---
title: "Scholia-Thucydides: Book IV"
title_greek: "Σχόλια εἰς Θουκυδίδην, Δʹ"
author: Thucydides Commentary
eul_wid: uku-aad
eul_aid: uku
canonical: "https://eulogikon.org/works/thucydides-comm-scholia-book-4-uku-aad"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:bcb4cbfc11355b8b526a9b2310e60f21732d44a8b44c2fac7881f6a74299008d"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia-Thucydides: Book IV

*Σχόλια εἰς Θουκυδίδην, Δʹ*

**Author:** Thucydides Commentary

**eul_wid:** `uku-aad` · [HTML page](https://eulogikon.org/works/thucydides-comm-scholia-book-4-uku-aad)

## Text

<!-- 4.1.1 -->τοῦ δʼ ἐπιγιγνομένου θέρους ...:

  
ἐκ τῆς τετάρτης φύρμα τοῦ βιβλογράφου  
περὶ σίτου ἐκβολήν: σίτου ἐκβολὴν τὴν τῶν σταχύων ἐκ τῶν καλύκων γένεσίν φησι. ἐπιφέρει γὰρ  <span class="gap">…</span> «ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τοῦ ἦρος»· ἦρος δὲ σταχύες ἐκφύονται ἤγουν, ὅτε ὁ στάχυς δημιουργεῖται καὶ ἤδη προβάλλεται, ἔχων τὸν κόκκον τοῦ σίτου διατετυπωμένον, οὔπω δὲ εἰς ἀκμὴν προαχθέντα. αὐτῶν: ἤγουν τῶν Μεσσηνίων. <!-- 4.1.2 -->προσβολήν: ἀντὶ τοῦ προσόρμισιν καὶ ἔφοδον τῆς Σικελίας ἢ πρὸς τὴν Σικελίαν ἤγουν τόπον ἐπικαιρότατον, ἀφʼ οὗ ἔστιν ἐξορμᾶν κατὰ τῆς Σικελίας. τὸ χωρίον: ἤγουν τὴν Μεσσήνην. ἐξ αὐτοῦ ὁρμώμενοι: ἤγουν ὡς ὁρμητηρίῳ χρώμενοι. σφίσι: τοῖς Συρακουσίοις. βουλόμενοι ...: θέλοντες οἱ Λοκροὶ ἀμφοτέρωθεν καταπολεμεῖν. ἀμφοτέρωθεν δὲ λέγει, ἔκ τε γῆς τῆς ἑαυτῶν, τῆς Λοκρίδος, καὶ ἐκ θαλάσσης <!-- 4.1.3 -->ἵνα μὴ ἐπιβοηθῶσι: οἱ Ῥηγῖνοι δηλονότι. ᾗ καὶ μᾶλλον ἐπετίθεντο: οἱ Λοκροὶ τοῖς Ῥηγίνοις, διὰ τὴν αἰτίαν ταύτην, ὅτι ἐστασίαζον. δῃώσαντες δέ: τὴν γῆν τῶν Ῥηγίνων. ἐντεῦθεν: ἀπὸ τῆς Μεσσήνης <!-- 4.2.1 -->ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους: ἤγουν κατὰ τὸν αὐτὸν ἐαρινὸν χρόνον. <!-- 4.2.3 -->τούτοις: τοῖς στρατηγοῖς. καὶ Κερκυραίων ἅμα: περιττὸς ὁ καί σύνδεσμος παραπλέοντας: τὸ ἑξῆς ἦν, παραπλέουσιν· ἀλλὰ μεταβάσει ἐχρήσατο ἀπὸ δοτικῆς ἐπὶ αἰτιατικήν τιμωροί: οἱ Πελοποννήσιοι δηλονότι <!-- 4.2.4 -->ὄντι ἰδιώτῃ: ἤγουν ἔξω ὄντι ἀρχῆς. <!-- 4.3.1 -->ἐγένοντο πλέοντες: ἤγουν παρεγένοντο οἱ Ἀθηναῖοι. ἀντιλεγόντων δέ: τῶν στρατηγῶν δηλονότι. κατὰ τύχην: κατά τι συμβεβηκὸς τυχηρόν. <!-- 4.3.2 -->τὸ χωρίον: τὸ περίμετρον τῆς Πύλου. ἐπὶ τοῦτο: ἤγουν ἕνεκα τοῦ τειχισθῆναι. <!-- 4.3.3 -->δαπανᾶν: εἰς δαπάνας ἐμβαλεῖν διάφορον: ἐπιτήδειον κρεῖττον. καὶ τοὺς Μεσσηνίους οἰκείους ὄντας: ἔνιοι ἤκουσαν καὶ Μεσσηνίους οἰκείους ὄντας αὐτῷ τῷ Δημοσθένει· ἄμεινον δέ, αὐτῷ τῷ χωρίῳ. οἱ γὰρ μετὰ τοῦ Δημοσθένους ἐληλυθότες ἐκ Ναυπάκτου Μεσσήνιοι, συγγενεῖς ὄντες τοῖς περὶ τὴν Πύλον οἰκοῦσι Μεσσηνίοις καὶ ὁμόφωνοι τοῖς Λακεδαιμονίοις τυγχάνοντες, ἔμελλον ὁρμώμενοι ἐκ τῆς Πύλου πλεῖστα βλάπτειν τὴν Λακωνικήν, οὐ διαγιγνωσκόμενοι διὰ τὴν ὁμοφωνίαν, εἴτε πολέμιοί εἰσιν εἴτε οἰκεῖοι <!-- 4.4.1 -->κοινώσας: ἀπὸ κοινοῦ τὸ οὐκ ἔπειθεν <!-- 4.4.2 -->ἐγχειρήσαντες: χεῖρας ἐνθέντες τῇ πράξει. λιθουργά: λαξευτήρια. λογάδην δὲ φέροντες λίθους: ἐπιλέκτως. ἤγουν ἐκλελεγμένους λίθους. οἱ μὲν τοὺς ἐπιτυχόντας ἤκουσαν· ἄμεινον δὲ τοὺς ἐπιλέκτους, ὡς καὶ ἄνδρας λογάδας. τειχοποιοῦντες γὰρ χωρὶς σιδηρίων οὐκ ἔμελλον τοὺς τυχόντας συνθήσειν λίθους, ὥστε ἀσθενὲς ἐργάσασθαι τὸ τεῖχος, ἀλλʼ ἐπελέγοντο ὁμοίους τοῖς εἰργασμένοις, τουτέστι, τετραπέδους ὡς ἕκαστόν τι ξυμβαίνοι: ἔνιοι ἀντὶ τοῦ παραπίπτοι καὶ παρατυγχάνοι· ἄμεινον δέ, ὡς ἕκαστα ἔμελλε συναρμόσεσθαι καὶ συμφωνήσειν πρὸς ἀλλήλους ἐπὶ τοῦ νώτου: τῶν καθʼ ὑπερβολὴν ἐναργῶς εἰρημένων τοῦτό ἐστιν <!-- 4.4.3 -->τὰ ἐπιμαχώτατα: τὰ ἐνεπιχείρητα τοῖς πολεμίοις <!-- 4.5.1 -->οἱ δέ: οἱ Λακεδαιμόνιοι. οὐχ ὑπομενοῦντας σφᾶς: ἐνήλλακται, ἀντὶ τοῦ οὐχ ὑπομενούντων <!-- 4.6.1 -->ὡς ἐπύθοντο τῆς Πύλου: λείπει ἡ περί. τὸ περὶ τὴν Πύλον: πάθος δηλονότι. πρῲ ἐσβαλόντες: πρὸ τοῦ δέοντος καιροῦ ἐσπάνιζον τῆς τροφῆς τοῖς πολλοῖς: τουτέστιν οἱ πολλοὶ αὐτῶ οὐχ ἱκανὴν εἶχον τροφήν εἶχον σπάνιν τροφῆς. τὴν καθεστηκυῖαν ὥραν: τὴν ἐνεστῶσαν. <!-- 4.6.2 -->βραχυτάτην: ἐν ὀλίγαις ἡμέραις. <!-- 4.7.1 -->καὶ τῶν ἐκείνῃ ξυμμάχων πλῆθος: καὶ πολλοὺς τῶν ἐκεῖ ξυμμάχων <!-- 4.8.1 -->τῶν δὲ ἄλλων Λακεδαιμονίων: αὐτῶν τῶν τὴν πόλιν οἰκούντων <!-- 4.8.3 -->τοῦ χωρίου: τῆς Πύλου. <!-- 4.8.4 -->καὶ αἱ μὲν νῆες: αἱ δύο. <!-- 4.8.5 -->ὅπως μὴ ᾖ: ὅπως μὴ δυνατὸν γένηται. <!-- 4.8.6 -->ἡ γὰρ νῆσος ἡ Σφακτηρία ...: πρὸ τοῦ λιμένος τῆς Πύλου πρόκειται νῆσος Σφακτηρία ἐγγύς, καὶ διὰ τοῦτο αὐτὴν ἐπικειμένην λέγει. δύο δὲ διὰ τὴν νῆσον γίνεται στόματα τοῦ λιμένος, ἃ διέσπλους ὠνόμασεν. ὧν στομάτων τὸ μὲν ἐγγὺς αὐτῆς τῆς Πύλου στενόν ἐστιν, ὥστε μόλις δύο τριήρεις ἅμα διαπλεῖν, τὸ δʼ ἕτερον πλατύτερον, ὥστε ὀκτὼ δύνασθαι τριήρεις ἅμα διαπλεῖν καὶ ἐγγὺς ἐπικειμένη: τῆς Πύλου παρακειμένη. <!-- 4.8.7 -->βύζην: ἀθρόως οἷον βύσαντες ταῖς ναυσὶ τὸν εἴσπλουν οἱ μὲν ἀβύζην, οἱ δὲ βύζην, ὃ καὶ κάλλιον εἶναι δοκεῖ. οἱονεὶ βύσαντες ἤγουν διόλου κλείσαντες ταῖς ναυσίν ἔστι ῥῆμα βύω τὸ ἀσφαλίζω καὶ βύω  <span class="gap">…</span> τὸ φράττω. κλῄσειν: κλῇθρον, κατεκλῄσθησαν Ἀττικῷ τρόπῳ.

  
Τζέτζου φρονῶν πᾶς τοῖς λόγοις πεπεισμένος  
  
δίφθογγον οὐ γράψειας, ἀλλʼ ἦτα μόνον·  

  
τοὺς βουβάλους δʼ ἔασον δυσμαθεστάτους  
  
ἁπανταχοῦ δίφθογγα ταυταῒ γράφειν,  
  
οἳ τὸ σκότος φῶς ὡς τὸ φῶς φασὶ σκότος,  
  
Κίρκης τραφέντες χοιρεῶσι τῆς νέας  
μὴ ἐξ αὐτῆς: ὁρμώμενοι οἱ Ἀθηναῖοι <!-- 4.8.8 -->ἀπόβασιν οὐκ ἔχουσαν: λείπει τὸ οὔτε εἰς τὴν νῆσον οὔτε εἰς τὴν ἤπειρον τὰ γὰρ αὐτῆς τῆς Πύλου ...: τὰ γὰρ αὐτῆς τῆς Πύλου ἔξω, τὰ ἀλίμενα, τουτέστι, τὰ ἔξω τοῦ εἴσπλου, οὐ παρέξειν προσόρμισιν τοῖς Ἀθηναίοις καὶ διʼ ὀλίγης: οὐκ ἐκ παρασκευῆς τῆς Πύλου καταληφθείσης ὑπὸ τῶν Ἀθηναίων, ὥστε ἔχειν ἐν τῷ τείχει τὰ πρὸς πολιορκίαν ἐπιτήδεια. ἔνιοι δὲ μετὰ ὀλίγης παρασκευῆς <!-- 4.8.9 -->καὶ διεβίβαζον: περιττὸς ὁ καί σύνδεσμος λόχων: λόχοι Λακεδαιμονίων πέντε, Αἰδώλιος, Σίνις, Σαρῖνας, Πλόας, Μεσοάτης <!-- 4.9.1 -->προσβάλλειν: τῇ Πύλῳ δηλονότι. ναυσί τε ἅμα καὶ πεζῷ: ἤγουν ἀπό τε τῆς νήσου καὶ ἀπὸ τῆς ξηρᾶς. παρεσκευάζετο: πολεμικῶς ἡτοιμάζετο. αἵπερ ἦσαν αὐτῷ ...: ἃς εἶχε λοιπάς, ἀνασπάσας ὑπὸ τὸ τείχισμα προσεσταύρωσε, τουτέστι νεωλκήσας ὀρθὰς πρὸ τοῦ τείχους προσέφραξεν. ἔνιοι δέ, ὅτι ξύλοις ὀρθοῖς προσωχύρωσεν αὐτάς ἀνασπάσας: ἀπὸ τῶν ἀγκυρῶν δηλονότι. προσεσταύρωσεν: ὀρθὰς ἔστησεν. ἀσπίσι τε φαύλαις καὶ οἰσυΐναις ταῖς πολλαῖς: οἰσυΐναι, ἀσπίδες ἀπὸ οἰσύας κατεσκευασμέναι· οἰσύα γὰρ φυτὸν ἱμαντῶδες, ἐξ οὗ αἱ ἀσπίδες πλέκονται ταῖς ἐπιτυχούσαις καὶ εὐτελέσιν οὐ γὰρ ἦν ὅπλα: οὐ γὰρ δυνατὸν ἦν ὅπλα, καὶ τὰ ἑξῆς. ἐκ λῃστρικῆς: ἁλούσης τριακοντόρου λῃστρικῆς καὶ κέλητος ὑπὸ Ἀθηναίων, τὰ ὅπλα τῶν λῃστῶν ἔλαβον οἱ παρόντες τῷ Δημοσθένει Μεσσήνιοι. ἔστιν οὖν ὑπερβατόν· ἐκ λῃστρικῆς τριακοντόρου καὶ κέλητος ἔλαβον οἳ ἔτυχον παραγενόμενοι τῶν Μεσσηνίων. ἔστι δὲ τριακόντορος μὲν ἡ ὑπὸ τριάκοντα ἐρεσσομένη, κέλης δὲ μικρὸν καὶ στενὸν πλοῖον <!-- 4.9.2 -->ἀμύνασθαι τὸν πεζόν, ἢν προσβάλῃ: ἤγουν ἀποδιώκειν τὸν ἀπὸ τῆς ξηρᾶς στρατόν, ἢν προσβάλῃ τῷ τείχει. αὐτὸς δὲ ἀπολεξάμενος ἐκ πάντων: ἀποκόψας ἐκ τῶν προσόντων τῷ τείχει. χαλεπά: δύσβατα. τοῦ τείχους ταύτῃ ...: τὴν κατὰ τοῦτο τὸ μέρος ἀσθένειαν τοῦ τείχους ἀφορμὴν παρέξειν τοῖς Λακεδαιμονίοις ὥστε ἐπʼ αὐτὸ ὁρμῆσαι. περιττὸν δὲ τὸ προθυμηθήσεσθαι· ἤρκει γὰρ τὸ ἐπισπάσαθαι. ἔνιοι δέ, ἐφελκύσεσθαι αὐτοὺς ἡγεῖτο εἰς προθυμίαν ἐκεῖνο τὸ μέρος <!-- 4.9.3 -->αὐτοί: οἱ περὶ τὸν Δημοσθένην. ἐλπίζοντές ποτε ...: οἱ Ἀθηναῖοι οὐκ ἰσχυρῶς τὸ πρὸς θάλασσαν ἐτείχισαν τῆς Πύλου οὐχ ἡγούμενοι ἐντεῦθεν ἐπιθήσεσθαι τοὺς ἐναντίους, ἅτε δὴ θαλαττοκρατούντων τῶν Ἀθηναίων βιαζομένοις: βιαίως ποιοῦσιν. ἁλώσιμον τὸ χωρίον γίγνεσθαι: ἐλπὶς ἦν δηλονότι. <!-- 4.9.4 -->χωρίσας: τοὺς ὁπλίτας δηλονότι. <!-- 4.10.1 -->ἄνδρες ...: δημηγορία Δημοσθένους πρώτη ἐν τῇ τετάρτῃ τῶν συγγραφῶν  <span class="gap">…</span> τὸ προοίμιον ἐκ προσοχῆς· εἴρηται δὲ τῷ δυνατῷ μόνῳ οἱ ξυναράμενοι: οἱ συνεφαψάμενοι. τοῦδε τοῦ κινδύνου: τὸ μὲν τοῦδε τοῦ κινδύνου ἀντὶ τοῦ τόνδε τὸν κίνδυνον. ἡ δὲ διάνοια, μηδεὶς ἐν τοιούτῳ κινδύνῳ γενόμενος ὀξεῖ τε καὶ ἀναγκαίῳ συνετὸς βουλέσθω δοκεῖν εἶναι καὶ ἐξαριθμείτω τὰ περιεστηκότα δεινά, ἀλλὰ τοῖς ἐναντίοις θαρσαλέως ἀντιταττέσθω, καταφρονήσας τοῦ περιεστηκότος κινδύνου· μᾶλλον γὰρ ὁ τοιοῦτος κρατήσει τῶν πολεμίων ἐν τῇ τοιᾷδε ἀνάγκῃ: ἐν τῇ παρεστώσῃ. ὅσα γὰρ ἐς ἀνάγκην ἀφῖκται: τοῦτο ἐξηγητικόν ἐστι τοῦ προτέρου· οἱ γὰρ ἀναγκαίως περιεστῶτες κίνδυνοι οὐ διαλογισμοῦ χρῄζουσιν ἀκριβοῦς, ἀλλὰ τοῦ διακινδυνεύειν ἀόκνως καὶ ἀμελλήτως· τὸ δὲ ἥκιστα οὐκ ἐπὶ τοῦ ἧττον, ἀλλʼ ἐπὶ τοῦ οὐδʼ ὅλως κεῖται ἐς ἀνάγκην ἀφῖκται: ἤγουν ἀναγκαῖά εἰσι καὶ βίαια. τάδε: τὰ περιεστῶτα. ἐνδεχόμενα: τὸ ἐνδέχεται ἐνταῦθα ἀντὶ τοῦ ἁπλῶς δέχεται. <!-- 4.10.2 -->ἐγὼ δὲ καὶ ...: σημείωσαι τὸ δυνατόν πρὸς ἡμῶν ὄντα: πρὸς ἡμῶν καὶ ἡμῖν σύμμαχα καὶ ὠφέλιμα ὄντα  <span class="gap">…</span> σύμμαχα ὑπάρχοντα ἡμῖν αὐτῶν: τῶν ἐναντίων δηλονότι. τὰ ὑπάρχοντα ἡμῖν κρείσσω: τὰ παρόντα ἡμῖν πλεονεκτήματα ἡμέτερον: πρὸς ἡμῶν καὶ ἡμῖν σύμμαχον καὶ ὠφέλιμον ὄν εἰς ἡμετέραν βοήθειαν. ὑποχωρήσασι δὲ ...: ὑποχωρησάντων δέ, καίπερ δυσέμβατον ὄν, εὐεπίβατον γενήσεται τοῖς Λακεδαιμονίοις χαλεπόν: εἰς ἐπίβασιν δηλονότι. εὔπορον: εὐεπίβατον. καὶ τὸν πόλεμον δεινότερον ἕξομεν: ἡ διάνοια τοιαύτη· οἱ πολέμιοι, φησίν, ὑποχωρησάντων ἡμῶν, ἀποβάντες τῶν νεῶν καὶ ἐπελθόντες τῷ τείχει χαλεπώτεροι ἡμῖν ἔσονται. εἰδότες γὰρ ὅτι, ἐὰν μὴ κρατήσωσι, οὐ ῥᾳδίως ἀποχωρῆσαι δυνήσονται ὀπίσω διὰ τὴν χαλεπότητα τοῦ χωρίου, μετὰ ἀπονοίας ἡμῖν μαχοῦνται, ἢ ἀπολέσθαι ζητοῦντες ἢ κρατῆσαι τοῦ χωρίου. ῥᾶστον γάρ, φησίν, ἐστὶν ἔτι αὐτοὺς ὄντας ἐπὶ τῶν νεῶν ἀμύνασθαι ἀποβάντες δὲ ...: ἐκβάντες δέ, φησί, τῶν νεῶν ἴσοι γίνονται ἡμῖν. κατασκευάζει δὲ διὰ τούτου, ὅτι οὐδʼ ὅλως δεῖ αὐτοῖς συγχωρῆσαι κατελθεῖν εἰς τὴν γῆν ἐν τῷ ἴσῳ ἤδη: ἀπὸ κοινοῦ ἡμῖν ἔσονται εἰς τὸν πόλεμον διὰ τὸ ἀπορεῖν, ποῦ χρὴ προσορμισθῆναι μετὰ ἀσφαλείας διὰ τὸ δυσέμβατον <!-- 4.10.4 -->φοβεῖσθαι: λείπει τὸ ἡμᾶς καὶ οὐκ ἐν γῇ στρατός ἐστιν: καὶ μείζων μέν ἐστιν ὁ στρατὸς αὐτῶν, ἀλλʼ οὐκ ἀπὸ γῆς ὁρμώμενος οὐδὲ ἐν γῇ παραταττόμενος, ὅπου πλεονεκτοῦσι Λακεδαιμόνιοι, ἀλλʼ ἐν θαλάσσῃ, ὅπου πολλὰ γίνεται ἀπροσδόκητα καὶ ἀπὸ τοῦ κλυδωνίου καὶ ἀπὸ τῶν ἀνέμων καὶ ἐξ ἄλλων πολλῶν αἷς πολλὰ τὰ καίρια: αἷστισι πολλῶν ἡ χρεία τῶν ἐπιτηδείων, οἷον εἰπεῖν, ἀνέμου καὶ χωρίων φιλανθρώπων καὶ εἰρεσίας εὐκαίρου, ἵνα δυνηθῶσιν ἀντιταχθῆναι τοῖς ἐν τῇ γῇ δεῖ: ἀντὶ τοῦ εἴωθεν <!-- 4.10.5 -->ὥστε τὰς τούτων ἀπορίας ...: ὡς ἂν εἰ ἔλεγεν, ἐπειδὴ πλείονες ἡμῶν εἰσιν, ἡμεῖς δὲ ἐλάχιστοι, ὥσπερ ἐξισοῖ τὸ πλῆθος πρὸς τὸ ἡμέτερον τὸ πολὺ τῆς ἀπορίας, ἣν ἔχουσι ἀντιπάλους: ἴσας τῷ ἡμετέρῳ πλήθει: ἔξεστι λέγειν τὸ πλῆθος καὶ ἐπὶ ὀλίγων. Ὅμηρος πλήθει τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας Ἀθηναίους ὄντας: ὥσπερ διὰ τῆς προσηγορίας ἐνέφηνεν αὐτῶν τὸ ἀξίωμα τῆς κατὰ θάλασσαν ἐπιστήμης ἐπʼ ἄλλους ἀπόβασιν ...: τὴν ἀπόβασιν τὴν κατʼ ἄλλων εἰδότας, ὅτι, ἐάν τις καρτερήσας προσδέχηται καὶ μὴ φύγῃ καταπλαγεὶς τῷ φόβῳ τοῦ ῥοθίου καὶ τῷ φόβῳ τῆς δεινότητος τοῦ κατάπλου, πάντα κατορθοῖ. ῥόθιον δέ ἐστιν ὁ ἦχος ὁ ἀπὸ τῆς εἰρεσίας ὅτι, εἴ τις ὑπομένοι ...: διὰ μέσου· οὐ γάρ, φησί, βιάσονται οἱ Πελοποννήσιοι· ἐπίστασθε γάρ, ἔμπειροι ὄντες ναυτικῆς ἀποβάσεως, ὅτι, εἴ τις ὑπομένοι ἐν θαλάσσῃ καὶ μὴ ὑποχωροίη τοῖς ἐν γῇ μὴ προβῆναι δυνάμενος, οὐκ ἄν ποτε βιάζοιτο τὴν ῥαχίαν: ῥαχία ἐστὶ πετρώδης τόπος, περὶ ὃν περιρρήγνυται ἡ θάλασσα, καὶ ὁ κλύδων καὶ ἡ τῆς θαλάσσης ὁρμή· ὅθεν καὶ τὸ ὀστῶδες τὸ νώτιον ῥάχις καλεῖται, ὡς ἀπὸ τῆς ῥαχίας τῆς πέτρας <!-- 4.11.1 -->ἐτάξαντο: ἀντὶ τοῦ παρετάξαντο, ἢ ἐτάχθησαν καὶ ηὐτρεπίσθησαν <!-- 4.11.2 -->ταῖς ναυσίαν: οὐ λέγει ταῖς τῶν πολεμίων, ἀλλὰ ταῖς ἑαυτῶν ᾗπερ ὁ Δημοσθένης προσεδέχετο: κατὰ τὸ μέρος τὸ νεῦον ἐπὶ τὸ πετρῶδες, ὅπου καὶ προσεδόκα ὁ Δημοσθένης <!-- 4.11.3 -->διότι οὐκ ἦν πλείοσι προσσχεῖν: ἐπειδὴ οὐ δυνατὸν ἦν πλείοσι προσορμίσασθαι, διὰ τὸ πετρῶδες, διὰ τοῦτο ὀλίγαις ὥρμισαν ναυσὶ καὶ κατὰ διαδοχήν, ἢ τὰς ναῦς ἀναπαύοντες ἢ αὐτοὶ ἀναπαυόμενοι παρακελευσμῷ: παρακινήσει. ὠσάμενοι: τοὺς ἐναντίους δηλονότι. <!-- 4.11.4 -->πάντων δὲ φανερώτατος ...: σπουδαιότατος καὶ ἐπίδηλος ὑπὲρ πάντας ὁ Βρασίδας ἐγένετο ἐν ἐκείνῳ τῷ ἔργῳ εἰς προθυμίαν· καὶ ὁρῶν τοὺς τριηράρχους ὀκνοῦντας διὰ τὸ χαλεπὸν τοῦ χωρίου, περὶ τῶν νεῶν φυλασσομένους, ὅπως μὴ συντρίψωσιν αὐτάς σχεῖν: προσσχεῖν. τῶν νεῶν: ἤγουν τινὰς τῶν νεῶν. βιαζομένους: σὺν βίᾳ ποιοῦντας. ἀντὶ μεγάλων εὐεργεσιῶν: ἐνταῦθα λέγει τιμῶν, ὧν μέλλουσιν ὕστερον εὐεργετηθῆναι αὐτοὶ οἱ σύμμαχοι καὶ τιμηθῆναι· ἢ εὐεργεσιῶν, ὧν αὐτοὺς εὐεργέτησαν ἤδη οἱ Λακεδαιμόνιοι ὀκείλαντας: προσπελάσαντας καὶ προσεγγίσαντας καὶ προστρίψαντας <!-- 4.12.1 -->ἐπέσπερχε: ἐπεσπούδαζεν ἐπισπέρχειν: παροξύνειν, ἐπικελεύειν ὀκεῖλαι τὴν ναῦν: προσοκεῖλαι, ἐλλιμενίσαι. τὴν ἀποβάθραν: ἡ ἀπὸ τῆς νεὼς ἐπὶ τὴν γῆν ἔξοδος ἀποβάθρα καλεῖται καὶ πεσόντος αὐτοῦ ἐς τὴν παρεξειρεσίαν: παρεξειρεσία ὁ ἔξω τῆς εἰρεσίας τόπος, ὁ πρὸς τὴν πρώραν, καθʼ ὃν οὐκέτι κώπας ἔχει τὸ πλοῖον οὐδὲ ἐρέττεται σημείωσαι τὴν παρεξειρεσίαν παρεξειρεσία ἐστὶν ὁ ἔξω τῆς εἰρεσίας τῆς νεὼς τόπος, καθʼ ὃ μέρος οὐκέτι κώπαις κέχρηνται. ἔστι δὲ τοῦτο τὸ ἀκρότατον τῆς πρύμνης καὶ τῆς πρώρας παρεξειρεσίαν λέγει τὸ ἄκρον τῆς νηὸς τὸ ἔξωθεν τῶν ἑδωλίων καὶ τῶν καθεδρῶν, ἐφʼ αἷς καθέζονται οἱ ἐρέσσοντες. πρὸς τὸ τροπαῖον ἐχρήσαντο: ἀντὶ τοῦ τροπαίῳ ἐχρήσαντο αὐτῇ, ἢ πρὸς τῷ τροπαίῳ· καὶ αὐτὴν ἔστησαν πλείονος ἕνεκα κόσμου καὶ δόξης τῆς προσβολῆς: ἀντὶ τοῦ τῆς μάχης <!-- 4.12.2 -->οἱ δʼ ἄλλοι: Λακεδαιμόνιοι δηλονότι. καὶ τῶν Ἀθηναίων μενόντων: ὡς ἂν εἰ ἔλεγεν, ἀμυνομένων πρὸ τοῦ φρουρίου, ὃ ἐποίησαν, καὶ μὴ ἐώντων μηδένα τῶν Λακεδαιμονίων ἀποβῆναι ἀπὸ τῶν νεῶν ἐς τὴν γῆν· τὸ δέ, καὶ οὐδὲν ὑποχωρούντων, ἀντὶ τοῦ κατʼ οὐδὲν ὑποχωρούντων <!-- 4.12.3 -->ἐς τοῦτό τε περιέστη ἡ τύχη ...: ὡς ἂν εἰ ἔλεγεν, ἐς τοῦτο περιεστράφη ἡ τύχη Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ὥστε Ἀθηναίους μὲν ἐκ τῆς Λακωνικῆς ἀντιτάττεσθαι Λακεδαιμονίοις, Λακεδαιμονίους δὲ ἐπὶ τὴν γῆν τὴν ἑαυτῶν ζητεῖν ἐκ νεῶν ἀποβαίνειν καὶ τούτου κωλύεσθαι. κατὰ πολὺ γὰρ ἐν τοῖς χρόνοις ἐκείνοις ἔρρεπε τὰ τῆς δόξης, τοῖς μὲν Λακεδαιμονίοις, εἰς τὰ πεζὰ μεγίστοις οὖσιν ἀεί, νῦν δοκεῖν ἐν τῇ ναυμαχίᾳ κρατίστοις εἶναι, τοῖς δὲ Ἀθηναίοις, εἰς τὰ ναυτικὰ τεχνίταις οὖσιν ἀεί, νῦν δοκεῖν ἀρίστοις εἶναι τὰ πεζά <!-- 4.13.1 -->ἐπὶ ξύλα ἐς μηχανάς: ἀντὶ τοῦ ἐπὶ ξύλα ἐπιτήδεια πρὸς μηχανάς, ποιηθησομένας πρὸς καθαίρεσιν τειχῶν. ἡ δὲ Ἀσίνη πόλις ἐστὶ Λακωνική <!-- 4.13.3 -->τήν τε νῆσον: τὴν Σφακτηρίαν. τὰς ναῦς: τῶν Λακεδαιμονίων δηλονότι. ἢν μὲν ἀντεκπλεῖν ἐθέλωσι σφίσιν: τὸ σχῆμα ἀνανταπόδοτον. Ὅμηρος

