---
title: "Nine Books of Anthologies: Book 4"
author: Vettius Valens of Antioch
eul_wid: pzu-ae
eul_aid: pzu
canonical: "https://eulogikon.org/works/vettius-valens-antioch-anthologies-book-4-pzu-ae"
lang: grc
period: Roman
dialect: Koine
content_hash: "sha256:d16a696e7a3543a2af67e85ec446ab862a1c1180a79d203cac567a1a475d5baa"
content_modified_at: "2026-11-09"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Nine Books of Anthologies: Book 4

**Author:** Vettius Valens of Antioch

**eul_wid:** `pzu-ae` · [HTML page](https://eulogikon.org/works/vettius-valens-antioch-anthologies-book-4-pzu-ae)

## Text

Part of [Nine Books of Anthologies](/works/vettius-valens-antioch-anthologies-pzu-aa)

`158`

Οὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον δʹ.

αʹ. Περιόδων διαιρέσεις.

Καθηκόντως οὖν καὶ διδασκαλικῶς οἶμαι τὴν τῶν προκειμένων ἐπίλυσιν ποιήσασθαι θοινημάτων  <span class="gap">…</span> τὸν παρὰ πολλοῖς ἐζητημένον καὶ ἀποκεκρυμμένον τόπον δηλώσομεν, ὅς ἐστι περὶ διαιρέσεως χρόνων ἐμπράκτων καὶ ἀπράκτων. ὅσαι μὲν οὖν διαιρέσεις διὰ πείρας εἰσὶ δεδοκιμασμέναι, ταύτας δεῖ νῦν ὑποτάξαι. ἔστι δὲ πρώτη περίοδος πρὸς τὰ τέταρτα τῶν ἐλαχίστων περιόδων· οἷον Κρόνου τῶν ἐτῶν λʹ τὸ τέταρτον ζʹ ἥμισυ ... ἐπιβάλλουσι δὲ αὐτῷ κατʼ ἔτος ἡμέραι λδʹ. Ἄρεως ἐτῶν ιεʹ τὸ τέταρτον γʹ μῆνες θʹ, κατὰ δὲ τὸ ἔτος ἡμέραι μβʹ ἥμισυ. Ἀφροδίτης ἐτῶν ηʹ τὸ τέταρτον βʹ ἔτη, ἐνιαύσιαι δὲ ἡμέραι κβʹ δύο τρίτα. Ἑρμοῦ ἐτῶν κʹ τὸ τέταρτον εʹ ἔτη, ἐνιαύσιαι δὲ ἡμέραι νϛʹ δύο τρίτα. Ἡλίου ἐτῶν ιθʹ τὸ τέταρτον ἔτη δʹ μῆνες θʹ, ἡμέραι δὲ νγʹ ἥμισυ τρίτον. Σελήνης ἐτῶν κεʹ τὸ τέταρτον ϛʹ ἔτη μῆνες γʹ, ἐνιαύσιαι δὲ ἡμέραι οʹ ἥμισυ τρίτον. γίνονται ὁμοῦ ἔτη λβʹ μῆνες τρεῖς.

βʹ. Περὶ ἀφέσεως.

`159`

Τὴν ἀρχὴν τῆς ἀφέσεως ἐφέξει τῶν μὲν συνοδικῶν ὁ μετὰ τὴν σύνοδον πρῶτος, εἶθʼ ἑξῆς καθὼς διάκεινται· ἐπὶ δὲ τῶν πανσελήνων ὁ μετὰ τὴν πανσέληνον πρῶτος καὶ ὁμοίως· δεῖ δὲ συγκρίνειν τὸν ἀστέρα, ὅπως ἐσχημάτισται καὶ ὑπὸ τίνων μαρτυρεῖται, τούς τε λοιποὺς τοὺς παραλαμβάνοντας, πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες ἀνατολικοὶ ἢ δυτικοί, τάς τε κατὰ πάροδον ἐπεμβάσεις καὶ τὰς συμπαθείας ἢ ἐναντιότητας. μετὰ δὲ τὸ συμπληρωθῆναι ἔτη λβʹ καὶ μῆνας γʹ πάλιν τὸν δεύτερον κύκλον ἀπὸ τοῦ τεταρτικοῦ ἀφετικοῦ ἀστέρος ποιητέον.

γʹ. Περὶ ἐπιδιαιρέσεως ἡμερῶν.

Περὶ δὲ τῆς τῶν ἡμερῶν διαιρέσεως οὕτως ποιεῖσθαι. ἐὰν γὰρ Κρόνος ἀφέτης εὑρεθῇ καθολικός, μερίζει ἔτη ζʹ ἥμισυ. ἐπεὶ δὲ ἐκ τούτων πάντας τοὺς ἀστέρας δεῖ λαμβάνειν, τὸν ἐπιμερισμὸν οὕτως ποιήσομεν. τὰς πεʹ ἡμέρας τοῦ Κρόνου ἐπὶ τὰς ζʹ ἥμισυ πολυπλασιάσαντες εὑρήσομεν ἡμέρας χλζʹ ἥμισυ· ταύτας πρῶτον Κρόνος ἑαυτῷ ἐπιμερίσει ἐκ τῶν ἰδίων ἐτῶν ζʹ ἥμισυ, εἶθʼ ἑξῆς ἔστω εὑρῆσθαι τὸν Δία· ἐπεὶ οὖν ἡμερῶν δεσπόζει λδʹ, ταύτας ἐπὶ τὰ ζʹ ἥμισυ διὰ τὸ ἀφέτην εἶναι Κρόνον· γίνονται ἡμέραι σνεʹ· ταύτας Ζεὺς ἕξει ἐκ τῶν τοῦ Κρόνου. εἶτα ἑξῆς τὸν τῆς Ἀφροδίτης παραλαμβάνειν· ἐπεὶ οὖν κυριεύει ἡμερῶν κβʹ δύο τρίτων, ταύτας ἐπὶ τὸν ζʹ ἥμισυ πολυπλασιάσωμεν· εὑρήσομεν ροʹ· τοσαύτας Ἀφροδίτη ἕξει ἐκ τῶν τοῦ Κρόνου. καὶ ὁμοίως ἑκάστου ἀστέρος ἐὰν τὰς ἡμέρας ἐπὶ τὸν ζʹ ἥμισυ πολυπλασιάσωμεν, εὑρήσομεν τὸν ἐπιμερισμόν. ἐὰν δέ πως ἡ Σελήνη κυριεύσῃ τῆς ἀφέσεως, τὰς ἑκάστου ἡμέρας ἐπὶ τὸν ἓξ τέταρτον πολυπλασιάσαντες εὑρήσομεν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν.

Ἑκάστου ἀστέρος ἡμέρας εὑρεῖν.

Αἱ δὲ ἑκάστου ἡμέραι εὑρίσκονται τοιῷδε τρόπῳ. τὴν περίοδον διπλασιάσαντες καὶ τὴν ἡμίσειαν καὶ τὸ τρίτον ἐπιπροσθέντες εὑρήσομεν. ἐπεὶ Κρόνου ἡ περίοδός ἐστιν ἡμερῶν λʹ, ταύτας ἐδίπλωσα καὶ γεγόνασιν ξʹ· καὶ τὸ ἥμισυ τῶν λʹ γίνονται ιεʹ· ταύτας προσέθηκα ταῖς ξʹ· γίνονται οεʹ. καὶ πάλιν τὸ τρίτον τῶν λʹ γίνεται ιʹ· ταύτας ὁμοίως προσέθηκα τοῖς οεʹ· γίνονται πεʹ. ταύτας τὰς ἡμέρας Κρόνος ἕξει. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων.

`160`

δʹ. Περὶ χρόνων διαιρέσεως ἀπὸ κλήρου τύχης καὶ δαίμονος.

`161`

Καὶ ταύτην δὲ δυναστικὴν οὖσαν ὑποτάξω, τὴν ἀρχὴν τῆς ἀφέσεως ποιησάμενος ἀπὸ κλήρου τύχης καὶ δαίμονος, οἳ σημαίνουσιν Ἥλιόν τε καὶ Σελήνην· κοσμικῶς γὰρ ἡ Σελήνη τύχη ὑπάρχουσα καὶ σῶμα καὶ πνεῦμα περίγειος οὖσα καὶ τὴν ἀπόρροιαν εἰς ἡμᾶς πέμπουσα τὸ ὅμοιον ἀποτελεῖ, κυρία οὖσα τοῦ καθʼ ἡμᾶς σώματος. ὁ δὲ Ἥλιος νοῦς καὶ δαίμων κοσμικῶς ὑπάρχων διὰ τῆς ἰδίας ἐνεργείας καὶ φύσεως ἐρασμίου τὰς τῶν ἀνθρώπων ψυχὰς διεγείρων περὶ τὰς ἐγχειρήσεις αἴτιος πράξεως καὶ κινήσεως καθίσταται. ἐπὰν οὖν σωματικοὺς χρόνους ζητῶμεν, οἷον κλιμακτῆρας ἢ ἀσθενείας ἢ αἱμαγμούς, πτώσεις σίνη πάθη καὶ ὅσα ποτὲ ἀνήκει τῷ σώματι περὶ ῥώσεως τέρψεως ἡδονῆς καλλονῆς ἐπαφροδισίας, ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν ζῳδιακῶς, καὶ οὗ ἂν καταλήξῃ ὁ χρόνος, λογισόμεθα τὸ ζῴδιον καὶ τοὺς ἐπόντας ἀστέρας ἢ μαρτυροῦντας, πῶς συσχηματίζονται πρὸς τὸν καθολικὸν ἢ οἰκοδεσπότην τῶν ἀφετικῶν χρόνων καὶ πότερον ἐπίκεντροι οἱ χρονοκράτορες τῶν κλήρων εἰσὶν ἢ ἔκκεντροι. ἐὰν δὲ περὶ πράξεως ἢ δόξης ζητῶμεν, τότε ἀπὸ τοῦ δαίμονος τὴν ἄφεσιν τῶν χρόνων ποιησόμεθα ζῳδιακῶς καὶ κατὰ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἢ κακοποιοὺς τὴν διάκρισιν εὑρήσομεν. πολλάκις μὲν οὖν τοῦ κλήρου τῆς τύχης ἢ τοῦ κυρίου παραπεπτωκότος ὁ κλῆρος τοῦ δαίμονος καὶ τὰ σωματικὰ καὶ τὰ πρακτικὰ μερίζει. ὁμοίως καὶ ἡ τύχη ἀμφότερα μεριεῖ τοῦ κλήρου τοῦ δαίμονος ἢ τοῦ κυρίου παραπεπτωκότος, καθάπερ ἐπὶ τῶν ἐπικρατήσεων καὶ οἰκοδεσποτειῶν. ὅταν δὲ ὁ δαίμων καὶ ἡ τύχη ἐν ἑνὶ ζῳδίῳ εὑρεθῶσι, τὰ μὲν σωματικὰ ἀπὸ τοῦ αὐτοῦ ζῳδίου, τὰ δὲ πρακτικὰ ἀπὸ τοῦ ἐπαναφερομένου ληψόμεθα· ἄλλως τε καὶ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν τῇ αὐτῇ ἀφέσει εὑρεθήσεται, εἴγε εἰς ἓν ζῴδιον ὅ τε κλῆρος καὶ ὁ δαίμων ἐκπίπτει. ἀλλʼ ἐπὶ τῶν τοιούτων τοὺς μὲν σωματικοὺς χρόνους ὅταν ζητῶμεν, ἀπὸ τοῦ αὐτοῦ ζῳδίου τὴν ἄφεσιν ποιησόμεθα, τοὺς δὲ πρακτικοὺς ἀπὸ τοῦ ἐπαναφερομένου τῷ κλήρῳ, καὶ μάλιστα ἐπὶ νυκτερινῶν γενέσεων ἢ ἐν τῷ ὑπογείῳ τὴν σύνοδον ἐσχηκότων, ἵνα ἑκάστου κλήρου τὰ τετράγωνα ὡς κέντρα σχηματίσῃ. κρείσσων μέντοι ἡ συνοδικὴ αἵρεσις τῆς πανσεληνιακῆς· ἡ μὲν γὰρ συνοδικὴ ἐπὶ τοῦ ὡροσκόπου τοὺς κλήρους ἔχει, ἡ δὲ πανσεληνιακὴ ἐπὶ τῆς δύσεως. συμβαίνει δὲ καὶ κατὰ τετράγωνον τῶν φώτων ὄντων τοὺς κλήρους ἑαυτοῖς ἐναντιοῦσθαι· καὶ ἐπὶ τούτου τοῦ εἴδους τοὺς πρακτικούς τινες χρόνους ἐκ τῶν ἀναφερομένων ζῳδίων μερίζουσιν. ἐμοὶ δὲ οὐ δοκεῖ· ἕτερος γὰρ τοῦ κλήρου τῆς τύχης εὑρίσκεται καὶ ἕτερος τοῦ δαίμονος, ἐπὶ δὲ τῶν συνοδικῶν καὶ πανσεληνιακῶν γενέσεων ὁ αὐτός· ἄλλως τε ἐπὶ ἀρρενικῶν γενέσεων αἱ πλείους ἀφέσεις ἀπὸ τοῦ δαίμονος εὑρίσκονται, διότι τὰς πράξεις διὰ λόγου καὶ δόσεως καὶ λήψεως καὶ πίστεων μεταχειρίζονται· ἐπὶ δὲ τῶν θηλυκῶν ἀπὸ τοῦ κλήρου τῆς τύχης διὰ τὴν περὶ τὸ σῶμα ἀσχολίαν. συμβαίνει δὲ καὶ τοὺς ἄνδρας σωματικὰς πράξεις τὰς διὰ χειρῶν ἐπάγειν ἢ ἀθλήσεως καὶ σωματικῆς κινήσεως καὶ τὰς γυναῖκας διὰ ἀγορασμῶν καὶ πράσεων. ὁμοίως καὶ ἐπὶ τῶν νηπίων γενέσεων ἀπὸ τοῦ κλήρου τῆς τύχης τὴν ἄφεσιν τῶν χρόνων δέον ποιεῖσθαι, ἕως ἐπὶ τὸν ἔλεγχον τὸν τῆς ἀκμῆς ἢ τῆς πράξεως παραγένωνται. γεννηθεῖσι μὲν γὰρ αὐτοῖς συνέπεται καὶ τὰ σωματικὰ εὐημερήματα, οἷον εὐμορφία ἐπαφροδισία μέγεθος ἀστειότης εὐρυθμία, ἢ καὶ ἃ εἴωθε ἄλλως συμβαίνειν, σίνη πάθη ἐκζέματα ἐκβιάσματα ἐξανθήματα συγγενήματα σημεῖά τινα χαλάσματα· τὰ δὲ πρακτικὰ καὶ διανοητικὰ ἐξ ὑστέρου γίνεται.

`162`

Ἔστω ἐπὶ ὑποδείγματος τὸν κλῆρον τῆς τύχης ἢ τοῦ δαίμονος πεπτωκέναι Κριῷ· καὶ ὁ μὲν καθόλου οἰκοδεσπότης Ἄρης, οἱ δὲ παραλαβόντες ὑπʼ αὐτοῦ συγκρινέσθωσαν, οἰκείως ἢ ἀλλοτρίως συσχηματίζονται. μερίζει οὖν αὐτὸς πρῶτος ἔτη ιεʹ, ἐξ ὧν ἑαυτῷ ἐπιμερίζει μῆνας ιεʹ, εἶτα Ἀφροδίτῃ διὰ τὸν Ταῦρον μῆνας ηʹ, ἑξῆς Ἑρμῇ διὰ τοὺς Διδύμους μῆνας κʹ, εἶτα Σελήνῃ διὰ τὸν Καρκίνον μῆνας κεʹ, εἶτα Ἡλίῳ διὰ τὸν Λέοντα μῆνας ιθʹ, εἶθʼ ἑξῆς Ἑρμῇ μῆνας κʹ, εἶτα Ἀφροδίτῃ μῆνας ηʹ, εἶτα Ἄρης ἑαυτῷ διὰ τὸν Σκορπίον μῆνας ιεʹ, εἶτα Διὶ μῆνας ιβʹ διὰ τὸν Τοξότην, εἶτα Κρόνῳ διὰ τὸν Αἰγόκερων ἔτη βʹ μῆνας γʹ, εἶτα τοὺς λοιποὺς ιαʹ εἰς συμπλήρωσιν τῶν ιεʹ ἐτῶν ἐν τῷ Ὑδροχόῳ. μετὰ τὸν Ἄρη παραλήψεται Ἀφροδίτη τοὺς καθολικοὺς χρόνους ἐπὶ ἔτη ηʹ καὶ ὁμοίως ἐπιμερίσει ἐξ αὐτῶν ἑκάστῳ ζῳδίῳ καθὼς πρόκειται. εἶτα μετὰ τὸν τῆς Ἀφροδίτης παραλήψεται Ἑρμῆς διὰ τοὺς Διδύμους ἔτη κʹ καὶ ἐπιμερίσει ἑκάστῳ ζῳδίῳ· εἶτα Σελήνη ἐπὶ ἔτη κεʹ, μεθʼ ἣν ὁ Ἥλιος ἐπὶ ἔτη ιθʹ· καὶ ἐφʼ ὅσον ἡ γένεσις χωρεῖ, ἐφεξῆς χρὴ διδόναι. ἐπεὶ οὖν ὁ κύκλος τῶν ιβʹ ζῳδίων συνάγει ἔτη ιζʹ μῆνας ζʹ, τὸν λοιπὸν χρόνον ἐκ τοῦ διαμέτρου μεριοῦμεν. οἷον ἐπεὶ οἱ Δίδυμοι μερίζουσιν ἔτη κʹ, τῆς ἀφέσεως γενομένης ἐφεξῆς καὶ συμπληρουμένων μηνῶν ζʹ ἐτῶν ιζʹ, τὰ λοιπὰ ἔτη βʹ καὶ μῆνας εʹ ἀπὸ Τοξότου μεριοῦμεν, αὐτῷ τῷ Τοξότῃ διδόντες ἐνιαυτόν, εἶτα τῷ Αἰγόκερῳ τὸν περίλοιπον χρόνον εἰς συμπλήρωσιν τῶν κʹ ἐτῶν. ὁμοίως καὶ ἀπὸ τοῦ Καρκίνου ἢ Λέοντος ἢ Παρθένου ἢ Αἰγόκερω ἢ καὶ Ὑδροχόου τὴν ἄφεσιν ἐὰν εὕρωμεν, μετὰ ιζʹ ἔτη καὶ μῆνας ζʹ χωρὶς ἐπαγομένων ἐκ τῶν διαμέτρων ἀρξάμενοι τοὺς λοιποὺς χρόνους μεριοῦμεν ἐφεξῆς.

`163`

Τινὲς μὲν οὖν τοὺς λοιποὺς χρόνους μερίζουσιν ἐκ τῶν τριγώνων, ἐμοὶ δʼ οὐ δοκεῖ φύσιν ἔχειν· ἀλλὰ καθάπερ ἐπὶ τοῦ κοσμικοῦ τὰ τέτταρα στοιχεῖα τὴν πρὸς ἄλληλα συμπάθειαν κέκτηται καὶ ἕκαστον ἀπὸ ἑτέρου ζωογονεῖται καὶ θάλπεται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς διαιρέσεως κατὰ τὴν ἁρμονίαν τῶν ζῳδίων τὰς παραδόσεις ποιεῖσθαι. οἷον ἐπεὶ τὸ πῦρ καὶ ὁ ἀὴρ ἀνωφερῆ ὑπάρχοντα ἀλλήλοις τὴν ἐπιμιξίαν ποιοῦνται καὶ κατάξηρον ὑπάρχον τὸ πῦρ ὑπὸ τῆς τῶν ἀέρων εὐκρασίας τρέφεται καὶ αὐτὸ δὴ τὸ πῦρ οὐκ ἐᾷ τὸν ἀέρα εἰς κρυμώδη καὶ ζοφώδη φύσιν χωρῆσαι ἀλλὰ ἔκθερμον εὐκρασίαν ἀπεργάζεται, εὐλόγως ἄρα καὶ ὁ Λέων πυρώδης ὑπάρχων μετὰ τὸν κύκλον παραδώσει τὸν ἐπίλοιπον χρόνον τῷ τὴν συμπάθειαν ἔχοντι Ὑδροχόῳ, ὅ ἐστιν ἀήρ, καὶ πάλιν Ὑδροχόος τῷ Λέοντι. ὁμοίως δὲ καὶ ἡ γῆ κατάξηρος οὖσα καὶ ὑπὸ τῆς ὑγρᾶς οὐσίας τρεφομένη ζῳογονεῖ τὰ πάντα, καὶ αὐτὸ δὲ τὸ ὕδωρ διαβασταζόμενον ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς γεννώμενον τὴν συμπάθειαν φυλάσσει· εὐλόγως ἄρα καὶ ὁ Καρκίνος κάθυγρος ὑπάρχων καὶ ὁ Αἰγόκερως γεώδης ἀλλήλοις τὴν ἀντιπαράδοσιν ποιήσονται καὶ ἡ Παρθένος γεώδης ὑπάρχουσα τοῖς Ἰχθύσι· καὶ τὰ λοιπὰ ζῴδια τὴν αὐτὴν δύναμιν ἐφέξει πρὸς τὰ διάμετρα. Οὕτως καὶ ἡ ἀκολουθία τῆς διαιρέσεως ζῳδιακῶς ἐστοιχειογράφηται. οἷον ὁ Κριὸς πυρώδης, ὁ Ταῦρος γεώδης, οἱ Δίδυμοι ἀερώδεις, ὁ Καρκίνος ὑδατώδης, καὶ τὰ τούτων τρίγωνα ὁμοίως. ἐὰν οὖν ἐν τοῖς τριγώνοις τοὺς συνδέσμους λύωμεν, εὑρήσομεν μίαν φύσιν τοῦ τε παραδιδόντος καὶ τοῦ παραλαμβάνοντος ζῳδίου καὶ οὐδεμία τις σύγκρασις εὑρεθήσεται, ἀλλὰ πλεονεκτούμενα ὑπʼ αὐτῶν τὰ στοιχεῖα. ἄλλως τε τὸν Ἥλιον εὑρίσκομεν ἀπὸ Κριοῦ τὴν ἀρχὴν ποιούμενον τῆς τροπῆς καὶ τῆς ἰσημερίας καὶ κατὰ τὸ ἡμικύκλιον τὸ μέγεθος τῆς ἡμέρας ἐπαύξοντα, ἐν δὲ τῷ διαμέτρῳ Ζυγῷ τὸν σύνδεσμον λύοντα καὶ εἰς τὸ μειωτικὸν χωροῦντα. ἐπεὶ δὲ καὶ Καρκίνος αὐξητικὸν σχῆμα ἡμέρας ἐπέχει, τοῦτο ἐν Αἰγόκερῳ γενόμενος τῇ νυκτὶ παρέχει ἐν τῷ διαμέτρῳ τὴν μεταβολὴν ποιούμενος. ὁμοίως καὶ ἡ Σελήνη τὴν σύνοδον ποιησαμένη καὶ πληρώσασα τὸν κύκλον ἐν τῷ διαμέτρῳ τὸν σύνδεσμον λύει. διὸ μᾶλλον ἔδοξε τῇ προκειμένῃ ἀγωγῇ χρήσασθαι εἰς τὴν τῶν συνδέσμων λύσιν.

εʹ. Περὶ τῆς τῶν συνδέσμων λύσεως καὶ ἀντιπαραδόσεως τῶν ἀστέρων.

`164`

Αἱ δὲ τῶν συνδέσμων λύσεις ἐν διαφόροις γενήσονται διὰ τὰς τῶν ἀστέρων φύσεις. Ἥλιος μὲν οὖν καὶ Σελήνη Κρόνῳ παραδιδόντες ἐναντιωμάτων καὶ φόβων εἰσὶ δηλωτικοί, ἐπάγοντες ἔχθρας μειζόνων καὶ ἀπειλὰς μυστικῶν καὶ παλαιῶν πραγμάτων ἕνεκα, ἀνασκευὰς κρίσεις τε καὶ ἀντικαταστάσεις καὶ ὑπόπτους βίους καὶ ἀξίας καθαιρέσεις σωματικάς τε ὀχλήσεις καὶ κινδύνους ἢ ναυάγια αἰφνιδίους τε καταπτώσεις καὶ αἰτίας πλείστας, ἐκτὸς εἰ μὴ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες τῶν αἰτίων τὰς ἐκβάσεις ἀμαυρώσουσιν. Ἑρμῆς δὲ ἀπὸ Παρθένου ἢ Διδύμων Διὶ μεταπαραδιδοὺς τὸν χρόνον μεταβολὴν πραγμάτων ἀποτελεῖ καὶ καινοποιίας πράξεων· καὶ ἐὰν ἐπὶ γενέσεως οἱ τόποι κακωθῶσιν ἢ καὶ αὐτὸς Ἑρμῆς, τοῦ καθολικοῦ χρόνου ἐναντίου γενομένου, ἡ τοῦ συνδέσμου λύσις τὴν μεταβολὴν ἐπὶ τὸ κρεῖσσον ἕξει καὶ πράξεων δηλωτικὴ γενήσεται. ἐὰν δὲ οἱ τόποι ὑπὸ ἀγαθοποιῶν φρουρούμενοι ἀγαθὸν τὸν χρόνον ἀποτελῶσι, μετὰ τὸν κύκλον ἡ τοῦ συνδέσμου λύσις ἐπιτάραχος καὶ ἐπιζήμιος γενήσεται. Κρόνος δὲ ἀπὸ Αἰγόκερω καὶ Ὑδροχόου λύων σύνδεσμον εἰς Λέοντα καὶ Καρκίνον πρακτικὸν τὸν χρόνον δηλοῖ· τὰ γὰρ ἐκ σκότους εἰς φῶς ἄγει καὶ τοῖς δυναστικοῖς ζῳδίοις τὴν διαίρεσιν τῶν χρόνων παραδιδοὺς ἐνεργέστερος καθίσταται κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως. τὰς δὲ δόξας καὶ τὰς ὠφελείας παρέχει κατὰ τοὺς ἐπόντας ἀστέρας.

 <span class="gap">…</span> Πόσα ἔτη μερίζει ἕκαστον ζῴδιον· καὶ τέλεια ἔτη τῶν ἀστέρων.

