---
title: "Nine Books of Anthologies: Book 9"
author: Vettius Valens of Antioch
eul_wid: pzu-aj
eul_aid: pzu
canonical: "https://eulogikon.org/works/vettius-valens-antioch-anthologies-book-9-pzu-aj"
lang: grc
period: Roman
dialect: Koine
content_hash: "sha256:ec6da1989ccf29b7ec57dd47c01561db85820e9bc4bbe4fcab60da71ad7a47e8"
content_modified_at: "2026-11-09"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Nine Books of Anthologies: Book 9

**Author:** Vettius Valens of Antioch

**eul_wid:** `pzu-aj` · [HTML page](https://eulogikon.org/works/vettius-valens-antioch-anthologies-book-9-pzu-aj)

## Text

Part of [Nine Books of Anthologies](/works/vettius-valens-antioch-anthologies-pzu-aa)

`329`

Οὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον θʹ.

Προοίμιον.

Οὐάλης Μάρκῳ χαίρειν. Ὅσα μὲν ὁ θειότατος βασιλεὺς εἴρηκε Νεχεψὼ ὁ τὴν ἀρχὴν ποιησάμενος τῆς ιγʹ βίβλου, ἐν τοῖς προσυντεταγμένοις ὑφʼ ἡμῶν καὶ ἄλλων πόνοις κατημαξευμένα ἐστίν· νυνὶ δὲ ταύτην συντάσσω λειπομένην ἐν οὐδενί. ὅτι μὲν οὖν μυστικῇ συνέσει τὴν ὑφήγησιν πεποίηται καὶ ἀρχηγὸς τῆς εἰς ταῦτα εἰσόδου καὶ ἡμῖν ἐγένετο, πρόδηλον· τό τε ὁμολογεῖν περὶ τῶν ἡμαρτημένων αὐτῷ πρότερον, ἐξ ὑστέρου δὲ κατωρθωμένων ἀνδρὸς ἀγαθοῦ καὶ σοφοῦ ἀπολογίαν καὶ διάνοιαν ἐπιφερομένου, καθὸ καταφρονεῖ ὅλης τῆς βασιλείας καὶ τυραννίδος, καὶ τὸ περὶ τὰ τοιαῦτα ἐσπουδακέναι ἐμπείρου καὶ πεποιθότος καὶ ἐρωτικὴν καὶ προτρεπτικὴν θεωρίαν ἐνδεικνυμένου τοῖς μεταγενεστέροις. οὐδέ γε αὐτὸν μεθεῖλκεν ἀνάγκη βιωτικὴ καὶ πλάνη φιλάργυρος, ὥσπερ πολλοὺς τῶν νῦν· ὅθεν ἀποδεκτέος ὁ τοιοῦτος.

`330`

Ὁ δὲ σοφώτατος Κριτόδημος ἐν τῇ ἐπιγραφομένῃ αὐτοῦ ὁράσει συνεκτικωτάτῃ πολλῶν μαρτυριῶν ἀρχὴν τοιαύτην ἐποιήσατο· ἤδη ποτὲ πελαγοδρομήσας καὶ πολλὴν ἔρημον διοδεύσας ἠξιώθην ἀπὸ θεῶν λιμένος ἀκινδύνου τυχεῖν καὶ μονῆς ἀσφαλεστάτης. ἄλλως τε καὶ ὁ Τίμαιος καὶ Ἀσκλατίων καὶ ἕτεροι πλεῖστοι. οὗτοι μὲν οὖν καλλονῇ λόγων ἐνεχθέντες καὶ τερατολογίᾳ οὐ κατὰ τὰ ἐπαγγέλματα τὰ ἔργα ἐπέδειξαν οὐδὲ τὰς συντάξεις πλήρεις καὶ ἐπιλελυμένας, ἀλλὰ λειπομένας ἐν πολλοῖς τισιν ἀεὶ τῶν ἐντυγχανόντων· ἐν πᾶσι δὲ τὸ σκολιὸν καὶ ἐφθονημένον καὶ ἀναδυόμενον καὶ ἐπιπλεκόμενον· καὶ μηδεμιᾷ ὁδῷ διευθύνοντες ἀλλὰ προσεισφέροντες αἵρεσιν αἱρέσει καὶ ἀναπομπίμους βίβλους πλάνης μᾶλλον ἢ ἀληθείας τεκμήρια. ὁ μὲν οὖν Κριτόδημος, πλῆθος θεωρημάτων κεκτημένος καὶ τοῖς ἄλλοις συγκεκοσμημένος καὶ δυνάμενος σαφῶς διερμηνεῦσαι διὰ τῆς τούτων τῶν ὀργάνων φαντασίας ἠμαύρωσε τὴν ἐπιστήμην· ἐγὼ δὲ ἐν ταῖς προσυντεταγμέναις μοι βίβλοις οὔτε κενῶν οὔτε ματαίων ὕθλων πόνους διήνυσα, οὐ μὴν κατὰ τὴν δόκησιν τινῶν ἀμφιβόλους ἐπιλύσεις καὶ γραφὰς ἀναρίθμους περιττῶν συντάξεων· διὸ καὶ τὰ δοκοῦντα ἀληθείας ἐφικνεῖσθαι εἰς ἄπειρον ζήτησιν καὶ λόγον ἐχώρησεν. χρὴ δέ γε τὸν βουλόμενον συγγράφειν ὡς μὴ χρήζειν ἑτέρου· εἰ δὲ οὖν, διὰ τὸ ἀγνοεῖν καὶ φθονεῖν τὴν πλοκὴν ἐπεισφέρει· πελαγοδρομήσας οὖν καὶ πολλὴν γῆν διοδεύσας κλιμάτων τε καὶ ἐθνῶν κατόπτης γενόμενος πολυχρονίᾳ πείρᾳ καὶ πόνοις συνεμφυρεὶς ἠξιώθην ὑπὸ θεοῦ καὶ τῆς προνοίας βεβαίου καὶ ἀσφαλοῦς λιμένος τυχεῖν· οὐ γὰρ φθαρτὰ πάντα καὶ μοχθηρὰ ἔλαχον οἱ ἄνθρωποι, ἔστι δέ τι καὶ θεῖον ἐν ἡμῖν θεόπνευστον δημιούργημα, ὅ τε περικεχυμένος ἀὴρ ἄφθαρτος ὑπάρχων καὶ διήκων εἰς ἡμᾶς ἀπόρροιαν καιρικὴν ἀθανασίας ἀπονέμει τακτῷ καὶ μεμετρημένῳ χρόνῳ. ἣν ἕκαστος ἡμῶν καθʼ ἡμέραν μελετᾷ γυμναζόμενος λαμβάνειν ἢ καὶ ἀποδιδόναι τὸ ζωτικὸν πνεῦμα. καθὼς καὶ ὁ θειότατος Ὀρφεὺς λέγει·

Ψυχὴ δʼ ἀνθρώποισιν ἀπʼ αἰθέρος ἐρρίζωται.

καὶ ἄλλως·

Ἀέρα δʼ ἕλκοντες ψυχὴν θείαν δρεπόμεσθα.

ἄλλως·

Ψυχὴ δʼ ἀθάνατος καὶ ἀγήρως ἐκ Διός ἐστιν.

ἄλλως·

Ψυχὴ δʼ ἀθάνατος πάντων, τὰ δὲ σώματα θνητά.

`331`

Ἔνθεν ἐφʼ ὅσον ἔχομεν τὴν ψυχὴν κινούμεθα καὶ ὁμιλοῦμεν καὶ πράσσομεν καὶ μηχανώμεθα καὶ ποιοῦμεν ἔργα ἰσόθεα· ὁπότε δʼ εἰς τὸν ἀέρα ἀναδράμῃ τὸ χρέος, πρόκειται τὸ σῶμα νεκρὸν ἄναυδον κατὰ διαδοχὴν ἑτέρῳ τὸ πνεῦμα συγκεχωρηκὸς κενὸν εἱμαρμένης δημιούργημα οὐδενὸς ὂν δεκτικόν· τῆς γὰρ φύσεως ἀναλυθείσης εἰς τὸν οἰκεῖον τόπον ἐλέγχεται τότε τὸ θνητὸν σῶμα.

Ὅθεν τοῦ θεοῦ συνεργοῦντος ἀνεῦρον ταῦτα ἐν σκότει τεθησαυρισμένα· καί μοι κατʼ ἀρχὰς μὲν δαψιλὴς λόγος συνεμπεσὼν ἀπορρήτους ἀμεταδότους τὰς ὑφηγήσεις διαφυλάσσει διὰ πολλοὺς τῶν ἀναξίων· ἵνα δὲ μὴ δόξω κατήγορος μείζονι ψόγῳ περιπίπτειν καὶ τὰς ἑτέρων αἰτίας ἀνάπτεσθαι, ἔδοξέ μοι μὴ κατεζητημένως μηδὲ ἐπεσκοτισμένως ἐν ταύτῃ τῇ βίβλῳ μυστικῶς προτάξαι τὰ δοκοῦντα κεφάλαια εἰς συμπλήρωσιν τῶν προσυντεταγμένων καὶ ἀτρεκῆ σαφήνειαν διὰ πολλῆς συνέσεως τοῖς γε νοῦν ἔχουσιν· ὅπως διὰ τούτων οἱ ἀμαθεῖς καὶ θεομάχοι πίστιν ἐνεγκάμενοι καὶ ἑταῖροί γε τῆς ἀληθείας γενόμενοι ὑπαρκτὴν καὶ σεβάσμιον τὴν ἐπιστήμην καταλάβωσιν.

αʹ. Περὶ κλήρου τύχης καὶ δαίμονος εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων καὶ ζωῆς τόπον.

`332`

Περὶ μὲν οὖν τοῦ κλήρου τῆς τύχης καὶ τοῦ δαίμονος ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται· καὶ νῦν δὲ ἐπάνιμεν εἰς αὐτοὺς διαβεβαιούμενοι δυναστικοὺς καὶ κραταιοὺς τόπους. ὅνπερ γὰρ τρόπον ἐπὶ τοῦ κοσμικοῦ περιπολίσματος ὁ παντεπόπτης Ἥλιος ἀκαμάτοις φοραῖς δινούμενος καὶ μακροῦ αἰῶνος χρόνον διϊππεύων τὰς τῶν ἀστέρων χορείας ἀλλεπαλλήλοις δρόμοις ἀποκαθίστησι καὶ ἀποχωρίζει, τροπάς τε καὶ καιροὺς καὶ φάσεις ποιούμενος, ἀρχόμενος ὅθεν ἔληξεν καὶ λήγων ὅθεν ἄρχεται, τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων θέλγων καὶ διεγείρων αἴτιος δόξης καὶ πράξεως καὶ πάσης προκοπῆς τυγχάνει, ὁμοίως δὲ καὶ ἡ Σελήνη Τύχη τοῦ κόσμου ὑπάρχουσα καὶ ὑπὸ τῆς ἡλιακῆς δυνάμεως αὐξομειουμένη τὰς φάσεις ποιεῖται καὶ τὰς τῶν ἀέρων μεταβολὰς καὶ τοὺς καρποὺς πεπαίνουσα τοῖς ἀνθρώποις ζωῆς παραιτία γίνεται, τῷ αὐτῷ τρόπῳ καὶ ἐπὶ πάσης γενέσεως σκοπεῖν δεήσει τὸν κλῆρον τῆς τύχης καὶ τοῦ δαίμονος, ἐν ποίοις μέρεσι τοῦ κόσμου ἀπερρύησαν. πρὸς μὲν γὰρ τὸν ἀποτελεσματικὸν λόγον, ἐὰν ἐν τοῖς χρηματιστικοῖς ὦσι ζῳδίοις καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρῶνται, ἐμπράκτους καὶ ἐνδόξους καὶ εὐπόρους τὰς γενέσεις ἀποτελοῦσιν· μάλιστα ἐὰν ἐν ἀρσενικοῖς ζῳδίοις οἱ κλῆροι ἐμπέσωσιν καὶ οἱ κύριοι ἐν ἀρσενικοῖς ἢ θηλυκοῖς οἴκοις καὶ χρηματίζοντες ἐπιθεωρῶσι τὸν τόπον, μείζονάς τε καὶ ἐπισήμους καὶ ἀπροσδοκήτως προκόπτοντας καὶ εἰς ἀνυπέρβλητον τύχην χωροῦντας. ἐὰν δὲ οἱ μὲν κλῆροι ἐν ἀρσενικοῖς ὦσι ζῳδίοις, οἱ κύριοι δὲ αὐτῶν ἐν θηλυκοῖς ἀχρημάτιστοι, ὑπὸ κακοποιῶν ἐναντιούμενοι ἢ καθυπερτερούμενοι, πτώσεως ὁ τρόπος δηλωτικὸς καθαιρέσεώς τε καὶ ἐνδείας καὶ πάσης αἰτίας ἐπακτικός, δημοσίαις τε καὶ πολυθρυλήτοις ἢ βασιλικαῖς συμπεφυρμένους κακίαις· τῶν δὲ τοιούτων καὶ τὸ τέλος εὕρηται κακόν. πρὸς δὲ τοὺς τῆς ζωῆς χρόνους συγκρινόμενοι οἱ δύο κλῆροι πρός τε τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὴν μοιρικὴν αὐτῶν ἀπόρροιαν πρός τε τὸν ὡροσκόπον καὶ τὸν πλανητικὸν σκοπὸν καὶ τὴν μοῖραν προδηλώσουσι καὶ τοὺς βιωσίμους χρόνους ἐκ τοῦ διαστήματος, τὴν ἡμίσειαν ἔμπαλιν καὶ ἀνάπαλιν ἐκμετρηθέντες, ἢ προλαβόμενοι τοῦ μεγέθους τῆς ὥρας ἢ ἀπολειφθέντες τούτου, ὡς δύο μοίρας χρηματίζειν τοῦ ζῳδίου ἐξ ἀνάγκης, τὴν δὲ γένεσιν καίπερ ἐπίκηρον οὖσαν πρὸς τὴν τοῦ κόσμου συμπάθειαν τὸ ζωτικὸν ἀναλαβεῖν πνεῦμα.

`333`

Προσεκτέοι οὖν οἱ τρόποι μυστικῶς καὶ μὴ παρέργως· ἐκ τούτων γὰρ συνορᾶται καὶ εὐκατάληπτα γίνεται τὰ πολλῷ χρόνῳ καὶ καμάτῳ ἐπισωρεύοντα τοῖς ἀνθρώποις τὴν παρὰ τούτων ἐνέργειαν. οὐκ ἀσκόπως δὲ ὁ Πετόσιρις περὶ συμπαθείας Ἡλίου καὶ Σελήνης λέγει ἐν τοῖς ὅροις· εἴτε τὴν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου εἴτε ἀπὸ Σελήνης ἐπὶ τὸν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, κατὰ τὸ αὐτὸ ἐμπεπτωκότα εὑρήσεις· ὁρᾶταί γε ἔνθεν ὁ διακρατῶν τοῦ ζητουμένου, πρὸς ὃν τὰ ὅλα τετύχηκεν καὶ συμβήσεται. καὶ ὁ βασιλεὺς δὲ ἐν τῇ ἀρχῇ τῆς ιγʹ βίβλου εἶπεν· εἶτʼ ἐχομένως δεήσει σαφῶς ἀριθμεῖν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην· ἔμπαλιν, οἱ δὲ ἀνάπαλιν, ἀπὸ ὡροσκόπου ἰσότητας ποιεῖν καὶ τὸν ἀποβάντα κύριον τόπον συνορᾶν, οὗτινος τετύχηκεν ἀστέρος καὶ τίνες ἐν τούτῳ πρόσεισιν· ἐκ γὰρ τῆς τῶν τόπων συμπτώσεως πρόδηλα κρίνειν τῶν γενομένων τὰ πράγματα. καὶ τὸ λέγειν μὲν κύριον τόπον κρατητικὸν καὶ ἔνθεν ὁρᾶσθαι τὰ ὅλα δυναστικόν, ἄλλως τε καὶ ἐν τοῖς μεταξὺ τῆς διηγήσεως πλειστάκις περὶ τοῦ αὐτοῦ λέγων ἰσχυροποιεῖται, ὅτι εἰ μὲν ἀγαθοποιοὶ ἐπῶσιν ἢ καὶ προσμαρτυρῶσιν, ἀγαθῶν πρόδηλοι καὶ ὑπαρχόντων δοτῆρες εἰσίν· εἰ δὲ φθοροποιοί, ἀποβολὰς ὑπαρχόντων καὶ φθίσεως σώματος αἰτίας καὶ τὸ λέγειν. εἰ δὲ καὶ γενομένου τινὸς ἐν θηλυκῷ τύχῃ ἡ Σελήνη, ἀνδράσι μὲν γενομένοις οὐκ ἀγαθὴν ἀποτελεῖ φάσιν, γυναιξὶ δὲ ὁμογενέσιν ὑπόστασις· καὶ ἐπὶ Ἡλίου πρὸς τοὺς ἐν ἀρσενικοῖς καὶ θηλυκοῖς ἐσχηκότας τοὺς τόπους καὶ τοὺς κυρίους. ἐὰν δέ πως οἱ κακοποιοὶ μόνοι ἐπῶσι τοῖς τόποις καὶ προσνεύσωσιν, ἀποτελοῦσιν ἐμπρησμούς, ναυάγια, ἀπὸ ὕψους πτώσεις, θραύσεις μελῶν, αἱμαγμούς, καὶ μάλιστα ἐν στερεοῖς ζῳδίοις, ἢ παθήματα ἢ σπασμούς· καὶ ἐπὶ τὸ χεῖρον τρέπονται, ὁπόταν καὶ τῶν τόπων κυριεύσωσιν.

