόμεναι: — τὰς ἐπικλήσεις: — κώλυσον: —

<!-- 1261 -->φιλονεικίας: —

<!-- 1262 -->τὰ ἀγωνίσματα: — καὶ τἆθλα δεινά: ἔπαθλον γὰρ ἑτέρῳ ἔσται ἡ τοῦ ἑτέρου ἀπώλεια· ὥστε ἔξελθε, μὴ καὶ ἀμφοτέρων στερηθῇς: —

<!-- 1263 -->ἀντὶ τοῦ στερηθήσῃ. τὸ γὰρ στερήσῃ ἀντὶ τοῦ στερηθήσῃ: —

<!-- 1266 -->νῦν σοι προχωρεῖ: ἡ τύχη λέγεται δαιμόνων κατάστασις. ὁ δὲ νοῦς· ἔξελθε τῶν οἴκων· οὐ γὰρ ἐν χορείαις καὶ παρθενῶσιν ἡ παροῦσα τύχη ὥστε καὶ ὄχλον διελθεῖν αἰδεσθῆναι: — προβαίνει ἡ τῆς εἱμαρμένης παρουσία: —

<!-- 1268 -->ἀντὶ τοῦ ἐκνεύοντας: —

<!-- 1270 -->τίνʼ ὦ τεκοῦσα μῆτερ: τὸ ἑξῆς· τίνα ἔκπληξιν τοῖς φίλοις ἀυτεῖς: — ὁ νοῦς· τίνα, ὦ μῆτερ, καινὴν, ἑτέραν, συμφορὰν ἐμοὶ τῇ φίλῃ ἀπαγγέλλεις. τὸ γὰρ φίλοις ἀντὶ τοῦ φίλῃ. ἢ φίλοις ἀντὶ τοῦ περὶ φίλων ἡμῖν, Ἐτεοκλέους καὶ Πολυνείκους: — συμφοράν: —

<!-- 1272 -->ἐφθάρη: —

<!-- 1273 -->ἀντὶ τοῦ· εἰς μονομαχίαν κατέστησαν: —

<!-- 1274 -->ἐπίρρημα στεναγμοῦ: — συμφορὰν, οὐ φίλα λέγω: —

<!-- 1276 -->οὐκ ἐν αἰσχύνῃ τὰ σά: νῦν οὐχ ἁρμόζει σοι αἰδεῖσθαι. οὐκ ἔστι καιρὸς αἰσχύνεσθαί σε νῦν: —

<!-- 1279 -->ἡγοῦ σὺ πρὸς μεταίχμιʼ: πρὸς τὸν τόπον τὸν μεταξὺ τοῦ πολέμου, ἔνθα ἦν τὸ μονομαχεῖον: — οὐ κατασχετέον: —

<!-- 1282 -->ἐν πολλοῖς οὐ φέρεται: —

<!-- 1285 -->τρομερὰν φρίκα: ἀντὶ τοῦ φρίκην τρόμου παραιτίαν. καὶ Πίνδαρος· «φρίσσοντας ὄμβρους», τοὺς φρίσσειν ποιοῦντας: — ἄλλως: ἀντὶ τοῦ· τρομερὰν φρένα ἔχω τῇ φρίκῃ. τρομερὰν ἔχω τὴν φρένα: — τρόμου γεννητικήν: — τρομοποιὸν φόβον: —

<!-- 1286 -->ἀντὶ τοῦ διὰ σαρκός· ὡς τὸ «διά τʼ ἔντεα καὶ μέλαν αἷμα»: —

<!-- 1287 -->ἔλεος ἔλεος: ἔλεός με εἰσῆλθε καὶ οἶκτος ὁ περὶ τῆς Ἰοκάστης διὰ τὰ δίδυμα τέκνα ποῖος ποῖον ἄρα αἱμάξει: —

<!-- 1288 -->δίδυμα τέκεα: διπλᾶ: — τοῦτο ἔνιοι σολοικισμὸν ἡγήσαντο. ἔδει γὰρ εἰπεῖν· διδύμων τεκέων πότερος ἄρα πότερον αἱμάξει. νῦν δὲ οὐ πρὸς τὸ ῥητὸν ἀπήντησεν, ἀλλὰ πρὸς τὸ νοητὸν, τὸν οἶκτον: — πότερον αἱμάξει: φονεύσει: — τὸ ἑξῆς· πότερος ἄρα πότερον αἱμάξει ὁμογενῆ δέραν ὁμογενῆ ψυχὰν διʼ ἀσπίδων διʼ αἱμάτων: —

<!-- 1295 -->ποῖον ἄρα νεκρὸν ἀπολλύμενον θρηνήσω: —

<!-- 1296 -->φεῦ δᾶ φεῦ δᾶ: οἱ μὲν ὡς ἓν μέρος λόγου ἀνέγνωσαν τὸ φεῦδα ὡς ἐν παρολκῇ τοῦ δα· ἔνιοι δὲ ἀντὶ τοῦ φεῦ δή· τινὲς δὲ ἀντὶ τοῦ φεῦ γῆ, κατὰ πάθος μεταβληθέντος τοῦ γ εἰς δ, ὡς ἐν τῷ Δημήτηρ, πηγή πηδή, παρὰ τὸ τὸ ὕδωρ πηδᾶν ἄνω: — ἄλλως: ἀντὶ τοῦ φεῦ φεῦ. ἡ δα συλλαβὴ Ἀττικῶς πλεονάζει ὡς ἐπὶ τοῦ ἦσθα καὶ φῆσθα: —

<!-- 1297 -->φονεύουσαι ἑαυτάς: —

<!-- 1298 -->δόρυ κατʼ ἀλλήλων πάλλουσαι. ἢ ἐπὶ πόλεμον κινηθεῖσαι: —

<!-- 1299 -->πέσεα πέσεα: θέλει εἰπεῖν ὅτι πεσόντες αἱμάξουσι τὰ σώματα. πέσεα οὖν ἀντὶ τοῦ πεσήματα πτώματα: — πολέμια: —

<!-- 1300 -->τάλανες ὅτι ποτέ: διότι. δυστυχεῖς εἰσιν: — ὅτι ποτέ: ἀντὶ τοῦ· διότι δὴ ἐπὶ τὸ κατʼ ἀλλήλων μονομαχεῖον ἤλθετε: — ἄθλιοι: — διότι εἰς ἐνθύμησιν μονομαχίας ἤλθετε: —

<!-- 1301 -->βοᾷ βαρβάρῳ: τῇ ἐμαυτῆς φωνῇ τῇ βαρβάρῳ τὴν ἐπιστένακτον βοὴν τῶν νεκρῶν, οἷον τὴν ἐπὶ τοῖς νεκροῖς σὺν στεναγμῷ προφερομένην βοὴν, μέλουσα τοῖς δάκρυσι θρηνήσω, τουτέστιν ἐπιμελῶς δακρύσασα θρηνήσω: —

<!-- 1303 -->ἀντὶ τοῦ μέλουσαν. ἢ ἐπιμελουμένην τῶν νεκρῶν καὶ θεραπεύουσαν τὰς ψυχὰς τούτων: —

<!-- 1304 -->τὸ σχεδὸν καὶ τὸ πέλας ἐκ παραλλήλου τὸ αὐτό· ἡ κατʼ αὐτοὺς τύχη τοῦ φόνου πλησίον ἐστὶ, τουτέστιν· ὅσον οὔπω γνωσόμεθα πῶς ἐκβήσεται αὐτοῖς τὸ μονομαχεῖον: —

<!-- 1305 -->τὸ σήμερον δηλονότι: — κρινεῖ φάος τὸ μέλλον: ἡ παρεστῶσα ἡμέρα διδάξει τὸ πέρας καὶ τὸ μέλλον: — ἄλλως: ἡ παροῦσα ἡμέρα διακρινεῖ τὸ μέλλον: —

<!-- 1306 -->δυστυχὴς κακόποτμος ὁ θάνατος αὐτοῖς ἔσεται: — ἕνεκʼ Ἐρινύων: ὡς τῶν Ἐρινύων ἐπιπεμπουσῶν τὰ φαῦλα τοῖς ἀνθρώποις. ἢ διὰ τὰς ἀρὰς τὰς Οἰδίποδος καὶ τὰς τούτων ἐπηκόους Ἐρινύας: — χάριν τῶν Ἐρινύων: —

<!-- 1310 -->οἴμοι τί δράσω: ἵνα δόξῃ φιλόπολις ὁ Κρέων καὶ μὴ μόνον τοῦ παιδὸς λόγον ποιεῖσθαι, φησί· τίνος ἄρξομαι θρῆνον ποιούμενος, τοῦ παιδὸς ἢ τῆς πόλεως, καίτοι εἰδὼς ὅτι διὰ τὸν θάνατον τοῦ παιδὸς εὐτυχεῖ τὰ τῆς πόλεως. μικρὸν γὰρ ὕστερον εἰπὼν ἐμός τε γὰρ παῖς ὄλωλεν ἐπελάθετο εἰπεῖν· πόλις τε, εἰς τὸ λυποῦν μὲν πένθος ἐμμείνας, τῆς δὲ κολακείας ἀτέλεστον ἐάσας τὴν μνήμην: —

<!-- 1311 -->ἐν κύκλῳ ἔχει δυστυχήματα: — πλῆθος: —

<!-- 1312 -->ὥστε διαπέμπεσθαι διὰ τοῦ Ἀχέροντος τὴν πόλιν: — διὰ τὸ καὶ ἐν μέσῳ τοῦ θανάτου αὐτὴν εἶναι: —

<!-- 1315 -->ὃν ἄρτι κρημνῶν: ὡς τοῦ Μενοικέως παρὰ τὸν τάφον ἔνθα ἦν ὁ δράκων κατακρημνίσαντος ἑαυτόν: — ἄλλως: δεῖ νοεῖν ἔσω τῶν τειχῶν τὸν σηκὸν τοῦ δράκοντος εἶναι. πῶς γὰρ εἶχε τὸ σῶμα ἀναλαβεῖν ὁ Κρέων τῶν πολεμίων παρακαθημένων. ἀπὸ δὲ τοῦ τείχους ἔρριψεν ἑαυτὸν ὁ παῖς εἰς ἐπίδειξιν τῆς ὑπὲρ τῆς πατρίδος προθυμίας: — σπηλαίων: —

<!-- 1316 -->αὐτόχειρα: — ἀντὶ τοῦ· εἰς τὴν οἰκίαν ἐκόμισα: —

<!-- 1317 -->ἀντὶ τοῦ· θρηνεῖ τὸ ἐμὸν δῶμα: —

<!-- 1318 -->ἐγὼ δὲ ὁ γέρων ἐπὶ τὴν ἀδελφὴν τὴν γραῖαν ἦλθον: —

<!-- 1319 -->λούσῃ πρόθηταί τʼ οὐκέτʼ ὄντα: ἐκκομίσῃ, δημοσίᾳ ἐνταφιάσῃ· ἔθος γὰρ ἦν τοὺς βασιλεῖς οὕτως θάπτεσθαι: — γράφεται κλαύσῃ: —

<!-- 1321 -->ἢ τὰς ταφάς: — τὸν Ἅιδην περιφραστικῶς: —

<!-- 1323 -->κόρη τε μητρός: ἅμα τῇ μητρί: — τὸ ἑξῆς· κόρη τε Ἀντιγόνη κοινῇ ἐξόδῳ τῆς μητρός: —

<!-- 1326 -->εἰς μάχην: — εἰς συμβολήν: —

<!-- 1327 -->πῶς φής· νέκυν τοι παιδός: ἀντὶ τοῦ· τὸ νεκρὸν σῶμα τοῦ ἐμοῦ παιδὸς ἐπιμελείας ἀξιῶν: — ἄλλως: τί φής· ἀπῆλθεν Ἰοκάστη πρὸς τοὺς παῖδας καταλλάξουσα τούτους, ἐγὼ δὲ τὸ σῶμα τοῦ παιδός μου Μενοικέως περιστέλλων καὶ κοσμῶν καὶ ἐπιμελείας ἀξιῶν καὶ διʼ ἀγάπην ἐκείνῳ προσκαθήμενος οὐκ ἔφθασα εἰς τὸ καὶ ταῦτα μαθεῖν, ὅ ἐστιν· ἀσχολούμενος περὶ τὸν υἱὸν οὐκ ἦλθον εἰς εἴδησιν τούτων: — ἄλλως: ἐγὼ προσκαθήμενος, φησὶ, τῷ νεκρῷ τοῦ παιδός μου σώματι καὶ περὶ ἐκεῖνο ἀσχολούμενος οὐκ ἔφθασα τούτων τι μαθεῖν: — περιστέλλων θρηνῶν: —

<!-- 1328 -->οὐκ εἰς τόδʼ ἦλθον: οὐκ ἐπὶ τοῦτο παρεγενόμην: —

<!-- 1330 -->νομίζω: — κίνδυνον: —

<!-- 1331 -->ἠνύσθαι: —

<!-- 1333 -->σκυθρωπὸν ὄμμα: ἐκ τοῦ προσώπου τοῦ ἀγγέλου στοχάζεται τὰ λεχθησόμενα: —

