---
title: "Commentary on Ptolemy's Mathematical Syntax: On Book 4"
title_greek: "Ὑπόμνημα εἰς Πτολεμαίου Μαθηματικὴν Σύνταξιν, Δʹ"
author: Theon of Alexandria
eul_wid: spw-aj
eul_aid: spw
canonical: "https://eulogikon.org/works/theon-alexandria-commentary-ptolemy-syntax-on-book-4-spw-aj"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:19c11d991c9f3d8d0147eeda912ce31c9a98f1cd30480acad89b51bfeb421e0d"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Ptolemy's Mathematical Syntax: On Book 4

*Ὑπόμνημα εἰς Πτολεμαίου Μαθηματικὴν Σύνταξιν, Δʹ*

**Author:** Theon of Alexandria

**eul_wid:** `spw-aj` · [HTML page](https://eulogikon.org/works/theon-alexandria-commentary-ptolemy-syntax-on-book-4-spw-aj)

## Text

Part of [Commentary on Ptolemy's Mathematical Syntax I–IV](/works/theon-alexandria-commentary-ptolemy-syntax-spw-ab)

`943`

Θέωνος Ἀλεξανδρέως εἰς τὸ τέταρτον τῆς μαθηματικῆς Πτολεμαίου συντάξεως.

`944`

Διεξελθὼν ὁ Πτολεμαῖος ἐν τῶ τρίτῳ βιβλίῳ ὅσα ἄν τις θεωρήσειεν συμβαίνοντα περὶ τὴν τοῦ ἡλίου κίνησιν, λέγω δὴ ὅτι ὁ ἐνιαύσιος αὐτοῦ χρόνος, ὅνπερ ὡρίζετο εἶναι ἐν ᾧ ἀπό τινος τμήματος τοῦ διὰ μέσων τῶν ζῳδίων ἀρξάμενος κινεῖσθαι εἰς τὰ ἑπόμενα ἐπὶ τὸ αὐτὸ παραγίνεται, ἡμερῶν ἐστιν τξε ιδ μη, ἀφʼ οὗ χρόνου καὶ τὰς ὁμαλὰς αὐτοῦ κινήσεις ἐπιλογισάμενος, κανονικῶς ἐξέθετο· καὶ περὶ τῶν καθʼ ὁμαλὴν καὶ ἐγκύκλιον κίνησιν δύο ἁπλῶν ὑποθέσεων, τῆς τε κατʼ ἔκκεντρον ὑποθέσεως καλουμένης, καὶ τῆς κατʼ ἐπίκυκλον· καὶ περὶ τοῦ λόγου τῆς ἐκκεντρότητος αὐτῶν, τοῦ τῶν ξ πρὸς τὰ β λ κατειλημμένου, καὶ τῆς ἐποχῆς τοῦ ἀπογείου περὶ ὃ τὰ ἐλάχιστα φαίνεται κινούμενος κατὰ τὰς τῶν Διδύμων μοίρας ε λ τυγχανούσης, τοῦ δὲ περιγείου περὶ ὃ πάλιν τὰ μέγιστα φαίνεται κινούμενος κατὰ τὴν διάμετρον τοῦ ἀπογείου στάσιν, τῶν δὲ μέσων αὐτοῦ παρόδων κατὰ τὰς τούτων τεταρτημοριαίας διαστάσεις καθʼ ἃς καὶ ἡ μεγίστη ἀνωμαλία αὐτῶν κατείληπται μοιρῶν β κγ· καὶ περὶ τῆς πρὸς τὰ κατὰ μέρος τμήματα τῶν ἀνομαλιῶν κανονοποιίας, καὶ τῆς κατὰ τὸ πρῶτον ἔτος Ναβονασσάρου θὼθ πρώτῃ τῆς μεσημβρίας ὁμαλῆς αὐτοῦ ἐποχῆς κατὰ τῶν Ἰχθύων τῆς πρώτης μοίρας ἑξηκοστὰ με κατειλημμένης· καὶ ἔτι περὶ τῆς ὁμαλῆς καὶ ἀνωμάλου αὐτοῦ ψηφοφορίας, καὶ τῆς ἀνισότητος τῶν νυχθημέρων· ἑξῆς ἐν τούτῳ τῷ βιβλίῳ τετάρτῳ τυγχάνοντι κατὰ τὴν ἀκόλουθον τῆς ἐν τῷ πρώτῳ βιβλίῳ ἐκτεθειμένης αὐτῷ περὶ τῆς τάξεως τῶν θεωρημάτων ἀπαριθμήσεως, καὶ ἔτι τῆς ἐν ἀρχῇ τοῦ τρίτου βιβλίου, τὸν περὶ σελήνης λόγον ποιεῖται καί φησιν προσήκειν μὴ ἁπλῶς τυχούσας τηρήσεις παραλαμβάνειν πρὸς τὰς καθολικωτέρας τῶν κινήσεων αὐτῆς ἐπισκέψεις, καθάπερ οἱ παλαιοὶ παχυμερεστέραις κατεχρήσαντο, ἀπὸ τῶν πρὸς τοὺς ἀπλανεῖς ἀστέρας τοὺς τοιούτους ἐπιλογισμοὺς ποιησάμενοι, “ἀλλὰ πρὸς μὲν τὰς καθόλου καταλήψεις «ἐκείναις μάλιστα προσέχειν τῶν ἀποδείξεων ὅσαι μὴ μόνον ἐκ τοῦ πλείονος χρόνου ἀλλὰ καὶ ἀπʼ αὐτῶν τῶν κατὰ τὰς σεληνιακὰς ἐκλείψεις «τηρήσεων λαμβάνονται.»

`945`

Εἰσὶν δὲ καθολικώτεραι μὲν αὐτῆς καταλήψεις, ἥτε τοῦ χρόνου τῶν ἀποκαταστατικῶν κινήσεων ἀφʼ οὗ καὶ αἱ ὁμαλαὶ πάροδοι αὐτῆς καταλαμβάνονται, καὶ ὁ τῆς ἐκκεντρότητος λόγος ἀφʼ οὗ πάλιν καὶ τὰ μεγέθη τῶν κατὰ μέρος παρὰ τὴν ἀνωμαλίαν διαφόρων ἐφοδεύεται, καὶ ἔτι ἡ εἰς τὸ πρῶτον ἔτος Ναβονασσάρου ἐποχὴ τοῦ τε ἀπογείου καὶ αὐτῆς τῆς σελήνης. Κατὰ μέρος δὲ ὡς ὅταν ἐπιζητῶμεν τὰς ἑκάστοτε αὐτῆς ἀκριβεῖς παρόδους πρὸς τὴν κατάληψιν τῆς παρὰ τὴν ἀνωμαλίαν διαφορᾶς, ἢ καὶ τὰς φαινομένας πρὸς τὴν τῆς παραλλάξεως κατάληψιν, καὶ ἔτι τὴν πηλικότητα τῆς τοῦ ἐπικύκλου αὐτῆς προσνεύσεως, ἢ καὶ τὴν διὰ τοῦ παραλλακτικοῦ ὀργάνου γιγνομένην παρατήρησιν, πρὸς τὴν κατάλημψιν τῆς τε παραλλάξεως καὶ τῆς ἀπὸ τοῦ κατὰ κορυφὴν τῆς σελήνης ἀποστάσεως, καὶ ἔτι τῆς μεγίστης αὐτῆς κατὰ πλάτος, καὶ ὅσα ἄλλα ἐν τοῖς ἑξῆς ἐφʼ ὧν χωρὶς ἐκλείψεων τὰς παρατηρήσεις ποιεῖται· ἀπὸ τούτων γὰρ καὶ τὰ λοιπὰ τῶν κατὰ μέρος ἐφοδεύεται.

Πρὸς οὖν τὰς εἰρημένας καθολικωτέρας τῆς σελήνης καταλήψεις χρή φησιν μὴ μόνον τὰς ἀπὸ πλείονος διαστάσεως χρόνου τηρήσεις παραλαμβάνειν, καθάπερ ἐπὶ τῶν τοῦ ἡλίου περιοδικῶν ἀποκαταστάσεων ἐδηλοῦμεν ὅτι καθόλου χρὴ τὰς τῶν περιοδικῶν ἤτοι ὁμαλῶν κινήσεων καταλήψεις ἀπὸ τῶν διὰ πλείονος χρόνου τῆς τηρήσεως ἐφοδεύειν, ἀλλʼ ἔτι καὶ τὰς ἀπὸ τῶν σεληνιακῶν ἐκλείψεων λαμβανομένας.

`946`

”Διὰ μόνων γὰρ τῶν τοιούτων ἀκριβῶς ἂν οἱ τόποι τῆς σελήνης» καταλαμβάνοιντο κατὰ τὸ μέσον χρόνον τῆς ἐκλείψεως, τουτέστι κατὰ τὴν μεγίστην ἐπισκότησιν, διὰ τὸ κατὰ τὸν τοιοῦτον χρόνον ἔγγιστα ἀκριβῶς τὸ τῆς σελήνης κέντρον ὑπὸ τοῦ ἡλίου διαμετρεῖσθαι, ὡς ἐν τῷ ἕκτῳ βιβλίῳ δείκνυσιν καὶ ἡμεῖς δὲ μικρὸν προϊόντες, βραχεῖάν τινα ὑπόμνησιν τοῦ τοιούτου τῆς πρὸς τὸ παρὸν σαφηνείας ἕνεκα ποιησόμεθα. καὶ διὰ τοῦτο ἐξ ὑδρίου ὡροσκοπίου τὸν εἰρημένον χρόνον τῆς ἐκλείψεως καταλαμβανόμενοι, καὶ ἐκ τούτου τὴν τοῦ ἡλίου ἐποχὴν ἐπιλογιζόμενοι, συναποδεδειγμένην ἕξομεν καὶ τὴν τῆς σελήνης κατὰ διάμετρον τῷ ἡλίῳ στάσιν τυγχάνουσαν.

«Τῶν ἄλλων, ὅσαι ἤτοι διὰ τῶν πρὸς τοὺς ἀπλανεῖς ἀστέρας παρόδων, «ἢ διὰ τῶν ὀργάνων, ἢ διὰ τῶν τοῦ ἡλίου ἐκλείψεων θεωροῦνται, πολὺ «διαψευσθῆναι δυναμένων, διὰ τὰς παραλλάξεις τῆς σελήνης ...» τῶν ἀκριβῶν ἐποχῶν αὐτῆς διὰ τούτων τῶν εἰρημένων τριῶν τρόπων διαψευσθῆναι δυναμένων διὰ τὰς παραλλάξεις αὐτῆς, μόνον δὲ διὰ τῶν εἰρημένων σεληνιακῶν ἐκλείψεων ὑγιῶς καταληφθῆναι δυναμένων.

Εἶτα διδάσκων ὃν τρόπον αἱ διὰ τῶν εἰρημένων τριῶν τρόπων τηρήσεις διαμαρτάνουσι διὰ τὰς παραλλάξεις περὶ τὴν ἐποχὴν αὐτῆς, μόνον δὲ κατὰ τοὺς μέσους χρόνους τῶν ἐκλείψεων αὐτῆς ἀκριβῶς ἐφοδεύονται, φησίν· «Τοῦ γὰρ ἀποστήματος οὗ ἀφέστηκεν ἡ σφαῖρα τῆς σελήνης ἀπὸ «τοῦ κέντρου τῆς γῆς μὴ ὄντος τηλικούτου» ἡλίκον ἐστὶν καὶ τὸ μέχρι τοῦ κατὰ τὸν ζῳδιακὸν κύκλον, ὥστε σημείου λόγον ἔχειν τὴν γῆν καὶ πρὸς τὸ τῆς σελήνης ἀπόστημα, ἀλλὰ πολλῷ περιγειοτέρου τυγχάνοντος, ὡς καὶ ἐν μεγέθει αὐτὴν καταλαμβάνεσθαι, συμβήσεται τοὺς ὁρῶντας μηκέτι ἀπὸ τοῦ κέντρου τῆς γῆς καὶ τοῦ ζῳδιακοῦ θεωροῦντας τὴν σελήνην, ἀφʼ οὗ αἱ ἀκριβεῖς ἐποχαὶ ἡμῖν λαμβάνονται, διὰ τὸ τὰς ἀπὸ τούτου πρὸς τὸν ζῳδιακὸν λαμβανομένας παρόδους τῶν ἀστέρων τὸν αὐτὸν λόγον ἔχειν ταῖς πρὸς τῷ αὐτῷ κέντρῳ γιγνομέναις γωνίαις, ἀλλʼ ἀπό τινος ἐπιφανείας τῆς γῆς, διαμαρτάνειν τῆς ἀκριβοῦς αὐτῆς ἐποχῆς.

`947`

Ἵνα δὲ κατάδηλα ἡμῖν γένηται τὰ εἰρημένα, ἔστωσαν ὑποδείγματος ἕνεκεν τρεῖς μέγιστοι κύκλοι οἱ ΑΒ, ΓΔ, ΕΖ, περὶ τὸ αὐτὸ κέντρον τῆς γῆς τὸ Η, ἐν ἑνὶ τῷ διὰ τοῦ κατὰ κορυφήν τινος οἰκήσεως καὶ τοῦ κέντρου τῆς σελήνης ἐπιπέδῳ, ἐφʼ οὗ καὶ πρότερον τὰς παραλλάξεις καταλαμβάνεται, καὶ ἀπὸ τούτων τὰς πρὸς τὸν ζῳδιακὸν, κατά τε μῆκος καὶ πλάτος· καὶ ὁ μὲν ΑΒ ἔστω ἐν τῇ τῆς γῆς σφαίρᾳ, ὁ δὲ ΓΔ ἔν τινι τῶν κατὰ τὴν σελήνην ἀποστήματι, ὁ δὲ ΕΖ πρὸς ὃν ἡ γῆ σημείου λόγον ἔχει. καὶ ὑποκείσθω ἡ σελήνη κατὰ τὸ Δ, οἴκησις δὲ πρὸς τῷ Α, ὡς ἐν μεγέθει δηλαδὴ τῆς γῆς τυγχανούσης πρὸς τὸ τῆς σελήνης ἀπόστημα. ἀπὸ δὲ τῆς κατὰ τὸ Α οἰκήσεως διήχθω ἐπὶ τὸ κατὰ κορυφὴν εὐθεῖα ἡ ΑΓΕ, καὶ ἐκβεβλήσθω ἐπὶ τὸ Η· δῆλον γὰρ ὡς ἐπὶ τὸ κέντρον πεσεῖται, διὰ τὸ καὶ τὴν ΑΕ πρὸς ὀρθὰς εἶναι τῇ διὰ τοῦ Α ἐφαπτομένῃ τοῦ ΑΒ κύκλου παραλλήλῳ τυγχανούσῃ τῇ κοινῇ τομῇ τοῦ τε ὁρίζοντος καὶ τοῦ ΕΖ κύκλου. καὶ ἐπιζευχθεῖσαι αἱ ΗΔ, ΑΔ, διήχθωσαν ἐπὶ τὰ Ζ, Θ.