`334`

Ἀλλὰ περὶ μὲν τούτων καὶ ἐν τοῖς μεταξὺ τῆς διηγήσεως δηλώσομεν ἀποδεικνύντες ἑτεροσχημόνως, ὁπηλίκη δύναμις περὶ αὐτοῦ νενόμισται ἐπί τε τῶν πρακτικῶν καὶ βιωσίμων χρόνων. παρατηρητέον δὲ κατὰ τὸ πλεῖστον, ἐάν πως οἱ κλῆροι εἰς Καρκίνον ἢ Λέοντα ἢ Αἰγόκερω ἢ Ὑδροχόον συνεμπέσωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι ἢ ὑπὸ οἰκείων ἀστέρων ἐν χρηματιστικοῖς ζῳδίοις· λαμπρᾶς μὲν οὔσης τῆς ὑποστάσεως ἡγεμονικοὶ βασιλικοὶ στραταρχικοὶ καθίστανται, ἐξουσίαν ζωῆς καὶ θανάτου ἔχοντες, συμπάθειάν τε βασιλικὴν κεκτημένοι δωρεᾶς καὶ δόξης καταξιοῦνται καὶ ἐν ταῖς ἐπιβολαῖς εὐημεροῦσιν, ἄπρακτοι δὲ τὰ πρῶτα ταῖς ψυχαῖς καταβολὰς ὑπομείναντες καὶ χαλεπανθέντες μεταμφιασάμενοι εἰς ἀπροσδόκητον ἔρεισμα καταντῶσιν, ὑπὸ τῶν πλείστων εὐφημούμενοι καὶ μακαριζόμενοι. ὅσοι δὲ τὴν ὑπόστασιν μετρίαν ἐκληρώσαντο, βασιλέως πράγματα πιστεύονται καὶ διοικοῦσιν καὶ ἀνωμάλως καὶ ἐπιφθόνως διευθύνουσιν· τινὲς δὲ στρατιωτικοὶ ἢ μεταξὺ τούτων ἀναστρεφόμενοι ἢ ἐν βασιλικαῖς αὐλαῖς καὶ δημοσίοις τόποις ὀψωνίων μετέχουσιν, οὐ τοσοῦτον περὶ τὸν βίον συγκεκοσμημένοι, ὅσον τῇ κακοδόξῳ φαντασίᾳ καὶ πολυμερίμνῳ καὶ εὐθραύστῳ κακοπαθείᾳ.

βʹ. Περὶ τῆς δωδεκατρόπου εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων τόπον.

Καὶ τούτων μὲν κατὰ κοσμικὴν ἁρμονίαν οὕτως διατεταγμένων κατὰ τὸ παλαιὸν ἄνδρες Αἰγύπτιοι κατὰ τὸ ἀρχαῖον ἀπὸ τούτων μονομερῆ παραλαβόντες εἰς ποικίλας καὶ συγκρατικὰς διαστολὰς κατέκλεισαν, σοφιστικοῖς λόγοις καὶ ἐφόδοις χρησάμενοι· περιτειχίσαντες δὲ τὴν θεωρίαν μυρίοις ἐρείσμασι καὶ κλειδῶν ἀχαλκεύτων γομφώμασιν ἀπηλλάγησαν· ὅθεν οἱ ἐμπεσόντες εἰς τοὺς περιβόλους τρόπον τετυφλωμένων ἀλητεύοντες διὰ τὸ ἀπύλους ποιεῖν ἢ τὴν τῶν πυλῶν τοποθεσίαν μὴ εὐτυχηκέναι τῆς εὑρέσεως τοῦ μυριάκις περινοστεῖν ἐκτήσαντο τὴν συμφοράν. ἐγὼ δὲ τούτου τοῦ φρουρίου ἐκκόψας τινὰ μέρη πυλῶν τοῖς βουλομένοις τὴν διέξοδον ἐμήνυσα πλέον· ἐπὶ οὖν τὸν προκείμενον πάλιν δρόμον τὴν διάνοιαν μεταθήσομαι καὶ ἔστω ὁ λόγος περὶ τῆς δωδεκατρόπου. ἐκ ταύτης γὰρ καὶ ὁ Ἀσκληπιὸς κινηθεὶς συνέταξε τὰ πλεῖστα καὶ ἕτεροι δὲ πολλοὶ Αἰγυπτίων τε καὶ Χαλδαίων. ὁμοίως δὲ καὶ τὴν ὀκτάτροπον.

`335`

Ὅθεν δὲ οἱ τόποι ἀπὸ ὡροσκόπου λαμβανόμενοι οὕτως. τὸ αʹ ζωὴ καὶ ὑπόστασις τῶν χρόνων καὶ τὸ ψυχικὸν πνεῦμα, τουτέστιν αὐτὸς ὁ ὡροσκόπος· τοῦ δὲ περὶ ἀδελφῶν ὁ ἀγαθὸς δαίμων καὶ τέκνων καὶ φίλων τόπος, γονέων δὲ ὁ πρακτικός, γυναικὸς δὲ γαμοστόλος, τέκνων ἔνατος. τὸ βʹ βίος καὶ ὑπαρχόντων πρόσοδος, τοῦ δὲ περὶ ἀδελφῶν κακὸς δαίμων καὶ δούλων καὶ ἐχθρῶν τόπος καὶ κακωτικῆς αἰτίας, γονέων δὲ ἀγαθὸς δαίμων καὶ φίλων τόπος, τέκνων δὲ περὶ πράξεως καὶ δόξης, γυναικὸς δὲ θανατικὸς τόπος. ἐν τούτῳ τῷ ζῳδίῳ ἢ τῷ τούτου διαμέτρῳ ὁ κύριος τῆς συνόδου ἢ πανσελήνου εὑρεθεὶς ἔκπτωσιν δηλοῖ· ὁμοίως δὲ καὶ ἡ σύνοδος καὶ ἡ πανσέληνος παρατηρεῖται. γʹ περὶ ἀδελφῶν ζωῆς, καὶ γονεῦσι περὶ ἐχθρῶν καὶ δούλων, καὶ γυναικὸς ἔνατος περὶ δόξης καὶ πράξεως καὶ τεκνώσεως· ἔστι δὲ καὶ θεᾶς καὶ βασιλίσσης καὶ πράξεως τόπος. ὁ δὲ δʹ γονέων περὶ ζωῆς καὶ μυστικῶν ἢ ἀποκρύφων καὶ θεμελίων καὶ κτημάτων καὶ εὑρημάτων τόπος, ἀδελφῶν δὲ περὶ βίου, γυναικὸς δὲ περὶ δόξης καὶ πράξεως. τὸ εʹ περὶ τέκνων ζωῆς καὶ ἀγαθῆς τύχης τόπος, ἀδελφῶν δὲ ὁ περὶ ἀδελφῶν νόθων καὶ ἐπιμίκτων καὶ θεᾶς καὶ βασιλίσσης, γυναιξὶ δὲ ἀγαθὸς δαίμων. ὁ ϛʹ περὶ σίνους καὶ πάθους καὶ κακωτικῆς αἰτίας, γονέων δὲ περὶ ἀδελφῶν, ἀδελφῶν δὲ περὶ γονέων ἐπιμίκτων ἢ ἐπιπλάστων, γυναικὸς δὲ περὶ ἐχθρῶν καὶ δούλων. τὸ ζʹ γαμοστόλος τῆς γενέσεως, καὶ γυναικὸς περὶ ζωῆς, καὶ ἀδελφῶν περὶ τέκνων καὶ ἀγαθῆς τύχης τόπος, καὶ γονεῦσι περὶ γονέων καὶ θεμελίων καὶ κτημάτων καὶ εὑρημάτων καὶ μυστικῶν. τὸ ηʹ περὶ θανάτου ὁμοίως τῆς γενέσεως, ἀδελφῶν δὲ περὶ σίνους καὶ πάθους, καὶ γονέων περὶ τέκνων νόθων, γυναικὸς δὲ περὶ βίου. τὸ θʹ περὶ ξένης καὶ θεοῦ καὶ βασιλέως καὶ μαντικῆς καὶ χρηματιστικῆς, ἀδελφῶν δὲ γαμοστόλος καὶ γονέων περὶ σίνους καὶ πάθους καὶ κακωτικῆς αἰτίας, γυναικὸς δὲ περὶ ἀδελφῶν καὶ βίου περὶ θανάτου. τὸ δέκατον περὶ πράξεως καὶ δόξης, καὶ γυναικὸς περὶ θεμελίων καὶ κτημάτων καὶ μυστικῆς ἐγχειρήσεως καὶ γονέων τόπος. ὁ ιαʹ περὶ ἀγαθοῦ δαίμονος καὶ φίλων καὶ ἐπιθυμίας καὶ περικτήσεως τόπος, ἀδελφῶν δὲ θεοῦ καὶ βασιλέως καὶ μαντικῆς καὶ χρηματιστικῆς, καὶ γονέων περὶ θανάτου, τέκνων δὲ γαμοστόλος, καὶ γυναικὸς περὶ τέκνων ἐπιμίκτων. τὸ ιβʹ περὶ ἐχθρῶν καὶ δούλων καὶ κακωτικῆς αἰτίας, ἀδελφῶν δὲ περὶ πράξεως καὶ δόξης, γονέων περὶ ξένης καὶ θεοῦ καὶ βασιλέως, τέκνων δὲ περὶ θανάτου, γυναικὸς δὲ περὶ σίνους καὶ πάθους.

`336`

Πρὸς μὲν οὖν λεπτομερῆ διάκρισιν τῶν σημαινομένων ἑτέροις δεδήλωται. τούτων δὲ τῶν τόπων κατὰ σύγκρισιν στοιχειογραφέντων σκοπεῖν δεήσει, τίνες ἀστέρες ἔπεισιν ἢ προσμαρτυροῦσιν, πότερον ἀγαθοποιοὶ ἢ κακοποιοί, καὶ τίνων τὰ ζῴδια τυγχάνει καὶ εἰ τροπικὰ ἢ στερεὰ ἢ δίσωμα ἢ κάθυγρα ἢ χερσαῖα ἢ ἀσελγῆ ἢ λατρευτικὰ καὶ τὰ λοιπά· ὁμοίως δὲ καὶ τοὺς κυρίους τῶν τόπων, τίς τίνος κυριεύσας ἐν ποίῳ τόπῳ ἔπεστιν. ἐν δὲ ταῖς ἰδίαις διαιρέσεσι τῶν χρόνων σκοπεῖν, ἀπὸ ποίου τόπου εἰς τίνα ὁ χρόνος καταλήγει, τά τε ἔτη ἃ κατάγει τις ἀπὸ ἑκάστου τόπου ἀπολύειν· οὕτως τε ἀνακυκλούμενοι οἱ ιβʹ τόποι εἰς ἀλλήλους καὶ τὸ ἀποτέλεσμα καὶ τὸ εἶδος προδηλώσουσιν. πρὸ πάντων δὲ τοὺς τόπους μοιρικῶς δεῖ λογίζεσθαι, καὶ ὁπόταν τε ἡ τοῦ ὡροσκόπου μοῖρα καταληφθῇ, ἀπʼ ἐκείνης τῆς μοίρας ἐξαριθμεῖν ἕως συμπληρώσεως τριακονταμοίρου τοῦ ἑξῆς ζῳδίου· καὶ ἐκεῖνος ἔσται περὶ ζωῆς τόπος· εἶθʼ ὁμοίως ἕως συμπληρώσεως ἄλλων μοιρῶν λʹ περὶ βίου καὶ τὰ ἑξῆς ὡς πρόκειται. πολλάκις γὰρ εἰς ἓν ζῴδιον δύο τόποι συνεμπεσόντες ἀμφότερα τὰ εἴδη προδηλοῦσι κατὰ τὰς μοιρικὰς αὐτῶν διαστάσεις. ὁμοίως δὲ καὶ τὸν κύριον τοῦ ζῳδίου σκοπεῖν, ἐν ποίῳ ζῳδίῳ τυγχάνει ἢ ποῖον τόπον διακρατεῖ κατὰ τὴν ἑαυτοῦ ἰσομοιρικὴν κανονογραφίαν· οὕτως γὰρ εὐσύνοπτος ὁ τρόπος κριθήσεται. εἰ δέ τις πλατικῶς καθʼ ἕκαστον ζῴδιον ἕνα τόπον λογίζοιτο, ὅπερ ἐστὶ σπάνιον, ἐν συνοχαῖς καὶ ὕβρεσι γίνονται ἢ πραγμάτων περιπλοκαῖς. εἰ δʼ ὁ τοῦ Ἑρμοῦ τούτοις συμπροσγένηται τοῖς χρόνοις ἤτοι σὺν τῷ τοῦ Ἡλίου ἢ καὶ ἐπὶ τῶν προσηκόντων ζῳδίων τῷ τοῦ Ἄρεως, γραπτῶν χάριν τὴν ἐπιφορὰν ἢ τὴν σύσχεσιν ἔσεσθαι δηλοῖ καὶ τὰ ἑξῆς.

Γενήσεται οὖν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τὰς μετεμβάσεις ἐκ τῶν ζῳδίων κατὰ τοὺς χρόνους, καθὼς πρόκειται. δεῖ οὖν λογίζεσθαι οὕτως· ὅσα ἂν κατάγῃ ἡ γένεσις ἔτη, τοσαύτας ἡμέρας ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ σκοπήσαντες, πόσοι μηνὸς ἑτέρου ἢ αὐτοῦ τοῦ γεννητικοῦ, ἐκείνην τὴν ἡμέραν ἀστερίσαντες πρῶτον, εἰ ὡροσκοπεῖ τις ἢ ἐπί τινα μετῆλθεν, καὶ πότερον ἀπὸ κέντρου εἰς ἐπαναφορὰν ἢ εἰς ἀπόκλιμα ἢ ἀπὸ ἀποκλίματος εἰς ἐπίκεντρον τόπον, ἢ ἀνατολικὸς ὑπάρχων κατὰ τὴν τῆς καταβολῆς χρονογραφίαν ὑπὸ δύσιν κατῆλθεν ἢ εἰς ἑτέραν ἄτακτον φάσιν ἢ βελτίονα· καὶ τούτων αἱ καιρικαὶ ἀποτελεσματογραφίαι σοι νοηθήσονται. ἔδοξε δέ μοι καὶ τοῦτο ἔχειν καλῶς· τὰ καταγόμενα ἔτη ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ λογισάμενοι, εἰς ποῖον μῆνα ἡ ἡμέρα ἐκπίπτει, αὐτοῦ τοῦ καταγομένου ἐνιαυτοῦ τῶν ἀστέρων ποιεῖν τε καὶ συγκρίνειν, καθὼς πρόκειται· ἐπὶ μὲν τῆς προδεδηλωμένης ἐπεμβάσεως καὶ μεταβάσεως τῶν ἀστέρων εἰς πολλὴν διαφορὰν ἐπὶ Κρόνον καὶ Δία καὶ Ἄρεα εὑρήσομεν ἀλλʼ ἀνεπαίσθητον καὶ ἐν αὐτοῖς τοῖς τόποις ἐπόντας· ἐπὶ δὲ ταύτης κατὰ τὸ τετράγωνον καὶ τρίγωνον καὶ διάμετρον γινομένους εὑρήσομεν.

`337`

γʹ. Ἀγωγὴ περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων καὶ ζωῆς πρὸς Σελήνην.

Ἐξεῦρον δὲ καὶ ἑτέραν ἄφεσιν ἐκ πείρας, καθὼς ᾐνίξατο Ζωροάστρης, πρὸς τὰς τῶν ἀστέρων ζώνας. ἀπὸ Σελήνης ἀρχὴν ποιησάμενος ἀνωφερῶς ἑκάστῳ ἀστέρι· Σελήνῃ θʹ, εἶτα Ἑρμῇ θʹ, ἑξῆς Ἀφροδίτῃ θʹ, εἶτα Ἡλίῳ θʹ, εἶτα Ἄρεϊ θʹ, εἶτα Διὶ θʹ, εἶτα Κρόνῳ θʹ· καὶ ἑξῆς κατωφερῶς ἕως συμπληρώσεως ἐτῶν ρηʹ τῶν τῆς Σελήνης τελείων χρόνων. ταῦτα δὲ κοσμικῶς προέθετο ὑποδείγματος χάριν, ὡς καὶ ὁ βασιλεὺς καὶ ἕτεροι πλεῖστοι.

`338`

Πάντες μὲν οὖν καθὼς πρόκεινται χρῶνται· ἐμοὶ δʼ ἔδοξε τὸν μερισμὸν τοῦτον ποιεῖσθαι· τὸ πλῆθος τῶν καταγομένων ἐτῶν ἀπολύειν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου προεκκρούσαντας τὸ διάφορον, ὧν ἐπέχει ἡ Σελήνη, καὶ τὸ ἐπίλοιπον εἰς συμπλήρωσιν τῶν θʹ ἐτῶν ἀπομερίζειν, ἔπειτα τοῖς ἑξῆς ζῳδίοις διδόναι ἀνὰ θʹ ἔτη· ἐὰν δὲ μὴ χωρῇ ζῴδιον θʹ ἔτη, εἶτα μηνιαίους χρόνους ἑκάστῳ ζῳδίῳ διδόναι μέχρι συμπληρώσεως τοῦ ζητουμένου χρόνου, προκατοπτεύσαντας τὸ κεκληρωμένον ζῴδιον τὴν ἐννεατηρίδα, ὅθεν καὶ ἡ ἄφεσις τῶν θʹ μηνῶν ἐγένετο· ὅπου δʼ ἂν καταλήξῃ, συγκρίνειν κατὰ τὴν προγεγραμμένην αἵρεσιν, πότερον ἐνεργὴς ἢ ἄτονος τερματίζεται. ἐὰν γάρ πως αἱ ιβʹ ἀφέσεις τὴν αὐτὴν δύναμιν ἐπισχῶσι, πρὸς μὲν τὰ ζωτικὰ τὸ τέλειον ἐποίσουσι, πρὸς δὲ τὰ πρακτικὰ εὐτονήσουσι προσημαινομένων. καὶ οὕτως μὲν τοῖς ιβʹ ζῳδίοις μερίζοντες ἀνὰ ἔτη θʹ εὑρήσομεν τὴν συμπλήρωσιν ρηʹ ἐτῶν· εἰ δὲ τοῖς ζῳδίοις προμερίζοντες ἐκ δευτέρου τοῖς αὐτοῖς πάλιν προσνέμομεν, πλεονεξία τις καὶ μειότης εὑρεθήσεται πρὸς τοὺς ἀστέρας. ἄλλως τε καὶ τὰς πλείους γενέσεις ὑπὸ τὸν αὐτὸν χρόνον ἕνα ἔχειν χρονοκράτορα ἀδύνατον καὶ ἀνάρμοστον. ἡ οὖν ζῳδιακὴ ἄφεσις καθʼ ἑκάτερα ἥ τε Σελήνη παρὰ τὰς στάσεις ἀλλοιουμένη κατὰ γένεσιν οὐ τὴν τυχοῦσαν διαφορὰν ἀπεργάζεται. σκοπεῖν οὖν χρή, καθὼς προεῖπον καὶ νῦν δὲ διασαφήσω ἀναγκαίως, τὸν τοῦ Διὸς ἀστέρα, εἰ ἐπιθεωρεῖ τὸν ὡροσκόπον μοιρικῶς, τουτέστι πότερον ἐντὸς τῶν μοιρῶν αὐτοῦ ἢ ὑπὲρ τὰς μοίρας ἔβαλλεν τὰς ἀκτῖνας· ἐὰν μὲν πλειόνων μοιρῶν εὑρεθῇ ἀναποδιστικὸν σχῆμα ἔχων, εὔτονος πρὸς βοήθειαν· φέρεται γὰρ ὡς ἐπὶ τὰς τοῦ ὡροσκόπου μοίρας· ἐὰν δὲ ἡττόνων, τὸ κατὰ φύσιν βέλτιον· ἐὰν δὲ ἀπόστροφος τοῦ ὡροσκόπου εὑρεθῇ, χαλεπός· καὶ ἐφʼ ὅσον μὲν ἐπιθεωρεῖ τόπον τινὰ ἀφετικὸν ἢ ἀστέρος ἢ ζῳδίου κατὰ τὴν τοῦ ζητουμένου χρόνου μετάβασιν, ἀγαθοποιὸς καθίσταται· ὅταν δὲ ἀπαλλαγῇ τοῦ ζῳδίου ἢ τῶν μοιρῶν κατὰ προποδιστικὴν ἢ ἀναποδιστικὴν φάσιν, κακοποιὸς καὶ βλαπτικὸς ὑπάρχει. παρατηρητέον δὲ καὶ τὴν Σελήνην πρὸς τὰς τοῦ Ἡλίου καὶ τῶν κέντρων ἰσομοιρίας ἢ τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον· οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τὰς διαστάσεις τῶν ιεʹ μοιρῶν ἢ τῆς τοῦ ζῳδίου ἡμισείας ἀναφορᾶς· τότε γὰρ δοκεῖ τὴν κίνησιν ποιεῖσθαι. μάλιστα μὲν οὖν καὶ ὁπόταν ἔν τινι χρόνῳ κατὰ δύο συνδέσμων φέρηται, ἀναμφίλεκτος ἔσται ἡ ἀναίρεσις· ἡ δὲ διάκρισις τοῦ θανατικοῦ κύκλου καταληφθήσεται ἔκ τε τῆς ἡλιακῆς καὶ σεληνιακῆς μοίρας, καθὼς ἐκτεθείμεθα κατʼ ἀμφοῖν καὶ κατὰ τὰς ἀγωγὰς ἀνακυκλουμένων, ἢ καὶ ἐξ ἑτέρας δυναστικῆς ἀγωγῆς συντρεχούσης τοῖς συνδέσμοις.