Μερίζει δὲ ὁ μὲν Ὑδροχόος ἔτη λʹ, ὁ Αἰγόκερως κζʹ, ἐπεὶ ὁ Ἥλιος δεσπόζει τελείων ἐτῶν ρκʹ, ὧν τὸ ἥμισυ ξʹ· ἐκ τούτων τὴν ἡμίσειαν τῷ κατὰ διάμετρον Ὑδροχόῳ ἐπιμερίσει, ἅ ἐστιν ἔτη λʹ· ἡ δὲ Σελήνη δεσπόζει τελείων ἐτῶν ρηʹ, ὧν τὸ ἥμισυ νδʹ· τούτων τὴν ἡμίσειαν τῷ κατὰ διάμετρον Αἰγόκερῳ ἐπιμερίζει, ἅ ἐστιν ἔτη κζʹ· τῶν οὖν δύο ζῳδίων συνάγεται ἔτη νζʹ, ἅ ἐστιν τέλεια Αἰγόκερω. καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὸν τέλειον ἐπιμερισμὸν τῶν ἐτῶν ἐξ Ἡλίου καὶ Σελήνης ἔσχον. τῷ μὲν γὰρ Διὶ συναιρετιστῇ ὄντι καὶ τριγώνου συμπάθειαν κεκτημένῳ διὰ τὸν Τοξότην ὁ Ἥλιος τὴν ἡμίσειαν τῶν ρκʹ ἐτῶν ἐμέρισε καὶ τὰ ἐλάχιστα ἔτη ιθʹ· γίνονται οθʹ. ὡσαύτως δὲ καὶ ἡ Σελήνη διὰ τὴν ἀγαθοποιίαν καὶ τριγώνου κοσμικὴν συμπάθειαν τὴν εἰς τοὺς Ἰχθύας Διὶ ἀπεμέρισε τὴν ἡμίσειαν τῶν ρηʹ ἐτῶν νδʹ καὶ τὰς ἐλαχίστας κεʹ· γίνονται οθʹ. τῷ δὲ Ἄρει τῆς αὐτῆς αἱρέσεως ὄντι ἡ Σελήνη ἀπεμέρισε τὰ νδʹ· ὁ δὲ Ἥλιος διὰ τὴν ἀντίμιμον πυρώδη οὐσίαν καὶ φθοροποιὸν τρόπον τὸν ἐπιμερισμὸν ἠρνήσατο, ἀντιπαρεχώρησε δὲ τῷ κατὰ διαδοχὴν τοῦ τριγώνου δεσπότῃ Διὶ ἅ ἐστιν ἔτη ἐλάχιστα ἐπιμερίσαι ιβʹ· γίνονται ξϛʹ. ὁμοίως δὲ καὶ τῇ Ἀφροδίτῃ διὰ τὴν συμπάθειαν τοῦ τριγώνου καὶ νυκτερινὴν αἵρεσιν ἡ Σελήνη ἐπεμέρισεν τὰ νδʹ καὶ ὁ Κρόνος διὰ τὴν ἐναντίαν τοῦ ὑψώματος στάσιν τουτέστι τὸν Ζυγὸν ἔτη λʹ· γίνονται πδʹ. ὁ δὲ Ἑρμῆς διὰ τὴν πρὸς Κρόνον συνοικοδεσποτίαν ἔλαβεν παρʼ αὐτοῦ τὰ τέλεια ἔτη νζʹ καὶ παρὰ τοῦ Ἡλίου τὰ ἐλάχιστα ιθʹ· γίνονται οϛʹ.

`165`

ζʹ. Περὶ χρόνων διαιρέσεων ἐπὶ κλήρου τύχης καὶ δαίμονος καὶ ἐπεμβάσεως ἀστέρων καὶ οἰκοδεσποτῶν καὶ συνόδου καὶ πανσελήνου μεθʼ ὑποδείγματος καὶ ἀντιπαραδόσεως.

Τούτων οὕτως ἐχόντων σκοπεῖν δεήσει ἐπὶ τῆς διαιρέσεως τόν τε παραδιδόντα καὶ παραλαμβάνοντα πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες, ὁμογνωμονοῦντες ἢ ἀλλότριοι τυγχάνουσιν. ἐὰν γὰρ ζῳδιακῶς μὲν ἡ διαίρεσις ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους παραγένηται, ὁμοίως δὲ καὶ οἱ τούτων οἰκοδεσπόται ἐπίκεντροι τύχωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι καὶ οἰκείας αἱρέσεως, ἀγαθὴν τὴν χρονοκρατορίαν ἀποτελοῦσι καὶ ἐπίσημον· ἐὰν δὲ οἱ μὲν τόποι ἐπίκεντροι, οἱ δὲ κύριοι ἀποκεκλικότες ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενοι, ἀνώμαλον τὸν χρόνον καὶ ἐπιτάραχον δηλοῦσιν. ἐὰν δὲ τὰ πάντα σχήματα ἐν ἀποκλίμασιν εὑρεθῇ, κάκιστος ὁ χρόνος καὶ αἰτίας καὶ ζημίας ἐπάγων· γίνεται δὲ κατὰ τούσδε τοὺς χρόνους ἐν ξενιτείαις καὶ πράξεων μεταβολαῖς, καὶ ἐὰν μὲν ἀγαθοποιοὶ τύχωσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι, ἐπὶ ξένης πραγμάτων κατόρθωσιν ποιησάμενοι ἐπωφελῶς διάξουσιν. ἐὰν δὲ κακοποιοί, καὶ ἐπὶ ξένης ταραχαῖς καὶ ζημίαις περιτραπήσονται ἢ καὶ ἀπὸ ξένων καὶ δούλων προδοθήσονται· ὅθεν τὰ ἀποκλίματα ξένης σημαντικά. ἐὰν δέ πως ἐπίκεντροι εὑρεθῶσιν ἢ ἰδιοτοποῦντες, κατοχὰς σημαίνουσιν εἴς τινας τόπους ἢ ἐπιμονάς. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὔτε μακρὰς οὔτε πολυχρονίους τὰς ἀποδημίας παρέχουσιν, ἐπεὶ οὐ πολὺ ἀφίστανται τοῦ Ἡλίου· Κρόνος δὲ καὶ Ἄρης καὶ Σελήνη ὑπερορίους καὶ ἐπικινδύνους ἐπί τε γῆς καὶ θαλάσσης καὶ ἐν πλάναις ἢ βαρβάροις τόποις γινομένους. Ἥλιος δὲ ἐπιδόξους καὶ ἐντίμους καὶ εὐσυστάτους· Ζεὺς δὲ ἐπωφελεῖς καὶ πολυφίλους καὶ ἡδέως διάγοντας ἐπὶ τῆς ξένης.

`166–167`

Ἐὰν οὖν χρόνους σωματικούς τις ἐν ἐκκέντρῳ κατάγῃ ζῳδίῳ ἢ καὶ ὁ κύριος ἔκκεντρος τύχῃ ὑπὸ κακοποιῶν μαρτυρούμενος, ἐν ἀσθενείᾳ γενήσεται καὶ αἱμαγμοῖς ἢ κινδύνοις. ἐὰν δέ τις κατὰ τὸν δαίμονα τοὺς χρόνους κατάγῃ ἐν ἐκκέντρῳ ζῳδίῳ καὶ κακοποιὸς ἐπῇ ἢ καὶ τῷ οἰκοδεσπότῃ τοῦ ζῳδίου μαρτυρήσῃ, ἀπρακτήσει καὶ ἐν δυστυχίαις διάξει καὶ ἀκαταστατήσει τῇ ψυχῇ κακωτικῶς διάγων περί τε τὰς πράξεις καὶ τὰς ἐπιβολάς· καὶ ἐὰν μὲν ἐν πυρώδει ζῳδίῳ εὑρεθῇ κατάγων τὸν χρόνον κακοποιῶν ἐπόντων ἢ μαρτυρούντων, ἔκλυσιν ψυχῆς μεγίστην ἕξει καὶ παρὰ προαίρεσίν τινα διαπράξεται ἀστατῶν τῇ γνώμῃ· ἐὰν δὲ ἐν ἀερώδει καὶ ᾖ κεκακωμένον τὸ ζῴδιον ἢ ὁ κύριος, μετεώρως καὶ ἐπιλύπως διάξει καὶ ἄλλα διαπρασσόμενος ἕτερα προσδοκήσει· ἐὰν δὲ ἐν γεώδει ζῳδίῳ, τὰ μὲν προσπίπτοντα γενναίως οἴσει, διὰ δὲ τῆς ἰδίας ἐγκρατείας τῶν πλείστων περιέσται ἐννοηματικῶς· ἐὰν δὲ ἐν ὑδατώδει ζῳδίῳ, εὐπαρηγόρητον τὴν ψυχὴν κεκτημένος καὶ ἔν τισιν ἀνωμαλίσας πολλῶν πραγμάτων κατόρθωσιν ποιήσει καὶ περὶ τὰς ἐγχειρήσεις εὐεπήβολος ἔσται. πάντοτε μὲν οὖν ἰδικῶς αἱ πράξεις καταλαμβάνονται ἔκ τε τοῦ δαίμονος καὶ οἰκοδεσπότου· εἰσὶ γάρ τινες σωματικὰς μὲν πράξεις ἔχοντες, οἷον διὰ χειρῶν ἐργαζόμενοι, καὶ σωματικὰς κακοπαθείας ἀχθίσεως ἢ γυμνασίας· ἕτεροι δὲ ἀπὸ λόγου καὶ ἐπιστήμης καὶ ψυχῆς ἐνεργείας. ὅπου δὲ ἂν πλείους ἀστέρες προσνεύσωσιν ἤτοι τῷ κλήρῳ ἢ τῷ δαίμονι, ἐκεῖθεν τὸ πρακτικὸν δηλωθήσεται. συνεπικρίνειν οὖν δεῖ τὰς πράξεις καὶ τὴν καθολικὴν ὑπόστασιν, ἤτοι ἔνδοξος ἢ μετρία ἡ γένεσις ἢ καὶ εὐδαίμων ἢ πενιχρὰ ἢ ἐπίδικος ἢ ἀνώμαλος, ἵνα ἐν τοῖς ἐπιμερισμοῖς καὶ τὰ ἀποτελέσματα προφανῆ γένηται. οἱ μὲν οὖν τὰς πράξεις ἀποτελοῦντες ὁ τῆς Ἄρεος καὶ τῆς Ἀφροδίτης καὶ τοῦ Ἑρμοῦ, ὁ δὲ τοῦ Κρόνου ἐπιτηδεύματα καὶ ὅσα ποτὲ διʼ ὑγρῶν ἢ κακοπαθείας καὶ κληρουχίας γίνεται. ταπεινοὶ μὲν οὖν καὶ ἄδοξοι καταλαμβάνονται ἔκ τε Κρόνου καὶ Ἄρεος Διὸς ἀπόντος, ἔνδοξοι δὲ καὶ εὔποροι ἔκ τε Ἡλίου καὶ Σελήνης συμπαρόντων τῶν ἀγαθοποιῶν ἢ συνεπιμαρτυρούντων. ἐὰν οὖν ἡ διαίρεσις ἀπὸ τοῦ δαίμονος εἰς τὸ μεσουράνημα τοῦ κλήρου τῆς τύχης ἔλθῃ ἢ εἰς αὐτὸν τὸν κλῆρον τοῦ κυρίου συμπαρόντος καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένου ἢ καὶ Ἡλίου ἢ καὶ Σελήνης, ἐπιλάμπρας μὲν οὔσης τῆς ὑποστάσεως ὁ γεννώμενος ἐν ἡγεμονίαις καὶ μεγάλαις δόξαις γενήσεται ἐπίσημός τε καὶ ἀρχικὸς καὶ προφανὴς κατʼ ἐκείνους τοὺς χρόνους καὶ ὑπὸ πολλῶν μακαριζόμενος διὰ τὴν περὶ αὐτὸν εὐδαιμονίαν. καὶ ἐπὶ τοῦ ὡροσκόπου δὲ καὶ ἐπὶ τοῦ μεσουρανήματος καὶ ἐπὶ τῶν λοιπῶν κέντρων ἡ διαίρεσις γενομένη δόξας ἀποτελεῖ, οὐχ ὁμοίως δέ· ἐνεργέστεροι γὰρ οἱ τῶν κλήρων τετράγωνοι τόποι. ἐὰν δὲ τούτων οὕτως ὄντων μετρία ἡ ὑπόστασις εὑρεθῇ, ἔσται ἐν πράξεσιν ἢ ὠφελείαις καὶ μείζοσι φίλοις καὶ δωρεᾶς καὶ τιμῆς καταξιωθήσεται καὶ εὐημερήσει καὶ προκόψει περὶ τὴν τῆς ἀσχολίας ἐνέργειαν, καὶ ἐὰν μάλιστα ἀγαθοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσιν· εἰ δὲ κακοποιοί, τὰ μὲν τῶν τόπων γενήσεται καθὼς πρόκειται προφανῆ, ἕνεκα δὲ τῆς τῶν κακοποιῶν μαρτυρίας ἐναντιώμασι καὶ ζημίαις περιτραπήσονται καὶ ἀπαράμονον τὴν τῆς ἀγαθοποιίας ἀφορμὴν ὑπομένοντες. ὥσπερ δὲ ἕκαστος τῶν ἀστέρων ἐπὶ τοῦ κύκλου ζῳδιακῶς ἐστοιχειογράφηται κατὰ τοὺς οἴκους, τὸ ὅμοιον καὶ ἐπὶ γενέσεως σχηματισάμενος συμπαθὴς πρὸς ἕτερον γενήσεται.

ηʹ. Ὑπόδειγμα ἀναγκαῖον.

`168–169`

Ἔστω ἐπὶ ὑποδείγματος γένεσις οὕτω ἔχουσα. Ἥλιος Ἀφροδίτη Καρκίνῳ, Σελήνη ὡροσκόπος Ἰχθύσιν, Κρόνος πανσέληνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ Δαίμων Σκορπίῳ· ζητῶ δὲ ἔτος οʹ. ἀπέλυσα τοὺς μὲν σωματικοὺς χρόνους ἀπὸ Λέοντος, δοὺς αὐτῷ πρώτῳ Λέοντι ἔτη ιθʹ· εἶτα Παρθένῳ ἔτη κʹ, εἶτα Ζυγῷ ἔτη ηʹ, εἶτα Σκορπίῳ ἔτη ιεʹ· γίνεται ἔτη ξβʹ. ἐν τούτοις πολλοὺς μὲν κλιμακτῆρας ἔσχε καὶ ἀπὸ ὕψους πτώσεις καὶ μελῶν θραύσεις. καὶ ἑξῆς τὰ λοιπὰ ἔτη ηʹ ἀπὸ Τοξότου ἐπικειμένου Κρόνου παρʼ αἵρεσιν· ἐν τούτοις καὶ ναυάγια καὶ σωματικὰς ὀχλήσεις ὑπέμεινεν. τὴν δὲ αἰτίαν τοῦ πάθους ἀπὸ τοῦ ζῳδίου, ἔνθα εὑρίσκεται ὁ κύριος τοῦ κλήρου διοδεύων, λαμβάνομεν· οἷον ὁ κλῆρος Λέοντι, ὁ κύριος τοῦ Λέοντος Ἥλιος εὑρέθη ἐν τῷ Καρκίνῳ· σημαίνει δὲ ὁ Καρκίνος στῆθος καὶ στόμαχον· τὴν αἰτίαν οὖν τοῦ πάθους λέγομεν γεγενῆσθαι ἀπὸ τοῦ Καρκίνου. τοὺς ἐπιμερισμοὺς γὰρ λαμβάνει τῶν ἐτῶν καὶ ἀνὰ τξʹ ἡμέρας ποιεῖ· τὰς γὰρ εʹ δʹ κατʼ ἴδιον ψηφίζων προστίθει τοῖς ἔτεσι. ἔδωκεν οὖν τῷ Τοξότῃ ἐνιαυτόν· Αἰγόκερῳ ἔτη βʹ μῆνας γʹ· Ὑδροχόῳ ἔτη βʹ μῆνας ϛʹ· Ἰχθύσιν ἐνιαυτόν· εἶτα Κριῷ τὰ λοιπὰ εἰς συμπλήρωσιν τῶν θʹ ἐτῶν. Ἄρης οὖν τῶν σωματικῶν χρόνων κυριεύσας ἀπὸ Τοξότου παραλαβὼν Κρόνου ἐπικειμένου τῷ Τοξότῃ τέλος ἐπήγαγεν· ἐτελεύτα δὲ προσινωθεὶς στόμαχον καὶ βηχὸς προπειραθείς· ἦν γὰρ καὶ ὁ θανατικὸς τόπος Ἰχθύσι Σελήνης ἐπικειμένης καὶ Κρόνου καθυπερτεροῦντος, ἐξ οὗ ἡ δυναστεία. ἄλλως τε καὶ αὐτὸς ὁ κύριος τῆς πανσελήνου Κρόνος ἀπόστροφος γενόμενος τὸ εἶδος τῆς βιαιοθανασίας ἐπήγαγε. τὸ δὲ σίνος τοῦ στομάχου καὶ βηχός, ἐπεὶ ὁ κύριος τοῦ κλήρου Ἥλιος ἐν Καρκίνῳ εὑρέθη· ὁ δὲ Καρκίνος στῆθος καὶ στόμαχον δηλοῖ. τοὺς δὲ πρακτικοὺς χρόνους ἐποιησάμην ἀπὸ Σκορπίου αὐτῷ τῷ Ἄρει δοὺς ἔτη ιεʹ, εἶτα Τοξότῃ ιβʹ ἐπικειμένου Κρόνου· ἕως ἐτῶν κζʹ ἀνώμαλος ἀλήτης γέγονεν. ὑπὸ δὲ ἐπιτρόπων ἱκανὸς βίος αὐτοῦ ἀνηλώθη· ἦν γὰρ καὶ ὁ περιποιητικὸς Διδύμοις καὶ οὐδεὶς τῶν ἀγαθοποιῶν ἐπεθεώρησε, μόνος δὲ Κρόνος ἠναντιώθη. εἶτα ἑξῆς Αἰγόκερως παρέλαβεν ἐπὶ ἔτη κζʹ, Διὸς ἐπικειμένου καὶ ἀγαθοδαιμονοῦντος, ἀκρονύκτου δὲ ὑπὸ Ἡλίου καὶ Ἀφροδίτης θεωρουμένου· καὶ ὅλην μὲν τὴν χρονογραφίαν ἔμπρακτον κατήγαγε καὶ δημοσίας καὶ βασιλικὰς πράξεις ἐπιστεύθη καὶ γέγονεν ἡγεμόνων καὶ βασιλέων φίλος καὶ ἐκτήσατο πολλὰ ὁμολογουμένως, ἐναντιώματα δὲ καὶ ἀνωμαλίας κατὰ καιρὸν ὑπομένων κατὰ τὰς τῶν κακοποιῶν παραλήψεις ἢ ἐπιμαρτυρίας, ἀπαράμονον δὲ τὴν κτῆσιν διὰ τὸ ἀφαιρετικὸν εὑρῆσθαι τὸν Δία καὶ ἰδίῳ ταπεινώματι. μετὰ δὲ τὸν Αἰγόκερω παραλαβόντος τοὺς χρόνους Ὑδροχόου Ἄρεος καὶ Ἑρμοῦ μαρτυροῦντος τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων αὐτὸς μὲν τῶν πράξεων ἐπαύσατο, πολλὰ δὲ ἀφελῶς πιστεύσας ἀπώλεσεν, οἰκείοις δὲ καὶ δούλοις τὰς πίστεις ἐνεχείρησεν, ὧν διʼ ἀμέλειαν καὶ σπάνιν χρεωστίαις περιπεσὼν ἔκπτωτος εὑρέθη διὰ τὸ καὶ τὴν καθολικὴν ὑπόστασιν οὕτω φέρειν. αὐτὸς οὖν Ὑδροχόος ἔλαβεν ἔτη βʹ μῆνας ϛʹ, εἶτα Ζεὺς ἐνιαυτὸν αʹ, εἶτα Ἄρης ἐνιαυτὸν καὶ μῆνας γʹ, εἶτα Ἀφροδίτη μῆνας ηʹ, εἶτα Ἑρμῆς ἐνιαυτὸν αʹ μῆνας ηʹ· ἔκτοτε εἰς μείωσιν πολλὴν ἐχώρει τὰ πράγματα· εἶθʼ ἑξῆς Σελήνη παρέλαβε ἔτη βʹ μῆνα αʹ· ἐν τούτοις ἔδοξέν τινα ἀπειληφέναι τὰ προπεπιστευμένα καὶ φίλων βοηθείας τετευχέναι. εἶτα ὁμοίως ἔλαβεν ὁ Ἥλιος ἐνιαυτὸν αʹ μῆνας ζʹ ἐν Λέοντι καὶ Ἑρμῆς Παρθένῳ ἐνιαυτὸν αʹ μῆνας ηʹ· κακοποιῶν οὖν μαρτυρησάντων τοῖς τόποις καὶ τῷ Ἑρμῇ ἐν τούτοις τοῖς χρόνοις καθῃρέθη· καὶ γὰρ ὁ κλῆρος ἐν ἀποκλίσει εὑρέθη καὶ ὁ κύριος τοῦ τριγώνου τῆς Σελήνης Ἄρης. μετὰ δὲ τὸν τοῦ Ἑρμοῦ ἔλαβεν Ἀφροδίτη μῆνας ηʹ, ἑξῆς Ἄρης ἐνιαυτὸν μῆνας γʹ, εἶτα Τοξότης ἐνιαυτὸν αʹ· καὶ τὸ τέλος ἐγένετο.

θʹ. Περὶ κοσμικοῦ ἐνιαυτοῦ καὶ τοῦ πρὸς τὴν διαίρεσιν ἐνιαυτοῦ, πόσων ἑκάτερος ἡμερῶν ἐστι καὶ πῶς δεῖ λογίζεσθαι.

Ἐπεὶ δὲ ὁ μὲν κοσμικὸς ἐνιαυτός ἐστιν ἡμερῶν τξεʹ δʹ, πρὸς δὲ τὴν διαίρεσιν ὁ ἐνιαυτὸς λζʹ, τὰς ἀνὰ εʹ ἑκάστου ἔτους ἀφαιροῦντες καὶ τὸ τέταρτον τῶν ἐνιαυτῶν καὶ συναγαγόντες τὰ ἔτη τότε τὰς διαιρέσεις ποιησόμεθα· οὕτως γὰρ καὶ ἐπὶ τῆς προκειμένης γενέσεως ἐλογισάμεθα. οἷον ἔστω τινὰ κατὰ γένεσιν λγʹ ἔτη κατάγειν, γεγενῆσθαι δὲ Τυβὶ ιεʹ, ζητεῖν δὲ τοῦ λγʹ ἔτους Μεσωρὶ κʹ. ἔλαβον τῶν λʹ ἐτῶν τὰς ἀνὰ εʹ· γίγνονται ρνʹ· καὶ τῶν δύο τῶν πλήρων ιʹ καὶ τὸ τέταρτον τῶν λβʹ· γίνονται ηʹ· γίνονται ὁμοῦ ρξηʹ. εἶτα ἔλαβον ἀπὸ τῆς ιεʹ τοῦ Τυβὶ ἕως ἧς ζητοῦμεν ἡμέρας Μεσωρὶ κʹ· γίνονται σιεʹ· ταύτας προσέθηκα ταῖς ρξηʹ· γεγόνασι τπγʹ· ἐκ τούτων ἀφαιρῶ τξʹ· λοιπαὶ κγʹ. ἔσται οὖν ἡ γένεσις κατάγουσα ἔτη κατὰ τὴν διαίρεσιν πλήρη λγʹ καὶ ἡμέρας κγʹ· ταῦτα τὰ ἔτη καὶ τὰς ἡμέρας ἐν τῇ τῶν χρόνων ἀφέσει ποιοῦμαι.

ιʹ. Περὶ μερισμοῦ ἐτῶν καὶ μηνῶν καὶ ἡμερῶν πλειόνων καὶ ἐλαττόνων καὶ ὡρῶν ἑκάστου ἀστέρος καὶ τούτων χρήσεις εἰς τὰς γενέσεις.

`170`

Καθάπερ δὲ ἑκάστης περιόδου τὸ ιβʹ τῶν ἐτῶν λαβόντες ἐπιγνωσόμεθα, πόσας ἕκαστος ἡμέρας μερίζει. οἷον ἐπεὶ ὁ Κριὸς μερίζει ἔτη ιεʹ, τούτων τὸ ιβʹ εἰσὶ μῆνες ιεʹ· ὁμοίως τούτων τὸ ιβʹ ἡμέραι λζʹ ἥμισυ· καὶ πάλιν τούτων τὸ ιβʹ ἡμέραι γʹ ὧραι γʹ. ταῦτα μερίζειν κατὰ τὸν ἐπιβάλλοντα χρόνον. καὶ τῶν ἄλλων ἀστέρων ὁ ἐπιμερισμὸς οὕτως εὑρεθήσεται, οἷον ἐάν τις τῇ διαιρέσει προσέχῃ καὶ πρὸς καθολικοὺς χρόνους καὶ ἐνιαυσιαίους καὶ μηνιαίους καὶ πρὸς ἡμέρας καὶ ὥρας εὕρῃ. λεπτομερέστερον οὖν ὑποτάξομεν τὰ ἐπιβάλλοντα ἑκάστῳ ἀστέρι πρὸς τὸ μὴ πλέκεσθαι τοὺς ἐντυγχάνοντας. οἷον Ἥλιος ἔτη ιθʹ μῆνας ιθʹ ἡμέρας μζʹ ἥμισυ ἡμέρας γʹ ὥρας κγʹ. Σελήνη ἔτη κεʹ μῆνας κεʹ ἡμέρας ξβʹ ἥμισυ ἡμέρας εʹ ὥρας εʹ. Κρόνος ἔτη λʹ μῆνας λʹ ἡμέρας οεʹ ἡμέρας ϛʹ ὥρας ϛʹ. Αἰγόκερως ἔτη κζʹ μῆνας κζʹ ἡμέρας ξζʹ ἥμισυ ἡμέρας εʹ ὥρας ιεʹ. Ζεὺς ἔτη ιβʹ μῆνας ιβʹ ἡμέρας λʹ ἡμέρας βʹ ὥρας ιβʹ. Ἄρης ἔτη ιεʹ μῆνας ιεʹ ἡμέρας λζʹ ἥμισυ ἡμέρας γʹ ὥρας γʹ. Ἀφροδίτη ἔτη ηʹ μῆνας ηʹ ἡμέρας κʹ ἡμέραν αʹ ὥρας ιϛʹ. Ἑρμῆς ἔτη κʹ μῆνας κʹ ἡμέρας νʹ ἡμέρας δʹ ὥρας δʹ. Ἐπὰν οὖν εὕρωμεν γένεσιν ἐτῶν νʹ ἢ ξʹ, τὴν ἄφεσιν τῶν ἐτῶν ποιησόμεθα ἀπὸ κλήρου τύχης ἢ δαίμονος ζῳδιακῶς, διδόντες ἑκάστῳ τὴν περίοδον τῶν ἐτῶν ἐφʼ ὅσον δύναται ὑπακούειν· εἶτα μῆνας δώσομεν, εἶτα ἡμέρας καὶ ὥρας. ἐὰν δὲ νηπίου ἡ γένεσις εὑρεθῇ, ἀπὸ τῆς ἀφέσεως πρῶτον ὥρας μεριοῦμεν, εἶτα ἡμέρας εἶτα μῆνας.

