title: "Scholia on Thucydides: Book III"
title_greek: "Σχόλια εἰς Θουκυδίδην, Γʹ"
author: Thucydides Commentary
eul_wid: uku-aac
eul_aid: uku
canonical: "https://eulogikon.org/works/thucydides-comm-scholia-book-3-uku-aac"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:858b70394f01f22acdd3ed4deae6a1fb00245d8f5baa53f3a2dc505c61520bfd"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
# Scholia on Thucydides: Book III
*Σχόλια εἰς Θουκυδίδην, Γʹ*
**Author:** Thucydides Commentary
**eul_wid:** `uku-aac` · [HTML page](https://eulogikon.org/works/thucydides-comm-scholia-book-3-uku-aac)
## Text
<!-- 3.1.1 -->ἐς τὴν Ἀττικήν: ἀντὶ τοῦ κατὰ τῆς Ἀττικῆς. ἐγκαθεζόμενοι: οὐχ ἁπλῶς πορείαν ποιούμενοι, ἀλλʼ ἐμβραδύνοντες, διὰ τὸν σῖτον  … ἐνδιατρίβοντες. τὴν γῆν: τῶν Ἀθηναίων. ὅπῃ παρείκοι: ὅπου ἐνεδέχετο καὶ ἐνεχώρει τῶν ψιλῶν: τῶν Λακεδαιμονίων. τὸ μὴ προεξιόντας ...: λείπει ἡ διά· διὰ τὸ μὴ προεξιόντας τῶν ὅπλων κακουργεῖν: λῃστεύειν. <!-- 3.1.2 -->οὗ εἶχον τὰ σιτία: οὐχ ἁπλῶς πορείαν ποιούμενοι, ἐμβραδύνοντες διὰ τὸν σῖτον ἀντὶ τοῦ ἕως οὗ εἶχον τροφήν. <!-- 3.2.1 -->Λέσβος ... βουληθέντες: σημείωσαι τὴν σύνταξιν τοῦ πολέμου: τοῦ Πελοποννησιακοῦ οὐ προσεδέξαντο: ἵνα μὴ λύσωσι τὰς τριακοντούτεις σπονδάς ἀναγκασθέντες δέ: διὰ τοῦτο ἠναγκάσθησαν ἀποστῆναι, διὰ τὸ διαβληθῆναι καὶ ταύτην: οὐχ ὡς καὶ ἄλλην αὐτῶν πεποιημένων ἀπόστασιν· ἀλλὰ τὸ ταύτην ἐν ἴσῳ τέθεικε τῷ ἐν τῷ τότε χρόνῳ πρότερον ἢ διενοοῦντο: ἐπιφέρει διὰ τί ἀναγκασθέντες· ἦσαν γὰρ ἐκ πολλοῦ βουλόμενοι ἀποστῆναι, ἀλλὰ νῦν μήπω εὐτρεπισθέντες ἀπέστησαν πρὶν εὐτρεπισθῆναι. <!-- 3.2.2 -->τῶν τε γὰρ λιμένων τὴν χῶσιν: οἱ προσδεχόμενοι πολεμίους κατὰ θάλατταν ἰσχυροτέρους αὐτῶν χῶμα ἔχουν ἐπὶ τοῖς στόμασι τῶν λιμένων, ὅπως δυσείσπλωτοι τοῖς πολεμίοις εἶεν  … καὶ ἃ μεταπεμπόμενοι ἦσαν: καὶ ἃ μετεπέμποντο. <!-- 3.2.3 -->αὐτοῖς: τοῖς Μιτυληναίοις. διάφοροι: τὸ διάφοροι πρὸς τὸ κατὰ στάσιν, τὸ δὲ ἰδίᾳ πρὸς τὸ πρόξενοι Μυτιληναίων:
τρισεξάδελφε, χρυσέ μου, καλλιγράφε,  
ἀντίστροφον ποίησον εἰς γραφῆς τύπον  
τοῦ μυ τε καὶ τι, καὶ φύγῃς ἄρα ψόγον.  
τὰς δʼ αὖ μύτεις νόησον υ ψιλὸν φέρειν  
μηνυταὶ γίγνονται: τὸ μηνυταὶ γίγνονται τῷ κατὰ στάσιν συντακτέον, ἵνα ᾖ τοιοῦτον, στασιασάντων πρὸς ἀλλήλους τῶν πολιτῶν μία στάσις ἐμήνυσεν τὴν ἀπόστασιν αὐτῶν τοῖς Ἀθηναίοις ξυνοικίζουσι: ἐβούλοντο γὰρ ἐκ μιᾶς πόλεως ὁρμώμενοι πολεμεῖν ἄκοντας τοὺς Λεσβίους ἀναγκάζουσιν εἰς τὴν Μιτυλήνην οἰκῆσαι. καὶ τὴν παρασκευὴν ...: καὶ παρασκευάζονται μετὰ ἐπείξεως ὥστε ἀποστῆναι, συλλαμβανόντων αὐτοῖς Λακεδαιμονίων καὶ Βοιωτῶν. τὸ δὲ συγγενῶν ὄντων ἐπὶ μόνους τοὺς Βοιωτοὺς ἐνεκτέον· οὗτοι γὰρ κατὰ τὸ Αἰολικὸν συγγενεῖς τῶν Λεσβίων  … Λακεδαιμονίων: δεῖ ὑποστίξαι εἰς τὸ Λακεδαιμονίων, ἑξῆς δὲ Βοιωτῶν ξυγγενῶν ὄντων ἀναγνωστέον. Αἰολέων γὰρ ἄποικοι Λέσβιοι, Αἰολεῖς δὲ καὶ οἱ Βοιωτοί· οἱ δὲ Λακεδαιμόνιοι Δωριεῖς αὐτούς: τοὺς Ἀθηναίους. <!-- 3.3.1 -->μέγα μὲν ἔργον: δυσχέρειαν. προσπολεμώσασθαι: τοῖς Πελοποννησίοις ἀντὶ τοῦ πρὸς τοῖς οὖσι πολεμίοις καὶ αὐτὴν πολεμίαν ποιῆσαι  … ἀκέραιον: ἀζήμιον. τήν τε ξυνοίκισιν: τῆς Λέσβου εἰς τὴν Μιτυλήνην. <!-- 3.3.3 -->ὡς εἴη Ἀπόλλωνος Μαλόεντος ἔξω τῆς πόλεως ἑορτή: Μαλόεις Ἀπόλλων· οὗτος παρὰ Μιτυληναίοις ἐτιμᾶτο, ἀπὸ τοιαύτης δέ τινος αἰτίας. Μαντὼ ἡ Τειρεσίου θυγάτηρ περὶ τοὺς τόπους χορεύουσα τούτους μῆλον χρυσοῦν ἀπὸ τοῦ περιδεραίου ἐκπεσὸν ἀπώλεσεν· εὔξατο οὖν, εἰ εὕροι, ἱερὸν ἱδρύσειν τῷ θεῷ. εὑροῦσα δὲ τὸ μῆλον τὸ ἱερὸν ἱδρύσατο, καὶ Μαλόεις Ἀπόλλων ἐντεῦθεν παρʼ αὐτοῖς ἐτιμᾶτο καὶ ἢν μὲν ...: τὸ σχῆμα καλεῖται ἀνανταπόδοτον. Ὅμηρος·
ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ  
ἄρσαντες  
καὶ εἰ μὲν κατορθωθῇ τὸ ἐλπιζόμενον καὶ τῇ πείρᾳ αὐτῇ καταλάβωσιν αὐτοὺς ἔξω, καλῶς ἂν εἴη τοῖς Ἀθηναίοις τὰ πράγματα  … ναῦς τε παραδοῦναι: τοῖς Ἀθηναίοις. <!-- 3.3.4 -->καὶ αἱ μὲν νῆες: τῶν Ἀθηναίων δηλονότι. παρὰ σφᾶς: τοὺς Ἀθηναίους. κατὰ τὸ ξυμμαχικόν: διὰ τὴν ξυμμαχίαν. <!-- 3.3.5 -->ἐπὶ Γεραιστόν: Γεραιστὸς ἀκρωτήριον Εὐβοίας, ἔχον λιμένα πλῷ: ἀντὶ τοῦ εὐπλοίᾳ καὶ τριταῖος: διʼ ἡμερῶν τριῶν. τὸν ἐπίπλουν: τῶν Ἀθηναίων. <!-- 3.4.1 -->καὶ οἱ Ἀθηναῖοι: ἀντίπτωσις, ἀντὶ τοῦ τῶν Ἀθηναίων. Ὅμηρος· οἱ δὲ δύο σκόπελοι, ὁ μὲν οὐρανὸν ἀμφὶς ἱκάνει καταπλεύσαντες:
σολοικοειδές, οὐ σόλοικον τυγχάνει·  
σχῆμα γὰρ ἀντίπτωσιν αὐτό μοι νόει,  
ὡς ἀντὶ πλευσάντων γε πλεύσαντες λέγει  
ὡς ἑώρων: ὡς ἔγνωσαν ὅτι ἔμαθον τὸν ἐπίπλουν καὶ προεφυλάξαντο οἱ Μιτυληναῖοι ἀπήγγειλαν μέν: τοῖς Μιτυληναίοις. τὰ ἐπεσταλμένα: τὰ προσταχθέντα <!-- 3.4.2 -->ὁμολογίᾳ τινὶ ἐπιεικεῖ: συνθήκῃ τινὶ φιλανθρώπῳ. ἔνιοι δέ, ἐπιεικεῖ: εὐπρεπεῖ <!-- 3.4.4 -->ἀπελθεῖν: τῆς Μιτυλήνης δηλονότι. <!-- 3.4.5 -->ἐν τῇ Μαλέᾳ: ἀκρωτήριον Λέσβου τοῖς ἀπὸ τῶν Ἀθηναίων: τοῖς πράγμασι δηλονότι, ἅπερ ἤλπιζον ἀπὸ τῶν Ἀθηναίων λήψεσθαι. <!-- 3.5.1 -->καὶ ἡ ἄλλη Λέσβος: καθίστατο εἰς μάχην δηλονότι. <!-- 3.5.2 -->ἐπὶ τὸ τῶν Ἀθηναίων στρατόπεδον: τὸ ὁρμοῦν ἐν τῇ Μαλέᾳ ἐπηυλίσαντο: ἐπαυλίσασθαί ἐστι τὸ πλησίον τῶν πολεμίων νυκτὸς αὐλίσασθαι καθυπερτεροῦντας αὐτῶν  … ἀνεχώρησαν: εἰς τὴν πόλιν δηλονότι. ἐκ Πελοποννήσου ...: τὸ ἑξῆς· βουλόμενοι, εἰ προσγένοιτό τι καὶ ἐκ Πελοποννήσου, μετʼ ἄλλης παρασκευῆς κινδυνεύειν <!-- 3.5.4 -->αὐτοῖς: τοῖς Μιτυληναίοις. <!-- 3.6.1 -->πολύ: πολὺ ἢ πρότερον. οὐδὲν ἰσχυρόν: οὐδεμίαν ἰσχυρὰν βοήθειαν. τοὺς ἐφόρμους: τὰς ναυτικὰς ἐφόδους. <!-- 3.6.2 -->καὶ τῆς μὲν θαλάσσης εἶργον μὴ χρῆσθαι: ἀντὶ τοῦ ὥστε μὴ χρῆσθαι. ἔνιοι δὲ τὴν μή ἀπόφασιν περιττήν φασι· τὸ γὰρ λεγόμενον τοιοῦτον εἶναι· καὶ τῆς μὲν θαλάσσης εἶργον χρῆσθαι τοὺς Μιτυληναίους. ὥρμουν δὲ οἱ Ἀθηναῖοι ἐπʼ ἀμφοτέροις τοῖς λιμέσι τῶν Μιτυληναίων, ὥστε μὴ δύνασθαι αὐτοὺς ἐκπλεῖν· τοῦτο γάρ ἐστι τὸ μὴ χρῆσθαι τῇ θαλάττῃ προσβεβοηθηκότες: πρὸς βοήθειαν δραμόντες. οὐ πολύ: μέρος γῆς δηλονότι. αὐτοῖς: τοῖς Ἀθηναίοις. <!-- 3.7.1 -->τοῦ θέρους: ἐπὶ τοῦ θέρους. ἐς Πελοπόννησον: ἡ ἐς ἀντὶ τῆς περί. <!-- 3.7.2 -->τὰ ἐπιθαλάσσια: ἡ ἐπί ἀντὶ τῆς παρά. <!-- 3.7.3 -->ἐπʼ οἴκου: ἐπʼ Ἀθήνας. <!-- 3.7.4 -->ἀναστήσας: ἀντὶ τοῦ ἐγείρας καὶ κινήσας, οὐκ ἐκβαλών μετοικίσας. <!-- 3.7.5 -->προσεχώρουν: προσήρχοντο οἱ Οἰνιάδαι. Νήρικον: καὶ Ὅμηρος οἶδε ταύτην τὴν πόλιν, καὶ σημείωσαι ὅτι τῆς Λευκάδος ἐστὶ μέρος ἀναχωρῶν: ὑποστρέφων. <!-- 3.8.1 -->αὐτοῖς: τοῖς πρέσβεσιν. ᾗ: τὸ ἧ ἀντὶ τοῦ καθό  … Δωριεύς: ὄνομα κύριον· ὡς ἐπίπαν γὰρ τὸ κύριον προτάττεται τοῦ ἐθνικοῦ μετὰ τὴν ἑορτήν: μετὰ τὸ παρελθεῖν τὰ Ὀλύμπια. <!-- 3.9.1 -->τὸ μὲν καθεστός: δημηγορία Μιτυληναίων πρὸς Λακεδαιμονίους  … πρώτη τῆς τρίτης ἱστορίας  … διαιρεῖται ἡ δημηγορία αὕτη κεφαλαίοις· τῷ δικαίῳ, ὅτι δικαίως ἀπέστημεν· τῷ δυνατῷ, ὅτι δυνατὰ παρακαλοῦμεν — ἐφθαρμένοι γάρ εἰσι τῇ νόσῳ καὶ ἡ δύναμις αὐτῶν ἐς πολλὰ διῄρηται· τῷ συμφέροντι, ὅτι λυσιτελεῖ δύναμιν καταδέξασθαι πόρρωθεν ἰσχύουσαν καὶ τὰς ἀπὸ τῶν συμμάχων Ἀθηναίοις παραγινομένας προσόδους δυναμένην κωλῦσαι. ἐπὶ δὲ τελευτῆς ἀπὸ τοῦ ἐναντίου παροξυσμὸς καὶ παράκλησις ποικίλως δυσωποῦσα  … τὸ ἔθος λέγει  …
ἑστὸς μικρὸν γράφουσιν, ἀλλὰ καὶ μέγα·  
Ἰωνικῶς μικρὸν μέν, Ἀττικῶς μέγα  
τοὺς γὰρ ἀφισταμένους: εἰς τὸ τοὺς γὰρ ἀφισταμένους λείπει τὸ ἑτέρων  … ἐν ἡδονῇ ἔχουσι: ἤγουν ἡδύνονται. χείρους ἡγοῦνται: τὸ χείρους οὐκ ἔστι συγκριτικόν, ἀλλʼ ἀντὶ τοῦ κακούς. θεραπεύουσι δὲ διὰ τούτων οἱ Μιτυληναῖοι τὴν ὑπόνοιαν τῶν Λακεδαιμονίων, ὅπως εὐμενεῖς αὐτοὺς παρασκευάσωσιν ἀκροατάς  … <!-- 3.9.2 -->ἡ ἀξίωσις: ἡ δόξα, ἡ κρίσις, ὁ λογισμός διακρίνοιντο: ἀφίστανται  … ἴσοι μὲν τῇ γνώμῃ ὄντες ...: ὁμοιότροποι μὲν ὄντες ταῖς γνώμαις, ἰσοσθενεῖς δὲ ταῖς δυνάμεσιν οἷον ἰσόπαλοι καὶ ἰσοδύναμοι τῇ γνώμῃ καὶ φιλίᾳ εἶναι ἴσους καὶ ἀντιπάλους τῇ δυνάμει ἐπιεικής: εὔλογος, εὐπρεπής μηδέ τῳ χείρους ...: μηδεὶς ἡμῶν προκαταγνῷ, πρὶν ἀκοῦσαι ὑπὲρ τῆς ζητήσεως ταύτης ἀπολογουμένων  … ὑπʼ αὐτῶν: τῶν Ἀθηναίων δηλονότι <!-- 3.10.1 -->περὶ γὰρ τοῦ δικαίου ...: ἡ διάνοια· περὶ γὰρ τοῦ δικαίως αὐτῶν ἀφίστασθαι καὶ μὴ διὰ κακίαν τε καὶ πανουργίαν, ἀλλὰ διʼ ἁπλότητα — ἀρετὴν γὰρ τὴν ἁπλότητα λέγει —, πρῶτον ποιησόμεθα τοὺς λόγους, καὶ μάλιστα ἐπειδὴ δεόμεθα τυχεῖν τῆς παρʼ ὑμῶν συμμαχίας  … φιλίαν ... βέβαιον: καὶ ἐν τῇ πρώτῃ ὡς καὶ τὴν χάριν βέβαιον κοινωνίαν πόλεσιν: ἀπὸ κοινοῦ τὸ βέβαιον ἀρετῆς: τῆς φιλίας καὶ ἀγάπης μετʼ ἀρετῆς δοκούσης: ἀντὶ τοῦ τῆς δοκούσης καὶ νομιζομένης ὄντως ἀρετῆς· οὐ γὰρ δὴ τὴν προσποιητὴν λέγει. κἀνταῦθα δὲ ἡ ἀρετὴ ἀντὶ τῆς ἁπλότητος κεῖται  … ἐν γὰρ τῷ διαλλάσσοντι ...: ἐν γὰρ τῷ μὴ ταὐτὰ ἀμφοτέροις δοκεῖν αἱ διαφοραὶ γίνονται  … τὸ τοιοῦτον μεταπεποίηκεν ὁ Φιλόστρατος ἐξ  … τῶν ἀντιζήλων, ἔφη, φύεται μῖσος αἰτίαν οὐκ ἔχον. <!-- 3.10.2 -->ἡμῖν δὲ καὶ Ἀθηναίοις: ἀρχὴ τῶν ἀγώνων· τὸ δίκαιον κεφάλαιον ἀπολιπόντων: ἐλλειπτικὸν τὸ σχῆμα λείπει τὴν τῶν Ἑλλήνων ἡγεμονίαν φ ἐκ τοῦ Μηδικοῦ πολέμου: μετὰ τὸν Μηδικὸν πόλεμον. παραμεινάντων: τῷ πολέμῳ δηλονότι. πρὸς τὰ ὑπόλοιπα: πρὸς τὰ ἑξῆς. <!-- 3.10.3 -->ἐπʼ ἐλευθερώσει ... τοῖς Ἕλλησιν: ἐνήλλακται ἀντὶ τοῦ ἐπʼ ἐλευθερώσει τῶν Ἑλλήνων ἀπὸ τοῦ Μήδου φ  … <!-- 3.10.4 -->ἀπὸ τοῦ ἴσου: ἰσοτίμως καὶ κατʼ ἰσονομίαν  … ἐπειδὴ δὲ ...: τὸ δίκαιον κεφάλαιον ἀνιέντας: ἐνδιδόντας, παρορῶντας. τὴν δὲ τῶν ξυμμάχων δούλωσιν ...: τοῖς συμμάχοις δουλείαν ἐπάγοντας. τὸ ἐπαγομένους ἀντίκειται μὲν τῷ ἀνιέντας, μετῆκται δὲ ἀμφότερα ἀπὸ τῶν τοὺς δεσμοὺς ἀνιέντων τε καὶ ἐπαγόντων, ὅπερ ἐστὶ σφιγγόντων. ἄρχονται δὲ διὰ τούτων τῆς δικαιολογίας, παριστάντες ὅτι οὐκ ἀδίκως ἀφίστανται  … <!-- 3.10.5 -->ἀδύνατοι δὲ ὄντες ...: ὁμογνωμονῆσαι δηλονότι. ἐγενόμεθα, φησί, διὰ πολυγνωμοσύνην καὶ τὸ μὴ τὰ αὐτὰ δοκεῖν χωρὶς ἕκαστοι· ἰδίᾳ δὲ ἕκαστοι γενόμενοι ἀδύνατοι ἦμεν τοῖς Ἀθηναίοις ἀντέχειν  … <!-- 3.10.6 -->αὐτόνομοι δὴ ὄντες: ἐμφαντικῶς εἶπε τὸ δή, ἀντὶ τοῦ δῆθεν, καὶ μέχρι μόνου ὀνόματος ἐλεύθεροι καὶ οὐκ αὐταῖς ἀληθείαις  … αὐτούς: τοὺς Ἀθηναίους δηλονότι <!-- 3.11.1 -->εἰ μὲν αὐτόνομοι ἔτι ἦμεν: τοῖς οἰκείοις νόμοις χρώμενοι ἕως τοῦ νῦν. ἀρχὴ τῶν ἀγώνων. ταῦτα πάντα τὰ ῥήματα ἕως τοῦ, ὁ γὰρ παραβαίνειν, πρὸς τὸ παρῳχημένον σύντασσε. ἅπαντες: οἱ ξύμμαχοι βεβαιότεροι: ἐπιστεύομεν ἂν αὐτοῖς βεβαίως μηδὲν καινοτομήσειν εἰς ἡμᾶς  … ὑποχειρίους δὲ ἔχοντες ...: ἡ διάνοια, τοὺς πλείους τῶν συμμάχων ἔχοντες ὑπηκόους, ἡμῖν δὲ ἰσοτίμως προσφερόμενοι εἰκότως ἤχθοντο, τῶν μὲν πλειόνων συμμάχων εἰκόντων καὶ ὑποτεταγμένων, ἡμῶν δὲ μόνων ἰσοτίμων ὄντων πρὸς αὐτούς φ  … τοὺς πλείους: Βυζαντίους, Ναξίους, Σαμίους καὶ τοὺς λοιπούς τῶν συμμάχων τῶν Ἑλλήνων δηλονότι. ἡμῖν δὲ ἀπὸ τοῦ ἴσου ὁμιλοῦντες: τὴν ἴσην ἡμῖν δίαιταν διδόντες. προσφερόμενοι οἴσειν: ἐνεγκεῖν πρὸς τὸ πλέον: τὸ πλεῖον τοῦ συμμαχικοῦ πλήθους κυριευθέν, ἡμῶν δὲ μόνων ἔτι ἀδουλώτων ὄντων, χαλεπῶς ἔφερον Ἀθηναῖοι καὶ ὅσῳ δυνατώτεροι ...: καὶ μάλιστα κατὰ τοῦτο ἔμελλον ἡμῖν προσφέρεσθαι χαλεπῶς, καθὸ αὐτοὶ μὲν μείζους ἐγίγνοντο διὰ τὸ πολλοὺς καταστρέφεσθαι, ἡμᾶς δὲ ὁρῶντες ἀεὶ ἀσθενεστέρους καταλειπομένους, οἷα δὴ μονουμένους τῶν συμμάχων αὐτοί: οἱ Ἀθηναῖοι, διὰ τὸ κυριεύειν τὸ δὲ ἀντίπαλον δέος μόνον ...: τοῦ μένειν τὴν συμμαχίαν πίστις μία ἐχυρά, τὸ ἀλλήλους ἐπʼ ἴσης δεδιέναι, ἐξ οὗ δηλοῦται τὸ προκείμενον ἀνωτέρω τί ποτέ ἐστι, τὸ ἀντιπάλους εἶναι τῇ παρασκευῇ τὸ δέ: ὁ δέ ἀντὶ τοῦ γάρ ὁ γὰρ παραβαίνειν ...: τῆς συμμαχίας, φησίν, ὁ τολμῶν τι παραβῆναι ἀποτρέπεται, λογιζόμενος ὅτι ἰσοδύναμος ὢν οὐκ ἂν νικήσειεν ὁ γὰρ βουλόμενος λύειν τὴν συμμαχίαν, ἂν ἴδῃ ὅτι οὐ πλέον ἕξει διὰ τὸ ἀντίπαλον εἶναι τὴν διʼ ἐναντίας παρασκευήν, ἀποτρέπεται τοῦ παραβαίνειν τὰς συνθήκας. ἔστι δὲ τοῦτο αἰτιῶδες τοῦ τὸ ἀντίπαλον δέος μόνον πιστὸν ἐς ξυμμαχίαν ἀποτρέπεται: ἀπείργεται. <!-- 3.11.2 -->ἐς τὴν ἀρχήν: τὴν δούλωσιν τῶν Ἑλλήνων αὐτονόμους, φησί, κατέλιπον ἡμᾶς οἱ Ἀθηναῖοι οὐ κατʼ εὔνοιαν οὐδὲ διʼ ἄλλο τι, ἢ ἵνα τὰ πράγματα αὐτῶν γένωνται διʼ ἡμῶν καταληπτὰ καὶ τοὺς ἄλλους χειρώσωνται Ἕλληνας, χρώμενοι λόγῳ εὐπρεπεῖ ἡμῖν ὡς παραδείγματι, καὶ ἵνα ἔχωσιν ἡμᾶς ἐφόδιον τῆς τε γνώμης καὶ τῆς δυνάμεως αὐτῶν, τουτέστι συνεργούς, ἀλλὰ μᾶλλον τῆς γνώμης, ὡς δέλεαρ καὶ ἀπάτην ἐφόδῳ: μεθόδω. <!-- 3.11.3 -->ἅμα μὲν γὰρ ...: πρὸς τὸ εὐπρεπείᾳ τε λόγου μαρτυρίῳ ἐχρῶντο: τεκμηρίῳ ἐχρῶντο οἱ Ἀθηναῖοι, καταστρεφόμενοι τὰς πόλεις, εὐπροσώπῳ τῇ ἡμετέρᾳ αὐτονομίᾳ λέγοντες ὅτι οὐκ ἂν Μιτυληναῖοι μεθʼ ἡμῶν, ἰσόψηφοί γε ὄντες καὶ ἐλεύθεροι, ἐπῄεσαν ἑκόντες, εἰ μὴ δικαίως ἐπεστρατεύομεν καὶ ἠδικηκόσι τι τοῖς συμμάχοις  … οἱ λοιποὶ σύμμαχοι, φησί, τεκμηρίῳ σαφεῖ ἔμελλον χρήσεσθαι τῇ ἀκουσίῳ ἡμῶν μετʼ Ἀθηναίων ξυνστρατεύσει, ὅτι ἄδικοί εἰσιν οἷς ἐπέρχονται Ἀθηναῖοι· εἰ μὴ γὰρ ἦσαν τοιοῦτοι, οὐκ ἂν ἄκοντας ἦγον συστρατεύειν αὐτοῖς τοὺς ἰσοψήφους Μιτυληναίους. ἐν τῷ αὐτῷ: πρὸς τὸ καὶ γνώμης μᾶλλον ἐφόδῳ τῷ λιπεῖν ἐλευθέρους ἡμᾶς. ἤτοι ἅμα. καὶ τὰ κράτιστα: καὶ τοὺς κρατίστους ἡμᾶς ἐπὶ τοὺς ἀσθενεστέρους τῶν Ἑλλήνων πρώτους παρελάμβανον, ἵνα τῶν ἄλλων Ἑλλήνων περιῃρημένων, ὅ ἐστι δεδουλωμένων, μόνους ἡμᾶς τελευταίους καταλιπόντες, ἀσθενεστέρους ἕξουσι πρὸς τὸ ἀντιπολεμεῖν αὐτοῖς δύνασθαι  … περιῃρημένου: κεκρατημένου. ἡ δὲ σύνταξις· καὶ ἀσθενέστερα ἔμελλον ἕξειν τὰ τελευταῖα τοῦ ἄλλου περιῃρημένου. καὶ πρὸς ὅ τι χρὴ στῆναι: πρὸς ἡμᾶς τοὺς δυναμένους ἡγήσασθαι αὐτῶν  … <!