<!-- 1334 -->τὸ πραχθέν: —

<!-- 1336 -->εὐειδέσι καλοῖς φαιδροῖς: — προοιμίοις οὐ καλοῖς, οὐκ εὐσχήμοσιν: —

<!-- 1337 -->ὦ τάλας δισσῶς ἀυτῶ: τὸ ὦ τάλας δεύτερον βοῶ διὰ τὸ μεγάλα φέρειν κακά. θρηνητικὸν δὲ τὸ ἦθος: —

<!-- 1338 -->πρὸς πεπραγμένοισιν: τοῖς τοῦ Μενοικέως: — ἀποφαντικῶς ἢ ἐρωτηματικῶς: —

<!-- 1339 -->οὐκέτʼ εἰσί: συνήθως πάλιν Εὐριπίδης προειπὼν ἐν ἑνὶ στίχῳ τῆς συμφορᾶς τὸ κεφάλαιον καταστατικώτερον ὕστερον διηγεῖται τὸ πᾶν: — ἐν φωτί· λέγει δὲ τὴν σωτηρίαν: —

<!-- 1342 -->ὦ δώματʼ εἰσηκούσατʼ: οὐ μάτην ἄρα, φησὶν, ὁ Οἰδίπους κατηράσατο· εἰς ἔργον γὰρ ἐχώρησαν αἱ ἀραί: —

<!-- 1343 -->λείπει ἡ περί· τὰ περὶ παίδων: —

<!-- 1344 -->ὥστε δακρῦσαι: οἷον· εἰ ἐφρόνει τὰ οἰκήματα, ἐδάκρυσαν ἂν τὰς συμφοράς: —

<!-- 1345 -->δυστυχεστάτης: —

<!-- 1347 -->μάθοις: —

<!-- 1348 -->δυστυχέστερα: —

<!-- 1350 -->ἀνάγετʼ ἀνάγετε: ἀνεγείρετε, ἄνω ἄγετε, ἀναλαμβάνετε, ἀναβάλλεσθε, ἀντὶ τοῦ προοιμιάζεσθε: —

<!-- 1351 -->ἐπὶ κάρα τε: ἀπὸ κοινοῦ τὸ ἀνάγετε: — γράφεται ἐπὶ κρᾶτα: — λευκοπήχεις δʼ ἂν λέγοι τοὺς διὰ τῶν λευκοπηχέων χειρῶν, ἵνα ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον λέγῃ. ἐν γὰρ ταῖς συμφοραῖς αἰκιζόμεθα τὸ σῶμα ὡς ἂν ἐξ αὐτῶν διδαχθέντες μὴ χρῄζειν τοῦ σώματος, ἀλλὰ ἀπαλλαγῆναι τοῦ βίου· μάλιστα δὲ ἐπὶ τῆς κεφαλῆς τοῦτο ποιοῦμεν ὡς ἂν ἐπὶ κεφαλαιωδεστάτου καὶ αἰσθητικωτάτου τοῦ σώματος μέρους: — τοὺς κτύπους τοὺς ἐκ τῶν λευκῶν χειρῶν γινομένους: —

<!-- 1352 -->ὦ τλῆμον: οἷον τέλος τοῦ βίου καὶ τῶν γάμων ὑπέμεινας διὰ τοὺς αἰνιγμοὺς τῆς Σφιγγός. λείπει γὰρ ἡ διά: — αἰνιγμοὺς ἔτλης: τοὺς λόγους τοὺς ἔχοντας ἀποκεκρυμμένην τὴν διάνοιαν: —

<!-- 1354 -->διπλῶν: —

<!-- 1355 -->ἀρᾶς τʼ ἀγώνισμʼ: τὸ κατάραμα, τουτέστιν· εἰπέ μοι πῶς ἀπέβη ἡ κατάρα τοῦ Οἰδίποδος: — ἄλλως: τοῖς παισὶν ὁ ἀγὼν πῶς πέπρακται. οἷον ὁ ἐκ τῆς ἀρᾶς πόλεμος· ἐκ γὰρ τοῦ Οἰδίποδος ταῦτα ἐνόσουν. ἢ τὸ ἀποτέλεσμα τῆς ἀρᾶς τοῦ πατρός: — ἄλλως: ὁ πόλεμός τε ὁ ἐκ τῆς ἀρᾶς τοῦ Οἰδίποδος αὐτοῖς ἐπιών. ἢ οὕτως· τὸ κατόρθωμα τῆς ἀρᾶς τοῦ Οἰδίποδος: —

<!-- 1357 -->οἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων· τινὲς εἰς τὸ οὐ στίζουσιν· οὐκ οἶσθα, φησὶ, τὰ πρὸ τῶν πύργων εὐτυχήματα· μακρὰν γάρ εἰσιν: — ἄλλως: καλῶς οὖν καὶ διὰ πιθανῆς ἀφορμῆς τὰ προειρημένα ὑπὸ τοῦ πρώτου ἀγγέλου ἐσιώπησεν. ἡ δὲ διάνοια· τὰ μὲν πρὸ τῶν τειχῶν εὐτυχήματα τῆς πόλεως καθὸ ἐνικήσαμεν κοινῇ τοὺς Ἀργείους, οἶδας δηλαδή· πόθεν δὲ οἶμαι εἰδέναι σε· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. ἡ δὲ περίφρασις ἐκ τοῦ περιφράσσειν καὶ οἷον περιπτύσσεσθαι καὶ περικυκλοῦν τὴν πόλιν. περιλαμβάνονται γὰρ αἱ πόλεις τοῖς τείχεσιν: — τειχέων περιπτυχαί: περιφραστικῶς τὰ τείχη. οὐ μακράν εἰσιν ὥστε μὴ οὐχὶ πάντα εἰδέναι τὰ δρώμενα: —

<!-- 1358 -->λείπει ἡ μή, ἵνʼ ᾖ οὕτως· πρὸς τὸ μὴ εἰδέναι σε τὰ πραττόμενα: — τὸ ὡς ἀντὶ τῆς πρός: —

<!-- 1361 -->ἔστησαν ἐλθόντʼ: παρῆλθον δὲ εἰς τὸ μέσον ὡς εἰς ἀγῶνα δορὸς καὶ ἀλκὴν μονομάχου: —

<!-- 1362 -->ἐκ παραλλήλου τὸ αὐτό: —

<!-- 1363 -->γράφεται μονομάχου τʼ ἀλκήν: —

<!-- 1364 -->βλέψας δʼ ἐς Ἄργος: τὸν νοῦν ἐκεῖσε ἔχων: — εἰς Ἄργος δὲ βλέψαι τὸν Πολυνείκην λέγει οἷον ἐπὶ τὸν στρατὸν τῶν Ἀργείων. ἢ εἰς τὸ κλίμα τοῦ Ἄργους. ὡς ἂν Ἀργεῖος δὲ γεγονὼς τῇ Ἥρᾳ εὔχεται Ἀργείᾳ οὔσῃ καὶ πατρίᾳ θεῷ: — νῦν εὐχάς: —

<!-- 1365 -->ἀντὶ τοῦ· ἐπολιτογραφήθην παρὰ σοί: —

<!-- 1366 -->ἔζευξʼ Ἀδράστου: ἀντὶ τοῦ εἰς ζεῦξιν ἔλαβον: — ἐζεύχθην τῇ παιδὶ τοῦ Ἀδράστου. λέγει δὲ τῇ Ἀργείᾳ: —

<!-- 1367 -->τὴν ἐκείνῳ ἐναντίαν: —

<!-- 1369 -->αἴσχιστον αἰτῶ στέφανον: ἄκρως δηλοῖ ἦθος ἀνδρὸς μεμφομένου ἑαυτὸν ἐπʼ ὠμότητι: —

<!-- 1370 -->πολλοῖς δʼ ἐπῄει δάκρυα: τοσαῦτα, φησὶν, ἐπῄει δάκρυα τοῖς πολλοῖς ὅση τῆς τύχης ὁ συμφορὰ τοῖς μονομαχοῦσι, τουτέστι· συμφώνως τῇ κατʼ αὐτοὺς τύχῃ ἐδάκρυον οἱ ἐκτός: — ἄλλως: λείπει τὸ ἕνεκα· ἕνεκα τῆς τύχης ἡλίκη ἦν: — ἄλλως: πολλοῖς δὲ δάκρυα ἐπήρχετο τὴν τύχην αὐτῶν ἐννοοῦσιν ὅση ἦν: — ἄλλως: πολλοὶ δὲ τῶν λεγομένων ὑπʼ αὐτοῦ τῆς δυστυχίας τὸ μέγεθος ἐδάκρυον: —

<!-- 1371 -->κἄβλεψαν: οἰκτρὸν γὰρ θέαμα μονομαχοῦντας ἀδελφοὺς ἰδεῖν, οἷς καὶ τὸ νικᾶν καὶ τὸ ἡττᾶσθαι δεινὸν ἦν: — ἄλλως: ἐμφαίνεται ὁ κατὰ ἀλήθειαν θυμὸς πικρίαν ἐνδεικνύμενος διὰ τοῦ βλέμματος: —

<!-- 1373 -->ναόν: — βλέψας πρὸς οἶκον: καὶ οὗτος τῷ νῷ εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἀποβλέψας τὸ ἐν Θήβαις: —

<!-- 1374 -->ἐκ παραλλήλου τὸ αὐτό: —

<!-- 1376 -->γράφεται κτεῖναί θʼ: —

<!-- 1377 -->ἐπεὶ δʼ ἀφείθη: πρὸ γὰρ τῆς εὑρέσεως τῆς σάλπιγγος ἐν ταῖς μάχαις καὶ τοῖς μονομαχείοις ἐν μέσῳ τις λαμπάδα καιομένην ἔρριπτε σημεῖον τοῦ κατάρξασθαι τῆς μάχης. τούτῳ οὖν τῷ σημείῳ ἀντὶ σάλπιγγος κἀν τοῖς περὶ Ἐτεοκλέα χρόνοις ἐχρῶντο. ὕστερον δὲ μετὰ τὰ Τρωικὰ καὶ τὴν εἰς γῆν Ῥωμαίων Αἰνείου κατοίκησιν Τυρρηνοὶ τὴν σάλπιγγα ἐξεῦρον ἐν τοῖς Ἰταλικοῖς πολέμοις, ὅθεν καὶ Τυρρηνὶς ἡ σάλπιγξ ἐκλήθη. τὸ οὖν τούτῳ αὐτοὺς χρῆσθαι ἀντὶ σάλπιγγος ἀφʼ ἑαυτοῦ ἐμφαίνων ὁ ποιητής φησιν. οὐ γὰρ δὴ εἰς τὸ τοῦ ἀγγέλου πρόσωπον τοῦτο ἀναφέρεσθαι πιθανὸν, εἴγε ὅλως οὔπω ᾔδεσαν τὴν σάλπιγγα. τὸ ἑξῆς· ἐπειδὴ ἀφείθη ἡ λαμπὰς εἰς σημεῖον τῆς φονίας μάχης ταὐτὸ δηλοῦσα τῇ ὕστερον ἐπινοηθείσῃ ἠχῇ τῆς σάλπιγγος, δηλαδὴ τὸ κατάρχεσθαι τῆς μάχης: — ἄλλως: ἐπεὶ δʼ ἀφείθη πυρσὸς ὡς Τυρρηνικῆς σάλπιγγος: ἐπὶ τῶν ἑπτὰ ἐπὶ Θήβας οὔπω ἐχρῶντο τῇ σάλπιγγι οἱ Ἕλληνες, ἀλλʼ οὐδὲ ἐπὶ τοῦ Τρωϊκοῦ πολέμου. Ὅμηρος γοῦν αὐτὸς μὲν οἶδε τὴν σάλπιγγα, οὐ ποιεῖ δὲ χρωμένους σάλπιγγι τοὺς ἥρωας. πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρρηνικὴν σάλπιγγα. ἐχρῶντο οὖν κατὰ τὸ παλαιὸν ἐν τοῖς πολέμοις ἀντὶ σαλπιγκτῶν πυρφόροις· οὗτοι δὲ ἦσαν Ἄρεως ἱερεῖς ἑκατέρας στρατιᾶς προηγούμενοι μετὰ λαμπάδος, ἣν ἀφέντες εἰς τὸ μεταίχμιον ἀνεχώρουν ἀκίνδυνοι, καὶ οὕτως συνέβαλλον αἱ στρατιαί. διεσῴζοντο δὲ οἱ πυρφόροι ὡς ἱεροὶ τοῦ θεοῦ καὶ εἰ πάντες ἀπώλοντο· ὅθεν παροιμία ἐπὶ τῶν ἄρδην ἀπολομένων· οὐδὲ πυρφόρος ἐσώθη: — ἄλλως: πυρσός ἐστιν ἡ λαμπὰς, ἣν ἀνατείνουσιν ἐν νυκτὶ σημεῖον τοῦ χρῆναι πολεμεῖν. νῦν οὖν οὐκ ἐπὶ τῆς λαμπάδος τέθεικε τὴν λέξιν, ἀλλʼ ἐπὶ σημείου ἁπλῶς· ἡμέρας γὰρ οὔσης περιττὸν ἦν λαμπάδι σημῆναι, ἀλλʼ οὐ τῇ σάλπιγγι μόνον: — πυρσὸς ὡς Τυρρηνικῆς: ἀντὶ τοῦ μεγάλως, ὡς τῶν Τυρσηνῶν γεγωνότερον τῇ σάλπιγγι χρωμένων. ὁ δὲ νοῦς· ἐπεὶ δὲ ἀφείθη τὸ σημεῖον τῆς μάχης ὡς Τυρσηνικῆς σάλπιγγος ἠχή: —