Ἔσται ἄρα ἡ μὲν ἀκριβὴς καὶ πρὸς τὸ κέντρον τῆς γῆς λαμβανομένη τῆς σελήνης ἐποχὴ κατὰ τὸ Ζ, ἡ δὲ ἀπὸ τῆς ὄψεως καὶ φαινομένη, κατὰ τὸ Θ. διαφορὰ δὲ ἔσται τῆς ἀκριβοῦς ἐποχῆς πρὸς τὴν φαινομένην, ἣν καί φαμεν παράλλαξιν, ἡ ΖΘ.

`948`

Ἐὰν δὲ καὶ νοήσωμεν τοὺς κύκλους ἐν τῷ τοῦ διὰ μέσων ἐπιπέδῳ, καὶ γράψωμεν ἐν τῇ τοῦ ἡλίου σφαίρᾳ τὸν ΠΡΟ κύκλον, ἐφʼ οὗ ὁ ἥλιος κινεῖται, καὶ ὑποθώμεθα αὐτὸν κατὰ τὸ Π, καὶ ἐπιζεύξωμεν τὴν ΗΠΣ, δῆλον ὡς ὅτι ἐπὶ τῆς αὐτῆς εὐθείας τυγχάνων, τῆς ἀπὸ τῆς ὄψεως ἐπὶ τὴν σελήνην, ἐκλείπων φανήσεται. καὶ ἔσται ἡ μὲν φαινομένη τῆς σελήνης ἐποχὴ κατὰ τὸ Θ, ἡ δὲ ἀκριβὴς τοῦ μὲν ἡλίου κατὰ τὸ Σ, τῆς δὲ σελήνης κατὰ τὸ Ζ. καὶ διαμαρτήσομεν περὶ τὴν ἀκριβῆ ἐποχὴν τῆς σελήνης, ὑπολαμβάνοντες διὰ τὴν ἐπιπρόσθεσιν τὴν αὐτὴν ἀκριβῆ ἐποχὴν τῶν φώτων τυγχάνειν τὴν κατὰ τὸ Ζ τῇ κατὰ τὸ Σ.

Συμβαίνει οὖν, τῆς σελήνης ἐπὶ τοῦ Γ κατὰ κορυφὴν τυγχανούσης, μηκέτι τὴν εἰρημένην διαφορὰν ἐκ τῶν παραλλάξεων παρακολουθεῖν, ἀλλὰ τὴν αὐτὴν γίγνεσθαι τὴν φαινομένην αὐτῆς ἐποχὴν τῇ ἀκριβεῖ. ὑποκείσθω γὰρ ἐπὶ τὸ Γ κατὰ κορυφήν. ἐπεὶ οὖν ἀκριβῆ ἐποχήν φαμεν εἶναι τὴν ἀπὸ τοῦ κέντρου τῆς γῆς. ἐπὶ τὴν σελήνην ἐκβαλλομένην, φαινομένην δὲ τὴν ἀπὸ τῆς ὄψεως ἐπὶ τὴν σελήνην, καὶ πίπτει ἡ μὲν ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὴν σελήνην ἐκβαλλομένη κατὰ τὸ Ε, ἀλλὰ καὶ ἡ ἀπὸ τῆς ὄψεως ἐπὶ τὴν σελήνην ὡσαύτως κατὰ τὸ Ε, ὅταν ἄρα κατὰ κορυφὴν ᾖ τινος οἰκήσεως ἡ σελήνη, τὴν αὐτὴν ποιεῖται φαινομένην ἐποχὴν τῇ ἀκριβεῖ.

«Ὅταν δὲ ἀπονενευκυῖα ᾖ ὁπωσδήποτε τοῦ κατὰ κορυφὴν σημείου, διαφόρους “ τε τὰς κλίσεις τῶν προκειμένων εὐθειῶν ἀποτελεῖσθαι, καὶ “διὰ τοῦτο τὴν φαινομένην αὐτῆς πάροδον, μὴ τὴν αὐτὴν γίγνεσθαι τῇ “ἀκριβεῖ, πρὸς ἄλλας θέσεις τῆς ὄψεως καταβιβαζομένης, τῶν διὰ τοῦ “κέντρου τῆς γῆς ἀφοριζομένων ἀνάλογον ταῖς πηλικότησι τῶν ὑπὸ “τῶν ἐγκλίσεων γιγνομένων γωνιῶν”.

`949`

Ἐκτεθείσης γὰρ τῆς αὐτῆς καταγραφῆς, ἐὰν ὑποθώμεθα καὶ καθʼ ἑτέρου τόπου τὴν σελήνην ὡς κατὰ τὸ Κ ἀπονενευκυῖαν τοῦ κατὰ κορυφὴν τὴν ΓΚ περιφέρειαν, καὶ ἐπιζεύξαντες πάλιν τὰς ΗΚ, ΑΚ ἐκβάλωμεν ἐπὶ τὰ Λ, Ξ, ἔσται ὁμοίως ἡ μὲν ἀκριβῆς αὐτῆς ἐποχὴ καὶ πρὸς τὸ κέντρον τῆς γῆς ἀπολαμβανομένη, κατὰ τὸ Λ, ἡ δὲ ἀπὸ τῆς ὄψεως καὶ φαινομένη, ἡ κατὰ τὸ Ξ, παράλλαξις δὲ ὡσαύτως ἡ ΛΞ. λέγω οὖν ὅτι τῆς σελήνης ἀφισταμένης ἀπὸ τοῦ Ε κατὰ κορυφὴν διάφοροί τε αἱ κλίσεις τῶν εἰρημένων εὐθειῶν ἀποτελοῦνται, τουτέστιν αἱ ὑπὸ ΗΔΑ, ΗΚΑ γωνίαι, καὶ αἱ εἰρημέναι παραλλάξεις, τουτέστιν αἱ ΖΘ, ΛΞ περιφέρειαι. καὶ μείζονες αἱ πλησιαίτερον τοῦ ὁρίζοντος, καὶ πλεῖον ἀπέχουσαι τοῦ κατὰ κορυφήν.

`950`

Ὑποκείσθω γὰρ ἡ ΑΚΞ εὐθεῖα πρὸς ὀρθὰς τῇ ΕΓΑΗ, ἵνα ἡ ΑΚΞ ἐν τῷ τοῦ ὁρίζοντος ᾖ ἐπιπέδῳ, καὶ διήχθω ἐπὶ τὸ Ρ καὶ ἐπεζεύχθωσαν αἱ ΗΡ, ΔΡ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΔΗ τῇ ΗΡ, ἴση ἐστὶ καὶ γωνία ἡ ὑπὸ ΗΔΡ τῇ ὑπὸ ΔΡΗ, ὧν ἡ ὑπὸ ΑΔΡ μείζων τῆς ὑπὸ ΑΡΔ, ἐπεὶ καὶ πλευρὰ ἡ ΑΡ τῆς ΑΔ ἐστὶν μείζων· λοιπὴ ἄρα ἡ ὑπὸ ΗΡΑ λοιπῆς τῆς ὑπὸ ΗΔΑ μείζων ἐστίν. ἴση δὲ ἡ ὑπὸ ΗΡΑ τῇ ὑπὸ ΗΚΑ. καὶ ἡ ὑπὸ ΗΚΑ ἄρα μείζων ἐστὶν τῆς ὑπὸ ΗΔΑ.

Λέγω ὅτι καὶ ἡ ΛΞ τῆς παραλλάξεως περιφέρεια μείζων ἐστὶν τῆς ΖΘ ὁμοίας περιφερείας.

`951`

Ἐπεζεύχθωσαν γὰρ αἱ ΖΗ, ΘΗ. ἐπεὶ οὖν μείζων ἐστὶν ἡ ὑπὸ ΗΚΑ γωνία τῆς ὑπὸ ΗΔΑ, λοιπὴ ἄρα ἡ ὑπὸ ΗΚΞ λοιπῆς τῆς ὑπὸ ΗΔΘ ἐλάττων ἐστίν. συνεστάτω τῇ ὑπὸ ΗΚΞ ἴση ἡ ὑπὸ ΗΔΤ, καὶ ἐπεζεύχθω ἡ ΗΤ. ἐπεὶ οὖν δύο τρίγωνα ἐστὶν τὰ ΗΚΞ, ΗΔΤ, μίαν γωνίαν μιᾷ γωνίᾳ ἴσην ἔχοντα τὴν ὑπὸ ΗΚΞ τῇ ὑπὸ ΗΔΤ, τὰς δὲ περὶ τὰς πρὸς τῷ Η γωνίας πλευρὰς ἀνάλογον, τῶν δὲ λοιπῶν τῶν πρὸς τοῖς Ξ, Τ γωνιῶν ἑκατέραν ἅμα ἐλάσσονα ὀρθῆς διὰ τὸ ἐν μείζονι τμήματι αὐτὰς τυγχάνειν ἡμικυκλίου, ἰσογώνια ἔσται τὰ τρίγωνα. ἴση ἄρα ἡ ὑπὸ ΞΗΚ γωνία τῇ ὑπὸ ΤΗΔ. μείζων ἄρα ἡ ὑπὸ ΞΗΚ τῆς ὑπὸ ΘΗΔ. ὥστε καὶ περιφέρεια ἡ ΞΛ μείζων ἔσται τῆς ΘΖ περιφερείας, ἅπερ ἔδει δεῖξαι.

Ὡσαύτως δὲ κἂν μεταξὺ τῶν Γ, Δ ὑποθώμεθα τὴν σελήνην, μείζων ἔσται ἡ πρὸς τῷ Δ ἀπώτερον τοῦ κατὰ κορυφὴν τῆς τε κλίσεως τῶν εὐθειῶν εἰρημένη γωνία καὶ ἡ τῆς παραλλάξεως περιφέρεια.

Τῆς ἄρα σελήνης τοῦ κατὰ κορυφὴν ἀφισταμένης, διάφοροί τε αἱ κλίσεις τῶν προκειμένων εὐθειῶν ἀποτελοῦνται, καὶ ἔτι αἱ παραλλάξεις αὐτῆς, καὶ μείζονες αἰεὶ αἱ ἀπώτερον τοῦ κατὰ κορυφὴν μέχρι τοῦ ὁρίζοντος ἀναλόγως, τουτέστιν ἀκολούθως ταῖς ἀπὸ τοῦ τοιούτου σημείου ἀποστάσεσιν.

»Διόπερ συμβέβηκεν, τῶν μὲν ἡλιακῶν ἐκλείψεων γιγνομένων ὑπὸ τῆς «σεληνιακῆς ὑποδρομῆς καὶ ἐπιπροσθήσεως, ἥτις ἐμπίπτουσα εἰς τὸν «ἀπὸ τῆς ὄψεως ἡμῶν ἐπὶ τὸν ἥλιον κῶνον, ποιεῖται τὴν μέχρι τῆς παρελεύσεως ἐπισκότησιν, μὴ πανταχῇ ταύτας ὡσαύτως μήτε τοῖς μεγέθεσιν μήτε τοῖς χρόνοις ἀποτελεῖσθαι.»

Διὰ ταύτας οὖν τὰς εἰρημένας παραλλάξεις παρακολουθεῖ, τῶν ἡλιακῶν ἐκλείψεων γιγνομένων ὑπὸ τῶν τῆς σελήνης ἐπιπροσθήσεων, ἥτις ἐμπίπτουσα εἰς τὸν ἀπὸ τῆς ὄψεως ἡμῶν ἐπὶ τὸν ἥλιον κῶνον ποιεῖται τὴν μέχρι τῆς παρελεύσεως ἐπισκότησιν, μὴ πανταχῇ ταύτας μήτε τοῖς μεγέθεσι τῶν ἐπισκοτήσεων, μήτε τοῖς χρόνοις ὡσαύτως ἀποτελεῖσθαι, μήτε πᾶσιν ὁμοίως διὰ τὰς εἰρημένας παραλλάξεις ἐπισκοτούσης τῆς σελήνης, μηδὲ κατὰ τῶν αὐτῶν τοῦ ἡλίου μερῶν φαινομένης, ἀλλʼ οἷς μὲν κατὰ βορειοτέρου μέρους αὐτοῦ ἐπισκοτούσης, οἷς δὲ κατὰ τὸν νοτιώτερον, οἷς δὲ κατʼ ἄλλων τινῶν.

`952–953`

Ἵνα δὲ πάλιν φανερὰ ἡμῖν γένηται τὰ λεγόμενα, νενοήσθω ἡ τῆς γῆς σφαῖρα ἡ ΑΒΓ περὶ κέντρον τὸ Δ, οἰκήσεις δὲ ἔστωσαν κατὰ τὰ Α, Β, Γ· καὶ ἔστω ὁ ἥλιος κατὰ τὸ Ε, ζῳδιακὸς δὲ ὁ ΖΗΘΚΛ. δῆλον δὴ ὅτι, τῆς γῆς σημείου λόγον ἔγγιστα ἐχούσης πρὸς τὸ ἀπόστημα τῆς τοῦ ἡλίου σφαίρας, διὰ τὸ ἐλαχίστας καταλαμβάνεσθαι τὰς τοῦ ἡλίου παραλλάξεις, καὶ τοὺς γνωμονικοὺς τοιαύταις ὑποθέσεσιν καταχρωμένους συμφωνεῖν τοῖς φαινομένοις, κατὰ τοῦ Ε τυγχάνων ὁ ἥλιος πανταχοῦ ὑπὸ τοῦ ΡΔΣ ἀπὸ τῆς ὄψεως κώνου ὀφθήσεται, κατὰ τοῦ αὐτοῦ τμήματος τοῦ ζῳδιακοῦ τοῦ Θ τυγχάνων. ὅταν οὖν ἡ σελήνη εἰς τὸν ΡΔΣ ἀπὸ τῆς ὄψεως κῶνον ἐμπίπτουσα ἐπὶ τὸ Μ παραγένηται, θεωρηθήσεται μὲν ἀπὸ τῶν ἐπὶ τῆς Γ οἰκήσεως οἰκούντων ὑπὸ τοῦ ΝΓΞ ἀπὸ τῆς ὄψεως κώνου, ἐπισκοτοῦσα ὅλῳ τῷ ἡλίῳ, διὰ τὸ ὑπὸ τῶν αὐτῶν ἀκτίνων αὐτοὺς περιλαμβάνεσθαι, τῆς σελήνης κατὰ τοῦ Η θεωρουμένης· ὑπὸ δὲ τῶν πρὸς τῇ Α οἰκήσει οἰκούντων, θεωρηθήσεται ὑπὸ τοῦ ΝΑΞ κώνου λόγου ἕνεκεν, ἐπεὶ οὐ κατὰ τῶν αὐτῶν σημείων τῶν Ν, Ξ ἐφάπτονται αἱ εὐθεῖαι ἐπισκοτοῦσαι τῷ ἀπολαμβανομένῳ τοῦ ἡλίου μέρει ὑπὸ τῆς ΑΚ ἀκτῖνος, ἐπὶ τοῦ Λ φαινομένης τοῖς δὲ πρὸς τῷ Β οἰκοῦσιν, θεωρηθήσεται ὑπὸ τοῦ ΝΒΞ κώνου, κατὰ τοῦ Τ φαινομένη, μηδόλως ἐπιπροσθοῦσα ταῖς τοῦ ἡλίου προσλάμψεσιν.