  
Ἀλλʼ εἰ μὲν δώσουσι γέρας  
<!-- 4.13.4 -->οἱ μέν: οἱ Λακεδαιμόνιοι. <!-- 4.14.1 -->γνόντες: τὴν βουλὴν ἐκείνων δηλονότι. καθʼ ἑκάτερον τὸν ἔσπλουν: ἤγουν τόν τε στενὸν καὶ τὸν πλατύν. <!-- 4.14.2 -->καὶ ἐν τούτῳ κεκωλῦσθαι ...: ἐν τούτῳ ἐδόκει κεκωλῦσθαι ἕκαστος τὰ πράγματα, ἐν ᾧ ἕκαστοι μὴ εὑρέθησαν <!-- 4.14.3 -->ἀντηλλαγμένος: μετηλλαγμένος  <span class="gap">…</span> ὡς ἐπὶ πλεῖστον ἐπεξελθεῖν: πλέον ἐργάσασθαι. <!-- 4.14.5 -->οἱ μέν: οἱ Ἀθηναῖοι ἐν φυλακῇ εἶχον: τὴν νῆσον δηλονότι. οἱ δʼ ἐν τῇ ἠπείρῳ Πελοποννήσιοι ...: ἤγουν οἵ τε ἐκ τῆς Πελοποννήσου καὶ οἱ ἀπὸ τῶν ἄλλων ξυμμάχων αὐτοῖς προσελθόντες νῦν <!-- 4.15.1 -->τὰ τέλη: τοὺς ἄρχοντας τῶν Σπαρτιατῶν πρὸς τὸ χρῆμα: πρὸς τὸ χρήσιμον καὶ τὸ κατεπεῖγον. δύο γάρ εἰσι λέξεις, τὸ παραχρῆμα καὶ τὸ πρὸς χρῆμα. ἔστι δὲ καὶ ἑτέρα γραφὴ δίχα τοῦ ρ, πρόσχημα, ἵνα νοήσωμεν ὅ τι ἂν αὐτοῖς ἁρμόττον φαίνηται <!-- 4.15.2 -->ὑπὸ πλήθους: τῶν Ἀθηναίων δηλυνότι τὰ περὶ Πύλον: ἤγουν κατὰ τὰ περὶ Πύλον μόνα καλῶς ἡ προσθήκη· ἵνα δηλώσῃ ὅτι οὐ περὶ πάντων τῶν πραγμάτων οὐδὲ παντὸς τοῦ πολέμου, ἀλλὰ περὶ μόνων τῶν κατὰ Πύλον ἵνα νοήσωμεν, εἰς τὰ κατὰ Πύλον μόνα <!-- 4.16.1 -->σπονδαί: σημείωσαι ἐνταῦθα αἱ σπονδαί ἐπιφέρειν: ἀντὶ τοῦ προσφέρειν καὶ ἄγειν. μήτε κατὰ γῆν ...: μήτε τοῖς ἐν τῇ Πύλῳ μήτε τοῖς ἐν τῇ Σφακτηρίᾳ <!-- 4.16.2 -->αὐτούς: ἤγουν τοὺς πρέσβεις τῶν Λακεδαιμονίων. ἀποδοῦναι Ἀθηναίους ὁμοίας ...: ἤγουν ἀκαταλύτους ἀποδοῦναι τοῖς Λακεδαιμονίοις. <!-- 4.17.1 -->ἔπεμψαν ἡμᾶς Λακεδαιμόνιοι: πρεσβεία Λακεδαιμονίων πρὸς Ἀθηναίους τὸ προοίμιον ἐκ προσοχῆς καὶ ἐξ αὐτοῦ τοῦ πράγματος· τέμνεται δὲ πολλῷ τῷ συμφέροντι ἡ δημηγορία αὕτη γενικῶς τῷ συμφέροντι κεφαλαίῳ τέμνεται· παραμιγνύμενον δὲ ἔστιν ὅτε ἔχει καὶ τὸ δυνατόν δμημγορία Λακεδαιμονίων ἡ ἐν τῇ τετάρτῃ τῶν συγγραφῶν δευτέρα τῇ τάξει αὕτη. αὐτῶν τῶν Λακεδαιμονίων πρὸς Ἀθηναίους πρώτη ἐστίν  <span class="gap">…</span> ὅτι ἂν ὑμῖν τε ὠφέλιμον ...: καὶ ὃ ἂν ὑμῖν ὠφέλιμον ἐσόμενον ἐπιδείξωμεν καὶ ὁμοῦ ἡμῖν εὐπρεπὲς ἐν τῇ παρούσῃ συμφορᾷ οἴσειν: συμπέρασμα <!-- 4.17.2 -->τοὺς δὲ λόγους μακροτέρους: περιττὸν τὸ μακροτέρους· ἤρκει γὰρ εἰπεῖν, τοὺς δὲ λόγους οὐ παρὰ τὸ εἰωθὸς μηκυνοῦμεν διδάσκοντάς τι ...: ὑπερβατόν· διδάσκοντας λόγοις τὸ δέον, τῶν προύργου τι πράσσειν. ἵνα ᾖ τοιοῦτον, πείθοντας λόγῳ δεόντως διαπράττεσθαι τὰ προσήκοντα. παραίτησιν δὲ ἡ λέξις περιέχει τῆς ἐσομένης μακρολογίας, οὐκ ὄντος Λακωνικοῦ τοῦ μακρολογεῖν τῶν προύργου: τῶν σπουδαίων. <!-- 4.17.3 -->λάβετε δὲ αὐτοὺς ...: ἀκούσατε δὲ τῶν λόγων μήτε δυσμενῶς, ὡς πολεμίων ἀκούοντες, μήτε ἀσυνέτως· ἀλλʼ οἷα δὴ συνετοί, ὑμομνήσεως μόνης ἕνεκεν αὐτοὺς νομίσατε λέγεσθαι πρὸς εἰδότας ὑμᾶς ἕκαστα μὴ πολεμίως: ἤγουν μὴ διαθέσει πολεμικῇ. <!-- 4.17.4 -->καλῶς θέσθαι: ἐπαινετῶς διοικῆσαι μὴ παθεῖν: ἀπὸ κοινοῦ τὸ ἔξεστι. τὸ δὲ ἀγαθόν τι λαμβάνοντες ἐπὶ τοῦ εὐπραγοῦντες κεῖται αἰεὶ γὰρ τοῦ πλέονος ἐλπίδι ὀρέγονται: αἰεὶ γὰρ ὀρέγονται τοῦ πλείονος, ἐλπίζοντες αὐτοῦ τεύξεσθαι. προσυπακοῦσαι δὲ δεῖ ἔξωθεν τό, καὶ διὰ τοῦτο ἐκπίπτουσι τῆς εὐτυχίας τὰ παρόντα ... εὐτυχῆσαι: ἤγουν μετὰ εὐτυχίας λαβεῖν τὰ παρόντα. <!-- 4.17.5 -->οἷς δὲ πλεῖσται μεταβολαὶ ...: οἷστισι δὲ ἐπʼ ἀμφότερα, ἐπί τε τὰ ἀγαθὰ δηλονότι καὶ τὰ κακά δίκαιοί εἰσι ...: τούτοις προσήκει μὴ πιστεύειν ταῖς εὐπραγίαις καὶ ἀπιστότατοι: περιττὸς ὁ καί σύνδεσμος ἐνταῦθα ὃ: τὸ μὴ πιστεύειν ταῖς εὐπραγίαις διʼ ἐμπειρίαν: τούτου τοῦ πράγματος. <!-- 4.18.1 -->γνῶτε δέ: κατανοήσατε δέ κυριώτεροι: δικαιότεροι. ἐφʼ ἃ νῦν: τὰς σπονδὰς λέγει <!-- 4.18.2 -->οὔτε δυνάμεως ἐνδείᾳ: ἤγουν ὡς ἀδύνατοι ὄντες. αὐτό: δηλονότι τὰς νῦν συμφοράς προσγενομένης: ἀπὸ κοινοῦ τὸ δυνάμεως τῶν αἰεὶ ὑπαρχόντων: τῆς συνήθους δυνάμεως τῶν ὄντων ἀεὶ τοῖς ἀνθρώποις. ἐν ᾧ: ἐν τῷ δύνασθαι γνώμῃ σφαλῆναι <!-- 4.18.3 -->τὸ τῆς τύχης: Ὅμηρος

  
Ξυνὸς Ἐνυάλιος  
<!-- 4.18.4 -->σωφρόνων δὲ ἀνδρῶν ...: σημείωσαι· γνώμη, ὡραῖον σώφρονές εἰσιν οἵτινες, ἀδήλου ὄντος τοῦ ἀποβησομένου, ἐκ τῆς παρούσης εὐπραγίας ἐπὶ τὸ ἀσφαλέστερον ῥέπουσι, καὶ οὐκ ἐξυβρίζουσιν, ὡς παραμενούσης αὐτοῖς αἰεὶ τῆς εὐπραγίας, ἀλλὰ συμβαίνουσι τοῖς ἐναντίοις καὶ ταῖς ξυμφοραῖς οἱ αὐτοὶ ...: καὶ γὰρ τὰς συμφορὰς οὗτοι δεξιώτερον ἂν καὶ ὡς συνετοὶ προσδέχοιντό τε καὶ φέροιεν τόν τε πόλεμον ...: ἀπὸ κοινοῦ τό, σωφρόνων δὲ ἀνδρῶν καὶ τὰ ἑξῆς. ἡ δὲ διάνοια· σώφρονές εἰσιν οἵτινες οἴονται τὰ ἐκ τῶν πολέμων μὴ κατὰ προαίρεσιν ἡμετέραν ἀποβαίνειν, ἀλλὰ κατὰ τύχην. ἔνιοι δὲ τόνδε τὸν τρόπον ἐξηγήσαντο· σώφρονές εἰσιν οἱ νομίζοντες τὸν πόλεμον, τουτέστι τὴν ἐκ τοῦ πολέμου νίκην, μὴ καθʼ ὃ μέρος ἄν τις αὐτοῦ μεταχειρίζηται, οἷον ναυμαχῶν ἢ πεζομαχῶν, κατὰ τοῦτο συντυγχάνειν, ἀλλʼ ὡς ἂν ἡ τύχη ἡγῆται τοῦ πολέμου καὶ ἐλάχιστʼ ἂν οἱ τοιοῦτοι πταίοντες ...: οἱ μὴ πιστεύοντες ταῖς κατὰ πόλεμον εὐπραγίαις· τὸ γὰρ ὀρθούμενον τὴν εὐπραγίαν λέγει. οὗτοι, φησίν, ἐλάχιστα πταίοιεν ἄν, οἱ τὸν πόλεμον ἐν τῷ εὐπραγεῖν αὐτοὶ κατατιθέμενοι. ἐξηγητικὸν δέ ἐστι τοῦτο τοῦ, σωφρόνων δὲ ἀνδρῶν οἵτινες τὰ ἀγαθὰ ἐς ἀμφίβολον ἀσφαλῶς ἔθεντο ἐν τῶν εὐτυχεῖν: ἀντὶ τοῦ εἰ εὐτυχοῖεν. καταλύοιντο: ἀναπαύοιντο. <!-- 4.18.5 -->ὃ: ἐν εὐπραγίᾳ καταλύσασθαι καὶ καταθέσθαι τὸν πόλεμον καὶ μήποτε ὕστερον ...: ἵνα μή, ἐάν ποτε σφαλῆτε ὕστερον ἀπειθήσαντες ἡμῖν — ἐνδέχεται γάρ —, νομισθῆτε καὶ τὰ νῦν ἄλλως ηὐτυχηκέναι καὶ χωρὶς συνέσεως, ἐξουσίας ὑμῖν οὔσης, εἰρήνης γενομένης, ἄνευ κινδύνων εὐβουλίας τε καὶ ἀνδρίας δόξαν τοῖς μετὰ ταῦτα ἀνθρώποις καταλιπεῖν, ἰσχύος μέν, διὰ τὸ μεῖναι ὑμῖν τὴν εὐτυχίαν καὶ μὴ μεταβληθῆναι, εὐβουλίας δέ, ὅτι ἐσπείσασθε ἐν τῷ εὐτυχεῖν, εἰδότες τὸ τῆς τύχης ἄστατον <!-- 4.19.1 -->Λακεδαιμόνιοι δὲ ...: κατὰ τὸ φρόνημα τῶν Λακεδαιμονίων τά τε ἄλλα καὶ μάλιστα τοῦτο εἴρηται· οὐ γὰρ κολακεύουσι τοὺς Ἀθηναίους, καίτοι γε πταίσαντες, ἀλλὰ μένουσιν ἐπὶ τοῦ φρονήματος· καὶ λέγουσιν ὅτι Λακεδαιμόνιοι ὑμῖν εἰρήνην διδόασιν, ὡς ὄντες τούτου κύριοι, ἀνταιτοῦντες δὲ τοὺς ἐκ τῆς νήσου ἄνδρας δηλονότι. καὶ ἐντεῦθεν κύριοι νομίζουσιν εἶναι τοῦ ποιήσασθαι τὴν εἰρήνην οἱ Λακεδαιμόνιοι, εἴ γε ὡς αὐτοὶ διδόντες αὐτήν, ἀντʼ αὐτῆς αἰτοῦσι τοὺς ἄνδρας ἄμεινον ἡγούμενοι ἀμφοτέροις: ἡμῖν καὶ ὑμῖν, ὥς φησιν Ἄντυλλος, ἵνα δοκῶσι Λακεδαιμόνιοι καὶ τοῦ τῶν Ἀθηναίων προνοεῖσθαι συμφέροντος. ἢ ἀμφοτέροις λέγει ἐν ἀμφοτέροις, ἢ διαφυγεῖν τοὺς ἄνδρας ἢ ἐκπολιορκηθῆναι· ὃ καὶ μᾶλλον εἰκός ἐστιν διακινδυνεύεσθαι: πολεμεῖν εἴτε βίᾳ διαφύγοιεν: τὸ διακινδυνεύεσθαι ἐξηγεῖται, πῶς μέλλει διακινδυνεύεσθαι αὐτοῖς ἡ δόξα, εἴτε, φησί, βίᾳ διαφύγοιεν οἱ ἄνδρες, παραπεσούσης τινὸς διὰ τῆς τύχης σωτηρίας, καὶ γενησόμεθα πάλιν ἴσοι ὑμῖν, εἴτε καὶ ἐκπολιορκηθέντες παρʼ ὑμῶν, τουτέστιν ἀπολόμενοι διὰ τῆς πολιορκίας, παρασκευάσουσιν ἡμᾶς καὶ ἐφελκύσονται πρὸς τῇ κοινῇ ἔχθρᾳ καὶ ἑτέραν ἔχειν ἰδίαν Λακεδαιμονίους καὶ Ἀθηναίους παρατυχούσης: παραπεσούσης. <!-- 4.19.2 -->νομίζομέν τε ...: νομίζομέν τε τὰς μεγάλας ἔχθρας παύεσθαι βεβαίως, οὐκ ἐπειδὰν κατὰ πόλεμόν τις πλεονεκτήσας τῶν ἐναντίων ἀναγκάσῃ διʼ ὅρκων αὐτοὺς ἄκοντας συμβῆναι καὶ μὴ δικαίως — τουτέστι συνθήκας ποιῆσαι, πλεονεκτικὰς καὶ ἀδίκους καὶ ἀνίσους, καὶ ὡς ἂν συμφέρῃ τῷ νενικηκότι —, ἀλλʼ ἐὰν δυνάμενος αὐτὰ ταῦτα πεῖσαι τὸν ἡττηθέντα, τὰ ἄδικα καὶ πλεονεκτικά, συνθέσθαι, μηδὲν τούτων ἀπαιτήσῃ αὐτόν, ἀλλʼ ἐκ τοῦ ἴσου διαλλαγῇ καὶ τῇ φιλανθρωπίᾳ αὐτὸ τὸ πλεονεκτικὸν κατακρατήσῃ παρὰ τὴν ἐλπίδα τοῦ κεκρατημένου. δῆλον γὰρ ὅτι ὁ κεκρατημένος ἐλπίζει παρὰ τοῦ κρατήσαντος ἀδικεῖσθαι καὶ πλεονεκτεῖσθαι· οὐδεὶς γὰρ νικήσας ἀνέχεται ὁμοίως καὶ ἐν ἴσῃ τάξει σπένδεσθαι τῷ νενικημένῳ, ἀλλʼ ἀεὶ τὸ πλέον ἐθέλει ἔχειν τὸ αὐτό: ἤγουν τὸ νικῆσαι. μετρίως: μετὰ ταπεινοφροσύνης. <!-- 4.19.3 -->ὀφείλων γὰρ ἤδη ὁ ἐναντίος ...: ὁ γὰρ διʼ ἐναντίας, ὡς ἂν μὴ βιασθείς, ἀλλʼ ἐπιεικείᾳ πεισθείς, εἰδὼς ὅτι οὐκ ἀμύνεσθαι δίκαιον, ἀλλʼ ἀμείβεσθαι τὴν ἀρετήν, ἕτοιμός ἐστιν ἐμμένειν ταῖς συνθήκαις, αἰσχυνόμενός τι παραβῆναι. τῷ δὲ ἑτοιμότερος προσυπακουστέον τὸ ἐκείνου, ἤτοι τοῦ μὴ πεισθέντος, ἀλλὰ βιασθέντος σπείσασθαι <!-- 4.19.4 -->καὶ μᾶλλον ...: καὶ μᾶλλον πρὸς τοὺς μείζω ἐχθροὺς τοῦτο δρῶσι, τὸ εὐγνωμονῆσαι ἤτοι προθύμως ἐμμένειν ταῖς συνθήκαις — ὡς γὰρ ἐκ μεγάλων ἐχθρῶν ἐκφυγόντες καὶ σωθέντες ἀσμένως φέρουσι τὸ ἡσυχάχειν, κέρδος νομίζοντες τὸ μὴ πάλιν κινδυνεύειν πρὸς μεγάλους μαχόμενοι — ἤπερ πρὸς ἐκείνους τοὺς περὶ εὐτελῶν καὶ μετρίων αὐτοῖς διενεχθέντας. ἔστι δὲ ἀντίπτωσις· ἀντὶ γὰρ τοῦ περὶ μετρίων εἴρηκε τὰ μέτρια πεφύκασί τε ...: πεφύκασί τε οἱ ἄνθρωποι τοῖς μὲν εὐγνωμόνως συνθεμένοις μαλακώτεροι γίγνεσθαι πρὸς τὸ ἐκείνοις σπένδεσθαι, πρὸς δὲ τοὺς ἐναντιουμένους παρὰ προαίρεσιν διακινδυνεύειν <!-- 4.20.1 -->ἡμῖν δὲ καλῶς, εἴπερ ποτέ, ἔχει ...: ἡμῖν δὲ καλῶς ἔχει, φησί, διαλλαγῆναι, πρὸ τοῦ ἀνήκεστόν τι παρʼ ὁποτερωνοῦν γενόμενον εἰς ἀνάγκην ἡμᾶς καταστῆσαι ἀϊδίου ἔχθρας. τὸ δὲ πρὸς τῇ κοινῇ καὶ ἰδίαν ἔχειν τοιοῦτον· νῦν μὲν κοινὴν ἔχομεν Πελοποννήσιοι πάντες πρὸς ὑμᾶς ἔχθραν· εἰ δὲ μὴ εἴξετε τοῖς λόγοις ἡμῶν, καὶ ἰδίᾳ Λακεδαιμόνιοι ἐχθροὶ ὑμῶν ἐσόμεθα ὧν: τουτέστιν εἰρήνης <!-- 4.20.2 -->ἔστι δʼ ὄντων ἀκρίτων ...: ἔτι δὲ ὄντων ἀδιακρίτων καὶ ἀμφιβόλων τῶν πραγμάτων τῶν κατὰ τὴν Σφακτηρίαν, εἴτε ἁλίσκονται οἱ ἄνδρες εἴτε διαφεύγουσι, καὶ ὑμῖν μὲν δόξης προσγινομένης καὶ φιλίας τῆς παρʼ ἡμῶν, ἐὰν σπεισώμεθα ὥσπερ νῦν ἔχομεν, ἡμῖν δὲ τοῖς Λακεδαιμονίοις, πρὶν αἰσχροῦ τινος πειραθῆναι — ἀντὶ τοῦ πρὶν ἁλῶναι τοὺς ἄνδρας —, τῆς συμφορᾶς μετρίως κατατιθεμένης, διαλλαγῶμεν οἳ καὶ ἐν τούτῳ ...: ἐν αὐτῷ τῷ γενέσθαι δηλονότι τὴν εἰρήνην ὑμᾶς νομιοῦσιν αἰτιωτέρους, ἀντὶ τοῦ, πλέον τῶν Λακεδαιμονίων ὑμῖν τὴν χάριν τῆς εἰρήνης ὁμολογήσουσιν. ὁ δὲ καί σύνδεσμος οὐκ ἐκ περιττοῦ κεῖται, ἀλλʼ ἀναγκαίως. λέγει γὰρ ὅτι τοῦ τε νομίσαι ὑμᾶς νενικηκέναι καὶ τὴν χάριν τῆς εἰρήνης εἰς ὑμᾶς μέλλουσιν ἀνενεγκεῖν  <span class="gap">…</span> πολεμοῦνται μὲν γὰρ ἀσαφῶς ...: πολεμοῦνται μὲν γὰρ ἀδήλου ὄντος τοῦ πράγματος, τίς ἐστιν ὁ προκαταρξάμενος τοῦ πολέμου, εἴτε ὁ Λακεδαιμόνιος εἴτε ὁ Ἀθηναῖος, καὶ τὰ ἑξῆς  <span class="gap">…</span> <!-- 4.20.3 -->ἤν τε γνῶτε, Λακεδαιμονίοις ...: ἄν τε πεισθῆτε, ἔξεστιν ὑμῖν Λακεδαιμονίοις φίλους γενέσθαι, χάριν δοῦσιν μᾶλλον ἤπερ βιασθεῖσιν ὑπʼ αὐτῶν  <span class="gap">…</span> προκαλεσαμένων: θελησάντων καὶ προτρεψάντων ὑμᾶς ἐπὶ ταῦτα  <span class="gap">…</span> <!-- 4.20.4 -->εἶναι: ἀντὶ τοῦ συμβήσεσθαι. ἡμῶν γὰρ καὶ ὑμῶν ταὐτὰ λεγόντων: ἡμῶν γὰρ καὶ ὑμῶν ταῦτα σπενδομένων καὶ ὁμονοούντων τὸ ἄλλο Ἑλληνικόν, ὑπήκοον ὄν, μεγάλως ἡμᾶς τιμήσει  <span class="gap">…</span> <!-- 4.21.2 -->τὰς μὲν σπονδάς: τὸ ἑξῆς, τὰς σπονδὰς ποιεῖσθαι <!-- 4.21.3 -->ἐνῆγε: κατέπειθεν. Ἀθηναίων ξυγχωρησάντων: Ἀηναίων τὰ προειρημένα χωρία Λακεδαιμονίοις ξυγχωρησάντων ἐν ταῖς προτέραις σπονδαῖς διὰ τὸ ἐν συμφοραῖς εἶναι· πᾶν γὰρ τὸ ἐπιταττόμενον ὑπὸ τῶν Λακεδαιμονίων συνεχώρουν δεομένων τι μᾶλλον: τῶν Λακεδαιμονίων. τὸ δὲ τὶ παρέλκει <!-- 4.22.1 -->οἱ δέ: οἱ Λακεδαιμόνιοι ξυνέδρους δέ: τοὺς διαλεγομένους περὶ τούτων καὶ δοκιμάζοντας ξυμβήσονται: φιλιωθήσονται. <!-- 4.22.2 -->Κλέων δὲ ...: πλαγία δημηγορία Κλέωνος τῇ μὲν τάξει τρίτη, αὐτοῦ δὲ ἐν τῇ τετάρτῃ τῶν συγγραφῶν πρώτη  <span class="gap">…</span> <!-- 4.22.3 -->διαβληθῶσιν: ψεχθῶσι, μισηθῶσι. <!-- 4.23.1 -->καθάπερ ξυνέκειτο: ἀντὶ τοῦ ὥσπερ ἐν ταῖς συνθήκαις ἦν δεδογμένον ἐγκλήματα ἔχοντες: ἀντὶ τοῦ ἐπιφέροντες κατὰ τῶν Λακεδαιμονίων παράσπονδον: παρὰ τὰ συγκείμενα ἐν ταῖς σπονδαῖς οὐκ ἀξιόλογα: εὐτελῆ τινα καὶ ψυχρά ἰσχυριζόμενοι: ἐπερειδόμενοι καὶ ὡς ἰσχυρὸν πάνυ προτείνοντες ἐὰν καὶ ὁτιοῦν παραβαθῇ: ἐὰν βραχὺ ἀθετηθῇ. καὶ ἀδίκημα ἐπικαλέσαντες: καὶ ἐγκαλοῦντες ἠδικῆσθαι διὰ τὸ τὰς ναῦς μὴ ἀπειληφέναι ἀπελθόντες ἐς πόλεμον καθίσταντο: μετὰ τὴν ἀκρόασιν τὴν ἐλθοῦσαν ἀπὸ τῶν Ἀθηναίων, ἀναχωρήσαντες ἐπὶ τὴν Σπάρτην, παρεσκευάζοντο ἐπὶ τὸν πόλεμον <!-- 4.23.2 -->Ἀθηναῖοι μὲν δυοῖν ...: ἀντὶ τοῦ, Ἀθηναίων μὲν δύο ναυσὶν ἐναντίαις περιπλεόντων τὴν νῆσον. τοῦτο δέ, ἵνα ἐν τῷ μέσῳ διὰ τὸ ἀπαντᾶν μὴ ἐάσωσι τοὺς ἐν τῇ Σφακτηρίᾳ ἐξελθεῖν καὶ προσβολὰς ποιούμενοι τῷ τείχει: ἀπὸ κοινοῦ τὸ εἰς πόλεμον καθίσταντο <!-- 4.24.1 -->ἐν τούτῳ δὲ ...: μετάβασις <!-- 4.24.2 -->αὐτοί: οἱ Λοκροί. <!-- 4.24.3 -->τὴν νῆσον: τὴν Σφακτηρίαν <!-- 4.24.4 -->εἰ γὰρ κρατήσειαν: οἱ Λοκροί <!-- 4.24.5 -->ἡ μεταξὺ Ῥηγίου θάλασσα καὶ Μεσσήνης: ἐς τὸ μεταξὺ Ῥηγίου καὶ Μεσσήνης ποταμηδὸν ῥέουσα τοῦτο: τὸ μέρος τῆς θαλάσσης. χαλεπή: εἰς τὸ πλεῦσαι δηλονότι. <!-- 4.25.2 -->μίαν ναῦν ἀπολέσαντες: οἱ Ἀθηναῖοι δηλονότι καὶ νὺξ ἐπεγένετο τῷ ἔργῳ: ἤγουν γενομένη γὰρ νὺξ ἐπέσχε τὸ ἔργον. <!-- 4.25.3 -->τὴν Πελωρίδα: Πελωρὶς ἀκρωτήριον Σικελίας τὸ βορειότατον <!-- 4.25.4 -->χειρὶ σιδηρᾷ ἐπιβληθείσῃ: δηλονότι ὑπὸ τῶν Συρακοσίων ἐπιβληθείσῃ Ἀττικῇ νηΐ. μίαν οὖν ἀπώλεσαν οἱ Ἀθηναῖοι <!-- 4.25.5 -->ἀπὸ κάλω: τῷ λεγομένῳ παρόλκῳ· οἱ γὰρ παρὰ γῆν αὐτὴν πλέοντες οὐ δύνανται ἐρέττειν προσβαλόντες: τοῖς Συρακουσίοις δηλονότι. ἀποσιμωσάντων: σημείωσαι ἀποσιμωσάντων ὑπαναχωρησάντων καὶ μετεωρισάντων τὰς ναῦς, ἵνα ἐκ πολλοῦ διαστήματος δυνηθῶσι μετὰ μείζονος ὁρμῆς ἐμβάλλειν τοῖς Ἀθηναίοις μετεωρισάντων ἤγουν πρύμναν ἀντιστρεψάντων. παράγεται δὲ ἡ λέξις ἀπὸ μεταφορᾶς τῶν ἐπικυπτόντων καὶ τὴν πυγὴν δεικνυόντων γυμνήν· κἀκεῖνοι γὰρ δίκην πυγῆς τὰς πρύμνας πρὸς Ἀθηναίους ἀντέστρεψαν ἵνʼ εἶεν ἕτοιμοι πλεῖν πρὸς τὸ πέλαγος ἀποσημωσάντων: τὰ σημεῖα τῆς ξυμμαχίας ἀραμένων καὶ ἀναδειξάντων. προεμβαλόντων: τῶν Συρακοσίων πρὸ τῶν Ἀθηναίων δηλονότι ἐμβαλόντων <!-- 4.25.8 -->τειχήρεις ποιήσαντες: ἐντὸς τῶν τειχῶν ἀποκλείσαντες πρὸς τὴν πόλιν: τὴν Νάξον. <!-- 4.25.9 -->ὑπὲρ τῶν ἄκρων: ἀντὶ τοῦ ἀπὸ τῶν ἄκρων καὶ τῶν ὀρεινῶν, ὡς ἐκεῖ οἰκούντων αὐτῶν ἐπὶ τοὺς Μεσσηνίους: τοῖς Μεσσηνίοις ἢ κατὰ τῶν Μεσσηνίων. <!-- 4.25.10 -->αἱ νῆες: τῶν Συρακουσίων. ἐπʼ οἴκου ἕκασται διεκρίθησαν: ἀπέπλευσαν ἐπʼ οἴκου διακριθεῖσαι. κεκακωμένην: κακῶς πάσχουσαν, δεδυστυχηκυῖαν. ἐπειρῶντο: γράφεται ἐπείρων. τὴν Μεσσήνην δηλονότι. <!-- 4.25.11 -->κατεδίωξαν: ἤγουν διώξαντες ἐνέβαλον. τεταραγμένοις: τοῖς Μεσσηνίοις. ἐπιγενόμενοι: ἐπιτιθέντες. <!-- 4.26.1 -->ἐν δὲ τῇ Πύλῳ ...: μετάβασις κατὰ χώραν ἔμενεν: ἡσύχαζεν. ἐπίπονος δʼ ἦν ...: σημείωσαι ἀναγκαιότατα ὅτι μὴ μία: ἤγουν εἰ μὴ μία. ἀλλὰ διαμώμενοι τὸν κάχληκα: κάχληξ, ἡ ἐπὶ τῶν αἰγιαλῶν ἁδρὰ καὶ λιθώδης ψάμμος ἀντὶ τοῦ διασκάπτοντες. παρὰ τὴν ἄμην δὲ εἴρηται· ἄμη γάρ ἐστι σκαφεῖον πλατύ. βούλεται δὲ εἰπεῖν ὅτι διαστέλλοντες τὸν κάχληκα καὶ βόθρους ἐπὶ τοῦ αἰγιαλοῦ ποιοῦντες ηὕρισκον ὕδωρ, οἷον εἰς ἀνάγκην πίοι ἄν τις διὰ τὴν χρείαν <!-- 4.26.3 -->ἐν ὀλίγῳ: διαστήματι κατὰ μέρος: ἀντὶ τοῦ κατὰ διαδοχήν μετέωροι: ἤγουν ἐπʼ ἀγκυρῶν. <!-- 4.26.4 -->παρὰ λόγον: ἀντὶ τοῦ παρὰ προσδοκίαν ἡμερῶν ὀλίγων: ἐντὸς δηλονότι. ἐν νήσῳ τε ἐρήμῃ: ὄντας δηλονότι. <!-- 4.26.5 -->τάξαντες: τὸ εἰσάγειν. ἀργυρίου: ἕνεκεν δηλονότι. <!-- 4.26.6 -->ἐς τὰ πρὸς τὸ πέλαγος: ἐς τὰ ἀφορῶντα. <!-- 4.26.7 -->καταφέρεσθαι: κατάγεσθαι. ἄπορον γὰρ ἐγίγνετο περιορμεῖν: ἄπορον γὰρ ἦν, δηλονότι ταῖς ναυσί, περιορμεῖν τὴν νῆσον. ἀφειδὴς ὁ κατάπλους καθειστήκει: ἤγουν ἀφειδοῦντες ἑαυτῶν κατέπλεον. ἐπώκελλον γὰρ τὰ πλοῖα τετιμημένα χρημάτων: ἐξεδίδοσαν, φησί, τῇ πέτρᾳ τὰ πλοῖα ὠνηθέντα χρημάτων ὑπὸ Λακεδαιμονίων. ὑπέσχοντο γὰρ τοῖς ναυκλήροις δώσειν τὰς τιμάς, εἰ ἀπόληται τὰ πλοῖα ἀπέκλιναν ἐν τῷ λιμένι περὶ τὰς κατάρσεις: κατάρσεις, αἱ καθορμίσεις κατάρσεις λέγει τοὺς ἐπιτηδείους εἰς καταγωγὴν τόπους καὶ εἰς τὸ προσορμίζεσθαι. τὸ δὲ ἐφύλασσον ἀντὶ τοῦ φρουροὶ ἦσάν τινες τῶν πολιορκουμένων, ἵνα εὐθὺς ἀπολάβωσι τὰς τροφάς <!-- 4.26.8 -->ἐσένεον: εἰσεκολύμβων, εἰσενήχοντο ἔπλεον μήκωνα μεμελιτωμένην: εἶδος βοτάνης ἡ μήκων, ἧς ὁ μὲν ὀπὸς θανάσιμος, ὡς λέγεται, τὸ δὲ σῶμα γλυκύτατον. δύναται δὲ πείνης ἀπαλλάττειν μιγνυμένη μέλιτι εἶδοις βοτάνης τὸ λεγόμενον λίνου σπέρμα κεκομμένον: τοῦτο δίψαν θεραπεύει πρὸς ὀλίγον τινὰ καιρόν, ὅθεν καὶ τοῖς πυρέσσουσι προσάγεται παρὰ τῶν ἰατρῶν ἀληλεομένον. <!-- 4.27.1 -->ἐν τῇ νήσῳ: τῇ Σφακτηρίᾳ. ἐπιλάβῃ: κωλύσῃ. περιγενήσεσθαι: ἀντὶ τοῦ περισωθῆναι ζήσειν. <!-- 4.27.2 -->ἔχοντάς τι ἰσχυρόν: ἤγουν ἔχοντας πολλὴν δύναμιν. ἐπικηρυκεύεσθαι: κήρυκα καὶ πρεσβείαν πέμπειν ἐπὶ ξυμμαχίᾳ καὶ φιλίᾳ. <!-- 4.27.3 -->κωλύμη: ἡ κώλυσις <!-- 4.27.5 -->ἀπεσήμαινεν: ἀποσκώπτων ἐδήλου. ἐχθρὸς ὤν: τῷ Νικίᾳ δηλονότι. ἐπιτιμῶν: ἐγκαλῶν, ἐπιμεμφόμενος ὀνειδίζων. <!-- 4.28.1 -->ὑποθορυβησάντων: μετὰ θορύβου εἰπόντων. τὸ ἐπὶ σφᾶς εἶναι ἐπιχειρεῖν: ἤτοι ἐπὶ τοὺς ἐν τῇ Σφακτηρίᾳ· ἢ μέρος τὸ ἐφʼ ἑαυτῶν εἶναι· τὸ δʼ εἶναι παρέλκεται Ἀττικῶς· ἤ, ὡς Ἄντυλλος, ἐπὶ σφίσι, τοῖς στρατηγοῖς δηλονότι <!-- 4.28.2 -->γνοὺς δὲ τῷ ὄντι παραδωσείοντα ἀνεχώρει: παραδωσείοντα, παραδοῦναι μέλλοντα ἐφιέμενον παραδώσειν τὸν Νικίαν. ἀντὶ τοῦ ἀνεδύετο ἀλλʼ ἐκεῖνον στρατηγεῖν: ἀλλʼ ἐκεῖνον δεῖν στρατηγεῖν <!-- 4.28.3 -->ἐξίστατο: παρεχώρει. ἐξανεχώρει: ἀντὶ τοῦ ἀνεδύετο ποιεῖν ἅπερ ὑπέσχετο ἀπέφευγεν. <!-- 4.29.1 -->πάντα διαπραξάμενος: ὁ Κλέων <!-- 4.29.2 -->οἱ γὰρ στρατιῶται: οἱ τῶν Ἀθηναίων τῇ ἀπορίᾳ: τῇ ἐνδείᾳ τῶν ἀναγκαίων. διακινδυνεῦσαι: παράβολόν τι διαπράξασθαι αὐτῷ: τῷ Δημοσθένει ῥώμην ... παρέσχεν: προθυμίαν ἐνεποίησεν ἢ ἐπέρρωσεν <!-- 4.29.3 -->αὐτοὺς βλάπτειν: τοὺς Λάκωνας σφίσι: τοῖς Ἀθηναίοις ἐκείνων: τῶν Λακεδαιμονίων αὐτῶν: τῶν Ἀθηναίων ὥστε προσπίπτειν ἂν αὐτούς: τοῖς Ἀθηναίοις δηλονότι προσπίπτειν τοὺς Λακεδαιμονίους. ἐπʼ ἐκείνοις: τοῖς Λακεδαιμονίοις <!-- 4.29.4 -->ὁμόσε ἰέναι: ἀντὶ τοῦ εἰς χεῖρας, καὶ πλησίον, ὅ ἐστιν εἰς συστάδην μάχην τῶν πλεόνων ἀπείρων: τῶν Ἀθηναίων. τῆς προσόψεως: τῆς θεωρίας. <!-- 4.30.1 -->μέρος: τοῦ πάθους δηλονότι. <!-- 4.30.2 -->τῶν δὲ στρατιωτῶν: τῶν Ἀθηναίων στρατιωτῶν <!-- 4.30.3 -->κατιδών: ὁ Δημοσθένης αὐτοῦ: τὸ αὐτοῦ τοπικὸν ἐπίρρημα· καὶ Ὅμηρος