<!-- 1380 -->ἀκονήσαντες: —

<!-- 1381 -->ξυνῆψαν ἀφρῷ: συνῆψαν μάχην: — λείπει ὁ γάρ: — ξυνῆψαν μάχην ὡς κάπροι τὰς γενειάδας ἀφρῷ διάβροχοι καὶ τὴν ἀγρίαν γένυν θήγοντες. ἐπὶ γὰρ τῶν κάπρων ἀμφότερα ληπτέον τό τε θήγοντες καὶ τὸ διάβροχοι: — λείπει μάχην: —

<!-- 1382 -->ὥρμων δὲ κατʼ ἀλλήλων ταῖς λόγχαις ἀκοντίζοντες, ἀλλὰ ἑκάτερος ἐν τῷ βάλλειν τὸν ἕτερον ὑπεκαθέζετο τῷ τῆς ἀσπίδος κύκλῳ, ἵνα αὐτὸν ὑπερπηδῆσαν τὸ δόρυ καὶ ὀλισθῆσαν τῷ κύκλῳ τῆς ἀσπίδος μάταιον καὶ ἀνεπίτευκτον γένηται: — ἀντὶ τοῦ· ὑπεκάθιζον καὶ ἐκρύπτοντο ὑπὸ ταῖς ἀσπίσιν: —

<!-- 1384 -->εἰ δʼ ὄμμʼ ὑπερσχόν: ὄμμα φησὶν ἀπὸ μέρους τὸ πρόσωπον· εἰ εἶδεν ὁ ἕτερος  <span class="gap">…</span> εἰ αἴσθοιτο τοῦ ἑτέρου τὸ ὄμμα ὑπερανατεῖναν τῆς περιφερείας τοῦ ὅπλου, ἐν τῷ κατασκοπεῖν ἐκεῖνον ἀνατείναντα καὶ ἀκοντίζοντα εὐθέως ἠκόντιζε κατʼ αὐτοῦ βουλόμενος, πρὶν ἐκεῖνον αἰσθηθέντα τῆς βολῆς καταδῦναι, προλαβεῖν τρῶσαι καὶ καιρίαν ποιήσασθαι τὴν βολὴν κατὰ τοῦ στόματος ἀκοντίσας εἴ που καὶ ὑπεισέλθοι ἢ διέλθοι αὐτοῦ τὸ στόμα τὸ δόρυ: — ἄλλως: εἰ δὲ ἴδοι ὁ ἕτερος τὸ ὄμμα τοῦ ἄλλου ὑπεράνω τῆς ἀσπίδος, ἐκίνει τὴν λόγχην: — ἄλλως: εἰ δὲ ὁ ἕτερος τὸ ὄμμα τῆς περιφερείας ὑπερσχὼν ἠβουλήθη θεάσασθαι, ὁ ἕτερος τὴν λόγχην ἐκίνει ὥστε τοῦτον πλῆξαι τῷ στόματι: — ὄμμα φησὶν ἀπὸ μέρους τὸ πρόσωπον: — τῆς περιφερείας τῆς ἀσπίδος: —

<!-- 1386 -->ἀλλʼ εὖ προσῆγον: διότι, φησὶν, ἅμα καὶ ἐθεώρουν ἀλλήλους καὶ ἐξέκλινον τὰ δόρατα ἐγκρυπτόμενοι ταῖς ἀσπίσιν: — κεγχρώμασιν: κέγχρον καλοῦσι τὸν περὶ τῆς ἀσπίδος τὴν ἴτυν κόσμον. μικροὶ δὲ ἧλοί εἰσιν, οἳ ἐκ χρυσοῦ γίνονται. τινὲς δὲ μικρὰς ὀπὰς περὶ τὴν ἴτυν, διʼ ὧν ἐθεῶντο τοὺς ἐναντίους: — κεντήμασιν ἐντετυπωμένοις: —

<!-- 1387 -->ὡς μὴ δύνασθαι τρῶσαι· κάτωθεν γὰρ ἦσαν τῶν ἀσπίδων: —

<!-- 1389 -->δειλίαν φόβον: —

<!-- 1390 -->μεταφέρων, μετακινῶν τῷ ποδὶ λίθον: — μεταφέρων τῷ ποδὶ κατὰ τὸ λεληθὸς, οἱονεὶ παρασύρων· ἀπὸ τοῦ ψῶ, οὗ παράγωγον τὸ ψαύω. καὶ οἱ ναῦται ψαίρειν φασὶ τὸ ἄρμενον, ὅταν μὴ πολὺς ἄνεμος πνέῃ: —

<!-- 1391 -->ἴχνους ὑπόδρομον: περιφραστικῶς τὸ ἴχνος. ὑπόδρομον δὲ τὸ ἔξω ὑποδεδραμηκός: —

<!-- 1393 -->πληγὴν σιδήρῳ: ἰδὼν τὸν πόδα πρὸς τὸ πλήττεσθαι ἐπιτήδειον. καὶ εὐτρεπισμένον τὸ σκέλος πρὸς τὸ τρωθῆναι ἰδών: —

<!-- 1396 -->γυμνὸν τῆς ἀσπίδος: —

<!-- 1397 -->ὁ πρόσθε τρωθείς: ὁ Ἐτεοκλῆς ὁ πρῶτον τρωθεὶς τῇ βίᾳ τοῦ Πολυνείκους, ἀντὶ τοῦ ὑπὸ τῆς βίας τοῦ Πολυνείκους τρωθεὶς, διῆκε τὴν λόγχην τὰ στέρνα, ἀντὶ τοῦ διὰ στέρνων διῆκε τὴν λόγχην: — ἢ λείπει ἡ εἰς, ἵνʼ ᾖ· εἰς στέρνα: —

<!-- 1398 -->νῦν τὸ ξίφος. σύνηθες δὲ τοῦτο τοῖς τραγικοῖς: —

<!-- 1399 -->ἀπὸ δʼ ἔθραυσʼ ἄκρον: εἰς τὰ στήθη βιαίως τὸ δόρυ καθῆκεν, ἀπεκλάσθη δὲ τὸ δόρυ μὴ δυνηθὲν διαπερᾶσαι: — τὸ ἑαυτοῦ δόρυ ἀπέκλασε τῇ σφοδρᾷ ῥύμῃ τρώσας: —

<!-- 1400 -->ἀντὶ τοῦ· δορατίου σπανίσας: — ἐπὶ σκέλος πάλιν χωρεῖ: τουτέστιν· εἰς τοὐπίσω πάλιν τὸ σκέλος ἀνῆκε καὶ ὑπανεχώρει. τὸ δὲ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω: — χωρεῖν ἐπὶ σκέλος λέγει τὸ ὀπίσω ἀναχωρεῖν μὴ δόντα τοῖς πολεμίοις τὰ νῶτα· ὅμοιον τῷ «ὀλίγον γόνυ γουνὸς ἀμείβων». τοῦτο δʼ ἐν ταῖς ναυμαχίαις πρύμναν κρούεσθαί φασιν οἱ συγγραφεῖς: —

<!-- 1402 -->κατὰ μέσον τὸν ἄκοντα τοῦ Πολυνείκους ἀπέκοψε τῷ πέτρῳ: — ἐξ ἴσου δʼ Ἄρης: ἐναγώνιον τοῖς ἀκροαταῖς τὸ ἴσον ἀπονεῖμαι τῆς τύχης ἑκατέρῳ τῶν ἀγωνιζομένων: — ἴσος δὲ ὁ πόλεμος ἦν αὐτοῖς μηδενὸς ἔχοντος δόρυ: —

<!-- 1403 -->ἡ κάμαξ θηλυκῶς: — τοῦ δόρατος: — ἀπεστερημένων τὰς χεῖρας τοῦ δόρατος: —

<!-- 1405 -->εἰς ταὐτὸν ἧκον: ἀμφοτέροις τοῖς ποσὶ βάντες καὶ στάντες πολλὴν ταραχὴν ἐκίνουν πρὸς ἑαυτοὺς ὡρμηκότες: —

<!-- 1407 -->ἐνθυμηθείς: —

<!-- 1408 -->τὸ Θεσσαλὸν εἰσήγαγεν σόφισμʼ ὁμιλίᾳ χθονός: παροιμία τὸ Θεσσαλὸν σόφισμα· τάττεται δὲ ἐπὶ τοῦ παραλογίζεσθαι καὶ ἀπατᾶν· ποικίλοι γὰρ τὰ ἤθη οἱ Θεσσαλοὶ καὶ οὐκ ὀρθοὶ τὴν γνώμην. διαδοθῆναι δὲ τὴν παροιμίαν ἐντεῦθεν. Διοτίμῳ τῷ Θεσσαλῷ κατιέναι μέλλοντι λόγιον ἐξέπεσεν ἐπιτηρεῖν μὴ λάθωσιν αὐτὸν οἱ ἐναντίοι μεῖζον εὐξάμενοι. σπεύδων οὖν ἐκείνους ὑπερβαλέσθαι καθʼ ἑκατόμβης ἀνδρῶν ηὔξατο καταιβασίῳ Ἀπόλλωνι. κατελθὼν δὲ εἰς θυσίαν ἀνθρώπους ἐλογίσατο μὴ πρέπειν θεῷ μηδʼ ἄλλως εὐαγὲς εἶναι καὶ ὑπερέθετο. τοῦτο δὲ ἑκάστου ἔτους δρᾶν τοὺς Θεσσαλούς φασι τὴν θυσίαν ὑπισχνουμένους ἀποδώσειν. ὁ οὖν Εὐριπίδης ἐπὶ τοῦ Ἐτεοκλέους τὸν Πολυνείκην σοφισαμένου τὸ Θεσσαλὸν παρέλαβε σόφισμα. λοιδορεῖ δὲ τοὺς Θεσσαλοὺς ὁ Εὐριπίδης· «πολλοὶ γάρ εἰσιν, ἀλλʼ ἄπιστα Θεσσαλοῖς». Ἀριστοφάνης ἐν Πλούτῳ· «ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν». καὶ ὁ ῥήτωρ· «εἰσὶ τὰ τῶν Θετταλῶν ἄπιστα δήπου φύσει ταῦτα καὶ ἀεὶ πᾶσιν ἀνθρώποις». ὅτι δὲ καὶ φαρμακίδες εἰσὶν αἱ Θετταλαὶ, ὁ Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις· «γυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλήν». οὐχ ὡς τραφέντος δὲ τοῦ Ἐτεοκλέους ἐν Θετταλίᾳ, ἀλλʼ ὡς ἐκ συντυχίας αὐτοῦ πεποιηκότος σχῆμα Θετταλικόν  <span class="gap">…</span> οὐχ ὡς Θετταλῶν οὕτω τιτρωσκόντων, ἀλλὰ διʼ ἀπάτης νικώντων: — ἄλλως: σόφισμα λέγει τὴν ἀπάτην παρόσον οἱ Θεσσαλοὶ παραδίδονται ποικίλοι τὰ ἤθη. θέλει οὖν εἰπεῖν ὅτι σοφίσματι καὶ ἀπάτῃ ἐχρήσατο ὁ Ἐτεοκλῆς· ὑποχωρήσας γὰρ ἐκ τῆς συμπλοκῆς τὸν μὲν ἀριστερὸν πόδα λάθρα εἰς τοὐπίσω ἀνάγει τὸ πρόσω τῆς γαστρὸς φυλάττων, τὸν δὲ δεξιὸν προβὰς καὶ ἐπικλίνας ἑαυτὸν οὕτως ἔτρωσε διαμπάξ: —

<!-- 1408bis -->ὁμιλίᾳ χθονός: ὡσεὶ ἔλεγεν· ἑταιρείᾳ καὶ ἔρωτι τῆς πατρίδος ὑπέμεινε σοφίσασθαι τὴν μάχην. ἤρα γὰρ πλέον τῆς πατρίδος διὰ τὸ εἰθίσθαι ἄρχειν. τινὲς δὲ ὁμιλεῖν ἀντὶ τοῦ συμμαχεῖν. Ὅμηρος· «καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών». καὶ· «νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ». ὁμιλίᾳ οὖν ἀντὶ τοῦ συμμαχίᾳ, βοηθείᾳ, τουτέστι· συμμαχῶν τῇ πατρίδι καὶ βοηθῶν ἐξεῦρε τὸ σόφισμα τοῦτο: — τὴν ἀπάτην: — τῇ ἐπιθυμίᾳ τῆς βασιλείας: —

<!-- 1410 -->λαιὸν μὲν εἰς τοὔπισθεν: τοῦτό φησιν· ἐάσας τὸ ἀντιπροσώπως μάχεσθαι ὀπίσω ἤνεγκε τὸν ἀριστερὸν πόδα, ἵνα πλάγιος εὑρεθεὶς καὶ μὴ ἀνθισταμένην ἔχων τὴν ἀσπίδα τοῦ Πολυνείκους κατὰ τὴν πλευρὰν αὐτὸν τρώσῃ: — ἐναλλὰξ τοὺς πόδας τιθέμενος καὶ τὸν ἀριστερὸν εἰς τὸ ὄπισθεν φέρων, ὡς εἶναι πλάγιον καὶ μὴ βλάπτεσθαι τὰ κοῖλα τῆς γαστρὸς ἐξ ἐναντίας ἱστάμενος: — ὅ ἐστι· τὰ περὶ τὴν λαγόνα φυλάττων: —