Ὁμοίως δὲ καὶ εἰς τὰ ἑπόμενα κινοῦντες τὴν σελήνην, δείξομεν κατὰ τὸν αὐτὸν χρόνον διαφόρως αὐτὴν ἐπιπροσθοῦσαν τῷ ἡλίῳ.

Δῆλον δὲ καὶ ὡς ἐπὶ στερεοῦ τὴν καταγραφὴν ἐννοοῦντες, ἐὰν ἀπὸ τοῦ Ο καὶ Π οἰκήσεων τοῖς ἀπὸ τῶν ὄψεων κώνοις τὴν σελήνην περιλάβωμεν, κατὰ ἑτέρων καὶ ἑτέρων μερῶν τοῦ ἡλίου πεσοῦνται.

Διὰ γοῦν τὰς τοιαύτας αἰτίας παραιτεῖται τὰς ἡλιακὰς ἐκλείψεις παραλαμβάνειν πρὸς τὰς καταλήψεις τῶν ἀκριβῶν καὶ πρὸς τὸ κέντρον τῆς γῆς λαμβανομένων ἐποχῶν ἐπειδήπερ κατὰ τὸν τῆς ἐπισκοτήσεως χρόνον, οὐχὶ καὶ τὴν αὐτὴν ἀκριβῆ τῷ ἡλίῳ ἐποχὴν ἐπέχει καὶ ἡ σελήνη.

Ἔτι δὲ διὰ τὰς εἰρημένας παραλλάξεις τῆς ὄψεως τῆς ἀκριβοῦς ἐποχῆς αὐτῆς ἐκπιπτούσης καὶ αἱ πρὸς τοὺς ἀπλανεῖς ἀστέρας αὐτῆς φαινόμεναι συνοδικαὶ ἐποχαὶ διαμαρτηθήσονται τῆς ἀκριβοῦς.

Ὁμοίως δὲ καὶ αἱ διὰ τῶν τηρήσεων τῶν διὰ τῶν ἀστρολάβων ὀργάνων, περὶ ὧν ἐν τῷ πέμπτῳ βιβλίῳ διαλαμβάνει.

`954`

«Ἐπὶ δὲ τῶν σεληνιακῶν ἐκλείψεων μηκέτι ἐνδέχεται μηδεμίαν τοιαύτην “ διαφορὰν ἐκ τῶν παραλλάξεων ἐπακολουθεῖν, τοῦ γιγνομένου περὶ “τὴν σελήνην ἐκλειπτικοῦ πάθους μὴ συμπαραλαμβάνοντος τὴν τῶν ὁρώντων ὄψιν εἰς τὴν αἰτίαν τοῦ συμπτώματος.”

Φανεροῦ οὖν ἡμῖν γεγενημένου ἐκ τῶν δεδειγμένων, ὅτι οὐχ οἷόν τε ἐστιν τὴν ἀκριβῆ τῆς σελήνης ἐποχὴν θεωρεῖν εἰ μὴ μόνον ὅταν κατὰ κορυφὴν τῆς οἰκήσεως τυγχάνῃ, διὰ τὰς εἰρημένας παραλλάξεις, ἀλλὰ πάντοτε, ἄνευ τῆς ἐπὶ τοῦ κατὰ κορυφὴν θέσεως, ἡ ὄψις τῆς ἀκριβοῦς ἐποχῆς αὐτῆς διαμαρτάνει, δῆλον ὡς ὅτι ἐπὶ τῶν σεληνιακῶν ἐκλείψεων, τῇ ὄψει τὴν ἐποχὴν αὐτῆς μὴ παραλαμβάνοντες, οὐδὲ τῇ ἐκ τῶν παραλλάξεων γινομένῃ διαφορᾷ παρὰ τὴν ἀκριβῆ αὐτῆς ἐποχὴν διαμαρτάνομεν.

Ὅτι δὲ οὐ τῇ ὄψει τὴν ἐποχὴν τῆς σελήνης παραλαμβάνομεν ἐν τῷ μέσῳ χρόνῳ τῆς ἐκλείψεως καθʼ ὃν καὶ ἡ ἀκριβὴς συζυγία ἔγγιστα τυγχάνει ἀλλὰ ἀπὸ τῶν κατὰ διάμετρον τῷ ἡλίῳ στάσεων αὐτὴν καταλαμβάνομεν, καὶ οὐ διαπίπτομεν τῆς ἀκριβοῦς, οὕτως ἂν ἡμῖν γένοιτο πρὸς τὸ παρὸν ὡς ἐν ὑποδείγματι δῆλον.

`955`

Ἔστωσαν γὰρ πάλιν γ μέγιστοι κύκλοι περὶ τὸ αὐτὸ κέντρον τῆς γῆς ἐν τῷ τοῦ ζῳδιακοῦ ἐπιπέδῳ, οἱ ΑΒΓΔ, ΕΖΗΘ, ΚΛ, καὶ ὁ μὲν ΑΒΓΔ κατὰ τὸ τοῦ ἡλίου ἀπόστημα, ὁ δὲ ΚΛ κατὰ τὸ τῆς σελήνης, ὁ δὲ ΕΖΗΘ κατὰ τὴν γῆν. καὶ ὑποκείσθω ἡ σελήνη κατὰ τὸ Λ, ἡ δὲ διὰ τοῦ κέντρου τῆς γῆς καὶ αὐτῆς εὐθεῖα ἡ ΒΛΔ.

`956`

Ὅταν ἄρα ὁ ἥλιος κατὰ τοῦ Δ γένηται, ἀποτελεῖ ἡ γῆ κατὰ τὴν διάμετρον αὐτοῦ στάσιν κωνοειδῆ σκιὰν καταυγαζομένη ὑπὸ τοῦ ἡλίου, διὰ τὸ μείζονα αὐτῆς τὸν ἥλιον καταλαμβάνεσθαι, καὶ ἐπὶ τοῦ μέσου κεῖσθαι τὴν γῆν, καὶ ἀκολούθως τῷ φωτίζοντι τὴν σκιὰν συμπεριάγεσθαι ὡς τὴν ΕΜΗ. καὶ σκιάσει τὴν σελήνην κατὰ τοῦ Λ τυγχάνουσαν, τουτέστιν ἐπὶ τῆς κατὰ τὸ Β ἀκριβοῦς ἐποχῆς. λαμβάνοντες οὖν ἐξ ὑδρίου ὡροσκοπείου τὸν χρόνον καθʼ ὃν ἡ μεγίστη ἐπισκότησις ἀποτελεῖται, εὑρήσομεν καὶ τὴν κατʼ αὐτὸν τοῦ ἡλίου ἀκριβῆ ἐποχὴν τουτέστιν κατὰ τὸ Δ. ἧς τὸ κατὰ διάμετρον λαβόντες, ἕξομεν καὶ τὴν κατὰ τὸ Β τῆς σελήνης ἀκριβῆ ἐποχήν. καὶ δῆλον ὅτι οὐχὶ τῇ ὄψει αὐτὴν παρειλήφαμεν — ἐθεωρεῖτο γὰρ ἄν, τῆς ὄψεως ὑποκειμένης κατὰ τὸ Ξ, ἐπὶ τοῦ Ν, παραλλάττουσα τὴν ΒΝ — ἀλλʼ ἀπὸ τῆς κατὰ τὴν διάμετρον τότε τοῦ ἡλίου στάσεως, καὶ οὐδὲν ἐκ τῶν παραλλάξεων ἐνταῦθα γέγονεν ἡμῖν διάφορον.

Τὸ δὲ λεγόμενον περὶ τὴν σελήνην ἐκλειπτικὸν πάθος, οὐ τῷ ὄντι πάθος, αὐτὴ ἐμποιεῖ. ἀΐδιος γὰρ οὖσα καὶ τῆς τῶν θείων κεκοινωνηκυῖα φύσεως, καὶ πάντῃ ἀπηλλαγμένη τῶν ἐν γενέσει καὶ φθορᾷ παθῶν, οὔτε ἀλλοίωσιν οὔτε μείωσιν ὑπομένει· ἀλλὰ τὸ ἴδιον αὐτῆς φῶς ἀμυδρότερον τυγχάνον καὶ μὴ δυνάμενον αἰεὶ ταῖς ὄψεσιν ἡμῶν προσπεσεῖν, μεταλαμβάνον παρὰ τοῦ ἡλίου ἕτερον φῶς, φαίνεται λαμπρότερον, ὡς καταυγάζειν καὶ τὴν γῆν καὶ τὸν ἀέρα. ὅταν οὖν ἡ γῆ ἐπισκοτήσῃ ταῖς τοῦ ἡλίου προσλάμψεσι, τότε μὴ μετέχουσα τοῦ ἡλιακοῦ φωτός, ἀλλʼ ἐπισκιαζομένη ὑπὸ τοῦ κώνου τῆς σκιᾶς, ἔτι πάλιν ἀμυδροτέρα γίνεται. οὔτε μέντοι καταυγαζομένη ἀλλοιοῦται οὔτε ἀποστερουμένη τοῦ ἡλιακοῦ φωτὸς ἀλλʼ ἄφθαρτος οὖσα τὸ αὐτὸ καὶ ἀΐδιον πάντοτε αὐτῆς χρῶμα καὶ μέγεθος συντηρεῖ. τὸ δὲ φωτίζουσαν αὐτὴν ἐν ταῖς πανσελήνοις, μηκέτι κατὰ τὸ εἰωθὸς ἐν ταῖς ἐπισκοτήσεσι φωτίζειν, πάθος ἐκάλεσεν, διὰ τὸ δοκεῖν ἀλλοιοῦσθαι αὐτὴν περὶ τὴν ἐνέργειαν.

“Φωτιζομένη γὰρ ἡ σελήνη πάντοτε ὑπὸ τῆς ἡλιακῆς προσλάμψεως, «ἐπειδὰν κατὰ διάμετρον αὐτῷ γένηται, τὸν μὲν ἄλλον χρόνον φαίνεται «ἡμῖν ὅλη πεφωτισμένη, διὰ τὸ πᾶν τὸ προσλαμπόμενον αὐτῆς ἡμισφαίριον ἅμα καὶ ἡμῖν τότε προσνεύειν», καὶ τὰ ἑξῆς.

`957`

Ἔχει μὲν ἡ σελήνη καὶ ἀφʼ ἑαυτῆς φῶς ἀμυδρότερον δὲ καθὼς εἴπαμεν, καταυγαζομένη δὲ ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων, φαίνεται ἡμῖν οὕτω πεφωτισμένη. φωτίζεται δὲ αὐτῆς πάντοτε ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων μεῖζον ἡμισφαιρίου, διὰ τὸ μείζονα αὐτῆς εἶναι τὸν ἥλιον· καὶ διὰ τοῦτο οὐχ ὑπὸ τοῦ ἐν αὐτῇ μεγίστου κύκλου διορίζεται τό τε σκιερὸν αὐτῆς καὶ τὸ λαμπρόν, ἀλλὰ ὑπὸ ἐλάττονος. δέδεικται γὰρ ταῦτα καὶ Ἀριστάρχῳ καὶ Εὐκλείδῃ.

`958`

Ἐν ταῖς οὖν συνοδικαῖς συζυγίαις κατὰ τῶν αὐτῶν τμημάτων τοῦ ζῳδιακοῦ τῷ ἡλίῳ τῆς σελήνης τυγχανούσης, πᾶν τὸ προσλαμπόμενον αὐτῆς μέρος ἄνω τῷ ἡλίῳ προσνεύει καὶ τὸ ἕτερον καὶ ἀφώτιστον πρὸς ἡμᾶς. ὅταν δὲ ἀποστῇ τῆς συνόδου, τότε τοῦ ἡλίου εἰς τὰ πλάγια αὐτῆς γινομένου, καὶ τὸ προσλαμπόμενον ἀκολούθως εἰς τὰ πλάγια προσνεῦσαν, μέρος τι μηνοειδὲς ποιεῖ ταῖς ὄψεσιν ἡμῶν προσπεσεῖν· καὶ τοῦτο ποτὲ μὲν μετὰ δύο δρόμους, τουτέστιν μετὰ νυχθήμερον, ποτὲ δὲ καὶ μετὰ τρεῖς. εἶτα πάλιν ποτὲ μὲν ἑβδομαία τυγχάνουσα ποτὲ δὲ ὀγδοαία, διχότομος φαίνεται, τεταρτημόριον ἔγγιστα τοῦ ἡλίου ἀποστᾶσα. εἶτα μετὰ τὴν διχότομον ἔτι τοῦ ἡλίου πλεῖον ἀφισταμένη, καὶ μεῖζον τὸ φωτιζόμενον τῇ ὄψει προσνεύειν ποιοῦσα, φαίνεται ἡμῖν ἀμφίκυρτος, τουτέστιν μείζων ἡμικυκλίου. εἶτα πάλιν ποτὲ μὲν εἴσω τῆς πεντεκαιδεκαταίας, ποτὲ δὲ ὕστερον κατὰ τὴν διάμετρον τῷ ἡλίῳ στάσιν γιγνομένη, καὶ τῆς ὄψεως ἡμῶν τότε μεταξὺ τῶν φώτων πιπτούσης, πᾶν τὸ προσλαμπόμενον αὐτῆς ἔγγιστα ἡμισφαίριον φαίνεται ἡμῖν. ὅταν δὲ συμβῇ διαμετρουμένην αὐτὴν ὑπὸ τοῦ ἡλίου εἰς τὸν τῆς σκιᾶς κῶνον ἐμπεσεῖν, διὰ τὸ καὶ αὐτὸν κατὰ τὴν διάμετρον τοῦ ἡλίου στάσιν πάντοτε τυγχάνειν, τότε γίνεται ἀφώτιστος ἀναλόγως τῇ τῆς ἐμπτώσεως πηλικότητι, τουτέστιν ἀκολούθως τῷ ἀπολαμβανομένῳ αὐτῆς ὑπὸ τοῦ κώνου τῆς σκιᾶς μέρει.

