---
title: "Scholia on Thucydides: Book VII"
title_greek: "Σχόλια εἰς Θουκυδίδην, Ζʹ"
author: Thucydides Commentary
eul_wid: uku-aag
eul_aid: uku
canonical: "https://eulogikon.org/works/thucydides-comm-scholia-book-7-uku-aag"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:0302d31413b17468bd9aa77fb9a8905f11950e872d09f391cd0aaae02fd1e3c3"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Thucydides: Book VII

*Σχόλια εἰς Θουκυδίδην, Ζʹ*

**Author:** Thucydides Commentary

**eul_wid:** `uku-aag` · [HTML page](https://eulogikon.org/works/thucydides-comm-scholia-book-7-uku-aag)

## Text

<!-- 7.1.1 -->ὁ δὲ Γύλιππος: ἐνταῦθα ἡ τῶν Συρακουσίων ἄρχεται νίκη καὶ τῶν Ἀθηναίων ἦττα· ὧν οἱ μὲν εἰς ἔσχατον ἀπορίας ἧκον, οἱ Συρακούσιοι, οἱ δὲ Ἀθηναῖοι νικῶντες ἐγένοντο καὶ ἐλπίδας εἶχον διʼ ὀλίγου Συρακουσῶν περιγενέσθαι· ἀλλὰ τοῖς μὲν Συρακουσίοις ἐκ τῶν ἀπόρων ἐγένετο εὐπορία, τοῖς δʼ Ἀθηναίοις ἐξ εὐπραξίας ἡ δυσπραγία. ὅθεν οὐ δεῖ μήτε ἀπελπίζειν ἐν ἀπορίαις μήτε θαρρεῖν ἐν ταῖς εὐτυχίαις, πρὸς ταῦτα ὁρῶντας. διακινδυνεύσωσιν ἐσπλεῦσαι: πειραθῶσι διὰ κινδύνου εἰσπλεῦσαι. αὐτούς τε ἐκείνους: τοὺς Ἱμεραίους δηλονότι. <!-- 7.1.2 -->ἔδοξεν αὐτοῖς: καλὸν ἐφάνη. οὔπω παρουσῶν ...: ἤτοι οὔπω οὐσῶν ἐν τῷ Ῥηγίῳ ἢ οὔπω παρουσῶν εἰς τὸ Ῥήγιον ἃς ὁ Νικίας ὅμως, πυνθανόμενος ...: τὸ ὅμως διὰ τοῦτο πρόσκειται, ὅτι ἐν τῇ ἕκτῃ ὀλιγωρεῖν ἔφη τὸν Νικίαν τῆς φυλακῆς τοῦ κατάπλου Πελοποννησίων Λοκροῖς:

  
μηδεὶς Λοκροὺς δόξειας Ἀττικῶς μέγα  
φθάσαντες: προλαβόντες. <!-- 7.1.3 -->ἐν Ἱμέρᾳ: ἀντὶ τοῦ ἐν τῷ λιμένι τῆς Ἱμέρας. ἔς τι χωρίον: ὡρισμένον δηλονότι. <!-- 7.2.2 -->αὐτούς: τοὺς Συρακουσίους. <!-- 7.2.3 -->ἐγγύς: τῶν Συρακουσίων δηλονότι. ᾐσθάνοντο: ἀντὶ τοῦ ἤκουν. <!-- 7.2.4 -->κατὰ βραχύ τι: βαρυτόνως τινὲς ἀναγιγνώσκουσιν, ἵνα μὴ τὸ ὀλίγον, ἀλλὰ τὸ πηλῶδες ἀκούηται τῷ δὲ ἄλλῳ τοῦ κύκλου: κατὰ δὲ τὸ ἄλλο μέρος τοῦ τείχους τῶν Συρακουσίων. κύκλον γὰρ τὸ τεῖχος τῶν Συρακουσίων λέγει παραβεβλημένοι: ἤγουν παρερριμμένοι πρὸς οἰκοδομίαν. τῷ πλέονι: τῷ πλέονι μέρει τοῦ κύκλου <!-- 7.3.1 -->ὁ δέ: ὁ Γύλιππος. θέμενος: ἀποθέμενος. <!-- 7.3.5 -->τῷ λιμένι: τῷ μεγάλῳ. <!-- 7.4.1 -->καὶ μετὰ ταῦτα ἐτείχιζον οἱ Συρ.: ἐν τῇ ἕκτῃ δεδήλωται ἡμῖν, τίνα τρόπον ὑπετείχιζον οἱ Συρακούσιοι περιτειχιζόντων τῶν Ἀθηναίων <!-- 7.4.2 -->ἀναβεβήκεσαν: ἀνακεχωρήκεσαν ταύτῃ ἐφύλασσον: ταύτῃ ὁμοίως, οὕτως, τοῦτον τὸν τρόπον· ταυτι  <span class="gap">…</span> ταῦτα ἢ τούτῳ τῷ τρόπῳ <!-- 7.4.3 -->ἔξω: τοῦ τείχους. <!-- 7.4.4 -->διʼ ἐλάσσονος: διαστήματος. πρὸς τῷ λιμένι: λιμένα μὲν τῶν Συρακουσίων τὸν μέγαν λέγει· τειχισθέντος δὲ τοῦ Πλημμυρίου τὴν ἐφόρμησιν αὐτόθεν διʼ ὀλίγου χωρίου ἔσεσθαι ἐκ μυχοῦ: ἔντοσθεν. ἐπαγωγάς: ἐπαγωγός, ἐφελκυστικός· ἐπαγωγή, συμφορά, αἰχμαλωσία, ζημία, ἤτοι τὸ ὁπωσοῦν ἐπαγόμενον κακόν· ἐπαγωγά, ἀπατητικά ἤν τι ναυτικῷ κινῶνται: ἐὰν κατὰ θάλασσαν παρακινῶσιν οἱ Συρακούσιοι ἀνελπιστότερα ὄντα: τοῦ δύνασθαι νικῆσαι <!-- 7.4.6 -->τῶν πληρωμάτων: ἤγουν τῶν νηῶν. φρυγανισμόν: ξυλισμόν. <!-- 7.4.7 -->προσβολήν: εἴσοδον. ναυλοχεῖν: ἐπιβουλεύειν. <!-- 7.5.2 -->τῆς ἐφόδου: ἐπιθέσεως τῆς πολεμικῆς. ἔφοδος, ἐπιδρομή, ἐπιβουλὴ ἢ μηχανή <!-- 7.5.4 -->ὡς τῇ μὲν παρασκευῇ οὐκ ἔλ. ἕξοντας: ἀμφίβολον, πότερον οὐκ ἔλαττον νῦν παρασκευάσασθαι ἤπερ ἐν τῇ προτέρᾳ μάχῃ, ἢ οὐκ ἔλαττον τῶν Ἀθηναίων παρασκευάσασθαι· ὃ καὶ μᾶλλον τῇ δὲ γνώμῃ: τῷ σκοπῷ. ξυγκλύδων: συλλέκτων ἤγουν χυδαίων. <!-- 7.6.1 -->ἐκεῖνοι: οἱ περὶ τὸν Γύλιππον. σφίσι: τοῖς Ἀθηναίοις. ἤδη γὰρ καὶ ὅσον οὐ ...: τὸ τεῖχος τὸ ὑπὸ τῶν Συρακουσίων ὑποτειχιζόμενον ἐπὶ κωλύσει τοῦ τῶν Ἀθηναίων διατειχίσματος ἤδη ἐγγὺς ἦν παρεληλυθέναι καὶ ὑπερβεβληκέναι τὸ τέλος τοῦ τῶν Ἀθηναίων διατειχίσματος εἰ προέλθοι: τοῦ τῶν Συρακουσίων ὑποτειχίσματος μὴ παραλλάξαντος τῇ οἰκοδομήσει οὐδὲν ἔτι ὄφελος ἦν τοῦ τῶν Ἀθηναίων διατειχίσματος· οἱ γὰρ Συρακούσιοι ἐν ἀσφαλεῖ ἔμελλον ἔσεσθαι μετὰ ταῦτα, εἴτε μάχοιντο καὶ νικῷεν τοὺς Ἀθηναίους εἴτε καὶ ἡσυχάζοιεν ἐπιόντων αὐτῶν ἐποίει αὐτοῖς: τοῖς Συρακουσίοις <!-- 7.6.3 -->ὅπερ κατʼ αὐτοὺς ἦν: ἤγουν τοὺς ἱππεῖς τῶν Συρακουσίων. κατηράχθη: μετὰ ἀραγμοῦ καὶ σφοδρότητος ἐνέπεσεν. αὐτοί: οἱ Συρακούσιοι· ὑπʼ αὐτῶν: τῶν Ἀθηναίων· ἐκείνους: τοὺς Ἀθηναίους <!-- 7.7.4 -->ναυτικὸν ἐπλήρουν: ἤγουν ναῦς ἐπλήρουν ναυτῶν. ἀνεπειρῶντο: ἀπεπειρῶντο καὶ ἐμελέτων καὶ ἐς τἆλλα: τὰ κατὰ τὴν χέρσον. <!-- 7.8.1 -->καὶ τὴν σφετέραν ἀπορίαν: ἀπὸ κοινοῦ τὸ ἐπιδοδοῦσαν τὴν αὐτοῦ: Νικίου. ἐν τῷ ἀγγέλῳ: ἐν τῇ ἀγγελίᾳ. <!-- 7.8.3 -->καὶ οἱ μὲν ᾤχοντο φέροντες ...: τὸ ἑξῆς, καὶ οἱ μέν, οὓς ἀπέστειλεν, ᾤχοντο φέροντες τὰ γράμματα ὁ δέ ...: ἡ διάνοια· ἐπιμέλειαν εἶχε τοῦ φυλάττεσθαι μᾶλλον ἢ τοῦ κινδυνεύεσθαι ἑκουσίως. <!-- 7.10.1 -->ὁ δὲ γραμματεύς: οὐ κυρίως γραμματέα λέγει τὸν ἀρχὴν ἔχοντα, ἀλλʼ ὑπηρέτην τὸν εἰωθότα ἐν τῷ κοινῷ τὰ τοῦ δήμου γράμματα ἀναγιγνώσκειν. τοῦτο δὲ οὐκ ἔντιμον ἦν <!-- 7.11.1 -->τὰ μὲν πρότερον ...: πρὸς τοὺς ἐν Ἀθήναις Νικίου ἐπιστολή οὐχ ἧσσον: ἢ πρότερον δηλονότι. <!-- 7.11.2 -->ἐφʼ οὕς: καθʼ ὧν. ἔστιν ὧν: ἤγουν καὶ ἀπὸ τινῶν. βιασθέντες ἀνεχωρήσαμεν: σεμνῶς πάνυ τὸ «βιασθέντες ἀνεχωρήσαμεν» ἐπικρύπτει τοὺς ἀναιρεθέντας, ἵνα ἡ αἰτουμένη ἀποσταλῇ βοήθεια. <!-- 7.11.3 -->τοῦ περιτειχισμοῦ: τῶν Συρακουσίων δηλονότι. δυναίμεθʼ ἄν: δυνησόμεθα ἀπανηλωκυίας ... ὁπλιτικοῦ: τῶν γὰρ ὁπλιτῶν τινες πρὸς τὸ φυλάττειν ἦσαν τὰ τείχη τὸ παρατείχισμα τοῦτο: τῶν Συρακουσίων δηλονότι. <!-- 7.11.4 -->πολιορκεῖν δοκοῦντας ...: τὸ πολιορκεῖσθαι μᾶλλον ἢ πολιορκεῖν, δηλωτικὸν καὶ τῆς ἥττης καὶ παρορμητικὸν τοῦ πεμφθῆναι βοήθειαν διʼ ἧς σωθήσονται· τὸ δὲ ἀποστεῖλαι πρὸς Πελοπόννησον ἕνεκεν στρατιᾶς τοὺς ἐναντίους, καὶ τὸ τὸν Γύλιππον τὰς πόλεις ἀναπείθειν αὐτοῖς συμπολεμεῖν, τοῦ καὶ αὐτοὺς πλείστην στρατιὰν πεζήν τε καὶ ναυτικὴν τὴν ταχίστην ἐξαποστεῖλαι. κατὰ γῆν τοῦτο πάσχειν: ἐν τῷ κατὰ γῆν μέρει ἡττᾶσθαι· ἐπεὶ ἔν γε τῷ κατὰ θάλατταν ἐπεκράτουν οἱ Ἀθηναῖοι ἐπὶ πολύ: διάστημα δηλονότι. <!-- 7.12.1 -->ἐπʼ ἄλλην στρατιάν: ἤγουν διʼ ἄλλην. <!-- 7.12.3 -->τῶν πληρωμάτων: τῶν ναυτῶν. διάβροχοι: σεσηπυῖαι. Ὅμηρος