  
αὐτοῦ ἐρυκακέειν  
τήν τε νῆσον εὐαποβατωτέραν οὖσαν: εὐαποβατωτέρα, ἡ καλὴν ἀπόβασιν ἔχουσα <!-- 4.30.4 -->ἐκείνῳ: τῷ Δημοσθένει. ἅμα γενόμενοι: ἤγουν συνελθόντες ὁ Κλέων καὶ ὁ Δημοσθένης. ἐς τὸ ἐν τῇ ἠπείρῳ στρατόπεδον: τῶν Λακεδαιμονίων. ἐφʼ ᾧ: ἀντὶ τοῦ οὗ χάριν. τῇ μετρίᾳ: ἤγουν φιλανθρώπῳ. περὶ τοῦ πλέονος ξυμβαθῇ: ὡς ἂν εἰ ἔλεγε, καὶ περὶ τῶν ἄλλων πραγμάτων. ἕως τέλειαι σπονδαὶ γίγνονται καὶ παντὸς ἀπαλλαγὴ τοῦ πολέμου ἤγουν περὶ σπονδῶν σύμβασις γένηται. <!-- 4.31.1 -->ἐχώρουν δρόμῳ: ἤγουν ἔτρεχον. ἐχώρουν ... τὸ πρῶτον φυλακτήριον: δραμόντες ἐπέθεντο τοῖς πρώτοις φυλάσσουσιν. <!-- 4.31.2 -->διετετάχατο: διατεταγμένοι καὶ μεμερισμένοι ἦσαν οἱ ἐν τῇ νήσῳ. τῇ πρώτῃ φυλακῇ: πρώτην φυλακήν φησιν αὐτοὺς τοὺς φύλακας. ἐπιφέρει γὰρ ὅτι τρία τάγματα ἦν Λακεδαιμονίων τὰ φυλάττοντα τὴν νῆσον, ἓν μὲν ἐν τῷ ἄκρῳ τῆς νήσου τῷ πρὸς τὸ πέλαγος, ἕτερον δὲ ἐν τῷ ἄκρῳ τῷ πρὸς τὸν λιμένα, ἕτερον δὲ ἐν τῷ μέσῳ τῆς νήσου, ὅπου τὸ ὕδωρ. πρώτην οὖν φυλακὴν λέγει τὴν πρὸς τὸ πέλαγος μέσον δὲ ...: ἔνθα, φησίν, ἦν τὸ ὁμαλὸν καὶ ἰσόπεδον καὶ οὐκ ἐν ὕψει κείμενον τῆς νήσου μέρος ὃ ἦν ...: ὅπερ, φησί, μέρος, τὸ ἔσχατον καὶ προέχον ἐπὶ τὴν Πύλον, τραχύ τι ἦν καὶ δύσβατον καὶ ἐκ τῆς γῆς ἥκιστα ἐπίμαχον: ἐπίμαχον, τὸ σφαλερὸν καὶ ἐπικίνδυνον ἔρυμα: φρούριον. λογάδην: ἐπιλέκτως. <!-- 4.32.1 -->οἷς: ἤγουν καθʼ ὧν. λαθόντες: λαθραίαν ποιήσαντες. <!-- 4.32.2 -->ἐσκευασμένοι: ἤγουν ὡπλισμένοι. Μεσσηνίων τε ...: οἱ παραγενόμενοι τῷ Δημοσθένει ἐξ ἀρχῆς εἰς βοήθειαν <!-- 4.32.3 -->διέστησαν: ἐτάχθησαν μεμερισμένως. ἀμφίβολοι: ἑκατέρωθεν βαλλόμενοι τῷ πλήθει: ὑπὸ τοῦ πλήθους. <!-- 4.32.4 -->καὶ οἱ ἀπορώτατοι τοξεύμασι: οἱ μὲν ἐξηγήσαντο, οἱ ἄποροι ὅπλων καὶ τοξεύμασι χρώμενοι μόνοις, οἱ δὲ λέγουσιν, οἱ εἰς ἀπορίαν καθιστάντες τοὺς ἀντιτεταγμένους τοῖς τοξεύμασιν, ὃ καὶ βέλτιον. καὶ γὰρ καὶ Ὅμηρος ἐχρήσατο τῇ τοιαύτῃ λέξει, χλωρὸν εἰπὼν δέος οὐκ αὐτὸ ἔχον τὴν χλωρότητα, ἀλλʼ ἑτέροις ἐμποιοῦν, καὶ τὸν Διόνυσον μαινόμενον οὐχ ὅτι αὐτὸς μαένεται, ἀλλʼ ὅτι ποιεῖ μαίνεσθαι ἐκ πολλοῦ ἔχοντες ἀλκήν: ὡς ἂν εἰ ἔλεγεν, ἐκ πολλοῦ διαστήματος τὴν δύναμιν ἔχοντες· πόρρωθεν γὰρ τὸ τόξον ἰσχύει <!-- 4.33.1 -->ἐς χεῖρας ἐλθεῖν: συμπλακῆναι. οὗτοι: οἱ Ἀθηναῖοι. <!-- 4.33.2 -->τοῖς μὲν οὖν ὁπλίταις: τῶν Ἀθηναίων. τῇ σφετέρᾳ ἐμπειρίᾳ χρήσασθαι: ἵνα λέγῃ τῷ πεζομαχεῖν, καθʼ ὃ ἔμπειροί εἰσιν οἱ Λακεδαιμόνιοι ἐμπειρίᾳ: τῇ ἐπιστήμῃ τῇ πολεμικῇ. καὶ οἳ ὑποστρέφοντες ἠμύνοντο: οὗτοι οἱ ψιλοί οἱ ψιλοὶ τοὺς Λακεδαιμονίους παυομένους τῆς διώξεως ὑποστρέφοντες ἠμύνοντο κούφως τε ἐσκευασμένοι: ψιλῇ ὁπλίσει ὡπλισμένοι. προλαμβάνοντες: φθάνοντες, ὥστε μὴ καταλαμβάνεσθαι <!-- 4.34.1 -->ἠκροβολίσαντο: οἱονεὶ πόρρωθεν ἔβαλλον αὐτούς ᾗ προσπίπτοιεν: οἱ ψιλοὶ δηλονότι. τῇ τε ὄψει: ἐθάρρησαν ὄψει, ἰδόντες ἑαυτοὺς πολλαπλασίους τῶν ἐναντίων ὄντας, ἢ πολλαπλασίους ἑαυτοὺς δόξαντες τῶν κατὰ τὴν ἀλήθειαν ὄντων ὅτι οὐκ εὐθὺς ἄξια ...: ὅτι, φησίν, οὐκ ἔπαθον τοιαῦτα οἱ Ἀθηναῖοι ὑπὸ τῶν Λακεδαιμονίων, οἷα προσεδόκων παθεῖν ὑπʼ αὐτῶν ἐξ ἀρχῆς εὐθὺς ὅτε ἐπέβησαν τῆς νήσου τῆς προσδοκίας: ἀντὶ τοῦ τῆς δειλίας. τῇ γνώμῃ δεδουλωμένοι: ὡς ἂν εἰ ἔλεγε, τεταπεινωμένοι φόβῳ ἕνεκεν τῆς ὑπολήψεως τῶν Λακεδαιμονίων ἧς εἶχον περὶ αὐτῶν ὡς ὅτι σφόδρα εἰσὶ πεζόμαχοι καὶ πολεμικοί <!-- 4.34.3 -->οἱ πῖλοι: οἱ πῖλοί εἰσι τὰ ἐξ ἐρίου πηκτὰ ἐνδύματα, ὥσπερ θωράκιά τινα ὑπὸ τὰ στήθη, ἃ ἐνδυόμεθα· οἱ δὲ τὰ ἐπικείμενα ταῖς περικεφαλαίαις <!-- 4.35.1 -->ξυγκλῄσαντες: συνασπίσαντες, πυκνωθέντες συναχθέντες. <!-- 4.35.2 -->ἐνέδοσαν: ἐνέκλιναν, ἐχαυνώθησαν. μετὰ τῶν ταύτῃ φυλάκων: ἐν τῷ ἐρύματι. παρὰ πᾶν: παρὰ πᾶν μέρος τοῦ ἐρύματος, ὅσον ἦν μέρος ἐπίμαχον, τουτέστι καθʼ ὃ ἐδύναντο οἱ Ἀθηναῖοι προσελθόντες μάχεσθαι <!-- 4.35.3 -->ἐπισπόμενοι: ἀκολουθοῦντες περίοδον ... καὶ κύκλωσιν: λείπει τὸ ποιήσασθαι <!-- 4.35.4 -->ἐς τὰ πλάγια: ἀντὶ τοῦ ἐκ τῶν πλαγίων <!-- 4.36.1 -->ἀπέραντον ἦν: τὸ ἔργον τοῦ πολέμου. ἄλλως: ματαίως <!-- 4.36.2 -->ἐκ τοῦ ἀφανοῦς: ἀντὶ τοῦ ἐκ τοῦ μὴ βλεπομένου τοῖς Λακεδαιμονίοις κατὰ τὸ αἰεὶ παρεῖκον: κατὰ τὸ ἐνδιδὸν καὶ ἀνάβασιν παρέχον τοὺς δέ: ἤγουν Ἀθηναίους. <!-- 4.36.3 -->οὗτοί τε, ἀμφίβολοι ἤδη ὄντες: ἀμφίβολον, τὸ ἀμφοτέρωθεν βάλλεσθαι <!-- 4.37.1 -->ἀπεῖρξαν: τῆς μάχης δηλονότι. ἀκούσαντες: οἱ Λακεδαιμόνιοι. ἐπικλασθεῖεν: χαυνωθεῖεν. <!-- 4.38.1 -->παρῆκαν: ἀφῆκαν. ἐφῃρημένου: ἀντὶ τοῦ μετʼ ἐκεῖνον ᾑρημένου καὶ χειροτονηθέντος εἴ τι ἐκεῖνοι πάσχοιεν: ἤγουν ἀποθάνοιεν. <!-- 4.38.2 -->διακηρυκεύσασθαι: ἐν ἴσῳ μέν πως ἐστὶ τῷ ἐπικηρυκεύεσθαι· εἰ μή τις εἴποι τὸ μὲν διακηρυκεύεσθαι πρὸς φίλους, τὸ δʼ ἐπικηρυκεύεσθαι πρὸς πολεμίους ὅ τι χρὴ σφᾶς ποιεῖν: καίτοι εἶπεν ἄνω, ὅτι ἔδοξεν αὐτοῖς παραδοῦναι τὰ ὅπλα καὶ προσίεσθαι τὰ κεκηρυγμένα. ἀλλὰ λέγομεν, ὅτι ἐκεῖ μὲν ἔλεγε περὶ τῶν στρατιωτῶν, ἐνταῦθα δὲ περὶ τοῦ στρατηγοῦ αὐτῶν <!-- 4.38.3 -->ἐκείνων μὲν οὐδένα ἀφέντων: τῶν Λακεδαιμονίων τῶν ἐν τῇ Σφακτηρίᾳ. ἀφέντων δὲ λέγει, ὥστε ἐξελθεῖν διακηρυκεύεσθαι πρὸς τοὺς ἐν τῇ Πύλῳ μηδὲν αἰσχρὸν ποιοῦντας: αἰνίττεται ὡς ὅτι μᾶλλον βέλτιόν ἐστι πεσεῖν ἢ αἰχμαλώτους ληφθῆναι, ὡς νόμος Λακεδαιμονίοις <!-- 4.39.2 -->ἢ πρὸς τὴν ἐξουσίαν: τὴν ἰδίαν δηλονότι. ἐξῆν γὰρ αὐτῷ καὶ πλείω παρέχειν, ὡς ἐγένετο δῆλον ἐκ τῶν εὑρεθέντων σιτίων <!-- 4.39.3 -->ἀνεχώρησαν τῷ στρατῷ: σὺν παντὶ δηλονότι. μανιώδης ...: σημείωσαι μανιώδης ὑπόσχεσις ἀντὶ τοῦ ἡ περὶ τοῦ μέλλοντος προπετὴς ἀπόφασις ὥσπερ ὑπέστη: ὑπεσχέθη. <!-- 4.40.1 -->παρὰ τὴν γνώμην: ἀντὶ τοῦ παρὰ τὴν οἴησιν καὶ τὴν ὑπόνοιαν, καὶ παρὰ προσδοκίαν, διότι οὐδέποτε οὐδεὶς προσεδόκα οὐδεμιᾷ ἀνάγκῃ Λακεδαιμονίους εἴξαντας παραδοῦναι τὰ ὅπλα ὡς ἐδύναντο: ἤγουν ἕως δύναμις περιῆν αὐτοῖς. <!-- 4.40.2 -->ἀπιστοῦντες: οἱ Ἀθηναῖοι μὴ εἶναι: ἡ ἀπόφασις περιττή τοὺς παραδόντας: ἑαυτοὺς καὶ τὰ ὅπλα. διʼ ἀχθηδόνα: ἡ διάνοια· Ἀθηναίων σύμμαχός τις ἀχθόμενος, ἤτοι τοῖς Ἀθηναίοις ὡς φορτικῶς ἄρχουσιν, ἢ ἀχθόμενος ἐπὶ τῇ τῶν Λακεδαιμονίων συμφορᾷ, ἤρετο ἕνα τῶν ἐκ τῆς νήσου διὰ λύπην. αὐτῷ: τῷ ἐρωτήσαντι. πολλοῦ ἂν ἄξιον εἶναι τὸν ἄτρακτον: ἄτρακτος, τὸ βέλος, κατὰ τὴν Λακεδαιμονίων φωνήν ὁ ἐντυγχάνων: ὁ τυχών, εἴτε κακὸς εἴτε ἀγαθός. <!-- 4.41.2 -->τῶν ἀνδρῶν: τῶν αἰχμαλώτων. πρὸ τούτου: τοῦ συμβῆναι. <!-- 4.41.3 -->αὐτομολούντων: εἰς τὴν Πύλον. <!-- 4.41.4 -->πολλάκις φοιτώντων: τῶν πρέσβεων. <!-- 4.42.1 -->τοῦ δʼ αὐτοῦ θέρους ...: μετάβασις <!-- 4.42.2 -->ἔσχον: προσέσχον, ἐλιμένισαν. ὁ Σολύγειος λόφος: σημείωσαι ὁ Σολύγιος ἐφʼ ὃν Δωριῆς ...: σημείωσαι ὅτι τὸ παλαιὸν πρὸ τῶν Δωριέων Αἰολεῖς εἶχον τὴν Κόρινθον ἐπʼ αὐτοῦ: ἀντὶ τοῦ ἀνωτέρω αὐτοῦ, τοῦ λόφου σημείωσαι Σολύγεια <!-- 4.42.3 -->πλὴν τῶν ἔξω ἰσθμοῦ: ἀντὶ τοῦ ἐκτὸς ἐκείνων τῶν Κορινθίων, ἐξ ὧν ἀπῄεσαν προσβοηθῆσαι τοῖς συμμάχοις αὐτῶν τοῖς οὖσιν ἐκτὸς τοῦ ἰσθμοῦ. εἶτα ἐπάγει ποίοις φρουροί: ἐσόμενοι δηλονότι. οἷ κατασχήσουσιν: ὅπου προσελεύσονται αὐτοί, οἱ Ἀθηναῖοι ἐλλιμενίσουσιν. <!-- 4.42.4 -->τὰ σημεῖα αὐτοῖς ἤρθη: αὐτοῖς, φησί, τοῖς Κορινθίοις ἤρθη τὰ σημεῖα παρὰ τῶν φίλων αὐτῶν τῶν ἐν τῇ χώρᾳ σημαινόντων αὐτοῖς ὅτι πολέμιοι ἐπῆλθον· δεῖ δὲ προσυπακοῦσαι τὸ ἡμέρας γενομένης <!-- 4.43.1 -->τοῖς ἄλλοις: σὺν τοῖς ἄλλοις Ἀθηναίοις. <!-- 4.43.2 -->τῷ ἄλλῳ στρατεύματι: τῶν Ἀθηναίων. <!-- 4.43.3 -->ἦν γὰρ τὸ χωρίον ἐπάντες: ἀπόκρημνον καὶ ἀνωφερές παιανίσαντες: δύο παιᾶνες ἦσαν, Ἐνυάλιος, ὅτε ἦρχον, ὃς καὶ πρὸ τῆς μάχης ἐγίγνετο, καὶ ἕτερος, ὅτε ἐνίκων ἀλαλάζοντες. <!-- 4.43.4 -->τῷ εὐωνύμῳ: οἱονεὶ τῷ ἡττημένῳ ἑαυτῶν: τῶν Κορινθίων δηλονότι. <!-- 4.43.5 -->τὸ δὲ ἄλλο στράτευμα: τὸ δεξιὸν κέρας τῶν Κορινθίων καὶ τὸ εὐώνυμον τῶν Ἀθηναίων ἤλπιζον γάρ: οἱ Κορίνθιοι. πειράσειν: προσυπακουστέον τὸ ἐλθεῖν. <!-- 4.44.1 -->τῶν ἑτέρων: τῶν Κορινθίων. ἔθεντο τὰ ὅπλα: ἀπέθεντο. <!-- 4.44.2 -->αὐτῶν: τῶν Κορινθίων ὁ στρατηγός: τῶν Κορινθίων δηλονότι. ἡ δὲ ἄλλη στρατιά: τὸ δεξιὸν κέρας τῶν Ἀθηναίων καὶ τὸ ἀριστερὸν τῶν Κορινθίων τούτῳ τῷ τρόπῳ: τῆς ἀναχωρήσεως δηλονότι. οὐ κατὰ δίωξιν πολλήν ...: οὐ φεύγοντες ταχέως, διωκόντων τῶν Ἀθηναίων. <!-- 4.44.4 -->ἐβοήθουν: ἔτρεχον εἰς βοήθειαν. <!-- 4.45.2 -->ἀπολαβόντες: περικυκλώσαντες. ἐξετείχισαν τὸ χωρίον: εἰς τέλος ἤγαγον τὸ τεῖχος τοῦ χωρίου. <!-- 4.46.3 -->κατὰ δὲ τὸν αὐτὸν χρόνον: μετάβασις τὸ μὲν τείχισμα: τὸ ἐπὶ τῆς Ἰστώνης. ξυνέβησαν: συνεβιβάσθησαν. <!-- 4.46.4 -->οἱ Ἀθηναῖοι: οἱ ἐν ταῖς Ἀθήναις. <!-- 4.46.5 -->τῶν ἐν τῇ νήσῳ: τῇ Πτυχίᾳ. ὑποπέμψαντες: σημείωσαι δόλος καὶ διδάξαντες: τοὺς ὑποπέμπτους  <span class="gap">…</span> τὸ ἑξῆς, καὶ διδάξαντες τοὺς ὑποπέμπτους λέγειν, ὡς δῆθεν ἀπὸ εὐνοίας δὴ: δῆθεν <!-- 4.47.1 -->μηχανησαμένων: αὐτῶν τῶν ἐν τῇ πόλει Κερκυραίων. μηχανησαμένων δὲ λέγει οἱονεὶ εὐτρεπισάντων <!-- 4.47.2 -->ξυνελάβοντο δὲ ...: ἀντὶ τοῦ, συμμετέσχον δὲ οὐκ ὀλίγως τοῦ τοιούτου πράγματος, ὥστε πιθανὴν καὶ πιστὴν γενέσθαι τοῖς ἐν τῇ Πτυχίᾳ ἀνδράσι τὴν ἀπάτην, οἱ στρατηγοὶ τῶν Ἀθηναίων. εἶτα τὴν αἰτίαν λέγει· ἐπειδή, φησίν, αὐτοὶ ἀπέπλεον ἐπὶ τὴν Σικελίαν, ἀλλʼ οὐκ ἐπὶ τὰς Ἀθήνας νῦν, οὐκ ἐβούλοντο διʼ ἄλλων τινῶν κομισάντων αὐτοὺς ἐς τὰς Ἀθήνας, ἐκείνους καρπώσασθαι τὴν δόξαν τοὺς τεχνησαμένους: αὐτοὺς τοὺς ὄντας ἐν τῇ Κερκύρᾳ, τοὺς μηχανησαμένους τὸ πλοῖον <!-- 4.47.3 -->διῆγον: διεβίβαζον. ὑπὸ τῶν παρατεταγμένων: ἑκατέρωθεν δηλονότι. τῆς ὁδοῦ: εἰς τὸ ἔμπροσθεν τῆς ὁδοῦ. <!-- 4.48.1 -->αὐτούς: τοὺς Κερκυραίους. <!-- 4.48.2 -->βιάζεσθαι: μετὰ βίας ἐσέρχεσθαι. <!-- 4.48.3 -->οἱ δέ: οἱ δὲ ἐν τῷ οἰκήματι. ἐς τὰς σφαγάς: σφαγὴν καλοῦσι τὸ κατὰ τὴν κλεῖδα τοῦ ἀνθρώπου μέλος, διʼ οὗ καθιᾶσι τὰ σιδήρια οἱ θέλοντες ἑαυτοὺς ἀνελεῖν ἤγουν εἰς τὸ μέρος τοῦ σώματος ἔνθα σφάττονται τὰ ζῶα. τοῖς σπάρτοις: ὡς ἀπὸ εὐθέος οὐδετέρου τὸ σπάρτον καὶ ἐκ τῶν ἱματίων παραιρήματα ποιοῦντες: παραιρήματα, αἱ ὥσπερ φασκίαι ἐκ τῶν ἱματίων κοπτόμεναι ὡς ἂν εἰ ἔλεγε, τελαμῶνάς τινας ἀποσχίζοντες τῶν ἱματίων, ὥσπερ ζώνας ἐποίουν· καὶ πλέκοντες αὐτὰ καὶ ποιοῦντες ὥσπερ σχοινία οὕτως ἐχρῶντο πρὸς τὸ ἀπάγχεσθαι ἐπεγένετο γὰρ νὺξ τῷ παθήματι: ἐπειδὴ εἶπε τὸ πολὺ τῆς νυκτός, ἵνα μή τις εἴπῃ, Καίτοι ἐν ἡμέρᾳ ταῦτα ἐγένετο, λέγει ἐν τῷ μέσῳ τό, ἐπεγένετο γὰρ νύξ φορμηδόν: ὡς ἐάν τις πλέξῃ φορμούς, τοὺς καλουμένους ψιάθους, τοὺς μὲν κατὰ μῆκος αὐτῶν τιθέντες, ἄλλους δὲ πλαγίως ἐπιβάλλοντες κατʼ αὐτῶν. ἐμφαίνει δὲ τοῦτο τῶν Κερκυραίων τὴν ὠμότητα εἰς τοὺς ἀποθανόντας, ὅτι οὐδὲ μετὰ θάνατον τοῦ πρὸς ἐκείνους μίσους ἐπαύσαντο ἠνδραποδίσαντο: ὡς ἀνδραπόδοις ἐχρήσαντο. <!-- 4.49.1 -->καὶ ἐκπέμψαντες Κορινθίους: ἀντὶ τοῦ καὶ ἐκβολόντες τοὺς ὄντας ἐκεῖ Κορινθίους αὐτοὶ Ἀκαρνᾶνες οἰκήτορας ἀπὸ πάντων: ἀφʼ ἑκάστης γὰρ πόλεως Ἀκαρνανίας ἀπέστειλαν τοὺς ἐκεῖσε οἰκήσοντας <!-- 4.50.1 -->τοῦδʼ ἐπιγιγνομένου χειμῶνος ...: μετάβασις Ἠιόνι: Ἠιών· Λυκόφρων