δʹ. Περὶ κλιμακτήρων.

`339`

Ἰδίως μὲν οὖν συναφαὶ καὶ κολλήσεις τῶν ἀστέρων Ἡλίου τε καὶ Σελήνης πρός τε τὸ ἀγαθὸν καὶ τὸ φαῦλον ἐνεργητικαὶ καθίστανται· σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἑκάστου ἀστέρος περιοδικοὺς χρόνους, εἰ συντρέχουσι τοῖς τῶν ἀγαθοποιῶν ἢ κακοποιῶν χρόνοις καὶ ἐκ τίνων ἀριθμῶν σύγκεινται. οἷον ἐπὶ Κρόνου ἡ περίοδός ἐστιν ἔτη λʹ· ζητῶ, ἐπὶ πόσων ἄλλων δύνανται τὰ λʹ χρηματίζειν· εὗρον οὕτως. ἠρξάμην ἀπὸ τετάρτου καὶ ἐφεξῆς τοὺς ἄλλους συντιθέναι· δʹ, ἔπειτα εʹ, γίνονται θʹ· εἶτα ϛʹ εἶτα ζʹ, γίνονται κβʹ· εἶτα ηʹ, λʹ· συμπληροῦται ἄρα τὰ λʹ ἐκ τεσσάρων. ἔσται οὖν Κρονικὸς κλιμακτὴρ ὁ διὰ δʹ, εἶτα καὶ αὐτὸς ὁ λʹ. Ζεὺς δὲ πρὸς ἀγαθοποιίαν καὶ δόξαν διὰ τριάδος· γʹ δʹ εʹ γίνονται ιβʹ· Ἄρης δὲ δʹ εʹ ϛʹ, γίνονται ιεʹ. Ἀφροδίτη δὲ ἀσύνδετος εὑρέθη· ἕξει οὖν τὸν διὰ τῆς ηʹ. Ἑρμῆς δὲ τὸν διὰ τῆς δυάδος· βʹ γʹ δʹ εʹ ϛʹ γίνονται κʹ. Σελήνη δὲ ἐκληρώσατο τὴν τριάδα· γʹ δʹ εʹ ϛʹ ζʹ γίνονται κεʹ. Ἥλιος δὲ τὴν ἐννεάδα· θʹ ιʹ γίνονται ιθʹ· ἔτι δὲ καὶ τῆς εἰκοσάδος δεσπόζει ὁ Ἥλιος· συνέστηκε δὲ αὕτη ἔκ τε μονάδος καὶ ἐννεακαιδεκάδος, ἐπειδὴ ὁ Ἥλιος ἐν τῷ ἡμερονυκτίῳ μίαν μοῖραν διαπορεύεται, τουτέστιν ἐν ταῖς κδʹ ὥραις ποιεῖται φάσεις δʹ, μίαν μὲν ἀπὸ ἀνατολῆς ἕως μεσημβρίας, δευτέραν δὲ ἀπὸ μεσημβρίας ἕως δύσεως, τρίτην δὲ ἀπὸ δύσεως ἕως μεσονυκτίου, τετάρτην δὲ ἀπὸ μεσονυκτίου ἕως ἀνατολῆς. ἐὰν οὖν συνθῶμεν τὰς μοίρας τῶν φάσεων, τῆς μὲν αʹ ὥρας ϛʹ καὶ τῆς βʹ δώδεκα καὶ τῆς γʹ ιηʹ καὶ τῆς τετάρτης κδʹ, γίνεται ξʹ· τὸ ἡμερονύκτιον γίνεται ξʹ. ὁ δὲ τρόπος νοητέος, ὅσπερ ἐστὶ κατὰ τὰς τοποθεσίας τῶν ἀστέρων χρηματιστικὸς παραχρῆμα κατὰ τὴν τῶν ζῳδίων φύσιν.

εʹ. Περὶ κατακλίσεως καὶ καταρχῶν.

Συγκρίνειν δὲ δεῖ καὶ τὰς γινομένας κατακλίσεις τὸν τρόπον τοῦτον. ἀπὸ τῆς γενεθλίου συνόδου ἕως τῆς γεννητικῆς ἡμέρας μαθόντες τὸ τῶν ἡμερῶν πλῆθος ἐκκρούομεν ὁσάκις δυνατὸν τετραετηρίδας· τὸ περιττὸν τῶν δʹ ἀριθμῶν σημειωσάμενοι λαμβάνομεν ἀπὸ τῆς συνόδου τοῦ καταγομένου ἔτους ἕως τῆς γενεθλιακῆς ἡμέρας καὶ ἐκκρούσαντες τετραετηρίδας τὸ περίλοιπον σημειούμεθα. τρίτῳ δὲ λόγῳ λαμβάνειν χρὴ ἀπὸ τῆς πρὸ τῆς κατακλίσεως συνόδου ἕως τῆς κατακλιτικῆς ἡμέρας καὶ ἐκκρούσαντας τὰς τετραετηρίδας τὸν λοιπὸν ἀριθμὸν συγκρίνειν τοῖς προτέροις. ἐὰν δέ πως αἱ τρεῖς ψῆφοι τῆς γραφῆς εἰς ἕνα ἀριθμὸν καταλήξωσι, θανατικὸς ὁ χρόνος κριθήσεται. ἐὰν δὲ διάφοροι, κίνδυνος διὰ νόσου ἢ πάθους ἢ σίνους διερχόμενος. διὰ πείρας δʼ ἡμῖν ἔδοξεν οὐ μόνον τὰς καταρχὰς τῶν κατακλίσεων χρηματιστικὰς ἡγεῖσθαι, ἀλλὰ καὶ παντὸς οἱουδήποτε οὖν πράγματος, ἥττονος ἐπισήμου, συστατικοῦ ἐπιψόγου, κοινωνικοῦ· καὶ ἁπλῶς οὐ μόνον τὰ εἰς ἀνθρώπους συντελούμενα, ἀλλὰ καὶ τὰ ἐξ ἀνθρώπων, οἷον κτήσεων ἀναθημάτων κατασκευάς, ἀγωγὰς στραταρχίας πολεμαρχίας, φαύλων καὶ ἀγαθῶν ἐγχειρημάτων· καὶ κατὰ εἶδος εἰ βουλοίμην λέγειν, πολὺς ἄν μοι ὁ περὶ τούτων λόγος ἀνυσθήσεται.

`340`

Ὅθεν κατὰ τὸν τῆς καταρχῆς χρόνον καὶ τὸν τῆς ὥρας καὶ τὸν αὐτοῦ μόνον τοῦ εἴδους ἡ ἀποτελεσματογραφία κριθήσεται, ἤτοι ἀγαθὴ ἢ καὶ ὡς ἐναλλὰξ ἢ ἐπίμονος ἢ εὐκαθαίρετος ἢ ὠφέλιμος ἢ ἐπιβλαβής· καὶ οὐχ ὥς τινες γόητες πάντα τὰ πράγματα ἀπὸ μιᾶς καταρχῆς λέγειν πειρῶνται, οὐ μόνον περὶ πραγματικῶν, ἀλλὰ καὶ περὶ χρόνων ζωῆς, ἀπατᾶν βουλόμενοι τὰς τῶν προσιόντων ψυχάς. ἀγαπητὸν γὰρ εἰ θέματος τεθέντος νήφοντι λογισμῷ κατὰ τὸ τῆς συγκρατικῆς καὶ κεντρικῆς συστάσεως ἄρξαιτό τις ἑρμηνεύειν μὴ διὰ πλήθους λόγων, ἀλλὰ διὰ βραχέων εἰς ἀλήθειαν εὐθυνόντων· οὗτος δόξειεν κυβερνήτης μὲν βίου, σύμβουλος δὲ ἀγαθὸς καὶ ἀτρεκὴς προφήτης εἱμαρμένης καθεστάναι. ἀλλὰ τινὰ μὲν παρὰ τοὺς ἀμαθεῖς καὶ χρημάτων ἐραστὰς γίνονται· κολακεύοντες γὰρ καὶ ψευδεῖς ἡδονὰς ἐπεισφέροντες ἀμαυροῦσι μὲν τὸν λογισμὸν καὶ μεταρσίους τὰς ψυχὰς τηρήσαντες ἀπʼ αἰθέρος εἰς γῆν καταρριπτοῦσιν· ὅθεν οἱ πλείους ὀδυνηρὰ λαμβάνοντες διασκευάζουσι τὴν πρόγνωσιν ἀνυπόστατον.

 <span class="gap">…</span> Περὶ εὑρέσεως ὡροσκοποῦντος ζῳδίου καὶ μοίρας ὡροσκοπούσης.

Ζῳδιακὸς μὲν οὖν ὡροσκόπος καταλαμβάνεται ἡμέρας ἀπὸ τῶν Ἡλίου μοιρῶν ἀπολυομένων ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου, ἑκάστῳ μοῖραν αʹ· ὅπου δʼ ἂν καταλήξῃ, ἐκεῖνο ὡροσκοπεῖ τῇ Σελήνῃ καὶ τὸ ὁμοιόπτωτον τούτῳ καὶ τὸ ἡμερινὸν ἢ νυκτερινὸν ἡμικύκλιον. ἐὰν δέ πως εἰς νυκτερινὴν ἐμπέσῃ ἡ μονομοιρία ἢ ἡμερινῆς οὔσης τῆς γενέσεως τὸ ἀντίθετον τούτου ὡροσκοπήσῃ ζῴδιον ἢ τὸ τετράγωνον, νυκτὸς τὴν μονομοιρίαν τῆς Σελήνης ἀπʼ αὐτῆς ἀπολύειν ὁμοίως.

Ἄλλως. τὸ δωδεκατημόριον τοῦ Ἡλίου δεῖ ἐκβάλλειν ἀπὸ τοῦ εὐωνύμου τριγώνου· ὅπου δʼ ἂν καταλήξῃ, ἐκεῖνο ὡροσκοπήσει ἢ τὸ ὁμοιόπτωτον.

`341`

Ἄλλως πρὸς ἀναγκαστικὴν ἀγωγήν. ἐφʼ ὅσον μὲν ὁ Ἥλιος ἐν τῷ συνοδικῷ ζῳδίῳ ἐπιπάρεστι τῆς Σελήνης διαπορευομένης τὸ ἑξῆς ἀπὸ συνόδου ζῴδιον, ἐστὶν ὡροσκόπος ἐν τῷ συνοδικῷ ζῳδίῳ ἢ εἰς τὰ ἑξάγωνα ἢ τρίγωνα ἢ διάμετρα τῆς Σελήνης ἀπό γε τῆς προσνεύσεως αὐτῆς, ἀφʼ ἧς ὁ ἔλεγχος εὑρίσκεται. ὅταν δὲ σὺν τῷ Ἡλίῳ τύχῃ καὶ κεντροῦται ἡ Σελήνη, ἐὰν παραλλάξῃ ὁ Ἥλιος τὸ συνοδικὸν ζῴδιον τῆς Σελήνης ἔτι τὸν πρῶτον κύκλον διαπορευομένης, εἰς τὰ τετράγωνα τῆς Σελήνης ἢ εἰς τὸ ἀσύνδετον ὁ ὡροσκόπος εὑρεθήσεται. ἐὰν δέ τις προεπιγνῷ νυκτὸς καὶ ἡμέρας ἄτερ ὥρας, δύο ζῴδια ὡροσκοποῦντα δεῖ κρίνειν.

ζʹ. Περὶ ἀρσενικῆς καὶ θηλυκῆς γενέσεως καὶ τεράτων ἢ τετραπόδων.

Ἐπὶ πάσης γενέσεως σκοπεῖν δεῖ, ποῦ τὸ δωδεκατημόριον τῆς Σελήνης ἐξέπεσεν· κἂν μὲν ἐν θηλυκῷ ζῳδίῳ καὶ ὁ τούτου κύριος ἐν θηλυκῷ, λέγειν κατὰ τὸ πλεῖστον θηλυκὴν τὴν γένεσιν. ἐὰν δὲ ἀρσενικὴ τύχῃ, πρόσθεσιν καὶ ἀφαίρεσιν λογίζεσθαι τῆς ὥρας τοσαύτην, ὅσον δύναται τὸ ἀρσενικὸν δωδεκατημόριον ὡροσκοπεῖν ἐκ τοῦ ἀναφορικοῦ ψηφίσαντες. σκοπεῖν δὲ καὶ τὸ διάμετρον δωδεκατημόριον· ἐὰν δέ πως τὸ δωδεκατημόριον εἰς θηριῶδες ἐκπέσῃ ἢ τὸ τούτῳ διάμετρον ἢ οἱ τούτων κύριοι, τέρας ἢ ἄλογον ζῷον ἀποφαίνεσθαι.

Οἷον ἔστω ἡ Σελήνη Ἰχθύσι μοίρᾳ ιθʹ· τὸ δωδεκατημόριον Ζυγῷ ἀρσενικῷ καὶ ἀνθρωποειδεῖ ζῳδίῳ, καὶ ἡ γένεσις ἀρσενική. ἡ κυρία Ἀφροδίτη Τοξότῃ· ἡ ὥρα οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἔχει, ἐπεὶ εἰς ἀνθρωποειδῆ ἐξέπεσεν. λαμβάνω οὖν τοὺς κυρίους τοῦ τε Ζυγοῦ καὶ Κριοῦ, Ἀφροδίτην καὶ Ἄρεα· ἦν δὲ ὁ μὲν Ἄρης Παρθένῳ, ἡ δὲ Ἀφροδίτη Τοξότῃ· ὁ δὲ ὡροσκόπος ἐκ τοῦ ἀναφορικοῦ ψηφισθεὶς κατὰ τὸν διδόμενον ὡροσκόπον εὑρέθη Λέοντι μοίρᾳ ιεʹ. ἐκβάλλω οὖν ἀπὸ τούτου δωδεκατημόρια ἕως Ἄρεος καὶ Ἀφροδίτης καὶ τὴν συνέγγιστα τῆς ὡροσκοπούσης μοίρας τοῦ Λεόντος ιεʹ ἡγοῦμαι κυρίαν τῆς μονομοιρίας. ἕως οὖν Ἄρεως τοῦ ἐν Παρθένῳ ἀπὸ Λέοντος μοίρας ιεʹ γίνεται νεʹ ἡ διάστασις· εἰς τὰς ιεʹ ἀπολύω ἄλλα δύο δωδεκατημόρια ἕως Σκορπίου· γίνονται μοῖραι ιϛʹ· ἡ γὰρ Ἀφροδίτη Τοξότῃ εὑρέθη, ὥστε καὶ Τοξότῃ μέρος ἐὰν δῶμεν τοῦ δωδεκατημορίου, ἔσονται ιβʹ· συνέγγισται αὗται αἱ μοίραι τῇ τοῦ Λέοντος ιεʹ. ἐπεὶ οὖν τὸ δωδεκατημόριον ἔγγιστα ἔχει, δεῖ ζητεῖν μονομοιρίαν Ἀφροδίτης ἐν Λέοντι περὶ μοίρας ιαʹ καὶ ιβʹ καὶ ιγʹ κἀκεῖνο ἡγεῖσθαι ὡροσκοπικόν.