Συμβαίνει δὲ τότε, ἀφωτίστου αὐτῆς τυγχανούσης, τὸ ἴδιον αὐτῆς φῶς ἀμυδρότερον τυγχάνον, ποτὲ μὲν ταῖς ὄψεσιν ἡμῶν προσπίπτειν μὲν ὅταν ἀπογειοτέρα τυγχάνῃ, διὰ τὸ μᾶλλον περὶ τὰ πέρατα τοῦ κώνου τῆς σκιᾶς αὐτὴν τυγχάνουσαν ἐν φανοτέρῳ σκιάσματι παροδεύειν, μὴ προσπίπτειν δὲ ὅταν περιγειοτέρα τυγχάνῃ, διὰ τὸ ἐν ζοφωδεστέρῳ τότε σκιᾶς μέρει παροδεύειν· ἐπεὶ καὶ καθόλου αἱ σκιαὶ περὶ μὲν τὰ πέρατα φανότεραί εἰσιν, διὰ τὴν τῶν ἀκτίνων σύμπτωσιν, προσωτέρω δὲ καὶ μᾶλλον πλησιαίτερον τοῦ ἐπιπροσθοῦντος ταῖς ἀκτῖσιν ζοφωδέστεραι.

`959`

Συμβαίνει δὲ τὰς εἰρημένας φάσεις αὐτῆς βράδιον καὶ τάχιον ἀποτελεῖσθαι, διὰ τὸ καὶ τὰς πρὸς τὸν ἥλιον ἀποστάσεις ἀφʼ ὧν αὗται ἀποτελοῦνται κατὰ δύο τρόπους ποτὲ μὲν ἐν μείζονι ποτὲ δὲ ἐν ἐλάττονι χρόνῳ γίνεσθαι παρακολουθεῖν, ἕνα μὲν ἐκ τῆς ἀνωμαλίας, ἕτερον δὲ ἐκ τοῦ πλάτους, ἵνα τὸν ἐκ τῶν παραλλάξεων μηδὲν αἰσθητὸν ποιεῖν ὑπολάβωμεν. καὶ ἐκ τῆς μὲν ἀνωμαλίας, διὰ τὸ πῇ μὲν κατὰ τῶν ἀπογείων τοῦ ἐπικύκλου αὐτὴν παροδεύουσαν καὶ ἀφαιρετικὴν τυγχάνουσαν, ἐλάττονα φαίνεσθαι τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων μετάβασιν ποιουμένην, καὶ διὰ τοῦτο βράδιον αὐτὴν ποιεῖσθαι τὴν ἀπὸ τοῦ ἡλίου ἀποχώρησιν· πῇ δὲ πάλιν κατὰ τῶν περιγειοτέρων τοῦ ἐπικύκλου τυγχάνουσαν καὶ προσθετικὴν γινομένην ταχεῖαν τὴν πρὸς τὰ ἑπόμενα κίνησιν φαίνεσθαι ποιουμένην, καὶ διὰ τοῦτο πάλιν τάχιον αὐτὴν τὴν ἀπὸ τοῦ ἡλίου ἀποχώρησιν ποιεῖσθαι. ἐκ δὲ τοῦ πλάτους, διὰ τὸ πῇ μὲν αὐτὴν ἐν τῇ συνόδῳ βορειοτέραν ἢ νοτιωτέραν τοῦ ζῳδιακοῦ κύκλου τυγχάνουσαν, ἔχειν ἤδη τὴν ἐκ τοῦ πλάτους πρὸς τὸν ἥλιον διάστασιν, καὶ ἐν βραχυτέρῳ χρόνῳ ὀλίγον τι τῆς κατὰ μῆκος ἀποστάσεως προσλαμβάνουσαν τὴν ἀπὸ τοῦ ἡλίου οἰκείαν τῆς φάσεως ἀποχώρησιν ποιεῖσθαι, καὶ διὰ τοῦτο τάχιον αὐτὴν φαίνεσθαι τὴν φάσιν ποιουμένην· πῇ δὲ πάλιν ὅταν μηδόλως κατὰ πλάτος ἀπεχούσης αὐτῆς ἐξ ἐλάττονος διαστάσεως τοῦ πλάτους συμβαίνῃ τὴν σύνοδον γίνεσθαι, τότε μείζονα ἐκ τοῦ μήκους προσλαμβάνουσα, βράδιον τὴν πρὸς τὸν ἥλιον ἀποχώρησιν οἰκείαν τῆς φάσεως φαίνεται ποιουμένη δηλαδὴ καὶ τὴν φάσιν. ὅταν δὲ συμβαίνῃ βορειοτάτην ἢ νοτιωτάτην αὐτὴν ὑπάρχουσαν καὶ προσθετικὴν τυγχάνειν, τότε δηλονότι ταχεῖαν ὡς ἔνι μάλιστα τὴν ἀπὸ τοῦ ἡλίου ἀπόστασιν ποιουμένη, ταχεῖαν καὶ τὴν φάσιν ποιήσεται· ὅταν δὲ τοὐναντίον, βραδεῖαν.

`960`

Παρακολουθεῖ δὲ μὴ κατὰ πᾶσαν διάμετρον τῷ ἡλίῳ στάσιν τὴν σελήνην ἐκλείπειν, διὰ τὸ μὴ ἐν τῷ αὐτῷ ἐπιπέδῳ τῷ διὰ μέσων τῶν ζῳδίων γράφειν αὐτὴν τὸν ὑπὸ τῆς κινήσεως αὐτῆς γινόμενον κύκλον, καθάπερ ὁ ἥλιος, ἀλλὰ λοξὸν πρὸς τοῦτον ἐπὶ τοσοῦτον ὡς καὶ διὰ τὴν ἐπὶ τούτου κίνησιν κατὰ πλάτος αὐτὴν ἀφισταμένην ἀπὸ τοῦ διὰ μέσων τῶν ζῳδίων συμβαίνειν μὴ ψαύειν τοῦ τῆς σκιᾶς κώνου.

`961`

Ἵνα δὲ κατάδηλον γένηται τὸ λεγόμενον, ἔστω ἐν τῷ αὐτῷ ἐπιπέδῳ τοῦ διὰ μέσων τῶν ζῳδίων ὁμόκεντρος κύκλος ὁ ΑΒΓΔ, λοξὸς δὲ πρὸς αὐτὸν ὁ ΕΒΖΔ, καθʼ οὗ πάντοτε φέρεται ἡ σελήνη. ἔστω δὲ καὶ ἡ γῆ ἐν τῷ μέσῳ κειμένη κατὰ τὸ Λ, ὁ δὲ ἥλιος θεωρούμενος κατὰ τὸ Γ, διὰ τὸ ἐν τῷ τοῦ διὰ μέσων τῶν ζῳδίων ἐπιπέδῳ ὑποκεῖσθαι τὸν ΑΒΓΔ κύκλον ἐν ᾧ καὶ ὁ ἥλιος κινεῖται, ἡ δὲ σελήνη κατὰ τὸ Ε. καὶ νοείσθω ἀπὸ τοῦ κώνου τῆς γῆς ὑπὸ τοῦ διὰ τοῦ θεωρουμένου ἐν τοῖς πανσελήνοις τῆς σελήνης ἐπιπέδου ἐν ταῖς ἐκλείψεσιν ἀποτεμνόμενος κύκλος ὡς ὁ περὶ κέντρον τὸ Α, διὰ τὸ καὶ τὸ τοῦ κώνου ἀπόστημα μεῖζον καταλαμβάνεσθαι τοῦ τῆς σελήνης. καὶ ὑποκείσθω τὴν αὐτὴν ἐποχὴν εἶναι τοῦ τε Α καὶ Ε, τουτέστιν ὥστε τὸν διὰ τοῦ Ε γραφόμενον κύκλον πρὸς ὀρθὰς τῷ ζῳδιακῷ πρὸς ὃν καὶ αἱ κατὰ μῆκος ἐποχαὶ λαμβάνονται, καὶ διὰ τοῦ Α ἥξειν. συμβήσεται οὖν τῆς ἀπὸ τοῦ Α ἐπὶ τὸ Ε πλατικῆς διαστάσεως μείζονος οὔσης συναμφοτέρων τῶν ἐκ τῶν κέντρων, τοῦ τε τῆς σελήνης κύκλου καὶ τοῦ τῆς σκιᾶς ἢ καὶ τῆς ὑποτεινομένης ὑπʼ αὐτῶν περιφερείας τοῦ πρὸς ὀρθὰς τῷ λοξῷ μεγίστου κύκλου, πρὸς ὃν καὶ αἱ ἐπισκοτήσεις λαμβάνονται, μὴ ψαύειν τὴν σελήνην τοῦ οὕτως ἀποτεμνομένου, ἀπὸ τοῦ κώνου τῆς σκιᾶς κύκλου, δηλαδὴ μηδὲ τοῦ κώνου. καὶ διὰ τοῦτο πᾶν τὸ προσλαμπόμενον αὐτῆς ἔγγιστα ἡμισφαίριον ἡμῖν φαίνεσθαι ἀνεπισκότητον.

`962`

Ὅταν δὲ οὕτως διαμετρηθῇ ὥστε τοῦ ἡλίου περὶ τὸ Β ἢ Δ γινομένου, οὓς καὶ καλεῖ συνδέσμους διὰ τὸ ὥσπερ συνδέειν ἀλλήλους τοὺς κύκλους, ἢ κατὰ τῶν τοιούτων σημείων, ὡς κατὰ τὸ Μ, τῆς δὲ σελήνης κατὰ τὸ Ν, νοήσωμεν πάλιν τὸν ἀποτεμνόμενον ὑπὸ τοῦ διὰ τῆς σελήνης ἐπιπέδου τοῦ κώνου κύκλον, ὡς τὸν περὶ τὸ Η κέντρον, ἐπισκοτήσει ὁ κατὰ τοῦ τοιούτου τόπου ἀποτετμνημένος τοῦ κώνου κύκλος τῇ σελήνῃ δηλαδὴ καὶ αὐτὸς ὁ κῶνος, διὰ τὸ τὴν ἀπὸ τοῦ Η ἐπὶ τὸ Ν διάστασιν ἐλάττονα εἶναι τῶν ἐκ τῶν κέντρων αὐτῶν, ἢ καὶ τῆς ὑποτεινομένης ὑπʼ αὐτῶν περιφερείας τοῦ πρὸς ὀρθὰς τῷ λοξῷ μεγίστου κύκλου. καὶ ὅσῳ ἂν ἐνδοτέρω ὡς πρὸς τὰ Β καὶ Δ μέρη γίγνηται ἡ κατὰ διάμετρον στάσις τοῦ ἡλίου, μείζονες αἱ ἐπισκοτήσεις ἔσονται, ἀναλόγως τῇ διαστάσει τῶν πρὸς τοῖς Β καὶ Δ προσεγγιζόντων, ὡς καὶ ἔτι μᾶλλον αὐτὴν ἐπισκοτηθῆναι, ἔτι μᾶλλον τοῖς εἰρημένοις σημείοις προσεγγίζουσαν· ἢ καὶ κατʼ αὐτῶν γιγνομένην ἐν ταῖς κατὰ διάμετρον τοῦ ἡλίου στάσεσιν, καὶ μένειν αὐτήν τινα χρόνον ἀφανῆ ἔνδον οὖσαν τῆς σκιᾶς, ἐπεὶ καὶ δείκνυται ὁ τῆς σκιᾶς κύκλος μείζων ὢν τοῦ ἐν τῇ σφαίρᾳ τῆς σελήνης θεωρουμένου μεγίστου κύκλου.

Διὰ τὰ αὐτὰ δὴ οὐχὶ καὶ κατὰ πᾶσαν συνοδικὴν συζυγίαν ἡ τοῦ ἡλίου ἔκλειψις ἀποτελεῖται, τῆς σελήνης μὴ πάντως ἐπιπροσθούσης αὐτῷ, διὰ τὰς κατὰ πλάτος ἀποστάσεις.

”Ἔνθεν ὁμοίως κατὰ πάντα τὰ μέρη τῆς γῆς καὶ τοῖς μεγέθεσι» τῶν ἐπισκοτήσεων, «καὶ τοῖς χρόνοις» τοῖς τε ἀπὸ τῆς ἐμπτώσεως ἐπὶ τὸ μέσον τῆς ἐκλείψεως ὅπερ ἐστὶν ἀπὸ τῆς ἀρχῆς τῆς ἐκλείψεως ἐπὶ τὴν μεγίστην ἐπισκότησιν, καὶ τοῖς ἀπὸ τοῦ μέσου ἐπὶ τὴν ἀνακάθαρσιν, ὅπερ ἐστὶ πάλιν ἀπὸ τῆς μεγίστης ἐπισκοτήσεως ἐπὶ τὸ τέλος τοῦ συμπτώματος, «ἐκλείπουσα φαίνεται»· διὰ τὸ εἰς τὸν ἀπὸ τῆς σκιᾶς τῆς γῆς κῶνον αὐτὴν ἐμπίπτειν, ἐντὸς ἑαυτοῦ ἔχοντα τὰς τῶν ὁρώντων ὄψεις, ἐπεὶ καὶ ἐν νυκτὶ μόνον τὸ τοιοῦτο σύμπτωμα φαίνεται, ὁμοίως ἐπιπροσθεῖν ποιοῦντα τὸν γιγνόμενον ἐν αὐτῷ ὑπὸ τῆς τομῆς τοῦ διὰ τῆς σελήνης ἐπιπέδου τῆς σκιᾶς κύκλον, τῷ ἀπολαμβανομένῳ αὐτῆς ἐπιπέδῳ.

`963`

Οἷον, ἐὰν γὰρ νοήσωμεν τὴν τῆς γῆς σφαῖραν περὶ κέντρον τὸ Α, τὸν δὲ τῆς σκιᾶς κῶνον ὑπὲρ γῆς τὸν ΒΓΔ, οἰκήσεις δὲ κατὰ τὰ Ζ, Ε, Η, τὴν δὲ σελήνην κατὰ μὲν τὴν ἀρχὴν τῆς ἐμπτώσεως περὶ τὸ Θ κέντρον, κατὰ δὲ τὸν μέσον χρόνον περὶ τὸ Κ, κατὰ δὲ τὸν ἔσχατον χρόνον τῆς ἐμπτώσεως περὶ τὸ Λ, ὁμοίως καὶ κατὰ ταὐτὸν ὀφθήσεται ταῖς ἀπὸ τῶν Ζ, Ε, Η οἰκήσεων ὄψεσιν. μόνον δὲ κατὰ τοὺς χρόνους τῶν ἀπὸ ἀνατολῆς ἢ μεσημβρίας λαμβανομένων ὡρῶν διοίσει κατὰ κλίμα ἡ ἔκλειψις, διὰ τὸ τοῖς μὲν ἀνατολικωτέροις τάχιον αὐτὴν ἀνατέλλειν τοῖς δὲ δυτικωτέροις ὕστερον. καὶ κατὰ τὸν αὐτὸν χρόνον, τοῖς μὲν ἐν ταῖς ἀνατολαῖς φαίνεσθαι τὴν ἔκλειψιν, τοῖς δὲ ἐπὶ τοῦ μεσημβρινοῦ, τοῖς δὲ πάλιν πρὸς ταῖς δυσμαῖς, καὶ εἰς τοὺς μεταξὺ τόπους.