  
τὸν μὲν γὰρ Ἠιὼν Στρύμονος Βισαλτία  
<!-- 4.50.2 -->κομισθέντος: ἀχθέντος ὑπὸ τοῦ Ἀριστείδου. μεταγραψάμενοι: οἱονεὶ μεθερμηνεύσαντες <!-- 4.51.1 -->τοῦ δʼ αὐτοῦ χειμῶνος ...: μετάβασις περιεῖλον: καθεῖλον. ἐκ τῶν δυνατῶν: ἀντὶ τοῦ πάνυ καὶ ὡς ἐνεδέχετο <!-- 4.52.1 -->τοῦ δʼ ἐπιγιγνομένου θέρους ...: μετάβασις <!-- 4.52.2 -->αὐτόθεν: ἀπὸ τῆς ἠπείρου. <!-- 4.52.3 -->πάντων μάλιστα: πῶς λέγει πάντων καὶ οὐ πασῶν <!-- 4.53.2 -->καὶ κυθηροδίκης ἀρχὴ ἐκ τῆς Σπάρτης διέβαινε: κυθηροδίκης, ἀρχή τις παρὰ Λακεδαιμονίοις εἰς Κύθηρα πεμπομένη <!-- 4.53.3 -->προσβολή: ἀντὶ τοῦ προσόρμισις καὶ καταγωγή ἐπίθεσις. ἧσσον: ἀντὶ τοῦ οὐδαμῶς κακουργεῖσθαι: ἤγουν λῃστεύεσθαι. ἀνέχει: ἀντὶ τοῦ ἀνατείνει καὶ ἀναπέπταται <!-- 4.54.1 -->κατασχόντες οὖν: ἀντὶ τοῦ προσορμίσαντες ἐν αὐτοῖς τοῖς Κυθήροις. ἰστέον δὲ ὅτι δύο πόλεις ἦσαν τῶν Κυθήρων, μία μὲν ὁμώνυμος, ἑτέρα δέ, ἣ Σκάνδεια καλεῖται, ἐν τῇ νήσῳ τῶν Κυθήρων παρὰ θάλασσαν κειμένη <!-- 4.54.3 -->ἐπιτηδειότερον: ἀντὶ τοῦ συμφερόντως τούτοις τοῖς Κυθηρίοις αὐτοῖς: τοῖς Κυθηρίοις. ἀνέστησαν: ἤγουν μετῴκισαν. <!-- 4.54.4 -->ἐναυλιζόμενοι τῶν χωρίων οὗ καιρὸς εἴη: στρατοπεδευόμενοι εἰς τὸ ἐπικαιρότατον τῶν χωρίων. οὗ καιρὸς εἴη: ἀντὶ τοῦ, ὅπου δυνατὸν ἐφαίνετο αὐτοῖς καὶ χρήσιμον τῇ δυνάμει τῇ ἑαυτῶν δηλονότι <!-- 4.55.1 -->τοιαύτας: ἤγουν πολεμικάς. διέπεμψαν: διαμερίσαντες ἔπεμψαν. ὡς ἑκασταχόσε ἔδει: εἰς τὰ ἐν ἑκάστοις τόποις φρούρια. τῶν περὶ τὴν κατάστασιν: οἷον τῶν περὶ τὴν πολιτείαν αὐτῶν καὶ τὴν χώραν περιεστῶτος πολέμου τ. κ. ἀ.: προσπιπτόντων αἰφνίδιον πάντοθεν τῶν πολεμίων καὶ ἄνευ τοῦ δύνασθαι προφυλάξασθαι <!-- 4.55.2 -->οἷς τὸ μὴ ἐπιχειρούμενον ...: οἷστισιν Ἀθηναίοις τὸ μὴ ἐπιχειρεῖν ἀεί τι πράττειν καινὸν ὑστέρησις δοκεῖ τῶν προσδοκηθέντων οἷς Ἀθηναίοις μόνον ἐκεῖνο ἄπρακτον ἦν τὸ μὴ ἐπιχειρούμενον. ὡς δήλου ὄντος  <span class="gap">…</span> οὐκ ἦν αὐτοῖς ἄπρακτον μόνον θελήσασιν οὐδέν. <!-- 4.55.4 -->ἀτολμότεροι: ὀκνηρότεροι. κινήσειαν: ὑπὲρ ἑαυτῶν δηλονότι. διὰ τὸ ... κακοπραγεῖν: διὰ τὸ μὴ πιστεύειν αὐτοὺς μηκέτι μηδενί. κακοπραγήσαντες γὰρ παρʼ ἐλπίδα οὐκ εἰωθότες ἐν τῷ πρὶν χρόνῳ ἀστοχεῖν, οὐδεμίαν περὶ τῶν μελλόντων ἐλπίδα βεβαίαν εἶχον <!-- 4.56.1 -->τὸν μὲν ὄχλον: τὸ πλῆθος. ἐφόβησεν: εἰς φυγὴν ἔβαλεν. ἐπιδρομῆ: ἀντὶ τοῦ ἐξ ἐπιδρομῆς διʼ αἰφνιδίας ἐφόδου. <!-- 4.56.2 -->ἐς Ἐπίδαυρον: ἄλλη γὰρ Ἐπίδαυρος ἐν τῷ ἰσθμῷ τὴν Λιμηράν: οὐκ ἀπὸ λιμοῦ ὠνόμασται, ἀλλὰ διὰ τὸ πολλοὺς ἔχειν λιμένας, οἷον λιμενηράν σφίσι: τοῖς Λακεδαιμονίοις, ὑπὸ τῶν Αἰγινητῶν. πρὸς τὴν ἐκείνων γνώμην ...: ὁμόφρονες καὶ φίλοι τοῖς Λακεδαιμονίοις ὄντες <!-- 4.57.1 -->τὸ μὲν ἐπὶ τῇ θαλάσσῃ: ἤγουν τὸ παραθαλάσσιον. <!-- 4.57.2 -->ξυνετείχιζε: συνελαμβάνετο τοῦ τειχίσματος. <!-- 4.57.3 -->κατασχόντες: ἀντὶ τοῦ προσορμίσαντες τῇ Θυρέᾳ· οὐ γὰρ λέγει κρατήσαντες <!-- 4.57.4 -->μεταστῆσαι: μετανάστας ποιῆσαι. τοὺς ἐν τῇ νήσῳ: τῇ Σφακτηρίᾳ. <!-- 4.58.1 -->τοῦ δʼ αὐτοῦ θέρους ...: μετάβασις ἐκεχειρία: διάλειψις τοῦ πολέμου. ξυναλλαγεῖεν: φιλιωθεῖεν. ἀξιούντων ...: ἀντὶ τοῦ δηλούντων καὶ προσαγγελλόντων οἷα ἕκαστος παρὰ τοῦ ἑτέρου ἐπλεονεκτήθη <!-- 4.59.1 -->οὔτε πόλεως ὢν ἐλαχίστης ...: δημηγορία Ἑρμοκράτους Συρακοσίου τὸ προοίμιον ἐκ συστάσεως τοῦ ἰδίου προσώπου σημείωσαι τὸ παθητικόν τέμνεται ἡ δημηγορία αὕτη τῷ δικαίῳ καὶ τῷ συμφέροντι καὶ τῷ δυνατῷ, οὕτω· δίκαιον μὲν γάρ, φησί, πρὸς τοὺς ὁμοφύλους συμβῆναι καὶ πρὸς τοὺς Ἀθηναίους αἱρεῖσθαι πόλεμον· εἶτα δὲ καὶ συμφέρον μὴ ἐᾶν καταδουλωθῆναι Σικελίαν· τὸ δὲ δυνατόν, ὅτι, ἐὰν ὁμονοήσωμεν, ῥᾳδίως τῶν ἐναντίων περιεσόμεθα οὔτε πόλεως ὢν τῆς ἐλαχίστης, ὦ Σικελιῶται: οἱ περὶ καταλύσεως πολέμου παραινοῦντες ἀεὶ ὑποπτεύονται διὰ φόβον καὶ μαλακίαν τὸν πόλεμον φεύγοντες ταῦτα παραινεῖν. διὸ καὶ ὁ Ἑρμοκράτης τοῦτο ποιεῖ. ἅμα δὲ καὶ αὔξει τὸ ὄνομα τῆς αὐτοῦ πατρίδος, ἵνα συγγνώμην ἔχωσιν αὐτῷ οἱ λόγοι μετὰ παρρησίας καὶ φρονήματος προερχόμενοι. τὸ δὲ οὐ πονουμένης προσέθηκεν, ἵνα μή τις εἴπῃ ὡς ὅτι διὰ τοῦτο ἐρᾷ τῆς εἰρήνης, ὅτι ἡ πόλις αὐτοῦς νῦν καταπονεῖται οὔτε πονουμένης: κατʼ ἁμφότερα συνιστᾷ ἑαυτὸν ὁ Ἑρμοκράτης, καὶ κατὰ τὸ εἶναι ἐνδόξου πόλεως καὶ κατὰ τὸ μὴ πονεῖν τῷ πολέμῳ τὴν πόλιν αὐτοῦ· διʼ ἃ μάλιστα εἰώθασιν ἀπιστεῖν πρὸς τοὺς λέγοντας διὰ δύο αἰτίας εἰώθαμεν ἀπιστεῖν τοῖς συμβουλεύουσιν, ἢ διὰ τὸ εἶναι ἄδοξον τὸ πρόσωπον ἢ διὰ τὸ οἰκείων ἕνεκα χρειῶν λέγειν. τοῦ πρώτου παράδειγμα Ὅμηρος

  
ἄλλων μῦθον ἄκουε,  
  
οἳ σέο φέρτεροί εἰσιν.  
τοῦ δευτέρου

  
σῷ οἴκῳ δῶρον ποτιδέγμενος,  
καὶ τὰ ἑξῆς. ἅπερ ἀμφότερα μαρτυρεῖ ἑαυτῷ ὁ Ἑρμοκράτης μὴ ὑπάρχειν <!-- 4.59.2 -->καὶ περὶ μὲν τοῦ πολεμεῖν ...: συμπέρασμα. τὸ γὰρ προοίμιον ὁμολογούμενον τοῦ πολεμεῖν: τὰ μετὰ ἄρθρου λεγόμενα ἀπαρέμφατα ὀνόματα μᾶλλόν εἰσιν ἢ ῥήματα. τί ἄν τις πᾶν τὸ ἐνὸν ἐκλέγων ...: τὸ μὲν «πᾶν τὸ ἐνὸν ἐκλέγων» πάντα ὅσα ἔνεστι πολέμῳ κακὰ ἐπιλεγόμενος. ἡ δὲ διάνοια· περιττὸν ἐν εἰδόσι διηγεῖσθαι ὡς χαλεπόν ἐστι πόλεμος· οὔτε γὰρ ἐφίεταί τις αὐτοῦ διʼ ἄγνοιαν οὔτε ἀποτρέπεται διὰ φόβον, ἄν γε δὴ σχήσειν πλέον ἐλπίσῃ ἀμαθίᾳ: γλυκὺς ἀπείρῳ πόλεμος ἢν οἴηταί τι πλέον σχήσειν: Ὅμηρος

  
οἷά τε ληϊστῆρες  
ξυμβαίνει δὲ τοῖς μὲν ...: τοῖς πολεμησείουσιν. Ὅμηρος

  
χρειοῖ ἀναγκαίῃ πρό τε παίδων καὶ πρὸ γυναικῶν  
συμβαίνει δὲ τοῖς μέν, ἐρῶσι τῶν χρημάτων, τὰ κέρδη ποιεῖν αὐτοὺς καταφρονεῖν τῶν δεινῶν τῶν ἐν τοῖς πολέμοις, τοῖς δὲ ὑπὲρ τοῦ μὴ πλεονεκτηθῆναι παρὰ τῶν ἄλλων καὶ δουλεῦσαί τινι οἱ δέ: οἱ πολεμησείοντες δέον εἰπεῖν τοῖς δὲ ἐνηλλαγμαι  <span class="gap">…</span> εἴρηκε πρὸς τὸ  <span class="gap">…</span> ἐθέλουσιν εὐθείᾳ ἐχρήσατο· οἱ δὲ ἐθέλουσιν ὑφίστασθαι πρὸ τοῦ αὐτίκα ἐλασσοῦσθαι

<!-- 4.59.3 -->αὐτὰ δὲ ταῦτα: τὰ δύο ἅπερ εἶπεν εἰ μὴ ἐν καιρῷ ...: εἰ δὲ μὴ ἐν καιρῷ ἑκάτεροι πολεμεῖν ἐθέλοιεν, οἵ τε τῶν ἐξ αὐτοῦ κερδῶν ἐφιέμενοι καὶ οἱ ἀγωνιζόμενοι μὴ ἐλασσοῦσθαι, ὠφελιμώτατα ἂν διαλλαγεῖεν. συνίστησι δὲ διὰ τούτων, ὅτι οὐ δεῖ τὸν περὶ εἰρήνης συμβουλεύοντα πολέμου κατηγορεῖν — ἕωλον γάρ —, ἀλλὰ μᾶλλον τῆς κατʼ αὐτὸν ἀκαιρίας ἑκάτεροι: οἵ τε διὰ κέρδος ἴδιον πολεμοῦντες καὶ οἱ διὰ τὸ μὴ ἀφαιρεθῆναί τι τῶν ὑπαρχόντων αὐτοῖς <!-- 4.59.4 -->τὰ γὰρ ἴδια ...: τὸ ἑξῆς, τὰ ἴδια εὖ θέσθαι Ἕκαστοι: τῶν Σικελιωτῶν. θέσθαι: οἰκονομῆσαι. νῦν πρὸς ἀλλήλους διʼ ἀντιλογιῶν: τὸ μὲν διʼ ἀντιλογιῶν, διʼ ἀντιρρήσεων καὶ λόγων· τὸ δὲ καταλλαγῆναι, διαλλαγῆναι· ἴσον δὲ τὸ προσῆκον ἑκάστῳ καὶ δίκαιον· τὸ δʼ ὡς ἐγὼ κρίων ὡς ἐγὼ νομίζω. ἡ δὲ διάνοια· εἰ νῦν, φησίν, μὴ προχωρήσει ἐκ τῆς ἐκκλησίας ταύτης τὸ νομίζειν ἕκαστον ἔχοντα τὸ ἴδιον ἀπελθεῖν, ἀλλὰ τοὐναντίον ἀδικεῖσθαι ὕστερον πάλιν πολεμήσομεν, ἂν δόξῃ, μετὰ τὸ ἀπελθεῖν τοὺς Ἀθηναίους. τέως δὲ νῦν βέλτιόν ἐστι τὸ διαλλαγῆναι, ἐν ὅσῳ ἐπίκεινται ἡμῖν οἱ Ἀθηναῖοι ἴσον ἑκάστῳ ἔχοντι: Ὅμηρος