`171`

Οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Ἑρμῆς Αἰγοκέρωτι, Κρόνος Ζεὺς Λέοντι, Ἄρης Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Διδύμοις, ὡροσκόπος Λέοντι, ὁ κλῆρος τῆς τύχης Ἰχθύσιν, ὁ τοῦ δαίμονος Αἰγοκέρωτι· ἔνθεν καὶ ἡ ἄφεσις ἔστω τῆς τύχης ἀπὸ Ἰχθύων. ζητεῖν τοῦ τετάρτου ἔτους Μεσωρὶ ιϛʹ σὺν ταῖς ἀνὰ εʹ ἑκάστου ἔτους. ἑπεὶ οὖν τοῖς Ἰχθύσι τὰ ιβʹ οὐδέπω ἐμέρισε, δέδωκα αὐτοῖς ἔτος αʹ, εἶτα Κριῷ ἔτος αʹ μῆνας γʹ, Ταύρῳ μῆνας ηʹ· γίνεται ἔτη βʹ μῆνες ιαʹ. εἶθʼ ἑξῆς δώσει Ἑρμῇ ἔτος αʹ μῆνας ηʹ ἕως συμπληρώσεως τῶν τεσσάρων ἐτῶν καὶ μηνῶν ζʹ· οὐδέπω δʹ ἡ γένεσις πεπλήρωκε τοῦτον τὸν χρόνον. ἔστω οὖν χρονοκράτωρ Ἑρμῆς ἤδη ἔχων μῆνας ηʹ ἡμέρας ιεʹ· γίνονται ἡμέραι σνεʹ· ταύτας δέον ἐπιμερίσαι κατὰ τὸ ἑξῆς· ἐξ ὧν ἑαυτῷ πρῶτον Ἑρμῆς τουτέστι τοῖς Διδύμοις ἔδωκεν ἡμέρας νʹ, εἶτα Καρκίνῳ ἡμέρας ξβʹ ἥμισυ, εἶτα Λέοντι ἡμέρας μζʹ ἥμισυ, εἶτα Παρθένῳ νʹ, εἶτα Ζυγῷ κʹ· γίνονται ἡμέραι σλʹ· λοιπαὶ ἡμέραι κεʹ. ταύτας Ἄρης ἕξει ἐν Σκορπίῳ ἐκ τῶν τῆς Ἀφροδίτης ἡμερῶν καὶ μέχρι συμπληρώσεως τῶν λζʹ ἥμισυ· τὰς οὖν κεʹ ἡμέρας ὁ Ἄρης ἐπιμερίσει τοῖς ἑξῆς· πρῶτον δὲ ἑαυτῷ ἡμέρας γʹ ὥρας γʹ, εἶτα Τοξότῃ ἡμέρας βʹ ἥμισυ, εἶτα Αἰγόκερῳ ἡμέρας εʹ ὥρας ιεʹ, εἶτα Ὑδροχόῳ ἡμέρας ϛʹ ὥρας ϛʹ, εἶτα Ἰχθύσι ἡμέρας βʹ ἥμισυ· Κριῷ ἡμέρας γʹ ὥρας λʹ, Ταύρῳ εἰς συμπλήρωσιν τῶν κεʹ ἡμερῶν τὰς λοιπάς. καθολικὸς οὖν κοσμοκράτωρ Ζεύς, δεύτερος Ἑρμῆς ἀπὸ Διὸς παραλαβών, τρίτος Ἄρης ἀπὸ Ἑρμοῦ, τετάρτη Ἀφροδίτη ἀπὸ Ἄρεος. σκοπεῖν οὖν δεήσει τούτους ἐπὶ γενέσεως, πῶς εἰσι κείμενοι καὶ πῶς πρὸς ἀλλήλους σχηματίζονται, καὶ οὕτως ἀποφαίνεσθαι.

Τινὲς μὲν οὖν καὶ τὰς ἡμέρας κατὰ τὸ τρίγωνον ἐπιμερίζουσιν· ὅθεν ἐπί τινων γενέσεων καθολικὸς μὲν εὑρεθεὶς ἀγαθοποιὸς κοσμοκράτωρ ἢ καὶ Ἥλιος ἢ καὶ Σελήνη δόξαν καὶ ἡγεμονίαν περιεποίησεν ἢ καὶ ἀρχὰς ἐπισήμους καὶ ὠφελείας καὶ συστάσεις μειζόνων. ἐν οἷς χρόνοις κατʼ ἐπιμερισμὸν κακοποιὸς παραλαβὼν τὴν ἐπιδιαίρεσιν ἀσθενείας σωματικὰς ἢ καὶ κινδύνους ἐποίησεν ἢ καὶ ἄλλως ἡμέρας παραλαβὼν καὶ ἐναντιωθεὶς τῷ καθολικῷ χρονοκράτορι ἢ ἀνοικείως σχηματισθεὶς κατὰ γένεσιν καὶ κατὰ πάροδον ταραχὰς καὶ φόβους καὶ ζημίας κατεσκεύασε. καὶ ἐὰν μὲν ὁ καθολικὸς χρονοκράτωρ ἐπὶ γενέσεως κακῶς τύχῃ κείμενος ἢ ὑπὸ κακοποιῶν κατοπτευόμενος, ἐν ταῖς τούτων κατʼ ἐπιδιαίρεσιν ἡμέραις καθαιρεθήσονται ἢ κινδυνεύσουσιν ἢ ἐναντία γενήσονται. ἐὰν δὲ τούτων παραλαβόντων ὁ καθολικὸς χρονοκράτωρ ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος παροδικῶς, ἐπισκυλέντες τῷ βίῳ καὶ τῇ δόξῃ ἄπταιστοι διαμενοῦσι. δεῖ δὲ καὶ ἐπὶ τῶν ἡμερησίων διαιρέσεων συνδέσμου λύσιν μετὰ τὸ συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας φκηʹ τὰς λοιπὰς ἐν τῷ διαμέτρῳ τῆς ἀφέσεως ποιεῖσθαι ἐφεξῆς· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν κατὰ λεπτομέρειαν ἡμερῶν καὶ ὡρῶν μετὰ τὸ συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας μδʹ τὰς λοιπὰς ἐκ τοῦ διαμέτρου κατὰ τὸ ἑξῆς ἀπολύειν.

ιαʹ. Περὶ ἐνιαυτοῦ χρηματιστικοῦ καὶ μερικῆς ἀγωγῆς.

`172`

Τῶν καθολικῶν καὶ χρονικῶν διαιρέσεων κατʼ οἰκειότητα οὕτως διατεταγμένων νῦν καὶ περὶ ἐνιαυτοῦ χρηματιστικοῦ καὶ τῆς τούτων ἀκολουθίας λεκτέον. ὀλίγα δέ τινα πρότερον εἰπεῖν πρὸς τοὺς τὰ τοιαῦτα γεγραφότας ἀναγκαῖον. οἱ πολλοὶ τὴν τῶν χρόνων διαίρεσιν ποικίλως καὶ ἐπιφθόνως ἐκθέμενοι οὐδεμίαν ἀληθείας αἵρεσιν παρέδωκαν, ἱκαναῖς δʼ ἀγωγαῖς τὸν τόπον καθείρξαντες πλάνην μεγίστην καὶ ἀΐδιον ζήτησιν τοῖς ἐντυγχάνουσι κατέλιπον. τινὲς μὲν γὰρ ἀπειρίᾳ ἐνεχθέντες διὰ τῆς τῶν λόγων ὕλης ψευδεῖς αἱρέσεις εἰσενεγκάμενοι ἐξηπάτησαν πολλούς, ἕτεροι δὲ τὴν δύναμιν τῆς πραγματείας ἰδόντες καὶ τὰς ἀρχὰς ἐκθέμενοι τὰς ἐπιλύσεις οὐκ ἐποιήσαντο διὰ τὸν φθόνον. ἡμεῖς δὲ πολλὴν μὲν χώραν διοδεύσαντες καὶ τὴν Αἴγυπτον διελθόντες διδασκάλοις φιλαργύροις περιπεσόντες τὰς μὲν τῶν χρημάτων δόσεις ἐποιησάμεθα διὰ τὴν περὶ τὸ ἔργον ἐπιθυμίαν, τῆς δʼ ἀληθείας μὴ τυγχάνοντες ἐγκρατέστερον καὶ αὐτάρκη ἑλόμενοι βίον περὶ ἕτερα ἠσχολήμεθα. ἐπεὶ δὲ τὸ πρόβλημα τῶν πλείστων καὶ μαθημάτων καὶ τῶν καθολικῶν χρόνων διαίρεσις ἀνθεῖλκον ἡμᾶς καὶ μείζω τὴν ἐπιθυμίαν κατεσκεύαζον, ἀνάγκῃ τὴν ἐπιμονὴν ἐποιούμεθα. διαβολῆς δὲ γενομένης περὶ τὰς καθολικὰς τῶν διαιρέσεων ἀγωγάς, αἷς τινες μὲν ἐχρήσαντο πρὸς τὰς τῶν ὁρίων ἀκολουθίας, ἕτεροι δὲ πρὸς τὰς μικρὰς περιόδους, οἱ δὲ πρὸς τὰ δωδεκατημόρια, ἃ συνάγεται ἔτη ιʹ καὶ μῆνες θʹ, ἄλλοι δὲ πρὸς τὰ ὑψώματα, αἱ δὲ τούτων ἐπιδιαιρέσεις τὰς ἐκβάσεις ψευδεῖς ἐσήμαινον—ἔδοξεν καὶ ἡμῖν αἴσχιστον ὑπάρχειν διορίζεσθαι ἀποτέλεσμα ἔτεσι βʹ ἢ ιʹ ἢ ζʹ, ἀλλὰ ζητῆσαι μεριστικοὺς καὶ ἐνιαυσιαίους χρόνους. καὶ δὴ πολὺν μὲν χρόνον ἀνιαρῶς διήγομεν καὶ ἐπιλύπως τὰς μεταβολὰς τῶν τόπων ποιούμενοι τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσι συμμίσγοντες διάπειραν ἐλαμβάνομεν, μέχρις οὗ τὸ δαιμόνιον βουληθὲν διά τινος προνοίας τὴν παράδοσιν ἔν τινι τόπῳ πεποίηται διά τινος φιλομαθοῦς ἀνδρός. ἀρχὴν οὖν λαβόμενοι καὶ πολὺν πόνον εἰσενεγκάμενοι κατελαβόμεθα τοῦ σκοποῦ, ὃν καὶ ἐκτησάμεθα ἐπεισενεγκάμενοι καὶ αὐτοὶ πολλὰς δυνάμεων εὐχρηστίας. ἐκ γὰρ τῆς καθημερινῆς τριβῆς καὶ πολυάνδρου συμβολῆς καὶ τῆς τῶν παθῶν αὐτοψίας ἱερὰν μὲν καὶ ἀθάνατον τὴν θεωρίαν ἐκρίναμεν, ἄφθονον δὲ τὴν μετάδοσιν ποιησόμεθα, ἐπειδὴ δοκεῖ συνεκτικώτατον κεφάλαιον παρὰ τὰ λοιπὰ ὑπάρχειν. τούτου γὰρ ἄνευθεν οὐδὲν οὔτε ἔστιν οὔτε ἔσται· ἀρχὴν γὰρ καὶ τέλος ἔχει προγινωσκόμενον.

`173`

Ὁρκίζω σε, ἀδελφέ μου τιμιώτατε, καὶ τοὺς μυσταγωγουμένους ταύτῃ τῇ συντάξει οὐρανοῦ μὲν ἀστέριον κύτος καὶ κύκλον δυοκαιδεκάζῳδον Ἥλιόν τε καὶ Σελήνην καὶ τοὺς πέντε πλανήτας ἀστέρας, διʼ ὧν ὁ πᾶς βίος ἡνιοχεῖται, αὐτήν τε τὴν πρόνοιαν καὶ τὴν ἱερὰν ἀνάγκην, ἐν ἀποκρύφοις ταῦτα συντηρῆσαι καὶ μὴ μεταδοῦναι τοῖς ἀπαιδεύτοις, εἰ μὴ τοῖς ἀξίοις καὶ δυναμένοις διαφυλάσσειν καὶ ἀμείβεσθαι δικαίως, αὐτῷ τε ἐμοὶ Οὐάλεντι τῷ εἰσηγησαμένῳ ἀείμνηστον καὶ ἀγαθὴν φήμην ἀπονέμειν, καὶ μάλιστα ἐπιγνόντας τὸ ἄφθονον καὶ τὸ τῆς ἀληθείας μέρος ὡς ὑπὸ οὐδενὸς ἀνδρὸς ἐπιλελυμένον αὐτὸς ἐφώτισα, μηδὲ παρέντας τὸ ἐμὸν ὄνομα ἑτέρους ἐπεισφέρειν ταύτῃ τῇ συντάξει μηδὲ λωβῆσαί τι τῶν προγεγραμμένων ἢ μελλόντων λέγεσθαι πρὸς τὸ ἀθετῆσαι τοὺς ἐντυγχάνοντας καί μοι ψόγον ἐπενέγκαι. καὶ ταῦτα μὲν διαφυλάσσουσιν οἱ προειρημένοι θεοὶ πάντες εὐμενεῖς ἔσοιντο καὶ βίος εὐσταθὴς καὶ καταθύμιος λογισμῶν συντέλεια, ἐπιορκοῦσι δὲ τὰ ἐναντία, μήτε γῆ βατὴ μήτε θάλασσα πλωτὴ μήτε τέκνων σπορά, τυφλός τε νοῦς καὶ πεπεδημένος ὑπάρχων ἀσχήμονα βίον καὶ ἀνεπίτευκτον ἀγαθῶν ἐπάγοι. ἐὰν δέ τις καὶ μετὰ θάνατόν ἐστι κακῶν τε καὶ καλῶν ἀμοιβή, κἀκεῖ τῶν ὁμοίων μεταλάβοιεν. ὅθεν εἰ καὶ μετὰ τὴν ἐπίγνωσίν τις τῆς ἐνθάδε διδασκαλίας ἐν ἑτέρῳ συντάγματι αἰνιγματωδῶς εὕροι προκειμένην τὴν αἵρεσιν, οὐκ ἐκείνῳ δεῖ ἐγκώμιον ἀπονέμειν, ἀλλὰ ἡμῖν χάριν ὁμολογεῖν ὡς οὐ μόνον προμηνυταῖς ἀλλὰ καὶ εὑρεταῖς πολλῶν γενομένοις καὶ συγκοσμήσασι τὴν αἵρεσιν· καὶ γὰρ πολλοὶ ἀφθόνως τινὰ παραλαμβάνοντες μετὰ φθόνου συνέταξαν. διὸ προτρέπομαι τοὺς μάλιστα ἐντυγχάνοντας ταύτῃ τῇ συντάξει καὶ εἰς ἀθάνατον χῶρον εἰσερχομένους ἐπί τινας χρόνους καὶ θεῶν χορείας καὶ μυστήρια κατοπτεύσαντας ἰσόθεον δόξαν ἐπαναιρουμένους ἀποτίθεσθαι μὲν τὰς πολλὰς τῶν αἱρέσεων καὶ βίβλων ἀγωγάς, ἐγγυμνασθέντας δὲ τῇ πινακικῇ καὶ φυσικῇ τῶν ἀστέρων καὶ ζῳδίων θεωρίᾳ καὶ τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγματείᾳ ταύταις ταῖς ἀγωγαῖς προσέχειν καὶ ταῖς προσυντεταγμέναις· καὶ πρὸς μὲν μοιρικὴν διάκρισιν μοιρικῶς τοὺς ἀστέρας συνορᾶν, πρὸς δὲ ζῳδιακὴν ὁμοίως, ἵνα καὶ τὸ λεγόμενον μετʼ ἀληθείας λέγηται. πολλάκις γὰρ αὐτὸς ἐγὼ κατελαβόμην κατὰ μὲν τὴν τῶν ἐκβάσεων χρονογραφίαν ἐν ἑτέροις ζῳδίοις ὄντας τοὺς ἀστέρας καὶ κατὰ τὰ φαινόμενα ἐν ἑτέροις, καὶ μάλιστα ὅταν ἐν ἀρχῇ ἢ ἐπὶ τέλει τῶν ζῳδίων ὦσιν, ὁμοίως δὲ καὶ ἐν τοῖς στηριγμοῖς καὶ ἐν ταῖς ἀκρωνυχίαις διαπταίοντας. δεῖ οὖν ἀκριβῶς ἐπιγνόντας, ἐν ποίοις τε εἰσὶ ζῳδίοις ἢ μοίραις, καὶ μάλιστα τὸν ὡροσκόπον τὴν διάκρισιν ποιεῖσθαι.

`174`

Ἀρχὴ δὲ τῆς ὑφηγήσεως ἔστω ἐντεῦθεν. τὰ καταγόμενα ἔτη τῆς γενέσεως σκοπήσαντες ἐκκρούομεν ὁσάκις δυνάμεθα δωδεκάδας, τὸν δὲ περιλειπόμενον ἀριθμὸν ἐπὶ τὸν δυνάμενον παραλαβεῖν ἀποδόντες ἐπιγνωσόμεθα, τίνι παραδίδωσι τὸ ἔτος. τὸ δὲ λεχθὲν σύντομον μὲν ἔχει τὴν κατάληψιν, τὴν δὲ διάκρισιν ποικίλην. πάντες οὖν οἱ ἀστέρες καὶ ὁ ὡροσκόπος καὶ Ἥλιος καὶ Σελήνη παραδώσουσιν ἀλλήλοις καὶ ἀντιπαραλήψονται. ἔστω δὲ ἐπὶ ὑποδείγματος, ἵνα σοφωτέραν τὴν εἴσοδον ποιησώμεθα, Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ· ζητοῦμεν ἔτος λεʹ. ἀφεῖλον δωδεκάδας δύο, ἅ ἐστιν κδʹ· λοιπὰ ιαʹ· λογιζόμεθα οὖν τὰ ιαʹ ἀπὸ ποίου ἀστέρος ἐπὶ ποῖον φθάνει· εὕρομεν οὖν ἀπὸ τοῦ ὡροσκόπου καὶ Ἄρεος ἐπὶ Κρόνον ἐν Καρκίνῳ καὶ πάλιν ἀπὸ Σελήνης ἐπὶ Ἄρεα τὰ ιαʹ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην. αὗται πᾶσαι αἱ παραδόσεις ἐνεργοῦσιν ἐν τῷ λεʹ ἔτει· καὶ καθʼ ἣν ἕκαστος τῶν ἀστέρων ἀποτελέσματος δύναμιν ἔχει, ἀποτελέσει ἤτοι ἀγαθὴν ἢ φαύλην ἐν ταῖς παραδόσεσιν, ἃς ἐν τῷ προϊόντι λόγῳ σημανοῦμεν.

`175`

Συγκρίνειν οὖν δεῖ καὶ ὁπόταν πολλαὶ παραδόσεις γένωνται, πότερον αἱ τῶν ἀγαθοποιῶν ἢ τῶν κακοποιῶν πλεονάζουσι, κἀκείνοις τὸ βραβεῖον ἀπονέμειν· ἐὰν δὲ ἐξ ἴσου, ἀνώμαλον καὶ ποικίλον τὸ ἔτος κριθήσεται. καθολικῶς μὲν οὖν ἐπὶ πάσης γενέσεως δεήσει ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου διεκβάλλειν τοὺς ἐνιαυτούς, καὶ ἐὰν εἰς κενοὺς τόπους ἐκπέσωσι, τοῖς κυρίοις τῶν ζῳδίων ἔσονται παραδεδωκότες. αὗται αἱ τρεῖς ψῆφοι πολλὴν δύναμιν ἔχουσι, πότερον εἰς ἀγαθοποιοὺς ἡ παράδοσις γέγονεν ἢ εἰς κακοποιοὺς ἢ καὶ εἰς ἐπικέντρους ἢ χρηματιστικοὺς τόπους ἢ ἐκκέντρους. εἶθʼ οὕτως σκοπεῖν καὶ τὴν τῶν ἄλλων ἀστέρων παράδοσιν· ἐὰν γὰρ κακοποιοὶ τὸ ἔτος διακρατῶσιν, αἱ δὲ τρεῖς ἀφέσεις ἀγαθοποιΐας δύναμιν ἔχωσιν, ἔστι μὲν τὸ ἔτος πρακτικὸν καὶ ἐπίσημον, μετὰ δέ τινος ἀμφιλογίας καὶ φόβων καὶ σκυλμῶν. ἐὰν δὲ μηδεὶς τῶν ἀστέρων ἀστέρι παραδώσῃ, ἀλλʼ εἰς κενοὺς τόπους ἡ διαίρεσις φέρηται, δεῖ καὶ τοῖς κενοῖς τόποις προσέχειν· καὶ μάλιστα ἐὰν κατʼ ἐπέμβασιν ἐπῶσί τινες, παραλήψονται· καὶ ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν καὶ ἀπὸ τοῦ δαίμονος καὶ ἔρωτος καὶ ἀνάγκης· ἐκ τούτων γὰρ καὶ τὰ καιρικὰ πάθη καὶ αἱ εὐεργεσίαι καὶ οἱ κίνδυνοι παραλαμβάνονται. φυσικώτερον δὲ καὶ ἀπὸ τῶν κέντρων δεῖ ἐκβάλλειν· καθάπερ γὰρ καὶ ἐπὶ τῶν καθολικῶν καὶ κοσμικῶν, εὑρίσκεται τὸ ὅμοιον καὶ ἐπὶ τῶν ἀνθρώπων. ἐκ γὰρ τῆς τοῦ κυνὸς ἐπιτολῆς τὸ ἔτος καὶ τὰ δʹ κέντρα ἀνακυκλεῖται διὰ τῆς τετραετηρίδος, πλὴν ἐν διαφόροις οἱ ἐνιαυτοὶ γίνονται παρὰ τὰς τῶν ἀστέρων σχηματογραφίας καὶ φάσεις καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις. ὁμοίως δὲ καὶ ὁ Ἥλιος τετραγωνίσας ποιεῖ κινήσεις μεγίστην ἐλαχίστην δύο μέσας καὶ τὸν κύκλον διὰ δʹ τροπῶν διευθύνει· ἔστι δὲ καὶ Σελήνης σχήματα φυσικὰ δʹ, σύνοδος διχότομος πανσέληνος διχότομος βʹ· καὶ αὐτὸ δὲ τὸ κοσμικὸν καὶ ἐπίγειον κατάστημα ἐκ δʹ στοιχείων καὶ ἐκ δʹ ἀνέμων συνέστηκεν. εἰ οὖν ταῦτα οὕτως ἔχει, ἀναγκαῖον καὶ ἐπὶ τῶν γενέσεων τὰ δʹ κέντρα χρηματίζειν καὶ ἀπολύειν ἀπʼ αὐτῶν τοὺς ἐνιαυτοὺς καὶ συγκρίνειν τούς τε κατὰ γένεσιν ἀστέρας καὶ τὰ ἰδιώματα τῶν κέντρων καὶ τῶν ζῳδίων. δεῖ δὲ καὶ τὴν κοσμικὴν σύνοδον προγινώσκειν καὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν καὶ τὴν ὥραν, εἰ τροπικῶς ὡροσκοπεῖ, καὶ τὸν τῆς τοῦ κυνὸς ἀνατολῆς κύριον· οὕτως γὰρ καθολικὸς ὁ τοῦ ἔτους οἰκοδεσπότης κριθήσεται, κυκλικοὶ δὲ οἱ τῶν τόπων κύριοι. ὁμοίως δὲ καὶ ἐπὶ ἑκάστης γενέσεως καὶ ἀντιγενέσεως καθολικὸς μὲν ὁ τοῦ ἔτους κύριος, κυκλικὸς δὲ ὁ τῶν συνόδων ἢ πανσελήνων. δεῖ οὖν συγκρίνειν, εἰ ὁ καθολικὸς καὶ κοσμικὸς τῷ τῆς γενέσεως καθολικῷ προσοικείωται ἢ ὁ αὐτός ἐστιν, ὁμοίως δὲ καὶ εἰ οἱ κοσμικοὶ κυκλικοὶ τῆς γενέσεως σύμφωνοι ἢ οἱ αὐτοί. πρὸς ἐπὶ τούτοις δὲ καὶ τὰς ἐκλείψεις παρατηρητέον, ἐν ποίοις τόποις τῆς γενέσεως γεγόνασιν, ἤτοι χρηματιστικοῖς ἢ ἀχρηματίστοις, ἔτι δὲ καὶ τὰς ἀνατολὰς καὶ τὰς φάσεις τῶν ἀστέρων· ἐκ γὰρ τούτων καὶ ἐπίσημοι γενέσεις καὶ ἡγεμονικαὶ καὶ βασιλικαὶ τὴν διάκρισιν καὶ τὴν μεταβολὴν τῆς πράξεως ἢ καὶ τῆς δόξης ἕξουσι, μεγάλα τε καὶ θαυμαστὰ ἀποτελέσματα συμβαίνειν εἴωθεν, τινὰ μὲν εἰς ἀνυπέρβλητον τύχην ὑψούμενα, τινὰ δὲ εἰς ταπεινὴν καὶ εὐκαθαίρετον τύχην χωροῦντα.

`176`

Ὅθεν μή τις ἡμᾶς δόξῃ πολυλογεῖν ἢ διαπλέκειν τὴν αἵρεσιν, ἀλλὰ διʼ ἀσφάλειαν ταῦτα αὐτὰ ποιεῖν, ἵνα ἄπταιστος ἡ διαίρεσις γένηται εἴς τε τὰς λαμπρὰς καὶ τὰς μετρίας γενέσεις. ἄλλως τε ἐπὰν ζητῶμεν περὶ ζωῆς ἢ σωματικῶν πράξεων ἢ ψυχικῶν, ἀπὸ τοῦ ὡροσκόπου διεκβαλοῦμεν· ἐπὰν δὲ περὶ δόξης καὶ προεδρίας καὶ φαντασίας καὶ πατρὸς καὶ μειζόνων προσώπων καὶ ὅσα ποτὲ ἡ φύσις τοῦ Ἡλίου εἴωθεν ἀποτελεῖν, ἀπʼ αὐτοῦ τὴν ἄφεσιν τῶν ἐτῶν ποιησόμεθα· ὅταν δὲ περὶ σωματικῶν κινδύνων καὶ παθῶν καὶ αἱμαγμῶν ἢ μητρός, ἀπὸ Σελήνης· ἐπὰν δὲ περὶ πράξεως καὶ βίου καὶ τέχνης, ἀπὸ τοῦ μεσουρανήματος· ὅταν δὲ περὶ εὐτυχίας καὶ περιποιήσεως τοῦ βίου, ἀπὸ τοῦ κλήρου τῆς τύχης· ὅταν δὲ περὶ θανατικῶν ἢ μεταβολῆς ἢ σκυλμῶν, ἀπὸ τοῦ δυτικοῦ· ὅταν δὲ περὶ θεμελίων ἢ κτημάτων ἢ ἀποκρύφων ἢ περὶ νεκρικῶν, ἀπὸ τοῦ ὑπογείου· ὅταν δὲ περὶ γυναικὸς ἢ ἐπιπλοκῆς ἢ συνηθείας ἢ εἰδῶν γυναικείων, ἀπὸ τῆς Ἀφροδίτης· ὅταν δὲ περὶ στρατείας ἢ δημοσίων πραγμάτων, ἀπὸ Ἄρεως· ὅταν δὲ περὶ ἀνασκευῆς πραγμάτων ἢ κτήσεως ἢ παθῶν ἀποκρύφων ἢ κληρονομίας πατρικῶν, ἀπὸ Κρόνου· περὶ δὲ δόξης καὶ φιλίας καὶ συστάσεως καὶ κτήσεως ἀπὸ τοῦ Διός· ὅταν δὲ περὶ κοινωνίας ἢ δουλικῶν ἢ σωματικῶν ἢ δόσεως ἢ λήψεως ἢ γραπτῶν, ἀπὸ Ἑρμοῦ. καὶ ταῦτα μὲν ὡς πρὸς μονοειδεῖς παραδόσεις ἢ παραλήψεις· ἐπὰν δὲ δύο ἢ τρεῖς ἢ πλείους παραδιδόντες ἢ παραλαμβάνοντες τύχωσιν, ἑκάστου ἀστέρος τὴν δύναμιν δεῖ συνεπικρίνειν πρὸς τοὺς παρόντας. κατὰ γὰρ τὴν ἐξ ἀρχῆς ἑκάστης γενέσεως ὑπόστασιν οἵ τε ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ ἀποτελεστικοὶ γενήσονται, καὶ ὅπερ εἶχεν σχῆμα καθολικὸν ἕκαστος πρὸς τὸν ἐπιμαρτυροῦντα ἢ συσχηματιζόμενον, τὸ ὅμοιον ἀποτελέσει παραλαβὼν παρʼ ἐκείνου τοὺς χρόνους ἢ καὶ αὐτὸς παραδεδωκώς.