<!-- 1411 -->περιφραστικῶς τὴν λαγόνα, τὸ βάθος τῆς κοιλίας: — τὰ πρόσω κοῖλα: τὰ πρόσω κοῖλα τῆς ἑαυτοῦ γαστρὸς φυλάττων: —

<!-- 1417 -->ῥίψας: —

<!-- 1418 -->τὸν νοῦν πρὸς αὐτὸν οὐκ ἔχων: πρὸς τὸν νεκρόν. ἢ πρὸς ἑαυτὸν, οἷον· οὐκ ἔχων ἑαυτόν: — ἄλλως: οὐ πρὸς τὸν νεκρὸν ἔχων τὸν νοῦν, ἀλλʼ εἰς τὸ σκυλεύειν τὸν Πολυνείκην· ᾤετο γὰρ αὐτὸν εἶναι νεκρόν: — εἰς τὸ σκυλεύειν: —

<!-- 1419 -->ὅπερ αὐτὸν σφαλῆναι ἐποίησεν: —

<!-- 1420 -->οἷον κατέχων, μὴ ἀποβαλών: —

<!-- 1421 -->μόλις μὲν, ἐξέτεινε: μόλις ἠδυνήθη λαβεῖν τὸ ξίφος καὶ βαλεῖν εἰς τὸ ἧπαρ αὐτοῦ: —

<!-- 1424 -->οὐ διέκριναν: — οὐκ ἐσαφήνισαν: — τὴν νίκην: —

<!-- 1425 -->τινὲς Κρέων. ἕνεκεν τῶν σῶν κακῶν, Οἰδίπου: — γράφεται ὅσον στένω: —

<!-- 1428 -->γράφεται ὡς γὰρ πεσόντε παῖδʼ ἐλειπέτην βίον: — γράφεται ὡς γὰρ τέκνω πεσόντʼ ἐλειπέτην βίον: —

<!-- 1430 -->προθυμίᾳ ποδός: τῇ σπουδῇ. σπεύδει γὰρ καταλαβεῖν ἔτι ἐμπνέοντας: —

<!-- 1431 -->θανασίμους ἐπικαιρίους ἐπικινδύνους: —

<!-- 1432 -->βοηδρόμος: βοηθὸς καθʼ ὃν οὐκ ἔδει καιρόν: — ἄλλως: ἡ γὰρ ἔξοδος αὕτη γέγονεν οὐκ εἰς διάλυσιν μάχης, ἀλλʼ εἰς θέαν τῆς τελευτῆς: — βραδεῖα βοηθός: —

<!-- 1433 -->ἐν μέρει τέκνα: ἐξ ἴσου γὰρ ἡ λύπη ἐπὶ τέκνων, οὐχ ἥσσων ἐπὶ τῷ ἀδικοῦντι: —

<!-- 1435 -->βοηθοῦσα ὑπηρετουμένη: — λείπει τὸ ταῦτα λέγουσα: —

<!-- 1436 -->ὦ γηροβοσκὼ μητρός: οἱ ὀφείλοντες ἐν γήρᾳ θρέψαι τὴν μητέρα καὶ προδόντες τοὺς γάμους τῆς ἀδελφῆς, τουτέστιν· οὐ γαμοστολήσαντές με: —

<!-- 1438 -->ἀφείς: — δυσέκπνευστον: —

<!-- 1439 -->τῷ αἵματι ὑγράν: —

<!-- 1441 -->ὥστε σημῆναι φίλα: ὥστε δῆλον ἦν ὅτι ἀσπάζεσθαι τὴν μητέρα βούλεται: —

<!-- 1448 -->καὶ πόλιν θυμουμένην: καὶ τοὺς πολίτας τοῦ κατʼ ἐμοῦ μίσους παύσατε: —

<!-- 1449 -->παραμυθεῖσθε παρηγορεῖτε: — ὡς τοσόνδε γοῦν τύχω: γράφεται καὶ τοσόνδε δὴ τύχω: — ὁ δὲ νοῦς· ἵνα κἂν τούτου τύχω, τοῦ θάπτεσθαι εἰς τὴν πατρίδα: —

<!-- 1452 -->τίθησι δʼ αὐτός: τοῦτο διὰ μέσου ὁ ποιητής· τὰς χεῖρας τὰς τῆς μητρὸς ἐπιτιθεὶς τοῖς ὄμμασιν αὐτοῦ λέγει τὸ χαίρετε: —

<!-- 1456 -->δεινοπαθήσασα: — ὑπερπαθήσασʼ ἥρπασʼ: Ὅμηρός φησιν αὐτὴν ἀγχόνῃ ἀπολέσθαι· «μητέρα δʼ Οἰδιπόδαο ἴδον καλὴν Ἐπικάστην, ἣ μέγα ἔργον ἔρεξε» καὶ τὰ ἑξῆς «ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου»: —

<!-- 1458 -->μετὰ βίας τινός: — γράφεται σὺν τέκνοις δὲ φιλτάτοις: —

<!-- 1459 -->γράφεται καὶ ἄμφω τέκνα: —

<!-- 1460 -->ἀνώρμησεν: —

<!-- 1461 -->ὑπακουστέον τὸ ἐλέγομεν: — οἱ Θηβαῖοι: —

<!-- 1462 -->ἐν δὲ τοῖς στρατηλάταις ἦν ἔρις: —

<!-- 1463 -->οἱ μὲν πατάξαι: λείπει τὸ λέγοντες· λέγοντες τὸν Πολυνείκην πρῶτον πατάξαι: — πρότερον: —

<!-- 1465 -->καὶ ἐν τοσούτῳ: —

<!-- 1466 -->ὥρμησαν: —

<!-- 1467 -->ἐκάθητο: — καθῆστο: προνοίᾳ καὶ λογισμῷ ἐκάθηντο ὡπλισμένοι: —

<!-- 1468 -->κἄφθημεν οὔπω: καὶ προελάβομεν ταχέως οὔπω καθωπλισμένον: — τὸ ἑξῆς· καὶ ἔφθημεν Ἀργεῖον εἰσπεσόντες ἐξαίφνης στρατὸν οὔπω τεύχεσι πεφραγμένον: —

<!-- 1469 -->ἐπελθόντες: —

<!-- 1470 -->ἀντέστη: —

<!-- 1473 -->ἄλλοι μὲν νικητήριον: — βρέτας: ἄγαλμα. λέγεται κατὰ ἐτυμολογίαν· βροτῶν εἴκελον: —

<!-- 1477 -->θάψαι: —

<!-- 1478 -->πόλει δʼ ἀγῶνες: ὁ πόλεμος, φησὶν, ὁ κατὰ τὴν πόλιν πῆ μὲν εἰς καλὸν ἐκβέβηκεν αὐτῇ· ἐσώθη γὰρ καὶ οὐκ ἀνηρπάσθη ὑπὸ τῶν πολεμίων· πῆ δὲ εἰς τοὐναντίον διὰ τοὺς τεθνηκότας: — εὐτυχεῖς ἐπεὶ ἐνίκησαν, δυστυχεῖς δὲ ἐπεὶ ἐσφάγησαν οἱ βασιλεῖς: —

<!-- 1480 -->οὐκ εἰς ἀκοάς: οὐκ ἄχρις ἀκοῆς ἐστι τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ περὶ Οἰδίποδος: —

<!-- 1481 -->πάρεστιν ἰδεῖν: —

<!-- 1482 -->γράφεται σώματα: —

<!-- 1483 -->ταῦτα, τὰ πτώματα: —

<!-- 1484 -->τὴν σκοτεινὴν αἰῶνα: — θηλυκῶς εἶπε τὸν αἰῶνα. περιφραστικῶς τὸν θάνατον: —

<!-- 1485 -->οὐ προκαλυπτομένα: Ἀντιγόνη τραγῳδεῖ. νῦν, φησὶν, οὐ προκαλυπτομένη τὰς παρειὰς, οὐδὲ γὰρ τὴν πρέπουσαν παρθένοις αἰδῶ ἀναλαβοῦσα, ἐξορμῶ καὶ ἐκβακχεύω καθάπερ βάκχη τις ἐπὶ τοὺς νεκροὺς ἀπορρίψασα τό τε κρήδεμνον καὶ τὴν στολὴν μεθεῖσα τῆς ἐμῆς τρυφῆς, τουτέστιν· ἣν ὅτε ἐτρύφων καὶ εὐδαιμόνουν, περιεβαλλόμην, ἀπαρχομένη θρήνων τοῖς νεκροῖς. οὐ γὰρ τοῦ τρυφᾶν ὁ καιρός: — ἄλλως: οὐ προκαλυπτομένα: ἀπρεπῶς εἰσβέβηκε καὶ οὐ παρθενικῶς. τίνι γὰρ ἀπολογίζεται, εἰ μὴ τῷ θεάτρῳ: — ἄλλως: οὐ περικαλυπτομένη τὰ φαιδρὰ τῆς βοστρυχώδους παρειᾶς. βοστρυχώδη εἶπεν, ἐπεὶ μέχρι τῶν παρειῶν εἶχε τὰ οὖλα τῶν τριχῶν: — ἄλλως: οὐκέτι, φησὶν, ὡς τὸ πρὶν περικαλυπτομένη τὰ ἀνθηρὰ τῆς παρηίδος τῆς βοστρυχώδους διὰ τὸ διὰ ταύτης καθίεσθαι τοὺς πλοκάμους. λέγει δὲ τὸ πρόσωπον ἀπὸ μέρους δηλοῦσα· μὴ οὖν τὸ πρόσωπον ὡς τὸ πρὶν καλυπτομένη μηδὲ ὡς παρθένος αἰδομένη τὸν ἐν προσώποις φοίνικα, ταὐτὸν εἰπεῖν τὸ ἐρύθημα τοῦ προσώπου, ἤγουν τὴν διʼ αἰδῶ γινομένην ἐρυθρότητα τῷ προσώπῳ μηκέτι φέρουσα ὡς παρθένος, προηγοῦμαι ὡς βάκχη τῶν νεκρῶν, οὐ Διονύσου βακχείαν ποιουμένη ἀλλὰ νεκρῶν καὶ Ἅιδου, λέγω δὴ ἡγεμόνευμα νεκροῖσι πολύστονον, τὰ κεφαλοδέσμια ῥίψασα ἀπὸ τῆς ἐμῆς κεφαλῆς, τὴν στολίδα κροκόεσσαν, ἀντὶ τοῦ τὴν ἐστολισμένην κρόκῳ ὑπὸ τῆς τρυφῆς, ἤτοι τὸ λαμπρὸν περιβόλαιον ῥίψασα καὶ πενθήρη περιβαλομένη χιτῶνα: — οὐ περικαλυπτομένη ὡς πρόσθεν: —

<!-- 1486 -->τὰ φαιδρὰ τῆς παρειᾶς. περιφραστικῶς τὴν παρειάν: — ἀντὶ τοῦ· οὐ διὰ παρθενίαν: — ἡ ὑπό πρὸς τὸ αἰδουμένη: —

<!-- 1488 -->πυρρὸν ἀνθηρόν: — φοίνικʼ ἐρύθημα: τὸν πυρρόν: — ἀρσενικῶς δὲ εἶπε τὸν φοίνικα ἐρύθημα, ἀντὶ τοῦ οὐδετέρου. ἔδει γὰρ εἰπεῖν τὸ ὑπὸ βλεφάροις φοινικοῦν ἐρύθημα. τινὲς δέ· οὐδὲ τὴν ὑπὸ βλεφάροις φοίνιξιν αἰδουμένη, ἥπερ ἐστὶν ἐρύθημα προσώπου: — φοίνικα: οὐδὲ ὡς παρθένος αἰδουμένη, φησὶ, τὸν ὑπὸ βλεφάροις φοίνικα, ἤγουν τὸ ἐρύθημα τοῦ προσώπου. τὴν γὰρ ἐρυθρότητα τοῦ προσώπου τὴν διʼ αἰδῶ γινομένην φοίνικα ὠνόμασε. βλέφαρον δὲ εἶπεν ἀπὸ μέρους τὸ πρόσωπον λέγουσα: —

<!-- 1489 -->αἰδομένα: οὐδὲ ὑπαιδουμένη τὸ ὑπὸ τοῖς βλεφάροις φοινικοῦν ἐρύθημα τῆς παρθενίας: — φέρομαι βάκχα νεκύων: παρόσον αἱ βάκχαι ἀπογυμνούμεναι χορεύουσιν· οὐ Διονύσου δὲ βάκχη, ἀλλὰ νεκρῶν: — προηγουμένη ὥσπερ θρηνήτρια τῶν νεκρῶν ἐμμανὴς οὖσα: —

<!-- 1491 -->τὴν κροκοειδῆ στολὴν ἀποβαλοῦσα, ἀπορρίψασα τῆς τρυφῆς: — στολίδα κροκόεσσαν: τὴν ἐκ κρόκης στολὴν χαλάσασα ὥστε γυμνὰ μεῖναι τὰ στήθη: — ἄλλως: τὴν ἐμὴν στολὴν πάσης τρυφῆς ἐκβαλοῦσα: —