  
μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης  
<!-- 4.60.1 -->ἡ ξύνοδος: ἡ συναγωγὴ ἡ ἐνθάδε. καὶ διαλλακτάς: λείπει τὸ χρή· καὶ χρὴ διαλλακτάς· ἀπὸ κοινοῦ δὲ ἀκουστέον τὸ ὡς ἐγὼ κρίνω ἀπὸ κοινοῦ τὸ χρή, ἵνʼ ᾖ, χρὴ νομίσαι τοὺς Ἀθηναίους ἀναγκαιοτέρους τῶν λόγων. περὶ τῶνδε: διαλλαγῶν. οἳ δύναμιν ἔχοντες μεγίστην: ἤγουν δυνατώτατοι ὄντες. καὶ ὀνόματι ἐννόμῳ: πρόσχημα μὲν ποιοῦνται τὴν πρὸς τοὺς Χαλκιδεῖς συμμαχίαν, ὡς διὰ συγγένειαν νομίμως αὐτοῖς ξυμμαχοῦντες· φύσει δὲ πολέμιοι πᾶσιν ὄντες Σικελιώταις τὸ ἴδιον συμφέρον διὰ τῆς περὶ τὸ συμμαχεῖν εὐπρεπείας κατασκευάζονται, τουτέστιν θηρῶνται εὐπρεπῶς: πιθανῶς. ἐς τὸ ξυμφέρον: εἰς τὸ ἑαυτοῖς ξυμφέρον <!-- 4.60.2 -->ἄνδρας: τοὺς Ἀθηναίους δηλονότι ποιούντων: ἀπὸ κοινοῦ τὸ ἡμῶν τέλεσι: ταῖς δαπάναις· ὅθεν καὶ εὐτελὴς καὶ πολυτελής ἐκείνοις: τοῖς Ἀθηναίοις προκοπτόντων: προοδοποιούντων καὶ εὐτρεπιζόντων ἤγουν προκοπὴν καὶ ἐπίδοσιν ποιούντων ἡμῶν τῆς ἀρχῆς ἐκείνων. ἡ διάνοια· τῶν Σικελιωτῶν ἡμῶν αὐτῶν αὑτοὺς κακῶς διαθέντων τοῖς οἰκείοις δαπανήμασι καὶ περιαιρούντων καὶ περικοπτόντων τῆς ἡμετέρας ἀρχῆς πρὸς τὸ ἐκείνοις συμφέρον, εἰκὸς τοὺς Ἀθηναίους, ὅταν γνῶσιν ἡμᾶς ἐκτετρυχωμένους, ἐπελθόντας πλείονι στρατῷ καταδουλώσασθαι τὰ ἐνταῦθα <!-- 4.61.1 -->καίτοι τῇ ἑαυτῶν ...: ὁ νοῦς τῶν λεγομένων τοιοῦτος· χρή, εἰ σωφρονοῦμεν, ἑκάστους ἡμῶν τῶν Σικελιωτῶν τὰ ἀλλότρια ἐπικτωμένους καὶ ἁρπάζοντας μᾶλλον τοὺς συμμάχους ἐπάγεσθαι ἤπερ τὰ ἕτοιμα βλάπτοντας· τουτέστιν, ὅταν, τῶν ἰδίων ἡμῶν καλῶς ἐχόντων καὶ ἀδεῶς διακειμένων, βουλώμεθα κατὰ πλεονεξίαν ἀλλότρια ἐπικτήσασθαι, τότε δεῖ τοὺς συμμάχους ἐπάγεσθαι καὶ τοὺς κινδύνους ὑφίστασθαι, καὶ μὴ ὅταν ὁ κίνδυνος περὶ τῶν οἰκείων ἡμῶν γίνηται τὰ μὴ προσήκοντα: τὰ ἀλλότρια νομίσαι: ἀπὸ κοινοῦ τὸ χρή τὰς πόλεις καὶ τὴν Σικελίαν: τὴν Σικελίαν πᾶσαν ὡς μίαν πόλιν ἔλαβε. καὶ φησὶν ὅτι, εἰ πόλεμον ἕξομεν, διαφθαρησόμεθα. ὅπερ ἐπὶ μιᾶς πόλεως ξυμβαίνει ἐπιβουλευόμεθα: ἐξ ἐπιβουλῆς πάσχομεν. κατὰ πόλεις δὲ διέσταμεν: διῃρημένως κατοικοῦμεν. <!-- 4.61.2 -->κοινῇ: γνώμῃ δηλονότι. παρεστάναι δὲ μηδενί: μὴ νομιζέτωσαν, φησί, διὰ τὸ συγγενεῖς εἶναι τοῖς Ἀθηναίοις οἱ Χαλκιδεῖς ἐν ἀσφαλείᾳ καθεστάναι. οὐ γὰρ διότι πολέμιόν ἐστι τὸ Δωρικὸν γένος τῷ Ἰωνικῷ, διὰ τοῦτο ἐχθροὶ ὄντες οἱ Ἀθηναῖοι τοῖς Δωριεῦσιν ἐπίασιν, ἀλλʼ ἐφιέμενοι τῶν ἐν τῇ Σικελίᾳ ἀγαθῶν. τὸ δὲ αὐτοὶ τὸ δίκαιον μᾶλλον τῆς ξυνθήκης παρέσχοντο, ἀντὶ τοῦ, προθυμότερον ἤπερ ἐχρῆν κατὰ συμμαχίαν ἐβοήθησαν παρεστάναι δέ: δόξαν ἐπέρχεσθαι. ἀπὸ κοινοῦ τὸ χρή. τῇ Ἰάδι ξυγγενείᾳ: ὡς ἀναφέρον δηλονότι τὸ γένος εἰς τοὺς Ἴωνας. ἀσφαλές: εἰρηναῖον, ἐπιτήδειον ἀκίνδυνον. <!-- 4.61.3 -->δίχα πέφυκε: ἡ Σικελία δηλονότι ἐπίασιν: οἱ Ἀθηναῖοι. ἃ κοινῇ κεκτήμεθα: ἤγουν ὧν κοινὴν κεκτήμεθα τὴν ἀπόλαυσιν. <!-- 4.61.4 -->σφίσι: τοῖς Ἀθηναίοις. <!-- 4.61.5 -->προνοεῖσθαι: ἀντὶ τοῦ προσκέπτεσθαι. ἑτοιμοτέροις: ἀντὶ τοῦ ἑτοίμοις. πέφυκε: φύσιν ἔχει. τὸ ἐπιόν: ἤγουν τὸ κρεῖττον. <!-- 4.61.6 -->ὅσοι δὲ ...: ὅσοι, φησί, γιγνώσκοντες αὐτό, ὅτι πέφυκεν ἄνθρωπος διὰ παντὸς ἄρχειν μὲν ἐθέλειν τοῦ εἴκοντος, φυλάττεσθαι δὲ τὸ ἐπιόν, μὴ ὀρθῶς προνοοῦμεν καὶ προσκοποῦμεν, ἁμαρτάνομεν πρεσβύτατον ἥκει κρίνας: τὸ ἑξῆς, πρεσβύτατον εὖ θέσθαι. τουτέστιν, ἐν πρώτοις φυλάξασθαι τοῦτο καὶ εὖ διαθέσθαι. τουτέστι τὴν δούλωσιν τὸ κοινῶς φοβερόν: κοινῶς φοβερὸν ἡ δούλωσις ἡ παρὰ τῶν Ἀθηναίων ἐπιβουλευομένη πᾶσιν ὁμοίως. ὡς καὶ Ἱπποκράτης δύο πόνων ἅμα γινομένων ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον <!-- 4.61.7 -->τάχιστα δʼ ἂν ἀπαλλαγὴ ...: εἰ πρὸς ἀλλήλους, φησίν, εἰρηνεύσαιμεν, τάχιστα ἂν ἡ τῶν Ἀθηναίων ἐπιβουλὴ ἀδεεστέρα ἔσται. καὶ τὴν αἰτίαν ἐπιφέρει, διότι οὐχὶ ἀπὸ τῆς ἰδίας γῆς ὁρμῶνται πρὸς ἡμᾶς — οὐ γάρ εἰσιν ἀστυγείτονες —, ἀλλʼ ἐκ τῆς τῶν ἐπικαλεσαμένων. καὶ εἰ τοῦτο ποιήσομεν οὕτως, οὐκέτι πόλεμος πόλεμον διαδέξεται, ἀλλʼ εἰρήνη τὴν διαφοράν. σκόπει δὲ πῶς τὸν πόλεμον εὐφήμως διαφορὰν καλεῖ αὐτοῦ: τοῦ κοινῶς φοβεροῦ τῶν ἐπικαλεσαμένων: ἤγουν τῶν Χαλκιδέων. <!-- 4.61.8 -->καὶ οὕτως: καὶ οὕτως, ὡς εἶπεν, ἤτοι εἰ πρὸς ἀλλήλους ξυμβαίημεν οἵ τʼ ἐπίκλητοι: οἱ Ἀθηναῖοι οἱ πρὸς συμμαχίαν καλούμενοι εὐπρεπῶς ἄδικοι ἐλθόντες: οἱ Ἀθηναῖοι μετὰ προφάσεως εὐπρεποῦς ἐλθόντες, ὡς δῆθεν συμμαχοῦντες τοῖς ἐνθάδε Χαλκιδεῦσιν, εὐλόγως ἄπρακτοι ἀπελεύσονται, διαλλαγέντων ἡμῶν ἄδικοι: Ὅμηρος

  
ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος  
εὐλόγως: εὐλόγως φησὶ διὰ τὸ ξυμβῆναι <!-- 4.62.3 -->καὶ εἴ τις βεβαίως ...: ἡ διάνοια· εἴ τις βεβαίως τι καὶ πάντῃ πάντως οἴεται πράξειν καὶ κρατήσειν τῶν ἐναντίων, ἤτοι διὰ τὸ δικαίως αὐτοῖς ἐπιέναι νομίζειν, ἢ διὰ τὸ ἰσχυρὸς οἴεσθαι τυγχάνειν, μὴ χαλεπαινέτω, εἰ παρὰ τὴν ἰδίαν οἴησίν τε καὶ ἐλπίδα σφαλλόμενος ἐλέγχεται ὑπʼ ἐμοῦ, ἐνθυμηθεὶς ὅτι πολλοί, δικαίως τιμωρήσασθαι τοὺς ἀδικήσαντας διανοηθέντες, οὐ μόνον οὐκ ἠμύναντο αὐτούς, ἀλλὰ καὶ αὐτοὶ προσαπώλοντο, καὶ ἕτεροι, διʼ ἰσχὺν ἐλπίσαντες πλεονεκτήσειν τῶν πέλας, πρὸς τῷ μὴ σχεῖν πλέον καὶ τὰ αὐτῶν προσαπώλεσαν. διὰ τούτων δὲ τὸ μὴ δεῖν αὐτοὺς ἐλεγχομένους χαλεπαίνειν συνάγεται βίᾳ: ἰσχύι. οἱ μὲν: οἱ μετιόντες σὺν δίκῃ τοὺς ἀδικοῦντας. οὐχ ὅσον οὐκ ἠμύναντο: ἤγουν οὐ μόνον οὐκ ἠμύναντο. προσκαταλιπεῖν: προσζημιωθῆναι. <!-- 4.62.4 -->τιμωρία γὰρ ...: οὐχ, ὅτι ἀδικεῖται, εὐτυχεῖ δικαίως· οὐ γάρ, ἐπειδὴ ὁ τιμωρούμενος προηδίκηται, διὰ τοῦτο ἐπεξιὼν εὐτυχήσει. δίκαιον μὲν γὰρ τὸ ἀδικηθέντα εὐτυχῆσαι κατὰ τὴν εἴσπραξιν τῆς τιμωρίας, οὐ μὴν καὶ ἀποβαῖνον οὕτως. οὐδὲ ὁ ἰσχυρός, φησί, διὰ τὸ ἐλπίζειν ἐκ τῆς δυνάμεως κρατήσειν, διὰ τοῦτο καὶ τὸ βέβαιον ἔχει τὸ δὲ ἀστάθμητον ...: τὸ δὲ ἄστατον τῆς τύχης καὶ τὸ ἄδηλον ὡς ἐπὶ τὸ πλεῖστον πέφυκε κρατεῖν. ἔστι γὰρ πολλάκις νικῆσαι καὶ ἀπὸ ἰδίας ἀρετῆς ἐκτὸς τύχης κρατεῖ· τὴν ἰσχὺν ἔχει. προμηθίᾳ: προγνώσει, σκέψει. <!-- 4.63.1 -->καὶ νῦν τοῦ ἀφανοῦς τε τούτου ...: ἡ διάνοια· καὶ νῦν τῆς μὲν πρὸς ἀλλήλους διαφορᾶς ἐπιλαθώμεθα διʼ ἀμφότερα, διά τε δηλαδὴ τὸ ἄδηλον τυγχάνειν, εἰ πεισόμεθά τι ὑπʼ ἀλλήλων, καὶ διὰ τὸ τοὺς Ἀθηναίους ἤδη φοβεροὺς ἡμῖν εἶναι παρόντας, ἱκανὰ νομίσαντες αἴτια τῆς ἀποτροπῆς ταῦτα ἀτέκμαρτον: τὸ ἀφανὲς καὶ ἄδηλον καὶ τὸ ἐλλιπὲς τῆς γνώμης: καὶ τοῦτο, φησίν, ἐνθυμηθέντες, ὅτι ἃ προσεδοκήσαμεν πρᾶξαι — τουτέστι κρατῆσαι κατὰ τὸν πόλεμον — ἐλλιπῶς ἐγένετο καὶ οὐ κατὰ τὰς ἡμετέρας γνώμας ἀπέβη· ταῦτα οὖν αὐτά, μὴ κατὰ τὴν ἡμετέραν γνώμην γενόμενα, ἱκανὰ κωλύματα ἡμῖν καὶ ἐμπόδια γεγενῆσθαι νομίσωμεν, καὶ τούτοις εἰρχθέντες εἰς τὸ μὴ προβῆναι ἡμῖν τὰ πράγματα ὡς ἠβουλόμεθα τοὺς ἐπικειμένους ἡμῖν πολεμίους ἀπράκτους ἀποπεμψώμεθα <!-- 4.63.2 -->τὸ ξύμπαν τε δὴ γνῶμεν: τὸ σύνολον δὲ εἰδέναι, φησί, χρὴ ὅτι, πεισθέντες μὲν ἐμοί, τὰς πατρίδας ἐλευθέρας οἰκήσομεν, ἀφʼ ὧν ὁρμώμενοι καὶ τὰ ἑξῆς πόλιν ἕξοντες ἕκαστος: τὴν ἰδίαν. αὐτοκράτορες: δεσπόται τῆς ἑαυτῶν πόλεως. ἀμυνούμεθα: τὸ ἀμυνούμεθα ἐπὶ καλοῦ. ἐνταῦθα γὰρ ἐπὶ τῶν δύο σημασιῶν ἔλαβεν αὐτό, καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ ἤγουν ἀμειψόμεθα ἀπιστήσαντες: τοῖς ἐμοῖς λόγοις δηλονότι οὐ περὶ τοῦ τιμωρήσασθαί τινα: λείπει τό, ὁ ἀγὼν ἡμῖν ἔσται, ἀλλὰ περὶ τοῦ δουλωθῆναι. τοῦτο γὰρ ἠθικῶς ἀποκέκοπται εἰ τύχοιμεν: ἀπὸ κοινοῦ τὸ τιμωρήσασθαί τινα τοῖς ἐχθίστοις: τοῖς Ἀθηναίοις οἷς οὐ χρή: τοῖς Σικελιώταις <!-- 4.64.1 -->καὶ ἐγὼ μέν ...: οἱ ἐπίλογοι πόλιν τε μεγίστην παρεχόμενος: ἀντὶ τοῦ ἐκ μεγίστης πόλεως ὁρμώμενος συνιστᾷ ἑαυτὸν ὁ Ἑρμοκράτης ἀπό τε τῆς πόλεως καὶ τοῦ τρόπου καί φησιν ὅτι ἐγὼ μὲν ἀξιῶ συγχωρεῖν τοῖς ἐμοῖς λόγοις καὶ μὴ ἐᾶν τοὺς πολεμίους ποιεῖν ὑμᾶς  <span class="gap">…</span> κακῶς, οὐδὲ ἀξιῶ φιλονεικῶν ἐν μωρίᾳ ἡγεῖσθαι ἄρχειν ὁμοίως καὶ εἶναι αὐτοκράτορα ὥσπερ τῆς οἰκείας γνώμης οὕτω καὶ τῆς τύχης ἧς οὐκ ἄρχω ἀλλʼ ἡττᾶσθαι πρὸς τὸν καιρὸν καὶ τὰ πράγματα καὶ ὑποχωρεῖν τοῖς γινομένοις ὑπὸ τῆς τύχης καὶ ἐπιών τῳ μᾶλλον: καὶ δυνάμενος δηλονότι ἄλλῳ ἐπιέναι. δῆλον δὲ ὡς οὐχ ἁπλῶς περὶ ἑαυτοῦ μόνου λέγει τοῦτο, ἀλλὰ κοινῶς περὶ τῆς πόλεως τῶν Συρακουσίων ἐπιών τῳ: Ὅμηρος

  
οὔτε σοὶ οὔτε τῳ ἄλλῳ  
προειδομένους αὐτῶν: ἤτοι προγνόντας τὰ πράγματα ἢ προνοοῦντας ἑαυτῶν, ἵνα ὁ νοῦς ᾖ τοιοῦτος, συμβῶμεν προνοήσαντες ἡμῶν αὐτῶν τὰ πλείω βλάπτεσθαι: παροιμία Καδμεία νίκη μηδὲ μωρίᾳ ...: οὐδὲ ἀξιῶ διὰ μωρίαν φιλονεικῶν ἡγεῖσθαι καὶ νομίζειν τῆς τε ἰδίας γνώμης αὐτοκράτωρ εἶναι καὶ αὐτεξούσιος καὶ τῆς τύχης, ἧς τινος οὐκ ἄρχω ἄνθρωπος ὤν <!-- 4.64.3 -->καὶ περιρρύτου: τοῦτο οὐ παρέργως τέθεικεν, ἀλλʼ ἐμφῆναι βουλόμενος, ὅτι οὐκ ἔστιν ἡμῖν εἰς τοὺς ἄλλους κοινωνία, διὰ τὸ νησιώτας εἶναι ὅταν ξυμβῇ: ὅταν καιρὸς γένηται ξυγχωρησόμεθα: φιλιωθησόμεθα. λόγοις κοινοῖς: λόγοις συμβατικοῖς <!-- 4.64.4 -->ἀλλοφύλους: τοὺς Ἀθηναίους. καὶ ἐν τῇ πρώτῃ ἀλλοφύλους ἅμα ἡγησάμενοι εἴπερ καὶ καθʼ ἑκάστους ...: εἴπερ καί, ὡντινωνοῦν βλαπτομένων ἐν Σικελίᾳ, τὸ πᾶν ἔθνος ἀσθενέστερον γινόμενον κινδυνεύει <!-- 4.64.5 -->οἰκείου: συγγενικοῦ. <!-- 4.65.1 -->πειθόμενοι: πεισθέντες. αὐτοὶ μὲν κατὰ σφᾶς αὐτούς: ὡμονόησαν ἀλλήλοις καθʼ ἑαυτοὺς μὴ κοινολογησάμενοι τοὺς λόγους τοῖς Ἀθηναίοις γνώμῃ: σκέψει. Μοργαντίνην εἶναι: ἀντὶ τοῦ ἀποδοθῆναι· ἔστι δὲ Σικελικὸν πόλισμα τακτόν: ὡρισμένον. <!-- 4.65.2 -->αὐτῶν: τῶν Ἀθηναίων δηλονότι τοὺς ἐν τέλει ὄντας: τοὺς περὶ Πυθόδωρον εἶπον ὅτι ξυμβήσονται: ὡς ἂν εἰ ἔλεγεν, ὅτι οὐδὲν δέονται αὐτῶν εἰς ξυμμαχίαν ἔτι, καθὸ ἐσπείσαντο εἰς ἑαυτοὺς πάντες οἱ Σικελιῶται. τὸ δὲ παρακαλέσαντες ἀντὶ τοῦ εἰς ἑαυτοὺς καλέσαντες κἀκείνοις κοιναί: οἷον τοῖς Ἀθηναίοις, ἵνα, ἐάν τις βουληθῇ ἀπὸ Σικελίας πλεῦσαι κατʼ αὐτῶν συμβαλλόμενος Πελοποννησίοις, κωλύωσιν αὐτὸν κἀκείνοις: τοῖς συμμάχοις. αὐτῶν: τῶν στρατηγῶν τῶν Ἀθηναίων <!-- 4.65.3 -->καταστρέψασθαι: δουλῶσαι. <!-- 4.65.4 -->τὰ ἀπορώτερα: ἀδύνατα. κατεργάζεσθαι: νικᾶν. αἰτία δʼ ἦν ...: αἰτία δʼ ἦν τοῦ ταῦτα νομίζειν ἡ ἐν τοῖς πλείστοις πράγμασιν εὐπραγία παρὰ προσδοκίαν τοῖς Ἀθηναίοις, ἣ ἐλπίδας ἰσχυρὰς παρεῖχε τοῦ πάντα κατεργάζεσθαι δύνασθαι <!-- 4.66.1 -->τοῦ δʼ αὐτοῦ θέρους: μετάβασις ὡς χρὴ δεξαμένους τοὺς φεύγοντας ...: ὁ νοῦς τοιοῦτός ἐστιν· οἱ μὲν πλείονες τῶν Μεγαρέων ἐβούλοντο σπείσασθαι πρὸς τοὺς φυγάδας αὐτῶν· οἱ δὲ τοῦ δήμου προστάται, νομίζοντες ἀδύνατόν τι πρᾶγμα τοῦτο ἔσεσθαι, διὰ τὸ μὴ δύνασθαι καρτερεῖν — ὅ ἐστι συμπολιτεύεσθαι — τοὺς δημοτικοὺς μετὰ τῶν φυγάδων διὰ τὰ κακὰ τὰ μέλλοντα ἔσεσθαι παρὰ τῶν φυγάδων, οὗτοι τοῦτο δείσαντες λόγους προσφέρουσιν <!-- 4.66.2 -->τῶν ἔξω: τῶν φυγάδων. τὸν θροῦν: τὸν σύλλογον τὸν γιγνόμενον περὶ τῶν φυγάδων, τοῦ δεῖν δέχεσθαι αὐτούς  <span class="gap">…</span> ὁμιλίαν <!-- 4.66.3 -->ἐνδοῦναι: αὐτοῖς δηλονότι. <!-- 4.66.4 -->αὐτοὶ μόνοι: ἤτοι ἐκτὸς τῶν ἄλλων ξυμμάχων ὧν εἶχον ἔξωθεν τῆς Πελοποννήσου, ἢ μόνοι λέγει ἀντὶ τοῦ ἐκτὸς τῶν Μεγαρέων. τὴν ἄνω δὲ πόλιν αὐτὰ τὰ Μέγαρα καλεῖ τὴν ἄνω πόλιν: τὴν ἀκρόπολιν. <!-- 4.67.1 -->ἐπλίνθευον τὰ τείχη: πλίνθους λαμβάνοντες ἐτείχιζον. ἀπεῖχεν οὐ πολύ: οὐκ ἀπεῖχε, φησί, τῶν Μεγάρων ἡ Μινῴα, ἢ αὐτὸ τὸ ὄρυγμα τὸ ἐν τῇ Μινῴᾳ <!-- 4.67.2 -->περίπολοι: τῶν φυλάκων οἱ μὲν ἱδρυμένοι καλοῦνται, οἱ δὲ περίπολοι, ἱδρυμένοι μὲν οἱ ἀεὶ περικαθεζόμενοι καὶ πολιορκοῦντες, περίπολοι δὲ οἱ περιερχόμενοι καὶ περιπολοῦντες τὰ φρούρια ἐν τῷ φυλάττειν ἔλασσον ἄπθεν: ἔλασσον ἀπέχοντες ἤπερ οἱ ἐν τῷ ὀρύγματι καθήμενοι πρὸς τὸ ἀπεῖχεν οὐ πολύ τὸ ἔλασσον ἄπωθεν ᾔσθετο οὐδείς: τῶν Μεγαρέων δηλονότι. <!-- 4.67.3 -->ἕως: ἡμέρα. οἱ προδιδόντες ...: οἱ προδιδόντες δηλαδὴ τοῖς Ἀθηναίοις τὰ Μέγαρα πλοῖον κατέφερον ἑκάστης νυκτὸς ἐπὶ θάλατταν, τεθεραπευκότες τὸν ἐπὶ τῶν πυλῶν ἄρχοντα, ὅπως αὐτοὺς μὴ κωλύῃ, ὡς δῆθεν ἐπὶ λῃστείαν ἐκπλέοντας τῶν Ἀθηναίων τῶν ἐν τῇ Μινῴᾳ φυλαττόντων· καὶ αὖθις πρὸ ἡμέρας ἀνέφερον αὐτὸ εἰς τὸ τεῖχος, ὅπως ἀφανὲς δῆθεν ᾖ τοῖς Ἀθηναίοις, τί χρὴ φυλάττεσθαι. οὐ γὰρ ὄντος οὐδενὸς ἐν τῷ Μεγαρικῷ λιμένι πλοίου φανεροῦ, διὰ τὸ ἐντὸς τειχῶν μεθʼ ἡμέραν κρύπτεσθαι τὸ ἀκάτιον, ἄπορον ἦν γνῶναι τοῖς Ἀθηναίοις, ὑφʼ ὧν τινων λῃστεύονται ἀκάτιον ἀμφηρικόν, ὡς λῃσταί, ἐκ πολλοῦ τεθεραπευκότες: ἀμφηρικὸν ἀκάτιον, ἤτοι ἀμφοτέρωθεν ὑπὸ ἑνὸς ἐρεττόμενον, ἤτοι μήτε πρώραν μήτε πρύμναν ἔχον ἀνηγμένην, ἀλλὰ στρογγύλον καὶ περιφερὲς πανταχόθεν πλοιάριον ἑκατέρωθεν ἐρεσσόμενον, ἐν ᾧ ἕκαστος τῶν ἐλαυνόντων δικωπίαν ἐρέττει <!-- 4.67.4 -->τότε: ὅτε προεδίδοντο τὰ Μέγαρα. ὡς τῷ ἀκατίῳ: ὡς τοῦ ἀκατίου μέλλοντος εἰσκομίζεσθαι ἀπὸ ξυνθήματος: τῶν Μεγαρέων δηλονότι. κώλυμα οὖσα προσθεῖναι: ἀντὶ τοῦ κωλύουσα συγκλεισθῆναι <!-- 4.67.5 -->τροπαῖον: ὡς ἀπὸ τοῦ τρίτη τριταῖον καὶ λάθρα λαθραῖον οὕτω καὶ ἀπὸ τοῦ τροπὴ τροπαῖον καὶ εὐθὺς ἐντὸς τῶν πυλῶν ...: ὑπερβατόν. τὸ δὲ ἑξῆς, καὶ εὐθὺς ἐντὸς τῶν πυλῶν μαχόμενοι τοὺς προσβοηθοῦντας οἱ Πλαταιεῖς ἐκράτησαν. τοὺς δὲ προσβοηθοῦντας λέγει περὶ ὧν ἔφη διὰ μέσου· ᾔσθοντο γὰρ οἱ ἐγγύτατα Πελοποννήσιοι ἐπιφερομένοις: τοῖς ἐπερχομένοις <!-- 4.68.2 -->ἀντισχόντες: ἤγουν ἀντιστάντες. σφᾶς: ἤγουν τοὺς Πελοποννησίους. <!-- 4.68.3 -->ξυνέπεσε: συνέβη  <span class="gap">…</span> θησόμενον τὰ ὅπλα: ἤγουν ἀποθησόμενον. οἱ δʼ: ἤγουν οἱ Πελοποννήσιοι. <!-- 4.68.4 -->οἱ πρὸς τοὺς Ἀθηναίους πράξαντες: ἤγουν οἱ συνθέμενοι τοῖς Ἀθηναίοις. <!-- 4.68.5 -->ξυνέκειτο δὲ αὐτοῖς: ἤγουν συμφωνία ἦν. ἐσπίπτειν: μετὰ βάρους εἰσέρχεσθαι. μὴ ἀδικῶνται: ἤγουν μὴ βλάπτωνται. ἀσφάλεια ... ἐγίγνετο: ἀντὶ τοῦ, ἐν ἀσφαλείᾳ δὲ μᾶλλον ἔμελλον ἔσεσθαι ἀνοίξαντες τὰς πύλας <!-- 4.68.6 -->ἀληλιμμένων δὲ αὐτῶν: ἤγουν τῶν προδοτῶν. καταγορεύει: καταγγέλλει. τοῖς ἑτέροις: τοῖς μὴ εἰδόσι. ξυστραφέντες: συσπειραθέντες. ἐπεξιέναι: κατὰ τῶν Ἀθηναίων. εἴτε μὴ πείσεταί τις ...: εἴτε μὴ πείθοιντο οἱ ἀντιστασιῶται, τὴν μάχην ἔσεσθαι οὐ πρὸς τοὺς Ἀθηναίους, ἀλλὰ πρὸς ἀλλήλους τοῖς Μεγαρεῦσιν ἐδήλουν δὲ οὐδέν: ἀντὶ τοῦ οὐδὲ ὅλως ἐδήλουν <!-- 4.69.1 -->οἱ τῶν Ἀθηναίων στρατηγοί: οἱ ἐκτὸς ἔτι τῶν Μεγάρων ὄντες καὶ μήπω εἰσελθόντες <!-- 4.69.2 -->σίδηρός τε: λιθουργός. ὕλην: ἄλλην δηλονότι. ἀπεσταύρουν: χαρακώματα ἐποίουν. <!-- 4.69.3 -->ὅσον οὐκ ἀπετετέλεστο: ἀντὶ τοῦ παρὰ μικρὸν ἀπετελέσθη οἱ ἐν τῇ Νισαίᾳ: οἱ Πελοποννήσιοι δηλονότι. ἐχρῶντο: σίτῳ δηλονότι. τῷ τε ἄρχοντι: ἤγουν τῷ ἄρχοντι τῶν Λακεδαιμονίων. <!-- 4.69.4 -->ὁμολογήσαντες: ἤγουν συμφωνήσαντες. <!-- 4.70.2 -->τῷ λόγῳ: ἀντὶ τοῦ τῇ φήμῃ. σφᾶς: ἤγουν τοὺς περὶ αὐτόν. <!-- 4.71.1 -->αἱ δὲ τῶν Μεγαρέων στάσεις: οἱ στασιάσαντες. σφίσιν: τοῖς Μεγαρεῦσιν. οὐκ ἐδέξαντο: τὸν Βρασίδαν. <!-- 4.71.2 -->περιιδεῖν: ἀντὶ τοῦ περισκοπῆσαι σφίσιν: τοῖς Μεγαρεῦσιν. <!-- 4.72.1 -->διανενοημένοι: σκοπὸν ἔχοντες. πέμψαι: ἄγγελον δηλονότι. ἀπῆλθον πάλιν: ἤγουν ἐπανέστρεψαν εἰς τὰς Θήβας. <!-- 4.72.2 -->τῶν δὲ ψιλῶν: τῶν Ἀθηναίων. οὐδαμόθεν: ἤγουν ἀπὸ οὐδενὸς τόπου. <!-- 4.72.3 -->ἀντεπεξελάσαντες: ἤγουν τοὺς ἵππους κινήσαντες. ἐς χεῖρας ᾖσαν: συνεπλάκησαν. ἐπὶ πολύ: διάστημα χρόνου δηλονότι. <!-- 4.72.4 -->ἀπέδοσαν: τοῖς Βοιωτοῖς. τῷ παντὶ ἔργῳ: τῷ τῆς μάχης. πρὸς τοὺς ἑαυτῶν: ἐχώρησαν δηλονότι. <!-- 4.73.1 -->περιορωμένους: ἀντὶ τοῦ περιορῶντας. ὁποτέρων ἡ νίκη ἔσται: εἴτε τῶν Ἀθηναίων εἴτε τῶν Λακεδαιμονίων. <!-- 4.73.2 -->καλῶς δὲ ἐνόμιζον ...: θαυμαστή τις ἦν καὶ στρατηγικωτάτη ἡ τῶν Λακεδαιμονίων ἐπίνοια. ἰσχυρὸν γὰρ χωρίον καταλαβόντες ἡσύχαζον, ἵνα μήτε οἱ Ἀθηναῖοι αὐτοῖς διὰ τὴν τοῦ χωρίου ἰσχὺν ἐπίωσιν ἐπὶ πόλεμον μήτε οἱ Μεγαρεῖς καταγνῶσιν αὐτῶν ὡς ἡττηθέντων καὶ ἀποσταῖεν. ἐπεὶ δὲ ἑώρων τοὺς Μεγαρεῖς πρὸς τὴν τύχην ὁρῶντας καὶ τῷ νικήσαντι προστεθῆναι, οὐχ ἱκανοὺς ἑαυτοὺς πρὸς ἀπάντησιν τῶν Ἀθηναίων ὁρῶντες καὶ δεδιότες τὸ μέλλον ἡσύχαζον, προσποιούμενοι μὴ θέλειν πρῶτοι ἄρξαι τῆς μάχης, ἐκφοβοῦντες δὲ καὶ τοὺς Μεγαρεῖς μὴ προσχωρῆσαι τοῖς Ἀθηναίοις. <!-- 4.73.3 -->εἰ μὲν γὰρ μὴ ...: εἰ μὲν γὰρ οἱ Λακεδαιμόνιοι, ἀμελήσαντες Μεγαρέων, μὴ βοηθήσοντες παρεγένοντο, οὐκ ἂν ἔμελλον οἱ Μεγαρεῖς εἰς τὴν τύχην σκοπεῖν καὶ τὸ μέλλον ἔσεσθαι περιμένειν — ἤγουν εἰ οἱ Λακεδαιμόνιοι παρόντες νικήσουσιν —, ἀλλʼ εὐθύς, ὡς σαφῶς Λακεδαιμονίων ἡσσηθέντων, Ἀθηναίοις ἔμελλον ἑαυτοὺς παραδώσειν· νῦν δὲ πρὸς τούτῳ καὶ Ἀθηναίους ἂν τυχεῖν πολεμήσειν μὴ βουληθέντας. οὐκ ἂν ἐν τύχῃ γίγνεσθαι σφίσιν ...: οὐκ ἂν ἐπὶ τῇ τύχῃ θέσθαι τὸ μέλλον τοὺς Μεγαρεῖς καὶ περιμένειν πότεροι κρατήσουσιν. ἡ δὲ διάνοια· εἰ μὴ ὤφθησαν οἱ Πελοποννήσιοι ὑπὸ τῶν Μεγαρέων ἐλθόντες, οὐκ ἂν οἱ Μεγαρεῖς ἐν ἐλπίδι τινὸς ἐγένοντο, ἀλλά, καθάπερ ἡττηθέντων Λακεδαιμονίων καὶ διὰ τοῦτο μὴ παραγενομένων, ὡς οὐκ οὔσης αὐτοῖς βοηθείας, εὐθὺς ἂν τοῖς Ἀθηναίοις ὡς νενικηκόσι παρέδοσαν τὴν πόλιν, ὥστε σαφῶς στερηθῆναι τοὺς Λακεδαιμονίους τῶν Μεγάρων· νῦν δὲ ἐλθόντες οἱ Λακεδαιμόνιοι ἐν ἐλπίδι ἐγένοντο κρατήσειν τῶν Μεγάρων, εἰ οἱ Ἀθηναῖοι μὴ βούλοιντο διαγωνίζεσθαι <!-- 4.73.4 -->μὴ ἐπιόντων: λείπει τῶν Πελοποννησίων λογιζόμενοι καὶ οἱ ἐκείνων στρατηγοί ...: ἐνήλλακται ἡ πτῶσις ἀντὶ τοῦ, λογιζομένων καὶ τῶν ἐκείνων στρατηγῶν, τουτέστι τῶν Ἀθηναίων. ἡ δὲ διάνοια· τῶν Ἀθηναίων οἱ στρατηγοὶ παρετάξαντο μὲν ὡς ἐς μάχην, ἡσύχαζον δὲ λογιζόμενοι μὴ ἴσον εἶναι τὸν κίνδυνον αὐτοῖς τε καὶ τοῖς Πελοποννησίοις, ἀναλογιζόμενοι ὅτι νικήσαντες μὲν μικρὰ κερδαίνουσι Μέγαρα λαβόντες, νικηθέντες δὲ τὸ κράτιστον τῆς πόλεως ἀπολέσουσι. τὸ γὰρ μαχιμώτατον καὶ κράτιστον ἦν αὐτόθι τῶν Ἀθηναίων ἐκείνων: τῶν Ἀθηναίων. τοῖς δέ ...: οἱ δὲ Πελοποννήσιοι, πολλὴν μὲν ἔχοντες δύναμιν αὐτόθι, ἀφʼ ἑκάστης δὲ πόλεως αὐτοῖς ὀλίγου μέρους παρόντος, οὐκ ἐφοβοῦντο τὴν ἧτταν, νομίζοντες, εἰ καὶ κατὰ κράτος ἡττηθεῖεν, οὐ μεγάλως βλάψειν τὰς πατρίδας ἐπισχόντες: ἑκάτεροι δηλονότι. πρότερον οἱ Ἀθηναῖοι: πρὸ τοῦ ἀπελθεῖν τοὺς Λακεδαιμονίους. ὡρμήθησαν: ἦλθον. τοῖς ἀπὸ τῶν πόλεων ἄρχουσιν: ἤγουν τοῖς συμμάχοις τοῦ Βρασίδου. δεξάμενοι: τὸν Βρασίδαν δηλονότι. τῶν πρὸς τοὺς Ἀθηναίους πραξάντων: ἤγουν τῶν προδοτῶν. <!-- 4.74.2 -->ὤφθησαν: ἐφωράθησαν. ὁρκώσαντες: εἰς ὅρκους ἐμβαλόντες. <!-- 4.74.3 -->οἱ δέ: οἱ φυγάδες. ἐπειδὴ ἐν ταῖς ἀρχαῖς ἐγένοντο: ἀντὶ τοῦ ἐπειδὴ ἄρχειν ᾑρέθησαν <!-- 4.75.1 -->τοῦ δʼ αὐτοῦ θέρους: μετάβασις <!-- 4.75.2 -->Ἡρακλεώτιδι: τῇ ποντοἡρακλείᾳ Βιθυνῶν Θρᾳῶν: σημείωσαι ὅτι καὶ οἱ Βιθυνοὶ Θρᾷκες τὴν ἐπὶ τῷ στόματι τοῦ Πόντου: τὴν κατὰ τὸ Βυζάντιον ὅτι ἡ κατὰ τὸ Βυζάντιον Χαλκηδὼν Μεγαρέων ἀποικία <!-- 4.76.2 -->ἐπράσσετο: ἀντὶ τοῦ προεδίδοτο τὸν κόσμον: τὴν πολιτείαν <!-- 4.76.4 -->τὸ ἐν τῇ Ταναγραίᾳ: ὂν δηλονότι. ἁθρόοι: ἤγουν πανδημεί. κινούμενοι: ἀντὶ τοῦ ταραττόμενοι <!-- 4.76.5 -->ἡ πεῖρα: ἤγουν ἡ πρᾶξις. καὶ οὔσης ἑκάστοις ...: καὶ οὔσης ἑκάστοις οὐκ ἀπὸ πολλοῦ διαστήματος καταφυγῆς τοῖς τῶν Ἀθηναίων λῃσταῖς διὰ τὸ πλησίον εἶναι τὰ στρατεύματα τῶν Ἀθηναίων καὶ δύνασθαι αὐτοῖς βοηθεῖν, ἄν τι πάθωσιν ὑπὸ τῶν Βοιωτῶν κατὰ χώραν: ἤτοι κατὰ τὴν οἰκείαν τάξιν. τοῖς δέ: τοῖς Βοιωτοῖς καταστήσειν αὐτὰ ἐς τὸ ἐπιτήδειον: τὴν δημοκρατίαν οἱ Ἀθηναῖοι. αὐτοῖς δηλονότι. <!-- 4.77.1 -->εἴρητο: συνεπεφώνητο. <!-- 4.78.1 -->Βρασίδας δέ ...: τῶν εἰς τρισκαίδεκα τέλος τῆς ἕκτης, ἀρχὴ τῆς ἑβδόμης τοὺς ἐπιτηδείους: τοὺς φίλους. διάγειν: διαβιβάζειν. ἐπορεύετο: ὁ Βρασίδας <!-- 4.78.2 -->ἦγον: ὡδήγουν. ἐπιτήδειος: φίλος. διιέναι: διοδεῦσαι. Ἕλλησιν: Ἕλληνας λέγει τοὺς περὶ τὰ Φάρσαλα, οἳ Ἀχαιοὶ λέγονται. δυναστείᾳ μᾶλλον ...: ὅτι μᾶλλον δυναστείᾳ ἤπερ ἰσονομίᾳ ἐγχωρίως ἐχρῶντο οἱ Θεσσαλοί <!-- 4.78.3 -->αὐτῷ: τῷ Βρασίδᾳ τούτοις: ἤγουν τοῖς ἐάσασι τὸν Βρασίδαν διιέναι. <!-- 4.78.4 -->οἱ δὲ ἄγοντες: οἱ περὶ τὸν Πάναιρον ξένοι: φίλοι. οὐκ ἂν προελθεῖν: ἤγουν ἔφασκον οὐκ ἂν προελθεῖν. <!-- 4.78.5 -->ξυστῆναι τὸ κωλῦσον: συναθροισθῆναι τοὺς κωλύσοντας. <!-- 4.79.2 -->ἐξήγαγον: οἱ ἐκ τῆς Πελοποννήσου δηλονότι. πολέμιος μὲν οὐκ ὤν: τοῖς Ἀθηναίοις δηλονότι. <!-- 4.79.3 -->αὐτοῖς: ἤγουν τῷ Περδίκκᾳ καὶ τοῖς ἐπὶ Θρᾴκης ἀφεστῶσι τῶν Ἀθηναίων. <!-- 4.80.1 -->τῇ ἐκείνων γῇ: τῇ Λακωνικῇ ἑτοίμων ὄντων: τῶν Χαλκιδέων καὶ τοῦ Περδίκκου. ἐπικαλουμένων: ἀντὶ τοῦ προκαλουμένων. <!-- 4.80.2 -->βουλομένοις ἦν: ἤγουν τοῖς Λακεδαιμονίοις. <!-- 4.80.3 -->καὶ τόδε ἔπραξαν: σημείωσαι τὸ Λακωνικὸν ἔργον τὸ εἰς τοὺς εἵλωτας γενόμενον καὶ ὅπως αὐτοὺς λαθραίως διέφθειραν φρονήματος: ἀλαζονείας. <!-- 4.80.4 -->προκρίναντες: ἀντὶ τοῦ προκριθέντων οἱ μέν: οἱ δισχίλιοι. οἱ δέ: ἤγουν οἱ Λακεδαιμόνιοι. <!-- 4.81.1 -->πλείστου ἄξιον: ἤγουν ὠφελοῦντα τὴν Λακεδαίμονα. <!-- 4.81.2 -->μέτριον: ταπεινόν. <!-- 4.83.1 -->μέσῳ δικαστῇ: ἀντὶ τοῦ μεσίτῃ καὶ διαιτητῇ ἡ τῶν προυχόντων ἀρετὴ ἔν τε πόλεσι καὶ ἐν στρατείαις πανταχοῦ καθίσταται τὸ ὑπήκοον καὶ τῶν ἐναντίων ποιεῖ μὴ καταφρονεῖν. ἐν μὲν τοῖς Ἕλλησι τὸν Βρασίδαν καὶ τὴν αὐτοῦ στρατιάν, ἐν τοῖς ἡμετέροις δὲ Βελισάριον εἰς παράστασιν τοῦ παρόντος λόγου παραβάλλομεν. <!-- 4.83.4 -->περὶ αὐτόν: τὸν Περδίκκαν. <!-- 4.83.6 -->ἄκοντος: τοῦ Περδίκκου δηλονότι. τοῖς λόγοις: τοῦ Ἀρριβαίου. <!-- 4.84.1 -->ἐν δὲ τῷ αὐτῷ θέρει: μετάβασις <!-- 4.84.2 -->οἱ δέ: οἱ Ἀκάνθιοι. δέχεται: τὸ πλῆθος τὸν Βρασίδαν. ὡς Λακεδαιμόνιος: οἱ γὰρ Λάκωνες βραχυλόγοι. Ὅμηρος