  
καὶ δὴ δοῦρα σέσηπε νεῶν, καὶ σπάρτα λέλυνται  
θαλασσεύουσαι: ἤγουν ἐν θαλάττῃ οὖσαι. <!-- 7.12.4 -->διαψῦξαι: διακαθᾶραι. <!-- 7.12.5 -->ἐπʼ ἐκείνοις: ἀπὸ κοινοῦ τὸ εἰσί <!-- 7.13.1 -->καὶ ἁρπαγὴν μακράν: καὶ διὰ τὸ ἐπὶ πολλοῦ διαστήματος ἐφʼ ἁρπαγὴν ἐξιέναι οἱ δὲ θεράποντες: ἑαυτῶν δηλονότι αὐτομολοῦσι: ἑκουσίως ἀποφεύγουσιν οἱ ξένοι: οἱ φίλοι κατὰ τὰς πόλεις: τῶν Σικελῶν δηλονότι. ἀνθεστῶτα: ἐναντίως ἑστῶτα πολλὴ δʼ ἡ Σικελία: ἤγουν εὐρύχωρος. Ὑκκαρικά: ἀπὸ Ὑκκάρων πόλεως Σικελῶν, ὧν μέμνηται ἐν τῇ ἕκτῃ τὴν ἀκρίβειαν τοῦ ναυτικοῦ ἀφῄρηνται: ἐλυμήναντο τὸ ἀκριβὲς τῆς ναυτικῆς δυνάμεως <!-- 7.14.1 -->βραχεῖα ἀκμὴ πληρώματος: οὐ πολλῷ χρόνῳ ἀκμάζει ἡ ναυτικὴ δύναμις <!-- 7.14.2 -->τούτων δὲ πάντων ἀπορώτατον: μείζονα πάντων τῶν εἰρημένων ἀπορίαν ἔχει τὸ μὴ δύνασθαι ἐμὲ κωλύειν τὰ ἁμαρτήματα ἄρξαι: ἀντὶ τοῦ ἀρχθῆναι παθητικοῦ ἐνεργητικὸν εἴληπται τὸ ἄρξαι ὥστε τινὰ αὐτῶν ἐπιπληρωσόμεθα τὰς ναῦς: τὰ πληρώματα ἀναπληρώσομεν <!-- 7.14.3 -->διαπολεμήσεται αὐτοῖς: κατεργασθήσεται αὐτοῖς διαπολεμήσεται ὁ πόλεμος <!-- 7.14.4 -->ἀσφαλέστερον ἡγησάμην: συμφέρον κατὰ τὴν βούλησιν. <!-- 7.15.1 -->ἐφʼ ἃ μὲν ἤλθομεν: ὧν ἕνεκα ἤλθομεν ἅπασα ξυνίσταται: ἤγουν συνάγεται, εἰς ὁμόνοιαν ἔρχεται. μηδὲ τοῖς παροῦσιν ἀνταρκούντων: μηδὲ πρὸς τοὺς ἐνθάδε πολεμίους ἀντέχειν δυναμένων <!-- 7.15.2 -->ἀξιῶ δʼ ὑμῶν ξυγγνώμης τυγχάνειν: ἀντὶ τοῦ ἄξιος δέ εἰμι συγγνώμης ἐπιτυχεῖν τὰ μὲν λήσουσιν ὑμᾶς: ἀκόλουθον ἦν τῷ προκειμένῳ, τῷ «διʼ ὀλίγου ποριουμένων», τὸ τὰ μὲν λησομένων ὑμᾶς, τὰ δὲ φθησομένων ἐρρώμην: ὑγιῶς εἶχον φθήσονται: ἤγουν μέλλουσι προλαβεῖν. <!-- 7.16.1 -->παρέλυσαν τῆς ἀρχῆς: ἤγουν ἐξέβαλον. τῶν αὐτοῦ: τῶν στρατιωτῶν αὐτοῦ, ἤγουν ἀπὸ τοῦ Νικίου. <!-- 7.17.1 -->αὐτόθεν: ἀπὸ τῶν ξυμμάχων. <!-- 7.17.3 -->ἐπέρρωντο: διηγέρθησαν. <!-- 7.17.4 -->καὶ τὰς ὁλκάδας αὐτῶν ...: ὅπως τὰς ὁλκάδας τῶν Κορινθίων μὴ κωλύοιεν πλεῖν οἱ Ἀθηναῖοι ὁρμώμενοι ἐκ Ναυπάκτου ἧσσον: ἀντὶ τοῦ οὐδʼ ὅλως. πρὸς ... φυλακὴν ποιούμενοι: Ἀθηναῖοι δηλονότι τρέποντες τὴν φυλακὴν πρὸς τὴν ἀντίταξιν αὐτῶν τῶν Κορινθίων. <!-- 7.18.1 -->προυδέδοκτο: προεκεκύρωτο. ἐναγόντων: ἐμβιβαζόντων καὶ κινούντων εἰς τοῦτο. ἐσβολῆς γενομένης: τῶν Λακεδαιμονίων ἐς τὴν Ἀττικήν. διακωλυθῇ: ἡ βοήθεια δηλονότι. <!-- 7.18.2 -->εὐκαθαιρετωτέρους: εὐχειροτέρους. ἐν σπονδαῖς: ἀντὶ τοῦ οὐσῶν σπονδῶν. εἰρημένον: ἤγουν τεταγμένου καὶ κεκυρωμένου ὄντος. ὅπλα μὴ ἐπιφέρειν: περὶ παραβάσεως προκαλουμένων: κινούντων. διὰ τοῦτο: διὰ τὸ παρασπονδῆσαι. <!-- 7.18.4 -->ἑτοίμαζον:

  
ἐς τὴν μάχην τε καὶ ἑτοίμαζον γράφειν  
  
τῆς Ἀττικῆς οὐκ ἔστιν, ἀλλʼ Ἰωνίδος  
Θουκυδίδης:

  
πᾶς τὸν Διὸς Κόρινθον ἐνταυθοὶ βλέπε  
<!-- 7.19.1 -->τοῦ δʼ ἐπιγιγνομένου ἦρος: ἀρχὴ τοῦ ιθʹ ἔτους τοῦ πολέμου <!-- 7.19.2 -->ἐπιφανές: καταφανές <!-- 7.19.3 -->σημείωσαι νεοδαμωδῶν <!-- 7.19.5 -->ἀνθώρμουν: ἀντηύλισαν. <!-- 7.20.1 -->εἴρητο: ὥριστο. <!-- 7.20.2 -->ἐκ καταλόγου: ἐκ τῶν αὐτοχθόνων. ξυμπορίσαντες: λαβόντες. αὐτῷ: τῷ Δημοσθένει. <!-- 7.20.3 -->παραλαβεῖν: ἀπὸ κοινοῦ τὸ περιέμεινεν <!-- 7.21.2 -->ἀπʼ αὐτοῦ: τοῦ ναυμαχεῖν. <!-- 7.21.3 -->μὴ ἀθυμεῖν ἐπιχειρήσειν: ὑπὲρ τοῦ μὴ ὀκνεῖν ἐπιχειρῆσαι τοῖς Ἀθηναίοις κατὰ θάλασσαν, ἢ ὑπὲρ τοῦ μὴ δεδιέναι ὑπὸ Μήδων: τῶν μετὰ Ξέρξου καὶ πρὸς ἄνδρας τολμηροὺς ...: ἤγουν καὶ τοῖς οὕτω τολμηροῖς ὡς εἰσὶν Ἀθηναῖοι, τοὺς ἀντιτολμῶντας φοβερωτάτους φανήσεσθαι ᾧ γὰρ ἐκεῖνοι ...: ᾧπερ γὰρ ἐκεῖνοι φοβοῦσι τοὺς πέλας, τουτέστι διὰ θράσος καὶ οὐχὶ διὰ δυνάμεως ὑπεροχήν, τούτῳ ἂν καὶ ὑπὸ Συρακουσίων ἐκφοβήσεσθαι τοὺς Ἀθηναίους ὑποσχεῖν: ὑπολαβεῖν, ἀπαιτηθῆναι, ἢ ὑποβάλλειν <!-- 7.21.4 -->εὖ εἰδέναι ἔφη ...: εἰδέναι φησὶν ὅτι οἱ Συρακούσιοι τολμήσαντες ἀντιστῆναι πρὸς τὸ τῶν Ἀθηναίων ναυτικὸν μᾶλλον αὐτοὺς τῷ ἀπροσδοκήτῳ καταπλήξαντες βλάψουσιν ἤπερ ἐκείνους οἱ Ἀθηναῖοι διὰ τῆς ἰδίας ἐμπειρίας εἰς τὴν πεῖραν τοῦ ναυτικοῦ <!-- 7.22.1 -->ὁ δὲ Γύλιππος ...: πρώτη ναυμαχία Ἀθηναίων καὶ Συρακουσίων καὶ νίκη Ἀθηναίων ἐκ τοῦ ἐλάσσονος: λιμένος δηλονότι. πρὸς τὰς ἐντὸς προσμεῖξαι: ταῖς ἰδίαις ταῖς ἐντὸς τοῦ μεγάλου λιμένος συμμῖξαι <!-- 7.22.2 -->ἀντιπληρώσαντες: εἰς ἀντιπαράταξιν τῶν Συρακουσίων. οἱ μέν: οἱ Συρακούσιοι <!-- 7.23.1 -->ἐν τούτῳ δέ: τῷ καιρῷ δηλονότι. ἐν τῷ Πλ.: ἤγουν ἐν τῷ φρουρίῳ τῷ ἐν τῷ Πλημμυρίῳ. τὴν γνώμην προσεχόντων: τὸν νοῦν. τὴν ναυμαχίαν θεωρούντων. πρῶτον: ἤγουν κατὰ τὴν πρώτην εἰσβολήν. <!-- 7.23.2 -->ἐς τὸ στρατόπεδον: τὸ ἑαυτῶν δηλονότι. ἐπεδιώκοντο: οἱ ἐκ τοῦ πρώτου τείχους ἁλόντος διαφυγόντες νικώμενοι: τῇ ναυμαχίᾳ. οἱ ἐξ αὐτῶν: οἱ ἐκ τῶν τειχῶν τῶν Ἀθηναίων τῶν ἐπὶ τῷ Πλημμυρίῳ <!-- 7.23.3 -->βιασάμεναι: νικήσασαι. καὶ παραχθεῖσαι: ἤγουν ἀπὸ ταραχῆς περιπίπτουσαι ἀλλήλαις. ἔτρεψαν: οἱ Ἀθηναῖοι δηλονότι <!-- 7.24.1 -->οὕτως ἐπεπράγεσαν: οὕτως ἐδυστύχησαν. <!-- 7.24.3 -->αἱ ἐσκομιδαί: αἱ εἰσαγωγαὶ τῶν ἐπιτηδείων. <!-- 7.25.1 -->τὸν ἐκεῖ πόλεμον: τὸν ἐν Πελοποννήσῳ. ἐποτρύνωσι: ἐπισπεύσωσι. γέμοντα χρημάτων: καὶ ἐπὶ τῶν τυχόντων πραγμάτων τὰ χρήματα λαμβάνεται, καὶ οὐχ, ὥσπερ νῦν ἀδοκίμως, ἐπὶ χρυσοῦ καὶ πολυτίμων εἰδῶν. <!-- 7.25.2 -->Καυλωνιάτιδι: γῇ. ἑτοῖμα ἦν: πρὸς τὸ ναυπηγεῖν δηλονότι. <!-- 7.25.4 -->φυλάξαντες δʼ αὐτούς: τηρήσαντες καιρὸν εἰς τὸ ἐπιθέσθαι αὐτοῖς. <!-- 7.25.5 -->σημείωσαι νεωσοίκων <!-- 7.25.6 -->προσαγαγόντες: τοῖς σταυρώμασι δηλονότι. ναῦν μυριοφόρον: μεγάλην, δυναμένην δέξασθαι μυρίον φόρτον. παραφράγματα: οἱ δρύφακτοι ὤνευον: ἐκίνουν, περιῆγον ὄνος ἐστὶ μηχανὴ περιαγωγῆς, ᾗ οἱ χρώμενοι ὀνεύειν λέγονται ὄνος ἐστὶ μηχανὴ ἐπʼ ἄκρων τῶν ἀκατίων πηγνυμένη, ἀφʼ ἧς περιβάλλοντες βρόχοις τοὺς σταυροὺς ῥᾳδίως ἐκ τοῦ βυθοῦ ἀνέσπων ἔστι γὰρ ἡ μηχανὴ ἐπὶ τοσοῦτον βιαιοτάτη, ὥστε καὶ σαγήνην βαρεῖαν ὑπὸ δύο ἀνδρῶν ἀπόνως ἕλκεσθαι. καλοῦσι δὲ τὴν μηχανὴν οἱ τοὺς χαμαιλίχοντας ἕλκοντες ἁλιεῖς ἠλακάτην. ἐρρωμενέστερον δὲ πρὸς τὴν ἀνέλκυσιν καθίσταται, ὅταν καὶ δίκρουν ξύλον πρὸ αὐτῆς τεθείη· ἐπʼ εὐθείας γὰρ ἡ ἀντίσπασις τῶν ἀνελκομένων γίνεται. <!-- 7.25.7 -->ἡ κρύφιος: σταύρωσις δηλονότι. ἕρμα: φαράγγην. τούτους: τοὺς κρυφίους σταυρούς. ἐσταύρωσαν: τοὺς σταυροὺς κατέπηξαν. <!-- 7.25.9 -->ὅτι ἐν ἐλπίσιν εἰσί: τοῦ κρείττονες ἔσεσθαι. ξυμβοηθεῖν: βοήθειαν πέμπειν. προσδοκίμων ὄντων: θαρρούντων ἄλλῃ στρατιᾷ, ἐλευσομένῃ δηλονότι. τὸ παρὸν στράτευμα: τὸ τῶν Ἀθηναίων στρατόπεδον <!-- 7.26.1 -->ξυνελέγη: συνηθροίσθη. ἄρας: τὰ ἱστία δηλονότι. ξυμμίσγει: ἑνοῦται. παραλαβόντες: ἀντὶ τοῦ ἀναλαβόντες. ὁ μὲν ὁπλίτης ὡς μὴ ἐρέσσων παραλαμβάνεται, ὁ δὲ ναύτης ὡς κοινωνὸς τῆς εἰρεσίας λαμβάνεται. <!-- 7.26.2 -->τῆς λιμηρᾶς: ἤγουν τῆς καταξήρου, τῆς ἐνδεοῦς. αὐτόσε αὐτομολῶσι: ἤγουν εἰς τὸ ἰσθμῶδες χωρίον φεύγωσιν. <!-- 7.26.3 -->ξυγκατέλαβε: συμπεριέγραψε τὸ μέγεθος, καὶ μικρὰν ἀνάτασιν ἐκ τῆς οἰκοδομίας προσδέδωκεν. ἐξετείχισε: εἰς τέλος ἤγαγε. <!-- 7.27.1 -->τοῦ Διακοῦ γένους: Δῖοι Θρᾳκῶν γένος, ὡς αὐτὸς ἐν τῇ δευτέρᾳ λέγει οὓς ἔδει: χρεία ἦν, ὡρισμένον ἦν. <!-- 7.27.2 -->ὡς ὕστερον ἧκον: μετὰ τὸ ἀποπλεῦσαι δηλονότι τὸν Δημοσθένην. πολυτελές: δαπανηρόν, πολλὰ τελοῦν πολυδάπανον. ἐξ οὗ καὶ πολυτελὲς δεῖπνον. <!-- 7.27.3 -->ὑπὸ πάσης τῆς στρατιᾶς: τῶν Λακεδαιμονίων δηλονότι. ὕστερον δέ: μετὰ τὸ τειχισθῆναι. <!-- 7.27.4 -->τῆς γῆς: τῆς Ἀττικῆς. ξυνεχῶς ἐπικαθημένων: ἀδιαστάτως ἐπικαθημένων τῶν Λακεδαιμονίων. τῆς ἴσης: τῆς τεταγμένης λέγει ἐκ παρέργου: ἀντὶ τοῦ ἀμελῶς, ματαίως. <!-- 7.27.5 -->τῆς τε γὰρ χώρας ἁπάσης: τῆς καρπίμου. ηὐτομολήκεσαν: ἀπʼ Ἀθηναίων ἀντὶ τοῦ ηὐτομόλησαν  <span class="gap">…</span> πρόβατα: τὰ τῶν Ἀθηναίων ὑποζύγια: βόες. σημείωσαι ὁσήμεραι καταδρομὰς ποιουμένων: τῶν Ἀθηναίων ἱππέων ἀποκρότῳ: καταξήρῳ, ξηρᾷ. <!-- 7.28.1 -->πολυτελής: πολυδάπανος. ἐπακτῶν: εἰσαγωγίμων ἐξ ἀλλοδαπῆς. ἀντὶ τοῦ πόλις εἶναι:

  
κἀγώ σε θρηνῶ καὶ κατοικτείρω, πόλις·  
  
καὶ γὰρ πατρὶς πέφυκας τῆς ἐμῆς φύτλης  
<!-- 7.28.2 -->τὴν δὲ νύκτα καὶ ξύμπαντες: οὐ κατὰ διαδοχήν ὥσπερ ἡμέρας, ἀλλὰ πάντες <!-- 7.28.3 -->δύο πολέμους: τόν τε Πελοπονησιακὸν καὶ τὸν Σικελικόν ἀντιπολιορκεῖν: ἀπὸ κοινοῦ τὸ ἠπίστησεν ἄν τις ἀκούσας οὐδένα: οὐδέτερον ἔστιν οἶμαι τοῦτο αἰτιατικὴ τῶν πληθυντικῶν τὸ ἑξῆς, πόλιν Συρακούσας αὐτὴν κατὰ αὑτὴν οὐδενὸς ἐλάσσονα τῶν Ἀθηναίων. τὸν παράλογον: παρὰ λόγον καὶ παρʼ ἐλπίδα τῶν Ἑλλήνων ἥ τε δύναμις τῶν Ἀθηναίων ἀντεῖχε καὶ ἡ τόλμα τὸ παράδοξον. μετὰ τὴν πρώτην ἐσβολήν: ᾗ εἰσέβαλεν ὁ Ἀρχίδαμος εἰς τὴν Ἀττικήν, ἄρτι πρώτως κινηθέντος τοῦ πολέμου. τὴν ἄνοιαν διὰ τούτων τῶν ἀνακινησάντων τὸν πόλεμον αἰτιᾶται καὶ ὥσπερ ἐποδύρεται τὴν πατρίδα. τοῦ πρότερον ὑπάρχοντος: ἀντὶ τοῦ ὑπὸ Πελοποννησίων ἐπαγομένου <!-- 7.28.4 -->προσπιπτόντων: συμβαινόντων. ἀδύνατοι ἐγένοντο τοῖς χρήμασι: ἀντὶ τοῦ ἐπέλιπεν αὐτοὺς ἤγουν ἐνδεεῖς χρημάτων ἐγίνοντο. τὴν εἰκοστήν: εἰκοστὸν μέρος πάντων τῶν ἑαυτοῖς προσιόντων. ὑπό: κατά. <!-- 7.29.1 -->τοὺς οὖν Θρᾷκας: τοὺς κατὰ τὸν ἀπόπλουν τοῦ Δημοσθένους ἐλθόντας. τοὺς τῷ Δημ. ὑστερήσαντας: ἀντὶ τοῦ ὕστερον τοῦ Δημοσθένους ἐλθόντας καὶ μὴ φθάσαντας τὸν Δημοσθένην ὑστερήσαντας:

  
καθυστερίζειν Ἀττικὸς σύμπας γράφει  
ἀπʼ αὐτῶν: ἀντὶ τοῦ διʼ αὐτῶν. <!-- 7.29.2 -->ἀπεβίβασεν: ἤγουν ἀποβῆναι ἐποίησεν. <!-- 7.29.3 -->μάλιστα: ἀντὶ τοῦ κατὰ ἀκρίβειαν. ἅμα δὲ τῇ ἡμέρᾳ: τὸ κατὰ Μυκαλησσὸν γεγονὸς πάθος ὑπὸ τῶν Θρᾳκῶν τῇ πόλει προσέκειτο: πλησιάσας ἐπέκειτο. αἱρεῖ: πορθεῖ. ἐπιπεσών: ἐπιθέμενος. καὶ ἀπροσδοκήτοις: τὸ ἑξῆς, καὶ ἀπροσδοκήτοις, τοῦ τείχους ἀσθενοῦς ὄντος πυλῶν: τινων <!-- 7.29.4 -->ἐπόρθουν: ἔκαιον. ὁμοῖα τοῖς μάλιστα τοῦ βαρβαρικοῦ: σημείωσαι ὅτι μιαιφονώτατοι πάντων οἱ Θρᾷκες περὶ τῆς ὠμότητος τῶν Θρᾳκῶν ἤγουν ὁμοίως ἔχει τοῖς βαρβαρικωτάτοις. ἐν ᾧ ἂν θαρσήσῃ: ἤτοι ἐν ᾧ ἂν πράγματι, ἢ ἐν ᾧ ἀντὶ τοῦ ἐξ οὗ <!-- 7.29.5 -->αὐτόθι: ἐν τῇ πόλει. <!-- 7.30.1 -->ὥρμει: ἤγουν ἐν ὅρμῳ καὶ λιμένι ἦσαν. <!-- 7.30.2 -->τοὺς πλείστους: ἀμφίβολον, πότερον οἱ πολλοὶ νεῖν οὐκ ἠπίσταντο ἢ οἱ πολλοὶ ἀνῃρέθησαν νεῖν: κολυμβᾶν τοῦ ζεύγματος: τῆς γεφύρας. ἀπὸ τοῦ αἰγιαλοῦ ἔφη ὁρμίσαι τὰ πλοῖα. οὐκ ἀτόπως: οὐκ ἀκόσμως. ἐπιχωρίῳ: ἰδίᾳ, συνήθει. φυλακήν: ἄμυναν. <!-- 7.30.3 -->μέρος τι ἀπανηλώθη: ἤτοι παῖδες μὲν πολλοί, τῶν ἀνδρῶν δὲ μέρος τι, ἢ τὸ μέρος τι ἀντὶ τοῦ τὸ μέρος <!-- 7.30.4 -->πάθει χρησαμένων ...: ἄξιον ὀλοφυρμοῦ τὸ κατὰ τοὺς Μυκαλησσίους ἐγένετο, οὐδενὸς ἄλλου πάθους ἧττον τῶν κατὰ τὸν πόλεμον γενομένων. τὸ δὲ ὡς ἐπὶ μεγέθει ἤτοι πόλεως ἢ ὡς ἐπὶ μεγέθει πάθους τῶν Μυκαλησσίων δηλονότι. <!-- 7.31.2 -->αὐτοί: ἤγουν οἱ Ἀκαρνᾶνες. <!-- 7.31.3 -->περὶ ταῦτα: ἤγουν περὶ τὸ συλλέγειν δύναμιν. τὰ χρήματα ἄγων τῇ στρατιᾷ: ἤγουν τὰ πρὸς τροφὴν χρήσιμα καὶ τὰ λοιπὰ τὰ συντείνοντα αὐτοῖς. τά τε ἄλλα: ὅσα εἶδε δηλονότι. <!-- 7.31.4 -->ἀνθορμοῦσαι: ἐναντίαι οὖσαι ἐπὶ τοῦ ὅρμου. πέμπειν: εἰς Ναύπακτον. αὐτούς: ἤγουν τοὺς Κερκυραίους. ὡς οὐχ ἱκανὰς οὔσας τοῦτο κρεῖττον καὶ σαφές <!-- 7.31.5 -->ἀποτραπόμενος: τὸ μὲν ἀποτραπόμενος καθʼ ὑπερβατὸν τῷ ὁ μὲν Εὐρυμέδων, ἐς τὴν Κέρκυραν ἀποτραπόμενος· τὸ δὲ ὥσπερ καὶ ᾑρέθη καὶ αὐτὸ καθʼ ὑπερβατὸν τῷ ξυνῆρχε γὰρ ἤδη Δημοσθένει ὑποστρέψας ἐκ τῆς Σικελίας <!-- 7.32.1 -->ξυστραφέντες: συναχθέντες. <!-- 7.33.1 -->περὶ τὰς αὐτάς: ἤγουν κατὰ τὰς αὐτάς. αὐτοῖς: τοῖς Συρακουσίοις. ναυτικόν τε ἐς πέντε ναῦς: ἤγουν λαὸν πέντε νεῶν. <!-- 7.33.2 -->σχεδὸν γάρ τι ...: σημείωσαι ὅτι πλὴν Ἀκραγαντίνων πᾶσα ἡ Σικελία τοῖς Ἀθηναίοις ἐπέθεντο <!-- 7.33.3 -->ἐπιχειρεῖν: μάχεσθαι. τὸν Ἰόνιον: ἐπʼ ἄκραν Ἰαπυγίαν εἰς τὸ τέλος τοῦ Ἰονίου, ἐφʼ οὗ οἱ Ἰάπυγες οἰκοῦσι. <!-- 7.33.4 -->αὐτόθεν: ἤγουν ἐκ τῆς Ἰαπυγίας. <!-- 7.33.5 -->κατὰ τὸ ξυμμαχικόν: συμφώνημα δηλονότι. ἤγουν καθὼς ἀποτείνει ἡ συμμαχία. <!-- 7.34.1 -->καὶ προσπληρώσαντες: ἀντὶ τοῦ καὶ προσέτι ἄλλας πληρώσαντες <!-- 7.34.2 -->ἀνεχούσαις: ὑψηλαῖς, ἀνεχούσαις ἐπὶ τὸ πολὺ τοῦ ἀέρος. <!-- 7.34.4 -->καιρός: πολέμου δηλονότι. χρόνον ἀντεῖχον πολὺν ἀλλήλοις: ἤγουν κατὰ χρόνον τινὰ ἰσοπαλεῖς ἦσαν ἐναντιούμενοι καὶ χεῖρας ἀλλήλοις ἀνταίροντες. <!-- 7.34.5 -->ἄπλοι ἐγένοντο: ἀχρεῖοι πρὸς πλεῦσιν. ἄχρηστοι ἐποιήθησαν ὑπὸ τῶν πολεμίων. ἐμβαλλόμεναι: ἀντὶ τοῦ ὑπὸ τῶν πολεμίων νεῶν τυπτόμεναι ἀναρραγεῖσαι: ἀντὶ τοῦ τρωθεῖσαι· ἐτρώθησαν δὲ ὑπὸ τῶν ἐπωτίδων τὰς παρεξειρεσίας: παρεξειρεσία ἐστὶ τὸ κατὰ τὴν πρῴραν πρὸ τῶν κωπῶν, ὡς ἂν εἴποι τις τὸ πάρεξ τῆς εἰρεσίας τὰς ἐπωτίδας: ἐπωτίδες εἰσὶ τὰ ἑκατέρωθεν τῆς πρῴρας ἐξέχοντα ξύλα <!-- 7.34.6 -->ἀντίπαλα: ἰσοστάσια. διὰ τὴν τῶν Κορινθίων ...: διὰ τὸ μὴ ἐπανάγεσθαι αὐτοῖς τοὺς Κορινθίους οὐκέτι ἐπαναγωγήν: ἤγουν δευτέραν ἀνάπλευσιν. <!-- 7.34.7 -->νικᾶν: ἐνόμιζον. <!-- 7.35.1 -->ἐξετάσαντες: ἀκριβῶς ἀριθμήσαντες. <!-- 7.35.2 -->εἶναι: ἐξεῖναι. <!-- 7.36.1 -->πλέον ἐνεῖδον: ὡς εἶδον πλέον τι σχήσοντες, τουτέστι πλεονεκτήσοντες ἤτοι νικήσοντες. σχήσοντες: σχήσει, καθέξει· σχήσουσι, κωλύσουσι· σχήσεσθαι, κατασχεθήσεσθαι· σχήσεται, ἐπισχεθήσεται στεριφωτέρας: στερεωτέρας τὰς ἐπωτίδας: τὰ ἑκατέρωθεν τῆς νηὸς πρὸς τῇ πρύμνῃ ἐξέχοντα. ἀντερείσματα καθʼ ἑκάστην ἐπωτίδα δύο, ἀπὸ τοῦ ἐντὸς καὶ ἐκτὸς μέρους, τοῦ τε πρὸς τὸ τεῖχος τῆς νηὸς καὶ τοῦ πρὸς τὸ πέλαγος. τὸ μὲν οὖν κάτω μέρος τῶν ἀντερεισμάτων ἔστησαν ἐπὶ τοῦ τείχους τῆς νηός, τὸ δὲ ἄνω ἐγόμφωσαν εἰς τὰς ἐπωτίδας. καὶ ἀντηρίδας: ἀντηρίδες, αἱ σιδηραῖ φασκίαι πρῴραθεν ἐπεσκευασμένοι: τὰ κατὰ τὰς πρῴρας ἐπισκευάσαντες <!