---
title: Fragments of the Silloi and On Physis
title_greek: Ἀποσπάσματα Σίλλων καὶ Περὶ φύσεως
author: Xenophanes of Colophon
eul_wid: beu-aa
eul_aid: beu
canonical: "https://eulogikon.org/works/xenophanes-colophon-fragments-silloi-on-physis-beu-aa"
lang: grc
period: Archaic
dialect: Ionic
domain: "Philosophy, Poetry"
genre: Elegy
content_hash: "sha256:d0d36d50c4626f64b8c52728024382201486af4f11f8a426a3eedddfabdb6259"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments of the Silloi and On Physis

*Ἀποσπάσματα Σίλλων καὶ Περὶ φύσεως*

**Author:** Xenophanes of Colophon

**eul_wid:** `beu-aa` · [HTML page](https://eulogikon.org/works/xenophanes-colophon-fragments-silloi-on-physis-beu-aa)

## Text

ΣΙΛΛΩΝ ΒΙΒΛΙΑ Ε

  

`9`

ἐξ ἀρχῆς καθʼ Ὅμηρον, ἐπεὶ μεμαθήκασι πάντες ...  

`10`

πάντα θεοῖσʼ ἀνέθηκαν Ὅμηρός θʼ Ἡσίοδός τε,  

ὅσσα παρʼ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,  

κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.  

`11`

ὡς πλεῖστʼ ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,  

κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.  

`13`

ἀλλʼ εἰ χεῖρας ἔχον βόες ἵπποι τʼ ἠὲ λέοντες  

ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,  

ἵπποι μέν θʼ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας  

καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματʼ ἐποίουν  

τοιαῦθʼ, οἷόν περ καὐτοὶ δέμας εἶχον ἕκαστοι.  

`14`

Αἰθίοπές τε θεοὺς σφετέρους σιμοὺς μέλανάς τε  

Θρῆικές τε γλαυκοὺς καὶ πυρρούς φασι πέλεσθαι.  

`15`

ἑστᾶσιν δʼ ἐλάτης βάκχοι πυκινὸν περὶ δῶμα.  

`16`

οὔ τοι ἀπʼ ἀρχῆς πάντα θεοὶ θνητοῖσʼ ὑπέδειξαν,  

ἀλλὰ χρόνῳ ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον.  

`17`

καί κʼ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.  

`18`

πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ  

ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα,  

πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντʼ ἐρεβίνθους·  

«τίς πόθεν εἷς ἀνδρῶν; πόσα τοι ἔτεʼ ἐστί, φέριστε;  

πηλίκος ἦσθʼ, ὅθʼ ὁ Μῆδος ἀφίκετο;»  

ΕΠΗ

  

ΠΕΡΙ ΦΥΣΙΟΣ

  

`19`

εἷς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,  

οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα.  

`20`

οὖλος ὁρᾷ, οὖλος δὲ νοεῖ, οὖλος δέ τʼ ἀκούει.  

`21`

ἀλλʼ ἀπάνευθε πόνοιο νόου φρενὶ πάντα κραδαίνει.  

`22`

αἰεὶ δʼ ἐν ταὐτῷ μίμνει κινεύμενος οὐδέν,  

οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλλῃ.  

`23`

ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.  

`24`

γαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶται  

ἠέρι προσπλάζον, τὸ κάτω δʼ ἐς ἄπειρον ἱκνεῖται.  

`25`

γῆ καὶ ὕδωρ πάντʼ ἔσθʼ ὅσα γίνονται ἠδὲ φύονται.  

`26`

πηγὴ δʼ ἐστὶ θάλασσʼ ὕδατος, πηγὴ δʼ ἀνέμοιο·  

οὔτε γὰρ ἐν νέφεσιν πνοιαί κʼ ἀνέμοιο φύοιντο  

ὀμβροφυέσσιν ἔσωθεν ἄνευ πόντου μεγάλοιο  

οὔτε ῥοαὶ ποταμῶν οὔτʼ αἰθέρος ὄμβριον ὕδωρ,  

ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε  

καὶ ποταμῶν.  

`27`

ἠέλιός θʼ ὑπεριέμενος γαῖάν τʼ ἐπιθάλπων.  

`28`

ἥν τʼ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε,  

πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.  

`29`

πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα.  

`30`

καὶ τὸ μὲν οὖν σαφὲς οὔ τις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται  

εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων·  

εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών,  

αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δʼ ἐπὶ πᾶσι τέτυκται.  

`31`

ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι.  

`32`

ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι,  

`33`

καὶ μὲν ἐνὶ σπεάτεσσί τεοις καταλείβεται ὕδωρ.  

`34`

εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον  

γλύσσονα σῦκα πέλεσθαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: beu-aa`.