  
ἦτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε  
  
παῦρα μέν, ἀλλὰ μάλα λιγέως  
<!-- 4.85.1 -->ἡ μὲν ἔκπεμψις: δημηγορία Βρασίδου ἀποστολή. ἐπαληθεύουσα: βεβαιοῦσα, κυροῦσα Ἀθηναίοις: τὸ ἑξῆς, Ἀθηναίοις πολεμήσειν <!-- 4.85.2 -->εἰ δὲ χρόνῳ ἐπήλθομεν ...: εἰ δὲ βραδέως παρεγενόμεθα, μηδεὶς ἡμῖν μέμψηται· ἐλπίσαντες γὰρ τοὺς Ἀθηναίους ταχέως καταλύσειν καὶ τοῦ κατὰ τὴν Ἀττικὴν πολέμου παύσεσθαι ῥᾳδίως, τῆς δοκήσεως ἐσφάλημεν τοῦ ὑμετέρου κινδύνου: τῆς ὑμετέρας συμμαχίας νῦν γάρ, ὅτε παρέσχεν: νῦν γάρ, ὅτε τὰ πράγματα παρουσίας ἡμῖν ἐξουσίαν παρέσχεν παρέσχεν: ἔδωκεν ὁ καιρός. <!-- 4.85.4 -->ἡμεῖς μὲν γὰρ οἱ Λακεδαιμονίοι ...: ἡμεῖς μὲν γὰρ εἰς κίνδυνον τηλικοῦτον κατέστημεν διὰ τῆς ἀλλοτρίας ὁδοιπορήσαντες καὶ προθυμίαν ἅπασαν ἐνεδειξάμεθα, ἐλπίσαντες τὴν παρουσίαν ἡμῶν ἀσμένοις ὑμῖν ἔσεσθαι, οὕς γε, καὶ πρὶν ἀφικέσθαι, τῇ γοῦν προαιρέσει φίλους εἶναι, ἥξειν τε ὁπότε βουλοίμεθα, ὡς παρὰ φίλους ἀφικέσθαι βουλομένοις ἔσεσθαι: βουλομένοις αὐτοῖς δηλονότι τοῖς ξυμμάχοις. ἡ δὲ σύνταξις Θουκυδίδειος ἀνερρίψαμεν: ἀπὸ μεταφορᾶς τῶν κύβων <!-- 4.85.6 -->καὶ τὴν αἰτίαν οὐχ ἕξω πιστήν ...: καὶ τὴν αἰτίαν τῆς ἐμῆς ἐξόδου λέγων οὐ πιστευθήσομαι, ἀλλʼ ἢ προφασίζεσθαι δόξω, ἐλευθεροῦν ἐπαγγελλόμενος τοὺς Ἕλληνας ἐπὶ τῷ ἀδικεῖν τι αὐτούς, ἢ ἀδύνατος εἶναι βοηθεῖν πρὸς Ἀθηναίους, ἂν ἐπίωσι τοῖς συμμάχοις ἢ ἄδικον: αʹ ἢ ἀσθενής: βʹ καίτοι στρατιᾷ γε ...: πρὸς τὸ βʹ <!-- 4.86.1 -->αὐτός τε ...: πρὸς τὸ αʹ ὅρκοις τε Λακεδαιμονίων ...: τὸ ἑξῆς, ὅρκοις μεγίστοις τὰ τῶν Λακεδαιμονίων τέλη καταλαβών ἀντὶ τοῦ, ποιήσας ὀμόσαι τοὺς ἄρχοντας τῶν Λακεδαιμονίων  <span class="gap">…</span> οὐχ ἵνα ξυμμάχους ...: οὐ γὰρ δεόμεθα συμμαχίας <!-- 4.86.2 -->οὔτʼ αὐτός: πρὸς τὸ αʹ οὔτε τιμωρός: πρὸς τὸ βʹ <!-- 4.86.4 -->σημείωσαι συστασιάσων ἀσαφῆ τὴν ἐλευθερίαν: γράφεται ἀσφαλῆ· καὶ ὁ νοῦς ἔχει ὧδε· οὐδὲ γὰρ φανερὰν ἐπιφέρειν νομίζω τὴν ἐλευθερίαν, εἰ καταλείψας τὸ πάτριον — ἤγουν τὴν ἀρχαίαν ἐλευθερίαν — δουλώσω τὸ πλέον τοῖς ὀλίγοις, ἤτοι τοὺς ἄλλους Ἀκανθιαίους τοῖς στασιάζουσιν, ἢ τὸ ἔλασσον, τοὺς αὐτοὺς Ἀκανθιαίους, τοῖς πᾶσιν, ἤγουν τοῖς Μακεδόσιν ἢ Θεσσαλοῖς, ἢ τυχὸν τοῖς Λακεδαιμονίοις. τοὺς γὰρ αὐτοὺς Ἀκανθιαίους πολλούς τε καὶ ὀλίγους ἔφησεν εἶναι, πρὸς μὲν τοὺς στασιαστὰς πολλούς, πρὸς δὲ τοὺς ἄλλους, Μακεδόνας τυχὸν καὶ Λακεδαιμονίους, ἐλάσσους. εἰ τὸ πάτριον παρείς ...: εἰ τὴν πάτριον ἑκάστοις πολιτείαν καταλύσας ἢ τὸν δῆμον καταδουλώσω τοῖς ὀλίγοις ἢ τοὺς ὀλίγους τῷ δήμῳ <!-- 4.86.5 -->τῆς ἀλλοφύλου ἀρχῆς: τῆς τῶν Ἀθηναίων οἷς τε: ἤγουν ἐφʼ οἷς. ἐχθίονα: χειρόνως καὶ μετὰ πλείονος μίσους κατακτώμενοι τὴν ἀρχήν ὁ μὴ ὑποδείξας: ὁ μὴ προεπαγγειλάμενος τὸν Ἀθηναῖον αἰνίττεται κατακτώμενοι: ἀναδεξάμενοι <!-- 4.86.6 -->ἀπάτῃ γὰρ εὐπρεπεῖ ...: τοῖς γὰρ ἐν δυνάμει, φησίν, οὖσιν, ὥσπερ ἐσμὲν ἡμεῖς, αἴσχιόν ἐστι μετὰ ἀπάτης εὐπρεποῦς κτήσασθαι ἤπερ βιασαμένοις ἐκ τοῦ φανεροῦ· τὸ μὲν γὰρ βιάσασθαι τῷ τῆς ἰσχύος δικαίῳ γίνεται καὶ ὡς παρέσχεν ἰσχὺν ἡ τύχη, τὸ δὲ ἀπατῆσαι ἀπὸ γνώμης ἀδίκου γίνεται Ὅμηρος

  
ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα  
  
λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι  
τὸ μέν: τὸ βίᾳ ἐμφανεῖ τὸ δέ: τὸ ἀπάτῃ εὐπρεπεῖ <!-- 4.87.1 -->οὕτω πολλὴν περιωπήν: σημείωσαι περιωπήν περιωπή, ἡ φροντίς ἀντὶ τοῦ περίσκεψιν ἢ περιάθρησιν ἢ πρόνοιαν ἐξέτασιν. διαφόρων: ἀντὶ τοῦ διαφερόντων πρὸς τοῖς ὅρκοις βεβαίωσιν ...: πρὸς τοῖς ὅρκοις, φησίν, οὓς ὤμοσα, οὐκ ἂν σχοίητε παρʼ ἐμοῦ πίστιν βεβαιοτέραν λαβεῖν, εἰ μὴ ἀναμείνητε τὰ ἔργα καὶ θεάσησθε αὐτὰ ἀφομοιούμενα τοῖς λόγοις οἷς νῦν λέγω, πίστιν βεβαίαν τοῦ συμφέρειν αὐτὰ τῶν λόγων παρεχομένων ἀναθρούμενα: σημείωσαι ἀναθρούμενα φανερὰ γινόμενα. <!-- 4.87.2 -->εἰ δʼ ἐμοῦ ταῦτα ...: εἰ δʼ ἐμοῦ ταῦτα προτείνοντος καὶ ἐπαγγελλομένου φήσετε μὴ δύνασθαι ἤτοι ἐλευθερωθῆναι ἢ συμμαχεῖν, μενούσης δὲ τῆς φιλίας ἀξιώσετε ἡμᾶς διωθεῖσθαι, ὑφορώμενοι μὴ ἄρα οὐκ ἀκίνδυνος ὑμῖν ἡ ἐλευθερία γένηται· ἔτι δὲ εἰ λέγοιτε ὡς δίκαιον τούτους ἐλευθεροῦν οἳ καὶ δύνανται δέξασθαί τε καὶ κατασχεῖν τὴν ἐλευθερίαν, ἄκοντα δὲ μηδένα ἀναγκάζειν ἐλευθεροῦσθαι, μάρτυρας μὲν θεοὺς καὶ ἥρωας καὶ τὰ ἑξῆς ἐμοῦ: τὸ ἐμοῦ ὀρθοτονητέον ἀδύνατοι: προσέρχεσθαι δηλονότι ἡμῖν. κακούμενοι: ὑφʼ ἡμῶν. διωθεῖσθαι: ἡμᾶς δηλονότι. προσαναγκάζειν: ἐλευθεροῦσθαι δηλονότι. ἐπʼ ἀγαθῷ: τῶν Λακεδαιμονίων, Βρασίδα, ἐπʼ ἄλλων μὴν οὔ· πῶς γὰρ ἄν, ἐπʼ ἀγαθῷ ἀφίξων, ἦλθε σὺν βαρείᾳ τῇ στρατιᾷ δῃῶν αὐτῶν τὴν γῆν; <!-- 4.87.3 -->ἀνάγκας: αἰτίας τῶν μὲν Λακεδαιμονίων: λείπει τὸ ἕνεκεν. προσαχθήσεσθε: ἡμῖν δηλονότι. οἱ δὲ Ἕλληνες: ἀντὶ τοῦ τῶν Ἑλλήνων <!-- 4.87.4 -->οὐ γὰρ δὴ εἰκότως γʼ ἄν ...: οὐ γὰρ ἂν εὐλόγως ἐγχειροῖμεν ἐλευθεροῦν τοὺς Ἕλληνας, οὐδʼ ἂν δικαίως τοὺς μὴ βουλομένους ἐλευθεροῦσθαι ἐλευθεροῦν ἐπεχειροῦμεν, εἰ μὴ κοινῇ πᾶσι τοῖς Ἕλλησι τοῦτο συνέφερε <!-- 4.87.5 -->ἑτέρους: τοὺς Ἀθηναίους αὐτονομίαν: ἰσότητα. <!-- 4.87.6 -->πρὸς ταῦτα: οἱ ἐπίλογοι ἀφορῶντες δηλονότι. καταθέσθαι: ἑαυτοῖς δηλονότι. τὸ κάλλιστον ὄνομα: τὴν ἐλευθερίαν <!-- 4.88.1 -->πολλῶν λεχθέντων ...: ἀμφιβόλων λόγων λεχθέντων. κρύφα διαψηφισάμενοι: κατάστασιν κρίσεως ποιήσαντες. ἐπαγωγά: ἡδέα καὶ οἷον πιθανά καὶ πιστώσαντες αὐτὸν τοῖς ὅρκοις: ἀντὶ τοῦ, ὅρκον ἐξ αὐτοῦ λαβόντες. ὅτε γὰρ λέγομεν, πιστῶ σε ὅρκῳ, ἀντὶ τοῦ, ὅρκον ἐκ σοῦ λαμβάνω· πιστοῦμαι δέ σε ὅρκῳ, ἀντὶ τοῦ, ὅρκον σοι δίδωμι εἰς ὅρκον αὐτὸν ἐμβαλόντες καὶ ἐκ τούτου πίστιν δεξάμενοι. Στάγειρος: ὅτι Στάγειρος Ἀνδρίων ἀποικία ἡ τοῦ φιλοσόφου Ἀριστοτέλους πατρίς ξυναπέστη: τῶν Ἀθηναίων. <!-- 4.89.1 -->τοῦ δʼ ἐπιγιγνομένου χειρῶνος: μετάβασις  <span class="gap">…</span> ἐπὶ τὸ Δήλιον: δηλονότι ἀπαντῆσαι. διαμαρτίας: ἀστοχίας. τῶν ἡμερῶν: τῶν συμπεφωνημένων. ἐς ἅς: ἤγουν ἐν αἷς. Φανοτέως: τόπου ὄνομα ἐκεῖνοι δὲ Βοιωτοῖς: ἐξεῖπον. <!-- 4.89.2 -->βοηθείας ...: ἤγουν πάντων τῶν Βοιωτῶν συνδραμόντων εἰς τὸ βοηθῆσαι. προκαταλαμβάνονται: ὑπὸ τῶν Βοιωτῶν. ἡ Χαιρώνεια: πόλις Βοιωτῶν. τὸ ἁμάρτημα: τὴν προδοσίαν. <!-- 4.90.2 -->τὸ ἱερὸν καὶ τὸν νεών: ἱερὸν ναοῦ διαφέρει· ἱερὸν μὲν αὐτὸς ὁ προσιερωμένος τόπος τῷ θεῷ, νεὼς δὲ ἔνθα ἵδρυται αὐτὸ τὸ ἄγαλμα τοῦ θεοῦ ἀνέβαλλον: ἀναρρίπτοντες ἐτίθουν. σταυρούς: ὀρθὰ ξύλα. σημείωσαι οἰκοπέδων ᾗ καιρὸς ἦν: ἕως ἐδίδου ὁ καιρός. ἤγουν ἐν ᾧ ἦν ἐπικαιρότατον καὶ ἁρμοδιώτατον. <!-- 4.90.3 -->μέχρι ἀρίστου: ἄριστον τὸ νῦν λεγόμενον ἐν τῇ κοινῇ συνηθείᾳ· οὐ γὰρ δυνάμεθα ἐπὶ ἑσπέρας λαβεῖν αὐτό, ἐπεὶ ἔλεγεν ἄν, καὶ τὴν πέμπτην, ὡς καὶ τὰς ἄλλας <!-- 4.90.4 -->ὑπομένων: ἤγουν ὑπολειφθεὶς ἐν τῷ Δηλίῳ. <!-- 4.91.1 -->προχωροῦντας ἐπʼ οἴκου: ἤγουν ἀπομακρύναντας τοῦ Δηλίου. βοιωταρχῶν: βοιώταρχος καὶ βοιωτάρχης κινδυνεῦσαι: διὰ κινδύνου χωρῆσαι. <!-- 4.92.1 -->χρῆν μέν ...: παρακέλευσις Παγώνδου ἡ μὲν πρότασις ἐξ ἐπιπλήξεως τῶν μηδὲ συνεπαινούντων μάχεσθαι· ἡ δὲ κατασκευὴ ἐκ διαβολῆς τῶν Ἀθηναίων, ὅτι πανταχοῦ ἐχθροί· τὸ δὲ συμπέρασμα προτρεπτικὸν εἰς τὰ πρακτέα κατὰ τὸν διορισμὸν τίσι τῶν ἀνθρώπων ἐστὶ μᾶλλον προμηθητέον διαιρεῖται ἡ δημηγορία αὕτη τῷ συμφέροντι καὶ τῷ δικαίῳ, ὑποφαίνει δὲ ὀλιγάκις καὶ τὸ δυνατόν ἡ παροῦσα δημηγορία πλεῖον ἔχει τοῦ ἀναγκαίου, ἀφʼ οὗ καὶ ἄρχεται, ὥστε ἀνάγκη πολεμεῖν πολεμίοις οὖσι. διὰ μάχης ἐλθεῖν: τὸ ἑξῆς, Ἀθηναίοις διὰ μάχης ἐλθεῖν τῆς ὁμόρου: τῆς Ἀττικῆς <!-- 4.92.2 -->ἀσφαλέστερον ἔδοξεν: τὸ μὴ πολεμῆσαι οὐ γὰρ τὸ προμηθὲς ...: ὁ νοῦς οὕτως· οὐχ ὁμοίως δεῖ τὸν ἐπιβουλεύοντα καὶ τὸν ἐπιβουλευόμενον ἀσφαλῶς μεταχειρίζειν, ἀλλὰ δῆλον ὅτι δεῖ προκινδυνεύειν τὸν ἐπιβουλευόμενον. Ὅμηρος