-- 3.11.4 -->προσθέμενον: εἰς ταὐτὸ συνελθόν. <!-- 3.11.5 -->καὶ ἀπὸ θεραπείας: τέτταρα τεκμήρια τέθεικε, διʼ ὧν συνίστησιν ὅτι οὐ. διὰ δικαιοσύνην μέχρι δεῦρο ἀπέσχοντο αὐτῶν Ἀθηναῖοι, ἀλλὰ διὰ πανουργίαν· ἓν μὲν τὸ κατὰ τὴν εὐπρέπειαν τοῦ λόγου, δεύτερον δὲ τὸ γνώμης μᾶλλον ἐφόδῳ ἢ ἰσχύϊ τὰ πράγματα φαίνεσθαι καταληπτά, τρίτον τὸ φοβεῖσθαι τὸ ναυτικὸν τῶν Μιτυληναίων, τέταρτον τὸ θεραπεύεσθαι πρὸς τῶν Μιτυληναίων κολακείᾳ μὲν κοινῇ τοὺς Ἀθηναίους, δώροις δὲ τῶν προεστώτων ἕκαστον  … οὐ μέντοι ...: οὐ μέντοι ἐπὶ πολὺ ἠδυνήθημεν διαφυγεῖν τὴν δουλείαν, εἰ μὴ ἔφθασεν ὁ Πελοποννησίων πόλεμος· τεκμήρια γὰρ ἦν ἡμῖν τὰ πρὸς τοὺς ἄλλους ὑπʼ Ἀθηναίων γινόμενα  … <!-- 3.12.1 -->ὅ τε τοῖς ἄλλοις: ὅπερ δὲ τοῖς ἄλλοις ἐξ εὐνοίας γίνεται, φησί, τὸ πιστεύειν ἀλλήλοις βεβαίως, τοῦτο ἡμῖν ὁ φόβος παρεῖχε βέβαιον, φυλάττειν ἡμᾶς τὰς πρὸς ἀλλήλους πίστεις διὰ τὸν φόβον φ  … οἱ μὲν Ἀθηναῖοι ἐφοβοῦντο τοὺς Μιτυληναίους ἐν πολέμῳ, μὴ ἀποστῶσι, καὶ ἐθεράπευον αὐτούς· οἱ δὲ Μιτυληναῖοι ἐφοβοῦντο τοὺς Ἀθηναίους ἐν ἡσυχίᾳ, μὴ δουλώσωσιν αὐτούς, καὶ διὰ τοῦτο ὑπεῖκον αὐτοῖς, ὥστε ἑκάτεροι διὰ φόβον προσεῖχον ἀλλήλοις, καὶ διὰ τοῦτο ἄπιστος ἦν ἡ φιλία ἀμφοτέρων. καὶ ὁποτέροις θᾶσσον ...: ὁπότεροι δʼ ἂν ἡμῶν ἔφθασαν ἀπαλλαγῆναι τοῦ φόβου καὶ θαρσῆσαι, ὡς ἐν ἀκινδύνῳ ὄντες, οὗτοι καὶ λύσειν ἔμελλον τὰς σπονδάς φ  … <!-- 3.12.2 -->ὥστε εἴ τῳ δοκοῦμεν ἀδικεῖν ...: εἴ τινι δοκοῦμεν ἄτοποί τινες εἶναι, ἀποστάντες ἀπʼ αὐτῶν καὶ μὴ ἀναμείναντες μαθεῖν, εἰ ἄρα τι γενήσεται παρʼ αὐτῶν πρῶτον, διὰ τὸ ἐμβραδῦναι τοῦτο ποιῆσαι, οὐκ ὀρθῶς ὁ τοιοῦτος λογίζεται. εἶτα καὶ τὴν αἰτίαν ἐπάγει. εἰ γὰρ ἴσοι, φησίν, αὐτοῖς ὑπήρχομεν κατὰ δύναμιν, ὥστε καὶ ἐπιβουλεύουσιν αὐτοῖς ἀντεπιβουλεῦσαι, καὶ βραδυνόντων αὐτῶν καὶ μελλόντων ἀντιμελλῆσαι καὶ ἀντιβραδῦναι, τί ἔδει ἡμᾶς ὑπʼ ἐκείνοις ταχθῆναι ἢ ὑπακούειν αὐτοῖς; ὁπότε δὲ οὐκ ἦμεν ἴσοι, ἀλλʼ ἐπʼ ἐκείνοις ἦν τὸ ἐπιχειρεῖν καθʼ ἡμῶν ὅτε θέλουσιν, ἔδει καὶ ἐφʼ ἡμῖν εἶναι τὸ ἀποστῆναι αὐτῶν, πρίν τι παρʼ αὐτῶν παθεῖν ἐκείνων: τῶν Ἀθηναίων μέλλησιν: ἀναβολήν. αὐτοί: ἡμεῖς οἱ Μιτυληναῖοι <!-- 3.12.3 -->ἀντεπιμελῆσαι: τὴν αὐτὴν ἐπιμέλειαν δέξασθαι. ἐκ τοῦ ὁμοίου ἐπʼ ἐκείνοις εἶναι: ἤγουν κινουμένων ἐκείνων κινηθῆναι καὶ ἡμᾶς. <!-- 3.13.1 -->σαφεῖς: σαφῶς τοὺς ἀκούοντας διδάξαι δυναμένας φ  … εἰκότως: ἐνδεχομένως. ἱκανάς: τὰς αἰτίας δηλονότι. ἀποστήσεσθαι ...: κατὰ δύο τρόπους, φησίν, ἀφιστάμεθα τῶν Ἀθηναίων· τοῦτο μέν, ὑπὲρ τοῦ μὴ παθεῖν αὐτοὶ κακῶς ὑπʼ αὐτῶν ὕστερον· τοῦτο δέ, ὑπὲρ τοῦ μὴ κακῶς μεθʼ Ἀθηναίων ποιῆσαι τοὺς Ἕλληνας, ἀλλὰ μεθʼ ὑμῶν ἐλευθερῶσαι αὐτούς. τὸ δὲ προποιῆσαι οὐκ ἐπὶ τῷ διαφθεῖραι τοὺς Ἀθηναίους, ἀλλʼ ἐπὶ τῷ πρότερόν τι ποιῆσαι, τουτέστιν ἀποστῆναι  … ἐν ὑστέρῳ: χρόνῳ δηλονότι. <!-- 3.13.2 -->ἡ μέντοι ἀπόστασις: σφόδρα τεχνικῶς ἐπὶ τὴν συμμαχίαν προτρέπουσι τοὺς Λακεδαιμονίους· ὅτι ἀπαράσκευοί ἐσμεν ὡς ταχέως ἀποστάντες  … ἀπὸ τῶν Ἀθηναίων δηλονότι. ᾗ καὶ μᾶλλον χρὴ ...: τὸ ἑξῆς, ξυμμάχους ἡμᾶς δεξαμένους ὑμᾶς τοὺς Λακεδαιμονίους. τὸ γὰρ δεξαμένους ἀντὶ τοῦ δέξασθαι <!-- 3.13.3 -->ἐφθάραται: ἐφθάρησαν. ἐφʼ ἡμῖν: καθʼ ἡμῶν. τετάχαται: τεταγμέναι εἰσίν. <!-- 3.13.4 -->ἀπʼ ἀμφοτέρων: ἀπό τε ὑμῶν τῶν Λακεδαιμονίων καὶ τῶν Μιτυληναίων. <!-- 3.13.5 -->οὐ γὰρ ἐν τῇ Ἀττικῇ ἔσται ...: οὐ γὰρ ἐν τῇ Ἀττικῇ ὁ πόλεμος ἔσται, ἐν δὲ τῇ ἡμετέρᾳ χώρᾳ, διʼ ἣν ὠφελοῦνται οἱ Ἀθηναῖοι, χρήματα λαμβάνοντες ἀπὸ τῶν ξυμμάχων, καὶ πλείονά γε ἔσται αὐτοῖς, ἂν ἡμᾶς καταστρέψωνται. τά τε γὰρ ἡμέτερα προσλήψονται, πρότερον οὐ φορολογοῦντες ἡμᾶς, καὶ τὰ ἀπὸ τῶν ἄλλων βεβαίως ἕξουσιν. οὐδεὶς γὰρ ἀποστήσεται, γνοὺς Μιτυληναίους δεδουλωμένους <!-- 3.13.6 -->ἡ πρόσοδος: τῶν χρημάτων τοῖς Ἀθηναίοις. ὅρα τὴν σύνταξιν καταστρέψονται: δουλώσουσιν. ἢ οἱ πρὶν δουλεύοντες: τὸ ἢ οἱ πρὶν δουλεύοντες οὐκ ἐπὶ τοῦ πρότεροι ἡμῶν δουλεύοντες νοητέον, ἀλλʼ ἐπὶ τοῦ πρὶν ἀποστῆναι δηλονότι δουλεύοντες, καὶ οὐ μετὰ τὸ ἀποστῆναι φ  … <!-- 3.13.7 -->ὑμῶν: τῶν Λακεδαιμονίων. προσλήψεσθε: κτήσεσθε. καθαιρήσετε: καταβαλεῖτε. ὑφαιροῦντες: κατʼ ὀλίγον ἀποσπῶντες. θρασύτερον: ἀντὶ τοῦ θαρραλεώτερον προσχωρήσεται: προσχωρήσει, ὑμῖν δηλονότι τὸ κράτος τοῦ πολέμου: ἀντὶ τοῦ δύνασθαι περιγενέσθαι ἐν τῷ πολέμῳ φ  … <!-- 3.14.1 -->αἰσχυνθέντες οὖν ...: οἱ ἐπίλογοι ἴσα καὶ ἱκέται ἐσμέν: ὅμοιοι καὶ ἴσοι ἱκέταις ἐσμέν. τὸ ἴσα καὶ ἱκέταις ἐσμέν εἶπεν, ἐπειδὴ καὶ συμμαχίαν αὐτοῖς προσάγουσιν, ὥστε καθὸ μὲν κινδυνεύουσιν, ἱκέται εἰσί, καθὸ δὲ συμμαχίαν διδόασιν, οὐ παντάπασιν ἱκέται, ἀλλʼ ὥσπερ ἱκέται  … πρόησθε: ἀπολύσητε. τὸν κίνδυνον: τοῦτο ἐπὶ τῆς δαπάνης καὶ τῶν ἀναλωμάτων ἀκουστέον, ὅτι ἡμέτερος, φησίν, ὁ κίνδυνος· ἡμεῖς γὰρ δαπανῶμεν  … διδόντας: δώσοντας. <!-- 3.14.2 -->ἄνδρες: ἀνδρεῖοι, πρόθυμοι. <!-- 3.15.1 -->τοὺς λόγους: τῶν Μιτυληναίων. τοῖς δύο μέρεσιν: ἵνα τὸ μὲν τριτημόριον μείνῃ, φυλάττον πόλιν ἑκάστην, τὸ δὲ δίμοιρον ἔλθῃ ἐπὶ τὸν πόλεμον  … ποιησόμενοι: τὴν ἐσβολὴν δηλονότι. ὁλκούς: οἱ ὁλκοὶ ὄργανά εἰσιν, οἷς αἱ νῆες ἕλκονται ἐπιόντες: κατὰ τῶν Ἀθηναίων δηλονότι. <!-- 3.15.2 -->ξυγκομιδῇ: συλλογῇ. ἀρρωστίᾳ τοῦ στρατεύειν: μεταφορικῶς εἶπεν, ἀντὶ τοῦ οὐ προθύμως ἐστράτευον  … <!-- 3.16.1 -->ἐγνώκασιν: οἱ Πελοποννήσιοι. εἰσι: οἱ Ἀθηναῖοι. πλὴν ἱππέων καὶ πεντακοσιομεδίμνων: τέσσαρα ἔστιν Ἀθήνησι πολιτικὰ συντάγματα, ὧν τὸ εὐπορώτατον πεντακοσιομέδιμνοι, τὸ δεύτερον ἱππεῖς, τὸ τρίτον ζυγῖται, τὸ τέταρτον θῆτες· οἱ μὲν οὖν πεντακοσιομέδιμνοι οὐκ ἠναγκάσθησαν εἰσελθεῖν εἰς τὰς ναῦς ὡς μεγίστην τιμὴν ἔχοντες ἐν τῇ πόλει διὰ τὸ πολλὰ τελεῖν, οἱ δὲ ἱππεῖς, ὅτι οὐκ ἦν τούτων χρεία  … ἐπίδειξιν: δεῖξιν φανεράν. δοκοίη: ἔδοξε. <!-- 3.16.2 -->ἄπορα νομίζοντες: ἀντὶ τοῦ τί δεῖ ποιεῖν ἀπέγνωσαν φ  … <!-- 3.16.3 -->ἐπήγγελλον: ἐζήτουν. <!-- 3.16.4 -->ἐκείνους εἶδον: ἀναχωρήσαντας δηλονότι. <!-- 3.17.1 -->ἐν τοῖς: ἐν τούτοις τοῖς χρόνοις, ἢ ἐν τούτοις τοῖς Ἀθηναίοις  … ἐνεργοί: αἱ τὸ ἔργον ποιοῦσαι τῶν νεῶν, τουτέστι πλώϊμοι καὶ χρησταί <!-- 3.17.3 -->οἱ πρῶτοι: ἐπέμφθησαν γὰρ ἐκεῖ πρῶτοι καὶ δεύτεροι. οἱ μὲν οὖν πρῶτοι ἔμειναν ἕως ἁλώσεως τῆς πόλεως πολιορκοῦντες, οἱ δὲ δεύτεροι, οἱ μετὰ Φορμίωνος, πρὸ τῆς ἁλώσεως ἀνεχώρησαν  … διεπολιόρκησαν: διόλου, φησίν, μέχρι τῆς πολιορκίας ὑπέμεινεν ὁ ἀριθμὸς τῶν ὁπλιτῶν ἔφερον: ἐλάμβανον. <!-- 3.17.4 -->ἐπληρώθησαν: ἀνθρώπων δηλονότι. <!-- 3.18.1 -->κρατύναντες: ἰσχυροποιήσαντες. <!-- 3.18.2 -->πληγέντες: μεγάλως νικηθέντες· πληγὴ γὰρ κατὰ πόλεμον καὶ τραῦμα ἡ ἰσχυρὰ ἧττα  … οἱ Μηθυμναῖοι. <!-- 3.18.3 -->εἴργειν: τοὺς Μιτυληναίους. <!-- 3.18.4 -->ἔστιν οἷ: ἀντὶ τοῦ ὅπου <!-- 3.18.5 -->εἴργετο: ὑπὸ τῶν Ἀθηναίων. <!-- 3.19.1 -->ἐς τὴν πολιορκίαν: τῶν Μιτυληναίων. ἀργυρολόγους: ἀργυρολόγοι, οἱ πεμπόμενοι τοὺς συμμάχους ἀργύριον εἰσπράξασθαι <!-- 3.20.1 -->οἱ Πλαταιῆς: τὸ ἑξῆς οὕτως· οἱ Πλαταιῆς ἐπειδὴ τῷ τε σίτῳ· τὰ γὰρ ἄλλα διὰ μέσου τιμωρίας: τιμωρία ἡ ἐκδίκησις βοηθείας, ἐκδικήσεως τὴν πεῖραν: τὴν πρᾶξιν. <!-- 3.20.2 -->ἀπώκνησαν: ἀνεβάλοντο. <!-- 3.20.3 -->τῶν πολεμίων: τῶν Πελοποννησίων. ξυνεμετρήσαντο ...: ἔλαβον τὸ ὕψος τοῦ τείχους, καὶ πρὸς τοῦτο ἡρμόσαντο τὰς κλίμακας. ἔλαβον δὲ ἐκ τῶν πλίνθων τῶν ἐπῳκοδομημένων ἀλλήλαις, τό τε πλῆθος αὐτῶν ἀριθμήσαντες καὶ τὸ πάχος συντεκμηράμενοι φ  … ταῖς ἐπιβολαῖς: ἐπιβολαί, οἱ δόμοι τῶν πλίνθων, παρὰ τὸ μίαν ἐπὶ μίαν βάλλεσθαι ἐν τῇ οἰκοδομήσει ταῖς συνθέσεσι. πρὸς σφᾶς: τοὺς Πλαταιεῖς. οὐκ ἐξαληλιμμένον: οὐ κεχρισμένον  … ἠριθμοῦντο: ἀντὶ τοῦ ἠρίθμουν. ἐς ὃ ἐβούλοντο τοῦ τείχους: δηλονότι θεῖναι κλίμακας. <!-- 3.20.4 -->ξυμμέτρησιν: ἐξίσωσιν. ἔλαβον: ἐνόησαν. <!-- 3.21.1 -->ἑξκαίδεκα:
ἑκκαίδεκα γράφουσι συντεθειμένως·  
ἓξ καὶ δέκα πάλιν δὲ τῇ διαιρέσει  
<!-- 3.21.2 -->ἦν ξυνεχῆ: τὰ οἰκήματα δηλονότι. <!-- 3.21.3 -->διὰ δέκα: μετὰ δέκα. διʼ αὐτῶν: θύρας τινὰς ἐποίησαν ἐν αὐτοῖς τοῖς πύργοις, ὥστε διʼ αὐτῶν ἐξιέναι, εἴ τις ἀπὸ πύργου εἰς πύργον ἕτερον ἤθελεν ἀπελθεῖν φ  … <!-- 3.21.4 -->νοτερός: δίυγρος καὶ ὑετὸν ἔχων. ἔστι γὰρ καὶ ἕτερος μὴ τοιοῦτος, ἀλλὰ κρυώδης καὶ πνευματώδης φ  … διʼ ὀλίγου: ἀντὶ τοῦ ἐγγύθεν, ἐπειδὴ διὰ δέκα ἐπάλξεων μόνων ἦσαν οἱ πύργοι φ  … στεγανῶν: στέγην ἐχόντων. <!-- 3.22.1 -->οἱ δʼ, ἐπειδή ...: οἱ Πλαταιεῖς τὰ κατὰ σκοπὸν ἐποίησαν. οἵπερ καί ...: οἵπερ καὶ τοῦ πειραθῆναι τῆς ἐξόδου αἴτιοι ἦσαν· ἐμφαίνει δὲ τὸν μάντιν καὶ τὸν στρατηγόν φ  … <!-- 3.22.2 -->εὐσταλεῖς: εὔζωνοι, κούφην ὅπλισιν περιβεβλημένοι. τὸν ἀριστερὸν μόνον ...: ὑπεδέδεντο τὸν μὲν ἕνα τῶν ποδῶν διʼ ἀσφάλειαν, τὸν δὲ ἕτερον γυμνὸν εἶχον διὰ κουφότητα φ  … <!-- 3.22.3 -->ἡγεῖτο: ἦρχεν <!-- 3.22.4 -->ἀντιλαμβανόμενος: ἀντιδρασσόμενος. <!-- 3.22.5 -->βοὴ ἦν: σημείωσαι βοὴ ἦν λείπει ἐν ἄλλῳ τὸ ἦν. τὸ δὲ στρατόπεδον: τῶν Πελοποννησίων. <!-- 3.22.6 -->κατὰ χώραν μένοντες: ἡσυχάζοντες. ἐκ τῆς ἑαυτῶν φυλακῆς: ἀντὶ τοῦ καταλιπὼν τὴν αὐτοῦ φυλακήν  … ἀλλʼ ἐν ἀπόρῳ ἦσαν εἰκάσαι: ἀπορίαν εἶχον μέχρι καὶ εἰκασμοῦ. <!-- 3.22.7 -->καὶ οἱ τριακόσιοι αὐτῶν: οὐδαμοῦ μὲν εἶπε περὶ τούτων τῶν τριακοσίων· δῆλον δὲ ὅτι κατὰ τὸ σιωπώμενον ἐτάχθησαν· οὐ γὰρ ἂν νῦν ἐμέμνητο αὐτῶν  … <!-- 3.22.8 -->παρανῖσχον: παρανέτελλον. φρυκτοὺς πολλούς: δηλονότι φιλίους. οἱ γὰρ φίλιοι ἀνετείνοντο καιόμενοι μέν, ἱστάμενοι δέ· οἱ δὲ πολέμιοι καιόμενοι μὲν καὶ αὐτοί, σειόμενοι δὲ ὑπὸ τῶν ἀνατεινόντων· κίνησις γὰρ ὁ πόλεμος  … καὶ μὴ βοηθοῖεν: οἱ Θηβαῖοι. <!-- 3.23.1 -->ἐν τούτῳ: τῷ γιγνομένῳ δηλονότι. ἐνστάντες: ἐναντιωθέντες. οἱ μέν ...: οἱ Πλαταιεῖς καὶ ἄνωθεν καὶ κάτωθεν τοὺς βοηθοῦντας τῶν Πελοποννησίων ἔβαλλον  … ἐν τούτῳ: τῷ καιρῷ δηλονότι. ἀπώσαντες: ῥίψαντες· ἵνα εὐχερῶς καὶ ἀκωλύτως ἡ ἀνάβασις γίνοιτο  … <!-- 3.23.2 -->ἐπὶ τοῦ χείλους: τοῦ ἔξωθεν δηλονότι· ἤδη γὰρ εἶπε περὶ τοῦ ἔνδον  … χαλεπῶς οἱ τελευταῖοι καταβαίνοντες ἐχώρουν: οἱ τελευταῖοι τῶν καταβαινόντων ἀπὸ τῶν τῆς ὀροφῆς πύργων χαλεπῶς ἀπεχώρουν, ἐπεὶ οὐκ εἶχον τοὺς ὄπισθεν αὐτοῖς ἐπαμύνοντας  … <!-- 3.23.4 -->ἐς τὰ γυμνά: μέρη δηλονότι. <!-- 3.23.5 -->ἐπελθεῖν: διαδραμεῖν. ἢ βορέου: ὁ ἤ σύνδεσμος ἀντὶ τοῦ ἤπερ κεῖται. βορέας γὰρ βέβαιον ποιεῖ κρύσταλλον, ἀπηλιώτης δὲ ὑδατώδη  … ἐν αὐτῇ: ἐν τῇ τάφρῳ  … <!-- 3.24.2 -->ἐς Ἐρύθρας καὶ Ὑσιάς: δῆμοι Βοιωτίας <!-- 3.24.3 -->κατὰ χώραν ἐγένοντο: ἡσύχασαν. ὡς οὐδεὶς περίεστι: ἀντὶ τοῦ πάντες ἀπώλοντο  … ἐκπέμψαντες: ἐκ τῆς πόλεως αὐτῶν. ἐσπένδοντο: σπονδὰς ἐζήτουν ποιῆσαι ἐπὶ τὴν ἀνάληψιν τῶν νεκρῶν. οἱ μὲν δὴ τῶν Πλαταιῶν: μετάβασις ὑπερβάντες ἐσώθησαν: ζῶντες ἐφυλάχθησαν. <!-- 3.25.1 -->τοῖς προέδροις: τοῖς ἄρχουσι τῶν Μιτυληναίων. ἐσβολὴ ... ἐς τὴν Ἀττικήν: ἔφοδος τῶν Λακεδαιμονίων κατὰ τῆς Ἀττικῆς. <!-- 3.25.2 -->ἐθάρσουν: θάρρος ἐλάμβανον. τὴν γνώμην: κατὰ τὴν προαίρεσιν. ξυμβαίνειν: συμφωνεῖν. <!-- 3.26.1 -->τοῦ δʼ ἐπιγιγνομένου θέρους: ἔτος πέμπτον <!-- 3.26.2 -->Κλεομένης: οὗτος ὁ Κλεομένης καὶ ὁ Πλειστοάναξ παῖδές εἰσι Παυσανίου τοῦ ἐν Πλαταιᾶσιν ἀριστεύσαντος ἐπὶ τῶν Μήδων <!-- 3.26.4 -->ἐπιμένοντες ...: οἱ Λακεδαιμόνιοι, φησίν, ἐπιμένοντες ἀκοῦσαι τὸ ἀποβησόμενον ἀπὸ τῆς Λέσβου ὑπὸ τοῦ Ἀλκίδα, ἔτεμον τὰ πολλὰ τῆς Ἀττικῆς ἐπεξῆλθον: ἐπέδραμον, τὰ πολλὰ μέρη δηλονότι. <!-- 3.27.1 -->ἐνεχρόνιζον: ἔν τινι τόπῳ πολὺν χρόνον μένουσαι διεβίβαζον. <!-- 3.27.2 -->ὡς ἐπεξιὼν τοῖς Ἀθηναίοις: ὡς κινηθησόμενος κατὰ τῶν Ἀθηναίων. <!-- 3.27.3 -->ἠκροῶντο: ὑπήκουον τοῖς ἄρχουσι. διανέμειν: μεμερισμένως διδόναι. ξυγχωρήσαντες: ὑπείξαντες. <!-- 3.28.1 -->οἱ ἐν τοῖς πράγμασιν: οἱ τὰ τῆς πόλεως πράττοντες. βουλεῦσαι: βουλεύσασθαι. πάλιν ἔλθωσι: ἐπανέλθωσιν. <!-- 3.28.2 -->οἱ δὲ πράξαντες πρὸς τοὺς Λακεδαιμονίους: οἱ πρωταίτιοι τῆς ἀποστάσεως τῶν Λακεδαιμονίων. ἤγουν οἱ λακωνίζοντες. περιδεεῖς ὄντες: περίφοβοι γεγονότες. οὐκ ἠνέσχοντο: μεῖναι δηλονότι. ἀναστήσας: ἐγείρας ἀπὸ τῶν βωμῶν. <!-- 3.28.3 -->προσεκτήσατο: προσεποιήσατο. καθίστατο: εὐτάκτει. <!-- 3.29.1 -->τὸν ἄλλον πλοῦν: τὸν ἀπὸ Πελοποννήσου εἰς Μιτυλήνην. πρὶν δή: ἕως οὗ. προσέσχον: ἀντὶ τοῦ προσωρμίσαντο  … <!-- 3.29.2 -->Ἔμβατον: τὸ στενὸν τὸ μεταξὺ Χίου καὶ Ἐρυθρᾶς. <!-- 3.30.1 -->Ἀλκίδα ...: δημηγορία Τευτιάπλου τῆς τρίτης ἱστορίας πρώτη, τῇ δὲ τάξει δευτέρα  … ἐκπύστους: φανερούς. ὥσπερ ἔχομεν: ἀντὶ τοῦ ὡς νῦν ἔχομεν. <!-- 3.30.2 -->καὶ πάνυ: εὑρήσομεν τὸ ἀφύλακτον δηλονότι. τὸ πεζὸν αὐτῶν: τὸ διὰ ξηρᾶς στράτευμα. <!-- 3.30.4 -->τὸ καινὸν τοῦ πολέμου: τὸ καινὸν οἱ μὲν διὰ διφθόγγου γράψαντες οὕτως ἐνόησαν, τὸ παρʼ ἐλπίδα καὶ παρὰ δόξαν ποιοῦν ἐν τοῖς πολέμοις νικᾶν, τουτέστι τὸ ἐπιπεσεῖν ἀφυλάκτοις τοῖς ἐχθροῖς· οἱ δὲ διὰ τοῦ ε ψιλοῦ γράψαντες οὕτως ἐξηγοῦνται, τὸ διάκενον καὶ ἀργὸν τοῦ πολέμου  … ὃ εἴ τις στρατηγὸς ...: τὸ ἀφύλακτον δηλονότι καὶ ῥᾴθυμον· ὃ εἴ τις στρατηγὸς αὐτός τε ἐκκλίνοι καὶ τοῖς πολεμίοις τηνικαῦτα ἐπιχειροίη, ἡνίκʼ ἂν ἀφυλάκτους αὐτοὺς ὁρῴη, μάλιστʼ ἂν ὀρθοῖτο  … ἐνορῶν: προσέχων. πλεῖστʼ ἂν ὀρθοῖτο: ἐπὶ πλεῖστον νικήσαι ἄν. <!