`342`

Ἄλλως. ἀεὶ μὲν οὖν ὁ Ἥλιος τὸ μέγεθος τῆς ἡμέρας καὶ τῆς ὥρας ἀποδείκνυσι, καθʼ οἷον ζῴδιον ἐπιπαρὼν τυγχάνει. ἐκ δὲ τῆς ὥρας συνίσταται ὁ ὡροσκόπος, ἐκ δὲ τοῦ ὡροσκόπου ἡ μοῖρα, ἐκ δὲ ταύτης ἡ τοῦ ὡροσκόπου ἀτρεκὴς μοῖρα, ὑπʼ ἀλλήλων φυόμενοι καὶ ἡνιοχούμενοι, στηρίζοντες, καὶ μάλιστα περὶ τῶν ἡμέρας γεννωμένων. ἐπὶ δὲ τῶν νυκτὸς λαμβάνειν χρὴ τὰς ὑπολειπομένας τοῦ Ἡλίου μοίρας καὶ τοὺς καταλειφθέντας μοίρας ἐφέξειν τῶν ἀνακειμένων εἰς τὰς τριακοντάδας. εἰ δέ τις πλάνη περὶ τὸν ὡροσκόπον νομίζοιτο, εἰσελθόντας χρὴ εἰς τὸ ἀναφορικὸν κατὰ τὴν τοῦ θέματος διαταγὴν σκοπεῖν τὸ ὡριαῖον μέγεθος, πόσον διάστημα τῶν ἀριθμῶν ἐπέχει, καὶ προσθέντας τῷ ἐγκλίματι καὶ ἀφελόντας κατὰ τὴν δοκοῦσαν πλάνην τὴν εὑρεθεῖσαν μοῖραν κρίνειν ὡροσκοπικήν· αὕτη γὰρ στιγμῇ διὰ τῆς παρεγκλίσεως ἑκάστης γενέσεως τὸν ἔλεγχον ἀποδείκνυσιν. ἐντεῦθεν δὲ ὁ τῆς ὡριμαίας λόγος μυστικῶς προδηλοῦται· οὐ γὰρ πᾶσα γένεσις τὸν αὐτὸν ἀφηλιώτην ἢ τὴν ἴσην διάστασιν ἐφέξει, ἀλλʼ ὁτὲ μὲν εἰς μῆκος ἀνακυκλούμενον, ὁτὲ δὲ βʹ ἢ γʹ ζῴδια, ὁτὲ δὲ οὐδʼ ὅλως· εἰ δέ τις βούλοιτο καὶ τὸ μέρος τῆς ὡροσκοπούσης προγινώσκειν, ἐξ αὐτῆς τῆς εὑρεθείσης μοίρας καταληπτὸς ἔσται, καθὼς καὶ ἐν τῇ προτέρᾳ βίβλῳ ἀπεδείξαμεν. καὶ νῦν δὲ προσυπομιμνήσκωμεν σαφέστερον· τὸν ἀπὸ συνόδου ἐπὶ τὴν κατʼ ἐκτροπὴν Σελήνην μοιρικῶς λόγον ἐξαριθμησάμενος δίπλου τὸν ἀριθμόν· ὁ πρῶτος ἀριθμὸς ἀπὸ τῆς συνοδικῆς μοίρας ἀφεθεὶς ἀνωφερῶς τὸ ἀφηλιωτικὸν μέρος ἐμφαίνει, ὁ δὲ δεύτερος ἀπὸ συνόδου κατωφερῶς τὸ λιβυκὸν μέρος. λαμβάνειν οὖν χρὴ ἀπὸ τῆς ἀφηλιωτικῆς μοίρας ἐπὶ τὴν λιβυκὴν καὶ τὸ συναχθὲν πλῆθος σκοπεῖν, πόσον μέρος ποιεῖ τῶν τξʹ, καὶ ἐκεῖνο τὸ μέρος τῆς ὥρας ἡ γένεσις φέρει πρὸς τὰς πεπληρωμένας ὥρας. ὡσαύτως δὲ καὶ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας τὸ πλῆθος τῶν μηνῶν διεκβάλλειν ἀνωφερῶς καὶ κατωφερῶς πρός τε τὸ ἀφηλιωτικὸν καὶ λιβυκὸν ἡμισφαίριον.

`343`

Ἄλλως. κατὰ μόνας μὲν ἕκαστος τῶν κλήρων ἐμφαίνει τὴν ὡροσκοποῦσαν μοῖραν, οἷον εἰ τύχης ὁ κλῆρος ἐστὶν ἐπί τινος ζῳδίου ἐκπεπτωκὼς πλατικῶς· κατὰ μέντοι τὸν μοιρικὸν λόγον τῆς Σελήνης ἐφέξει τὰς μοίρας ἐξαριθμῆσαι, οἷον ἄχρι ἀπὸ Σελήνης ἐπὶ Ἥλιον, καὶ τὸ γινόμενον πλῆθος ἀποδιδόναι ἀπὸ τοῦ κλήρου ἀνωφερῶς· ὅπου δʼ ἂν καταλήξῃ, ἐκεῖνο ὡροσκοπήσει. ὁμοίως δὲ καὶ δαίμων καθολικῶς ἐπί τε τῶν νυκτερινῶν καὶ ἡμερινῶν ἐνεργήσει ζῳδιακῶς πρὸς σύγκρισιν, μοιρικῶς δὲ κατὰ τὸν Ἥλιον· εἶθʼ οὕτως ἀριθμεῖν ἡμέρας μὲν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ δαίμονος ἀνωφερῶς, νυκτὸς δὲ ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ τὰ ἴσα ἀπὸ δαίμονος κατωφερῶς, ἢ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ δαίμονος ἀνωφερῶς· κατʼ ἀμφότερα δὲ τὸ ἐκβησόμενον εἰς τὸ αὐτὸ τὴν κατάληξιν ἔχει. αὕτη οὖν χρηματιστικὴ μοῖρα κριθήσεται· ἡ δὲ σύγκρισις τοῦ ζητουμένου κατὰ τὴν προκειμένην ἀγωγὴν διαληφθήσεται ἐκ τοῦ ἀναφορικοῦ καὶ τῆς παρεγκλίσεως, ὅσον χρόνον διείληπται τὸ μέγεθος τῆς ὥρας, ἐπιπροσθέντας τῷ ἐγκλίματι ἢ ἀφελόντας λογίζεσθαι, ὅσον τὸ διάστημα τῶν μοιρῶν, καὶ ταῦτα πάλιν ἐπιπροσθέντας τῇ προευρεθείσῃ χρηματιστικῇ μοίρᾳ ἢ ἀφελόντας ἐκείνην ἡγεῖσθαι ὡς ὡροσκοπικήν. ὅθεν αἱ τῶν οἰκήσεων τοποθεσίαι κατὰ τὴν τοῦ ὁρίζοντος παρέγκλισιν ἄλλοτε ἄλλως ἀναμετρούμεναι διαφορὰν οὐ τὴν τυχοῦσαν ἐνδείκνυνται, οὔτε τοὺς αὐτοὺς χρόνους βιώσονται οἱ ἐν τῇ Ῥώμῃ γεννηθέντες τοῖς ἐν Βαβυλῶνι οὐδʼ ἕτεροι ἑτέροις· ἀλλʼ ὁτὲ μὲν διαφορὰ ἐλαχίστη εὑρεθήσεται, ὁτὲ δὲ μεγίστη, ὁτὲ δʼ ὑπερβάλλουσα· εἰ γὰρ ὥρα ὥρας μυρία ὑπερτείλασα δύναμιν ἔχει καὶ ἡμέρας, πῶς οὐχὶ καὶ κλίμα κλίματι διὰ τὰ τῆς γῆς σκιάσματα καὶ τὰς ἀνοδίας καὶ στάσεις τοῦ Ἡλίου πρὸς τοὺς ὁρίζοντας. ἀλλὰ ταῦτα τοῖς πλείστοις δυσέφικτα καὶ ληρώδη τυγχάνει, τοῖς δὲ σοφοῖς ἀπόδειξις τῶν προκειμένων τὰ γινόμενα ἀποτελέσματα.

`344`

Ἄλλως. τὰς τοῦ Ἡλίου καὶ τὰς τῆς Σελήνης μοίρας ἐπισυνθέντας χρηματιστικὸν γνώμονα ἡγεῖσθαι καὶ συνεκτικὴν μοῖραν καὶ κατὰ τὴν τοῦ προστάσσοντος διάκρισιν ἐνεργητικήν· ἔπειτα ἀπὸ τοῦ δοκοῦντος ὡροσκοπικοῦ ζῳδίου ἀπὸ τῆς αʹ μοίρας ἀρξάμενος ποίει τοὺς δύο κλήρους, ἕως ἰσάριθμοι γένωνται Ἥλιος καὶ Σελήνη. πάντως γὰρ δεῖ δύο μοίρας ἑκάστῳ ζῳδίῳ ὡροσκοπεῖν μετʼ ἀνάγκης ἢ ἔσθʼ ὅτε καὶ γʹ, ὅταν ἐν ἀρχῇ τοῦ ζῳδίου καταλήξῃ ὁ σύμπας ἀριθμὸς Ἡλίου καὶ Σελήνης ἐν μέσοις ἢ ἐπὶ τέλει· κατὰ γὰρ τὸν ἰσημερινὸν χρόνον ἡ πρόσθεσις καὶ διαίρεσις γινομένη τὴν συμφωνίαν τῶν μοιρῶν ἐνδείξονται. ὁμοίως δὲ καὶ ἐπὶ Ἡλίου καὶ Σελήνης· καὶ γὰρ ἡ Σελήνη διὰ δύο ἡμερῶν καὶ ἡμίσους διέξεισι τὸ ζῴδιον. δίχα μὲν οὖν τμηθεὶς ὁ γνώμων εἰς τὴν αὐτὴν συμφωνίαν ἀποκαθίσταται. ἀπὸ γὰρ τῶν ἀθανάτων στοιχείων ἡ φύσις εἰς ἡμᾶς τὰς ἀπορροίας πέμπουσα σύμπηξιν κοσμικὴν ἀπεργάζεται καὶ δημιουργεῖ ἠρέμα τὰ πάντα ἀμισθαφῶς τε καὶ ἀποικίλως, μὴ ὑπερβαίνουσα δὲ τοὺς ὅρους τῆς νομοθεσίας κόσμον διευθύνει, ὑπηρετοῦσα δὲ τοῖς κοσμικοῖς καὶ ἐξ ὕπνου μέγεθος καὶ εἰς μακρὸν αἰῶνα κυκλοστρεφουμένη τὰς τῶν ἀνθρώπων καὶ ζῴων γενεὰς φυτῶν τε καὶ καρπῶν εἴδη ἃ μὲν φθείρει καὶ δαπανᾷ καὶ εἰς λήθην ἄγει, ἃ δὲ γεννῶσα καὶ τρέφουσα ἀνανεοῖ πάλιν· καὶ οὔτε μὴν ἀΐδιόν τι καὶ ἐπίμηκες περὶ μονὴν τῶν ἐπὶ γῆς οὔτε φθαρτὸν καὶ ἔρημον, ὅπως καὶ ἡ γῆ χηρεύουσα ἀμορφίας τύπον ἀναλάβῃ, ἀλλὰ καὶ κυβερνωμένη ὑπὸ τῶν οὐρανίων καὶ ἀγαλλομένη τοῖς περὶ αὐτὴν ἀγαθοῖς καὶ ἀγλαοφοροῦσα καὶ χρωμάτων εἴδεσι μεταμορφουμένη εὐμορφώσῃ· οὐδὲν γὰρ τῶν ἐν κόσμῳ στοιχείων ἄμορφον. καὶ τὴν θάλασσαν ὑπὸ τῶν ἀμπώτεων καὶ τῶν ἀνέμων γυμναζομένην ἀνανεοῦσι, καὶ διὰ τὴν χροιὰν ἀποκαθίσταται πλοῦς καὶ ναμάτων ἀπὸ τῆς γῆς ἐπισωρευομένην, καὶ πάντοτε πλημμυρουμένη οὐδέποτε λήγει οὐδὲ μὴν πλημμυρεῖ ὑπὲρ τὴν φύσιν, τοῖς εἰς ἑαυτὴν δὲ ἀνακεχυμένη μυρίοις κλύδωσιν ἑστάναι δοκεῖ, καίπερ ἀστήρικτος οὖσα· νηκτῶν δὲ πλῆθος ἰχθύων ἐν τοῖς κόλποις καὶ κοιλώμασιν ἀνατρέφουσα ἃ μὲν ἀπὸ κήτοις, ἃ δὲ εἰς χρῆσιν ἀνθρώπων δημιουργεῖ, ἃ δὲ εἰς ἀλλήλων βοράν. ἀλλʼ οὐδὲ μὴν ὁ δοκῶν ἀὴρ κενὸς ὁρᾶσθαι ἀργὸς καὶ ἄπρακτος τυγχάνει, ὑπὸ δὲ τῶν πνευμάτων ἡνιοχούμενος καὶ ταχέως μεταμορφούμενος ποικίλος ὁρᾶται καὶ λεληθότως ἡμῖν τὸ ζωτικὸν πνεῦμα μετὰ εὐκρασίας ἀπεργάζεται, πτηνῶν δὲ παντοίων ἰδέα αὐτὸν ἐγχορεύουσα ὄχλον καὶ τέρψιν τῇ θεωρίᾳ παρέχεται. καὶ οὕτω τῶν στοιχείων κατὰ τὸν φυσικὸν λόγον ἕτερον ἐξ ἑτέρου γινόμενον καὶ ἀνατυπούμενον καὶ εὐμορφίαν καὶ χρῆσιν ἰδίαν κεκτημένον τὴν κοσμικὴν σύστασιν ἐνδείκνυται· οὐδὲν γὰρ καθʼ ἑαυτὸ μένον πλεονεκτεῖ τὸ ἕτερον, ἀλλʼ ἄχρηστον καὶ βλαβερὸν τυγχάνει· συγκιρνάμενον δὲ ἑτέρῳ εὐκρασίαν ἀποτελεῖ διὰ παντὸς χρώμενον ὑπὸ πάντων οὐκ ἀναλοῦται· δοκεῖ δὲ καθὼς ὁρῶμεν ἡ γῆ καταβραβεύειν τῶν λοιπῶν ἐπέχουσα αὐτὴ τὰ πάντα ὡς πρόγονος.

ηʹ. Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς τὰ ἀπογώνια.

`345–346`

Πᾶσαι μὲν οὖν αἱ προκείμεναι ἀγωγαὶ χρηματιστικαὶ καὶ εὐκατάληπτοι τοῖς ἐντυγχάνουσίν εἰσιν, αἵτινες εἰς ταὐτὸ καταλήγουσι, τουτέστι εἰς τὴν αὐτὴν μοῖραν, οὐ μέντοι τὴν αὐτὴν δύναμιν τῶν χρόνων· ὅθεν χρὴ τοὺς βουλομένους τυχεῖν τῶν τοιούτων μετὰ πάσης σπουδῆς καὶ προθυμίας ἐπιβάλλεσθαι. ὁ γὰρ θέλων πονεῖν κρατεῖ ὧν ἐπιθυμεῖ· παντὶ γὰρ πράγματι καλῷ τε καὶ φαύλῳ συνέπεται πόνος καὶ λογισμὸς ἄστατος ἐπί τε βασιλικῶν καὶ ἡγεμονικῶν ἀρχηγικῶν πλουσίων πενήτων καὶ ἐπὶ τέχναις καὶ ἐπιστήμαις· ἀλλʼ οὐδὲ μὴν ἡδοναὶ καὶ τέρψεις ἀμερίμνως καὶ ἀλύπως διευθύνουσιν, ἔχουσι δὲ παρείσδυσιν καὶ φιλαυτότητα καὶ λύπην ψυχικὴν αἰωνίαν. πλουσίαν οὖν μαθημάτων τράπεζαν παρασκευασάμενος συνεστιάτορας ἐπὶ τὸ σύνδειπνον ἀνακέκληκα· οἱ οὖν βουλόμενοι θοινᾶσθαι διὰ τὴν τοῦ σώματος φυσικὴν ὑπηρεσίαν ἐνεργείτωσαν, βοηθοῦντος αὐτοῖς μὴ λάβρως μηδὲ ἀκορέστως ταῖς τροφαῖς χρωμένοις, ἀλλʼ ἐφʼ ὅσον ἡδονὴν αὐτάρκη τὰ ἐδέσματα δύναται παρέχεσθαι· τὰ δὲ παρὰ φύσιν βλάπτειν εἴωθεν. εἰ δέ τις τῶν κεκλημένων ἐθέλοι ἀβλαβὴς διαμένειν, μιᾷ μερίδι ἢ καὶ δευτέρᾳ χρησάμενος εὐφρανθήσεται· καθάπερ γὰρ ἐπί τινος πυρὸς κατὰ βραχὺ ὕλη προσμεμιγμένη ἀκμαιοτέραν καὶ μείζονα τὴν φλόγα παρασκευάζει κατεργαστικωτέραν τε καὶ λαμπροτέραν, ἀθρόως δὲ αὐτῷ συνεμπεσοῦσα ἠμαύρωσε καὶ κατέσβεσε τὴν εὐμορφίαν τοῦ φωτὸς καὶ πρὸς τούτοις θολώδη καπνὸν καὶ βαρυτάτην ὀδμὴν τοῖς πλησίον μετὰ δακρύων παρέχεται, τοῖς δὲ πόρρωθεν θρύαλλον μέγαν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν προκειμένων ἀγωγῶν ἐάν τις μιᾷ ἢ καὶ δευτέρᾳ συγχρονίσαι, εὐκατάληπτον ἕξει τὸ ζητούμενον μεθʼ ἡδονῆς καὶ τέρψεως εἰς ἀεὶ διατρίβων καὶ φαντασιούμενος. εἰ δέ τις εἴη μὲν ἐκ τοῦ ἀναγινώσκειν δυσνόητος, θέλοι δὲ εἰς μίαν ἡμέραν δύο καὶ τρεῖς βίβλους διεξιέναι, τὴν μὲν ἀλήθειαν οὐκ ἐξιχνεύσει, παραπλήσιος δὲ ἔσται χειμάρρῳ ποταμῷ σύροντι φορτίον ἄκαρπον καὶ ἀνωφελὲς τοῖς ὁρῶσιν ἢ παλινδρόμῳ εἰς μάτην ὀξέως φερομένῳ· οὐδέ γε ἵππος χωρὶς σταδίου καὶ πολέμου ἐπʼ ἐρημίας τρέχων ἔπαινον οἴσεται. ἐὰν δὲ ὁ μὲν ποταμὸς φέρῃ ἔγκαρπον φορτίον, ῥᾳδίως εἰς αὐτόν τινες εἰσπηδήσουσι τυχεῖν τοῦ καρποῦ, κἂν ῥοθίως ἢ ἐπικινδύνως. ἡ δὲ ναῦς ῥοθίως δρομήσασα κατὰ τρόπον μεγίστην χαρὰν τοῖς ναυτιλλομένοις παρέχει· ὁ δὲ ἵππος ἕξει σταδίῳ διαθεύσας ἀγάλλεται μὲν πρὸ τῶν ἐπαίνων καὶ πολλοὺς ἐραστὰς ἐπάγεται καὶ πολλῆς ἐπιμελείας τυγχάνει καὶ ἄθλων πόνους διαλαμβάνεται.

