---
title: On the Virtues of Herbs
title_greek: Περὶ τῶν ἀρετῶν τῶν βοτάνων
author: Thessalus of Cos
eul_wid: ece-ad
eul_aid: ece
canonical: "https://eulogikon.org/works/thessalus-cos-virtues-herbs-ece-ad"
period: Classical
dialect: Ionic
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Virtues of Herbs

*Περὶ τῶν ἀρετῶν τῶν βοτάνων*

**Author:** Thessalus of Cos

**eul_wid:** `ece-ad` · [HTML page](https://eulogikon.org/works/thessalus-cos-virtues-herbs-ece-ad)

## Text

### 2 prol 1

Διασεσαφηνισμένων οὖν σοι τῶν καθ’ ἕκαστον ζῴδιον βοτανῶν καὶ τῶν τούτων δυνάμεων ἀνάγκη καὶ τὰς καθ’ ἕκαστον τῶν ζʹ ἀστέρων παραδοῦναι ἐνεργείας καὶ διαθέσεις. Ἡλίου βοτάνη κιχώριον Πρώτη βοτάνη ἡλίου ἡ προσαγορευομένη ἡλιοτρόπιον· εἰσὶ δὲ πλείονα εἴδη ἡλιοτροπίων, ἀλλὰ τούτων πάντων ἐνεργέστατόν ἐστιν τὸ λεγόμενον κιχώριον.

### 2 1 2

τούτου ὁ χυλὸς μίσγεται μετὰ ῥοδίνου καὶ γίνεται σύγχρισμα. εὐθετεῖ δὲ καρδιακοῖς καὶ ἀπαλλάσσει, λύει δὲ τριταίας καὶ τεταρταίας περιόδους καὶ σὺν ἐλαίῳ δὲ ὠμῷ ἴσῳ ἴσος μιγνύμενος κεφαλαλγίας παύει.

### 2 1 4

εἰ δέ τις πρὸς ἀνατολὴν βλέπων χρίσει τῷ χυλῷ ἑαυτοῦ τὸ πρόσωπον ἐπικαλεσάμενος τὸν βοϛλˈν καὶ δεηθεὶς δοῦναι αὐτῷ χάριν, ἔσται προσφιλέστατος πᾶσιν ἀνθρώποις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. σκευάζεται δὲ ἐκ τῆς ῥίζης {καὶ} καταπότια πρὸς καρδιακοὺς καὶ στομαχικούς, ὅσοις ὁ στόμαχος κεκάκωται {καὶ} μὴ προσιέμενος τὰς τροφάς, καὶ ἐπὶ τῶν προσλαμβανόντων μέν, ἀπεπτούντων δέ· στάχυος δρ.

### 2 1 5

ηʹ, κρόκου δρ. βʹ, μέλιτος ποντικοῦ δρ. ιδʹ, σχίνου ἄνθους δρ. ϛʹ, ζιγγεβέρεως δρ. δʹ, πεπέρεως δρ. δʹ, ἀσφάλτου δρ. βʹ, γλυκανίσου δρ. δʹ, μαστίχης δρ. δʹ, τῆς ῥίζης τῆς βοτάνης δρ. κδʹ. ταῦτα λεάνας ἀναλάμβανε οἰνομέλιτι ὡς παλαιοτάτῳ καὶ ποίει τροχίσκους ἄγοντας ἀνὰ δρ. αʹ καὶ δίδου ἀνὰ ἕνα, τοῖς μὲν καρδιακοῖς δι’ ὕδατος, τοῖς δὲ στομαχικοῖς δι’ οἴνου καλλίστου. {Σελήνης βοτάνου} Σελήνης βοτάνη ἀγλαοφῶτις {Αὕτη ἐστὶν ἡ . [10]

### 2 2 1

..} Αὕτη ἐν τῷ τῆς Ἀραβίας ἐπὶ τὸ πλεῖστον γεννᾶται κλίματι. καὶ πάσχει ὅμοιόν τι τῆς Σελήνης· αὐξανομένης γὰρ αὐτῆς αὔξεται καὶ αὐτή, ληγούσης δὲ μειοῦται. ἔστι δὲ πρὸς πλεῖστα εὔχρηστος λήγουσα {εἰς τριταίαν καὶ τεταρταίαν ἡ βοτάνη}· τῷ γὰρ χυλῷ αὐτῆς ἐὰν μετὰ ῥοδίνου συγχρίσῃς τριταίζοντας καὶ τεταρταίζοντας, ἀπαλλάξεις τοῦ πάθους.