-- 3.31.1 -->τῶν ἐν Ἰωνίᾳ: λείπει ἡ ἀπό. ὁρμώμενοι: ὁρμητήριον ἔχοντες. ἐλπίδα δʼ εἶναι: ἔφασκε δηλονότι. τὴν πρόσοδον ταύτην: ταύτην τὴν πρόσοδον τὴν ἀπὸ τῶν Ἰώνων ὑπάρχουσαν τοῖς Ἀθηναίοις ἐὰν ἀφέλωνται καὶ χειρώσωνται αὐτοὶ τὴν Ἰωνίαν, μέλλουσιν ἔχειν καὶ τὰ ἀπὸ τῶν Ἰώνων ἀεὶ χρήματα καὶ τὴν ἐκεῖθεν Ἀθηναίων παρασκευήν  … καὶ ἅμα, ἢν ἐφορμῶσι: ἀντὶ τοῦ, ἐφορμούντων αὐτοῖς τῶν Λακεδαιμονίων· δαπάνη γὰρ Ἀθηναίοις ἢν γίγνηται, ἐλπίδα εἶναι. οἱ μὲν εἰς τὸ ἐφορμῶσι τὸν λόγον ἀναπαύουσι καὶ τὴν πτῶσιν ἐναλλάττουσιν, ἐπὶ τῶν Λακεδαιμονίων τὸ ἐφορμῶσι λαμβάνοντες· οἱ δὲ τὸ ὅλον ἐπὶ τῶν Ἀθηναίων ἐκδέχονται καὶ νοοῦσιν οὕτω, καὶ ἐὰν ἐφορμῶσιν οἱ Ἀθηναῖοι, δαπάνη αὐτοῖς γίνεται, ὅταν τι χωρίον ἡμεῖς ἐν τῇ Ἰωνίᾳ κατάσχωμεν. ἄλλως· καὶ ἐφορμούντων σφῶν — τουτέστι τῶν Πελοποννησίων — δαπάνη αὐτοῖς γενήσεται, δηλονότι τοῖς Ἀθηναίοις. διόπερ τὸ σφίσιν αὐτοῖς οὐχ ἅμα ἀναγνωστέον, ἀλλὰ διαιρετέον, καὶ κατὰ τὸ σφίσιν ὑποστικτέον  … Πισσούθνην: στρατηγὸς τοῦ βασιλέως, περὶ τὴν Ἰωνίαν διατρίβων <!-- 3.31.2 -->ἐνεδέχετο: ἐν ἑαυτῷ ἐδέχετο. τὸ πλεῖστον τῆς γνώμης εἶχεν: ὁ πλεῖστος σκοπὸς ἦν αὐτῷ. <!-- 3.32.1 -->Μυοννήσῳ: ἐπειδὴ μῦς ἐ … ὥσπερ καὶ Σύβοια, ἐπειδὴ ἔτρεφε σύας. <!-- 3.33.1 -->οὐ σχήσων: οὐ προσορμιούμενος  … <!-- 3.33.2 -->αὐτάγγελοι: αὐτάγγελος, τὸ αὐτόν τινα διʼ ἑαυτοῦ μὴ προπέμψαντα ἄγγελον ἐλθεῖν οὐκ ἐπʼ ἀγγελίαν πεμφθεῖσαι, ἀλλʼ ἐπʼ ἄλλην χρείαν  … ἔφρασαν: τοῖς Ἀθηναίοις. <!-- 3.33.3 -->ὁ δέ: ἤγουν ὁ Πάχης. Λάτμου: μή ποτε Πάτμον λέγει; ἐφαίνετο: ὁ Ἀλκίδας. ἐπανεχώρει: ὁ Πάχης. κέρδος δὲ ἐνόμισεν ...: κέρδος, φησίν, ἐνόμισεν ὁ Πάχης, ὅτι οὐ κατέλαβε τὰς Ἀλκίδου ναῦς, ἵνα μὴ ἀναγκάσωσιν αὐτὸν στρατόπεδον κατʼ αὐτῶν ποιήσασθαι, ἢ φυλακὰς καὶ ἐφόρμησιν, μὴ ἄρα τι τυχηρὸν γένηται ἐν τῇ ναυμαχίᾳ καὶ ἡττηθῇ  … <!-- 3.34.1 -->καὶ τῶν βαρβάρων ...: καὶ τῶν βαρβάρων ἐπαχθέντων ὑπὸ μιᾶς τῶν στάσεων  … ἐπαχθέντων: ἐπελθόντων. <!-- 3.34.2 -->Ἀρκάδων: λείπει ἡ ἀπό, ἵνʼ ᾖ, ἀπὸ τῶν Ἀρκάδων. ἐπολίτευον: τὴν πολιτείαν εἶχον. ὑπεξελθόντες: λαθραίως φυγόντες. <!-- 3.34.3 -->σῶν καὶ ὑγιᾶ: ἀνακρωτηρίαστον. καὶ οὐ προσδεχομένων: τῶν ἐντός. αἱρεῖ: πορθεῖ, χειροῦται· ὅθεν καὶ περισπᾶται· ἐπὶ γὰρ τοῦ ὑψῶσαι βαρύνεται  … ὅσοι ἐνῆσαν: τοῦ Πισσούθνου. <!-- 3.35.1 -->οὓς κατέθετο: ἀποκτεῖναι. <!-- 3.35.2 -->καθίστατο: εὐτάκτει. <!-- 3.36.1 -->ἀφικομένων: εἰς τὰς Ἀθήνας. ἔστιν ἃ παρεχόμενον: ἔστιν ἃ παρέξειν ὑπισχνούμενον <!-- 3.36.2 -->τῶν ἀνδρῶν: τῶν πρωταιτίων. αὐτοῖς: τοῖς Ἀθηναίοις. παρόντες: ἐν Ἀθήναις. ἐπικαλοῦντες: ἀντὶ τοῦ ἐγκαλοῦντες φ  … τήν τε ἄλλην ἀπόστασιν: ὅτι ὅλως ἀπέστησαν ὅτι οὐκ ἀρχόμενοι ...: ὅτι οὐχ ὑπακούοντες τοῖς Ἀθηναίοις οὕτως ὡς οἱ ἄλλοι, ὥστε φόρον φέρειν, τὴν ἀπόστασιν ἐποιήσαντο φ  … οἱ ἄλλοι: σύμμαχοι. ἐκείνοις: τοῖς Μιτυληναίοις. βοηθοί: οὖσαι δηλονότι. παρακινδυνεῦσαι: μετὰ κινδύνου ἐλθεῖν εἰς Ἰωνίαν. οὐ γὰρ ἀπὸ βραχείας διανοίας: οὐ γὰρ ὡς ἄφρονες, φησίν, ὄντες, ἀλλʼ ὡς πονηρότατοι  … ἐδόκουν: ἐνομίζοντο. <!-- 3.36.3 -->διαχρήσασθαι: ἀποκτεῖναι <!-- 3.36.4 -->ἢ οὐ τοὺς αἰτίους: ἡ οὔ ἀπόφασις περιττή. ὁ γὰρ ἤ σύνδεσμος ἀντὶ τοῦ ἤπερ κεῖται. κἀν τῇ συνηθείᾳ δὲ πολλάκις παρελκούσαις ἀποφάσεσι χρώμεθα· οὐ μὰ τὸν Δία, οὐ μὰ γὰρ Ἀπόλλωνα· ὡς καὶ τὸ ἀπαγορεύω σοι μὴ ποιεῖν φ  … <!-- 3.36.5 -->τοῦτο: ὅτι μετενόησαν. γνώμας: διασκέψεις. ἔπεισαν: δηλονότι τοὺς ἐν τέλει· καὶ γὰρ τοῖς ἐν τέλει γνώριμον, ὅτι βούλονται οἱ πλείους τῶν πολιτῶν αὖθις ἀποδοθῆναι αὐτοῖς ἐκκλησίαν. ἐν τέλει δὲ λέγει τοὺς στρατηγούς· οὗτοι γὰρ συνῆγον τὴν ἐκκλησίαν φ  … σφίσιν: τοῖς πολίταις. <!-- 3.36.6 -->καὶ τὴν προτέραν: βουλὴν δηλονότι. βιαιότατος: ἰσχυρός. <!-- 3.37.1 -->πολλάκις μὲν ἤδη ...: δημηγορία Κλέωνος κατὰ τῶν Μιτυληναίων συμβουλεύουσα ἀποκτεῖναι αὐτούς ἡ τῇ τάξει τρίτη αὕτη τῆς τρίτης ἱστορίας  … ἡ δημηγορία αὕτη στάσεως πραγματικῆς ἐστιν. διαιρεῖται δὲ τῷ δικαίῳ καὶ τῷ συμφέροντι. τὸ γὰρ εὐπρεπὲς οὐδέτερος ἐξήτασεν. ἦν γὰρ τὸ μὲν παρὰ τὸ ἦθος τῆς πόλεως, τὸ δὲ παρὰ τὴν ἐνέργειαν τῶν ἀδικησάντων. θαυμάσειε δʼ ἄν τις τὸν συγγραφέα, πῶς ἐν ὠμότητι διαβεβλημένῃ καὶ παραδόξοις ἐννοίαις κατὰ φύσιν καὶ ἀκολουθίαν τινὰ τὴν τάξιν τῆς δημηγορίας τετήρηκεν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι πολλάκις ἔγνων δημοκρατίαν ὅτι ἀδύνατόν ἐστιν ἑτέρων ἄρχειν. ἐπεὶ γὰρ ἀλλήλους οἱ πολῖται οὔτε φοβοῦνται οὔτε ἐπιβουλεύονται, οἴονται μηδὲ ὑπὸ τῶν ὑπηκόων ἐπιβουλεύεσθαι φ  … <!-- 3.37.2 -->διὰ γὰρ ...: ἡ αἰτία τοῦ πολλάκις μὲν ἔγωγε καὶ τὰ ἑξῆς  … τὸ καθʼ ἡμέραν ἀδεές: ὅπερ ἡ τυραννὶς οὐκ ἔχει· τοῦτο γὰρ τέλος ἐστὶ τῇ τυραννίδι τὸ φυλάσσειν ἑαυτὸν καὶ διὰ τοῦτο μὴ ἀδεῶς βιοῦν τὸ αὐτό: ἀδεὲς δηλονότι  … καὶ ὅτι ἂν ἢ λόγῳ ...: τουτέστι, καὶ οὐχ ἡγεῖσθε τοῦτο, ὅτι, ἄν τε λόγῳ παραχθέντες ὑπʼ αὐτῶν, ἄν τε οἰκτείραντες αὐτούς, μαλακώτερον καὶ πραότερον προσενεχθῆτε, οὐκ ἐκείνοις τι χαρίζεσθε, ἀλλʼ αὐτοὶ κινδυνεύετε καταφρονούμενοι· ἐκεῖνοι δὲ οὐκ ἴσασι χάριν ὑμῖν φ  … ἢ οἴκτῳ ἐνδῶτε: Ὅμηρος·
ἦ κεν γηθήσαι Πρίαμος,  
καὶ τὰ ἑξῆς οὐκ ἐπικινδύνως ἡγεῖσθε ...: οὐ σκοπεῖτε, φησίν, ὅτι οὐκ εἰς χάριν ἐκείνων τοῦτο ποιεῖτε, ἀλλʼ εἰς ἴδιον κίνδυνον φ  … ἐς ὑμᾶς: ἀντὶ τοῦ καθʼ ὑμῶν μαλακίζεσθαι: χαυνοῦσθαι. σκοποῦντες: περίοδος τετράκωλος, ἔχουσα ἐν ἑκάστῳ κώλῳ νοούμενον τὸ σκοποῦντες· ὅτι τυραννίδα ἔχετε τὴν ἀρχήν· οὐ διότι ἀκόντων ἄρχετε· οὐδὲ ὅτι ἀκροῶνται ὑμῶν οὐ διʼ ἅπερ χαρίζεσθε αὐτοῖς οὐδὲ διʼ εὔνοιαν· ἀλλὰ διὰ φόβον. αὐτούς: τοὺς συμμάχους οὐκ ἐξ ὧν ἂν χαρίζησθε ...: τὸ ἑξῆς, οὐκ ἐξ ὧν σφαλλόμενοι ταῖς ἐλπίσιν οἱ ἀφιστάμενοι ἡμῶν πάλιν δουλοῦνται· τὸ δὲ ἐὰν χαρίζησθε, μεταξύ. ὁ δὲ νοῦς οὕτως, οὐχ ὑπακούουσιν ἡμῶν, ἐὰν σφαλλόμενοι ἐν τῇ ἀποστάσει συγχωρῶνται. οὐ κατὰ τοῦτο, ἀλλὰ καθὸ βιαίως καὶ ἀκριβῶς πράττονται δίκας βλαπτόμενοι αὐτοὶ ...: ἀσαφὲς τὸ χωρίον, ὅτι ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μετέβη ἡ ἀπόδοσις τῆς ἐννοίας· ὅπερ ἐστὶ παρὰ τὴν κοινὴν συνήθειαν. ὤφειλε γὰρ βλαπτομένους καὶ ἀκροωμένους εἰπεῖν ὁ γράφων, ἀλλʼ ὡς καινῶν συντάξεων εὑρετὴς καὶ τῆς παλαιᾶς Ἀτθίδος ἐπιστήμων τοῦτο οὐ πεποίηκε. τοιαύτας δὲ εὑρήσεις καὶ παρὰ τῷ θεολόγῳ συντάξεις πολλάς, ἃς οἱ μὴ εἰδότες διαβάλλουσί τε καὶ σολοικίζειν τὸν μέγαν οἱ ἀμαθεῖς οἴονται. τὸ δὲ βλαπτόμενοι εἰ ἀντὶ τοῦ ἀφιστάμενοι καὶ μὴ κατορθοῦντες ἃ προέθεντο ποιῆσαι δεχθείη, ἔχοι ἂν τὴν προκειμένην διάνοιαν· εἰ δὲ κατὰ τὸ ὀρθὸν δεχθείη, ἔχοι ἂν οὕτως, ὅτι βλαπτόμενοι αὐτοὶ ἐν τῷ ὑπήκοοι εἶναι οὐκ ἐξ ὧν ἄρτι χαρίσησθε αὐτοῖς ἀκροάσονται ὑμῶν, ἀλλʼ ἐξ ὧν τῇ ἰσχύι περιγένησθε αὐτῶν· οὐδὲ γὰρ εὐνοίᾳ βούλονται ὑποτάσσεσθαι. <!-- 3.37.3 -->πάντων δὲ δεινότατον ...: τὸ νόημα τοιοῦτον· πάντων, φησί, δεινότατόν ἐστιν, εἰ μὴ γνωσόμεθα ὅτι φαύλοις νόμοις ἀκινήτοις χρωμένη πόλις καλλίων ἐστὶν ἢ καλοῖς μέν, ἀβεβαίοις δὲ καὶ ἀκύροις· ἀμαθίαν δὲ καλεῖ οὐχ ἁπλῶς τὴν ἄνοιαν, ἀλλὰ τὸ μὴ θέλειν καὶ τῶν νόμων καὶ τῶν ῥητόρων καὶ πάντων εἶναι δοκεῖν φρονιμώτερον, ἀλλʼ εἴκειν τοῖς καλῶς δεδογμένοις καὶ μὴ ζητεῖν ἀνατρέπειν αὐτά· ὅπερ αἰνίττεται ποιεῖν τὸν Διόδοτον. σωφροσύνην δὲ λέγει τὸ ἀεὶ ἐμμένειν τοῖς κειμένοις νόμοις καὶ μὴ ζητεῖν μεταβάλλειν αὐτούς φ  … εἰ βέβαιον μηδὲν ἡμῖν καθεστήξει: τουτέστιν ἐὰν ὦμεν παλίμβουλοι καθεστήξει: ἔσται. ἀκινήτοις: ἀμεταθέτοις. ἀμαθία τε μετὰ σωφροσύνης ...: τὴν μὲν ἀμαθίαν ἐπὶ τῆς ἀσυνεσίας τέθηκε, τὴν δὲ δεξιότητα ἐπὶ συνέσεώς τε καὶ ἐντρεχείας. τὴν δὲ ἀκολασίαν ἀντιτέθηκε τῇ σωφροσύνῃ δεῖ δὲ τὴν μὲν σωφροσύνην ἐνταῦθα ἐπὶ τῆς εὐηθείας δέξασθαι, τὴν δὲ ἀκολασίαν ἐπὶ τῆς εὐμεταβλησίας. ὁ δὲ νοῦς τοιοῦτος· βέλτιόν ἐστιν, φησί, ἀμαθεστέρους μετὰ σωφροσύνης εἶναι ἢ συνετωτέρους τυγχάνοντας εὐμεταβλήτως ἔχειν φ  … κρείσσων ἀμαθὴς καὶ σώφρων ἢ ἀκόλαστος εὐμαθής· κρείσσων ἰδιώτης δίκαιος ἢ ἄρχων ἄδικος. φαυλότεροι: ἀντὶ τοῦ ἀμαθέστεροι πρὸς τοὺς ξυνετωτέρους: συγκρινόμενοι δηλονότι. ὡς ἐπὶ τὸ πλεῖον: ἀντὶ τοῦ ἀκριβῶς κεῖται ἄμεινον οἰκοῦσι τὰς πόλεις: ταῦτα πάντα πρὸς τοὺς Ἀθηναίους αἰνίττεται, οὐδέν τι μελετῶντας πλὴν λέγειν τε καὶ ἀκούειν καινόν. τῆς αὐτῆς δὲ διανοίας ἐστὶ καὶ ἡ τοῦ Ἀρχιδάμου δημηγορία, ἐν οἷς φησὶ «καὶ μὴ τὰ ἀχρεῖα ξυνετοὶ ἄγαν ὄντες» καὶ τὰ ἑξῆς <!-- 3.37.4 -->οἱ μὲν γάρ: οἱ φρόνιμοι. οἱ συνετώτεροι. ὡς ἐν ἄλλοις ...: ὡς ἐν ἄλλοις μείζοσιν οὐ δυνάμενοι δηλῶσαι καὶ γνώριμον ποιῆσαι πᾶσι τὴν ἰδίαν σύνεσιν, εἰ μὴ ἐν οἷς βούλονται δεῖξαι ὅτι σοφώτεροί εἰσι τῶν νόμων φ  … τὴν γνώμην: τὴν πολυμαθίαν λέγει γνώμην οἱ δʼ ἀπιστοῦντες: οἱ ἀμαθεῖς δηλονότι ἀμαθέστεροι: ἤγουν ἐλάττονες τῆς γνώσεως τῶν νόμων. ἀδυνατώτεροι: ἀπὸ κοινοῦ τὸ ἀξιοῦσι φ κριταὶ δὲ ὄντες ...: τουτέστι, κρείσσους καὶ δικαιότεροι ὄντες κριταί, ἤπερ ἀγωνισταί, ὀρθοῦνται τὰ πλείω φ  … <!-- 3.37.5 -->δεινότητι: τουτέστι τῇ ῥητορικῇ δυνάμει παρὰ δόξαν: παρὰ τὸ δοκοῦν καὶ φαινόμενον. ἐξ οὗ παρὰ τὴν ἀλήθειαν <!-- 3.38.1 -->ὁ αὐτός εἰμι τῇ γνώμῃ: ἤγουν τοῖς δεδογμένοις ἐμμένω. θαυμάζω: σημείωσαι τὸ θαυμάζω μετὰ γενικῆς ἐπὶ καταφορᾶς λαμβανόμενον χρόνου διατριβήν: ἀργίαν τῆς τιμωρίας τῶν Μιτυληναίων. ὅ ἐστι ...: τὸ χρονοτριβῆσαι δηλονότι καὶ σκέψασθαι. εἶτα καὶ τὴν αἰτίαν λέγει, ὅτι ἀμβλύτερος γίνεται ὁ ἐκδικῶν διὰ τὸ ὑπὸ τοῦ χρόνου πραΰνεσθαι. καὶ ὁ Εὐριπίδης
Χρόνος μαλάξει σε  
ὅπερ συμφέρει τοῖς ἠδικηκόσιν, ὃ κέρδος ἐστί. ὁ γὰρ παθών: κακῶς δηλονότι. ὁ γὰρ παθὼν ...: σημείωσαι ἄλλως· εἰπὼν ὅτι ἡ τοῦ χρόνου διατριβὴ συμφέρει τοῖς προηδικηκόσιν, αἰτίαν ἀποδίδωσι, διʼ ἣν συμφέρει. ἐν γὰρ τῷ χρόνῳ, φησίν, ἀμβλύνεται ἡ τοῦ παθόντος ὀργή· εἰ δὲ τὸ ἀμύνεσθαι τῷ παθεῖν ἐγγὺς τεθείη, τουτέστιν εἰ μὴ γένοιτο ἐν μέσῳ χρόνος πολύς, ἰσόπαλόν τε καὶ ἴσον τυγχάνει τὸ ἀμύνεσθαι διὰ τὸ τὴν μνήμην ἀκραιφνῆ παρεῖναι τοῦ πεπονθέναι  … παθών, φησίν, ὡς ἀμύνεσθαί τις παρευθὺ βουλόμενος ἰσχυρὰν τὴν τιμωρίαν ποιεῖται· τὸ γὰρ ἀμύνασθαι κείμενον ἐγγύτατα, ὡς ἰσόπαλον ὄν, τοῦτο ποιεῖ· ὁ δὲ παθὼν διὰ τὸ ἡδυπαθεῖν ὥστε τοῦ χρόνου περιιδὼν ἀπομαρανθῆναι τὴν ὀργὴν ἀμβλύτερον αὐτῇ χρῆται ἀμύνεσθαι δέ: ὁ γὰρ ἀμυνόμενος δηλονότι παθών τι ἀμύνεται, ᾧ ἕπεται δηλονότι ἡ τιμωρία ἀντίπαλον: ἤγουν ἴσον. ὁ δὲ νοῦς οὕτω, τὸ ἀμύνασθαι ἴσον ἐστὶ τῷ τιμωρεῖν θαυμάζω δὲ ...: ὁ ἀντιλέγων πρὸς τὴν κόλασιν τῶν Μιτυληναίων, φησί, δυνάμει τοῦτο κατασκευάζει, κἂν ἐξ εὐηθείας τοῦτο μὴ λέγῃ, ὅτι τὰ ὑπὸ Μιτυληναίων εἰς Ἀθηναίους ἀδικήματα ὠφέλιμά εἰσι τοῖς Ἀθηναίοις. ἐπεὶ τί καὶ λέγων οὐκ ἀξιώσει κολασθῆναι αὐτούς; φ  … ἀποφαίνειν ...: ταῦτα γὰρ πάντα παρὰ τὸ ἐναργὲς καὶ τὴν τῶν πραγμάτων φύσιν ἐστί, τὸ λέγειν ὡς εἶπε τὰς μὲν Μιτυληναίων ...: ὡς ἂν εἰ ἔλεγεν· ὁ συμβουλεύων ἡμῖν μὴ τιμωρήσασθαι Μιτυληναίους ἀδικήσαντας οὐδὲν ἄλλο βούλεται δεῖξαι, ἢ ὅτι τὰ ἀδικήματα αὐτῶν τὰ εἰς ἡμᾶς ὠφελοῦσι, καὶ χρὴ μᾶλλον ὡς εὐεργέτας αὐτοὺς ἀποδέχεσθαι καὶ σώζειν. ἔστι δὲ ὁ λόγος τῇ εἰς ἄτοπον ἀπαγωγῇ κατασκευαζόμενος φ  … ἀδικίας ἡμῖν: ἃς ἠδίκησαν ἡμᾶς. <!-- 3.38.2 -->καὶ δῆλον ὅτι ...: τουτέστιν, καὶ δῆλον ὅτι ἢ τῷ λέγειν πιστεύσας ἀγωνίσαιτʼ ἂν τὸ πάνυ δοκοῦν, τουτέστι τὸ λίαν δόξαν πᾶσιν, ὡς οὐκ ἔγνωσται, ὅ ἐστι τὸ ἀποκτεῖναι Μιτυληναίους, ἐναντίως ἀποφῆναι καὶ παρὰ τὸ κοινῇ δόξαν ἢ ὑπὸ χρημάτων ἀναπεισθείς φ  … τῷ λέγειν πιστεύσας: τῷ πιθανολογεῖν δηλονότι φ θαρρήσας, θαρρήσας τῇ δυνάμει τοῦ ἑαυτοῦ λόγου. τὸ πάνυ δοκοῦν ἀνταποφῆναι: τὸ πάνυ δοκοῦν ἀνταποφῆναι ἐστὶ τὸ ἀρίδηλον καὶ φανερώτατον· τὸ δὲ οὐκ ἔγνωσται, ἔστι τὸ ἀφανές ἢ κέρδει: ἢ τὴν τοῦ λόγου δύναμιν ἐνδείξασθαι βουλόμενος, ἢ κέρδους χάριν, φησί, λαλήσει  … τὸ εὐπρεπὲς τοῦ λόγου: τὸν πιθανὸν λόγον. παράγειν: σημείωσαι τὸ ἀπατᾶν <!-- 3.38.3 -->τὰ μὲν ἆθλα: τὰ κέρδη τὰ ἀπὸ τοῦ εἰπεῖν. ἑτέροις: τοῖς ῥήτορσι τοῖς δημηγοροῦσι. ἀναφέρει: ἀναλαμβάνει, ἀναδέχεται φ  … <!-- 3.38.4 -->κακῶς ἀγωνοθετοῦντες: κακῶς ἑτέροις ἆθλα διδόντες· ἢ τὸ ἀγωνοθετοῦντες ἀντὶ τοῦ κακῶς κρίνοντες φ  … ἀνοήτως τοὺς ἀγῶνας διατιθέμενοι. θεαταὶ μὲν ...: ὡς ἂν εἰ ἔλεγεν· μετεσκεύασται τῶν ὄντων ἐφʼ ὑμῖν ἡ φύσις. οὕτως γὰρ ἀκούετε τῶν λόγων καὶ πιστεύετε τοῖς ῥήτορσιν, ὡς ὀφθαλμοῖς τὴν πίστιν λαβόντες· οὕτως δὲ ἀπιστεῖτε τοῖς ἔργοις τοῖς ὁρωμένοις, ὥσπερ ἀκροασάμενοι φ  … εὖ: πιθανῶς. τὰ δὲ πεπραγμένα ἤδη: οὐ σκοποῦντες. ἀναπόδοτον. ἀπὸ τῶν ... ἐπιτιμησάντων: ὡς ἂν εἰ ἔλεγεν, ἀπὸ τῶν οὕτω πιθανῶς ἐπιτιμησάντων, ὥστε τὸ τραχὺ τῆς ἐπιτιμήσεως κλέψαι τῇ τέχνῃ τοῦ λόγου, διὰ τοῦ κολακεύειν καὶ λέγειν ὅτι οὐ πρέπει Ἀθηναίους ὄντας ὑμᾶς κατασκάπτειν τὰς πόλεις. δοκεῖ γὰρ ἡ ἐπιτίμησις ἐπαίνῳ κεκραμένη λανθάνειν καὶ μᾶλλον ἐγκώμιον ἢ μέμψις εἶναι τὸ λεγόμενον, καὶ δελεάζει λόγῳ τοὺς ἀκούοντας. ὥστε τὸ καλῶς ἐπιτιμησάντων ἐνταῦθα οὐ τὸ δικαίως σημαίνει, ἀλλὰ τὸ εὐφυῶς καὶ πιθανῶς μετὰ τέχνης φ  … <!-- 3.38.5 -->καινότητος: ποικιλίας καὶ εὐπρεπείας ἄριστοι: ἐπιτήδειοι καὶ ἕτοιμοι φ  … δεδοκιμασμένου: ἀληθοῦς· ὁ γὰρ ψευδὴς ἀδόκιμος δοῦλοι ὄντες ...: δοῦλοι ὄντες ἀεὶ τῶν ἀτόπων καὶ παραδόξων, ὑπερόπται δὲ τῶν πρεπόντων καὶ εἰωθότων, τουτέστι καταφρονοῦντες τῶν συνήθων φ  … τοῖς πράγμασι, φησί, καὶ τοῖς λόγοις τοῖς παραδόξοις καὶ μὴ εἰθισμένοις ἀεὶ χαίροντες καὶ πιστεύοντες, καταφρονοῦντες δὲ δεδοκιμασμένων καὶ εἰωθότων φ  … τῶν εἰωθότων: τῶν πρεπόντων <!-- 3.38.6 -->καὶ μάλιστα μὲν ...: καὶ μάλιστα μὲν αὐτὸς ἕκαστος βούλεταί τι εἰπεῖν, εἰ δὲ μή, πάντως ἀντειπεῖν τῷ λέγοντι, ὅπως μὴ βραδύτερον ἐκείνου δόξῃ νενοηκέναι τὸ συμφέρον φ  … τοιαῦτα: ἤτοι δεδοκιμασμένα καὶ ἀληθῆ μὴ ὕστεροι ἀκολουθῆσαι: τὸ ἑξῆς· μὴ δοκεῖν ὕστεροι ἀκολουθῆσαι τῇ γνώμῃ βούλονται τῇ γνώμῃ: κατὰ τὴν γνώμην. <!