`177`

Ἵνα δὲ ἀκριβὴς καὶ ἐνεργεστέρα ἡ παράδοσις ἡμῶν ὀφθῇ, παραγγελίας τινὰς καὶ νόμους ἐκθησόμεθα, οὓς φυλάσσοντες εὐκατάληπτον τὴν αἵρεσιν ἕξομεν. πρότερον μὲν οὖν χρὴ σκοπεῖν, εἰ ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους ἡ παράδοσις γένηται ἢ ἀπὸ τοῦ ἀγαθοῦ δαίμονος εἰς τὸν κλῆρον ἢ χρηματιστικὸν τόπον, ἵνα καὶ τὸ σημαινόμενον πρακτικὸν ἢ ἔνδοξον ᾖ, εἴτʼ οὖν καὶ ἀπὸ τῶν ἀποκλιμάτων εἰς τὰ κέντρα ἢ καὶ ἀπὸ κακοῦ δαίμονος ἐπʼ ἀγαθὸν δαίμονα. χρηματιστικὰ μὲν οὖν καὶ ἐνεργητικὰ ζῴδιά ἐστιν ὡροσκόπος μεσουράνημα ἀγαθὸς δαίμων ἀγαθὴ τύχη κλῆρος τύχης δαίμων ἔρως ἀνάγκη, μέσα δὲ θεὸς θεὰ καὶ τὰ λοιπὰ δύο κέντρα, μέτρια δὲ καὶ κακωτικὰ τὰ λοιπά. παρὰ δὲ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἢ κακοποιοὺς ἡ τῶν τόπων δύναμις ἐξασθενεῖ ἢ καὶ ἐνεργεστέρα καθίσταται· ἡ μέντοι κακὴ τύχη τοῦ κακοῦ δαίμονος δοκεῖ βελτίων εἶναι, καθʼ ὃ τριγωνικὸν σχῆμα πρὸς τὸ μεσουράνημα κέκτηται. ἐὰν δέ πως ἐπὶ γενέσεως μία παράδοσις εὑρεθῇ πάντων τῶν ἀστέρων ἐν ἑνὶ ζῳδίῳ τετευχότων, παραδώσουσι μὲν αὐτοὶ ζῳδιακῶς· ὃ ἐὰν δὲ ἡ σύγκρασις καθολικῶς δηλοῖ ἐπὶ τῆς γενέσεως, ἐκεῖνο καὶ μεθέξει δὴ παντός· ἐὰν δὲ ἐν ἑνὶ ζῳδίῳ εὑρεθῶσιν γʹ ἢ δʹ ἀστέρες, ἐν ἑτέρῳ δὲ εἷς ἢ δύο, ὁ πρῶτος καθυπερτερῶν μοιρικῶς πρότερον καὶ μεριεῖ τοὺς χρόνους· τουτέστι προτέρως ὁ πλείστας ἔχων μοίρας παραλαμβάνει καὶ τότε οἱ ἐφεξῆς· τὸ δʼ ὅμοιον καὶ οἱ παραλαμβάνοντες. ποικίλης δὲ τῆς διαιρέσεως οὔσης ἐάν τις προσέχῃ οὐ διαμαρτήσει. ἐπεὶ γὰρ δὴ δωδεκαετίας αἱ αὐταὶ παραδόσεις σημαίνονται, οὐ τὴν αὐτὴν ἐνέργειαν τῶν ἀποτελεσμάτων ἐφέξουσιν ἀλλὰ διάφορον. ὅταν ἐπί τινος κύκλου παράδοσιν ἤτοι ἀφʼ ἑνὸς ἢ πλειόνων εὕρωμεν, σκοποῦμεν κατʼ ἐκεῖνο τὸ ἔτος τὴν ἀντιγένεσιν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων εἰ ὅμοιον σχῆμα ἔχωσιν, ὁποῖον καὶ ἐπὶ γενέσεως, ἢ πρὸς τοὺς παραδιδόντας ἢ παραλαμβάνοντας, καὶ εἰ τὰς αὐτὰς φάσεις πρὸς τὸν Ἥλιον ποιοῦνται. ἐὰν γὰρ οὕτως εὕρωμεν, λέγομεν καὶ τὸ ἀποτέλεσμα βέβαιον. εἰ δὲ ἀλλότριον καὶ ἀνόμοιον, οὐκέτι ὁλοτελές· ἃ μὲν γὰρ καθολικῶς γίνεται ἃ δὲ μοιρικῶς. οἷον ἐὰν Κρόνου καὶ Διός τις καθολικοὺς χρόνους κατάγῃ καλῶς κειμένων, συμπέσῃ δὲ ἐν τούτῳ τῷ κύκλῳ τὸν αὐτὸν κατάγειν τοὺς χρόνους, κληρονομήσει ἢ ἀπὸ νεκρικῶν εὐεργετηθήσεται. ἐὰν δὲ τὸ δεύτερον ἢ τρίτον κύκλον  <span class="gap">…</span> Κρόνου καὶ Διὸς ἐπικρατούντων τὸ ἔτος, οὐ κεῖνται δὲ καθολικῶς, κληρονόμος μὲν οὐκ ἔσται, κατάλειψις δὲ καὶ διὰ νεκρικῆς ὠφελείας ἢ τοιαῦται προσδοκίαι ἢ καὶ ἀγορασμοὶ κτημάτων θεμελίων καὶ ἑτέρας ἐπικτήσεως. ὁμοίως δὲ καὶ τὰ ἄλλα ἐν τοῖς καθολικοῖς χρόνοις κατὰ τὸν τῆς δωδεκαετίας κύκλον βέβαια τὰ ἀποτελέσματα γενήσονται, ἐξ ὑστέρου δὲ ἢ πρότερον οὐδαμῶς, πλὴν εἰ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων οἱ ἀστέρες ἐνδείξονται.

`178`

Οἷον ἔστω τινὰ τῷ πρώτῳ κύκλῳ γεγαμηκέναι τῆς γενέσεως καταγούσης ἔτος λδʹ· δεῖ γὰρ κατὰ τὰς ἡλικίας καὶ τὰ ἀποτελέσματα συγκρίνειν· τῷ ἑτέρῳ κύκλῳ περὶ συνηθείας ἢ καὶ ἑτέρου γάμου ἢ ὅσα ποτὲ γυναιξὶν ἀνῆκε τὴν φροντίδα ποιήσει. ἕτερος δὲ ἐστρατεύσατο· πάλιν τῆς αὐτῆς παραδόσεως γενομένης περὶ προκοπῆς ἢ μεταβολῆς ἢ στρατιωτικῆς πράξεως ἐνεργήσει. ἐὰν οὖν καὶ ἡ καθολικὴ ὑπόστασις προκοπτικὴ τυγχάνῃ, κατʼ ἐκείνους τοὺς καιροὺς προκόψει μάλιστα, ἐὰν ἀγαθοποιοὶ διακρατῶσι· μεγάλης δὲ τῆς γενέσεως οὔσης καὶ ἡγεμονεύσει ἢ ἐπιτροπεύσει ἢ ἐξουσιαστικῆς τάξεως μεθέξει. κατὰ δὲ τὴν ἀκολουθίαν τῆς γενέσεως συναρμόζεσθαι δεῖ τὰ ἀποτελέσματα. ἕτερός τις ἐτέκνωσε κατά τινας χρόνους· τῆς αὐτῆς παραδόσεως γενομένης καὶ τῆς ἀκμῆς ἢ τῆς ἡλικίας ἐπιτρεπούσης πάλιν τέκνωσιν ἢ σωμάτων ἀγορασμὸν ποιήσεται ἢ ἀναθρέψει τινὰς ἐν τέκνων μοίραις ἢ καὶ ἀλλοτρίων τέκνων φροντίδα ποιήσεται. ἄλλος δέ τις ἐν ἀρχῇ καὶ προστασίᾳ ὄχλων ἐγένετο· τῆς αὐτῆς χρονογραφίας γενομένης καὶ τῆς γενέσεως καλὴν ὑπόστασιν ἐχούσης μεγάλας τὰς ἀρχὰς καὶ ἐπισήμους ἀναδέξεται, μετρίας δʼ οὔσης μετὰ τῶν τοιούτων ἀναστρέψει ἢ φαντασίαν ἕξει ἀρχῆς ἢ προεδρίας. ὁμοίως τις ἐν καταδίκῃ ἢ συνοχῇ ἐγένετο· τῆς αὐτῆς παραδόσεως γενομένης ἀγαθοποιῶν μὲν ἐπιμαρτυρησάντων τῆς συνοχῆς ἢ αἰτίας ἀπαλλαγήσεται, κακοποιῶν δὲ διά τινα κακουργοτέραν ἐγχείρησιν ἢ κατηγορίαν ἐπίφθονον τῇ αἰτίᾳ ἐπιμενεῖ ἢ καὶ χειρόνως διάξει. καὶ τὰ λοιπὰ δέ, ὅσα ποτὲ ἐν βίῳ συντελούμενα τυγχάνει, γενήσεται κατὰ τὰς παραδόσεις, ἐνδιάφορα δὲ διὰ τὰς καθολικὰς χρονογραφίας καὶ τὰς ἀντιγενέσεις καὶ τὰς ἐπεμβάσεις καὶ φάσεις τῶν ἀστέρων τάς τε πρὸς ἑκάτερον ἀνομοίους σχηματογραφίας. ἐπὰν γὰρ ἐπεμβῶσιν οἱ κατὰ καιρὸν ἀστέρες ἐπὶ τοὺς παραδιδόντας κατὰ γένεσιν ἢ παραλαμβάνοντας ἢ εἰς τὰ κέντρα, ἐκ τῆς ἰδίας φύσεως συνεπιμερίζουσι καὶ αὐτοὶ ἤτοι ἀγαθὸν ἢ φαῦλον ἢ καὶ ἐνεργέστερον τὸ ἀποτέλεσμα ἢ κωλυτικὸν ποιήσουσι. τὸ δὲ βέβαιον κρινοῦμεν, ὅταν σύμφωνον σχῆμα ὁ κατʼ ἐπέμβασιν πρὸς τὸν παραδιδόντα ἔχῃ ἢ οἱ αὐτοὶ οἱ παραδιδόντες τοῖς παραλαμβάνουσιν  <span class="gap">…</span> ὅμοιον σχῆμα οἷον καὶ ἐπὶ γενέσεως. εἰ δὲ τὰ χρονικὰ ἄλλο τι σημαίνοιεν, ὁ δὲ ἐνιαυτὸς καὶ ἡ ἐπέμβασις ἄλλο, μεσότης τῶν τελουμένων ἔσται. καθολικῶς δὲ πᾶς ἀστὴρ ἐν τῇ παραδόσει ἢ τῇ παραλήψει δύνων ἄπρακτος καὶ κωλυτικὸς καθίσταται· καὶ ἐὰν ἀγαθοποιὸς εὑρεθῇ, φαντασίας μόνον παρέχει· ἐὰν δέ πως καὶ αἱ τρεῖς ἀφέσεις Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἀνόμοια σημαίνοιεν, ποικίλον ἔσται τὸ ἔτος. πολλάκις μὲν οὖν ἐπὶ τῆς αὐτῆς αἱρέσεως παραδόσεως μὴ οὔσης οἱ καθολικοὶ χρόνοι μεγάλα καὶ ἐπίσημα ἀποτελέσματα ἐμήνυσαν· ὅθεν τὴν ἀρχὴν ἐκεῖθεν λαβόντας τότε ἐπὶ τοὺς ἐνιαυσιαίους χρόνους δεῖ χωρεῖν.

`179`

Ἐπεὶ δέ τινες τῶν συνταγματογράφων ᾐνίξαντο τὴν προκειμένην αἵρεσιν, οἱ δὲ μέλλοντες ἐντυγχάνειν τῇδέ μου τῇ συντάξει μνησθήσονται κατʼ ἀρχὰς ὡς μηδεμιᾶς τινος ἐπεξειργασμένης ἀγωγῆς, ἀναγκαῖον καὶ τὰς κλεῖδας ἐπιδεῖξαι, διʼ ὧν ἡ παράδοσις κατὰ τὸ εἶδος τοῦ ἀποτελέσματος ἐνεργεστέρα γενομένη θαυμαστὸν ὅσον ἀποτελεῖ· ἐὰν οὖν τις νηπτικῶς προσέχῃ τοῖς μέλλουσι λέγεσθαι τόποις ἐν ταῖς παραδόσεσι διὰ τῆς συγκρατικῆς θεωρίας τῆς τε τοῦ ἀστέρος καὶ τοῦ ζῳδίου ἐνεργείας, ἄπταιστος διαμενεῖ.

ιβʹ. Περὶ τῶν ὀνομασιῶν τῶν ιβʹ τόπων καὶ περὶ τῆς δωδεκατρόπου.

Ἀρχὴ δὲ ἔστω ἀπὸ τοῦ ὡροσκόπου, ὅς ἐστι ζωὴ οἴαξ σῶμα πνεῦμα· βʹ βίος, Ἅιδου πύλη, κατάσκιον δόσις λῆψις κοινωνία, γυναικὸς ἐπιπλοκή, συναλλαγὴ πρᾶξις, ἐκ νεκρικῶν ὠφέλεια, διαθήκης τόπος. γʹ ἀδελφοὶ ξενιτεία βασιλεία ἐξουσία φίλοι συγγενεῖς ἐπικαρδία δοῦλοι. δʹ δόξα τέκνα, γυνὴ ἰδία καὶ πρεσβύτερα πρόσωπα, πρᾶξις πόλις οἰκία κτήματα μοναὶ μετατροπαὶ μεταβολαὶ τόπων κίνδυνοι θάνατος συνοχὴ μυστικὰ πράγματα. εʹ τέκνων τόπος φιλίας κοινωνίας σωμάτων ἀπελευθέρων ἐκποιήσεως ἀγαθοῦ τινος ἢ εὐεργεσίας. ϛʹ δούλων σίνους ἔχθρας πάθους ἀσθενείας  <span class="gap">…</span> . ηʹ θανάτου νεκρῶν ὠφελείας, ἀργὸς τόπος, δίκης ἀσθενείας. θʹ φιλίας ἀποδημίας ξένων ὠφελείας θεοῦ βασιλέως δυνάστου ἀστρονομίας χρηματισμῶν, θεῶν ἐπιφανείας, μαντείας, μυστικῶν ἢ ἀποκρύφων πραγμάτων κοινωνίας. ιʹ πράξεως δόξης προκοπῆς τέκνων γυναικὸς μεταβολῆς καινισμοῦ πραγμάτων. ιαʹ φίλων ἐλπίδων δωρεᾶς τέκνων σωμάτων ἀπελευθέρων. ιβʹ ξένης ἔχθρας δούλων σίνους κινδύνων κριτηρίων πάθους θανάτου ἀσθενείας.

`180–181`

Ἕκαστος μὲν οὖν τόπος καθὸ σημαίνει ἰδίως ἀποτελέσει, συνεργήσει δὲ καὶ ἡ τοῦ διαμετροῦντος τόπου φύσις. ἐπὰν οὖν παράδοσις ἐνιαυτοῦ εὑρεθῇ, σκοποῦμεν ἐπὶ ποίου τόπου ὁ παραδιδοὺς τυγχάνει καὶ ἐπὶ ποίου ὁ παραλαμβάνων κατὰ τὴν προκειμένην δωδεκάτροπον, καὶ κατὰ τὴν οἰκειότητα τοῦ ζῳδίου καὶ τοῦ τόπου τὸ ἀποτέλεσμα ἀποφαινόμεθα, τῆς παραδόσεως τῶν ἀστέρων ἰδίαν ἀποτελεσμάτων δύναμιν ἐχούσης, ἣν ἐν τῷ τέλει τῶν διαιρέσεων τάξομεν. οἷον ἐὰν Κρόνος ἢ Ἄρης ἐπὶ τοῦ ὡροσκόπου ὄντες παράδοσιν ἢ παράληψιν ποιήσωνται, ἐροῦμεν κατʼ ἐκεῖνο τὸ ἔτος σωματικὴν ὄχλησιν ἢ κίνδυνον ἢ αἱμαγμόν· ἐὰν δὲ ἐν τῷ ζʹ ἀπὸ ὡροσκόπου, παρατροπὴν διὰ γυναῖκα ἢ κίνδυνον γυναικὸς ἢ διὰ γάμον ἐπιταράχους αἰτίας· ἐὰν δὲ ἐν τῷ θʹ ἀπὸ ὡροσκόπου, ξενιτείαν ἐπισφαλῆ καὶ ἐπὶ ξένης σκυλμὸν ἢ ἀπὸ ξένων προδοσίας· ἐὰν δὲ ἐν τῷ ιβʹ, διὰ δούλους λύπην ἢ ἐχθρῶν ἐπαναστάσεις· ἢ ὅσα ἕκαστος τόπος ἀποτελεῖ, περὶ ἐκεῖνα ὁ ἀστὴρ ἐνεργήσει. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπῶσι τοῖς τόποις, ἀγαθόν τι σημαίνουσιν, οἷον δόξας ὠφελείας ἀγορασμοὺς καταθυμίους ξενιτείας· κατὰ δὲ τοὺς παραλαμβάνοντας καὶ ἐπιμαρτυροῦντας τοῖς τόποις καὶ αἱ διακρίσεις ἔσονται, πλὴν ἔκ τε τοῦ παραδιδόντος καὶ τοῦ παραλαμβάνοντος καὶ τῶν τόπων τὸ εἶδος τοῦ ἀποτελέσματος καὶ ἡ ἔκβασις τῶν πραγμάτων κριθήσεται. προβλέπειν δὲ δεῖ καὶ τὸν κύριον τοῦ παραδιδόντος ἢ παραλαμβάνοντος, ἐν ὁποίῳ ζῳδίῳ τέτευχε· καὶ οὗτος γὰρ ἐνεργήσει καὶ πρὸς τὸ εἶδος καὶ τὸ ἀποτέλεσμα ἔσται. τὸ δὲ δεύτερον ζῴδιον τὸ ἀπὸ ὡροσκόπου καὶ τὸ ηʹ ἀργὸν καὶ θανατικὸν κριθήσεται· ἐν τούτοις παράδοσις ἢ παράληψις ὅταν γένηται, ἐκ θανατικῶν προφάσεων ὠφελοῦνται, καὶ μάλιστα ὅταν ἀγαθοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσι, μείζονες ὠφέλειαι γενήσονται· εἰ δὲ καὶ κακοποιοί, κρίσεις ἀμφιλογίαι ἔσονται ἕνεκα τῆς καταλείψεως καὶ ἐπικίνδυνον τὸ ἔτος καὶ ἐπίλωβον ἢ ἄπρακτον. ἔσθʼ ὅτε μὲν οὖν τῶν κακοποιῶν μόνων ἐπόντων ἢ σὺν Ἡλίῳ ἢ Σελήνῃ ἢ Ἑρμῇ, καὶ φονικὰ ἐγκλήματα ἀναλαμβάνουσι καὶ καθʼ ἑαυτῶν κινδυνῶδές τι μηχανῶνται. ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ἐπῇ ἢ μαρτυρῇ, ἕνεκα φαρμακείας ἐπιταράσσονται ἢ ὡς ἐπίβουλοι διαβάλλονται. πλὴν θανάτου καὶ καταλείψεως δηλωτικοὶ οἱ τόποι τοῦ Κρόνου, κατὰ τὴν πρὸς Δία παράδοσιν κληρονομίας καὶ ὠφελείας ἐκ νεκρῶν ἀποτελοῦντες· ἐὰν οὖν καὶ αὕτη ἡ παράδοσις συνδράμῃ τῇ πρώτῃ χρονογραφίᾳ, ἀπαραβάτως κληρονομίαι καὶ μεγάλαι ὠφέλειαι ἔσονται κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν. ἐὰν δὲ τῆς διαιρέσεως οὔσης ἐν ταῖς Ἅιδου πύλαις τύχῃ ἡ αὐτὴ παράδοσις ἀπὸ Κρόνου καὶ εἰς Διὸς οἶκον, κληρονομία ἔσται. ἐὰν δὲ κατὰ μόνας ἡ παράδοσις ἔλθῃ, καὶ ὠφέλεια ἀπὸ νεκρικῶν· ὁμοίως δὲ κἂν ἐν τῷ αὐτῷ ζῳδίῳ ὄντες Κρόνος καὶ Ζεὺς παράδοσιν ἢ παράληψιν ποιήσωνται. ἀπὸ ἀγαθοῦ δαίμονος ἢ ἀγαθῆς τύχης ἢ κλήρου ἐὰν γένηται παράδοσις ἀγαθοποιῶν ἐπόντων, ἔσονται κληρονομίαι ἢ δωρεὰ ἢ ἀγαθοῦ τινος πρόφασις. ἐὰν δέ πως οἱ θανατικοὶ τόποι τοῖς ἀποκλίμασι τὴν παράδοσιν ποιήσωνται ἢ καὶ τὰ ἀποκλίματα τοῖς θανατικοῖς, ἐπὶ ξένης ἢ ἀπὸ ξένης θάνατόν τινος ἀκούσονται· τὰ γὰρ δʹ ἀποκλίματα ξένων καὶ δούλων τόπον σημαίνουσιν. ὁμοίως δὲ καὶ οἱ Δίδυμοι καὶ ὁ Τοξότης καθολικῶς ἐπὶ πάσης γενέσεως τὸν περὶ δούλων τόπον σημαίνουσι διὰ τὸ κοσμικόν· ὡροσκοποῦντος γὰρ Καρκίνου ὁ περὶ δούλων ἐν τούτοις καταλήγει. ἐὰν οὖν ἐν ἑτέρῳ τις ζῳδίῳ τὸν περὶ δούλων τόπον ἔχῃ, ἐν δὲ τούτοις εὑρεθῶσι κακοποιοί, ἀπὸ δούλων ταραχὰς καὶ ἀδικίας ὑπομενοῦσιν, ἔτι δὲ καὶ ζημίας καὶ θανάτους καὶ δρασμούς, καὶ μάλιστα τοῦ Κρόνου γενομένου κατὰ τούσδε τοὺς τόπους· ἐὰν δὲ ἀγαθοποιοὶ ἐπῶσιν, εὐνοηθήσονται καὶ ἐκ τῶν τοιούτων ὠφελείας παραδέξονται καὶ αὐτοὶ δὲ εὐεργέται εἰς αὐτοὺς γενήσονται ἢ καί τινας ἀναθρέψουσιν ἐν τέκνων μοίραις. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποκλιμάτων νοείσθω.

ιγʹ. Περὶ τῆς ἀπὸ ὑψώματος εἰς ὕψωμα παραδόσεως.

`182`

Ἀπὸ δὲ ὑψώματος εἰς ὕψωμα παράδοσις γινομένη ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων δοξαστικὴ καὶ ἐπωφελής, καὶ μάλιστα ἐὰν ἰδίῳ τόπῳ ὦσιν οἱ κύριοι. ὁμοίως δὲ καὶ ἀπὸ ἰδίων οἴκων εἰς ὑψώματα παραδιδόντες ἢ καὶ ἀπὸ ὑψωμάτων εἰς οἴκους τῶν κυρίων ἐπόντων ἐνεργέστερα τὰ ἀποτελέσματα καὶ ἐπίδοξα δηλοῦσιν· ἀπὸ δὲ ταπεινωμάτων εἰς ταπεινώματα παραδιδόντες μέτριοι καὶ ἀνώμαλοι γίνονται. Κρόνος δὲ ἢ Ἄρης οἰκείως σχηματισθέντες καὶ ἀπὸ ἰδίων οἴκων ἢ ὑψωμάτων ἢ καὶ χρηματιστικῶν τόπων παραδιδόντες καὶ παραλαμβάνοντες μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελοῦσιν. ὁ μὲν οὖν τοῦ Κρόνου κληρονομίας, ἐγγείων κτημάτων, θεμελίων ἐπικαρπίας διοικήσεως παρεκτικὸς καὶ μυστικῆς ἐγχειρήσεως καὶ παλαιῶν πραγμάτων κατορθωτικός, ὁ δὲ τοῦ Ἄρεος ἡγεμονικός. τηρούντων δὲ τῶν ἀγαθοποιῶν καὶ Ἡλίου καὶ Σελήνης οἰκείως ἐσχηματισμένων πρὸς αὐτοὺς μεγάλας τὰς προφανείας καὶ ὠφελίμους ἀποτελοῦσιν. ἀπόντων δὲ τῶν ἀγαθῶν καὶ τῶν φώτων ἐναντιουμένων καὶ ἀνοικείως ἐσχηματισμένων, Ἑρμοῦ δὲ παρεμπλεκομένου κατηγορίας καὶ ἐναντιώματα καὶ μεγάλους κινδύνους καὶ ἐπιβουλὰς καὶ θορύβους καὶ καθαιρέσεις ἐπάγουσιν. ἐὰν δέ πως ἐπʼ ἀλλοτρίων ὑψωμάτων ἢ ἰδίων ἀνοικείως παράδοσιν ἢ παράληψιν ποιήσωνται, ἀπὸ ὕψους ἢ τετραπόδων καταρριπτοῦσι τραύμασί τε καὶ αἱμαγμοῖς ἢ ἐπικινδύνοις νόσοις περιτρέπουσιν ἐμπρησμοῖς τε ἢ ναυαγίοις περιτρέπουσι· τῆς δὲ γενέσεως βοηθουμένης καὶ ὑπόστασιν χρόνων ἐχούσης τῷ βίῳ καθαιροῦσιν ἢ τῇ δόξῃ. παρατηρητέον οὖν, εἰ οἱ τῆς αἱρέσεως ἡμερινῆς ἢ νυκτερινῆς ὄντες τοῖς λοιποῖς σχηματίζονται· ἐνεργέστεροι γὰρ πρὸς τὸ ἀγαθὸν καὶ αὐτοὶ ὑπάρχουσι τῶν λοιπῶν ἀστέρων καὶ κατὰ τὰς οἰκείας παραδόσεις ἢ ἐπεμβάσεις μεγάλων ἀγαθῶν αἴτιοι καθίστανται· εἰ δὲ ἄλλως, κωλυτικοὶ καὶ ἐγκοπτικοὶ δόξης καὶ ὠφελείας. κατὰ τοῦτο δὲ κακοποιοὶ ὠνομάσθησαν, ἐπεὶ ζωῆς παραιρέται εἰσί, πρὸς δὲ τὰ λοιπὰ εὐεργετικοί· ἐπεὶ καὶ ὁ τοῦ Διὸς καὶ ὁ τῆς Ἀφροδίτης ἐν ταῖς παραδόσεσιν ἢ ἐπεμβάσεσι δυτικοὶ καταλαμβανόμενοι ἢ ἀνοικείως ἢ παραπεπτωκότες ἐπιτάραχον τὸν χρόνον καὶ δύσπρακτον καὶ ὑπερθετικὸν ἀποτελοῦσι καὶ τῶν προσδοκωμένων ἐλπίδων ἢ ὠφελειῶν παραιρέται γίνονται, πρὸς ἐπὶ τούτοις δὲ καὶ ζημίας ἐπάγουσι καὶ ψυχικὰς βασάνους καὶ ἐν τοῖς διαπρασσομένοις κακίσεις.