Οὕτως καὶ οἱ μετὰ ἀκριβείας καὶ συνέσεως μεμυσταγωγημένοι ἐπαίνου μὲν καταξιοῦνται, ἡδονὴν δὲ καὶ ὠφέλειαν ἑαυτοῖς περιποιοῦνται· οἱ δὲ ἀκροθιγεῖς τὰς εἰσόδους ποιησάμενοι ῥᾳδίως τὴν ἐπιστήμην χλευάζουσι διὰ τὸ καὶ μὴ εὐμάθειαν ἑαυτοῖς ἐπιμείρεσθαι καὶ ἀθανασίαν. οὐδὲ γὰρ ἀρκετόν τι ἡ φύσις τοῖς ἀνθρώποις ἐδωρήσατο τὰς ἐπικύκλους τῶν ἀστέρων θεωρίας εἰδέναι σταθμοῖς καὶ μέτροις ἀμεταθέτοις, ἀλλʼ ἔτι καὶ κύκλοις διήρθρωσε τὰ πάντα· διὸ εὐσύνοπτα τὰ θνητῶν τελίσκεται. εἴ γε τὰ μεριζόμενα καὶ συλλογιζόμενα ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις πρὸς ἀκριβῆ μάθησιν δυσέφικτα τυγχάνει, οἷον κλιμάτων καὶ ἐθνῶν ἀπομετρήσεις, θαλάσσης ὅροι καὶ σταθμοί, τὸ βραχύτατον καὶ ἐθνῶν ἀσθενέστατον τὴν τοῦ μὴ συνορᾶν πόρρωθεν — ἅπερ εἰκάζει τις μέχρις οὗ πλησίον γένηταί πως — ἴσχει διὰ τῆς τῶν ἄλλων ἁρμονίας, ἄνθρωποι διεξιχνεύοντες τὸν οὐράνιον κύκλον καὶ τὰς τῶν ἀστέρων κινήσεις Ἡλίου τε καὶ Σελήνης δρόμους ἐνιαυσίων τε καὶ μηνιαίων καὶ ὡριαίων μέρη τροπάς τε καὶ μεταβολὰς ἀέρων συναφάς τε καὶ ἀπορροίας ἐκ τοιαύτης προγνώσεως ἀθανασίας δόξαιεν ἂν μετειληφέναι καὶ πρὸ καιροῦ τοῖς θεοῖς προσομιλεῖν· εἴ γε κατὰ τὸν ποιητὴν

  
Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο  
  
ἀνδρῶν μνηστήρων.  

`347`

Καὶ ἔστιν ἐπιχθόνιος δηλονότι καὶ οὐράνιος ὑπάρχων — κοινὸς γὰρ ὁ θεός — τὰς ψυχὰς τῶν ἀνθρώπων μετεώρους ἀνάγει περὶ τὴν τοῦ κόσμου ἀστροθεσίαν ἐνθουσιαστικοῖς καὶ φυσικοῖς περιβάλλων νοήμασι, μάλιστα τοῖς περὶ ταῦτα σεμνῶς ἐσπουδακόσιν. ὧν οἵ γε ἀθεεῖς καὶ πανοῦργοι οὐ μόνον τοῦ μέρους τῆς ἀθανασίας ἠτύχησαν, ἀλλὰ καὶ τῆς ἀνθρωπότητος, δίκην δὲ θηρίων καὶ ἀλόγων ἀγελαζόμενοι διὰ τῆς πλεονεξίας καὶ ἀκρίτου λογισμοῦ ἐξ ὑστέρου τιμωρίας ἀξίας ἔδοσαν μὴ φυγόντες τὸν νόμον. ὅτι μὲν γὰρ οἱ θεοὶ σθένουσιν ὑπακούειν ἀνθρώπων καὶ τὰ κάλλιστα καὶ τὰ τίμια παρέχειν καὶ βοηθεῖν, παντελῶς πρόδηλον· βουλόμενοι δʼ οὓς ἐψηφίσαντο νόμους διαφυλάσσειν οὐκ ἀθετοῦσι τὰς μοίρας, ταύταις γε τὴν ἐπιτροπίαν τῶν ἀνθρωπίνων πραγμάτων ἀνύσιμον ἰσχυροποιησάμενοι ἀλύτοις ὅρκοις. ἔστι γὰρ καὶ ἐπὶ θεοῖς στύγιος ὅρκος φόβον ἔχων καὶ τιμωρίαν, συνέπεται δʼ αὐτοῖς λογισμὸς εὐσταθὴς καὶ ἀμετάθετος ἀνάγκη. μαρτυρεῖ δὲ τούτοις ὁ ποιητὴς λέγων·

  
Σειρὴν χρυσείαν ἐξ οὐρανόθεν κρεμάσαντες  
καὶ τὰ ἑξῆς· τὴν μὲν ἀπειλὴν τοῦ Διὸς ἐνεδείξατο ὡς δυναμένου τοῦτο πρᾶξαι ὅπερ εἶπεν, ἀλλʼ ὑπέμνησεν αὐτὸν μηδὲν παρὰ τοὺς νόμους ὑπερβῆναι οὐδʼ ἀδικεῖν ἐπὶ θεοῖς· μυστικῶς δὴ ταῦτα εἴρηται καὶ οὐχ ὥς τινες διαλαμβάνουσι  <span class="gap">…</span> μεμνῆσθαι αὐτὸν καὶ ἐπὶ τῆς Ἕκτορος ἀριστείας, ὅτι ἐφʼ ὅσον μὲν αὐτοῦ ἡ ὑπόστασις τῶν χρόνων ὑπῆρχεν, ἀκατάληπτος ἦν καὶ πολλοὺς ἀνῄρει τήν τε τάφρον διελθὼν καὶ τὰς πύλας ῥήξας τῶν Ἑλλήνων ἐμπρήσας τε τὸν σταθμὸν

  
Μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ·  
καὶ ἐδόκει γὰρ βοηθεῖσθαι ὑπὸ Ἀπόλλωνος. ὅτε δὲ τὸ μοιρίδιον αὐτῷ ἐπέστη πληρωθέντων τῶν χρόνων, τρωθεὶς ὑπὸ Ἀχιλλέως

  
Ὤιχετο δʼ εἰς Ἀίδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.  

`348`

Ὁμοίως δὲ καὶ Ἀχιλλεὺς τὸ Τρωικὸν πεδίον αἵματι πληρώσας καὶ Ξάνθον τὸν ποταμὸν νεκρῶν πλήσας καὶ δόξας θεομαχεῖν καὶ ὑπὸ θεῶν βοηθούμενος καταλειφθεὶς ὑπὸ Ἀθηνᾶς ἀνῃρέθη ὑπὸ Ἀλεξάνδρου μητρὸς αὐτῷ θεᾶς παρεστώσης. ἀλλὰ μὴν καὶ ἐπὶ Διομήδους καὶ Ὀδυσσέως Ἀθηνᾶ ὕπνῳ μεθύσασα τοὺς βαρβάρους, ὅπως Ῥῆσος ὁ Θρακῶν βασιλεὺς ἀπόληται, τούτοις παρέσχε τὴν ἀριστείαν· καὶ ἕτερα δὲ τεκμήρια περὶ τοιούτων ὑπὸ πολλῶν συντεταγμένα φέρεται. τοῖς δὲ ἐν ῥώμῃ σωμάτων οὖσι καὶ δυνάμει πράξεων βοηθουμένοις ὑπὸ τοῦ χρόνου καὶ θεοῖς προσομιλεῖν δοκοῦσι καὶ παρεστάναι δεῖ συλλογίζεσθαι, ὅτι καὶ οἱ θεοὶ τῶν μοιρῶν ὑπουργοὶ γενόμενοι ὧν μὲν βοηθοὶ ὧν δὲ πολέμιοι καθίστανται· ἀπροφάσιστον γὰρ οὐδὲν ἐν ἀνθρώποις ἐπί τε τῶν φαύλων καὶ ἀγαθῶν δημιουργεῖται· ἔτι δὲ καὶ κατασκευάζεται ὑπὸ εἱμαρμένης τὰ μέλλοντα ἔσεσθαι διά τε ἁρμονίας καὶ φιλίας καὶ δόξης συστάσεως προκειμένης ἔχθρας σίνους πάθους ἀπορρήτων πραγμάτων καὶ μυστικῶν καὶ θανάτου καὶ τῶν λοιπῶν.

Τούτων οὕτως ἐχόντων νῦν καὶ περὶ τῆς τῶν ἀπογωνίων δυνάμεως ἀρκτέον. τὴν μὲν πῆξιν Κριτόδημος ἐποιήσατο, τὴν δὲ εἴσοδον πρότερον αὐτὸς ἀνευρών, διασαφήσας δὲ ἐν ἑτέροις βιβλίοις καὶ νῦν δὲ ἀκριβέστερον ἐξευρὼν ἐπιδιαγραφήσω. πᾶσα γὰρ ἀγωγῆς εἴσοδος κατʼ ἀρχὰς ἀμελεστέραν τὴν εὕρεσιν ἔχει, ἐξιχνευθεῖσα δὲ ἐξ ὑστέρου βεβαιοτέρα καθίσταται. εἰ μὲν οὖν τις συννοοίη πότερος βελτίων, ὁ συντάξας σοφῶς καὶ κατεζητημένως ἢ ὁ τὰς ἐπιλύσεις ἐξευρών, φήσει κατὰ τὸν ἐμὸν νοῦν τὸν ἐξευρόντα βελτίονα. καὶ γὰρ ὄργανον μουσικὸν οὐ τῷ κατασκευάσαντι τὸν ἔπαινον παρέχει, ἀλλὰ τῷ μέλλοντι ἐμπείρως διὰ πνεύματος μουσικὸν ἦχον ἐνδείκνυσθαι. ὁμοίως δὲ καὶ πᾶν εἶδος ὀργανοποιίας ἢ συντάξεως μὴ ἔχον τὸν εἰδημόνως προεστῶτα τοῦ ἔργου κενὸν καὶ μάταιον καὶ ἀργὸν νομίζεται· ἢν δέ τις αὐτὸ διαιρήσῃ κατὰ τρόπον ἢ καὶ ἐπιγνῷ τὴν δύναμιν, οὐ μόνον ἡδονὴν καὶ τέρψιν παρέχει, ἀλλὰ καὶ ὠφέλειαν καὶ δόξαν. πολλοὺς γοῦν ἐγὼ κατελαβόμην λογίους παραιτησαμένους τινὰς τῶν συγγραφέων διὰ τὸ σκολιὸν καὶ κατεζητημένον. ἀλλʼ εἰς τὸ προκείμενον τὴν διάνοιαν μετάγειν δεῖ. καὶ γὰρ ἐν ταύτῃ τῇ ἀγωγῇ συμφορεύειν Ἥλιόν τε καὶ Σελήνην, ὧν καὶ τὴν εἰς ἄλλους συμπάθειαν κοσμικὴν καὶ ἁρμονίαν μετὰ τὰς προγεγραμμένας οὐκ ἀναγκαῖον ἐπιβεβαιῶσαι διὰ πολλῶν. τὴν οὖν ἀπόδειξιν ποικίλως ἔχει, πρότερον δὲ καθὼς ἑτέροις ἔδοξε προτάξω.

`349–350`

Ἐπιγνόντας οὖν χρὴ πόσων μοιρῶν ἐστιν ὁ Ἥλιος εἰσέρχεσθαι εἰς τὸ ἀπογώνιον, καθʼ ὃ κλίμα ἔπεστιν, καὶ τὸ παρακείμενον τῶν μοιρῶν πλῆθος πολυπλασιάζειν ἐπὶ τὰς Ἡλίου μοίρας καὶ τοῦτο ἀπογράφεσθαι. ἔπειτα εἰς τὸ ἀναφορικὸν εἰσελθόντας κατὰ τὴν ἡλιακὴν μοῖραν τὸ παρακείμενον μέγεθος ἐπὶ τὰς γεννητικὰς ὥρας πολυπλασιάζειν καὶ μὴ προσθέντας τὸ πλῆθος πολυπλασιάζειν ἐπὶ τὸ πρότερον εὑρεθὲν πολυπλασίασμα τῶν τοῦ Ἡλίου μοιρῶν καὶ τοῦ ἀπογωνίου πρὸς λεπτά. ὅταν δʼ ἅμα συγκεφαλαιωθῇ ἤτοι μυριάδων ἢ χιλιάδων ἢ ἑκατοντάδων, ἐκκρούειν ἐκ τούτων ὁσάκις δυνατὸν τριακοντάδας, τὸν δὲ λειπόμενον ἄλλων ἀπογράφεσθαι καὶ σκοπεῖν, πόστον μέρος ἐστὶ τῆς τριακοντάδος, καὶ τοῦτο ἀφαιρεῖν ἢ προστιθέναι τῷ καταλειφθέντι μέρει τῆς τριακοντάδος ἢ τῷ μεγέθει τῆς ἡλιακῆς μοίρας· καὶ εὑρόντας τὰς μοίρας εἰσέρχεσθαι εἰς τὰ ἀπογώνια καὶ τὰ παρακείμενα ἔτη ἀποφαίνεσθαι καὶ τοὺς γʹ ὅρους. οὐ μὴν ὥς τισιν ἔδοξε παρὰ μὲν ἐμοῦ σαφέστερον ὑφηγησομένου· ἡ δὲ πλάνη τῆς ψήφου οὐ μόνον ἐξαμαυροῖ τὴν διάνοιαν, ἀλλὰ καὶ λήθην τῶν ἐξαριθμηθέντων ἐπάγει· καὶ ὡς ἠβουλήθη τις διὰ πλάνην ἐκ δευτέρου ἢ τρίτου ἐξαριθμήσασθαι, ἀπεχθαίρει καταλείψει· καὶ γὰρ ἐμὲ περὶ τὰ τοιαῦτα εὔτονον καὶ φιλομαθῆ ἀπέστρεψέν τι ἡ πλοκή. ἐγὼ δὲ ἐπεὶ τὰ πλεῖστα ἀπὸ Ἡλίου καὶ Σελήνης ἐπραγματευσάμην καὶ ἐπέγνων, ὅτι ὁ περὶ ζωῆς καὶ τέλους λόγος ἀπὸ τούτων καταλαμβάνεται, καθὼς καὶ πρότερον συνέταξα τριζῳδίαν μυστικὴν καὶ εἰς ταύτην ἐπεβαλόμην, οὕτως ἀκριβῶς χρὴ ἐπιστήσαντας Ἡλίῳ καὶ Σελήνῃ πρὸς ὡριαίαν κίνησιν καὶ πρὸς λεπτόν — τοῦτο δὲ πλειστάκις λέγω, ὅπως μὴ δόξω διαμαρτάνειν — ἐξαριθμεῖν Ἥλιον ἐπὶ Σελήνην ἢ Σελήνην ἐπὶ Ἥλιον· κατὰ τὸ αὐτὸ γὰρ ἐκπεσεῖται μυστικῶς· τὸ δὲ συναθροισθὲν πλῆθος συγκεφαλαιώσαντας ἀφαιρεῖν τριακοντάδας. τὸ δʼ ἐντὸς τῶν τριάκοντα λειφθὲν σκοπεῖν, πόστον μέρος ἐστὶ τῆς τριακοντάδος, καὶ τοῦτο ἀφαιρεῖν ἀπὸ ἰσημερινοῦ· τῷ δʼ ἐντὸς περιλειφθέντι μέρει ἔδει προστεθῆναι τὰς τοῦ Ἡλίου μοίρας· καὶ αὕτη μὲν οἴσει τὸ ἀπογώνιον ἤτοι ὡροσκοπικὴν μοῖραν· ἢ καὶ ταύτην ἐπιπροσθέντα ἢ καὶ ἀφαιρεθέντα τὰ τοῦ ἰσημερινοῦ κατὰ τὴν συνεγγίζουσαν ὥραν. πάντως γὰρ πᾶσα γένεσις εἰς δύο μοίρας τὰς γνώμονας ἔχει· ἐὰν γὰρ κατὰ τὴν ὑποδεδειγμένην μοι τροπὴν τῶν δύο κλήρων τὴν ἁρμονίαν ζητῶμεν πρότερον Ἡλίου καὶ Σελήνης κατὰ τὰς μοιρικὰς κινήσεις, οὐκ ἦν ἕτερον, ἀλλὰ εὑρήσομεν ἁρμόζον οὔτε μείζονα οὔτε ἥττονα τοῦ ἰσημερινοῦ. καὶ γάρ ἐστι κοσμικὸς γνώμων καὶ ἀρχηγὸς κλιμάτων καὶ μεσίτης δίκαιος νυκτὸς καὶ ἡμέρας. ὁπότε οὖν εὑρεθῇ ἡ μοῖρα, εἰς τὰ ἀπογώνια εἰσελθὼν εἶτα ἐκζητεῖν τὰ ἔτη κατὰ τὸ αʹ καὶ βʹ καὶ γʹ τῶν ὅρων. εἰ δέ ποτε ἡ μοῖρα εἰς ὀλιγανάφορα ζῴδια ἐμπέσῃ, ἡ δὲ ὑπόστασις τῆς γενέσεως ἄλλων ἐτῶν ἐπιδέχηται πλῆθος, συντιθέναι χρὴ τοὺς γʹ ὅρους εἰς τὸ αὐτὸ καὶ μετὰ τοὺς γʹ εἰς αʹ καὶ βʹ ἐπισυντιθέναι καὶ οὕτως ἀποφαίνεσθαι. ὁμοίως δὲ καὶ ἐν τοῖς πολυαναφόροις ζῳδίοις, ἐπὰν πλῆθος ἐτῶν συνδράμῃ, τὸν ὅρον ὁλόκληρον λογίζεσθαι καὶ τοῖς βʹ τὰς εὑρεθείσας μοίρας ἐπιβάλλοντας ἢ καὶ πρὸς τούτοις ἀναδραμόντας ἐπισυνθεῖναι τὰ ἐν τῷ αʹ ὅρῳ τῇ μοίρᾳ παρακείμενα ἔτη.

Τοῦτο δʼ ἀκριβέστερον ἐξιχνευθήσεται, ἐπάν τις ἐκ τῶν προκειμένων λόγων δοκιμάσας καὶ ἐξαριθμησάμενος εὑρήσῃ τὰ ἔτη συντρέχοντα τοῖς ἀπογωνίοις· πολὺ γάρ τι συμβάλλεται δύναμις δυνάμει συνανακερασθεῖσα. τὸ γὰρ ἓν καθʼ αὑτὸ οὐδὲν τυγχάνει, ἀστήρικτον δʼ ὑπάρχει καὶ ὑπὸ μηδενὸς βοηθούμενον ἀμφίβολον τὴν χρῆσιν ἔχει καὶ ὀλισθηράν. καὶ γὰρ οἱ νήπιοι παῖδες οἵ τε ὑπέργηροι ὀλισθηρὰν τὴν βάσιν ἔχοντες, ὁμοίως δὲ καὶ οἱ τυφλώττοντες βάκτρῳ ἐπερειδόμενοι τὴν πορείαν ποιοῦνται. ἀλλὰ μὴν οὐδὲ ἡ φύσις τελείως οὐδὲν καθʼ αὑτὸ μόνον εὔχρηστον ἐδημιούργησεν τοῖς ἀνθρώποις· παρέπεται γὰρ τῇ ἡμέρᾳ νὺξ καὶ τῇ ζωῇ θάνατος καὶ τῷ λευκῷ τὸ μέλαν καὶ τῷ ὑγρῷ τὸ ξηρὸν καὶ τῷ ἀγαθῷ τὸ φαῦλον καὶ γλυκεῖ τὸ πικρὸν καὶ τὰ λοιπὰ εἰς ἄλληλα χωροῦντα καὶ τελούμενα οἷς μὲν ἀγαθὴν ἐλπίδα ζωῆς τε καὶ βίου καὶ σωτηρίας ἐνδεικνύμενα προθυμίαν ὑπομονῆς ἐπάγεται, οἷς δὲ διὰ τὰς κακωτικὰς αἰτίας μετʼ ἀνάγκης ἀπόγνωσιν καὶ εὐπροαίρετον θάνατον μόνον. ὁπότε δʼ εἰς τὰς ἀρχὰς τοῦ ζῳδίου ἡ ὥρα συνεκπίπτῃ, δοκιμάζειν καὶ τὸ πρὸ αὐτοῦ ζῴδιον πρὸς τὴν ἄφεσιν· ὁπόταν δʼ ἐπὶ τέλει, καὶ τὸ ἐχόμενον αὐτῷ συμφωνήσει. Κριτόδημος μὲν οὖν ἐπὶ ταύτῃ τῇ ἀγωγῇ κοινῶς τῷ Ἡλίῳ κέχρηται, μεθόδῳ δʼ ἑτέρᾳ ἣν οὐκ ἐξέδοτο.