-- 3.38.7 -->ζητοῦντές τε ἄλλο τι ...: καινότερα, φησί, ζητοῦντες παρὰ τὰ εἰωθότα καὶ ἐν οἷς πολιτευόμεθα φ  … ἀκοῆς ἡδονῇ: ἀκοῆς χάριτι, γλυκύτητι, κολακείᾳ. ῥητορικῶν λόγων καινότερα καὶ παράδοξα ὑμῖν εἰσηγουμένων. σοφιστὰς δὲ λέγει οὐ τοὺς σοφιζομένους τὴν ἀλήθειαν, ἀλλὰ τοὺς ἐν τῇ συνηθείᾳ λεγομένους, τοὺς διδασκάλους τῶν ῥητορικῶν προβλημάτων· θεατὰς δὲ αὐτοὺς τοὺς μαθητὰς καὶ ἀκροατάς. ὥσπερ γὰρ οἱ ἀκροαταί, φησί, τῶν σοφιστικῶν λόγων ἡδονῆς γίγνονται κριταί, οὐ πραγμάτων, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς τοὺς λόγους σκοπεῖτε καὶ οὐ τὰ πράγματα φ  … <!-- 3.39.1 -->ὧν ἐγὼ πειρώμενος: ὧν ἐπιτηδευμάτων, ὧν εἶπεν ἄρτι, ὅτι οὐδὲν ἄλλο ἢ ἀδολέσχαι εἰσίν ἀποτρέπειν: ἀπείργειν. ἀποφαίνω: λέγω, φησίν, ὅτι ἡ μία πόλις, οἱ Μιτυληναῖοι, σφόδρα ἠδίκησαν ὑμᾶς, τοὺς Ἀθηναίους. καὶ τὴν αἰτίαν ἐπάγει εὐθύς <!-- 3.39.2 -->τοὺς ἡμετέρους πολεμίους: ἤγουν τοὺς Λακεδαιμονίους. ἀπόστασις μέν γε ...: ἀπόστασίς ἐστιν, ὅταν τινὲς κακῶς πάσχοντες ἀποστῶσιν· ἐπανάστασις δέ, ὅταν τινὲς τιμώμενοι καὶ μηδὲν ἀδικούμενοι στασιάσωσι καὶ ἐχθρεύσωσι τοῖς μηδὲν ἀδικήσασιν φ  … ἐπανάστασις ἡ φανερὰ ἐναντίωσις, ἀπόστασις δὲ ἡ τῶν σπονδῶν ἄνευ πολέμου διάλυσις, αἰτίαν ἔχουσα εὔλογον. ἐζήτησάν τε ...: ἤτοι συνεμάχησαν τοῖς πολεμίοις ἡμῶν. καίτοι δεινότερόν ἐστιν ...: εἰ ἕνεκα, φησίν, ἰδίας δυνάμεως καὶ κέρδους ἀντεπολέμησαν ἡμῖν, οὐκ ἦν δεινὸν τοσοῦτον· νῦν δὲ ἄνευ ἐλπίδων τινῶν, ἐξ οἰκείας κακονοίας ὁρμώμενοι· ὅπερ δεινότερον <!-- 3.39.3 -->ἀποστάντες ἤδη ἡμῶν: Αἰγινήτας λέγει καὶ Ποτιδαιάτας καὶ Ναξίους καὶ τοὺς ἄλλους δεδουλωμένους ἡ παροῦσα: αὐτοῖς ἐς τὰ δεινά: εἰς τὴν ἀπόστασιν. καὶ ἐλπίσαντες ...: ἤλπισαν, φησίν, ἀποστῆναι ἡμῶν, ὅπερ μεῖζον μέν ἐστι τῆς δυνάμεως αὐτῶν, ἔλαττον δὲ τῆς βουλήσεως αὐτῶν. ἐβούλοντο γὰρ οὐ μόνον ἀποστῆναι ἡμῶν, ἀλλὰ δὴ καὶ καθελεῖν τὴν δύναμιν τῆς πόλεως, διὰ τὸ τὸ λοιπὸν ἀδεῶς βιοτεύειν ἰσχὺν ἀξιώσαντες ...: προτιμῆσαι, φησίν, ἀξιώσαντες τὴν δύναμιν τοῦ δικαίου. δίκαιον δὲ λέγει τὸ ἐμμεῖναι τῇ ἀρχῇ καὶ μὴ ἀποστῆναι φ  … ἐν ᾧ γὰρ ᾠήθησαν ...: ἀντὶ τοῦ, πρὸς καιρόν τινα δυνηθέντες κατεφρόνησαν καὶ τῆς ἀρχῆς τῆς ἡμετέρας καὶ τῆς παρʼ ἡμῶν τιμῆς φ  …
οὐκ ἀρετᾷ κακὰ ἔργα· Ὅμηρος  
<!-- 3.39.4 -->εἴωθε δέ: εἴωθε δὲ εἰς ὕβριν τρέπειν ἡ εὐπραξία τῶν πόλεων ἐκείνας αἷς ἂν ἐγγένηται εὐπραξία ἐξαίφνης τε καὶ ἀπροσδόκητος φ  … πέφυκε γάρ. καὶ ἡ παρʼ ἀξίαν τιμὴ ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται τρέπειν: τρέπεσθαι. τὰ δὲ πολλά: ὡς ἐπὶ τὸ πολύ. <!-- 3.39.5 -->ὑφʼ ἡμῶν τετιμῆσθαι: μηδὲν τετιμῆσθαι ὑφʼ ἡμῶν· ἀπὸ κοινοῦ γὰρ τὸ μηδέν. ἢ μᾶλλον τὸ λεγόμενον οὕτως· ἔδει τοὺς Μυτιληναίους οὕτω τιμᾶσθαι ὑφʼ ἡμῶν, ὡς οὐδὲν διαφέροντας τῶν ἄλλων, τουτέστιν ὅτι ἔδει αὐτοὺς δούλους εἶναι τὸ μὲν θεραπεῦον: τὸ κολακεῦον. ὑπερφρονεῖν: ἀγνωμονεῖν <!-- 3.39.6 -->οἷς: τοῖς δημόταις καὶ πολλοῖς <!-- 3.39.7 -->τῶν τε ξυμμάχων σκέψασθε ...: σκέψασθε δέ, εἰ τοῖς ἀποστᾶσι τῶν ξυμμάχων ἑκουσίως καὶ τοῖς ἀναγκασθεῖσι τὰς ὁμοίας τιμωρίας προσθήσετε, καὶ μὴ μείζονας τοῖς ἑκουσίως ἀποστᾶσι, τίνα λοιπὸν οὐ νομίζετε εὐχερῶς τῶν συμμάχων ἀφίστασθαι, ὅταν μέλλωσιν ἢ κατορθώσαντες τελείως τὴν ἀπόστασιν ἐλεύθεροι εἶναι ἢ ἀποτυχόντες τῆς βουλήσεως συγγνώμης ἀξιωθήσεσθαι φ  … τοῖς τε ἀναγκασθεῖσιν: τοῖς ἀκουσίως ἀποστᾶσιν. κατορθώσαντι: τὴν ἀπόστασιν δηλονότι  … <!-- 3.39.8 -->πόλιν: ξυμμαχίδα. ἀποκεκινδυνεύσεται: εἰς κίνδυνον ἔρχεται καὶ ζημίαν τῆς ἔπειτα προσόδου: τοῦ μετὰ ταῦτα κέρδους. πρὸς τοῖς ὑπάρχουσιν: ἡμῖν πολεμίοις δηλονότι. τοῖς νῦν καθεστηκόσι: τοῖς Πελοποννησίοις <!-- 3.40.1 -->οὔκουν δεῖ προσθεῖναι ἐλπίδα: δοῦναι ἐλπίδα τοῖς συμμάχοις. ὁ νοῦς οὕτως· οὐκ ἔστιν ἐλπὶς ὡς συγγνώμην λήψονται πταίσαντες ἀνθρωπίνως. οὐ γὰρ ἀκούσιον τὸ ἁμάρτημα αὐτῶν, ἡ δὲ συγγνώμη τῶν ἀκουσίων ὠνητήν: ἔστι γάρ τις καὶ χρήμασιν ὠνητὴ τοῖς ἁμαρτάνουσι συγγνώμη, ὡς καὶ Ὅμηρος
καὶ μέν τις τε κασιγνήτοιο φόνοιο  
ποινὴν καὶ τὰ ἑξῆς  
ξύγγνωμον: συγγνώμης ἄξιον. <!-- 3.40.2 -->καὶ τότε πρῶτον: διεμαχεσάμην δηλονότι. μὴ μεταγνῶναι: μὴ μεταμελείᾳ θεῖναι. τὰ προδεδογμένα: τὰ προκεκυρωμένα. τρισὶ τοῖς ἀξυμφορωτάτοις: σημείωσαι ὅτι τρία εἰσὶν ἀσύμφορα τῇ ἀρχῇ, οἶκτος, κολακεία καὶ ἀπραγμοσύνη ἐπιεικείᾳ: συγγνώμῃ. <!-- 3.40.3 -->βραχέα: οὐδʼ ὅλως. τὸ παθεῖν εὖ: τὸ χρηματίσασθαι ὑπὸ τῶν Μυτιληναίων τὸ εὐεργετηθῆναι. τοὺς ὁμοίους: τοὺς ἐν τῇ αὐτῇ διαθέσει ὄντας, οἷοί περ ἦσαν πρότερον, ἢ κακούς. <!-- 3.40.4 -->τὰ ξύμφορα: ἡμῖν ξύμφορα δηλονότι τοῖς μέν: τοῖς Μυτιληναίοις, ἀχαρίστοις οὖσι, χαριζόμενοι. καὶ ἡ παροιμία τοῦ Ὁμήρου
οὐδέ τις ἔστι χάρις μετόπισθʼ εὐεργέων  
οὐχ ἕξουσιν ἡμῖν χάριν, ἐάνπερ μηδὲν ὑφʼ ἡμῶν ἀνήκεστον πάθωσιν. τότε γὰρ ἔχει χάριν ὁ παθεῖν μέλλων τῷ διασώσαντι, ὅτε, κατʼ ἐξουσίαν αὐτῷ προκειμένων τῆς ζωῆς αὐτοῦ καὶ θανάτου, τὸ ζῆν αὐτὸς μᾶλλον ἕληται καὶ συγχωρήσῃ αὐτῷ. δικαιώσεσθε: δικαίως καθʼ ὑμῶν ἀποδείξετε, ὅτι τυραννικῶς ἄρχετε καταδικάσετε εἰ γὰρ οὗτοι ὀρθῶς ...: ὁ νοῦς οὕτως· εἰ μὲν ἀδίκως ἀπέστησαν οἱ Μυτιληναῖοι, κολασθήτωσαν· εἰ δὲ δικαίως, δῆλον ὅτι ὑμεῖς ἀδίκως ἄρχετε· ᾧ ἕπεται, ὅτι τυραννεῖτε. καὶ κατὰ τοῦτο οὖν πάλιν κολασθήσονται, ὅτι τυράννους ἡμᾶς ἐλογίσαντο, ὁ δὲ τύραννος ἀποτόμως αὐτὰ ἅπερ ποιεῖ εἴωθε ποιεῖν. κατʼ ἄμφω οὖν ὀφείλουσι κολασθῆναι, εἴτε ἐννόμως ἄρχομεν εἴτε τυραννοῦμεν εἰ δὲ δὴ καὶ οὐ προσῆκον ...: εἰ δὲ δή, καὶ οὐ προσῆκον ὑμῖν ἄρχειν, ὅμως ἄρχετε, οὐκοῦν καὶ παρὰ τὸ προσῆκον οὗτοι κολαζέσθωσαν, καὶ γενέσθω παράνομος ἐκ παρανόμου τυραννίδος παρανομία, τοῦ συμφέροντος ἕνεκα τῇ ἀρχῇ. ἐὰν δὲ μὴ θέλητε κολάζειν αὐτούς, χρὴ παύεσθαι ὑμᾶς τῆς ἀρχῆς καὶ ἀσκεῖν ἀνδραγαθίαν ἀκίνδυνον φ  … τοῦτο: τὸ ἄρχειν βιαίως ἢ παύεσθαι τῆς ἀρχῆς: ἀπὸ κοινοῦ τὸ δεῖ <!-- 3.40.5 -->τῇ τε αὐτῇ ζημίᾳ ...: τῇ αὐτῇ ζημίᾳ, φησί, σπουδάσατε ἀμύνασθαι τοὺς Μιτυληναίους, ᾗπερ ἂν ἐτιμωρήσαντο καὶ αὐτοὶ ἡμᾶς, περιγενόμενοι ἡμῶν φ  … καὶ μὴ ἀναλγητότεροι ...: τοῦτό φησιν, ὅτι, ἐπεὶ ἤλγουν οἱ Μιτυληναῖοι ὑφʼ ὑμῶν τῶν Ἀθηναίων κρατούμενοι, δεῖ καὶ ὑμᾶς ἀλγῆσαι ἐπὶ τῇ αὐτῶν ἀποστάσει. καὶ μὴ ἀναλγητότεροι ἐκείνων ἀξιοῦτε εἶναι, ἵνα μὴ καὶ ἀναίσθητοι δόξητε, οὐκ ἀλγοῦντες ἐφʼ οἷς ἀδικεῖσθε. τὸ δὲ ἑξῆς οὕτως· ἐκεῖνοι ἐπέρχονται καὶ διαφθείρουσί τινα ἀδίκως οἱ μὴ σὺν αἰτίᾳ ποιοῦντες κακῶς, ὑφορώμενοι τὴν ἔχθραν τοῦ καταλειφθέντος ἐχθροῦ· ὑμεῖς δέ, ὦ Ἀθηναῖοι, μὴ φοβεῖσθε τοῦτο· οὐ γὰρ ἄνευ αἰτίας αὐτοὺς κολάσετε. οἱ διαφυγόντες: οἱ Ἀθηναῖοι τῶν ἐπιβουλευσάντων: Μυτιληναίων ἃ εἰκὸς ἦν αὐτοὺς ποιῆσαι: ἡ ἀπόδειξις ὅτι, εἰ ἐκράτησαν Λέσβιοι τῶν Ἀθηναίων, κακῶς ἂν αὐτοὺς εἰργάσαντο <!-- 3.40.6 -->μάλιστα δὲ οἱ μὴ ξὺν προφάσει ...: οἱ ἀδικοῦντες, φησί, τινα χωρὶς αἰτίας, τουτέστιν ἄνευ τοῦ προηδικῆσθαι, σπουδάζουσιν ἀπολέσαι τοὺς διʼ ἐναντίας, εἰδότες ὅτι ὁ διαφυγὼν χαλεπώτερος ἐχθρός ἐστι τοῦ προπαθόντος καὶ διὰ τοῦτο βουλομένου ἀμύνεσθαι φ  … οἱ μὴ πρότερον ἀδικηθέντες, ἐπιχειρήσαντες δὲ ἀδικῆσαι πρότεροί τινας, ἐπιμένουσιν ἕως ἀπολέσωσιν ἂν αὐτούς, εἰδότες ὅτι, ἐὰν σωθῶσιν οἱ ἀδικηθέντες, πικροὶ τοῖς ἀδικήσασιν ἔσονται πολέμιοι καὶ πάθωσιν ἂν κακῶς παρʼ αὐτῶν, ἀμυνομένων αὐτούς φ  … διόλλυνται: ἀντὶ τοῦ διαφθείρουσι φ τοῦ ὑπολειπομένου ἐχθροῦ: Ὅμηρος
Μηδʼ ἡμῖν τεκέεσσι  
ὁ γὰρ μὴ ξὺν ἀνάγκῃ ...: ὁ γὰρ ἀδίκως τι καὶ πρῶτος παθών, ἐὰν διαφύγῃ, πικρότερος καὶ δεινότερός ἐστι τοῦ ἀπὸ τῆς ἴσης ἐχθροῦ. τὸν δὲ ἀπὸ τῆς ἴσης ἐχθρὸν ὁρίζεται τὸν μὴ προπαθόντα, ἀλλὰ προκαταρχόμενον ἀδικίας. ὡς ἂν εἰ ἔλεγεν· ὁ προπαθὼν καὶ ἀμυνόμενος χαλεπώτερός ἐστι τοῦ προκαταρχομένου ἀδικίας, μήπω τι παθόντος φ  … ἀπὸ τῆς ἴσης: μοίρας δηλονότι. <!-- 3.40.7 -->μὴ οὖν ...: οἱ ἐπίλογοι γενόμενοι δʼ ὅτι ἐγγύτατα ...: εἰς ἔννοιαν ἐλθόντες ὧν ἐμέλλετε πάσχειν ὑπὸ Λεσβίων μὴ μαλακισθέντες ...: μὴ ἐνδόντες πρὸς τὴν ἡδονὴν τὴν ἀπὸ τῶν λόγων καὶ πρὸς τὸν οἶκτον καὶ τὴν ἐπιείκειαν, μηδὲ ἀμνημονήσαντες τοῦ κινδύνου οὗ ἂν ἐκινδυνεύσατε, εἰ ἐκράτησαν ὑμῶν φ  … <!-- 3.40.8 -->ἢν γνῶσιν: οἱ σύμμαχοι δηλονότι ἧσσον τῶν πολεμίων ...: τὸ ἑξῆς, ἧσσον πολεμήσετε. ἀντὶ τοῦ οὐδὲ ἧσσον. Ὅμηρος
Ἦ ὀλίγον οἱ παῖδα ἐοικότα  
<!-- 3.42.1 -->οὔτε τοὺς προθέντας ...: δημηγορία Διοδότου ὑπὲρ Μιτυληναίων πρὸς τὴν Κλέωνος τετάρτη τῇ τάξει ἐν τῇ τρίτῃ ταύτῃ ἱστορίᾳ ἡ παροῦσα πρώτη  … πρὸς τὸ «καὶ θαυμάζω μὲν τῶν προθέντων αὖθις» καὶ τὰ ἑξῆς ἰστέον ὅτι ὁ μὲν Κλέων τὸ δίκαιον προβάλλεται, οὗτος δὲ ὁ Διόδοτος τὸ συμφέρον. καὶ σκόπει τὸ τοῦ συγγραφέως ἔθος, χαίροντος ἀεὶ ταῖς ἀντιπάλοις δημηγορίαις τοὺς προθέντας: εἰς μέσον θέντας τὴν δευτέραν διάσκεψιν. οὔτε τοὺς μεμφομένους ... βουλεύεσθαι: πρὸς τὸ «εἰ βέβαιον ἡμῖν μηδὲν καθεστήξει, ὧν ἂν δόξῃ πέρι» ἀπαιδευσίας: ἀπειρίας. βραχύτητος: ἀσθενείας. <!-- 3.42.2 -->τούς τε λόγους ...: πρὸς τὸ «εἰώθατε θεαταὶ μὲν τῶν λόγων γίνεσθαι» καὶ τὰ ἑξῆς διαμάχεται: ἐναντιοῦται. ἢ ἰδίᾳ τι αὐτῷ διαφέρει: τουτέστι διὰ ἴδιόν τι σκοπεῖ κέρδος καὶ συμφέρον διαφέρει: ὠφελεῖ. εἰ ἄλλῳ τινί: καὶ οὐχὶ λόγῳ δηλονότι περὶ τοῦ μέλλοντος ...: τὸ ἑξῆς, περὶ τοῦ μέλλοντος καὶ ἀφανοῦς δυνατὸν εἶναι φράσαι διαφέρει: λυσιτελεῖ. εὖ μὲν εἰπεῖν ...: τὸ ἑξῆς, εὖ μὲν οὐκ ἂν ἡγεῖται περὶ τοῦ κακοῦ εἰπεῖν δύνασθαι οὕτω συντακτέον· τὸ μὲν περὶ τοῦ κακοῦ δύνασθαι λέγειν καλῶς, οὐχ ἡγεῖται — ἤγουν οὐ φροντίδα περὶ τούτου ποιεῖται· ἡγεῖται δὲ μᾶλλον ἐκεῖνο εἶναι καλόν, τὸ διαβαλόντα καὶ ἀπατήσαντα ἐκπλῆξαι τοὺς ἀκουσομένους. ὃ δὴ καὶ διαφέρει τῷ οὕτω λέγοντι· κέρδους γὰρ ἕνεκα τὸ τοιοῦτον εἶδος τοῦ λόγου μεταχειρίζεται. <!-- 3.42.3 -->χαλεπώτατοι ...: πρὸς τὸ «αὐτοὶ δὲ ἐκ τοῦ εὖ εἰπεῖν τὸ παθεῖν εὖ ἀντιλήψονται» ἐπίδειξιν: συμβουλίαν φιλοτιμίαν. ἀμαθίαν: καὶ οὐχὶ χρήματα φησίν ἀπεχώρει: τοῦ δικαστηρίου δηλονότι. ἀδικίας δʼ ἐπιφερομένης: ἀδίκως κατηγορῶν. ὕποπτος: διὰ τὸ ἐπὶ χρήμασι λέγειν  … μὴ τυχών: τοῦ σκοποῦ δηλονότι. <!-- 3.42.4 -->ἐν τῷ τοιῷδε: πράγματι δηλονότι. φόβῳ: ἐν τῷ τοὺς δυναμένους τι συμβουλεύειν μὴ τολμᾶν λέγειν, ὡς δόξαν ἐπὶ χρήμασι ληψομένους ὀρθοῖτο: διοικοῖτο καὶ εὐδρομοίη ἡ πόλις. ἐλάχιστα: ἀντὶ τοῦ οὐδὲ ἐλάχιστα. Ὅμηρος
Ἦ ὀλίγον οἱ παῖδα  
<!-- 3.42.5 -->χρὴ δέ: τὸ ἑξῆς, χρὴ φαίνεσθαι μὴ ἐκφοβοῦντα, ἀλλʼ ἀπὸ τοῦ ἴσου ἄμεινον λέγοντα τὸν μὴ τυχόντα: τὸν μὴ ἄριστα συμβουλεύοντα. <!-- 3.42.6 -->ἔτι μειζόνων: φύσει γὰρ οἱ ἄνθρωποι οὐ παύονται ἀεὶ τῇ ὀρέξει ἐπεκτεινόμενοι παρὰ γνώμην: τὴν ἑαυτοῦ. ἐπιτυχών: ὀρθῆς βουλῆς. <!-- 3.43.2 -->τὰ δεινότατα: τὰ ψευδῆ καὶ ἄδικα ἢ τὰ χαλεπώτατα. ἀπάτῃ προσάγεσθαι: πιθανολογεῖν καὶ ἀπατᾶν ὅτι καλὰ ἔσται ταῦτα. <!-- 3.43.3 -->τὰς περινοίας: περιεργίας. ἀδύνατον: διὰ τὴν τῶν χρημάτων δόκησιν πῃ: κατά τινα τρόπον. <!-- 3.43.4 -->χρὴ δὲ πρὸς τὰ μέγιστα ...: τὸ ἑξῆς, χρὴ δὲ ἡμᾶς, πρὸς τὰ μέγιστα προνοοῦντας, περαιτέρω λέγειν ὑμῶν τῶν διʼ ὀλίγου σκοπούντων καὶ ἐν τῷ τοιῷδε ἀξιοῦντι: ἀντὶ τοῦ καὶ ἐν τοῖς τοιούτοις ὑμῶν ἀξιώμασι καὶ ἐπιτηδεύμασι· τουτέστι τοῖς ὑποπτεύουσι χρὴ δὲ ἡμᾶς λέγειν πρὸς τὰ μέγιστα προνοοῦντας περαιτέρω ὑμῶν τῶν διʼ ὀλίγου σκοπούντων. καὶ ἐν τῷδε τῷ ἀξιοῦντι, τουτέστιν καὶ οὕτως ἀξιούμενοι παρʼ ὑμῶν ἐπὶ δωροδοκίᾳ· δύο γὰρ τὰ δεινότατα τῇ εὐβουλίᾳ, τάχος τε καὶ ὀργή ἐν τῇ τοιαύτῃ ὑποψίᾳ. προνοοῦντας: σκεπτομένους. τῶν διʼ ὀλίγου σκοπούντων: τῶν ἀσκέπτως λεγόντων. <!-- 3.43.5 -->σωφρονέστερον ἂν ἐκρίνετε: μετὰ ὑγιοῦς φρονήσεως ἦν ἂν ἡ κρίσις ἡ ὑμετέρα. <!-- 3.44.1 -->ἀντερῶν: τῷ Κλέωνι δηλονότι. ἀλλὰ περὶ τῆς ἡμετέρας εὐβουλίας: εἰσβολὴ τοῦ συμφέροντος καὶ προκατασκευὴ τοῦ προαναιρεῖν τὰ λυποῦντα τὴν ὑπόθεσιν <!-- 3.44.3 -->πρὸς τὸ ἧσσον ἀφίστασθαι: τὰς πόλεις. θάνατον ζημίαν προθεῖσι: πρὸς τὸ «καὶ τοῖς ἄλλοις ξυμμάχοις παράδειγμα σαφὲς καταστήσατε, ὃς ἂν ἀφίστηται, θανάτῳ ζημιωσόμενον» <!-- 3.44.4 -->τῷ εὐπρεπεῖ: τῇ πιθανολογίᾳ τοῦ Κλέωνος οὐ δικαζόμεθα πρὸς αὐτούς: οὐ δικαστήριον συγκροτοῦμεν κατὰ τῶν Μιτυληναίων. ὥστε τῶν δικαίων ...: οὐ περὶ τοῦ δικαίου, φησί, συμβουλευόμεθα, ἀλλὰ τοῦ συμφέροντος χρησίμως: ἡμῖν δηλονότι. <!-- 3.45.1 -->ἐν οὖν ταῖς πόλεσι ...: τοῦ Κλέωνος συμβουλεύσαντος ἀποκτεῖναι πάντας Μιτυληναίους καὶ παράδειγμα τοῖς ἄλλοις ποιῆσαι Ἕλλησιν, ἵνα μὴ ἀφίστωνται ἀπὸ τῶν Ἀθηναίων, ὁ Διόδοτος τἀναντία συμβουλεύων, φησὶ πρὸς τοῦτο ἐκ τοῦ μᾶλλον. εἰ γὰρ ἐν ταῖς ἄλλαις πόλεσι πολλῶν καὶ οὐ μειζόνων ἐγκλημάτων θάνατος ἡ ζημία πρόκειται, καὶ ὅμως οἱ ἄνθρωποι τῇ ἐλπίδι ἐπαιρόμενοι ῥιψοκινδύνως ἐγχειροῦσιν αὐτοῖς, καὶ οὐδεὶς δύναται κωλυτὴς γενέσθαι τῶν τηλικούτων ἔργων, ἀλλʼ ὁσημέραι πράττονται, δῆλον ὅτι, καὶ εἰ τοὺς Μιτυληναίους ἀποκτείνομεν, ζημιούμεθα μὲν καὶ περὶ ἑαυτοὺς σφαλλόμεθα, οὐ μέντοι γε φόβον τινὰ τοῖς ἄλλοις παρέξομεν, ἀλλʼ οὐδὲν ἧττον ἔστιν ὅτε ἀποστήσονται, τῇ ἐλπίδι κουφιζόμενοι πολλῶν: οἷον τυραννίδος καὶ προδοσίας καὶ φόνου καὶ μοιχείας καὶ ἄλλων τῷδε: τῷ τῶν Μιτυληναίων ἀδικήματι, τῇ ἀποστάσει κινδυνεύουσι: ῥιψοκινδύνως πράττουσι καταγνοὺς ἑαυτοῦ ...: Ὅμηρος
Ῥεχθὲν δέ τε νήπιος ἔγνω  