ιδʹ. Περὶ φάσεως τῶν ἀστέρων καὶ ἐπεμβάσεως.

`183`

Καθολικῶς οὖν ἐπὶ πάντων τῶν ἀστέρων παρατηρητέον· ἐπὰν γὰρ ἀνατολικοὶ εὑρεθῶσι παραδιδόντες ἢ παραλαμβάνοντες καὶ τοῦ ἔτους κυριεύοντες ἢ τῶν καθολικῶν χρόνων, κατὰ δὲ τὴν ἐπέμβασιν εἰς τοὺς χρηματιστικοὺς τόπους γένωνται καὶ τὴν ἀνατολὴν ποιήσωνται, προφανῶς τὰς πράξεις ἀποτελοῦσι· ἡ γὰρ δύναμις αὐτῶν τότε διεγείρεται καὶ κατὰ τὴν ἰδίαν φύσιν ἕκαστος τὸ ἴδιον ἀποτελεῖ. ὁποίας γὰρ δυνάμεως καὶ ἀποτελέσματος κυριεύει κατὰ γένεσιν ἢ ὃ δηλοῖ ὁ ἐνιαυτὸς ἐφʼ οὗ ἐστι ζῳδίου, ἐκείνου ἐνεργήσει τὸ ἀποτέλεσμα. ἐὰν δὲ τὸν πρῶτον στηριγμὸν ἐπέχωσι καὶ ἀναποδιστικοὶ εὑρεθῶσι, τά τε προσδοκώμενα καὶ τὰ πράγματα καὶ τὰς ὠφελείας καὶ τὰς ἐγχειρήσεις ἐν ὑπερθέσει ποιοῦσιν. ὁμοίως δὲ καὶ ἐν ταῖς ἀκρωνυχίαις ἀσθενέστεροι καὶ ἐμποδιστικοὶ γενήσονται, φαντασίας μόνον καὶ ἐλπίδας προδεικνύντες. εἰ δέ πως τὸ δεύτερον στηρίζοιεν, τὰς μὲν ὑπερθέσεις διεκλύουσι καὶ εἰς τὰς αὐτὰς πράξεις ἀποκαθιστῶσι καὶ εἰς εὐστάθειαν καὶ κατόρθωσιν τοῦ βίου ἄγουσιν· ἐὰν δὲ ὑπὸ δύσιν φέρωνται, ἐγκοπὰς καὶ λύπας ἐν τοῖς διαπρασσομένοις ἐπάγουσιν, ἔτι δὲ καὶ σωματικοὺς κινδύνους καὶ ἀσθενείας καὶ κρυπτῶν τόπων πόνους. πολλάκις δὲ καὶ δόξας ἢ μεγάλας ἐλπίδας προδείξαντες ἐπὶ τὸ χεῖρον ἐτράπησαν. ἐπὰν οὖν κακοποιοῦ τι κατὰ γένεσιν ἀποτελοῦντος καὶ τὸν ἐνιαυτὸν ἔχοντος κατʼ ἐπέμβασιν κακοποιὸς ἐπεμβῇ, ἐπίτασιν τοῦ κακοῦ ποιήσεται· εἰ δὲ ἀγαθοποιός, παρηγορίαν τινὰ καὶ βοήθειαν. τὸ ὅμοιον δὲ καὶ ἐπὶ τῶν ἀγαθοποιῶν νοείσθω· ἐπὶ πάσης δὲ γενέσεως ἐξαιρέτως ὁ τοῦ Διὸς ἀστὴρ κατʼ ἐπέμβασιν γενόμενος ἐπὶ τοὺς ἐνιαυτοὺς ἢ τὰ τούτων τετράγωνα ἢ διάμετρα καλῶς μὲν ὄντων τῶν χρόνων ἢ ἐν χρηματιστικοῖς τόποις μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελεῖ, καὶ μάλιστα ἀνατολικὸς γενόμενος μᾶλλον ἐπισχύσει τῶν δοκούντων ἐπικρατεῖν τοὺς χρόνους· κακῶν δὲ ὄντων καὶ αὐτὸς κατʼ ἐπέμβασιν γενόμενος ἀσθενέστερος γενήσεται καὶ τὰς εὐεργεσίας καὶ δόξας ὑπερθέμενος μετέωρος γενήσεται· εἰ δὲ ἀνατολικὸς τύχῃ, μετρίως παρηγορήσει ἢ ὠφελήσει.

ιεʹ. Περὶ τρίτου καὶ ἐνάτου τόπου ἀπὸ ὡροσκόπου.

`184`

Ὁ γʹ ἢ ὁ θʹ τόπος ἀπὸ ὡροσκόπου παραδιδοὺς ἢ παραλαμβάνων ἀγαθοποιῶν ἐπόντων ξενιτείας ἐπʼ ἀγαθῷ ἀποτελεῖ ἢ ἐπὶ ξένης ἢ ἀπὸ ξένων πράξεις καὶ συστάσεις ἀποτελοῦσι· κἂν δισώματος ὁ τόπος τύχῃ, πλειστάκις ὠφεληθήσονται ἢ πολλὰ ξενιτεύσουσι. τινὲς μὲν οὖν ἐν τούτοις τοῖς τόποις χρηματίζονται ἀπὸ θεοῦ καὶ τὰ μέλλοντα προγινώσκουσι καὶ θεῷ ἐκθυσίας ἢ εὐχὰς ἢ ἀναθήματα κατασκευάζουσι, τινὲς δὲ καὶ διὰ θεοῦ πρόνοιαν ἀσθένειαν ἢ συνοχὴν ἢ αἰτίαν ἢ πάθος ἢ κίνδυνον ἐκφυγόντες θεῷ εὐχαριστοῦσιν. ὑποστάσεως δὲ μεγάλης οὔσης καὶ τῶν καθολικῶν χρόνων συνεπισχυόντων ἀπὸ βασιλέως δωρεὰς λαμβάνουσι καὶ πίστεις ἡγεμονικὰς ἢ ἐξουσίας, ἢ πραγμάτων καὶ αἰτίας διὰ βασιλικῆς τύχης ἐκπλοκὴν ποιησάμενοι ἐπίδοξοι καθίστανται· οἱ δὲ καὶ ναῦς ἢ ἱερὰ ἢ βασιλέων τύπους κατασκευάσαντες ἀείμνηστον φήμην ἀναλαμβάνουσι. κακοποιῶν δὲ ἐπόντων ἢ μαρτυρούντων τοῖς τόποις ἐπηρεάζονται ἐπὶ ξένης καὶ ζημίαις ἢ ἐνδείαις περιπίπτουσι καὶ οὐ διευθύνουσι κατὰ τὴν ξένην, πλάναις δὲ καὶ κινδύνοις περιτρέπονται καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχοντες διατελοῦσι μεμφόμενοι τὴν ἰδίαν εἱμαρμένην. τινὲς δὲ καὶ κατʼ ἐκείνους τοὺς χρόνους ἀρνοῦνται τὰ θεῖα καὶ ἑτεροσεβοῦσι ἢ ἀθεμιτοφαγοῦσιν· οἱ δὲ καὶ ἐν προγνώσει γίνονται καὶ χρησμοδοσίαις ἢ μαντείαις ἢ ὡς μανιώδεις διαλαμβάνονται· οἱ δὲ καὶ ἐν μείζονι τύχῃ καὶ δόξῃ καθεστῶτες ἀπὸ ξένης ἢ ἀπὸ ξένων ταραχὰς ἀναδέχονται περιβοησίας τε καὶ ὄχλων ἐπαναστάσεις ἢ πόλεων, ὧν χάριν κίνδυνον οὐ τὸν τυχόντα διὰ τὴν περὶ αὐτῶν πίστιν ὑπομένουσιν ἔχθρας τε καὶ προδοσίας· ἔσθʼ ὅτε μὲν οὖν καὶ κατηγορίαις περιπεσόντες καὶ βασιλικοῖς φόβοις καθαίρεσιν δόξης καὶ βίου κομίζονται.

ιϛʹ. Περὶ ἀνωμαλίας γενέσεων.

`185`

Πρὸ πάντων οὖν ἀναγκαῖον πάσης γενέσεως τὴν ὑπόστασιν καὶ τὴν τάξιν ἐπιγνόντας οὕτως καὶ τὰς τῶν ἀστέρων καὶ τῶν ζῳδίων ἁρμόζεσθαι φύσεις, ἵνα μὴ τὸ αὐτὸ ἀποτέλεσμα ἐπὶ τῶν μετρίων καὶ ἐνδόξων λέγηται, ἀλλὰ διάφορον. καὶ γὰρ ἕκαστος ἀστὴρ καὶ ἕκαστον ζῴδιον καὶ μετρίαν ἔχει φύσιν εὐεργεσίας ἢ κακώσεως καὶ ἔνδοξον ἐπέχει ἢ μείζονα κάκωσιν· ὅθεν καὶ μεγάλων ἀγαθῶν αἴτιοι καθίστανται, ὁτὲ δὲ κακῶν. ἐπὰν οὖν ἐπίσημον καὶ λαμπρὰν ὑπόστασιν εὕρωμεν διαφυλασσομένην ὑπὸ τῆς τῶν ἀγαθῶν μαρτυρίας ἐν ταῖς χρονικαῖς παραδόσεσι κακοποιῶν ἐχόντων τοὺς χρόνους ἢ καὶ κατὰ τὴν ἐπέμβασιν τοῖς κέντροις ἢ χρηματιστικοῖς τόποις ἐπεληλυθότων, οὐδὲν λέγομεν ἄτοπον πείσεσθαι τὴν γένεσιν· τὰς δὲ οἰκονομίας παντελῶς ἀτάκτως διοικήσει καὶ περιβοησίας ἢ ψόγους ἀναδέξεται ἔν τε θορύβοις καὶ φόβοις γενήσεται. ἐὰν δέ πως ὁ Ἥλιος ἢ ἡ πανσέληνος κακωθῇ, παράνομόν τι καὶ βίαιον διαπραξάμενοι ταραχάς τε καὶ πολυθρυλλήτους κινδύνους ὑπομενοῦσι καὶ πόλεων ἢ ἐχθρῶν ἐπαναστάσεις, ὧν χάριν ἐπιθορύβως διάγουσιν. ἐπὶ τῶν οὖν τοιούτων συγκρίνειν δεήσει τὴν τῶν ἀγαθοποιῶν συμπαρουσίαν ἢ μαρτυρίαν, ἵνα αἱ αἰτίαι παρεκδράμωσιν, ἤγουν καθαιρέσεις καὶ ἀτιμίας προλέγειν. ἐὰν δὲ μόνη ἡ Σελήνη ἢ ὁ ὡροσκόπος κακωθῇ, διὰ σκυλμοὺς σωματικοὺς καὶ ἐπισφαλεῖς νόσους ἀφαντασίωτος ἡ τῆς ἀρχῆς δόξα γενήσεται ἀνιαρά τε καὶ ἐπώδυνος τοῖς κεκτημένοις. ἐὰν δέ πως ἡ ὑπόστασις τῆς γενέσεως ἄπρακτον καὶ ἰδιοπράγμονα βίον διάγουσα εὑρεθῇ, οὔτε ἐν ταῖς τῶν χρόνων παραδόσεσιν οὔτε ἐν ταῖς τῶν κατʼ ἐπέμβασιν σχηματογραφίαις χρὴ λέγειν ποικίλα καὶ παράδοξα πράγματα οὔτε καινοποιίας πράξεων ἢ μεταβολάς, οὔτε τοὺς πάνυ εὐδαίμονας οἱ κακοποιοὶ ἐπεμβάντες εἰς τοὺς χρηματιστικοὺς τόπους καταβλάψουσιν οὔτε μὴν οἱ ἀγαθοποιοὶ τοὺς μετρίους ὠφελήσουσι διὰ τὸ πρόληψιν καθολικὴν ὑπάρχειν, ἣν ἀλλάξαι τὰ κατὰ μέρος οὐ δύνανται. εἰσὶ μὲν οὖν πολλαὶ γενέσεις ἀπὸ μεγάλης τύχης καὶ δόξης εἰς ταπεινότητα κατερχόμεναι, ἄλλαι δὲ ἀπὸ μετρίας τύχης καὶ ἀπὸ γένους ἀδόξου εἰς εὐδαιμονίαν καὶ περιφάνειαν καταντῶσαι. ἐπὰν οὖν εἰς ὕψος φερομένη ἡ γένεσις εὑρεθῇ ἐκ τῶν καθολικῶν αἱρέσεων, ἐν ταῖς κατὰ μέρος χρονογραφίαις ἀγαθοποιῶν μὲν ἐχόντων τοὺς χρόνους λαμπραὶ ἐπισημασίαι καὶ ὠφέλειαι καὶ προκοπαὶ παρακολουθήσουσι, κακοποιῶν δὲ ἐχόντων μετεωρισμοὶ καὶ ταραχαὶ καὶ ἐνοχλήσεις σωματικαί, ἡ δὲ ὑπόστασις ἀκαθαίρετος διαμενεῖ. ἐὰν δέ πως ἡ γένεσις εἰς ταπεινότητα φέρηται ἐκ τῆς καθολικῆς ὑποστάσεως, οἱ μὲν ἀγαθοποιοὶ τοὺς ἐνιαυσίους χρόνους λαβόντες ἢ ἐπεμβάντες ἀσθενέστεροι εἰς τὸ εὐεργετεῖν γενήσονται, παραχωρήσουσι δὲ τοῖς κακοποιοῖς τὸ καταβλάψαι τὴν γένεσιν. οὕτως οὖν πάντοτε οὔτε οἱ ἀγαθοποιοὶ ἀγαθοποιὸν τόπον ἐπέχουσιν οὔτε μὴν οἱ κακοποιοὶ κακοποιόν, ἀλλὰ διὰ τῆς καθολικῆς ὑποστάσεως εἰς τὰς κατὰ μέρος χρονογραφίας ἐναλλασσόμενοι καὶ γινόμενοι ἀγαθοποιοὶ  <span class="gap">…</span> .

`186`

Ἄλλως τε τὰς πράξεις ἑκάστης γενέσεως δεῖ ἐξετάζειν, πότερον ἀπὸ Ἑρμοῦ ἢ Ἄρεος ἢ Ἀφροδίτης ἢ Κρόνου τὴν ἐνέργειαν ἔχει ἢ ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ Διός, ἵνα ἔνδοξος ἡ ὑπόστασις εὑρεθῇ. οὕτως γὰρ ἐν ταῖς παραδόσεσιν ἕκαστος τῶν ἀστέρων καλῶς σχηματισθεὶς ἢ κατὰ τὴν ἐπέμβασιν ἐπελθών, περὶ τὴν τῆς πράξεως ἀσχολίαν ὠφέλιμος καὶ δοξαστικὸς γενήσεται ὁ ἐνιαυτός. οἷον ἐὰν ἔλθῃ Κρόνος ἐπὶ Ἡλίου ἢ Σελήνης τόπους, περὶ ἃ δηλοῦσιν ἐκ τῆς ἰδίας φύσεως ὁ Ἥλιος ἢ ἡ Σελήνη ἢ οἱ τόποι, περὶ ἐκεῖνα καταβλάψει· ὁμοίως δὲ κἂν ἐπʼ αὐτοῦ ὁ ἐνιαυτὸς ᾖ ἢ πρὸς αὐτὸν ἐκπέσῃ, ἤτοι ὅπου ἔκειτο κατὰ γένεσιν ἢ ὅπου κατὰ τὴν ἐπέμβασιν, περὶ ἐκεῖνα ἐροῦμεν τὰ ἀποτελέσματα. καὶ οἱ λοιποὶ δὲ τῶν ἀστέρων καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐν τῷ σχολαστικῷ τόπῳ γενόμενοι καὶ χρονοκρατοῦντες ἐνεργέστεροι καθίστανται, ἐναντιούμενοι δὲ ἐπιτάραχοι. ἐπὶ πάσης δὲ γενέσεως ὁ ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἐνιαυτὸς ἐάν τι μηνύῃ, ἀπαράλλακτον καὶ ἤτοι ἀγαθὸν ἢ φαῦλον. οἷον ἐὰν πρὸς Ἀφροδίτην ἢ Δία ἐκπέσῃ ἢ εἰς χρηματιστικοὺς τόπους, ἀγαθόν· εἰ δὲ πρὸς Κρόνον ἢ Ἄρεα ἢ κεκακωμένους τόπους, φαῦλον· ἐὰν δὲ πρὸς ἀμφοτέρους ἡ παράδοσις γένηται, ἃ δηλοῦσιν οἱ ἀστέρες ἢ οἱ τόποι, ἐν τῷ ἔτει γενήσονται· ἐὰν δὲ αἱ τρεῖς ψῆφοι ἀνόμοια δηλοῦσι, ποικίλον τὸ ἔτος καὶ ἀνώμαλον γενήσεται. βέλτιον μὲν οὖν καὶ τοῖς ἀγαθοποιοῖς τοὺς κακοποιοὺς παραδιδόναι ἢ τοῖς κακοποιοῖς τοὺς ἀγαθοποιούς· ἐὰν δὲ ἀστὴρ ἀστέρι παραδιδῷ ὄντι ἐν ἑνὶ ζῳδίῳ τουτέστιν οἰκοδέκτωρ γενόμενος ἐν τοῖς χρηματιστικοῖς τόποις, πρακτικὸν τὸν χρόνον ἀποτελεῖ.

`187`

Δοκεῖ δὲ καὶ οὗτος ὁ λόγος φυσικὸς ὑπάρχειν, ἵνα ἀπὸ ἑκάστου τόπου σημαίνοντός τι ἡ ἄφεσις τῶν ἐτῶν γένηται, οἷον ἀπὸ τοῦ μεσουρανήματος ὅταν περὶ πράξεως ζητῶμεν, καὶ ἀπὸ τοῦ περὶ γάμων, ὅταν περὶ γυναικός, καὶ ἀπὸ τοῦ περὶ δούλων, ὅταν περὶ σωμάτων, καὶ ὁμοίως ἀπὸ τοῦ περὶ τέκνων. Ἐὰν οὖν εὕρωμεν εἰς τὸν καταλήξαντα τόπον ἀγαθοποιοὺς ἐπόντας ἢ μαρτυροῦντας ἢ καὶ χρηματιστικὸν τὸ ζῴδιον, ἐροῦμεν κατόρθωσιν ἢ ὠφέλειαν ἢ καταθυμίαν προαιρέσεως τὴν ἔκβασιν. ἐπὶ παντὸς δὲ εἴδους τὸν οἰκοδεσπότην τοῦ οἰκοδεσπότου συνθεωρεῖν δεήσει, ἐν ποίῳ ζῳδίῳ ἔπεστι καὶ πῶς ἐσχημάτισται· ἐὰν γὰρ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου κακῶς πεσὼν αἴτιόν τι δηλοῖ, ὁ δὲ τούτου οἰκοδεσπότης καλῶς πέσῃ, ἀντανάλυσις τοῦ κακοῦ γενήσεται καὶ ἀπὸ μέρους ὠφέλεια ἢ τῶν προσδοκωμένων κατόρθωσις· λαμβάνουσι δὲ καὶ πίστεις τινὲς ἢ δωρεὰς ἀπὸ μειζόνων ἢ βασιλικῶν προσώπων, τῶν καθολικῶν χρόνων ὑπὸ Ἡλίου καὶ Σελήνης ἢ τῶν ἀγαθοποιῶν διακρατουμένων καὶ τῆς ἐπιδιαιρέσεως καλῆς γενομένης. μάλιστα δὲ καθολικῶς ἐπὶ γενέσεως, ἐὰν Ζεὺς Κρόνον καθυπερτερῇ ἢ καὶ τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος ὑπάρχῃ ἢ συμπαρῇ, ὁμοίως δὲ καὶ ἐὰν Ἄρης τρίγωνος ἢ τετράγωνος ἢ ἐν τῇ ἐπικαταδύσει εὑρεθῇ Διὸς ἐν τῷ ὑπογείῳ ὄντος, μείζονες αἱ δωρεαὶ καὶ ἐπωφελεῖς. ἐπὶ δὲ τῶν παρεχομένων ἑτέροις δωρεὰς ἢ φιλοδοξούντων εἰς δήμους καὶ ἀναλισκόντων εἰς ὄχλους, ἐὰν μὲν ὑπὸ Κρόνου καὶ Ἄρεως Ἑρμῆς εὑρεθῇ ἀκαταμαρτύρητος ἐπὶ γενέσεως ὑπὸ Διὸς καὶ Ἀφροδίτης μαρτυρούμενος, φιλόδοξοι γενήσονται καὶ πλείστης εὐφημίας μεθέξουσι καὶ τιμῆς· ἐὰν δὲ ὑπὸ Ἄρεως ἐπιθεωρηθῇ, μετάνοιαν καὶ μέμψιν καὶ ταραχὴν ἕξουσι καὶ εὐθρυλλήτους περιβοησίας, κἂν ἐκτενῶς εἰς τὰς ἀναλώσεις ὑπαχθῶσιν· ἐὰν δὲ ὑπὸ Κρόνου, πεφεισμένως καὶ ἐπιψόγως ἢ ἐπικινδύνως διατελοῦσιν· ἐὰν δὲ καὶ ὑπὸ ἀγαθοποιῶν, ἀμφότερα συμβήσεται.

`188`

Πᾶσα μὲν οὖν ἀστέρος μαρτυρία δυναστική, ἐξαιρέτως δὲ ἡ κατὰ τετράγωνον ἢ διάμετρον· κριθήσεται δὲ καὶ ἐν τοῖς ἰσαναφόροις· ἐν δὲ Ταύρῳ καὶ Παρθένῳ ἡ παράδοσις γινομένη ἀπὸ τούτων ἀβέβαια καὶ τὰ ἀποτελέσματα δηλοῖ καὶ ὑπερθετικὰ ἢ ἐπίδικα ἢ παν  <span class="gap">…</span> ἐν δὲ Τοξότῃ καὶ Αἰγόκερῳ αἰνιγματώδη καὶ ἐπιζήμια διὰ τὸ εἶναι ἀτελῆ τὰ ζῴδια. φυσικωτέρας δὲ τῆς διαιρέσεως οὔσης οὐ μόνον ἐπὶ γενέσεως σκοπεῖν δεήσει τὰς παραδόσεις, ἀλλὰ καὶ ἐπὶ καταρχῶν καὶ δραπετῶν ἐπιγνόντας τὴν ὥραν καὶ ἀστερίσαντας τῷ αὐτῷ τρόπῳ χρῆσθαι καθάπερ ἐπὶ γενέσεως καταρχῶν. ἐπὰν Κρόνος καὶ Ἄρης λόγον ἔχωσι πρὸς Ἥλιον καὶ Σελήνην ἢ τὸν ὡροσκόπον ἤτοι κατʼ ἐναντιότητα ἢ καθυπερτέρησιν ἢ κατὰ ἑτέραν κακώσεως δύναμιν, ἐὰν δέ πως γένεσις παιδὸς δοθῇ μηδέπω δυναμένου χωρεῖν ἀποτέλεσμα οἷον πράξεως ἀρχήν, παραδόσεις δὲ τῶν ἀστέρων εὑρίσκωνται, πρὸς τὸν πατέρα καὶ τὴν μητέρα γενήσεται τὰ ἀποτελέσματα, ἔσθʼ ὅτε καὶ πρὸς τὸν δεσπότην, ἕως ἂν τὸν τῆς ἀκμῆς χρόνον καταλαβὼν ὁ γεννηθεὶς αὐτὸς ἀναλάβῃ τὰ σημαινόμενα· μόνον δὲ τὰ δυνάμενα χωρεῖν αὐτῷ προσνέμειν οἷον δωρεὰν κατάλειψιν ἢ διωνυμίαν χάλασμα καὶ ἐξανθήματα καὶ τὰ λοιπά. ἔσθʼ ὅτε μὲν οὖν καὶ παράδοξά τινα ἀποτελέσματα τοῖς τοιούτοις εἴωθεν συμβαίνειν, ἅτινα πρόδηλα γίνεται ἐκ τῆς καθολικῆς συγκρίσεως τῶν ἀστέρων. δεῖ οὖν καὶ κατὰ τὰς ἡλικίας καὶ κατὰ τὰ ἔθη τῶν τόπων καὶ τοὺς νόμους καὶ τὰ ἀποτελέσματα συναρμόζεσθαι κατὰ τοὺς σημαινομένους χρόνους· οὕτως γὰρ ἀδιάψευστος ἡ πραγματεία κριθήσεται. πρὸς δὲ δοιοῖν γενέσεων ἤτοι ἀδελφῶν ἢ ἀνδρὸς ἢ γυναικὸς ἢ συγγενῶν ἢ ἄλλων φιλικῶν προσώπων δεῖ κατὰ γένεσιν τῷ προσοικειωμένῳ τὸ ἀποτέλεσμα ἀποφαίνεσθαι κατὰ τὸν ἐπιβάλλοντα χρόνον καὶ λέγειν ἐκείνῳ πρότερον ἢ ὕστερον συμβήσεσθαι, τῷ δʼ ἑτέρῳ ἐκ δευτέρου μέρους τὸν τρόπον ἀπονεῖμαι. οἷον ἐάν τινι φέρῃ ὠφεληθῆναι ἀπὸ νεκρικῆς προφάσεως, ἑτέρῳ δὲ καθολικῶς κληρονομίαν, ἐξ ἧς ὁ προειρημένος προσδοκᾷ τὴν ὠφέλειαν, οὐκ ἐν τοῖς χρόνοις τούτοις γενήσεται ἡ ὠφέλεια ἀλλʼ ἐν τοῖς τοῦ τὴν κληρονομίαν προσδοκῶντος· ἐκ γὰρ τοῦ μεσουρανήματος καὶ τὸ ἀποτέλεσμα γενήσεται ἢ πολλάκις περὶ ἑνὸς μὲν τάχιον γέγονε τὸ ἀποτέλεσμα, περὶ δὲ τὸν ἕτερον μετὰ χρόνον τὸ αὐτὸ ἤτοι διʼ ἀποδημίαν ἢ κρίσιν ἢ κατηγορίαν ἢ ἑτέραν τινὰ αἰτίαν· τὸ δὲ ὅμοιον ἐπὶ δόξης καὶ δωρεᾶς καὶ ἀγορασμῶν καὶ πράσεως καὶ κοινωνίας καὶ συναρμογῆς ἢ ξενιτείας καὶ τῶν λοιπῶν τῶν ἐν βίῳ συντελουμένων νοείσθω. ἔνθεν ὁτὲ μὲν εἴωθεν προλαμβάνειν τὰ ἀποτελέσματα, ὁτὲ δὲ ἐπιβραδύνειν διὰ τὰς τῶν γενέσεων συμπαθείας ἢ καὶ ἐναντιότητας· καὶ καθάπερ διʼ ὀργάνου ἡ φύσις ἐκ τῆς τῶν ἀστέρων ἀνακυκλήσεως τὰς τῶν ἀποτελεσμάτων δυνάμεις ἀνήπλωσε, ὁτὲ μὲν αἰφνιδίως ἢ ἀπροσδοκήτως ἐπιφέρειν, ὁτὲ δʼ ἐπιτείνειν καὶ διακατέχειν μετʼ ἀνάγκης, μέχρις οὗ ὁ τὴν ἐναρμόνιον τῶν πραγμάτων κεκτημένος πρόφασιν παραλάβῃ τοὺς ἀστέρας.

