---
title: "Scholia on Thucydides: Book I"
title_greek: "Σχόλια εἰς Θουκυδίδην, Αʹ"
author: Thucydides Commentary
eul_wid: uku-aaa
eul_aid: uku
canonical: "https://eulogikon.org/works/thucydides-comm-scholia-book-1-uku-aaa"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:5bf63a613e68a904107df2499167b949e6b8f6ed3ee13eb14aa802bb0345ac62"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Thucydides: Book I

*Σχόλια εἰς Θουκυδίδην, Αʹ*

**Author:** Thucydides Commentary

**eul_wid:** `uku-aaa` · [HTML page](https://eulogikon.org/works/thucydides-comm-scholia-book-1-uku-aaa)

## Text

<!-- 1.1.1 -->Ὧδε τὸ προοίμιον Θουκυδίδης Ἀθηναῖος: πάντως μέμνηται τοῦ οἰκείου ὀνόματος κατʼ ἀρχάς, ἀντιδιαστέλλων ἑαυτὸν τῶν ὁμωνύμων ἐν τοῖς ἔτεσιν ἅμα μὲν τῆς αὐτῆς αἰτίας ἕνεκεν, ἅμα δὲ καὶ τοῦ μὴ ἕτερόν τινα τὸ αὐτοῦ σφετερίσασθαι σύνταγμα τὸ πρόσωπον ξυνέγραψε: ἐστιν ἄλλο γράψαι καὶ ἄλλο ξυγγράψαι· τὸ μὲν γὰρ ἐπὶ ἑνὸς πράγματος λέγεται, τὸ δὲ ξυγγράψαι ἐπὶ πολλῶν ξυγγράψαι τὸ μετʼ ἐπιμελείας καὶ σπουδαίως συντάξαι, γράψαι δὲ καὶ τὸ ἁπλῶς καὶ τὸ μὴ ἐπιμελῶς τὴν ἀλήθειαν ἀνευρεῖν τὸν πόλεμον: τὸ πρᾶγμα ὡς ἐπολέμησαν: ὁ τρόπος πρὸς ἀλλήλους: καὶ ὁ πρὸς Ξέρξην πόλεμος τῶν αὐτῶν ἦν, ἀλλʼ οὐ πρὸς ἀλλήλους· διὸ οὐ μάτην πρόσκειται ἀρξάμενος: ὁ χρόνος καθισταμένου: ἀντὶ τοῦ συνισταμένου κατάστασιν καὶ ἀρχὴν λαμβάνοντος ἐλπίσας: ἡ αἰτία τὸ ἐλπίσας οὐ μόνον ἐπὶ τοῦ ἀγαθοῦ, ἀλλʼ ἁπλῶς ἐπὶ τῇ τοῦ μέλλοντος ἐκβάσει λέγεται μέγαν: ἢ τῷ χρόνῳ ἢ τοῖς πράγμασιν ἀξιολογώτατον: ἄξιον λόγου καὶ συγγραφῆς ἀξιολογώτατος ὁ πλείστου λόγου ἄξιος καὶ οἷον μέγιστος καὶ λαμπρότατος ἀκμάζοντες: προθυμούμενοι ἀκμάζοντες κτἑ.: ἀντὶ τοῦ ἤκμαζον. ᾖσαν: μετὰ σπουδῆς ἐπορεύοντο παρασκευῇ τῇ πάσῃ: πῶς ἤκμαζον ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, εἴ γε τοῖς Πελοποννησίοις χρημάτων ἐνέδει; τὸ ἄλλο Ἑλληνικόν: οἷον Κερκυραῖοι, Κορίνθιοι καὶ οἱ τοιοῦτοι ξυνιστάμενον πρὸς ἑκατέρους: εἰς σύστασιν καὶ εἰς βοήθειαν ἑκατέρων κινούμενον. τὸ μὲν εὐθύς: ἅμα τῷ ἄρξασθαι τὸν πόλεμον. <!-- 1.1.2 -->δὴ: τὸ δὴ ἀντὶ τοῦ πάνυ τῶν βαρβάρων: Θρᾷκας λέγει καὶ Πέρσας· οἱ μὲν γὰρ μετὰ Σιτάλκου συνεμάχουν Ἀθηναίοις, οἱ δὲ μετʼ Ἀρταξέρξου καὶ Δαρείου ὕστερον τοῖς Λακεδαιμονίοις ἐπὶ πλεῖστον ἀνθρώπων: διὰ τὰ Σικελικά τὰ γὰρ πρὸ αὐτῶν: τὰ Μηδικὰ καὶ τὰ Τρωικά τὰ ἔτι παλαίτερα: τὰ ἐξ οὗ ἄνθρωποι ξυμβαίνει: ἀντὶ τοῦ συνάγεται καὶ συγκεφαλαιοῦται· τὸ δʼ ἐπὶ μακρότατον ἀντὶ τοῦ ἐπὶ πολὺ καὶ συνεχῶς καὶ ἐπιμελῶς κεῖται ἐς τὰ ἄλλα: κατασκευῇ οἷον τὰς ἐκλείψεις καὶ τοὺς σεισμούς ἤγουν εἰς τὴν κατὰ γῆν καὶ θάλασσαν τοῦ πολέμου παρασκευήν <!-- 1.2.1 -->φαίνεται κτἑ.: οὐ βεβαίως ὑπὸ τῶν παλαιῶν ἀνθρώπων. ἢ μᾶλλον οὕτως· φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη πρὸ τούτου γὰρ κατὰ μέρος καὶ κατὰ ἔθνη ἐκαλεῖτο. τὸ δὲ σχῆμα τοῦ ὁμοιοκαταλήκτου Γοργίειον καλεῖται μεταναστάσεις: μετοικήσεις· φαίνονται δηλονότι. ῥᾳδίως: ἀπὸ κοινοῦ τὸ φαίνονται. πλειόνων: οὐκ εἶπεν ὑπὸ δυνατῶν, ἵνα μὴ ἐπαινέσῃ <!-- 1.2.2 -->τῆς γὰρ ἐμπορίας: τῆς κατὰ θάλατταν πραγματείας. οὐδʼ ἐπιμιγνύντες ἀδεῶς: ἐπεμίγνυντο μὲν οὐκ ἀδεῶς δέ νεμόμενοί τε κτἑ.: ἡ περιοχὴ τοῦ λόγου καὶ ἡ σύνταξις τοιαύτη. νεμόμενοι τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν, καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες, οὐδὲ γῆν φυτεύοντες, ἀλλὰ σπείροντες, καὶ ἁπλῶς εὐμετακόμιστοι ὄντες πρὸς τὸ μετανίστασθαι· ὅ ἐστιν, οὐ χαλεπῶς ἀνίσταντο, ἀλλʼ εὐχερῶς δηλονότι ὁ δὲ νοῦς ἀντιπίπτοντος λόγου. ἵνα γὰρ μή τις εἴποι· καὶ πόθεν ἔμελλον εὐπορεῖν τροφῆς ἀπολείποντες εὐχερῶς τὰς πατρίδας; φησὶν ὅτι ἐνόμιζεν ἕκαστος τῆς ἀναγκαίου τροφῆς ἐπικρατεῖν καὶ ἐπιτυγχάνειν ὁποιδήπου γένοιτο γῆς ἀποζῆν: ἀποζῆν ἐστι τὸ εὐτελῶς ζῆν, ζῆν δὲ τὸ μετὰ τρυφῆς ζῆν. λέγει δὲ τὴν ἐφήμερον τροφήν ἀποζῆν τὸ τὴν ἐφήμερον καὶ ἀρκοῦσαν ἔχειν τροφήν μετρίως ζῆν. περιουσίαν: περιουσία ἐστὶν ἡ περιττὴ οὐσία, οὐσία δὲ ἡ σύμμετρος οὐδὲ γῆν φυτεύοντες: ἀλλὰ μόνον σπείροντες ἄδηλον ὄν: ἀντὶ τοῦ ἀδήλου ὄντος. Ἀττικὸν δὲ τὸ σχῆμα ἀναγκαίου: σημείωσαι τὸ σχῆμα· ἔδει γὰρ εἰπεῖν ἀναγκαίας Ἀττικὸν ἀντὶ τοῦ τῆς ἀναγκαίας τῇ ἄλλῃ παρασκευῇ: τῇ ὁπλικῇ <!-- 1.2.3 -->τὰς μεταβολὰς τῶν οἰκητόρων εἶχεν: τὸ εἶχεν ἀντὶ τοῦ ἐδυστύχει καὶ ἐνόσει· ὁ δὲ Ἄντυλλος ἐξηλλάχθαι λέγει τὴν φράσιν ἀντὶ τοῦ μετέβαλλε τοὺς οἰκήτορας ἥ τε νῦν Θεσσαλία καλουμένη: πρότερον γὰρ Ἠμαθία ἐκαλεῖτο Αἱμονία τὰ πολλὰ: ἀντὶ τοῦ πάντα· εἴωθε δὲ τοῦτο ποιεῖν ὁ Θουκυδίδης ὅσα ἦν κράτιστα: ὅση ἦν ἀρίστη. <!-- 1.2.4 -->αἵ τε δυνάμεις: τὰ στρατεύματα. τισὶ ἐγγιγνόμεναι: τὸ σχῆμα ὑπερβιβασμὸς ἀντὶ τοῦ ἔν τισι γινόμεναι στάσεις ἐνεποίουν: ἠξίουν γὰρ αὐτῶν ἄρχειν οἱ δυνατώτεροι <!-- 1.2.5 -->τὴν γοῦν Ἀττικὴν κτἑ.: ἡ σύνταξις ἐν ὑπερβατῷ· τὴν γοῦν Ἀττικὴν ἐκ τοῦ ἐπὶ πλεῖστον ἀστασίαστον εἶναι διὰ τὸ λεπτόγεων ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ ἢ οὕτως· τὴν γοῦν Ἀττικὴν ἐκ παλαιοῦ χρόνου ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ ἀστασίαστον οὖσαν διὰ τὸ λεπτόγεων ἐκ τοῦ ἐπὶ πλεῖστον: ἐξ ἀρχῆς. οὖσαν: ἀντὶ τοῦ εἶναι οἱ αὐτοὶ αἰεί: τῷ γένει δηλονότι· οὐ γὰρ ἦσαν ἀθάνατοι <!-- 1.2.6 -->παράδειγμα: ἀντὶ τοῦ σημεῖον ἀπόδειξις παράδειγμα κτἑ.: διχῶς ὁ νοῦς· οἱ μὲν οὕτως· σημεῖον δὲ τοῦ τὴν Ἀττικὴν ἀεὶ τοὺς αὐτοὺς οἰκεῖν τὸ κατὰ μὲν τὰ ἄλλα πράγματα μὴ αὐξηθῆναι, οἷον πλοῦτον καὶ ὅπλα, κατὰ δὲ τὸ πλῆθος τῶν ἀνδρῶν μεγάλην γενέσθαι· ἄλλοι δὲ οὕτως· σημεῖον δέ μοι ἔστω παντὸς τοῦ προειρημένου λόγου, τοῦ τὰς ἀρίστας τῶν γῶν μεταβάλλειν τοὺς οἰκήτορας, τὸ τὴν Ἑλλάδα κατὰ τὰ ἄλλα αὑτῆς μέρη μὴ ὁμοίως τῇ Ἀττικῇ αὐξηθῆναι τῷ πλήθει τῶν ἀνδρῶν ἐκ γὰρ τῆς ἄλλης Ἑλλάδος κτἑ.: ἡ σύνταξις οὕτως· ἐκ γὰρ τῆς ἄλλης Ἑλλάδος ἐκπίπτοντες οἱ δυνατώτατοι παρʼ Ἀθηναίους ἀνεχώρουν ὡς βεβαίας οὔσης τῆς οἰκήσεως πολέμῳ ἢ στάσει: πόλεμος ὁ τῶν ἀλλοτρίων, στάσις ἡ ἐμφύλιος οἱ δυνατώτατοι: οἷον Ἡρακλεῖδαι καὶ Μεσσηνίων οἱ περὶ Μέλανθον πολῖται γιγνόμενοι: οἱ γὰρ Ἀθηναῖοι τὸ παλαιὸν εὐθὺς μετεδίδοσαν πολιτείας, ὕστερον δὲ οὐκέτι, διὰ τὸ πλῆθος ἐς Ἰωνίαν: τοὺς μετὰ Νηλέως τοῦ Κόδρου λέγει· καὶ γὰρ τὰ ῥηθέντα ταὐτὸ βούλονται λέγειν ὅτι ἀσθενὴς ἦν ἡ Ἑλλὰς τὴν ἀρχήν τὸ σχῆμα προληπτικόν. προληπτικὸν δέ ἐστι σχῆμα, ὅταν τὸ συμβὰν ὕστερον προλαβόντες καλέσωμεν. ὃ γὰρ συνέβη μετὰ τὴν οἴκησιν τῶν ἀνδρῶν — λέγω δὲ τὸ κληθῆναι Ἰωνίαν —, τοῦτο αὐτὴν προσηγόρευσε πρὶν ἐκπεμφθῆναι τοὺς ἄνδρας, προδιδοὺς καὶ προχαριζόμενος τὴν προσηγορίαν ταύτην τῇ χώρᾳ. οὐ γὰρ οὔσης πρὸ τούτου τῆς Ἰωνίας ἀπέστειλαν ἐκεῖσε τὸν ὄχλον οἱ Ἀθηναῖοι, ἐφʼ ᾧ κτίσαι καὶ οἰκῆσαι τὴν γῆν, καὶ οἱ πεμφθέντες κατοικῆσαι οὕτω καλεῖσθαι τὴν χώραν παρεσκεύασαν ὕστερον. τοῦτο δὲ καὶ Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ ἐποίησεν εἰπών· λυσαμένη τὴν ζώνην ἐν Ζωστῆρι τῆς Ἀττικῆς. ὁ δὲ νοῦς οὕτως· πολλῶν καταφευγόντων εἰς τὴν Ἀττικὴν διὰ τὸ ἀσφαλὲς εἶναι τὸ χωρίον τοσοῦτον ἐγένετο πλῆθος, ὥστε τῆς Ἀττικῆς στενοχωρουμένης καὶ μὴ οὔσης ἱκανῆς τρέφειν τὸν ὄχλον ἀνάγκη γέγονε μερίσαι τὸ πλῆθος καὶ εἰς ἀποικίαν ἐκπέμψαι. οὗτος δὲ προληπτικῶς χρησάμενος εἶπεν· εἰς Ἰωνίαν ἔπεμψαν τὴν νῦν δηλονότι καλουμένην Ἰωνίαν ἀπʼ Ἴωνος τοῦ τῆς ἀποικίας ἡγησαμένου υἱοῦ Ἀπόλλωνος <!-- 1.3.1 -->οὐχ ἥκιστα: ἀντὶ τοῦ μάλιστα. <!-- 1.3.2 -->εἶχεν: ἀντὶ τοῦ ἔχειν Δευκαλίωνος: Ἑκαταῖος ἱστορεῖ ὅτι Δευκαλίων τρεῖς παῖδας ἔσχε, Πρόνοον, Ὀρεσθέα καὶ Μαραθώνιον, Προνόου δὲ τὸν Ἕλληνά φησι γενέσθαι καὶ πάνυ οὐδὲ εἶναι: ἀντὶ τοῦ οὐδʼ ὅλως εἶναι εἶναι ... παρέχεσθαι: ἀπὸ κοινοῦ τὸ δοκεῖ μοι ἄλλα τε: οἷον Θεσσαλοί, Βοιωτοί, Ἀργεῖοι ἐπὶ πλεῖστον: ἢ ἐπὶ πλεῖστον μέρος τῆς Ἑλλάδος ἢ ἐπὶ πλεῖστον χρόνον ἐκλήθησαν Πελασγοί ἀφʼ ἑαυτῶν τὴν ἐπωνυμίαν παρέχεσθαι: καλεῖσθαι δηλονότι Πελασγούς τουτέστι τοῖς ἰδίοις ὀνόμασιν ἐχρῶντο. τῶν παίδων αὐτοῦ: Ἕλληνος παῖδες Δῶρος, Ξοῦθος, Αἴολος, ὥς φησι καὶ Ἡσίοδος

  
Δῶρόν τε Ξοῦθόν τε καὶ Αἴολον ἱππιοχάρμην  
ἐπαγομένων: ἀμφίβολον τίς τίνα ἐπηγάγετο, πότερον οἱ Ἕλληνος παῖδες τοὺς ἄλλους ἢ οἱ ἄλλοι τούτους ὠφελίᾳ: ὠφέλειαν εἴωθεν ὁ Θουκυδίδης τὴν συμμαχίαν καλεῖν καθʼ ἑκάστους: κατὰ μέρος, οὐ πάντας ὁμοῦ ἤδη: ἀντὶ τοῦ πάνυ ἀντὶ τοῦ δή τῇ ὁμιλίᾳ: ὁμιλίαν τὴν διάλεξιν, οὐ τὴν συναναστροφήν, ὡς ἑξῆς ἐρεῖ· ξυνίεσαν γὰρ ἀλλήλων ἀντὶ τοῦ ἤκουον οὐκ ἀπὸ γραφῆς καὶ δόξης ἁπάντων, ἀλλʼ ἐκ τῆς τῶν ἐπιχωρίων ὁμιλίας. πολλοῦ γε χρόνου: οὕτως λέγουσιν οἱ Ἀττικοί· πολλῶν ἡμερῶν οὐκ εἶδόν σε, ἀντὶ τοῦ ἐν πολλαῖς ἡμέραις ἐκ ἐκνικῆσαι: ἀντὶ τοῦ ἐπικρατῆσαι· τὸ δὲ πᾶσι κατὰ πάντων· καὶ τὸ πολλοῦ γε χρόνου ἀντὶ τοῦ ἐν πολλῷ χρόνῳ Ἀττικῶς, οἷον ἐν πολλῷ γε μέντοι χρόνῳ οὐκ ἐδύνατο καὶ ἅπασιν ἐκνικῆσαι τὸ ὄνομα τοῦτο, ἀλλʼ ἐν πάνυ πλείστῳ χρόνῳ τελείως ἐπικρατῆσαι· τὸ καλεῖσθαι Ἕλληνας. <!-- 1.3.3 -->ὕστερος: οὕτως ἐν ἑτέρῳ, καὶ καλῶς γέγραπται· τὸ πολλῷ γὰρ ἀρκεῖ ἐπὶ τοῦ χρόνου καὶ τὸ ὕστερον πλεονάζει· τὸ δὲ ὕστερος ἐπὶ τοῦ Ὁμήρου λεγόμενον ἔχει τὴν ἀκολουθίαν τοῦ λόγου σαφῆ. οὐδαμοῦ κτἑ.: τὸ γὰρ «Ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιοὺς» νενόθευται οὐδὲ βαρβάρους εἴρηκε: τὸ γὰρ βαρβαροφώνων Καρῶν νενόθευται Ἕλληνάς πω: τὸ πω παρέλκει ἀντίπαλον: ἀντίπαλον καὶ τὸ ἴσον καὶ τὸ πολέμιον ἀντίκειται γὰρ τῷ Ἕλλην τὸ βάρβαρος <!-- 1.3.4 -->οἱ δʼ οὖν· ἐπανάληψις τὸ δὲ ἑξῆς, οἱ Ἕλληνες ὡς ἕκαστοι καὶ ξύμπαντες ὕστερον κληθέντες Ἕλληνες. <!-- 1.3.5 -->θαλάσσῃ ἤδη πλείω χρώμενοι: ἀντὶ τοῦ ἐμπορευόμενοι ξυνῆλθον: ἀντὶ τοῦ συνεστράτευσαν· δεῖ δὲ προσθεῖναι τὴν εἰς· οἷον ἀλλὰ καὶ εἰς ταύτην τὴν στρατιὰν συνῆλθον <!-- 1.4.1 -->Μίνως γὰρ παλαίτατος: διὰ τριῶν συγκρίσεων δείκνυσι τὰ πρὸ τῶν Πελοποννησιακῶν ἀσθενῆ, ἀφʼ οὗ ἄνθρωποι μέχρι Μίνω, καὶ ἀπὸ τούτου μέχρι τῶν Τρωικῶν, καὶ ἀπὸ τῶν Τρωικῶν μέχρι αὑτοῦ. τινὲς δʼ οὐκ ἐντεῦθεν, ἀλλʼ ἀπὸ τοῦ, φαίνεται γὰρ ἡ νῦν Ἑλλάς, πρώτην λέγουσι σύγκρισιν ὧν: τὸ ὧν ἀντὶ τοῦ ἐκείνων ὧν ναυτικόν: στρατὸν δηλονότι στρατὸν ἢ στράτευμα τῆς νῦν Ἑλληνικῆς θαλάσσης: πρότερον γὰρ Καρικὴ ἐκαλεῖτο ἡ θάλασσα θάλασσα διὰ τῶν δύο σσ ὁ Θουκυδίδης χαίρει· οἱ δὲ ῥήτορες θάλαττά φασιν ἐπὶ πλεῖστον: ἀντὶ τοῦ ἐπὶ πολὺ μέρος, ὅ ἐστιν, ἐπὶ πολὺ μέρος αὐτῆς ἐκράτησεν· ἢ τὸ ἐπὶ πλεῖστον ἀντὶ τοῦ πάνυ Κυκλάδων: Κυκλάδες αἱ νῆσοι αὗται λέγονται παρὰ τὸ ἐν μέσῳ ἔχειν τὴν Δῆλον τὴν ἱερὰν τοῦ Ἀπόλλωνος καὶ κύκλον τινὰ περὶ αὐτὴν μιμεῖσθαι. εἰσὶ δὲ κατά τινας ιεʹ αὗται· Πάρος, Ἄνδρος, Ἴκαρος, Σκῦρος, Ῥήνεια, Ῥήνη, Δῆλος, Νάξος, Σίφνος, Κέως, Μύκωνος, Τῆνος, Κύθνος, Ἄμοργος, Σέριφος· κατὰ δέ τινας ιβʹ, πλὴν Ῥήνης καὶ Σκύρου καὶ Ἰκάρου, μᾶλλον δὲ πλὴν Ῥήνης καὶ Σκύρου καὶ Ἀμόργου πρῶτος: ὑπακουστέον Ἑλλήνων ἐγκαταστήσας: πονήσας κατὰ μέρος, οὐ πάντας ὁμοῦ. τό τε λῃστικόν: τὸ μὲν ἐκτὸς τοῦ ρ σημαίνει τὸ σύστημα τῶν λῃστῶν, τὸ δὲ μετὰ τοῦ ρ τὸ κτῆμα τῶν λῃστῶν εἰκός: τὸ ἐοικὸς τὸ ὀφειλόμενον τοῦ τὰς προσόδους μᾶλλον ἰέναι αὐτῷ: ἡ γὰρ μὴ λῃστευομένη πλείους φέρει τὰς προσόδους λείπει ἡ ὑπέρ· ὑπὲρ τοῦ τὰς προσόδους προσιέναι καὶ προσφέρεσθαι αὐτῷ <!-- 1.5.1 -->Οἱ γὰρ Ἕλληνες: τὴν αἰτίαν τοῦ λῃστεύειν ἐπάγει νῦν τῇ ἠπείρῳ: ἤπειρος τριχῶς λέγεται· ἡ πᾶσα γῆ, πρὸς ἀντιδιαστολὴν τῆς θαλάσσης, καὶ ἡ Ἀσία κατʼ ἐξοχὴν καὶ μέρος τι τῆς Ἑλλάδος περὶ Κεφαληνίαν οὐ τῶν ἀδυνατωτάτων: ἀλλὰ τῶν δυνατωτάτων ἀντιλέγει, ἐπειδὴ εἶπεν τοὺς ἐνδοξοτάτους λῃστεύοντας· λύει ὅτι τοῦτο ἐποίησαν ἕνεκεν τοῦ φυλάττειν τὰ ἑαυτῶν ἀσφαλῶς πόλεσιν ἀτειχίστοις: εἶπε γὰρ ἀτειχίστων ὄντων κατὰ κώμας οἰκουμέναις: ὥσπερ ἦν ἡ Ἀττικὴ πάλαι, κατὰ κώμας οἰκουμένη ἥρπαζον: ἐλῄστευον, ἀπὸ τοῦ ἁρπάζειν ἐβίουν. τὸν πλεῖστον τοῦ βίου: οὕτω Θουκυδίδης, καὶ τὸν πλεῖστον τοῦ χρόνου οὐκ ἔχοντός πω αἰσχύνην τούτου τοῦ ἔργου: ἤγουν οὐκ αἰσχροῦ νομιζομένου τοῦ λῃστεύειν. <!-- 1.5.2 -->καλῶς τοῦτο δρᾶν: καλῶς ἀντὶ τοῦ εὐσεβῶς καὶ φιλανθρώπως· οὔτε γὰρ βοῦν ἀροτῆρα ἐλεηλάτουν ἢ ἔκλεπτον, οὔτε νυκτὸς οὔτε μετὰ φόνων ἐποίουν τὴν λῃστείαν οἱ παλαιοὶ κτἑ.: Ὅμηρος·

  
οἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα τοί τʼ ἀλόονται  
οὐκ ὀνειδιζόντων: τῶν ἐρωτωμένων ἢ τῶν ἐρωτώντων· διχῶς γὰρ ὁ νοῦς <!-- 1.5.3 -->σιδηροφορεῖσθαι: ἀντὶ τοῦ σιδηροφορεῖν <!-- 1.6.1 -->ξυνήθη τὴν δίαιταν μεθʼ ὅπλων ἐποιήσαντο: ὅθεν καὶ τὰς μαχαίρας μαυλίας ἐκάλουν, διὰ τὸ ὁμοῦ αὐλίζεσθαι, οἷον ὁμαυλίας <!-- 1.6.3 -->ἐν τοῖς: ἐν τούτοις, ποιητικῶς· ὑπερβιβάζεται γὰρ ὁ δέ ἀνειμένῃ: τρυφηλῇ καὶ ἀνθηρᾷ ἐς τὸ τρυφερώτερον μετέστησαν: ἀντὶ τοῦ μετέστησαν εἰς τρυφῶσαν δίαιταν τὸν σίδηρον καταθέμενοι οἱ πρεσβύτεροι αὐτοῖς τῶν εὐδαιμόνων: ἀντίπτωσίς ἐστιν, οἱ εὐδαίμονες τῶν πρεσβυτέρων διὰ τὸ ἁβροδίαιτον: ὑπερβατόν, διὰ τὸ ἁβροδίαιτον χιτῶνας λινοῦς φοροῦντες οὐ πολὺς χρόνος κτἑ.: οὐ πολὺς χρόνος ἀφʼ οὗ ἐπαύσαντο φοροῦντες χιτῶνας λινοῦς καὶ τέττιγας χρυσοῦς ἐξαρτῶντες τῶν τριχῶν πλέγματι. χρυσῶν τεττίγων: ἐνήλλαξε τὴν πτῶσιν, ἀντὶ τοῦ χρυσοῦς τέττιγας. ἐφόρουν δὲ τέττιγας διὰ τὸ μουσικὸν ἢ διὰ τὸ αὐτόχθονες εἶναι· καὶ γὰρ τὸ ζῶον γηγενές ἐστιν ἐνέρσει — ἐν ἔρσει — κρωβύλον: ἢ ἐν εἰσέρσει ἢ ἐν πλοκῇ. κρώβυλος δέ ἐστιν εἶδος πλέγματος τῶν τριχῶν ἀπὸ ἑκατέρων εἰς ὀξὺ καταλῆγον. ἐκαλεῖτο δὲ τῶν μὲν ἀνδρῶν κρώβυλος, τῶν δὲ γυναικῶν κόρυμβος, τῶν δὲ παίδων σκορπίος ἐν ἀναδέσει, παρὰ τὸ εἴρειν κροβῦλον πλέγματος τριχῶν εἶδος· ἔρσις ἡ εἰσβολὴ καὶ τὸ εἰσεῖραι κρωβύλον: ὃν οἱ ἐπίσημοι ἐφόρουν Ἀθήνησιν ἐπὶ τῆς κεφαλῆς ἔμπροσθεν ἐγκαθήμενον, ὡς δʼ ἄλλοι, ἐπὶ τοῦ τραχήλου, σύμβολον τοῦ γηγενεῖς εἶναι ἐμπλοκὴ ἀπὸ τοῦ μετώπου ἐπὶ κορυφὴν ἀνηγμένη ἀναδούμενοι: ἀναπλεκόμενοι, ἀναδεσμεύοντες σκευή: σημείωσαι τὸ σκευὴ ἐπὶ τῆς ἐσθῆτος <!-- 1.6.4 -->μετρίᾳ: μετρίᾳ τῇ ἀπὸ τῆς ἐρέας· μέση γὰρ τοῦ σιδηροφορεῖν καὶ τοῦ λινοῦ καὶ ἐς τὸν νῦν τρόπον: λείπει τὸ τῇ, ἵνʼ ᾖ καὶ τῇ ἐς τὸν νῦν τρόπον πρῶτοι Λακεδαιμόνιοι κτἑ.: ὑπερβατόν· πρῶτοι Λακεδαιμόνιοι οἱ τὰ μείζω κεκτημένοι μετρίᾳ ἐσθῆτι ἐχρήσαντο καὶ ἐς τὰ ἄλλα τοῖς πολλοῖς ὁμοδίαιτοι κατέστησαν τοὺς πολλοὺς: τοὺς πένητας οἱ τὰ μείζω κεκτημένοι: οἱ πλούσιοι <!-- 1.6.5 -->ἐγυμνώθησάν κτἑ.: ταῦτα ὡς ἐν παρεκβάσει εἴρηται ἐγυμνώθησάν τε πρῶτοι: ἐν τοῖς ἀγῶσι δηλονότι· καὶ γὰρ περὶ τὰ αἰδοῖα ἐζώννυντο οἱ παλαιοί. Ὅμηρος·

  
ζῶσαι νῦν, ἵνα.  
ἀπὸ Ὀρσίππου Μεγαρέως ἐγυμνώθησαν ἐν τοῖς ἀγῶσιν, ὡς δηλοῖ καὶ τὸ εἰς αὐτὸν ἐπίγραμμα

  
Ὀρσίππῳ Μεγαρεῖ μεγαλόφρονι τῇδʼ ἀρίδηλον  
  
μνῆμα θέσαν φάμᾳ Δελφίδι πειθόμενοι·  
  
πρῶτός θʼ Ἑλλήνων ἐν Ὀλυμπίᾳ ἐστεφανώθη  
  
γυμνὸς ζωννυμένων τῶν πρὶν ἐνὶ σταδίῳ.  
ἰστέον ὅτι τὰ περὶ τῶν Λακεδαιμονίων οὐκ ἀσθένειαν τῶν ἀρχαίων παραδίδωσιν — ἀδιάφορον γὰρ τὸ γυμνοὺς ἢ ἐζωσμένους ἀγωνίζεσθαι πρὸς δύναμιν —, ἀλλὰ μόνον ὅτι ὁμοίως διῃτῶντο τοῖς βαρβάροις λίπα: τὸ λίπα Ὅμηρος ἐπιθετικῶς λέγει τὸ ἔλαιον, οὗτος δὲ οὕτως αὐτὸ ὀνομάζει μετὰ τοῦ γυμνάζεσθαι: ἀντὶ τοῦ ἐν τῷ γυμνάζεσθαι ἔτι δὲ καὶ κτἑ.: τὸ ἑξῆς· ἔτι δὲ καὶ ἐν τοῖς βαρβάροις, καὶ μάλιστα τοῖς Ἀσιανοῖς, οἷς νῦν πυγμῆς καὶ πάλης ἆθλα τίθεται ἐν τοῖς βαρβάροις ἔστιν οἷς: ἔν τισι τῶν βαρβάρων. ἆθλα: ἆθλος ὁ ἀγών, ἀρσενικῶς· ἆθλον τὸ ἔπαθλον, οὐδετέρως ἔπαθλα <!-- 1.7.1 -->περιουσίας μᾶλλον ἔχουσαι: ἀδείας τυχοῦσαι τοῦ πλεῖν. ἡ δὲ σύγκρισις πρὸς τοὺς ἀρχαίους ὥστε φάναι ὡς περιουσία μᾶλλον ἦν τὰ τότε χρήματα οὐκ εἰς τροφὴν μόνον αὐταρκοῦντα· περιουσία γὰρ λέγεται ἡ μετὰ τὰ ἀναγκαῖα περιττότης χρημάτων τείχεσιν ἐκτίζοντο: λείπει ἡ σύν ἵνα ᾖ σὺν τείχεσιν ἐκτίζοντο. προσοίκους: τὸ πρόσοικος ἐπὶ πόλεως οἰκειότερον μᾶλλον τοῦ ὅμορος· ἐπὶ γὰρ ὅρων τοῦτο λαμβάνεται. διὰ τὴν λῃστείαν: διὰ τὸ ληστεύεσθαι. ἀντισχοῦσαι: μετὰ μάχης ἐναντιωθεῖσαι. ἀντισχοῦσαν: τὴν ληστείαν δηλονότι ἔφερον: τὸ ἔφερον ἀντὶ τοῦ ἐλῄστευον, ἔβλαπτον καὶ Ἡρόδοτος ἔφερον κτἑ.: τὸ ἑξῆς· τῶν ἄλλων ὅσοι κάτω ᾤκουν, ὄντες οὐ θαλάσσιοι, ἔφερον ἀλλήλους κάτω: ἤτοι ἐγγὺς τῆς θαλάσσης <!-- 1.8.1 -->οὐχ ἧσσον: ἀντὶ τοῦ λίαν Κᾶρές τε ὄντες καὶ Φοίνικες: ἵνα μὴ διαβάλῃ τὸ Ἑλληνικόν, εἶπε Κᾶρας καὶ Φοίνικας οὗτοι γὰρ δὴ: τὸ σχῆμα προαναφώνησις ὑπὲρ ἥμισυ: οὐ τῶν Ἑλλήνων ὑπὲρ ἥμισυ, ἀλλὰ τῶν Φοινίκων· οἱ γὰρ Ἕλληνες ἔκαιον τὰ σώματα Κᾶρες ἐφάνησαν κτἑ.: οἱ Κᾶρες πρῶτοι εὗρον τοὺς ὀμφαλοὺς τῶν ἀσπίδων καὶ τοὺς λόφους. τοῖς οὖν ἀποθνήσκουσι συνέθαπτον ἀσπιδίσκιον μικρὸν καὶ λόφον, σημεῖον τῆς εὑρέσεως· καὶ ἐκ τούτου ἐγνωρίζοντο οἱ Κᾶρες. οἱ δὲ Φοίνικες ἐκ τοῦ τρόπου τῆς ταφῆς· τῶν ἄλλων γὰρ ἐπʼ ἀνατολὰς ποιούντων ὁρᾶν τοὺς νεκρούς, οἱ Φοίνικες ἐξεπίτηδες ἐπὶ δύσιν <!-- 1.8.2 -->καταστάντος δὲ τοῦ Μίνω ναυτικοῦ: τὸ σχῆμα ἐπανάληψις· τὸ δὲ Μίνω Ἀττικόν ἀνέστησαν: ἀντὶ τοῦ ἀνάστατοι ἐγένοντο <!-- 1.8.3 -->οἱ παρὰ θάλασσαν ἄνθρωποι κτἑ.: πανταχοῦ τοὺς παρὰ θάλασσαν ἀνθρώπους εὐπορωτέρους λέγει εἶναι τείχη περιεβάλοντο: καὶ τοῦτο τῆς ἐπαναλήψεως· προεῖπε γὰρ τείχεσιν ἐκτίζοντο <!-- 1.8.4 -->τούτῳ τῷ τρόπῳ: τῷ δυνατῷ καὶ εὐπόρῳ <!-- 1.9.1 -->Ἀγαμέμνων κτἑ.: τὸ ἑξῆς· Ἀγαμέμνων τέ μοι δοκεῖ τὸν στόλον ἀγεῖραι περὶ σχημάτων σεμνότατος <!-- 1.9.2 -->λέγουσι δέ: ὁ νοῦς τοιοῦτος· λέγουσι δὲ καὶ οἱ τὰ Πελοποννησίων μνήμῃ σαφέστατα δεδεγμένοι, ἵνʼ ᾖ ἐπίρρημα τὸ σαφέστατα ἔστι δὲ τοῦτο κεφάλαιον κζʹ τοῦ περὶ μεθόδου δεινότητος Πέλοπά τε πρῶτον: τὸ ἑξῆς οὕτως· Πέλοπά τε πρῶτον, ἐπηλύτην ὄντα, ὅμως σχεῖν. τὸ πρῶτον πρὸς τὸ πλήθει χρημάτων τὴν ἐπωνυμίαν: Ἀπία γὰρ τὸ πρῶτον ἐκαλεῖτο. Ὅμηρος·

  
Τηλόθεν ἐξ Ἀπίης γαίης.  
Πελοπόννησος γὰρ νῦν καλεῖται ἐπιλύτην ὄντα ἐπιλύτης ὁ ξένος καὶ οἱονεὶ ἔπιλυς καὶ ὕστερον: ἀπὸ κοινοῦ τὸ λέγουσι τοῖς ἐκγόνοις: Ἀτρεῖ, Ἀγαμέμνονι ξυνενεχθῆναι: ἀντὶ τοῦ εὐτυχηθῆναι ἢ συναχθῆναι ἀντὶ τοῦ συμβῆναι, συνελθεῖν τοῦτο τὸ ὄνομα ὑπὸ Ἡρακλειδῶν: οὐχ ὅτι ὑπʼ αὐτῶν μόνων ἐφονεύθη, ἀλλʼ ὅτι διʼ αὐτούς μητρὸς ἀδελφοῦ: Ἀστυδάμεια, μήτηρ Εὐρυσθέως, ἀδελφὴ Ἀτρέως αὐτόν: τὸν Ἀτρέα τὸν πατέρα: τὸν Πέλοπα διὰ τὸν Χρυσίππου θάνατον: ὁ γὰρ Πέλοψ τὸν Χρύσιππον τὸν υἱὸν ἀνεῖλεν· ὁ δὲ Ἀτρεὺς φοβούμενος μὴ τὸ αὐτὸ πάθῃ ἔφυγεν τοῦτον γὰρ ἀδελφὸν αὐτοῦ ὄντα ἀπέκτεινε ἀνεχώρησεν: ἀντὶ τοῦ ὑπέστρεψεν ἀντὶ τοῦ ἐπανῆλθεν τεθεραπευκότα: χρήμασι δηλονότι τῶν Περσειδῶν τοὺς Πελοπίδας: Ὅμηρος·

  
Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο.  
ὁ δὲ Ἀτρεὺς Πελοπίδης <!-- 1.9.3 -->ἅ: τὰ δύο σκῆπτρα χάριτι: Ὅμηρος·