«Διὰ ταῦτα δὴ πρὸς τὴν καθόλου ἐπίσκεψιν τῶν ἀκριβῶν τόπων τῆς «σελήνης ἀλλʼ οὐ τῶν φαινομένων ὀφειλόντων παραλαμβάνεσθαι ...» καὶ τὰ ἑξῆς.

`964`

Διὰ γοῦν τὸ δεδεῖχθαι ἡμῖν ὅτι εἴποτε τῇ ὄψει τὴν ἐποχὴν τῆς σελήνης λαμβάνομεν, διαμαρτάνομεν τῆς ἀκριβοῦς, διὰ τὰς εἰρημένας παραλλάξεις.

Μόνον δὲ ἀκριβῶς τὴν εἰρημένην ἐποχὴν αὐτῆς δυνάμεθα εὑρίσκειν ἐν τῷ κατὰ τὴν μεγίστην ἐπισκότησιν χρόνῳ. καὶ ἀναγκαίου ὄντος πρὸς τὰς εἰρημένας καθόλου αὐτῆς καταλήψεις τὸν ἀκριβῆ τόπον αὐτῆς καταλαμβάνεσθαι «ἐπειδήπερ καὶ τὸ τεταγμένον καὶ τὸ ὅμοιον», ὡς τὸ ἀκριβές, διὰ τὸ πανταχοῦ τὰς αὐτὰς ἀκριβεῖς ἐποχὰς καταλαμβάνεσθαι πρὸς τὰ τοῦ ζῳδιακοῦ μέρη, ἀναγκαῖον εἶναι προεκτεθεῖσθαι τῶν ἀτάκτων καὶ ἀνομοίων, ὡς τῶν φαινομένων, διὰ τὸ πάλιν τὰς παραλλάξεις διαφόρους κατὰ κλίμα ἀποτελεῖσθαι.

Ταύταις μὲν οὖν φησιν ταῖς τηρήσεσιν «μὴ δεῖν συγχρῆσθαι», ὅσαι «διὰ «τῆς ὄψεως τὴν ἐποχὴν αὐτῆς καταλαμβάνονται, μόναις δὲ ταῖς διὰ τῶν «ἐκλείψεων αὐτῆς, ἐπειδήπερ» πρὸς τὰς τοιαύτας ἐπισκέψεις «οὐδὲν πρὸς «τὴν τῶν ἐποχῶν αὐτῆς κατάληψιν ἡ ὄψις συμβάλλεται», ὡς μικρῷ πρόσθεν ἀπεδείξαμεν, ἀλλʼ «ὁ δʼ ἂν τμῆμα τοῦ διὰ μέσων τῶν ζῳδίων ὁ ἥλιος «ἐπέχων εὑρίσκηται κατὰ μέσον τὸν χρόνον τῆς ἐκλείψεως», τουτέστι κατὰ τὴν μεγίστην ἐπισκότησιν, «ἐν ᾧ τὸ τῆς σελήνης κέντρον ὑπὸ τοῦ «ἡλίου ὡς ἔνι μάλιστα ἀκριβῶς διαμετρεῖται», τὸ δὲ ὡς ἔνι μάλιστα ἀκριβῶς, ἀντὶ τοῦ ὡς ἔνι μάλιστα πρὸς αἴσθησιν ἀκριβῶς, ὡς ἀνεπαισθήτου ἄγαν γιγνομένης τῆς παρὰ τὴν διάμετρον στάσιν παραλλαγῆς, ὡς ἐν τῷ ἕκτῳ βιβλίῳ δείκνυσιν, τούτου δηλονότι οὗ ἐπέχει ὁ ἥλιος τμήματος «τὸ κατὰ διάμετρον ἐφέξει καὶ τὸ τῆς σελήνης κέντρον πρὸς ἀκρίβειαν», ὑπακουομένου τοῦ ὡς ἔνι μάλιστα πρὸς αἴσθησιν, «κατὰ τὸν αὐτὸν μέσον «χρόνον τῆς ἐκλείψεως.»

`965`

Ὅτι δὲ αἱ παραλλάξεις τῆς σελήνης διάφοροι κατὰ κλίμα καταλαμβάνονται, δῆλον μὲν ἐκ τοῦ ἤδη δεδεῖχθαι, ὅτι τοῦ κατὰ κορυφὴν διαφόρως ἀφισταμένη, διαφόρους καὶ τὰς παραλλάξεις ποιεῖται. ὥστε ἐπὶ τοῦ αὐτοῦ τόπου τυγχάνουσα, διαφόρως ἀφεστῶσα τῶν κατὰ κορυφὴν τῶν διαφορῶν οἰκήσεων, ἀνίσως τοῖς ἐν αὐταῖς οἰκοῦσιν ποιήσεται τὰς παραλλάξεις, ἀναλόγως ταῖς ἀπὸ τοῦ κατὰ κορυφὴν ἀποστάσεσιν μείζονας ποιοῦσα ἐφʼ ὧν πλεῖον ἀφέστηκεν.

`966`

Ἵνα δὲ καὶ διὰ τῶν γραμμῶν ὑπʼ ὄψιν ἡμῖν γένηται τοιοῦτον, ἐκκείσθω ἡ καταγραφὴ τῶν εἰρημένων τριῶν κύκλων, περὶ κέντρον τὸ Α. καὶ ἔστωσαν οἰκήσεις κατὰ τὰ Β, Γ σημεῖα. καὶ διὰ τῶν κατὰ κορυφὴν αὐτῶν, ἤχθωσαν αἱ ΑΒΔ, ΑΓΕ. καὶ ὑποκείσθω ἡ σελήνη κατὰ τὸ Ζ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΖΗ, ΒΖΘ, ΓΖΚ. ἔσται ἄρα ἡ μὲν ἀκριβὴς αὐτῆς πάροδος κατὰ τὸ Η, ἡ δὲ φαινομένη, ἐπὶ μὲν τῆς Β οἰκήσεως κατὰ τὸ Θ παράλλαξις δὲ ἡ ΗΘ, ἐπὶ δὲ τῆς Γ κατὰ τὸ Κ παράλλαξις δὲ ἡ ΗΚ. καὶ μείζων ἔσται ὡς ἔφαμεν ἡ παράλλαξις ἐκείνης τῆς οἰκήσεως, ἧς καὶ πλεῖον ἀπέχει τοῦ κατὰ κορυφὴν ἡ σελήνη.

`967`

Ὅτι δὲ καὶ κατὰ τὴν διάμετρον τῷ ἡλίῳ στάσιν πρὸς αἴσθησιν ἡ μεγίστη ἐπισκότησις ἀποτελεῖται, ἐν ᾧ καὶ ὁ μέσος χρόνος τῆς ἐκλείψεως θεωρεῖται, δείξομεν οὕτως.

`968`

Ἔστω ἐν τῇ τῆς σελήνης σφαίρᾳ, ἐν τῷ αὐτῷ ἐπιπέδῳ τοῦ διὰ μέσων, ὁμόκεντρος κύκλος ὁ ΑΒΓΔ, ἐφʼ οὗ λόγου ἕνεκεν νοείσθω τὸ τοῦ ἡλίου κέντρον κινούμενον, ὁ δὲ λοξὸς πρὸς αὐτὸν περὶ ὃν ἔφαμεν τὸ τῆς σελήνης κέντρον κινεῖσθαι ὁ ΕΒΖΔ. καὶ νοείσθω πάλιν ἀπὸ τοῦ κώνου τῆς σκιᾶς κύκλος ἀποτεμνόμενος ὑπὸ τοῦ διὰ τῆς σελήνης ἐπιπέδου ὡς ὁ περὶ κέντρον τὸ Η, κατὰ διάμετρον δηλαδὴ ἔχων πάντοτε τοῦ ἡλίου τὸ κέντρον. καὶ καταλαβοῦσα αὐτὸν ἡ σελήνη, διὰ τὸ δείκνυσθαι αὐτὴν τρισκαιδεκαπλάσιον ἔγγιστα κινεῖσθαι τοῦ κώνου ἐπεὶ καὶ τοῦ ἡλίου καὶ ἐμπίπτουσα εἰς αὐτὸν, πρότερον ἔξωθεν ἐφαπτέσθω αὐτοῦ κατὰ τοῦ Ε τυγχάνουσα ἀκριβῶς. καὶ γεγράφθω διὰ μὲν τῶν Ε, Η, μεγίστου κύκλου περιφέρεια ἡ ΕΗ, διὰ δὲ τοῦ Ε κέντρου τῆς σελήνης τῷ ΑΒΓΔ ὄντι ἐν τῷ αὐτῷ ἐπιπέδῳ τοῦ διὰ μέσων τῶν ζῳδίων πρὸς ὀρθὰς μεγίστου κύκλου περιφέρεια ἡ ΕΑ, πρὸς ἣν αἱ κατὰ μῆκος ἐποχαὶ τῶν ἀστέρων πάντων λαμβάνονται. ἔσται ἄρα ἡ ἀκριβὴς αὐτῆς ἐποχὴ καὶ πρὸς τὸν ζῳδιακὸν λαμβανομένη κατὰ τὸ Α.

Μετακινείσθω δὴ πάλιν ἡ σελήνη κατὰ τὸ Θ καὶ ἐπισκοτείσθω ὑπὸ τοῦ κώνου τῆς σκιᾶς καὶ ἔστω διὰ τῶν Θ, Η, κέντρων τῆς σελήνης καὶ τῆς σκιᾶς γραφόμενος μέγιστος κύκλος ὡς ὁ ΘΗ πρὸς ὀρθὰς τῷ ΑΒΓΔ ὁμοκέντρῳ, καὶ ἐν τῷ ἐπιπέδῳ τοῦ ζῳδιακοῦ ὄντι, ὥστε τὴν ἀκριβῆ τῆς σελήνης πρὸς τὸν ζῳδιακὸν ἐποχὴν πρὸς τῷ Η τυγχάνειν τὴν αὐτὴν γινομένην τῷ κέντρῳ τῆς σκιᾶς δηλαδὴ καὶ κατὰ διάμετρον τῷ ἡλίῳ.

Ἔτι δὲ μετακινηθεῖσα ἡ σελήνη καὶ ἀνακαθαρθεῖσα, ἔξωθεν ἁπτέσθω τοῦ κώνου τῆς σκιᾶς κατὰ τὸ Κ ἀκριβῶς τυγχάνουσα, ἀφʼ οὗ πάλιν πρὸς ὀρθὰς γραφείσης τῆς ΚΛ περιφερείας τῷ ΑΒΓΔ ὁμοκέντρῳ, ἔσται ἡ ἐπὶ τοῦ ζῳδιακοῦ κατὰ μῆκος αὐτῆς ἐποχὴ ἐπὶ τοῦ Λ.

Καὶ ἐπεὶ δείκνυται ἐν τοῖς περὶ τῶν ἐκλείψεων ἐν τῷ ἕκτῳ βιβλίῳ ὅτι ὁ ἀπὸ τοῦ Η κέντρου τῆς σκιᾶς ἐπὶ τὸν λοξὸν τῆς σελήνης πρὸς ὀρθὰς γραφόμενος μέγιστος κύκλος ὡς ὁ ΗΜ ἀδιάφορον ποιεῖ τὸ Μ σημεῖον τῷ Θ, καὶ ἐπὶ τοῦ Μ γιγνομένου τοῦ κέντρου τῆς σελήνης ἡ μεγίστη ἐπισκότησις καταλαμβάνεται γιγνομένη τῆς ἐκλείψεως, διὰ τὸ ἐλαχίστην γίγνεσθαι τὴν ΗΜ περιφέρειαν πασῶν τῶν ἀπὸ τοῦ Η ἐπὶ τὴν ΕΚ περιφερειῶν τουτέστι πασῶν τῶν τὰ κέντρα ἐπιζευγνυουσῶν, καὶ διὰ τοῦτο ἐπὶ ταύτης τὸ πλεῖστον μέρος ἀπολαμβάνεσθαι τῆς σεληνιακῆς διαμέτρου ὑπὸ τῆς σκιᾶς τῶν κατὰ τὰς ἄλλας παρόδους τῆς ἐκλείψεως, καὶ ἔτι κατὰ μὲν τοῦ Θ οὖσα κατὰ διάμετρον τῷ ἡλίῳ ἐτύγχανεν κατὰ δὲ τοῦ Μ τὴν μεγίστην ἐπισκότησιν ἐποιεῖτο, καὶ ἀδιαφορεῖ τὸ Θ τῷ Μ, δῆλον ὡς ὅτι ἐν τῇ κατὰ διάμετρον ἔγγιστα τοῦ ἡλίου στάσει, ἡ μεγίστη τῆς σελήνης ἐπισκότησις ἀποτελεῖται.

`969`

Ἔτι δὲ δείκνυσιν καὶ διὰ τῶν γραμμῶν ἐν τῷ ἕκτῳ βιβλίῳ ὅτι ὁ ἀπὸ τῆς ἀρχῆς τῆς ἐκλείψεως μέχρι τῆς μεγίστης ἐπισκοτήσεως χρόνος ἴσος ἐστιν ἔγγιστα τῷ ἀπὸ τῆς μεγίστης ἐπισκοτήσεως ἐπὶ τὴν ἀνακάθαρσιν, ὥστε καὶ τὸν μέσον χρόνον τῆς ἐκλείψεως ἐν τῇ μεγίστῃ ἐπισκοτήσει ἀποτελεῖσθαι.

Καὶ ταῦτα μὲν ἡμῖν οὕτω τῆς πρὸς τὸ παρὸν σαφηνείας ἕνεκα παρείληπται. διὸ οὐδὲ τὰς ἐπικινήσεις τῶν φώτων ἐπελογισάμεθα. ἀκριβέστερον δὲ περὶ ἑκάστου τούτων, ἐν τοῖς περὶ τῶν ἐκλείψεων διαληψόμεθα.

`970`

Περὶ τῶν περιοδικῶν χρόνων τῆς σελήνης.

`971`

«Ἀφʼ οἵων μὲν οὖν τηρήσεων τὰ περὶ τὴν σελήνην ὀφείλοντα καθόλου «λαμβάνεσθαι προσήκει σκοπεῖν, διὰ τούτων κατὰ τὸ τυπῶδες ἡμῖν προεκτεθείσθω.»

Ὅτι μὲν οὖν ἀπὸ τῶν κατὰ τοὺς μέσους χρόνους τῶν κατὰ τὰς σεληνιακὰς ἐκλείψεις τηρήσεων τὰς τῶν ὁμαλῶν αὐτῆς κινήσεων καταλήψεις τοῦ τε μήκους καὶ τῆς ἀνωμαλίας καὶ τοῦ πλάτους καθολικωτέρας ὡς ἔφαμεν τυγχανούσας προσήκει σκοπεῖν, διὰ τῶν εἰρημένων ὡς ἐν κεφαλαίοις ἡμῖν προεκτεθείσθω.