  
ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο  
ἡ προμήθεια τοῦ μέλλοντος καὶ ἡ πρόνοια· οὐχ ὁμοίου χρῄζει διαλογισμοῦ τῶν τε ὑπερμαχούντων τῆς ἰδίας γῆς καὶ τῶν ἐχόντων μὲν τὴν ἰδίαν, ὀρεγομένων δὲ γῆς ἀλλοτρίας καὶ ἐπιόντων. ἐμφαίνει δὲ ὅτι χρὴ ἡμᾶς ὑπερμαχοῦντας τῆς ἡμῶν αὐτῶν τόλμῃ χρήσασθαι καὶ ἀπονοίᾳ μᾶλλον ἤπερ λογισμῷ οὐ γὰρ ὅμοιόν ἐστι τὸ ὑπὲρ τῆς σφετέρας μάχεσθαι καὶ ὑπὲρ πλείονος· τοῦτο μὲν γὰρ φανερῶς ἄδικον, ἐκεῖνο δὲ καὶ μᾶλλον ἄδικον. οἷς ἂν ἄλλος ἐπίῃ: ἐκ τῶν τοῦ Αἰσώπου μύθων, ἄλλος ἄλλον ἀγρεῦσαι θέλων τρέχει τις, ἄλλος δʼ ἄλλον ἐκ κακοῦ σώζων ὀρεγόμενος: ὥσπερ οἱ Ἀθηναῖοι. <!-- 4.92.3 -->πάτριόν τε ὑμῖν: ἀπὸ τοῦ ἔθους ἡ ἐργασία τοῦ δυνατοῦ· προαναφωνεῖ δʼ ὃ μέλλει διὰ παραδείγματος ὕστερον ἀποδεῖξαι Ἀθηναίους δὲ ...: τὸ συμφέρον μεταληπτικὸν ἀπὸ προσώπου καὶ τρόπου <!-- 4.92.4 -->πρός τε γὰρ τοὺς ...: τοῖς πρὸς τοὺς ἀστυγείτονας ἀντιπάλοις καὶ ἴσοις καθισταμένοις ἐλευθερία περιγίγνεται. διόπερ καὶ ὁ καί σύνδεσμος περιττός ἤγουν οἱ γὰρ πρὸς τοὺς ἀστυγείτονας ἀντιπαλαίοντες καὶ ἀντιμαχόμενοι καὶ ἐλεύθεροί εἰσιν. πρὸς τούτοις: τοῖς εἰρημένοις. ἀγῶνος: ἀντὶ τοῦ κινδύνου τοῦ ἐκ τῆς μάχης ἀπαντῶντος διάκειται: ὡς αὐτοῖς ὑποτέτακται, ὡς ἔχει πρὸς αὐτούς ὑπόκειται. οὐκ ἀντίλεκτος: ἀντίλεκτος, ἀντὶ τοῦ ἀμφισβητήσιμος ἀντὶ τοῦ ἀναμφίβολος. εἷς ὅρος οὐκ ἀντίλεκτος: ὡς μηδένα ὅλως ἐν πάσῃ τῇ γῇ ἡμῶν ὅρον ἀναμφισβήτητον πρὸς αὐτοὺς καταλειφθῆναι. ἐξ οὗ δηλοῦται ὅτι πᾶσαν καταδουλώσονται τὴν Βοιωτίαν <!-- 4.92.5 -->τοσούτῳ ἐπικινδυνοτέραν ...: τοσοῦτον ἡ τούτων γειτνίασίς ἐστι φοβερώτερον ἤπερ τῶν ἄλλων οἷς γειτνιῶμεν ἰσχύος που θράσει: ἤγουν μετὰ θρασείας ἰσχύος. ἔξω ὅρων: τῶν ἑαυτοῦ. <!-- 4.92.6 -->πολλὴν ἄδειαν τῇ Βοιωτίᾳ ...: ἤγουν ἄφοβον πεποιήκαμεν τὴν Βοιωτίαν. <!-- 4.92.7 -->τοῖς πρὶν ἔργοις: τοῖς ἑαυτῶν. τὰς προσηκούσας: τὰς συγγενικάς. Ὅμηρος