### 2 2 3

εἰ δέ τις ὑπὸ δαιμονίου κρατεῖται οἱουδήποτε καὶ ὑποθυμιάσεις τὴν ῥίζαν αὐτῆς, φεύξεται παραυτίκα τὸ δαιμόνιον. ἐὰν δὲ 〈ἔν〉 τινι τῶν προγεγραμμένων ἀσθενειῶν αὐξανομένης τῆς Σελήνης ἐκ τῆς αὐξανομένης βοτάνης περιάψῃς ἢ ὑποθυμιάσῃς, {καὶ} τὸ πάθος μᾶλλον ἐπαύξεται.

### 2 2 5

ἐὰν δὲ καὶ θαλάσσῃ χειμῶνος τὴν ῥίζαν ἐπιθυμιάσῃς, τὸν χειμῶνα παύσεις. σκευάζεται δὲ καὶ ἔμπλαστρος ἐκ τῶν ῥιζῶν ἀμφοτέρων τῆς τε αὐξανομένης καὶ τῆς μειουμένης, καθάπερ ἐκ τῆς κληματίτιδος {τῆς} ἀριστολοχίας.

### 2 2 7

καὶ ἡ μὲν ἐκ τῆς μειουμένης ἔμπλαστρος ποιεῖ πρὸς χοιράδας καὶ παρωτίδας καὶ πάντα τὰ ἐπιγεννήματα καὶ ὑπερσαρκώματα, ἡ δὲ ἐκ τῆς αὐξανομένης πρὸς τὴν τῶν λειπόντων ἑλκῶν ἀναπλήρωσιν· ὑπάρχων δὲ συνετὸς νοεῖν δυνήσῃ, ὅτι παρὰ τὰς διαφορὰς τῆς χρήσεως πᾶν τὸ γινόμενον ἐν ἀνθρώποις πάθος σωματικὸν καὶ ψυχικὸν διὰ ταύτης δύναται τῆς ἐνεργείας αὔξεσθαι καὶ μειοῦσθαι.

### 2 3 t

Κρόνου βοτάνη ἀείζῳον λεγομένη Αὕτη μόνη διὰ ἑψήσεως χυλίζεται· τὴν δὲ τάξιν τοῦ χυλισμοῦ περίεργον ἐπιδεικνύναι σοι· δεῖ γὰρ αὐτὸν μέλιτος πάχος ἔχειν.

### 2 3 1

ποιεῖ δὲ ἡ δύναμις πρὸς ποδάγρας· εἴδη δὲ ποδάγρας εἰσὶ δύο· θερμὸν καὶ ψυχρόν. γινώσκεται δὲ τὸ ψυχρὸν ἐν τῷ ταῖς προσαγωγαῖς τῶν θερμῶν ἥδεσθαι, τὸ δὲ θερμὸν τοὐναντίον. ὅταν οὖν τὴν διαφορὰν τοῦ πάθους ἐπιγνῷς, πρὸς μὲν τὸ θερμὸν μετὰ ῥοδίνου μεμιγμένον τὸν χυλὸν χρῶ {ἤτοι} καταχρίων τοὺς πόδας· πρὸς δὲ τὸ ψυχρὸν μετὰ μύρου Συριακοῦ. [5]

### 2 3 3

ἐὰν δὲ ᾖ λίαν χαλεπὴ ἡ διάθεσις, πρὸς μὲν τὴν τοῦ ψυχροῦ δύναμιν πρόσμιγε καστόριον, πρὸς δὲ τὴν τοῦ θερμοῦ τοῦ χυλοῦ τῆς ἀρτεμισίας.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ece-ad`.