Τὸν δὲ τρόπον καθʼ ὅν τε οἱ παλαιοὶ ταῖς τῶν τοιούτων ἀποδείξεων ἐπιβολαῖς ἐχρήσαντο, καὶ καθʼ ὃν ὁ Πτολεμαῖος συμφώνως ταῖς ἐκ τῶν φαινομένων καταλήψεσιν τὴν διάκρισιν εὐχρηστοτέραν πεποίηται, πειρασόμεθα ἤδη διεξελθεῖν.

«Ἐπεὶ τοίνυν ἀνομάλως μὲν ἡ σελήνη φαίνεται κινουμένη κατά τε μῆκος καὶ πλάτος, καὶ μὴ ἰσοχρονίως μήτε τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον ἀεὶ διερχομένη, μήτε πρὸς τὴν κατὰ πλάτος αὐτοῦ πάροδον ἀποκαθισταμένη» ... καὶ τὰ ἑξῆς.

`972`

Ἐπεὶ τοίνυν ἐκ τῶν διὰ τῶν ὀργάνων παρατηρήσεων, ὧν ἑξῆς τήν τε κατασκευὴν καὶ τὴν θέσιν ἔτι τε καὶ τὴν χρῆσιν ἐκτίθεται, ἡ σελήνη μᾶλλον καὶ ἧττον φαίνεται κατὰ μῆκος καὶ πλάτος κινουμένη «καὶ μὴ «ἰσοχρονίως, μήτε τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον ἀεὶ διερχομένη» τουτέστιν κατὰ μῆκος ἀποκαθισταμένη, καθάπερ τὸν ἥλιον καταλαμβανόμεθα πάντοτε τὴν τοιαύτην ἀποκατάστασιν ποιούμενον ἐν ἡμέραις τξε ιδ μη, μήτε τὴν ἐπὶ τοῦ λοξοῦ πρὸς τὸν διὰ μέσων αὐτῆς κίνησιν ἐφʼ οὗ τὸ κέντρον αὐτῆς κινουμένης τὰς πρὸς τὸν διὰ μέσων ἀποστάσεις ποιεῖται, καθάπερ ἐπὶ τῆς ἐπάνω καταγραφῆς ἐδηλοῦμεν, ἐν ἴσῳ χρόνῳ ἀποκαθισταμένην ἥντινα καί φησι πλάτους ἀποκατάστασιν· αὕτη δὲ γίνεται ὅταν ἤτοι ἀπὸ τῶν βορειοτάτων ἐπὶ τὰ βορειότατα παραγένηται, ἢ ἀπὸ τῶν νοτιωτάτων ἐπὶ τὰ νοτιώτατα, ἢ ἁπλῶς ἀπὸ τοῦ αὐτοῦ πλάτους ἐπὶ τὸ αὐτὸ, ὅταν ἡ σελήνη ἐπὶ τὰ αὐτὰ μέρη τυγχάνῃ τοῦ αὐτοῦ συνδέσμου.

`973`

Ἵνα δὲ καὶ ἐπὶ καταγραφῆς φανερὰ γένηται τὰ εἰρημένα, ἔστω ὁ μὲν ἀντὶ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλος ὁ ΑΒΓΔ, ὁ δὲ λοξὸς τῆς σελήνης ὁ ΕΒΖΔ· καὶ βόρειον μὲν ἔστω τὸ ΔΕΒ ἡμικύκλιον, νότιον δὲ τὸ ΒΖΔ· καὶ βορειότατον μὲν σημεῖον τὸ Μ, νοτιώτατον δὲ τὸ Ν· καταβιβάζων δὲ σύνδεσμος ὁ Β, διὰ τὸ ἀπὸ τοῦ Μ βορειοτάτου ὡς ἐπὶ τὸ Β εἰς τὰ ἑπόμενα αὐτὴν κινουμένην κατιέναι ἀπὸ τῶν βορείων· ἀναβιβάζων δὲ ὁ Δ, διὰ τὸ πάλιν ἀπὸ τοῦ Η νοτιωτέρου εἰς τὰ ἑπόμενα αὐτὴν κινουμένην ἀνιέναι ἐπὶ τὸ Δ γιγνομένην. καὶ ἀπό τινων σημείων τῶν Ε, Θ, Ζ, Λ, ἴσον ἀπεχόντων τῶν Β, Δ, συνδέσμων, πρὸς ὀρθὰς γεγράφθωσαν τῷ ΑΒΓΔ αἱ ΕΑ, ΘΗ, ΓΖ, ΛΚ, ἴσαι δηλονότι τυγχάνουσαι, διὰ τὸ τὰ συσταθέντα τρίπλευρα τὰς δύο γωνίας δυσὶ γωνίαις ἴσας ἔχειν, καὶ μίαν πλευρὰν μιᾷ πλευρᾷ, καὶ πάντα πᾶσιν, ὡς Μενέλαος ἐν Σφαιρικοῖς.

Καὶ διὰ τοῦτο, ὅταν ἀπὸ τοῦ Ε ἡ σελήνη ἐπὶ τὸ Θ παραγένηται, τὸ μὲν αὐτὸ πλάτος ἀπὸ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου ἀποστήσεται, οὐκέτι δὲ καὶ ἀποκατάστασιν πρὸς τὸν ΕΒΖΔ ποιήσεται. ὁμοίως δὲ κἂν κατὰ τοῦ Ζ ἢ Λ γένηται. ὅταν δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς σημεῖον τὸ Ε παραγένηται, ὅ ἐστιν ἐπὶ τὰ ἑπόμενα τοῦ Δ συνδέσμου, τότε καὶ ἐπὶ τὸ αὐτὸ πλάτος ἐληλυθυῖα ἔσται καὶ ἀποκατάστασιν τοῦ τοιούτου κύκλου ποιησαμένη ἐπὶ τὰ αὐτὰ μέρη τοῦ αὐτοῦ συνδέσμου ὡς ἔφαμεν τὴν αὐτὴν ἀπὸ τοῦ διὰ μέσων ἀπόστασιν ποιουμένη.

`974`

Παρακολουθεῖ δὲ τὴν πρὸς τὸν τοιοῦτον κύκλον τοῦ πλάτους ἀποκατάστασιν ἀποτελεῖσθαι ὅταν ἐπὶ τοῦ ΔΕΒ βορειοτέρου ἡμικυκλίου προστιθεῖσα τῇ ἀκριβεῖ κατὰ πλάτος ἀποστάσει καὶ πρῶτον καὶ δεύτερον ἐπὶ τὸ αὐτὸ ἀκριβὲς πλάτος παραγένηται, ὡς ἐπὶ τὸ Ε ἐπὶ τὰ ἑπόμενα τοῦ ἀναβιβάζοντος συνδέσμου, διὰ τὸ μειζόνων οὐσῶν τὸν ἀπὸ τοῦ Δ εἰς τὰ ἑπόμενα κατὰ πλάτος ἀποστάσεων μέχρι τοῦ Μ βορειοτάτου προστιθέναι τὴν σελήνην τῷ πλάτει· ὅταν δὲ ἀφαιροῦσα πάλιν καὶ πρῶτον καὶ δεύτερον ἐπὶ τὸ αὐτὸ πλάτος παραγένηται, λόγου ἕνεκεν ὡς κατὰ τὸ Θ, ἔσται εἰς τὰ προηγούμενα τοῦ καταβιβάζοντος συνδέσμου τὴν ἀποκατάστασιν ποιησαμένη, διὰ τὸ τὰς ἀπὸ τοῦ Μ κατὰ πλάτος ἀποστάσεις ὡς ἐπὶ τὸν δεύτερον σύνδεσμον ἑξῆς ἀλλήλων ἐλάττονας εἶναι. ὅταν δὲ ἐπὶ τοῦ ΒΖΔ νοτιωτέρου ἡμικυκλίου παροδεύῃ ἡ σελήνη, ἐὰν μὲν πάλιν καὶ πρῶτον καὶ δεύτερον προστιθεῖσα ἐπὶ τὸ αὐτὸ πλάτος παραγένηται, καὶ λόγου ἕνεκεν ὡς ἐπὶ τὸ κατὰ τὸ Ζ, ἔσται πάλιν ἐπὶ τὸ Ζ τὴν ἀποκατάστασιν ποιησαμένη ἐπὶ τὰ ἑπόμενα τοῦ Β καταβιβάζοντος συνδέσμου. ὅταν δὲ ἀφαιροῦσα ἐπὶ τὸ αὐτὸ πλάτος παραγένηται, ἔσται ὁμοίως τὴν ἀποκατάστασιν ποιησαμένη ἐπὶ τὸ Λ, εἰς τὰ προηγούμενα τοῦ Δ ἀναβιβάζοντος συνδέσμου. δῆλον δὲ ὅτι καὶ ἐὰν ἀπὸ τοῦ Μ βορειοτάτου ἐπὶ τὸ αὐτὸ παραγένηται, ἢ ἀπὸ τοῦ Ν νοτιωτάτου, καὶ ἀπὸ τοῦ αὐτοῦ πλάτους ἐπὶ τὸ αὐτὸ ἔσται ἐληλυθυῖα, καὶ ἀποκατάστασιν ἐπὶ τοῦ ΕΒΖΔ λοξοῦ κύκλου ποιησαμένη.

`975`

Καὶ περὶ μὲν τῶν πλατικῶν ἀποκαταστάσεων, τοσαῦτα. ἑξῆς δὲ καὶ περὶ τῶν τῆς ἀνωμαλίας ἀποκαταστάσεων διαληψόμεθα, ἥτις ἀποτελεῖται ὅταν ἀπό τινος σημείου τοῦ ἐπικύκλου ἡ σελήνη ἐπὶ τὸ αὐτὸ παραγένηται, ὅπερ θεωρεῖται ὅταν ἀπὸ τῶν αὐτῶν κινημάτων ἐπὶ τὰ αὐτὰ παραγένηται, οἷον ὡς ὅταν ἀπὸ μεγίστων ἐπὶ μέγιστα, ἢ ἀπὸ ἐλαχίστων ἐπὶ ἐλάχιστα, ἢ ἀφʼ οἱωνδήποτε ἐπὶ τὰ αὐτά. οὕτω γὰρ ἂν μόνως ἀπό τινος σημείου τοῦ ἐπικύκλου ἐπὶ τὸ αὐτὸ παραγενομένη ἀποκατάστασιν τῆς ἀνωμαλίας ποιήσεται, διὰ τὸ ἐκ τῆς ἐπὶ τοῦ ἐπικύκλου τοῦ ἀστέρος κινήσεως τὴν παρὰ τὴν ὁμαλὴν κατὰ μῆκος πάροδον τῆς ἀνωμαλίας διάφορον ἀποτελεῖσθαι, καθάπερ ἐπὶ τῆς κατʼ ἐπίκυκλον τοῦ ἡλίου ὑποθέσεως ἀπεδείκνυμεν.

`976`

Ἵνα δὲ φανερὰ ἡμῖν γένηται τὰ λεγόμενα, ἐκκείσθω ἡ εἰρημένη ἐν τῷ τρίτῳ βιβλίῳ κατʼ ἐπίκυκλον μία τῶν ἁπλῶν ὑποθέσεων. καὶ ἔστω ὁ μὲν ὁμόκεντρος τῷ κόσμῳ κύκλος ὁ ΑΒΓΔ, περὶ κέντρον τὸ Ε, ὁ δὲ ἐπʼ αὐτοῦ φερόμενος ἐπίκυκλος ὁ ΖΗΘΚ περὶ κέντρον τὸ Α, ἡ δὲ διὰ τῶν κέντρων διάμετρος ἡ ΖΑΕΓ. ὑποκείσθω δὲ πάλιν, καθάπερ ἐπὶ τοῦ ἡλίου ἐλέγομεν, τὸ μὲν Α κέντρον τοῦ ἐπικύκλου εἰς τὰ ἑπόμενα κινούμενον ὁμαλῶς ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β, καὶ δηλαδὴ φέρον τὸν ἐπίκυκλον, ἡ δὲ σελήνη ἐπὶ τοῦ ἐπικύκλου τὴν εἰς τὰ προηγούμενα μετάβασιν ποιουμένη, τουτέστιν ὡς ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Π καὶ τὸ Κ, ἐπειδήπερ καὶ αὐτὴ κατὰ τὸ ἀπόγειον τὴν ἐλαχίστην πάροδον φαίνεται ποιουμένη, τοῦ ἀπὸ τῆς ἐλαχίστης κινήσεως ἐπὶ τὴν μέσην χρόνου μείζονος καταλαμβανομένου τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὴν μεγίστην. καὶ ὑποκείσθω κατὰ τὸ Η. ἔστω δὲ καὶ ζῳδιακὸς ὁ ΜΝΞ, καὶ ἐπιζευχθεῖσα ἡ ΕΗ ἐκβεβλήσθω ἐπὶ τὸ Μ. ἔσται δὴ ἡ ἀκριβὴς αὐτῆς ἐποχὴ ἐπὶ τοῦ Μ.

Λέγω ὅτι ὅταν μὲν ἐπὶ τοῦ ΗΖΚ τμήματος τυγχάνῃ ἡ σελήνη, ἐλάττονα τῆς ὁμαλῆς κινήσεως φανήσεται κινουμένη, καὶ ἐλάχιστα ὅταν κατὰ τὸ Ζ· ὅταν δὲ ἐπὶ τοῦ ΚΘΗ τμήματος μείζονα, καὶ μέγιστα ὅταν κατὰ τὸ Θ· ὅταν δὲ περὶ τὰ Η, Κ μέσα, τουτέστιν τὰ αὐτὰ τῇ ὁμαλῇ τοῦ ἐπικύκλου παρόδῳ.

Ἐὰν γὰρ νοήσωμεν, τοῦ ἐπικύκλου ὁμαλῶς εἰς τὰ ἑπόμενα κινουμένου, τὴν σελήνην ἐπί τινος τμήματος τοῦ ἐπικύκλου μένουσαν, δῆλον ὡς ὅτι τοσοῦτον φανήσεται μετακινουμένη εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ὅσον καὶ ὁ ἐπίκυκλος μετεκινήθη, τουτέστιν ὅση τίς ἐστιν καὶ ἡ ὁμαλὴ αὐτῆς κίνησις· τὴν γὰρ τοῦ ἐπικύκλου κίνησιν ἐλέγομεν εἶναι τὴν ὁμαλὴν τοῦ ἀστέρος κατὰ μῆκος πάροδον.