θʹ. Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς Ἥλιον καὶ Σελήνην.

`351`

Πλειστάκις δὲ βουλόμενος ἐλέγχειν τὴν ἐμὴν ἀφθονίαν ἐπάνειμι εἰς τὸν περὶ συμπαθείας Ἡλίου καὶ Σελήνης λόγον· ὁπότε γὰρ εἰς τὸ αὐτὸ συνέλθωσιν, ὁ μοιρικῶς τῆς ἀπορροίας αὐτῶν ἐπικρατῶν τὸν ζωτικὸν ἀπολήψεται χρόνον καὶ τὴν ποσότητα κατὰ τὴν τοῦ κλίματος ἁρμονίαν· ὅτε δέ τις κατὰ μόνας αὐτοὺς ἀνακυκλήσῃ, ἡμέρας μὲν Ἥλιον, νυκτὸς δὲ Σελήνην, καὶ ἀφέλῃ σύστημα ζῳδιακόν, τὸ περιλειφθὲν λογιζέσθω μέρος τοῦ ζῳδίου, ὅπερ ἀφαιρεῖν χρὴ ἀπὸ τοῦ ἰσημερινοῦ, τῷ δʼ ἀπολειφθέντι μορίῳ ἐπιπροσθεὶς τὰς ἡλιακὰς ἢ Σεληνιακὰς μοίρας εὑρήσει τὸ ζητούμενον, ἐάνπερ σκοπῇ. οὗτος μὲν οὖν ὁ λόγος προκείσθω διὰ τὴν εἰς ἀλλήλους συνάφειαν· καθολικῶς δʼ ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας ὁμοίως χρηματίσει ἀνακυκλωθεὶς κατὰ τὸν προκείμενον τρόπον. ἄλλως τε τὰς ὑπολοίπους τοῦ Ἡλίου μοίρας ἡμέρας ἐπισυνθεὶς τῇ Σελήνῃ, νυκτὸς δὲ τὰς τῆς Σελήνης ταῖς τοῦ Ἡλίου, τὴν αὐτὴν δύναμιν εὑρήσει. τοῦτο μέντοι ἐγὼ ἐπεξεῦρον, ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων τὴν Σελήνην χρηματίζειν ἀπὸ αʹ ὥρας ἕως γʹ τῆς ἡμέρας, ἔπειτα τὸν Ἥλιον ἀπὸ τῶν ϛʹ ὡρῶν ἕως γʹ τῆς ἐπακολουθούσης νυκτός, καὶ πάλιν ἀπὸ τῆς αὐτῆς νυκτὸς ὥρας ιʹ ιαʹ ιβʹ· ὁμοίως δὲ καὶ ἡ Σελήνη τὴν ἡμέρας ιʹ ιαʹ ιβʹ ἐφέξει. καὶ οὕτως κατὰ τὴν προκειμένην ἀγωγὴν οἰκονομεῖν κατὰ τὴν τοῦ ἰσημερινοῦ διάκρισιν ἐπειράθημεν καὶ τὰς ἀντιβαλλούσας μοίρας τῇ εὑρεθείσῃ ἐπισυντιθέναι, ὅπως ἡ ἑτέρα χρηματίσει μοίρα· ὧν γε τὴν διαφορὰν οἵ γε νοῦν ἔχοντες δοκιμάσωσιν.

ιʹ. Ἀγωγὴ περὶ ὡροσκόπου μοίρας.

`352`

Ἐπεὶ δὲ πολλοὶ τῶν φιλομαθῶν ἀλλεπαλλήλοις αἱρέσεσι τέρπονται, καὶ ἑτέραν ἀγωγὴν ὑπό τινων αἰνιγματωδῶς ἀναγεγραμμένην ὑποτάξω, ὅπως καὶ τὰ δοκοῦντα ἑτέροις τίμια οἱ φιλομαθεῖς διʼ ἡμῶν ἐπιγνόντες καὶ τὰς δυνάμεις συγκομίσαντες ἀείμνηστον ἡμῶν δόξαν καταψηφίσωνται. δύσκολον μὲν οὖν καὶ ἐργῶδες ἀλλοτρίας δόξας ἐλέγχειν, καὶ ταῦτα μηδὲ διὰ γραμμάτων βιβλίων μηδὲ διὰ λόγων ἐνεργητικῶν παρειληφότα, καθάπερ ὁ Πετόσιρις τῷ βασιλεῖ περὶ πολλῶν μυστικῶς ἐκτίθεται. ὁ γὰρ συντάσσων πρότερος τὴν ἀρχὴν καὶ τὴν δύναμιν εἰδὼς οὗτος ἐναρμόζει καὶ τὸ τέλος. πολλὰς οὖν αἱρέσεις ἐκτίθεται ἐξεπίτηδες διά τε τοὺς μεμυσταγωγημένους καὶ ἀπαιδεύτους, ὧν τὴν δύναμιν οἵ γε νοῦν ἔχοντες εὐκατάληπτον ἕξουσι, καὶ ἃς μὲν ἰδίας ἃς δὲ λεληθότως ἀναγεγραμμένας, αἷς τινες καίπερ ἐντυγχάνοντες καταφρονοῦσιν, ἀγνοοῦντες τὴν δύναμιν· καθάπερ ἂν εἴς τινας τόπους γῆς τεθησαυρισμένους ἄνθρωποι βαδίζοντες οὐ συνορῶσι τὸ ὑποκείμενον, ἀλλὰ μάτην ὑπερβαίνουσι διὰ τὴν ἄγνοιαν· ἢν δέ τις αὐτοῖς προμηνύσῃ τὸ θησαύρισμα, ἀνορύξαντες καὶ εὑρόντες ἡδονὴν οὐ τὴν τυχοῦσαν ἀναδέχονται.

Λαμβάνειν οὖν χρὴ πάντοτε ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν κατὰ τὸ ἑξῆς πρὸς ἀναφορὰν καὶ τὸ συναχθὲν πλῆθος τῶν μοιρῶν ἀπογράφεσθαι γνώμονα ἡλιακόν· ἔπειτα εἰσελθόντας εἰς τὸ ἀναφορικὸν κατὰ τὸ γεννητικὸν κλίμα σκοπεῖν, τί μέρος παράκειται τῇ ἡλιακῇ μοίρᾳ ἡμέρας, νυκτὸς δὲ ἐν τῷ διαμέτρῳ. ὅπερ πολυπλασιάζειν ἐπὶ τὸν ιβʹ καὶ τὸ γενόμενον πλῆθος πάλιν ἐπὶ τὰς ὥρας τὰς γεννητικὰς πολυπλασιάζειν· καὶ ἐὰν μὲν ὑπερπέσῃ ὁ ἀριθμὸς τὰς τξʹ μοίρας, ἀφελόντα κύκλον τὸν περιλειφθέντα σκοπεῖν, εἰ συντρέχει τῷ εὑρεθέντι γνώμονι. ἐὰν γάρ πως οὕτως εὑρεθῇ, σύμφωνος ἔσται ἡ δοθεῖσα ὥρα καὶ ταύτῃ χρῆσθαι· ἐὰν δὲ πολὺ ὑπερβάλῃ τοῦ ἡλιακοῦ γνώμονος, ὁ ὡροσκοπικὸς ἀφαίρεσιν ἔχει τοσαύτην, ὅση ἡ ὑπεροχή· ἥνπερ λογίζεσθαι χρή, πόσον μέρος ἐστὶ τοῦ μεγέθους, καὶ τοῦτο ἀφαιρεῖν. ἐὰν δʼ ὁ ἡλιακὸς γνώμων ὑπερβάλῃ, προσθήκην ἔχει ὁ ὡροσκόπος ὁμοίως, ὅση ἡ ὑπεροχή· καὶ οὕτως μὲν ἐπιγνόντας τὸ μέρος καὶ εἰσελθόντας πάλιν εἰς τὸ ἀναφορικὸν ἐπιψηφίσαι τάς τε πλήρεις ὥρας καὶ τὸ μέρος, ἔπειτα τὰ ἔτη προσθέντες τὸ ἓν κλίμα σκοπεῖν, εἰς πόσην μοῖραν τοῦ ζῳδίου καταλήγει, καὶ ἐκείνην ἡγεῖσθαι ὡροσκοπικὴν παραπλησίως. ταύτῃ τῇ ἀγωγῇ ἐνεχθεὶς ὁ Θράσυλλος καὶ τὴν ἀρχὴν φυσικὴν ποιησάμενος τὸ τέλος συνέπλεξεν.

ιαʹ. Ποίοις δεῖ κανόσι χρῆσθαι καὶ τίνα δεῖ παρατηρεῖν καὶ ὅτι οὐδὲν ἐφʼ ἡμῖν.

`353`

Ἱκανῶς μὲν οὖν ἡγοῦμαι καὶ ἀφθόνως τὰς τῶν προκειμένων δυνάμεις συντεταχέναι, τούτων δʼ οὕτως ἐχόντων ἔτι καὶ φιλοκάλοις πρὸς ἀναζήτησιν καὶ ἐπίνοιαν μέρος καταλεῖψαι. οὐ γὰρ πρὸς ἀμυήτους ἐποιησάμην τοὺς λόγους, ἀλλὰ πρὸς τοὺς τὰ τοιαῦτα δεινούς, ὅπως καὶ αὐτοὶ τὸ πολυμερὲς καὶ ποικίλον καὶ ἀκμαῖον λῆγον τῆς θεωρίας διὰ πολλῶν ὁδῶν, εἰσόδων τε καὶ ἐξόδων, ἐπιγνόντες θεοῖς προσομιλεῖν δόξωσιν. ὅτι μὲν γὰρ ἡ θειοτάτη ἐπιστήμη καθʼ ἑαυτὴν μὲν ὑπόστασιν ἀέναον καὶ ἀναμφίλεκτον καὶ ἀίδιον κέκτηται, πρόδηλον ἐκ τῶν ὁρωμένων ἔσεσθαι καὶ μελλόντων· ὅτι δὲ παρὰ τὴν ἀνανδρείαν τῶν μετιόντων τὸ μάθημα καὶ τοὺς μὴ ἐγγυμνασθέντας κατὰ τρόπον περὶ τὰς τῶν κανόνων διαφορὰς ἔσθʼ ὅτε παραμφοδεῖ, καὶ τοῦτο πρόδηλον. ἐάσω μὲν γὰρ λέγειν καὶ περὶ τῶν τοὺς ἀναφορικοὺς συμπεπηχότων, ὅσην διαφορὰν κέκτηνται γραμμικήν τε καὶ ἀριθμητικὴν Ἡλίου τε καὶ Σελήνης κανονοποιίαι καὶ τῶν λοιπῶν ἀστέρων. τὸν μέν γε ἐνιαυτὸν ἄλλοι ἄλλως διέλαβον· Μέτων μὲν ὁ Ἀθηναῖος καὶ Εὐκτήμων καὶ Φίλιππος τξεʹ εʹ ιθʹ, Ἀρίσταρχος δὲ ὁ Σάμιος δʹ κʹ ξβʹ, Χαλδαῖοι τξεʹ δʹ εʹ ζʹ, Βαβυλώνιοι δὲ τξεʹ δʹ ρμδʹ, καὶ ἕτεροι δὲ πλεῖστοι ἄλλως· εἰ οὖν κατὰ τετραετηρίδα μία ἡμέρα συνελθοῦσα τῇ τοῦ Ἡλίου κανονοποιίᾳ ἀτρεκῆ μοῖραν ἐνδείκνυται, πῶς οὐκ ἀνάγκη καὶ μετὰ χρόνον καὶ καθʼ ἣν ἕκαστος ἐλογίσατο ἐνιαύσιον κίνησιν προστεθεῖσαν ἐπουσίαν τῇ ζητουμένῃ ἡμέρᾳ τὴν ἀκριβῆ μοῖραν ἐμφαίνειν;

`354`

Ἐλογισάμην οὖν κατʼ ἐμαυτόν, ὅτι οἱ προειρημένοι ἄνδρες τὴν μὲν δύναμιν τῆς ἀριθμητικῆς ἠπίσταντο, τὴν δὲ τῶν ζωτικῶν χρόνων εὕρεσιν οὐκ εὐτύχησαν. εἰ γάρ τις αὐτῶν καὶ τοῦτο ἐξίχνευσεν, πάντως ἂν καὶ τὴν κανονοποιίαν τῷ λείποντι μορίῳ προσηρμόκει. ἐπειράθην μὲν οὖν καὶ αὐτὸς κανόνα συμπῆξαι Ἡλίου τε καὶ Σελήνης πρὸς τὰς ἐκλείψεις· ἐπεὶ δέ με ὁ χρόνος περιέκλειε τὸ τέλος ἐπάγων, ἠνέχθην κατὰ τὸν βασιλέα εἰς τὸ εἰρηκέναι· ἕτεροι μὲν οὖν κατημάξευσαν τάσδε τὰς τρίβους, διόπερ παρίημι τὸν ὑπὲρ τούτων λόγον. ἔδοξεν οὖν μοι χρῆσθαι Ἱππάρχῳ μὲν πρὸς τὸν Ἥλιον, Σουδίνῃ δὲ καὶ Κιδυνᾷ καὶ Ἀπολλωνίῳ πρὸς τὴν Σελήνην, ἔτι δὲ καὶ Ἀπολλωνίῳ πρὸς ἀμφότερα τὰ εἴδη, ἐάνπερ τις τῇ προσθέσει τῶν ηʹ μοιρῶν χρῆται, καθὼς ἐμοὶ δοκεῖ. ἀλλὰ μὴν καὶ καλῶς πραγματευσάμενος τοὺς κανόνας ὡς πρὸς τὰς τῶν φαινομένων θεωρίας ὁμολογεῖν ὡς θνητὸς παρὰ μίαν ἢ δύο μοίρας φέρειν· τὸ γὰρ ἀπλανὲς καὶ ἀναμφίλεκτον παρὰ θεοῖς μόνοις πέφυκεν· ἀναφορικῶς δὲ κέχρηνται τῷ προεγκλίματι πεπραγματευμένων κλιμάτων ιθʹ.

`355`

Πρὸ πάντων οὖν δεῖ τοῖς ἀριθμοῖς προσέχειν μετὰ πάσης ἀκριβείας Ἡλίου τε καὶ Σελήνης καὶ τῶν εʹ ἀστέρων, τῆς ὥρας σχηματογραφίας καὶ τὰς πρὸς ἀλλήλους μαρτυρίας βραβευούσης· ἐκ γὰρ αὐτῆς ὁ πᾶς σκοπὸς εὐκατάληπτος ἁλίσκεται οἵ τε ικʹ τόποι συνορῶνται μοιρικῶς. οὕτως γὰρ ἀκριβὴς ἡ ἐπίσκεψις φανεῖσα τοὺς μὲν προλέγοντας δοξάσει, τοὺς δʼ  <span class="gap">…</span> ἐπιστήμην ἐπισφραγίζει τὰ φαῦλα καὶ τὰ μὴ πρὸς ἡδονήν, τοῖς δὲ βουλομένοις τὴν ἐπίσκεψιν ποιεῖσθαι προθυμίαν τινὰ καὶ προτροπὴν καὶ πίστιν τῶν λεγομένων ἀναλαμβάνει. εἰ μὲν καθολικὸν τοῦτο ὑπῆρχε τὸ πλουτήσαντά τινα μηδέποτε πένεσθαι μηδὲ τὸν εὐδαίμονα ὄντα βασιλείας καὶ ἡγεμονίας ἢ δόξης ἢ ἑτέρας οἱασδηποτεοῦν αἰτίας ἀκαθαίρετον διαφυλαχθῆναι ἢ τὸν ἐν ῥώμῃ σώματος ἀσινῆ ἢ τὸν ἐν πράξει καιροῦ εὐτυχήσαντα μηδέποτε δυσπραγῆσαι ἢ τὸν κυβερνήτην κλυδωνίζεσθαι καὶ ἀστοχεῖν θαλασσομαχοῦντα ἢ τὸν ἰατρὸν μὴ νοσεῖν ἢ τὸν προγνωστικὸν μηδὲν πάσχειν ἤ τινα προφήτην τῶν θείων ἐπιτυχῆ τοῖς ἀνθρώποις ἀμετάβλητον τυγχάνειν, οὐκ ἂν ἦν εὔχρηστος ἡ πρόγνωσις, ἀλλʼ ὡς ἕκαστος περὶ ὃν τετύχηκε κεκτημένος κλῆρον ἀσχολούμενος καὶ μηδεμίαν προσδοκῶν καινοποιίαν διετέλει τὸν χρόνον. νυνὶ δὲ καὶ ἀβέβαια καὶ σαθρὰ τὰ τῶν ἀνθρώπων πάντα καὶ ἀστήρικτα νομίζεται εἰς τὸ ἐναντίον τρεπόμενα· γίνεται μὲν γὰρ ὁ βασιλεὺς αἰχμάλωτος καὶ ὑπηρέτης, ὁ δὲ πλούσιος πένης καὶ ἐνδεής, ὁ δὲ ἐν ῥώμῃ σώματος καὶ δυνάμει ἐπισινὴς καὶ ἀδρανὴς καὶ τὰ λοιπὰ πάντα, ὅσα ἐν τῷ βίῳ περὶ σῶμα ἢ μορφὴν καὶ δόξαν καὶ πρᾶξιν κεκαλλώπισται, μεταμορφούμενα ἕτερα ἐξ ἑτέρων πεῖραν δίδωσι τοῦ πάσχειν, ἅπερ ἕτερος πάσχων ἠγνόησε. σπάνιον γάρ τινα ἀμέμπτως τὸν βίον καὶ ἀμερίμνως διευθῦναι· τοὺς δὲ πλείστους κατὰ τὴν ἰδίαν ὑπόστασιν ταῖς τῶν καιρῶν ἐναλλοιοῦσθαι τύχαις συμβαίνει.