  
μηδὲ γένος πατέρων αἰσχυνέμεν  
πιστεύσαντες δὲ τῷ θεῷ: ἐντεῦθεν ὁ Δημοσθένης ὁρμώμενος ἐν τῇ πρώτῃ τῶν Ὀλυνθιακῶν καὶ τῶν θεῶν εὔνοιαν ἱκανὴν ἔφη εἶναι νίκην ἐπαγαγεῖν Ἀθηναίοις, εἰ βούλωνται πολεμεῖν Φιλίππῳ. πρὸς ἡμῶν ἔσεσθαι: ἤγουν βοηθήσειν ἡμῖν τὸν θεόν. οἷς δὲ γενναῖον: ἤγουν πάτριον καὶ ἀπὸ γένους. καὶ τὴν ἄλλων: δηλονότι γῆν. <!-- 4.93.1 -->τῆς ἡμέρας ὀψὲ ἦν: ἤγουν ἑσπέρα ἦν κλίναντος τοῦ ἡλίου. προσέμιξεν ἐγγύς: ἐπλησίασεν. καθίσας: τὸ στράτευμα δηλονότι. <!-- 4.93.2 -->αὐτῷ: τῷ Δηλίῳ. καὶ τοῖς Βοιωτοῖς: κατὰ τῶν Βοιωτῶν. <!-- 4.93.3 -->καλῶς αὐτοῖς εἶχεν: τοῖς Βοιωτοῖς δηλονότι τὰ τῆς συντάξεως. ἔθεντο: περιέθεντο. ὥσπερ ἔμελλον: μαχέσασθαι. <!-- 4.93.4 -->ἐπʼ ἀσπίδας δὲ πέντε μὲν καὶ εἴκοσι ...: οἷον ὡς ὅτι πάντας τοὺς στρατιώτας τοὺς ἑαυτῶν οἱ Θηβαῖοι εἰς κʹ καὶ εʹ τάξεις ἔταξαν κατὰ βάθος <!-- 4.94.1 -->Ἀθηναῖοι δὲ οἱ μὲν ...: Ἀθηναίων· Ὁμηρικόν σημείωσαι πανστρατιᾶς μελλόντων ξυνιέναι: ἑκατέρων τῶν στρατῶν. <!-- 4.95.1 -->ὦ Ἀθηναῖοι ...: παρακέλευσις Ἱκποκράτους Ἱπποκράτους παραίνεσις εἰς μάχην διʼ ὀλίγους: ἤτοι διʼ ὀλίγου λόγου ἢ ἐν βραχεῖ χρόνῳ· τὸ ἴσον δὲ ἔχει τοῖς πολλοῖς λόγοις καὶ ὑπομιμνῄσκειν μᾶλλον ἤπερ προτρέπειν δύναται <!-- 4.95.2 -->ἀναρριπτοῦμεν: ἀντὶ τοῦ, οὐ προσηκόντως τοσόνδε κίνδυνον ἀναδεχόμεθα ῥιψοκινδύνως λαμβάνομεν. ἐν γὰρ τῇ τούτων: γῇ δηλονότι. <!-- 4.95.3 -->χωρήσατε οὖν ...: τὸ ἑξῆς, χωρήσατε οὖν ἐς αὐτοὺς ἀξίως τῆς τε πόλεως ἐς αὐτούς: τοὺς ἐναντίους. καὶ τῶν πατέρων: ἀπὸ κοινοῦ τὸ ἀξίως <!-- 4.96.1 -->τὸ δὲ πλέον: τοῦ στρατοῦ. φθάσαντος: νῦν ἀντὶ τοῦ καταλαβόντος προσέμιξαν δρόμῳ: αὐτοῖς δηλονότι προέχοντες. <!-- 4.96.2 -->οὐκ ἦλθεν ἐς χεῖρας: ἤγουν οὐ συνέμιξεν. ἀλλὰ τὸ αὐτὸ ἔπαθεν: ἑκατέρων δηλονότι τὰ ἔσχατα. ῥύακες: ῥεύματα ὑδρηγά. ξυνειστήκει: ἑκατέρωθεν ἑστῶς ἐμάχετο <!-- 4.96.3 -->καὶ ἐπίεσαν: οἱ Ἀθηναῖοι. αὐτοῖς: τοῖς Ἀθηναίοις. κυκλωθέντων ἐν ὀλίγῳ: ὑπὸ τῶν Ἀθηναίων ἐν ὀλίγῳ τόπῳ. <!-- 4.96.4 -->πρὸς τὸ μαχόμενον: πρὸς τὸ οἰκεῖον καὶ μὴ ἡττημένον μέρος τῶν Βοιωτῶν τὸ ἔτι μάχην ὑπομένον. ἐκράτει: κρεῖττον ἦν. ὠσάμενοι: τοὺς Ἀθηναίους δηλονότι. <!-- 4.96.5 -->ξυνέβη ...: τὸ ἑξῆς, ξυνέβη ἐς φόβον καταστῆναι ὑπερφανέντων: τῶν ἱππέων τῶν Βοιωτῶν δηλονότι. <!-- 4.96.7 -->οἱ μέν: τινὲς τῶν Ἀθηναίων. <!-- 4.96.8 -->αὐτῶν: τῶν Βοιωτῶν. ἐπιλαβούσης τὸ ἔργον: κωλυσάσης τὸν πόλεμον. <!-- 4.96.9 -->φυλακὴν ἐγκαταλιπόντες: ἐν τῷ Δηλίῳ. <!-- 4.97.1 -->ἀνελόμενοι: ἀνελόντες. φυλακήν: δηλονότι τῶν πολεμίων νεκρῶν, ἵνα μὴ ἀσπόνδους αὐτοὺς ἀνέλωνται οἱ Ἀθηναῖοι ἐπεβούλευον: ἐσκέπτοντο. <!-- 4.97.2 -->ἐπὶ τοὺς νεκρούς: ἐπὶ τῇ ἀναιρέσει τῶν νεκρῶν. πρὶν ἂν αὐτὸς ἀναχωρήσῃ: πρίν, φησίν, ἐπανέλθῃ ἀπὸ τῶν Ἀθηναίων αὐτός δράσειαν: ἔδρασαν. παραβαίνοντες: ἀθετοῦντες. τὰ νόμιμα: ἤγουν τοὺς νόμους. <!-- 4.97.3 -->καθεστηκός: ἔννομον. ἰόντας ἐπὶ τὴν ἀλλήλων: ἤγουν εἰσβάλλοντας πολεμικῶς κατὰ τῆς ἀλλήλων γῆς. αὐτόθι: ἐν τῷ ἱερῷ πλὴν ... χέρνιβι χρῆσθαι: ἄνευ τοῦ χρῆσθαι. ἤγουν οὗ οὐκ ἦν θεμιτὸν ψαῦσαι αὐτούς, ἤγουν τοὺς Θηβαίους, εἰ μὴ ὅτε τὰς χεῖρας καθαίροιεν διʼ αὐτοῦ, δηλονότι τοῦ ὕδατος, μέλλοντες τῶν θυμάτων ἅψεσθαι. ἀνασπάσαντας: σημείωσαι ἀνασπάσαντας τὸ ὕδωρ ἀνιμησαμένους, ἤγουν ἐξ αὐτοῦ τοῦ ὕδατος ἀνιμωμένους πρὸς τὰς κοινὰς χρείας χρῆσθαι <!-- 4.97.4 -->τοὺς ὁμωχέτας: ὁμωχέται οἱ συμμετέχοντες τῶν αὐτῶν ναῶν καὶ τῶν αὐτῶν ἱερῶν αὐτούς: τοὺς Βοιωτούς. ἀπιόντας: τοὺς Ἀθηναίους. <!-- 4.98.1 -->οὔτε ἀδικῆσαι ἔφασαν οὐδέν: ἤγουν οὐδὲν παραλυμήνασθαι. ἐπὶ τούτῳ: ἐπὶ τῷ ἀδικῆσαι τὸ ἱερόν. τοὺς ἀδικοῦντας: ἤγουν τοὺς Θηβαίους. σφᾶς: τοὺς Ἀθηναίους. <!-- 4.98.3 -->ἐξαναστήσαντες: ἀπελάσαντες, μεταναστήσαντες. <!-- 4.98.5 -->ἐν τῇ ἀνάγκῃ: ὑπὸ τῆς ἀνάγκης τοῦ καιροῦ. ἐκείνους: τοὺς Θηβαίους. ἐπὶ τὴν σφετέραν: τὴν τῶν Ἀθηναίων. βιάζεσθαι: ἀντὶ τοῦ βιασθῆναι <!-- 4.98.6 -->ξύγγνωμόν τι γίγνεσθαι: ἤγουν ξυγγνώμην λαμβάνειν. ἀπὸ τῶν ξυμφορῶν: ἀπὸ τῶν ἐπιρρεόντων δεινῶν. τολμήσασι: τολμηρῶς πράξασι παρὰ τὰ καθεστηκότα. <!-- 4.98.7 -->ἐκείνους: τοὺς Βοιωτούς τοὺς Θηβαίους, ἀξιοῦντας κομίζεσθαι μὲν τὸ ἱερὸν τὸ ἐπὶ Δηλίῳ, ἀνταποδιδόναι δὲ τοὺς νεκροὺς τοῖς Ἀθηναίοις, ἀσεβεῖν μᾶλλον ἤπερ τοὺς Ἀθηναίους μὴ θέλοντας κομίσασθαι τὰ μὴ πρέποντα τοῖς ἱεροῖς, μηδὲ νεκροὺς θεῶν ἀντικαταλλάττεσθαι <!-- 4.98.8 -->μὴ ἀπιοῦσιν: ἀντὶ τοῦ μὴ ἀπιόντες ὅτι οὐκ ἀναχωρήσουσιν <!-- 4.99.1 -->ἑαυτῶν: τῶν Βοιωτῶν εἰ δὲ ...: εἰ δὲ δοκοῦσιν οἱ Ἀθηναῖοι ἰδίαν εἶναι τὴν γῆν ἐν ᾗ οἱ νεκροὶ κεῖνται, αὐτοὶ τὸ ποιητέον γιγνωσκέτωσαν νομίζοντες: οἱ Βοιωτοί καὶ οὐκ ἂν ...: καὶ οὐκ ἂν τοὺς Βοιωτοὺς κατισχύσειν τῶν Ἀθηναίων ἐν τῇ Ὠρωπίᾳ, ὥστε τοὺς νεκροὺς κατασχεῖν αὐτῶν οὐδʼ αὖ ...: οὐδʼ αὖ ἐσπένδοντο προφάσει ὡς δῆθεν Ἀθηναίων οὔσης τῆς γῆς· τί γὰρ καὶ ἔδει περὶ τῶν ἐν τῇ Ἀττικῇ τοῖς Βοιωτοῖς σπένδεσθαι; τὸ δὲ ...: εὐπρεπὲς δὲ εἶναι ἀποκρίνασθαι ἐκ τῆς Βοιωτῶν ἀπιόντας τοὺς Ἀθηναίους ἀπολαβεῖν ἅπερ αἰτοῦσιν <!-- 4.100.2 -->κεραίαν: ὅρα μηχάνημα ἑλέπολι  <span class="gap">…</span> ἀκριβῶς: κατὰ φύσιν. καὶ ἀκροφύσιον ἀπὸ τῆς κεραίας σιδηροῦν: ἀκροφύσιον, ὁ τῶν χαλκέων φυσητήρ, ὃς ταῖς φύσαις συνημμένος ἐντίθεται ταῖς καμίνοις καὶ παραπέμπει τὸ πνεῦμα ἐσεσιδήρωτο: ὥστε ὑπὸ τοῦ πυρὸς μὴ βλάπτεσθαι τὴν κεραίαν <!-- 4.100.4 -->στεγανῶς: ταὐτὸν εἰπεῖν διὰ στεγανοῦ σώματος. <!-- 4.101.5 -->αὐτοῦ: τοῦ Σιτάλκου. <!-- 4.102.1 -->τοῦ δʼ αὐτοῦ χειμῶνος: μετάβασις <!-- 4.102.2 -->ἡ πόλις: ἡ Ἀμφίπολις. Ἀρισταγόρας: οὗτινος καὶ Ἡρόδοτος μέμνηται πολλάκις Ἠδώνων: ἀπὸ τῆς Ἤδωνες πληθυντικῶς καὶ οὐκ ἀπὸ τῆς Ἠδωνοί. ὅθεν ὑποκατιὼν Ἤδωνας ἔφη καὶ οὐχὶ Ἠδωνούς ὅτι ἐπʼ ἀμφότερα: πόθεν Ἀμφίπολις διὰ τὸ περιέχειν αὐτήν: τὸν Στρυμόνα. ἀπολαβών: ἀποκόψας. περιφανῆ ... ᾤκισεν: ἐν τοιούτῳ χωρίῳ κατῴκισεν, ὃ καταφανὲς ἔκ τε γῆς καὶ θαλάσσης ἐστί <!-- 4.103.3 -->εἰσὶ δὲ ...: σημείωσαι ὅτι οἱ Ἀργίλιοι Ἀνδρίων ἄποικοι <!-- 4.103.4 -->ἐγγύς τε προσοικοῦντες: τῇ Ἀμφιπόλει. παρέτυχε: συνέβη. ἐκ πλείονος: καιροῦ δηλονότι. πρὸς τοὺς ἐμπολιτεύοντας: μετέχοντας τῆς πολιτείας τῶν Ἀμφιπολιτῶν. δεξάμενοι: οἱ Ἀργίλιοι. τῇ πόλει: τῇ οἰκείᾳ. <!-- 4.103.5 -->τὸ πόλισμα: ἡ Ἀμφίπολις. τῆς διαβάσεως: τῆς γεφύρας. προσπεσών: ἤγουν ἐπιπεσών. <!-- 4.104.1 -->διαβάσεως: διαπεραιώσεως. <!-- 4.104.2 -->τῷ στρατῷ: σὺν τῷ στρατῷ. <!-- 4.104.3 -->τὰ ἔξω ἐπέδραμε: ἤγουν ἐληΐσατο τὰ ἐκτός. <!-- 4.104.4 -->τὰς πύλας: τῇς Ἀμφιπόλεως. αὐτοῖς: τοῖς Ἀμφιπολίταις. ἐπὶ τὸν ἕτερον: σημείωσαι ὅτι ὁ συγγραφεὺς οὗτος στρατηγὸς ἦν ἔστι δὲ ...: σημείωσαι ὅτι ἡ Θάσος Παρίων ἀποικία κελεύοντες: τὸν Θουκυδίδην. <!-- 4.105.1 -->ἀφικνουμένου αὐτοῦ: τοῦ Θουκυδίδου. αὐτόν: τὸν Θουκυδίδην. περιποιήσειν: σώσειν. <!-- 4.105.2 -->ἀνειπών: ἀνακηρύξας. τὸν μὲν βουλόμενον ...: κήρυγμα Βρασίδου ἐπὶ τοῖς ἑαυτοῦ: κτήμασι δηλονότι. καὶ ὁμοίας: πολιτείας. <!-- 4.106.1 -->ἀλλοιότεροι ἐγένοντο τὰς γνώμας: ἤγουν μετεβλήθησαν τὴν προαίρεσιν. τὸ δὲ πλέον ξύμμεικτον: οἱ πλείους οἰκήτορες σύμμικτοι ἦσαν, ἤγουν ἐκ διαφόρων γενῶν. <!-- 4.106.2 -->πρασσόντων: ἤγουν συνεργούντων εἰς τὴν προδοσίαν. διαδικαιούντων αὐτά: δίκαια κρινόντων τὰ τοῦ Βρασίδα. τετραμμένον: μεταβεβλημένον τῇ γνώμῃ καὶ προσεδέξαντο: τὸν Βρασίδαν. προδοσία Ἀμφιπόλεως τῷ Βρασίδᾳ <!-- 4.106.3 -->ὀψέ: μετὰ δυσμὰς ἡλίου. <!-- 4.107.1 -->ὁ μέν: ὁ Θουκυδίδης. δεξάμενος: ὁ Θουκυδίδης. ἄνωθεν: ἤγουν ἐκ τῆς ἄνω πόλεως. <!-- 4.107.2 -->ὁ δέ: ὁ Βρασίδας κατά τε τὸν ποταμόν: ἤγουν διὰ τοῦ ποταμοῦ. ἀμφοτέρωθεν: ἤγουν ἀπὸ γῆς καὶ θαλάττης. <!-- 4.107.3 -->αὐτῷ: τῷ Βρασίδᾳ. καὶ Οἰσύμη: ἀπὸ κοινοῦ τὸ προσεχώρησε. εἰσὶ δέ ...: σημείωσαι ὅτι Γάψηλος καὶ Οἰσύμη Θασίων ἀποικίαι ξυγκαθίστη: συνεβεβαίου. <!-- 4.108.1 -->διαγόντων: διαβιβαζόντων. σφῶν: τῶν Ἀθηναίων. τοῖς Λακεδαιμονίοις: τὸ ἑξῆς, πάροδος τοῖς Λακεδαιμονίοις τριήρεσι τηρουμένων: ἀντὶ τοῦ τηρούντων τῶν Ἀθηναίων. <!-- 4.108.4 -->ἐψευσμένοι μὲν ... τὸ δὲ πλέον: πάρισον εἰωθότες οἱ ἄνθρωποι ...: τοῦτο ἐξηγητικόν ἐστι τοῦ προτέρου· εἰώθασιν οἱ ἄνθρωποι, οὗ μὲν ἂν ἐπιθυμῶσι, τούτου ἐλπίζειν τεύξεσθαι ἄνευ λογισμοῦ — τοῦτο γάρ ἐστιν ἐλπίδι ἀπερισκέπτῳ διδόναι —, οὗ δὲ ἂν μὴ ἐπιθυμῶσι, τοῦτο μόνον λογισμῷ ἐξακριβοῦντες ὡς ἀνέλπιστον παραιτεῖσθαι διδόναι: ἑαυτοὺς δηλονότι. καὶ τοῦ Βρασίδου ἔφολκα καὶ οὐ τὰ ὄντα λέγοντος: ἔφολκα, ἐπαγωγὰ καὶ πιθανά, καὶ οἷον ἐφελκύσασθαι δυνάμενα <!-- 4.108.6 -->ὀργώντων: ὡρμημένων, προθυμουμένων ὁ δʼ ἐς τὴν Λακεδαίμονα ἐφιέμενος: ἀντὶ τοῦ ἐντελλόμενος <!-- 4.109.1 -->τοῦ δʼ αὐτοῦ χειμῶνος: μετάβασις Ἀθωῒς ἀκτή: τοῦ Ἄθω ὄρους <!-- 4.109.2 -->ὁ Ἄθως αὐτῆς: μέρος ὢν τῆς Ἀκτῆς δηλονότι <!-- 4.109.4 -->διγλώσσων: ἀντὶ τοῦ πολυγλώσσων Χαλκιδικόν: ἔθνος δηλονότι. κατὰ δὲ μικρὰ πολίσματα: ἤγουν ἐν μικροῖς πολίσμασι. <!-- 4.110.1 -->τὴν πόλιν: τὴν Τορώνην. τῷ στρατῷ: σὺν τῷ στρατῷ. <!-- 4.110.2 -->πράσσοντες: ἤγουν συνεργοῦντες τὰ τῆς προδοσίας. ἐτήρουν τὴν πρόσοδον: παρεφυλάττοντο τὴν προδοσίαν φρουρούς: τὸ ἑξῆς, τοὺς φρουροὺς διέφθειραν <!-- 4.111.2 -->οἱ μέν: οἱ πελτασταί. σημείωσαι ἀνεώγοντο <!-- 4.112.3 -->σημείωσαι κατάκρας <!-- 4.113.1 -->οἱ δὲ πράσσοντες: τὰ τῆς προδοσίας. αὐτῶν: τῶν περὶ τὸν Βρασίδαν. τῆς πόλεως: ἤγουν τῆς Τορώνης. <!-- 4.113.3 -->ἐπιτήδειοι: φίλοι. <!-- 4.114.1 -->ἐξελθόντα: τῆς Ληκύθου. πολιτεύειν: πράττειν κατὰ τὸ ἔθος τῆς πολιτείας. <!-- 4.114.2 -->ἡμέραν: μίαν δηλονότι. ἐν ταύταις δέ: ταῖς ἡμέραις δηλονότι. <!-- 4.114.3 -->ἔλεξε τοῖς ἐν τῇ Ἀκάνθῳ παραπλήσια: ἐν τῷ ϛʹ τῶν συγγραφῶν διάλεξις Βρασίδου πρὸς Τορωναίους. τὴν λῆψιν: ἤγουν τὴν χείρωσιν. ἐπὶ δουλείᾳ: τῆς πόλεως δηλονότι. τῶν αὐτῶν: τοῖς προδόταις. <!-- 4.114.4 -->ἡγούμενος ... φιλίᾳ: ἡγούμενος μὴ χείρους φανήσεσθαι παρʼ ἡμῖν αὐτοὺς διὰ τὸ Ἀθηναίοις γεγονέναι φίλους <!-- 4.114.5 -->ξυμμάχους: τῶν Λακεδαιμονίων. <!-- 4.115.1 -->τῶν σπονδῶν: τῶν ἡμερῶν τῶν σπονδῶν. φαύλου: μικροῦ. ἀπεκρούσαντο: οἱ ἐν τῇ Ληκύθῳ Ἀθηναῖοι. <!-- 4.115.2 -->ἀνεφόρησαν: ἀνεβίβασαν. <!-- 4.116.1 -->ἐπιφερόμενος τῷ στρατῷ: ἐπιτιθέμενος σὺν τῷ στρατῷ. <!-- 4.116.2 -->τὴν Λήκυθον: τὸ τεῖχος τῆς Ληκύθου. ἀνασκευάσας: ἀνοικοδομήσας. <!-- 4.117.1 -->ἅμα ἦρι: ἔτος θʹ ἐκεχειρίαν: ἀργίαν τοῦ πολέμου. προσαποστῆσαι: ἤγουν πρὸς οἷς ἀπέστησε. ἅμα εἰ καλῶς σφίσιν ἔχοι: ἤγουν σὺν τούτῳ, εἰ συμφέροι αὐτοῖς ἡ ἐκεχειρία. ἀνοκωχῆς: ἤγουν διακοπῆς. μᾶλλον ἐπιθυμήσειν αὐτούς: ἡγούμενοι δηλονότι ἐπιθυμήσειν τοὺς Ἀθηναίους. <!-- 4.117.2 -->εὐτύχει: ἤγουν τὰ κατὰ τὸν πόλεμον εὐωδοῦτο. καὶ ἔμελλον ...: ἐν ἀδήλῳ εἶναι εἰ κρατήσουσιν αὐτῶν. ἄλλως· ἔμελλον γὰρ ἰσορρόπως ἀγωνιζόμενοι κρατήσειν μὲν τῶν Ἀθηναίων, τοὺς δὲ ἄνδρας ἀπολέσαι <!-- 4.117.3 -->ἐκεχειρία: ὁμολογία Λακεδαιμονίων καὶ τῶν Ἀθηναίων καὶ τῶν ξυμμάχων. <!-- 4.118.1 -->κατὰ τοὺς πατρίους νόμους: ἤγουν κατὰ τὴν προσταγὴν τῶν πατρίων νόμων. <!-- 4.118.2 -->δοκεῖ: ἀρεστὰ φαίνεται. προσκηρυκευόμενοι: ἤγουν διὰ κηρυκείας. <!-- 4.118.3 -->ἐπιμέλεσθαι: ἔδοξε δηλονότι. ὅπως: ἤγουν πῶς. ἐξευρήσομεν: ἡ ἔξ περισσή. ὀρθῶς: ἀληθῶς. <!-- 4.118.4 -->ἑκατέρους: τοὺς Λακεδαιμονίους καὶ τοὺς Ἀθηναίους μετὰ τῶν συμμάχων. πρὸς αὐτούς: ἤγουν τοὺς Λακεδαιμονίους. <!-- 4.118.5 -->μηδετέρους: ἤγουν Ἀθηναίους καὶ Μεγαρέας. μηδʼ ἄλλῳ ἢ κωπήρει πλοίῳ: κωπῆρες πλοῖον, τὸ ὑπὸ κωπῶν ἐρεσσόμενον <!-- 4.118.6 -->πρεσβείᾳ: ἤγουν πρεσβευταῖς. ἀκολούθοις: τῶν πρεσβευτῶν καὶ τῶν κηρύκων. <!-- 4.118.7 -->ἐν τούτῳ τῷ χρόνῳ: τῆς ἐνιαυσιαίας ἐκεχειρίας δηλονότι. <!-- 4.118.8 -->ἀμφίλογα: ἀμφισβητήσιμα ἤγουν τὰ ἀμφίβολα. <!-- 4.118.9 -->εἴτε κάλλιον ...: τῶν παρʼ ἡμῶν λεγομένων δηλονότι. <!-- 4.118.10 -->τέλος ἔχοντες: ἀντὶ τοῦ, αὐτοκράτορες ὄντες, ὥστε κύριοι εἶναι συμβῆναι ἄνευ τῶν πόλεων οἷς ἐπήρχοντο <!-- 4.118.1 -->τῷ δήμῳ: τῶν Λακεδαιμονίων. ἐπρυτάνευε: τῆς πρυτανείας ἦρχε. πρυτανεία δὲ ἡμέρα καθʼ ἣν ἔχει τις ἐξουσίαν. εἶπε: ἀπεφήνατο. <!-- 4.118.13 -->ἐν τούτῳ τῷ χρόνῳ: ἐν τῷ ἐνιαυτῷ τὰς πρεσβείας: ἤγουν τοὺς πρεσβευτὰς τοὺς παρόντας. <!-- 4.119.1 -->ὡμολόγησαν: συνεφώνησαν. <!-- 4.119.3 -->ἡ μὲν δὴ ἐκεχειρία: ἡ ἀνακωχὴ τοῦ πολέμου. <!-- 4.120.1 -->περὶ δὲ τὰς ἡμέρας ταύτας: ἡ περί ἀντὶ τῆς κατά. ἐπήρχοντο: εἰς ἀλλήλους ἑκάτεροι. σφῶν: ἤγουν τῶν Πελληνῶν. <!-- 4.120.2 -->αὐτὸς δʼ ἐν κελήτι ὡς ἄποθεν ἐφεπόμενος: ἐν κελήτι, ἐν μικρῷ πλοιαρίῳ ὁ Βρασίδας εἰς τὴν Σκιώνην ἔπλει ἐν πλοίῳ μικρῷ προαγούσης τριήρους ὅπως, εἰ μὲν αὐτὸς ἐντύχοι πολεμίῳ πλοίῳ, ἡ τριήρης ἐπελθοῦσα βοηθήσειεν αὐτῷ, εἰ δὲ ἀντίπαλος τριήρης ἐξ ἐναντίας ἐπιφέροιτο, αὐτὸς ἐν τῷ κέλητι διασωθείη· ἔμελλεν γὰρ ἡ τριήρης ἡ πολεμία οὐκ ἐπὶ τὸ κελήτιον ὁρμήσειν, ἀλλʼ ἐπὶ τὴν τριήρη ἤγουν οὐ πρὸς τὸ κελήτιον νομίζων τραπῆναι τὴν ἐναντίαν τριήρη <!-- 4.120.3 -->οὐκ ἀνέμειναν: οὐχ ὑπέμειναν ὀκνήσαντες περὶ τῆς ἐλευθερίας ἐν ἀνάγκῃ γενέσθαι· οἰκεῖον γὰρ ἀγαθὸν τὴν ἐλευθερίαν λέγει ἀτολμίᾳ: διʼ ἀτολμίαν. σφίσι: τοῖς Σκιωναίοις. τῶν μεγίστων: ἤγουν τῶν ἀναγκαιοτάτων· δεινῶν δηλονότι. <!-- 4.121.1 -->ἐπήρθησαν: ἐπτερώθησαν. θαρσήσαντες: ἐμπλησθέντες θάρσους καὶ ἀγαθῶν ἐλπίδων. τόν τε πόλεμον: τὸν ἀπὸ τῶν Ἀθηναίων. σημείωσαι ἐταινίουν <!-- 4.121.2 -->διέβη πάλιν: εἰς τὴν Τορώνην δηλονότι. ἐπεραίωσε: διεβίβασε διὰ νεῶν εἰς τὴν Σκιώνην. μετʼ αὐτῶν: τῶν Σκιωναίων. βοηθῆσαι ... νῆσον: ἤγουν ὡς ναυτικοὺς ταχέως ἂν ἐλθεῖν εἰς βοήθειαν. φθάσαι: ἤγουν προλαβεῖν ἐκείνους. <!-- 4.122.1 -->ἐγχειρήσειν: ἐπιθήσειν. παρʼ αὐτόν: τὸν Βρασίδαν. <!-- 4.122.2 -->διέβη: ἀπὸ τῆς Σκιώνης. <!-- 4.122.3 -->κατῄνει: συνετίθετο, κατένευσε συναινῶν. <!-- 4.122.4 -->αὐτούς: τοὺς Ἀθηναίους. τῆς πόλεως: τῆς Σκιώνης. περὶ αὐτῆς: τῆς Σκιώνης. <!-- 4.122.5 -->οἱ ἐν ταῖς νήσοις: οἱ Σκιωναῖοι σφῶν: τῶν Ἀθηναίων. ἀνωφελεῖ: λείπει, ἐν θαλάττῃ <!-- 4.122.6 -->ὕστερον: ἤγουν μετὰ τὴν ἐκεχειρίαν. <!-- 4.123.1 -->σημείωσαι ὅτι ἡ Μένδη Ἐρετριέων ἀποικία φανερῶς: ἀντὶ τοῦ ἑκουσίως, ἄνευ προδοσίας. <!-- 4.123.2 -->ἐτόλμησαν: ἐθάρρησαν προσιέναι τῷ Βρασίδᾳ. ἑτοίμην: εἰς τὸ βοηθῆσαι. οὐ προυδίδου: ὁ Βρασίδας. <!-- 4.123.3 -->ἐπʼ ἀμφοτέρας τὰς πόλεις: τὴν Μένδην καὶ Σκιώνην. <!-- 4.123.4 -->καὶ οἱ μέν: οἱ ὑπολειφθέντες ἐν Σκιώνῃ καὶ Μένδῃ. <!-- 4.124.1 -->ὁ μέν: ἤγουν ὁ Περδίκκας. <!-- 4.124.2 -->τοὺς Λυγκηστάς: τοὺς περὶ τὸν Περδίκκαν καὶ Βρασίδαν. <!-- 4.124.3 -->ἀπὸ τοῦ λόφου: τοῦ οἰκείου. οἱ δὲ λοιποί: Λυγκησταί. <!-- 4.124.4 -->τροπαῖον στήσαντες: οἱ περὶ τὸν Βρασίδαν. ἐπέσχον: αὐτοὺς δηλονότι κατὰ τὸν πόλεμον. οἳ ἔτυχον ... μέλλοντες ἥξειν: ἤγουν οἳ ἔμελλον ἥξειν. ἐπὶ τὰς τοῦ Ἀρρ. κώμας: ἀντὶ τοῦ κατὰ τῶν Ἀρριβαίου κωμῶν. καθῆσθαι: ἀργὸς εἶναι. περιορώμενος: εὐλαβούμενος περὶ αὐτῆς ἤγουν περὶ τῆς Μένδης φροντίζων κηδόμενος. οὐ πρόθυμος ἦν: προϊέναι δηλονότι. <!-- 4.125.1 -->δοκοῦν: ἀντὶ τοῦ δοκοῦντος αὐτῶν: τῶν Ἰλλυριῶν. κυρωθὲν δὲ οὐδέν: ἀντὶ τοῦ κυρωθέντος δὲ οὐδενός ὁρισθέν. ἐκ τῆς διαφορᾶς: ἤγουν διὰ τὴν ἔχθραν. ἀσαφῶς: ἀντὶ τοῦ ἀδήλως, ἄνευ αἰτίας, σφαλερῶς σημείωσαι ἐκπλήγνυσθαι πρὶν τὸν Βρασίδαν ἰδεῖν: πρὶν διαλεχθῆναι τῷ Βρασίδᾳ· οὕτω γὰρ οἱ Ἀττικοὶ λέγουσιν, ἰδεῖν τί σε ἐβουλόμην, ἀντὶ τοῦ διαλεχθῆναί σοι <!-- 4.125.2 -->ἐπιέναι: αὐτοῖς δηλονότι. ἐς μέσον λαβών: ἀντὶ τοῦ περιλαβὼν τοῖς ὁπλίταις. <!-- 4.125.3 -->ἐκδρόμους δέ: ἤγουν ἔταξε τοὺς νεωτάτους ἐκτρέχειν καὶ ἐπιέναι τοῖς μετὰ τοῦ Ἀρριβαίου, εἰ ἐπιχειροῖεν προσβάλλειν τοῖς μετὰ τοῦ Βρασίδου. προσβάλλοιεν: οἱ μετὰ τοῦ Ἀρριβαίου. τελευταῖος: τῆς συντάξεως. <!-- 4.126.1 -->εἰ μὲν μὴ ὑπώπτευον: δημηγορία Βρασίδου. προοιμιακὴ ἔννοιά ἐστι καὶ οὔτε κατασκευὴν ἔχει οὔτε συμπέρασμα μεμονῶσθαι: τῆς συμμαχίας τοῦ Περδίκκου. <!-- 4.126.2 -->τοιούτων ...: τὴν δημοκρατίαν λέγει <!-- 4.126.3 -->προηγώνισθε: προεπολεμήσατε. δεινούς: τὰ πολέμια. <!-- 4.126.4 -->ὅσα μὲν τῷ ὄντι ἀσθενῆ ὄντα ...: ὅσοι πολέμιοι ἀσθενεῖς ὄντες δόκησιν ἰσχύος παρέχουσι τοῖς ἐναντίοις, περὶ τούτων τἀληθῆ μαθόντες οἱ διʼ ἐναντίας θαρσύνονται μᾶλλον· ὅσοι δὲ τῷ ὄντι εἰσὶν ἰσχυροί, τούτους εἰ μή τις ἔμπροσθεν μάθοι, τολμηρότερον καὶ οὐκ ὀρθῶς αὐτοῖς προσενεχθήσεται δόκησιν ἔχει ἰσχύος: ὥσπερ τὰ τῶν ἐναντίων βαρβάρων οἷς δὲ βεβαίως τι πρόσεστιν ἀγαθόν: ὥσπερ ἡμῖν ἤγουν οἵτινές εἰσι τῇ ἀληθείᾳ ἀνδρεῖοι. <!-- 4.126.5 -->οὗτοι: οἱ βάρβαροι οὗτοι δὲ τὴν μέλλησιν ...: τοῦ ἐπιέναι δηλονότι· ἤγουν ἐκφοβοῦσι μέλλοντες ἐπιέναι. οἱ δὲ Λυγκησταὶ φοβεροί εἰσι μέλλοντες, οὐκ ἐν χερσὶν ὄντες πλήθει ὄψεως δεινοί: δέος ἐμποιοῦσι. δήλωσιν ἀπειλῆς: ἔμφασιν καταπλήξεως αἰσχυνθεῖεν ἄν: ὥσπερ ἡμεῖς οἱ Λακεδαιμόνιοι ἥ τε φυγὴ καὶ ἡ ἔφοδος αὐτῶν ...: ὁμοίως καὶ τὸ φυγεῖν καὶ τὸ διώκειν καλὸν φαίνεται τοῖς βαρβάροις, καὶ οὐκ ἐξετάζεται ὁπότεροί εἰσιν ἀνδρειότεροι, οἱ φεύγοντες ἢ οἱ διώκοντες αὐτοκράτωρ δὲ μάχη ...: μάχη δὲ αὐτεξούσιος, ἐν ᾗ ἔξεστιν ὃ βούλεταί τις πράττειν, παρέχει πρόφασιν φεύγειν τοῖς ὁπωσοῦν σώζεσθαι βουλομένοις ἐκείνῳ: τῷ ἐς χεῖρας ἐλθεῖν. <!-- 4.126.6 -->ἀπʼ αὐτῶν ὁρᾶτε ...: ὁρᾶτε δὲ σαφῶς ὅτι τὸ ἀπʼ αὐτῶν δοκοῦν δεινὸν ὄψιν μὲν καὶ ἀκοὴν καταπλήττεται, δυνάμει δὲ οὐδέν ἐστι. τοῦτο οὖν ὑπομείναντες — τὴν φωνὴν αὐτῶν φημὶ καὶ τὴν ἀπειλήν — καὶ εὐκόσμως ἐν καιρῷ τοῦ ἀναχωρεῖν ὑποχωρήσαντες ἀσφαλῶς ἀπονοστήσετε καὶ γνώσεσθε τοῦ λοιποῦ ἐν τῷ ἀσφαλεῖ καθεστῶτες κατασπέρχον: κινοῦν εἰς δειλίαν, ἐκπλῆττον. οἱ τοιοῦτοι ...: τὸ τῶν βαρβάρων πλῆθος τοῖς μὲν τὴν πρώτην ἐμβολὴν δεξαμένοις ἄπωθέν ἐστι φοβερὸν ἀνδρείας ἀνάτασιν μέλλουσαν ἀπειλοῦν· τοῖς δὲ μὴ δεξαμένοις, ἀλλὰ φεύγουσι τὸ διῶκον εὐψύχως ὀξέως ἐπιφέρεται ἅτε δὴ ἐν ἀσφαλεῖ καθεστὸς ὡς ἂν τῶν φευγόντων οὐ μαχομένων μελλήσει: προσδοκίᾳ. <!-- 4.127.1 -->ὑπῆγε: ἠρέμα καὶ κατʼ ὀλίγον ἦγεν. <!-- 4.127.2 -->αἵ τε ἐκδρομαί: οἱ τεταγμένοι δηλονότι πρὸς τὸ ἐκτρέχειν παρὰ γνώμην ἀντέστησαν: παρʼ ἐλπίδα τὴν τῶν Λυγκηστῶν ἀντέστησαν οἱ Λακεδαιμόνιοι ἐπιφερομένους μέν: τοὺς βαρβάρους. οἱ λοιποί: τῶν βαρβάρων. τὴν ἐσβολήν: εἴσοδον. φθάσαντες: προλαβόντες οἱ βάρβαροι. ἀναχώρησιν: φυγήν. καὶ προσιόντος αὐτοῦ: τοῦ Βρασίδα. τὸ ἄπορον τῆς ὁδοῦ: καθʼ ἣν οὐκ ἦν πόρος ἐξελθεῖν. κυκλοῦνται: ἤγουν κυκλοῦσιν οἱ βάρβαροι. ἀποληψόμενοι: ἀποκόψοντες. <!-- 4.128.1 -->πρὶν καὶ τὴν πλείονα κύκλωσιν ...: πρὶν τοὺς πολλοὺς τῶν κυκλοῦν τοὺς Λακεδαιμονίους μελλόντων παρεῖναι <!-- 4.128.2 -->τῶν ἐπὶ τοῦ λόφου: τῶν βαρβάρων ἐν μεθορίοις: τοῦ τόπου τοῦ Περδίκκα. <!-- 4.128.4 -->τὰ μέν: τὰ ζεύγη δηλονότι. <!-- 4.128.5 -->Πελοποννησίων ...: τοὺς Πελοποννησίους ἐμίσει οὐ κατὰ γνώμης προαίρεσιν οὐδὲ ἔθος ἔχων· τοὺς γὰρ Ἀθηναίους μᾶλλον πρὶν ἐμίσει τῶν δὲ ἀναγκαίων ξυμφόρων: διὰ τὴν ἀνάγκην συμφέρειν νομίσας μισεῖν τοὺς Λακεδαιμονίους ἀποστὰς διεπράττετο, πῶς Ἀθηναίοις μὲν φίλος ἔσται, Λακεδαιμονίων δὲ ἀπαλλάξεται ἕνεκεν τοῦ ἀναγκαίου συμφέροντος. <!-- 4.129.2 -->ἑαυτῶν: τῶν Ἀθηναίων. <!-- 4.129.3 -->ἄραντες δέ: οἱ Ἀθηναῖοι. οἱ δὲ αὐτοί τε: ἤγουν οἱ Μενδαῖοι <!-- 4.129.4 -->τραυματιζόμενος: βαλλόμενος ὑπʼ αὐτῶν. ἔνιοι δὲ ἀναφέρουσιν ἐπὶ τοὺς σὺν αὐτῷ βιάσασθαι: βίαν προσαγαγεῖν αὐτοῖς. ἄλλῃ ἐφόδῳ ἐκ πλείονος: ἄλλῃ ὁδῷ μακροτέρᾳ ἐκ πλείονος: διαστήματος δηλονότι. δυσπροσβάτῳ: δυσαναβάτῳ. ἐθορυβήθη: ἐδειλίασεν. <!-- 4.129.5 -->οὐκ ἐνέδοσαν: οὐχ ὑπεῖξαν. ἀναχωρήσαντες: ἐπὶ πόδα ἐλθόντες. οἱ Μενδαῖοι: οἱ ἐπὶ τοῦ λόφου. ἐς τὴν πόλιν: τὴν Μένδην. <!-- 4.130.1 -->σημείωσαι ἡμέραν ἅπασαν τὴν γῆν: τὴν Σκιώνην. οὐδενὸς ἐπεξιόντος: τῶν Σκιωναίων. ἦν γάρ τι καὶ στασιασμοῦ: ἤγουν ἦσάν τινες στασιάζοντες. <!-- 4.130.4 -->καίτινος αὐτῷ τῶν ἀπὸ τοῦ δήμου ἀντειπόντος: ἤγουν δημότου ἐναντιωθέντος, κατὰ τὸ ἔθος τῶν στασιαζόντων, ἀντιλέγειν δηλονότι. κατὰ τὸ στασιωτικόν: κατὰ τὸ ἀντιστασιάζειν ὡς ἀντεῖπεν: ὁ δημότης. περὶ ὀργῆς: ἀντὶ τοῦ ὑπὸ ὀργῆς <!-- 4.130.5 -->φοβηθέντων: ἀντὶ τοῦ φοβηθέντας· ἐφοβήθησαν δέ, ὅτι ᾠήθησαν ἀπὸ τῆς πρὸς τοὺς Ἀθηναίους συνθήκης αὐτοῖς ἐπιθέσθαι προειρημένου: συμφώνου. τὴν ἐπιχείρησιν: ἀντὶ τοῦ τὴν προδοσίαν. <!-- 4.130.6 -->διήρπασαν: τὰ ἐνόντα αὐτῇ. <!-- 4.130.7 -->πολιτεύειν ἐκέλευον ὥσπερ εἰώθεσαν: τὴν οἰκείαν πολιτείαν ἔχειν. τὰ περὶ τὴν Μένδην κατέσχον: ἐκυρίευσαν τῆς Μένδης. <!-- 4.131.2 -->αὐτῷ: τῷ λόφῳ. <!-- 4.131.3 -->αὐτῶν: τῶν Ἀθηναίων. βιασάμενοι ...: ὑπερβατόν· βιασάμενοι τὴν φυλακὴν νυκτὸς ἀφικνοῦνται παρὰ θάλατταν τὸ ἐπὶ τῇ Σκιώνῃ στρατόπεδον: τοὺς φυλάττοντας τὴν Σκιώνην <!-- 4.132.1 -->ὁμολογίαν: ξύμβασιν. <!-- 4.132.2 -->ἐπειδὴ ... ποιεῖν: ἐπειδὴ φίλος ἐγεγόνει τοῖς Ἀθηναίοις, ἠξίουν αὐτὸν τεκμήριόν τι παρέχειν τῆς φιλίας αὐτός: ὁ Περδίκκας χρώμενος αἰεὶ τοῖς πρώτοις: δηλονότι φίλοις καὶ ξένοις ἤγουν τοὺς πρώτους φίλους ποιήσας. τὸ στράτευμα: τῶν Πελοποννησίων. <!-- 4.132.3 -->καὶ τῶν ἡβώντων ...: ὡς οὐκ ὄντος νομίμου ἐξάγειν τοὺς ἡβῶντας ἢ οὐκ ὄντος νομίμου ἄρχοντας καθιστάνειν ταῖς πόλεσι τοὺς ἡβῶντας, ἀλλὰ τοὺς προβεβηκότας καθʼ ἡλικίαν παρανόμως: ἤγουν παρὰ τὸ καθεστηκὸς ἔθος. τοῖς ἐντυχοῦσιν: καὶ τὰς πόλεις μὴ τοῖς τυχοῦσι πιστεύειν, ἀλλὰ Λακεδαιμονίοις ἐγχειρίζειν <!-- 4.133.1 -->ἐπικαλέσαντες: ἤγουν ἐγκαλέσαντες. παρεστηκὸς δὲ ῥᾷον: ἐξεγένετο δὲ αὐτοῖς ῥᾳδίως περιελεῖν τὸ τεῖχος, ἐπειδὴ τῶν Θεσπιέων ἐν τῇ πρὸς Ἀθηναίους μάχῃ τὸ ἀκμαιότατον ἀπωλώλει αὐτῶν: τῶν Θεσπιέων. <!-- 4.133.3 -->οἱ δέ: οἱ Ἀργεῖοι. ἐπέλαβεν: κατέσχε. καὶ ἔνατον ἐκ μέσου: ὥστε τὰ πάντα πεντήκοντα ἓξ ἥμισυ ἔτη διήνυσεν ἡ Χρυσὶς ἱέρεια τὸ ὄγδοον ἐπλήρωσε, τὸ δὲ ἔννατον ἡμιτελὲς ἦν <!-- 4.134.1 -->ἀμφιδήριτος: ἀμφίβολος ἀμφισβητήσιμος <!-- 4.134.2 -->ἀγχωμάλου: ἴσης σημείωσαι ἀγχώμαλος μάχη ἐπηυλίσαντο: κατεσκήνωσαν. <!-- 4.135.1 -->τούτου: τοῦ προσθεῖναι τὴν κλίμακα. τοῦ γὰρ κώδωνος: Θουκυδίδης τοῦ γὰρ κώδωνος παρενεχθέντος, ἀρσενικῶς· Σοφοκλῆς δὲ

  
χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς,  
θηλυκῶς τὸ διάκενον: διάκενον μὲν τὸ ἀφύλακτον λέγει. ἔλαθε δὲ ὁ Βρασίδας προσθεῖναι τὴν κλίμακα· ἕως γὰρ ὁ περιιὼν μετὰ τοῦ κώδωνος ἄλλῳ παρεδίδου τὸν κώδωνα, χρόνου ἐγγινομένου, ἔλαθε προσθεὶς τὴν κλίμακα ὑπερβατόν· τοῦ γὰρ κώδωνος, φησί, παρενεχθέντος ἐς τὸ διάκενον, οὕτως ἡ πρόσθεσις ἐγένετο ἡ πρόσθεσις ἐγένετο: τῆς κλίμακος <!-- 4.135.2 -->Θουκυδίδης ξυνέγραψε: τῶν εἰς ιγʹ τέλος τῆς ζʹ ἀποροῦσί τινες ψυχρὰν ἀπορίαν, διὰ τί Θουκυδίδης, ἔχων τὸ ὄνομα ἀπὸ τοῦ θʹ, ηʹ συνεγράψατο ἱστορίας, ὁ δὲ Ἡρόδοτος, ἔχων ἀπὸ τοῦ ηʹ, ἔλιπε θʹ. ὧν ἡ λύσις ψυχροτέρα, ὅτι ἐπειδή, φασίν, ἀπὸ τοῦ ηʹ ἕως τοῦ ρʹ, θʹ στοιχεῖά εἰσιν, ἀπὸ δὲ τοῦ θʹ ἕως τοῦ οʹ ὀκτώ εἰσι, τὸ πρῶτον ἐνταῦθα τοῦ ὀνόματος γράμμα ἀριθμήσαντες καὶ τὸ ὕστερον. ἡ δὲ ἀληθεστέρα λύσις τοιαύτη, ὅτι ὁ Θουκυδίδης οὐ διεῖλεν εἰς ἱστορίας, ἀλλὰ μίαν συνεγράψατο. καὶ δῆλον ἐκ τῆς διαφωνίας τῶν κριτικῶν· οἱ μὲν γὰρ αὐτῶν διεῖλον εἰς ὀκτώ, οἱ δὲ εἰς ιγʹ, τὴν πρώτην εἰς βʹ καὶ τὰς ἄλλας ἑπτὰ εἰς ιαʹ ἰστέον ὅτι εἰς τὸ κομψὸν τῆς φράσεως Θουκυδίδης Αἰσχύλον καὶ Πίνδαρον ἐμιμήσατο, εἰς δὲ τὸ γόνιμον τῶν ἐνθυμημάτων τὸν ἑαυτοῦ διδάσκαλον Ἀντιφῶντα, εἰς δὲ τὴν λέξιν Πρόδικον, ὅθεν καὶ Προδίκου λέξεις ἐν τῷ κειμένῳ σημειούμεθα, εἰς δὲ τὸ γνωμικὸν τοὺς Σωκρατικούς, Εὐριπίδην καὶ τοὺς ἄλλους — τοῖς γὰρ αὐτοῖς χρόνοις ἦσαν —, εἰς δὲ τὴν οἰκονομίαν τὸν ποιητήν

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uku-aad`.