<!-- 3.45.2 -->τίς πω: οὐδεμία. <!-- 3.45.3 -->τούτου: τοῦ ἁμαρτάνειν δηλονότι διεξεληλύθασι: ἐπραγματεύσαντο, φησί, περὶ πάσης ἀδικίας καὶ ἁμαρτίας οἱ νομοθέται καὶ ἐξέθεντο ποινάς αὐτάς: τὰς ζημίας. ἀνήκουσιν: ἀνέρχονται. <!-- 3.45.4 -->τούτου: τοῦ θανάτου οὐδὲν ἐπίσχει: οὐδὲν κωλύει, φησίν, ὁ τοῦ θανάτου φόβος τοὺς βουλομένους ἐξαμαρτάνειν ἀλλʼ ἡ μὲν πενία ...: τὰς αἰτίας βούλεται δηλῶσαι τῶν ἁμαρτημάτων, ἀφʼ ὧν κινούμενοι οἱ ἄνθρωποι ἁμαρτάνουσι· καί φησιν ὅτι οἱ μὲν ὑπὸ πενίας ἀναγκάζονται λῃσταὶ εἶναι, οἱ δὲ ὑπʼ ἐξουσίας καὶ μεγαλοφροσύνης πλεονεκτοῦσιν, οἱ δὲ ὁμοίως διά τινα κρείττονα ἀναγκάζονται κινδυνεύειν, οἷον οἱ πόρνοι καὶ οἱ μέθυσοι διʼ ἡδονήν· καὶ ὅπερ φησὶν Ἀριστοτέλης ἐν τοῖς Ἠθικοῖς, ὅτι πᾶσα πρᾶξις καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ ἡ δʼ ἐξουσία: ἀπὸ κοινοῦ τὸ ἐξάγουσιν ἐς τοὺς κινδύνους αἱ δʼ ἄλλαι ξυντυχίαι: οἱ ξυντυχόντες τοῦ μέσου, ἤτοι μήτε πένητες μήτε πλούσιοι ὄντες. ὀργῇ: ὀργὴ ὁ τρόπος <!-- 3.45.5 -->ἥ τε ἐλπὶς καὶ ὁ ἔρως: πρῶτόν τις ἐρᾷ, εἶτα ἐλπίζει, εἶτα ἐγχειρεῖ. Ἡσίοδος
Μούνη δʼ αὐτόθι ἐλπὶς καὶ τὰ ἑξῆς  
τὴν ἐπιβολὴν ... εὐπορίαν: ἐπιβολὴν τὴν ἐγχείρησιν, εὐπορίαν τὴν ἄνυσιν ἐκφροντίζων: ἔξω φροντίδος τιθέμενος. <!-- 3.45.6 -->ἐπʼ αὐτοῖς: μετὰ τὸν ἔρωτα καὶ τὴν ἐλπίδα. ἀδοκήτως γὰρ ἔστιν ὅτε ...: πολλάκις, φησίν, ἐγχειρήσας τις πράγματι ἔτυχεν αὐτοῦ, ἄλλος δὲ θεασάμενος ῥιψοκινδύνως κατατολμᾷ τοῦ αὐτοῦ πράγματος, καὶ ἀπὸ μικροτέρων ἀφορμῶν ἔστιν ὅτε, διὰ τὸ καὶ τὸν ἄλλον ὁρᾶν ἐπιτυγχάνοντα προάγει: παρακινεῖ. ἐλευθερίας ἢ ἄλλων ἀρχῆς: Ποτίδαια περὶ ἐλευθερίας, Ἀθῆναι περὶ ἄλλων ἀρχῆς ἔν τε Σικελίᾳ καὶ ἀλλαχοῦ ἕκαστος ἀλογίστως ...: καὶ ἕκαστος, φησί, τῶν πολιτῶν μετὰ τοῦ κοινοῦ ἀλογίστως μειζόνως δοξάζει καὶ ἐλπίζει νικῆσαι <!-- 3.45.7 -->ὅστις οἴεται: ταῦτα πρὸς τὸν Κλέωνα <!-- 3.46.1 -->οὔκουν χρὴ ...: ἐάντε, φησί, θανάτῳ διαχρήσησθε Μιτυληναίους, ἐάν τε ἄλλῳ τῳ δεινῷ κολάσαντες τούτους νομίσητε ἀσφαλῶς ἕξοντες ὑπὸ χεῖρα τὰς πόλεις τὰς λοιπάς, οὐ καλῶς ἔσεσθε βεβουλευμένοι. ἡ γὰρ ἀνθρωπίνη φύσις ὀξύρροπος οὖσα καὶ προθύμως ὅ, τι βουληθείη πράττουσα οὐκ ἀνακοπήσεται τῆς ὁρμῆς τῇ τοιαύτῃ ὑμῶν ἀσφαλείᾳ. ἐχεγγύῳ: ἰσχυρᾷ, ὡς ἐγγυῆσαι δυναμένῃ βεβαίῳ. οὔτε ἀνέλπιστον καταστῆσαι: τῷ ψηφίσασθαι θάνατον Μιτυληναίων, ὡς ὁ Κλέων ἠξίου. τὸ δὲ οὔκουν χρὴ ἀπὸ κοινοῦ ἐν βραχυτάτῳ: καιρῷ βραχυτάτῳ δηλονότι <!-- 3.46.2 -->γνῷ μὴ περιεσομένη: ἀντὶ τοῦ μὴ ἀπελπίσαι τοῦ περιεῖναι καὶ σωθῆναι. ὁ δὲ νοῦς τοιοῦτος, ὅτι, ἐάν τις ἀποστῇ ἀφʼ ἡμῶν πόλις, πάλιν αὐτὴν ἀναληψόμεθα, καὶ τὰς δαπάνας οὐκ ἀπολέσομεν διὰ τὸ ἐλπίδα αὐτοῖς ζωῆς νομοθετῆσαι. ταῦτα δὲ πρὸς τὸν Κλέωνα εἰπόντα «Ἡμῖν δὲ πρὸς ἑκάστην πόλιν ἀποκεκινδυνεύσεται τά τε χρήματα καὶ αἱ ψυχαί» ξύμβασιν: φιλίαν. ἐκείνως: ἀλλοτρόπως. <!-- 3.46.3 -->διὰ τὸ ἀξύμβατον: διὰ τὸ ἀσυγχώρητον παραλαβεῖν: ἀπὸ κοινοῦ τὸ πῶς οὐ βλάβη ἡμῖν; τῆς προσόδου: τοῦ κέρδους. τῷδε: τῇ προσόδῳ καὶ φορολογίᾳ <!-- 3.46.4 -->λόγον: ἀπαρίθμησιν. καὶ τὴν φυλακὴν μὴ ... ποιεῖσθαι: πρὸς τὸν Κλέωνα καὶ ταῦτα δρῶντες: ἡμεῖς οἱ Ἀθηναῖοι. τὸ ἑξῆς· ἤν τινα ἀποστάντα χειρωσώμεθα, χαλεπῶς οἰόμεθα χρῆναι τιμωρεῖσθαι βίᾳ: ἀκουσίως. <!-- 3.46.6 -->ἀφισταμένους: τοῦ ἄρχεσθαι. τὸ ἑξῆς, ἀφισταμένους οὐ σφόδρα κολάζειν. τούτου: τοῦ ἀποστῆναι. ἐπιφέρειν: ἀπὸ κοινοῦ τὸ χρή <!-- 3.47.1 -->τοῦτο: λείπει ἡ κατά. <!-- 3.47.2 -->νῦν μὲν γὰρ ...: πρὸς τὸ «Καὶ μὴ τοῖς μὲν ὀλίγοις ἡ αἰτία προστεθῇ, τὸν δὲ δῆμον ἀπολύσητε» καὶ τὰ ἑξῆς τοῖς ὀλίγοις: τοῖς δυνατοῖς. ἐὰν βιασθῇ: συναποστῆναι δηλονότι. τοῖς ἀποστήσασιν: ἤγουν τοῖς ἄρχουσιν. ἀντικαθισταμένης: ἐναντιουμένης. ἐς πόλεμον ἐπέρχεσθε: τῇ πόλει ἐπέρχεσθε <!-- 3.47.3 -->ὅπλων ἐκράτησεν: ἤγουν ὡπλίσθη. τοῖς δυνατοῖς: τοῖς πλουσίοις τὰς πόλεις: ἡμῶν δηλονότι. κεῖσθαι: ὡρίσθαι. <!-- 3.47.4 -->μὴ προσποιεῖσθαι: μήτοι γε δεικνύειν τὸ γνῶναι, ἀλλὰ μηδὲ μέχρι σχήματος δεικνύειν τὴν ἀδικίαν ἐκείνων. <!-- 3.47.5 -->τὴν κάθεξιν: τὴν ἀσφάλειαν καὶ κατοχὴν καὶ κράτησιν καὶ τὸ Κλέωνος ...: πρὸς τὸ «Πειθόμενοι μὲν ἐμοὶ τά τε δίκαια ἐς Μυτιληναίους καὶ τὰ ξύμφορα ἅμα ποιήσετε» <!-- 3.48.1 -->ὑμεῖς δέ: οἱ ἐπίλογοι ἀμείνω: τῶν βουλευμάτων τοῦ Κλέωνος δηλονότι. οἷς: οἴκτῳ καὶ ἐπιεικείᾳ τῶν παραινουμένων: τῆς ἐμῆς παραινέσεως. <!-- 3.48.2 -->ἢ μετʼ ἔργων ἰσχύος ἀνοίᾳ: ἢ ἀβούλως, δηλονότι ἰσχύι καὶ δυνάμει ἐργαζόμενος  … <!-- 3.49.1 -->τοιαῦτα μέν: τινὲς λέγουσιν ὅτι τοιαῦτα δὲ ὤφειλεν εἰπεῖν, ἐπειδὴ ὀπίσω εἶπε  … «τοιαῦτα μὲν ὁ Κλέων». ἀλλʼ ἡμεῖς φαμὲν ὅτι ἐκεῖ καὶ τὸν δέ ἀπέδωκεν εἰπὼν «μετὰ ταῦτα δέ»  … ῥηθεισῶν δὲ ...: σημείωσαι τὴν σύνταξιν φ ἦλθον μὲν ἐς ἀγῶνα ...: ἀμφιβόλως ἔσχον καὶ ἐνδοιαστικῶς περὶ τὴν δόξαν. οὕτω γὰρ δεινῶς καὶ καλῶς εἰρήκασιν ἀμφότεροι, ὥστε ἀμφιβάλλειν τίνι προστεθῶσιν  … οἷον ἀντηγωνίζοντο καὶ ἐφιλονείκουν ἐφαμίλλως περὶ τῶν δοκούντων ἀλλήλοις φ ἀγχώμαλοι: σχεδὸν ἴσοι ἐγγὺς ἴσοι καὶ σχεδὸν παραπλήσιοι  … ἰσοσθενεῖς φ  … <!-- 3.49.2 -->προεῖχε δέ: τοῦ πλοῦ δηλονότι. <!-- 3.49.3 -->ᾑροῦντο: ἐλάμβανον. κατὰ μέρος: κατὰ διαδοχὴν μερικήν. <!-- 3.49.4 -->σημείωσαι ἀλλόκοτον τὸ ἄτοπον καὶ ἀλλοῖον τὰ δεδογμένα: τῇ βουλῇ δηλονότι. παρὰ τοσοῦτον μὲν ... κινδύνου: ἀντὶ τοῦ εἰς τοσοῦτον ἦλθε κινδύνου, ὥστε καὶ ἀναγνωσθῆναι τὸ περὶ τοῦ θανάτου ψήφισμα. ἢ ἀντὶ τοῦ παρὰ μικρόν· ἔμελλε γὰρ εὐθὺς πράξειν τὰ ἐπισταλέντα ὁ Πάχης <!-- 3.50.2 -->κλήρους: μερίδας Μηθυμναίων: οὗτοι γὰρ οὐκ ἀπέστησαν ἱερούς: ὀργάς, ἡ ἀφιερωμένη χώρα τοῖς θεοῖς, ἤτοι ἀπὸ τῶν ὀργίων, ἅπερ ἐστὶ μυστήρια, ἤτοι ἀπὸ τοῦ ὀργᾶν, ὅπερ ἐστὶν ἐπιθυμεῖν καρπὸν φέρειν. αὕτη γὰρ οὐκ ἐγεωργεῖτο, ἐπάρατος οὖσα. ἐν τῷ περὶ συντάξεως «πρὸς τοὺς καταράτους Μεγαρέας ἐψηφίσασθε ἀποτεμνομένους τὴν ὀργάδα» ἐξεῖλον: ἐξαιρέτους ἀνέθεσαν. δύο μνᾶς φέρειν: μνᾶ, λίτραι βʹ <!-- 3.51.1 -->ἐν δὲ τῷ αὐτῷ θέρει: μετάβασις <!-- 3.51.2 -->αὐτόθεν: ἀπὸ τῆς Μινῴας. ἀπὸ τοῦ Βουδόρου: τὸ Βούδορον ἀκρωτήριον τῆς Σαλαμῖνος τούς τε Πελοποννησίους: ἀπὸ κοινοῦ τὸ ἐβούλετο ὁ Νικίας αὐτόθεν: ἀπὸ τῆς Μινῴας. τὸ πρίν: ὅτε ὁ Κνῆμος καὶ ὁ Βρασίδας οἱ Σπαρτιᾶται μετὰ τῶν τεσσαράκοντα νεῶν ἀπὸ Νισαίας ἐξαπίνης προσέπεσον τῷ Βουδόρῳ, ὥς φησιν ὁ συγγραφεὺς ἐν τῇ δευτέρᾳ ἐκπομπαῖς: ἐκδρομαῖς. <!-- 3.51.3 -->τῆς νήσου: τῆς Μινῴας. ᾗ: ὅπου. τενάγους: τοῦ ἕλους. <!-- 3.52.1 -->ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ...: ἅλωσις Πλαταιῶν <!-- 3.52.2 -->αὐτῶν: τῶν Πλαταιέων. εἰρημένον γὰρ ἦν αὐτῷ: ἀντίπτωσις, ἤτοι αἰτιατικὴ ἀντὶ γενικῆς. ἀντὶ τοῦ εἰρημένου γὰρ αὐτῷ εἶπεν  … ἐκ Λακεδαίμονος: ἐκ τῆς βουλῆς τῶν Λακεδαιμονίων. μὴ ἀνάδοτος εἴη: ἀποδόσιμος μὴ ἀποδοθῇ δηλονότι ὀπίσω, μὴ ἀποδόσιμος γένοιτο  … προσπέμπει δέ: οὗτος ὁ δέ πρὸς τὸν μέν. προεῖπε γὰρ ὅτι «βίᾳ μὲν οὐκ ἐβούλετο ἑλεῖν» δίκην: κρίσιν. <!-- 3.53.1 -->τὴν μὲν παράδοσιν: δημηγορία Πλαταιέων ἡ δημηγορία τῶν Πλαταιέων δικανικωτέρα ἐστί· τὸ δὲ προοίμιον ἐξ αὐτοῦ τοῦ πράγματος καὶ ἐκ προσοχῆς τῇ μὲν τάξει ἐν τῇ παρούσῃ τρίτῃ τῶν Θουκυδίδου ἱστοριῶν πέμπτη τῶν μὲν Πλαταιέων αʹ  … πιστεύσαντες ὑμῖν ...: κατὰ δύο, φησί, τρόπους προυθυμήθημεν ἐγχειρίσαι ὑμῖν τοῖς Λακεδαιμονίοις τὴν πόλιν, κατά τε τὸ μὴ περὶ θανάτου κριθῆναι, ἀλλὰ περί τινος μαλακωτέρας ζημίας, καὶ καθὸ δικαίους ὑμᾶς κριτὰς ἡγησάμεθα γενέσθαι. νῦν δέ, φησί, φοβούμεθα μὴ ἀμφοτέρων ἅμα ἡμαρτήκαμεν. καὶ τὴν αἰτίαν εὐθὺς ἐπιφέρει· Τόν τε γὰρ ἀγῶνα, φησί οὐκ ἐν ἄλλοις: ἢ ὑμῖν. τὸ δὲ ἑξῆς, καὶ ἐν δικασταῖς οὐκ ἐν ἄλλοις δεξάμενοι γενέσθαι, ὥσπερ καὶ ἐσμὲν ἄρτι κρινόμενοι ὑφʼ ὑμῶν τὸ ἴσον: τουτέστι τὸ δίκαιον φέρεσθαι: ἀποφέρεσθαι. <!-- 3.53.2 -->περὶ τῶν δεινοτάτων: περὶ θανάτου μὴ οὐ κοινοί: μὴ οὐ δίκαιοι, ἀλλʼ ἑτεραλκέα τὴν νίκην ποιήσητε φ μὴ οὐκ ἴσοι. τεκμαιρόμενοι: ἡμεῖς δηλονότι ὑμεῖς ᾧ: τῷ ἐρωτήματι. <!-- 3.53.3 -->ὁ μὴ ῥηθεὶς λόγος: ὁ ἄνθρωπος ὁ σιωπήσας καὶ μὴ εἰπών. σωτήριος: πρόξενος σωτηρίας. <!-- 3.53.4 -->πρὸς τοῖς ἄλλοις: τοῖς σιωπῶσιν ἐξ ἀπορίας. ἐπεσενεγκάμενοι: ἡμεῖς πρὸς εἰδότας: ὑμᾶς ἄλλοις: τοῖς Θηβαίοις διεγνωσμένην: προειλημμένην <!-- 3.54.2 -->φαμὲν γάρ: οἱ ἀγῶνες οὐκ ἀδικεῖσθαι ὑμᾶς: ὑφʼ ἡμῶν μὲν ὡς πολεμίους. τοῦτο τὸ ἐπιχείρημα λύσις ἐστὶ τοῦ Λακεδαιμονικοῦ διλημμάτου ἐρωτήματος, τοῦ λέγοντος ὅτι Ἠδικήσατε ἡμᾶς, ὦ Πλαταιεῖς, ἐν τῷ παρόντι πολέμῳ, ἢ οὔ; ἵνα, εἰ μὲν εἴποιεν ἀδικήσαντες, ὡς ἀδίκους αὐτοὺς μετελεύσωνται· εἰ δὲ μή, ὡς ψευδομένους, εἴπερ ἀγαθόν τι ποιῆσαι Λακεδαιμονίους καὶ τοὺς συμμάχους φήσαιεν. φασὶν οὖν οἱ Πλαταιεῖς, ἀπολογούμενοι ἐπὶ τούτοις· εἰ μὲν ὡς πολεμίους ἡμᾶς περὶ τούτων πυνθάνεσθε, φαμὲν μὴ ἀδικεῖσθαι τοὺς Λακεδαιμονίους ὑμᾶς ὑφʼ ἡμῶν, εἴ τι μὴ καλὸν ἐν πολέμῳ πεπόνθατε, ᾧπερ ἦμεν ἐχθροί· εἰ δὲ ὡς φίλους καταιτιᾶσθαι βούλεσθε, ἑαυτοὺς αἰτιᾶσθε· ὑμεῖς γὰρ πρότεροι ἠδικήσατε, καθʼ ἡμῶν μετὰ τῶν συμμάχων Θηβαίων ἐπιστρατεύσαντες. φίλους δὲ νομίζοντας: ἡμᾶς δηλονότι. αὐτοὺς ἁμαρτάνειν: αὐτοὺς ὑμᾶς, τοὺς Λάκωνας <!-- 3.54.3 -->τῷ δέ: τῷ Μήδῳ. <!-- 3.54.4 -->καὶ γὰρ ἠπειρῶται ...: ταῦτα πάντα πλατυκῶς ἱστορεῖ ὁ Ἡρόδοτος ἐν τῇ ἡμετέρᾳ γῇ: ἐν τῇ Πλαταίᾳ. <!-- 3.54.5 -->περιέστη: περιεκύκλωσεν. οὐκ εἰκός: οὐ δίκαιον. <!-- 3.55.1 -->δεομένων γάρ ...: καὶ ταῦτα παρʼ Ἡροδότῳ κεῖται διεξοδικῶς <!-- 3.55.2 -->τῷ πολέμῳ: τῷ νῦν δηλονότι. ἐκπρεπέστερον: ἔξω τοῦ πρέποντος καὶ τοῦ ἁρμόζοντος <!-- 3.55.3 -->ὑμῶν: τῶν Λακεδαιμονίων. ἐναντία Θηβαίοις: μαχόμενοι τοῖς Θηβαίοις. καλόν: δίκαιον. οὐ καλὸν προδοῦναι, δηλονότι εἰς τὰ προστασσόμενα ὑπὸ τῶν Ἀθηναίων. πολιτείας μετέλαβεν: ἐπολιτογραφήθη. <!-- 3.55.4 -->ἑκάτεροι: οἵ τε Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι ἐξηγεῖσθε: παραγγέλλετε ἐπὶ τὰ μὴ ὀρθῶς ἔχοντα: ἐπὶ τὰ ἄδικα. <!-- 3.56.2 -->καταλαμβάνοντας: λῃστρικῶς ἐπερχομένους. ἐν σπονδαῖς: σπονδῶν οὐσῶν εἰρηνικῶν. πᾶσι: τοῖς Ἕλλησιν. ὅσιον: δίκαιον. βλαπτοίμεθα: ἀδικοίμεθα. <!-- 3.56.3 -->αὐτίκα: ἐν τῷ ἐνεστῶτι. <!-- 3.56.4 -->νῦν: ἐν τῷ πολέμῳ. ὠφέλιμοι δοκοῦσιν εἶναι: οἱ Θηβαῖοι δηλονότι. ὠφέλιμοι ἐφάνησαν ὑμῖν δηλονότι, ἢ καὶ ὠφελιμώτεροι. καὶ οἱ ἄλλοι Ἕλληνες: ἐφείσατο εἰπεῖν οἱ Ἀθηναῖοι, διὰ τὸ φορτικόν ὅτε ἐν μείζονι κινδύνῳ ἦτε: ἐπὶ τῶν Μηδικῶν δεινοί: μετὰ δεινότητος. πᾶσι: τοῖς Ἕλλησιν. οἵδε: οἱ Θηβαῖοι μετʼ αὐτοῦ ἦσαν: συνεμάχουν αὐτῷ. <!-- 3.56.5 -->ἀντιθεῖναι: ἐναντίαν θεῖναι. μείζω τε πρὸς ἐλάσσω: μείζω προθυμίαν πρὸς ἐλάσσω ἁμαρτίαν ἀρετήν: ἀνδρείαν. ἐπῃνοῦντό τε μᾶλλον: ὑπερβαλλόντως εἶχον τὸν ἔπαινον. ἀσφαλείᾳ: τῇ ἑαυτῶν δηλονότι. ἐθέλοντες δέ ...: ὅπερ καὶ Ἀθηναῖοι ἔπραξαν, τὴν πόλιν αὐτῶν ἐρημώσαντες καὶ ναυσὶ κινδυνεύσαντες τολμᾶν: σὺν τόλμῃ πράττειν. <!-- 3.56.7 -->γιγνώσκοντας: ὑμᾶς τοὺς Λακεδαιμονίους βέβαιον τὴν χάριν: καὶ ἐν τῇ αʹ ὁ Κερκυραῖος «καὶ τὴν χάριν βέβαιον ἕξουσι» ἔχωσι: παρέχωσι. <!-- 3.57.1 -->μὴ τὰ εἰκότα: οὐχὶ δίκαια. οὐ γὰρ ἀφανῆ: Ὅμηρος·
Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα  
ἐπαινούμενοι δέ: ὑμεῖς ἀνδρῶν ἀγαθῶν πέρι: ἡμῶν δηλονότι τῶν Πλαταιέων αὐτοὺς ἀμείνους ὄντας: ἀντὶ τοῦ ὑμᾶς τοὺς λακεδαιμονίους. ὅρα δὲ πῶς κολακεύει λανθανόντως τοὺς Λάκωνας ἀνατεθῆναι: ἀπὸ κοινοῦ τὸ μὴ οὐκ ἀποδέξωνται <!-- 3.57.2 -->ἐς τὸν τρίποδα: τὸν ἐκ τῶν Μηδικῶν σκύλων, ὃν ὁ Παυσανίας ἐποίησε <!-- 3.57.3 -->Θηβαίων ἡσσώμεθα: διὰ τοὺς Θηβαίους καταβαλλόμεθα. νῦν δέ: κινδυνεύομεν δηλονότι. <!-- 3.57.4 -->καὶ ἀτιμώρητοι: οὐδεμίαν βοήθειαν ἔχοντες ὑπό τινος. <!-- 3.58.1 -->τῶν ξυμμαχικῶν: τῶν ἐφόρων τῆς ξυμμαχίας τῆς ἡμετέρας. τῆς ἀρετῆς: τῆς ἡμετέρας. τῆς ἐς τοὺς Ἕλληνας: ἀπὸ κοινοῦ τὸ ἕνεκα. τὸ ἑξῆς, ἀξιοῦμεν καμφθῆναι ἀνταπαιτῆσαι: καὶ τοῦτο ἀπὸ τοῦ πρέποντος κομίσασθαι: ἀπὸ κοινοῦ τὸ ἀξιοῦμεν ἄλλοις: τοῖς Θηβαίοις αὐτούς: ὑμᾶς τοὺς Λάκωνας <!-- 3.58.2 -->εὔνους: ὄντας δηλονότι. <!-- 3.58.3 -->τῶν σωμάτων: ἀνωτέρω μὲν ὑπὲρ τῆς πόλεως ἠγωνίζετο, νῦν δὲ καὶ ὑπὲρ τῶν ἑαυτῶν σωμάτων χεῖρας προϊσχομένους: ἱκετεύσαντας. τούτους: τοὺς αὐτομόλους <!-- 3.58.4 -->ἐσθήμασί τε καὶ τοῖς ἄλλοις νομίμοις: ἐσθήματα, τὰ ἐναγίσματα· οὐ γὰρ ἐπὶ ἐσθῆτος νῦν λέγει <!-- 3.58.5 -->τὴν Πλαταιΐδα: τὴν Θηβαΐδα καὶ παρὰ τοῖς αὐθένταις: αὐθένται, οἱ φονεῖς τοῖς φονεῦσιν. αὐθένται κυρίως οἱ αὐτόχειρες καὶ οἱ πολέμιοι· οἱ δὲ νῦν αὐθέντας τοὺς κυρίους καὶ δεσπότας. αὐθέντας δὲ λέγει τοὺς Θηβαίους πρὸς δέ: πρὸς τοῖς εἰρημένοις. τῶν ἑσσαμένων: ἱδρυσαμένων ἀφαιρήσεσθε: ζημιώσετε. <!-- 3.59.1 -->οὐ πρὸς τῆς ὑμετέρας δόξης: οὐχ ἅπτεται τῆς ὑμετέρας δόξης. ὅρα πάλιν πῶς κολακεύει φείσασθαι δέ: ἀπὸ κοινοῦ τὸ οὐ πρὸς τῆς ὑμετέρας δόξης οἷοι: τουτέστιν εὐεργέται τῆς Ἑλλάδος καὶ ὑμῶν αὐτῶν, διὰ τὰ ἐν Ἰθώμῃ καὶ ὡς ἀστάθμητον τὸ τῆς ξυμφορᾶς: ἀπὸ τοῦ ἀδόξου καὶ ἀδήλου τῆς τύχης τὸ ἐπιχείρημα· ἐν ᾧ καὶ εἰσβολὴ αἰδοῦς καὶ ἐλέου <!-- 3.59.2 -->ἡ χρεία: ἡ ἀνάγκη. τοὺς ὁμοβωμίους: τοὺς τιμωμένους ἐν τοῖς αὐτοῖς καὶ ὁμοίοις βωμοῖς. τῶν πατρῴων τάφων: ἕνεκα δηλονότι. τοὺς κεκμηκότας: τοὺς νεκρούς. Ὅμηρος·
καὶ οἳ ὑπένερθε καμόντας  
<!-- 3.59.3 -->ὅπερ δέ ...: οἱ ἐπίλογοι ἀναγκαῖον: χρήσιμον. λόγου τελευτᾶν: ἤγουν κατὰ τὸ τέλος τοῦ λόγου εἰπεῖν. τῷ αἰσχίστῳ ὀλέθρῳ λιμῷ: Ὅμηρος· Λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν <!-- 3.60.1 -->ἐκείνοις: τοῖς Πλαταιεῦσι. αὐτῶν: τῶν Θηβαίων. ὡς δʼ ἐκέλευσαν: οἱ Λακεδαιμόνιοι. <!-- 3.61.1 -->τοὺς μὲν λόγους: δημηγορία Θηβαίων ἐν τῇ παρούσῃ τετάρτῃ τῶν ἱστοριῶν ἕκτη τὴν τάξιν, τῶν δὲ Θηβαίων πρώτη  … οὓς μέλλομεν ἐρεῖν δηλονότι. αὐτοί: οἱ Πλαταιεῖς ἐπὶ ἡμᾶς: καθʼ ἡμῶν. ἐπʼ ἡμᾶς:
Μηδεὶς ἐπʼ ἠμᾶς τῶν σοφῶν ἀποξέσῃ,  
ποιῶν ἐφʼ ἡμᾶς, ὡς ἀνορθοῖ τὴν βίβλον,  
ὥς τις τὸ πρὶν ὤρθωσε τὴν τοῦ Ἡροδότου.  
Τοὺς Αἰολεῖς, Ἴωνας ὁ Τζέτζης λέγει  
ψιλοῦν τὰ πάντα καὶ γράφειν ὥσπερ τόδε·  
ἡ Θηβαῒς δʼ αὖ Αἰολὶς γλῶσσα λόγοις.  