<!-- 1492 -->ἡγεμόνευμα νεκροῖς: ἑαυτὴν λέγει προηγήτειραν τῶν νεκρῶν: — ἄλλως: κατὰ κοινοῦ τὸ φέρομαι, τουτέστιν· ἐξορμῶ ἡγεμονεύουσα καὶ ἐξάρχουσα θρήνων τοῖς νεκροῖς: —

<!-- 1493 -->φερώνυμος· πολλὰ γὰρ νείκεα εἰργάσω: —

<!-- 1495 -->σὰ δʼ ἔρις οὐκ ἔρις: ἡ ἔρις, φησὶν, οὐκ αὐτὸ μόνον ἄχρι φιλονεικίας τὸ τέλος ἔσχεν, ἀλλʼ ἄχρι φόνων ἐπαλλήλων προελθοῦσα ἄρδην τὸν πάντα οἶκον τοῦ Οἰδίποδος ἀπώλεσεν. τινὲς δὲ οὕτως· ἡ σὴ δʼ ἔρις οὐκ αὐτὸ μόνον ψιλὴ γέγονε φιλονεικία, ἀλλὰ φόνος φόνῳ κρανθείς: — ἄλλως: τὸ τέλειον κρανθεῖσα, οἷον· οὐκ ἄχρι ψιλῆς φιλονεικίας προελθοῦσα ἡ ἔρις, ἀλλὰ φόνος ἐπὶ φόνῳ κρανθεῖσα: —

<!-- 1498 -->τίνα προσῳδόν: θρηνητικὴν στοναχήν: — ᾠδόν: ἀντὶ τοῦ θρῆνον· τὸ δὲ τίνα πρός ἀναστρεπτέον, τουτέστι· πρὸς τίνα πρῶτον τῶν προκειμένων νεκρῶν θρῆνον ἢ πρὸς τίνα τούτων στεναγμὸν μετὰ δακρύων, ὦ δόμος δόμος, ἀναβοάσω. ἢ τὸ προσῳδόν ἐξ ὁλοκλήρου τὸν θρῆνον νοητέον, ἵνα ᾖ τοιοῦτος ὁ λόγος· τίνα θρῆνον ἄξιον ἢ τίνα στεναγμὸν σύμφωνον τῆς προκειμένης συμφορᾶς καὶ τῶν τριῶν τούτων νεκρῶν ἀναβοήσω: — θρῆνον στεναγμόν: — προσᾴδουσαν καὶ ἁρμόζουσαν: —

<!-- 1499 -->ἢ τίνα μουσοπόλον: μουσικὸν στεναγμόν· ἔστι γὰρ καὶ θρῆνος μουσικός. Ὅμηρος· «παρὰ δʼ εἷσαν ἀοιδοὺς θρήνων ἐξάρχους»: —

<!-- 1502 -->συγγενικά: —

<!-- 1503 -->ἀντὶ τοῦ· ἔργα Ἐρινύος ἐφʼ οἷς χαίρει: — λείπει τὸ ἔφυς· χάρμα ἔφυς Ἐρινύος: —

<!-- 1504 -->ἥτις, Ἐρινύς: — παντελῶς: —

<!-- 1505 -->τᾶς ἀγρίας ὅτε: τῆς Σφιγγὸς τῆς ἀσαφοῦς. ἐπεὶ πᾶσι δυσνόητον ἦν τὸ αἴνιγμα πλὴν τοῦ Οἰδίποδος μόνου. διὰ γὰρ τοῦτον ξυνετὸν ἐπὶ ταὐτοῦ εἴρηκε. τὸ μέλος πᾶσι μὲν τοῖς ἄλλοις ἀσαφὲς, αὐτῷ δὲ μόνῳ σαφὲς καὶ καταληπτόν. ξυνετόν γὰρ τὸ σαφές: — ὅτε δυσξυνέτου: τὴν ἐξ ἔξωθεν προσληπτέον, τουτέστιν ἐξότε. ὁ δὲ λόγος· ἥτις, Ἐρινὺς, τὸν Οἰδίποδος οἶκον ἀπώλεσεν ἐξότε τὸ τῆς ἀγρίας Σφιγγὸς αἴνιγμα τὸ δυσξύνετον ἐκεῖνο καὶ ἀσαφὲς τοῖς πολλοῖς γνοὺς αὐτὸς αἴτιος αὐτῇ γέγονε θανάτου. φασὶ γὰρ ὅτι λύσαντος τοῦ Οἰδίποδος τὸ αἴνιγμα διεσπάραξεν ἑαυτὴν ἡ Σφίγξ: — ἐξότε: — ἀσαφοῦς: —

<!-- 1506 -->ξυνετὸν μέλος ἔγνω: ἀπὸ κοινοῦ τὸ Σφιγγός. τῷ Οἰδίποδι ξυνετόν: — ἄλλως: συνετόν τινες τὸ βαθύτατον. μέλος τὸ αἴνιγμα εἶπεν, ἐπεὶ μετὰ μέλους τινὸς προέφερεν αὐτὸ ἡ Σφίγξ. διὸ καὶ ἀοιδοῦ Σφιγγός εἶπεν. φονεύσας δὲ ἀντὶ τοῦ φόνου καὶ ἀναιρέσεως αὐτῇ γενόμενος αἴτιος: — εὔγνωστον τῷ Οἰδίποδι: —

<!-- 1507 -->Σφιγγὸς ἀοιδοῦ σῶμα: τῆς ἀοιδοῦ Σφιγγὸς, ἐπεὶ μετὰ ᾠδῆς καὶ μέλους ἔλεγε τὰ αἰνίγματα: — μουσικῆς: —

<!-- 1509 -->τίς Ἑλλὰς ἢ βάρβαρος: τίς Ἑλληνικὴ ἢ βάρβαρος, δηλονότι γυνή: — ἄλλως: τίς, φησὶν, Ἑλλήνων ἢ βαρβάρων ἢ τῶν ἀνέκαθεν ἀνδρῶν ὑπέμεινε κακῶν τοσοῦτον πλῆθος καὶ λύπης ἐπὶ ἀνθρωπίνῳ σώματι. τὸ γὰρ ἁμερίου ἀντὶ τοῦ ἀνθρωπείου: — ἢ τῶν πάροιθε: τῶν πρὸ τούτου εὐγενῶν: — ἀπὸ κοινοῦ τὸ τίς· ἢ τίς τῶν πάροιθεν εὐγενετᾶν: —

<!-- 1513 -->τοιαῦτα ἄχη, κακά: —

<!-- 1514 -->τάλαινʼ ὡς ἐλελίζει: τὸ ἑξῆς οὕτως· τάλαινα αἴλινον αἰάγμασιν ἃ τοῖσδε προκλαίω: — ἄλλως: ἐγὼ, φησὶν, ἡ τάλαινα, ἥτις αἴλινον ἀνακλαίω καὶ ἀναθρηνῶ ἐπὶ τούτοις τοῖς οἰκτροῖς ἀτυχήμασι, καθάπερ τις ὄρνις θρηνοῦσα ἀπηχεῖ δρυὸς πετάλοις ἐφεζομένη: — θρηνεῖ ἀπηχεῖ: —

<!-- 1515 -->τίς ἄρʼ ὄρνις: ἀηδόνα φησὶ καὶ χελιδόνα, εἰς ἃς μετεβλήθησαν Πρόκνη καὶ Φιλομήλα: —

<!-- 1517 -->ἡ μεμονωμένη καὶ ἐστερημένη τῆς μητρὸς ὄρνις: —

<!-- 1518 -->τοῖς ἐμοῖς κακοῖς σύμφωνος: —

<!-- 1519 -->αἰάγμασιν: θρηνητικοῖς ἀπηχήμασιν. τοῖσδε ἀντὶ τοῦ τοῖς νεκροῖς: — λείπει εἰς ὃ τοῖσδε προκλαίω: — ἃ τοῖσδε προκλαίω: ἅπερ, θρηνητικὰ ἀπηχήματα, ἐπὶ τούτοις, τοῖς νεκροῖς, ἀναβοῶ: — ἡ πρό ἀντὶ τῆς ἀνά, τουτέστιν ἀνακλαίω: —

<!-- 1520 -->μονάδʼ αἰῶνα: τοῦτο ἰδίᾳ ἀναπεφώνηται: — ἀντὶ τοῦ μονάδα βίον. ἀντὶ τοῦ ὀρφανὸν, μονήρη βίον. μεμονωμένον ἔρημον: —

<!-- 1523 -->τίνʼ ἐπὶ πρῶτον: ἡ ἐπί πρὸς τὸ βάλω, οἷον· ἐπὶ τίνα πρῶτον ἐπιθῶ τὰς τῶν τριχῶν ἀπαρχὰς τοῖς σπαραγμοῖς, ἐπὶ τῆς μητρὸς ἢ ἐπὶ τῶν ἀδελφῶν. ἔθος γὰρ ἦν τοῖς ἀρχαίοις τὰς κόμας ἀποκείρεσθαι ἐπὶ τοῖς τεθνηκόσιν: —

<!-- 1525 -->δῶρον: —

<!-- 1527 -->τοῖς ποιητικοῖς τοῦ γάλακτος: —

<!-- 1528 -->τὸ ἑξῆς· ἢ πρὸς τὰ τῶν ἀδελφῶν αἰκίσματα. οὐλόμενα δὲ διὰ τοὺς ἀφανισμούς: —

<!-- 1529 -->γράφεται δισσῶν: —

<!-- 1531 -->τυφλὸν ὄμμα: —

<!-- 1533 -->κλητική· ὦ Οἰδιπόδα, ἀπὸ τῆς Οἰδιπόδης εὐθείας: —

<!-- 1535 -->παρέλκεις καὶ παρατείνεις τὴν ζωὴν καὶ φιλοψυχεῖς: — μεγάλην: —

<!-- 1536 -->γεραιὸν πόδα: ἀπὸ μέρους, τοῦ ποδὸς, τὸ ὅλον σῶμα δηλοῖ, τουτέστι· κλύεις, ὦ πάτερ, ὃς ἔνδον κατὰ τὴν αὐλὴν διατρίβεις καὶ τὸ γεγηρακός σου σῶμα τοῖς δεμνίοις ἐγκρύπτεις: — διατρίβων, πλανώμενος διὰ τύφλωσιν: —

<!-- 1538 -->ἐγκοιμίζων ἐγκρύπτων: —

<!-- 1539 -->τί μʼ ὦ παρθένε: ὅλως ἐν πᾶσιν Εὐριπίδης πτωχοποιός ἐστι καὶ νῦν ὁ Οἰδίπους οὐδὲ ὁδηγὸν αὑτῷ ἔχει ἐν τῇ πατρίδι ὤν, ἀλλὰ καὶ μόνος ἐκπορεύεται ἑαυτὸν ὁδηγῶν. τάχα δὲ τῶν παρόντων κακῶν πάντες ἐξῆλθον θεαταὶ γενέσθαι· διὸ μεμονωμένον θεράποντος Οἰδίποδος τὸ πρόσωπον ἔξεισιν: — βακτηρίαις: — τῆς τυφλῆς πορείας: —

<!-- 1540 -->ἐξήγαγές με προκαλεσαμένη τοῖς δάκρυσιν: —

<!-- 1541 -->τὸν ἀεὶ ἐν λέχει καὶ σκότει ὑπάρχοντα: —

<!-- 1543 -->πολιόν: τὸ ἑξῆς τοῦ νοῦ οὕτως· τί με τὸν πολιὸν, ἀντὶ τοῦ τὸν πεπολιωμένον, ἐξήγαγες, ὦ παρθένε, σκοτίων ἐκ θαλάμων εἰς φῶς ἀέρος ὄντα με ἀφανὲς εἴδωλον, ὅ ἐστι τυφλὴν σκιάν: — ἄλλως: τὸ αἰθέρος ἀφανὲς εἴδωλον κατʼ ἰδίαν προενεκτέον· τί με, φησὶν, ἐξήγαγες ὥσπερ εἴδωλον ὄντα αἰθέρος, τουτέστι τοῦ ἀέρος· καὶ γὰρ τὸν ἀέρα περιίπτανται τὰ εἴδωλα καὶ αἱ ψυχαί. ἢ καὶ ὡς νεκρόν με ὑπάρχοντα. ἢ ὡς σκιᾶς ὄνειρον: —

<!-- 1546 -->ἀντὶ τοῦ δυστυχῆ ἀγγελίαν: —

<!-- 1549 -->ἀντὶ τοῦ ὁδηγὸς σύντονος: — τὸ ἑξῆς· ἃ σὸν πόδα ἐμόχθει: — πόδα σὸν τυφλὸν θεραπεύμασιν ἐμόχθει: —

<!-- 1551 -->γράφεται ὤμοι ἐγὼ παθέων: —

<!-- 1552 -->λείπει τὸ τινά· πάρεστι γάρ τινα στενάζειν: — βοᾶν ἐκπλήττεσθαι: —

<!-- 1553 -->γράφεται μιᾷ μοίρᾳ: —

<!-- 1555 -->οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν: οὐκ ἐπιχαίρουσα οὐδὲ ὀνειδίζουσα λέγω νῦν τοῦτο, ἀλλὰ ὀδυνωμένη λέγω καὶ συναλγοῦσα τὴν ψυχὴν ὅτι ἡ σὴ κακοδαιμονία, ἣν ἔδει μέχρι σοῦ στῆναι, καὶ ἐφʼ ἡμᾶς τοὺς παῖδας κατήντησεν οὐχ ὁσίως: —