  
χάριν Ἀτρείδῃσι φέροντες  
ναυσί τε: λείπει ἡ σύν, ἵνʼ ᾖ σὺν ναυσί τε καὶ Ἀρκάσι προσπαρασχών: τὸ ἑξῆς· πρὸς δὲ καὶ Ἀρκάσι παρασχών ἱκανός: διὰ τοῦ ἱκανός τὸ ἀξιόπιστον τοῦ ποιητοῦ παρέστησεν. <!-- 1.9.4 -->οὐκ ἂν οὖν νήσων κτἑ.: συλλογισμὸς τὸ σχῆμα Ἀγαμέμνων ἦρχε μὲν τοῦ Ἄργους καὶ τῶν περὶ αὐτὸ νήσων, ἐπέκεινα δὲ τῶν ἐν τῇ περιοχῇ τοῦ Ἄργους νήσων ἦρχε καὶ ἑτέρων νήσων πολλῶν, αἳ οὐκ ἂν ἦσαν πολλαί, εἰ μὴ ναυτικὸν εἶχεν ὁ Ἀγαμέμνων, διʼ οὗ τούτων κρατεῖν ἠδύνατο. <!-- 1.9.5 -->ταύτῃ τῇ στρατείᾳ: ἀντὶ τοῦ ἀπὸ ταύτης — λέγει δὲ τῆς Τρωικῆς· εἰ γὰρ τὰ οὕτως ὑμνούμενα εὐτελῆ ἦν, πόσῳ μᾶλλον τὰ πρὸ αὐτῶν; <!-- 1.10.1 -->οὐκ ἀκριβεῖ: οὐ γάρ ἐστιν ἀκριβὲς σημεῖον τὸ ἐκ τῶν τόπων τὰς δυνάμεις τῶν ἀνθρώπων στοχάζεσθαι μὴ γενέσθαι: Ἀττικῶς τὸ μὴ ἐνταῦθα παρέλκεται <!-- 1.10.2 -->Λακεδαιμονίων γὰρ κτἑ.: τὸ σχῆμα κατὰ ὑπόθεσιν. καταρᾶται δὲ τοῖς Λακεδαιμονίοις λεληθότως ἡ πόλις: ἡ μητρόπολις, ἡ Σπάρτη λειφθείη δὲ τά τε ἱερά: εὐσεβῶς λέγει τὰ ἱερά τῆς κατασκευῆς: τῶν κτισμάτων. Πελοποννήσου τῶν πέντε: Πελοποννήσου αἱ πέντε μοῖραι Λακωνική, Ἀρκαδική, Ἀργολική, Μεσσηνιακὴ καὶ τῆς Ἤλιδος. ἀποθανόντος δὲ τοῦ Κρεσφόντου ἔσχον τὴν Μεσσηνιακὴν οἱ Λακεδαιμόνιοι τὰς δύο μοίρας: Λακωνικὴν καὶ Μεσσηνιακὴν τῆς τε ξυμπάσης ἡγοῦνται: ἰστέον ὅτι καὶ τῆς Ἀργολικῆς οὐκ ἦρξαν, ἀλλὰ συνεκδρομικῶς εἶπεν ὅμως δὲ κτἑ.: τὸ ἑξῆς οὕτως· ὅμως δὲ φαίνοιτʼ ἂν ὑποδεεστέρα πόλεως καὶ εὐτελοῦς καὶ οὔτε συνοικισθείσης καὶ τὰ ἑξῆς πολυτελέσι: πολυδαπάνοις· τέλος γὰρ τὸ ἀνάλωμα Ἀθηναίων δὲ τὸ αὐτὸ τοῦτο παθόντων: ἐξ ὑποθέσεώς φησι περὶ Λακεδαιμονίων τὸ εἰ ἡ πόλις αὐτῶν ἐρημωθείη καὶ τὰ ἱερὰ λειφθείη· ἐπεὶ πῶς ἂν περὶ Ἀθηνῶν, Ἀθηναῖος ὤν, καταρώμενος τὸ αὐτὸ εἰρήκει; ὥστε μάτην ἡ παραγραφὴ τέθειται, ὅτι λεληθότως ἐπαρᾶται τοῖς Λακεδαιμονίοις· ἀλλότριον γὰρ τοῦτο τῆς συγγραφέως ἴσμεν προθέσεως ἢ ἔστιν: τὸ ἢ συγκριτικὸν ἀντὶ τοῦ ἤπερ ἡ διάνοια· ἐρημωθείσης τῆς μὲν τῶν Λακεδαιμονίων πόλεως, μείων φαίνοιτʼ ἂν ἡ δύναμις γεγονέναι τοῖς ἔπειτα· τῆς δὲ τῶν Ἀθηναίων, μείζων ἢ νῦν ἐστιν. <!-- 1.10.3 -->κἀνταῦθα: τὰ κατὰ Μυκήνην καὶ τὸν στόλον τὸν εἰς Τροίαν ἐν τῇ καθαιρέσει  <span class="gap">…</span> ᾓν: ἥντινα στρατιάν <!-- 1.10.4 -->πεποίηκε: ἐπιτηδείως εἶπε τὸν ποιητὴν πεποιηκέναι, ὥσπερ λέγομεν τὸν φιλόσοφον ὅτι ἐφιλοσόφησεν ἰστέον ὅτι ἀπὸ Ἡροδότου τοῦτο ὠφέληται χιλίων καὶ διακοσίων: ἰστέον ὅτι Εὐριπίδης καὶ Λυκόφρων χιλίας ναῦς λέγουσι τὸν Ἀγαμέμνονα ἀγαγεῖν, ὁ δὲ Ὅμηρος χιλίας ἑκατὸν ἑξήκοντα ἕξ τὰς μὲν Βοιωτῶν: τὰς μεγάλας δηλονότι τὰς δὲ Φιλοκτήτου: τὰς μικρὰς δηλονότι ἄλλων γοῦν μεγέθους: ἀνδρῶν δηλονότι ἐν νεῶν καταλόγῳ: ἔστι γὰρ καὶ ἀνδρῶν παρʼ αὐτῷ κατάλογος αὐτερέται: οἱ αὐτοὶ ἐρέται καὶ στρατιῶται προσκώπους: τοὺς πρὸς ταῖς κώπαις ναύτας, τοὺς κωπηλάτας πρόσκωποι οἱ πρὸς ταῖς κώπαις ὄντες καὶ οἷον ἐρέττοντες περίνεως: τοὺς περιττοὺς ἐν τῇ νηῒ ἐπιβάτας, οἷον δούλους τοὺς περιττοὺς καὶ ἔξω τῶν ὑπηρεσιῶν καὶ πρώτους πλέοντας. ὅθεν καὶ τοὺς κομίζοντάς τινα εἴσθηκε  <span class="gap">…</span> τῶν μάλιστα ἐν τέλει: οἷον Μηριόνου καὶ Πατρόκλου καὶ τῶν τοιούτων ἐν τέλει οὐδʼ αὖ τὰ πλοῖα κτἑ.: οὐκ ἦν, φησί, σεσανιδωμένα τὰ πλοῖα, ὥστε κάτω μὲν τιθέναι τὰ ὅπλα, αὐτοὺς δὲ ἄνω διάγειν λῃστικώτερον: τὰ γὰρ τῶν λῃστῶν πλοῖα οὐκ ἦσαν σεσανιδωμένα, ἀλλὰ κάτω ἐκαθέζοντο διὰ τὸ μὴ φαίνεσθαι ἐπιπλέοντας. ἦν οὖν διὰ τοῦτο κοιλότερα <!-- 1.10.5 -->τὸ μέσον: μέσον τῶν ἑκατὸν εἴκοσι καὶ τῶν πεντήκοντά ἐστιν ὁ πεʹ. συνάγεται οὖν ὁ τῶν χιλίων διακοσίων νεῶν τῶν ἀνδρῶν ἀριθμὸς μυριάδες δέκα καὶ δισχίλιοι <!-- 1.11.1 -->ὅσον ἡ ἀχρηματία: συγκριτικῶς, ὅτι καὶ τοῦτο κἀκεῖνο. ἰστέον δὲ ὅτι ηὕρηται ἡ ἀχρηματία τῆς γὰρ τροφῆς: ζήτει κεφάλαιον ιηʹ τοῦ περὶ μεθόδου δεινότητος αὐτόθεν: ἀπὸ τῆς Τροίας βιοτεύσειν: τροφὴν ἕξειν. μάχῃ: τῇ τῆς ἀποβάσεως εἰς τὴν ξηρὰν ἀπὸ τῶν νεῶν, ἔνθα ὁ Πρωτεσίλαος πίπτει τὸ γὰρ ἔρυμα: ἔρυμα νῦν λέγει οὐχ ὅπερ ἐν τῇ ηʹ λέγει Ὅμηρος γενέσθαι, ἀλλὰ πρότερον μικρότερον διὰ τὰς τῶν βαρβάρων ἐπιδρομάς οὐκ ἂν ἐτειχίσαντο: οὐκ ἂν γὰρ συνεχωρήθησαν πρὸς γεωργίαν: ὧν ἡγεῖτο Ἀκάμας καὶ Ἀντίμαχος λῃστείαν: ὧν ἡγεῖτο Ἀχιλλεύς τοῖς αἰεὶ ὑπολειπομένοις: τοῖς κατὰ καιρόν <!-- 1.11.2 -->διέφερον: ἀντὶ τοῦ ἤνυον, εἰργάζοντο ὑπέμενον, ἐπιμελῶς ἐξήνυον, διήνυον. ἀλλὰ μέρει τῷ: ἔνιοι συνεγκλίνουσιν, ἀλλὰ μέρει τῳ, ἀντὶ τοῦ μέρει τινι <!-- 1.11.3 -->αὐτά γε δὴ ταῦτα: τὰ Τρωικά δηλοῦται: ἐλέγχεται αὐτῶν: τῶν Τρωικῶν λόγου: δόξης <!-- 1.12.1 -->καὶ μετὰ τὰ Τρωικά: τριχῶς διεῖλε τὴν ἀρχαιολογίαν, εἰς τὰ πρὸ τῶν Τρωικῶν, εἰς αὐτὰ τὰ Τρωικά, εἰς τὰ ἐχόμενα αὐτῶν. καθʼ ἕκαστον δὲ μέρος διπλῆ παράγραφος κεῖται. δηλοῖ δὲ καὶ διὰ τούτων τὴν αἰτίαν, διʼ ἣν τὰ Ἑλληνικὰ καὶ μετὰ τὴν ἅλωσιν ἦν ἀσθενῆ ἡσυχάσασα αὐξηθῆναι: ἡσυχία γὰρ καὶ αὔξειν ποιεῖ <!-- 1.12.2 -->ἥ τε γὰρ ἀναχώρησις κτἑ.: μηκέτι γὰρ ἐλπίζοντες αὐτοὺς ἐπανελθεῖν ἐπανίσταντο, ἐλθοῦσι δʼ ἐπολέμουν, καὶ οἱ ἡττώμενοι ἐξέπιπτον ἐνεόχμωσε: νεοχμῶσαι τὸ νεώτερα καὶ καινὰ διαπράξασθαι ἀφʼ ὧν: ἢ πόλεων ἢ στάσεων ἐκπίπτοντες τὰς πόλεις ἔκτιζον: πολλοὶ γὰρ ἐξέπεσον, οἷον Τεῦκρος μὲν ὑπὸ τοῦ πατρὸς ἐκβληθεὶς διὰ τὸν Αἴαντα εἰς Κύπρον ἀφίκετο, καὶ Φιλοκτήτης, διὰ τὸν Πάριδος θάνατον τὴν θήλειαν νόσον νοσήσας καὶ μὴ φέρων τὴν αἰσχύνην, ἀπελθὼν ἐκ τῆς πατρίδος ἔκτισε πόλιν ἣν διὰ τὸ πάθος Μαλακίαν ἐκάλεσε, καὶ Διομήδης ὑπὸ Κομήτου ἐκβληθεὶς εἰς τὰς Λιβυρνίδας νήσους ἀφίκετο, καὶ ὁ Μενεσθεύς, ὑπὸ τῶν Θησειδῶν, εἰς Ἰβηρίαν, καὶ ἄλλοι πολλοί <!-- 1.12.3 -->ἐξ Ἄρνης: Ἄρνη πόλις Θεσσαλίας, ἀφʼ ἧς ὠνόμασται κατὰ μετοικίαν καὶ ἡ ἐν Βοιωτίᾳ Ἄρνη· ἡ δὲ Βοιωτικὴ Ἄρνη νῦν Χαιρώνεια καλεῖται Καδμηΐδα: τὴν Χαιρώνειαν ἐπειδὴ πρότερον Καδμηῒς ἐκαλεῖτο. ὁ δὲ Ὅμηρος Βοιωτοὺς καλεῖ ἀναχρονισμῷ χρώμενος· ἔσχατος γὰρ τῶν Τρωικῶν ἐστιν ἀποδασμός: μέρος ὀγδοηκοστῷ ἔτει ξὺν Ἡρακλείδαις: οἱ γὰρ Ἡρακλεῖδαι βουλόμενοι κατελθεῖν εἰς Πελοπόννησον ἤροντο τὸν Ἀπόλλωνα· ὁ δὲ αὐτοῖς ἀνεῖλε διὰ τῶν στενῶν εἰσβαλεῖν. οἱ δὲ νομίσαντες τὸν ἰσθμὸν λέγειν αὐτὸν καὶ ἀστοχήσαντες τοῦ χρησμοῦ προσβάλλουσι τοῖς Πελοποννησίοις κατὰ τὸν ἰσθμόν, καὶ ἡττηθέντες ἐποιήσαντο σπονδὰς ὥστε ἑκατὸν ἔτη παραχωρῆσαι τὴν χώραν Πελοποννησίοις. μετὰ δὲ τὰ ἑκατὸν ἔτη πάλιν ἤροντο τὸν Ἀπόλλωνα περὶ τῆς καθόδου· ὁ δὲ ἀνεῖλεν αὖθις διὰ τῶν στενῶν εἰσβαλεῖν. ἀντιλεγόντων δὲ τῶν Δωριέων ὡς καὶ πρότερον εἶεν ἠπατημένοι, εἶπεν ὡς οὐ συνήκατε τὸν χρησμόν· στενὰ γὰρ λέγω τὸν Κρισαῖον κόλπον. οἱ δὲ ἐντεῦθεν ἐπιχειρήσαντες ἔτυχον τῆς καθόδου μετὰ πʹ ἔτη τῶν Τρωικῶν. ἡ δὲ πρώτη εἰσβολὴ πρὸ εἴκοσι ἐτῶν ἦν <!-- 1.12.4 -->ἀποικίας: ἀποικίσαι ἐστὶ κτίσαι πόλιν ἐπʼ ἐρήμοις ἔστιν ἅ: ἀντὶ τοῦ ἔνια. λέγει δὲ Ἀμπρακιώτας, Ἀνακτορίους <!-- 1.13.1 -->Τὰ πολλά: ἀντὶ τοῦ ὡς ἐπὶ πολύ τυραννίδες ἐνταῖς πόλεσι καθίσταντο: διὰ τοῦτο δὲ ἦσαν καὶ ταῦτα ἀσθενῆ· ἡ γὰρ τυραννὶς οὐκ ἐᾷ τελέως αὔξειν τὰ πράγματα τῶν προσόδων μειζόνων γιγνομένων: τὴν αἰτίαν λέγει τῶν τυραννίδων ἐπὶ ῥητοῖς γέρασι: ἀντὶ τοῦ ἐπὶ φανεραῖς τιμαῖς, ἐπὶ ὁμολογουμένοις γέρασιν· τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν τῶν τυραννίδων· ὁ γὰρ τύραννος νόμον ἔχει τὴν βούλησιν καὶ οὐχὶ τὸ αἴσιον πατρικαὶ βασιλεῖαι: ἀπὸ τῶν πατέρων παραλαμβανόμεναι κατὰ διαδοχὴν γένους. διαφορὰν δὲ λέγει τυραννίδος καὶ βασιλείας, ὡς καὶ οἱ φιλόσοφοι· οἱ δὲ ῥήτορες ἀδιαφόρως καλοῦσιν ἀντείχοντο: ἐφρόντιζον καὶ ἀντεποιοῦντο καὶ ἐπεμέλοντο, ἔρωτι δηλονότι χρημάτων προσεῖχον αὐτῇ <!-- 1.13.2 -->μεταχειρίσαι τὰ περὶ τὰς ναῦς: ἐναλλάξαι, τουτέστιν ἀπὸ πεντηκοντέρων ποιῆσαι τριήρεις τριήρεις: ἀπὸ κοινοῦ τὸ λέγονται <!-- 1.13.3 -->ἔτη δʼ ἐστὶ κτἑ.: εἰκὸς γοῦν ἐν τῷ τοσούτῳ χρόνῳ πολλὰς ναῦς γενέσθαι μάλιστα: ἀντὶ τοῦ ἀκριβῶς ἐς τὴν τελευτὴν τοῦδε τοῦ πολέμου: γνωστέον καὶ ἐντεῦθεν ὅτι ὕστερον συνέγραψεν ὁ Θουκυδίδης τὴν λέξιν τῆς ἱστορίας <!-- 1.13.4 -->ναυμαχία τε παλαιτάτη: Περιάνδρου τοῦ Κυψέλου τυραννοῦντος Κορινθόθι, διὰ τὸν φόνον Λυκόφρονος τοῦ υἱέος αὐτοῦ, ὃν ἀνεῖλον οἱ Κερκυραῖοι. ἡ δὲ ἱστορία κατὰ διέξοδον κεῖται παρʼ Ἡροδότῳ μέχρι τοῦ αὐτοῦ χρόνου: ἐς τὴν τελευτὴν δηλονότι τοῦδε τοῦ πολέμου. <!-- 1.13.5 -->κτησάμενοι: οὐχ οἱ πάντες, ἀλλʼ οἱ Κορίνθιοι δηλονότι τὸ λῃστικὸν καθῄρουν: ἐπὶ τοῦ Μίνωός φησιν, ἐφʼ ὅσον ἠδύνατο, τὸ λῃστικὸν καθῄρει· νῦν δὲ τὸ λεῖπον οἱ Κορίνθιοι εἰργάσαντο <!-- 1.13.6 -->Ἴωσιν: μετὰ τὴν τῶν Κορινθίων ναυπηγίαν ἡ τῶν Ἰώνων εἰσάγεται περὶ τὸ ναυτικὸν ἐπιμέλεια. Κύρου: ἡ ἰστορία δήλη ἐν τῇ αʹ Ἡροδότου υἱέος: τὸ υἱέος Ἀττικὸν ἀπὸ εὐθείας τῆς υἱεύς τῆς τε καθʼ ἑαυτούς: τῆς γείτονος· οὐ γὰρ πάσης τῆς περὶ τὴν Ἰωνίαν Πολυκράτης: ἡ ἱστορία ἐν γʹ Ἡροδότου Ῥήνειαν: μία τῶν Κυκλάδων ἡ Ῥήνεια Φωκαῆς: Φωκεῖς οἱ τῆς Ἑλλάδος, ἀπὸ Φωκίδος πόλεως· Φωκαῆς οἱ τῆς Ἰωνίας, ἀπὸ Φωκαίας πόλεως Μασσαλίαν οἰκίζοντες: Ἴωνες ὄντες οἱ Φωκαῆς καὶ πολεμούμενοι ὑπὸ Περσῶν, ἀφέντες τὴν Ἰωνίαν ἔπλευσαν ἐπὶ τὴν Ἀφρικὴν τὴν πάλαι Καρχηδόνα καλουμένην· ἀεὶ δὲ ταῖς οἰκιζομέναις αἱ πλησίον ἐναντιοῦνται. ἡ δὲ Μεσσαλία πόλις ἐστὶ τῆς Ἀφρικῆς, Καρχηδὼν δὲ ἡ νῦν Ἀφρική <!-- 1.14.1 -->Δυνατώτατα γὰρ ταῦτα: τὸ Φωκαϊκὸν καὶ τὸ Ἰωνικὸν καὶ τὸ Πολυκράτους πεντηκοντέροις: πεντηκόντερός ἐστι ναῦς ἡ ὑπὸ πεντήκοντα ἐρεσσομένη ἐξηρτυμένα: ἡτοιμασμένα. ἐκεῖνα: τὰ κατὰ τὰ Τρωικά πρὸ τῶν Μηδικῶν: Μηδικὰ καλοῦσι τὰ κατὰ τὴν Ξέρξου ἔλασιν τοῖς τυράννοις: Ἱέρωνι καὶ Γέλωνι <!-- 1.14.2 -->προσδοκίμου ὄντος: διὰ τὴν ἐν Μαραθῶνι μάχην αἷσπερ: διʼ ὧνπερ ἐναυμάχησαν: ἐν Σαλαμῖνι δηλονότι <!-- 1.15.1 -->Ὅμως: καίπερ οἱ προσσχόντες αὐτοῖς: οἱ σπουδάσαντες αὐτοῖς καὶ τοῖς ὑπηκόοις οἱ προσχόντες τοῖς ναυτικοῖς ὅσοι: ἢ οἱ καταστρέφοντες ἢ οἱ καταστρεφόμενοι ὅσοι μὴ διαρκῆ εἶχον χώραν: οἱ καταστρεφόμενοι τὴν ἀλλοτρίαν, οὗτοι μὴ διαρκῆ χώραν ἔχοντες ἐπέπλεον πρὸς τὰς πορθουμένας πόλεις <!-- 1.15.2 -->ὅσοι καὶ ἐγένοντο: πόλεμοι  <span class="gap">…</span> καὶ ἐκδήμους στρατείας κτἑ.: τὸ ἑξῆς· καὶ στρατείας ἐκδήμους πολὺ οὐκ ἐξῄεσαν  <span class="gap">…</span> οἷον οἱ ἐκδημοῦντες οὐκ ἐξῇσαν: οὐκ ἐξιόντες ἐποίουν οὐ γὰρ ξυνειστήκεσαν κτἑ.: αἱ ἐλάττους πόλεις οὐ συνεμάχουν ταῖς μεγάλαις ὑπήκοοι οὖσαι· οὐ γὰρ ὑπήκουον. ἀπὸ τῆς ἴσης: κατʼ ἰσότητα μιγνύμενοι καὶ στρατευόμενοι  <span class="gap">…</span> λείπει τὸ συντελείας οἷον ἀπὸ τῆς ἰδίας ἕκαστος οὐσίας τὸ φθάνον <!-- 1.15.3 -->πόλεμον Χαλκιδέων καὶ Ἐρετριῶν: ἐπολέμουν οὗτοι πρὸς ἀλλήλους περὶ τοῦ Ληλαντίου πεδίου ἑκατέρων: τῶν Χαλκιδέων καὶ Ἐρετριέων. διέστη: διεσπάσθη, ἀνεχώρησεν, οὐ συνεμάχησεν· οὐ γὰρ λέγει ὅτι ἐμερίσθη, ἀλλὰ μόνοι Χαλκιδεῖς μόνοις Ἐρετριεῦσιν ἐμάχοντο <!-- 1.16.1 -->Μὴ αὐξηθῆναι: λείπει τὸ τοῦ καὶ Ἴωσι κτἑ.: τὸ ἑξῆς· καὶ Ἴωσι Κῦρος ἐπεστράτευσε Κροῖσον καθελὼν καὶ τὰ ἑξῆς τῶν πραγμάτων: τίνα δὲ ἦσαν τὰ πράγματα τῶν Περσικῶν καὶ ὅσα: ἀπὸ κοινοῦ τὸ καθελοῦσα καὶ τὰς νήσους: ἀπὸ κοινοῦ τὸ ἐδούλωσε λέγει δὲ Χίον καὶ Σάμον <!-- 1.17.1 -->Ἔς τε τὸ σῶμα: εἰς τὸ φυλάσσειν τὸ ἴδιον σῶμα μάλιστα: τὸ μάλιστα ἀντὶ τοῦ ἀκριβῶς λαμβάνει ὁ Θουκυδίδης τὸ δὲ ὑπερβατὸν οὕτως· τύραννοι τὰς πόλεις ᾤκουν οἱ γὰρ ἐν Σικελίᾳ: ὁ γάρ ἀντὶ τοῦ δέ σημείωσαι· οὐ λέγω περὶ τῶν ἐν Σικελίᾳ· οἱ γὰρ ἐν Σικελίᾳ ἐπὶ πλεῖστον καὶ τὰ ἑξῆς  <span class="gap">…</span> ἐπὶ πλεῖστον ἐχώρησαν δυνάμεως: ἤγουν πλείονα δύναμιν περιεβάλοντο. φανερὸν: ἀντὶ τοῦ λαμπρόν εἶναι: κατὰ κοινοῦ τὸ κατείχετο <!-- 1.18.1 -->Ἐπειδὴ: ἀντὶ τοῦ ἀφʼ οὗ καὶ πρίν: ἤτοι καὶ πρότερον, δηλονότι πρὸ τῶν τῆς Ἀθήνης τυράννων. λέγει δὲ πλείστους εἶναι τοὺς Ἀθηναίων τυράννους καὶ αὐτοὺς τελευταίους καταλυθῆναι ὑπὸ Λακεδαιμονίων. τῶν ἐν Σικελίᾳ: τυράννων· οὗτοι γὰρ ὕστατοι κατελύθησαν ἁπάντων. ἡ γὰρ Λακεδαίμων κτἑ.: ἡ σύνταξις οὕτως· ἡ γὰρ Λακεδαίμων ἐπὶ πλεῖστον ὧν ἴσμεν χρόνον στασιάσασα, πρὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου δηλονότι, ὅμως μετὰ τὴν κτίσιν τῶν νῦν ἐνοικούντων αὐτὴν Δωριέων εὐνομήθη ζήτει κεφάλαιον ιγʹ τοῦ περὶ μεθόδου δεινότητος περὶ ὑπερβατοῦ πόθεν, φησίν, οἱ Λακεδαιμόνιοι τοὺς τυράννους κατέλυσαν; ἐκ τῆς εὐνομίας καὶ τοῦ ἀεὶ τῇ αὐτῇ πολιτείᾳ χρῆσθαι  <span class="gap">…</span> σημείωσαι Δωριεῖς οἱ Λακεδαίμονες  <span class="gap">…</span> ἀφʼ οὗ: γράφεται καὶ ἅ  <span class="gap">…</span> ἃ ἀφʼ οὗ: εἰς ἃ υʹ ἔτη οἱ Λακεδαιμόνιοι, τουτέστιν ἐν οἷς ἔτεσιν ἅ: τετρακόσια ἔτη οἱ Λακεδαιμόνιοι τῇ αὐτῇ πολιτείᾳ: τῇ ὀλιγαρχίᾳ, τῇ γερουσίᾳ καθίστασαν: τὸ καθίστασαν ἀντὶ τοῦ εἰς τάξιν τινὰ καὶ κατάστασιν ἔφερον τὰ πράγματα τὰς τυραννίδας καθαιροῦντες εἰς κατάστασιν ἦγον τοὺς τυράννους καταλύοντες  <span class="gap">…</span> μετὰ δὲ τὴν κτἑ.: τὸ σχῆμα ἐπανάληψις περιττὸς ὁ δέ σύνδεσμος <!-- 1.18.2 -->ὁ βάρβαρος: ὁ Ξέρξης δουλωσόμενος: διότι τυραννοκτόνοι διανοηθέντες: οὐχ ὅτι διανοηθέντες οὐκ ἐποίησαν, ἀλλὰ θαυμάζει πῶς ὅλως διενοήθησαν τοῦ θεολόγου ἀνασκευασάμενοι: τὰ σκεύη ἀναλαβόντες κατὰ κοινοῦ ἀνασκευασάμενοι τὰς ναῦς  <span class="gap">…</span> ἀπωσάμενοι: οἱ Ἕλληνες δηλονότι πολλῷ διεκρίθησαν: χρόνῳ διέστησαν. οἱ ξυμπολεμήσαντες: τοῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις ταῦτα: τὰ πράγματα τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων οἱ μὲν ... οἱ δὲ: οἱ Λακεδαιμόνιοι ... οἱ Ἀθηναῖοι <!-- 1.18.3 -->ἡ ὁμαιχμία: ἡ φιλία, ἡ ὁμόνοια ὁμαιχμία ἡ συμμαχία, παρὰ τὸ ὁμοῦ ἔχειν τὰς αἰχμάς ἡ ὁμαιχμία ἐκ τοῦ ὁμοῦ καὶ τοῦ ἔχω ἢ μᾶλλον ἐκ τοῦ ὁμοῦ καὶ τοῦ αἰχμή  <span class="gap">…</span> διενεχθέντες: ἡ μὲν ἀκριβὴς αἰτία τῆς μάχης οὐ φέρεται πόθεν ἐγένετο· δεῖ δὲ εἰδέναι ὡς μετὰ τὸν Μηδικὸν ἐγένετο πόλεμον, καὶ ἔστι μία ὧν μέμνηται ὁ συγγραφεὺς ἐν τῇ πεντηκονταετηρίδι μετὰ τῶν ξυμμάχων: τῶν ἰδίων δηλονότι, τουτέστιν ἔχοντες οὗτοι τοὺς ἰδίους συμμάχους κἀκεῖνοι τοὺς ἰδίους  <span class="gap">…</span> διασταῖεν: διενεχθεῖεν, στασιάσαιεν πρὸς ἀλλήλους πρὸς τούτους ἤδη ἐχώρουν: οἱ μὲν ὀλιγαρχικοὶ πρὸς Λακεδαιμονίους, οἱ δὲ δημοκρατικοὶ πρὸς Ἀθηναίους <!-- 1.19.1 -->Οὐχ ὑποτελεῖς κτἑ.: τὸ ἑξῆς· ἔχοντες φόρους οὐχ ὑποτελεῖς, τοὺς ξυμμάχους ἡγοῦντο  <span class="gap">…</span> τοὺς ξυμμάχους: ἀντίπτωσις ἀντὶ τοῦ τῶν ξυμμάχων σημείωσαι τὸ ἡγοῦμαι αἰτιατικῇ ἡγοῦντο: αὐτῶν. κατʼ ὀλιγαρχίαν: οἱ Λακεδαιμόνιοι μὲν ὀλιγαρχίας μᾶλλον ἐν τοῖς συμμάχοις καθίστασαν, Ἀθηναῖοι δὲ δημοκρατίας, καὶ φόρους ἐξέλεγον. σφίσιν αὐτοῖς κτἑ.: ὅπως αὐτοῖς τοῖς Λακεδαιμονίοις ἐπιτηδείως καὶ ὁμοίως πολιτεύεσθαι ἀναγκάσωσι θεραπεύοντες, αὐτοὶ δηλονότι οἱ Λακεδαιμόνιοι τὸ ἑξῆς· θεραπεύοντες δηλονότι συμμάχους τοῦτο μόνον, ὅπως πολιτεύσωσιν ἐπιτηδείως σφίσιν αὐτοῖς, τουτέστι κατʼ ὀλιγαρχίαν ἢ ἐπιμελούμενοι οἱ Λακεδαιμόνιοι ὁμοιωθῆναι τοὺς ξυμμάχους αὐτοῖς τοῖς Λακεδαιμονίοις διὰ τὴν ξυμμαχίαν κατὰ τὴν ὀλιγαρχίαν. παραλαβόντες: ἀπὸ κοινοῦ τὸ ἡγοῦντο πλὴν Χίων καὶ Λεσβίων: ὡς δυνατῶν ὄντων τούτων· ὕστερον δὲ καὶ τούτους ἐχειρώσαντο τοῖς πᾶσι: λείπει ξυμμάχοις μείζων: ἐκ τῶν φόρων δηλονότι ἢ ὡς κτἑ.: ὅτε εἶχον ἀβλαβῆ τὴν τῶν πάντων συμμαχίαν, ἐπὶ τῶν Μηδικῶν τὸ ἑξῆς· ἢ ἤνθησάν ποτε μετὰ τῆς ἀκραιφνοῦς ξυμμαχίας  <span class="gap">…</span> ἀκραιφνοῦς: ἀβλαβοῦς δυνατῆς καὶ ὁλοκλήρου. <!-- 1.20.1 -->Τοιαῦτα: εὐτελῆ ὥστε παλαιὰ εἶναι ἀποχρώντως χαλεπὰ ὄντα κτἑ.: χαλεπὰ γάρ εἰσιν, ἐξ ὧν εἶπε, πιστεῦσαι ὅτι μεγάλα ἦν τὰς ἀκοάς: τὰς ἀκροάσεις τὰς φήμας. ἀβασανίστως: ἡ λέξις μετενήνεκται ἀπὸ τῆς βασάνου τῆς λίθου, ἥτις τὸν χρυσὸν δοκιμάζει <!-- 1.20.2 -->Ἀθηναίων: δεινῶς ἐνταῦθα προέταξεν Ἀθηναίους τοὺς δοκοῦντας σοφοὺς Ἑλλάδος εἶναι, ὅτι οὐδὲ αὐτοὶ δοκιμάζουσι τὰ ἴδια Ἵππαρχον: Ἵππαρχος ὄνομα κύριον. τὸ ἑξῆς· Ἵππαρχον τύραννον ὄντα  <span class="gap">…</span> τύραννον ὄντα: οὐ μὴν δὲ τύραννος ἦν οὐκ ἴσασιν: Ἡροδότου καθάπτεται ὅτι Ἱππίας κτἑ.: ταῦτα λέγει ὁ συγγραφεὺς ὡς καὶ αὐτὸς ὢν τοῦ γένους τῶν Πεισιστρατιδῶν καὶ διαβάλλει τοὺς περὶ Ἁρμόδιον πρεσβύτατος ὤν: τὸ ἑξῆς· πρεσβύτατος ὢν τῶν Πεισιστρατιδῶν ἦρχε, τῶν Ἀθηναίων δηλονότι. τὸ δὲ υἱέων ἀπὸ τῆς υἱεύς εὐθείας ἦρχε: ἐτυράννει ὑποτοπήσαντες: ἀντὶ τοῦ ὑπονοήσαντες ὑπολαβόντες. τὸ ἑξῆς· ὑποτοπήσαντες καὶ παραχρῆμα μεμηνῦσθαι· ὅτι ἅμα ἐβουλεύσαντο καὶ ἐγνώσθησαν ἐκείνῃ τῇ ἡμέρᾳ: ἐν ᾗ δηλονότι συνέθεντο ἀνελεῖν τὸν τύραννον παραχρῆμα καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ  <span class="gap">…</span> μεμηνῦσθαι: τὴν ἐπιβουλὴν τοῦ Ἱππίου δηλονότι τοῦ μὲν: τοῦ Ἱππίου δηλονότι τῷ Ἱππάρχῳ περιτυχόντες: ὃ λέγει, τοῦτό ἐστιν, ὅτι Ἱππίας μᾶλλον ἦρχε τυράννων, οὐχ Ἵππαρχος. ἀδελφὸς δʼ ἦν Ἱππίου ὁ Ἵππαρχος. ἀνῃρέθη δὲ παρὰ Ἁρμοδίου καὶ Ἀριστογείτονος, οὐχ ὡς οἱ Ἀθηναῖοι ᾤοντο, τύραννος ὤν, ἀλλʼ ὡς οὗτός φησιν, αὐτοὶ μᾶλλον ἐπιβουλευσάμενοι Ἱππίᾳ καὶ γνωσθέντες, ἐπεὶ εὗρον τὸν αὐτὸν Ἵππαρχον ἀδελφὸν ὄντα τοῦ Ἱππίου παρὰ τὸ Λεωκόριον, ἀπέκτειναν  <span class="gap">…</span> τὸ Λεωκόρειον: ἐλίμωξέ ποτε ἡ Ἀττική, καὶ λύσις ἦν τὼν δεινῶν παίδων σφαγή. Λεὼς οὖν τις τὰς ἑαυτοῦ κόρας ἐπέδωκε καὶ ἀπήλλαξε τοῦ λιμοῦ τὴν πόλιν. καὶ τούτων ἱερὸν ἐγένετο ἐν τῇ Ἀττικῇ, τὸ καλούμενον Λεωκόριον <!-- 1.20.3 -->πολλὰ δὲ καὶ ἄλλα κτἑ.: ἐπιτείνει τὸ ἄτοπον τῶν ἀνθρώπων, ὅτι οὐ μόνον τὰ παλαιά, ἀλλὰ καὶ τὰ ἐγγὺς τῷ χρόνῳ ἀβασανίστως ἀκούουσιν· τὸ γὰρ τῶν Πεισιστρατιδῶν ἀρχαῖον ἀμνηστούμενα: τὰ μὴ μνημονευόμενα οὐκ ὀρθῶς οἴονται: αἰνίττεται τὸν Ἡρόδοτον τούς τε Λακεδαιμονίων βασιλέας: οἱ γὰρ Λακεδαιμονίων δύο βασιλεῖς ψήφους ἔφερον ἐν τῇ γερουσίᾳ ἑκάτερος ἕνα, διττὴν ἔχοντα τὴν δύναμιν προστίθεσθαι: ἀντὶ τοῦ ψηφίζεσθαι τὸν Πιτανάτην λόχον: Ἡρόδοτος μαρτυρεῖ ὅτι ἦν ὁ Πιτανάτης λόχος· λέγεται δὲ ἀπὸ Πιτάνης, κώμης Λακωνικῆς ἀταλαίπωρος: ἀνεξέταστος  <span class="gap">…</span> τὰ ἑτοῖμα: τὰ εὐχερῆ καὶ ἀναπόδεικτα <!-- 1.21.1 -->ἐκ δὲ τῶν εἰρημένων τεκμηρίων: τὸ ὑπερβατὸν οὕτω· τὰ μὲν οὖν παλαιὰ τοιαῦτα εὗρον εἶτα μετὰ τὰ παραδείγματα ὕστερον πρὸς τοῦτο ἀποδίδωσι τὸ ἐκ δὲ τῶν εἰρημένων τεκμηρίων λογογράφοι: αἰνίττεται τὸν Ἡρόδοτον τὸ προσαγωγότερον: τὸ ἡδύτερον, ὃ προσάγει ἀνεξέλεγκτα: οὐκ ἐλέγχους οὐδὲ ἀποδείξεις ἔχοντα οὐδὲ ἀληθῆ τὰ πολλὰ ὑπὸ χρόνου αὐτῶν: τὸ ἑξῆς· τὰ πολλὰ αὐτῶν  <span class="gap">…</span> ἐκνενικηκότα: νεύοντα ἡγησάμενος: οὐχ ἁμαρτάνει δηλονότι εἶναι: τὸ εἶναι ἀντὶ τοῦ ὄντα ἀποχρώντως: ἡ περιοχὴ τοῦ λόγου· οὕτω, φησί, διῆλθον αὐτά, ὡς πρέπει τὸν παλαιὰ διηγούμενον πράγματα ἀρκούντως εἰπεῖν <!-- 1.21.2 -->ὁ πόλεμος οὗτος: ὁ τῶν Πελοποννησίων λείπει τὸ τοίνυν· καὶ ὁ πόλεμος τοίνυν οὗτος ὁ τῶν Πελοποννησίων  <span class="gap">…</span> τὸ ἑξῆς· καὶ ὁ πόλεμος οὗτος τοῖς ἀπʼ αὐτῶν τῶν ἔργων σκοποῦσι δηλώσει, ὅτι μείζων ἐστὶ γεγενημένος τῶν ἀρχαίων· τοῦτο γάρ ἐστι τὸ αὐτῶν. ἢ τῶν Ἀθηναίων καὶ Πελοποννησίων, τουτέστι μείζων τῆς δυνάμεως αὐτῶν ἐγένετο  <span class="gap">…</span> <!-- 1.22.1 -->ὅσα μὲν λόγῳ εἶπον: προκατασκευάζει τὰς δημηγορίας χαλεπὸν κτἑ.: ἐπιτηδείως τὴν ἄγνοιαν προφασίζεται, ἵνα χρήσηται τοῖς οἰκείοις ἐνθυμήμασιν χαλεπὸν ἦν ἐμοί τε αὐτῷ, φησίν, ὧν ἤκουσα καὶ τοῖς ἀπαγγέλλουσί μοι τὴν ἀκρίβειαν τῶν λεχθέντων διαμνημονεῦσαι· ὡς ἐδόκουν τοίνυν ἐμοὶ τὰ δέοντα εἰπεῖν, ἐχομένῳ μοι τῆς ὅλης γνώμης ἐγγύτατα τῶν ἀληθῶς λεχθέντων, οὕτως εἴρηται· τουτέστιν, ὡς ἔδοξα δὲ ὅτι εἶπον ἂν ἀληθῶς, οὕτως εἴρηκα, εἰ καὶ μὴ αὐτὰ ἐκεῖνα τὰ λεχθέντα ῥήματα  <span class="gap">…</span> <!-- 1.22.2 -->οὐδʼ ὡς ἐμοὶ ἐδόκει: ἐπειδὴ φιλαθήναιος δοκεῖ, τοῦτο λέγει τῶν πραχθέντων: σημείωσαι· εἶπε πρῶτον περὶ τῶν λεχθέντων ἐν τῷ πολέμῳ, εἶτα λέγει καὶ περὶ τῶν πραχθέντων ὅπως εἰδείη ἑκάτερα  <span class="gap">…</span> οἷς τε αὐτὸς παρῆν: ἐστρατήγει γὰρ καὶ αὐτὸς ἕως τῆς τετάρτης ἱστορίας ἡ διάνοια· ἠξίωσα τῆς γραφῆς τὰ ἔργα, οἷς αὐτὸς παρῆν. ἐπεξελθών: ἐρευνῶν <!-- 1.22.3 -->εὐνοίας ἢ μνήμης: εὐνοίας ἐπὶ Λακεδαιμονίων, μνήμης ἐπὶ Ἀθηναίων ἔχοι: ἀντὶ τοῦ εἶχον <!-- 1.22.4 -->τὸ μὴ μυθῶδες: πάλιν πρὸς Ἡρόδοτον αὐτῶν: τῶν συγγραμμάτων τῶν λεχθέντων ὅρα δὲ πῶς πρότερον εἰπὼν περὶ τῶν ἐν τῷ πολέμῳ λόγων καὶ ἔργων ἐνταῦθα λέγει περὶ τῆς ἱστορίας τῆς τε φράσεως αὐτῶν καὶ τῆς ὠφελείας  <span class="gap">…</span> ὅσοι δὲ βουλήσονται κτἑ.: τὸ ἑξῆς καὶ ἡ διάνοια· ἀρκούντως ἕξει, ἤτοι ἀρκέσει, κρῖναι αὐτά, τὰ γεγραμμένα δηλονότι, ὠφέλιμα εἶναι, ἤτοι ὠφέλιμα πᾶσιν, ὅσοι βουλήσονται σκοπεῖν τῶν τε γενομένων τὸ σαφὲς καὶ τῶν μελλόντων ἔσεσθαί ποτε αὖθις τοιούτων καὶ παραπλησίων κατὰ τὸ ἀνθρώπειον. κατὰ τὸ ἀνθρώπινον: ἐπειδὴ ἄδηλα τὰ ἀνθρώπινα τοιούτων: ποιότητος· παραπλησίων: μεγέθους κτῆμα: κτῆμα τὴν ἀλήθειαν, ἀγώνισμα τὸν γλυκὺν λόγον. αἰνίττεται δὲ τὰ μυθικὰ Ἡροδότου κέρδος. διὰ τοῦτο Διονύσιος περὶ Δημοσθένους φησί· οὐκ ἀνάθημα ποιῶν τὸν λόγον ὡς ὁ συγγραφεύς  <span class="gap">…</span> ἀγώνισμα: θέαμα, παιδιά, ποιητικὸν ἀγώνισμα κωμῳδοποιῶν ἢ τραγῳδοποιῶν. ἐπίδειξιν. τὸ ἀγώνισμα, φησίν, εἰς τὸ παραχρῆμα ἀκούειν ξύγκειται, τουτέστι σαφές ἐστιν  <span class="gap">…</span> <!-- 1.23.1 -->μέγιστον: ὑποληπτέον τὸ ἔργον, μέγιστον ἔργον· κατὰ σύγκρισιν δὲ ἐκφέρει τὸν λόγον αὔξων τὸ τῆς ἱστορίας πρᾶγμα  <span class="gap">…</span> δυοῖν ναυμαχίαιν καὶ πεζομαχίαιν: ναυμαχίαι δύο, ἐν Ἀρτεμισίῳ καὶ ἐν Σαλαμῖνι· πεζομαχίαι δύο, ἐν Πύλαις καὶ ἐν Πλαταιαῖς ταχεῖαν τὴν κρίσιν ἔσχεν: ἤγουν ταχέως ἐπαύσατο. τούτου δὲ τοῦ πολέμου: τοῦ Πελοποννησίου. αὐτῷ: τῷ πολέμῳ  <span class="gap">…</span> ἐν ἴσῳ χρόνῳ: ἐν κζʹ ἔτεσιν <!-- 1.23.2 -->εἰσὶ δʼ αἳ καὶ οἰκήτορας μετέβαλον: οἷον Ποτίδαια καὶ Αἴγινα ὁ δὲ διὰ τὸ στασιάζειν: ἀπὸ κοινοῦ τὸ ξυνηνέχθη γενέσθαι <!-- 1.23.3 -->τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα κτἑ.: καὶ τὰ λεγόμενα, φησίν, ὅτι ἐγένοντο πρότερον, ἅπερ σπανιώτερον ἔργῳ βεβαιοῦντο, τουτέστιν ὅτι τοιαῦτα ἔστιν ὅτε ἐγένοντο. καὶ ἐβεβαιοῦντο τὰ λεγόμενα ἀκοῇ, ἔργῳ· καὶ τὰ λεγόμενα τοίνυν οὐκ ἄπιστα κατέστη. πόθεν; ἐκ τοῦ συμβῆναι τοιαῦτα. καὶ γὰρ ἐλέγετο, φησί, περὶ σεισμῶν καὶ ἐκλείψεων ἡλίου καὶ αὐχμῶν, καὶ γεγόνασιν ἐν τῷ καιρῷ τοῦ πολέμου δεινότερα τοιαῦτα, ὥστε πιστευθῆναι καὶ τὰ λεγόμενα πρότερον  <span class="gap">…</span> καὶ ἀπʼ αὐτῶν κτἑ.: σημείωσαι ὅτι ἀπὸ τῶν αὐχμῶν λιμὸς καὶ λοιμός  <span class="gap">…</span> σημείωσαι· τὴν λοιμώδη νόσον τῶν παθημάτων λέγει μείζονα  <span class="gap">…</span> βλάψασα: τοὺς Ἀθηναίους μετὰ κτἑ.: ἡ σύνταξις· μετὰ τοῦ πολέμου ἅμα. παρέλκον τὸ ἅμα κεῖται  <span class="gap">…</span> <!-- 1.23.4 -->τὰς τριακοντούτεις σπονδάς: μετὰ λϛʹ ἔτη τῶν Μηδικῶν ἐγένοντο αἱ τριακοντούτεις σπονδαί, καὶ ἐφυλάχθησαν ἔτη ιδʹ, ὡς γενέσθαι ἔτη νʹ ἀπὸ τῶν Μηδικῶν ἕως τῶν Πελοποννησιακῶν <!-- 1.23.5 -->προύγραψα: μετʼ ὀλίγον ἔγραψα τοῦ μή τινα ζητῆσαι: λείπει τὸ ἕνεκεν. ἐξ ὅτου: ἐκ τίνος  <span class="gap">…</span> <!-- 1.23.6 -->πρόφασιν: τὴν αἰτίαν  <span class="gap">…</span> ἀφανεστάτην: κεκρυμμένην. τοὺς Ἀθηναίους ... ἀναγκάσαι ἐς τὸ πολεμεῖν: τὰ ὀνόματα ῥήματα ἐποίησεν· βούλεται γὰρ δηλοῦν ὅτι μεγάλοι γινόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον τοῦ πολέμου αἱδʼ ἦσαν: ποῖαι; αἱ καθεξῆς ῥηθησόμεναι <!-- 1.24.1 -->Ἐπίδαμνος: ἣ νῦν Δυρράχιον καλεῖται, ἥν τινες παραγραμματίζοντες Δοράκιον καλοῦσιν ἀρχὴ τῆς διηγήσεως <!-- 1.24.2 -->ἀπῴκισαν: οὐχὶ τὸ ἀπανέστησαν τῆς οἰκίας, ἀλλὰ τὸ ἀποικίαν ἔπεμψαν. καὶ γὰρ μετʼ ὀλίγον φησί, πέμπουσιν ἐς τὴν Κέρκυραν ὡς μητρόπολιν. οἱ μὲν οὖν Κερκυραῖοι πέμπουσι τὴν ἀποικίαν· ὁ δὲ Φάλιος, Κορίνθιος ὢν καὶ ἐν Κερκύρᾳ ὤν, συνεκπεμφθεὶς οἰκίζει τὴν Ἐπίδαμνον  <span class="gap">…</span> τὸν παλαιὸν νόμον: σημείωσαι· ὁ παλαιὸς νόμος οὐκ ἀπὸ τοῦ γένους ἐκάλει, ἀλλʼ ἀπὸ τῆς μητροπόλεως, τουτέστι τῆς πατρίδος  <span class="gap">…</span> ἐκ τῆς μητροπόλεως: ἐκ τῆς Κορίνθου· Κορίνθιος γὰρ ἦν  <span class="gap">…</span> κατακληθείς: κατακληθείς κυρίως εἶπεν· ἀπὸ γὰρ μειζόνων τῶν Ἡρακλειδῶν· ὥσπερ ἀνακληθείς ἀπὸ ἐλασσόνων λέγεται <!-- 1.24.3 -->ἡ τῶν Ἐπιδαμνίων πόλις: κείμενον δύναμις· ἀντὶ τοῦ οἱ Ἐπιδάμνιοι <!-- 1.24.4 -->στασιάσαντες: οἱ Ἐπιδάμνιοι ζήτει κεφάλαιον ληʹ τοῦ περὶ μεθόδου δεινότητος περὶ ἀμφιβολίας τῶν προσοίκων βαρβάρων: τῶν Ταυλαντίων τῆς πολλῆς: τῆς πλείονος, οὐ μὴν δὲ τῆς πάσης <!-- 1.24.5 -->τὰ δὲ τελευταῖα: κατὰ τὰ τελευταῖα τῆς στάσεως αὐτῶν ἀντὶ τοῦ τέλος δέ  <span class="gap">…</span> τοῦδε τοῦ πολέμου: τοῦ Πελοποννησιακοῦ. αὐτῶν: τῶν Ἐπιδαμνίων <!-- 1.24.6 -->οἱ δὲ ἐν τῇ πόλει ὄντες Ἐπιδάμνιοι: ὁ δῆμος δηλονότι τούς τε φεύγοντας: τοὺς πλουσίους ξυναλλάξαι: ἀντὶ τοῦ καταλλάξαι  <span class="gap">…</span> <!-- 1.24.7 -->Ἥραιον: ἱερὸν τῆς Ἥρας  <span class="gap">…</span> <!-- 1.25.1 -->τιμωρίαν: βοήθειαν βοήθειαν, ἢ ὑπακουστέον τὸ κατὰ τῶν ἀδικούντων, τιμωρίαν, κατὰ τῶν ἀδικούτων αὐτοὺς δηλαδή, ἐκδίκησιν  <span class="gap">…</span> θέσθαι τὸ παρόν: θέσθαι τὸ εὖ θέσθαι, τὸ δὲ παρὸν ἀντὶ τοῦ παρόντος· ἐβουλεύοντο γὰρ καὶ τὴν πόλιν παραδοῦναι καὶ τιμωρίαν λαβεῖν. ὡς οἰκισταῖς: διὰ τὸν Φαλίον δηλονότι ἐφʼ ὅσον οἰκιστὴς αὐτὸς ἦν, Κορίνθιος ὤν. σημείωσαι ὡς οἰκισταῖς λέγει οὐχ ὅτι ἀληθῶς Κορίνθιοι αὐτοὺς ᾤκισαν, ἀλλʼ ἐφʼ ὅσον ὁ οἰκιστὴς Φάλιος Κορίνθιος ἐγένετο  <span class="gap">…</span> ἀνεῖλε: ἀντὶ τοῦ ἐχρησμώσησεν  <span class="gap">…</span> ἡγεμόνας ποιεῖσθαι: τοὺς Κορινθίους. <!-- 1.25.2 -->τὸ μαντεῖον: τὴν μαντείαν, τὸ μάντευμα  <span class="gap">…</span> παρέδοσαν: τοῖς Κορινθίοις δηλονότι. τόν τε οἰκιστήν: Φάλιον. τὸ χρηστήριον: τὸ χρησμώδημα, τὸν χρησμόν  <span class="gap">…</span> <!-- 1.25.3 -->κατά τε τὸ δίκαιον: κατὰ τὸ δοκοῦν αὐτοῖς δίκαιον ἐνόμιζον γὰρ αὑτῶν μᾶλλον εἶναι τὴν ἀποικίαν. ὑπεδέξαντο τὴν τιμωρίαν: σημείωσαι· οὐχὶ τὴν πρεσβείαν ὑπεδέξαντο, ἀλλὰ τὴν τιμωρίαν. τὸ τέλος εἶπεν ἀντὶ τῆς πράξεως, συντομώτερον εἰπὼν καὶ καινότερον· τὸ γὰρ εἰπεῖν ὅτι ὑπεδέξαντο τὴν πρεσβείαν καὶ κατέθεντο τὴν τιμωρίαν ποιῆσαι μακρὸν ἂν ἐγένετο καὶ σύνηθες κατὰ τὴν φράσιν  <span class="gap">…</span> ὄντες ἄποικοι: σημείωσαι ἄποικοι τουτέστιν πέμψαντες τὴν ἀποικίαν  <span class="gap">…</span> <!-- 1.25.4 -->οὔτε γὰρ κτἑ.: ἰστέον ὅτι ὁ γὰρ παρέλκει, ἢ ἀπὸ κοινοῦ τὸ παρημέλουν. ἢ τὸ διδόντες ἀντὶ τοῦ ἐδίδοσαν, ὡς καὶ Ὅμηρος·