Τεθηπέναι λέγει δὲ τὸν Θουκυδίδην  
λέξιν μίαν γράψαντα Θηβαίων γένους,  
ἔχοντα πολλὰς τῇ γραφῇ παραφέρειν,  
ὔμμες λέγοντα, καὶ νύμους δὲ τοὺς νόμους,  
καὶ λοιδορεῦντες, καὶ βιάσειν, καὶ πόσα  
αὐτῶν: ἑαυτῶν, τῶν Πλαταιέων ᾐτιασμένων: δεδρασμένων, ᾐτιασμένων, ὡς τὸ ἠναγκασμένων. καὶ τὸ χνοῶντες, χνοάζοντες, αἰτιῶντες, αἰτιάζοντες· οὕτω καὶ ταῦτα, αἰτιῶ, αἰτιάζω, δρῶ, δράζω ὧν: τῶν Μηδικῶν πρὸς μὲν τά: πρὸς τὰ ἡμῶν κατηγορηθέντα πρός τινα. ἡ ἡμετέρα—κακία: ταῦτα εἰρωνικῶς λέγει ὁ Θηβαῖος· οὐ γὰρ ἔχει τοιοῦτον φρόνημα, ὡς ἐκ τῶν ἑπομένων ἐστὶ δῆλον· ὡς καὶ Ὅμηρος ποιεῖ τὸν Ἕκτορα λέγοντα πρὸς τὸν Ἀχιλλέα· Οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων ἡ δοκοῦσα παρʼ αὐτοῖς κακία. <!-- 3.61.2 -->αὐτοῖς: τοῖς Πλαταιεῦσιν. ὕστερον τῆς ἄλλης Βοιωτίας: μετὰ τὴν συνοίκισιν τῆς ἄλλης Βοιωτίας. οὗτοι: οἱ Πλαταιεῖς ἔξω: ἀντὶ τοῦ ἄνευ. προσηναγκάζοντο: ἐμμένειν τοῖς πατρίοις ἔθεσι. <!-- 3.62.1 -->ἡμᾶς λοιδοροῦσιν: μηδίσαντας δηλονότι. <!-- 3.62.2 -->ἡμεῖς δὲ μηδίσαι ...: ἀπὸ τῆς γνώμης καὶ αἰτίας ἡ λύσις τοῦ εὐεργετήματος τῇ αὐτῇ ἰδέᾳ: τῇ αὐτῇ ὑποθέσει. ἀττικίσαι: τὰ τῶν Ἀττικῶν φρονῆσαι ὥσπερ ἡμεῖς μόνοι ἐμηδίσαμεν, οὕτω καὶ οὗτοι μόνοι ἠττίκισαν <!-- 3.62.3 -->ἡμῖν μὲν γάρ ...: ἡ λύσις τοῦ ἁμαρτήματος συγγνωμονική κατʼ ὀλιγαρχίαν: τουτέστι κατὰ ἀριστοκρατίαν τῷ σωφρονεστάτῳ: τουτέστι τοῖς σώφροσιν ἀνδράσιν ὀλίγων ἀνδρῶν: Ἀτταγίνου καὶ τῶν ἄλλων ἀνδρῶν τῶν μηδισάντων μάλιστα <!-- 3.62.4 -->ἰσχύϊ: βίᾳ. αὐτόν: τὸν βάρβαρον οὐδʼ ἄξιον αὐτῇ ὀνειδίσαι: μετάθεσις αἰτίας τοῦ μηδισμοῦ· μεθίστα γὰρ τὴν αἰτίαν εἰς τοὺς τῶν Θηβαίων δυνατωτέρους. <!-- 3.62.5 -->ἔλαβε: ἡ πόλις ἔλαβεν ἡμῶν σκέψασθαι χρή ...: τὸ ἑξῆς, σκέψασθαι χρή, εἰ μαχόμενοι ἠλευθερώσαμεν, νῦν προθύμως συνελευθεροῦμεν αὐτούς: τοὺς Ἀθηναίους τοὺς ἄλλους: Ἕλληνας δηλονότι. <!-- 3.63.1 -->μᾶλλον: ἡμῶν δηλονότι. ἀξιώτεροι ... ζημίας: ἄξιοι πᾶσαν ζημίαν παθεῖν. <!-- 3.63.2 -->αὐτούς: τοὺς Ἀθηναίους ἄλλοις: Ἕλλησι δηλονότι. ὑπάρχον: ἀντὶ τοῦ δυνατὸν ἦν ὑμῖν παραιτεῖσθαι. εἴ τι καὶ ἄκοντες ...: ὁ νοῦς τοιοῦτος· εἰ ἀκουσίως τοῖς Ἀθηναίοις συνεμαχεῖτε καὶ κατεδουλοῦτε τοὺς Ἕλληνας, ἔδει ὑμᾶς προσδραμεῖν τοῖς Λακεδαιμονίοις· καὶ ἐκεῖνοι, διὰ τὴν ἐπὶ τῷ Μήδῳ συμμαχίαν ὑμῶν καὶ προθυμίαν, ἣν ἀεὶ προβάλλεσθε καὶ καυχᾶσθε, οὐκ ἂν ὑμᾶς παρεχώρησαν ὑφʼ ἡμῶν τι παθεῖν προσήγεσθε: ἐδουλοῦσθε. <!-- 3.63.3 -->πολὺ δέ γε αἴσχιον ...: δευτέρα λύσις τοῦ ἀπρεποῦς τῷ ἔτι ἀπρεπεστέρῳ τοὺς μέν: τοὺς Ἀθηναίους. τοὺς δέ: τοὺς ἄλλους Ἕλληνας <!-- 3.63.4 -->αὐτοῖς: τοῖς Ἀθηναίοις ὑμεῖς μὲν γάρ: οἱ Πλαταιεῖς ἀντίστροφον κῶλον ἐπηγάγεσθε: ἐφειλκύσατε, εἰς τὸ βοηθῆσαι ὑμῖν δηλονότι. αἰσχρὸν μᾶλλον ...: αἰσχρὸν μᾶλλον τὰς ὀφειληθείσας χάριτας μετὰ δικαιοσύνης, εἰς ἀδικίαν δὲ ἀποδιδομένας, ἢ τὰς ὁμοίας χάριτας ἀντιδιδόναι λείπει ἡ οὔ, ἵνʼ ᾖ οὕτω, καίτοι τὰς ὁμοίας χάριτας μὴ ἀντιδιδόναι οὐκ αἰσχρὸν μᾶλλον ἢ τὰς μετὰ καὶ ἑξῆς  … <!-- 3.64.1 -->ὑμεῖς δέ: οἱ Πλαταιεῖς. τοῖς δέ: τοῖς Ἕλλησιν. <!-- 3.64.2 -->ἀφʼ ὧν: πραγμάτων, οἷον προθυμίας καὶ ἀνδρείας τῶν ἔργων ἢ τῶν ἀπὸ τούτων κινδύνων. διʼ ἑτέρους: τοὺς Ἀθηναίους. εἵλεσθε: προτιμοτέρους ἐποιήσατε εἰς τὸ ξυμμαχεῖν αὐτοῖς. <!-- 3.64.3 -->μέχρι τοῦ δεῦρο: ἔχετε δηλονότι. καὶ οὐδενὸς ὑμᾶς βιασαμένου, ὥσπερ ἡμᾶς: προεῖπε γὰρ ὅτι ὑπὸ ὀλίγων αὐτοκρατόρων ἐτυραννούμεθα ὥσπερ ἡμᾶς: ἐβιάσατο δηλονότι. μηδετέροις: τοῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις. <!-- 3.64.4 -->τίνες ἂν οὖν ὑμῶν: ἀντὶ τοῦ οὐδεὶς τὸ τίνες ἂν ὑμῶν πᾶσι τοῖς Ἕλλησι: λείπει ἡ ὑπό. ἐπὶ τῷ ἐκείνων κακῷ: τουτέστι τῶν Ἑλλήνων τῇ δουλώσει ποτέ: ἐπὶ τῶν Μηδικῶν οὐ προσήκοντα: τῇ αὐτῶν φύσει δηλονότι. ἡ φύσις: ἡ ὑμετέρα <!-- 3.65.1 -->ἃ δὲ τελευταῖα: τὸ δεύτερον ἀντιληπτικὸν τῶν Πλαταιέων ἐντεῦθεν λύει ἐπὶ τὴν ὑμετέραν πόλιν: κατὰ τῆς ὑμετέρας πόλεως. οὐ νομίζομεν: οὐ βεβαίως δοξάζομεν. <!-- 3.65.2 -->εἰ μέν: ὁριστικόν εἰ δέ: μεταστατικόν ἄνδρες ὑμῶν: οἱ περὶ Ναυκλείδην ἐπεκαλέσαντο: προσήγαγον, ἐφειλκύσαντο. οἱ γὰρ ἄγοντες: οἱ ἄξαντες. <!-- 3.65.3 -->ἀλλʼ οὔτʼ ἐκεῖνοι ...: τὸ ἑξῆς, ἀλλʼ οὔτε ἐκεῖνοι, οὔτε ἡμεῖς, ἀδικοῦμεν δηλονότι. τὸ δὲ ὡς ἡμεῖς κρίνομεν διὰ μέσου πλείω: περισσοτέρως. παραβαλλόμενοι: ῥιψοκινδυνοῦντες. τούς τε ὑμῶν χείρους: ἀδίκους. μηκέτι μᾶλλον γενέσθαι: χείρους δηλονότι. σωφρονισταὶ ὄντες τῆς γνώμης ...: ὠφελοῦντες καὶ τὰς γνώμας καὶ τὰ σώματα, τὰς μὲν γνώμας, ἵνα μὴ κακῶς βουλεύωνται, τὰ δὲ σώματα, ἵνα μὴ διαρπάζωσιν ἀλλήλους μηδʼ ἐξελαύνωσι, μηδὲ κακῶς ποιῶσι πολῖται πολίτας· ἵνα λάβωμεν τὸ σωφρονεῖν ἀντὶ τῆς ὠφελείας  … τὴν ξυγγένειαν: τὴν τῶν Βοιωτῶν οὐδενί: τῶν Ἑλλήνων. <!-- 3.66.1 -->τεκμήριον: τὸ ῥηθησόμενον. <!-- 3.66.2 -->κατανοήσαντες: καταμαθόντες. ἀνεπιεικέστερον: ἀπανθρωπότερον. λόγοις τε: τόνους ἐῶ γράφειν τε καὶ, στο, μυρία  … χεῖρας προϊσχομένους: ἤγουν ἱκέτας γενομένους. <!-- 3.66.4 -->οὗτοι: οἱ Λακεδαιμόνιοι. <!-- 3.67.1 -->ἵνα ὑμεῖς μέν ...: κεφάλαιον τὸ δίκαιον· ᾧ ἐπήγαγε τὴν ἐκβολὴν τῆς αἰδοῦς, ἧς ἡ ἀρχὴ «Καὶ μὴ παλαιὰς ἀρετάς» τετιμωρημένοι: κολάσαντες αὐτούς. <!-- 3.67.2 -->ἐπικλασθῆτε: χαυνωθῆτε. ἅς: τὰς ἀρετάς. τοῖς δὲ αἰσχρόν τι δρῶσι ...: Ἡσίοδος
Ὑμεῖς δὲ κακώτερα τεξείεσθε  
οὐκ ἐκ προσηκόντων: ὅτι ἀντʼ ἀγαθῶν κακοὶ γεγένηνται, οὐ προσήκοντος αὐτοῖς τοῦ ἁμαρτάνειν διὰ τὴν ἐξ ἀρχῆς ἀνδραγαθίαν  … μηδὲ ὀλοφυρμῷ: ἐλέου ἐκβολή <!-- 3.67.4 -->οἱ δὲ δικαίως: ἐπανάληψις τοῦ ἀντεγκλήματος ἐπίχαρτοι εἶναι: ὧν τῷ ὀλέθρῳ ὀφείλει πάντας ἀνθρώπους ἐπιχαρῆναι. <!-- 3.67.5 -->τὴν νῦν ἐρημίαν: τοῦτο πρὸς τὸν λόγον τῶν Πλαταιέων ὃν εἶπον «Καὶ περιεώσμεθα ἐκ πάντων ἔρημοι καὶ ἀτιμώρητοι». ξυμβάσεως: φιλίας. <!-- 3.67.6 -->ἀμύνατε οὖν: οἱ ἐπίλογοι τῷ τῶν Ἑλλήνων νόμῳ: τῷ κελεύοντι παρὰ τὰς σπονδὰς μηδένα ἀναιρεῖν παραβαθέντι: ἀθετηθέντι. περιωσθῶμεν: ἀπωσθῶμεν περιυβρισμένοι. τοὺς ἀγῶνας: περιττεύει τὸ τούς ἄρθρον κατὰ Ἀττικὴν συνήθειαν· οἷον, οὐ προθήσετε λόγων ἀγῶνας, τοῖς Πλαταιεῦσι δηλονότι, ἀλλʼ ἔργων. προθήσοντες: προθέμενοι. ἁμαρτανομένων δέ: ἐσφαλμένων δὲ τῶν ἔργων. <!-- 3.67.7 -->κεφαλαιώσαντες πρὸς τοὺς ξύμπαντας ...: ἀντὶ τοῦ κεφαλαιώσαντες πρὸς πάντας τοὺς συμμάχους, προθέντες καὶ ὁρίσαντες κρίσεις καὶ δηλώσεις ποιήσησθε φ <!-- 3.68.1 -->τόν τε ἄλλον χρόνον: πρὸ τοῦ πολέμου τούτου φ μετὰ τὸν Μῆδον: μετὰ τὸν πόλεμον τοῦ Μήδου. προείχοντο: προεβάλλοντο. κοινοὺς εἶναι: τουτέστιν Ἀθηναίων καὶ Λακεδαιμονίων, κατὰ τὸν Ἀρχιδάμου πρὸς αὐτοὺς ἐν τῇ δευτέρᾳ  … λόγον φ κατʼ ἐκεῖνα: τὰ τοῦ Παυσανίου δηλονότι φ ἔκσπονδοι ἤδη: γενόμενοι. <!-- 3.68.2 -->τὸ αὐτό: ἐρώτημα δηλονότι. ἐξαίρετον: ἐκβεβλημένον τοῦ φόνου. <!-- 3.68.3 -->τὰ σφέτερα: τὰ τῶν Θηβαίων. πρὸς τῷ Ἡραίῳ: πλησίον τοῦ ναοῦ τῆς Ἥρας. τὴν δὲ γῆν δημοσιώσαντες: δημοσιῶσαι, δημοσίαν ποιῆσαι ἀπεμίσθωσαν: ἐπὶ μισθῷ δεδώκασιν. <!-- 3.68.5 -->ἀποτετραμμένοι ἐγένοντο: ἀπὸ τῆς φιλίας ἐκείνων ἀπέστησαν. ἐπειδή: αἰτία  … ἀφʼ οὗ. <!-- 3.69.1 -->χειμασθεῖσαι: τὸν χειμῶνα διαβιβάσασαι. καὶ ἀπʼ αὐτῆς: περιττὸς ὁ καί  … <!-- 3.69.2 -->πρὸς ταῦτα: πρὸς τὸ ἐπιπλεῦσαι κατὰ τῶν Κερκυραίων στασιαζόντων. <!-- 3.70.1 -->περὶ Ἐπίδαμνον ναυμαχιῶν: οὐχ ὅτι γεγόνεν ἐν Ἐπιδάμνῳ ναυμαχία, ἀλλὰ διὰ τὴν αἰτίαν τῆς Ἐπιδάμνου ἐν τοῖς Συβότοις, ὅτε ἐζώγρησαν Κορίνθιοι οὐκ ἐλάσσους χιλίων Κερκυραίων τοῖς προξένοις διηγγυημένοι: διεγγύᾳ τῶν προξένων. μετιόντες: ὑποποιούμενοι. <!-- 3.70.2 -->τὰ ξυγκείμενα: τὰ συμπεφωνημένα. <!-- 3.70.3 -->ἐθελοπρόξενος: ὁ δημόσιος φίλος ἀφʼ ἑαυτοῦ γενόμενος καὶ μὴ κελευσθεὶς ἐκ τῆς πόλεως. οἱ γὰρ πρόξενοι κελευόμενοι ἐκ τῆς ἑαυτῶν πόλεως ἐγίνοντο οὗτοι οἱ ἄνδρες: οἱ ἀπὸ Κορίνθου ἐπανελθόντες, οἱ προδόται <!-- 3.70.4 -->ἀνθυπάγει: ἀντεγκαλεῖ. τοῦ Ἀλκίνου: σημείωσαι ὅτι τὴν Κέρκυραν ᾤκουν οἱ Φαίακες <!-- 3.70.5 -->βουλῆς: σημείωσαι βουλῆς ὁ βουλευτής· καὶ ἡ γενικὴ τοῦ βουλῆντος πείθει: τοὺς Κερκυραίους <!-- 3.70.6 -->οἱ δέ: οἱ πέντε ἄνδρες ἐξείργοντο: ἐξέπιπτον τῆς βουλήσεως αὐτῶν. <!-- 3.71.1 -->δράσαντες δέ: οἱ πέντε ἄνδρες τὸ δὲ πλέον: πλῆθος δηλονότι. <!-- 3.71.2 -->ὡς ξυνέφερε: αὐτοῖς δηλονότι. πείσοντας: οὐχὶ τοὺς Ἀθηναίους, ἀλλὰ τοὺς τῷ Πειθίᾳ τῆς αὐτῆς γνώμης, οὓς προεῖπε ἀνεπιτήδειον: τῇ Κερκύρᾳ ἐπιστροφή: φροντίς, θόρυβος. <!-- 3.72.2 -->ἐν δὲ τούτῳ: τῷ καιρῷ δηλονότι. οἱ ἔχοντες τὰ πράγματα: οἱ δυνατοὶ καὶ πλούσιοι <!-- 3.72.3 -->ἱδρύθη: ἐκαθέσθη ἐν ἀσφαλείᾳ. εἶχον: εἰς ἀσφάλειαν ἑαυτῶν δηλονότι. οἱ δὲ: οἱ δυνατοὶ καὶ ἔχοντες τὰ πράγματα <!-- 3.73.1 -->τοῖς δʼ ἑτέροις: τοῖς πλουσίοις. <!-- 3.74.1 -->διαλιπούσης δʼ ἡμέρας: παρελθούσης ἡμέρας μιᾶς. πλήθει: λαοῦ δηλονότι. αἵ τε γυναῖκες: Ὅμηρος·
Ἠὲ γυναικός, ἣ οὖκ οἶδε πολεμήϊα ἔργα  
ξυνεπελάβοντο: ἐβοήθησαν, συνεφήψαντο. τῷ κεράμῳ: ἤγουν ταῖς κεραμίσι. παρὰ φύσιν ὑπομένουσαι: ἤγουν τολμῶσαι παρὰ φύσιν. <!-- 3.74.2 -->περὶ δείλην ὀψίαν: ἤγουν τοῦ ἡλίου περὶ δυσμὰς ὄντος. οἱ ὀλίγοι: οἱ μὲν γὰρ προιστάμενοι τῶν Κερκυραίων ᾑροῦντο τὴν τῶν Ἀθηναίων συμμαχίαν, οἱ δὲ λοιποί, ἐλάττους ὄντες, τοὺς Λάκωνας. ὀλίγους γὰρ ἐνταῦθα λέγει οὐ τὸ πλῆθος ὄντας ὀλίγους, ἀλλὰ τῇ δυνάμει, ὡς ἂν εἴποι τις, οὐ τῷ πόσῳ, ἀλλὰ τῇ ποιότητι. αὐτοβοεί: ἤγουν ἀπὸ μιᾶς βοῆς. ἐπελθών: ἐπιθετικῶς κινηθείς. καὶ σφᾶς: τοὺς ὀλίγους. ἔφοδος: ἐπέλευσις τῶν δημοτῶν κατὰ τῶν ὀλίγων. φειδόμενοι οὔτε: οὐκ ἀπεχόμενοι. ἐκινδύνευσε: ἐν χρῷ τοῦ κινδύνου ἐγένετο. <!-- 3.74.3 -->ὑπεξανήγετο: ὑπεξῆλθε. <!-- 3.75.2 -->ἀποπλεύσεσθαι: ἀποχωρήσειν τῆς Κερκύρας. τῶν αὐτοῦ: ἀπὸ τῶν νεῶν. ἧσσόν τι: ἀντὶ τοῦ οὐδʼ ὅλως· ἢ ἔλαττον. <!-- 3.75.3 -->κατέλεγον: καταλέγοντες ἐνέβαλλον. καθίζουσιν: ἱκέται δηλονότι. <!-- 3.75.4 -->οὐκ ἔπειθεν: ἀνίστασθαι. ὑγιές: ὀρθόν, ἀληθές. <!-- 3.75.5 -->διακομίζει: διαπερᾷ. ἐκεῖσε: εἰς τὴν νῆσον. <!-- 3.76.1 -->τῆς δὲ στάσεως ἐν τούτῳ οὔσης: οὔπω καταλλαγῆς γενομένης. ἐν τούτῳ: τῷ πράγματι, τῷ δεινῷ. διακομιδήν: διαπεραίωσιν. Πελοποννησίων νῆες: αἱ τεσσαράκοντα, ὧν Ἀλκίδας ἐστρατήγει, καὶ αἱ λοιπαὶ Λευκάδιαι, ἃς εἴρηκεν ἐς Σύβοτα λιμένα τῆς ἠπείρου: τὸν ἔρημον, οὗ μέμνηται ὁ συγγραφεὺς ἐν τῇ πρώτῃ φ ἐπέπλεον τῇ Κερκύρᾳ: κατὰ τῆς Κερκύρας ἔπλεον. <!-- 3.77.1 -->οἱ δέ: οἱ Κερκυραῖοι σφᾶς: τοὺς Ἀθηναίους. <!-- 3.77.2 -->πρὸς τοῖς πολεμίοις: πλησίον τῶν πολεμίων. ηὐτομόλησαν: πρὸς τοὺς ἐναντίους. ἀλλήλοις: οὐχὶ τοῖς ἐναντίοις τῶν ποιουμένων: τῶν γινομένων πραγμάτων. <!-- 3.77.3 -->τὴν ταραχήν: τῶν Κερκυραίων τὴν ἀσυνταξίαν. πρὸς τοὺς Κερκυραίους ἐτάξαντο: κατὰ τῶν Κερκυραίων παρετάξαντο. πρὸς τὰς δώδεκα ναῦς: παρετάξαντο δηλονότι. <!-- 3.78.1 -->κακῶς τε καὶ κατʼ ὀλίγας: ἀτάκτως καὶ μετὰ ὀλίγων νεῶν. ἐταλαιπωροῦντο: ἔπασχον κακῶς οἱ Κερκυραῖοι. τὸ πλῆθος: τῶν νεῶν τῶν Πελοποννησίων. τὴν περικύκλωσιν: τὸ περικυκλωθῆναι ὑπὸ τῶν Πελοποννησίων. ἁθρόαις μέν: ταῖς ἐναντίαις ναυσί. <!-- 3.78.2 -->γνόντες δέ: οἱ Πελοποννήσιοι <!-- 3.78.3 -->οἱ δʼ: οἱ Ἀθηναῖοι. <!-- 3.79.1 -->κρατοῦντες οἱ πολέμιοι: τῇ ναυμαχίᾳ οἱ Πελοποννήσιοι. <!-- 3.79.2 -->οἱ δʼ: οἱ Πελοποννήσιοι ἐς τὴν ἤπειρον: εἰς τὰ Σύβοτα <!-- 3.79.3 -->ἐπὶ μὲν τὴν πόλιν: κατὰ τῆς πόλεως· ἤγουν τῶν πολιτῶν. οὐδὲν μᾶλλον: οὐδὲ ὅλως ὄντας: σημείωσαι τὴν σύνταξιν <!-- 3.80.1 -->ἐπλήρωσαν γὰρ ὅμως τριάκοντα: προσδεχόμενοι τὸν ἐπίπλουν <!-- 3.80.2 -->ὑπὸ νύκτα αὐτοῖς ἐφρυκτωρήθησαν: ἀντὶ τοῦ ἀρχομένης ἡμέρας διὰ πυρσῶν ἐμηνύθησαν διὰ φρυκτοῦ ἐμηνύθησαν. <!-- 3.81.1 -->ἐκομίζοντο ἐπʼ οἴκου: ἐπεραιοῦντο. ὑπερενεγκόντες: ὑπερβιβάσαντες. τὸ ἔργον ἡρωϊκόν φ ὅπως μὴ περιπλέοντες ὀφθῶσιν: ἵνα μὴ περιπλέοντες ἔξωθεν τὴν Λευκάδα καὶ τὸν ἰσθμὸν φωραθῶσιν ὑπὸ τῶν Ἀθηναίων  … ἀποκομίζονται: ἀποπλέουσιν. <!-- 3.81.2 -->οἰχομένας: ἀποπλευσάσας. τούς τε Μεσσηνίους: οὓς ὁ Νικόστρατος ἐκ Ναυπάκτου πεντακοσίους ἤγαγεν  … ἐπλήρωσαν: ἀνδρῶν δηλονότι. ἐν ὅσῳ: χρόνῳ δηλονότι. περιεκομίζοντο: περιέπλεον. λάβοιεν: ἀντὶ τοῦ ἔλαβον. <!-- 3.81.3 -->ἀλλήλους: νῦν ἀντὶ τοῦ ἑαυτούς  … ἐκ τῶν δένδρων τινές: μετεωριζόμενοι δηλονότι. <!-- 3.81.4 -->ἡμέρας τε ἑπτά: ἤγουν καθʼ ἡμέρας τε ἑπτά. σφῶν αὐτῶν: ἤγουν ἑαυτῶν. τὴν μὲν αἰτίαν ἐπιφέροντες: τὸ ἔγκλημα. ἤγουν ἐγκαλοῦντες ἔγκλημα κοινὸν τὴν κατάλυσιν τοῦ δήμου. καὶ ἄλλοι: ἀπέθανον δηλονότι. ὑπὸ τῶν λαβόντων: τὰ χρήματα. τῶν δανεισαμένων. <!-- 3.81.5 -->καὶ οἷον φιλεῖ ...: πάντα τὰ εἰωθότα ἐν στάσει γίνεσθαι τότε συνέβη, καὶ ἄλλα δὲ περισσότερα ἐν ταύτῃ τῇ στάσει, ὥστε ὑπὲρ πάσας τὰς ἄλλας ἐγένετο καὶ οἷον ἔθος ἐστὶν ἐν τοιαύτῃ στάσει. οὐδὲν ὅ τι οὐ: ἀντὶ τοῦ πᾶν. πρός: ἀντὶ τοῦ ἐν. περιοικοδομηθέντες: κτίσμασι περιληφθέντες. ἐν τοῦ ...: τὸ ἑξῆς, ἐν τῷ ἱερῷ τοῦ Διονύσου <!-- 3.82.1 -->οὕτως ὠμή ...: ἀντὶ τοῦ εἰς ὠμότητα πολλὴν ἡ στάσις προεχώρησε· καὶ μᾶλλον, φησίν, ὠμὴ ἔδοξεν ἤπερ ἐγένετο, ἐπειδὴ πρώτη ἐν τῷ πολέμῳ γενομένη ἐξένισεν αὐτούς, παρὰ τὸ εἰωθὸς γενομένη  … ἐν τοῖς: ἤγουν τοῖς Κερκυραίοις. ὕστερον: ἤγουν μετʼ ἐκείνην. πᾶν τὸ Ἑλληνικόν: ἀντὶ τοῦ πάντες οἱ Ἕλληνες. ἐπάγεσθαι: λείπει τὸ ἀξιούντων  … τοὺς Λακεδαιμονίους: εἰκότως οἱ ὀλιγαρχικοὶ τοὺς Λακεδαιμονίους ἐπεκαλοῦντο, ἐσπουδακότας ὀλιγαρχεῖσθαι τὰς πόλεις  … οὐκ ἂν ἐχόντων πρόφασιν ...: ἀντὶ τοῦ αἰτίαν οὐκ ἐχόντων πρὸ τοῦ πολέμου καλεῖν αὐτοὺς τῶν Ἑλλήνων, νῦν δὲ λαβόντων ἀφορμὴν διὰ τὸ ἐχθροὺς εἶναι ἀλλήλοις Λακεδαιμονίους καὶ Ἀθηναίους  … καὶ ξυμμαχίας ἅμα ...: ἡ διάνοια τοιαύτη· οἱ προεστῶτες τῶν δήμων καὶ οἱ ὀλιγαρχικοὶ ῥᾳδίως ἑκάτεροι παρὰ Ἀθηναίων καὶ Λακεδαιμονίων ἐπήγοντο, διὰ προσποίησιν συμμαχίας δύναμιν ἑαυτοῖς περιποιούμενοι, τῶν μὲν Ἀθηναίων ἑτοίμως ὑπακουόντων τοῖς δημοτικοῖς, ἵνα προσποιήσωνται συμμαχοὺς αὐτοὺς καὶ διʼ αὐτῶν βλάψωσι Λακεδαιμονίους, τῶν δὲ Λακεδαιμονίων ὁμοίως τοῖς ὀλιγαρχικοῖς διὰ τὸ αὐτό  … σφίσιν αὐτοῖς: ἤγουν ἑαυτῶν. προσποιήσει: κτήσει βοηθείας. πορίσει. <!-- 3.82.2 -->ἐπέπεσε: συνέβη. πολλά: κακὰ δηλονότι. καὶ χαλεπά: ἤγουν οὐ ῥᾴδια ἐνεγκεῖν τοὺς πάσχοντας. κατὰ στάσιν: ἀντὶ τοῦ διὰ στάσιν. γιγνόμενα μέν: ὡς τῇ φύσει ἑπόμενα. ἡ αὐτὴ φύσις: ἤγουν καθὸ τρεπτή. μᾶλλον δέ: μᾶλλον δὲ καὶ ἧττον. οἷον εἰπεῖν, ἐν ἄλλῃ πόλει μᾶλλον, ἐν ἄλλῃ δὲ ἧττον, ἤτοι πῇ μὲν πλέον, πῇ δὲ ἔλαττον, ὡς συνέβαινεν ἑκασταχοῦ  … καὶ ἡσυχαίτερα: ἤγουν ἠρέμα καὶ κατʼ ὀλίγον ἐπερχόμενα. τοῖς εἴδεσι: τρόποις. ὡς ἂν ...: ὡς ἂν αἱ τύχαι καὶ αἱ μεταβολαὶ πίπτωσι  … καὶ οἱ ἰδιῶται ἀμείνους τὰς γνώμας ἔχουσι: οἱ ἰδιάζοντες ἀνειμένας ἔχουσι τὰς γνώμας. ἐς ἀκουσίους ἀνάγκας: ἀκούσιον ἀνάγκην τὴν διʼ ἀπορίαν γιγνομένην λέγει  … ἤγουν διὰ τὸ μὴ ἀναγκάζεσθαι περιπίπτειν ἀκουσίοις πράγμασι. ὁ δὲ πόλεμος: ἔκρασις στάσεως τῆς Κερκυραίων τοῦ καθʼ ἡμέραν: βίου δηλονότι. πρὸς τὰ παρόντα: πρὸς τὴν παροῦσαν κατάστασιν. πρὸς τὰ παρόντα ... ὁμοιοῖ: τοῖς παροῦσιν ἐξομοιοῖ τὰς γνώμας. νῦν γὰρ ὀργὰς τὰς γνώμας καὶ τοὺς τρόπους ἐκάλεσεν  … <!