`189`

Δεῖ δὲ καὶ ἐκ τῶν κοσμικῶν τὰ τοιαῦτα ὑποδείγματα μαθόντας συγκρίνειν, ὅπου οὐ πάντοτε ὁ Ἥλιος ἐκ τῶν τροπικῶν μοιρῶν τὰς μεταβολὰς τῶν ἀέρων τὰς αὐτὰς ποιεῖται, ἀλλʼ ὁτὲ μὲν εἰς εὐκρασίαν προλαμβάνων τὸ κοσμικὸν κατάστημα ἄγει, ὁτὲ δὲ τὰς χειμερίους τροπὰς εὔδιος διελθὼν ἐξ ὑστέρου πολλὴν ζάλην καὶ φοβερὰν ἀνέμων ῥοπὴν κατεσκεύασεν· οὔτε μὴν ἡ Σελήνη κατὰ τὰς δοκούσας φάσεις τὰς ἐπομβρίας συντελεῖ ἢ μετὰ τοὺς συνδέσμους ἀνίσχει τὸν ἀέρα, ἀλλʼ ὁτὲ μὲν προχειμάζει καὶ προλαμβάνει τὴν τῆς φύσεως αἰτίαν ὡς παρὰ προσδοκίαν σύγχυσιν οὐ τὴν τυχοῦσαν τῶν καιρῶν γίνεσθαι, ὁτὲ δὲ μηδʼ ὅλως ἐνδειξαμένη χειμερινὴν στάσιν ἐν αὐτῇ τῇ φάσει εὔδιον τὸν ἀέρα κατέστησεν, ἔσθʼ ὅτε δὲ παραλλάξασα τὴν τοῦ συνδέσμου λύσιν εἰς χειμέριον μεταβολὴν ἐχώρησεν. ὁμοίως δὲ καὶ αἱ λοιπαὶ ἐπισημασίαι τῶν ἀστέρων καὶ δύσεις οὐ κατὰ τὰ αὐτὰ γενήσονται, ἀλλʼ ὁτὲ μὲν προλήψονται ὁτὲ δὲ ἐξ ὑστέρου τὰς φάσεις ποιήσονται, ἔσθʼ ὅτε δὲ οὐδʼ ὅλως ἐνδείξονται. ταῦτα δὲ συμβαίνει ἐναλλάσσεσθαι παρὰ τὰς τοῦ ἔτους ἀνατολὰς καὶ συνόδους καὶ πανσελήνους καὶ ἐκλείψεις καὶ τετραετηρίδας καὶ καθολικοὺς καὶ κυκλικοὺς οἰκοδεσπότας καὶ πρὸς τὰς τῶν κατὰ καιρὸν ἐπεμβάσεων ἐναλλαγάς.

ιζʹ. Περὶ παραδόσεως ἀστέρων καὶ ἀποτελεσμάτων καὶ ὡροσκόπου.

Ἀκολούθως δὲ καὶ τὰς παραδόσεις τῶν ἀστέρων ὑποτάξομεν. Ἥλιος μὲν οὖν Κρόνῳ παραδιδοὺς πονηρὸν τὸ ἔτος ἀποτελεῖ· ἀπραγίας γὰρ καὶ ἐναντιώματα σημαίνει ἔχθρας δὲ ἢ ἀντιλογίας καὶ ἀπὸ ὑπερεχόντων ἢ πρεσβυτέρων κακώσεις καὶ ταγμάτων ἐπαναστάσεις νόσους τε ἢ ὀφθαλμίας ἀνωμαλίας τε βίου καὶ κινήσεις ἐπιφόβους ὑποτακτικῶν τε ἐπιθέσεις καὶ πατρὸς θάνατον ἢ ὁμοίου πατρός. κακῶς πεσὼν καταιτιασμοὺς ἀποτελεῖ καὶ συνοχάς.

`190`

Ἥλιος Διὶ παραδιδοὺς τὸ ἔτος λαμπρὸν τὸ ἔτος δηλοῖ καὶ πατρὸς δόξαν τῷ ἔχοντι καὶ ὑπερεχόντων συστάσεις καὶ εὐημερίας καὶ δωρεὰς καὶ πράξεις ἐπισήμους ἢ ἀρχὰς ἢ σπορὰς τέκνων καὶ ἀγάμοις γάμον ἀποτελεῖ καὶ ἐν τοῖς διαπρασσομένοις ἐστὶν ἀνυστικὸς καὶ εὐκατόρθωτος ἀγαθὰς ἐλπίδας προσδεικνύων. —Ἥλιος Ἄρει νοσερὸν καὶ ἐπισφαλὲς τὸ ἔτος δηλοῖ καὶ πατρὸς κίνδυνον ἢ τοῦ ὑπὸ τοιοῦτον χαρακτῆρα· αὐτῷ ταραχοὺς ἐμπράκτους καὶ μετὰ πολλῆς ἀνακρίσεως κατορθώσεις πραγμάτων ἐξοδιασμούς τε καὶ ἀκαίρους ζημίας καὶ ἀπὸ μειζόνων προσώπων ἔχθρας ἢ πατρός, ὑποτακτικῶν τε κακώσεις τομάς τε καὶ αἱμαγμοὺς ἢ αἵματος ἀναβολὴν καὶ τῶν ἡγεμονικῶν τόπων πόνους ἢ ἐπισκιασμοὺς ἐπιφθόνους τε αἰτίας καὶ ἐπηρείας. —Ἥλιος Ἀφροδίτῃ ἀγαθὸν καὶ προσφιλῆ τὸν χρόνον δηλοῖ· συστάσεις γὰρ καὶ φιλίας περιποιεῖ καὶ δωρεὰς καὶ τέρψεις συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἢ ἀγορασμοὺς κόσμου ἢ σωμάτων, τοῖς δʼ ἐν ὑπεροχῇ ἀρχὰς καὶ δόξας ἐπισήμους καὶ μειζόνων ἐλπίδων ἐπόπτας πραγμάτων τε καὶ πάσης αἰτίας ἀπαλλακτικός. —Ἥλιος Ἑρμῇ ἀγαθὸς πρακτικὸς ἐπικερδὴς κοινωνικός, εἰς τὰ ὑποτακτικὰ πρόσωπα εὐεργετικός, περὶ τὰς δόσεις καὶ λήψεις ἀνυστικός. ἐὰν δέ πως ὑπὸ κακοποιῶν θεωρηθῇ, δίκας καὶ ταραχὰς ἐπάγει, χάριν ἀργυρικῶν ἢ γραπτῶν φόβους, δουλικῶν τε καὶ φιλικῶν καταγνώσεις ἀκαίρους τε ἐξοδιασμοὺς καὶ ζημίας. —Ἥλιος Σελήνῃ πρακτικὸς καὶ φιλάνθρωπος ἀποτελῶν περικτήσεις καὶ ἀπὸ ἀρρενικῶν καὶ θηλυκῶν ὠφελείας καὶ συστάσεις γάμους τε καὶ συνελεύσεις καὶ γονὰς ἐπισήμους καὶ ἀπὸ ξένων ἢ ἀπὸ ξένης εὐημερίας καὶ δωρεάς. —Ἥλιος ἑαυτῷ ἐπιμερίσας καὶ καλῶς σχηματισθεὶς λαμπρὰς ἐπισημασίας καὶ πράξεις ἀποτελεῖ πρός τε ὑπερέχοντας καὶ μείζονας συστάσεις καὶ ἀπροσδοκήτους ὠφελείας. ἐὰν δὲ καὶ μετὰ ἀγαθοποιῶν τύχῃ ἢ μαρτυρηθῇ, μείζονας τὰς δόξας καὶ τὰς ὠφελείας ἐπάγει· νυκτὸς δὲ ἧσσον, ἢ ἐπιτάραχος γενήσεται ἔχθρας ἀποτελῶν καὶ κρίσεις ἢ ἐπιφθόνους αἰτίας. εἰ δὲ καὶ κακοποιὸς συμπέσῃ ἢ ἐπιμαρτυρήσῃ, μείωσιν βίου ἢ καθαίρεσιν δόξης ἐπάγει ξενίας τε ἐπισφαλεῖς καὶ πατρὸς ἔχθραν ἢ κίνδυνον καὶ πραγμάτων ταραχάς.

Πρότερον μὲν οὖν χρὴ σκοπεῖν τὰς τῶν ἀστέρων φύσεις καὶ σχηματογραφίας· τῆς μὲν γὰρ οἰκείας αἱρέσεως ἕκαστος τυχὼν καὶ καλῶς σχηματισθεὶς κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως τὰς τῶν ἀποτελεσμάτων δυνάμεις ἐνδείξεται, τῆς τῶν λοιπῶν μαρτυρίας καὶ τῆς ἐπεμβάσεως πολὺ δυναμένης θραῦσαι ἢ προσεπιτεῖναι τὸ κακὸν ἢ ὠφελῆσαι καὶ δοξάσαι. βέλτιον μὲν οὖν ἐν χρηματιστικοῖς ζῳδίοις εὑρίσκεσθαι αὐτοὺς καὶ ἀνατολικούς· ἐὰν δὲ ὑπὸ δύσιν τύχωσιν ἢ καὶ παραπέσωσιν ἀνοικείως κακωθέντες, εἰς τοὐναντίον τραπήσονται.

ιηʹ. Ἐπιμερισμοὶ Σελήνης.

`191`

Σελήνη ἑαυτῇ ἐπιμερίσασα ἀηδής· ἐπάγει γὰρ ἔχθρας καὶ ἀντιδικίας ἀπὸ μειζόνων προσώπων καὶ βίου αὐξο  <span class="gap">…</span> οἰκείων τε ἢ γυναικὸς ἀντικαταστάσεις· ἐὰν δὲ κακοποιὸς ἐπιθεωρήσῃ, σωματικὰς ἀσθενείας καὶ κινδύνους αἰφνιδίους ἀποτελεῖ. σκοπεῖν δὲ δεῖ ἐν τούτῳ τῷ χρόνῳ καὶ αὐτὸ τὸ ζῴδιον ἐν ᾧ ἔπεστι ἡ Σελήνη, μήπως κακοποιὸς ἐπεμβὰς χείρονά τινα ἀποτελέσει· εἰ δʼ ἀγαθοποιός, λύσιν τῶν αἰτιῶν, πλὴν ξενιτείας ἐπάγει καὶ μεταβολὰς τόπων, εἶθʼ οὕτως ἀπόροις κατόρθωσιν τῶν πραγμάτων καὶ τῶν φαύλων ἴασιν ἀποτελεῖ. —Σελήνη Ἡλίῳ ἐπιμερίσασα κένωσιν βίου καὶ ἐξοδιασμοὺς πλείστους ἀποτελεῖ καὶ μάλιστα, ἐὰν ὑπὸ κακοποιῶν θεωρηθῇ, ἐγκοπὰς τῶν πράξεων καὶ κενὰς ἐλπίδας προδείκνυσι καὶ στάσεις καὶ ταραχὰς οἰκείων τε ἀκαταστασίας καὶ θηλυκῶν ἐπιπλοκὰς ἢ γάμους· τοῖς δʼ ἐν εὐσταθείᾳ καὶ δόξῃ βίου ὑπάρχουσιν ἐξοδιασμοὺς εἰς ἀγορασμὸν ἢ κατόρθωσιν πραγμάτων καὶ προκοπὴν ἢ εἰς δωρεάς τινας καὶ εὐεργεσίας. —Σελήνη Κρόνῳ ἐπιμερίσασα ποικίλον καὶ μετέωρον τὸ ἔτος καὶ μητρὸς ἀσθένειαν ἢ θάνατον, ἐὰν περιῇ, ἔχθρας τε καὶ ἀκαταστασίας πραγμάτων καὶ τόπων μεταβολὰς καὶ ψύξεις πράξεων καὶ σωματικοὺς κινδύνους καὶ κρυπτῶν πόνους ἢ αἰσθητηρίων καὶ μάλιστα λειψίφως οὖσα· ἀνατολῆς δὲ οὔσης ἧττον τὸ κακόν, πλὴν βλαβερὸς καὶ λυπηρὸς ὁ χρόνος. —Σελήνη Διὶ ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ ἐν περιποιήσει καὶ συστάσει μειζόνων, δόξας τε καὶ ἀρχὰς ἀπό τε θηλυκῶν ὠφελείας καὶ δωρεάς· ἀγάμοις γάμον, γεγαμηκόσι τέκνωσιν συνηθείας τε προσφιλεῖς ἢ μητρὸς αὔξησιν βίου ἢ δόξης τοῖς ἔχουσι κατόρθωσίν τε πραγμάτων καὶ προσδοκωμένων καὶ ἐλπίδων συντέλειαν. —Σελήνη Ἄρει παραδιδοῦσα, χαλεπὸς ὁ ἐνιαυτὸς καὶ μάλιστα ἐὰν ἀπὸ ἀνατολῆς φέρηται ἡμέρας· κινδύνους γὰρ καὶ ἀσθενείας ἀποτελεῖ, αἱμαγμοὺς καὶ πτώσεις ἢ πυρὸς ἐπιφορὰς ζημίας τε καὶ οἰκείων ἀκαταστασίας θηλυκῶν τε θανάτους ἢ χωρισμοὺς ἔχθρας τε καὶ κρίσεις συνοχάς τε καὶ ὄχλων ἐπαναστάσεις. ἐὰν δʼ ἀφαιρετικὴ τύχῃ ἡ Σελήνη ἢ ὑπὸ δύσιν φέρηται μάλιστα νυκτὸς πρὸς τὰ φαῦλα ἐπιόντων τῶν χρόνων, καὶ πρὸς τὰς ἐπιβολὰς οὐκ εὐκατόρθωτον ἀποτελεῖ μετὰ φόβων καὶ μόχθων. —Σελήνη Ἀφροδίτῃ εὐεπήβολον καὶ ἀνυστικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ συστάσεις ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας τε καὶ γάμους. ἐὰν δέ πως ἀνοικείως τύχωσιν ἢ ὑπὸ κακοποιῶν θεωρούμενοι, ἀηδίας καὶ φθόνους καὶ εἰς θηλυκὰ πρόσωπα δαπάνας καὶ ἀθετήσεις. καθολικῶς μὲν οὖν πάντοτε ἡ παράδοσις αὕτη ζηλοτυπίας καὶ στάσεις καὶ ἀκαταστασίας ἐπάγει ἔχθρας τε πρὸς συγγενικὰ ἢ οἰκεῖα καὶ φιλικὰ πρόσωπα. —Σελήνη Ἑρμῇ πρακτικὸν καὶ εὐκατόρθωτον πρός τε θηλυκὰ πρόσωπα καὶ τὰς συστάσεις, καὶ ἐὰν μάλιστα μετὰ ἀγαθῶν συσχηματίζηται· ἐὰν δὲ μετὰ κακοποιῶν, δίκας καὶ ταραχὰς ὑπομενοῦσι χάριν ἀργυρίων ἢ γραπτῶν ἢ ψηφικῶν πραγμάτων καὶ ἀγῶνα μέγαν ὑπομενοῦσι· καὶ ἐὰν μὲν ἐπιτόπως ὁ Ἑρμῆς εὑρεθῇ κείμενος, περιγίνονται· ἐὰν δὲ ἀτόπως, καταδικασθήσονται καὶ ἐξοδιασμοὺς πλείστους ποιήσονται.

`192`

ιθʹ. Ἐπιμερισμοὶ ὡροσκόπου.

Ὡροσκόπος ἐὰν κακοποιῷ παραδιδοῖ, κάκιστον τὸν χρόνον ἀποτελεῖ, μάλιστα Κρόνῳ νυκτός, ἡμέρας δὲ Ἄρει· κινδύνους γὰρ σωματικοὺς καὶ βιωτικὰς ἀνωμαλίας ἐπάγει φόβους τε καὶ αἰτίας ἐπιταράχους πτώσεις τε ἢ σίνη. —Ὡροσκόπος Διὶ λαμπρὸν καὶ περικτητικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ τάξεις ἐπισήμους· οἱ δὲ ἀπὸ μειζόνων ὠφελοῦνται καὶ προάγονται, τινὲς δὲ καὶ κινδύνων ἢ αἰτιῶν ἀπαλλαγέντες εὐπαρηγόρητοι καθίστανται, οἱ δὲ καὶ ἐλευθερίας πειρῶνται. —Ὡροσκόπος Ἀφροδίτῃ ἀγαθὸν καὶ ἐπαφρόδιτον τὸν χρόνον δηλοῖ συστάσεις τε καὶ θηλυκῶν ἐπιπλοκὰς ἀγορασμούς τε καὶ εὐφροσύνην καὶ κακῶν ἀπαλλαγήν. — Ὡροσκόπος Ἡλίῳ πρὸς τὰ μείζονα καὶ ὑπερέχοντα συμπαθέστερον καὶ περιποιητικὸν τὸ ἔτος δηλοῖ· τοῖς δὲ ἐν δόξῃ μείζονας τὰς τάξεις καὶ προκοπάς. —Ὡροσκόπος Σελήνῃ ἀμετάβολον καὶ πρακτικὸν ἀπό τε θηλυκῶν ὠφελείας καὶ συστάσεις καινισμοὺς πράξεις τε καὶ ξενιτείας εὐκατορθώτους, καὶ μάλιστα ἐὰν ἀγαθοποιοὶ μαρτυρήσωσιν, ἐπὶ ξένης εὐημερίας· ἐὰν κακοποιοί, τὰ ἐναντία, πρὸς ἐπὶ τούτοις δὲ καὶ ταραχάς. —Ὡροσκόπος Ἑρμῇ πρακτικὸν καὶ ἐπικερδῆ καὶ εὐκατόρθωτον· ἐὰν δʼ ὑπὸ κακοποιῶν βλάπτεται, ἐπίδικον καὶ ἐπιζήμιον.

Ὁμοίως δὲ καὶ οἱ ἀστέρες τῷ ὡροσκόπῳ παραδιδόντες τὰ αὐτὰ ἀποτελοῦσι· κατὰ δὲ τὴν ἑκάστου οἰκείαν τοποθεσίαν ἢ ὡς ἐναλλὰξ καὶ τὸ ἀποτέλεσμα κριθήσεται εἴτε ἀγαθοποιὸν ἢ φαῦλον.

κʹ. Ἐπιμερισμοὶ Κρόνου.

`193–194`

Κρόνος ἑαυτῷ ἐπιμερίσας σκυλμοὺς καὶ ἀπραξίας σημαίνει καὶ ἀπὸ μειζόνων ἢ πρεσβυτέρων ἔχθρας καὶ ἀτιμίας πρός τε τὰς ἐπιβολὰς ἐγκοπτικὸς γενήσεται ἢ καὶ ἐάν τι πράξῃ ἀβέβαιον ἔσται. ἐὰν δὲ καὶ ὑπὸ Ἑρμοῦ καὶ Ἄρεως θεωρηθῇ, ἕνεκα γραπτῶν συκοφαντίας ἕξει καὶ κρίσεις καὶ παλαιῶν πραγμάτων ἢ θανατικῶν ἀνασκευὰς ἢ κακουργίας δόλους τε καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχων διατελέσει  <span class="gap">…</span> ἠπιώτερος γενήσεται καὶ μετὰ βραδυτῆτος καί τινων ἀνυστικός. —Κρόνος Ἡλίῳ πατρὸς κίνδυνον ἢ θάνατον, ἐὰν παρῇ ἤδη ἀσθένεια αὐτῷ, καὶ μετέωρον τὸν ἐνιαυτὸν ἀποτελεῖ ἔχθρας τε καὶ ζημίας ἢ κρίσεις αἰσθητηρίων τε πόνους καὶ παθῶν ὑπομνήσεις καὶ πρὸς φίλους καὶ οἰκείους μικροψυχίας· ἐὰν δʼ ἡμέρας σχηματιζόμενος καλῶς τύχῃ, μετὰ ἐγκοπῶν καὶ ἐξοδιασμῶν ποιήσονται ἢ ἀπὸ θανάτου ὠφεληθήσονται. —Κρόνος Σελήνῃ μητρὸς κίνδυνον τοῖς ἔχουσιν· εἰ δὲ μή, θηλυκῶν προσώπων· ἔχθρας τε καὶ χωρισμοὺς βλάβας τε καὶ κακουργίας καὶ πραγμάτων ταραχὰς καὶ κινήσεις ἐπισφαλεῖς καὶ σωματικὰς ἀσθενείας καὶ χρονικὰ πάθη τῶν τε ἐντὸς ὀχλήσεις καὶ νεύρων αἰσθήσεις ἐκλύσεις τε καὶ σκοτισμοὺς καὶ πάθη ἀπροσδόκητα. —Κρόνος Ἄρει κάκιστον καὶ ἐπικίνδυνον τὸ ἔτος δηλοῖ· ἀσθενείας γὰρ καὶ ἐπιβουλὰς καὶ ὀχλήσεις ἀποτελεῖ καὶ κινδύνους ἰδίων τε θανάτους καὶ ὑπὲρ ἰδίων ταραχὰς ἢ κρίσεις ὑπομένοντας φίλων ἀχαριστίας οἰκείων ἀκαταστασίας ἀπολογίας τε καὶ πρὸς μείζονας φόβους καὶ ἔχθρας πατρός τε θάνατον τοῖς ἔχουσιν ἢ πρεσβυτέρων προσώπων ξενιτείας τε ἐπισφαλεῖς ἢ ἀπράκτους. ἐὰν δέ πως κακῶς πέσωσι, καὶ ναυάγια καὶ καθαιρέσεις πάθη τε καὶ σίνη ἀποτελοῦσιν· ἐὰν δὲ ἐν χρηματιστικοῖς ζῳδίοις καλῶς σχηματισθῶσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθῶσιν, αἱ πλείους αἰτίαι διασκεδασθήσονται. — Κρόνος Διὶ καλὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ· κληρονομίας γὰρ ἢ καταλείψεις λαμβάνουσι καὶ ἀπὸ πρεσβυτέρων ἢ νεκρικῶν ὠφελοῦνται καὶ θεμελίων ἢ κτημάτων κυριεύσουσιν. οἱ δὲ καὶ ἐξ ὑγρῶν περικτῶνται ἢ ναυκληροῦσιν ἢ ἀγορασμοὺς πλοίων ποιοῦνται ἀνοικοδομοῦσί τε ἢ καταφέρουσι παλαιῶν τε πραγμάτων κατορθώσεις ποιούμενοι συγκοσμοῦνται τῷ βίῳ. ἐὰν δέ πως ὁ τοῦ Ἄρεως ἢ ὁ τοῦ Ἑρμοῦ συνεπιμαρτυρήσῃ, κρίσεις ἢ ἀντιδικίας ὑπομένοντες ἀκαίρους ἐξοδιασμοὺς ποιήσονται. —Κρόνος Ἀφροδίτῃ χωρισμοὺς γυναικῶν ἢ ἀπὸ θηλυκῶν ἀδικουμένους· τινὲς δὲ καὶ θανάτους θεωροῦσι ἀστατοῦσί τε περὶ τὰς συμβιώσεις καὶ τὰς ἐπιπλοκάς. οἱ δὲ καὶ ἐπιβουλεύονται ἢ φαρμάκων πεῖραν λαμβάνουσιν καὶ τῶν ἐντὸς ὀχλήσεις ὑπομένουσιν ἀσθενείαις τε καὶ ψυγμοῖς καὶ ῥευμάτων ἐπιφοραῖς περιπίπτουσι καὶ ἐναντιώμασι καὶ κρίσεις καὶ καινοποιίας πράξεων. ἐὰν δὲ γυναικὸς ἡ γένεσις εὑρεθῇ, ἐπωδύνως διάξει, καὶ μάλιστα ἐὰν κατὰ γαστρὸς ἔχῃ· καὶ τοῖς κατʼ ἄνδρα φίλοις ἀκαταστατήσει. —Κρόνος Ἑρμῇ παλαιῶν πραγμάτων ἢ μυστικῶν ἀμφισβητήσεις ἀργυρικῶν τε ἢ ψηφικῶν δόσεών τε καὶ λήψεων ἔν τε τοῖς διαπρασσομένοις ἐγκοπὰς καὶ ζημίας προδοσίας τε καὶ ἔχθρας· θεωροῦσι δὲ καὶ ἰδίων θανάτους καὶ πολυΐστορες καὶ περίεργοι γίνονται ἐν τούτοις τοῖς χρόνοις ἐγγύαις τε καὶ δάνεσι περιπίπτουσι καὶ διὰ γραπτὰ ἐπιταράσσονται κατὰ τὴν τοῦ θέματος σχηματογραφίαν αὐτῶν οἰκείαν ἢ ἀλλοτρίαν· τετράγωνοι γὰρ ἢ διάμετροι κάκιστοι τυγχάνουσι καὶ καθαιρετικοί· ἐπάγουσι γὰρ καὶ διὰ νεκρικὰς ἀφορμὰς φόβους καὶ ταραχάς.

καʹ. Ἐπιμερισμοὶ Διός.