-- 7.36.3 -->πρὸς τὰς τῶν Ἀθηναίων ναῦς: πρὸς τὰς τῶν Ἀθηναίων ναῦς οὐκ ἔλασσον σχήσειν. λεπτά: ἤγουν ἀσθενῆ. διὰ τὸ μὴ ἀντιπρῴροις μᾶλλον ...: οἱ Ἀθηναῖοι ἐν ταῖς ναυμαχίαις οὐκ ἀντίπρῳροι ἐνέβαλλον ταῖς ἐναντίαις ναυσί, ἀλλὰ κατὰ τὰ πλάγια ἐκπεριπλέοντες ἐμβολαῖς: ὁρμαῖς ἐν πολλῷ: διαστήματι δηλονότι. πρὸς ἑαυτῶν: λυσιτελῆ αὐτοῖς δή. ἔσεσθαι: ἐνόμισαν ἀπὸ κοινοῦ. τοῖς ἐμβόλοις: ἔμβολον χάλκωμα ὡραῖον, περιτιθέμενον κατὰ πρῴραν ταῖς ναυσὶν <!-- 7.36.4 -->σφῶν: τῶν Συρακουσίων. αὐτοί: οἱ Συρακούσιοι. οὐ δώσειν ...: οὐ παρέξειν αὐταῖς διέκπλουν ἑρμηνεία τοῦ διεκπλεῖν καὶ περιπλεῖν· τὸ μὲν γὰρ περιπλεῖν ἐν τῇ εὐρυχωρίᾳ καθίστασθαι, οἷον χορευούσης καὶ ἀναστρεφομένης ἐφʼ ὅπερ βούλεται τῆς νεώς — καὶ ἡ περί πρόθεσις τοῦτο δηλοῖ, τὸ κύκλῳ περιθέειν· τὸ δὲ διεκπλεῖν τὸ τεμόντα τὴν τάξιν τῶν ἐναντίων εἰς τοὐπίσω γενέσθαι. τὸ δὲ τὴν στενοχωρίαν κωλύσειν: ὑπὸ τῆς στενοχωρίας κωλυθήσεσθαι τοὺς Ἀθηναίους τοῦ περιπλεῖν. περιττὴ δὲ πρὸς τὸ μὴ περιπλεῖν ἡ μία ἀπόφασις <!-- 7.36.5 -->ἀνάκρουσιν: ἀνάκρουσις ἐν ναυμαχίαις ἐλέγετο ἐπὶ τοῦ πρύμναν κρούειν <!-- 7.36.6 -->αὐτούς: τοὺς Ἀθηναίους. ἤν πῃ βιάζωνται: ἀντὶ τοῦ ἡνίκα ἡττῶνται τοὺς Συρακουσίους. οὐκ οὔσης αὐτοῖς: προεῖπεν ὅτι ὀλίγου μέρους ἐν τῷ λιμένι ἐκράτουν οἱ Ἀθηναῖοι, οὓς ἐς τὴν εὐρυχωρίαν οὐ δυνήσεσθαι περιπλεῦσαι τῶν Συρακουσίων κρατούντων <!-- 7.37.1 -->ἐπεχείρουν: τοῖς Ἀθηναίοις δηλονότι σὺν τῷ πεζῷ. <!-- 7.37.2 -->τὸν ἐκ τῆς πόλεως: τῶν Συρακουσίων. καὶ ἡ γυμνητεία τῶν Σ.: γυμνητεία, τὰ τῶν γυμνῶν καὶ οἱονεὶ ψιλῶν παρόσον γυμνοὶ ὅπλων τυγχάνουσιν <!-- 7.37.3 -->οἱ δέ: οἱ Ἀθηναῖοι ἀντανῆγον: δευτέρα ναυμαχία Ἀθηναίων καὶ Συρακουσίων Ἀθηναίων νῆες οεʹ· Συρακουσίων πʹ <!-- 7.38.1 -->ἄξιόν τι λόγου παραλαβεῖν: ἤγουν κτήσασθαί τι ἀξιόλογον. <!-- 7.38.2 -->ἀντίπαλα: ἰσοστάσια. ἐπισκευάζειν: ἀνανεοῦν. ἐπεπονήκει: ἤγουν ἐπεπόνθει κατεαγυῖα. ἐσείσθη. ἀντὶ λιμένος: ἵνα ᾖ αὐτοῖς ὥσπερ λιμήν. κλῃστοῦ: ἤγουν περιειργμένου. <!-- 7.38.3 -->διαλειπούσας: ἤγουν διισταμένας. <!-- 7.39.1 -->τῇ δʼ ὑστεραίᾳ: ἤγουν τῇ μετὰ τὴν προειρημένην ἡμέρᾳ. τῆς μὲν ὥρας: ἤγουν τῆς ὀφειλομένης ὥρας τοῦ πολέμου. <!-- 7.39.2 -->πειρώμενοι ἀλλήλων: ἤγουν πλησιάζοντες ἀλλήλοις διὰ τῆς πλεύσεως. πρὶν δὴ ...: περὶ τοῦ Ἀρίστωνος τοῦ Κορινθίου κυβερνήτου καὶ τῆς συμβουλῆς αὐτοῦ <!-- 7.40.1 -->καὶ οἱ Συρακόσιοι: σημείωσαι τοῦ θεολόγου πρύμναν κρουσάμενοι: στραφέντες ἀπὸ τῆς ναυμαχίας. <!-- 7.40.3 -->οἱ δέ: οἱ Ἀθηναῖοι <!-- 7.40.4 -->χρόνον μέν τινα: μέχρι τινός. διαμέλλοντας: βραδύνοντας. <!-- 7.40.5 -->δεξάμενοι ...: τρίτη ναυμαχία Συρακουσίων καὶ Ἀθηναίων καὶ νίκη Συρακουσίων τοὺς Ἀθηναίους δηλονότι. αὐτοῖς: ἀντὶ τοῦ αὐτῶν. καὶ ἔς τε τοὺς ταρσοὺς ὑποπίπτοντες: ἀντὶ τοῦ καὶ ὑποδυόμενοι ὑπὸ τοὺς ταρσούς <!-- 7.41.1 -->κατὰ κράτος: οὐχὶ κατὰ κράτος ἐναυμάχησαν, ἀλλὰ κατὰ κράτος ἐνίκησαν ἔπειτα αὐτοὺς αἱ κεραῖαι ...: ἐκ τῶν κεραιῶν δελφῖνες ἦσαν ἠρτημένοι μολίβδινοι ὥστε ἐμβάλλεσθαι ταῖς προσπλεούσαις πολεμίαις ναυσίν, οἳ ἐμπίπτοντες αὐταῖς διέκοπτον τοὔδαφος αὐτῶν καὶ κατέδυον <!-- 7.42.2 -->ὁρῶντες: σημείωσαι τὴν σύνταξιν τὸ ὁρῶντες ἐσχημάτισται, συνταττόμενον πρὸς τὸ τοῖς Συρακουσίοις καὶ ξυμμάχοις, ὁρῶσιν <!-- 7.42.3 -->ὑπερώφθη: ἤγουν κατεφρονήθη. ἔφθασεν: προέλαβεν. στρατιᾷ: ἤγουν μετὰ πλήθους στρατιωτῶν. ἱκανοὶ γὰρ αὐτοὶ ...: ἱκανοὶ γὰρ οἱ Συρακούσιοι νομίζοντες εἶναι πρὸς τὸ ἀντισχεῖν Ἀθηναίοις κατʼ ἰδίαν, ἅμα τε ἂν ἔγνωσαν ὅτι ἥττους εἰσὶ καὶ ἐν τούτῳ ἀπετειχίσθησαν ἅμα τʼ ἂν ἔμαθον ...: σημείωσαι ἐπὶ τοῦ αὐτοῦ κώλου δὶς καὶ τρὶς τὸ ἄν· τοῦτο καὶ Σοφοκλῆς ἐν Αἴαντι τῇ πρώτῃ ἡμέρᾳ: τῆς ἀφίξεως αὐτοῦ δηλονότι. ὅ τι τάχος: ἤγουν τάχιστα. <!-- 7.42.4 -->τὸ παρατείχισμα: τὸ ὀρθὸν διατείχισμα ἐκώλυσαν περιτειχίσαι σφᾶς: οἱ Συρακούσιοι δηλονότι τοὺς Συρακουσίους. τοῦ ἐν αὐταῖς στρατοπέδου: εἰ κρατήσειε δηλονότι. αὐτὸ: τὸ παρατείχισμα ληφθέν: ἔσεσθαι. σφᾶς: τοὺς Ἀθηναίους. ἠπείγετο ἐπιθέσθαι: ἀντὶ τοῦ ἠπείγετο ἀποπειρᾶσθαι ἤγουν ἐγχειρῆσαι. καὶ οἱ: αὐτῷ. ξυντομωτάτην ἡγεῖτο διαπολ.: ἤγουν ἡγεῖτο εὐχερὲς ἀθρήσειν τὸ τέλος τοῦ πολέμου. <!-- 7.42.5 -->κατορθώσας: ἤγουν τροπαιουχήσας. τὴν στρατιάν: τῶν Ἀθηναίων δηλονότι. ἄλλως: ἤγουν ἀπράκτως. <!-- 7.42.6 -->ἔτεμνον: ἤγουν ἐδενδροτόμουν. ἐπεκράτουν: τῆς χώρας. <!-- 7.43.1 -->ἀπεκρούοντο: οἱ Ἀθηναῖοι δηλονότι. διατρίβειν: ἀργεῖν. <!-- 7.43.2 -->λαθεῖν: τοὺς Συρακουσίους δηλονότι. προσελθόντας: τοὺς Ἀθηναίους. λιθολόγους: λιθοδόμους — γρ. — παρασκευήν: ὅπλισιν. ἀπὸ πρώτου ὕπνου: νυκτομαχία Συρακουσίων καὶ Ἀθηναίων καὶ νίκη Συρακουσίων ἐν τοῖς τείχεσι: τοῖς ἑαυτῶν δηλονότι. <!-- 7.43.3 -->πρὸς αὐταῖς: ταῖς Ἐπιπολαῖς. <!-- 7.43.5 -->ὅπως τῇ παρούσῃ ὁρμῇ ...: ὅπως μηδὲ ὑστερήσωσι τοῦ διαπερᾶναι ὧν ἕνεκα ἦλθον. τὸ γὰρ «μὴ βραδεῖς γένωνται» ἀντὶ τοῦ μὴ ὑστερήσωσι κεῖται τοῦ περαίνεσθαι: ἤγουν τῆς τελειώσεως. ἀπὸ τῆς πρώτης: ὁρμῆς δηλονότι. πόλεως. <!-- 7.43.6 -->καὶ ἀδοκήτου: ἤγουν αἰφνιδίου. καὶ βιασθέντες: οἱ Συρακούσιοι δηλονότι. <!-- 7.43.7 -->τοῦ μήτω μεμαχημένου: τειχίσματος. ξυστραφῶσιν: οἱ Συρακούσιοι δηλονότι. ἐς φυγὴν κατέστησαν: τοὺς Ἀθηναίους δηλονότι. <!-- 7.44.1 -->οὐδʼ ἀφʼ ἑτέρων: οὔτε ἀπὸ Ἀθηναίων οὔτε ἀπὸ Συρακουσίων καὶ τῶν ἑκατέροις συμμάχων τῶν πολεμούντων. ἡ διάνοια· οὐδὲ αὐτοὶ οἱ πολεμοῦντες ἐξηγήσαντο. ὅτῳ τρόπῳ ἕκαστα ξυνηνέχθη: ἤγουν λεπτομερῶς, κατὰ ἀκρίβειαν. <!-- 7.44.3 -->ἐφόδῳ: ὁρμῇ. καὶ χαλεπὰ ἦν ὑπὸ τῆς βοῆς διαγνῶναι: διὰ τὴν βοὴν οὐ ῥᾴδιον ἦν αὐτὰ γνῶναι τῶν ἤδη πάλιν φευγόντων: τῶν εἰς τοὐπίσω φευγόντων ἤγουν τραπέντων. τοῦ ξυνθήματος: γνωρίσματος, συμφωνίας. <!-- 7.44.5 -->τὸ δʼ ἐκείνων: τῶν Συρακουσίων δηλονότι. ὥστʼ, εἰ μὲν ἐντύχοιέν τισι ...: τὸ ἑξῆς, ὥστε, εἰ μέν τισιν ἐντύχοιεν τῶν πολεμίων κρείσσους ὄντες, διέφευγον αὐτοὺς οἱ πολέμιοι ὑποκρίνοιντο: τὸ ξύνθημα. — <!-- 7.44.6 -->παιωνισμός:

  
τὸν παιονισμὸν βουλγαρισμὸν εἰ γράφεις,  
  
γράφειν μικρὸν γίνωσκε, μηδαμῶς μέγα  
ἀπὸ γὰρ ἀμφοτέρων: τῶν δύο στρατευμάτων. ἀπορίαν παρεῖχεν: τοῖς δυσὶ στρατεύμασιν. οἵ τε πολέμιοι ὁμοίως: ἀπὸ κοινοῦ τό, ὁπότε παιωνίσειαν, φόβον παρεῖχον <!-- 7.44.7 -->πολλὰ τοῦ στρατοπέδου: λείπει τὸ μέρη φίλοι τε φίλοις καὶ πολῖται πολίταις ...: τὸ ἑξῆς, φίλιοί τε φιλίοις καὶ πολῖται πολίταις οὐ μόνον εἰς χεῖρας ἀλλήλοις ἐλθόντες ἀπελύοντο, ἀλλὰ καὶ εἰς φόβον καθίστασαν <!-- 7.44.8 -->διωκόμενοι: ὑπὸ τῶν Συρακουσίων. τῆς ἀπὸ τῶν Ἐπιπολῶν ...: τῆς ἀπὸ τῶν Ἐπιπολῶν ὀπίσω ἀναχωρήσεως οἱ δὲ ὕστερον ἥκοντες: τὸ σχῆμα Ἀττικόν, ἀντὶ τοῦ, τῶν δὲ ὑστέρων ἡκόντων <!-- 7.45.1 -->ἀντέστησαν: τοῖς Ἀθηναίοις δηλονότι. <!-- 7.45.2 -->οἱ μὲν ἀπώλλυντο: ἀπὸ τῆς κρημνίσεως δηλονότι. <!-- 7.46.1 -->ὡς: καθώς. Ἀκράγαντα: τὸν Ἀκράγαντα ἀρσενικῶς <!-- 7.47.1 -->οὐ κατορθοῦντες: ἀντὶ τοῦ ἡττώμενοι τά τε ἄλλα ...: καὶ ὅτι τὰ ἄλλα αὐτοῖς πάντα οὐδεμίαν ἐλπίδα νίκης παρεῖχεν <!-- 7.47.3 -->ἀλλʼ ἅπερ καὶ διανοηθεὶς ...: διενοήθη μὴ διατρίβειν, ἀλλʼ ἀπάγειν τὴν στρατιάν καὶ τοῦ στρατεύματος ...: τὸ ἑξῆς, ἕως ἔτι οἷόν τε τοῦ πολεμίου στρατεύματος κρατεῖν. ἔμπροσθεν μὲν γὰρ ὑπὸ τῶν Συρακουσίων οἱ περὶ τὸν Νικίαν ἐν τῷ λιμένι κατεκέκλειντο κρατούμενοι, διὰ δὲ τὰς ἐπελθούσας μετὰ τοῦ Δημοσθένους ναῦς οἷοί τε ἦσαν κρατεῖν <!-- 7.47.4 -->τῇ πόλει: τῶν Ἀθηναίων. τοὺς ... ἐπιτειχίζοντας: τοὺς Λακεδαιμονίους Συρακουσίους: πρὸς δή. προσκαθῆσθαι: τοῖς Συρακουσίοις δηλονότι. <!-- 7.48.1 -->πόνηρα: ἀσθενῆ ἐπισφαλῆ, ἐπικίνδυνα. καταγγέλτους: δήλους διὰ μηνυμάτων. λαθεῖν γὰρ ἄν ...: μετὰ γὰρ πολλῶν βουλόμενοι οὐ δυνήσεσθε λαθεῖν ἐπιχειροῦντες ἀποπλεῦσαι <!-- 7.48.2 -->τόδʼ ἔτι ...: τὸ ἑξῆς, τόδε ἐλπίδας τε ἔτι παρεῖχε τὰ τῶν πολεμίων πονηρότερα ἔσεσθαι τῶν σφετέρων. ἀφʼ ὧν: τῶν πολεμίων. βουλόμενον τοῖς Ἀθηναίοις τὰ πράγματα ἐνδοῦναι: ἤγουν βουλόμενον κυρίους γενέσθαι τοὺς Ἀθηναίους τῶν κατὰ τὰς Συρακούσας πραγμάτων. ἐπεκηρυκεύετο: διὰ κηρύκων ἐμήνυε. ἀντὶ τοῦ, κήρυξ ἐπέμπετο πρὸς αὐτόν, τὸν Νικίαν, παρὰ τοῦ μέρους τῶν Συρακουσίων τοῦ βουλομένου τὰ πράγματα ἐνδοῦναι τοῖς Ἀθηναίοις. <!-- 7.48.3 -->καὶ διασκοπῶν ἀνεῖχε: διστάζων, εἴτε χρὴ μένειν, εἴτε ἀπιέναι, οὐδεμιᾷ προσετίθετο γνώμῃ. τοῦτο γάρ ἐστι τὸ διασκοπῶν ἀνεῖχε ἀπάξειν: ἀπὸ τῶν Συρακουσῶν δηλονότι. εὖ λέγων: ἤγουν πιθανῶς λέγων. <!-- 7.48.4 -->ἐκεῖσε: ἤγουν ἐς τὰ Ἀθήνας. οὔκουν βούλεσθαι ...: οὐ βούλεσθαι ἔφη ὁ Νικίας ὑπὸ Ἀθηναίων ἀπολέσθαι μόνος αὐτὸς ἀδίκως, ἀλλά, εἰ δεῖ πάντως ἀπολέσθαι, ὑπὸ τῶν πολεμίων τοῦτο παθεῖν <!-- 7.48.5 -->ἐν περιπολίοις: ἐν τοῖς περὶ τὴν πόλιν τειχίσμασι καὶ οἰκοδομαῖς ἐν περιδρόμοις περιτειχίσμασι, πολιχνίοις. σημείωσαι βόσκοντας τῆς νῦν παρασκευῆς: τῆς πολεμικῆς οἰκονομίας. ἐπικουρικὰ μᾶλλον ...: μισθοφόρων τοῖς Συρακουσίοις ὄντων καὶ οὐχὶ διʼ ἀνάγκην στρατευομένων πολιτῶν ὥσπερ Ἀθηναίων <!-- 7.48.6 -->τρίβειν οὖν ἔφη χρῆναι: ἀντὶ τοῦ διατρίβειν καὶ παρέλκειν καὶ μὴ χρήμασιν ...: καὶ μὴ νομίζειν διὰ χρημάτων ἔνδειαν ἡττᾶσθαι <!-- 7.49.1 -->θαρσήσει: θαρσήσας νῦν δηλονότι μᾶλλον ἢ πρότερον κρατηθεὶς καὶ νικηθείς. <!-- 7.49.2 -->τὰ τῶν πολεμίων: ἤγουν τοὺς πολεμίους. στενοχωρίᾳ: ἡ στενοχωρία τά τε ...: ἤγουν τῇ ἐμπειρίᾳ αὐτῶν χρήσεσθαι δυνήσονται. <!-- 7.50.1 -->ἐν τούτῳ: τῷ καιρῷ δηλονότι. ἡ τοῖς Συρακοσίοις στάσις: ἀντὶ τοῦ, ἡ στάσις, διὰ Συρακουσίους κινουμένη, εἰς φιλίαν ἐξῆλθε. ὅθεν ... ἀπέχει: ὅθεν ἐλάχιστον πρὸς Σικελίαν διάστημα· δυεῖν γὰρ ἡμερῶν καὶ νυκτὸς ἀπέχει πλοῦς ἀπὸ Καρχηδόνος ἐς Σελινοῦντα πλοῦς δύο ἡμερῶν καὶ νυκτός <!-- 7.50.3 -->αὐτοῖς: ἤγουν τοῖς Συρακουσίοις. τοῖς πᾶσι: κατὰ πάντα. ἀλλʼ ἤ: παρʼ ὅ. <!-- 7.50.4 -->ἑτοῖμα ἦν ἀποπλεῖν: ἕτοιμα ἦν τὰ κατὰ τὸν ἀπόπλουν. ἐνθύμιον ποιούμενοι: ἤτοι δεισιδαιμονήσαντες ἢ ἐκλογισάμενοι κατὰ νοῦν σχόντες τὸ τῆς σελήνης. θειασμῷ: εὐχῇ καὶ μαντείᾳ καὶ τῷ τοιούτῳ προσκείμενος: τῷ τοιούτῳ εἴδει τοῦ θειασμοῦ προσέχων, τῷ παραφυλάττειν τὰς ἐκλείψεις καὶ τὰ οὐράνια οὐδʼ ἂν ...: τὸ ἑξῆς, οὐδʼ ἂν διαβουλεύσασθαι, ὅπως ἂν κινηθείη πρότερον, τουτέστι πρὶν τρὶς ἐννέα ἡμέρας κτλ. <!-- 7.51.1 -->μὴ ἀνιέναι τὰ τῶν Ἀθηναίων: ἀντὶ τοῦ τοὺς Ἀθηναίους φεύγειν δηλονότι. σφῶν: τῶν Συρακουσίων. χαλεπωτέρους προσπολεμεῖν: δυσεπιχειρήτους. <!-- 7.51.2 -->ἐπλήρουν: ἀνδρῶν δηλονότι. τῇ μὲν προτέρᾳ: καθʼ ἣν δηλονότι ἐκινήθησαν. ἀπολαμβάνουσί τε: ἤγουν ἀποκόπτουσί τινας τῶν ὁπλιτῶν τῶν Ἀθηναίων. <!-- 7.52.1 -->τῇ δʼ ὑστεραίᾳ: ναυμαχία Συρακουσίων καὶ Ἀθηναίων καὶ νίκη Συρακουσίων τῶν Συρακουσίων οϛʹ· τῶν Ἀθηναίων πϛʹ πρὸς τὰ τείχη: τῶν Ἀθηναίων δηλονότι. τὸν Εὐρυμέδοντα ...: Εὐρυμέδοντος στρατηγοῦ τῶν Ἀθηναίων ἀναίρεσις ὑπὸ Συρακουσίων <!-- 7.53.1 -->τοὺς ἐκβαίνοντας: ἀπὸ τῶν νεῶν δηλονότι. <!-- 7.53.3 -->παρόντος: προσγεγενημένου. πάντας ἀπέκτειναν: οἱ Συρακούσιοι ἀπέκτειναν δηλονότι <!-- 7.54.1 -->τῶν ὁπλιτῶν: τῶν Ἀθηναίων δηλονότι. τῶν πεζῶν: τῶν Συρακουσίων. <!-- 7.55.1 -->πρότερον μὲν γάρ: περιττὸς ὁ μέν σύνδεσμος παράλογος: παραδοξία. <!-- 7.55.2 -->οὐ δυνάμενοι ...: οὐ δυνάμενοι αὐτοὺς προσαγαγέσθαι καὶ ὑποχειρίους ποιῆσαι, οὔτε διὰ τοῦ μεταβάλλειν αὐτῶν τὴν πολιτείαν οἷον στάσιν ἐμβαλόντες ἢ ὀλιγαρχίαν παρʼ αὐτοῖς ἐργασάμενοι ᾧ προσήγοντο ἄν: ᾧτινι τῷ πράγματι, τῷ μεταβαλεῖν δηλονότι τὴν πολιτείαν, προσήγοντο ἂν οἱ διάφοροι αὐτοῖς τοῖς Ἀθηναίοις. οὐ δυνάμενοι δὲ οὔτʼ ἐκ μεταβολῆς, ἐπειδὴ ἡ αὐτὴ ἦν ἑκατέρων πολιτεία, οὔτʼ ἐκ παρασκευῆς πολλῷ μείζονος, ὅτι καὶ ἵππους καὶ ναῦς εἶχον ἐκεῖνοι ὁμοίως τοῖς Ἀθηναίοις. τὸ ἑξῆς, οὐ δυνάμενοι ἐπενεγκεῖν τὸ διάφορον αὐτοῖς. πολλῷ κρείσσους: λείπει τὸ ὄντες ἀντὶ τοῦ κρείσσονες. πολλῷ δὴ μᾶλλον: ἀπὸ κοινοῦ τὸ ἐν παντὶ δὴ ἀθυμίας ἦσαν <!-- 7.56.2 -->καθυπέρτερα: τῶν Ἀθηναίων. φόβου: ἀπὸ φ. τῆς δουλείας δή. ἀπολύεσθαι: ῥύσεσθαι. τὸν ὕστερον ἐ. πόλεμον ἐνεγκεῖν: ἤγουν ἀντισχεῖν πρὸς τὸν ὕστερον πόλεμον δέξασθαι. αὐτῶν: τῆς τε ἐλευθερίας τῶν Ἑλλήνων καὶ τοῦ ἀπαλλαγῆναι φόβου <!-- 7.56.3 -->μέγα μέρος προκόψαντες: ἀντὶ τοῦ προκοπὴν μεγάλην τῷ ναυτικῷ στόλῳ παρασχόντες· τουτέστι πολλὰς ναῦς αὐτοῖς παρασχόντες εἰς τὰς ναυμαχίας. ἤ, ὥς τινες, ἐπὶ μέγα ἐν τῷ ναυτικῷ προκόψαντες <!-- 7.56.4 -->ἐπὶ μίαν πόλιν: κατὰ μιᾶς πόλεως τῶν Συρακουσῶν. πλήν γε δὴ τοῦ ξύμπαντος ...: πλὴν ὅσα συνῆλθεν ἔθην πρὸς Ἀθηναίους καὶ Λακεδαιμονίους ἐν παντὶ τῷδε τῷ πολέμῳ ἐξαίρω δὲ λόγου τὰ ἐν παντὶ τῷδε τῷ πολέμῳ ἔθνη πρός τε τὴν Ἀθηναίων καὶ Λακεδαιμονίων πόλιν συνελθόντα· τουτέστι, πλεῖστα ἔθνη περὶ Συρακουσῶν μαχόμενα ἦλθε, πλήν γε δὴ οὐ τοσαῦτα ὅσα πρὸς Ἀθηναίους καὶ πρὸς Λακεδαιμονίους προσενεμήθη λόγου: ἀριθμοῦ. <!-- 7.57.1 -->τοσοίδε γὰρ ἑκάτεροι ...: ἤγουν πολλοὶ γὰρ ἦσαν συμμαχοῦντες ἑκατέροις τοῖς μέρεσιν. οἵ τε γὰρ Ἀθηναῖοι ἐπὶ Σικελίαν ἐλθόντες ἔσχον πολλούς τινας συμμάχους· οὐ μὴν ἀλλὰ καὶ οἱ Συρακούσιοι περὶ Σικελίας μαχόμενοι ὡσαύτως ἐπήγοντο τοὺς μετασχήσοντας τοῦ πολέμου καὶ κινδυνεύσοντας ἐπὶ τῷ διασῶσαι τὴν τῶν Συρακουσίων πόλιν, ὥσπερ τοῖς συμμαχοῦσιν Ἀθηναίοις σκοπὸς τὸ συγκτήσασθαι χώραν. κατάλογος τῶν ἐθνῶν καὶ πόλεων τῶν συμμαχησάντων Ἀθηναίοις κατὰ Συρακουσῶν· Ἀθηναῖοι, Λήμνιοι, Ἴμβριοι, Αἰγινῆται, Ἑστιαιεῖς — οὗτοι πάντες Ἀθηναίων ἄποικοι ἦσαν —, Ἐρετριεῖς, Χαλκιδεῖς, Στυρεῖς, Καρύστιοι, Κεῖοι, Ἄνδριοι, Τήιοι, Μιλήσιοι, Σάμιοι, Χῖοι, Μηθυμναῖοι, Τενέδιοι, Αἴνιοι, Πλαταιεῖς, Ῥόδιοι, Κυθήριοι, Κεφαλλῆνες, Ζακύνθιοι, Κερκυραῖοι, Μεσσήνιοι ἐκ Ναυπάκτου, Μεγαρεῖς φυγάδες, Ἀργεῖοι, Μαντινεῖς, Κρῆτες, Αἰτωλοί, Ἀκαρνᾶνες, Θούριοι, Μεταπόντιοι, Νάξιοι, Καταναῖοι, Ἐγεσταῖοι, Τυρσηνοί, Ἰάπυγες τοῖς μέν: τοῖς Ἀθηναίοις τοῖς δέ: τοῖς Συρακουσίοις μετʼ ἀλλήλων στάντες: συμμαχήσαντες ἀλλήλοις. ἀλλʼ ὡς ἑκάστοις ...: ἀλλʼ ὡς ἑκάστῳ συνέτυχεν ἢ διὰ τὸ ἴδιον συμφέρον ἢ ἐξ ἀνάγκης στρατεύεσθαι <!-- 7.57.4 -->καὶ ἀπʼ Ἀθηναίων: ἄποικοι δηλονότι. οὗτοι: ἤγουν οἱ Καρύστιοι. <!-- 7.57.5 -->ναυσί: ἤγουν σὺν ναυσί. <!-- 7.57.7 -->κατὰ δὲ τὸ νησιωτικόν: ἤγουν νόμιμον, ἔθος. οὐ μόνον Δωριῆς: ὄντες δηλονότι. ἀνάγκῃ μὲν ἐκ τοῦ εὐπρεποῦς ...: ἔλεγον ἐξ ἀνάγκης ἀκολουθεῖν, ἵνʼ εὐπρεπὴς ἀπολογισμὸς αὐτοῖς ᾖ· οὐχ ἧσσον δὲ βουλόμενοι ἤπερ ἐξ ἀνάγκης εἵποντο, διὰ τὴν Κορινθίων ἔχθραν <!-- 7.57.8 -->κατὰ ξυμφορὰν ἐμάχοντο: ξυμφορὰν ἄρτι τὴν φυγὴν λέγει, ὅτι φυγάδες ὄντες τοῖς ξυγγενέσιν ἐμάχοντο <!-- 7.57.9 -->καὶ τῆς παραυτίκα: τῆς κατὰ τὸ ἐνεστώς. οὐδὲν ἧσσον διὰ κέρδος: ἡ παροιμία· πιπράσκει δʼ ὁ κακὸς πάντα πρὸς ἀργύριον. τοῦ Καλλιμάχου μισθῷ καὶ οὗτοι πεισθέντες: ἦλθον μετὰ τῶν Ἀθηναίων. ξυγκτίσαντας: ἀντὶ τοῦ ξυγκτίσασι <!-- 7.57.11 -->τοιαύταις: ταῖς μισθοφορικαῖς οἵπερ ἐπηγάγοντο: ἐπεσπάσαντο. τοὺς Ἀθηναίους. κατὰ διαφοράν: ἔχθραν. <!-- 7.58.1 -->Συρακοσίοις δὲ ...: κατάλογος τῶν ἐθνῶν καὶ τῶν πόλεων τῶν συμμαχησάντων Συρακουσίοις κατὰ Ἀθηναίων· Συρακόσιοι, Καμαριναῖοι, Γελῷοι, Σελινούντιοι, Ἱμεραῖοι, Σικελοί, Λακεδαιμόνιοι, Κορίνθιοι, Λευκάδιοι, Ἀμπρακιῶται, Ἀρκάδες, Σικυώνιοι, Βοιωτοί ἡσυχαζόντων: ἀπὸ τοῦ πολέμου ἀπεχόντων. <!-- 7.58.3 -->καὶ οἱ αὐτόνομοι: δημοκρατούμενοι. ὅσοι μὴ ἀφέστασαν: τῶν Συρακουσίων δηλονότι. νεοδαμώδεις: νεοδαμώδης ὁ ἐλεύθερος παρὰ τοῖς Λακεδαιμονίοις κατὰ τὸ ξυγγενές: τῶν Συρακουσίων. <!-- 7.58.4 -->κατὰ πάντα: παντὸς γένους. <!-- 7.59.2 -->καλὸν ἀγώνισμα: ἔνδοξον, συμφέρον. <!-- 7.59.3 -->σημείωσαι καὶ ὀλίγον οὐδὲν ἐς οὐδὲν ἐπενόουν τὸ ἑξῆς, καὶ ὀλίγον οὐδὲν ἐπενόουν ὡς οὐδέν, τουτέστι τὸ ὀλίγον οὐκ ἐπενόουν οὐδέν, ἀλλὰ πᾶν τὸ μέγα. <!-- 7.60.2 -->καὶ ξυνελθόντες οἵ τε στρατηγοὶ ...: νῦν διὰ τὸ ἄπορον καὶ τοὺς ταξιάρχους οἱ στρατηγοὶ συνήγαγον, καθʼ αὑτοὺς πρότερον βουλευόμενοι. ἀπολαβόντες: ἰδιώσαντες, ἀποκόψαντες. τοῦτο μέν: τὸ διατείχισμα. καὶ ἀπλοώτεραι: ἀπλοωτέρας οὐ τὰς ἀπλόους παντάπασι λέγει, ἀλλὰ τὰς διὰ πληρωμάτων ἔνδειαν ἀπλόους ἱσταμένας. τοῦτο δὲ καὶ ἡ τοῦ λόγου ἐπαγωγὴ δηλοῖ, «πάντα τινὰ ἐσβιβάζοντες πληρῶσαι». <!-- 7.60.3 -->ἡλικίας: νεότητος. <!-- 7.60.5 -->ὁ δὲ Νικίας: τῷ Νικίᾳ τὴν προτροπὴν τῆς διαλέξεως δίδωσι καὶ ὡς καθʼ ἡλικίαν πρεσβυτέρῳ καὶ ὡς μείζονι στρατηγῷ καὶ ὡς πάλαι τοὺς Συρακουσίους νενικηκότι καὶ ὡς ἐν Πελοποννήσῳ καὶ ἐν ἄλλοις πολλοῖς τόποις τοὺς ἐναντίους διαπολεμήσαντι. πολύ: λίαν. διακινδυνεύειν: διὰ κινδύνου ἰέναι. <!-- 7.61.1 -->ἄνδρες στρατιῶται ...: δημηγορία Νικίου στρατηγοῦ Ἀθηναίων ἔστι τῳ: τινὶ ἡμῶν. <!-- 7.61.2 -->ἔπειτα διὰ παντὸς ...: ἔπειτα ἐν παντὶ τῷ χρόνῳ δυσέλπιδές εἰσι καὶ προσδοκῶσιν ὅμοια ταῖς γεγενημέναις συμφοραῖς τὰ μέλλοντα <!-- 7.61.3 -->τῶν ἐν τοῖς πολέμοις παραλόγων: Ὅμηρος