-- 3.82.3 -->ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων: ἐστασίαζον αἱ πόλεις, καὶ αἱ ὕστερον τῶν ἄλλων στασιάζουσαι, οἷα προπεπυσμέναι τὰς ἑτέρωθι στάσεις, ἐπὶ τοῦτο ἐφέροντο καὶ ἔρρεπον ταῖς διανοίαις, ὥστε κατὰ πολὺ ὑπερβαλέσθαι τὰς ἀλλαχοῦ στάσεις γινομένας  … καὶ τὰ ἐφυστερίζοντά που: τὰ ὕστερον γινόμενα. καινοῦσθαι: καινοτόμα εἶναι. τῶν τʼ ἐπιχειρήσεων: τοῖς τρόποις τῶν ἐπιχειρήσεων καινοῖς εὑρισκομένοις καὶ τῇ δεινότητι τῶν τιμωριῶν φ  … περιτεχνήσει: τῇ κακουργίᾳ. περινοίᾳ. ἀτοπίᾳ: τῷ ἀήθει. <!-- 3.82.4 -->τὴν εἰωθυῖαν ἀξίωσιν ...: τὴν κειμένην, φησί, τῶν ὀνομάτων χρῆσιν ἀντήλλαξαν. καὶ ἐπιφέρει εὐθὺς καθʼ ἕκαστον ἀξίωσιν μὲν τὴν σημασίαν εἶπε, δικαιώσει δὲ ἀντὶ τοῦ τῇ ἑαυτῶν κρίσει. βούλεται δὲ εἰπεῖν ὅτι μετέθεσαν τὰ ὀνόματα· οὐ γάρ, ὡς νενόμιστο πρόσθεν, ἐχρῶντο κατὰ τῶν πραγμάτων, ἀλλὰ μεθήρμοσαν κατὰ τὴν ἑαυτῶν κρίσιν. τὴν μὲν γὰρ ἀλόγιστον τόλμαν — ἥτις καὶ θρασύτης λέγεται — ἀνδρίαν προσηγόρευσαν. τὸ δὲ φιλέταιρος παρελκόντως κεῖται· κέχρηται δὲ αὐτῷ διὰ τὸ προθεῖναι τόλμαν ἀλόγιστον, ἵνα παρίσωσις γένηται  … περιφραστικῶς ἀντὶ τοῦ εἰπεῖν τὰ ὀνόματα εἴρηκε τὴν ἀξίωσιν τῶν ὀνομάτων. τόλμα μὲν γὰρ ἀλόγιστος: τὸ τολμᾶν ἀλογίστως. μέλλησις δὲ προμηθής: τὸ μέλλειν καὶ ἀναβάλλεσθαι μετὰ προμηθείας. μέλλησις δέ ...: τὴν δʼ εὐλάβειαν καὶ τὴν μέλλησιν τὴν διὰ πρόνοιαν γιγνομένην δειλίαν ὠνόμασαν εὐπρεπῆ· τὴν δὲ σωφροσύνην, φησίν, ἀνανδρίας προκάλυμμα ᾤοντο· καὶ τὸ πρὸς πάντα συνετὸν πρὸς πάντα ἀργὸν ἔλεγον· τὸ δὲ μανικῶς ὀξὺ ἀνδρία παρʼ αὐτοῖς ἐνομίζετο  … καὶ τὸ πρὸς ἅπαν ξυνετόν: ἀπὸ κοινοῦ τὸ ἐνομίσθη καὶ τὸ μετὰ συνέσεως ἔρχεσθαι εἰς πᾶν ἔργον. ἐμπλήκτως: μανιωδῶς. ἀνδρός: τῆς ἀνδρείας. ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι: τὸ ἐπὶ πολὺ βουλεύσασθαι διʼ ἀσφάλειαν πρόφασις ἀποτροπῆς ἐνομίζετο  … <!-- 3.82.5 -->αὐτῷ: τῷ γαλεπαίνοντι. καὶ ὑπονοήσας ἔτι δεινότερος: καὶ ὁ ὑπονοήσας ἐπιβουλεύεσθαι ξυνετώτερος ἐνομίζετο  … προβουλεύσας δέ ...: ὁ δὲ προσκοπῶν, ὅπως μήτε ἐπιβουλεύειν μήτʼ ἐπιβουλεύεσθαι ἀνάγκη τις αὐτῷ γένηται, διαλύειν τὴν ἑταιρίαν ὑπωπτεύετο  … ἐκπεπληγμένος: φοβούμενος ἁπλῶς: καθολικῶς φάναι. ὁ φθάσας τὸν μέλλοντα ...: φοβούμενος ἀντὶ τοῦ, ὁ πρὶν παθεῖν ὑπὸ τῶν πολεμίων αὐτὸς προλαβὼν καὶ ποιήσας τοὺς πολεμίους ἐθαυμάζετο. ἢ οὕτως, ὁ τὴν ἑαυτοῦ ἑταιρίαν καὶ πρῶτος τὸν πολέμιον δράσας κακῶς ἐπῃνεῖτο  … ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον: ὁ παρακελευσάμενος τοῖς μὴ διανοουμένοις κακόν τι δρᾶσαι ἐπῃνεῖτο ὁ παρακινήσας, φθάσαι δηλονότι, τὸν μὴ διανοούμενον. <!-- 3.82.6 -->καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ ἑταιρικοῦ ...: καὶ μὴν καὶ οἱ ξυγγενεῖς, φησί, τῶν φίλων ἀλλοτριώτεροι ἐνομίζοντο, διὰ τὸ ἑτοιμότερον τολμᾶν ὑπὲρ τῶν φίλων τοὺς φίλους ἢ τοὺς συγγενεῖς  … οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ...: οὐ γὰρ κατὰ τοὺς κειμένους, φησί, νόμους ὠφελεῖσθαι θέλοντες τὰς τοιαύτας ἐποιοῦντο συστάσεις καὶ ἑταιρίας, ἀλλὰ παρὰ τοὺς ὑπάρχοντας νόμους διὰ πλεονεξίαν φ  … παρὰ τοὺς καθεστῶτας: νόμους δηλονότι. καὶ τὰς ἐς σφᾶς αὐτοὺς πίστεις ...: πιστοί, φησίν, ἦσαν ἀλλήλοις, οὐχ ὅρκους διδόντες, ἀλλὰ κοινῶς τι παράνομον πράξαντες φ  … τῷ κοινῇ τι παρανομῆσαι: τῇ κοινῇ παρανομίᾳ. <!-- 3.82.7 -->τά τε ἀπὸ τῶν ἐναντίων ...: τοῖς ὀρθῶς, φησίν, ὑπὸ τῶν ἐξ ἐναντίας λεγομένοις ἐπείθοντο οὐ διʼ εὐγνωμοσύνην οὐδὲ διʼ ἁπλότητα, ἀλλʼ εἰ ἔργῳ κρείσσους ἦσαν αὐτοὶ τῶν ἐναντίων καὶ ἐν τῷ ἀσφαλεῖ καθεστήκεσαν φ  … γενναιότητι: ἀντὶ τοῦ χρηστότητι καὶ ἁπλότητι. περὶ πλείονος ...: περὶ πλείονος ἐποιοῦντο δρᾶσαί τι κακὸν τοὺς ἐναντίους ἢ αὐτοὶ μὴ παθεῖν. ἀντὶ τῶν ἁπλῶν γὰρ τὸ ἀντιτιμωρήσασθαι καὶ τὸ προπαθεῖν φ  … καὶ ὅρκοι εἴ που ἄρα γένοιντο ...: καὶ ὁπότε, φησίν, ὅρκους παράσχοιεν ἀλλήλοις περὶ διαλλαγῆς, παραυτίκα μόνον ἴσχυον οἱ ὅρκοι, καὶ μέχρι τούτου ἐπίστευον αὐτοῖς, ἕως ἐν ἀπορίᾳ τοῦ ἄλλῳ τινὶ πιστεῦσαι καθεστήκεσαν. ὡς ἂν εἰ ἔλεγεν, εἰ ἦσαν ἐν ἀπορίᾳ τοῦ πιστεῦσαι τῇ ἑαυτῶν δυνάμει καὶ ἐπιθέσθαι τῇ ἑτέρων δυνάμει, ἴσχυον ἐν αὐτοῖς οἱ ὅρκοι· εἰ δὲ συνέβη τινὰ αὐτῶν δυνηθῆναι, παρʼ οὐδὲν θέμενος τοὺς ὅρκους ἐπετίθετο φ  … ἐν δὲ τῷ παρατυχόντι ...: ἐν δὲ τῷ συμβαίνοντι καὶ τῷ μετὰ ταῦτα χρόνῳ ὁ ἀπὸ τύχης ἐσχηκὼς πρῶτος τὸ θαρρῆσαι καὶ δυνηθῆναι ἡδύτερον μᾶλλον διὰ τὴν πίστιν ἐπετίθετο ἤπερ ἐκ τοῦ προφανοῦς μαχόμενος· καὶ τότε μάλιστα ἀσφαλὲς ἐνόμιζε τὸ ἐπιθέσθαι διὰ τὸ ἄφρακτον εὑρεῖν τὸν ἐναντίον τοῦ ὅρκου τῷ θάρρει. καὶ διὰ τοῦτο δὲ ἥδιον μετὰ τὸν ὅρκον ἐτιμωρεῖτο, ὅτι δόξαν φρονήσεως ἐλάμβανε τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ τῇ τέχνῃ περιγενόμενος φ  … ἀμαθεῖς: κακῶν μᾶλλον τοὺς κακούργους συνετοὺς καλοῦσιν ἤπερ τοὺς τῶν κακῶν ἀμαθεῖς ἀγαθούς, καὶ ἡδέως ἔχουσιν οἱ ἄνθρωποι κακοῦργοι εἶναι καὶ δεξιοὶ καλεῖσθαι ἢ ἀμαθεῖς καὶ ἀγαθοί· αἰσχύνονται μὲν γὰρ ἐπὶ τῷ ἀμαθεῖς καὶ ἀγαθοὶ ἀκούειν, ἀγάλλονται δὲ ἐπὶ τῷ κακοῦργοι καὶ δεξιοί φ τῷ μέν: ἐπὶ τῷ ἀμαθεῖς καλεῖσθαι ἐπὶ δὲ τῷ: ἐπὶ τῷ πανοῦργοι <!-- 3.82.8 -->πάντων δʼ αὐτῶν ...: πάντων δὲ τῶν εἰρημένων κακῶν αἴτιον ἦν ἡ ἐπιθυμία τοῦ βούλεσθαι ἄρχειν ἢ τῆς γῆς διὰ πλεονεξίαν καὶ φιλοτιμίαν. ἐκ τούτων δὲ ἡ στάσις ἀρχὴν λαμβάνουσα — φημὶ δὴ τοῦ ἄρχειν καὶ τῆς πλεονεξίας καὶ φιλοτιμίας — ὕστερον λαμβάνει καὶ ἑτέραν τῶν κακῶν αἰτίαν, τὴν τῶν στασιαζόντων προθυμίαν, ὥσπερ εἰς ἔριν ἐρχομένων αὐτῶν τοῦ περιγενέσθαι καὶ μὴ ἡττηθῆναι τῶν ἐναντίων  … ἐκ δʼ αὐτῶν: ἤγουν διʼ αὐτά. οἱ γὰρ ἐν ταῖς πόλεσι προστάντες ...: οἱ γὰρ ἐν ταῖς πόλεσι προϊστάμενοι τῆς δημοκρατίας καὶ τῆς ὀλιγαρχίας, μετὰ ὀνόματος ἑκάτεροι εὐπροσώπου καὶ πιθανοῦ, οἱ μὲν λέγοντες προΐστασθαι τῆς δημοκρατίας τῆς ἐλευθέρας, οἱ δὲ τῆς ἀριστοκρατίας λέγοντες ἀντιποιεῖσθαι τῆς σώφρονος, τὰ μὲν δημόσια νικήσαντες εἶχον, καὶ οὐ μέχρι τοῦ δικαίου καὶ τοῦ συμφέροντος τῇ πόλει τὰς τιμωρίας ἐποιοῦντο. ὑπερβιβάσαι δὲ χρὴ τὸ προστιθέντες καὶ συντάξαι πρὸς τὸ ἀνωτέρω «τὰς τιμωρίας» προστιθέντες  … ἑκάτεροι: ἑκάτερος, ὅταν ὦσι δύο μόνοι· ἑκάτεροι δὲ λέγονται, ὅταν ὦσι πολλοὶ εἰς δύο μεμερισμένοι. εὐπρεποῦς: πιθανοῦ, εὐσχήμονος. πλήθους τε ἰσονομίας: ἤγουν δημοκρατίας. ἆθλα: ἔπαθλα, ἀντὶ τοῦ κέρδη. τὰς τιμωρίας ἔτι μείζους: ἤγουν τιμωρούμενοι ἐπιτεταμένας ἐποίουν. ἢ μετὰ ψήφου ἀδίκου: ἢ καταψηφιζόμενοι, φησίν, ἀδίκως ἀλλήλων, ἢ τῇ χειρὶ καὶ τῇ δυνάμει καὶ τοῖς ὅπλοις κρατοῦντες ἐξεπίμπλασαν τὰς φιλονεικίας, τουτέστιν ἐνεπιμπλῶντο καὶ ἥδοντο τιμωρούμενοι τοὺς ἐχθρούς  … ὥστε εὐσεβείᾳ μέν ...: ὥστε μετʼ εὐσεβείας μὲν πρᾶξαί τι οὐδετέροις φροντὶς ἦν οὐδὲ σπουδή· οἷστισι δὲ συνέβαινεν ἐξαπατήσασι διὰ λόγου τινὸς εὐπρεποῦς πρᾶξαί τι γενναῖον, οὗτοι ἐπῃνοῦντο  … ἐνόμιζον: τὰ νόμιμα ἔπραττον. ἐπιφθόνως τι διαπράξασθαι: ἀντὶ τοῦ φθονούμενον καὶ μέγα· τὰ γὰρ μεγάλα καὶ φθονεῖται ἄμεινον ἤκουον: ἤγουν ἐπῃνοῦντο. τὰ δὲ μέσα τῶν πολιτῶν: ἤγουν οἱ μέσοι πολῖται· ἤγουν οἱ μετὰ τοὺς προστάτας. οἱ δὲ μέσοι, φησί, τῶν πολιτῶν — τουτέστιν οἱ μηδετέρῳ μέρει προστιθέμενοι, μήτε τῷ τῶν δημοκρατικῶν μήτε τῷ τῶν ὀλιγαρχικῶν, ἀλλʼ ἡσυχάζοντες καὶ μὴ θέλοντες στασιάζειν — ὑπʼ ἀμφοτέρων ἐφθείροντο, ἢ ὅτι οὐ συνηγωνίζοντο τοῖς στασιώταις παρακαλοῦσιν ἢ φθονούμενοι ὑπὸ τῶν στασιαζόντων, ὅτι μόνοι ἀπαθεῖς ἦσαν  … ὑπʼ ἀμφοτέρων: τὸ ὑπʼ ἀμφοτέρων εἶπεν οὐχ ὅτι εἰς δύο μερισθέντες οἱ ἐν τῇ πόλει ἐμάχοντο ἀλλήλοις ἀμφότεροι, τοὺς δὲ ὄντας μέσους, ἤτοι τοὺς μηδετέροις ἀκολουθεῖν ἐθέλοντας, ἀμφότεροι ἀπέκτειναν· ἀλλʼ ἐπειδὴ πάσας τὰς πόλεις εἰς δύο ἐμέρισεν  … τοὺς προστάτας αὐτῶν, ὡς λέγει μικρὸν ἄνωθεν, διὰ τοῦτο εἶπε καὶ νῦν ὑπʼ ἀμφοτέρων, εἰς δύο μερισθέντα τὰ τῶν πόλεων βουλόμενος πασῶν ἐνδείξασθαι. <!-- 3.83.1 -->τὸ εὔηθες: τὴν χρηστότητα λέγει ἐνταῦθα εὔηθες. τὸ ἁπλοῦν, τὸ ἀπόνηρον. σημείωσαι ὅτι τὸ εὔηθες ἐπὶ καλοῦ καὶ οἱ ἁπλοῖ τῶν ἀνθρώπων καὶ ἀπόνηροι — οὗτοι δέ εἰσιν οἱ μεγαλοψυχίας μάλιστα καὶ εὐγενείας μετέχοντες — καταγελώμενοι ὑπὸ τῶν στασιαζόντων ἀπώλλυντο· οἱ δὲ ἀπιστοῦντες ἀλλήλοις καὶ παρατεταγμένοι δεινῶς κατʼ ἀλλήλων, ὡς ἐπὶ τὸ πλεῖστον οὗτοι διεσώζοντο διὰ τῆς ἀπιστίας καὶ τῆς παρασκευῆς τὸ δὲ ἀντιτετάχθαι ...: τὸ ἀπιστεῖν ἀλλήλοις, τὸ ἐντεῦθεν ἀντιτάσσεσθαι. ἐπὶ πολὺ διήνεγκεν: κρεῖττον ἐγένετο. <!-- 3.83.2 -->ὁ διαλύσων: ὁ φιλιώσων. ὅρκος φοβερός: θεῖος. κρείσσους δὲ ὄντες ...: ῥέποντες δὲ οἱ ἄνθρωποι τοῖς λογισμοῖς πρὸς τὸ μὴ ἐλπίζειν τινὰ πίστιν καὶ βεβαιότητα προενοοῦντο μᾶλλον, ἵνα μὴ πάθωσιν αὐτοὶ κακῶς. πιστεῦσαι δὲ οὐκ ἐδύναντο· καὶ οἱ ἀσυνετώτεροι ὡς ἐπὶ τὸ πλεῖστον ἤτοι ἐσώζοντο ἢ ἐνίκων <!-- 3.83.3 -->οἱ φαυλότεροι γνώμην: οἱ ἀσθενεῖς. ὡς τὰ πλείω: ὡς ἐπὶ τὸ πλεῖστον. τῷ γὰρ δεδιέναι: φοβούμενοι γάρ, φησίν, οἱ ἀνοητότεροι, μὴ διὰ συνέσεως πλείονος οἱ ἀντίπαλοι περιγένωνται αὐτῶν καὶ ἐκ τοῦ πολυτρόπου τῆς γνώμης αὐτῶν νικηθέντες διαφθαρῶσι, τολμηρότερον πρὸς τὰ ἔργα ἐχώρουν, τόλμῃ μᾶλλον πεποιθότες ἢ φρονήσει καὶ μεθόδῳ διανοίας τό τε αὐτῶν ἐνδεές: τὴν ἔλλειψιν τῆς γνώσεως. αὐτῶν: τῶν φρονίμων. <!-- 3.83.4 -->οἱ δὲ καταφρονοῦντες ...: οἱ δὲ δοκοῦντες εἶναι συνετοὶ καὶ πάνυ θαρροῦντες τῇ φρονήσει περιγενέσθαι καὶ οὐδὲν δεῖσθαι νομίζοντες δυνάμει τι πρᾶξαι ἃ ἔξεστιν αὐτοῖς τέχνῃ κατορθοῦν, ἀπαράσκευοι διεφθείροντο οἱ δὲ δοκοῦντες εἶναι συνετοὶ καὶ νομίζοντες ἐπιβουλευόμενοι πάντως ἂν διὰ τὴν σύνεσιν προαισθέσθαι καὶ οὐδὲν νομίζοντες ἔργων δεῖν, ἄφρακτοι διεφθείροντο ἄφρακτοι: τέλος τῆς στάσεως λείπει τὸ ὄντες. <!-- 3.84.1 -->ἐν δʼ οὖν ...: τὰ ὠβελισμένα οὐδενὶ τῶν ἐξηγητῶν ἔδοξε Θουκυδίδου εἶναι. ἀσαφῆ γὰρ καὶ τῷ τύπῳ τῆς ἑρμηνείας καὶ τοῖς διανοήμασι πολὺν ἐμφαίνοντα τὸν νεωτερισμόν ἀπαλλαξείοντες: ἐπιθυμοῦντές τινες ἀπαλλάξαι ἑαυτοὺς τῆς εἰωθυίας πενίας τὰ τῶν ἄλλων ἥρπαζον. <!-- 3.84.2 -->ἀσμένη: μεθʼ ἡδονῆς. προυτίθεσαν: τιμιώτερον ἔκριναν. τοῦ τε μὴ ἀδικεῖν: ἤγουν τοῦ δικαίου. <!-- 3.85.1 -->ἐς ἀλλήλους: ἤγουν κατʼ ἀλλήλων. <!-- 3.85.2 -->τῆς πέραν οἰκείας γῆς: μὴ μόνον τῆς νήσου ἐγκρατεῖς ἦσαν οἱ Κερκυραῖοι, ἀλλὰ καὶ τῆς ἠπείρου. μερισθέντες οὖν οἱ νησιῶται πρὸς τοὺς ἠπειρώτας ἐπεφέροντο, ἐκ τῆς στάσεως εἰς τοῦτο καθιστάμενοι. λιμὸς ἰσχυρός: σημείωσαι ὁ λιμός <!-- 3.85.3 -->ἐς τὴν νῆσον: τὴν Κέρκυραν. <!-- 3.85.4 -->ὅπως ἀπόγνοια ᾖ ...: ὅπως ἀπόγνωσις ᾖ τοῦ ὑποστρέψαι καὶ ἀποπλεῦσαι καὶ ἄλλο τι πρᾶξαι πλὴν τοῦ κρατῆσαι τῆς Κερκύρας ἀπόγνοια: ἀπόγνωσις σημείωσαι ἀπόγνοια <!-- 3.86.1 -->τοῦ δʼ αὐτοῦ θέρους: μετάβασις <!-- 3.86.3 -->τῆς τε γῆς εἴργοντο καὶ τῆς θ.: εἴργοντο οἱ Λεοντῖνοι, ὥστε μήτε κατὰ γῆν μήτε κατὰ θάλασσαν ἐμπορεύεσθαι. <!-- 3.86.4 -->καὶ ἔπεμψαν οἱ Ἀθηναῖοι: συμμαχίαν δηλονότι. οἰκειότητος: διὰ τὴν συγγένειαν. βουλόμενοι δέ: κατὰ τὸ ἀληθές. αὐτόθεν: ἤγουν ἀπὸ τῆς Σικελίας. πρόπειραν: δοκιμασίαν. εἰ σφίσι δυνατὰ εἴη: εἰ δυνατὸν εἴη γενέσθαι ὑποχειρίους αὐτοῖς τοὺς Σικελιώτας. <!-- 3.86.5 -->μετὰ τῶν ξυμμάχων: τῶν Λεοντίνων καὶ τῶν ἄλλων. <!-- 3.87.1 -->τοῦ δʼ ἐπιγιγνομένου χειμῶνος: μετάβασις ἐκλιποῦσα μὲν οὐδένα χρόνον τὸ παντάπασιν: οὐ διαλιποῦσα τὸ παράπαν. τὸ παντάπασιν: τὸ σύνολον διοκωχή: διάλειψις, ἀναβολή γράφεται καὶ διακοπή. <!-- 3.87.2 -->παρέμεινε δὲ τὸ μὲν ὕστερον ...: ἤγουν κατὰ τὸ δεύτερον παρέμεινεν εἰς ἐνιαυτόν. ὥστε Ἀθην. γε μὴ εἶναι ...: ἀντὶ τοῦ μηδὲν εἶναι ὅπερ μᾶλλον ἔβλαψε τὰ πράγματα <!-- 3.87.3 -->ἐκ τῶν τάξεων: ἐκ τῶν συντάξεων, τῶν πολεμικῶν δηλονότι τῶν λεγομένων ἀλλαγίων. <!-- 3.87.4 -->ἐν Ὀρχομενῷ τῷ Βοιωτίῳ: δύο γὰρ Ὀρχομενοί, ὁ μὲν τῆς Ἀρκαδίας, ὃν Ὅμηρος καλεῖ πολύμηλον, ὁ δὲ τῆς Βοιωτίας, ὃν Ὅμηρος καλεῖ Μινύειον <!-- 3.88.1 -->διʼ ἀνυδρίαν: τῶν νήσων δηλονότι. ἐπιστρατεύειν: ταῖς νήσοις. <!-- 3.88.2 -->Κνιδαίων:
Κνιδαῖος, εἰ Κνίδη μέν ἐστιν ἡ πόλις·  
ἐκ δʼ αὖ γε Κνίδου Κνιδίους λέγειν νόει  
Λιπάρα: αὕτη τὸ παλαιὸν ἡ Λιπάρα Μελιγουνὶς ἐκαλεῖτο, ὥς φησιν ὁ Καλλίμαχος <!-- 3.88.3 -->νομίζουσι δὲ οἱ ἐν ἐκείνῃ ἄνθρωποι: ἐκείνῃ, ἀντὶ τοῦ οἱ ἐκεῖσε ἄνθρωποι τυχὸν ἢ ἕτερόν τι ξύμμαχοι δʼ ἦσαν Συρακοσίων: ἡ αἰτία τῆς ἐπιστρατείας τῶν Ἀθηναίων κατὰ τῶν Λιπαραίων <!-- 3.88.4 -->τὴν γῆν: ἐκείνων τῶν νησιωτῶν δηλονότι. ἀπέπλευσαν: ἀποπλεύσαντες ἐπανῆλθον. <!-- 3.89.1 -->τοῦ δʼ ἐπιγιγνομένου θέρους: μετάβασις ἔτος ϛʹ ἐσβολή: ἔφοδος. <!-- 3.89.2 -->Ὀροβίαις:
Ὠρωπίαν ἤκουσα τῆς Βοιωτίας  
ἡ θάλασσα:
ἡ νῦν θάλασσα, πρὶν δὲ λόγου γῆς μέρη·  
τὰ τοῦ βιβλογράφου δὲ κλῆσις ὀσπρίων  
ἡ θάλασσα ἐπελθοῦσα ...: ἐπανελθοῦσα ἡ θάλασσα μέρος ἀπὸ τῆς τότε οὔσης γῆς ἐπῆλθε καὶ κατέλαβε. καλῶς δὲ εἶπε, τῆς τότε οὔσης γῆς, ὡς νῦν θαλάσσης οὔσης, δηλονότι διὰ τὸν σεισμόν. ἄλλοι δὲ οὕτως ἐξηγοῦνται· ἡ θάλασσα εἰς ἑαυτὴν ἐπαναχωρήσασα καὶ ὑποστρέψασα ἀπὸ τοῦ λιμένος καὶ τῆς γῆς ἐπὶ τὰ κυματώδη — τότε γὰρ μάλιστα κυματοῦται, ὅταν εἰς ἑαυτὴν ἀναχωρήσῃ —, αὖθις ἐλθοῦσα ἐπὶ τὴν γῆν κατέλαβε μέρος τι ἕτερον τῆς γῆς ὅπερ πρότερον οὐ κατεῖχε καὶ τὸ μέν ...: καὶ τὸ μὲν κῦμα, φησί, κατέκλυσε τὴν γῆν, τὸ δὲ μέρος τῆς γῆς ἐκεῖνο ὑπενόστησε καὶ ὑπεκαθέσθη καὶ ταπεινότερον ἐγένετο ὑπενόστησε: ἐταπείνωσε φθῆναι: προλαβεῖν. <!-- 3.89.3 -->ἐπὶ Λοκροῖς τοῖς Ὀπουντίοις: τρεῖς Λοκρίδες εἰσίν, αὕτη τε ἡ τῶν Ὀπουντίων καὶ ἡ τῶν Ἐπιζεφυρίων καὶ ἡ τῶν Ὀζολῶν γίγνεται ἐπίκλυσις: ἀντὶ τοῦ ἐγένετο κύματος ἐξόρμησίς τις ἐπὶ τὴν γῆν παρεῖλε: μέρος παρέκοψεν. ἀνειλκυσμένων: ἐπὶ τῆς ξηρᾶς οὐσῶν. <!-- 3.89.4 -->ἐν Πεπαρήθῳ: ἡ Πεπάρηθος νῆσός ἐστι μία τῶν Κυκλάδων αἴτιον δʼ ἔγωγε νομίζω τοῦ τοιούτου ...: τὸ νόημα τοιοῦτόν ἐστι· νομίζω τὴν γῆν σειομένην τῇ κινήσει τὴν θάλασσαν ἀνατρέπειν, τὴν δὲ θάλασσαν ἀνατραπεῖσαν καὶ μετὰ ταῦτα κυματωθεῖσαν καὶ μετὰ μείζονος ἐπελθοῦσαν ὁρμῆς πλέον τι μέρος ἐπικλύσαι τῆς γῆς, καὶ οὐκ ἐκεῖνο μόνον, ὅπερ εἶχε τὸ πρότερον <!-- 3.89.5 -->ἀποστέλλειν: ἀντὶ τοῦ συστέλλειν. καὶ ἐξαπίνης πάλιν ...: καὶ τὸν σεισμὸν νομίζω, φησί, τὴν θάλασσαν αἰφνίδιον ἐπισώμενον τῇ ἐπὶ θάτερα κινήσει βιαιοτέραν τὴν ἐπίκλυσιν ποιεῖν. <!-- 3.90.1 -->τοῦ δʼ αὐτοῦ θέρους: μετάβασις ὡς ἑκάστοις ξυνέβαινεν: ὡς ἑκάστοις τισὶν αἰτία τοῦ στασιάζειν καὶ πολεμεῖν ἐγίγνετο <!-- 3.90.2 -->τοῖς ἀπὸ τῶν νεῶν: τῶν Ἀθηναίων. <!-- 3.90.3 -->τῷ ἐρύματι: τῷ φρουρίῳ. προσβαλόντες: σφοδρῶς ἐπελθόντες. <!-- 3.91.1 -->τοῦ δʼ αὐτοῦ θέρους: μετάβασις Δημοσθένης: ὁ στρατηγός <!-- 3.91.2 -->ὑπακούειν: τοῖς Ἀθηναίοις δηλονότι. οὐδὲ ἐς τὸ αὐτῶν ξυμμαχικὸν ἰέναι: ἤγουν ξυμμαχεῖν. <!-- 3.91.3 -->αὐτοῖς: τοῖς Ἀθηναίοις σχόντες: ἐλλιμενίσαντες. Τάναγραν: ταύτην τὴν Τάναγραν Ὅμηρος Γραῖαν καλεῖ·