  
καρπῷ βριθομένη  
ἀντὶ τοῦ βρίθεται ἐν πανηγύρεσι: ἐν Ὀλυμπίοις, Νεμέοις καὶ τοῖς τοιούτοις ἀγῶσιν σημείωσαι ὅτι οἱ πέμποντες ἀποικίας, οὗτοι ἐποίουν τὰς πανηγύρεις τὰς δημοσίας ἐν ἐκείναις ταῖς πόλεσι καὶ διʼ ὁμογενῶν τῶν οἰκιστῶν ἀπήρχοντο τῶν ἱερῶν, τουτέστι τῶν θυσιῶν  <span class="gap">…</span> γέρα: τὰς τιμὰς καὶ προεδρίας νομιζόμενα: νενομοθετημένα  <span class="gap">…</span> Κορινθίῳ ἀνδρί: ἔθος γὰρ ἦν ἀρχιερέας ἐκ τῆς μητροπόλεως λαμβάνειν προκαταρχόμενοι: διδόντες τὰς καταρχάς. αἱ ἄλλαι ἀποικίαι: ἀντὶ τοῦ αἱ πεμφθεῖσαι ἀποικίαι  <span class="gap">…</span> περιφρονοῦντες δὲ αὐτούς: Ἀττικὴ ἡ σύνταξις ἀντὶ τοῦ περιφρονοῦντες αὐτῶν κατὰ κοινοῦ τὸ παρημέλουν ἐπὶ τῶν ὅλων ὁμοῖα: ἀντὶ τοῦ ὁμοίως  <span class="gap">…</span> ἔστιν ὅτε: οὐ γὰρ ἀεὶ πλέον εἶχον ναυτικόν· διὰ τοῦτό φησιν ἔστιν ὅτε κατὰ τὴν Φαιάκων προενοίκησιν: ὡς τῶν Κερκυραίων οὕτω δοξαζόντων λέγει καὶ οὐχὶ ἀφʼ ἑαυτοῦ· ἀεὶ γὰρ τὸ μυθῶδες φεύγει ἀντὶ τοῦ ὁμοίως τῇ προενοικήσει τῶν Φαιάκων. προενοικήσει λέγει τῆς Κερκύρας· καὶ γὰρ οἱ Φαίακες παλαιότεροι ἦσαν τῶν Κερκυραίων καὶ ἄριστοι τὰ ναντικά. κλέος ἐχόντων: τῶν Φαιάκων ἐς τὰ περὶ τὰς ναῦς  <span class="gap">…</span> ᾗ καὶ μᾶλλον: τὸ ᾗ ἀντὶ τοῦ διό· καὶ μᾶλλον· διὰ τὴν φήμην τῶν Φαιάκων, μὴ φανεῖεν χείρους καὶ ἦσαν οὐκ ἀδύνατοι: τὸ οὐκ ἀδύνατοι μεσότητός ἐστι ῥῆμα, οἷον οὔτε τελείως δυνατοὶ οὔτε ἀσθενεῖς. πολεμεῖν: πρὸς Κορινθίους τοῖς Κορινθίοις δηλονότι <!-- 1.26.1 -->ἐγκλήματα ἔχοντες: ἰδίως εἶπε τὸ ἐγκαλεῖν ἐγκλήματα ἔχειν ἀντὶ τοῦ κατὰ τῶν Κερκυραίων  <span class="gap">…</span> ἤγουν ἐγκαλοῦντες ἕνεκα πάντων τούτων οἱ Κορίνθιοι τοῖς Κερκυραίοις. ὠφελίαν: βοήθειαν, συμμαχίαν, ἐπικουρίαν φρουρούς: ἔπεμπον δηλονότι φρουροὺς καὶ οἰκήτορα  <span class="gap">…</span> <!-- 1.26.2 -->περαιούμενοι: πλέοντες <!-- 1.26.3 -->τήν τε ἀποικίαν Κορινθίοις δεδομένην: τουτέστι τὴν τῶν Ἐπιδαμνίων τοῖς Κορινθίοις ἀναφερομένην  <span class="gap">…</span> τούς τε φεύγοντας: τοὺς πλουσίους τοὺς φυγάδας. κατʼ ἐπήρειαν: κατὰ βλάβην καὶ στάσιν, ὅπως πάλιν στασιάσωσιν ἢ κατʼ ἀπειλήν. τρία εἴδη ὀλιγωρίας, καταφρόνησις, ἐπηρεασμὸς καὶ ὕβρις. τούτων γὰρ καταφρονεῖ τις, ἃ μηδενὸς ἄξια ἡγεῖται. καὶ γὰρ ὁ ἐπηρεάζων φαίνεται καταφρονεῖν. ἔστι γὰρ κατὰ Ἀριστοτέλην ὁ ἐπηρεασμὸς ἐμποδισμός  <span class="gap">…</span> αὐτούς: τοὺς Ἐπιδαμνίους. οἱ τῶν Ἐπιδαμνίων φυγάδες: οἱ πλούσιοι προϊσχόμενοι: προτείνοντες ἀποπέμπειν: ἀπὸ κοινοῦ τὸ ἐκέλευον οἱ Κερκυραῖοι τῆς Ἐπιδάμνου. <!-- 1.26.4 -->ὑπήκουσαν: ὑπακούω πρὸς γενικῆς  <span class="gap">…</span> ὡς κατάξοντες: τοὺς φυγάδας· τοῦτο γὰρ ὑπακουστέον. τὸ ἑξῆς· στρατεύουσι καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες  <span class="gap">…</span> <!-- 1.26.5 -->προσκαθεζόμενοι δὲ τὴν πόλιν: τὴν πόλιν Θουκυδίδειον, τῇ πόλει κοινόν. ἐπείθοντο: οἱ Ἐπιδάμνιοι δηλονότι. ἔστι δʼ ἰσθμὸς τὸ χωρίον: μεταξυλογία ἰσθμός: γῆ ἀμφιθάλασσος. <!-- 1.27.1 -->πολιορκοῦνται: οἱ Ἐπιδάμνιοι. ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ: λείπει τιμῇ· ἴσῃ καὶ ὁμοίᾳ, τοῖς Ἐπιδαμνίοις δηλονότι τουτέστιν πολιτείᾳ, ἵνα κἀκεῖ ἔχῃ πάντα ὡς ἐν Κορίνθῳ  <span class="gap">…</span> εἰ δέ τις τὸ παραυτίκα κτἑ.: τουτέστιν, εἴ τις οὐ βούλεται ἀπιέναι, ἀλλὰ ἔχειν λόγον ὅτι συνήργησεν εἰς τὴν ἀποικίαν, διδότω δραχμὰς πεντήκοντα καὶ μενέτω, φησίν, ἐν Κορίνθῳ οἰκῶν  <span class="gap">…</span> <!-- 1.27.2 -->Παλῆς Κεφαλλήνων: Παλῆς ὡς Μεγαρῆς. πόλις δὲ ἡ Πάλη τῆς Κεφαλληνίας· τετράπολις γάρ ἐστι Κεφαλληνία, Πάλη, Κράναια, Σάμαια, Πρώναια <!-- 1.28.1 -->τὴν παρασκευήν: τὴν οἰκονομίαν τοῦ πολέμου. παρέλαβον: ἵνα αὐτοῖς ὦσι μάρτυρες τῶν λόγων ἢ ἵνα αὐτοὺς αἰδεσθῶσιν οἱ Κορίνθιοι σημείωσαι τὸ παρέλαβον ἐπὶ τοῦ φιλικῶς ἔλαβον καὶ ὡς συναγωνιστάς  <span class="gap">…</span> ἐκέλευον: ἀντὶ τοῦ ἐπέτρεπον καὶ ἐμαρτύραντο  <span class="gap">…</span> ἀπάγειν· ἐκβάλλειν  <span class="gap">…</span> ὡς οὐ μετόν: ἀντὶ τοῦ οὐδὲν κοινόν  <span class="gap">…</span> <!-- 1.28.2 -->εἰ δʼ ἔτι ἀντιποιοῦνται: ζήτει τοῦ περὶ εὑρέσεως βιβλίου τόμον βʹ περὶ νόμου εἰσφορᾶς δίκας ἤθελον δοῦναι: ἐπιτρέψαι δικαστηρίῳ καὶ κριθῆναι ἐβούλοντο ἀντὶ τοῦ ἔλεγον δίκας ἀμφοτέρους διδόναι, αὐτούς τε Κερκυραίους καὶ Κορινθίους δικάσασθαι ἔνθα βούλονται καὶ συμφωνήσουσιν  <span class="gap">…</span> ξυμβῶσιν: ξυμφωνήσωσιν. δικασθῇ: ἀποφανθῇ. ἤθελον δὲ καὶ τῷ ἐν Δελφοῖς μαντείῳ ἐπιτρέψαι: ἴσως γὰρ οὐκ ἐπύθοντο τὸν χρησμὸν ὃν ἔλαβον οἱ Ἐπιδάμνιοι διὰ Κορινθίους ἀντὶ τοῦ, ἔλεγον δὲ ὅτι ἐρωτήσωμεν καὶ τὸ μαντεῖον, τίσι νέμει τὴν ἀποικίαν καὶ τὰ δίκαια  <span class="gap">…</span> ἐπιτρέψαι: τὴν ἐπιτροπὴν τῆς κρίσεως δοῦναι. <!-- 1.28.3 -->πόλεμον δὲ οὐκ εἴων ποιεῖν: διότι ἄποικοι ἦσαν καὶ ᾐδοῦντο αὐτούς εἰ δὲ μή: εἰ δὲ οὐκ ἐθελήσουσι παῦσαι τὸν πόλεμον. βιαζομένων: ἀντὶ τοῦ βιαζόντων. οὓς οὐ βούλονται: οἱ Κερκυραῖοι, οὐχ οἱ Κορίνθιοι ἑτέρους τῶν νῦν ὄντων μᾶλλον: ἄλλους ἀπὸ τῶν παρόντων φίλων. ἢ ἑτέρους λέγει μᾶλλον φίλους τῶν παρόντων φίλων. τῶν νῦν ὄντων: τῶν νῦν ἰσχυόντων. λέγει δὲ Ἀθηναίους ὠφελίας: βοηθείας  <span class="gap">…</span> <!-- 1.28.4 -->τοὺς βαρβάρους: τοὺς Ταυλαντίους ἀπαγάγωσι: ἀποστήσωσιν. <!-- 1.28.5 -->ἀντέλεγον: οὐκ ἐναντία ἔλεγον, ἀλλὰ ἴσα· ὡς ἀντίθεος ὁ ἰσόθεος ἑτοῖμοι δὲ εἶναι κτἑ.: ἀντὶ τοῦ ἑτοίμως ἔχουσιν, εἰ μὴ ἐκεῖνο βούλονται, σπονδὰς ποιήσασθαι, μένειν ἐν Ἐπιδάμνῳ καὶ τοὺς πεμφθέντας Κορινθίων καὶ τοὺς πεμφθέντας Κερκυραίων, μηδὲν πράττοντας εἰς κάκωσιν, ἕως ἂν δίκας δώσουσιν  <span class="gap">…</span> κατὰ χώραν: ἐφʼ ἡσυχίας, ἵνα μὴ ἐν τῷ μεταξὺ ἀλλήλους ἀδικῶσι <!-- 1.29.1 -->ὑπήκουον: πρὸς γενικῆς ἀντὶ τοῦ ἠνείχοντο  <span class="gap">…</span> προπέμψαντες κήρυκα: ὅρα ὡς κατεφρόνουν οἱ Κορίνθιοι· καὶ γὰρ οὐ λάθρα ἐβούλοντο πλεῖν κήρυκα: κήρυξ ἐν πολέμῳ, πρέσβεις ἐν εἰρήνῃ ἄραντες: τὸ ἑξῆς· ἄραντες ἔπλεον  <span class="gap">…</span> δισχιλίοις τε ὁπλίταις: καὶ μὴν ἄνω τρισχιλίους ἡτοίμαζον. ῥητέον οὖν ὅτι ἴσως οὐκ ἦν χρεία τῶν χιλίων, ἢ καὶ καταφρονοῦντες τῶν Κερκυραίων τοῦτο ποιοῦσιν ἐναντία: ἀντὶ τοῦ κατὰ πρόσωπον  <span class="gap">…</span> <!-- 1.29.3 -->ἐν Ἀκτίῳ τῆς Ἀνακτορίας γῆς: ἡ Ἀνακτορία γῆ ἐστι τῆς ἠπείρου, τὸ δʼ Ἄκτιον λιμήν κήρυκά τε προύπεμψαν: ἵνα εἰρηνικὰ φρονοῦντες δηλώσωσιν. ἀπεροῦντα: ἀπαγορεύσοντα  <span class="gap">…</span> ἀποστρέψοντα, τὰ ἐναντία ἐροῦντα. ἐπλήρουν: ἀνδρῶν δηλονότι. ζεύξαντες: ζυγώματα αὐταῖς ἐνθέντες εἰς τὸ συνέχεσθαι ζήτει κεφάλαιον αʹ τοῦ περὶ μεθόδου δεινότητος εὐτρεπίσαντες, τοὺς ζυγοὺς ἁρμόσαντες ἐν αὐταῖς· καὶ γὰρ ἔθος ἔχουσιν αἴρειν αὐτοὺς ἀπὸ τῶν οὐ πλεουσῶν νεῶν. ἀλλʼ ἐν τούτῳ τὸν εὐτρεπισμὸν εἶπε  <span class="gap">…</span> τὰς παλαιάς: οὐδεμία καινὴ ναῦς ἦν, εἴ γε τὰς μὲν ἔζευξαν διαλελυμένας οὔσας καὶ ζυγωμάτων προσδεηθείσας εἰς συνοχήν, τὰς δὲ ἐπεσκεύασαν. ἐπισκευάσαντες: ἐπισκευάζω τὸ ἐκ παλαιότητος εἰς νέαν κατάστασιν εἰδοποιῶ, καὶ ἐπισκευαστὴς ὁ τῶν σαθρῶν οἰκοδόμος. ἐκ σαθρότητος νέας ποιήσαντες. <!-- 1.29.4 -->εἰρηναῖον: εἰρήνης ποιητικόν. τεσσαράκοντα: προεῖπε γὰρ ὅτι ἑκατὸν εἴκοσι εἶχον ἐναυμάχησαν: τὴν ναυμαχίαν ταύτην οὐκ ἀκριβῶς διηγεῖται, πρεσβυτέραν ἴσως οὖσαν αὐτοῦ. διὰ δὲ τῆς φθορᾶς τῶν πεντεκαίδεκα νεῶν τὴν ἐπικράτειαν αὐτῶν δηλοῖ. καὶ αὗται μὲν τελείως διεφθάρησαν, αἱ δὲ λοιπαὶ ἐτραυματίσθησαν, καὶ αἰχμάλωτοι ἐλήφθησαν ἱκανοί. παρὰ πολύ: ἀντὶ τοῦ σφόδρα διαφερόντως, μᾶλλον ἢ πολύ. <!-- 1.29.5 -->τῇ δὲ αὐτῇ ἡμέρᾳ κτἑ.: δευτέραν νίκην λέγει τῶν Κερκυραίων ἐπήλυδας: ξένους. ἀποδόσθαι: πωλῆσαι <!-- 1.30.1 -->τροπαῖον: τροπαῖον ἡ παλαιὰ Ἀτθίς, ἧς ἔστιν Εὔπολις, Κρατῖνος, Ἀριστοφάνης, Θουκυδίδης· τρόπαιον ἡ νέα Ἀτθίς, ἧς ἔστι Μένανδρος καὶ οἱ ἄλλοι Κορινθίους δὲ δήσαντες εἶχον: οὗτοι ἐδέθησαν. καὶ οἱ ἐν Ἐπιδάμνῳ ἄλλοι Κορίνθιοί εἰσιν <!-- 1.30.2 -->τῆς γῆς ἔτεμον: Ἀττικὴ ἡ σύνταξις Κυλλήνην: ἄλλη Κυλλήνη τῆς Ἀρκαδίας ἐπίνειον: ἐπίνειόν ἐστι πόλισμα παραθαλάσσιον, ἔνθα τὰ νεώρια τῶν πόλεων εἰσίν, ὥσπερ Πειραιεὺς τῶν Ἀθηναίων καὶ Νίσαια τῆς Μεγαρίδος· δύνασαι δὲ ἐπὶ παντὸς ἐμπορίου καὶ παραθαλασσίου χρήσασθαι τῷ ὀνόματι τούτῳ, ὃ νῦν οἱ πολλοὶ κατάβολον καλοῦσιν <!-- 1.30.3 -->τοῦ τε χρόνου τὸν πλεῖστον: ἀεὶ ὁ Θουκυδίδης τὸν πλεῖστον ἀρσενικῶς λέγει περιόντι: ἐνισταμένῳ. ἐπόνουν: ὑπὸ τῶν Κερκυραίων τὸ Χειμέριον: οὕτως καλεῖται ὁ τόπος <!-- 1.30.4 -->ἀντικαθεζόμενοι: ἀντιστρατοπεδεύοντες. <!-- 1.31.1 -->ὀργῇ φέροντες τὸν πρὸς Κερκυραίους πόλεμον: ὀργιζόμενοι διὰ τὸν πόλεμον τῶν Κερκυραίων. <!-- 1.31.2 -->ἦσαν γὰρ οὐδενὸς Ἑλλήνων ἔνσπονδοι: οὐκ ἐνεγράφησαν ταῖς σπονδαῖς. ἔνσπονδοι: φίλοι. κυρίως δὲ ἔνσπονδος ὁ ἀπὸ πολέμου <!-- 1.32.1 -->αʹ δημηγορία Κερκυραίων πρὸς Ἀθηναίους  <span class="gap">…</span> δίκαιον: δίκαιον ἀντὶ τοῦ εὔλογον ἡ τοῦ Κερκυραίου δημηγορία μᾶλλον τὸ συμφέρον προβάλλεται ἤπερ τὸ δίκαιον, ἡ δὲ τοῦ Κορινθίου μᾶλλον τὸ δίκαιον ἤπερ τὸ συμφέρον· οἱ γὰρ Κορίνθιοι σύμμαχοι ἦσαν, οἱ δὲ Κερκυραῖοι ναῦς εἶχον ἑκατὸν εἴκοσι οὔτε εὐεργεσίαν ὀφείλετε, ὦ Ἀθηναῖοι, οὔτε συμμαχίαν ἢ ἡμῖν ἢ τοῖς Κορινθίοις. δίκαιον οὖν ἐστι τοὺς πρὸς τοιούτους ἥκοντας δεησομένους ἐπικουρίας πρῶτον ἀναδιδάξαι ὅτι μάλιστα συμφέροντα δέονται  <span class="gap">…</span> τοὺς μήτε κτἑ.: ἡμᾶς τοὺς Κερκυραίους. μήτε εὐεργεσίας μεγάλης: εὐτελίζει τῶν Κορινθίων τὴν χάριν τῶν εἴκοσι νεῶν τοὺς πέλας: τῇ γνώμῃ· οὐ γάρ ἐστιν ἡ Κέρκυρα πέλας τῶν Ἀθηνῶν ἀναδιδάξαι: ἄνωθεν διδάξαι  <span class="gap">…</span> τί πρῶτον ἀναδιδάξαι; μάλιστα μέν:  <span class="gap">…</span> τὴν χάριν: τὴν ἀντίχαριν. βέβαιον: σημείωσαι· ἡ βέβαιος σαφὲς καταστήσουσι: ἀποδείξουσιν. τουτέστιν, εἰ τοιαῦτα ἀποδείξουσιν ἑαυτοὺς ζητοῦντας, ἐπιτυχεῖν εἶεν ἂν ἄξιοι, εἰ δὲ μή, ἀποτυγχάνειν. δεικνύουσι δʼ ἑαυτοὺς ἔχοντας μᾶλλον ταῦτα καὶ δικαίους ἐπιτυχεῖν ὧν δέονται  <span class="gap">…</span> μὴ ὀργίζεσθαι: ἀπὸ κοινοῦ τὸ δίκαιον <!-- 1.32.2 -->Κερκυραῖοι δέ: τὸ δέ ἀντὶ τοῦ γάρ. μετὰ τῆς ξυμμαχίας τῆς αἰτήσεως: μετὰ τῆς αἰτήσεως συμμαχίας. <!-- 1.32.3 -->τετύχηκε δέ: δεύτερον προοίμιον τὸ αὐτὸ ἐπιτήδευμα: τὸ ἰδιοπραγμονεῖν καὶ ἡσυχάζειν λέγει ἐπιτήδευμα ἀνάφορμον  <span class="gap">…</span> ὑμῖν εἰς τὴν ἡμῶν συμμαχίαν τὸ ἱδιοπραγμονεῖν ἡμᾶς ἐγὼ δʼ ἂν ἐπιτήδευμα εἴποιμι τὸ αἱρεῖσθαι αὐτοὺς ἕως νῦν — ὡς κατιών φησι — μηδενὶ ξυμμαχεῖν· νῦν γάρ, φησίν, καὶ δεόμεθα ἡμεῖς, καὶ ὧν, εἰ πρὶν ξυνεμαχοῦμεν, ἐμέλλομεν νῦν βοηθείας ἀπολαύειν, ἀποτυγχάνομεν  <span class="gap">…</span> πρός τε ὑμᾶς: ὅσον ἐς τὴν κρίσιν τὴν ὑμετέραν. ἀξύμφορον: καθὸ ἔρημοί ἐσμεν ξυμμαχίας <!-- 1.32.4 -->καὶ περιέστηκεν κτἑ. συμπαρόντων τῶν Κορινθίων καὶ ἀκροωμένων ταῦτα οἰκονομικῶς οἱ Κερκυραῖοί φασιν  <span class="gap">…</span> σωφροσύνη: ἡ ἰδιωτεία καὶ ἀπραγμοσύνη τῇ τοῦ πέλας γνώμῃ: πολλάκις ἀδίκῳ οὔσῃ, εἰ κατὰ πατέρων ἢ κατὰ ἱεροῦ στρατεύοιεν ἀντὶ τοῦ βουλῇ  <span class="gap">…</span> <!-- 1.32.5 -->τὴν μὲν οὖν γενομένην ναυμαχίαν: τρίτον προοίμιον λείπει ἡ κατά ἐφʼ ἡμᾶς: καθʼ ἡμῶν. περιγενέσθαι: τῶν Κορινθίων. ἐσόμεθα ὑπʼ αὐτοῖς: Ἀττικὴ ἡ σύνταξις, εἰμὶ ὑπὸ σοί ἤγουν εἰ δουλωθείημεν αὐτοῖς. ἀπραγμοσύνῃ: ἀπραξίᾳ  <span class="gap">…</span> <!-- 1.33.1 -->γενήσεται δὲ ὑμῖν κτἑ.: ἐντεῦθεν οἱ ἀγῶνες ἡ ξυντυχία τῆς χρείας: ἀντὶ τοῦ ἡ ἐπιτυχία τῆς χρείας  <span class="gap">…</span> περιφραστικῶς ἡ χρεία πρῶτον μὲν: τὸ δίκαιον πρῶτον οὐχ ἑτέρους βλάπτουσι: ὥσπερ οἱ Κορίνθιοι τὴν ἐπικουρίαν: ἤγουν βοηθήσετε. ἔπειτα: τὸ συμφέρον δεύτερον μαρτυρίου: σημείωσαι ὅτι τὸ μαρτύριον οὐδετέρως μόνος ὁ Θουκυδίδης λέγει <!-- 1.33.2 -->σπανιωτέρα: τὰ γὰρ καλὰ καὶ χρήσιμα σπάνια, τὰ δὲ χερείονα νικᾷ ὑμεῖς ἂν πρὸ πολλῶν χρημάτων κτἑ.: ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω ἐτιμήσασθε: ἠγοράσατε ἀρετήν: εὐδοξίαν ὀλίγοις δή: ἀντὶ τοῦ οὐδὲ ὀλίγοις. Ὅμηρος·