  
ξυνὸς Ἐνυάλιος καί τε κτανέοντα κατέκτα.  
τὸ τῆς τύχης: ἤγουν εὐτυχίας. κἂν μεθʼ ἡμῶν ἐλπίσαντες στῆναι: καὶ τὴν τύχην καὶ ἡμῖν συλλήψεσθαι ἐλπίσαντες <!-- 7.62.2 -->ἐν δὲ τῇ ἐνθάδε ...: ἐν δὲ τῇ νῦν κατὰ ἀνάγκην ἀπὸ νεῶν γενησομένῃ πεζομαχίᾳ ἐπιτήδεια ἔσται <!-- 7.62.3 -->ηὕρηται δʼ ἡμῖν ...: ἀντὶ τοῦ ἐξεύρηται ἡμῖν ἐπιβολὴ χειρῶν σιδηρῶν, αἷς προσιούσας τὰς ναῦς τὰς πολεμίας κρατήσομεν, ὥστε μὴ δύνασθαι ἐξ ἀναχωρήσεως ἐμβάλλειν ἡμῖν τῶν ἐπωτίδων αὐτοῖς: ἀντὶ τοῦ τῶν Συρακουσίων. ἐπιβολαί: ἤγουν ἀντιλαβαὶ εὕρηνται ἡμῖν. <!-- 7.62.4 -->ἄλλως τε καὶ τῆς γῆς ...: διὰ τοῦτο, φησίν, οὐ συμφέρει ἀνακρούεσθαι ἡμῖν, ὅτι ἄρα εἰς πολεμίαν γῆν ὑπὸ τῆς ἀνακρούσεως ἐξενεχθησόμεθα <!-- 7.63.1 -->μὴ ἐξωθεῖσθαι ἐς αὐτήν: ἤγουν τὴν γῆν ἀπαράξητε: μετὰ βίας ἀποκρίνητε εἰς τὴν θάλασσαν καταβάλητε ἤγουν μετὰ ἀραγμοῦ καὶ συντριβῆς ἀποστήσητε. <!-- 7.63.2 -->τῶν ἄνωθεν μᾶλλον: τὸ μᾶλλον οὐκ ἔστι συγκριτικόν, ἀλλὰ διασαφητικόν· οὐ γὰρ καὶ οἱ ναῦται τοῦ ἀπαράττειν τοὺς πολεμίους συναίτιοι <!-- 7.63.3 -->καὶ ἐν τῷ αὐτῷ τῷδε: ἐν τῷ παραινεῖν καὶ τὰς ναῦς πλείους: ἤτοι τῶν πολεμίων νεῶν ἢ νῦν πλείους ἤπερ πρότερον τὴν ἡδονὴν ἐνθυμεῖσθαι: ἐνθυμεῖσθαί τε ἄξιον ὅτι δεῖ διαφυλάξασθαι τὴν ἡδονήν. ἡδονὴν δὲ λέγει, ἣν ἐπιφέρει, ἐπὶ τῷ θαυμάζεσθαί τε κατὰ τὴν Ἑλλάδα καὶ κατὰ τὸ ὠφελεῖσθαι, ἔν τε τῷ μὴ ἀδικεῖσθαι αὐτοὶ καὶ ἐν τῷ φοβεροὶ τοῖς ὑπηκόοις φαίνεσθαι οἳ τέως Ἀθηναῖοι νομιζόμενοι: τοὺς μετοίκους λέγει ὠφελεῖσθαι: ἤγουν κερδαίνειν. <!-- 7.64.1 -->εἴ τε ξυμβήσεταί τι ἄλλο: εὐφημότατα ᾐνίξατο τὴν ἧτταν τούς τε ἐνθάδε πολεμίους: ἀπὸ κοινοῦ τὸ ὑπομιμνήσκω <!-- 7.64.2 -->ὑπὲρ ἀμφοτέρων: ὑπέρ τε τῆς ἐνταῦθα δουλείας ὑμῶν καὶ τῆς ἐκεῖ τῶν ἄλλων Ἀθηναίων <!-- 7.65.1 -->πληροῦν: ἀνδρῶν δηλονότι. ἡ ἐπιβολή: ἡ ἀντίληψις. πρὸς τοῦτο: ἤγουν πρὸς τὴν ἀντιλαβὴν τῶν σιδηρῶν χειρῶν. <!-- 7.65.2 -->παρεκελεύσαντο ἐκείνοις οἵ τε στρατηγοὶ καὶ Γύλιππος: πάντες ὑπὸ θάρσους ἐν τούτοις παρακελεύονται· οἱ στρατηγοὶ τῶν Συρακουσίων ὡς ὑπὲρ αὐτῶν ὄντος τοῦ ἀγῶνος· οἱ τῶν Βοιωτῶν ὡς ἀντιστάντων ἐν τῇ ἐφόδῳ τοῖς Ἀθηναίοις· Κορίνθιοι ὡς ναυτικῇ καὶ πεζῇ δυνάμει βεβοηθηκότες μόνοι τῶν ἀπὸ Πελοποννήσου· Γύλιππος ὡς στρατηγὸς ἐπὶ τούτῳ αὐτῷ παρὰ τῶν Λακεδαιμονίων ἐκπεμφθείς. πάντας δὲ εἰκὸς ἡδομένους καὶ ἀνὰ μέρος καὶ ὁμοῦ τὴν διάλεξιν ποιεῖσθαι πρὸς αὐτούς. <!-- 7.66.1 -->ὅτι μὲν καλὰ ...: δημηγορία Συρακουσίων καὶ Γυλίππου τὰ προειργασμένα: ἤγουν ἡ προγεγενημένη νίκη. ἀντελάβεσθε: ἀντὶ τοῦ ᾐσθάνεσθε <!-- 7.66.2 -->ἐς τὴν χώραν τήνδε: ἤγουν κατὰ τῆσδε τῆς χώρας. κατορθώσειαν: ἤγουν τροπαιουχήσειαν. <!-- 7.66.3 -->ἄνδρες γὰρ ἐπειδὰν ὧν ἀξιοῦσι προύχειν κολουσθῶσι: κολουσθῶσιν, ἀντὶ τοῦ κωλυθῶσιν, ἀνακοπῶσιν σημείωσαι κολουσθῶσι ὁπόταν γὰρ ἄνδρες ἐλαττωθῶσιν ἐν τούτῳ ἐν ᾧ δοκοῦσιν ὑπερέχειν τῶν πέλας, εἴς τε τὰ λοιπὰ τῷ φρονήματι ταπεινοῦνται μᾶλλον ἤπερ εἰ μηδὲ ὅλως τι κατʼ ἀρχάς καὶ τῷ παρʼ ἐλπίδα ...: καὶ παρʼ ἐλπίδα σφαλέντες ἐφʼ οἷς μέγα ἐφρόνησαν, αὖθις ἐν τοῖς ἔργοις ἐνδιδόασιν, ταπεινότεροι καὶ χείρους γινόμενοι τῆς ὑπαρχούσης δυνάμεως ἡμῶν <!-- 7.67.1 -->τῆς δοκήσεως: τῆς ἀγαθῆς ἐλπίδος. διπλασία ἑκάστου ἡ ἐλπίς: τὸ μὲν διπλασία ἀντὶ τοῦ πολλαπλασία· οὐχ ἑκάστου δὲ ἡ ἐλπὶς διπλασία, ἀλλʼ ἐξ ἑκάστου τῶν εἰρημένων διπλασιάζεται, ἐκ τοῦ καταπεπτωκέναι τοὺς Ἀθηναίους τοῖς φρονήμασι κἀκ τοῦ δόκησιν ἔχειν ὅτι κρείττους ἐσμέν, εἰ τοὺς κρείττους ἐνικήσαμεν τὰ δὲ τῆς ἀντιμιμήσεως αὐτῶν ...: ἀντιμίμησις, ἀντὶ τοῦ ἀντίθεσις καὶ ἀντισήκωσις μιμούμενοι ἡμᾶς οἱ Ἀθηναῖοι πολλοὺς ὁπλίτας ἐπεβίβασαν ἐπὶ τὰ καταστρώματα, ὅπερ ἡμῖν μὲν σύνηθές ἐστι καὶ διὰ τοῦτο οὐκ ἀνάρμοστον, ἐκείνοις δὲ ἐναντίον διὰ τὰ ἐπιφερόμενα χερσαῖοι: ὡς ἐν τῇ πρώτῃ  <span class="gap">…</span> θαλασσίους εἶπε τοὺς ἐμπειρίαν ἔχοντας τῶν ναυτικῶν, οὕτως ἄρτι χερσαίους οὐ τοὺς ἠπειρώτας, ἀλλὰ τοὺς ἀπείρους θαλάσσης λέγει οἳ οὐδʼ ὅπως ... εὑρήσουσι: οἳ οὐδὲ καθεζόμενοι τοξεύειν καὶ ἀκοντίζειν δυνήσονται. μίαν δὲ ἀπόφασιν ἡγητέον λείπειν, ἵνα ᾖ τὸ πλῆρες· οἱ δὲ οὐχ εὑρήσουσιν οὐδὲ ὅπως χρὴ τὸ βέλος καθεζομένους ἀφεῖναι καὶ ἐν σφίσιν αὐτοῖς ...: τὸ ἑξῆς, καὶ ἐν σφίσιν αὐτοῖς πάντες ταράξονται τὸ δὲ οὐκ ἐν τῷ ἑαυτῶν τρόπῳ κινούμενοι οὐ κατὰ τὸ σύνηθες ἕκαστος ἐπὶ τῶν νεῶν κινούμενοι <!-- 7.67.3 -->ἐν ὀλίγῳ: διαστήματι. ῥᾷσται δὲ ἐς τὸ βλάπτεσθαι: ῥᾳδίως δὲ βλαβήσονται ὑπὸ τῶν ἡμῖν παρεσκευασμένων <!-- 7.67.4 -->οὐ παρασκευῆς πίστει μᾶλλον: οὐ τῇ παρασκευῇ πιστεύοντες, ἀλλὰ διακινδυνεῦσαι σπεύδοντες ἐπὶ τῇ τύχῃ τὸ μέλλον ποιοῦνται ἀποκινδυνεύσει: τίνι <!-- 7.68.1 -->καὶ τύχην ἀνδρῶν: καὶ πρὸς τύχην ἀνδρῶν πολεμίων ἡμῖν ἡττημένων νομίσωμεν ἅμα μὲν ...: νομιμώτατόν ἐστιν ὀργῇ προσμῖξαι τοῖς ἐναντίοις· προσῆκον γὰρ τοῖς τιμωρουμένοις τοὺς ἀδίκως ἐπελθόντας παρίστασθαι τοῦτο, καὶ κρίνειν ὅτι δεῖ ἀποπλῆσαι τὸν θυμὸν ἐν τῇ τιμωρίᾳ τοῦ ἀδικήματος τὸ λεγόμενόν που ἥδιστον εἶναι: τὸ ἐχθροὺς τιμωρήσασθαι σημείωσαι τοῦ θεολόγου <!-- 7.68.2 -->ἐν ᾧ: ἐν τῷ δουλώσασθαι ἡμᾶς τὰ ἀπρεπέστατα: τοὺς ἀνδραποδισμούς τὴν αἰσχίστην ἐπίκλησιν: τὴν δουλείαν <!-- 7.68.3 -->καλὸς ὁ ἀγών: ἡ διάνοια· καλὸς ἡμῖν ὁ ἀγών ἐστι· πραξάντων γὰρ ἡμῶν ὅσα βουλόμεθα οὗτοί τε κολασθήσονται καὶ ἡ πᾶσα Σικελία ἐλευθερωθήσεται <!-- 7.69.1 -->τοὺς Ἀθηναίους ᾐσθάνοντο: πληροῦντας δηλονότι τὰς ναῦς. <!-- 7.69.2 -->πάσχουσιν: οἱ ἄνθρωποι δηλονότι. ἐνδεᾶ: ἀπλήρωτα. πατρόθεν τε ἐπονομάζων: Ὅμηρος