Θέσπειαν, Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν  
<!-- 3.91.4 -->ἐκ τῆς πόλεως: τῶν Ἀθηναίων δηλονότι. ἀπὸ σημείου: ἀπὸ συνθήματος, σημεῖα ἀνατείναντες ἀλλήλοις <!-- 3.91.5 -->οἱ δέ: ἤγουν οἱ ὁπλῖται. <!-- 3.92.1 -->ὑπὸ δὲ τὸν χρόνον τοῦτον: μετάβασις <!-- 3.92.2 -->προσθεῖναι: παραδοῦναι, ὥστε συμμάχους εἶναι κατὰ προσθήκην δοῦναι. πιστοὶ ὦσι: οἱ Ἀθηναῖοι δηλονότι. <!-- 3.92.3 -->Δωριῆς: μετάληψις ὀνόματος ἀντὶ ὀνόματος καὶ γένους ἀντὶ γένους· ἀντὶ γὰρ θηλυκοῦ ὀνόματος καὶ γένους, τῆς Δωρίδος, ἔλαβε τὸ ἀρσενικὸν εἰπὼν συνεπρεσβεύοντο οἱ Δωριεῖς, ὃ καὶ Δωρεῖς ἔφη κατὰ συναίρεσιν. νοεῖται δὲ ἐκ τοῦ ἐπαγομένου θηλυκοῦ ὀνόματος τοῦ ἡ μητρόπολις τῶν Λακεδαιμονίων. ἔθος δέ ἐστι τῷ Θουκυδίδῃ τὸ ταῦτα ποιεῖν <!-- 3.92.4 -->καὶ ἅμα τοῦ πρὸς Ἀθηναίους πολέμου: καὶ ἅμα διὰ τὸν πρὸς Ἀθηναίους πόλεμον ἕνεκα ἐπί γε γὰρ τῇ Εὐβοίᾳ: κατὰ τῆς Εὐβοίας. ὥστʼ ἐκ βραχέος: ὥστε ῥᾳδίαν τὴν διάβασιν εἶναι, στενῆς οὔσης τῆς ἐν μέσῳ θαλάσσης <!-- 3.92.6 -->ἐκ καινῆς: δηλονότι κρηπῖδος. μάλιστα: ἀντὶ τοῦ κατʼ ἀκρίβειαν. καὶ ἤρξαντο κατὰ Θερμοπύλας: ἤρξαντο, φησί, κατʼ αὐτὸ τὸ στενόν, ὅπως εὐφύλακτα αὐτοῖς γένηται. τὸ γὰρ ἐν στενῷ τόπῳ καὶ ἀσφαλές <!-- 3.93.1 -->ἐπὶ τῇ Εὐβοίᾳ: κατὰ τῆς Εὐβοίας. <!-- 3.93.2 -->καὶ ὧν ἐπὶ τῇ γῇ ἐκτίζετο: καὶ κώλυμα ἦσαν κἀκεῖνοι τοῦ αὐξηθῆναι τὴν πόλιν, ὧν ἐπὶ κακῷ τῆς γῆς ἐκτίζετο ἡ πόλις παροικῶσιν: ἐν γειτόνων ὦσι. νεοκαταστάτοις: νεωστὶ οἰκήσασιν. ἐξετρύχωσαν: ἐδάμασαν. τὸ πρῶτον: ἤγουν κατὰ τὴν πρώτην οἴκησιν. <!-- 3.93.3 -->οὐ μέντοι ἥκιστα: ἀντὶ τοῦ μάλιστα. οὐχ ἧσσον δὲ οἱ ἄρχοντες οἱ πεμπόμενοι ἐκεῖ ὑπὸ Λακεδαιμονίων ἐξετρύχωσαν τὴν πόλιν καὶ κώλυμα ἐγένοντο τοῦ αὐξηθῆναι αὐτήν, εἰς ἔνια πράγματα οὐ καλῶς διοικοῦντες αἴτιον ἦν ἀπὸ κοινοῦ ἐξηγούμενοι: ἄρχοντες. οἱ πρόσοικοι: οἱ Θεσσαλοὶ καὶ Οἰταῖοι <!-- 3.94.1 -->ὃν ... κατείχοντο: ὃν κατεῖχον καὶ διέτριβον χρόνον ἐν τῇ Μήλῳ <!-- 3.94.2 -->σφίσι: τοῖς Ἀκαρνᾶσι δηλονότι. <!-- 3.94.4 -->διὰ πολλοῦ: διαστήματος δηλονότι. ψιλῇ: κούφῃ, ἀπηλλαγμένῃ σιδήρου. οὐ χαλεπὸν ἀπέφαινον ...: ἀπέφαινον, φησί, ῥᾳδίως δυνάμενον καταστραφῆναι, πρὶν ἀλλήλοις ἐπιβοηθῆσαι καὶ συνελθεῖν πάσας τὰς πόλεις <!-- 3.94.5 -->ὅπερ μέγιστον μέρος: οἱ Εὐρυτᾶνες. ἀγνωστότατοι δὲ γλῶσσαν: οὐκ ἔχοντες τὴν διάλεκτον εὔκολον γνωσθῆναι. προσχωρήσειν: τοῖς Ἀθηναίοις δηλονότι. <!-- 3.95.1 -->ὁ δὲ ...: τὸ ἑξῆς οὕτως· ὁ δέ, πεισθείς, ἄρας ἀπὸ τῆς Λευκάδος, παρέπλευσε· τὰ γὰρ ἄλλα διὰ μέσου τοῖς ἠπειρώταις: σὺν μόνοις τοῖς ἠπειρώταις συμμάχοις καὶ Αἰτωλοῖς Ὀζολῶν:
τοὺς Ὀζόλας νῦν σὺ Λοκροὺς γράφε·  
ἔδειξας  … οἷς ἔγραψας Ὀζόλας πλέον  …  
καὶ Φωκεῦσιν ἤδη ...: ἀντὶ τοῦ, ἀπὸ δὲ τούτου Φωκεῦσιν ὅμορος ἡ Βοιωτία ἐστίν ἄρας οὖν: ἐπανάληψις ὁ οὖν σύνδεσμος περιττός ἐστι· πρὸς γὰρ τὰ ἄνω ἐστίν, ὁ δέ, τῶν Μεσσηνίων χάριτι πεισθείς, ἄρας. ἀλλʼ ἐπειδὴ διὰ μακροῦ ἀνταπέδωκε, διὰ τοῦτο τὸν οὖν σύνδεσμον παρέλαβεν ὁ οὖν σύνδεσμος εἰ καὶ περιττὸς τῷ Ἀντύλλῳ δοκεῖ, ἐγὼ πάνυ ἀναγκαίως λέγω προσκεῖσθαι αὐτόν· τὴν βουλὴν γὰρ εἰπὼν ἐπήγαγε τὴν πρᾶξιν, ὡς ἂν εἰ ἔλεγεν, οὐκοῦν ἐνθυμηθεὶς ἔπραττεν ὅπερ ἐνεθυμήθη <!-- 3.95.2 -->κοινώσας δὲ τὴν ἐπίνοιαν: εἰς κοινὴν γνώμην προθεὶς τὴν ἐνθύμησιν. διὰ ... τὴν οὐ περιτείχισιν: διότι, φησί, βουλομένων Ἀκαρνάνων οὐ περιετειχίσθη τοῖς ἐπιβάταις: τοῖς ἐρέταις: τοῖς ἐρέταις. <!-- 3.95.3 -->ξύμμαχοι: Ἀθηναίοις ὁμόσκευοι: τῇ αὐτῇ σκευῇ χρώμενοι, ἤγουν ψιλῇ. <!-- 3.96.1 -->Ἡσίοδος: περὶ Ἡσιόδου τοῦ ποιητοῦ καὶ τοῦ θανάτου αὐτοῦ ὑπὸ τῶν ταύτῃ: ἤγουν ὑπὸ τῶν ἐνοικούντων ἐν ταύτῃ τῇ γῇ. <!-- 3.96.2 -->τὴν γὰρ γνώμην εἶχε: γνώμην, φησίν, εἶχεν ἐπαναχωρήσας εἰς Ναύπακτον, οὕτω λοιπὸν ἐπὶ τοὺς Ὀφιονέας στρατεύειν, εἰ μὴ βούλοιντο σπένδεσθαι τοῖς Ἀθηναίοις <!-- 3.96.3 -->ἐπεβουλεύετο: ἀντὶ τοῦ, κατʼ αὐτῶν ἐβουλεύετο αὕτη ἡ γνώμη καὶ συνετάττετο οἱ ἔσχατοι Ὀφιονέων: οἱ ἐν ἐσχατιᾷ ὄντες τῶν τόπων τῶν Ὀφιονέων. <!-- 3.97.1 -->τῷ δὲ Δημοσθένει ...: τῷ δὲ Δημοσθένει τοιόνδε τι παρῄνουν οἱ Μεσσήνιοι, ἰέναι αὐτὸν ἐπὶ κώμην ἑκάστην, διδάσκοντες αὐτὸν ὅτι ῥᾳδία ἐστὶν ἡ αἵρεσις αὐτῶν, πρὶν συστραφῆναι πάντας καὶ ἅμα γενέσθαι ἡ αἵρεσις: ἡ κατάσχεσις. ἀντιτάξωνται: οἱ Αἰτωλοὶ δηλονότι. <!-- 3.97.2 -->τῇ τύχῃ: τῇ ἑαυτοῦ δηλονότι, ἐπεὶ οὐδέποτε ἠναντιώθη αὐτῷ, ἔπραττε τὸ λεχθέν τῇ τύχῃ ἐλπίσας: θαρρήσας ταῖς ἐλπίσι τῆς τύχης. οὓς αὐτῷ ἔδει προσβοηθῆσαι: ἐξ ὧν ἔδει βοήθειαν λαβεῖν κατὰ προσθήκην. κατὰ κράτος: ἤγουν μετὰ ἰσχύος καὶ δυνάμεως. ὑπέφευγον γὰρ οἱ ἄνθρωποι: νοητέον τὸ λανθάνοντες. τῶν ὑπὲρ τῆς πόλεως: τῶν ὑπεράνω τῆς πόλεως. <!-- 3.97.3 -->ὑπεχώρουν: ἐπὶ πόδα ἤρχοντο. ἐπὶ πολύ: διάστημα καιροῦ δηλονότι. ὑπαγωγαί: ἀναχωρήσεις. ἐν οἷς ἀμφοτέροις: ἤγουν τῇ τε διώξει καὶ ἀναχωρήσει. <!-- 3.98.1 -->μέχρι μὲν οὖν οἱ τοξόται ...: μέχρι μὲν οὖν αὐτοῖς εἶχον οἱ τοξόται βέλη, ἀντὶ τοῦ οἱ τοξόται αὐτῶν. ἰδίωμα δὲ Ἀττικὸν ἡ τοιαύτη σύνταξις οἱ δέ: οὗτοι, οἱ Ἀθηναῖοι. ἀνεστέλλοντο: ἀνεκρούοντο, ἀνεχώρουν αὐτοί: οὐχ οἱ τοξόται, ἀλλʼ οἱ ὁπλῖται τῷ αὐτῷ ξυνεχόμενοι: ἀντὶ τοῦ διώκοντες καὶ ὑποχωροῦντες <!-- 3.98.2 -->κατὰ πόδας: ἀντὶ τοῦ συντόμως. ἐσφερομένους: εἰσδυομένους, κρυπτομένους. <!-- 3.98.4 -->τοσοῦτοι μέν: ὁ μέν ἀντὶ τοῦ δή <!-- 3.98.5 -->τοῖς πεπραγμένοις: λείπει ἡ ἐπί. <!-- 3.99.1 -->ἐν ἀποβάσει τέ τινι: ἤγουν ἐν τόπῳ τινὶ ἀποβάντες. περιπόλιον: οὐ χωρίου ὄνομα τὸ περιπόλιον, ἀλλὰ φρουρίου τινός, ἐν ᾧ περίπολοι φρουροῦσιν ὃ ἦν ἐπὶ τῷ Ἄληκι ποταμῷ: ἡ ἐπί ἀντὶ τῆς παρά. <!-- 3.100.1 -->τοῦ δʼ αὐτοῦ θέρους: μετάβασις διὰ τὴν τῶν Ἀθηναίων ἐπαγωγήν: διὰ τὸ ἐπικεῖσθαι αὐτοῖς πρώην τοὺς Ἀθηναίους <!-- 3.101.1 -->ἐπεκηρυκεύετο: διʼ ἐπικηρυκείας ἐμήνυε. <!-- 3.101.2 -->τὸν ἐπιόντα στρατόν: τῶν Λακεδαιμονίων. <!-- 3.102.2 -->τὴν γῆν: τὴν Ναυπακτίαν δηλονότι. <!-- 3.102.3 -->προαισθόμενος τοῦ στρατοῦ: αἴσθησιν λαβὼν τοῦ στρατοῦ ἐρχομένου. πείθει Ἀκαρνᾶνας χαλεπῶς: ἔπεισεν αὐτοὺς δυσχερῶς. διὰ τί δυσχερῶς; ἐπειδὴ οὐκ ἐπείσθη αὐτοῖς περιτειχίσαι τὴν Λευκάδα <!-- 3.102.4 -->μετʼ αὐτοῦ: τοῦ Δημοσθένους. δεινὸν γὰρ ἦν ...: δέος γὰρ ἦν, μήποτε, τοῦ τείχους μεγάλου ὄντος, καὶ τὰ ἑξῆς <!-- 3.102.6 -->πρὸς αὐτούς: πρὸς τοὺς μετʼ Εὐρυλόχου μετὰ σφῶν: τῶν Ἀμπρακιωτῶν. <!-- 3.103.1 -->οἱ δʼ ἐν τῇ Σικελίᾳ Ἀθηναῖοι: μετάβασις αὐτοῖς: αὐτοῖς ξυνεπολέμουν τοῖς Ἀθηναίοις <!-- 3.103.2 -->ὑστέροις Ἀθηναίων: ἤγουν μετὰ τοὺς Ἀθηναίους. <!-- 3.103.3 -->μετὰ τοῦτο: μετὰ τὸ τραπῆναι. <!-- 3.104.1 -->τοῦ δʼ αὐτοῦ χειμῶνος: μετάβασις κατὰ χρησμὸν δή τινα: κατὰ ὁρισμὸν χρησμοῦ. <!-- 3.104.2 -->θῆκαι: τάφοι. Πολυκράτης: ὁ εὐτυχής, οὗ μέμνηται Ἡρόδοτος ἁλύσει δήσας ...: ἐξάψας τῇ ἁλύσει τῆς Δήλου. <!-- 3.104.3 -->Ἰώνων τε καὶ περικτιόνων νησιωτῶν: περικτίονες, οἱ πέριξ οἰκοῦντες καὶ πρόσχωροι περικτίονές εἰσι καὶ ἀμφικτίονες οἱ περιοικοῦντες. Ὅμηρος εὐκτίμενον τὸ καλῶς οἰκούμενον, καὶ
Ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,  
οἳ περιναιετάσουσι  
ἐθεώρουν: ἐθεώρουν τί σημείωσαι τῆς θεωρίας καὶ πανηγύρεως μετεῖχον. ἐς τὰ Ἐφέσια: ἐς τὴν ἑορτὴν τῆς Ἐφεσίας Ἀρτέμιδος. χορούς τε ἀνῆγον: τῷ Ἀπόλλωνι. <!-- 3.104.4 -->προοιμίου Ἀπόλλωνος: ὕμνου Ἀπόλλωνος· τοὺς γὰρ ὕμνους προοίμια ἐκάλουν ἠγερέθονται: συναθροίζονται. <!-- 3.104.5 -->ἐν τοῖσδε: τοῖς ῥηθησομένοις. ἐκ τοῦ αὐτοῦ προοιμίου: τοῦ εἰρημένου. ἀφήμως: ἡσύχως, σιγῇ πάντως, ἀθρόως παιπαλοέσσῃ: καταξήρῳ. <!-- 3.104.6 -->ἐτεκμηρίωσεν: διὰ τεκμηρίου ἐδήλωσεν. ὑπὸ ξυμφορῶν: δεινῶν συμβεβηκότων. πρὶν δὲ οἱ Ἀθηναῖοι ...: πρὶν ποιῆσαι τοὺς Ἀθηναίους τὸν ἀγῶνα <!-- 3.105.1 -->τοῦ δʼ αὐτοῦ χειμῶνος: μετάβασις ὥσπερ ὑποσχόμενοι: ὥσπερ ὑπέσχοντο. περίφρασις ὁ τρόπος <!-- 3.105.4 -->ἀπέστειλαν: οἱ περὶ τὰς Ὄλπας Ἀμπρακιῶται μήποτε ἄρα οἱ ἐν τῇ πόλει τῇ Ἀμπρακίᾳ Ἀμπρακιῶται οὐ δυνηθῶσι διελθεῖν τοὺς ἐν ταῖς Κρήναις Ἀκαρνᾶνας φυλάττοντας καὶ τοὺς μετʼ Εὐρυλόχου Πελοποννησίους ἐς τὴν πόλιν: τὴν ἑαυτῶν δηλονότι. <!-- 3.106.3 -->καὶ διεξελθόντες μεταξὺ ...: οἱ μετὰ Εὐρυλόχου, φοβούμενοι παρά τε θάλατταν ὁδοιπορεῖν διὰ τοὺς Ἀργείους, οἰκοῦντας ἐπὶ θαλάττῃ, καὶ διὰ μεσογείου διὰ τὴν ἐν Κρήναις κωλύουσαν φυλακήν, μέσον τῆς τε τῶν Ἀργείων πόλεως καὶ τῆς φυλακῆς ἐχώρουν <!-- 3.107.1 -->καθίζουσιν ἐπὶ τὴν Μητρόπολιν: ἱδρύονται ἐν τῇ Μητροπόλει <!-- 3.107.2 -->καὶ αἱ μὲν νῆες ...: ὑπερβατόν. ἡ γὰρ σύνταξις οὕτω· καὶ αἱ μὲν νῆες ἐκ θαλάσσης ἐφώρμουν περὶ τὸν λόφον τὰς Ὄλπας. ὁ γὰρ λόφος Ὄλπαι ἐκαλεῖτο βίᾳ κατείχοντο: ἀντὶ τοῦ ἐκωλύοντο <!-- 3.107.3 -->αὐτούς: τοὺς ἀντιταξαμένους. ἡσύχαζον: ἄπρακτοι ἦσαν. καὶ μεῖζον ...: καὶ φοβηθεὶς ὁ Δημοσθένης, μήποτε κυκλωθῇ τὸ δεξιὸν μέρος τῶν Ἀθηναίων ὑπὸ τοῦ εὐωνύμου τῶν Πελοποννησίων — καὶ γὰρ μεῖζον ἐγένετο τῶν Πελοποννησίων τὸ εὐώνυμον καὶ ὑπερέτεινε —, λοχίζει ἐνέδραν περιέσχε: περισσὸν ἦν. λοχίζει: ἐνέδραν καθίζει. λοχμώδη: δασύν. ψιλούς: τοξοφόρους. <!-- 3.107.4 -->ἐπεὶ δὲ παρεσκεύαστο: ἕτοιμα ἦν τὰ τοῦ πολέμου. ᾖσαν ἐς χεῖρας: συνεπλάκησαν. ἐπεῖχον: ἐκράτουν. οὗτοι δὲ ἐν τῷ εὐωνύμῳ μᾶλλον: οἱ Μαντινεῖς. κατὰ Μεσσηνίους: ἤγουν κατὰ τὸ πρόσωπον τῶν Μεσσηνίων. <!-- 3.108.1 -->ἐν χερσὶν ἤδη ὄντες: συνεπλάκησαν πολεμοῦντες. περιέσχον τῷ κέρᾳ: ὑπερέσχον τῷ εὐωνύμῳ κέρατι περιεγένοντο. προσπίπτουσι: τοῖς Πελοποννησίοις. τὸ κατʼ Εὐρύλοχον: οὗ ἦρχεν ὁ Εὐρύλοχος. ἐφοβοῦντο: εἰς φυγὴν ἐτράποντο. καὶ οἱ Μεσσήνιοι ὄντες ...: καὶ οἱ Μεσσήνιοι, ὄντες κατὰ τοῦτο τὸ μέρος, τὸ πολὺ τοῦ ἔργου διεπράξαντο, ἢ ἐπὶ πολὺ τοῖς ἐναντίοις ἠκολούθησαν ἐπεξῆλθον: ἐπεξελθόντες ἔπραξαν. <!-- 3.108.2 -->τὸ καθʼ ἑαυτούς: ἤγουν τὸ πρὸς αὑτοὺς ὁρῶν στράτευμα. <!-- 3.108.3 -->ἐπαναχωροῦντες: οἱ Ἀμπρακιῶται. τὸ πλέον: τοῦ στρατεύματος αὐτῶν. προσέκειντο: ἀντὶ τοῦ ἐπέκειντο. αὐτῶν: τῶν Ἀμπρακιωτῶν. προσπίπτοντες: τοῖς ἐναντίοις δηλονότι. ἐς ὀψέ: ἤγουν ἑσπέρας. σημείωσαι ἐπὶ τῆς ἑσπέρας νῦν μόνον τὸ ὀψέ <!-- 3.109.1 -->παρειληφώς: δεξάμενος. ἢ καὶ ἀναχωρῶν διασωθήσεται: ἀπὸ κοινοῦ τὸ ἀπορῶν λόγον: ἤγουν ἱκετικόν. <!-- 3.109.2 -->οὐκ ἐσπείσαντο: οὐκ ἔδοσαν ἄδειαν μετὰ σπονδῶν. ψιλῶσαι: μονῶσαι καὶ ψιλοὺς τῶν συμμάχων ποιῆσαι γυμνῶσαι. Λακεδαιμονίους ...: ἐβούλετο διαβαλεῖν τοὺς Λακεδαιμονίους καὶ Πελοποννησίους τοῖς Ἀμπρακιώταις ὡς προδότας καὶ τὸ ἑαυτῶν συμφέρον προτιμήσαντας ἐς τοὺς ἐκείνῃ: ἤγουν ἐν ἐκείνῃ τῇ γῇ. καταπροδόντες: τοὺς Ἕλληνας δηλονότι. προυργιαίτερον: προτιμότερον. <!-- 3.109.3 -->ὥσπερ ὑπῆρχε: ὡς ἐκ τῶν παρόντων δυνατὸν ἦν ὡς ἦν αὐτοῖς δυνατόν. καὶ τὴν ἀποχώρησιν ... ἐπεβούλευον: καὶ οἷς σπεισάμενος Δημοσθένης Μαντινεῦσι καὶ Μενεδαΐῳ συνεχώρησεν ἀναχωρῆσαι, οὗτοι κρύφα ἐβουλεύοντο ἀναχωρεῖν, ἵνα μήτε οἱ Ἀκαρνᾶνες κωλύσωσιν αὐτούς — οὐ γὰρ ἐσπείσαντο — μήτε οἱ Ἀμπρακιῶται μένειν ἀναγκάσωσι <!-- 3.110.2 -->προλοχιοῦντας: πρὸ τοῦ καταλαβεῖν ἐκείνους. <!-- 3.111.1 -->ἐπὶ λαχανισμόν: λαχάνων συνάθροισιν. δῆθεν: ἰστέον ὅτι τὸ δῆθεν ἐνταῦθα ὡς ἐν προσποιήσει κεῖται· ἀντὶ τοῦ ἐφʼ ἃ προσεποιοῦντο ἐξελθεῖν καὶ ἅμα ἀπιέναι προκεχωρηκότες: πόρρω γεγονότες. θᾶσσον ἀπεχώρουν: ταχυτέρῳ δρόμῳ ἐχρῶντο. <!-- 3.111.2 -->ὥρμησαν καὶ αὐτοί: ἀναχωρεῖν δηλονότι. καταλαβεῖν: φθάσαι. <!-- 3.111.3 -->καὶ πάντας ...: τούς τε Πελοποννησίους καὶ Ἀμπρακιώτας, ὁμοίως καὶ τοὺς Πελοποννησίους ἐπεδίωκον καί τινας αὐτῶν ...: ζητεῖται, πῶς εἷς πολλοὺς στρατηγοὺς ἠκόντισε. τινὲς μὲν οὖν μετέστρεψαν οὕτω· καί τινος αὐτῶν τῶν στρατηγῶν κωλύοντος καὶ φάσκοντος ἐσπεῖσθαι αὐτοῖς ἠκόντισέ τις, τῇ γενικῇ πτώσει τοῦ ἠκόντισε συνταττομένου οἰκείως, ὡς καὶ παρʼ Ὁμήρῳ
Τοῦ μὲν ἔπειτʼ ἀπιόντος ἀκόντισεν.  
ἴσως δὲ οὐκ ἀδύνατόν ἐστιν, ἕνα πλείω ἀκόντια ἔχοντα πλείους ἀκοντίσαι τῶν στρατηγῶν. δυνατὸν δὲ τὸ ἠκόντισέ τις καὶ ἐπὶ πλήθους λαμβάνεσθαι, οἷον, καὶ ἄλλος καὶ ἄλλος ἠκόντισεν καί τινας τῶν ἰδίων στρατηγῶν κατηκόντισαν οἱ Ἀκαρνᾶνες, κωλύοντας καὶ φάσκοντας γεγενῆσθαι αὐτοῖς σπονδάς, καὶ ἄδειαν δοθῆναι τῆς ἀναχωρήσεως αὐτοῖς ὑπὸ Δημοσθένους. οὐκ εἶπε δὲ τινές, ἀλλὰ τίς, μιμούμενος Ὅμηρον· κἀκεῖνος γὰρ πολλοὺς ἀκοντίσαντας σημαίνων πρὸς ἑνικὴν πτῶσιν συνέταξεν, ἀκόντισεν εἰπών <!-- 3.111.4 -->ἔρις καὶ ἄγνοια: ἀμφισβήτησις καὶ ἄγνοια <!-- 3.112.2 -->ἐπὶ τῆς ἐσβολῆς: ἐπὶ τῆς ἐφόδου τῆς κατὰ τῶν ἐναντίων. <!-- 3.112.4 -->ἐπίτηδες: ἐσκεμμένως. προύταξε: προπορεύεσθαι δηλονότι. <!-- 3.112.7 -->ἐτράποντό τινες: φεύγειν δηλονότι. ἅμα τοῦ ἔργου τῇ ξυντυχίᾳ: κατὰ τύχην τηνικαῦτα ἡνίκα ἡττῶντο τῷ ξυμβεβηκότι τῆς δυσχερείας. προσένευσαν: προσέπαυσαν. <!-- 3.112.8 -->ἐς Ἄργος: τὸ Ἀμφιλοχικόν. <!-- 3.113.1 -->καὶ αὐτοῖς ... ἦλθε κῆρυξ ...: ἐσχημάτισε τὸ αἰτήσοντες πρὸς τὸ ἦλθε κήρυξ. δυνάμει δὲ τοιοῦτόν ἐστιν· οἱ εἰς Ἀγραίους καταφυγόντες κήρυκα ἔπεμψαν αἰτήσοντες ἀναίρεσιν νεκρῶν, οὓς ἀπέκτειναν Ἀκαρνᾶνες ὕστερον τῆς πρώτης μάχης. πρώτη μὲν γὰρ μάχη ἐγένετο πρὸς τὸν Εὐρύλοχον καὶ τοὺς Πελοποννησίους, δευτέρα δὲ ἡ ἐν τῇ φυγῇ πρὸς τοὺς Ἀμπρακιώτας, τρίτη δὲ ἡ πρὸς τοὺς ἐν Ἰδομένῃ. ὁ οὖν κήρυξ τὴν ἀναίρεσιν ᾐτεῖτο τῶν δευτέρᾳ μάχῃ τεθνηκότων, οὐκ εἰδὼς ὅτι τρίτη γέγονε μάχη, ἐν ᾗ πολλοὶ ἀπώλοντο <!-- 3.113.2 -->ἀλλʼ ᾤετο τῶν μετὰ σφῶν εἶναι: ἀλλʼ ᾤετο τῶν μετὰ σφῶν ἐν τῇ δευτέρᾳ μάχῃ πεπτωκότων εἶναι τὰ ὅπλα <!-- 3.113.3 -->καί τις αὐτὸν ἤρετο ...: δύο ἐρωτᾷ, ἓν μέν, τοῦ χάριν θαυμάζει, ἕτερον δέ, πόσους οἴεται τῶν ἰδίων τεθνηκέναι. ὥσπερ δὲ ὁ κήρυξ οὐδὲν ᾔδει περὶ τῆς τρίτης μάχης, οὕτως ὁ ἐρωτῶν οὐκ ἠπίστατο περὶ τῶν ἐν ποίᾳ μάχῃ πεπτωκότων ὁ κήρυξ ἧκεν, ἀλλʼ ἐνόμιζε περὶ τῶν ἐν τῇ τρίτῃ μάχῃ τεθνηκότων ἐληλυθέναι ὑπολαβών: ὁ κῆρυξ <!-- 3.113.4 -->οὔκουν τὰ ὅπλα ταυτὶ φαίνεται: λείπει τὸ διακοσίων εἶναι μόνων ἐκεῖνος: ὁ κῆρυξ ὁ δʼ ἀπεκρίνατο: τὰ ὅπλα εἰσὶν ὑμέτερα δηλονότι. ἀλλʼ ἡμεῖς γε ...: ὁ κῆρυξ εἶπεν ἀπὸ κοινοῦ καὶ μὲν δὴ ...: ὁ ἐρωτῶν εἶπεν <!-- 3.115.3 -->τῆς δὲ θαλάσσης ὀλίγαις ναυσὶν εἰργόμενοι: οἱ Συρακούσιοι τῆς θαλάσσης ὑπὸ ὀλίγων νεῶν εἰργόμενοι, τῶν Ἀττικῶν δηλονότι <!-- 3.115.4 -->μελέτην ...: ἐν τῷ μελετᾶν καὶ ἀσκεῖσθαι τὸ ναυτικὸν διατρίβειν <!-- 3.116.2 -->ῥύαξ: περὶ τῆς ἐν Σικελίᾳ Αἴτνης <!-- 3.116.3 -->ξυνέγραψε: τῶν εἰς ιγʹ τέλος τῆς εʹ καὶ ἀρχὴ τῆς ϛʹ
χρεὼν Διὸς Κόρινθον ἐνταυθοῖ γράφειν
## License and provenance
Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uku-aac`.