  
ἦ ὀλίγον οἱ παῖδα  
οἷς ἐπικαλοῦνται: οὓς ἐπάγονται πρὸς συμμαχίαν. <!-- 1.33.3 -->τῷ κοινῷ ἔχθει: τῇ κοινῇ ἔχθρᾳ, ἤγουν ἵνα μὴ κοινοὶ ἐχθροὶ τῶν Κορινθίων γενόμενοι καὶ τὰ ἑξῆς. μηδὲ δυοῖν κτἑ.: λείπει θάτερον. ἐν ὑπερβατῷ δὲ ἡ σύνταξις. ὁ δὲ νοῦς τοιοῦτος· μηδὲ ἀποτύχωσι δυοῖν θατέρου, ἢ φθάσαι ἡμᾶς κακῶσαι ἢ ἑαυτοὺς βεβαιώσασθαι <!-- 1.33.4 -->προτερῆσαι: προέχειν, τὰ πρωτεῖα λαμβάνειν προλαβεῖν. τῶν μὲν: ἡμῶν δηλονότι διδόντων καὶ προεπιβουλεύειν: ἡμέτερον ἔργον ἀπὸ κοινοῦ <!-- 1.34.1 -->μαθόντων: ἀμαθεῖς γάρ εἰσι διὰ τὴν ἐνοῦσαν πονηρίαν εὖ μὲν πάσχουσα: ὑπὸ τῆς μητροπόλεως. ὁμοῖοι τοῖς λειπομένοις: ὁμότιμοι τοῖς ὑπολειφθεῖσιν ἐν τῇ μητροπόλει. <!-- 1.34.2 -->ἠδίκουν: οἱ Κορίνθιοι. σαφές ἐστιν: προείρηται προκληθέντες: παρακινηθέντες. τῷ ἴσῳ: τῷ νόμῳ καὶ τῷ δικαίῳ, παρʼ οἷς ἡ ἰσότης. μετελθεῖν: κολάσαι. <!-- 1.34.3 -->ἐκ τοῦ εὐθέος: γνώμῃ. ἐκ τοῦ εὐθέος μὴ ὑπουργεῖν: ἀσκέπτως μὴ ὑπηρετεῖν. ὁ γὰρ ἐλαχίστας κτἑ.: ἀντὶ τοῦ, ὁ μηδʼ ὅλως λαμβάνων μεταμέλειαν ἐκ τοῦ χαρίζεσθαι τοῖς ἐχθροῖς ἀσφαλέστατος ἂν διατελοίη <!-- 1.35.2 -->εἴρηται γὰρ ἐν αὐταῖς: ῥητὸν καὶ διάνοια· τὸ μὲν ῥητὸν ὁ Κερκυραῖος, τὴν δὲ διάνοιαν ὁ Κορίνθιος ὅρα τὸ παρὰ ταῖς σπονδαῖς κείμενον ῥητόν  <span class="gap">…</span> <!-- 1.35.3 -->τοῖσδε: τοῖς Κορινθίοις τῶν ὑμετέρων ὑπηκόων: λανθανόντως κολακεύει τοὺς Ἀθηναίους πολλάκις γάρ τινες διὰ πενίαν ἐμισθοφόρουν καὶ κατὰ τῶν οἰκείων ἐστράτευον. λέγει δὲ περὶ Παλέων τῆς Κεφαλληνίας, οἵτινες Ἀθηναίων ὄντες ὑπήκοοι Κορινθίοις συνεμάχουν εἶτα ἐν ἀδικήματι θήσονται: ἢ ἐν ὑποστιγμῇ ἢ εἰρωνικῶς <!-- 1.35.4 -->ἐπιόντων: καθʼ ἡμῶν. μάλιστα δὲ ἀπὸ τοῦ προφανοῦς: ἢ προφανῶς ἢ λάθρα, μάλιστα δὲ φανερῶς βοηθεῖν: λείπει τὸ χρή, ἵνʼ ᾖ χρὴ βοηθεῖν <!-- 1.35.5 -->ὑπείπομεν: προείπομεν. ἡ ἀλλοτρίωσις: ἡ στέρησις ἀλλὰ κτἑ.: κατὰ κοινοῦ τὸ δίκαιον <!-- 1.36.1 -->καὶ ὅτῳ τάδε ξυμφέροντα κτἑ.: ἀντίθεσις ἀπὸ τοῦ δικαίου, ἣν λύει τῷ ξυμφέροντι τὸ μὲν δεδιὸς αὐτοῦ κτἑ.: τὸ μὲν λῦσαι τὰς σπονδάς, δεδιὸς ὄν, φοβερὸν ἦν τοῖς Λάκωσι, τὸ δὲ μὴ λῦσαι, θαρσοῦν, ἀδεέστερον ἦν τοῖς αὐτοῖς. οἱ γὰρ Ἀθηναῖοι δεδιότες τὴν τῶν σπονδῶν λύσιν οὐκ ἂν δηλονότι ἐδέξαντο τοὺς Κερκυραίους καὶ τὴν ἀπὸ αὐτῶν δύναμιν. καὶ δῆλον ὅτι τὸ δεδιὸς τοῦτο ἰσχὺν ἔφερε τοῖς Ἀθηναίοις ἀπὸ τῶν Κερκυραίων, φόβον δὲ τοῖς Λακεδαιμονίοις. θαρσήσαντες δὲ ταῖς σπονδαῖς καὶ ἀπωσάμενοι τοὺς Κερκυραίους αὐτοῖς μὲν τοῖς Ἀθηναίοις ἀσθενὲς ἦν τὸ θάρσος τοῦτο, ζημιουμένοις τὴν ἐκ τῆς Κερκύρας βοήθειαν, τοῖς δὲ πολεμίοις αὐτῶν Πελοποννησίοις ἀσφαλὲς καὶ ἀδεέστερον τὸ λῦσαι τὰς σπονδάς, τοῦτο τὸ φόβον ἐμποιοῦν, τοῦτο οὖν τὸ κατάφοβον ἰσχὺν ἔχει, ἡμῶν ἐν τῇ συμμαχίᾳ προσλαμβανομένων· τὸ δὲ θαρσοῦν καὶ εὔελπι, τὸ μὴ ἡμᾶς προσδέξασθαι, ἀσθενὲς ὄν. πρὸς γὰρ τοὺς Λακεδαιμονίους, τοὺς ἐχθροὺς ὑμῶν καὶ ἰσχύοντας, τοῦτο ἀδεέστερον ἔσται. καὶ ἅμα ... Βουλευόμενος: ἀπὸ κοινοῦ τὸ γνώτω οὐ τὰ κράτιστα: ἀλλὰ τὰ ἀσθενῆ καὶ ἐπιβλαβῆ ὅταν ἐς τὸν μέλλοντα κτἑ.: τὸ ἑξῆς οὕτως· ὅταν ἐνδοιάζῃ καὶ διστάζῃ χωρίον προσλαβεῖν εἰς τὸν σχεδὸν μέλλοντα πόλεμον, τὸ αὐτίκα περισκοπῶν, τουτέστι τὴν ἐνυπάρχουσαν εἰρήνην ὅσον οὐ: ἀντὶ τοῦ οὐχ ὅσον, τὸ οὐ βραδέως, ἀλλὰ ταχύ καιρῶν: καιρῶν νῦν εὐτυχιῶν καὶ ἀτυχιῶν, ἢ μᾶλλον καιρῶν λέγει ἀντὶ τοῦ ἀναγκῶν καὶ κινδύνων <!-- 1.36.3 -->βραχυτάτῳ δʼ ἂν κεφαλαίῳ: ἐντεῦθεν οἱ ἐπίλογοι τοῖς τε ξύμπασι καὶ καθʼ ἕκαστον: λείπει τὸ λέγομεν, ἢ δοτικὴ ἀντὶ εὐθείας, ἵνʼ ᾖ μάθοιτε ἂν οἵ τε σύμπαντες καὶ καθʼ ἕκαστον μὴ προέσθαι: μὴ προδῶτε. ἐς ταὐτόν: εἰς συμμαχίαν ἕξετε: ἰσχύσετε. <!-- 1.37.1 -->βʹ δημηγορία Κορινθίων πρὸς Ἀθηναίους  <span class="gap">…</span> ἀναγκαῖον Κερκυραίων κτἑ.: οὐ μόνον οἱ Κερκυραῖοι λόγον ἐποιήσαντο περὶ τοῦ δέξασθαι ὑμᾶς αὐτούς, ἀλλʼ ἤδη ἥψαντο καὶ ἡμῶν, κατηγοροῦντες ὅτι παρὰ τὸ εἰκὸς αὐτοῖς μαχόμεθα. ἀνάγκη τοίνυν ἐστὶ μνησθῆναι ἀμφοτέρων πρότερον, ὅτι οὐ δικαίως δέξεσθε αὐτοὺς καὶ ὅτι προσηκόντως αὐτοῖς μαχόμεθα, εἶτα ἐλθεῖν καὶ ἐπὶ τὸν ἄλλον λόγον. <!-- 1.37.2 -->ξυμμαχίαν διὰ τὸ σῶφρον κτἑ.: οὐ συνεμάχησάν τινι διὰ τὴν σωφροσύνην. ἐπετήδευσαν: μετεχειρίσαντο. αἰσχύνεσθαι: ἔχειν μάρτυρα τῆς αἰσχύνης. <!-- 1.37.3 -->καὶ ἡ πόλις αὐτῶν κτἑ.: συμβαίνει τῇ γνώμῃ τῶν πολιτῶν· λῃστεύοντες γὰρ ἔχουσιν αὐτὴν συνεργοῦσαν, ἐπιτηδείαν ἔχουσαν τὴν θέσιν πρὸς ἁρπαγήν. οὐ γὰρ ἐκπλέουσι πρός τινας, μᾶλλον δὲ τοὺς πλέοντας ὑπὸ τῆς βίας τῶν πνευμάτων καταίροντας δέχονται καὶ διαρπάζουσιν, εἶτα δικάζουσιν αὐτούς, ὡς δίκαια δηλαδὴ πεπόνθασιν. καίτοι γε οὐ προκάθηνται εἰς τὸ δικάζειν συνθήκῃ, ἤγουν συμφωνίᾳ· τὸ δὲ ὅλον αὐτοὶ ἀδικηταὶ καὶ κριταί. ἐν τούτῳ γίγνεται αὐτοῖς τὸ ἄσπονδον εὐπρόσωπον καὶ πιθανόν· διὰ τοῦτο γὰρ συμμάχους οὐκ ἔχουσιν, ἵνα καταμόνας αὐτοὶ ἀδικῶσι καὶ μὴ μεθʼ ἑτέρων τὴν ἀδικίαν ἐργάζωνται, ἵνα μὴ μάρτυρας μᾶλλον ὧν ἐργάζονται ἢ συμμάχους ἔχωσιν. αὐτάρκη θέσιν κειμένη: λείπει ἡ εἰς περιτροπὴ τὸ σχῆμα· ἡ θέσις τῆς πόλεως αὐτῶν ἁρμόττει αὐτῶν τῇ γνώμῃ καὶ αὐτάρκης ἐστὶ τῆς προαιρέσεως αὐτῶν καὶ κακίας πρὸς τὸ λῃστεύειν διὰ τὸ ἥκιστα κτἑ.: εἰ γὰρ ἐξέπλεον, φησίν, ἀλλαχοῦ, οἱ ἀδικούμενοι ἂν ἐκράτουν αὐτῶν ὁμήρους ἀνάγκῃ: διὰ πνευμάτων βίαν καταίροντας δέχεσθαι: ὑποδέχεσθαι φιλικῶς, δέχεσθαι λῃστρικῶς <!-- 1.37.4 -->κἀν τούτῳ τὸ εὐπρεπὲς κτἑ.: τὸ ἑξῆς· κἀν τούτῳ τὸ ἄσπονδον εὐπρεπὲς προβέβληνται καὶ τὰ ἑξῆς κατὰ μόνας: μὴ κωλυόμενοι ὑπὸ τῶν συμμάχων διʼ οἶκτον κρατῶσι: φανερῶς λάθωσι: λάθρα ἢν δέ πού τι: ἐπὶ παρακαταθήκης ἀναισχυντῶσιν: ἀρνούμενοι δηλονότι, μὴ κοινωνοῦντος αὐτοῖς τινος εἰς τὴν τῶν λαφύρων διανομήν <!-- 1.37.5 -->ἀληπτότεροι: οἱ γὰρ εὐάλωτοι φόβῳ τῶν πέλας κολακεύειν ἀναγκάζονται τοὺς ἀδικοῦντας ἀκατηγορητότεροι. ἐξῆν αὐτοῖς κτἑ.: τὸ ἑξῆς· φανερωτέραν ἐξῆν αὐτοῖς τὴν ἀρετὴν δεικνύναι διδοῦσι καὶ δεχομένοις τὰ δίκαια τὴν ἀρετήν: φιλίαν, δύναμιν, συμμαχίαν τὴν μίαν τῶν γενικῶν φησι, τὴν δικαιοσύνην  <span class="gap">…</span> <!-- 1.38.1 -->διὰ παντός: τὸ διὰ παντός, ἵνα μή τις εἴπῃ ὅτι νῦν ἀδικηθέντες ἐκπεμφθεῖεν: ὑφʼ ἡμῶν δηλονότι. <!-- 1.38.2 -->ἡμεῖς δὲ οὐδʼ αὐτοί κτἑ.: σημείωσαι· ἐκ τοῦ ἰσάζοντος τὸν λόγον ἀνέστρεψε  <span class="gap">…</span> <!-- 1.38.4 -->οὐδʼ ἐπεστρατεύομεν κτἑ.: εἰ γὰρ μὴ ἠδικούμεθα περιφανῶς, οὐκ ἂν προδήλως ἐστρατεύομεν. ἐκπρεπῶς: ἐκδήλως ὑπερβαλλόντως πάνυ  <span class="gap">…</span> διαφερόντως: ἐξαιρέτως ὑπερβαλλόντως πάνυ  <span class="gap">…</span> <!-- 1.38.5 -->καλὸν δʼ ἦν κτἑ.: ὅμως, εἰ καὶ ἡμαρτάνομεν, ἐπαινετὸν ἦν ἐνδοῦναι ἡμῖν ὀργιζομένοις. τῇ ἡμετέρᾳ ὀργῇ: ὡς πατρικῇ μετριότητα: ἀνεξικακίαν, ἐπιείκειαν <!-- 1.39.1 -->πρότερον: πρὸ τοῦ λαβεῖν αὐτήν ἥν γε: λείπει ἡ εἰς, εἰς ἥν τὴν δίκην ὁ νοῦς οὕτως· οὐ δεῖ τὸν ἐν ἀσφαλείᾳ ὄντα καὶ προβαλλόμενον δίκην δοκεῖν λέγειν τι. μετέθηκε τὸν χρόνον ὁ Κορίνθιος· μετὰ γὰρ τὸ λαβεῖν, φησί, τὸ χωρίον καὶ κατασχεῖν ἠξίουν δικάζεσθαι οἱ Κερκυραῖοι. καὶ οὐ δεῖ, φησίν, προσέχειν τὸν ἐκ τοῦ ἀσφαλοῦς καὶ ἰσχυροῦ προκαλούμενον εἰς κρίσιν οὐδὲ δοκεῖν ὅτι λέγει τι, ἀλλὰ καὶ καταφρονεῖν διαγωνίζεσθαι: δικάζεσθαι <!-- 1.39.2 -->οὗτοι δὲ οὐ πρὶν κτἑ.: μεταληπτικῶς ἔλυσεν ἀπὸ τοῦ χρόνου  <span class="gap">…</span> ἀλλʼ ἐπειδὴ κτἑ.: ἀλλὰ μετὰ τὴν τῶν νεῶν ἔκπεμψιν τὸ εὐπρεπὲς τῆς δίκης: τὴν δόκησιν τῆς δίκης, οὐχὶ τὴν ἀλήθειαν· ἠδίκουν γὰρ κατʼ ἀλήθειαν οὐ τἀκεῖ μόνον αὐτοὶ ἁμαρτόντες: οὐκ ἀδικήσαντες αὐτοὶ μόνον εἰς τὰ κατὰ τὴν Ἐπίδαμνον. τἀκεῖ: τὰ ἐν Ἐπιδάμνῳ δηλονότι ξυναδικεῖν: τὸ σχῆμα παρίσωσις, ὃ καὶ Γοργίειον καλεῖται <!-- 1.39.3 -->καὶ μὴ ἐν ᾧ: λείπει τὸ ἐν ἐκείνῳ καιρῷ μηδʼ ἐν ᾧ ὑμεῖς κτἑ.: τὸ ἑξῆς· μήτε μεταδώσετε αὐτοῖς τῆς ὠφελείας ὑμεῖς, τότε τῆς δυνάμεως αὐτῶν οὐ μεταλαβόντες. λέγει δὲ τὸν κατὰ Σαμίων καὶ Αἰγινητῶν πόλεμον τῆς ἀφʼ ἡμῶν αἰτίας τὸ ἴσον ἕξετε: τῶν τῆς Ἐπιδάμνου. ἀπὸ κοινοῦ δὲ τὸ ἐν ᾧ. αἰτιασόμεθα γάρ, φησί, τοὺς συμμαχήσαντας τοῖς Κερκυραίοις ὡς ἐχθρούς. καὶ ὑμεῖς δὲ τὸ ἴσον αὐτοῖς ἕξετε αἴτιον καὶ πολέμιοι κληθήσεσθε πάλαι δὲ κοινώσαντας κτἑ.: ἀπὸ κοινοῦ τὸ οὓς ἐχρῆν <!-- 1.40.1 -->κεφαλαίων τοῦ δικαίου <!-- 1.40.3 -->μὴ ἄνευ ὑμῶν τούτους: τοὺς Κερκυραίους· τουτέστι κολασθήσεσθε καὶ ὑμεῖς μετʼ αὐτῶν. <!-- 1.40.4 -->ἀνακωχῆς: ἀνακωχή ἐστιν εἰρήνη πρόσκαιρος πόλεμον ὠδίνουσα, οἷον ἡ μικρὰ τοῦ πολέμου ἀνάβλησις, παρὰ τὸ ἄνω ἔχειν τὰς ἀκωκὰς τῶν δοράτων καὶ τὸν νόμον μὴ καθιστάναι: ἀπὸ κοινοῦ τὸ δίκαιοί ἐστε. τὸ δὲ τόν ἄρθρον περισσόν <!-- 1.40.5 -->δίχα ἐψηφισμένων: δισταζόντων, φησίν, αὐτῶν ἡμεῖς φανερῶς ἀντείπομεν ἀμύνειν: ἀμύνειν, βοηθεῖν· ἀμύνεσθαι, κολάζειν <!-- 1.40.6 -->εἰ γάρ: ὁ γάρ ἀντὶ τοῦ δέ φανεῖται: ἀντὶ τοῦ μέλλει φανῆναι ἃ τῶν ὑμετέρων: αἰνίττεται Ποτίδαιαν καὶ τὸν νόμον κτἑ.: πολλοί, φησίν, εἰσὶ φόρου ὑποτελεῖς παρʼ ὑμῖν, οἵτινες πολλάκις μελετῶσιν ἀπόστασιν· καὶ εἰ δέξεσθε Κερκυραίους τούσδε καὶ κοινὸν τοῦτον ποιήσετε νόμον, ὁρᾶτε μὴ ἑαυτοὺς λανθάνετε βλάπτοντες. φοβεῖ δὲ αὐτοὺς τὸ δέξασθαι νόμον καλῶν ἐφʼ ὑμῖν: ἀντὶ τοῦ καθʼ ὑμῶν <!-- 1.41.1 -->παραίνεσιν δὲ καὶ ἀξίωσιν: τὸ παραινεῖν καὶ ἀξιοῦν, ῥήματα ὄντα, ὀνοματικῶς προήνεγκεν ἣν κτἑ.: ἣν χάριν ἀντιδοθῆναι ἡμῖν ἐν τῷ παρόντι φαμὲν χρῆναι οὐκ ἐχθροὶ ὄντες ὥστε βλάπτειν: οἱ γὰρ τοῖς ἐχθροῖς τι συγκροτοῦντες βλάπτονται μᾶλλον ἐπιχρῆσθαι: τὸ πολλάκις χρῆσθαι <!-- 1.41.2 -->τὸν Αἰγινητῶν πόλεμον: τὸν περὶ τῶν ἀγαλμάτων τῶν ἁπάντων ἀπερίοπτοί εἰσι: τῶν προλαβόντων ἁπάντων πρὸς ἔχθραν ἢ φιλίαν μεσολαβημάτων ἀπερίοπτοι ἢ παρορωταί εἰσι  <span class="gap">…</span> ἀπερίοπτοι: ἀπροόρατοι ἢ ἀπρονόητοι ἢ ἀνεπίστροφοι αἱ περιορῶντες καὶ οἱονεὶ καταφρονοῦντες παρὰ τὸ νικᾶν: ἤγουν διὰ τὴν νίκην. <!-- 1.41.3 -->ἐπεὶ καὶ τὰ οἰκεῖα: ἀντὶ τοῦ, καὶ γὰρ τὰ οἰκεῖα <!-- 1.42.1 -->ὧν: τῶν προειρημένων εὐεργεσιῶν. ἀμύνεσθαι: ἀντὶ τοῦ ἀμείβεσθαι. μόνος δὲ Θουκυδίδης ἐνταῦθα κέχρηται τῇ ἐναλλαγῇ τῆς λέξεως, ὡς καί τινας ἐναλλάττειν τὴν γραφὴν καὶ γράφειν ἀμείβεσθαι. οὐκ ἔστι δέ ἀντὶ τοῦ ἀμύνειν καὶ βοηθεῖν· ἀντὶ γὰρ τοῦ ἐνεργητικοῦ τὸ ἀμύνεσθαι παρείληπται. <!-- 1.42.2 -->ἐν ᾧ: ἀντὶ τοῦ ᾧ ἐλάχιστα: ἀντὶ τοῦ οὐδʼ ἐλάχιστα τὸ μέλλον τοῦ πολέμου: ἀντὶ τοῦ, ὁ μέλλων πόλεμος. κελεύουσιν: σημείωσαι ὅτι τὸ κελεύω οὐκ ἐπὶ μειζόνων μόνον λέγεται ὑποψίας: ὑποψίαν εἶπε τὴν μάχην εὐφήμως· ἐρεῖ δὲ ταύτην ἐν τῇ πεντηκονταετηρίδι ὑφελεῖν μᾶλλον: ὑπακουστέον ἄξιον, ὑφελεῖν μᾶλλον ἄξιον  <span class="gap">…</span> <!-- 1.42.3 -->ἡ γὰρ τελευταία χάρις καιρὸν ἔχουσα: ἡ γὰρ μετὰ τὴν ἔχθραν φιλία εὐκαίρως γινομένη καὶ τὰ ἑξῆς <!-- 1.42.4 -->ἐφέλκεσθαι: ὑπακουστέον κἀνταῦθα τὸ ἄξιον, ἐφέλκεσθαι ἄξιον  <span class="gap">…</span> τῷ αὐτίκα: τῷ πρὸς ὀλίγον τῷ αὐτίκα φανερῷ: τῇ δυνάμει τῶν Κερκυραίων. ἡ γὰρ ἐκ θεῶν βοήθεια κρυπτὴ καὶ ἀφανής <!-- 1.43.1 -->ἡμεῖς δέ: οἱ ἐπίλογοι ἐντεῦθεν περιπεπτωκότες: ἐκ τύχης τινός. φοβεῖ δὲ διὰ τούτου τοὺς Ἀθηναίους, ὅτι τὸ τῆς τύχης ἄδηλον, καὶ ὅτι μὴ καὶ αὐτοὶ περιπέσητε οἷς ἐν τῇ Λακεδαίμονι κτἑ.: οἷα ἐν τῇ Λακεδαίμονι εἴπομεν, ποῖα εἴπομεν, τὸ τοὺς σφετέρους ξυμμάχους καὶ τὰ ἑξῆς, τοῦτο καὶ παρʼ ὑμῶν ἀξιοῦμεν  <span class="gap">…</span> βλάψαι: τὸ ἀξιοῦμεν ἀπὸ κοινοῦ <!-- 1.43.2 -->τὸ δὲ ἴσον ἀνταπόδοτε: τοῦτό φησιν ὑμῶν τότε δικαζομένων ἔφαμεν τὸ ἴσον νῦν ἀνταπόδοτε ἡμῖν  <span class="gap">…</span> <!-- 1.43.3 -->τούσδε: ἐμφαντικὸν τὸ τούσδε, οἷον τοὺς ἀδικοῦντας <!-- 1.44.1 -->ἀκούσαντες ἀμφοτέρων: μηδὲ δίκην δικάσῃς πρὶν ἀμφοῖν μῦθον ἀκούσῃς οὐχ ἧσσον: ἀλλὰ πάνυ καὶ μᾶλλον μετέγνωσαν: μετεβουλεύσαντο τὸ ἑξῆς· ξυμμαχίαν μὲν ποιήσασθαι μετέγνωσαν, ἐπιμαχίαν δʼ ἐποιήσαντο. διαφέρει συμμαχία δʼ ἐπιμαχίας· ἐπιμαχία ὅταν ἀλλήλοις παρέχωσι δυνάμεις ἑκάτεροι, συμμαχία δέ, ὅταν μόνοι Ἀθηναῖοι δῶσι Κερκυραίοις βοήθειαν  <span class="gap">…</span> ξυμμαχία ἐστὶ καθὼς καὶ ἐκ τῶν κατωτέρω ἔνεστι γνῶναι ἡ  <span class="gap">…</span> κατὰ τῶν πολεμίων προκαλεσαμένων καὶ αὐτοὺς βοηθησάντων ἄμυνα καὶ ἐχθρὰ  <span class="gap">…</span> ἐπιχείρησις· ἐπιμαχία δὲ ἡ πρὸς τοὺς  <span class="gap">…</span> μετὰ τὸ ἀσθενεῖν πρὸς τὴν ἐχθρῶν ἄμυναν προκαλεσαμένους παρὰ τῶν τὴν ἱκεσίαν δεξαμένων διʼ ἀποστολῆς διδομένη  <span class="gap">…</span> ἀρήγειν ἱκανὴ ἰσχύς  <span class="gap">…</span> εἰ γὰρ κτἑ.: αἰτία διʼ ἣν ξυμμαχίαν οὐκ ἐποίησαν ἐπιμαχίαν δὲ ἐποιήσαντο: αὐτὸς δηλοῖ τί ἐστι συμμαχία καὶ ἐπιμαχία. ἔστι δὲ συμμαχία, ὅταν τις τὸν αὐτὸν ἔχῃ τῷ συμμαχουμένῳ ἐχθρὸν καὶ φίλον, ἐπιμαχία δέ, ὅταν τις τῷ συμμαχουμένῳ μόνον ἀδικουμένῳ βοηθῇ, οὐ μέντοι καὶ ἀδικοῦντι συμπράττῃ. ἐπιμαχίαν οὖν νῦν βούλονται ποιῆσαι οἱ Ἀθηναῖοι ἐπιμαχία τὸ ἐπαμύνειν μόνον κινδυνευούσαις ταῖς τῶν φίλων πόλεσι, συμμαχία δὲ τὸ καὶ συνεπιστρατεύειν ἐπὶ ἑτέρας πόλεις τοὺς τούτων ξυμμάχους: εἶχον γὰρ καὶ οἱ Κερκυραῖοι ξυμμάχους τοὺς Ἐπιδαμνίους καὶ Ζακυνθίους <!-- 1.44.2 -->καὶ ὥς: καὶ ἐὰν μὴ δέξωνται Κερκυραίους προέσθαι: προδοῦναι ξυγκρούειν δέ: ἀπὸ κοινοῦ τὸ ἐβούλοντο τοῖς ἄλλοις: Πελοποννησίοις δηλονότι <!-- 1.44.3 -->τῆς τε Ἰταλίας κτἑ.: τοῖς παραπλέουσιν εἰς Ἰταλίαν καὶ Σικελίαν καλῶς ἔχειν τὴν Κέρκυραν. <!-- 1.45.1 -->βοηθούς: οὐκ εἶπε συμμάχους <!-- 1.45.2 -->Λακεδαιμόνιος: ὄνομα κύριον εὐθεῖα  <span class="gap">…</span> <!-- 1.45.3 -->τῶν ἐκείνων τι χωρίων: αἰνίττεται Ἐπίδαμνον <!-- 1.46.1 -->παρεσκεύαστο: τὰ τῆς μάχης <!-- 1.46.2 -->πέμπτος αὐτός: ἀντὶ τοῦ μετʼ ἄλλων τεσσάρων. αὐτὸς δὲ ἀντὶ τοῦ πρῶτος. ὡς γὰρ τῶν ἄλλων μὴ ὄντων ἐπισήμων τῇ τοῦ ἑνὸς ἠρκέσθη ὀνομασίᾳ, ἢ ὅτι αὐτῷ ἠκολούθουν οἱ ἄλλοι ὡς μεῖζόν τι καὶ σοφώτερον βουλευομένῳ <!-- 1.46.4 -->τῇ Ἐλαιάτιδι τῆς Θεσπρωτίδος: ὡς εἶναι τὴν Ἐλαιᾶτιν μέρος χώρας ὑπὸ μείζονα χώραν Θεσπρωτίδος Ἐφύρη: ἔστι γὰρ καὶ ἄλλη Ἐφύρη, ἡ Κόρινθος ὧν ἐντός: πρὸς θάλασσαν, ὡς εἶναι ἰσθμόν ἀνέχει: ἀνατείνεται. <!-- 1.46.5 -->στρατόπεδον: σημείωσαι ὅτι τὸ στρατόπεδον σημαίνει δύο, τόν τε λαὸν τοῦ στρατοῦ καὶ τὸν τόπον ἐν ᾧ ὁ λαός, καὶ ἐτυμώτερόν ἐστιν ἐπὶ τοῦ τόπου λέγεσθαι, οἷον τοῦ στρατοῦ πέδον <!-- 1.47.1 -->προσπλέοντας: ἀπὸ τῆς Λευκίμμης εἰς τὸ Χειμέριον Σύβοτα: τρεῖς εἰσιν αὗται αἱ νῆσοι, μικραί, σῦς ἔχουσαι πολλάς <!-- 1.47.2 -->τῇ Λευκίμνῃ: ἀκρωτήριον Κερκύρας <!-- 1.48.2 -->μετεώρους: ἀντὶ τοῦ πελαγίους καὶ οὐκ ἐπʼ ἀγκυρῶν ἱσταμένας, ἀλλʼ ἀπεχούσας τῆς γῆς, ὡς ἀπὸ μεταφορᾶς τῶν ἀπεχόντων τῆς γῆς καὶ ἐν ὄρει ὄντων, ἢ παρὰ τὸ ἀφεῖναι τὴν γῆν καὶ περὶ τὸν ἀέρα λοιπὸν εἶναι <!-- 1.48.3 -->ἐπὶ μὲν τὸ δεξιόν: τὸ σχῆμα ἔκφρασις κέρας: τῆς φάλαγγος τὸ ἄκρον ἢ πολέμου μέρος <!-- 1.48.4 -->τοὺς Ἀθηναίους: ἐνόμιζον γὰρ καὶ τοὺς Ἀθηναίους πολεμεῖν <!-- 1.49.1 -->τὰ σημεῖα: σύμβολά τινα εἶχον περὶ τὸν καιρὸν τῆς μάχης δεικνύμενα, καὶ ὅτε μὲν ἀνετείνετο τὰ σύμβολα, ἤρχοντο τῆς μάχης, ὅτε δὲ κατεσπῶντο, ἐπαύοντο καταστρωμάτων: σανιδωμάτων τῷ παλαιῷ τρόπῳ: τῷ κατὰ τὰ Μηδικά <!-- 1.49.2 -->οὐχ ὁμοίως: τὸ καρτερὰ ἀπὸ κοινοῦ προσφερής: ὁμοία <!-- 1.49.3 -->ἡσυχαζουσῶν: ἀντὶ τοῦ μὴ ναυμαχουσῶν διέκπλοι: διέκπλους ἐστὶ τὸ ἐμβαλεῖν καὶ πάλιν ὑποστρέψαι καὶ αὖθις ἐμβαλεῖν <!-- 1.49.4 -->δεδιότες οἱ στρατηγοί: σημείωσαι τὴν σύνταξιν οὐκ ἦρχον αἱ νῆες μάχης, τῶν στρατηγῶν δεδιότων τὴν πρόρρησιν. <!-- 1.49.6 -->ἀπὸ ἐλάσσονος πλήθους: ἐπειδὴ γὰρ ἐξ ἀρχῆς τὸ πλῆθος τῶν Κερκυραίων νεῶν ἔλασσον ἦν τῶν Κορινθιακῶν, δῆλον ὅτι, τῶν εἴκοσι ἀναχωρησασῶν ἐκ τοῦ πολέμου, πολὺ ἐλάττονες ἐγένοντο οἱ Κερκυραῖοι, κἂν τὰς τοῦ δεξιοῦ κέρως νέας τῶν Κορινθίων ἀφείλοντο <!-- 1.49.7 -->ἀπροφασίστως: ἀνενδοιάστως, ἀνεγκλήτως ξυνέπεσεν: ἤγουν τὰ πράγματα ἐπιχειρῆσαι: σχετλιάζων ταῦτα λέγει, ὅτι οἱ ἔνσπονδοι οὕτως ἦλθον εἰς χεῖρας <!-- 1.50.1 -->σκάφη: σκάφη καλεῖ τὰ κοιλώματα τῶν νεῶν, ἃ ἡμεῖς γάστρας καλοῦμεν ἀναδούμενοι: ἀναπλεκόμενοι, ἀναδεσμεύοντες ἃς καταδύσειαν: Ἀττικῶς ὧν κατέδυον φονεύειν: τὸ ὠμὸν τῶν Κορινθίων δηλοῖ τούς τε αὐτῶν φίλους: Μεγαρέας καὶ Ἀμπρακιώτας οἱ: τὸ οἱ ἄρθρον προτακτικόν ἔκτεινον: τὸ ἑξῆς· τοὺς ἑαυτῶν φίλους ἀγνοοῦντες ἔκτεινον νομίζοντες εἶναι Κερκυραίους <!-- 1.50.2 -->ναυμαχία γὰρ αὕτη κτἑ.: διὰ τὴν ἐν Σαλαμῖνι, διὰ τὴν ἐν Σικελίᾳ <!-- 1.50.3 -->ναυάγια: ναυάγια μὲν οὐδετέρως, ὅταν τι τῆς νεὼς ἀπόληται, οἷον πηδάλιον ἤ τι τοιοῦτον, ναυαγία δὲ θηλυκῶς ἡ πᾶσα τῆς νεὼς ἀπώλεια λέγεται. νῦν οὖν οὐδετέρως εἴρηκε τῶν πλείστων: σωμάτων. τινὰ γὰρ ὁ ἄνεμος τῇ Κερκύρᾳ προσέρριψε προσκομίσαι: ἐφρόντιζον γὰρ τῆς ταφῆς τῶν ἐν τῷ πολέμῳ πιπτόντων. τὰ Σύβοτα: Σύβοτα ἄλλα ἐν τῇ ἠπείρῳ, ὁμώνυμα ταῖς πρὸ μικροῦ λεχθείσαις νήσοις πρὸ τῆς Κερκύρας <!-- 1.50.4 -->ταῖς πλωίμοις: ταῖς πληγείσαις μέν, δυναμέναις δὲ πλεῖν λοιπαί: ὑγιεῖς, ἀβλαβεῖς ἀντεπέπλεον: ἐπὶ τῷ κωλῦσαι δηλονότι <!-- 1.50.5 -->ὀψέ: οὐ λέγει ὅτι ἦν ἑσπέρα, ἀλλʼ ὡς ὥρα ἐνάτη ἢ δεκάτη· τὸ γὰρ ὀψέ ἐπὶ τῆς ἑσπέρας ἅπαξ κεῖται ἐν τῇ τρίτῃ ἐπεπαιάνιστο αὐτοῖς ὡς ἐς ἐπίπλουν: δύο παιᾶνας ᾖδον οἱ Ἕλληνες, πρὸ μὲν τοῦ πολέμου τῷ Ἄρει, μετὰ δὲ τὸν πόλεμον τῷ Ἀπόλλωνι. τὸ δὲ ὡς ἐς ἐπίπλουν λέγει ἀντὶ τοῦ ὡς πρὸς τὸ ἄρξαι τὸν πόλεμον, ὅπερ δὲ ἔδει πρὸ τῆς ναυμαχίας εἰπεῖν, ὕστερον λέγει ὡς ἐς ἐπίπλουν: ὡς ἐπιπλέοντες κατὰ τῶν Κορινθίων. πρύμναν ἐκρούοντο: πρύμναν κρούεσθαί ἐστι τὸ κατʼ ὀλίγον ἀναχωρεῖν μὴ στρέψαντας τὸ πλοῖον· ὁ γὰρ οὕτως ἀναχωρῶν ἐπὶ τὴν πρύμναν κωπηλατεῖ. τοῦτο δὲ ποιοῦσιν, ἵνα μὴ δόξωσι φανερῶς φεύγειν, κατʼ ὀλίγον ὑπαπιόντες, ἢ ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις δόντες ῥᾷον τιτρώσκωνται <!-- 1.51.1 -->προϊδόντες: πρὸ τῶν Κερκυραίων ὑποτοπήσαντες: ἀντὶ τοῦ ὑποπτεύσαντες· οὕτω γὰρ οἱ Ἀθηναῖοι ἀναλύουσι τὴν λέξιν <!-- 1.51.2 -->ἐπέπλεον γὰρ μᾶλλον ἐκ τοῦ ἀφανοῦς: αἱ εἴκοσι νῆες τῶν Ἀθηναίων· κατὰ νώτου γὰρ αὐτῶν ἦσαν ἐθαύμαζον: οἱ Κερκυραῖοι  <span class="gap">…</span> νικήσαντες γὰρ ἦσαν θαυμάζω σου, ἐπὶ μέμψεως· θαυμάζω σε, ἐπὶ ἐπαίνου καὶ πολλάκις ἐπὶ ἐκπλήξεως πρύμναν κρουομένους: ἐπαναχωροῦντας. πρὶν: ἕως οὗ <!-- 1.51.3 -->ἡ ἀπαλλαγὴ ἐγένετο ἀλλήλων: διελύθησαν ἀπʼ ἀλλήλων <!-- 1.51.4 -->στρατοπεδευομένοις: σκηνουμένοις Ἀνδοκίδης: ὁ εἷς τῶν δέκα ῥητόρων, ὥς φησιν Ἀκουσίλαος διὰ τῶν νεκρῶν καὶ ναυαγίων: τῶν Κερκυραϊκῶν δηλονότι  <span class="gap">…</span> ἔγνωσαν: τοὺς Ἀθηναίους οἱ Κερκυραῖοι <!-- 1.52.1 -->τοῖς Συβότοις: τῆς ἠπείρου <!-- 1.52.2 -->ἀκραιφνεῖς: ἀβλαβεῖς, ἀκεραιοφανεῖς αἰχμαλώτων τε περὶ φυλακῆς: ἠπόρουν πῶς αὐτοὺς φυλάξουσι ἐπισκευὴν οὐκ οὖσαν τῶν νεῶν: μὴ δυνάμενοι τὰς βλαβείσας τῶν νεῶν ἐπισκευάσαι <!-- 1.53.1 -->κελήτιον: κελήτιόν ἐστι μικρὸν πλοιάριον ὑπὸ ἑνὸς ἐρεττόμενον, ἀπὸ μεταφορᾶς τοῦ κέλητος ἵππου, ᾧ εἷς ἀνὴρ ἐπικάθηται μικρὸν πλοιάριον ἄνευ κηρυκείου: κηρύκιόν ἐστι ξύλον ὀρθὸν ἔχον ἑκατέρωθεν δύο ὄφεις περιπεπλεγμένους καὶ ἀντιπροσώπους πρὸς ἀλλήλους κειμένους, ὅπερ εἰώθασι φέρειν οἱ κήρυκες μετʼ αὐτῶν, καὶ οὐκ ἐξῆν αὐτοὺς ἀδικεῖν παρʼ οὓς ἀπήρχοντο. σύμβολον δὲ ἦν τὸ μὲν ὀρθὸν ξύλον τοῦ ὀρθοῦ λόγου, τὸ δὲ παρʼ ἑκάτερα εἶδος τῶν ὄφεων τὰ ἀντιτασσόμενα στρατόπεδα· ὁ γὰρ ὀρθὸς λόγος διʼ ἀμφοτέρων χωρεῖ <!-- 1.53.2 -->ἀδικεῖτε: δημηγορία Κορινθίων γʹ πρὸς Ἀθηναίους  <span class="gap">…</span> <!-- 1.53.3 -->τῶν δὲ Κερκυραίων: τῶν δέ, τουτέστι τῶν τοῦ ἄλλου μέρους· οὕτω Φοιβάμμων φησίν. ἵνʼ ᾖ, τῶν δὲ τὸ μὲν στρατόπεδον τῶν Κερκυραίων ... οἱ δὲ Ἀθηναῖοι  <span class="gap">…</span> <!-- 1.53.4 -->οὔτε ἄρχομεν κτἑ. διὰ τοῦ κοινοῦ τὸ ἰδικὸν ἐσήμανεν ἀπόκρισις Ἀθηναίων πρὸς Πελοποννησίους πρώτη, κατὰ δὲ τὰς προλαβούσας δημηγορίας τετάρτη τὴν τάξιν  <span class="gap">…</span> τοῖσδε ξυμμάχοις οὖσι: τὴν ἐπιμαχίαν ξυμμαχίαν λέγει μᾶλλον δὲ κατὰ τὰ προλαβόντα καὶ ἐνταῦθά φησιν. οἷς γὰρ αὐτοὶ ἐπιμαχίαν στείλαντες ἐβοήθουν, ἐκείνους ἑαυτῶν συμμάχους ἄρτι καλεῖ, εἰκότως, ὡς μόλις καὶ διὰ ξυμμαχία, ἣν προέφημεν ἀναδοχὴν τοῦ ὅλου πολέμου εἶναι καὶ τῆς τῶν ξυμμάχων πρὸς τοὺς πολεμίους ἔχθρας οἰκείωσιν, τὴν ἐκ πολὺ μείζονος πόλεως σταλεῖσαν ἐπιμαχίαν ἀντισηκώσαντας  <span class="gap">…</span> <!-- 1.54.1 -->τά τε ναυάγια κτἑ.: γράφεται τά τε ναυάγια καὶ τοὺς νεκροὺς ἀνείλοντο τὰ κατὰ σφᾶς, ἐξενεχθέντων ὑπό τε τοῦ ῥοῦ καὶ ἀνέμου. γενόμενος: λείπει ἡ διά, ἵνʼ ᾖ διαγενόμενος πανταχῇ: τῆς Κερκύρας πανταχῇ <!-- 1.54.2 -->προσεποιήσαντο: ἰδιοποιήσαντο. οὐκ ἐλάσσους χιλίων: χίλιοι γὰρ ἦσαν καὶ πεντήκοντα. καταδύσαντες: ἀντὶ τοῦ τρώσαντες· οὐ γὰρ λέγει ἐπὶ τοῦ βαπτίσαντες. τοιοῦτο δέ ἐστι καὶ τὸ ἃς καταδύσειαν μάλιστα: τὸ μάλιστα ἢ πρὸς τὸν ἀριθμόν, ὅτι οὐχὶ εἴκοσι ἐννέα, ἢ πρὸς τὸ διαφθείραντες, ὅτι οὐ μόνον ἔτρωσαν, ἀλλὰ μάλιστα ἔφθειραν αὐτάς, ἐκεῖνοι δὲ μόνον κατέδυσαν <!-- 1.55.1 -->ἀποπλέοντες: ἀπὸ τῶν Συβότων πλέοντες. εἷλον ἀπάτῃ: ὡς φίλοι γὰρ οὐχ ὑπωπτεύοντο ἀπέδοντο: ἐπώλησαν διὰ τὰ ἐν τῷ πολέμῳ ἀναλώματα, καὶ οὐκ ἀπέκτειναν. διὰ δὲ τούτου καὶ τὸ ἥμερον τοῦ Ἑλληνικοῦ τρόπου δηλοῖ, καὶ ὡς ἀπηνὲς μετὰ μάχην τοὺς ἑαλωκότας θανατοῦν, ἄλλως τε καὶ δούλους τοὺς μὴ κατὰ γνώμην οἰκείαν πολεμοῦντας. προσποιήσειαν: προσαγάγωσιν  <span class="gap">…</span> <!-- 1.56.1 -->καὶ τάδε: βʹ αἰτία <!-- 1.56.2 -->αὐτοὺς: τοὺς Ἀθηναίους τὸ ἐς Παλλήνην τεῖχος: ἀντὶ τοῦ τὸ μέρος τοῦ τείχους τὸ ἀφορῶν εἰς τὴν Παλλήνην ὁμήρους: τοὺς ἕνεκα εἰρήνης δεδομένους εἰς ἐνέχυρα. ὁμήρους δοῦναι: ἵνα, ἐὰν ἀποστῶσιν, εὐάλωτοι γένωνται ἐπιδημιουργοὺς: ἐπιδημιουργοὺς ὄνομα ἀρχῆς παρὰ Κορινθίοις· ἄλλοι γὰρ ἄλλως τοὺς ἄρχοντας καλοῦσιν. ἰστέον δὲ ὅτι τούτους ἀπέστελλον οἱ Κορίνθιοι κατὰ ἔτος ἄρχοντας Ποτιδαιάταις ὡς ἀποίκοις ὁ Ἀσκληπιάδης τὴν ἐπί πρόθεσιν περιττὴν εἶναι λέγει σημείωσαι ἐπιδημιουργοὶ ἄρχοντες πεμπόμενοι, φυλάρχων τάξιν ἔχοντες  <span class="gap">…</span> ἐπιδημιουργοὺς τοὺς ἐπιμελητὰς τῆς ἀνακτίσεως τῶν τειχῶν. δείσαντες: οἱ Ἀθηναῖοι <!-- 1.57.2 -->Ἀλεξάνδρου: τοῦ Φιλέλληνος καλουμένου, ὃς ἐν τοῖς Μηδικοῖς ἤκμαζεν ἐπεπολέμωτο: πολέμιος ἦν <!-- 1.57.3 -->Δέρδα: ὁ Δέρδας Ἀρριδαίου παῖς, ἀνεψιὸς Περδίκκα καὶ Φιλίππου <!-- 1.57.4 -->αὐτοῖς: τοῖς Ἀθηναίοις προσεποιεῖτο: φίλους ἐποιεῖτο <!-- 1.57.5 -->τοῖς ἐπὶ Θρᾴκης Χαλκιδεῦσι: εἰσὶ γὰρ καὶ ἐν Εὐβοίᾳ Χαλκιδεῖς, οἵτινες ἀπῴκησαν εἰς Θρᾴκην ὅμορα: Μακεδονίᾳ καὶ ἀλλήλοις τὸν πόλεμον: τὸν κατὰ Φιλίππου καὶ τῶν Ἀθηναίων <!-- 1.57.6 -->βουλόμενοι προκαταλαμβάνειν: βουλόμενοι κατέχειν καὶ κωλύειν τὰς πόλεις, ἵνα μὴ ἀποστῶσι. ἐπὶ τὴν γῆν αὐτοῦ: τοῦ Περδίκκα, διὰ τὴν τοῦ Φιλίππου βοήθειαν ἐπιστέλλουσι: ἐντέλλονται· οὔπω γὰρ ἦσαν ἀποδημήσαντες <!-- 1.58.1 -->νεωτερίζειν: νεώτερα ποιεῖν. τὰ τέλη: ἤτοι οἱ προάρχοντες τῶν Λακεδαιμονίων  <span class="gap">…</span> οἱ Λακεδαιμόνιοι τοὺς ἄρχοντας τέλη ἐκάλουν διὰ τὸ τέλος τοῖς πράγμασι τιθέναι ἀπὸ κοινοῦ τὸ ἐπειδή τότε δή: τὸ ἑξῆς· ἐπειδὴ οὐδὲν εὗρον ἐπιτήδειον, τότε δὴ καὶ τὰ ἑξῆς. <!-- 1.58.2 -->τὰς ἐπὶ θαλάσσῃ πόλεις ἐκλιπόντας: ἐφοβοῦντο γὰρ τοὺς θαλασσοκράτορας Ἀθηναίους, ὄντες παραθαλάσσιοι ἀνοικίσασθαι ἐς Ὄλυνθον: τὴν οἴκησιν ἀναγαγεῖν ἐς τὴν Ὄλυνθον. <!-- 1.59.1 -->τὰ ἐπὶ Θρᾴκης: μέρη δηλονότι. <!-- 1.59.2 -->τῇ παρούσῃ δυνάμει: ὀλίγῃ οὔσῃ ἄνωθεν στρατιᾷ ἐσβεβληκότων: ὥστε τὸν Περδίκκαν μεταξὺ ἀποληφθῆναι <!-- 1.60.1 -->ἀφεστηκυίας: ἀπʼ Ἀθηναίων πρὸς Περδίκκαν ψιλούς: ψιλοὶ καλοῦνται οἱ μὴ καθωπλισμένοι μέν, ἐν καιρῷ δὲ τῆς μάχης τῷ παρατυχόντι ἢ λίθῳ ἢ ξύλῳ ἢ ἄλλῳ τινὶ ὀργάνῳ χρώμενοι. ἢ οἱ τοξόται παρὰ τὸ ψιλῇ σκευῇ χρῆσθαι <!-- 1.60.2 -->Ἀδειμάντου: τοῦτον ἴσμεν ἐν τοῖς Μηδικοῖς πρὸς τὸν Θημιστοκλέα στασιάζοντα <!-- 1.60.3 -->τεσσαρακοστῇ ἡμέρᾳ: ἀντὶ τοῦ μετὰ τεσσαράκοντα ἡμέρας ᾗ Ποτείδαια ἀπέστη: ἀντὶ τοῦ ἐν ᾗ ἡμέρᾳ· ἢ ἀντὶ τοῦ ἀφʼ οὗ <!-- 1.61.1 -->Καλλίαν: Ἀδείμαντον <!-- 1.61.2 -->τοὺς προτέρους χιλίους: τοὺς ἐν ταῖς λʹ ναυσὶ τῶν Ἀθηναίων Θέρμην: σημείωσαι ὅτι ἡ νῦν Θεσσαλονίκη πόλις πάλαι Θέρμη ἐκαλεῖτο. ἔστι δὲ καὶ αὕτη καὶ Πύδνα καὶ Βέροια πόλεις Μακεδονικαί ἡ αὐτὴ καὶ Ὑπάτη ἐκαλεῖτο καὶ Ἠμαθία· λέγει δὲ τὴν νῦν Θεσσαλονίκην Πύδναν: τὸν Ἴστρον <!-- 1.61.4 -->τοῦ χωρίου: τῆς Βεροίας Παυσανίου: οὗτος ὁ Παυσανίας κατὰ μέν τινας υἱὸς τοῦ Δέρδου, κατὰ δὲ ἄλλους ἀδελφός <!-- 1.61.5 -->Γίγωνον: Γίγωνος χωρίον ἐστὶ μεταξὺ Μακεδονίας καὶ Θρᾴκης, οὐ πολὺ ἀπέχον Ποτιδαίας <!-- 1.62.3 -->ἐπὶ σφᾶς: ἐπὶ τὴν Ποτίδαιαν τοὺς πολεμίους: τοὺς Ἀθηναίους <!-- 1.62.4 -->τοὺς μὲν Μακεδόνας ἱππέας: τοὺς μετὰ Φιλίππου ἀναστήσαντες: νῦν ἀντὶ τοῦ ἐγείραντες κεῖται ἡ λέξις, οὐκ ἐπὶ τοῦ ἐκβαλόντες <!-- 1.62.6 -->ἐς τὸ τεῖχος: τῆς Ποτιδαίας <!-- 1.63.1 -->ἠπόρησε κτἑ.: ἐν ἀμηχανίᾳ ἐγένετο, εἰς ὁπότερον μέρος ἐλεύσεται, δηλονότι διὰ κινδύνου. ὡς ἐς ἐλάχιστον χωρίον: ἢ ἐλάχιστον χωρίον λέγει, ὅτι συνῆξεν αὐτούς, ὡς γενέσθαι ἐν ὀλίγῳ χωρίῳ, ἢ μᾶλλον τὸ διάστημα λέγει τῆς Ποτιδαίας· ἐγγὺς γὰρ ἦν ἤπερ ἡ Ὄλυνθος. τὸ γοῦν ὡς ἐλάχιστον τοῖς ἑξῆς συναπτέον τὴν χηλήν: χηλὴ καλεῖται οἱ ἔμπροσθεν τοῦ πρὸς θάλασσαν τείχους προβεβλημένοι λίθοι διὰ τὴν τῶν κυμάτων βίαν, μὴ τὸ τεῖχος βλάπτοιτο· εἴρηται δὲ παρὰ τὸ ἐοικέναι χηλῇ βοός <!-- 1.63.2 -->οἱ ... βοηθοί: οἱ Μακεδόνες ἀπέχει: ἤγουν διίσταται Ὄλυνθος τῆς Ποτιδαίας ἔστι καταφανές: ὑψηλὸν γὰρ χωρίον ἡ Ὄλυνθος οἱ Μακεδόνες ἱ.: οἱ Φιλίππου ἱππῆς

  
ἱππῆς τις ἐξώρθωσε, δίφθογγον γράφων·  
  
ἦτα δὲ γράψον Ἀττικῷ τρόπῳ γράφων·  
  
ὁ Σκύλλος οὗτος Ἀττικώτατα γράφει.  
  
τὰ πάντα ταῦτα τοιγαροῦν ἦτα γράφε,  
  
ἱππῆς, ἀριστῆς, Φωκαῆς, πλὴν κυρίων·  
  
τὰ κύρια μόνα δὲ δίφθογγα γράφε,  
  
Δημοσθένεις λέγω τε καὶ τὰ τοιάδε  
ἐς τὸ τεῖχος: τῆς Ὀλύνθου παρεγένοντο: ἐν τῇ μάχῃ οὔτε τοῖς Ἀθηναίοις Ἀθηναῖοι οὔτε Ποτιδαιάταις Ποτιδαιᾶται. <!-- 1.63.3 -->τροπαῖον:

  
καὶ τὸ τροπαῖον μὴ τρόπαιόν μοι γράφε·  
  
ἂν Ἀττικῶς γράφῃς δέ, ταῦτά σοι λέγω.  
  