`977`

Ἐὰν δὲ ἐν ᾧ ὁ ἐπίκυκλος κινεῖται ἐν τοσούτῳ καὶ ἡ σελήνη ἐπὶ τοῦ ἐπικύκλου ὡς ἀπὸ τοῦ Η εἰς τὰ προηγούμενα κινηθεῖσα ἐπὶ τὸ Λ παραγένηται, ἐπιζευχθείσης τῆς ΕΛ, καὶ ἐκβληθείσης ἐπὶ τὸ Ν, δῆλον ὡς ὅτι ἐλάττονα τῆς ὁμαλῆς, τουτέστιν τῆς τοῦ ἐπικύκλου μεταβάσεως, φανήσεται κινηθεῖσα, διὰ τὸ ἐπὶ τὰ ἐναντία τῇ τοῦ ἐπικύκλου μεταβάσει αὐτὴν τότε μετακινεῖσθαι, καὶ τοσούτῳ ἐλάττονα, ἡλίκη ἐστὶν ἡ ὑπὸ ΜΕΝ γωνία, τουτέστιν ἡ ΜΝ περιφέρεια. καὶ δῆλον ὡς ὅτι ἡ ἐλάττωσις ἤτοι ἀφαίρεσις τῆς ἀκριβοῦς κινήσεως, γεγένηται ἐκ τῆς ἐπὶ τοῦ ἐπικύκλου αὐτῆς μεταβάσεως. τῶν οὖν τοιούτων κατὰ μέρος ἀφαιρετικῶν διαφορῶν μεγίστης καταλαμβανομένης τῆς πρὸς τῷ Ζ ἀπογειοτάτης τῆς σελήνης θέσεως, καθάπερ ἐν τῷ τρίτῳ βιβλίῳ ἐπὶ τῆς τοῦ ἡλίου ἀνωμαλίας ἀπεδείκνυμεν διὰ τῶν γραμμῶν, ἵνα μὴ ταυτολογοῦντες μηκύνωμεν τὸν ὑπομνηματισμὸν ἐλάχισται ἔσονται αἱ κατὰ τὴν τοιαύτην θέσιν ἀκριβεῖς καὶ εἰς τὰ ἑπόμενα τῆς σελήνης ἐπὶ τοῦ ζῳδιακοῦ μετακινήσεις, διὰ τὸ τῶν τοῦ ἐπικύκλου ὁμαλῶν αὐτῆς εἰς τὰ ἑπόμενα κατὰ μῆκος παρόδων, τὴν μεγίστην τῶν κατὰ μέρος διαφορῶν αὐτὴν τότε ἀφαιρεῖν.

Ὅταν δὲ πάλιν ἐπὶ τοῦ ΚΘΗ τμήματος τυγχάνῃ, καὶ λόγου ἕνεκεν ὡς κατὰ τὸ Ο, δῆλον ὡς ὅτι ἡ ἀκριβὴς αὐτῆς πάροδος ἔσται ἐπὶ τοῦ ζῳδιακοῦ κατὰ τὸ Ν. ἐὰν οὖν πάλιν ἐν ᾧ ὁ ἐπίκυκλος εἰς τὰ ἑπόμενα τὴν τῆς ὁμαλῆς κινήσεως πάροδον ποιεῖται, ἐν τοσούτῳ καὶ ἡ σελήνη ἐπὶ τοῦ Η παραγένηται, δῆλον ὡς ὅτι πλείονα τῆς ὁμαλῆς φανήσεται κινηθεῖσα τὴν ὑπὸ ΝΕΜ γωνίαν, τουτέστι πάλιν τὴν ΝΜ περιφέρειαν, διὰ τὸ ἐπὶ τὰ αὐτὰ τῇ τοῦ ἐπικύκλου μεταβάσει αὐτὴν τότε μετακεκινῆσθαι ἀπὸ τοῦ Ο ἐπὶ τὸ Η παραγεγενημένην.

`978`

Τῶν οὖν τοιούτων κατὰ μέρος προσθετικῶν διαφορῶν μεγίστης καταλαμβανομένης ἐπὶ τῆς κατὰ τὸ Θ περίγειον τῆς σελήνης θέσεως, καθάπερ πάλιν ἐν τῷ γʹ βιβλίῳ ἐν τοῖς περὶ τοῦ ἡλίου ἀπεδείκνυμεν, δῆλον ὡς ὅτι ἐπὶ τούτου τὰ μέγιστα φανήσεται κινουμένη, διὰ τὸ πάλιν τῇ ὁμαλῇ τοῦ ἐπικύκλου παρόδῳ τὴν μεγίστην τῶν κατὰ μέρος διαφορῶν τότε προστίθεσθαι.

Καὶ ἐπεὶ περὶ τὰ Η καὶ Κ αὐτῆς παροδευούσης, ἐπὶ πολὺ ἀνεπαίσθητος γίγνεται ἡ ἐκ τῆς ἐπὶ τοῦ ἐπικύκλου κινήσεως αὐτῆς παρὰ τὴν ἀνωμαλίαν διαφορά, ἐπειδήπερ τῶν ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου μέχρι τῆς μέσης παρόδου κατὰ μέρος διαφορῶν ἀεὶ ἐπὶ τὸ ἔλαττον ἀφαιρουσῶν τῆς ὁμαλῆς παρόδου, καὶ ἀπὸ τῆς μέσης προστιθεισῶν, ἀκόλουθόν ἐστι καθάπερ στάσιν ἐκεῖθεν ποιεῖσθαι τὴν διαφοράν, καὶ διὰ τοῦτο τὴν αὐτὴν πρὸς αἴσθησιν τῇ ὁμαλῇ παρόδῳ ἀποτελεῖσθαι τὴν ἀκριβῆ· καθάπερ καὶ ἐπὶ τοῦ τῆς ἀνωμαλίας τοῦ ἡλίου κανόνος ἐστὶν ἰδεῖν, ὅτι περὶ τὰς ϙγ καὶ σξζ μοίρας ἀνεπαίσθητοι ἐπὶ πολύ εἰσιν αἱ τῶν παρακειμένων ἐν τῷ τρίτῳ σελιδίῳ διαφοραί, διὰ τὸ ὥσπερ ἐπὶ πλεῖον συνεγγίζειν τῆς ἐφαπτομένης τοῦ ἐπικύκλου τὰς διὰ τῶν πλησιαιτέρων παρʼ ἑκάτερα σημείων διαγομένας ἀπὸ τοῦ κέντρου τοῦ ζῳδιακοῦ εὐθείας.

Ὅθεν καὶ τὰ αὐτὰ τῇ τοῦ ἐπικύκλου ὁμαλῇ παρόδῳ ἀκριβῶς κινηθήσεται, ἐπειδήπερ ὡς ἔφαμεν ἀνεπαίσθητός ἐστιν ἡ τῇ ὁμαλῇ παρόδῳ γιγνομένη πρόσθεσις ἢ ἀφαίρεσις. διὸ καὶ τὰς περὶ ταῦτα τὰ σημεῖα παρόδους, μέσας ἐκάλεσεν.

Δῆλον δὲ καὶ ὅτι ὅταν κατὰ τοῦ Ζ ἀπογείου τοῦ ἐπικύκλου πρότερον καὶ ὕστερον ἡ σελήνη παραγίνηται, τὰ αὐτὰ ἐλάχιστα κινηθήσεται. καὶ ἔσται ἀνωμαλίας ἀποκατάστασιν ποιησαμένη, τουτέστιν ὅλον τὸν ἐπίκυκλον περιελθοῦσα.

Ὁμοίως καὶ ἐὰν κατὰ τοῦ Θ σημείου καὶ πρότερον καὶ ὕστερον παραγένηται, τὰ αὐτὰ μέγιστα κινηθήσεται, ἀνωμαλίας ἀποκατάστασιν ποιησαμένη.

`979`

Διὰ τὰ αὐτὰ δή, κἂν ἐπί τινος ἑτέρου τμήματος τοῦ ἐπικύκλου τυγχάνῃ ἡ σελήνη κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν, καὶ ἐπὶ τὰ αὐτὰ κινήματα παραγένηται, ὁμοίως κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἐπὶ τοῦ αὐτοῦ τμήματος ἔσται τοῦ ἐπικύκλου δηλαδὴ ἀποκατάστασιν τῆς ἀνωμαλίας ποιησαμένη.

Εἰ δέ τις, ἐκ τῶν ἤδη περὶ τοῦ ἡλίου προδιειλημμένων, ἢ καὶ ἐκ τῶν ἑξῆς περὶ τὴν σελήνην ἀποδεικνυμένων κινηθείς, ἀπειληφὼς τῇ ΛΖ ἴσην τὴν ΖΠ, ἐπιζεύξας τὴν ΕΠ, γωνίαν ποιοῦσαν πρὸς τῷ κέντρῳ τοῦ ζῳδιακοῦ τῷ Ε ἴσην τῇ ὑπὸ ΖΕΛ, λέγοι ὅτι καὶ κατὰ τὸ Π ἡ σελήνη τυγχάνουσα, καὶ ἀφαιρητικὴ οὖσα, καὶ τὴν αὐτὴν ἐκ τῆς ἀνωμαλίας ἀφαίρεσιν ποιουμένη τῇ πρὸς τῷ Λ θέσει, καὶ τὴν αὐτὴν δηλαδὴ ἀκριβῆ πάροδον ἀπὸ τοῦ Λ ἐπὶ τὸ Π παραγεγενημένη, ἀνωμαλίας ἀποκατάστασιν πεποίηται, φημὶ ὡς ὅτι ἐκ τῶν παρατηρήσεων τὸ τοιοῦτον κατάδηλον ἡμῖν γίγνεται μὴ ὂν ἀληθές.

`980`

Ἡνίκα γὰρ κατὰ τὸ Λ ἐτύγχανεν ἀπὸ τῆς πρὸς τῷ Η μέσης παρόδου, ἐπὶ ἀφαίρεσιν παραγέγονεν· ἡνίκα δὲ κατὰ τοῦ Π, ἀπὸ τῆς κατὰ τὸ Ζ ἐλαχίστης παρόδου, ἐπὶ τὴν αὐτὴν ἀφαίρεσιν· καὶ δηλαδὴ οὐκ ἔσται ἀπὸ τῶν αὐτῶν κινημάτων ἐπὶ τὰ αὐτὰ παραγενομένη.

Ὁμοίως δὲ κἂν ἐπὶ τῶν Ο, Ρ τυγχάνῃ, πῇ μὲν ἀπὸ τῆς μέσης παρόδου, πῇ δὲ ἀπὸ τῆς μεγίστης ἐπὶ τὴν ἴσην πρόσθεσιν παραγέγονεν. ὥστε, τότε λεκτέον τὴν ἀποκατάστασιν τῆς ἀνωμάλου, ὅταν ἤτοι ἀπὸ τῶν μετὰ τὴν πρόσθεσιν μέσων κινήσεων ἐπὶ τὰ αὐτὰ μετὰ τὴν τῶν μέσων πρόσθεσιν παραγένηται· ἢ ἀπὸ τῶν μετὰ τὴν τῶν μέσων ἀφαίρεσιν ἐπὶ τὰ αὐτὰ μετὰ τὴν τῶν μέσων ἀφαίρεσιν γένηται· ἢ ἀπὸ τῆς ἐλαχίστης κινήσεως ἐπὶ τὴν ἐλαχίστην, ἢ ἀπὸ τῆς μεγίστης ἐπὶ τὴν μεγίστην, ἢ καὶ ἀφʼ οἱωνδήποτε ὁμοίως ἐπὶ τὰ αὐτά. διὸ καὶ ἐλέγομεν ἀνωμαλίας εἶναι ἀποκατάστασιν, ὅταν ἀπὸ τῶν αὐτῶν κινήσεων ἐπὶ τὰ αὐτὰ παραγένηται.

Δειχθέντος οὖν ἡμῖν ὅτι, ἐὰν ἀπὸ τῶν αὐτῶν κινημάτων ἐπὶ τὰ αὐτὰ ἡ σελήνη παραγένηται, ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ ἐπικύκλου ἐπὶ τὸ αὐτὸ σημεῖον παραγεγενημένη, ἀποκατάστασιν τῆς ἀνωμαλίας πεποίηται· καὶ πῶς τὸ τοιοῦτον ἐκ τῶν παρατηρήσεων λαμβάνεται, ἑξῆς ἐπὶ τὴν τῶν λοιπῶν δεῖξιν χωρήσομεν.

Καθόλου δὲ μῆνα σεληνιακὸν καλεῖ, τὸν ἀπὸ συνόδου ἐπὶ σύνοδον, ἢ ἀπὸ πανσελήνου ἐπὶ πανσέληνον χρόνον, νυνὶ δὲ τὸν ἀπὸ πανσελήνου ἐπὶ πανσέληνον, ἐπεὶ καὶ ἀπὸ σεληνιακῶν ἐκλείψεων τὴν παρατήρησιν πεποίηται, αἵτινες ὡς ἐδείξαμεν ἐν πανσελήνοις ἀποτελοῦνται, τουτέστιν ταῖς τῆς σελήνης κατὰ τὴν διάμετρον τοῦ ἡλίου στάσεσιν.

`981`

«Ἐπεὶ τοίνυν ἀνωμάλως μὲν ἡ σελήνη φαίνεται κινουμένη κατά τε “μῆκος καὶ πλάτος καὶ μὴ ἰσοχρονίως μήτε τὸν διὰ μέσων τῶν ζῳδίων “κύκλον” μήτε τὸν λοξὸν πρὸς τοῦτον, ἐφʼ οὗ πάντοτε κινουμένη τὰς κατὰ πλάτος ποιεῖται ἀπὸ τοῦ διὰ μέσων ἀποστάσεις ἀποκαθισταμένη. εἰ γὰρ ἰσοχρονίως ἑκάτερον αὐτῶν ἀπεκαθίστατο, ἐπιμερίζων τὰς τοῦ κύκλου μοίρας τξ εἰς τὸν οἰκεῖον τῆς ἀποκαταστάσεως χρόνον, αὐτόθεν ἂν κατελαμβάνετο καὶ τὸ ἐφʼ ἑκατέρου ἡμερήσιον ὁμαλὸν κίνημα.

Χωρὶς δὲ τῆς εὑρέσεως τοῦ τῆς ἀνωμαλίας αὐτῆς ἀποκαταστατικοῦ χρόνου, οὐδὲ τὰς τῶν ἄλλων κινήσεων ὁμαλὰς παρόδους, λέγω δὴ τοῦ τε μήκους καὶ τοῦ πλάτους καὶ τῶν μηνῶν καὶ αὐτῆς τῆς ἀνωμαλίας καὶ ἔτι τῆς ἀποχῆς λαβεῖν οἷόν τε. ὅταν γὰρ ἡ ἀνώμαλος αὐτῆς κίνησις ἀποκατασταθῇ, τότε τῆς ὁμαλῆς παρόδου ἤτοι ἴσης ἢ τῆς αὐτῆς γιγνομένης ἑκάστῃ τῇ ἐκ τῶν σεληνιακῶν ἐκλείψεων καταλαμβανομένῃ ἀκριβεῖ, τὰς ἀκριβεῖς ἐφοδεύων οὐδὲν ἧττον τὰς ὁμαλὰς καταλαμβάνεται, ἃς μερίζων οἰκείως παρὰ τὸ πλῆθος τῶν ἡμερῶν τοῦ μεταξὺ χρόνου κατελαμβάνετο καὶ τὸ οἰκεῖον ἑκάστου ἡμερήσιον μέσον κίνημα.