  
πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον  
ἀξιῶν τό τε καθʼ ἑαυτόν ...: ἀξιῶν μηδένα προδοῦναι τὴν ἰδίαν ἀρετήν ὧν: καὶ ἀξιῶν ἐκείνους ὧν. ὧν ἐπιφανεῖς ἦσαν: τοῦτο καθʼ ὑπερβατόν· συντακτέον δὲ τῷ πατρόθεν ἐπονομάζων καὶ τῆς ἐν αὐτῇ ἀνεπιτάκτου ...: καὶ τῆς ἐν τῇ πατρίδι αὐτεξουσίου βιοτῆς ἄλλα τε λέγων ...: καθʼ ὑπερβατόν· συντακτέον δὲ τῷ παραπλήσια, ἵνα ᾖ τὸ ἑξῆς· ἄλλα τε λέγων, οἷα ἐν τῷ τοιούτῳ ἤδη τοῦ καιροῦ ὄντες ἄνθρωποι εἴποιεν ἄν, καὶ παραπλήσια. ἡ δὲ διάνοια· ἄλλα τε λέγων, ὅσα ἐν τοιαύτῃ περιστάσει καθεστῶτες ἄνθρωποι λέξαιεν ἄν, καὶ παραπλήσια, ὑπέρ τε τῶν ἄλλων πάντων καὶ γυναικῶν καὶ παίδων καὶ θεῶν, οὐ φυλαττόμενοί τι αὐτῶν εἰπεῖν, μὴ δόξωσι τοῖς ἀκροαταῖς ἀρχαιολογεῖν, ἀλλὰ ὠφέλιμα πρὸς τὴν παροῦσαν περίστασιν νομίζοντες <!-- 7.69.3 -->οὐχ ἱκανὰ μᾶλλον ἢ ἀναγκαῖα: ἀναγκαῖα μᾶλλον ἤπερ ἱκανά <!-- 7.69.4 -->πρὸς τὸ ζεῦγμα τοῦ λιμένος: ὃ ἔζευξαν οἱ Συρακούσιοι ἀποφράττοντες τὸ στόμα τοῦ λιμένος καὶ τὸν παραλειφθέντα διέκπλουν: καὶ τοῦτο τὸ μέρος ὃ οὐκ ἔξευκτο, ἀλλʼ ἀνεῴγει, τοῦ στόματος τοῦ λιμένος. τουτέστι παρελέλειπτο ὥστε μὴ ἐζεῦχθαι βιάσασθαι ἐς τὸ ἔξω: μετὰ βίας ἐξελθεῖν. ναυμαχία Συρακουσίων καὶ Ἀθηναίων καὶ νίκη Συρακουσίων κατὰ κράτος <!-- 7.70.1 -->προεξαγαγόμενοι: πρότερον ἢ Ἀθηναῖοι. τοῦ παντός: στρατεύματος δηλονότι. <!-- 7.70.2 -->σφίσι: τοῖς Ἀθηναίοις. τῶν προτέρων: ναυμαχιῶν δηλονότι. <!-- 7.70.3 -->οἵ τε ἐπιβάται ἐθεράπευον ...: οἱ ἐπιβάται ἐπεμελοῦντο — τοῦτο γάρ ἐστι τὸ ἐθεράπευον — καὶ ἠγωνίζοντο ὅπως μὴ λείποιντο τῇ προθυμίᾳ οἱ ἐπὶ τοῦ καταστρώματος ὄντες τῆς τε τῶν ναυτῶν καὶ κυβερνητῶν τέχνης ἐπεμελοῦντο πρῶτος: ἀντὶ τοῦ ἔξοχος <!-- 7.70.4 -->ἐν ὀλίγῳ: διαστήματι δηλονότι. αἱ μὲν ἐμβολαὶ ... ἐγίγνοντο: ἔμβολοι, τὰ ἐξέχοντα τῶν νεῶν πρὸς τὴν πρώραν, οἷς ἐνέβαλλον ταῖς τῶν πολεμίων ναυσὶ καὶ κατέδυον· ἠμφίεστο δὲ ταῦτα χαλκῷ ἢ σιδήρῳ, τύπον ἀποτελοῦντα κριῶν ἢ κυνῶν ἢ τοιούτων τινῶν αἱ δὲ προσβολαί ...: συνεχῶς ἐγίγνοντο αἱ συμπλοκαὶ τῶν νεῶν· αἱ μὲν γὰρ αὐτῶν φεύγουσαι ἐπεφέροντο ἑτέραις καὶ οὐ συνεπλέκοντο, αἱ δὲ ἑκοντὶ ἐπιπλέουσαι προσέβαλλον <!-- 7.70.5 -->προσφέροιτο: ἀντὶ τοῦ προσήλαυνεν. ἐπʼ αὐτήν: ἤγουν κατʼ αὐτῆς. <!-- 7.70.6 -->ξυνηρτῆσθαι: ἤρτηται, κρέμαται ἢ δέδεται συμπεπλέχθαι. καὶ τοῖς κυβερνήταις: τοὺς κυβερνήτας, εἴτε φυλάττεσθαι δέοι εἴτε ἐπιβουλεύειν, μὴ καθʼ ἓν μέρος, οἷον δεξιὸν ἢ ἀριστερόν, τοῦτο ποιεῖν, ἀλλὰ πανταχοῦ ξυμπιπτουσῶν: ἀλλήλαις δηλονότι. καὶ ἀποστέρησιν τῆς ἀκοῆς: καὶ μὴ δύνασθαι τῶν κελευσμάτων ἀκούειν <!-- 7.70.7 -->πολλὴ γὰρ δὴ ἡ παρακέλευσις ... τοῖς κελευσταῖς: ὑπὸ τῶν κελευστῶν. τὸ δὲ ἐπιβοῶντες, συνταττόμενον τῷ «πολλὴ γὰρ δὴ ἡ παρακέλευσις ἀφʼ ἑκατέρων τοῖς κελευσταῖς», ἐσχημάτισται· ἦν γὰρ κατὰ φύσιν τό, πολλὰ γὰρ δὴ οἱ κελευσταὶ ἀλλήλοις παρεκελεύοντο πολλὴ ἡ παρακέλευσις τοῖς κελευσταῖς ἐγίνετο ἀντὶ τοῦ, πολλὰ οἱ κελευσταὶ παρεκελεύοντο. σημείωσαι· οὕτω γὰρ συνταχθήσεται τούτοις τὸ ἐπιβοῶντες τὴν τέχνην: τέχνην λέγει τὴν ἰδίαν, τὴν κελευστικήν αὐτίκα: παροῦσαν. βιάζεσθαί τε τὸν ἔκπλουν: μετὰ βίας καὶ ἰσχύος ποιεῖσθαι. <!-- 7.70.8 -->ἑκατέρων: τῶν Συρακουσίων καὶ Ἀθηναίων. οἱ μὲν Ἀθηναῖοι ...: οἱ τῶν Ἀθηναίων στρατηγοὶ ἐπυνθάνοντο τῶν πρύμναν κρουομένων τριηραρχῶν καὶ οἷον εἰς γῆν ἀποβαίνειν διανοουμένων, εἰ τὴν γῆν τῶν Συρακουσίων, ἥτις ἐστὶ πολεμία, νομίζουσιν οἰκειοτέραν εἶναι τῆς μετὰ πολλοῦ πόνου κεκτημένης θαλάττης, τουτέστιν ἧς ἐγένοντο ἄρχοντες μετὰ πολλῶν πόνων θαλαττοκρατήσαντες <!-- 7.71.1 -->ἰσορρόπου: ἰσοπαλοῦς. πολὺν τὸν ἀγῶνα καὶ ξύστασιν τῆς γνώμης εἶχε: ἀντὶ τοῦ ἰσχυρῶς ἠγωνίων καὶ τὰς διανοίας συνετέταντο ὁ αὐτόθεν: ὁ Συρακούσιος στρατός περὶ τοῦ πλείονος ἤδη καλοῦ: ὑπὲρ τοῦ νικῆσαι κατὰ κράτος οἱ ἐπελθόντες: οἱ Ἀθηναῖοι <!-- 7.71.2 -->πάντων γὰρ δὴ ἀνακειμένων ...: πάσης αὐτοῖς ἐλπίδος ἐν ταῖς ναυσὶν οὔσης ἐοικώς: ὅμοιος. ἀντὶ τοῦ μείζων ἁπάντων τῶν φόβων. διὰ τὸ ἀνώμαλον ...: διὰ τὸ ἐν ταῖς ναυσὶ μόναις πάσας τὰς ἐλπίδας ἔχειν ἀνωμάλως ἐκ τῆς γῆς ἐθεῶντο τὴν ναυμαχίαν διὰ τὴν ἀνωμαλίαν τῆς χώρας ἄλλοι ἄλλως ἐθεώρουν τὴν ναυμαχίαν. <!-- 7.71.3 -->διʼ ὀλίγου γὰρ οὔσης τῆς θέας ...: σύνεγγυς γὰρ οὔσης τοῖς πεζοῖς τῆς ναυμαχίας εἰς τὸ πάντας ὁρᾶσθαι καὶ ἄλλων ἄλλο ἔργον αὐτῆς θεωρούντων, οἱ μὲν νικῶντας ὁρῶντες τοὺς οἱκείους ἀνεθάρσουν τε διὰ τοῦτο καὶ ἔχαιρον, οἱ δὲ θεώμενοι ἡττωμένους κατʼ ἄλλο μέρος ἐταράττοντο. καὶ ὁρῶντες τὰ γιγνόμενα ἀθυμότεροί τε οἱ ἀπὸ τῆς γῆς καὶ ταπεινότεροι τῶν ἡττωμένων ἐν ταῖς ναυσὶν ἐγίνοντο ἀνεθάρσησάν τε: ἤγουν ἀνέστησαν τὸ φρόνημα. γνώμην: θυμόν. ἄλλοι δὲ καὶ πρὸς ἀντίπαλόν τι ...: ἄλλοι δὲ τῶν ἀπὸ τῆς γῆς ἰδόντες ἰσόρροπόν που ναυμαχίαν, διὰ τὸ πάνυ ἀδιάκριτον εἶναι πότεροι νικῶσι, συνεξομοιοῦντες τὰ σώματα τῇ περὶ τῶν γιγνομένων προσδοκίᾳ ἀπένευον τῷ σώματι τῇδε κἀκεῖσε διὰ τὸ ἀκρίτως ξυνεχὲς τῆς ἁμίλλης: γενομένης δηλονότι ἀκρίτως τῆς ἁμίλλης. τοῖς: τούτοις. παρʼ ὀλίγον: μόνον οὐκ. <!-- 7.71.4 -->ἀγχώμαλα: ἴσα. ὀλοφυρμὸς ...: Ὅμηρος

  
ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν,  
  
ὀλλύντων τε καὶ ὀλλυμένων  
<!-- 7.71.6 -->μετέωροι: ἤγουν ἐν τῷ πελάγει ὄντες. ἄποροι. κατενεχθέντες: ἤγουν πρὸς τὴν γῆν ἐλθόντες. οἰμωγῇ τε καὶ στόνῳ: Ὅμηρος