`195`

Ζεὺς ἑαυτῷ ἐπιμερίσας ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον ἀποτελεῖ καὶ ὠφελείας ἀπὸ φίλων καὶ δωρεὰς καὶ πραγμάτων κατορθώσεις πίστεις τε καὶ οἰκονομίας καὶ συστάσεις μειζόνων καὶ τέκνων σποράς· ἐὰν δέ πως ὑπὸ Ἄρεως θεωρηθῇ, ἀνωμαλίας καὶ ἀκαίρους ἐξοδιασμοὺς προδηλοῖ. —Ζεὺς Ἡλίῳ ἐπιμερίσας λαμπρὸν καὶ περιποιητικὸν τὸν χρόνον δηλοῖ  <span class="gap">…</span> πρὸς τὰ ὑπερέχοντα πρόσωπα καὶ ὀχλικὰς εὐημερίας ἐπάγει ἀρχάς τε καὶ προκοπάς, καὶ τιμῶν καὶ στεμμάτων καταξιοῖ ἡγεμονίας τε καὶ στραταρχίας καὶ ἐξουσιαστικῆς τύχης πρόδηλος κατὰ τὴν τοῦ θέματος τάξιν καὶ τοποθεσίαν. τοῖς δὲ μετρίοις πράξεις καὶ κακῶν ἀπαλλαγὴν καὶ ἐλευθερίαν συστάσεις ἐπωφελεῖς μεταβολὰς καὶ φιλίας συμπαθεῖς τεκνοποιίας ἐπικτήσεις σωμάτων, καὶ μάλιστα ἡμερινὸς καλῶς σχηματιζόμενος. —Ζεὺς Κρόνῳ μετεώρους κινήσεις καὶ ἐξοδιασμοὺς ποιεῖ καὶ οἰκείων ἀπειθείας, τινῶν δὲ καὶ θανάτους καὶ τόπων καὶ πραγμάτων μεταβολὰς καὶ κοινωνίας ἀβεβαίους καὶ φίλων ἔχθρας καὶ ἐν τοῖς διαπρασσομένοις δυσεπιτεύκτως ἢ μετὰ ὑπερθέσεως κατορθοῦντας καὶ ἐντεύξεις ποιουμένους καὶ αἰτήσεις καὶ ἐν ὀχλήσει γινομένους. —Ζεὺς Ἄρει, βλαβερὸς καὶ ἐπιτάραχος ὁ ἐνιαυτὸς καὶ πρὸς ὑπερέχοντας ἔχθρας καὶ διαβολὰς καταγνώσεις τε καὶ προδοσίας ἐπέχων ἐπικινδύνους τε ξενιτείας καὶ νόσους ἐπισφαλεῖς ἰδίων τε κλιμακτῆρας ἢ θανάτους ἀνωμαλίας τε βίου καὶ ἐξοδιασμούς. ἐὰν δὲ δημοσία ἢ στρατιωτικὴ ἡ γένεσις εὑρεθῇ καὶ τὸ σχῆμα καλῶς τύχῃ, συστάσεις καὶ προκοπὰς μετὰ ἐξοδιασμῶν ἀποτελεῖ δωρεάς τε καὶ ὑποσχέσεις, ἐπιφόβως δὲ ἢ ὑπόπτως διάγοντας. —Ζεὺς Ἀφροδίτῃ ὠφέλιμος καὶ περικτητικὸς ἐπαφροδισίας ἐπάγων συστάσεις τε καὶ δωρεὰς καὶ ἀπὸ γυναικῶν ἢ διὰ γυναικῶν ὠφελουμένους συνηθείαις τε καὶ ἐπιπλοκαῖς καὶ φιλίαις περιτρεπομένους ἀγάμοις τε γάμον γεγαμηκόσι τε σπορὰν ἢ τέκνωσιν. ἐπὶ δὲ τῶν ἐνδόξων γενέσεων στεμματοφορίας καὶ τάξεις ἐπισήμους ἀρχάς τε πολιτικὰς καὶ δωρεὰς εἰς ὄχλους καὶ προκοπὰς μείζονας καὶ προστασίας ἀποτελεῖ καὶ σωμάτων καὶ κόσμου ἐπικτήσεις. —Ζεὺς Ἑρμῇ πρακτικὸς ἐπικερδὴς ἐκπλοκὰς πραγμάτων καὶ τοῖς διὰ λόγων ἢ ψήφων ἢ γραπτῶν ἐπωφελὴς καθέστηκε κοινωνίας τε καὶ φιλίας μειζόνων ἐπάγει καὶ δωρεὰς ἢ καταγραφὰς καὶ ἐκ παραθηκῶν ἢ εὑρεμάτων ὠφελουμένους· ὅθεν καὶ σωμάτων ἀγορασμοὺς ποιοῦνται καὶ φιλόκαλοι καθίστανται. τινὲς δὲ καὶ προβιβάζονται, καὶ μάλιστα ἐὰν καλῶς τύχωσι κείμενοι· καθολικῶς δὲ ἐν ὄχλοις διαβάλλονται καὶ ἐπιταράσσονται ἢ περιβοησίας ὑπομένουσι, μάλιστα κακῶς σχηματισθέντες ἢ ὑπὸ κακοποιῶν διαμετρούμενοι ἢ συνόντες ἢ τετραγωνιζόμενοι ἀγῶνα οὐ τὸν τυχόντα ὑπομένουσι καὶ ἐπιφόβως διάγουσιν. —Ζεὺς Σελήνῃ εὐκατόρθωτον καὶ περικτητικὸν τὸν χρόνον δηλοῖ ἀπό τε θηλυκῶν καὶ μειζόνων προσώπων συστάσεις καὶ ὠφελείας δόξας τε καὶ ἀρχὰς καὶ προστασίας καὶ ἀπαλλαγὴν κινδύνων καὶ περίκτησιν κόσμου ἢ σωμάτων, σποράς τε ἢ τεκνώσεις καὶ ἐπιπλοκὰς θηλυκῶν δωρεάς τε καὶ καταγραφὰς καὶ μητρὸς εὐεργεσίαν τοῖς ἔχουσιν. ἐὰν δὲ καλῶς τὸ σχῆμα τύχῃ, καὶ παραθηκῶν κυριεύσουσιν ἢ θησαυρῶν εὑρετὰς ἀποτελεῖ εὐχρημάτους καὶ θεῷ εὐχαριστοῦντας κακώσεως τε ἢ δουλείας ἀπαλλακτικούς.

κβʹ. Ἐπιμερισμοὶ Ἄρεως.

Ἄρης ἑαυτῷ ἐπιμερίζων ἡμερινὸς ἀηδὴς καὶ ἐπιτάραχος γενήσεται· ἐπάγει γὰρ ἔχθρας καὶ βλάβας καὶ δημοσίων πραγμάτων ἐπηρείας ἢ εἰς δημόσια ἀναλίσκοντας· τινὲς μὲν οὖν καὶ ἀπὸ στρατηγικῶν ἢ ἐξουσιαστικῶν προσώπων ἐπηρεάζονται ἢ συνέχονται. νυκτὸς δὲ οὐ κακός, ἀλλὰ κατορθωτικὸς καὶ ἐπωφελὴς καὶ μάλιστα εἰ ἐν τοῖς χρηματίζουσι ζῳδίοις καθίσταται, καὶ μάλιστα τοῖς τὰς Ἀρεϊκὰς πράξεις μετερχομένοις ἢ δημοσίας καὶ στρατιωτικάς.

`196`

Ἄρης Ἡλίῳ παραδιδοὺς πατρὸς κίνδυνον τοῖς ἔχουσιν· εἰ δὲ μή γε, ὁμοίου πατρός, ἔχθρας τε μειζόνων καὶ φίλων χωρισμοὺς ἀποτελεῖ νόσους τε ἐπισφαλεῖς καὶ αἰσθητηρίων πόνους καὶ ἀπὸ πυρὸς ἢ ὕψους ἢ τετραπόδων κίνδυνον αἱμαγμούς τε καὶ τομὰς καὶ καταπτώσεις φθόνους τε καὶ ἀμφισβητήσεις ἐπάγει καὶ ξενιτείας ἐπιφόβους. ἐὰν δέ πως ἐπὶ χρηματιζόντων ζῳδίων τύχωσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθῶσι, πράξεις καὶ ὠφελείας καὶ δόξας ἐπάγει καὶ ὑπερεχόντων συστάσεις μετὰ φόβων τε καὶ ταραχῶν καὶ ἐπιβουλῶν καὶ περὶ τὰς πράξεις ἐπιφθόνους καὶ ἐγκοπτικούς.

Ἄρης Σελήνῃ σφαλερὸς καὶ ἐπικίνδυνος ἀκαταστασίας καὶ συνοχὰς καὶ δίκας καὶ φόβους ἐπέχων καὶ ξενιτείας ἐπισφαλεῖς ἢ ἀπὸ ξένων ἐπιθέσεις καὶ ἐπηρείας μητρός τε κίνδυνον ἢ θηλυκῶν προσώπων μάχας τε καὶ χωρισμοὺς καὶ πρὸς ὄχλον ἢ πόλιν ἐπιτάραχος, ἐπάγει δὲ καὶ ἀσθενείας καὶ αἱμαγμοὺς ἢ πτώσεις παθῶν τε ὑπομνήσεις ἢ ἀπὸ πυρὸς κίνδυνον καὶ ναυάγια. μάλιστα δὲ ἐὰν ἡμερινὴ ᾖ ἡ γένεσις καὶ αὐξιφωτοῦσα ἡ Σελήνη τύχῃ καὶ κακῶς πέσωσιν, ἔτι χεῖρον τὰ προγεγραμμένα ἀποβήσεται, ἔτι δὲ καὶ ἐπισκιασμοὺς τραύματα συνθραύσεις μελῶν ὀφθαλμῶν πόνους καὶ σίνη. ἐὰν δὲ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι τύχωσιν ἐν χρηματιστικοῖς τόποις, ἐπιφόβους πράξεις καὶ προκοπὰς ἀποτελοῦσιν· ἐπὶ δὲ θηλυκῶν κινδύνους σωματικοὺς αἱμαγμούς τε καὶ φθορὰς ἢ ἐμβρυοτομίας φυσικῶν τε τόπων πόνους ἐπάγει.

Ἄρης Κρόνῳ κάκιστον καὶ ταραχῶδες τὸ ἔτος δηλοῖ· γίνονται γὰρ ἐν δίκαις καὶ ἐπηρείαις ζημίαις τε καὶ ἀθετήσεσι καὶ ἰδίων κινδύνους ἢ θανάτους καὶ φθορὰς ὁρῶσι βιαίοις τε πράγμασι καὶ ἐπιταράχοις περιπίπτουσι ξενιτείαις τε ἐπιβλαβέσι καὶ ἐπιλύποις ἢ λῃστηρίων ἐπιδρομαῖς ἀσθενείαις τε καὶ αἰφνιδίοις κινδύνοις, ἐχθρῶν ἐπαναστάσεις καὶ ἀπὸ δουλικῶν ἀδικίας ἢ λύπας, ἐγγύς τε συνοχῆς καὶ φόβων ἢ ἀπολογιῶν γενόμενοι ἀνιαρῶς διατεθήσονται, ἐκτὸς εἰ μή πως ἐν οἰκείοις ζῳδίοις τυχόντες ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθέντες ἀκροθιγεῖς τὰς αἰτίας ἀναδέξονται.

`197`

Ἄρης Διὶ καλὸν καὶ πρακτικὸν τὸ ἔτος δηλοῖ, ἐπάγων κατορθώσεις ἢ μειζόνων ὠφελείας καὶ συστάσεις καὶ ἐλπίδας ἀγαθὰς καὶ τῶν προσδοκωμένων συντέλειαν· καὶ ἂν λόγον ἔχῃ στρατείας, στρατευθήσεται ὁ τοιοῦτος ἢ προκόψει. οἱ δὲ ἐν μείζονι τύχῃ ὄντες ἐν ἡγεμονίαις καὶ δόξαις ἐπίσημοι γενήσονται καὶ τόπων μεταβολὰς ἐπʼ ἀγαθῷ ποιήσονται καὶ συγκοσμηθήσονται τῇ περὶ αὐτοὺς ὑποστάσει, πρότερον ἐν ἀνωμαλίαις καὶ ἐξοδιασμοῖς γενόμενοι. ἐὰν δὲ διάμετρος τύχῃ, ἐναντιωμάτων καὶ ζημίας δηλωτικός.

Ἄρης Ἀφροδίτῃ ἔχθρας καὶ χωρισμοὺς θηλυκῶν προσώπων καὶ ἀκαταστασίας οἰκείων καὶ μητρὸς θάνατον τοῖς ἔχουσιν εἴτʼ οὖν θηλυκῶν, συνηθείας τε καὶ μοιχείας ἀπαραμόνους τε φιλίας δειγματισμούς τε. ἐὰν δὲ καὶ συμπάθειάν τινα ἔχωσι, ψύξεις ὑπομενοῦσι καὶ περὶ τὰς πράξεις ἀστάτως ἐνεχθήσονται, αἱ δὲ γυναῖκες ἐν αἱμαγμοῖς ἢ ἐκτρώσεσι γινόμενοι ἐπικινδύνως διάγουσιν.

Ἄρης Ἑρμῇ παραδιδοὺς ἐπιτάραχον τὸ ἔτος δηλοῖ· κινδύνους γὰρ καὶ ζημίας ἐπέχων χάριν γραπτῶν καὶ ἀργυρικῶν ἢ ψηφικῶν ἀμφισβητήσεις μυστικῶν τε κακουργίας ἐγγύας τε καὶ χρεωστίας ἐπιθέσεις τε καὶ ἀπολογίας· καὶ ἐὰν εἰς δίσωμα ζῴδια τύχωσι, καὶ αὐτοὶ τὰ ὅμοια ἑτέροις ἐνδείξονται ἢ ῥᾳδιουργήσουσι. καὶ ἐὰν μὲν αἱ τρεῖς ἀφέσεις σώζωνται, τῶν προειρημένων περιγενήσονται· ἐὰν δὲ κἀκεῖναι κακῶς τύχωσιν, ἐν τοῖς διαπρασσομένοις ἀστατήσουσι, καὶ ἐὰν δίκην σχῶσιν, ἡττηθήσονται ἢ καὶ μείωσιν πλείστην ὑπομείναντες αἰτίαις οὐ ταῖς τυχούσαις περιτραπήσονται.

κγʹ. Ἐπιμερισμοὶ Ἀφροδίτης.

Ἀφροδίτη ἑαυτῇ ἐπιμερίζουσα καλῶς κειμένη ἐπάγει φιλίας καὶ συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας καὶ δωρεὰς καὶ συνηθείας ἐπιτερπεῖς καὶ γάμους καὶ οἰκείων εὐνοίας καὶ ἡδονὰς καὶ ὠφελείας. ἐὰν δὲ μετὰ Κρόνου ἢ Ἄρεως εὑρεθῇ ἢ ὑπὸ τούτων θεωρηθῇ ἢ καὶ ἐν ἀχρηματίστοις ζῳδίοις τύχῃ, ψόγους καὶ δειγματισμοὺς καὶ μοιχείας ἐπάγει ζημίας τε καὶ ἀθετήσεις καὶ δόλους γυναικῶν κρίσεις τε καὶ ἀκαταστασίας· ὁμοίως δὲ καὶ ταῖς γυναιξὶν ἐξ ἀνδρῶν.

`198`

Ἀφροδίτη Ἡλίῳ δοξαστικὸν καὶ περιποιητικὸν ἀποτελεῖ τὸν χρόνον πρός τε ἀρρενικὰ καὶ θηλυκὰ πρόσωπα συστατικὸν καὶ ὠφέλιμον συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἀγορασμούς τε καὶ δωρεὰς κόσμου καὶ σώματος, καὶ πατρὸς τοῖς ἔχουσι δόξαν ἢ καὶ συμπάθειαν ἀπὸ τοιούτων καὶ ὠφελείας, μάλιστα δʼ ἂν καὶ καλῶς σχηματιζόμενοι τύχωσι. τοῖς δὲ ἐν ὑπεροχῇ στεμματηφορίας καὶ ἀρχιερωσύνας καὶ προκοπὰς καὶ ἀρχὰς ἐπάγει καὶ εἰς ὄχλους δωρεὰς χρηματισμοὺς καὶ μυστικῶν πραγμάτων ἢ θείων συνίστορας καὶ ἐπαφροδισίας καὶ εὐφροσύνας ἀποτελεῖ.

Ἀφροδίτη Σελήνῃ καλῶς κειμένη καὶ ἐπὶ ἐπικαίρων τόπων σχηματιζομένη περικτητικὸν καὶ ὠφέλιμον τὸν χρόνον δηλοῖ καὶ τῇ περὶ τὸν βίον συγκοσμεῖ φαντασίᾳ καὶ δόξας ἐπισήμους παρέχει, πλὴν μετὰ ζηλοτυπίας καὶ φιλονεικίας καὶ στάσεως καί τινων λαθραίων φθόνων· τὰς δὲ περικτήσεις καὶ τὰς ὠφελείας ἀτελέστους ἢ ἀπὸ μέρους εἴωθεν ἐπάγειν. κακῶς δὲ σχηματισθεῖσα ἀδικίας καὶ ἔχθρας ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ποιεῖ μετεωρισμούς τε καὶ ἀκαταστασίας πρὸς τὰ συγγενικὰ καὶ φιλικὰ πρόσωπα· ἀντίζηλος γὰρ καὶ φιλόνεικος ἡ παράδοσις αὐτῶν ὑπάρχει καθόλου.

Ἀφροδίτη Κρόνῳ μετέωρον καὶ βλαβερὸν τὸν χρόνον δηλοῖ θηλυκῶν τε χωρισμοὺς μάχας ὕβρεις δειγματισμοὺς ἀδικίας ἐπάγει καὶ μητρὸς ἢ θηλυκῶν ἔχθρας τε συγγενικῶν ἢ ἀτιμίας καὶ πρὸς πρεσβύτερα πρόσωπα ἢ κοινωνικὰ ἀμφιλογίας ψόγοις τε ἢ πάθεσιν ἐπαίσχροις περιβάλλει καὶ φιλίαις καὶ συνηθείαις ἀβεβαίοις. δικάζονται δὲ πρὸς γυναῖκας καὶ ἀντικαταστάσεις ὑπομένουσι τόπων τε ἢ πραγμάτων ψύξεις ποιοῦνται ἀσθενείαις τε περιπίπτουσι καὶ κρυπτῶν ἢ αἰσθητηρίων πόνοις ἐπιβουλαῖς τε καὶ φαρμάκοις ἐπηρεάζονται καὶ χρονικοῖς πάθεσι, μάλιστα Ἄρεως ἢ Ἑρμοῦ συνεπιμαρτυρούντων.

Ἀφροδίτη Διὶ ἀγαθὸν καὶ περικτητικὸν τὸ ἔτος δηλοῖ καὶ μειζόνων προσώπων συστάσεις καὶ δωρεὰς ἐπάγει ἀρχάς τε καὶ πολιτικὰς καὶ ὀχλικὰς φαντασίας δόξας τε καὶ προκοπὰς γάμους τε καὶ συμβουλὰς θηλυκῶν προσώπων καὶ φιλίας σποράς τε καὶ τεκνώσεις καὶ ἐπαφροδισίας ἐν τοῖς ἐγχειρουμένοις. ἐὰν δὲ καὶ μέτριός τις ᾖ, εὐπρακτήσει καὶ τῶν φαύλων ἢ ὑποταγῆς ἀπόλυσιν ἕξει πίστεώς τε ἢ τιμῆς καταξιωθήσεται καὶ συγκοσμηθήσεται τῇ περὶ αὐτὸν ὑποστάσει.

`199`

Ἀφροδίτη Ἄρεϊ, μετέωρος ὁ ἐνιαυτός· γυναικῶν μάχας χωρισμοὺς αἱμαγμοὺς φθορὰς θηλυκῶν ἢ μητρὸς θάνατον· οἱ δὲ καὶ δίκας λέγουσι διὰ γυναῖκας ἀντιζηλίας καὶ ἔχθρας ὑπομένοντες καὶ δειγματισμοὺς ψόγους τε ἢ μοιχείας· ἀδικοῦνται δὲ ἢ προδίδονται καὶ παρὰ προαίρεσιν πράσσοντες ἢ ὑποκρινόμενοι φέρουσι τὴν κόλασιν. ἔσθʼ ὅτε μὲν οὖν καὶ εὐκταῖον τὸν χωρισμὸν τῆς συμβιώσεως ἡγούμενοι διακρατοῦσι διά τινας προσδοκωμένας ἐλπίδας εὐθρυλλήτους περιβοήσεις.

Ἀφροδίτη Ἑρμῇ πρακτικὸν καὶ εὐεπήβολον τὸν χρόνον δηλοῖ περί τε τὰς δόσεις καὶ λήψεις καὶ ἐμπορίας καὶ τοῖς περὶ λόγον ἢ παιδείαν ὁρμωμένοις φιλίας περιποιεῖ ἀγορασμούς τε κόσμου καὶ σωμάτων κοινωνίας τε καὶ συναρμογὰς ἀρρενικῶν καὶ θηλυκῶν δόξας τε καὶ τιμὰς κατορθώσεις πραγμάτων συνίστοράς τε μυστικῶν καὶ παραθηκῶν πίστεις καὶ συγγενῶν συμπαθείας.

κδʹ. Ἐπιμερισμοὶ Ἑρμοῦ.

Ἑρμῆς ἑαυτῷ ἐπιμερίσας πρακτικὸς καὶ ἐπωφελὴς περί τε τὰς ἐπιχειρήσεις καὶ πίστεις καὶ εὐεπηβόλους ἀποτελεῖ καὶ ἐχθρῶν ὑπερτέρους ὑποκριτικῶς καὶ μυστικῶς διαπρασσομένους πραγμάτων τε κατορθωτὰς καὶ τὰς ἀπὸ λόγων ἢ ψήφων εὐημερίας ἀναδεχομένους· καὶ μάλιστα ἐὰν ἀνατολικὸς τύχῃ ἢ ἐν χρηματιστικοῖς ζῳδίοις ἢ ὑπὸ Διὸς καὶ Ἀφροδίτης ἐπιθεωρηθῇ, μείζονας πίστεις καὶ ἐπωφελεῖς δηλοῖ· ὑπὸ δὲ κακοποιῶν, φόβων καὶ ἐναντιωμάτων δηλωτικός.

Ἑρμῆς Ἡλίῳ παραδιδοὺς τὸ ἔτος εὐεπήβολος κοινωνικὸς πρακτικός, συστάσεις ἐπάγων μειζόνων καὶ αἰτήσεις καὶ δωρεάς, μεθʼ ὑπερθέσεων δὲ καὶ ἐμποδισμῶν, διοικονομίας τε καὶ προστασίας καὶ ἱστορήσεις μυστικῶν πραγμάτων, τοῖς τε ἀπὸ λόγου καὶ παιδείας δοξαστικὸς καὶ ὠφέλιμος. τὰ δὲ πλεῖστα μυστικῶς καὶ μεθʼ ὑποκρίσεως τελοῦντες περιγίνονται.

Ἑρμῆς Σελήνῃ πρακτικὸν τὸ ἔτος δηλοῖ, μάλιστα δὲ ἐὰν καὶ καλῶς σχηματιζομένη καὶ ἀνατολικὴ ἡ Σελήνη τύχῃ καὶ ἐν χρηματιστικοῖς τόποις τύχωσι, συστάσεις τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ἐπάγει καὶ ὠφελείας πραγμάτων καὶ κατορθώσεις καὶ πίστεις καὶ ἐν τοῖς διαπρασσομένοις ἐπιτευκτικὸς καὶ πρὸς τὰ μείζονα πρόσωπα συμπαθής. ἐὰν δὲ ἀνοικείως τύχῃ ἢ ὑπὸ κακοποιῶν θεωρηθῇ, κρίσεις καὶ ἐξοδιασμοὺς ἢ ἐπηρείας τε καὶ μειζόνων ἀπειλὰς ἐπάγει συνοχάς τε ἢ φόβους μυστικῶν τε προδοσίας.

`200`

Ἑρμῆς Κρόνῳ ἐπιτάραχον καὶ ἐπικίνδυνον τὸ ἔτος δηλοῖ, πραγμάτων ἀνασκευὰς ἐπηρείας ζημίας τε καὶ κρίσεις ἐπάγων μυστικῶν τε ἢ γραπτῶν χάριν ἢ δανείων. γίνονται δὲ ἐν ἀσθενείαις ἢ φθίσεσι καὶ νόσοις καὶ ὑπὸ χολῆς ὀχλοῦνται ἢ καὶ φαρμάκων πεῖραν λαμβάνουσι θανάτους τε ἰδίων ἢ ἀδελφῶν ἢ τέκνων θεωροῦσι καὶ περὶ νεκρικῶν δικάζονται ἢ ἀμφισβητοῦσιν. ἐὰν δὲ καὶ διάμετροι ἢ τετράγωνοι ἢ κακῶς πεσόντες ὑπὸ Ἄρεως θεωρηθῶσι, καὶ καθʼ ἑαυτῶν κινδυνῶδές τι μηχανῶνται ναυαγίοις τε καὶ κυλίσεσι περιπίπτουσι καὶ ἐπωδύνως διάγουσιν. οἰκείως δὲ σχηματισθέντες μετὰ ἐξοδιασμῶν καὶ ὑπερθέσεως δόξας καὶ κατορθώσεις πραγμάτων ἐπάγουσι, ἀπόστροφοι δὲ μέτριοι πρὸς τὰς αἰτίας γενήσονται.

Ἑρμῆς Διὶ πρακτικὸς μὲν καὶ εὐεπήβολος συστάσεις καὶ φιλίας ἐπάγων κατορθώσεις τε πραγμάτων καὶ διοικονομίας καὶ μάντεις καὶ περὶ λόγους καὶ ψήφους εὐημερίας· πλὴν καθολικῶς ἐν ὄχλοις ἐπιταράσσονται καὶ περιβοησίας καὶ φόβους ὑπομένουσιν ἀκαίροις τε ἐξοδιασμοῖς περιτρέπονται καὶ πρὸς οἰκεῖα ἢ φιλικὰ ἢ συγγενικὰ ἀκαταστατοῦσι καὶ ἀγῶνα σώματος ὑπομένουσι, κἂν μὴ ἴδιον πλὴν ὑπὲρ ἑτέρων.

Ἑρμῆς Ἄρεϊ οὐκ ἀγαθός· ἔχθρας καὶ κρίσεις ζημίας τε καὶ κακουργίας ἐπάγει πλαστογραφίας καὶ ἐγγύας καὶ δάνη ἐπιθέσεις τε καὶ συλήσεις ἀστασίας τε καὶ προδοσίας οἰκείων τε ἀκαταστασίας. ἔσθʼ ὅτε μὲν οὖν καὶ αὐτοὶ ἑτέροις τὰ αὐτὰ ἐνδείξονται· πλὴν περὶ τὰς ἐπιβολὰς θρασεῖς καὶ πρακτικοὶ γίνονται καὶ ποικίλως διευθύνουσιν ἐπιβολὰς μηχανώμενοι καὶ ἐπιφόβως καὶ ἐπιταράχως διάγουσιν ὑπόπτους αἰτίας ἢ καθαιρέσεις προσδοκῶντες.

Ἑρμῆς Ἀφροδίτῃ ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ περί τε τὰς δόσεις καὶ τὰς λήψεις ἀγορασμούς τε καὶ συναλλαγὰς ἐπαφροδίτους καὶ τοῖς διὰ λόγου ἢ παιδείας ἢ διʼ οἰκονομίας ὠφέλιμον, συστάσεις τε καὶ φιλίας καινοτέρας ἐπικτῶνται καὶ συνηθείας, καὶ ἐπιπλοκαῖς ἀρρενικῶν καὶ θηλυκῶν περιτρέπονται. τοῖς δʼ ἐν μείζονι τύχῃ καθεστῶσι σωμάτων καὶ κόσμου περίκτησιν ἐπάγει εἴς τε τὰς αἰτήσεις καὶ φιλίας καὶ προκοπὰς εὐεπιτεύκτους ἀποτελεῖ καὶ πρὸς ἰδίους εὐεργετικούς.

κεʹ. Τῶν τεττάρων κλήρων μερισμοί.

`201`

Ὁ κλῆρος τῆς τύχης παραδιδοὺς ἢ παραλαμβάνων ἐν χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων εὐτυχίαν δηλοῖ καὶ προκοπὴν πράξεις τε καὶ δόξας καὶ πραγμάτων κατορθώσεις καὶ προσδοκωμένων συντέλειαν καὶ ἀπὸ νεκρικῶν ὠφελείας. ἀποκεκλικὼς δὲ ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενος ἥττονας μὲν τὰς πράξεις ἢ τὰς δόξας παρέχει, ἀπαραμόνους δὲ ἢ ὅσα ἂν διαπράξωνται μετὰ ἐναντιωμάτων καὶ κινδύνων ἢ κρίσεων καὶ ἐπηρειῶν.

Ὁ δαίμων παραδιδοὺς ἢ παραλαμβάνων ἐν χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων καταθυμίους προαιρέσεις ἀποτελεῖ κριτικούς τε καὶ εὐκατορθώτους λογισμοὺς καὶ φίλων συμβουλίας ἐπωφελεῖς συστάσεις τε μειζόνων δωρεάς τε καὶ δόξαν καὶ εἰς τὰς ἐπιβολὰς εὐεπιτεύκτους παρεπηρμένους τε τῇ διανοίᾳ οἴησιν πλείστην ἔχοντας. παραπεπτωκὼς δὲ ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενος μετεωρισμοὺς καὶ ψυχικὰς βασάνους ἐπάγει ἀναισθησίας τε καὶ ἐναντιοβουλίας τὰ ἴδια ἁμαρτήματα κατορθώσεις νομίζοντας καὶ ἄλλοις τὰς αἰτίας ἐπιφέροντας, τῶν δὲ πλείστων ἀστοχοῦντας. ὅθεν οἱ τοιοῦτοι ἐκκακοῦντες ἔσθʼ ὅτε καὶ καθʼ αὑτῶν κινδυνῶδές τι μηχανῶνται καὶ ὡς μανιώδεις διαλαμβάνονται καὶ ἐν ἐκστάσει φρενῶν γίνονται.