Τοιγαροῦν καὶ αὐτὸς καταμαθὼν ἐμαυτὸν ἐκ τῆς προγνώσεως καὶ ὁποίαν καταβολὴν ἔλαχον τοῦ κλήρου καὶ ὅτι παρὰ τοῦτο ἀδύνατον γενέσθαι ἕτερον οὔτε ἡγεμονίας οὔτε ἀρχῆς οὔτε ἑτέρας φαντασιώδους δόξης ἢ πλούτου δαψιλείας καὶ κτημάτων ἢ σωμάτων πλήθους ἐραστὴς ἐγενόμην ἢ δοῦλος ἐπιθυμίας καὶ κόλαξ ἀσεβὴς θεῶν τε καὶ ἀνθρώπων δυνάμενος τυχεῖν, ὧν μὴ ἐβούλετο τὸ δαιμόνιον παρέχειν· ἀλλὰ καθάπερ δεσπότου φαύλου ἐν συνέσει δοῦλος ἐπίσταται ἤθη καὶ τὰς περὶ τὸν βίον ἀναστροφὰς κοσμίως τὰς ἐξυπηρετήσεις ποιούμενος κατὰ τὴν τοῦ κελεύοντος διαταγὴν μὴ ἀντιτασσόμενος ἀλύπητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ὑπόστασιν, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς οὔτε μοχθηρὰν οὔτε ἐπώδυνον τὴν ὑπηρεσίαν ἐποιησάμην, πάσης δὲ ματαίας ἐλπίδος καὶ φροντίδος ἀπαλλαγεὶς τὸν τῆς εἱμαρμένης νόμον διεφύλαξα.

`356`

Ἐὰν οὖν φιλοπευστῶν τις καὶ ἰσχυροποιησάμενος τὴν διάνοιαν βούληται ἀκούειν παρʼ ἀνδρὸς ἐμπείρου περὶ τῶν ὄντων καὶ τῶν ἐσομένων, τῶν πλείστων καταφρονήσας ἐκείνων ἐραστὴς γενήσεται τῶν συνηρμοσαμένων τὴν καταβολήν. ἀνατυπούμενος γὰρ καθʼ ἑκάστην ἡμέραν ἅπερ δεῖ παθεῖν τῶν φαύλων τὸν φόβον προμαραίνει· ἀμβλύνεται γὰρ τὸ χαλεπὸν ὑπὸ τῆς εὐθυμίας ἐπιτριβόμενον, οὕτως τε ὡς ὑπὸ ἑτέραν δεσποτείαν καὶ ἐξουσίαν τεταγμένος διὰ τῆς ἰδίας ἐγκρατείας ἀκηρύκτως καὶ κοσμίως τὸ τέλος τοῦ βίου ὑποίσει. ἐὰν δέ τις πείρᾳ βουλόμενος μαθεῖν ἐπιγνῶναι θέλῃ ταῦτα ὅπως ἔχει, ἀντιτασσέσθω τοῖς βουλευομένοις ὑπό τινος ἀπείρου καὶ τὰ ἐναντία πρασσέτω. οἷον εἰ πένης ὢν πλούσιος γένηται ἢ μέτριος ἀρχοντικὸς ἢ ἄπρακτος εὐεπίβολος ἀσυκοφάντητος ἀλύπητος ἀμέριμνος — πάντες γὰρ ἄνθρωποι καλῶν ἐρασταὶ πεφύκασι—τούτων δέ τις τυχὼν καταφρονήσει τῆς πεπρωμένης. ἀδύνατον δʼ ὁπόσα βούλεταί τις συντελεῖσθαι ἢ ἐπὶ τοῖς αὐτοῖς διαμένειν διὰ τέλους· σύμφορον τοιγαροῦν ἔχεσθαι τὴν τύχην καὶ ἀστήρικτον ὑπάρχειν· τὰς γὰρ εὐημερίας αὐτῆς οὐ φέρουσιν ἄνθρωποι· καθάπερ γὰρ λυσσώδεις ἐξοιστρημένοι καὶ ὑπὸ πολλὰς δεσποτείας τεταγμένοι ἐπιθυμιῶν τε καὶ παθῶν ὄρεξιν πάσχοντες κἂν μὴ θέλοντες τὰς ἁρμοζούσας τιμωρίας κομίσονται.

Τισὶ μὲν οὖν ἔδοξε τῶν εὐήθων λέγειν πάντα ἐν ἡμῖν· μὴ δυνάμενοι δὲ τοῦτο ἀποδεῖξαι διὰ πείρας εἰς μέρος τι τοῦ λόγου κατέδραμον φάσκοντες ἃ μὲν ἐν ἡμῖν, ἃ δὲ ἐν τῇ εἱμαρμένῃ. τυχόντες δὲ τούτου καὶ ἀναισχυντοῦντες εἰς ἄπειρα καὶ ἀνοίκεια ζητήματα ἐχώρησαν λέγοντες· τὸ προελθεῖν ἐκ τῆς οἰκίας ἐν ἐμοὶ καὶ τὸ λούσασθαι καὶ πορευθῆναι ὅπου βούλομαι καὶ πρᾶξαί τι καὶ πρίασθαι καὶ συντυχεῖν φίλῳ καὶ ἕτερα πλεῖστα ἄπορα. τοὐναντίον δὲ ἐγώ φημι πρὸς τούτους, ὅτι οὐδὲ ταῦτα τὰ μάταια ἐν αὐτοῖς ἐστιν· εἰς τὸ ἐναντίον γὰρ χωρεῖ τὸ τῆς προαιρέσεως διά τινας ἀπροφασίστους αἰτίας. καὶ γὰρ αὐτὸς πολλάκις πρᾶξαί τι βουλόμενος ἢ συντυχεῖν φίλῳ ὥραν καλὴν ἐκλεξάμενος οὐκ ἔτυχον τοῦ προκειμένου οὐδὲ μὴν ὅπου ἐβάδιζον γενόμενος· ὁπότε δʼ οὐκ ἐβουλήθην, τὸ τοιοῦτον συνετελέσθη· πάντως γὰρ ἔδει τὴν ὥραν ἐναρμόνιον τῷ μέλλοντι ἔσεσθαι τυχεῖν. τοιγαροῦν χρὴ τούς γε νοῦν ἔχοντας ἕπεσθαι τῷ δαιμονίῳ καθὼς βούλεται — κατασκευάζει γὰρ τὴν  <span class="gap">…</span> πρὸς ὃ θέλει — ἢ καλὰς ὥρας ἐκλέγεσθαι, ἀρχικῆς δὲ πράξεως τῆς καταρχῆς γενομένης κατὰ τὴν κοσμικὴν κίνησιν καὶ ἀνάγκην συνορᾶν τὸ ἀποτέλεσμα ἐκ τῆς τότε ἀστροθεσίας καὶ τῆς τοῦ ὡροσκόπου.

ιβʹ. Περὶ τῶν συνδέσμων.

`357`

Παρατηρητέον δέ, ὁπόταν εἰς σύνδεσμον ἐμπέσῃ μοιρικῶς ἢ ἐπὶ τέλει τῆς ἑξαμοιρίας, τὴν πρόσθεσιν ἢ ἀφαίρεσιν ποιεῖσθαι τῶν ἐπιβαλλόντων ἐτῶν κατὰ τὴν ζῳδιακὴν ὀργανοθεσίαν. πρὸς δὲ σύγκρισιν δυεῖν αἱρέσεων καὶ ἀγωγῶν, εἰ τοὺς αὐτοὺς φέροιεν χρόνους ἢ συνεγγίζοντας ἀλλήλοις, σκοπεῖν μὴ κατὰ τὸ αὐτὸ ζῴδιον συνεμπέσωσιν αἱ μοῖραι· εἰς δὲ τὰ ὅμορα ἰσχυροποιοῦνται τὴν ὑπόστασιν τῶν ἐτῶν, ἐὰν ἀπὸ ἡμέρας εἰς νύκτα ἢ ἀπὸ νυκτὸς εἰς ἡμέραν ὁ ἱερὸς γνώμων συνεμπέσῃ· ἐκ τούτων γὰρ καὶ αἱ ἀτρεκεῖς μοῖραι τῶν φώτων καταληπταὶ ἔσονται.

ιγʹ. Ἀγωγὴ περὶ χρόνων ζωῆς ἐμπράκτων καὶ ἀπράκτων πρὸς Ἥλιον καὶ Σελήνην.

Καὶ τοῦτο δέ μοι παρεισῆλθεν περὶ τῆς προκειμένης ἀγωγῆς, τουτέστι τῶν κζʹ ἐτῶν, καὶ κδʹ κύκλους σεληνιακοὺς ὑποτάξαι· ὁπόταν μὲν τὸν ἀριθμὸν ἐπιδέχηται ἡ γένεσις, πραγματεύεσθαι ὡς προγέγραπται· περὶ δὲ τῶν νηπίων γενέσεων οὕτως. ἀπὸ μὲν τῆς Σελήνης τὴν ἄφεσιν ποιούμενος διδόναι ἑκάστῳ ζῳδίῳ μῆνας βʹ καὶ ἔπειτα ἕως τῆς σεληνιακῆς συναφῆς καὶ τριγώνου ἢ τετραγώνου, εἶτα καὶ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας κέντρου κατὰ τὴν αὐτὴν συνηγγισμένην τῶν τῆς ὑποστάσεως χρόνων. ἀπὸ δὲ τῆς ἡλιακῆς ἀφέσεως ἑκάστῳ ζῳδίῳ διδόναι μῆνας λʹ· καθὼς ἐπὶ τοῦ κλήρου τὴν διαίρεσιν λεπτομερεστέραν προετάξαμεν, οἰκονομεῖν, μέχρις ἐκ μηνιαίων ἢ ἐνιαυσιαίων ὑπόστασιν ἀναδέξηται ὁ χρόνος.

ιδʹ. Περὶ σπορᾶς εἰς τὸν περὶ χρόνων ζωῆς τόπον.

Παραληπτέον δὲ καὶ τοῦτον τὸν τρόπον, καθὼς εἰς τὸν περὶ σπορᾶς λόγον ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν· καὶ ἡγεῖσθαι τὴν κατʼ ἐκτροπὴν μοιρικὴν Σελήνην σπόριμον ὡροσκόπον, τὴν δὲ ὥραν τῆς ἐκτροπῆς σπορίμην Σελήνην· καὶ ἐπιγνόντας τὸ διάστημα περὶ ἡμερῶν τῆς σπορᾶς πραγματεύεσθαι πρός τε τὰς συνόδους καὶ πανσελήνους καὶ τὰς λοιπὰς ἀποδιαστάσεις· καὶ  <span class="gap">…</span> ἀγωγῆς ὁ τῆς ἐκτροπῆς ὡροσκόπος συμφωνήσει.

ιεʹ. Ὅτι δεῖ τὴν γεννητικὴν ὥραν πρὸς μέρος ἀκριβῶς στῆσαι.

`358`

Ἐπεὶ δὲ ὁ παλαιὸς καὶ Μούσαις μεμελημένος σοφὸς ἀνὴρ ἔριδας ὑπεστήσατο, ὧν τὴν μὲν πολεμικὴν καὶ φοβεράν, αἵματι καὶ λύπαις καὶ θανάτῳ χαίρουσαν μάχαις τε καὶ φθόνοις καὶ κακωτικαῖς αἰτίαις, τὴν δʼ ἑτέραν ἐργοπόνον τε καὶ φιλόκαλον εἰρηνικήν τε καὶ ἀμετανόητον τοῖς ἔργοις διὰ τὸ τοὺς πόνους εἰς ἡδονὰς μετατίθεσθαι—ἀγαθὴ δὲ ἡ θεός, ἧς καὶ αὐτὸς ἐραστὴς ἐγενόμην βουληθεὶς κατὰ τῶν ἀντιτασσόντων καὶ βασκάνων νῖκος ἄρασθαι διὰ τῆς ἐμῆς ἐμπειρίας καὶ φιλοκάλης γνώμης, οὐκ ἠρκέσθην ταῖς προγεγραμμέναις ἀγωγαῖς εἰς πίστιν τοῖς μεταγενεστέροις καὶ φιλοκάλοις καταλεῖψαι, ἀλλὰ καὶ ἑτέραν δυναστικὴν ἑξεῦρον διασαφήσας, ὅπως δοκιμάσαντες καθʼ ἕκαστον κεφάλαιον τὴν ἐμὴν ἀφθονίαν μετὰ πάσης παρρησίας καὶ σεμνῆς φιλονεικίας τὰς ὀλεθρίας καὶ βλασφήμους τῶν πολεμίων κατασβέσωσι φωνάς — μαραίνεται γὰρ ὀργὴ ὑπὸ φθόνου καὶ λύπης τρεφομένη, καὶ μάλιστα ὁπόταν αἱ ἔχθραι εἰς ἧτταν ῥέπωσιν — οὕτως τε ἐγγυμνασθέντες προθύμως ταῖς ὑφʼ ἡμῶν συντάξεσι τὸν ψόγον τῆς θεωρίας εἰς ἔπαινον διακηρύξωσιν, εἰδότες ὅτι καὶ τέρψιν καὶ ἡδονὴν ὠφέλειαν καὶ μακαριότητα καὶ ὑπὲρ πολλῶν φρόνησιν ἡ ἐπιστήμη κέκτηται. ἀλλʼ ἐπὶ τὸ προκείμενον τὴν διάνοιαν τρέψωμεν.

`359`

Τὸ ἀπὸ συνόδου καὶ πανσελήνου μοιρικὸν διάστημα ἕως τῆς κατʼ ἐκτροπὴν Σελήνης λαβόντες καὶ ἀφελόντες  <span class="gap">…</span> ζῳδιακῷ συστήματι τὸ περιλειφθὲν ἡγεῖσθαι μέρος ὡροσκόπου, ὅθεν καὶ τὴν ἀτρεκῆ τῆς Σελήνης μοῖραν ἐμφανῆ· ἐκ ταύτης δὲ σκοπὸς τῶν ζητουμένων νοηθήσεται, τοῦ Ἡλίου βραβεύοντος τὰ μεγέθη τῆς ἡμέρας καὶ ὡρῶν κατὰ τὰς κλιματικὰς διαφορὰς καὶ τῶν χρόνων ἑτεροιώσεις. τὸ λεχθὲν εἰ καὶ σύντομον τὴν ὑφήγησιν καὶ βραχυτάτην κέκτηται, οὐκ ἀμελεῖν χρὴ τοὺς ἐντυγχάνοντας καὶ ἐν παρέργῳ τίθεσθαι, ἀλλὰ μετὰ πάσης ἐπιμελείας καὶ σπουδῆς ἐξιχνεύειν· διδάσκει γὰρ τὰ πλεῖστα, καθὼς ἐπειράθην, ἀνάγκη πόνος πενία φιλονεικία ἐγκράτεια ἐπιθυμία· ὧν ἡμεῖς τυχόντες, καὶ ἐὰν μεγαλαυχῶμεν οὕτως, εἰς τὸ τέλειον τῆς ἀρετῆς μέρος ἠτυχήσαμεν παραγενέσθαι· ἀλλά τινες σφαλέντες καὶ θρυληθέντες ἐδυστύχησαν, ματαίαν τὴν ἐγχειρισθεῖσαν κτησάμενοι κενοδοξίαν. καὶ αὐτὸ δὲ καθʼ αὑτὸ τὸ μέρος δύναμιν ὡροσκοπικὴν κέκτηται· ἄλλως τε τὸ ἀπὸ συνόδου ἐπὶ Σελήνην μοιρικὸν διάστημα κατὰ ἀναφορὰν λαβόντες καὶ ἀφελόντες ζῳδιακὸν διάστημα, εἰς ἣν κατέληξεν μοῖραν, ἡγεῖσθαι ὡροσκοπικήν. ὁμοίως δὲ καὶ ἀπὸ τῆς πανσελήνου ἐπὶ Σελήνην, ἢ ὡς ἐμοὶ ἔδοξεν ἀπὸ Σελήνης ἐπὶ τὴν μέλλουσαν σύνοδον· ὡς οὕτως λαβόντες καὶ ἀφελόντες τὸ ζῳδιακὸν τὴν εὑρεθεῖσαν ἡγεῖσθαι ὡροσκοπικὴν μοῖραν· τὴν μέντοι δύναμιν τῶν ἐτῶν συμπληροῦσθαι ἐπιπροσθέντας ἢ ἀφελόντας τῶν ἰσημερινῶν χρόνων πρότερον· ἀμφοτέρους γὰρ τοὺς γνώμονας ἐπισυνθέντες καὶ τὴν ἡμίσειαν λαβόντες εὑρήσετε τὸ συνεχὲς ζητούμενον ἐκ τῆς ἀληθείας καὶ πολυμόρφου φύσεως. παντὸς γὰρ εἴδους ἡ μὲν ἀρχὴ μονομερὴς καὶ ποικίλη καὶ δυσκατάληπτος, ἡ δʼ ἐξίχνευσις πολυμερὴς καὶ ποικίλη· ἐὰν μὲν οὖν τὸ διάστημα ἀκριβῶς τὴν κατάληψιν ἐπίσχῃ, καὶ μονομερῆ τὸν χρόνον προδηλοῖ. ὅθεν μοι, τιμιώτατε Μάρκε, εἰδὼς τὴν ἀριθμητικὴν κανονοποιίαν καὶ τὰς τῶν συνταγμάτων ἀγωγάς, ἃς διʼ ἔργων καὶ λόγων καὶ τῶν ἐξ ἐμοῦ παραδόσεων ἐδοκίμασας, συνεπεισφέρων ἐκ τῆς ἰδίας φύσεως τὸ συγκρατικόν, φροντίδα ποιῶν τοῦ μετὰ πάσης ἀκριβείας τὰς πραγματείας ποιεῖσθαι— τοῖς γὰρ πολλοῖς ἔθνεσι καὶ κλίμασι τῆς οἰκουμένης ἐπεμβαίνων καὶ τὰς ἐπιδείξεις ποιούμενος ἐμὲ μὲν ἂν ἀειμνήστου φήμης καταξιώσεις, αὐτὸς δʼ ὡς ἄξιος τῆς οὐρανίου θεωρίας παρὰ πολλοῖς δοξασθήσῃ ἔκ τε τῆς περὶ τὰ μαθήματα δαψιλείας προθεμελιωθεὶς εἰς τὴν τῶν συνταγματογράφων χώραν καταντήσεις· καὶ γὰρ πάρεστί σοι φύσις πόνος ἐγκράτεια, καὶ σεμνῆς γε καὶ ἱερᾶς εἰσόδου τυχὼν πεφωτισμένην τὴν μυσταγωγίαν ἐκτήσω. ἣν φυλάσσειν σε διὰ τῶν προγεγραμμένων ὅρκων παραινῶ καὶ τοὺς ἀναξίους ἢ ἀμυήτους μηδὲ φιλονείκως πρὸς αὐτοὺς φέρεσθαι· ἄμεινον γάρ ἐστίν σε σιγῶντα ἡττᾶσθαι ἢ νικῶντα ἀσεβεῖν εἰς τὰ θεῖα.