ἄλλῃ δὲ γλωσσῶν εἰ γράφεις μοι τοὺς λόγους,  
  
δίφθογγον ἱππεῖς καὶ τρόπαιόν μοι γράφε  
ὑποσπόνδους: ἐπειδάν τι μέρος τῶν μαχομένων ἡττηθῇ, μὴ δυνάμενον τοὺς νεκροὺς αὑτοῦ λαβεῖν, αἰτεῖ γενέσθαι σπονδάς, ἕως οὗ λαβὸν θάψῃ, καὶ τότε πάλιν μάχονται. ἔστι δὲ πολλάκις ὅτε καὶ ἀσπόνδους αὐτοὺς ἐκομίζοντο, δηλονότι κατὰ τὸ ἴσον ἔχοντες ἑκάτεροι καὶ τῆς μάχης ἰσορρόπου γενομένης διὰ σπονδῶν <!-- 1.64.1 -->τὸ δὲ ἐκ τοῦ ἰσθμοῦ τεῖχος ... ἀποτειχίσαντες: τὸ πρὸς Ὄλυνθον ὁρῶν τεῖχος περιοικοδομήσαντες, ἵνα μή τις ὑπεκφύγῃ τῶν ἔνδον τὸ δʼ ἐς τὴν Παλλήνην: τὸ πρὸς τὴν Παλλήνην <!-- 1.64.2 -->ἐξ Ἀφύτιος: ἡ γὰρ ὁδὸς ἐκεῖθέν ἐστιν ἀπὸ Θρᾴκης· μία δὲ πόλις τῶν ἐν Παλλήνῃ ἡ Ἄφυτις. Ἰωνικῶς δὲ εἶπε τὸ Ἀφύτιος· ἔδει γὰρ διὰ τοῦ δ <!-- 1.65.1 -->ἐλπίδα: οὐ περὶ ἑαυτοῦ, ἀλλὰ περὶ τῆς Ποτιδαίας ἢ ἄλλο παράλογον οἷον σεισμός· εἰώθεσαν γὰρ οἱ Ἕλληνες ἀναχωρεῖν τοιούτου τινὸς γινομένου οἰωνιζόμενοι καὶ αὐτὸς ἤθελε κτἑ.: ἔπαινος Ἀριστέως ὡς δʼ οὐκ ἔπειθε κτἑ.: τὸ ἑξῆς· ὡς δὲ βουλόμενος τὰ ἐπὶ τούτοις παρασκευάζειν οὐκ ἔπειθεν <!-- 1.65.2 -->τά τε ἄλλα: τὰ μὴ ἀποστάντα τῶν Ἀθηναίων ξυνεπολέμει: τοῖς Χαλκιδεῦσι καὶ Σερμυλιῶν κτἑ.: τὸ ἑξῆς οὕτως· καὶ πολλοὺς τῶν Σερμυλίων, λοχήσας αὐτοὺς πρὸς τῇ ἑαυτῶν πόλει, διέφθειρεν. ἔστι δὲ ἡ Σερμυλὶς Χαλκιδικὴ πόλις τὰ Ἀθηναίων φρονοῦσα καὶ τῶν Σερμυλίων πολλοὺς διέφθειρεν  <span class="gap">…</span> <!-- 1.65.3 -->Φορμίων ... ἐδῄου: ἄπορον πῶς ὁ Φορμίων τὸ πρὸς τῇ Παλλήνῃ τεῖχος φυλάσσων τὴν Χαλκιδικὴν καὶ Βοττικὴν γῆν ἐδῄου καὶ οὐχὶ μᾶλλον τὸ ἕτερον μέρος τῆς φυλακῆς, ὅπερ εἶχεν ὁ Καλλίας πρὶν ἢ τελευτῆσαι. καί φαμεν ὅτι τὸ πρὸς Παλλήνῃ μέρος φίλιον ἦν τοῖς Ἀθηναίοις, τὸ δὲ πρὸς Ὀλύνθῳ ἐχθρόν· εἰκότως οὖν ἠμέλητο τὸ τοῦ Φορμίωνος μέρος ὡς ἱκανῶν ὄντων τῶν Παλληναίων τὸ καθʼ ἑαυτοὺς μέρος φυλάττειν <!-- 1.66.1 -->τοῖς δʼ Ἀθηναίοις κτἑ.: ἐπανάληψις τοῖς μὲν Κορινθίοις κτἑ.: σημείωσαι διʼ ἃς αἰτίας ἤρξαντο Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι μάχεσθαι ἑαυτῶν τε πόλιν κτἑ.: ἀπὸ κοινοῦ τὸ ὅτι οἱ Κορίνθιοι οὐ μέντοι ὅ γε πόλεμος: ὁ Πελοποννησιακός, φησί, πόλεμος οὔπω συνεκροτήθη ξυνερρώγει: συνεπεπτώκει. <!-- 1.67.1 -->οὐχ ἡσύχαζον: οἱ Κορίνθιοι <!-- 1.67.2 -->οὐκ εἶναι αὐτόνομοι: αἱ γὰρ σπονδαὶ εἶχον τὰς ἀγράφους τῶν πόλεων αὐτονόμους εἶναι· Αἰγινήτας δέ, μὴ ἐγγεγραμμένους ταῖς σπονδαῖς, ὑφʼ ἑαυτοὺς εἶχον οἱ Ἀθηναῖοι κατὰ τὰς σπονδάς: κατὰ τὴν συμφωνίαν τῶν σπονδῶν. <!-- 1.67.3 -->ξύλλογον ... τὸν εἰωθότα: εἰωθότα λέγει ξύλλογον, ὅτι ἐν πανσελήνῳ ἐγίγνετο ἀεί <!-- 1.67.4 -->λιμένων τε εἴργεσθαι κτἑ: φασὶν ὅτι Περικλῆς μέλλων λόγον δοῦναι τῶν χρημάτων τοῦ ἀγάλματος, ὃ κατεσκεύασεν ὁ Φειδίας, ἠθύμει. ἰδὼν οὖν αὐτὸν ὁ Ἀλκιβιάδης παῖς ὢν ἤρετο ὅ,τι ἀθυμεῖ. τοῦ δὲ φήσαντος ὅτι Διὰ τοῦτο ἀθυμῶ, ὅπως δώσω λόγον τῶν χρημάτων, ἐκεῖνος φθάσας εἶπε· Μᾶλλον σκόπει ὅπως μὴ δώσεις. ὁ δὲ ὑπολαβὼν τὸν λόγον εἰσάγει ψῆφον εἰς τὴν πόλιν κατὰ Μεγαρέων, ἀξιῶν αὐτοὺς εἴργεσθαι λιμένων καὶ ἀγορᾶς, καὶ τῶν Ἀθηναίων θορυβηθέντων αὐτὸς ἐκφεύγει. οἱ δέ φασιν ὅτι διὰ τοῦτο τὴν ψῆφον εἰσήγαγε, διότι οἱ Μεγαρεῖς Ἀσπασίαν τὴν διδάσκαλον Περικλέους ὕβρισαν, πόρνην αὐτὴν ἀποκαλέσαντες. <!-- 1.68.1 -->δημηγορία Κορινθίων δʹ τὸ πιστὸν κτἑ.: τὸ πρὸς Ἀθηναίους πιστὸν καὶ ἄδολον καὶ βέβαιον τῆς ὑμετέρας πολιτείας ποιεῖ ἀπιστοτέρους ὑμᾶς ἐάν τι λέγομεν κατʼ ἐκείνων ὡς ἀδικούμενοι· λείπει δὲ τὸ ἡμᾶς τοῦ πρώτου προσώπου ἀπιστοτέρους: ὑμᾶς ἀπίστους, μὴ πειθομένους πρὸς τὰ ἔξω πράγματα: πρὸς τὰ τῶν συμμάχων. <!-- 1.68.2 -->παρεκαλέσατε: κυρίως παρακαλεῖν ἐστιν ἢ τὸ καλεῖν ἢ τὸ προτρέπεσθαι· ἄκυρον γὰρ τὸ δέεσθαι ἐγκλήματα ἔχομεν: κατὰ τῶν Ἀθηναίων καὶ ὑμῶν δηλονότι. <!-- 1.68.3 -->καὶ εἰ μὲν κτἑ.: ἐντεῦθεν οἱ ἀγῶνες καὶ τὸ δίκαιον κεφάλαιον ἀφανεῖς που ὄντες: ἤγουν λεληθότως. προσέδει: ὑμῖν τοῖς Λακεδαιμονίοις. τοὺς μὲν: τοὺς Αἰγινήτας τοῖς δʼ: τοῖς Ποτιδαιάταις καὶ Μεγαρεῦσι ἐκ πολλοῦ προπαρεσκευασμένους: ὡς συνειδότας τὰς ἑαυτῶν ἁμαρτίας καὶ γιγνώσκοντας ὡς πάντως οὐκ ἀνεξόμεθα, ἀλλὰ πολεμήσομεν ἀπὸ κοινοῦ τὸ ὁρᾶτε <!-- 1.68.4 -->τὸ μὲν: ἡ Ποτίδαια ἐπικαιρότατον: ἁρμοδιώτατον. ἀποχρῆσθαι: ἐνέργειαν ποιεῖν. ἡ δὲ ναυτικὸν ἂν κτἑ.: ἡ δὲ ἔδωκεν ἂν συμμαχίαν ναυτικήν, εἰ πόλεμος γενήσεται δηλονότι. <!-- 1.69.1 -->μετὰ τὰ Μηδικά: μετὰ τὸν πόλεμον τὸν Μηδικόν. κρατῦναι: ἰσχυροποιῆσαι. ἐς τόδε: μέχρι τοῦδε. οὐ γὰρ ὁ δουλωσάμενος κτἑ.: τὸ σχῆμα συλλογισμός αὐτό: τὸ δουλοῦν εἴπερ: ἐπεί. τὴν ἀξίωσιν τῆς ἀρετῆς φέρεται: τὸ σεμνολόγημα, τὸ ἀξίωμα τῆς δικαιοσύνης ἔχει. <!-- 1.69.2 -->οὐδὲ νῦν ἐπὶ φανεροῖς: καὶ νῦν γάρ, φησίν, ἀμφιβάλλεται εἰ ἀδικούμεθα οἱ γὰρ δρῶντες κτἑ.: οἱ γὰρ Ἀθηναῖοι πρὸς οὐ διεγνωκότας ἡμᾶς οἱ γὰρ μετὰ σκέψεως εἰς τὴν πρᾶξιν ἐρχόμενοι οὐκ ἀναβεβλημένως ἔρχονται κατὰ τῶν ἀγνοούντων. <!-- 1.69.3 -->οἵᾳ ὁδῷ: οἵῳ τρόπῳ κατʼ ὀλίγον ἐπὶ τοὺς πέλας: ἐπὶ τοὺς Λακεδαιμονίους διὰ τὸ ἀναίσθητον: διὰ τὴν ἄγνοιαν ἰσχυρῶς ἐγκείσονται: μετὰ βάρους ἐπιτεθήσονται. <!-- 1.69.4 -->ἡσυχάζετε γὰρ μόνοι: ἐπιπλήττων κολακεύει <!-- 1.69.5 -->ἀσφαλεῖς: προσεκτικοί, ἐν οὐδενὶ σφαλλόμενοι. ὁ λόγος τοῦ ἔργου ἐκράτει: τουτέστιν ὁ λόγος ψευδὴς ἦν τοῦ ὑμᾶς ἀσφαλεῖς εἶναι ἢ τὰ παρʼ ὑμῶν: τὸ ἤ ἀντὶ τοῦ ἤπερ. δηλοῖ δὲ αὐτῶν τὸ ὀκνηρόν ἀξίως: ἀξιομάχως. ἐς τύχας ... καταστῆναι: ὁ γὰρ πρὸς μείζονα πολεμῶν τύχην καλείτω συνεργόν τύχας: ἀδήλους ἐκβάσεις καταστῆναι: ἀπὸ κοινοῦ τὸ βούλεσθε περὶ αὑτῷ τὰ πλείω σφαλέντα: ἐν τῷ στενῷ τῆς Σαλαμῖνος τολμήσαντα ναυμαχῆσαι, ὅπερ καὶ ἐγένετο αἴτιον τῆς ἥττης καὶ πρὸς αὐτοὺς τοὺς Ἀθηναίους: ἀντὶ τοῦ καὶ πρὸς αὐτῶν τῶν Ἀθηναίων. τὸ σχῆμα αἰτιατικὴ ἀντὶ γενικῆς <!-- 1.69.6 -->ἢ αἰτίᾳ: ὁ ἤ ἀντὶ τοῦ ἀλλά φίλων ἀνδρῶν: λείπει ἡ κατά ἐχθρῶν: λείπει ἡ κατά <!-- 1.70.1 -->καὶ ἅμα, εἴπερ τινὲς καὶ ἄλλοι, κτἑ.: ἐπειδὴ ἐπέπληξεν ὁ Κορίνθιος, λέγει νῦν, ὅτι οὐχ ὁ τυχών εἰμι, καὶ μὴ ἀπαξιώσῃς ὑπʼ ἐμοῦ ὀνειδιζόμενος <!-- 1.70.2 -->νεωτεροποιοί: οἱ νεωτέρων πραγμάτων ὀρεγόμενοι ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν: πᾶν νόημα καὶ πρᾶξαι. οὐ γὰρ δύναμιν λέγει, ἐπεὶ ἀποτροπὴ τὸ τοιοῦτόν ἐστιν ἐπιτελέσαι: ἀπὸ κοινοῦ τὸ ὀξεῖς οὐδὲ τἀναγκαῖα ἐξικέσθαι: οὐδὲ τῶν ἀναγκαίων περιγενέσθαι τὸ δὲ ἐξικέσθαι ἀντὶ τοῦ ἀρκεῖν. <!-- 1.70.3 -->πιστεῦσαι: θαρρῆσαι. <!-- 1.70.4 -->μελλητάς: ἀναβεβλημένους. ἀποδημηταί: ὑπερόριοι τῆς οἰκείας πατρίδος. ἀποδημηταὶ πρὸς ἐνδημοτάτους: ἤγουν ἀποδημοῦσι τῆς οἰκείας πατρίδος καὶ ἐπιδημοῦσι δήμοις ἀλλοτρίοις πρὸς τὸ κτήσασθαι αὐτούς. ἀπουσίᾳ: ἀποδημίᾳ τῷ ἐπελθεῖν κτἑ.: οἴεσθε, φησίν, ὅτι, ἐὰν ἐπέλθητέ τισι, καὶ τὰ ὑπάρχοντα ὑμῖν ἀπόλλυται τὰ ἕτοιμα: τὰ ὑπάρχοντα, τὰ ἑτοίμην ἀπόλαυσιν ἔχοντα. <!-- 1.70.5 -->ἐπʼ ἐλάχιστον ἀναπίπτουσιν: ἢ ἀναπαύονται ἢ ἀθυμοῦσιν· τὸ δὲ ἐπʼ ἐλάχιστον ἀντὶ τοῦ οὐδὲ ἐλάχιστον <!-- 1.70.6 -->ἀλλοτριωτάτοις: λείπει τὸ ὡς, ἵνʼ ᾖ ὡς ἀλλοτριωτάτοις οἰκειοτάτῃ: πρὸς τὴν πατρίδα <!-- 1.70.7 -->μὴ ἐπεξέλθωσιν: μὴ πράξωσι. τυχεῖν πράξαντες: ἀπὸ κοινοῦ τὸ ἡγοῦνται του: τινός μόνοι γὰρ ἔχουσι κτἑ.: τὸ ἑξῆς οὕτω· μόνοι γάρ, φησίν, ἃ ἂν γνῶσιν, ἐλπίζουσί τε ὁμοίως καὶ ἔχουσι, διὰ τὸ ταχεῖαν τὴν ἐπιχείρησιν ποιεῖσθαι. πρῶτον γάρ τις ἐπινοεῖ, εἶτα ἐλπίζει, καὶ εἶθʼ οὕτως ἐπιχειρεῖ, ὕστερον δὲ καὶ κτᾶται <!-- 1.70.8 -->ἐλάχιστα: οὐδʼ ἐλάχιστα — γρ. — ἑορτήν: αἰνίττεται τοὺς Λάκωνας, οἵτινες ἐν ἑορτῇ οὐκ ἐστράτευον ἡγεῖσθαι: ἀπὸ κοινοῦ ἡ διά ἢ ἀσχολίαν ἐπίπονον: ἀπὸ κοινοῦ ληπτέον τὸ ἡγεῖσθαι <!-- 1.71.1 -->καὶ οἴεσθε τὴν ἡσυχίαν οὐ τούτοις κτἑ.: ὁ νοῦς τῶν λεγομένων τοιοῦτος· νομίζετε οὐ τούτοις τῶν ἀνθρώπων δεῖν παραμένειν τὴν ἡσυχίαν καὶ εἰρήνην, οἳ τῇ μὲν διαγωγῇ καὶ παρασκευῇ εἰρηναίως διάγουσι, τῇ δὲ γνώμῃ φανεροί εἰσιν ὡς ἀμυνοῦνται ἢν ἀδικῶνται. θέλει δὲ εἰπεῖν ὡς ὑμεῖς αὐτοί, ὦ Λακεδαιμόνιοι, οὐ ποιεῖτε τοῦτο ταῦτά τινες κατʼ ἐρώτησιν, τινὲς δὲ κατʼ ἀπόφασιν ἀνέγνωσαν ἐπὶ τῷ μὴ λυπεῖν τε κτἑ.: οὔτε ἀδικεῖν βούλεσθε καὶ ἀδικούμενοι ἀμύνεσθε, καὶ διὰ τοῦτο τὸ ἴσον νέμετε <!-- 1.71.2 -->ὁμοίᾳ: ὁμογνώμονι, τὰ ἴσα ζηλούσῃ. τοῖς Ἀθηναίοις τούτου: τοῦ ἴσον νέμειν ἀρχαιότροπα: οἷον ἁπλᾶ καὶ ἀφελῆ· προεῖπε δὲ τοὺς Ἀθηναίους νεωτεροποιούς <!-- 1.71.3 -->ἀνάγκη δὲ κτἑ.: παρὰ τὸ Ὁμηρικόν·

  
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσιν ἄνθρωποι,  
  
ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται  
τὰ ἐπιγιγνόμενα: τοῦτο πρὸς τὸ ἀρχαιότροπα. οὐκ ἔδει, φησίν, ὑμᾶς ἀεὶ τοιούτους εἶναι καὶ ἀρχαῖα ἔθη ζηλοῦν ἐπιτεχνήσεως: ἐξευρέσεως· ἐπιμένει δὲ τῇ παραβολῇ κεκαίνωται: κεκαινοτόμηται <!-- 1.71.4 -->νῦν δέ: οἱ ἐπίλογοι ἐντεῦθεν ὑπεδέξασθε: ὑπέσχοντο γὰρ ἀνωτέρω τοῖς Ποτιδαιάταις ξυγγενεῖς: Δωριεῖς γὰρ οἱ Ποτιδαιᾶται πρὸς ἑτέραν τινὰ ξυμμαχίαν: πρὸς τοὺς Ἀργείους· ἐχθροὶ γὰρ ἦσαν τοῖς Λακεδαιμονίοις ἀντὶ τοῦ εἰς ἑτέρων φιλίαν περὶ ξυμμαχίας ὑμᾶς καταλιπόντας  <span class="gap">…</span> <!-- 1.71.5 -->δρῷμεν δʼ ἂν ἄδικον οὐδέν: ἐπειδὴ εἶπεν ὁ Κορίνθιος πρὸς ἑτέραν συμμαχίαν τραπέσθαι μὴ βοηθούμενος ὑπὸ τῶν Λακεδαιμονίων, νῦν τοῦτο κατασκευάζει καὶ λέγει ὅτι οὐδὲν ἄδικον δρῶμεν, εἰ πρὸς ἑτέρους τραπῶμεν συμμάχους. αἰνίττεται δὲ τοὺς Ἀργείους, οἵτινες ἐχθρωδῶς διέκειντο πρὸς τοὺς Λακεδαιμονίους τῶν ὁρκίων: τῶν ἐφόρων τῶν ὅρκων. τῶν αἰσθανομένων: ἤτοι τῶν ζώντων ἢ τῶν φρονίμων ἢ τῶν ἡρώων διʼ ἐρημίαν: συμμαχίας δηλονότι. προσιόντες: προσιόντες καὶ ἐπικαλούμενοι συμμαχεῖν <!-- 1.71.6 -->μενοῦμεν: ἤγουν ἐν τῇ ὑμετέρᾳ συμμαχίᾳ. <!-- 1.71.7 -->ἐξηγεῖσθαι: ἄρχειν, κρατεῖν ἑτέρων ἀντὶ τοῦ ἄγειν τὸ ἐξηγεῖσθαι  <span class="gap">…</span> <!-- 1.72.1 -->ἔτυχε γὰρ πρεσβεία ... παροῦσα: ἤγουν ἔτυχον παρόντες πρέσβεις. ᾔσθοντο: οἱ Ἀθηναῖοι παριτητέα: δίκαιον εἶναι παριέναι. μηδὲν ἀπολογησομένους: ὡς μέγα φρονῶν ὁ Ἀθηναῖος οὐδὲ ἀπολογεῖται αἱ πόλεις: αἱ σύμμαχοι τῶν Λακεδαιμονίων. δηλῶσαι δέ: ὡς κηδόμενος τῶν Λακεδαιμονίων σημῆναι: Ἰακῶς Ἰακόν· πλὴν τὸ σημᾶναι πλείονα ἔχει τὴν εὐρύτητα. τοῖς πρεσβυτέροις: τῶν Λακεδαιμονίων <!-- 1.72.2 -->παρελθόντες: ἐπελθόντες ἐπὶ ξένων, παρελθόντες ἐπὶ ἰδίων. <!-- 1.73.1 -->ἡ μὲν πρέσβευσις κτἑ.: δημηγορία Ἀθηναίων εʹ ἡ στάσις πραγματική· τὸ μέλλον γὰρ ζητεῖ ταύτην ἐπλάσατο οἰκονομικῶς τὴν δημηγορίαν ὁ συγγραφεύς, χαίρων ταῖς ἀντιθέτοις δημηγορίαις ἀεί ἐμέρισε πρὸς μὲν τὴν κατηγορίαν τῶν Κορινθίων τὴν ἀπολογίαν τῶν Ἀθηναίων, πρὸς δὲ τὴν ἐπίπληξιν αὐτῶν τὴν ἀντίθεσιν Ἀρχιδάμου τοῦ Λακεδαιμονίου πρέσβευσις: σημείωσαι ὅτι πρέσβευσις καὶ καταβόησις καὶ καταβοὴ οὐ λέγεται εἰ μὴ ἰδίως παρὰ Θουκυδίδῃ ἡ πρέσβευσις ... ἐγένετο: οὐκ ἐπρεσβεύσαμεν εἰς τὸ ἀντειπεῖν τοῖς συμμάχοις ὑμῶν. καταβοήν: κατηγορίαν. τοῖς ἐγκλήμασι: τοῖς καθʼ ἡμῶν  <span class="gap">…</span> ἀλλʼ ὅπως μὴ κτἑ.: οἱ γὰρ κατά τινος στρατεύοντες ἢ ὡς ἀδικούμενοι τοῦτο ποιοῦσιν ἢ ὡς εὐτελοῦς καὶ καταφρονουμένου. τεχνικῶς δὲ ὁ Ἀθηναῖος δείκνυσιν ἑαυτὸν καὶ δίκαιον καὶ μέγαν καὶ οὐκ εὐκαταφρόνητον ὡς οὔτε ἀπεικότως ἔχομεν: οἱ ἀγῶνες καὶ τὸ δίκαιον κεφάλαιον μετὰ τοῦ συμφέροντος ἃ κεκτήμεθα: ἤγουν τὴν τῶν Ἑλλήνων ἀρχήν. ἀξία λόγου: ἀξιέπαινος. <!-- 1.73.2 -->τὰ πάνυ παλαιά: τὰ κατὰ Ἀμαζόνας καὶ Θρᾷκας καὶ Ἡρακλείδας τὰ δὲ Μηδικὰ κτἑ.: ἀεὶ γὰρ ἐμεγαλαύχουν οἱ Ἀθηναῖοι διὰ τὰ Μηδικά ἐκινδυνεύετο: μετὰ κινδύνων ἐπράττετο ἧς: ὠφελείας τοῦ μὲν ἔργου μέρος μετέσχετε: ἐπειδὴ ἕως Μυκάλης ἐδίωξαν, οἱ δὲ Ἀθηναῖοι καὶ ἕως Παμφυλίας μὴ παντός: μὴ παντός εἶπε διὰ τὰ τοῦ Κίμωνος ἔργα. τὸ δὲ μὴ στερισκώμεθα ἐν ἤθει ἀναγνωστέον <!-- 1.73.3 -->οὐ παραιτήσεως ἕνεκα: οὐχὶ ἕνεκα τοῦ αἰτεῖν συγγνώμην φησίν <!-- 1.73.4 -->μόνοι προκινδυνεῦσαι τῷ βαρβάρῳ: πρὸ τῆς Ἑλλάδος κινδυνεῦσαι. τοὺς δὲ Πλαταιεῖς εἴασεν, ὅτι ὕστερον παρεγένοντο μετὰ κινδύνων μαχέσασθαι τῷ βαρβάρῳ ἐν Μαραθῶνι. πανδημεί: καὶ γέροντες καὶ νέοι ἔσχε: ἐπέσχε, διεκώλυσε. <!-- 1.73.5 -->τῷ πλέονι τοῦ στρατοῦ: λαβὼν τὸ πλέον τοῦ στρατοῦ. <!-- 1.74.1 -->τοιούτου: θαυμαστικῶς ἐν ταῖς ναυσὶ κτἑ.: ἤγουν ἡ βοήθεια τῶν Ἑλληνικῶν πραγμάτων ἐν ταῖς ναυσὶν ἦν. ἀριθμόν τε νεῶν πλεῖστον: ταῦτα πάντα παρʼ Ἡροδότῳ κεῖται κατὰ διέξοδον τῶν δύο μοιρῶν: ἀντὶ τοῦ τὸ δίμοιρον, ὅ ἐστι διακόσιαι ἑξήκοντα· ἦσαν γὰρ αἱ πᾶσαι τετρακόσιαι, κατὰ δὲ ἄλλους υπʹ. τοῦτο οὖν λέγει ὅτι αὐτοὶ ἡμεῖς τὸ δίμοιρον δεδώκαμεν υπʹ τῶν νεῶν οὐσῶν τὸ δίμοιρον τούτων τριακόσιαι εἴκοσιν ἐν τῷ στενῷ: ῥητῶ στενῶ τοῦ καιροῦ καὶ τοῦ κινδύνου  <span class="gap">…</span> ἐν τῇ Σαλαμῖνι. <!-- 1.74.2 -->τῶν ἄλλων: Μακεδόνων, Θεσσαλῶν, Λοκρῶν, Βοιωτῶν, Φωκέων μέχρι ἡμῶν: μέχρι τῆς πόλεως ἡμῶν. ἠξιώσαμεν: ἄξιον ἐκρίναμεν διαφθείραντες: τὸ διαφθείραντες τινές φασι τὸ διαφθαρῆναι ἐάσαντες· ἄλλοι δὲ παριστοροῦσιν ὅτι αὐτοὶ οἱ Ἀθηναῖοι αὐτοχειρὶ τὴν πόλιν κατέβαλον, ἵνα μὴ ἔχῃ αὐτῇ ὁ βάρβαρος ὡς ὁρμητηρίῳ χρῆσθαι πρὸς τὴν Ἑλλάδα ἄλλως· τὰ οἰκεῖα διαφθείραντες οὐκ ἐπὶ τῆς πόλεως εἴληπται, ἀλλʼ ἐπὶ τῶν σκευῶν τῶν ἐν ταῖς οἰκίαις καὶ τῆς ἄλλης περιουσίας, ἣν οὐκ ἦν δυνατὸν ὑπεκθέσθαι οὔτε ἐν ταῖς ναυσὶν φέρειν. τάχα δὲ καὶ ἐπὶ κυνῶν καὶ βοσκημάτων τοῦτο συννοηθῆναι δύναται. μηδʼ ὥς: μηδʼ οὕτως, ποιητικῶς προλιπεῖν: μὴ προλιπεῖν ἠξιώσαμεν, ἀλλὰ βοηθῆσαι σκεδασθέντες: εἰς ἄλλας χώρας· αὐτοῖς δὲ λέγει τοῖς συμμάχοις καὶ μὴ ὀργισθῆναι: ἀπὸ κοινοῦ τὸ ἠξιώσαμεν ἀλλὰ βοηθεῖν ὑμῖν τοῖς Λακεδαιμονίοις. <!-- 1.74.3 -->ὑμεῖς μὲν γὰρ κτἑ.: κατασκευὴ τοῦ νοήματος τὸ λοιπόν: λοιπὸν χρόνον οὐ παρεγένεσθε: εἰς βοήθειαν. οὐκ οὔσης: διεφθαρμένης. τῆς ἐν βραχείᾳ ἐλπίδι οὔσης: οὐκ οὔσης τῆς πόλεως, ἐν βραχείᾳ ἐλπίδι αἱ τριήρεις ἢ τὰ σώματα τῶν ἀνθρώπων <!-- 1.74.4 -->προσεχωρήσαμεν: οἱ Ἀθηναῖοι προσήλθομεν. ἄλλοι: οἱ Θηβαῖοι περὶ τῇ χώρᾳ: ἑαυτῶν δηλονότι. μὴ ἐτολμήσαμεν ὕστερον ἐσβῆναι ἐς τὰς ναῦς: ἀλλὰ μεταναστῆναι εἰς ἄλλην χώραν ὡς ἀπόλιδες οὐδὲν ἂν ἔδει κτἑ.: τὸ ἑξῆς· οὐδὲν ἂν ἔδει ὑμᾶς ναυμαχεῖν μὴ ἔχοντας ναῦς ἱκανάς: δέκα γὰρ εἶχον μόνας ναῦς καθʼ ἡσυχίαν: ἀμαχητί προεχώρησε προσῆλθε. <!-- 1.75.1 -->ἆρʼ ἄξιοί ἐσμεν κτἑ.: ἐν ἐρωτήσει· ἆρα, φησίν, ἄξιοί ἐσμεν ἕνεκα τῆς ἀρετῆς ἡμῶν μὴ φθονεῖσθαι τῆς ἀρχῆς; γνώμης ξυνέσεως: ἤγουν προαιρέσεως. ἀρχῆς τε ὁ τε ἀντὶ τοῦ γε ἐπιφθόνως διακεῖσθαι: ἐφθονοῦντο γάρ <!-- 1.75.2 -->αὐτὴν τήνδε: τὴν ἀρχὴν δηλονότι πρὸς τὰ ὑπόλοιπα τοῦ βαρβάρου: ἕως γὰρ Μυκάλης μόνον ἦλθον οἱ Λακεδαιμόνιοι πρὸς τὴν ὑπολειφθεῖσαν μάχην. <!-- 1.75.3 -->ἐξ αὐτοῦ δὲ τοῦ ἔργου: ἐξ αὐτῆς τῆς φύσεως τοῦ πράγματος· λέγει δὲ τῆς ἀρχῆς· ὁ γὰρ ἄρχων ἀεὶ μισεῖται ὑπὸ δέους: τοῦ βαρβάρου ἢ τῶν κακῶς παθόντων ἐν τῇ ἀρχῇ ὑπηκόων ὠφελίας: τῶν φόρων <!-- 1.75.4 -->καί τινων καὶ ἤδη ἀποστάντων κατεστραμμένων: ταῦτα διηγεῖται ἐν τῇ πεντηκονταετηρίδι διαφόρων: ἐχθρῶν. ἀνέντας: ἀπολύσαντας. καὶ γὰρ ἂν αἱ ἀποστάσεις πρὸς ὑμᾶς ἐγίγνοντο: καὶ οὐκ ἂν ἠλευθέρωντο· ὥστε οὐκ ἠδίκουν <!-- 1.75.5 -->ἀνεπίφθονον: ἄμεμπτον, ἄψογον τῶν μεγίστων περὶ κινδύνων: ταὐτὸν εἶπεν ἀντὶ τοῦ· ἵνα μὴ ἐμπέσῃ εἰς μεγίστους κινδύνους. εὖ τίθεσθαι: καλῶς οἰκονομεῖν. <!-- 1.76.1 -->ὑμεῖς γοῦν κτἑ. ἡ στάσις ἀντίληψις ὑμεῖς ... ἐξηγεῖσθε: τὸ ἐγκαλούμενον τοῖς Ἀθηναίοις, τὸ δουλώσασθαι τοὺς συμμάχους, ἀνθυποφέρει τοῖς Λακεδαιμονίοις· ἐξηγεῖσθαι γὰρ λέγει καὶ αὐτοὺς κατὰ τὸ αὐτοῖς ὠφέλιμον. τὸ ὑμῖν ὠφέλιμον: τὴν ὀλιγαρχίαν τότε: ἀπὸ τῆς Μυκάλης ἀπήχθεσθε: οἱ γὰρ ἄρχοντες μισοῦνται· φιλελεύθερον γὰρ τὸ ἀνθρώπινον ἐγκρατῶς: ἰσχυρῶς. <!-- 1.76.2 -->διαδιδομένην: κατὰ διαδοχὴν διδομένην. ἀνεῖμεν: ἐλαττοῦμεν, ἀφίεμεν. τοῦ τοιούτου: τοῦ ἄρχειν δηλονότι καθεστῶτος: νομίμου ὄντος, νομιζομένου κατείργεσθαι: κατέχεσθαι, ἄρχεσθαι δουλοῦσθαι. ἄξιοί τε ἅμα νομίζοντες κτἑ. τοῦτο πρὸς τὸ οὐκ ἄνιμεν ἄξιοί τε ἅμα κτἑ.: ὁ νοῦς τῶν λεγομένων οὕτως· ἄξιοι τοῦ ἄρχειν καὶ ὑμῖν αὐτοῖς ἐδοκοῦμεν, μέχρι οὗ τὰ συμφέροντα λογιζόμενοι νῦν, τουτέστιν ἐν τῷ προλαβόντι χρόνῳ, νῦν, ἐν τῷ ἐνεστῶτι χρόνῳ, τῷ δικαίῳ λόγῳ χρῆσθε, τῷ τῆς ἐλευθερίας τῶν Ἑλλήνων δηλονότι, κρίνοντες δίκαιον ὑπάρχειν νῦν ἐλευθέρους εἶναι τοὺς Ἕλληνας τὰ ξυμφέροντα λογιζόμενοι: ἀπὸ κοινοῦ τὸ νῦν, καὶ δηλοῖ ἐνταῦθα παρῳχημένον χρόνον τῷ δικαίῳ λόγῳ: δίκαιον λόγον τὴν ἐλευθερίαν τῶν Ἑλλήνων φησίν νῦν χρῆσθε: ἐνταῦθα τὸ νῦν ἐνεστῶτα χρόνον δηλοῖ ὃν: δίκαιον λόγον ὃν οὐδείς πω κτἑ.: ὁ νοῦς τοιοῦτος· ὅντινα λόγον οὐδεὶς πώποτε προκρίνας ἀπετράπετο τοῦ πλέον ἔχειν τι κτήσασθαι. ὁ δὲ μή Ἀττικῇ συνηθείᾳ περιττός, ὡς καὶ παρὰ Δημοσθένει πολλάκις παρατυχόν: ἀντὶ τοῦ παρατυχόντος, ὡς τὸ ἐξὸν ἀντὶ τοῦ ἐξόντος προθείς: προτιμήσας, προκρίνας <!-- 1.76.3 -->ἐπαινεῖσθαί τε ἄξιοι, οἵτινες: ἀορίστως μέν, ἑαυτὸν δὲ λέγει τῇ ἀνθρωπείᾳ φύσει κτἑ.: τῇ παρεπομένῃ τῇ τῶν ἀνθρώπων φύσει ἀρχῇ δικαιότεροι: ἀντὶ τοῦ μετριώτεροι <!-- 1.76.4 -->ἄλλους γʼ ἄν: ἀορίστως μέν, εἰς τοὺς Λακεδαιμονίους δὲ αἰνίττεται τὰ ἡμέτερα: τὴν ἀρχήν φησιν δεῖξαι ἂν μάλιστα: δηλονότι βιαιότερον ἄρξαντας μετριάζομεν: ταπεινοί ἐσμεν. ἐκ τοῦ ἐπιεικοῦς: ἐκ τῆς μετριότητος. <!-- 1.77.1 -->ἐλασσούμενοι: ἀδικούμενοι, ζημιούμενοι ἐν ταῖς συναλλαγματικαῖς χρείαις, καθὸ ἐξ ἰσοτιμίας δικαζόμεθα πρὸς αὐτούς, καίτοι δυνάμενοι ὡς ἄρχοντες ἔχειν τὸ πλέον καὶ παρʼ ἡμῖν αὐτοῖς κτἑ.: καὶ ἐν τοῖς παρʼ ἡμῖν ὁμοίοις νόμοις ποιήσαντες τὰς κρίσεις φιλοδικεῖν δοκοῦμεν ἐν τοῖς ὁμοίοις νόμοις: ὁμοίοις νόμοις λέγει τῷ τε ξένῳ καὶ τῷ πολίτῃ· ἴσος γὰρ ἀμφοτέροις παρʼ ἡμῖν ὁ νόμος φιλοδικεῖν: ἐκωμῳδοῦντο γὰρ οἱ Ἀθηναῖοι ὡς φιλόδικοι <!-- 1.77.2 -->τοῖς καὶ ἄλλοθί που ἔχουσιν ἀρχήν: οἷον Πέρσαις, Σκύθαις καὶ ἧσσον ἡμῶν: ἀντὶ τοῦ οὐδὲ ἧσσον οὐκ ὀνειδίζεται: οὐκ ὀνειδίζεται τὸ βίαιον τῆς ἀρχῆς παρʼ ἄλλοις, ἀλλὰ μόνοις παρʼ ἡμῖν ὀνειδίζεται: προφέρεται. δικάζεσθαι: ἀντὶ τοῦ δίκαια πράττειν πρὸς τοὺς ὑπηκόους <!-- 1.77.3 -->οἱ δὲ εἰθισμένοι κτἑ.: διὰ τούτων ἔδειξε τὸ σπάνιον τῆς ἀδικίας. ὁ δὲ νοῦς οὕτως· ἐάν τι τοιοῦτο πάθωσι παρʼ ἡμῶν παρʼ ὃ νομίζουσιν αὐτοὶ μὴ δίκαιον εἶναι, ἀγανακτοῦσιν. οὐκ εἶπε δὲ τὸ δίκαιον, ἀλλὰ τὸ παρʼ ὃ ἐκεῖνοι νομίζουσι μὴ δίκαιον ἤν τι κτἑ.: ἐάν τι παρὰ τὴν ἑαυτῶν δόξαν διὰ τὴν ὑπάρχουσαν ἡμῖν ἀρχὴν ἢ λόγῳ ἢ ἔργῳ νομίσωσιν ἐλαττωθῆναι. ἢ γνώμῃ ἢ δυνάμει: ἢ λόγῳ ἢ ἔργῳ ἐλασσωθῶσιν: τὸ ἑξῆς· ἤν τι καὶ ὁπωσοῦν ἐλασσωθῶσιν ἀλλὰ τοῦ ἐνδεοῦς: λείπει ἡ ὑπέρ, ἵνʼ ᾖ ἀλλʼ ὑπὲρ τοῦ ἐνδεοῦς ἢ εἰ ἀπὸ πρώτης: τὸ ᾗ ἀντὶ τοῦ ὡς. Ὅμηρος·

  
ᾗ θέμις ἀνθρώπων πέλει  
ἐπλεονεκτοῦμεν: κατὰ τὸν τῆς ἀρχῆς νόμον. ἐκείνως δέ: ὁ δέ ἀντὶ τοῦ γάρ <!-- 1.77.4 -->ἀδικούμενοί τε ... ἢ βιαζόμενοι: διὰ τοῦτο, φησίν, ὀργίζονται οἱ σύμμαχοι, ὅτι ἀδικεῖσθαι νομίζουσι καὶ οὐχὶ βιάζεσθαι· ἴσους γὰρ ἡμῶν αὐτοὺς ἐξ ἀρχῆς εἴχομεν <!-- 1.77.5 -->ἡ δὲ ἡμετέρα ἀρχή: ἀρχὴ τῶν Ἀθηναίων, ἡ φιλάνθρωπος τὸ παρόν: τὸ ἐνεστηκός, τὸ ἄρχον <!-- 1.77.6 -->εἰ καθελόντες ἡμᾶς ἄρξαιτε: προμαντεύεται· καθεῖλον γὰρ αὐτῶν τὰ τείχη οἱ Λακεδαιμόνιοι εἴπερ οἷα κτἑ.: τὸ ἑξῆς· εἴπερ ὅμοια γνώσεσθε οἷα καὶ ἐπὶ τοῦ Μήδου τὸν Παυσανίαν αἰνίττεται ἄμεικτα γὰρ κτἑ.: οὐδενὶ γὰρ ξένῳ μετεδίδοσαν τῶν παρʼ αὐτοῖς νομίμων οἱ Λακεδαιμόνιοι, ἀλλὰ καὶ ἐξενηλάτουν ἐξιών: εἰς ἀρχὴν δηλονότι. τούτοις: τοῖς παρʼ ὑμῖν <!-- 1.78.1 -->βουλεύεσθε οὖν: ἐντεῦθεν οἱ ἐπίλογοι ἀλλοτρίαις: ταῖς τῶν Κορινθίων πρόσθησθε: ἀνάθησθε, ἑαυτοῖς δηλονότι. τὸν παράλογον: τὸ ἀπροσδόκητον σημείωσαι τὸν παράλογον ἀρσενικῶς <!-- 1.78.2 -->ἐς τύχας: εἰς ἀδηλότητα. Ὅμηρος

  
νίκη δʼ ἐπαμείβεται ἄνδρας  
περιίστασθαι: περιτρέπεσθαι. ἴσον τε ἀπέχομεν: ἑκατέροις γὰρ τὸ μέλλον ἀόρατον καὶ ἀφανές ὁποτέρως ἔσται κτἑ.: ἄδηλόν ἐστιν ὁποῖον μέρος κινδυνεύσει. κινδυνεύεται: ἀντὶ τοῦ μετὰ κινδύνων πράττεται <!-- 1.78.3 -->οἱ ἄνθρωποι: οἱ ἀπροβούλευτοι καὶ ἀνόητοι πρότερον: πρὸ τῶν βουλευμάτων δηλονότι ἃ χρῆν: ἔργα δηλονότι <!-- 1.78.4 -->ἁμαρτίᾳ: τῇ προλεχθείσῃ ἀβουλίᾳ τοῦ πολέμου. αὐθαίρετος: αὐτεξούσιος κατὰ τὴν ξυνθήκην: κατὰ τὰς ὁμολογίας τῶν ἐν ταῖς σπονδαῖς τοὺς ὁρκίους: οὓς ἐν ταῖς σπονδαῖς ὠμόσαμεν ὑφηγῆσθε: ὁδηγῆτε ὑμεῖς. <!-- 1.79.1 -->ἐς τοὺς Ἀθηναίους: κατὰ τῶν Ἀθηναίων. μεταστησάμενοι πάντας ἐβουλεύοντο: ἔθος γὰρ εἶχον οἱ Λακεδαιμόνιοι παρὰ τὰς ἐκκλησίας ἰδιαζόντως βουλεύεσθαι καὶ δημηγορεῖν, διώκοντες τοὺς πολλούς <!-- 1.79.2 -->ἐπὶ τὸ αὐτὸ αἱ γνῶμαι ἔφερον: ὡμονόουν. πολεμητέα: ἄξιον πολεμῆσαι. <!-- 1.80.1 -->καὶ αὐτὸς κτἑ.: δημηγορία Ἀρχιδάμου ἀποτρέπουσα τοὺς Λακεδαιμονίους πολεμεῖν ὁρῶ: λείπει τὸ ἐμπείρους ἀπειρίᾳ: γλυκὺς ἀπείρῳ πόλεμος οἱ πολλοί: οἱ ἀπαιδευτοί. <!-- 1.80.2 -->εὕροιτε: ἕως ὧδε τὸ προοίμιον τόνδε: τὸν πόλεμον ἂν ἐλάχιστον γενόμενον: ἤγουν διʼ ἐλαχίστου καιροῦ καὶ ἔργου γενησόμενον. αὐτόν: τόνδε τὸν πόλεμον <!-- 1.80.3 -->πρὸς μὲν γὰρ ... πρὸς δὲ κτἑ.: ἐκ παραλλήλου οἱ ἀγῶνες καὶ τὸ δυνατόν. παρόμοιος ἡμῶν ἡ ἀλκή: πεζόμαχοι γὰρ πάντες. ἐφʼ ἕκαστα: λείπει χωρία ἑκάς: ἑκὰς τῆς Πελοποννήσου ὥστε δυσχερὴς ὁ πόλεμος διὰ τὰ ἐφόδια ἐξήρτυνται: εὐτρεπισμένοι εἰσίν. πλούτῳ τε κτἑ.: διὰ τὰ Περσικά καὶ τίνι πιστεύσαντας κτἑ.: χρὴ δηλονότι. ἐπειχθῆναι: ἑτοίμως ἐλθεῖν. <!-- 1.80.4 -->ἥσσους: ἐνδεέστεροι. πολλῷ πλέον .. ἐλλείπομεν: πένητες γὰρ ἦσαν οἱ Λακεδαιμόνιοι τούτου: τοῦ ἔχειν χρήματα. ἐν κοινῷ: ταμείῳ δηλονότι. <!-- 1.81.1 -->ὑπερφέρομεν: οἱ Λακεδαιμόνιοι. δῃοῦν: κείρειν. ἐπιφοιτῶντες: κατʼ ἐκείνων ἐρχόμενοι. <!-- 1.81.2 -->ἄλλη γῆ: Θρᾴκη καὶ Ἰωνία ἐξαίρει τὴν δύναμιν τῶν Ἀθηναίων καταπλήττων τοὺς Λάκωνας ἐκ θαλάσσης: τὸ ἐκ ἀντὶ τοῦ διά. ἐπάξονται: εἰσάξουσιν. <!-- 1.81.3 -->ἀφιστάναι: ἀποστῆσαι. <!-- 1.81.4 -->τίς οὖν ἔσται: κατὰ ποῖον τρόπον τὰς προσόδους: τὰ κέρδη. τὰς προσόδους ἀφαιρήσομεν: διὰ τὸ ἀποστῆσαι τοὺς συμμάχους <!-- 1.81.5 -->κἀν τούτῳ: τῷ πράγματι. οὐδὲ καταλύεσθαι: οὐδὲ τὸν πόλεμον παῦσαι ἄρξαι μᾶλλον: τὸ μᾶλλον πρόσκειται, ὅτι οὐχὶ αὐτοί, ἀλλὰ καὶ Κορίνθιοι καὶ ἄλλοι ἤρξαντο τοῦ πολέμου <!-- 1.81.6 -->μὴ καὶ τοῖς παισίν: Ὅμηρος·

  
μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσω πῆμα λίποιτο  
φρονήματι: ἐπάρσει. μήτε τῇ γῇ δουλεῦσαι: τῆς γῆς, φησί, τεμνομένης τῶν Ἀθηναίων οὐκ εἰκὸς οὐδὲ πρέπον τῷ φρονήματι αὐτῶν ἡμῖν δουλεῦσαι καὶ ὑπακοῦσαι <!-- 1.82.1 -->Μὴ καταφωρᾶν: μὴ ἐλέγχειν μήπω κινεῖν: κελεύω ἀπὸ κοινοῦ ἐπιτρέψομεν: ἐνδώσομεν. κἀν τούτῳ: τῷ καιρῷ δηλονότι. ἐξαρτύεσθαι: τὸ κελεύω ἀπὸ κοινοῦ οἰκονομεῖσθαι. προσαγωγῇ: συναθροίσει. ἀνεπίφθονον: ἄψογον, ἀμώμητον ἐκείνοις δηλονότι. ὅσοι ὥσπερ καὶ ἡμεῖς ὑπʼ Ἀθηναίων ἐπιβουλευόμεθα: ἐξαίρει τὴν δύναμιν τῶν Ἀθηναίων καταπλήττων τοὺς Λάκωνας καὶ τὰ αὑτῶν ἅμα ἐκποριζώμεθα: πορισμὸν ζωῆς ἐκ τῶν ἡμετέρων ἔχωμεν. <!-- 1.82.2 -->πεφραγμένοι: ὡπλισμένοι. ἴμεν: πορευσόμεθα, ἀπὸ τοῦ ἰέναι. <!-- 1.82.3 -->παρασκευήν: ἑτοιμασίαν. ἄτμητον: ἀδῄωτον. <!-- 1.82.4 -->ὅμηρον: ἐνέχυρον τὸ ὑπὲρ εἰρήνης παρεχόμενον, παρὰ τὸ ὁμοῦ εἴρειν χρή: ἡμᾶς ἐς ἀπόνοιαν καταστήσαντας: διὰ τοῦ τεμεῖν αὐτῶν τὴν γῆν αὐτούς: ἤγουν τοὺς Ἀθηναίους ἀληπτοτέρους: διὰ τὸ ῥιψοκίνδυνον ἀσχέτους. <!-- 1.82.5 -->αἴσχιον καὶ ἀπορώτερον: ὁ γὰρ ἐν πολέμῳ ἡττώμενος ἀναγκάζεται ἀπορεῖν καὶ εἰς αἰσχύνην καθίστασθαι, ἢ δουλεύων ἢ ἐπὶ μεγάλῃ ζημίᾳ τὸν πόλεμον καταλύων

<!-- 1.82.6 -->ἕνεκα τῶν ἰδίων: ἰδιών λέγει τῶν Κορινθίων· οὐ γὰρ ἦν κοινὰ τὰ ἐγκλήματα πάντων τῶν Πελοποννησίων, ἀλλὰ μόνων τῶν Κορινθίων καθʼ ὅ τι χωρήσει: ἂν πρὸς ὅπερ ἀποβήσεται  <span class="gap">…</span> θέσθαι: ἀποθέσθαι, καταλῦσαι <!-- 1.83.2 -->Ἄλλως τε καὶ ἠπειρώταις: πλεόνων οὖν διὰ τοῦτο χρημάτων δεόμεθα. κατὰ κοινοῦ δὲ τὸ ἔστιν ὁ πόλεμος <!-- 1.83.3 -->αὐτήν: τὴν δαπάνην  <span class="gap">…</span> οἵπερ: ἡμεῖς οἱ Λακεδαιμόνιοι ἐπʼ ἀμφότερα: καὶ νίκην καὶ ἧτταν. τι αὐτῶν: τῶν ἀποβησομένων. <!-- 1.84.1 -->Καὶ τὸ βραδὺ καὶ μέλλον κτἑ.: τὸ ἑξῆς οὕτω· καὶ τὸ βραδὺ ἡμῶν καὶ μέλλον, ὃ μέμφονται μάλιστα, μὴ αἰσχύνεσθε. καὶ νεμόμεθα διὰ παντὸς τὴν πόλιν ἐλευθέραν καὶ ἐνδοξοτάτην. σπεύδοντες γὰρ σχολαίτερον ἂν παύσαισθε διὰ τὸ ἀπαράσκευοι ἐγχειρεῖν. ὑποστικτέον οὖν εἰς τὸ μὴ αἰσχύνεσθε ὃ μέμφονται: οἱ Κορίνθιοι μέμφονται πόλιν: τὴν Λακεδαίμονα λέγει  <span class="gap">…</span> <!-- 1.84.2 -->σωφροσύνη ἔμφρων: σωφροσύνην ἔμφρονα λέγει τὴν μετὰ λογισμοῦ τυγχάνουσαν, οὐ τὴν ἀλόγιστον καὶ ἀπὸ φύσεως μόνον συμβαίνουσαν τοῦτʼ εἶναι: τὸ βραδὺ καὶ τὸ μέλλον διʼ αὐτὸ: τὸ βραδύ τῶν τε ξὺν ἐπαίνῳ κτἑ.: ταῦτα πάντα πρὸς τὸν Κορίνθιον ἀποτείνει· ἐκεῖνος γὰρ κατά τι καὶ ἐπῄνεσεν αὐτούς, κατά τι καὶ ἔψεξεν, εἰπὼν αὐτοὺς μελλητάς <!-- 1.84.3 -->πολεμικοί τε καὶ εὔβουλοι κτἑ.: ἀσαφὲς τὸ χωρίον ποιεῖ ἡ τῶν ὀνομάτων ἐναλλαγή. τήν τε γὰρ αἰδῶ καὶ τὴν αἰσχύνην κατὰ τοῦ αὐτοῦ τίθησι συνωνύμως, καὶ λοιπὸν ἔμφασιν παρέχει ὡς ἐπὶ ἄλλου καὶ ἄλλου τάσσων τὴν λέξιν, ὡς καὶ τὴν σωφροσύνην καὶ τὴν εὐκοσμίαν ὁμοίως τέθεικε. δεῖ οὖν οὕτω νοεῖν· πολεμικοί τε γιγνόμεθα καὶ εὔβουλοι διὰ τὸ εὔκοσμον. ἀνάγκη γὰρ τοὺς εὐκόσμους σωφροσύνης πλεῖστον μετέχειν διὰ τὸ τοὺς εὐκόσμους καὶ αἰδήμονας εἶναι, αἰδήμονας δὲ ὄντας εἶναι εὐψύχους καὶ πολεμικούς· τῆς γὰρ αἰδοῦς καὶ αἰσχύνης ἡ εὐψυχία πλεῖστον μετέχει. Ὅμηρος·

  
αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται τὸ  
μέν: τὸ πολεμικόν ἀμαθέστερον: ὁ μὴ εἰδώς τι κακὸν ποιῆσαι ἀμαθῶς αὐτοῦ ἔχει δηλονότι· ἡμεῖς οὖν, φησί, παιδευόμεθα ἀμαθῶς ἔχειν τοῦ καταφρονεῖν τῶν νόμων, τουτέστιν οὐ παιδευόμεθα ὥστε ὑπερορᾶν τῶν νόμων ξὺν χαλεπότητι: οἱ γὰρ Λάκωνες βαρυτάτην εἶχον ἀγωγὴν ζημιούμενοι καὶ σωφρονιζόμενοι. ἐν γὰρ Λακεδαίμονι ἔφοροί τινες ἦσαν, καὶ εἴ τινα ἴδοιεν ἀργοῦντα, τοῦτον ἔτυπτον, λέγοντες ὅτι ὁ ἀργῶν καὶ τῶν νόμων σπεύδει καταφρονεῖν αὐτῶν: τῶν νόμων δηλονότι. τὰ ἀχρεῖα: τὰ σοφίσματα τῶν λόγων· οἱ γὰρ Λάκωνες βραχυλόγοι ἀνομοίως ἔργῳ ἐπεξιέναι: ὡς τῶν Κορινθίων οὕτως ὄντων τῶν πέλας: ἀντὶ τοῦ τῶν ὁμοίων ἀνθρώπων. ὁ δὲ τέ σύνδεσμος πρὸς τὸ οὔ ἐπίρρημα. τὸ δὲ οὔ ἀντὶ τοῦ μή, ἵνʼ ᾖ οὕτως ἡ σύνταξις· καὶ πολεμικοὶ καὶ εὔβουλοι γινόμεθα, παιδευόμενοι μὴ νομίζειν τὰς διανοίας τῶν πέλας καὶ τὰς προσπιπτούσας τύχας ὁμοίως εἶναι λόγῳ διαιρετάς, ἀντὶ τοῦ· οὐχ ὡς λόγῳ λέγουσιν οἱ μὴ σκοποῦντες ἃ δεῖ, οὕτω τὰς τύχας ἔχειν ὑπολαμβάνομεν. οὐδὲ γὰρ ἔστι λόγῳ διελθεῖν τὰ μέλλοντα ὑπὸ τύχης ἔσεσθαι προσπιπτούσας τύχας: ἀποβάσεις. διαιρετάς: φανεράς <!-- 1.84.4 -->ὡς πρὸς εὖ βουλευομένους κτἑ.: πρὸς τοὺς λόγους τοῦ Κορινθίου αἰνίττεται ἔργῳ: ἐμπράκτως. πολύ τε διαφέρειν κτἑ.: πολύ τε διαφέρειν ἄνθρωπον ἀνθρώπου οὐ δεῖ νομίζειν, ὥστε οἴεσθαι πολὺ διαφέρειν τοῖς λογισμοῖς, ἀλλὰ κράτιστον τοῦτον νομίζειν μόνον, ὃς ἂν ὑπὸ τῶν δεινῶν καὶ τῶν περιστάσεων παιδευόμενος ἐπίνοιάν τινα σωτηρίας πορίσηται. γνώμη, ὥραιον κράτιστον δὲ εἶναι κτἑ.: κράτιστόν φησιν εἶναι, ὅστις μήτε πᾶσι μήτε περὶ πάντων πείθεται, περὶ δὲ μόνων τῶν ἀναγκαίων παιδεύεται ἀκούειν καὶ τῶν αὐτῷ προσηκόντων ἀναγκαιοτάτοις: ἐπικινδυνοτάτοις. <!-- 1.85.1 -->Μηδὲ ἐπειχθέντες: καὶ ταῦτα πρὸς τὸν Κορίνθιον αἰνίττεται ὁ Ἀρχίδαμος διὰ ἰσχύν: διʼ ἣν ἔχομεν ἰσχύν, μή πως φθάσαντες ἀπολέσωμεν ταύτην διʼ ἀβουλίαν. <!-- 1.85.2 -->δίκας δοῦναι: κρίσεις.