<!-- 1556 -->ὁ ἔφορος δαίμων τῶν τὰ ἄλαστα πεποιηκότων: —

<!-- 1557 -->πλουτῶν ἀκμάζων: —

<!-- 1558 -->γράφεται καὶ φονίαισι μάχαις: — ἀντὶ τοῦ μονομαχίαις: —

<!-- 1560 -->γράφεται ὤμοι ἐγώ: — λείπει ἡ διά· διὰ τί τάδε καταστένεις: — ἄδηλος ὁ σὸς θρῆνος· πολλὰ γὰρ τὰ περιέχοντά σε κακά: — διὰ τί ταῦτα στενάζεις, διὰ τὴν τύφλωσιν ἢ διὰ τὸν τῆς μητρὸς γάμον. ὁ δὲ εἶπεν· οὐ διὰ ταῦτα θρηνῶ ἀλλὰ διὰ τὰ τέκνα: —

<!-- 1561 -->διὰ τὰ τέκνα: — διʼ ὀδύνης ἂν ἔβης καὶ εἰ βλέπων ἐτύγχανες: — διʼ ὀδύνας ἔβας: λείπει ἡ ἄν, ἵνʼ ᾖ· διʼ ὀδύνας ἂν ἔβης: — διʼ ὀδύνης ἔβας: μειζόνως ἂν ὠδυνήθης, εἰ τοὺς ὀφθαλμοὺς ἔχων ὁρῶντας καθεώρας τούτους κειμένους νεκρούς· τὸ γὰρ ἐπενώμας ἀντὶ τοῦ διέκρινες καὶ ἐπεσκόπεις: —

<!-- 1562 -->ὁ τέ παρέλκει: — τοῦ ἡλίου: —

<!-- 1564 -->ἀντὶ τοῦ ὀμμάτων αὐγαῖς: — ταῖς τῶν ὀμμάτων αὐγαῖς διέκρινες καὶ ἐσκόπεις: — ὄμματος αὐγαῖς: ἀντίπτωσις· τὰς αὐγὰς τοῦ ὄμματος τοῖς σώμασι τῶν νεκρῶν ἐπεκίνεις. ἢ ἀντὶ τοῦ διεσκόπεις τὸ ἐπενώμας: —

<!-- 1565 -->τῶν μὲν ἐμῶν τεκέων: ἐγὼ γὰρ κατηρασάμην τῷ θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τοὺς ἐμοὺς παῖδας: —

<!-- 1566 -->ἄλοχος: καὶ τοῦτο ἀπρεπὲς ὅτι τὸν Οἰδίποδα ἄλοχον τὴν Ἰοκάστην ποιεῖ λέγοντα ἐπιγνόντα ὅτι μήτηρ ἦν. ἔδει οὖν τὸ ὄνομα παραιτήσασθαι: —

<!-- 1569 -->ἱκέτις ἱκέταν: ἱκέτις αὐτὴ οὖσα ἱκέτην τὸν μαστὸν αἰρομένη καὶ μετεωρίζουσα, ἵνα οἱ παῖδες ἰδόντες λήξωσι τῆς μάχης. γράφεται δὲ καὶ ὀρομένα, ὅ ἐστιν ὀρούουσα καὶ προτείνουσα τὸν μαστόν: — γράφεται αἰρομένα: —

<!-- 1571 -->βοτανοτρόφον: — κατὰ τὸν ἀνθηρὸν λειμῶνα: —

<!-- 1573 -->συνοίκους. ἢ ἐν ἐπαύλει μαχομένους: —

<!-- 1574 -->ἐπὶ τραύμασιν αἵματος: κατὰ κοινοῦ τὸ εὗρεν· αἵματος δὲ τὴν τύχην ἀντὶ τοῦ ἐν αἵματι τυγχάνοντας καὶ εἰς τοῦτο τύχης ἀφιγμένους, τουτέστιν· ἐλθοῦσα δʼ εὗρεν αἵματος λοιβῇ πεφυρμένους καὶ τὴν τύχην αὐτοῖς τοῦ φόνου πέρας λαβοῦσαν. εὗρεν αὐτοὺς ἡ μήτηρ ὥσπερ λέοντας δύο ἐν ἐρήμοις τόποις μαχομένους περὶ τραύματος, ὅ ἐστι περὶ σώματος ἢ παρδάλεως ἢ ἄλλου τινός: — κοινὸν τὸ εὗρε. ὁ δὲ λόγος ἀσύνδετος· ἐπὶ τοῖς τραύμασιν εὗρε ψυχρὰν σπονδὴν αἵματος, ὅπερ αἷμα τῶν φονευομένων σπονδή ἐστι τοῦ Ἅιδου: —

<!-- 1575 -->τὴν εἰς ψύξιν καὶ θάνατον ἄγουσαν: — λοιβὰν φονίαν: ἥντινα λοιβὴν ἐξ αἵματος ἔλαχεν ὁ Ἅιδης παρόσον οἱ φονευόμενοι εἰς Ἅιδου χωροῦσιν. προεξένησε δέ, φησὶν, ὁ Ἄρης τῷ Ἅιδῃ τὴν ἐξ αἵματος σπονδήν: —

<!-- 1577 -->παρέσω τὸ ξίφος: —

<!-- 1578 -->γράφεται ἔβαψεν: — ἐπὶ τῷ πένθει τῶν τέκνων: — βουλομένη αὐτοὺς καταπαῦσαι τῆς μάχης καὶ αὑτὴν κατέπαυσεν. ἐπὶ τῷ ἄχει δηλονότι: —

<!-- 1579 -->πάσας δὲ τὰς λύπας ἐν ταύτῃ τῇ ἡμέρᾳ συνήγαγεν: —

<!-- 1581 -->εἰς πέρας ἤγαγεν: —

<!-- 1582 -->γράφεται ἢ τέκνοις ἢ γένει: —

<!-- 1583 -->εἴη δʼ εὐτυχέστερος βίος: οὐχ ὡς τοῦ προτέρου βίου εὐτυχοῦς ὄντος συγκριτικῷ ἐχρήσατο· ἔσθʼ ὅτε γὰρ τὰ συγκριτικὰ ἐξ ἀνομοιοειδῶν γίνεται, ὡς τὸ πρεσβύτερος παίδων οὐχ ὡς καὶ τῶν ἄλλων παίδων παλαιῶν ὄντων: —

<!-- 1584 -->ὡς ὥρα τάφου: οὐχ ἵνα πάντες ταφῶσιν, ἀλλὰ μόνος ὁ Ἐτεοκλῆς καὶ Ἰοκάστη· τὸν γὰρ Πολυνείκην ἀκήδευτον ἐαθῆναι λέγει: — ὡς ὥρα τάφου: καιρός ἐστι μνήμην ποιεῖσθαι τῶν τάφων καὶ τῶν θαπτομένων: —

<!-- 1587 -->ὦ Οἰδίπους δηλονότι: — γάμων φερνὰς διδούς: τὰς ἀρχὰς φερνὰς διδούς: — ἀπὸ κοινοῦ τὸ διδούς: — φερνὰς δέδωκε τῇ ἀδελφῇ ἑαυτοῦ τὴν ἀρχήν: — τὰ διδόμενα δῶρα τῇ νύμφῃ: — φερνὰ ἡ προὶξ ἀπὸ τοῦ ἐπιφέρεσθαι αὐτὴν τὰς εἰς γάμους διδομένας: —

<!-- 1589 -->οὐδαμῶς: —

<!-- 1590 -->ἀληθῶς ἐμαντεύσατο: —

<!-- 1593 -->διὰ τὸ σὲ εἶναι κακοδαίμονα: —

<!-- 1595 -->καθὸ πρὶν γενέσθαι δυστυχὴς ὑπῆρχον: —

<!-- 1596 -->ἀντὶ τοῦ ὡς οὐδείς: —

<!-- 1597 -->μήπω με μηδὲ σπαρέντα: —

<!-- 1598 -->ἄπαιδα. ἀγέννητον: — ἐμαντεύσατο: — γράφεται καὶ πατρὸς ὅς μʼ ἐγείνατο: — γράφεται μητρί τʼ ἀναβῆναι λέχος: —

<!-- 1600 -->ἐπεὶ δʼ ἐγενόμην: ἐπεὶ δὲ ἐγεννήθην: — αὖθις: μετὰ τὸν Πύθιον θεόν· ὁ μὲν γὰρ τῷ χρησμῷ με προανεῖλε κελεύσας μὴ σπαρῆναι, ὁ δὲ πατὴρ τεχθέντα ἐκθεὶς ἀπέκτεινεν: —

<!-- 1601 -->κτείνει με: ὅσον γὰρ τὸ κατʼ αὐτόν, ἀπέκτεινεν· ἐξέθηκε γάρ με ἐλπίσας ἀποτεθνήξεσθαι: — γράφεται πεφυκέναι: —

<!-- 1602 -->εἵμαρτο γὰρ αὐτῷ ἐξ ἐμοῦ ἀποθανεῖν: —

<!-- 1603 -->ἔτι μαστὸν ζητοῦντα καὶ χρῄζοντα: —

<!-- 1604 -->Ταρτάρου γὰρ ὤφελεν: εἴτε ἐταρταρώθη ὁ Κιθαιρὼν, ὅπου ἐσώθημεν φυγόντες ἀθλίαν τροφὴν τῶν θηρίων: —

<!-- 1605 -->Κιθαιρὼν εἰς ἄβυσσα χάσματα: αὐτὸς ὁ Κιθαιρὼν ὤφειλε κατατεταρταρῶσθαι. εὐήθως δὲ, φασὶ, καταρᾶται τῷ Κιθαιρῶνι ὅτι οὐκ ἀπώλεσεν αὐτόν· δέον γὰρ τοῖς ἀνελομένοις καταράσασθαι ἢ τῇ Πολύβου γυναικὶ, τῷ ὄρει καταρᾶται. ἀλλὰ μεμίμηται ὁ Εὐριπίδης τοὺς διʼ ὑπερβολὴν συμφορᾶς καὶ τοῖς ἀναισθήτοις θυμουμένους: — εἰς τὰ βαθέα: —

<!-- 1606 -->καὶ τοῦτο εὐήθως. οὐ γὰρ δοῦλον αὐτὸν ἐποίησεν ὁ Πόλυβος, ὡς καὶ ἡ Ἰοκάστη φησίν· ἡ δὲ τὸν ἐμὸν ὠδίνων πόνον μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν· ὥστε υἱὸς ἐνομίζετο. ἀλλά φαμεν ὅτι ἕνεκα τοῦ εἰς οἶκτον κινῆσαι τοὺς θεωμένους ταῦτα ὁ Εὐριπίδης ἐτεχνάσατο ἢ ὅτι οἱ βαρυνόμενοι συμφοραῖς ὑπὸ προκειμένης δυστυχίας καὶ τὰς προτέρας εὐδαιμονίας δυστυχίας ἀποκαλοῦσιν: —

<!-- 1607 -->Πόλυβον ἀμφὶ δεσπότην: οὐκ ἐξέφανεν αὐτὸν πατέρα· οὐκ ἐτέχθη γὰρ υἱὸς, ἀλλὰ κτῆμα αὐτοῦ γέγονεν: — Πολύβου γυνὴ Μερόπη: —

<!-- 1611 -->ἀρὰς παραλαβών: θέλει εἰπεῖν ὅτι εἵμαρτο ταῦτα παθεῖν τῷ γένει· ὁ γὰρ Λάιος, φησὶ, γνοὺς μὴ κατὰ βούλησιν θεῶν γεγονότα με κατηράσατο, ἵνα δηλονότι ἀποθάνω· ἐγὼ δὲ ἀπὸ σκαιοῦ δαίμονος τὰς παρʼ ἐκείνου ἀρὰς δεξάμενος παρέδωκα καὶ τοῖς ἐξ ἐμοῦ παισίν: — ὅτι γὰρ οὐχ ἑκὼν κατηρασάμην, ἀλλʼ ὑπὸ βίας δαίμονός τινος, τεκμήριον ἐκεῖνο τὸ μὴ τοσοῦτόν τινα ἀνόητον εἶναι ὡς ἑκόντα τυφλὸν γενέσθαι ἢ τοῖς ἑαυτοῦ παισὶ καταρᾶσθαι ἐκτὸς εἰ μὴ δαίμων τις ἄγει πρὸς τοῦτο· ὥστε ταῦτα ἐμηχανησάμην ἔκ τινος θεῶν: —

<!-- 1614 -->ἀντὶ τοῦ τινός: —

<!-- 1617 -->ἥδʼ ἡ θανοῦσα: οἶδα τοῦτο ὅτι, εἰ ἔζη, συνήθως ἄν με ἐχειραγώγησεν: — γράφεται ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι: —

<!-- 1618 -->ἀλλὰ ἡ εὐτεκνία τῶν δύο μου παίδων: —

<!-- 1620 -->ἀντὶ τοῦ οὐ δυνατόν: —

<!-- 1625 -->γόνατα μὴ χρῴζειν ἐμά: καλῶς εἶπας ὅτι οὐχ ἱκετεύω σε· εἰ γὰρ καὶ σὺ ἠθέλησας, ἐγὼ οὐ συνεχώρουν: — μὴ ἅπτεσθαι τῶν ἐμῶν γονάτων: —