  
κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ  
ἐς φυλακήν: ἀπὸ κοινοῦ τὸ παρεβοήθουν <!-- 7.71.7 -->ἐν τῷ παραυτίκα: ἤγουν ἐν τῷ ἐνεστῶτι τότε χρόνῳ. καὶ οἱ ἐν τῇ νήσῳ: ὑπερβατόν. τὸ ἑξῆς· καὶ οἱ διαβεβηκότες αὐτοῖς προσαπώλλυντο ἐν τῇ νήσῳ ἄνδρες <!-- 7.72.2 -->αἰτῆσαι ἀναίρεσιν: ἀνάληψιν. <!-- 7.72.3 -->περίλοιποι: Ἀθηναίων νῆες ξʹ, Συρακουσίων νʹ <!-- 7.73.1 -->ἀποικοδομῆσαι: ἀποφράξαι διά τινος οἰκοδομῆς. ξυνεγίγνωσκον: τὰ αὐτὰ ἐγίγνωσκον, τουτέστιν ὁμογνώμονες ἦσαν αὐτῷ καὶ ἅμα ἑορτῆς οὔσης: ἤγουν ἀνεσίμου ἡμέρας. <!-- 7.73.3 -->ἡνίκα ξυνεσκόταζεν: ὅτε ἤδη σκοτεινὴ νὺξ ἦν. σημείωσαι φρόνησιν Ἑρμοκράτους διάγγελοι τῶν ἔνδοθεν: μηνυταὶ ἐξαγγέλλοντες τὰ Συρακουσίων <!-- 7.74.1 -->ἐπέσχον: τὸ στράτευμα δηλονότι. <!-- 7.74.2 -->ἀπεφράγνυσαν: ἀντὶ τοῦ ἔφραττον ἐτάσσοντο: παρετάσσοντο, ὡπλίζοντο. ἀναδησάμενοι: ἤγουν ἐξαρτήσαντες τῶν ἑαυτῶν νεῶν. <!-- 7.75.1 -->καὶ ἡ ἀνάστασις ἤδη: ὁ καὶ σύνδεσμος περιττός <!-- 7.75.2 -->αἰσθέσθαι: ἀπὸ κοινοῦ τὸ ἀλγεινά <!-- 7.75.4 -->ἀντιβολίαν: παράκλησιν. ἀντιβολία, δέησις, ἱκεσία. ἀντιβολία, δάκρυα καὶ στεναγμός, παρὰ τὸ ἀντιβολῶ ἐπιθειασμῶν: θειασμὸς εὐχὴ ἢ μαντεία θείων ἐπικλήσεων. περὶ τῶν ἐν ἀφανεῖ: περὶ τῶν μελλόντων δεδιότας <!-- 7.75.5 -->ἀκολούθων: ὑπηρετῶν. καὶ οἱ πλεῖστοι παραχρῆμα: ἀντὶ τοῦ καὶ οἱ πλεῖστοι ἐν τῷ τότε παρόντι <!-- 7.75.6 -->ἡ ἄλλη: ἤτοι τῶν ἄλλων. αἰκία: κάκωσις. καὶ ἡ ἰσομοιρία: καὶ τὸ κοινωνεῖν πάντας ἐπίσης τῶν κακῶν, καὶ οἷον ἴσου μέρους ἕκαστον αὐτῶν μετέχειν ἔχουσά τινα ὅμως ...: ἔχουσά τινα κουφισμὸν ἡ ἰσομοιρία τὸ μετὰ πολλῶν ἰσομοιρεῖν τῶν κακῶν τό: εἶναι. τε καὶ: ἐδοξάζετο. ἀφῖκτο: τὸ στράτευμα δηλονότι. <!-- 7.75.7 -->τῷ Ἑλληνικῷ στρατεύματι: οὐκ ἀπιθάνως περιαιροῦσι τὸ ἄρθρον ἐκ τοῦ «τῷ Ἑλληνικῷ στρατεύματι ἐγένετο», ὡς οὐδενὸς Ἑλληνικοῦ στρατεύματος ἐν τοσαύτῃ μεταβολῇ γεγονότος ναυβατῶν: ναύτης ἢ ἐπιβάτης προσχόντας: ἐφιστάντας. <!-- 7.76.1 -->ἐκ τῶν ὑπαρχόντων: ἐκ τῶν δυνατῶν. ὡς ἐπιπλῆστον γεγωνίσκων ὠφελεῖν: γεγωνίσκειν, τὸ ἐκτεταμένως καὶ ἐξακούστως βοᾶν <!-- 7.77.1 -->ἔτι καὶ ἐκ τῶν παρόντων ...: δημηγορία Νικίου θαυμαστῶς ἐστοχάσατο καὶ τοῦ καιροῦ καὶ τῶν περιεχόντων πραγμάτων ἐν τῇ παρακελεύσει οὐδὲ προοιμιασάμενος ἀλλʼ ὁρᾶτε δὴ ὡς διάκειμαι ...: τὸ μὲν «ἀλλʼ ὁρᾶτε δὴ ὡς διάκειμαι ὑπὸ τῆς νόσου» διὰ μέσου κεῖται. φησὶ δὲ ὅτι οὐδενὸς ὑμῶν οὔτε σώματι ἰσχυρότερος ὤν — ὁρᾶτε γὰρ ὡς διάκειμαι — οὔτε εὐτυχίᾳ τινὸς ὑστερῶν κατά τε τὸν ἰδιωτικὸν βίον καὶ κατὰ τὴν τῶν κοινῶν προστασίαν νῦν ἐν ἴσῳ κινδύνῳ καθέστηκα ὥσπερ οἱ φαυλότατοι τοῖς φαυλοτάτοις: ἀγεννέσιν, ἤγουν ἀνάνδροις. πολλὰ μὲν ἐς θεοὺς νόμιμα δεδιῄτημαι: ἀντὶ τοῦ πολλὰ εἰς θεῶν τιμὴν ἐπετήδευσα πεπολίτευμαι νομίμως. <!-- 7.77.3 -->θρασεῖα: ἀντὶ τοῦ θαρσαλέα ἀνεπαίσχυντος  <span class="gap">…</span> οὐ κατʼ ἀξίαν: ἀλλὰ μειζόνως ηὐτύχηται: ἤγουν μετʼ εὐτυχίας κατώρθωται. ἐπίφθονοι: μεμπτοί. ἀποχρώντως: ἱκανά, ἀρκούντως <!-- 7.77.4 -->ἀνθρώπεια: ὅσα προσήκει τῇ ἀνθρωπείᾳ φύσει. οἴκτου γὰρ ... ἢ φθόνου: Πινδάρου κρείσσων οἰκτιρμοῦ φθόνος φθόνου: μέμψεως. οἷοι ὁπλῖται ...: ὑπήλλακται, ἀντὶ τοῦ τοὺς ὁπλίτας καὶ τοὺς συντεταγμένους χωροῦντας μὴ καταπέπληχθε πάνυ. αὐτό γε μὴν τὸ καταπέπληχθε ἀπὸ κοινοῦ τὸ εἰκός ἱδρυθέντας: ἤγουν οἴκησιν ἀδιάδοχον σχόντας. ἐξαναστήσειεν: μετοικίσειεν. <!-- 7.77.6 -->ἐν τῷ ἐχυρῷ: ἀσφαλεῖ. <!-- 7.77.7 -->τό τε ξύμπαν γνῶτε: τό τε ξύνολον γνῶτε ἄνδρες γὰρ πόλις ...: ὡραῖον σημείωσαι· Σοφοκλῆς

  
οὔτε πύργος οὔτε ναῦς ἔρημος ἀνδρῶν μή  
<!-- 7.78.3 -->καὶ τρεψάμενοι: οἱ Ἀθηναῖοι. <!-- 7.78.4 -->ἄπεδον: ὁμαλόν, ὁμόπεδον, ὡς καὶ ἄλοχος ἡ ὁμόλεχος <!-- 7.78.5 -->ἀπετείχιζον: σκέψαι πῶς χρῆται τῇ ἀπό. ἐπιτατικῶς γάρ <!-- 7.78.7 -->ἀποχωρεῖν: ἀντὶ τοῦ ἀποσκίδνασθαι ἀπὸ τοῦ στρατεύματος. οὐκ ἦν ἐπιτήδειον ἀποχωρεῖν κωλυόντων τῶν ἱππέων <!-- 7.79.1 -->ἄραντες: ἀντὶ τοῦ κινηθέντες. <!-- 7.79.2 -->διικνοῦντο γάρ: ἀντὶ τοῦ ἐξικνοῦντο βάλλοντες. <!-- 7.79.3 -->φιλεῖ γίγνεσθαι: ἐκ περιουσίας τοῦτο προσέρριπται <!-- 7.80.1 -->τοὐναντίον ἢ οἱ Συρακόσιοι: ἀντὶ τοῦ ἤπερ <!-- 7.80.4 -->τὸ ἥμισυ: τοῦ παντός <!-- 7.80.5 -->ἀφικνοῦνται ὅμως: ἤγουν οὕτω. παρά: κατά. <!-- 7.80.6 -->καὶ βιασάμενοι: σὺν βίᾳ ἀπωσάμενοι. <!-- 7.81.1 -->ᾗ οὐ χαλεπῶς ᾐσθάνοντο: ἤτοι τὸ οὐ χαλεπῶς τῷ ἔγνωσαν συντακτέον, ἵνα ᾖ, ῥᾳδίως ἔμαθον αὐτοὺς ᾗ κεχωρήκεσαν· ἢ τῷ κεχωρηκότας, ἵνα σημαίνῃ, ᾗ ἐδόκουν αὐτοῖς εὐκόλως καὶ ῥᾳδίως κεχωρηκέναι οἱ Ἀθηναῖοι ὥσπερ: ἀντὶ τοῦ ὡς, ἤγουν ἐπεί δίχα δὴ ὄντας: κεχωρισμένους ἀπὸ τῶν μετὰ Νικίου καὶ ξυνῆγον ἐς ταὐτό: ἀντὶ τοῦ ἐκύκλουν. ἐς ὀλίγον χωρίον <!-- 7.81.3 -->καὶ πεντήκοντα: περιττὸς ὁ καί σύνδεσμος ἐν τῷ τοιούτῳ: καιρῷ δηλονότι. <!-- 7.81.4 -->ἀνειληθέντες: συστραφέντες. περισταδόν: παρὰ τὸ περιστῆναι <!-- 7.81.5 -->ξυσταδόν: ἤγουν ἐκ τοῦ πλησίου. καὶ ἅμα φειδώ τέ τις ἐγίγνετο: ὡς ἂν φανερᾶς οὔσης τῆς εὐπραγίας οὐκ ἐβούλετο ἀποκινδυνεύειν, ἀλλʼ ἐφείδετο αὐτὸς ἑαυτοῦ ὥστε μὴ προαναλωθῆναι. τουτέστιν, ἐνόμιζον καὶ οὕτω λήψεσθαι τοὺς Ἀθηναίους χωρὶς τοῦ αὐτοὶ προαναλωθῆναι καὶ κινδυνεῦσαι ταύτῃ τῇ ἰδέᾳ: ἤγουν τούτῳ τῷ τρόπῳ. καταδαμάσαθαι: τὸ κατατρυχῶσαι, καταπονῆσαι <!-- 7.82.1 -->πανταχόθεν: ἤγουν κύκλωθεν. κήρυγμα: φρόνησις Γυλίππου ὡς σφᾶς: ἤγουν εἰς τοὺς Συρακουσίους. <!-- 7.83.4 -->τὸ ἡσυχάζον: καθʼ ὃ μάλιστα ἔμελλον τῆς νυκτὸς ἡσυχάζειν οἱ πολέμιοι κατέθεντο: τὰ ὅπλα. οὗτοι δὲ διὰ τῶν φυλάκων βιασάμενοι: ἤγουν διελθόντες τοὺς φύλακας σὺν βίᾳ. <!-- 7.84.3 -->ἐπʼ αὐτῷ: ἤγουν παρʼ αὐτῷ. σκεύεσιν: ὅπλοις. ἐμπαλασσόμενοι κατέρρεον: ἐμπλεκόμενοι κατέπιπτον ἑτοίμως ἔπιπτον. <!-- 7.84.5 -->καὶ περιμάχητον ἦν τοῖς πολλοῖς: ἤγουν σπουδαιότατον. <!-- 7.85.1 -->τοῦ δέ: τοῦ δὲ διαφυγόντος <!-- 7.85.2 -->ὅσους μὴ ἀπεκρύψαντο: ὅσους οἱ Συρακούσιοι μὴ διέκλεψαν <!-- 7.85.4 -->πλεῖστος γὰρ δὴ φόνος οὗτος ...: ἀντὶ τοῦ πολὺ πλείων τοῦτο ἀκουστέον. οὐδὲ γὰρ ἐγγὺς ἐν τῷ Σικελικῷ πολέμῳ τοσοῦτος ἄλλος φόνος ἐγένετο. ἐμοὶ δὲ φαίνεται γεγράφθαι, καὶ οὐδενὸς ἐλάσσων τῶν ἐν τῷ Ἑλληνικῷ πολέμῳ ἐγένετο. λέγει γὰρ αὐτὸς ἐπὶ τέλει τῆσδε τῆς ἱστορίας «συνέβη τοῦτο τὸ ἔργον τὸ Ἑλληνικὸν τῶν κατὰ τὸν πόλεμον τόνδε μέγιστον γενέσθαι, δοκεῖ δέ μοι καὶ ὧν Ἑλληνικῶν ἴσμεν». ἔοικεν οὖν κἀνταῦθα μὴ μόνοις τοῖς Σικελικοῖς, ἀλλὰ πᾶσι τοῖς Ἑλληνικοῖς ἀντεξετάζειν τὴν συμφοράν <!-- 7.86.2 -->τήρησιν: ἤγουν φυλακήν. Νικίαν δὲ καὶ Δημοσθένη ...: Νικίου καὶ Δημοσθένους τῶν στρατηγῶν τῶν Ἀθηναίων ἀναίρεσις ὑπὸ Συρακουσίων <!-- 7.86.3 -->τοὺς γὰρ ἐκ τῆς νήσου ἄνδρας ...: τὸ ἑξῆς, προυθυμήθη ὥστε ἀφεθῆναι, πείσας τὰς σπονδὰς τοὺς Ἀθηναίους ποιήσασθαι νεώτερόν τι ...: τοῦ θεολόγου. σημείωσαι <!-- 7.86.5 -->διὰ τὴν ... ἐπιτήδευσιν: ἐγκώμιον Νικίου γρ. διὰ τὴν πᾶσαν ἐς ἀρετὴν νενομισμένην ἐπιτήδευσιν. διὰ τὸ πᾶσαν ἀρετὴν νομίμως ἐπιτετηδευκέναι. οὐ γὰρ δή γε νενομισμένην ἀρετὴν τὴν δοκοῦσαν λέγει <!-- 7.87.1 -->χαλεπῶς τοὺς πρώτους χρόνους μετεχείρισαν: τοὺς πρώτους χρόνους χαλεπῶς περιεῖπον μετεχείρισαν: ἤγουν ᾠκονόμησαν. πνῖγος: τὸ καῦμα καὶ αἱ νύκτες ἐπιγιγνόμεναι: ἀντὶ τοῦ, αἱ νύκτες καὶ αἱ ἡμέραι ἀνώμαλον ἐργαζόμεναι τὸ περιέχον νόσων κατῆρχον <!-- 7.87.2 -->πάντα τε ποιούντων: διὰ τὸ δύσφημον ἀπεσιώπησεν αὐτὰ ὀνομαστὶ εἰπεῖν· βούλεται δὲ λέγειν τὰ ὑποχωρήματα, ἅπερ οἱ ἰατροὶ σκύβαλα καὶ ἀποπατήματα εἰώθασι καλεῖν ξυννενημένων: ξυσεσωρευμένων σημείωσαι κοτύλην ὕδατος δύο κοτύλας σίτου <!-- 7.87.3 -->ἁθρόοι: συχνοί. ἀπέδοντο: ἐπώλησαν <!-- 7.87.4 -->ἐλήφθησαν: Ἀθηναῖοι <!-- 7.87.6 -->σημείωσαι οὐδὲν ὀλίγον ἐς οὐδὲν κακοπαθήσαντες ἐν παντὶ πράγματι μεγάλως κακοπαθήσαντες πανωλεθρίᾳ:

ἀδέσποτον.

  
αἱ πρὶν μέγισται φανερῶς εὐπραξίαι,  
  
τὰ συνεχῆ τρόπαια καὶ ναυκρατίαι,  
  
αἱ τῶν μεγάλων πραγμάτων εὐπραγίαι,  
  
ὑφʼ ὧν ἀνηνέχθησαν εἰς ὕψος θράσους  
  
Περσοκρατῶν Ἕλληνες οἱ πάλαι γόνοι,  
  
πρὸς δυστυχίας τῆς πανωλέθρου χάος  
  
ἄρτι κατηνέχθησαν, ἀντιπνευσάσης  
  
τῆς εὐτυχίας εἰς μακρὰν ἀτυχίαν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uku-aag`.