ιϛʹ. Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς Ἥλιον καὶ Σελήνην.

`360`

Ἤδη ποτὲ πολλοὺς ἀγῶνας διαθλεύσας καὶ μυρίοις μόχθοις συνεμπεσὼν ὁδηγούμενος ἐπιθυμίᾳ καὶ φιλονεικίᾳ τῇ ἐμῇ πρὸς τοὺς ἀνταγωνιστὰς καὶ προσδοκῶν ἤδη πεπάσθαι τῶν ζητημάτων καὶ τὴν συγγραφὴν μέλλων καταλύειν ὥσπερ ἀγαθὸς ἀθλητὴς ἐπὶ τὸν ἱερὸν ἀγῶνα τὴν τῶν Ὀλυμπίων θέαν παλίνδρομον τὴν διάνοιαν ποιούμενος διὰ τὰς πολυμερεῖς τῆς φύσεως ἐνεργείας· οὔτε γὰρ ὁ ἄγων καὶ αἴρων εἰς τὸ φῶς καὶ τιμὴν καὶ δόξαν αἰωνίαν κέκτηταί τε καὶ τοὺς προγενομένους μόχθους εἰς ἡδονὴν καὶ τέρψιν μετάγων ἰσχυροποιεῖ τὴν δύναμιν καὶ ἐλέγχει τὰς πράξεις καὶ τὰς ματαιολογίας παραπέμπεται καὶ τοὺς ἐχθροὺς φίλους καὶ συμπαθεῖς καίπερ ἄκοντας κατασκευάζει, καὶ πολλοὺς ἐραστὰς προσαγκαλίζεται.

Ὅθεν ἐπὶ τοὺς κοσμοκράτορας πάλιν Ἥλιον καὶ Σελήνην χωρητέον· οὓς χρὴ κατὰ μοῖραν ψηφίσαντας πρὸς ἀναφορὰν κατὰ τὸ μέγεθος καὶ τὸ κλίμα ἀφαιρεῖν ζῳδιακοὺς κύκλους, τὴν δὲ περιλειφθεῖσαν μοῖραν ἡγεῖσθαι δυναστικὴν καὶ τὴν τούτου ἐπίκοινον, ἣν ὁ ἰσημερινὸς δηλώσει. τέσσαρες δὲ πάντως μοῖραι χρηματίσουσιν, ἐκ δὲ τῶν δʹ πάλιν βʹ κραταιαὶ περιλειφθήσονται. ἔσθʼ ὅτε μὲν οὖν καὶ εʹ τόποι χρηματίσουσιν ἢ πάλιν βʹ· σκοπεῖν δὲ δεῖ τόν τε ὡροσκόπον καὶ τὰ τούτου παρʼ ἑκάτερα ζῴδια. καὶ ἐκ τούτων γὰρ αἱ χρηματιστικαὶ μοῖραι λογισθεῖσαι φέρουσι τοὺς χρόνους, καὶ μάλιστα ὅταν δοκῇ πλάνην ἔχειν ὁ ὡροσκόπος· ἢ καὶ ἑνὶ μὲν γνώμονι χρῆσαι πρὸς τὸ ὡροσκοποῦν ζῴδιον τὸ δʼ ἕτερον οὐ τῷ παρακόλλῳ καὶ ιϛʹ μοῖρα σημαίνει μίαν καὶ τριακοστήν. νοεῖν δὲ δεῖ καὶ τὰς τῶν κλιμάτων διαφοράς· πολλάκις γὰρ τόπος τις ἢ καὶ ἔθνος δοκοῦν ἀρχὴν ἢ τελευτὴν ἔχειν παραλλήλου εἰς ἑτέρου ἐστὶ χώραν κυρίως ἢ καὶ σχίζεται εἰς βʹ παραλλήλους καὶ τοῦ χρόνου κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν παραμφοδεῖν δοκεῖ· ἄλλως τε καί, ὡς δοκεῖ τισιν τῶν περὶ τὰ τοιαῦτα ἐσπουδακότων, τὰς χωρογραφίας διαφόρους ἐκτήσαντο· ἡ μέντοι γε θεωρία καὶ ἀγωγὴ ἱερὰ καὶ ἄπταιστος τοῖς γε νοῦν ἔχουσι.

ιζʹ. Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς Ἥλιον καὶ Σελήνην.

`361`

Καὶ τοῦτο δὲ φυσικὸν καὶ ἐναρμόνιον, τὰς λοιπὰς τοῦ Ἡλίου μοίρας καὶ τῆς Σελήνης ἐπισυνθέντας καὶ ἀφελόντας ζῳδιακὸν σύστημα τὴν περιλειφθεῖσαν μοῖραν ἡγεῖσθαι δυναστικὴν καὶ τὴν τούτου ἐπίκοινον, τὴν δὲ λειπομένην εἰς τὴν τριακοντάδα καὶ κατὰ τὴν τοῦ ἰσημερινοῦ πρόσθεσιν ἢ ἀφαίρεσιν σεληνιακὸν γνώμονα, ὃν ἐπισυνθέντας τῷ ἡλιακῷ καὶ τὴν ἡμίσειαν τῶν χρόνων λαβόντας ἡγεῖσθαι ζωτικούς. πολλάκις μέντοι κατὰ μόνας ὁ τοῦ Ἡλίου γνώμων ἢ τῆς Σελήνης κατὰ τὴν τοῦ ἰσημερινοῦ πρόσθεσιν ἢ ἀφαίρεσιν τῶν βʹ τόπων ἐπισυντεθέντων ἡ ἡμίσεια φέρει τοῦ ζῳδιακοῦ κατὰ τὰς ἐπικαίρους αὐτῶν ἢ καὶ χρηματιστικὰς στάσεις. βέλτιον μὲν οὖν τὰ μοιρικὰ καὶ τὰ ζῳδιακὰ διαστήματα πρὸς ἀναφορὰν λογίζεσθαι· ἐὰν μέντοι κατὰ μόνας ὁ γνώμων χρηματίσῃ, αὐτοῦ μόνου τοὺς χρόνους λογίζεσθαι.

ιηʹ. Περὶ ὡροσκοπικοῦ ζῳδίου καὶ ἀναγκαστικῆς καὶ φυσικῆς ὥρας.

Τὸ ὑποκείμενον ὄργανον τὴν πῆξιν ἔχει περὶ ὡροσκοπικοῦ ζῳδίου καὶ ἀναγκαστικῆς καὶ φυσικῆς ὥρας, καθὼς καὶ ὁ βασιλεὺς ᾐνίξατο ἀπὸ τοῦ σπορίμου Ἡλίου παχυμερῶς. ἐγὼ δὲ λεπτομερέστερον, τὴν ἀρχὴν ἀπὸ τοῦ Θὼθ μηνὸς ποιησάμενος, ὅς ἐστιν ἀπόζυγος διὰ τὴν μονάδα, ὁ δὲ Φαωφὶ ἄρτιος διὰ τὴν δυάδα, ὁ δὲ Ἀθὺρ ὁμοίως ἀπόζυγος, ὁ δὲ Χοιὰκ ἄρτιος· καὶ ἀκολούθως ἓν παρʼ ἓν τὰ λοιπὰ δεῖ ζῴδια σκοπεῖν. κατὰ τὴν ζητουμένην νύκτα ἢ ἡμέραν καὶ τὸν χρηματίσοντα μῆνα εἰσελθόντες εἰς τὸ ὑποκείμενον κανόνιον ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννωμένων κατʼ εὐθὺ εὑρήσομεν τὰς γεννητικὰς ὥρας.

ιθʹ. Σεληνιακὴ μοῖρα πρὸς ὡριαῖον δρόμημα ἀναγκαστική, ἣν εὗρον.

`362–363`

Τῶν δὲ περιπεπονημένων μοι μηδὲν ἀποκρύπτειν βουλόμενος καὶ ἑτέραν φιλοκαλίαν ἐπεισφέρω τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσιν ἀφθόνως ἅτε δὴ γνησίοις παισίν. οἱ κατατεταγμένοι ἔσονται κανόνες τῶν βʹ πλινθίων· πάλιν ἐν ἴσῳ διαστήματι τοῦ πλάτους συνηρμόσθησαν, καὶ ἔστιν ὁ μὲν πρότερος προκείμενος Σελήνης καὶ ἡμερήσιον δρόμον ἔχων ἀπὸ ἐλαχίστου ὅρου ἐτῶν ιαʹ εἰς ἔκστασιν χωρῶν ἔτι ἐν τῷ πρώτῳ στίχῳ· τὸ δʼ αὐτὸ διάστημα ἐν τῷ κάτω στίχῳ εἰς ιεʹ ὥρας τοῦ τελείου ὅρου· ἔστι δὲ ἄνωθεν ἕως κάτω στίχων μηʹ. ἐπεὶ οὖν ἀπὸ τῶν ιαʹ εʹ παραυξομένων λεπτῶν εἰς τὸν μηʹ στίχον πλήρη τὰ δʹ, τοῦτʼ ἔστιν ὑπεροχή. ὅπου δὲ ἡ ἑξηκοντὰς πληροῦται, κινναβάρει ἐπιγέγραπται ἑτέρου δρόμου ἀρχὴν σημαῖνον. καὶ οὕτω ὁ δρόμος τῆς Σελήνης πεπλήρωται. τὸ δὲ ἕτερον κανόνιον τοῦ μεγέθους τῶν ὡρῶν πρὸς τὰ ζʹ κλίματα· τοῦτο γὰρ καὶ τῶν λοιπῶν κλιμάτων ἔχει τοὺς ἀριθμοὺς ἀπὸ ἐλαχίστου ἕως μεγίστου, τουτέστιν ἀπὸ τῶν ιαʹ προκειμένων ἐν τῷ αʹ στίχῳ ἕως τῶν ιθʹ λʹ κειμένων ἐν τῷ ἔξω στίχῳ. προκατάγω οὖν ἐν τῷ αʹ στίχῳ ιʹ λʹ ἕως τοῦ κάτω στίχου οʹ· ἐπὶ μὲν οὖν λεπτῶν ἐκ παραυξήσεως εὗρον ἐν τῷ κάτω στίχῳ ιεʹ καταλήξαντα, ἃ σημαίνει τὸν ἰσημερινὸν χρόνον· ὁμοίως κατʼ ἄντικρυ τῶν ιεʹ προστιθεμένων πάλιν ἐτῶν καὶ ἀνωφερῶς πληροῦται ιθʹ λʹ εἰς τὸν αʹ στίχον. αἱ δὲ πλατικαὶ περιγραφαὶ εἰς βʹ ὥρας διαιροῦνται ἐφεξῆς, ἐπὰν εἰς τὸ ἰσημερινὸν ἡμικύκλιον ἰσωθῇ, ἢ κατὰ τὸ διάμετρον λογιζέσθω νυκτός. ἔστι δὲ ἡ διαχωρίζουσα γραμμὴ διπλῆ. ὃν δὲ λόγον ἔχει νὺξ πρὸς τὴν ἡμέραν, τὸν αὐτὸν λόγον ὥρα πρὸς ὥραν ἕξει τὸ μέγεθος. οἷον τὸ ιζʹ πρὸς τὰ ιγʹ· δωδεκάκις τὰ δεκαεπτὰ γίνεται σδʹ καὶ δωδεκάκις τὰ ιγʹ γίνονται ρνϛʹ· συμπληροῖ τὰς τξʹ. ἀμφότερα οὖν τὰ κανόνια τὰς τῆς Σελήνης μοίρας καὶ τὰς φάσεις αὐτῆς προδηλώσουσιν· ἐὰν οὖν θέλωμεν ἐπιγνῶναι, πόσων μοιρῶν ἡ Σελήνη ἐστὶν ἐπὶ γενέσεως πρὸς ὡριαίαν κίνησιν, οὕτως πραγματευσόμεθα. πάντοτε δεῖ πρῶτον εἰσέρχεσθαι εἰς τὸ τῶν κλιμάτων κανόνιον, ἔχοντα δὲ διαβήτην κεχηνότα καὶ κατὰ τὴν ἡλιακὴν μοίραν εἰς τὸ βʹ ἡμισφαίριον ἐπιγνόντα τὸ μέγεθος τῶν ὡρῶν κατʼ αὐτὸ ἐπιθεῖναι τὴν ἀρχὴν τοῦ διαβήτου δίκην· εἶθʼ οὕτως τὴν ἑτέραν ἐπεκτείνειν ἕως τῆς ζητουμένης ὥρας· εἰσὶ γὰρ κεκανονισμέναι αἱ ιβʹ ὧραι τῆς νυκτός. ἐὰν οὖν ᾖ ἡμερινὴ ἡ γένεσις, τὸ διάστημα τοῦ νυκτερινοῦ ἡμισφαιρίου ἀνατυπώσαντα εἰς τὸν διαβήτην ἐκτείνειν πάλιν ἕως τῆς ζητουμένης ὥρας ἡμερινῆς· εἶθʼ οὕτως τὸ πᾶν πλῆθος τῶν ὡρῶν ἐκμετρήσαντα εἰσφέρειν τὸν διαβήτην εἰς τὸν τῆς Σελήνης κανόνα καὶ κατὰ τὸ δρόμημα παραπλησίως θέντα τὴν ἀρχὴν τοῦ διαβήτου συνορᾶν, ἐκ ποίας μοίρας τερματίζεται τὸ μέγεθος. αἱ δὲ μοῖραι πρόδηλοι ἔσονται ἐφεξῆς κατὰ τὴν τοῦ δρομήματος χωρογραφίαν, ἃς δεῖ τιθέναι μετὰ τὴν Ἡλίου δύσιν ταῖς προευρεθείσαις μοίρας κατὰ τῆς Σελήνης καὶ ἔξωθεν πάλιν τὰς κλιματικὰς διαφορὰς ἐπιπροστιθέναι καὶ τοσούτων λογίζεσθαι τὴν Σελήνην μοιρῶν. δεῖ οὖν ἀκριβῶς τὰ ἡμισφαίρια ἐπίστασθαι καὶ μάλιστα τὸ νυκτερινὸν ἀεί· δυνατὸν μὲν οὖν καὶ ἐκ τοῦ ἡμερινοῦ ἡμικυκλίου ἐκμετρήσαντα τὰς λειπούσας εἰς τὸ ἡλιοδύσιον εἰσφέρειν εἰς τὸ τῆς Σελήνης καὶ λογίσασθαι ἔχειν ἐκεῖνο τὸ διάστημα καὶ τὰς εὑρεθείσας μοίρας φέρειν. ἀλλʼ ἐὰν οὕτως μεθοδεύσωμεν, οὐ χρηματίσει ὅλον τὸ κανόνιον τῆς Σελήνης κατὰ πλάτος, ἀλλὰ μέρος αὐτοῦ· ὅθεν τῷ νυκτερινῷ προσχρηστέον.

Σαφέστερον δὲ τὴν εἴσοδον ποιησόμεθα διʼ ὑποδειγμάτων. ἔστω γένεσις Ἀδριανοῦ ἔτος γʹ, Ἀθὺρ λʹ, ὥρα ἡμέρας δʹ, Ἥλιος Σκορπίου μοίρᾳ ζʹ, Σελήνη Παρθένου μοίρᾳ λʹ· ἕως ὀψὲ δρόμημα μοιρῶν ιδʹ ιεʹ. τὸ δʼ ἐκ τῆς ἰσημερινῆς μέγεθος κατὰ ἡμέρας κʹ μοῖραν εὑρέθη ιβʹ μοῖραι. εἰσελθὼν εἰς τὸ σελίδιον τῶν κλιμάτων κατὰ τὰς ιαʹ μοίρας καὶ εὑρὼν ιαʹ μβʹ τούτῳ χρῶμαί τῷ στίχῳ. ἐπεὶ οὖν ἡμερινόν ἐστιν ἡμισφαίριον, εἰς τὸ ἄντικρυ αὐτοῦ εἰσελθών, ὅπερ ἐστὶ νυκτερινόν, κατὰ τὰς ιηʹ μοίρας καὶ λεπτὰ ιηʹ, τὰ ιαʹ μβʹ πληροῖ τὴν τριακάδα· ἔθηκα οὖν τὴν ἀρχὴν τοῦ διαβήτου κατὰ τὰς ιηʹ μοίρας καὶ ἐξέτεινα ἕως τῶν ἄλλων ὡρῶν τῆς ἡμέρας ὑπὲρ τὴν γραμμὴν κατὰ τὰς πάσας ιαʹ μεʹ. καὶ τοῦτο τὸ μέγεθος τῆς ἐκτάσεως τοῦ διαβήτου εἰσήνεγκα εἰς τὸ προκείμενον ὄργανον τῆς Σελήνης κατὰ τὸ δρόμημα. ἔτρεχεν δὲ ἐπὶ τῆς προκειμένης γενέσεως ιδʹ ιεʹ· εἰσῆλθον οὖν κατὰ ταῦτα καὶ ἔθηκα τὴν ἀρχὴν τοῦ διαβήτου καὶ ἐσκόπησα κατὰ πᾶσαν χώραν, ποῦ καταλήγει ἡ ἑτέρα ἀρχὴ τοῦ διαβήτου. καὶ εὗρον κατὰ τὴν δεκάτην περὶ δʹ μέρος. ἐπεὶ οὖν ἑκάστη χώρα μοῖραν δηλοῖ, ταῦτα προσέθηκα ταῖς εὑρεθείσαις ἕως ἡλιοδυσίου Παρθένου μοίραις λʹ· καὶ ἐξευρέθη Σελήνη Ζυγοῦ μοίρᾳ καʹ ἔγγιστα. καὶ ἄλλως δὲ εἰσελθὼν εἰς τὸ ἡμερινὸν ἡμικύκλιον κατὰ τὰς ιαʹ μβʹ τοῦ μεγέθους τῆς ἡλιακῆς μοίρας ἐξέτεινα τὸν διαβήτην ἕως τῶν ηʹ ὡρῶν τῶν κυπτουσῶν κατὰ τὴν γένεσιν εἰς τὸ ἡλιοδύσιον καὶ τὸ αὐτὸ μέγεθος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: pzu-aj`.