<!-- 1627 -->τὸν μὲν τῶν νεκρῶν: —

<!-- 1628 -->γράφεται δμῶας: — τὸν δὲ Πολυνείκους νέκυν: —

<!-- 1631 -->φανερώσεται κηρυχθήσεται: —

<!-- 1632 -->εἰώθασι γὰρ στέφειν τοὺς νεκρούς: —

<!-- 1633 -->ἀντὶ τῆς ταφῆς θάνατον λήψεται: —

<!-- 1634 -->ὀρνέων τροφήν: —

<!-- 1635 -->γράφεται τριπτύχων νεκρῶν γόους: —

<!-- 1637 -->παρθένος δίαγε ἐκδεξομένη τὴν ἑξῆς ἡμέραν: —

<!-- 1640 -->πρὸς τὸν Οἰδίποδα λέγει ὅτι στενάζω σε πλέον τῶν ἀποθανόντων: —

<!-- 1643 -->πρὸς τὸν Κρέοντα ἀποστρέφει τὸν λόγον· τί διώκεις τὸν πατέρα· τί ἀπαγορεύεις τὴν ταφὴν τοῦ Πολυνείκους: —

<!-- 1645 -->νομοθετεῖς: —

<!-- 1647 -->ἄφρονα τὰ βουλεύματα: —

<!-- 1648 -->εἰς πέρας ἄγειν: —

<!-- 1651 -->ἀπὸ κοινοῦ τὸ οὐ δικαίως. ἀνόσιον γὰρ, φησὶν, ὅτι τοιαύτην τιμωρίαν αὐτὸν ἀπαιτεῖς. λέγει δὲ τὸ ἄταφον μεῖναι: —

<!-- 1652 -->ναὶ, φησὶν, ἔννομος, εἰ μὴ ὢν φίλος ἐχθρὸς ἐγένετο τῆς πατρίδος: — ἄλλως: οὐ δικαίως, εἰ μὴ ὢν φίλος ἐχθρὸς ἐγένετο: —

<!-- 1653 -->οὐχὶ οὖν: — κατʼ ἐρώτησιν. ὁ δὲ λόγος· οὐκ ἔδωκεν οὖν τῇ ἀποβάσει τὴν κόλασιν. δαίμονα δέ φησι τὸν ἐξ εἱμαρμένης καὶ δαίμονος θάνατον. τύχῃ δὲ τῇ κατὰ πόλεμον συντυχίᾳ. οὐκοῦν, φησὶν, ἀρκέσθητι τῷ θανάτῳ, ὃν ἔτυχεν αὐτὸν ἐν τῷ πολέμῳ ἀνατλῆναι: —

<!-- 1655 -->τὸ μέρος εἰ μετῆλθε γῆς: κατʼ ἐρώτησιν ἐν ἤθει: — τί πλημμελήσας ἀπῄτησε τὸ μέρος: — ἄλλως: τί ἥμαρτε, φησὶν, εἰ τὸ μέρος μετῆλθεν: —

<!-- 1657 -->ἀπαγορεύῃ: —

<!-- 1662 -->ἔκρινʼ ὁ δαίμων: ταῦτα ἔκρινεν ὁ δαίμων, οὐχ ἃ σὺ βούλει: —

<!-- 1664 -->ὑγρὰν θήσει κόνιν: ὑγράν: τὴν χυτὴν καὶ λεπτὴν, πρὸς ἀντιδιαστολὴν τῆς ἐριβώλακος. Ὅμηρος· «χυτὴν ἐπὶ γαῖαν ἔχευαν». ἔστι δὲ ὑγρὰ ἡ νεοσκαφὴς γῆ: —

<!-- 1665 -->ναὶ πρὸς σὲ καὶ τῆς μητρὸς Ἰοκάστης: — λείπει ὁ καί· καὶ τῆς μητρὸς Ἰοκάστης: — ὁ δὲ λόγος· ναὶ συγχώρησον ταφῆναι· παρακαλῶ πρὸς τῆς Ἰοκάστης τῆς ἐμῆς μητρός: —

<!-- 1668 -->τῶν ἀπηγορευμένων. Ἀριστοφάνης· «ἢ τἀπόρρητʼ ἀποπέμπει ἐξ Αἰγίνης»: —

<!-- 1669 -->εἰώθασι γὰρ ἐπιμελεῖσθαι τῶν τραυμάτων τῶν νεκρῶν ὑπὲρ τοῦ αὐτοὺς εὐσχήμονας φαίνεσθαι: — τελαμῶνας δὲ τὰ ῥάκη, ὅ φαμεν τοὺς ἐπιδέσμους: —

<!-- 1671 -->ὦ φίλτατʼ: ὦ φίλτατε Πολύνεικες, προσπτύξομαι κἂν τὸ σὸν στόμα, ἐπεὶ οὐ συγχωροῦμαι θάψαι σε: — ὁ ἀλλά ἀντὶ τοῦ καί. ἢ ἀντὶ τοῦ δή παραπληρωματικοῦ: —

<!-- 1672 -->οὐκ εἰς γάμους σούς: οὐκ ὀφείλεις κλαίειν μέλλουσα γαμεῖν: — ἄλλως: οὐχὶ κτήσῃ τοῖς γόοις συμφορὰς εἰς γάμους σούς. τὸ οὐ οὐ δίφθογγον ἀντὶ τοῦ ὃ μή: —

<!-- 1674 -->ποῖ γὰρ ἄπει τὸ λέχος ἐκφυγοῦσα: —

<!-- 1675 -->ἐμὲ ὡς μίαν ἕξει τῶν Δαναΐδων: —

<!-- 1676 -->τὸ τολμηρὸν γύναιον: — ἐξωνείδισεν: καυχωμένη εἶπεν, ἐξύβρισεν. ὄνειδος γὰρ αὐτῷ τὸν υἱὸν ὑπὸ γυναικὸς ἀπολέσθαι. ἢ ἐπὶ τοῦ κλέους εἴληπται, ἀντὶ τοῦ ἐκλέισε καὶ ἔνδοξον ἐποίησε μιμήσασθαι φήσασα τὰς Δαναΐδας· τὸ γὰρ ὄνειδος καὶ ἐπὶ ἀγαθοῦ τάττεται. δύναται καὶ ἡμῖν συνήθως παρόσον ὄνειδος τῷ Κρέοντι, εἰ ὁ υἱὸς αὐτοῦ ὑπὸ γυναικὸς ἀπολεῖται: —

<!-- 1677 -->γινωσκέτω τὸ ξίφος. ὅρκος γάρ μοι τὸ ξίφος αὐτό: —

<!-- 1680 -->γενναιότης σοι, μωρία δʼ ἔνεστί τις: εὐγένεια. ἀντὶ τοῦ γενναίως μὲν πράττεις, μωρῶς δέ: — ἄλλως: ὁ δέ ἀντὶ τοῦ καί, τουτέστιν· εὐγένεια καὶ μωρία ἔνεστί σοι: —

<!-- 1681 -->καὶ ξυνθανοῦμαι: καὶ συναποθνῄσκω, φησὶν, αὐτῷ, ἵνα πλέον τι μάθῃς. ἢ οὕτως· περαιτέρω γενομένη, ἀντὶ τοῦ ἑκὰς τῆς πόλεως γενομένη: —

<!-- 1684 -->ἀλλʼ εἰ γαμοίμην: ἠθικῶς τοῦτο προενεκτέον καὶ δεῖ συνυπακούειν τὸ καλῶς ἂν ἔχοι, οἷον· οὐ γὰρ ἂν καλῶς ἔχοι, εἰ ἐγὼ γαμοίμην καὶ σὺ μόνος φεύγοις, πάτερ. συναπτέον δὲ τὸ ἀλλʼ εἰ γαμοίμην τῷ ἑξῆς, οἷον· ἀλλʼ εἰ γαμοίμην, καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ: —

<!-- 1687 -->πεσὼν ὅπου μοι μοῖρα: πεσὼν κείσομαι ἐν ἐκείνῳ τῷ τόπῳ ὅπου μοι μοῖρά ἐστιν: —

<!-- 1689 -->γράφεται ἠδʼ ἀπώλεσεν· τὸ δὲ ἠδέ ἀντὶ τοῦ καί: — καὶ ἄλλως: ὁ δέ ἀντὶ τοῦ καί· ἓν ἦμαρ με καὶ ὤλβισε καὶ ἀπώλεσε. ποῖον δέ ἐστι καθʼ ὃ ὄλβιος ἐγένετο καὶ δυστυχής· ὅτε τὸ αἴνιγμα τῆς Σφιγγὸς ἔλυσε· κατὰ γὰρ τὴν αὐτὴν ἡμέραν ἔγημε τὴν μητέρα καὶ τῆς ἀρχῆς ἀντελάβετο. τὸ μὲν οὖν εὐτύχημα, τὸ λῦσαι τὸ αἴνιγμα καὶ βασιλεῦσαι· δυστύχημα δὲ, τὸ γῆμαι τὴν μητέρα παρὰ τὸν τῆς φύσεως θεσμόν: —

<!-- 1692 -->τὸ οὔ πρὸς τὸ αἰσχρά συναπτέον, τουτέστιν· οὐκ αἰσχρά: — οὔ σωφρονούσῃ γʼ: τὸ οὔ πρὸς τὸ αἰσχρά· οὐκ αἰσχρὰ σωφρονούσῃ, ἀλλὰ γενναία ἡ τοιαύτη φυγὴ, τουτέστι· πρὸς γεννικῆς καὶ κοσμίας τὸ παρεῖναι καὶ θεραπεύειν τυφλὸν πατέρα: — ἄλλως: κατʼ ὀρθὴν πτῶσιν γραπτέον καὶ οὕτω τὸν λόγον ἀποδοτέον· αἰσχρά γε ἡ φυγὴ οὐ σωφρονούσῃ θυγατρί, ἀλλʼ ἐγὼ γενναία καὶ σώφρων. ζηλωτέον δὲ ἑκατέρου τὸ ἦθος· ἡ μὲν γὰρ καὶ συμφεύγειν καὶ συναποθνῄσκειν ἤθελε τῷ πατρὶ καὶ γάμον παρορῶσα καὶ τυραννίδα, ὁ δὲ τυφλὸς ὢν καὶ γηροκόμου δεόμενος τῇ θυγατρὶ παραινεῖ μένειν καὶ ἀπολαύειν γάμου καὶ τυραννίδος: — οὐ τηρεῖ τὸ σύμφωνον, ἀλλὰ κατὰ τὸ δρᾶμα ὑποτίθεται. πῶς γὰρ θάψει Πολυνείκην Ἀντιγόνη συμφεύγουσα τῷ πατρί· πλεονάζει δὲ τῷ τοιούτῳ εἴδει ὁ Εὐριπίδης: —

<!-- 1698 -->ἐκτεταμένοι: —

<!-- 1701 -->ἀντὶ τοῦ πτώματα: —

<!-- 1703 -->νῦν χρησμὸς, ὦ παῖ: ἦν γὰρ αὐτῷ χρησμῳδηθὲν ἐν Ἀθήναις ἀποθανεῖν: —

<!-- 1704 -->ὁ ποῖος: ὁ λόγος κατʼ ἐρώτησιν· ἆρα δὴ πρὸς τοῖς οὖσι κακοῖς ἄλλα κακὰ ἐρεῖς: — ὁ ἦ ἀντὶ τοῦ ἆρα, ὁ ἀλλά ἀντὶ τοῦ δή, ἵνʼ ᾖ· ἆρα δή: —

<!-- 1706 -->ἀντὶ τοῦ πόλις· τετράπολις γὰρ ἡ Ἀττική: —

<!-- 1707 -->ἱερὸς Κολωνὸς δώμαθʼ: δέξεταί με δηλονότι. Κολωνὸς ἀκρωτήριον τῆς Ἀττικῆς. ἱππείου δὲ θεοῦ τοῦ Ποσειδῶνος. ἔστι δὲ καὶ ἕτερος Κολωνὸς ἐργάτης: — δώμαθʼ ἱππείου θεοῦ: διχῶς δὲ, πληθυντικῶς καὶ ἑνικῶς: — ἱππείου θεοῦ: περὶ τοῦ ἐν τῷ ἱππείῳ Κολωνῷ τεθάφθαι τὸν Οἰδίπουν ἐν ἄλλοις ἐξειργάσμεθα ἀκριβῶς: —

<!-- 1709 -->μετέχειν: —

<!-- 1710 -->ἴθʼ εἰς φυγὰν τάλαιναν: διὰ μὲν τοῦ ἐγώ σφε θάψω σπέρματα τῇ Σοφοκλέους Ἀντιγόνῃ παρέσχε, διὰ δὲ τοῦ φεύγειν τῷ ἐπὶ Κολωνῷ Οἰδίποδι. ὡς βούλονται γὰρ οἰκονομοῦσι τὰ δράματα: —

<!-- 1712 -->τὴν τὰς ναῦς διαπέμπουσαν: —

<!-- 1716 -->γενόμεσθα: Ἀττικῶς μετὰ τοῦ σ: —

<!-- 1717 -->δῆτα Θηβαίων: τῶν Θηβαίων ἡμεῖς παρθένων ἁπασῶν μάλιστα ἄθλιαι τυγχάνομεν: —