`202`

Ὁ ἔρως παραδιδοὺς ἢ παραλαμβάνων ἐν χρηματιστικοῖς τόποις καὶ ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων εὐπροαιρέτους ἐπιθυμίας κατασκευάζει καὶ καλῶν ἐραστάς· οἱ μὲν γὰρ περὶ παιδείαν καὶ ἄσκησιν σωματικὴν ἢ μουσικὴν τρέπονται καὶ μεθʼ ἡδονῆς κολακευόμενοι τῇ μελλούσῃ ἐλπίδι ἀκοπίαστον ἡγοῦνται τὴν ἀνίαν, οἱ δὲ ἀφροδισίοις καὶ συνηθείαις θελχθέντες θηλυκῶν τε καὶ ἀρρενικῶν ἀγαθὸν ἡγοῦνται. Ἄρης μὲν οὖν καὶ Ἑρμῆς ἐπιμαρτυρήσαντες ἢ ἐπόντες τῷ τόπῳ καὶ μάλιστα ἐν ἰδίοις ζῳδίοις παιδεραστὰς ποιοῦσιν ἢ ἐπʼ ἀμφοτέροις ψογίζονται ἢ φιλόπλους τε καὶ φιλοκυνήγους καὶ φιλοπαλαίστρους· Ἀφροδίτη δὲ θηλυκῶν συνηθείας, ἔσθʼ ὅτε μὲν οὖν καὶ στερχθέντες ἀντιστέργουσιν. ὁμοίως δὲ καὶ ἕκαστος τῶν ἀστέρων ὁ κεκληρωμένος τὸν τόπον ἢ ἐπιμαρτυρῶν ἢ παραλαμβάνων τὸν χρόνον κατὰ τὴν ἰδίαν φύσιν τὸ εἶδος τῆς ἐπιθυμίας κατασκευάσει. καθόλου μὲν οὖν κακοποιῶν ἐπόντων ἢ μαρτυρούντων ἐπὶ βασάνῳ καὶ ζημίᾳ καὶ κινδύνῳ τὰ τῆς ἐπιθυμίας γενήσεται. ἐὰν δέ πως ὁ τοῦ Κρόνου σὺν τῷ τῆς Ἀφροδίτης καὶ τῇ Σελήνῃ συμπαρῇ ἢ ἐπιμαρτυρήσῃ, αἰσχρῶν καὶ ἀσελγῶν ἔργων ἐρῶσι ἐπί τε ἀρρενικῶν καὶ θηλυκῶν ψογίζονται καὶ περιβοησίας ὑπομένουσιν ἢ μετανοοῦντες ἀντιστρεπτοῦσιν ὑπὸ τοῦ πάθους νικώμενοι. ἐὰν δέ πως ὁ τοῦ Διὸς συνεπιμαρτυρήσῃ, ἀξιοπίστως ἢ δυνατῶς τὸ γενόμενον ἔσται ἢ μυστικῶς. Ἄρεως δὲ καὶ Ἑρμοῦ ἐπόντων ἢ ἐπιμαρτυρούντων ἢ παραλαμβανόντων τὸν χρόνον κακούργων πραγμάτων ἢ λῃστρικῶν ἐρῶσι· γίνονται γὰρ πλαστογράφοι ἅρπαγες θυρεπανοῖκται κυβευταὶ τεθηριωμένην τὴν διάνοιαν ἔχοντες. ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ἐπιμαρτυρήσῃ, φαρμακοὶ μοιχοὶ αὐτόχειρες· ὅθεν κατὰ τοὺς ἐπιβάλλοντας χρόνους ἐγγύαις καὶ δάνεσι περικυλιόμενοι καὶ κακουργίαις συνοχῆς ἢ κρίσεως πεῖραν λαμβάνοντες ἐπικινδύνως διάγουσιν. ἰσχυρὸς ὁ τόπος πρὸς πολλὰ ὑπάρχει, ὅθεν αὐτῷ προσεκτέον. λαμβάνεται δὲ ὁ κλῆρος τοῦ ἔρωτος ἡμέρας μὲν ἀπὸ τοῦ κλήρου τῆς τύχης ἐπὶ τὸν τοῦ δαίμονος καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ τὸ ἀνάπαλιν.

Ἀνάγκη παραδιδοῦσα ἢ παραλαμβάνουσα ἐν χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων οἰκειώσεις μὲν ἐπάγει καὶ μείζονας συστάσεις καὶ ἐχθρῶν καθαιρέσεις ἢ θανάτους, κακοποιῶν δὲ ἐπόντων ἀντιδικίας καὶ κρίσεις ἐπάγει καὶ ἐξοδιασμούς· ὅθεν καὶ παρὰ προαίρεσιν διαπράξαντες ἀνιαρῶς διάγουσιν. ἐὰν δέ πως τὸ σχῆμα κακωθῇ, τινὲς καταδικάζονται ἢ καθαιροῦνται. λάμβανε δὲ ἀπὸ δαίμονος ἐπὶ τύχην, νυκτὸς δὲ τὸ ἀνάπαλιν.

Ταῦτα μὲν οὖν ἐπὶ τῶν ἀρρενικῶν γενέσεων καὶ χρόνων διέσταλται· ὁμοίως δὲ κατὰ τὰ οἰκεῖα σχήματα τῶν παραδόσεων καὶ τὰ δυνάμενα χωρεῖν ἁρμόσει καὶ ἐπὶ θηλυκῶν γενέσεων.

κϛʹ. Τὸ τέταρτον περὶ χρόνων διαιρέσεως καὶ τὴν ἑπτάζωνον ἀνωφερῶς κατὰ Κριτόδημον.

`203`

Σελήνη αʹ ἔτος αʹ· Ἑρμῆς βʹ ἔτη βʹ· Ἀφροδίτη γʹ ἔτη γʹ· Ἥλιος δʹ ἔτη δʹ· Ἄρης εʹ ἔτη εʹ· Ζεὺς ϛʹ ἔτη ϛʹ· Κρόνος ζʹ ἔτη ζʹ· γίνοντα ἔτη κηʹ. μονομοιρία δὲ γίνεται οὕτως· ἐν ᾧ ἐὰν ἡ Σελήνη ζῳδίῳ ᾖ, αὐτὸς γίνεται πρῶτος κύριος τοῦ ζῳδίου καὶ λήψεται, εἶτα κατὰ ζώνην οἱ ἄλλοι. οἷον ὑποδείγματος χάριν ἔστω Σελήνην εἶναι Ζυγῷ μοίραις ϛʹ· πρώτη Ἀφροδίτη λήψεται, δεύτερος Ἑρμῆς, τρίτη Σελήνη, τέταρτος Κρόνος, πέμπτος Ζεύς, ἕκτος Ἄρης· γίνεται Ἄρεως μονομοιρία. Ἄρης οὖν πρῶτος λήψεται, ὁ κύριος τῆς μονομοιρίας τῆς Σελήνης, ἔτη εʹ, εἶτα οἱ ἑξῆς κατὰ γένεσιν μετὰ τὸν Ἄρεα κείμενοι ἀστέρες· μετὰ δὲ τὸ συμπληρωθῆναι ἔτη κηʹ ἄρχου πάλιν ἀπὸ τοῦ μετὰ τὸν Ἄρεα κειμένου ἀστέρος. ποίει δὲ καὶ τὰ ιʹ ἔτη καὶ μῆνας θʹ, ἡμέρας μὲν ἀπὸ Ἡλίου, νυκτὸς δὲ ἀπὸ Σελήνης. ἐὰν δὲ ἡμέρας ὁ Ἥλιος μὲν κακῶς κεῖται, ἀπὸ Σελήνης ἄρχου· ὁμοίως καὶ νυκτὸς ἀπὸ Ἡλίου. ἐὰν δὲ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἀκυρολόγητοι γένωνται, ἀπὸ τοῦ οἰκοδεσπότου ἢ ἄλλου τινὸς ἀστέρος καλῶς κειμένου.

κζʹ. Ἄλλως ἐκ τοῦ Σεύθου περὶ ἐνιαυτῶν ἐκ τοῦ Ἑρμείου σχολὴν τὴν ἄφεσιν ποιοῦσα ἀπὸ Ἡλίου ἢ Σελήνης ἢ ὡροσκόπου ἢ κλήρου τύχης.

`204`

Τόποι δʹ εἰσίν, ἀφʼ ὧν ἡ ἀρχὴ τοῦ ἔτους λαμβάνεται, οἷον Ἡλίου ἢ Σελήνης ἢ ὡροσκόπου ἢ κλήρου τύχης. ἔστι δὲ ἡ κατάκρισις ἥδε· Ἡλίου ἐπικέντρου ὄντος ἀπὸ αὐτοῦ ψηφίζειν δεῖ· ἐπὶ δὲ νυκτὸς ἀπὸ Σελήνης ὁμοίως ἐπικέντρου μοιρικῶς οὔσης· τούτων δὲ ὑστερούντων ἀπὸ τοῦ ὡροσκόπου· ἐὰν δὲ ὁ κλῆρος τῆς τύχης ἐπίκεντρος ὑστερούντων τῶν φώτων, ἀπὸ αὐτοῦ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ ποιοῦ. ἀλλότριον δὲ ὁμοίως ἔσται ἐπὶ τῶν τὰ φῶτα ἐπιφερόμενα τοῖς κέντροις ἐχόντων ἀπὸ τοῦ παρʼ ἰδίαν αἵρεσιν ἄρχεσθαι· ἰσχυροτέρως γὰρ κατὰ τὴν ἡμετέραν ἀγωγὴν ἐπιγνώσῃ, ἐπὶ ποίων ζῳδίων χρηματίζει ἐπιφερόμενος τῆς γενέσεως ὁ ἐνιαυτός. ἡμέρας μὲν ἀπὸ Ἡλίου, ἐὰν μὲν τύχῃ ὡροσκοπῶν ἢ μεσουρανῶν· εἰ δὲ μή γε, ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἔκβαλλε, καὶ εἰς ὃ ἂν καταλήξῃ ὁ ἐνιαυτός, ἀπὸ τοῦ κυρίου τοῦ τόπου οὗ ἦν ἐπὶ γενέσεως διέκβαλλε τὸν ἐνιαυτόν. νυκτὸς δὲ ἀπὸ Σελήνης, ἐάνπερ τύχῃ ὡς προεῖπον ἐπὶ τοῦ Ἡλίου, μάλιστα ἐὰν ἀνατολικὴ ᾖ καὶ τοῖς ἀριθμοῖς προσθετική· ἐπὶ δὲ τῶν δύο φώτων τῶν πνευμάτων ἐὰν μὴ καὶ πλήρη κἂν ἀφαιρῇ τὸν ἀριθμὸν τύχῃ ἀπὸ τοῦ συνδέσμου ἐὰν ἐπίκεντρος μόνον ἐπὶ μέγιστα κείμενος. εἰ δὲ μή γε καθὼς προγέγραπται, ἀπὸ τοῦ κυρίου τοῦ καταλήγοντος τόπου ἀπὸ τοῦ ὡροσκόπου. ἐὰν γὰρ εὕρῃς τὰ ζῴδια κεντρούμενα ἢ ἀγαθοποιούμενα ἢ καὶ αἴτια ἀπὸ τῶν ἐπιπαρόντων ἢ καὶ ἐφορώντων κατὰ τὴν πρώτην τάξιν καὶ ἐπὶ τῆς παρόδου, δηλοῖ ὅτι καλὰ ἔσται τὰ ἐνιαυτῶν ἀποτελέσματα· κακῶν δὲ ὄντων τῶν τόπων τὸ ἐναντίον ἀποβήσεται, ὡς τῶν ἐφορώντων ἀνατολικῶν ἀστέρων καὶ τὸ πράσσειν παρεχόντων, τῶν δὲ δυτικῶν ἀπραγίας καθαιρέσεις τῶν πρασσομένων, ἐὰν μὴ τὰ πράγματα κρύφιμα τύχῃ.

κηʹ. Περὶ μηνὸς ποῦ ἔσται.

Τὸν δὲ μῆνα λήψῃ οὕτως. ἀπὸ τοῦ παροδικοῦ Ἡλίου ἐπὶ τὸν κατὰ γένεσιν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ τοῦ κεκληρωμένου τὸν ἐνιαυτὸν ζῳδίου. ἐπιτηρεῖν καὶ τὸ ζῴδιον, ἐν ᾧ ἡ σύνοδος γέγονεν, ἐάνπερ ᾖ συνοδικὴ ἡ γένεσις· ὁμοίως δὲ καὶ τὸ ζῴδιον, ἐν ᾧ ἔσται ἡ πανσέληνος, ἐάνπερ ᾖ πανσεληνιακή· ἐν γὰρ τούτοις τοῖς ζῳδίοις οἱ μῆνες χρηματίζουσι καὶ τὴν ἀρχὴν ἔχουσιν· ὁποίαν ἂν τύχῃ ἐπὶ γενέσεως ἔχουσα ἡ Σελήνη ἤτοι ἀπὸ συνόδου ἢ ἀπὸ πανσελήνου, καὶ ἐπὶ τὴν ὁμοίαν ἀναπληροῖ ἡ τοῦ μηνός. οἷον ἐὰν τριταία ἢ πεμπταία ἤτοι ἀπὸ τῆς συνόδου ἢ πανσελήνου, ἔκτοτε ἔσται καὶ ἡ ἀρχὴ τοῦ μηνός.

κθʹ. Περὶ ἡμέρας χρηματιστικῆς.

Τὰς δὲ ἡμέρας οὕτως εὑρήσεις. τὰ καταγόμενα ἔτη πλήρη τῆς γενέσεως πολυπλασίασον ἐπὶ εʹ δʹ καὶ τὰς ἀπὸ τῆς γενεθλίου ἡμέρας μέχρις οὗ ζητεῖς προσυπολάμβανε μετὰ τῶν πολυπλασιασθέντων ἀριθμῶν· κἂν μὲν ᾖ κατὰ Ἀλεξανδρεῖς, πρόσθες τὰς ἐμβολίμους τουτέστι τῶν πλήρων ἐτῶν τὸ δʹ καὶ ταῦτα ἀπὸ τοῦ πλήθους διέκβαλλε ὁσάκις δύνασαι ἀνὰ ιβʹ. τὰς λοιπὰς πολυπλασίασον ἐπὶ τὸν εʹ καὶ ἐπὶ τὰς ἀπὸ γενέσεως ἡμέρας μέχρις οὗ ζητεῖς καὶ μέριζε εἰς τὸν ιβʹ· καὶ τὰ καταλειφθέντα ἔκβαλλε ἀπὸ τῆς Σελήνης τῆς κατὰ γένεσιν καὶ ἑκάστῳ ζῳδίῳ μίαν ψῆφον διδοὺς ἀπὸ τοῦ κεκληρωμένου ζῳδίου τὸν μῆνα διέκβαλλε. καὶ ὅπου δἂν καταντήσῃ ὁ ἀριθμός, ἐκείνου τοῦ ζῳδίου τὸν κύριον σκόπει καὶ πρὸς τοὺς ἐφορῶντας ἀστέρας τὴν ποιότητα τῆς ἡμέρας δήλωσον.

`205`

Τὰς δὲ ὥρας οὕτως. ἀπὸ τοῦ κεκληρωμένου ζῳδίου τὴν ἡμέραν διέκβαλλε περὶ τὴν τῆς ἡμέρας ἀρχὴν ἀνὰ δύο ἀπὸ τῆς γενεσιακῆς ὥρας, καὶ γνώσῃ τὰς καλὰς καὶ ἐμπράκτους ὥρας. εὔχρηστον δὲ καὶ πρὸς παντὸς πράγματος ἐπιβολὴν καὶ καταρχήν· καὶ μάλιστα τὰς ἀσθενικὰς καὶ κατακλιτικὰς ἀκριβῶς ἐπιγνώσῃ ἐκ τῶν ὡροσκοπικῶν πρὸς τὰ φῶτα καὶ τὰ λοιπὰ κέντρα τῶν ἀστέρων.

Ὅσα μὲν κύρια ἦν ἐπὶ ἑτοιμοτέρας σκέψεως, ἐν τούτοις εἴρηται· ὅσον δὲ ἐκ τῆς συντόμου ταύτης ἀναπτύξεως, πολλὴν ἐπίδοσιν ἑαυτῷ παρέξει, ἐάνπερ ᾖ εὐφυεῖ χρώμενος ψυχῇ καὶ πρὸς ὃν ἂν ὁ νοῦς τοῦ ἀνθρώπου ἔρχηται λογισμὸν κἂν ἐν φύσει κεχορηγημένος.

Τὸν περίπατον ἐὰν ποιῇς, τοῖς ὁρίοις χρῶ, οἷον ηʹ ζʹ ϛʹ εʹ δʹ, ἐὰν ἢ τὸν ἀπὸ Ἡλίου ἐνιαυτὸν ἢ τὸν μῆνα ἀπὸ τοῦ κατὰ πάροδον Ἡλίου ἐπὶ τὴν κατὰ γένεσιν Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου  <span class="gap">…</span> τῶν ἐνιαυτῶν ἢ ὡς παρετηρησάμην ἐγὼ Ἑρμείας. δεῖ δὲ ἀπὸ πάντων τῶν ἀστέρων ἐπὶ πάντας τοὺς ἀστέρας τὸν περίπατον ποιεῖσθαι κατὰ τὰς ἀναφορὰς τῶν ζῳδίων καὶ τὰ κλίματα. οἷον ἐὰν περὶ γυναικός, ἀπὸ Ἀφροδίτης, ἢ θυγατέρων ἢ θηλυκῶν εἰδῶν· ὅταν δὲ περὶ πράξεως, ἀπὸ Ἑρμοῦ, καὶ τῶν ἀνηκόντων· ὅταν δὲ περὶ κινδύνων ἢ θανάτου ἢ νόσων ἢ αἱμαγμῶν, ἀπὸ τῶν κακοποιῶν ἐπὶ τὸν ὡροσκόπον ἢ Ἥλιον ἢ Σελήνην· καὶ ἀπὸ τῶν ἄλλων ὁμοίως. προσέχειν δὲ δεῖ καὶ ἐν τίσιν ὁρίοις οἱ περίπατοί εἰσι καὶ τίνες τῶν ἀστέρων ἀκτινοβολοῦσι καὶ τίνες κατʼ ἐπέμβασιν ἐν τῷ ζῳδίῳ τοῦ περιπάτου εἰσίν· ὁμοίως καὶ τὸν παραδεδωκότα ἢ παραλαμβάνοντα, πῶς ἔχουσι πρὸς τὴν γένεσιν καὶ πῶς ἀνέτειλαν καὶ πῶς ἐν τῇ γενέσει ἐγένοντο.

Ἄλλως περὶ ἐνιαυτοῦ. Τοὺς δὲ ἐνιαυτοὺς οὕτως λήψῃ· ἀπὸ Ἡλίου, ὃς δηλοῖ τὰ ψυχικά· ἀπὸ Σελήνης, ἣ δηλοῖ τὰ σωματικὰ καὶ περὶ μητρός· ἀπὸ κλήρου τύχης. τούτους δὲ ἐξεταστέον, πῶς ἔχουσι πρὸς ἀλλήλους· ἐὰν γὰρ ἀγαθοποιοὶ ὦσι καὶ συμφώνως φανῶσι, καὶ ἀγαθὸν τὸν ἐνιαυτὸν σημαίνουσιν· ἐὰν δὲ κακοποιοί, ἐναντίον· ἐὰν δὲ ἀγαθοποιοὶ καὶ κακοποιοί, μεμιγμένον καὶ τὸ ἔτος ἀποτελοῦσι. χρηστέον δὲ καὶ τῷ λεγομένῳ κυνικῷ ἐνιαυτῷ.

λʹ. Περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων πρὸς τὸ τέταρτον τῆς περιόδου.

`206`

Διαίρεσις χρόνων ἐμπράκτων πρὸς τὰ τέταρτα. οἷον Κρόνου ἔτη λʹ, τὸ τέταρτον ζʹ ἥμισυ· Διὸς ἔτη ιβʹ, τὸ τέταρτον ἔτη γʹ· Ἄρεως ἔτη ιεʹ, τὸ τέταρτον ἔτη γʹ μῆνες θʹ· Ἡλίου ἔτη ιθʹ, τὸ τέταρτον ἔτη δʹ μῆνες θʹ. Ἀφροδίτης ἔτη ηʹ, τὸ τέταρτον ἔτη βʹ· Ἑρμοῦ ἔτη κʹ, τὸ τέταρτον ἔτη εʹ· Σελήνης ἔτη κεʹ, τὸ τέταρτον ἔτη ϛʹ μῆνες γʹ. ταῦτα οἱ μικροὶ κύκλοι αὐτῶν, ὁ δὲ μέγιστος αὐτῶν Ἡλίου ρκʹ, Σελήνης ρηʹ, Κρόνου νζʹ, Διὸς οθʹ, Ἄρεως ξϛʹ, Ἀφροδίτης πβʹ, Ἑρμοῦ οϛʹ. μερίζουσι δὲ τὰς ἡμέρας οὕτως· οἷον Κρόνου εἰσὶν ἡμέραι χλζʹ, Διὸς σνεʹ, Ἄρεως τιηʹ, Ἡλίου υλγʹ, Ἀφροδίτης τξηʹ ιηʹ, Ἑρμοῦ υκγʹ ιηʹ, Σελήνης φλαʹ. Ζεὺς ἐκ τῶν γʹ ἐτῶν μερίζει ἑαυτῷ ἡμέρας ρβʹ, Ἄρει ρκζʹ ιβʹ, Ἡλίῳ ρξαʹ ϛʹ, Ἀφροδίτῃ ξζʹ ιβʹ, Ἑρμῇ ροʹ ιβʹ, Σελήνῃ σιβʹ ϛʹ, Κρόνῳ σνεʹ. Ἄρης ἐκ τῶν γʹ ἐτῶν καὶ μηνῶν θʹ ἑαυτῷ ρνθʹ εʹ, Κρόνῳ τιηʹ, Διὶ ρκζʹ, Ἡλίῳ σιθʹ, Ἀφροδίτῃ πδʹ ιηʹ, Ἑρμῇ σιβʹ καʹ, Σελήνῃ σξεʹ δύο τρίτα. Ἥλιος ἐκ τῶν ἐτῶν δʹ καὶ μηνῶν θʹ Κρόνῳ υγʹ, Διὶ ρξαʹ ὥρας ιβʹ, Ἄρεϊ σαʹ, Ἡλίῳ σνεʹ ηʹ, Ἀφροδίτῃ ξϛʹ καʹ, Ἑρμῇ σξζʹ δʹ, Σελήνῃ τλϛʹ ϛʹ. Ἀφροδίτη ἔτη βʹ· Κρόνῳ ροʹ, Διὶ ξηʹ, Ἄρεϊ πεʹ, Ἡλίῳ ρζʹ ιβʹ, ἑαυτῇ μεʹ, Ἑρμῇ ριγʹ ιβʹ, Σελήνῃ ρμαʹ ιβʹ. Ἑρμῆς ἔτη εʹ· Κρόνῳ υκεʹ, Διὶ ροʹ, Ἄρεϊ σιβʹ, Ἡλίῳ σξηʹ ιζʹ, Ἀφροδίτῃ ριβʹ, ἑαυτῷ σπγʹ ιβʹ, Σελήνῃ τνηʹ ιηʹ. Σελήνη ἐκ τῶν ἐτῶν ϛʹ καὶ μηνῶν γʹ Κρόνῳ υκεʹ, Διὶ ροʹ, Ἄρεϊ σξεʹ ιεʹ, Ἡλίῳ τλϛʹ, Ἀφροδίτῃ ρμαʹ ιϛʹ, Σελήνῃ υμβʹ. ὅπου δʼ ἂν καταλήξῃ τὸ ἔτος, ὁ κύριος τοῦ ζῳδίου πρῶτος δίδωσιν· οἷον Κρόνος πεʹ, εἶτα Ἥλιος νγʹ ὥρας ιηʹ, Ἑρμῆς νϛʹ ὥρας ιηʹ, Ἀφροδίτη κβʹ ὥρας ιηʹ, Ζεὺς λδʹ, Σελήνη οʹ ὥρας ιηʹ, Ἄρης μβʹ ὥρας ιβʹ.

`207`

Ἄλλη ἀγωγή. Ὅσα ὅρια ἔχει τις τῶν ἀστέρων ἐν τοῖς ιβʹ ζῳδίοις, τοσαῦτα ἔτη δίδωσιν. οἷον ὡροσκόπος Ζυγῷ· κατάγονται ἔτη κηʹ· Αἰγόκερως τὰς πρώτας νζʹ Κρόνῳ δίδωσιν, εἶτα Ἑρμῇ οϛʹ, εἶτα Ἀφροδίτῃ πβʹ, εἶτα Διὶ οθʹ, εἶτα Ἄρεϊ ξεʹ, εἶτα Σελήνῃ οʹ, εἶτα Ἡλίῳ ὥρας ϛʹ.

Ἄλλη διαίρεσις. Τὰ ἐλάχιστα τοῦ ἀστέρος πολυπλασίασον ἐπὶ τὸν δʹ καὶ δίδου Σελήνῃ κεʹ Ἡλίῳ ὥρας ϛʹ· ἕξει οὖν ὁ τοῦ Κρόνου διὰ τὸν Αἰγόκερω ἡμέρας ρκʹ, εἶτα Ἑρμῆς πʹ, εἶτα Ἀφροδίτη λβʹ, εἶτα Ζεὺς μηʹ, εἶτα Ἄρης ξʹ, εἶτα Σελήνη κεʹ, εἶτα Ἥλιος ὥρας ϛʹ· ὁ ἐνιαυτὸς ἡμέρας καὶ νυκτὸς ἀπὸ τοῦ ὡροσκόπου. κατάγει τις ἔτη κηʹ ἐλάχιστα ἀπὸ Ζυγοῦ, ἔστι δὲ Κρόνος Ταύρῳ· τὰ κηʹ καταλήγει εἰς Λέοντα· Ζυγῷ οὖν Κρόνος παρέδωκεν Ἡλίῳ καὶ ἔχει τὸν ἐνιαυτὸν Ἥλιος. τοῦτο ἀρέσκει Αἰγυπτίοις Βαβυλωνίοις καὶ Ἕλλησιν.

Τὰ τρίγωνα συγκρίνουσιν οὕτως. Ἀφροδίτη κυρία τοῦ τριγώνου· ἀπὸ οὖν Ἀφροδίτης τῆς ἐν Καρκίνῳ καταλήγει εἰς Ζυγόν· ὁ κύριος τοῦ τριγώνου ἡμέρας Κρόνος Ζυγῷ· Κρόνος ἀπὸ Ἀφροδίτης παρέλαβε τὸν ἐνιαυτόν· ἡ διαίρεσις μάχεται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: pzu-ae`.