  
μιμεῖ κακῶς Λάκωνας μακροῖς ἐν λόγοις·  
  
αἴκα  <span class="gap">…</span> γὰρ ἐχρῆν ἢ μικρὸν πλέον φάναι  
  
καὶ συμπεραίνειν τῶν Λακώνων τοὺς λόγους  
<!-- 1.85.3 -->τῶν ἐφόρων: ἰστέον ὅτι ἦσάν τινες παρὰ Λακεδαιμονίοις ἄρχοντες, τὸν ἀριθμὸν πέντε, οὓς ἐφόρους ἐκάλουν διὰ τὸ ἐφορᾶν τὰ τῆς πολιτείας πράγματα· ἐν διαδοχῇ δὲ ἦσαν <!-- 1.86.1 -->Τοὺς μὲν λόγους κτἑ.: δημηγορία Σθενελαΐδου τοῦ ἐφόρου κατὰ τῶν Ἀθηναίων καὶ τοῦ Ἀρχιδάμου. τὸ δὲ τῆς δημηγορίας σύντομον καὶ Λακωνικὸν καὶ διὰ τοῦτο προοίμια οὐκ ἔχει προοίμιον ἡ δημηγορία οὐκ ἔχει ὡς Λακωνική· σύντομοι γὰρ οἱ Λάκωνες  <span class="gap">…</span> τὸν σκοπόν φησι τοῦ λόγου ταύτης τῆς δημηγορίας μέμνηται Πλούταρχος ἐν τοῖς πολιτικοῖς παραγγέλμασιν καίτοι κτἑ.: ἐντεῦθεν οἱ ἀγῶνες πρὸς τοὺς Μήδους: κατὰ τῶν Μήδων. διπλασίας ζημίας ἄξιοί εἰσιν: τὸ σχῆμα περιτροπή κακοί: κακότροποι. <!-- 1.86.2 -->ὁμοῖοι: ἐλευθερωταὶ τῆς Ἑλλάδος μελλήσομεν: ὑπερθησόμεθα τοῦτο πρὸς Ἀρχίδαμον λέγοντα ὡς δεῖ βραδύνειν οἱ δʼ οὐκέτι μέλλουσι: ὑπακουστέον τὸ ἐπειδή, ἵνʼ ᾖ· ἐπειδὴ οὐκέτι μέλλουσι κακῶς πάσχειν. τὸ γὰρ μέλλουσι νῦν οὐχὶ ὥσπερ ἐπὶ τοῦ βραδύνουσι δεκτέον, ἀλλʼ ἐπὶ τοῦ ἐσομένου χρόνου <!-- 1.86.3 -->ἄλλοις μὲν γὰρ κτἑ.: ταῦτα πάλιν πρὸς Ἀρχίδαμον ἀποτείνει, λέγοντα ὡς πλούσιοί εἰσιν οἱ Ἀθηναῖοι. ὅρα δὲ πῶς ἄψυχά τινα καὶ ἀλόγιστα τοῖς Ἀθηναίοις ἐμαρτύρησεν παραδοτέα: ἅπαξ κεῖται ἡ λέξις αὕτη παρὰ τῷ ῥήτορι· οὐ χρὴ δὲ ἐν τῷ πολιτικῷ λόγῳ λέγειν αὐτήν <!-- 1.86.4 -->τοὺς μέλλοντας ἀδικεῖν: τοὺς Ἀθηναίους καὶ ταῦτα πρὸς Ἀρχίδαμον <!-- 1.86.5 -->ψηφίζεσθε: διαλαλεῖτε  <span class="gap">…</span> κηρύσσετε  <span class="gap">…</span> <!-- 1.87.2 -->κρίνουσι γὰρ βοῇ καὶ οὐ ψήφῳ: τὴν ἀποδοχὴν τοῦ λόγου οὐ ψήφῳ κρίνουσιν οἱ Λακεδαιμόνιοι τῶν παρόντων, ἀλλὰ βοῇ, οἷον ἢ πάντες βοῶσιν ἢ ἡσυχάζουσί τινες, τινὲς δὲ βοῶσιν ἐπαινοῦντες τὸ εἰρημένον  <span class="gap">…</span> δείξας τι χωρίον αὐτοῖς: τὸ ἑξῆς τῆς διανοίας οὕτως· ἔλεξε δείξας τὸ χωρίον αὐτοῖς· τὸ γὰρ δείξας τὸ χωρίον αὐτοῖς πρὸς τὸ ἔλεξε <!-- 1.87.4 -->δοκοῖεν: ἔδοξαν. τοὺς πάντας ξυμμάχους: μόνοι γὰρ οἱ πρέσβεις παρῆσαν καὶ οὐχὶ ἅπαν τὸ πλῆθος τῶν συμμάχων <!-- 1.87.5 -->οἱ μέν: ἤγουν οἱ ξύμμαχοι. διαπραξάμενοι: ἰστέον ὅτι τὸ ἀνύσασθαί τι παρὰ τοῖς ἄρχουσι διαπράξασθαι λέγεται, καὶ ὁμοίως πάλιν τὸ τοὺς ἄρχοντας προστάξαι τοῖς ὑπηκόοις ὕστερον: ἀνεχώρησαν δηλονότι. χρηματίσαντες: χρηματίσαι μέν ἐστι τὸ πρᾶξαι, χρηματίσασθαι δὲ τὸ κερδᾶναι· καὶ σημείωσαι τὴν λέξιν ἀντὶ τοῦ διαλεχθέντες ἢ πράξαντες· τὸ παθητικὸν μέντοι τούτου ἀντὶ τοῦ κερδάναντες <!-- 1.87.6 -->ἡ δὲ διαγνώμη: ἡ διάγνωσις καὶ διάκρισις. ἰδικὴ δὲ αὕτη ἡ λέξις μετὰ τὰ Εὐβοϊκά: μεθʼ ὃ ἕλαβον οἱ Ἀθηναῖοι τὴν Εὔβοιαν <!-- 1.89.1 -->Οἱ γὰρ Ἀθηναῖοι: ἀρχὴ τῆς πεντηκονταετίας <!-- 1.89.2 -->ἐπειδὴ Μῆδοι κτἑ.: θαυμάζεται τὸ χωρίον καὶ ἐπὶ τῇ σαφηνείᾳ καὶ ἐπὶ τῇ συντομίᾳ καὶ ναυσὶ καὶ πεζῷ: κατὰ τάξιν καὶ τοὺς ἀγῶνας τέθεικε, ναυσὶ καὶ πεζῷ. τὸ δὲ ὑπὸ Ἑλλήνων θαυμαστικὸν τάχα, τὸ τοὺς Μήδους, τοσούτους ὄντας, ὑπὸ μικρᾶς χώρας αὐτοὺς ἀπελαθῆναι. αὐτῶν: τῶν Μήδων. Σηστόν: σημείωσαι ὅτι Σηστὸς ἡ πόλις λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἐπιχειμάσαντες: τὸν χειμῶνα διαβιβάσαντες. ἐκλιπόντων: ἤγουν ἀφανισθέντων. <!-- 1.89.3 -->Ἀθηναίων δὲ κτἑ.: ζήτει τὸν δʹ τόμον τοῦ περὶ εὑρέσεως βιβλίου, ἐν ᾧ φησιν ὁ Ἑρμογένης παράδειγμα κύκλου τό, λέγεται τοίνυν ἐκεῖνος τειχίζειν εἰπὼν οἴχεσθαι πρὸς Λακεδαίμονα· αὕτη γάρ ἐστιν ἡ ἱστορία ὅθεν ὑπεξέθεντο: τουτέστιν ἐκ Τροιζῆνος καὶ ἐκ Σαλαμῖνος τὴν περιοῦσαν κατασκευήν: τὴν κινητὴν περιουσίαν. τὴν πόλιν: διαστολὴν πόλεως καὶ τειχῶν ἐποιήσατο, καὶ ἔοικε κυριωτέραν τῆς πόλεως τὴν λέξιν ἐπὶ τῶν οἰκιῶν λαμβάνειν. οἰκίαι: ἀντὶ τοῦ τῶν οἰκιῶν. Ὅμηρος·

  
οἱ δὲ δύο σκόπελοι  
<!-- 1.90.1 -->ἦλθον κτἑ.: γράφεται δίχα τοῦ εἰς, πρεσβείᾳ δοτικῶς  <span class="gap">…</span> μητʼ ἐκείνους μήτʼ ἄλλον μ. τ. ἔ.: ἀτείχιστον γὰρ ᾤκουν οἱ Λακεδαιμόνιοι τὴν πόλιν <!-- 1.90.2 -->εἱστήκει: περίβολος δηλονότι. μετὰ σφῶν: τῶν Λακεδαιμονίων. τὸ μὲν βουλόμενον κτἑ.: οὐκ εἶπεν ἁπλῶς· τὴν γνώμην οὐ δηλοῦντες, ἀλλὰ μετὰ προσθήκης· τὸ βουλόμενον τῆς γνώμης. ἐν φίλοις γὰρ μόνον ἡ γνώμη φανεροῦται, ἐν δὲ τοῖς ἐναντίοις καὶ τὸ ὑπονοούμενον ἀποκρύπτεται. διὰ δὲ τοῦ ὑπόπτου τὸ κρυπτὸν τῆς αὐτῶν πολιτείας σημαίνει. ἀφορμήν: ἀφορμή· τὸ σημαινόμενον ἐξ ἧς ὁρμώμενός τις σώζεται <!-- 1.90.3 -->ἐπισχεῖν: κωλῦσαι. τειχίζειν: εἰς τὴν ἀνάκτισιν τοῦ τείχους συνέρχεσθαι. πάντας πανδημεί: τὸ πάντας, αὐτοὺς καὶ γυναῖκας καὶ παῖδας· τὸ δὲ πανδημεί, μηδενὸς ἐν ταῖς οἰκίαις ὑπολειπομένου. ἐς τὸ ἔργον: εἰς τὴν κτίσιν. πάντα: τὰ οἰκοδομήματα. <!-- 1.90.5 -->προυφασίζετο: αἰτίας προέτεινεν. ἐπέρχεται· ἐπέρχεται ὁ ξένος, παρέρχεται ὁ πολίτης οὐκ ἀκριβὴς ἡ παραγραφή· αὐτὸς γὰρ οὕτω περὶ τῶν Ἀθηναίων λέγει καὶ παρελθόντες ἔλεγον. μή ποτʼ οὖν τὸ μὲν παρελθεῖν τὸ αὐτίκα δηλοῖ, τὸ δὲ ἐπελθεῖν τὸ ἀναβαλλόμενον κατʼ ἀρχὰς χρόνῳ τοῦτο διαπράξασθαι; προσδέχεσθαι: ἀπὸ κοινοῦ τὸ ἔφη <!-- 1.91.2 -->Παράγεσθαι: ἀπατᾶσθαι. σκεψάμενοι: ἰδόντες, τοῖς ὀφθαλμοῖς δηλονότι. <!-- 1.91.3 -->ὡς ἥκιστα: τὸ ὡς ἀντὶ τοῦ ὄντως. αὐτοί: οἱ περὶ τὸν Θεμιστοκλέα. Ἀριστείδης: ὁ λεγόμενος δίκαιος ἀγγέλλοντες: τῷ Θεμιστοκλεῖ δηλονότι. ἐφοβεῖτο γὰρ μὴ κτἑ.: τὸ ἑξῆς οὕτως· μὴ οὐκέτι αὐτοὺς ἀφῶσιν οἱ Λακεδαιμόνιοι, ὁπότε σαφῶς ἀκούσειαν <!-- 1.91.4 -->τοὺς πρέσβεις: τῶν Λακεδαιμονίων. ἐνταῦθα: ἐν τούτῳ τῷ χρόνῳ. φανερῶς εἶπεν: τὸ σχῆμα πλάγιον· δυνατὸν γὰρ καὶ ὡς ἀπὸ Θεμιστοκλέους καὶ ὡς ἀπὸ Θουκυδίδου ταῦτα λέγεσθαι κακῶς καὶ τοῦτο παραγέγραπται. ἄντικρυς τοῦ Θουκυδίδου ἐστὶν ἡ φωνή. λέγει γὰρ οὗτος· καὶ Θεμιστοκλῆς ἐπελθὼν τοῖς Λακεδαιμονίοις ἐνταῦθα δὴ φανερῶς εἶπε. πρεσβεύεσθαι: πρέσβεις πέμπειν. παρὰ σφᾶς: ἤγουν τοὺς Ἀθηναίους. <!-- 1.91.5 -->τήν τε γὰρ πόλιν κτἑ.: τοῦτο ἀπόδειξις τοῦ ὅτι ἔμφρονές εἰσιν μετʼ ἐκείνων: ἤγουν τῶν Λακεδαιμονίων. βουλεύεσθαι: ἀπὸ κοινοῦ τὸ ἐδόκει φανῆναι: ἀπὸ κοινοῦ τὸ ἔφασαν <!-- 1.91.7 -->οὐ γὰρ οἷον τʼ εἶναι κτἑ.: ἐὰν μὴ ἔχωμεν, φησί, τεῖχος ὡς οἱ ἄλλοι, μέλλομεν οὐδὲ τὴν αὐτὴν γνώμην ἔχειν ἐν τοῖς πολέμοις. ἴσως γὰρ πολεμίων ἐλθόντων ἡμῖν μὲν δόξει μὴ μάχεσθαι, ἀλλὰ σπένδεσθαι ὡς μὴ ἔχουσι τεῖχος, τοῖς δὲ ἄλλοις πολεμεῖν. οὐ γὰρ ἐνδέχεται τὸν μὴ ὄντα ἴσον τῶν ἄλλων θαρσῆσαι καὶ ὅμοιόν τι ἀποφήνασθαι ἢ πάντας κτἑ.: ἵνα ἐπὶ πάντων σώζηται τὸ ἴσον ἀτειχίστους: ἀπὸ ἀτειχίστου πόλεως. <!-- 1.92.1 -->Κωλύμῃ: κωλύσει· ἰδία δὲ ἡ λέξις Θουκυδίδου δῆθεν: τὸ δῆθεν προσποίησιν μὲν ἔχει ἀληθείας, δύναμιν δὲ ψεύδους τῷ κοινῷ: ἀντὶ τοῦ ὑπὲρ τοῦ κοινοῦ ἐπρεσβεύσαντο: πρέσβεις ἔπεμπον. τὰ μάλιστα: ὑπερβαλλόντως. ἀνεπικλήτως: μηδὲν ἐγκληθέντες ἀκατηγορήτως. <!-- 1.93.1 -->Τῷ τρόπῳ: τῇ μηχανῇ. <!-- 1.93.2 -->οἰκοδομία: τὸ οἰκοδομία τινὲς ὀξύνουσιν· οἰκοδομὴ δὲ οὐκ εἴρηται οὐ ξυνειργασμένων: οὐ ξυσθέντων καὶ ἰσωθέντων ἔστιν ᾗ: κατά τινας τόπους ἀπὸ σημάτων: ἀπὸ βάσεων ἀνδριάντων εἰργασμένοι: οἱ ἐγγεγλυμμένοι τύπους τινὰς καὶ πρόσωπα ἔχοντες λελαξευμένοι ἐγκατελέγησαν: ἐγκατῳκοδομήθησαν. Ὅμηρος·

  
αἱμασιάς τε λέγων  
μείζων: τοῦ προτέρου μείζων πάντα ὁμοίως: καὶ κοινὰ καὶ ἱερά <!-- 1.93.3 -->ὑπῆρκτο δʼ αὐτοῦ: ἀρξάμενος ἦν τοῦ ἔργου αὐτὸς ὁ Θεμιστοκλῆς  <span class="gap">…</span> ἐκείνου: τοῦ Θεμιστοκλέους. κατʼ ἐνιαυτόν: κατά τινα ἐνιαυτόν ἦρξε: πρὸ τῶν Μηδικῶν ἦρξε Θεμιστοκλῆς ἐνιαυτόν αὐτοφυεῖς: αὐτοφυεῖς καὶ οὐ χειροποιήτους αὐτούς: τοὺς Ἀθηναίους προφέρειν: ἐπιδοῦναι. ἐς τὸ κτήσασθαι δύναμιν: εἰς τὸ δυνατωτέρους γενέσθαι. δύναμιν: θαλασσίαν <!-- 1.93.4 -->ὡς ἀνθεκτέα ἐστί: ὅτι δεῖ πάσῃ δυνάμει ἀντέχεσθαι τῆς θαλάσσης εὐθὺς ξυγκατεσκεύαζεν: εὐθύς, φησίν, ἅμα τῷ συμβουλεῦσαι ἤρξατο τὴν θαλασσοκρατίαν κατασκευάζειν <!-- 1.93.5 -->τοῦ τείχους: τοῦ ἐν Πειραιεῖ, ὅπερ νῦν ἔτι δῆλόν ἐστιν ἐναντίαι ἀλλήλαις: ἢ ὑπαντῶσαι ἀλλήλαις ἢ συνεζευγμέναι διὰ τὰ μεγέθη τῶν λίθων ξυνῳκοδομημένοι: συνδεδεμένοι. ἐντομῇ: διὰ τῆς τομῆς. ἐγγώνιοι: τετράγωνοι  <span class="gap">…</span> τετράπλευροι οὗ διενοεῖτο: οὗτινος ὕψους διενοεῖτο εἶναι τὸ τεῖχος <!-- 1.93.6 -->ἐβούλετο: ὁ Θεμιστοκλῆς ἀφιστάναι: ἀποτροπὴν ποιεῖν, ἀποπέμπειν. ἐπιβουλάς: ἐπιθέσεις. τῶν ἀχρειοτάτων: οἷον γερόντων καὶ παίδων <!-- 1.93.7 -->ταῖς γὰρ ναυσὶ κτἑ.: διὸ καὶ ναυμάχος ἐκαλεῖτο προσέκειτο ἰδών: τὸν νοῦν προσεῖχε νοήσας. ἰδών κτἑ.: ἐπιστάμενος, φησί, τοὺς Πέρσας ῥᾷον διὰ θαλάσσης ἢ διὰ γῆς ἔρχεσθαι εὐπορωτέραν: πλέον δυναμένην. ὠφελιμώτερον: εἶναι δηλονότι <!-- 1.93.8 -->οὕτως: τῇ γνώμῃ Θεμιστοκλέους ἐτειχίσθησαν: τῷ τείχει περιεφυλάχθησαν. τἆλλα: τὰ ἰδιωτικὰ καὶ οἱ ναοί εὐθύς: μετὰ τὸ τειχισθῆναι. μετὰ τὴν Μήδων ἀναχώρησιν: μετὰ τὰ κατὰ Μαρδόνιον. ταῦτα δὲ ἔδει εἰπεῖν μετὰ τὰ ἐν Μυκάλῃ· ἀλλὰ διὰ μέσου τὴν τειχοποιίαν εἰπὼν εἰκότως πάλιν ἐπανέρχεται ἐπὶ τὰ κατὰ Παυσανίαν <!-- 1.94.1 -->Παυσανίας δὲ κτἑ.: τὰ κατὰ Παυσανίαν <!-- 1.94.2 -->ἐς Κύπρον: διὰ τὸ εἶναι αὐτὴν ὑπὸ βασιλέα κατεστρέψαντο: κατεχάλασαν. ἐς Βυξάντιον: ἀπὸ κοινοῦ τὸ ἐστράτευσαν. ἐξεπολιόρκησαν: πολιορκῆσαι τὸ μόνον πόλει προσκαθεσθῆναι πολεμίους· ἐκπολιορκῆσαι τὸ τελέως καταλαβεῖν τὴν πόλιν καὶ εἰσελθεῖν <!-- 1.95.1 -->Βιαίου ὄντος: τυραννικοῦ ὑπάρχοντος. αὐτοῦ: τοῦ Παυσανίου κατὰ τὸ ξυγγενές: διὰ τὴν ξυγγένειαν. ἐπιτρέπειν: ἄδειαν διδόναι. <!-- 1.95.2 -->προσεῖχον τὴν γνώμην: πρὸς αὐτοὺς εἶχον τὴν γνώμην τἆλλα: τὰ περὶ τῆς ἡγεμονίας φαίνοιτο: ἀντὶ τοῦ ἐφάνη. <!-- 1.95.3 -->μετεπέμποντο ἀφικνουμένων: εἰς Λακεδαίμονα ἢ στρατηγία: τὸ η τινὲς σύνδεσμον, τινὲς ἄρθρον <!-- 1.95.4 -->καλεῖσθαι: εἰς Λακεδαίμονα δηλονότι μετατάξασθαι: μετελθεῖν μετατεθῆναι. πλὴν τῶν ἀπὸ Πελοποννήσου στρατιωτῶν: οἱ γὰρ Πελοποννήσιοι ὑπήκουον τῶν Λακεδαιμονίων <!-- 1.95.5 -->ηὐθύνθη: εὐθύνας δέδωκε καὶ κατεδικάσθη καὶ κατεγνώσθη τὰ δὲ μέγιστα: ὅ ἐστι δημόσια μηδισμός: τὰ τῶν Μήδων φρονῆσαι. σαφέστατον: τοῦτο ὡς παρὰ τοῦ Θουκυδίδου εἴρηται. οὐ γὰρ λέγει τοῖς Λακεδαιμονίοις σαφέστατον εἶναι· ἦ γὰρ ἂν ἐτιμωρήσαντο αὐτόν, ὃ καὶ πεποιήκασιν ὕστερον μετὰ τὸν ἔλεγχον <!-- 1.95.6 -->οὐκέτι ἐκπέμπουσιν: Λακεδαιμονίοις πρὸ τῆς ἐξετάσεως ἐδόκει τὸ ἔγκλημα σαφὲς εἶναι· μετὰ δὲ τὴν οὐκ ὀρθὴν ἐξέτασιν ἔδοξε μὲν ἀπολελύσθαι, οὐ μὴν παντάπασιν ἀπήλλακτο τῆς ὑπονοίας. διὸ οὐδὲ ἐξεπέμφθη παρʼ αὐτῶν ἔτι. Δόρκιν: ὄνομα κύριον ἐφίεσαν: παρεχώρουν. τὴν ἡγεμονίαν: ἡγεμονεύειν. <!-- 1.95.7 -->οἱ δέ: οἱ περὶ τὸν Δόρκιν ἀπῆλθον: εἰς Λακεδαίμονα. μὴ σφίσιν οἱ ἐξιόντες κτἑ.: μὴ μηδίσωσι καὶ χείρους τῶν πραγμάτων τῶν Λακωνικῶν γένωνται ἀπαλλαξείοντες: ἀπαλλακτικῶς ἔχοντες, τουτέστιν ἐπιθυμοῦντες ἀπαλλαγῆναι ἐξηγεῖσθαι: ἡγεμόνας εἶναι. ἐν τῷ τότε παρόντι: ἐν τῷ ἐνισταμένῳ χρόνῳ. <!-- 1.96.1 -->Πρὸς τὸν βάρβαρον: κατὰ τοῦ βαρβάρου πρόσχημα: πρόφασις ὧν ἔπαθον: λείπει ἡ ὑπέρ, ἵνʼ ᾖ ὑπὲρ ὧν <!-- 1.96.2 -->Ἑλληνοταμίαι: οἱ δεχόμενοι τοὺς φόρους συναγομένους ἀπὸ τῶν Ἑλλήνων καὶ φυλάσσοντες αὐτοὺς οὕτως ἐκαλοῦντο Ἑλληνοταμίαι ἀρχή τις παρʼ Ἀθηναίοις, ἣ τοὺς φόρους ὑπεδέχετο οὕτω: φόρος ὠνομάσθη ἡ φορά: ἡ δόσις. ὁ πρῶτος φόρος ταχθείς: ἐτάχθη ὑπὸ Ἀριστείδου τοῦ δικαίου ὁ πρῶτος ταμιεῖόν τε Δῆλος ἦν αὐτοῖς: ἵνα μὴ δόξωσιν οἱ Ἀθηναῖοι ἴδιον κέρδος ἔχειν Δῆλος: ἡ Δῆλος ὄνομα νήσου  <span class="gap">…</span> νῆσος μία τῶν Κυκλάδων. ξύνοδοι: συνελεύσεις. <!-- 1.97.1 -->αὐτονόμων τὸ πρῶτον: ὕστερον γὰρ ὡς δούλων ἦρχον ἀπὸ κοινῶν ξυνόδων: πάντες γὰρ κοινῶς συνηθροίζοντο ἐν ταῖς βουλαῖς τοσάδε ἐπῆλθον: τοσαῦτα διεπράξαντο, ὅσα κατιὼν ἐρεῖ διαχειρίσει: ἀντὶ τοῦ διοικήσει μεταξὺ τοῦδε τοῦ πολέμου καὶ τοῦ Μηδικοῦ: ἐν τῇ πεντηκονταετηρίδι αὐτοῖς: τοῖς Ἀθηναίοις. νεωτερίζοντας: ἀφισταμένους προστυγχάνοντας: ἐμποδίζοντας. ἑκάστῳ: πολέμῳ ἢ χωρίῳ ἢ χρόνῳ <!-- 1.97.2 -->ἔγραψα: οὐχ ὅτι ἤδη ἔγραψεν, ἀλλʼ ὅτι γέγραπται, εἰ καὶ μήπω εἴρηται μέχρι τούτου ἡ παρεκβολὴ τῆς διηγήσεως τῶν προϋπαρξάντων. τὴν ἐκβολήν: τὴν παράβασιν ἢ μετάβασιν τὴν ἐκτροπήν. τοῖς πρὸ ἐμοῦ: ἱστοροῦσι. ἐκλιπὲς ἦν: εἰάθη παρʼ ἐκείνοις. τοῦτο τὸ χωρίον: τὸ τῆς πεντηκονταετίας τὰ πρὸ τῶν Μηδικῶν Ἑλληνικά: τὰ Τρωικὰ καὶ Ἀμαζονικὰ καὶ Θρᾳκικὰ καὶ ἄλλα ξυνετίθεσαν: συνέγραψαν. κατέστη: ἐγένετο. <!-- 1.98.1 -->πρῶτον μέν: σημείωσαι· ἐκεῖ συναπτέον εἰς τὸ τοσάδε ἐπῆλθον πρῶτον μέν  <span class="gap">…</span> Ἠιόνα: ἰστέον ὅτι δύο Ἠιόνες εἰσὶν ἐν τῇ Θράκῃ, ἀλλʼ ἡ μὲν λιμὴν τῆς Ἀμφιπόλεώς ἐστι, περὶ ἧς νῦν λέγει, ἡ δὲ ἄλλη πόλις. Λυκόφρων τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία Στρυμόνι: Στρυμὼν ποταμὸς Θρᾴκης <!-- 1.98.2 -->Σκῦρον: Σκῦρος μία τῶν Κυκλάδων ᾤκισαν: ἀποίκους ἀποστείλαντες δηλονότι <!-- 1.98.3 -->αὐτοῖς: τοῖς Ἀθηναίοις. ἄνευ τῶν ἄλλων Εὐβοέων: μόνοι γὰρ τῶν Εὐβοέων οὐχ ὑπήκουον Ἀθηναίων, ἀλλὰ διὰ τοῦτο πρὸς μόνους αὐτοὺς ἐπολέμησαν καθʼ ὁμολογίαν: ὁμολογεῖν ἐστι τὸ συμφωνεῖν <!-- 1.98.4 -->ἐπολέμησαν: οἱ Ἀθηναῖοι δηλονότι. παρεστήσαντο: ἐδούλωσαν. παρὰ τὸ καθεστηκός: παρὰ τὸ νόμιμον καὶ πρέπον· ἐλεύθεροι γὰρ ἦσαν οἱ Ἕλληνες τότε ὡς κτἑ.: ἀπὸ κοινοῦ τὸ ἐδουλώθη <!-- 1.99.1 -->ἔκδειαι: σημείωσαι· ἔκδεια ἑκούσιον, ἔνδεια ἀκούσιον ἔκδειαι, οὐκ ἔνδειαι· τουτέστιν ἀπολείψεις, ἀτέλειαι  <span class="gap">…</span> λιποστράτιον: τὸ μὴ θέλειν στρατεύεσθαι ἀκριβῶς ἔπρασσον: ἀπῄτουν ἀνενδότως. οὐκ εἰωθόσιν: τοῖς Ἕλλησιν. <!-- 1.99.2 -->οὐκέτι ὁμοίως ἐν ἡδονῇ ἄρχοντες: ὡς ἐν ἀρχῇ μετὰ τὸν Παυσανίαν· ἀλλʼ ὡς ἄρχοντες δουλικῶς ἐχρῶντο τοῖς συμμάχοις τὸ δὲ ἐν ἡδονῇ ἀντὶ τοῦ ἱλαρότητι. προσάγεσθαι: δουλοῦν. <!-- 1.99.3 -->διὰ γὰρ τὴν ἀπόκνησιν: τὴν αἰτίαν ἐπιφέρει· διὰ τὸν ὄκνον τοῦ στρατεύεσθαι τὴν ἀναβολήν. ἀπʼ οἴκου ὦσι: ἀποδημήσωσι τῆς πατρίδος. τὸ ἱκνούμενον ἀνάλωμα φέρειν: τὸ φθάνον, τὸ ἐπιβάλλον ἑκάστῳ τιμήματι τῆς νεὼς καταβάλλειν τὸ ἐπιβάλλον καὶ οἷον ἀναλογοῦν τὸ ἀρκοῦν εἰς περιποίησιν τῶν νεῶν. αὐτοὶ δέ: ἤγουν οἱ σύμμαχοι. ἀπαράσκευοι: ἀδύνατοι. καθίσταντο: ἐγένοντο. <!-- 1.100.1 -->ἀμφότερα: πεζομαχίαν καὶ ναυμαχίαν. <!-- 1.100.2 -->Θασίους· Θάσος νῆσος ἀντικρὺ τῆς Θρᾴκης· ἀντιπέρας τῆς νήσου μέταλλά ἐστι χρυσοῦ διενεχθέντας: ἔλεγον γὰρ αὐτοῖς οἱ Ἀθηναῖοι παραχωρῆσαι τὰ ἐμπόρια καὶ τὰ μέταλλα, καὶ οὐκ ἠβούλοντο διαφορὰν σχόντας. ἀντιπέρας: παροξυτόνως· ὄνομα γάρ ἐστι θηλυκὸν γενικῆς πτώσεως σύνθετον ἃ ἐνέμοντο: σημείωσαι περὶ τῶν μετάλλων, ὅτι καὶ Θουκυδίδης ἐν Θάσῳ ταῦτα γιγνώσκει, πλὴν ὅτι ἐν τῇ ἀντιπέρας λέγει· ταῦτα οἱ Θάσιοι ἐνέμοντο  <span class="gap">…</span> οἱ Ἀθηναῖοι κτἑ.: ναυτικῷ στρατῷ <!-- 1.100.3 -->ἐπὶ δὲ Στρυμόνα: ποταμὸς Ἀμφιπόλεως· λέγει δὲ νῦν τὴν πόλιν ὡς οἰκιοῦντες: ἰδιοποιοῦντες  <span class="gap">…</span> οἰκειούμενοι. Ἀμφίπολιν: σημείωσαι· Ἀμφίπολις εἴρηται διὰ τὸ περιρρέεσθαι αὐτὴν ὑπὸ τοῦ ποταμοῦ <!-- 1.101.1 -->Θάσιοι δὲ νικηθέντες: πάλιν τοῖς κατὰ τοὺς χρόνους ἀκολουθῶν μετέβη ἐπὶ τοὺς Θασίους, μεταξὺ τάξας τὰ τῆς Ἀμφιπόλεως <!-- 1.101.2 -->κρύφα τῶν Ἀθηναίων: τέως γὰρ φίλοι ἦσαν οἱ Εἵλωτες: Ἕλος πόλις Λακωνικῆς, ἧς οἱ πολῖται Εἵλωτες· οἱ οὖν Λακεδαιμόνιοι, διὰ τὸ ἀεὶ διαφόρους εἶναι ἀλλήλοις, τοὺς δούλους αὐτῶν ἐκάλουν Εἵλωτας κατὰ ἀτιμίαν καὶ ὕβριν ᾗ: τὸ ᾗ ἀντὶ τοῦ καθό, διό <!-- 1.101.3 -->ἐν Ἰθώμῃ: ἡ Ἰθώμη τῆς Μεσσηνιακῆς μοίρας ἦν. ἁλούσης οὖν τῆς Μεσσήνης, ὅσοι τῶν πέριξ ἀπέστησαν, εἰς Ἰθώμην ἀπέστησαν ὡς ἐχθρὰν οὖσαν Λακεδαιμονίων χρήματά τε ὅσα ἔδει: ἀναλωθέντα ἐν τῇ πολιορκίᾳ αὐτίκα ταξάμενοι: ἀπὸ κοινοῦ τὸ παραδόντες αὐτίκα <!-- 1.102.1 -->Λακεδαιμόνιοι δὲ κτἑ.: ἀρχὴ τῆς διαφορᾶς τῶν Λακεδαιμονίων καὶ Ἀθηναίων οἱ δʼ ἦλθον κτἑ.: κατὰ τὸν Ἀριστείδην γʹ <!-- 1.102.2 -->τειχομαχεῖν ἐδόκουν: τειχομάχοι ἦσαν τοῖς δέ: ὁ δέ ἀντὶ τοῦ γὰρ τούτου: τοῦ τειχομαχεῖν βίᾳ γὰρ ἂν εἷλον τὸ χωρίον: εἰ τειχομάχοι ἦσαν <!-- 1.102.3 -->βίᾳ οὐχ ἡλίσκετο: βίᾳ τῆς τέχνης ἀλλοφύλους ἅμα ἡγησάμενοι: ὅτι οἱ μὲν Δωριεῖς, οἱ δὲ Ἴωνες <!-- 1.102.4 -->οὐκ ἐπὶ τῷ βελτίονι λόγῳ: ἀλλʼ ἐπὶ ὑποψίᾳ τοῦτο παθεῖν: μετὰ σπουδῆς γὰρ αὐτοὺς καλέσαντες εὐτελῶς ἀπέπεμψαν ἀμφοτέροις: Ἀθηναίοις καὶ Ἀργείοις <!-- 1.103.1 -->ἀντέχειν: μάχεσθαι. ἐφʼ ᾧ ἐξίασιν: ἀντὶ τοῦ ἐπὶ τῷ ἐξιέναι· ἰδίωμα δὲ τοῦτο Θουκυδίδου <!-- 1.103.2 -->ἦν δέ τι καὶ χρηστήριον: αἰτίαν λέγει τοῦ μὴ ἀποκτεῖναι αὐτούς, δέκα ἔτη ποιήσαντας ἐν τῷ πολέμῳ Ἰθωμήτα: Δωριστί <!-- 1.103.3 -->ἔτυχον ᾑρηκότες: ἐκράτησαν. <!-- 1.103.4 -->προσεχώρησαν: προσῆλθον. Λακεδαιμονίων ἀποστάντες: οὐκ ἐβούλοντο γὰρ αὐτοῖς βοηθεῖν οἱ Λακεδαιμόνιοι περὶ γῆς ὅρων πολέμῳ κατεῖχον: ἐμάχοντο αὐτοῖς ἕνεκεν ὁρίων τῆς γῆς. Πηγάς: Πηγαὶ ἐμπόριον πλησίον Μεγάρων Νίσαιαν: Νίσαια λιμὴν Μεγάρων αὐτοί: οἱ Ἀθηναῖοι ἀπὸ τοῦδε: τοῦ τρόπου. <!-- 1.104.1 -->ὑπὲρ Φάρου: Φάρος νῆσος μικρὰ πρὸ τῆς Ἀλεξανδρείας ἀπέστησεν: ἐποίησεν ἀποστῆναι. ἄρχων: τῆς ἀποστάσεως ἐπηγάγετο: ἐπεσπάσατο, εἰς συμμαχίαν δηλονότι. <!-- 1.104.2 -->ἦλθον: ἀπῆλθον εἰς συμμαχίαν τοῦ Ἰνάρου. τῆς Μέμφιδος κτἑ.: φασὶ γὰρ ὅτι τρία τείχη εἶχεν ἡ Μέμφις. τῶν οὖν δύο ληφθέντων πρὸς τὸ τρίτον ἡ μάχη ἐγίγνετο. Λευκὸν δὲ ἐκαλεῖτο ὡς τῶν ἄλλων μὲν ἀπὸ πλίνθων ἐσκευασμένων, ἐκείνου δὲ ἀπὸ λίθων αὐτόθι: ἐν τῷ Λευκῷ τείχει. οἱ μὴ ξυναποστάντες: τῷ Ἰνάρῳ. <!-- 1.105.1 -->ἐς Ἁλιᾶς: Ἁλιαὶ ὀξυτόνως πόλις Πελοποννήσου περὶ Τροίζηνα, τῆς Ἀργολικῆς μοίρας πρὸς Κορινθίους: διὰ τὴν ἀπόστασιν τῶν Ἐπιδαυρίων πρὸς τοὺς Κορινθίους ἐπὶ Κεκρυφαλείᾳ: νῆσος αὕτη περὶ τὰ δυτικὰ τῆς Πελοποννήσου <!-- 1.105.2 -->πολέμου δὲ καταστάντος: οὗτος διὰ τὰ ἀγάλματα πρὸ τῶν Μηδικῶν ἤρξατο ναυμαχία: αὕτη ἡ ναυμαχία μετὰ τὰ Μηδικά αὐτῶν: τῶν Αἰγινητῶν δηλονότι ἐπολιόρκουν: τὴν Αἴγιναν Λεωκράτους: Μυρώνδου  <span class="gap">…</span> <!-- 1.105.3 -->τὰ δὲ ἄκρα κτἑ.: λείπει τὸ ὕστερον, ἵνʼ ᾖ ὕστερον δὲ τὰ ἄκρα Γερανείας: Γεράνεια ἀκρωτήριόν ἐστι τῆς Μεγαρίδος, νεῦον εἰς τὴν μεσόγειαν, ἐπίμηκες, καὶ ἀπὸ τοῦ σχήματος οὕτως ὀνομάζεται κατέλαβον: οἱ Πελοποννήσιοι στρατιᾶς πολλῆς: τῶν Ἀθηναίων δηλονότι. <!-- 1.105.6 -->ἐκράτησαν γὰρ ὅμως μᾶλλον: διὰ τὸ ἀναχωρῆσαι τοὺς Κορινθίους κακιζόμενοι: ὅτι νέοι ὄντες ὑπὸ γερόντων ἡττήθησαν ψεγόμενοι. παρασκευασάμενοι: ὁπλισθέντες. ἀνθίστασαν τροπαῖον: ἐναντίον τροπαῖον ἔστησαν. ἐκβοηθήσαντες: μετὰ βοῆς ἐξελθόντες ξυμβαλόντες: συμπεσόντες εἰς μάχην. <!-- 1.106.1 -->οἱ δέ: οἱ Κορίνθιοι. αὐτῶν: τῶν Κορινθίων. προσβιασθέν: μετὰ βίας ἀπεληλαθέν. ἔς του χωρίον ἰδιώτου: τὸ ἑξῆς· εἴς τινος ἰδιώτου χωρίον, οὐχὶ δὲ δημόσιον χωρίον, ἀλλʼ ἰδιωτικόν περιεῖργον: περικλεῖον τοὺς ἐμβάντας. οὐκ ἦν ἔξοδος: διὰ τοῦ ἄλλου μέρους δηλονότι τοῖς ἐμβᾶσι. <!-- 1.106.2 -->κατὰ πρόσωπον: καθʼ ὃ μέρος εἰσῆλθον εἶργον: ἐκώλυον ἐξελθεῖν. τοῖς ὁπλίταις: διὰ τῶν ὁπλιτῶν τὸ δὲ πλῆθος: τὸ σωθὲν τῶν Κορινθίων <!-- 1.107.1 -->τό τε Φάληρόνδε καὶ τὸ ἐς Πειραιᾶ: ἕως τοῦ Φαληρικοῦ καὶ ἕως τοῦ Πειραιῶς. <!-- 1.107.2 -->ἐς Δωριᾶς: τὸ Δωριᾶς Ἀττικῶς ἀντὶ τοῦ Δωριέας Βοιὸν καὶ Κυτίνιον καὶ Ἐρινεόν: αὗται αἱ τρεῖς πόλεις περὶ τὸν Παρνασσόν εἰσι ἑλόντων: τῶν Φωκέων. <!-- 1.107.3 -->καὶ κατὰ θάλασσαν κτἑ.: τὸ ἑξῆς· καὶ αὐτούς, εἰ βούλοιντο περαιοῦσθαι κατὰ θάλασσαν, ἔμελλον οἱ Ἀθηναῖοι ναυσὶ κωλύσειν  <span class="gap">…</span> οὐκ ἀσφαλές: οὐκ ἀκίνδυνον. αὐτοῖς ἐφαίνετο: ἀπὸ κοινοῦ τὸ περαιοῦσθαι δύσοδος: δυσπόρευτος. <!-- 1.107.4 -->σκέψασθαι: βουλεύσασθαι ἄνδρες: προδόται δηλονότι δῆμον: τὴν δημοκρατίαν <!-- 1.107.5 -->ἐβοήθησαν δὲ ἐπʼ αὐτούς: ἔδραμον μετὰ βοῆς κατʼ αὐτῶν. ἐβοήθησαν: συνήχθησαν <!-- 1.107.6 -->νομίσαντες δὲ ἀπορεῖν: νομίσαντες οἱ Ἀθηναῖοι ἀπορεῖν τοὺς Λάκωνας τοῦ δήμου: τῆς δημοκρατίας τοῦ δήμου καταλύσεως ὑποψίᾳ: ὑπώπτευον, φησίν, ὅτι τὴν δημοκρατίαν ἐβούλοντο καταλῦσαι ὑποψία ἦν: τοῖς Ἀθηναίοις δηλονότι. <!-- 1.107.7 -->μετέστησαν: τοιοῦτοι γὰρ οἱ Θεσσαλοί, εὐχερεῖς τὸν τρόπον μετετάξαντο. ἐν τῷ ἔργῳ: ἐν τῷ πολέμῳ. <!-- 1.108.2 -->ἐς τὴν Μεγαρίδα: γῆν δηλονότι. δευτέρᾳ καὶ ἑξηκοστῇ ἡμέρᾳ: ἤγουν παρελθουσῶν ἡμερῶν ἑξήκοντα δύο. μετὰ τὴν μάχην: τὴν ἐν Τανάγρᾳ <!-- 1.108.3 -->ἐν Οἰνοφύτοις: τὰ Οἰνόφυτα χωρίον τῆς Βοιωτίας περιεῖλον: καθεῖλον. <!-- 1.108.4 -->ἐς τὸν ἔπειτα χρόνον: δίδοσθαι δηλονότι. <!-- 1.108.5 -->Πελοπόννησον περιέπλευσαν: ἐπὶ βλάβῃ τῆς Πελοποννήσου Χαλκίδα: Χαλκὶς Θρᾴκης, Χαλκὶς Εὐβοίας, Χαλκὶς Σικελίας, Χαλκὶς Ἀκαρνανίας, ἣ νῦν λέγεται <!-- 1.109.1 -->πολλαὶ ἰδέαι πολέμων: οἷον ναυμαχίαι καὶ πεζομαχίαι, καὶ νῖκαι καὶ ἧτται διάφοροι πόλεμοι. <!-- 1.109.2 -->βασιλεύς: ὁ Ἀρταξέρξης. <!-- 1.109.3 -->οὐ προυχώρει: τὰ κατὰ σκοπὸν οὐκ ἐγίγνετο. ἄλλως: μάτην. ἄνδρα Πέρσην: ἀεὶ ὡς τίμιον λαμβάνει τὸ ὄνομα τοῦ Περσοῦ <!-- 1.109.4 -->τούς τε Αἰγυπτίους κτἑ.: τοὺς ἀποστάντας, καὶ τοὺς ξυμμάχους αὐτῶν, Ἀθηναίους ἐς Προσωπίτιδα: Προσωπῖτις ἐκαλεῖτο ἡ νῦν Νικίου. νῆσος δὲ οὖσα τότε, ἠπειρώθη ὑπὸ Μεγαβύζου κατέκλῃσεν: τοὺς Ἀθηναίους. πεζῇ: διὰ πεζομαχίας. <!-- 1.110.1 -->τὰ τῶν Ἑλλήνων πράγματα κτἑ.: ἤγουν οἱ Ἕλληνες οἱ ἐν Αἰγύπτῳ, ἓξ ἔτη πολεμήσαντες κατὰ τὴν Αἴγυπτον. <!-- 1.110.2 -->ἕλους ... ἑλεῖν: παρήχησις <!-- 1.110.3 -->ὃς τὰ πάντα ἔπραξε περὶ τῆς Αἰγύπτου: ἤγουν τὴν ἀπόστασιν ἐποίησε τῆς Αἰγύπτου. <!-- 1.110.4 -->ἔσχον: ἐλιμένισαν. τὸ Μενδήσιον κέρας: τὴν νῦν καλουμένην Θμοῦιν κέρας τοῦ Νείλου καλεῖ τὸ στόμα καὶ τὴν ἐκβολήν. ἑπτὰ γὰρ εἶχε στόματα ὁ Νεῖλος τὸ τοῦ Νείλου στόμιον αἱ δʼ ἐλάσσους διέφυγον: αἱ περισωθεῖσαι, ὀλίγαι οὖσαι, ἔφυγον. <!-- 1.111.1 -->παραλαβόντες Βοιωτοὺς καὶ Φωκέας: εἶπε γὰρ ὅτι ἐχειρώσαντο αὐτούς ἐπὶ Φάρσαλον: ἀφʼ ἧς ἐξέπεσεν Ὀρέστης τῆς μὲν γῆς: μέρος. ὅσα: ἀντὶ τοῦ ὅσον προυχώρει αὐτοῖς οὐδέν: οὐ κατὰ τὸν σκοπὸν αὐτῶν ἐγίγνετο. <!-- 1.111.3 -->παραλαβόντες: εἰς συμμαχίαν δηλονότι. πέραν: εἰς τὸ πέραν ὑποστικτέον <!-- 1.112.1 -->διαλιπόνων: παραδραμόντων. σπονδαὶ γίγνονται: οὔπω γεγόνασιν αἱ τριακοντούτεις <!-- 1.112.2 -->ἔσχον: ἐπέσχον. <!-- 1.112.3 -->Κίτιον: Κίτιον πόλις Κύπρου, ὅθεν ἦν Ζήνων ὁ Κιτιεύς, φιλόσοφος <!-- 1.112.4 -->ἀποθανόντος: αὐτομάτῳ θανάτῳ λιμοῦ γενομένου: ὁ λιμὸς ἀρσενικῶς <!-- 1.112.5 -->τὸν ἱερὸν καλούμενον: ἱερὸς ἐκλήθη, ὅτι ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ ἐγένετο ἐν Δελφοῖς: ἰστέον ὅτι εἴκοσι δύο πόλεις ἦσαν Δελφικαί, ὧν μία ἦν οἱ Δελφοί Δελφοὶ ὁμωνύμως καὶ ἡ πόλις καὶ οἱ ἄνδρες, ὡς καὶ Λεοντῖνοι ἀποχωρησάντων αὐτῶν: ὑποστρεψάντων τῶν Λακεδαιμονίων εἰς τὴν οἰκείαν πατρίδα. <!-- 1.113.1 -->Βοιωτῶν τῶν φευγόντων ἐχόντων κτἑ.: τινὲς γὰρ τῶν Βοιωτῶν, μὴ θέλοντες ὑπακούειν τοῖς Ἀθηναίοις, κατέλαβον ταῦτα τὰ χωρία Ὀρχομενόν: ἡ Ὀρχομενός θηλυκῶς παρὰ Θουκυδίδῃ, ὁ Ὀρχομενός ἀρσενικῶς παρὰ Δημοσθένει Χαιρώνειαν:

  
Χαιρωνίαν γίνωσκε καὶ Κορωνίαν  
  
Ἴωνας ἐγγράφοντας, ὡς Τζέτζης λέγει·  
  
ἰῶτα λοιπόν ἐστιν Ἰώνων λόγοις.  
  
οὕτω γράφειν δέ φησι καὶ Θουκυδίδην,  
  
οὐδὲν παρʼ εἰκός· αὐτὸς αὑτοῦ γὰρ λόγοις  
  
τοὺς Ἀττικοὺς Ἴωνας ὡς εὑρεῖν λέγει  
<!-- 1.113.2 -->αὐτοῖς: τοῖς Ἀθηναίοις. Κορωνείᾳ: πόλις Βοιωτίας τῆς Ὀρχομενοῦ: Δημοσθένης ἀρσενικῶς ἐκφέρει τοῦτο τὸ ὄνομα Λοκροί: οἱ Ὀπούντιοι Λοκροί τῆς αὐτῆς γνώμης: τοῦ αὐτοῦ σκοποῦ. κρατήσαντες: οἱ φυγάδες. <!-- 1.113.3 -->ἐφʼ ᾧ: ἐφῶ ἀντὶ τοῦ διότι ἐν παροχειμένω ὥσπερ τὸ ἐφῶ γενάδιον ἔγραψε καὶ ἐπὶ τοῦ μέλλοντος ὡς ἐνταῦθα τοὺς ἄνδρας: τοὺς αἰχμαλώτους <!-- 1.114.1 -->στρατιᾷ: σὺν στρατιᾷ. αὐτῷ: παράσημον τὸ σχῆμά ἐστι, διαβεβηκότων, ἠγγέλθη αὐτῷ ἀνακόλουθον γὰρ καὶ  <span class="gap">…</span> οὕτω συντακτέον· ὡς ἠγγέλθη αὐτῷ πάλιν ἐκόμιζε τὴν στρατιάν· τὸ δὲ Περικλῆς περισσόν· νοεῖται γὰρ τῷ Περικλεῖ δηλονότι. ἀφέστηκε: τῶν Ἀθηναίων δηλονότι. <!-- 1.114.2 -->Θρίωζε εἰς τὸ Θριάσιον πεδίον, ὡς Ἀθήναζε Παυσανίου: τοῦ Πλαταιᾶσι ἀπεχώρησαν ἐπʼ οἴκου: μετὰ τὸ ὑποτάξαι τὰ Μέγαρα <!-- 1.114.3 -->ὁμολογίᾳ κατεστήσαντο: ἀτάραχον, εἰρηνικὴν ἐποίησαν. Ἑστιαιᾶς: Ἑστίαια πόλις Εὐβοίας, ἥτις νῦν Ὠρεὸς καλεῖται <!-- 1.115.1 -->τοὺς ξυμμάχους: τοὺς Λακεδαιμονίων <!-- 1.115.2 -->ἕκτῳ δὲ ἔτει: μετὰ τὰς τριακοντούτεις σπονδάς περὶ Πριήνης: πλησίον γὰρ ἦν τῆς Μιλήτου, καὶ ἐζήτουν αὐτὴν ἔχειν οἱ Μιλήσιοι ξυνεπελάβοντο: ἐβοήθουν τοῖς Μιλησίοις. νεωτερίσαι κτἑ.: θέλοντες καινοτομῆσαι τὴν πολιτείαν δημοκρατίαν ποιήσαντες <!-- 1.115.3 -->ἐς Λῆμνον: ἡ γὰρ Λῆμνος ὑπήκοος ἦν τῶν Ἀθηναίων φρουρὰν ἐγκαταλιπόντες: διὰ τοὺς ὁμήρους ἀνεχώρησαν: εἰς τὴν Σάμον. <!-- 1.115.4 -->οἳ οὐχ ὑπέμειναν: τὴν δημοκρατίαν. ξυνθέμενοι κτλ.: τοῖς μὴ θέλουσι δημοκρατεῖν συμφωνήσαντες. τοῖς δυνατωτάτοις: τῶν Σαμίων δηλονότι. Σάρδεις: Σάρδις ἐπὶ τῆς πόλεως, Σάρδεις οἱ πολῖται διέβησαν ὑπὸ νύκτα: ἤγουν λαθόντες νυκτὸς εἰσῆλθον. <!-- 1.115.5 -->τῷ δήμῳ: τῶν Σαμίων. τῶν πλείστων: δημοτῶν. ἀπέστησαν: τῶν Ἀθηναίων δηλονότι. παρεσκευάζοντο στρατεύειν: μετʼ αὐτοῦ. <!-- 1.116.1 -->ἐπὶ Σάμου: τὸ ἐπὶ Σάμου Ἀττικόν οὐκ ἐχρήσαντο: κατὰ τῆς Σάμου. τῶν Φοινισσῶν νεῶν: ἤκουον γὰρ ὅτι Φοίνικες κατʼ αὐτῶν ἔρχονται πρὸς Τραγίᾳ: αὕτη κεῖται πλησίον Σάμου ὧν: τῶν Σαμίων. στρατιώτιδες: στρατιώτας ἄγουσαι τοὺς μέλλοντας πεζομαχεῖν· ἃς καὶ ἱππαγωγοὺς καλεῖ <!-- 1.116.2 -->αὐτοῖς: τοῖς Ἀθηναίοις. πεζῷ: τάγματι τρισὶ τείχεσι: τουτέστι τρισὶ τειχίσμασι. <!-- 1.116.3 -->τῶν ἐφορμουσῶν: τῶν πολιορκουσῶν τὴν Σάμον τῶν εἰς ἐπίθεσιν οὐσῶν. ἐπʼ αὐτούς: κατʼ αὐτῶν, τῶν Ἀθηναίων. Στησαγόρας: Σάμιος ἦν οὗτος ὁ Στησαγόρας <!-- 1.117.1 -->σημείωσαι ἐξαπιναίως προφυλακίδας: τὰς πρὸ τῶν ἄλλων ὁρμούσας <!-- 1.117.2 -->κατεκλῄσθησαν: οἷον τειχήρεις ἐγένοντο Θουκυδίδου: ἕτερός τις Θουκυδίδης, οὐχὶ ὁ συγγραφεύς <!-- 1.117.3 -->προσεχώρησαν ὁμολογίᾳ: τοῖς Ἀθηναίοις. ταξάμενοι: ὁρίσαντες. κατὰ χρόνους: οὐδὲ γὰρ εὐπόρουν ἀθρόον ἐκτῖσαι τὸ πᾶν ξυνέβησαν: συνεφώνησαν. καὶ πρότερον: ἦσαν δηλονότι. <!-- 1.118.1 -->οὐ πολλοῖς ἔτεσιν ὕστερον: τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῶν σπονδῶν ὅσα πρόφασις: τὸ Κυλώνειον ἄγος καὶ τὰ Παυσανίου αἰτία. <!-- 1.118.2 -->τοῦδε τοῦ πολέμου: τοῦ Πελοποννησιακοῦ, τοῦ προκειμένου. ἐν οἷς: ἔτεσιν. οἱ Ἀθηναῖοι κτἑ.: τέλος τῆς πεντηκονταετίας ἐγκρατεστέραν: ἰσχυροτέραν. ἐπὶ μέγα ἐχώρησαν δυνάμεως: ἐδυνήθησαν τὰ μεγάλα. ἢν μὴ ἀναγκάζωνται: εἰ μὴ ἐξ ἀνάγκης κινηθεῖεν. τὸ δέ τι κατά τι. αὐτῶν: τῶν Λακεδαιμονίων  <span class="gap">…</span> οὐκέτι ἀνασχετὸν ἐποιοῦντο: ἤγουν, οὐκ ἠνέσχοντο οἱ Λακεδαιμόνιοι. ἐπιχειρητέα: τοῦ συγγαφέως ἡ λέξις· ἐχρῆν γὰρ εἰπεῖν ἐπιχειρητέον <!-- 1.118.3 -->διέγνωστο: διεψήφιστο. κατὰ κράτος: τὸ ἑξῆς· κατὰ κράτος νίκην ἔσεσθαι ἔφη ξυλλήψεσθαι: αἰνίττεται τὸν μέγαν λοιμόν <!-- 1.119.1 -->παρακαλέσαντες: προτρέψαντες ψῆφον ἐπαγαγεῖν: ἤγουν κυρῶσαι. ἀπὸ τῆς ξυμμαχίας: ἀντὶ τοῦ· ἀπὸ τῶν ξυμμάχων. ψηφίσασθαι τὸν πόλεμον: διὰ ψήφου ἐπικυρῶσαι. μὴ προδιαφθαρῇ: μὴ πρὸ τοῦ εἰσβαλεῖν αὐτοὺς εἰς τὴν Ἀττικὴν διαφθαρῇ <!-- 1.120.1 -->τοὺς μὲν Λακεδαιμονίους κτἑ.: δημηγορία Κορινθίων, ηʹ οὐ καὶ αὐτοὶ ἐψηφισμένοι ... εἰσι: οὐ ψηφίζονται. χρὴ γὰρ τοὺς ἡγεμόνας κτἑ.: οὐ χρή, φησίν, ἐν τοῖς ἰδιωτικοῖς πράγμασι τοὺς ἡγεμόνας προέχειν, ἀλλʼ ἐν τοῖς κοινοῖς γνώμη τὰ ἴδια ἐξ ἴσου νέμοντας: ἤγουν μὴ προέχοντας ἐν τοῖς ἰδιωτικοῖς πράγμασιν προσκοπεῖν: προτιμᾶν. ἐν ἄλλοις: ἐν προεδρίᾳ καὶ τοῖς τοιούτοις ἐκ πάντων: ἀντὶ τοῦ ὑπὲρ πάντας <!-- 1.120.2 -->ἡμῶν: τῶν παραθαλασσίων ἐνηλλάγησαν ἀντὶ τοῦ συνέμιξαν καὶ ὡμίλησαν. ἐναντίον δέ ἐστι τὸ διηλλάγησαν· διαλλαγῆναι γάρ ἐστι τὸ διʼ αὐτοῦ τοῦ ἐχθροῦ παρακληθῆναι καὶ φιλιωθῆναι αὐτῷ, ἐναλλαγῆναι δὲ τὸ ἀπὸ φιλίας εἰς φιλίαν ἄλλου μεταπηδῆσαί τινος ἐχθροῦ ὄντος τῷ πρώτῳ φίλῳ φυλάξασθαι: φοβηθῆναι ἐν πόρῳ κατῳκημένους: πόρον καλεῖ τὰ ἐμπόρια τουτέστιν ἐν τῇ παράλῳ τοῖς κάτω: τοῖς παραλίοις  <span class="gap">…</span> τῶν ὡραίων: τῶν καρπῶν  <span class="gap">…</span> τῶν νῦν λεγομένων: παρʼ ἡμῶν. ἀπὸ κοινοῦ δὲ τὸ χρή προσδέχεσθαι: ἐλπίζειν. πρόοιντο: ἀμελήσαιεν. <!-- 1.120.3 -->ἀνδρῶν γὰρ σωφρόνων κτἑ.: γνώμη εὖ δὲ παρασχόν: ἀντὶ τοῦ παρασχόντος, δηλονότι τοῦ δαίμονος, ὅ ἐστι δωρησαμένου αὐτοῖς τὴν νίκην <!-- 1.120.4 -->ὅ τε γὰρ διὰ τὴν ἡδονὴν κτἑ.: τὸ ἑξῆς· ὅ τε γὰρ διὰ τὴν ἡδονὴν ὀκνῶν εἰ ἡσυχάζοι οὐκ ἐντεθύμηται θράσει ἀπίστῳ ἐπαιρόμενος: ἐντεῦθεν δείκνυσι τοῦ πολέμου τὸ ἄδηλον <!-- 1.120.5 -->κακῶς: ἀνοήτως  <span class="gap">…</span> ἀβουλοτέρων: κακοβουλοτέρων τυχόντα: ἔργον γάρ ἐστι τῆς τύχης τὸ τοὺς ἐναντίους ἀβουλοτέρους καταστῆσαι· ἐπεὶ οὐ μέγα, εἰ οὕτως ἐνίκησαν ἐς τοὐναντίον αἰσχρῶς περιέστη: εὐβούλων τῶν ἐναντίων τυχόντα ἐνθυμεῖται γὰρ κτἑ.: οὐδείς, φησίν, ἐνθυμεῖται ὁμοίως οἷς πιστεύει. πιστεύει γὰρ νικᾶν, τὸ πῶς οὐκ ἐννοῶν. καὶ οὐδεὶς ὁμοίως ἔργῳ ἐπεξέρχεται οἷς ἐνθυμεῖται. δείκνυσι γὰρ τὴν πίστιν μείζονα τῶν ἐνθυμημάτων καὶ τὸ ἐνθύμημα μεῖζον τοῦ ἔργου οὐδεὶς γὰρ ἐνθυμεῖται παρόμοια τοῖς βεβαίοις· πίστις γὰρ ἐνταῦθα τὴν βεβαιότητα τῶν πραγμάτων καὶ τὴν ἀσφαλῆ ἀπόβασιν σημαίνει· οὐδεὶς οὖν οὔτε ὅμοια τοῖς πράγμασιν ἐνθυμεῖται οὔτε ἔργῳ τὰ πιστευθέντα τελειοῖ, ἀλλʼ ἐν ἑκατέροις σφάλλεται διὰ τὸ καὶ τὴν γνώμην ἡμῶν ἀβέβαιον εἶναι καὶ τὰ πράγματα μὴ κατὰ τὴν θέλησιν ἡμῶν ἀπαντᾶν, ἀλλὰ μετὰ τὰ ἀσφαλῶς ἐνίοτε δοξασθέντα, ἤτοι βουλευθέντα, ἐπὶ τῶν ἔργων διὰ τὸ προσπῖπτον δέος ἐκλείπομεν, ὅτι τὸ μὲν βουλεύσασθαι χωρὶς ἀγώνων καθίσταται, τὰ δὲ ἔργα ἐπὶ τῆς ταραχῆς καὶ συγχύσεως ἀλλοιοῦνται. τῇ πίστει: τῷ θάρρει. μετʼ ἀσφαλείας μὲν κτἑ.: ἀσφαλῶς, φησίν, ἐνθυμούμεθα διὰ τὸ καθʼ ἡσυχίαν δοξάζειν καὶ βουλεύεσθαι· μετὰ φόβου δὲ ὑστεροῦμεν ἐν τῷ ἔργῳ διὰ τὸ λοιπὸν ὁρᾶν αὐτὰ τὰ ἔργα καὶ ἐν τῇ παρουσίᾳ εἶναι τῶν πραττομένων ἐλλείπομεν: διαμαρτάνομεν  <span class="gap">…</span> φοβηθέντες ἐξεπέσομεν τῆς πράξεως ἣν προσεδοκήσαμεν λαβεῖν. <!-- 1.121.1 -->ἱκανὰ ... ἐγκλήματα: τὰ παρακινοῦντα τὸν πόλεμον. ἐγκλήματα: κατὰ τῶν Ἀθηναίων δηλονότι. ἀμυνώμεθα: τὰ ἴσα ἀνταποδῶμεν. <!-- 1.121.2 -->κατὰ πολλὰ δὲ κτἑ.: τὸ δυνατὸν κεφάλαιον <!-- 1.121.3 -->ᾧ ἰσχύουσιν: οἱ Ἀθηναῖοι. ἐξαρτυσόμεθα: παρασκευάσομεν. Ὀλυμπίᾳ: γράφεται Ὀλυμπίασιν ὡς Ἀθήνησιν ὑπολαβεῖν: δέξασθαι. τοῦτο: τὸ μεταπεισθῆναι. <!-- 1.121.4 -->μιᾷ τε νίκῃ ναυμαχίας κτἑ.: εἰ ἅπαξ, φησί, τῇ ναυμαχίᾳ νικηθῶσιν, οὐκέτι ἕξουσιν ἐλπίδα νίκης· οὐ γάρ εἰσι πεζομάχοι. ἡμεῖς δὲ δηλονότι καὶ ταῖς ναυσὶν ἐὰν νικηθῶμεν, τῷ πεζῷ ἰσχύομεν κατὰ τὸ εἰκός: ὡς ἔστιν εἰκάσαι. ἁλίσκονται: νικῶνται. ἀγαθόν: ἤγουν τὴν εὐψυχίαν. ὃ δʼ: ἀντὶ τοῦ εἰς ὅ <!-- 1.121.5 -->οὐκ ἀπεροῦσιν: οὐκ ἀπαγορεύσουσιν ἐπὶ τῷ τιμωρούμενοι: ἀντὶ τοῦ ἐπὶ τῷ τιμωρήσασθαι αὐτοῖς τούτοις: τοῖς χρήμασι δηλονότι <!-- 1.122.1 -->ὁδοί: πορισμοί. παραίρεσις: παράσπασις, παραφαίρεσις  <span class="gap">…</span> ἐπιτειχισμός: αἰνίττεται τὴν Δεκέλειαν, ἣν ὕστερον ἐτείχισαν ἐπίθεσις. τῇ χώρᾳ: τῶν Ἀθηναίων. προΐδοι: ἄδηλα γὰρ τὰ τοῦ πολέμου προγνοίη ἐπὶ ῥητοῖς: ἐπὶ λέγεσθαι δυναμένοις, ἐπὶ ὡρισμένοις  <span class="gap">…</span> χωρεῖ: κινεῖται. τεχνᾶται: μεθοδεύει. παρατυγχάνον: παρεμπῖπτον. ἐν ᾧ: ἀντὶ τοῦ διό εὐοργήτως: εὐσκόπως, εὐπρεπῶς, εὐτρόπως· ὀργὴ γὰρ ὁ τρόπος μεγαλοψύχως. ὁ δʼ ὀργισθείς: ὁ μικροψυχήσας. <!-- 1.122.2 -->ἐνθυμώμεθα: ἀντὶ τοῦ ἐνθυμηθῶμεν· ἔστι γὰρ ὑποθετικόν οἰστόν: ὑπομονητόν. ἱκανοί: δουλωσόμενοι δηλονότι δίχα γε ὄντας: διαχωρισθέντας. ἴστω: ὁ ἀκούων δηλονότι. φέρουσαν: ἡμῖν δηλονότι. <!-- 1.122.3 -->ὃ καὶ λόγῳ ἐνδοιασθῆναι: τὴν δουλείαν καὶ λόγῳ ἀμφιβάλλειν εἴωθεν ὁ συγγραφεὺς ἀπὸ τῶν θηλυκῶν μεταβαίνειν εἰς τὸ οὐδέτερον, οἷον τρέπονται ἐπὶ τὴν Μακεδονίαν, ἐφʼ ὅπερ καὶ τὸ πρῶτον ἐξεπέμποντο. λέγει δὲ ὅτι τὴν δουλείαν ὅλως τῷ λόγῳ ἀμφιβάλλειν οἷον λογίσασθαι τοὺς Πελοποννησίους αἰσχρόν. ὁ γὰρ ἐνδοιασμὸς λογισμοῦ ἐστι μερισμός. περιφραστικῶς οὖν εἴρηται τὸ λόγῳ ἐνδοιασθῆναι, οἷον τὸ λογίσασθαι ἡμᾶς καὶ ἐπὶ νοῦν λαβεῖν τὴν δουλείαν. εἰς ἀμφιβολίαν ἐλθεῖν. ὑπὸ μιᾶς: τῆς τῶν Ἀθηναίων. κακοπαθεῖν: δουλοῦσθαι. ἐν ᾧ: ἐν τῷ κακοπαθεῖν ἢ δικαίως κτἑ.: οἱ γὰρ ἀμελοῦντες μὴ ἐπεξερχόμενοι δοκοῦσιν ἢ δικαίως πάσχειν ἢ διὰ δειλίαν ἀνέχεσθαι αὐτό: τουτέστι τὴν ἐλευθερίαν τοὺς δʼ ἐν μιᾷ: πόλει· μονάχρους δὲ τοὺς τυράννους <!-- 1.122.4 -->ξυμφορῶν: ἐνταῦθα οὐ κεῖται κυρίως ἡ λέξις, ἀλλὰ ξυμφοράν φησι τὴν κακίαν· ταῦτα δὲ λέγει τὸ τυραννεῖσθαι καὶ φέρειν τὴν τυραννίδα. τὸ δὲ ἑξῆς· καὶ ἴσμεν ὅπως ποτὲ τάδε ὅτι οὐκ ἀπήλλακται τῶν τριῶν μεγίστων συμφορῶν ἢ μαλακίας: ὁ ἤ παραδιαζευκτικὸς ἀντὶ τοῦ καί. Ὅμηρος·

  
ἢ νέος ἠὲ παλαιός  
οὐ γὰρ δὴ πεφευγότες κτἑ.: οὐ δύνασθε, φησίν, εἰπεῖν ὅτι οὐ διὰ τὸ ἔχειν τὰ τρία ταῦτα οὐ πολεμοῦμεν, ἀλλὰ διὰ καταφρόνησιν, ὅ ἐστι διὰ τὸ ἄγαν φρονεῖν καὶ οἷον ὑπερφρονεῖν. ἡ γὰρ κατά πρόθεσις ἐπίτασιν ἐνταῦθα σημαίνει αὐτά: τὰ τρία καταφρόνησιν: σημείωσαι ὅτι τὴν καταφρόνησιν ἀφροσύνην λέγει <!-- 1.123.1 -->περὶ δὲ τῶν ἔπειτα κτἑ.: τὸ ἑξῆς οὕτως· ὑπὲρ δὲ τῶν μελλόντων δεῖ τοῖς παροῦσι πράγμασι βοηθοῦντας ἐπιταλαιπωρεῖν, τουτέστι προσθεῖναι τοῖς πόνοις μεταβάλλειν τὸ ἔθος: ἀπὸ κοινοῦ τὸ πάτριον ἐξουσίᾳ: δυνάμει ὀλίγον προφέρετε: οἱ γὰρ Λάκωνες τῶν προγόνων ἦσαν ὀλίγον εὐπορώτεροι ὑπερφέρετε τῶν ἄλλων. ἃ τῇ ἀπορίᾳ ἐκτήθη: ὑπʼ ἀπορίας κινηθέντες ἐκτησάμεθα. θαρσοῦντες

  
ψιλόν τις ἐξώρθωσεν  <span class="gap">…</span> ἐνθαδὶ βλέπεις,  
  
χρεὼν τὸ λοιπὸν καὶ τὸ θαρσοῦντες τόδε  
  
θαρσοῦντας εἰπεῖν, ὡς γελῶν Τζέτζης λέγει·  
  
ἀλλʼ οὐδαμῶς, ἄνθρωπε· μηδαμῶς ξέε·  
  
οὕτω γάρ, οἶδα, Ἀττικοῦ τρόπου λόγος,  
  
θαρσοῦντες ἰέναι ἀντὶ τοῦ ἴτε γράφειν.  
  
τὰς συγγραφὰς κρίνειν δὲ τεχνικῷ τρόπῳ  
  
Σκύλλου τε τουδὶ καὶ παλαιῶν καὶ νέων  
  
Τζέτζου μόνου χάρισμα δυσμαθεστάτου·  
  
ἡ φύρσις ὅνπερ καὶ χυδαιότης βίου  
  
ἐγγωνιῶντα τῇ στοᾷ καὶ τῇ θόλῳ  
  
σύρει διαμπὰξ ἡ <span class="gap">…</span> σοφὴ κουστωδία.  
  
ἀνθʼ οὗπερ αὐτοῖς οὐδαμῶς συνειστρέχει,  
  
ὅτι τέ φησι τεχνικῶς δέον γράφειν  
  
πεζοῖς ὁμοῦ λόγοις τε καὶ τοῖς ἐν μέτρῳ,  
  
φύρειν δὲ μηδὲν μηδαμοῦ τὰ τῆς τέχνης.  
  
πηγαὶ γάρ εἰσι τῷ καλῷ βίῳ τέχναι·  
  
ὅστις δʼ ἀναιρεῖν τοὺς τεχνῶν λόγους θέλει,  
  
οὗτος παρεισφρεῖ κοπρεῶνα τῷ βίῳ,  
  
ὢν ἐκ συωδῶν, ἐξ ἀτέχνων βαρβάρων.  
  
τοῖός τις ἐσμὸς ἐξανορθοῖ τὰς βίβλους,  
  
οἷός τις ἐξώρθωσε καὶ τὴν Ἡροδότου  
  
τὴν εἰς Ὁμήρου τὴν γονὴν γεγραμμένην,  
  
Ἰωνικῇ <span class="gap">…</span> πᾶν συγγραφῇ μετατρέπων,  
  
ὡς πρὸς τὸ δόξαν οἷ σοφῷ πεφυκότι.  
  
ἐπʼ ἡμισείῃ εἰ γὰρ ἦν γεγραμμένον,  
  
εἴτʼ οὖν ἀπικνεῖται δέ, καὶ τὰ τοιάδε,  
  
εἰς φῖ σοφῶς μετῆγεν, ὀρθωτὴς μέγας,  

  
ἄλλ τε πολλὰ μὴ συνεὶς ἀποξέων  

  
κἀνθαῦτα κἀνταῦθα δὲ ποιῶν ὀρθίως  
ξυλλήψεσθαι: βοηθήσειν. τὰ μὲν φόβῳ: ἵνα μὴ δουλωθῇ <!-- 1.123.2 -->παραβεβάσθαι: ἀθετηθῆναι τὰς σπονδὰς ὑπὸ τῶν Ἀθηναίων. οἱ πρότεροι ἐπιόντες: οἱ ἄρξαντες ἀδίκων χειρῶν. <!-- 1.124.1 -->ὥστε κτἑ.: ἐντεῦθεν οἱ ἐπίλογοι πανταχόθεν: ἀπὸ πολλῶν ἀφορμῶν. εἴπερ βεβαιότατον: λείπει τὸ δοκεῖ, ἵνʼ ᾖ, εἴπερ δοκεῖ ὑπὸ Ἰώνων: διαβέβληται γὰρ τὸ ὄνομα τῶν Ἰώνων εἰς μαλακίαν, τῶν δὲ Δωριέων ἐπὶ ἀνδρείᾳ δοξάζεται καὶ τῶν ἄλλων κτἑ.: ἀπὸ κοινοῦ τὸ μέλλετε μετελθεῖν: ἀντὶ τοῦ ἀνασώσασθαι ὡς οὐκέτι ἐνδέχεται: τὸ ὡς ἀντὶ τοῦ γάρ, ἵνʼ ᾖ, οὐκέτι γὰρ ἐνδέχεται. Ὅμηρος·

  
ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς.  
τὸ δὲ περιμένοντας ἀντὶ τοῦ περιμενόντων τοὺς μέν: λείπει ἡμῶν μὴ πολὺ ὕστερον: ἀλλʼ εὐθέως δηλονότι <!-- 1.124.2 -->τάδε: ἃ εἴπομεν δηλονότι. τὸ αὐτίκα δεινόν: τὸ πρὸς ὀλίγον γινόμενον ἐκ τοῦ πολέμου ἀπʼ αὐτοῦ: τοῦ πολέμου. διὰ πλείονος: χρόνου. <!-- 1.124.3 -->καθεστηκυῖαν: γεγονυῖαν. πόλιν τύραννον: τὰς Ἀθήνας λέγει. τὸ δὲ ἑξῆς· πόλιν τύραννον παραστησώμεθα πλεονάζει τὸ τῆς τυραννίδος ὄνομα, ἵνα μᾶλλον παροξύνῃ. ἐπὶ πᾶσιν: κατὰ πάντων. διανοεῖσθαι: ἀπὸ κοινοῦ τὸ ἄρχειν. παραστησώμεθα: δουλωσώμεθα. <!-- 1.125.1 -->γνώμην: ἀπόφασιν. ψῆφον: νῦν σκέψιν· δηλοῖ δὲ ὅτι τισὶ δοκεῖ καὶ τισὶν οὔ ἑξῆς: κατὰ τάξιν. τὸ πλῆθος: τῶν Λακεδαιμονίων <!-- 1.125.2 -->ἀδύνατα: ἀντὶ τοῦ ἀδύνατον. ἐκπορίζεσθαι: ἔκ τινος πόρου λαμβάνειν. ἀπὸ τῶν ἐκτὸς εἰς ἄστυ κομίζειν, ὃ νῦν λέγουσιν σκα...ζειν ἐν τῷ κάστρῳ εἰσάγειν. κάστρον δὲ λέγεται τὸ ἄστυ, καὶ ἔστι λέξις Ἰταλική. μέλλησιν: ἀναβολήν. καθισταμένοις: παρασκευαζομένοις <!-- 1.126.1 -->ἐγκλήματα ποιούμενοι: ἐγκαλοῦντες. <!-- 1.126.2 -->τὸ ἄγος: τοὺς τὸ ἄγος δράσαντας τῆς θεοῦ: τῆς Ἀθηνᾶς <!-- 1.126.3 -->Κύλων ἦν κτἑ.: ἰστέον ὅτι τὰ κατὰ τὸν Κύλωνα ἐπράχθη σχεδὸν ἐπὶ τῆς ἐν Μαραθῶνι μάχης ἰστέον ὅτι τοῦ διηγήματος τοῦ κατὰ τὸν Κύλωνα τὴν σαφήνειάν τινες θαυμάσαντες εἶπον ὅτι λέων ἐγέλασεν ἐνταῦθα, λέγοντες περὶ Θουκυδίδου ἰστέον ὅτι τὸ διήγημα τὸ κατὰ τὸν Κύλωνα θαυμάζει σφόδρα ὁ τεχνογράφος καὶ συμβουλεύει ἐπιμελέστατα αὐτὸ ἐκμαθεῖν τοὺς νέους, ἵνα μιμήσωνται