<!-- 1718 -->πόθι γεραιὸν ἴχνος: ὅπου, φησὶ, μέλλω τὸ ἴχνος τιθέναι, ἐκεῖσε χειραγώγει με: —

<!-- 1719 -->καταχρηστικῶς τὰς χειραγωγίας: — ἐνταῦθα: —

<!-- 1722 -->κατὰ τὴν ἰσχὺν γὰρ εἰκελόνειρος: — ὥστʼ ὄνειρον: ὥσπερ ὄνειρον κατὰ τὴν ἰσχύν. τὸ ὄνειρον εἶπεν ἐπὶ τῆς εὐθείας· κατὰ τὴν ἰσχὺν εἰκελόνειρος: —

<!-- 1726 -->τί τλάς: τί, φησὶν, ἀεὶ λέγεις ὅτι δεινὰ τλάς· εἰ γὰρ καὶ συνεχῶς αὐτὸ λέγεις, ὅμως ἡ Δίκη τοὺς κακοὺς οὐχ ὁρᾷ οὐδὲ μετέρχεται αὐτῶν τὰς ἀσεβείας καὶ ἀσυνεσίας: —

<!-- 1727 -->πάσχω δηλονότι: —

<!-- 1728 -->μοῦσαν οὐράνιόν φησι τὴν μεγάλην καὶ περίβλεπτον σοφίαν. ἐγὼ, φησὶν, εἰμὶ, ὃς ἔδοξα πάντας ὑπερβεβηκέναι σοφίᾳ λύσας τὸ αἴνιγμα: — ἡ ἐπί πρὸς τὸ μοῦσαν: —

<!-- 1732 -->Σφιγγὸς ἀναφέρεις ὄνειδος: ἀναπολεῖς. κατʼ ἐρώτησιν δὲ ὁ λόγος. καὶ νῦν δὲ τὸ ὄνειδος ἐπὶ τοῦ κλέους ἐστίν: —

<!-- 1733 -->ἄπαγε: διὰ τὸ μνήμην ποιήσασθαι τῆς κατὰ τὴν Σφίγγα σοφίας ἔπεχε, φησὶ, τοῦτον τὸν λόγον· περιττὸν γὰρ, φησὶ, παρελθούσης ὁμιλίας μνημονεύειν, ἐπεὶ πλείων ἡ λύπη γίνεται. ἄπαγε οὖν, πέπαυσο καὶ παράλειπε λέγων τὰ εὐτυχήματα δυστυχημάτων παρόντων: —

<!-- 1737 -->ποθεινὰ δάκρυα: ποθεινοποιὰ δάκρυα καταλιποῦσα ταῖς παρθένοις ἔξειμι, ἅπερ ἐδάκρυσα μετʼ αὐτῶν, ἀφʼ ὧν, τῶν δακρύων, εἰς πόθον καὶ εἰς μνήμην ἥξουσί μου μετὰ ταῦτα: — ἄλλως: ἀντὶ τοῦ· δακρύσασα μετὰ τῶν παρθένων ἔξειμι τῆς πόλεως: —

<!-- 1739 -->ἀντὶ τοῦ κακοπαρθενεύτως πλανωμένη: —

<!-- 1740 -->τινὲς καὶ τοῦτο τῆς Ἀντιγόνης: —

<!-- 1741 -->εἰς πατρός γε συμφοράς: δυστυχὴς ἐγὼ, φησὶν, ὅτι ἐν καιρῷ συμφορᾶς δόξαν ἀποίσομαι ὡς φρονίμη καὶ συνετή· συνετῆς γὰρ τὸ καὶ δυστυχοῦντι τῷ πατρὶ αἱρεῖσθαι συνεῖναι, ὡσεὶ ἔλεγεν· ἐβουλόμην τὸ συνετόν μου τῶν φρενῶν ἐν εὐτυχίας καιρῷ ἐπιδείξασθαι: —

<!-- 1743 -->τάλαινʼ ἐγώ: ἀθλία εἰμὶ ἕνεκα τῶν σῶν κακῶν καὶ τῶν τοῦ ἀδελφοῦ Πολυνείκους ὕβρεων: —

<!-- 1745 -->ὃν εἴ με καὶ θανεῖν: ὅνπερ καλύψω τῇ γῇ, εἴ με καὶ χρὴ ἀποθανεῖν: — ἀντὶ τοῦ· εἰ δέοι με καὶ ἀποθανεῖν: —

<!-- 1747 -->Δίδυμός φησι συμβουλεύειν αὐτῇ τοῦτο ποιῆσαι, ἵνα ἐρανίσωσιν αὐτήν. οὐδὲν γὰρ λαμβάνουσιν ἐξιόντες ἐφόδιον: —

<!-- 1748 -->ἅλις ὀδυρμάτων: αὐτάρκως ὠδύραντο τὴν ἐμὴν ἀτυχίαν αἱ ὁμήλικες. αὐτάρκειά μοι τῶν θρήνων: —

<!-- 1749 -->σὺ δʼ ἀμφὶ βωμίους: φάνηθι ἀπὸ κοινοῦ. ἵνα ἱκετεύσῃς τοὺς θεοὺς λῆξιν δοῦναι τῶν κακῶν καὶ εὐμενεῖς πρὸς τὰ λοιπὰ γενέσθαι παραπέμψαντας ἡμᾶς εἰς Ἀθήνας: —

<!-- 1751 -->ἴθʼ ἀλλὰ Βρόμιος: καὶ πρὸς τὸν Διόνυσον ἄπιθι, ἔνθα ἐστὶ ταῖς Βάκχαις ὁ νεὼς τοῦ Διονύσου ἄβατος ὢν τοῖς βεβήλοις. ἀντὶ τοῦ ἐν ὄρει: — ἵνα τε σηκός: ὁ τάφος τῆς Σεμέλης ὅπου ἐστίν, ἐν Κιθαιρῶνι. σηκός δὲ ὁ ναός. ἄβατος δὲ δηλονότι τοῖς βεβήλοις. ἐπὶ γοῦν τὸν Βρόμιον, φησὶν, ἴθι. ἄδηλον δὲ πρὸς τί ποτέ φησιν αὐτὴν τοὺς θεοὺς ἀξιοῦν καὶ μάλιστα τὸν Διόνυσον. ὁ δὲ χορὸς ἀσυμπαθὴς παρθένον οὕτως ἀτυχῶς φεύγουσαν μὴ οἰκτιζόμενος: —

<!-- 1753 -->Καδμείαν: Καδμείαν νεβρίδα, ἀντὶ τοῦ ἐπιχωρίαν καὶ ἣν εἰθίσμεθα ἡμεῖς αἱ Θηβαῖαι φορεῖν: — ἄλλως: τούτῳ με κελεύεις χορεῦσαι ᾧ ποτε ἀνεχόρευσα ἐγὼ Καδμείαν νεβρίδα στολισαμένη κατὰ τὸν ἐν ὄρεσι θίασον τῆς Σεμέλης· ἀλλʼ ὅμως χάριν οὐκ ἐδεξάμην ἀνθʼ ὧν ἐχόρευσα. πῶς οὖν με κελεύεις καὶ νῦν αὐτῷ χορεῦσαι τῷ ἅπαξ καταφρονήσαντί μου: —

<!-- 1757 -->χάριν διδοῦσα ἧς χάριν καὶ ἀμοιβὴν παρὰ τῶν θεῶν οὐκ ἔσχον, ἐπεὶ Οἰδίπους τοιαῦτα πέπονθεν: —

<!-- 1759 -->ἦν: ἤμην ὑπῆρχον. κατέσχον δὲ ἀντὶ τοῦ ἐνίκησα. ἢ ἔγνων: —

<!-- 1760 -->ὃς μόνος Σφιγγὸς κατέσχον: ἱστορεῖ Πείσανδρος ὅτι κατὰ χόλον τῆς Ἥρας ἐπέμφθη ἡ Σφὶγξ τοῖς Θηβαίοις ἀπὸ τῶν ἐσχάτων μερῶν τῆς Αἰθιοπίας, ὅτι τὸν Λάιον ἀσεβήσαντα εἰς τὸν παράνομον ἔρωτα τοῦ Χρυσίππου, ὃν ἥρπασεν ἀπὸ τῆς Πίσης, οὐκ ἐτιμωρήσαντο. ἦν δὲ ἡ Σφὶγξ, ὥσπερ γράφεται, τὴν οὐρὰν ἔχουσα δρακαίνης· ἀναρπάζουσα δὲ μικροὺς καὶ μεγάλους κατήσθιεν, ἐν οἷς καὶ Αἵμονα τὸν Κρέοντος παῖδα καὶ Ἵππιον τὸν Εὐρυνόμου τοῦ τοῖς Κενταύροις μαχεσαμένου. ἦσαν δὲ Εὐρύνομος καὶ Ἠιονεὺς υἱοὶ Μάγνητος τοῦ Αἰολίδου καὶ Φυλοδίκης. ὁ μὲν οὖν Ἵππιος καὶ ξένος ὢν ὑπὸ τῆς Σφιγγὸς ἀνῃρέθη, ὁ δὲ Ἠιονεὺς ὑπὸ τοῦ Οἰνομάου, ὃν τρόπον καὶ οἱ ἄλλοι μνηστῆρες. πρῶτος δὲ ὁ Λάιος τὸν ἀθέμιτον ἔρωτα τοῦτον ἔσχεν. ὁ δὲ Χρύσιππος ὑπὸ αἰσχύνης ἑαυτὸν διεχρήσατο τῷ ξίφει. τότε μὲν οὖν ὁ Τειρεσίας ὡς μάντις εἰδὼς ὅτι θεοστυγὴς ἦν ὁ Λάιος, ἀπέτρεπεν αὐτὸν τῆς ἐπὶ τὸν Ἀπόλλωνα ὁδοῦ, τῇ δὲ Ἥρᾳ μᾶλλον τῇ γαμοστόλῳ θεᾷ θύειν ἱερά. ὁ δὲ αὐτὸν ἐξεφαύλιζεν. ἀπελθὼν τοίνυν ἐφονεύθη ἐν τῇ σχιστῇ ὁδῷ αὐτὸς καὶ ὁ ἡνίοχος αὐτοῦ, ἐπειδὴ ἔτυψε τῇ μάστιγι τὸν Οἰδίποδα. κτείνας δὲ αὐτοὺς ἔθαψε παραυτίκα σὺν τοῖς ἱματίοις ἀποσπάσας τὸν ζωστῆρα καὶ τὸ ξίφος τοῦ Λαΐου καὶ φορῶν· τὸ δὲ ἅρμα ὑποστρέψας ἔδωκε τῷ Πολύβῳ, εἶτα ἔγημε τὴν μητέρα λύσας τὸ αἴνιγμα. μετὰ ταῦτα δὲ θυσίας τινὰς ἐπιτελέσας ἐν τῷ Κιθαιρῶνι κατήρχετο ἔχων καὶ τὴν Ἰοκάστην ἐν τοῖς ὀχήμασι. καὶ γινομένων αὐτῶν περὶ τὸν τόπον ἐκεῖνον τῆς σχιστῆς ὁδοῦ ὑπομνησθεὶς ἐδείκνυε τῇ Ἰοκάστῃ τὸν τόπον καὶ τὸ πρᾶγμα διηγήσατο καὶ τὸν ζωστῆρα ἔδειξεν. ἡ δὲ δεινῶς φέρουσα ὅμως ἐσιώπα· ἠγνόει γὰρ υἱὸν ὄντα. καὶ μετὰ ταῦτα ἦλθέ τις γέρων ἱπποβουκόλος ἀπὸ Σικυῶνος, ὃς εἶπεν αὐτῷ τὸ πᾶν ὅπως τε αὐτὸν εὗρε καὶ ἀνείλετο καὶ τῇ Μερόπῃ δέδωκε, καὶ ἅμα τὰ σπάργανα αὐτῷ ἐδείκνυε καὶ τὰ κέντρα ἀπῄτει τε αὐτὸν τὰ ζωάγρια· καὶ οὕτως ἐγνώσθη τὸ ὅλον. φασὶ δὲ ὅτι μετὰ τὸν θάνατον τῆς Ἰοκάστης καὶ τὴν αὐτοῦ τύφλωσιν ἔγημεν Εὐρυγάνην παρθένον, ἐξ ἧς αὐτῷ γεγόνασιν οἱ τέσσαρες παῖδες. ταῦτά φησι Πείσανδρος: — οἱ τὴν Οἰδιποδίαν γράφοντες· «ἀλλʼ ἔτι κάλλιστόν τε καὶ ἱμεροέστατον ἄλλων παῖδα φίλον Κρείοντος ἀμύμονος Αἵμονα δῖον». καί φασιν ὅτι οὐκ ἦν θηρίον, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλὰ χρησμολόγος δύσγνωστα τοῖς Θηβαίοις λέγουσα καὶ πολλοὺς αὐτῶν ἀπώλλυεν ἐναντίως τοῖς χρησμοῖς χρωμένους: — τῆς μιαιφόνου κράτη: διʼ ὧν ἐκράτει τῆς πόλεως: — μιαιφόνου κράτη: γράφεται καὶ κάρα. κράτη τὰ σοφίσματα, διʼ ὧν ἐκράτει τῆς πόλεως: —

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cto-ajd`.