  
γρ. ἄριστον τὠφήγημά σου  
  
κάλλιστον ἁπλοῦν ὧδε διήγημά σοι  <span class="gap">…</span>  
δυνατός: πλούσιος. <!-- 1.126.4 -->χρωμένῳ: περὶ τυραννίδος δηλονότι, ὡς ἐκ τῆς ἀποκρίσεως δείκνυται τοῦ θεοῦ ἀκρόπολιν: ταύτην γὰρ κατελάμβανον οἱ τυραννίδος ἐρῶντες <!-- 1.126.5 -->τὰ ἐν Πελοποννήσῳ: τοῦτο προσέθηκεν, ἐπειδὴ ἔστιν Ὀλύμπια καὶ ἐν Μακεδονίᾳ καὶ ἐν Ἀθήναις ὡς ἐπὶ τυραννίδι: ὡς τυραννήσων. <!-- 1.126.6 -->εἰ δὲ ἐν τῇ Ἀττικῇ κτἑ.: ἐκ τούτου δηλοῦται σαφῶς, ὅτι περὶ τῆς τῶν Διασίων τὸ μαντεῖον ἔλεγε. καὶ Ἀθηναίοις: καὶ παρʼ Ἀθηναίοις. Διάσια: ἣν καὶ ἔλεγεν ἴσως ὁ θεὸς ἑορτήν ἑορτὴ Ἀθήνῃσι τοῦ Διός, ἃ καὶ Διιπόλια καλεῖται ἐν ᾗ πανδημεὶ κτἑ.: ἐν ᾗ πανδημεὶ ἑορτάζουσι, θύουσι δὲ πολλοί ἱερεῖα: πρόβατα. θύματα ἐπιχώρια: τινὰ πέμματα εἰς ζώων μορφὰς τετυπωμένα ἔθυον ὀρθῶς γιγνώσκειν: ἀπλανῶς νοεῖν, τὸν χρησμὸν δηλονότι. τῷ ἔργῳ: τῇ τυραννίδι. <!-- 1.126.7 -->αἰσθόμενοι: αἴσθησιν τοῦ πράγματος λαβόντες. ἐπʼ αὐτούς: κατʼ αὐτῶν. <!-- 1.126.8 -->αὐτοκράτορσι: αὐτεξουσίοις διαθεῖναι: οἰκονομῆσαι. ᾗ ἄν: τὸ ᾗ ἂν ἀντὶ τοῦ ὡς ἄν  <span class="gap">…</span> <!-- 1.126.9 -->φλαύρως: ἀσθενῶς. <!-- 1.126.10 -->ἐπιέζοντο: ἐταλαιπώρουν. καθίζουσιν ἐπὶ τὸν βωμόν: καθίζουσιν ἀπὸ τοῦ καθίζω, καθέζονται ἀπὸ τοῦ καθέζομαι ἑαυτοὺς δηλονότι παρὰ τὸν βωμόν. <!-- 1.126.11 -->οἱ τῶν Ἀθηναίων ἐπιτετραμμένοι τὴν φυλακήν: οἱ ἔχοντες ἀπὸ τῶν Ἀθηναίων τὴν ἐπιτροπὴν τῆς φυλακῆς. τῶν σεμνῶν θεῶν: τῶν Ἐρινύων, κατὰ ἀντίφρασιν· ἃς μετὰ τὸν Ὀρέστην οἱ Ἀθηναῖοι πλησίον τοῦ Ἀρείου πάγου ἱδρύσαντο, ἵνα πολλῆς τιμῆς τύχωσιν <!-- 1.126.12 -->Κλεομένης: βασιλεὺς Λακεδαιμονίων, οὗ μέμνηται Ἡρόδοτος μετὰ Ἀθηναίων στασιαζόντων: ἀμφίβολον, πότερον ἤλασε μετὰ τῶν στασιαζόντων Ἀθηναίων, τουτέστι καὶ τοὺς στασιάζοντας, ἢ ἤλασε μετὰ τῶν Ἀθηναίων, ὅτι ἐστασίαζον, ἵνα μὴ ὦσιν ἐν τῇ πόλει οἱ ἀλιτήριοι· ὅπερ ἄμεινον κατῆλθον μέντοι ὕστερον: μετὰ τὸν Κλεομένην οἱ φυγαδευθέντες. <!-- 1.127.1 -->προσεχόμενον: ἔνοχον ὄντα. αὐτῷ: τῷ ἄγει. κατὰ τὴν μητέρα: κατὰ τὸ ἄγος τὸ μητρῷον. <!-- 1.127.2 -->τοῦτο: τὸ ἐκβληθῆναι διαβολὴν οἴσειν: συνέβαινε γὰρ αὐτῷ μὴ πιστεύεσθαι στρατηγίαν τοιούτῳ ὄντι αὐτῷ: τῷ Περικλεῖ. τὴν ἐκείνου ξυμφοράν: διὰ τὸ ἄγος, τουτέστι διὰ τὸ μὴ ἐκβληθῆναι αὐτὸν ὄντα ἐναγῆ τὴν ἀπὸ περιστάσεως δυστυχίαν καὶ οὐκ ἐξ οἰκείας ἀβουλίας κακοπραγία. καὶ ἐν τῇ δημηγορίᾳ καὶ οὐκ ἴσμεν ὅπως τῶνδε τριῶν τῶν μεγίστων ξυμφορῶν ἀπήλλακται· ἤτοι κακιῶν. καὶ γὰρ αἱ τῆς φύσεως ἐλαττώσεις καὶ διαπτώσεις κακίαι πάντως εἰσί. καὶ προϊὼν ἐν τῇ δημηγορίᾳ Περικλέους τὰς ἀποτυχίας εἴρηκεν ἐνδέχεται γὰρ τὰς ξυμφορὰς τῶν πραγμάτων οὐχ ἧσσον ἀμαθῶς χωρῆσαι ἢ καὶ τὰς διανοίας τοῦ ἀνθρώπου. <!-- 1.127.3 -->τῶν καθʼ ἑαυτόν: τῶν ὄντων κατὰ τὴν ζωὴν αὐτοῦ. <!-- 1.128.1 -->Ταινάρου: Ταίναρον ἀκρωτήριον τῆς Λακωνικῆς ἱερὸν Ποσειδῶνος <!-- 1.128.2 -->ἐκέλευον δὲ καί: οἱ Ἀθηναῖοι. τῆς Χαλκιοίκου: Χαλκίοικος ἡ Ἀθηνᾶ ἐν Σπάρτῃ, ἢ ὅτι χαλκοῦν εἶχεν οἶκον, ἢ διὰ τὸ στερεὸν εἶναι, ἢ διὰ τὸ τοὺς Χαλκιδεῖς τοὺς ἐξ Εὐβοίας φυγάδας αὐτὸν κτίσαι <!-- 1.128.3 -->αὐτῶν: τῶν Σπαρτιατῶν. ἐξεπέμφθη: εἰς ἀρχὴν τοῦ Ἑλλησπόντου. αὐτός: Παυσανίας. Ἑρμιονίδα: Ἑρμιονὶς ἀπὸ Ἑρμιόνης πόλεως Λακωνικῆς τὰ πρὸς βασιλέα πράγματα πράσσειν: ἐμήδιζε γάρ βουλόμενος δηλονότι τὰ τοῦ βασιλέως πράγματα ποιεῖν. <!-- 1.128.4 -->ἀπὸ τοῦδε: ἀπὸ τούτου τοῦ ἐπιφερομένου, περὶ Βυζαντίου δηλονότι <!-- 1.128.5 -->τῇ προτέρᾳ παρουσίᾳ: ἐνταῦθα τὰ περὶ τῆς πρώτης αὐτοῦ παρουσίας διηγεῖται προσήκοντες: διαφορὰ προσήκοντος καὶ συγγενοῦς. τῷ δὲ λόγῳ: τῇ φήμῃ. <!-- 1.128.6 -->αὐτῷ: τῷ Πέρσῃ. <!-- 1.128.7 -->Παυσανίας κτἑ.: ἐπιστολὴ Παυσανίου πρὸς Ξέρξην γνώμην ποιοῦμαι: διάθεσιν ποιεῖ  <span class="gap">…</span> τινα εἰ οὖν τί σε τούτων ἀρέσκει: ἀντὶ τοῦ σοί. Ἀττικὴ δὲ καὶ ἀρχαία ἡ φράσις, ἀντὶ δοτικῆς αἰτιατικῇ συντάξαι <!-- 1.129.1 -->ἡ γραφή: γραφὴ ἡ ζωγραφία καὶ ἡ κατηγορία καὶ ἐπὶ γραμμάτων ἁπλῶς ὡς τὰ νῦν ἐπὶ θάλασσαν: ἐπὶ τὰ παραθαλάσσια. ἐς Βυζάντιον: ὄντα δηλονότι. αὐτῷ: τῷ Ἀρταβάζῳ τὴν σφραγῖδα: ἡ σφραγὶς τοῦ Περσῶν βασιλέως εἶχε κατὰ μέν τινας τὴν βασιλέως εἰκόνα, κατὰ δέ τινας τὴν Κύρου, τοῦ πρώτου βασιλέως αὐτῶν, κατὰ δέ τινας τὸν Δαρείου ἵππον, διʼ ὃν χρεμετίσαντα ἐβασίλευσεν ἀποδεῖξαι: τῷ Παυσανίᾳ. παραγγέλλῃ: κελεύῃ  <span class="gap">…</span> <!-- 1.129.3 -->ὧδε λέγει κτἑ.: ἀντεπιστολὴ Ξέρξου πρὸς Παυσανίαν  <span class="gap">…</span> τῶν ἀνδρῶν: λείπει ἡ ὑπέρ κείσεταί σοι εὐεργεσία κτἑ.: διὰ παντὸς εὐεργέτης κληθήσῃ ἐν τῷ ἡμετέρῳ οἴκῳ. ἀνεῖναι: ἄνεσιν δοῦναι, ἀφεῖναι ῥᾳθυμῆσαι. <!-- 1.130.1 -->ὢν καὶ πρότερον κτἑ.: ἤγουν τιμώμενος τὰ μεγάλα ὑπὸ τῶν Ἑλλήνων. ἐν τῷ καθεστῶτι τρόπῳ: τῷ Λακωνικῷ ἀλλὰ σκευάς τε κτἑ.: ταῦτα πάντα ἐν τῇ πρώτῃ παρουσίᾳ ἐπράχθη ἐδορυφόρουν: μετὰ δοράτων προέπεμπον. Περσικήν: τρυφηλήν. <!-- 1.130.2 -->δυσπρόσοδον: δυσέντευκτον. ἐς πάντας: κατὰ πάντων. <!-- 1.131.1 -->τό τε πρῶτον: τὸ ἑξῆς· τὸ πρῶτόν τε καὶ ἐπειδή: ἐντεῦθεν ἄρχεται ἡ δευτέρα παρουσία ἐκπολιορκηθείς: τῇ πολιορκία ἐκβληθείς. τὰς Τρῳάδας: εἰσὶ γὰρ καὶ Ἀττικαί ἱδρυθείς: καθεσθείς. πράσσων: τὰ συμφέροντα ἑαυτῷ. ἐσηγγέλλετο: ἐμηνύετο. τὴν μονήν: τὴν ἀργίαν. ποιούμενος: τὸ ἐπειδή πρὸς τὸ ποιούμενος ἐπέσχον: ἑαυτοὺς δηλονότι. σκυτάλην: ἀντὶ τοῦ ἐπιστολὴν Λακωνικήν. ἦν δὲ ἡ σκυτάλη ξύλον στρογγύλον ἐξεσμένον, ἐπίμηκες. δύο δὲ παρὰ Λακεδαιμονίοις ὑπῆρχον σκυτάλαι, καὶ τὴν μὲν μίαν κατεῖχον οἱ ἔφοροι τῶν Λακεδαιμονίων, τὴν δὲ ἑτέραν τῷ ἐκπεμπομένῳ τῶν στρατηγῶν παρεῖχον. καὶ ὁπότε ἐβούλοντο ἐπιστεῖλαί τι αὐτῷ, φέροντες ἱμάντα λευκὸν περιείλουν τὴν σκυτάλην καὶ ἐπὶ τοῦ ἱμάντος ἔγραφον, καὶ ἀνελίττοντες παρεῖχον τὸν ἱμάντα τῷ ἀποφέροντι. τοῦτο δὲ ἐποίουν, ἵνα μὴ μάθωσιν οἱ ἀποφέροντες τὰ ἐν τῷ ἱμάντι γεγραμμένα. ὁ δὲ στρατηγὸς λαβὼν τὸν ἱμάντα τῇ ἑαυτοῦ σκυτάλῃ περιείλιττε, καὶ ἐγίνωσκε τὴν τῶν γραμμάτων περιοχήν. εἰ δέ τις εἴποι· καὶ πῶς εἶχεν ὁ Παυσανίας τὴν σκυτάλην, λάθρα τῆς πόλεως ἐξελθών; ῥητέον ὅτι ἀπὸ τῆς πρώτης στρατηγίας εἶχε τὴν σκυτάλην τί ἐστι σκυτάλη; γραμματεῖόν ἐστι, καθὼς ἄν τις μεταφράσειεν, ἢ ἐπιστολή. κατεσκεύαζον δὲ ἰσομήκεις σκυτάλας πρὸς τόρνον τοῦ αὐτοῦ μήκους καὶ πάχους ἀκριβῶς. τούτων μὲν τὴν ἑτέραν ἡ πόλις εἶχε, τὴν δʼ ἑτέραν ἤτοι ἁρμοστὴς μόνος ἐκπεμπόμενος ἢ βασιλεὺς ἢ ναύαρχος ἤ τις ἄλλος. ὁπότε οὖν ἐβούλοντο διαπέμψασθαι, ἀπʼ ἄκρας λευκῷ ἱμάντι περιειλοῦντες τὴν παρʼ αὐτοῖς σκυτάλην ἐπέγραφον ἐπὶ ταῖς τῶν ἱμάντων συμβολαῖς, ἀναλύσαντες δὲ ἔπεμπον. οἱ δὲ ἔκδημοι τῇ παρʼ αὐτοῖς σκυτάλῃ περιειλήσαντες ὁμοίως τὸν ἱμάντα συνετίθεσαν τὰ γράμματα καὶ τὸ ἑξῆς ἁρμόζοντες ἀνεγίνωσκον μὴ λείπεσθαι: τὸν Παυσανίαν δηλονότι. αὐτῷ: τῷ Παυσανίᾳ. <!-- 1.131.2 -->τὴν διαβολήν: τὴν κατηγορίαν. τὴν παραβολήν τὸν κίνδυνον, τὸ γεγονὸς ὑπʼ αὐτοῦ παράβολον  <span class="gap">…</span> τὸν βασιλέα δρᾶσαι τοῦτο: καὶ μὴν οὐκ ἦν βασιλεύς, ἀλλʼ ἐπίτροπος τὸ κακὸν δηλονότι. διαπραξάμενος: χρήμασι διαπραξάμενος καὶ λόγοις ἤτοι διακρουσάμενος τὴν κατηγορίαν. περὶ αὐτῶν: τῶν κατηγορημάτων. <!-- 1.132.1 -->γένους τε τοῦ βασιλείου ὄντα: Ἡρακλείδης γὰρ ἦν ἐν τῷ παρόντι: καιρῷ δηλονότι. Λεωνίδου: οὗτος ὁ Λεωνίδης ὁ ἐν Θερμοπύλαις ἀριστεύσας ἐπὶ τῶν Μηδικῶν ἀνεψιὸς ὤν: τοῦ Πλειστάρχου. <!-- 1.132.2 -->τῇ τε παρανομίᾳ: διὰ τὸ μὴ στέργειν τοῖς Λακωνικοῖς νόμοις τοῖς παροῦσι: τοῖς ἤθεσι τῶν Λακώνων ἐξεδεδιῄτητο: ἔξω τῶν Λακωνικῶν διῃτᾶτο νόμων ἐπὶ τὸν τρίποδα: οὐκ ἐν ᾧ ἐμαντεύετο ὁ Ἀπόλλων, ἀλλʼ ἕτερόν τινα, ὃν ἔλαβον οἱ Ῥωμαίων βασιλεῖς καὶ μετέθηκαν ἐπὶ τὸν ἱππόδρομον τοῦ Βυζαντίου Ἑλλήνων ἀρχηγὸς κτἑ.: ὅρα τὸ ἐν τρίποδι γραφὲν περὶ Παυσανίου ἐλεγεῖον  <span class="gap">…</span> ἡρωικόν Παυσανίας κτἑ.: ἐλεγεῖον <!-- 1.132.3 -->ἐξεκόλαψαν: ἐξορύξαντες ἀπήλειψαν. ἐν τούτῳ: ἐν τῇ κατηγορίᾳ τοῦ μηδισμοῦ. ἀπηλέγχθη γὰρ μὴ ἐμμένειν τοῖς ἤθεσι τῶν Λακεδαιμονίων. τῇ παρούσῃ διανοίᾳ: τῷ μηδισμῷ λείπει ἡ ἐν. <!-- 1.132.4 -->καὶ ἦν δὲ οὕτως: τὸ δέ ἀντὶ τοῦ γάρ. πολιτείαν: αὐτονομίαν. ξυνεπαναστῶσι: κατὰ τῆς Σπάρτης τὸ πᾶν: τὸν Μηδισμόν  <span class="gap">…</span> <!-- 1.132.5 -->τὰς τελευταίας: δῆλον ὅτι καὶ ἄλλας ἀπέστειλεν ἀνὴρ Ἀργίλιος: τινὲς κύριον, τινὲς ἐθνικόν, ἀπὸ πόλεως Θρᾴκης, ὅπερ ἄμεινον περὶ ἀγνωμοσύνης Παυσανίου τῆς εἰς τοὺς ὑπηρετοῦντας αὐτῷ παιδικά: τὸ παιδικά ὀξυτόνως, οὐδέτερον πληθυντικόν. τοῦτο δέ τινες ἐπὶ ἀγαθοῦ ἔρωτος, τινὲς ἐπὶ αἰσχροῦ λαμβάνουσι ἀντὶ τοῦ ἐρώμενος πιστότατος ἐκείνῳ: ἐθαρρεῖτο γὰρ πιστότατος ὤν πάλιν ἀφίκετο: ἐπανῆλθε. παραποιησάμενος ἀντὶ τοῦ ὁμοίαν ποιησάμενος ὁ Ἀργίλιος ἐκεῖνος: ὁ Παυσανίας ὁ Παυσανίας ἐπὰν πάλιν ζητήσῃ τὰς ἐπιστολὰς ἵνα μεταγράψῃ  <span class="gap">…</span> ὑπονοήσας κτἑ.: ὡς ἂν εἰ ἔλεγεν· εὗρε τοῦτο ἀληθές, ὃ ὑπενόει γεγράφθαι <!-- 1.133.1 -->Αὐτήκοοι: οἱ διʼ ἑαυτῶν λέγοντός τινος ἀκούοντες ἀπὸ παρασκευῆς τοῦ ἀνθρώπου: ἀπὸ συνθήματος τοῦ Ἀργιλίου καλύβην: σκηνήν. διακονίαις παραβάλοιτο: ταῖς ἀγγελίαις ταῖς ἄλλαις διαβάλλοι παραβόλως κατηγορήσειεν ἢ ὑπόπτως διακονήσειε. προτιμηθείη δέ: ἐν εἰρωνείᾳ τὸ προτιμηθείη λέλεκται τοῖς πολλοῖς: ἀντὶ τοῦ τοῖς πᾶσι <!-- 1.134.1 -->Ἀκριβῶς: ἀληθῶς. ἐποιοῦντο: ἔμελλον ποιήσειν ποιῆσαι ἐβούλοντο αὐτόν: τὸν Παυσανίαν. γνῶναι: ὅτι θυμοῦ ἐπελήρωτο ἐφʼ ᾧ: οὗ χάριν. ἄλλου δέ: ἐφόρου ὅστις ἦν φίλος τῷ Παυσανίᾳ δηλονότι ἀφανῶς νεύσαντος. χωρῆσαι δρόμῳ: λέγεται τὸν Παυσανίαν. <!-- 1.134.2 -->τὸ παραυτίκα: ἤγουν κατὰ τὸ ἐνεστός. ὑστέρησαν: καθυστερίζειν Ἀττικοὺς νόει γράφειν ἐβράδυναν. ἔνδον ὄντα τηρήσαντες: ἐξῄει γὰρ εἰς τὸ ἱερὸν πολλάκις ἀπολαβόντες ἔσω: μονώσαντες, περιείρξαντες. ἀπῳκοδόμησαν: τειχίσαντες τὰς θύρας ἀπέφραξαν. φασὶν ὅτι, ἡνίκα ἔφραξαν κατʼ αὐτοῦ τὸ οἴκημα, ἡ μήτηρ αὐτοῦ Ἀλκιθέα πρώτη λίθον ἐπέθηκε· τοιαῦται γὰρ αἱ Λακωνικαὶ γυναῖκες. τεκμήριον δὲ τοῦτο τοῦ μισοτυράννους εἶναι τοὺς Λάκωνας <!-- 1.134.3 -->ἐξάγουσιν: ἵνα δῆθεν μὴ ἀσεβήσωσιν. ἑτέρῳ δὲ τρόπῳ ἠσέβησαν, ἐν ἱερῷ αὐτὸν πολιορκήσαντες <!-- 1.134.4 -->ἐμέλλησαν: ἐσκόπησαν, ἐβουλεύσαντο, ἐγγὺς ἐγένοντο — ἐμέλισαν — σημείωσαι ἐμελοκόπησαν, εἰς δύο ἔτεμον  <span class="gap">…</span> ἐς τὸν Κεάδαν: ὁ Κεάδας τόπος ὀρωρυγμένος ἐν Λακωνικῇ, ὅπου τοὺς κακούργους εἰώθασι ῥίπτειν Κεάδας τόπος τις παρὰ Λακεδαιμονίοις, εἰς ὃν ἐνέβαλλον τοὺς κακούργους, ὡς Ἀθηναῖοι εἰς τὸ βάραθρον ἐμβαλεῖν δηλονότι. ἐσβάλλειν: εἰώθεισαν πλησίον που: τοῦ Κεάδου ὁ ἐν Δελφοῖς: ὁ Ἀπόλλων. τόν τε τάφον: τάφον τὸ σῶμα λέγει τὸ σῶμα ἢ τὴν ταφήν ἐν τῷ προτεμενίσματι: ἐν τῷ πρὸ τοῦ ἱεροῦ προαστείῳ ὁ πρὸ τοῦ ἱεροῦ καὶ τοῦ τεμένους τόπος ἐν τῷ προπυλαίῳ. δύο σώματα κτἑ.: τουτέστι δύο ἐφόρους ἀποθανεῖν ἀντʼ αὐτοῦ· οἱ δὲ ἐσοφίσαντο τοὺς ἀνδριάντας ἀνδριάντας δύο κτἑ.: ἀνθʼ ἑνὸς σώματος τοῦ Παυσανίου δύο στήλας τοῦ Παυσανίου ἀνέθηκαν. <!-- 1.135.2 -->Τοῦ δὲ μηδισμοῦ τοῦ Παυσανίου κτἑ.: παρέκβασις, διὰ τὸ ἀκόλουθα εἶναι ταῦτα τῷ κατὰ Παυσανίαν· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ ἄγος συμβάλλεται <!-- 1.135.3 -->ὠστρακισμένος: διὰ τὸ φρόνημα, ὃ εἶχεν ὁ Θεμιστοκλῆς περὶ τῆς Σαλαμῖνος, ἐξωστρακίσθη ὑπὸ Ἀθηναίων, ἵνα τὸ φρόνημα αὐτοῦ καθέλωσιν εἴρητο: ἐνετέταλτο. <!-- 1.136.1 -->Φεύγει: φυγὴ Θεμιστοκλέους ὢν αὐτῶν εὐεργέτης: ἐπειδὴ γὰρ οὐ συνεμάχησαν οἱ Κερκυραῖοι τῇ Ἑλλάδι κατὰ τοῦ βαρβάρου, ἀλλὰ ἐσοφίσαντο, ἔμελλον αὐτοὺς ἀνελεῖν οἱ πολεμήσαντες. ὁ δὲ Θεμιστοκλῆς ἐκώλυσε λέγων ὅτι, εἰ τοῦτο γένηται καὶ τὰς μὴ συμμαχησάσας πόλεις ἀνέλωμεν, μεῖζον πάθος ἔσται τῇ Ἑλλάδι ἤπερ εἰ ὁ Πέρσης αὐτῆς κυριεύσας ἐπεξῆλθε. καὶ διὰ τοῦτο ἦν εὐεργέτης ἀπέχθεσθαι: ἐχθρὸς γενέσθαι. διακομίζεται: ἄγεται. ἐς τὴν ἤπειρον τὴν καταντικρύ: τὴν Θεσπρωτίδα <!-- 1.136.2 -->πύστιν: φήμην. οὐ φίλον: πέμψαντος γάρ ποτε Ἀδμήτου Ἀθήναζε περὶ συμμαχίας αἰτήσεως ὁ Θεμιστοκλῆς ἀνέπεισε τὴν πόλιν μὴ δοῦναι αὐτῷ βοήθειαν, καὶ διὰ τοῦτο οὐκ ἦν αὐτῷ φίλος καταλῦσαι: καταλῦσαι κυρίως ἐπὶ τῶν ὀχουμένων ἐπὶ ἅρματος, κατάγεσθαι δὲ ἐπὶ νεώς <!-- 1.136.3 -->ἐπὶ τὴν ἑστίαν: ἔνθα τὸ πῦρ ἀνάπτεται εἰς τιμὴν θεοῦ τινος <!-- 1.136.4 -->οὐκ ἀξιοῖ: οὐκ ἄξιον νομίζει εἶναι τοῦ Ἀδμήτου αὐτός: ὁ Θεμιστοκλῆς αὐτῷ: τῷ Ἀδμήτῳ  <span class="gap">…</span> ὑπʼ ἐκείνου: τοῦ Ἀδμήτου. τὸ δὲ ἑξῆς· ὑπὸ πολλῷ ἐκείνου ἀσθενεστέρου. πᾶς γὰρ ὁ τυχὼν τὸν δυστυχοῦντα δύναται τιμωρεῖσθαι αὐτός: ὁ Θεμιστοκλῆς ἐκείνῳ: τῷ Ἀδμήτῳ χρείας τινὸς κτἑ.: χρείας τινὸς ἔξωθεν καὶ οὐχὶ περὶ ζωῆς καὶ θανάτου ἐκεῖνον: τὸν Ἄδμητον αὐτόν: τὸν Θεμιστοκλέα ἐφʼ ᾧ: οὗ ἕνεκα. ἀποστερῆσαι: ἀπὸ κοινοῦ τὸ οὐκ ἀξιοῖ <!-- 1.137.1 -->Ὥσπερ καὶ ἔχων κτἑ.: αὐτῷ τῷ σχήματι πολλὰ εἰποῦσιν: ἀντὶ τοῦ ἀπειλήσασιν ἐς Πύδναν: ἕως τῆς Πύδνης. τὴν Ἀλεξάνδρου: πόλιν δηλονότι, τοῦ Φιλέλληνος. <!-- 1.137.2 -->καταφέρεται κτἑ.: ἄλλο δυστύχημα Θεμιστοκλέους ἐπολιόρκει Νάξον: διὰ τὴν ἀποστασίαν αὐτῆς διʼ ἃ φεύγει: ὅτι καὶ αὐτὸν φήσει συνειδότα ἐπὶ προδοσίᾳ φεύγειν τὸν Θεμιστοκλέα ἀπομνήσεσθαι ἀποδοῦναι μνησθέντα. ἀποσαλεύσας: ἀποφυγὼν ἐκ τοῦ λιμένος καὶ σάλῳ ὁμιλήσας, τουτέστι τῷ ἀλιμένῳ τόπῳ, ἔνθα σάλος γίνεται <!-- 1.137.4 -->Θεμιστοκλῆς ἥκω: ἐπιστολὴ Θεμιστοκλέους λείπει ἐν τοῖς τοιούτοις ἡ ὤν μετοχή, ἵνʼ ᾖ οὕτως· Θεμιστοκλῆς ὤν. καὶ, ἥκω Διὸς παῖς ὤν Θεμιστοκλῆς ὢν ἢ ἐγὼ ὁ Θεμιστοκλῆς πλείῳ ἀγαθά: εἴργασμαι δηλονότι. ἐν τῷ ἀσφαλεῖ μὲν ἐμοί: τὰ πράγματα ἦσαν δηλονότι. ἡ ἀποκομιδή: ἡ ὑποστροφή. εὐεργεσία: ἀντίχαρις. γράψας κτἑ.: ταῦτα κεῖται παρʼ Ἡροδότῳ ἀκολούθως, ὡς ἐπράχθη διʼ αὐτόν: τὸν Πέρσην. ἐπισχών: ἐπιμείνας <!-- 1.138.1 -->Αὐτοῦ τὴν διάνοιαν: ὅτι εἶπεν, ἐπειδὴ ἴσχυσε, μηχανῇ τινι σῶσαι τὸν πατέρα αὐτοῦ τὴν γνῶσιν. ὃν ἐπέσχε: ἐσκόπει γάρ, εἴ πως αὐτὸν ἐν τῷ μεταξὺ ἀνακαλέσοιντο οἱ Ἀθηναῖοι ἑαυτὸν δηλονότι. τῶν ἐπιτηδευμάτων: τῶν ἐθῶν. <!-- 1.138.2 -->αὐτῷ: τῷ Πέρσῃ. ὅσος οὐδείς πω Ἑλλήνων: Ἱστιαῖος καὶ Ἱππίας καὶ Δημάρητος καὶ οἱ ἄλλοι τοῦ Ἑλληνικοῦ: ἔθνους δηλονότι. ὑπετίθει αὐτῷ: ὑπέβαλλε τῷ Πέρσῃ. διδούς: ἀντὶ τοῦ διδόναι. <!-- 1.138.3 -->ἦν γὰρ ὁ Θεμιστοκλῆς κτἑ.: ἐγκώμιον Θεμιστοκλέους φύσεως ἰσχύν: τῆς κοινῆς τῶν ἀνθρώπων, ὅσον δύναται ἐς αὐτό: εἰς τὴν φύσιν εἰς τὴν ἰσχὺν τῆς φύσεως. θαυμάσαι: ἀντὶ τοῦ θαυμασθῆναι τινὰ αὐτοῦ οἰκείᾳ: φυσικῇ. οἰκείᾳ γὰρ ξυνέσει: ἄνευ μαθήσεως τὴν ξύνεσιν οὔτε προμαθὼν ἐς αὐτὴν οὐδέν: οὔτε ἀπὸ προμαθήσεως ἀγαγών τι ἐς αὐτήν, ἤτοι τὴν ἰσχὺν τῆς φύσεως. τῶν τε παραχρῆμα: τῶν παραπιπτόντων. γνώμων: κριτής ἐπὶ πλεῖστον: καλῶς τὸ ἐπὶ πλεῖστον· θεοῦ γὰρ μόνου τὸ πάντα εἰδέναι οἷός τε: ἦν δηλονότι. ὧν δʼ ἄπειρος εἴη κτἑ.: οἷον· καὶ ἐν τούτοις τοῖς ἀγνώστοις οὐ διημάρτανε τῆς κρίσεως. τό τε ἄμεινον ἢ χεῖρον: ὡς ἐδήλωσε καὶ ἐπὶ τῶν νεῶν τῆς κτίσεως καὶ ἐπὶ τῆς Σαλαμῖνος καὶ ἀλλαχοῦ τὸ συνοῖσον ἢ τὸ βλαπτικόν. μάλιστα: τῶν ἄλλων δηλονότι. αὐτοσχεδιάζειν: ἑτοίμως λέγειν. <!-- 1.138.4 -->τελευτὴ Θεμιστοκλέους  <span class="gap">…</span> φαρμάκῳ ἀποθανεῖν αὐτόν: αἷμα γὰρ ταύρειον πιὼν ἀπέθανεν ἀδύνατον νομίσαντα κτἑ.: τοὺς μακροὺς ἐπαίνους ἐν τούτοις ἀνέτρεψας, Θουκυδίδη, ἄφρονος ἔργον ἀνδρὸς δεδρακέναι δείξας. εἰ γὰρ τὸ μέλλον, ὡς ἔφης, προέβλεπεν ὁ Θεμιστοκλῆς, πῶς ἃ μὴ ἦν δυνατὸς τελέσαι ὑπέσχετο, μὴ προγνοὺς ὡς ἡ τῶν Ἑλλήνων ἰσχὺς ἀκαταγώνιστος ἦν ἐκ τῶν προλαβόντων; <!-- 1.138.5 -->τῇ Ἀσιανῇ: δύο γάρ εἰσι Μαγνησίαι, Θεσσαλὴ καὶ Ἀσιανή ἔστι γὰρ καὶ Θεσσαλική  <span class="gap">…</span> Μυοῦντα: πόλις Καρίας ὁ Μυοῦς <!-- 1.138.6 -->τὰ μὲν κατὰ Παυσανίαν κτἑ.: ὥσπερ σχετλιάζων καὶ ἀνοιμώζων ταῦτά φησιν ὁ συγγραφεύς <!-- 1.139.1 -->Περὶ τῶν ἐναγῶν τῆς ἐλάσεως: καὶ ἄλλας γὰρ ἐποιήσαντο, ἀπελάσαι τοὺς ἐννέα ἄρχοντας ψήφισμα: ὃ ἔγραψε Περικλῆς ἐν ᾧ: ψηφίσματι αὐτούς: τοὺς Μεγαρεῖς τοῖς λιμέσι: οὐ τοῦ Πειραιῶς μόνον, ἀλλὰ παντὸς λιμένος ὧν ἦρχον οἱ Ἀθηναῖοι <!-- 1.139.2 -->ὑπήκουον: τοῖς Λακεδαιμονίοις. ἐπικαλοῦντες: ἰδίως εἶπε νῦν ἀντὶ τοῦ ἐγκαλοῦντες ἐπεργασίαν — ἐπʼ ἐργ. —: περιττὴ ἡ ἐπί πρόθεσις τῆς γῆς τῆς ἱερᾶς: τὴν γῆν λέγει τὴν μεταξὺ Μεγάρων καὶ τῆς Ἀττικῆς, ἥντινα ἀνέθεσαν ταῖς Ἐλευσινίαις θεαῖς. τὴν αὐτὴν δὲ λέγει καὶ ἀόριστον. ἀόριστος δέ ἐστιν ἡ μὴ ἔχουσα ὅρους μηδὲ σπειρομένη· ἡ γὰρ σπειρομένη ὅρους ἔχει, ἅτε οὖσα μεμερισμένη ἕως οὗ ἐστιν ἑκάστου τὸ δίκαιον τῆς διακρατήσεως τῆς ἀορίστου: τῆς πολλῆς. ἀνδραπόδων ὑποδοχήν: ὡς ὅτι δούλους αὐτῶν ἀποφεύγοντας ἐδέχοντο <!-- 1.139.3 -->λεγόντων ἄλλο μὲν οὐδέν: οἷον περὶ Ποτιδαίας καὶ τῶν ἄλλων γνώμας: βουλάς. ἅπαξ: παντελῶς <!-- 1.139.4 -->ὡς μὴ ἐμπόδιον εἶναι τὸ ψήφισμα: τὸ ψήφισμα οὐ τὸ Μεγαρέων, ἀλλὰ τὸ μὴ εἶναι αὐτονόμους τοὺς Ἕλληνας καθελεῖν: τὸν πόλεμον <!-- 1.140.1 -->Τῆς μὲν γνώμης κτἑ.: δημηγορία Περικλέους θʹ ὀργῇ: διανοίᾳ, τρόπῳ, σκοπῷ ἀναπειθομένους: περιττὴ ἡ ἀνά· τουτέστι πειθομένους πρὸς δὲ τὰς ξυμφοράς: πρὸς τὰ συμβαίνοντα τρεπομένους: μεταβαλλομένους. τοῖς κοινῇ δόξασιν ... βοηθεῖν: καὶ μὴ ἐκ τοῦ ἐναντίου ἀπολιγωρεῖν τὸν πόλεμον μηδὲ τὸν συμβουλεύσαντα αἰτιᾶσθαι ἢ μηδὲ κατορθοῦντας: ἀντὶ τοῦ ἢ μηδὲ κατορθούντων· ἀντίπτωσις γάρ ἐνδέχεται γὰρ κτἑ.: κατασκευή τὰς ξυμφοράς: τὰς ἀποβάσεις. ἀμαθῶς: ἐσφαλμένως. <!-- 1.140.2 -->πρότερον: ὅτε ἐκώλυον τὸ τεῖχος γενέσθαι εἰρημένον: ἐν ταῖς σπονδαῖς ταῖς τριακοντούτεσι ὑπεσχημένου ὄντος τοῦ πράγματος. τῶν διαφορῶν: τῶν ὑποθέσεων ἐξ ὧν διάφορα φρονοῦμεν. δέχονται: λύειν τὰ διάφορα ταῖς δίκαις. βούλονται δὲ πολέμῳ μᾶλλον κτἑ.: τυραννικῶς λόγοις: διαδικασίαις. <!-- 1.140.3 -->καθαιρεῖν: ἀκυροῦν. <!-- 1.140.4 -->προύχονται: προβάλλονται αἰτίαν ὑπολίπησθε: ἀντὶ τοῦ αἰτιάσησθε <!-- 1.140.5 -->πεῖραν τῆς γνώμης: εἴτε φοβούμεθα Λακεδαιμονίους εἴτε καὶ μή οἷς: τοῖς Λακεδαιμονίοις. τοῦτο: τὸ καθελεῖν τὸ Μεγαρέων πινάκιον. ἀπισχυρισάμενοι: ἀπʼ ἰσχυροῦ ποιησάμενοι ἰσχυρῶς ἀπαγορεύσαντες. προσφέρεσθαι: ὁμιλεῖν. <!-- 1.141.1 -->Ὑπακούειν: πάντοτε, ὁσάκις ἂν κελευώμεθα βλαβῆναι: ἐκ τῆς φύσεως τοῦ πράγματος. ἢ εἰ πολεμήσομεν κτἑ.: ἀπὸ κοινοῦ τὸ διανοήθητε ξὺν φόβῳ: ἐὰν γὰρ ὑπακούσωμεν αὐτοῖς, φησίν, ἐν τούτῳ, λοιπὸν καὶ περὶ τῶν ἄλλων δεδοίκαμεν δικαίωσις: κέλευσις, πρόσταξις αὐθεντία  <span class="gap">…</span> τὸ δικαιοῦν διὰ μικρὰν πρόφασιν μὴ δέχεσθαι πόλεμον. πρὸ δίκης: πρὸ τοῦ δικάσασθαι <!-- 1.141.2 -->οὐκ ἀσθενέστερα ἕξομεν: οὐκ ἀσθενεστέρως διακεισόμεθα. <!-- 1.141.3 -->αὐτουργοί: διʼ ἑαυτῶν τὴν γῆν ἐργαζόμενοι, σπάνει δούλων ἄπειροι: ἀδίδακτοι. ὑπὸ πενίας: τῶν πόλεων δηλονότι. <!-- 1.141.4 -->πληροῦντες ἀνδρῶν δηλονότι. ἀπὸ τῶν αὐτῶν ἐξ ὧν ἔχουσιν. θαλάσσης εἰργόμενοι: θαλασσοκράτορες γὰρ οἱ Ἀθηναῖοι <!-- 1.141.5 -->αἱ βίαιοι ἐσφοραί: οἱ γὰρ Λακεδαιμόνιοι, ἅτε πένητες, βιαίως εἰσέφερον ἀνέχουσι: βαστάζουσι σώζουσι αὐξάνουσι. τὸ μέν: τὸ τῶν σωμάτων, ὡς σώσοντες αὐτὰ ἐκ τῶν πολέμων. δεῖ δὲ ὑποστίξαι εἰς τὸ μέν πιστόν: βέβαιον. τὸ δέ: τὸ τῶν χρημάτων οὐκ ἔστι, φησί, βέβαιον, ὅπως μὴ δαπανηθῶσι μὴ οὐ προαναλώσειν: σημείωσαι· μὴ προαναλώσειν τὰ χρήματα πρὸ τοῦ πολέμου τὸ βέβαιον οὐκ ἔχουσιν. οἱ δʼ αὐτουργοὶ τοῦ πολέμου τὸ πιστὸν ἔχουσιν ὅτι περιγενήσονται, διότι τοῖς κινδύνοις ὑπομένειν ἐμελέτησαν  <span class="gap">…</span> <!-- 1.141.6 -->πολεμεῖν δὲ κτἑ.: καθὸ μόνοις τοῖς σώμασι θαρσοῦσιν, οἱ δὲ Ἀθηναῖοι πρὸς τοῖς σώμασι καὶ τοῖς χρήμασιν ἀντιπαρασκευήν: ἀνθόπλισιν. μήτε βουλευτηρίῳ ἑνὶ χρώμενοι: αὐτόνομοι γὰρ πάντες οὐχ ὁμόφυλοι: οἱ μὲν γὰρ Δωριεῖς, οἱ δὲ Αἰολεῖς, οἱ δὲ Βοιωτοί <!-- 1.141.7 -->τὰ οἰκεῖα φθεῖραι: ἐκ τοῦ πολεμεῖν τῇ ἀπουσίᾳ ἰστέον ὅτι τὴν τῆς δημοκρατίας διαβολὴν πᾶσαν ἐνταῦθα ἔθηκε χρόνιοι: διὰ χρόνου πολλοῦ. μορίῳ: μορίῳ ἡμέρας βουλεύονται. βλάψειν: τὰ κοινά <!-- 1.142.1 -->Κωλύσονται: ἀντὶ τοῦ κωλυθήσονται σχολῇ: βραδέως. διαμέλλωσι: βραδύνωσι. οὐ μενετοί: οὐ μένουσι, φησίν, ἀλλʼ εἰσὶν ὀξεῖς <!-- 1.142.2 -->ἡ ἐπιτείχισις: ἐπιτείχισίς ἐστι τὸ πόλιν τινὰ ἑτέραν πλησίον ἄλλης τειχίσαι διὰ τὸ φρουρεῖν καὶ λυμαίνεσθαι τὴν γῆν <!-- 1.142.3 -->τὴν μέν: τὴν ἐπιτείχισιν ἀντίπαλον: ἀντίπαλος ἴσος ἐκείνοις ἡμῶν ἀντεπιτετειχισμένων: δυνατῶν ὄντων ἡμῶν ἀντεπιτειχίσαι ἐκείνοις. <!-- 1.142.4 -->καταδρομαῖς: ἐφόδοις. αὐτομολίαις: δεχόμενοι τοὺς αὐτομόλους δούλους <!-- 1.142.7 -->ἀπὸ τῶν Μηδικῶν: ἀλλὰ δηλονότι καὶ πρὸ τῶν Μηδικῶν <!-- 1.142.8 -->ἐν τῷ μὴ μελετῶντι: ἀντὶ τοῦ ἐν τῷ μὴ μελετᾶν <!-- 1.142.9 -->ὥσπερ καὶ ἄλλο τι: ἢ ἐπιτήδευμα ἢ πρᾶγμα ἐκείνῳ: τῷ ναυτικῷ. <!-- 1.143.1 -->Εἴ τε καὶ κινήσαντες κτἑ.: τοῦτό φησιν, ὅτι οὐ δεινόν, εἰ Λακεδαιμόνιοι μισθῷ μείζονι ἀπὸ τῶν Ὀλυμπίασιν ἢ Δελφοῖς χρημάτων ἐπειρῶντο ὑποκλέπτειν τοὺς ἡμετέρους συμμάχους· τοὐναντίον γὰρ ἂν ἦν δεινόν, εἰ πρὸς ἄλλους μετὰ τῶν ἡμετέρων μετοίκων εἰσέβαλλον, μὴ ὄντων ἡμῶν ἀντιπάλων. βούλεται δὲ διὰ τούτων δεῖξαι ὅτι οἱ Λακεδαιμόνιοι μεθʼ ἡμῶν μὲν ἢ μετὰ τῶν ἡμετέρων συμμάχων ἰσχυροί εἰσι, καὶ δεινὸν ἔνθα εἰσβάλλοιεν· μόνοι δὲ αὐτοὶ μετὰ τῶν ἰδίων συμμάχων ἀδύνατοι, μήτε ναυτικὸν ἔχοντες μήτε πολέμων ἐμπειρίαν. νῦν δὲ τοῦτο ἡμῶν ὄντων, ἤγουν ἀντιπάλων, οἷον κυβερνήτας ἔχομεν πολίτας καὶ τὴν ναυτικὴν ἐμπειρίαν, ὡς δὲ καὶ πολεμικήν, οὐ δεινόν, εἰ Λακεδαιμόνιοι καθʼ ἡμῶν ἥκοιεν. μὴ ὄντων κτἑ.: τῶν Λακεδαιμονίων μὴ ὄντων, καὶ αὐτῶν ναυτικῶν ὄντων δεινὸν ἂν ἦν: εἰ ἦν αὐτοῖς, φησί, κατʼ ἄλλων ὁ πόλεμος, μὴ καθʼ ἡμῶν, οἳ καὶ πολίτας ἔχομεν κυβερνήτας, δεινὸν ἂν ἦν ἐκείνοις τὸ τοὺς Λακεδαιμονίους λαβεῖν τοὺς ἡμετέρους ξυμμάχους· νῦν δὲ καθʼ ἡμῶν ὄντος αὐτοῖς τοῦ πολέμου, οὐκ ἔστιν ἡμῖν τοῦτο δεινόν. τὸ δὲ εἰσβάντων αὐτῶν τε καὶ τῶν μετοίκων περὶ Λακεδαιμονίων λέγει, ὅτι ἔμελλον δεινοὶ εἶναι ἐκείνοις, εἰσβάντες κατʼ αὐτῶν μετὰ τῶν ἡμετέρων ἀποίκων, οὓς ὑποκλέπτουσιν ἐξ ἡμῶν. ἄλλοι δὲ οὕτω φασίν, ὅτι δεινὸν ἡμῖν ἔμελλεν εἶναι τοῦτο, ὑποκλέπτειν τοὺς παρʼ ἡμῖν ξένους τῶν ναυτῶν, εἰ μὴ ἱκανοὶ ἦμεν ἡμεῖς, καὶ οἱ μέτοικοι ἐλθεῖν κατʼ αὐτῶν καὶ ἐκτὸς τῶν ξένων. νῦν δὲ οὐκ ἔστιν ἡμῖν τοῦτο δεινόν, ἐπειδὴ ἱκανοί ἐσμεν καὶ χωρὶς τῶν ξένων ἐλθεῖν κατʼ αὐτῶν μετὰ τῶν μετοίκων ἡμῶν, τουτέστιν Ἰώνων τόδε: τὸ ἀντιπάλους ἡμᾶς αὐτοὺς μετὰ τῶν μετοίκων εἶναι αὐτοῖς <!-- 1.143.2 -->οὐδεὶς ἂν δέξαιτο κτἑ.: οὐδεὶς ἄν, φησί, θελήσειε ξένος τὴν πατρίδα φεύγειν καὶ μετὰ τῶν ἀσθενεστέρων, τουτέστι Λακεδαιμονίων, ἀγωνίζεσθαι διὰ μισθὸν ὀλιγήμερον. τὸ δὲ τὴν πατρίδα φεύγειν δηλοῖ ὅτι σύμμαχοι καὶ ὑπήκοοί εἰσιν αὐτῶν. καὶ δῆλον ὅτι, ἐὰν τοῖς Λακεδαιμονίοις διὰ μείζονα μισθὸν προσχωρήσωσι, διωχθήσονται ὑπὸ τῶν ἀστῶν ἕκαστος βιαζόμενος πολιορκουμένων ὑπὸ Ἀθηναίων διὰ τὴν ἀπόστασιν τῶν ναυτῶν τήν τε αὐτοῦ: κατοικίαν. τῆς ἥσσονος: ἥσσονες γὰρ τὰ θαλάσσια οἱ Λάκωνες <!-- 1.143.4 -->ἤν τε: ὁ τε περισσός οὐκέτι ἐκ τοῦ ὁμοίου ἔσται κτἑ.: πλέον, φησί, βλαβήσονται μέρους τῆς Πελοποννήσου δῃωθέντος ἤπερ ὅλη ἡ Ἀττική. κατὰ πολὺ γὰρ μείζων ἡ Πελοπόννησος τὸ τῆς θαλάσσης κράτος: ὅπερ ἔχομεν δηλονότι <!-- 1.143.5 -->εἰ γὰρ ἦμεν νησιῶται: δηλονότι ἡμεῖς τίνες ἂν ἀληπτότεροι ἦσαν: δηλονότι ἢ ἡμεῖς· οὐ γὰρ ἔχουσιν οἱ Λακεδαιμόνιοι ναῦς. χρὴ οὖν ἡγήσασθαι ἡμᾶς νησιώτας καὶ ὡς νῆσον τὴν πόλιν οἰκεῖν, τῶν ἀγρῶν μὴ φροντίζοντας οἰκίας: τὰς ἐν τοῖς προαστείοις αὖθις: εἰς τὸ μέλλον. ἡσυχάσουσι: οἱ Λακεδαιμόνιοι. ὀλόφυρσιν: θρῆνον, λύπην ποιεῖσθαι: χρὴ δηλονότι. τῶν σωμάτων: τῶν ἀνδρῶν τάδε: τὰ κτήματα. οὐχ ὑπακούσεσθε: οὐχ ὑπείξετε. <!-- 1.144.1 -->Πολλὰ δὲ καὶ ἄλλα κτἑ.: ἐντεῦθεν οἱ ἐπίλογοι ἀρχήν τε μὴ ἐπικτᾶσθαι: αἰνίττεται Σικελίαν καὶ Ἰταλίαν, ἧς ἐπεθύμουν κρατῆσαι διανοίας: ἐπιβουλάς. <!-- 1.144.2 -->ἐκεῖνα: τὰ περὶ Σικελίας ἢν καὶ Λακεδαιμόνιοι ξενηλασίας μὴ ποιῶσι: ἀδύνατον αὐτοῖς ἀντέθηκεν, ὅπερ ἐκεῖνοι ποιεῖν οὐκ ἠνέσχοντο τὸ τοὺς ξένους ἐλαύνειν ἐκεῖνο: τὸ περὶ Μεγαρέων ψήφισμα τόδε: τὸ ξενηλατεῖν τοῖς Λακεδαιμονίοις: οἶμαι τὸ τοῖς Λακεδαιμονίοις ἁμάρτημα τοῦ γραφέως ἐνθέντος τῷ κειμένῳ, ὅπερ ἦν ἑρμηνεία τοῦ σφίσι ἔξωθέν τινι πρότερον ἐπιτεθεῖσα. ἐπιτηδείως: ὀλιγαρχικῶς <!-- 1.144.3 -->πολεμεῖν: ἡμᾶς δηλονότι. ἔκ τε τῶν μεγίστων κινδύνων ὅτι κτἑ.: ἀπὸ κοινοῦ τὸ εἰδέναι χρή <!-- 1.144.4 -->ὑποστάντες: δεξάμενοι. οὐκ ἀπὸ τοσῶνδε: οὐκ ἀπὸ τοσαύτης παρασκευῆς, ἀλλὰ ἐλάσσονος γνώμῃ: συνέσει, φρονήσει γνώμῃ τε πλέονι ἢ τύχῃ κτἑ.: ἐπὶ πλέον ἐνταῦθα τῶν ἄλλων ἡ Γοργίειος ἐλήφθη παρίσωσις, καὶ ἔστιν οὐκ ἄχαρις διὰ τὴν ταχεῖαν πλοκὴν τοῦ ὀνόματος. <!-- 1.144.5 -->ὧν: τῶν πατέρων. ἐπιγιγνομένοις: παισὶν ἡμῶν δηλονότι. <!-- 1.145.1 -->Γνώμῃ: βουλῇ. ἔφρασε: ἡρμήνευσεν. τὸ ξύμπαν: τὸ κεφάλαιον ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ: ἐξ ἰσοτιμίας καὶ οὐχὶ κελευόμενοι οἱ μέν: οἱ Λακεδαιμόνιοι. <!-- 1.146.1 -->Ἐν αὐταῖς: ταῖς αἰτίαις καὶ διαφοραῖς ἀκηρύκτως: ἄνευ κηρυκείου, ὡς πρὸς φίλους δῆθεν. οἱ γὰρ πρὸς ἐχθροὺς ἀπιόντες ἀσφαλείας ἕνεκεν, ὁσάκις ἠβούλοντο, μετὰ κηρυκείου ἀπῄεσαν, οὓς ἀνόσιον ἡγοῦντο καὶ ἀσεβὲς κακουργεῖν

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uku-aaa`.