Λέγω οὖν πρῶτον ὅτι ἐὰν ἀνωμαλίας ᾖ ἀποκατάστασις, ἡ ἀκριβὴς κατὰ μῆκος πάροδος ἤτοι ἡ αὐτή ἐστιν τῇ ὁμαλῇ ἢ ἴση αὐτῇ.

`982–983`

Ἔστω γὰρ ὡς ἐπὶ τῆς κατʼ ἐπίκυκλον τοῦ ἡλίου ὑποθέσεως ὁ μὲν ὁμόκεντρος κύκλος ὁ ΑΒΓ περὶ κέντρον τὸ Δ καὶ διάμετρον τὴν ΑΔΓ, ὁ δὲ ἐπʼ αὐτοῦ φερόμενος ἐπίκυκλος ὁ ΕΖΘ, περὶ κέντρον τὸ Α. καὶ τοῦ ἐπικύκλου κατὰ τὸ Α τυγχάνοντος ὑποκείσθω ἡ σελήνη κατὰ τὸ Ε. καὶ ἐν ᾧ ὁ ἐπίκυκλος ἀπὸ τοῦ Α ἐπὶ τὸ Β παραγίγνεται, ἡ σελήνη ἀνωμαλίας ἀποκατάστασιν ποιησαμένη, τουτέστιν ὅλον τὸν ἐπίκυκλον περιελθοῦσα, ἐρχέσθω πάλιν ἐπὶ τὸ Ε. φανερὸν δὴ ὅτι ἡ ὁμαλὴ τοῦ ἐπικύκλου πάροδος ἡ αὐτή ἐστι τῇ ἀκριβεῖ. ἡ γὰρ αὐτὴ γωνία ἡ ὑπὸ ΑΔΒ τῆς ὁμαλῆς καὶ ἀκριβοῦς ἐστιν παρόδου. ἀλλὰ δὴ πάλιν τοῦ ἐπικύκλου κατὰ τὸ Α τυγχάνοντος, ἡ σελήνη ὑποκείσθω κατὰ τὸ Ζ καὶ ἐπεζεύχθω ἡ ΔΖ. καὶ ἐν ᾧ πάλιν ὁμαλῶς ὁ ἐπίκυκλος ἀπὸ τοῦ Α ἐπὶ τὸ Β παραγίγνεται, ἐν τοσούτῳ καὶ ἡ σελήνη ἀνωμαλίας ἀποκατάστασιν ποιησαμένη ἔρχεται ἐπὶ τὸ Η ὁμοταγὲς τῷ Ζ σημεῖον. καὶ ἐπεζεύχθωσαν αἱ ΔΗ, ΔΖ, ΑΖ, ΒΗ.

Λέγω ὅτι ἡ ὑπὸ ΖΔΗ γωνία τῆς ἀκριβοῦς παρόδου ἴση ἐστὶν τῇ ὑπὸ ΑΔΒ τῆς ὁμαλῆς.

Ἐπεὶ γὰρ ὁμοταγές ἐστιν τὸ Η τῷ Ζ, ἴση ἄρα ἡ ΕΖ τῇ ΕΗ. ὥστε καὶ γωνία ἡ ὑπὸ ΕΑΖ τῇ ὑπὸ ΕΒΗ ἐστὶν ἴση. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΖΑΔ λοιπῇ τῇ ὑπὸ ΔΒΗ ἐστὶν ἴση. καὶ ἔστιν ὡς ἡ ΔΑ πρὸς ΑΖ, ἡ ΔΒ πρὸς ΒΗ. ἴση ἄρα καὶ γωνία ἡ ὑπὸ ΖΔΑ τῇ ὑπὸ ΗΔΒ. κοινὴ προσκείσθω ἡ ὑπὸ ΑΔΗ. καὶ ὅλη ἄρα ἡ ὑπὸ ΖΔΗ γωνία τῆς ἀκριβοῦς παρόδου, ἴση ἐστὶν τῇ ὑπὸ ΑΔΒ τῆς ὁμαλῆς.

Ὡσαύτως δὲ καὶ αἱ ἐπὶ τοῦ λοξοῦ ἐκ τῶν ἐκλείψεων καταλαμβανόμεναι ἀκριβεῖς κατὰ πλάτος ἀποκαταστάσεις, ἤτοι ἴσαι ἢ αἱ αὐταί εἰσιν ταῖς ὁμαλαῖς, ὅταν ἀνωμαλίας ᾖ ἀποκατάστασις, διὰ τὸ τὴν αὐτὴν καὶ ἐπὶ τούτων εἶναι διαφορὰν τῇ ἐπὶ τῶν κατὰ μῆκος παρόδῳ, ὡς ἐν τοῖς ἑξῆς φανερὸν ἔσται.

`984`

Λέγω δὴ πάλιν ὅτι ὅταν τῆς σελήνης ἀποκατάστασιν ἀνωμαλίας ποιησαμένης, καὶ ὁ ἥλιος τὴν αὐτὴν διαφορὰν παρὰ τὴν ὁμαλὴν αὐτοῦ κίνησιν ποιῇ καὶ πρῶτον καὶ δεύτερον, ἢ ὅλως διαφορὰν μὴ ποιῇ, ὅπερ ἀναγκαίως παραλαμβάνεται ἐν ταῖς τηρήσεσιν — διὰ τὸ καὶ τὸν ἥλιον, κατὰ τὴν διάμετρον τῇ σελήνῃ στάσιν καὶ πρῶτον καὶ δεύτερον τυγχάνοντα, ἐν τοῖς ἴσοις χρόνοις ἴσα ἐπιλαμβάνειν καθάπερ καὶ ἡ σελήνη τότε — καὶ ὁ τῶν ἀκριβῶν μηνῶν χρόνος, ὁ αὐτός ἐστι τῷ τῶν ὁμαλῶν.

`985`

Ἐπεὶ γὰρ ἀκριβῆ φαμεν μῆνα ἐν ᾧ ἡ σελήνη συνοδεύουσα τῷ ἡλίῳ καὶ ἀποστᾶσα αὐτοῦ ἐπικαταλαμβάνει αὐτὸν ἢ καὶ κατὰ διάμετρον αὐτοῦ τυγχάνουσα πάλιν ἐπὶ τὸ κατὰ διάμετρον παραγίγνεται — ἐν δὲ τῷ τοσούτῳ κινεῖται ἡ σελήνη κύκλον ἕνα, καὶ ἣν ὁ ἥλιος ἐπεκινήθη —, ὁμαλὸν δὲ ἐν ᾧ ὁ ἐπίκυκλος τῆς σελήνης συνοδεύων τῷ ἐπικύκλῳ τοῦ ἡλίου ἢ τῇ ὁμαλῇ αὐτοῦ ἐπὶ τοῦ ὁμοκέντρου παρόδῳ ἐπικαταλαμβάνει αὐτὸν ἢ καὶ ἀπὸ τῆς κατὰ διάμετρον στάσεως ἐπὶ τὴν κατὰ διάμετρον παραγίγνεται — ἐν δὲ τῷ τοσούτῳ πάλιν κινεῖται τὸ κέντρον τοῦ ἐπικύκλου τῆς σελήνης κύκλον ἕνα καὶ ἣν ἐπεκινήθη ἡ ὁμαλὴ πάροδος τοῦ ἡλίου —, δῆλον ὅτι καὶ καθόλου ἐν ᾧ ἡ σελήνη κινεῖται κύκλον ἕνα καὶ ἣν ἐπεκινήθη ὁ ἥλιος ἀκριβῶς χρόνος ἐστὶν μηνὸς ἀκριβοῦς, ἐν ᾧ δὲ ὁ ἐπίκυκλος αὐτῆς κινεῖται κύκλον ἕνα καὶ ἣν ἐπεκινήθη ἡ ὁμαλὴ πάροδος τοῦ ἡλίου χρόνος ἐστὶν μηνὸς ὁμαλοῦ.

`986`

Ἔστω οὖν ὁμόκεντρος κύκλος ὁ ἐν τῇ τῆς σελήνης σφαίρᾳ ὁ ΑΒΓ, περὶ κέντρον τὸ Δ, καὶ διάμετρον τὴν ΑΔΓ, ἡλιακὸς δὲ κύκλος ὁ ΕΖ· καὶ ὑποκείσθω ἐν πανσελήνῳ τοῦ κέντρου τοῦ ἐπικύκλου τῆς σελήνης τουτέστιν τῆς ὁμαλῆς αὐτῆς παρόδου τυγχανούσης κατὰ τὸ Β, τὴν σελήνην εἶναι κατὰ τὸ Θ, τὸν δὲ ἥλιον κατὰ τὴν διάμετρον αὐτῆς στάσιν κατὰ τὸ Η, τοῦ κέντρου τοῦ ἐπικύκλου αὐτοῦ τυγχάνοντος κατὰ τὸ Ε. καὶ ἐν ᾧ ἀποστᾶσα ἡ σελήνη τῆς κατὰ διάμετρον στάσεως ἐπὶ τὴν κατὰ διάμετρον πάλιν στάσιν τῷ ἡλίῳ παραγίνεται τὸν ἀκριβῆ μῆνα ἀποτελοῦσα, ἐν τοσούτῳ ὁ ἥλιος γεγονέτω κατὰ τὸ Μ, τὸ δὲ κέντρον τοῦ ἐπικύκλου αὐτοῦ κατὰ τὸ Ζ τὴν ἴσην διαφορὰν παρὰ τὴν ὁμαλὴν κίνησιν καὶ πρῶτον καὶ δεύτερον ποιούμενος ὁ ἥλιος τὴν ὑπὸ ΗΔΕ τῇ ὑπὸ ΜΔΖ· ἡ δὲ σελήνη ἀνωμαλίας ἀποκατάστασιν ποιησαμένη, ἔστω κατὰ τὸ Κ, κατὰ τὴν διάμετρον τῷ ἡλίῳ στάσιν τυγχάνουσα, τὸ δὲ κέντρον τοῦ ἐπικύκλου αὐτῆς κατὰ τὸ Λ.

Δῆλον οὖν ὡς ὅτι οὐ μόνον ἡ σελήνη μετὰ κύκλους τὴν ἴσην τῇ ἐπικινήσει τοῦ ἡλίου ἐπειληφυῖα κατὰ τὸ Κ γεγένηται, ἴση γὰρ ἡ ὑπὸ ΘΔΚ γωνία τῇ ὑπὸ ΜΔΗ· ἀλλὰ καὶ τὸ κέντρον τοῦ ἐπικύκλου αὐτῆς, ὅπερ ἐστὶν ἡ τῆς ὁμαλῆς αὐτῆς παρόδου κίνησις, μετὰ κύκλους τὴν ἴσην τῇ ὁμαλῇ τοῦ ἡλίου ἐπικινήσει ἐπείληφεν· ἴση γὰρ ἡ ὑπὸ ΒΔΛ γωνία τῇ ὑπὸ ΖΔΕ, ἐπειδήπερ ἴσης οὔσης τῆς ὑπὸ ΒΔΛ τῇ ὑπὸ ΘΔΚ, τουτέστιν τῇ ὑπὸ ΜΔΗ ἴση ἐστὶν τῇ ὑπὸ ΖΔΕ, ἐπειδήπερ καὶ τῆς ὑπὸ ΕΔΗ ἴσης οὔσης τῇ ὑπὸ ΜΔΖ, κοινῆς λαμβανομένης τῆς ὑπὸ ΜΔΕ, γίγνεται ἡ ὑπὸ ΜΔΗ ἴση τῇ ὑπὸ ΖΔΕ.

Ὥστε ἀναγκαῖόν ἐστιν, ἐν συζυγίᾳ τῆς σελήνης μίαν ἀνωμαλίας ἀποκατάστασιν ποιησαμένης καὶ τοῦ ἡλίου τὴν ἴσην κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν παρὰ τὴν ὁμαλὴν κίνησιν διαφορὰν ποιησαμένου, τὸν τῆς ἀκριβοῦς συζυγίας χρόνον τὸν αὐτὸν τυγχάνειν τῷ τῆς ὁμαλῆς.

Δῆλον δὲ ὡς ὅτι ἐὰν τῇ συζυγίᾳ καὶ ἡ μέση πάροδος τῆς σελήνης κατὰ διάμετρον ᾖ τῇ μέσῃ παρόδῳ τοῦ ἡλίου, τουτέστιν τὸ Β τῷ Ε, καὶ ὁ ἥλιος ὁμοίως τὴν αὐτὴν ποιεῖται παρὰ τὴν ὁμαλὴν κίνησιν διαφορὰν καὶ πρῶτον καὶ δεύτερον, ἢ ὅλως οὐ ποιεῖται, καὶ τὸ προκείμενον συμβήσεται.

Ἔτι δὲ καὶ τοῦτο φανερόν, ὡς ἐκ τῆς ἀποκαταστάσεως τῆς ἀνωμαλίας ὁ τῆς μέσης ἀποχῆς τῶν φώτων ἀριθμὸς καταλαμβάνεται, ἐπειδήπερ ἐκ μὲν τῆς ἀποκαταστάσεως τῆς ἀνωμαλίας ἡ ὁμαλὴ κατὰ μῆκος τῆς σελήνης πάροδος καταλαμβάνεται, ἐκ δὲ ταύτης ὁ τῆς μέσης ἀποχῆς τῶν φώτων ἀριθμός. ὥστε ἀπὸ τῆς ἀποκαταστάσεως τῆς ἀνωμαλίας καὶ ὁ τῆς μέσης ἀποχῆς τῶν φώτων ἀριθμὸς καταλαμβάνεται.

`987`

Διὸ καὶ τὰς κατὰ τὰς εἰρημένας τῶν τηρήσεων καταλήψεις ἀκριβεῖς παρόδους, ἢ καὶ, ὡς ἐπὶ τῶν μηνῶν, τοὺς τῶν ἀκριβῶν συζυγιῶν χρόνους, ἴσους ἑαυτοῖς καὶ τοῖς ὁμαλοῖς τυγχάνοντας ἐξ ὁμαλοῦ ἐπιμερίζει.

»Κατὰ πάντα μέντοι τὰ μέρη τοῦ ζῳδιακοῦ τά τε μέσα καὶ τὰ μέγιστα «καὶ τὰ ἐλάχιστα διὰ τῶν κατὰ μέρος τηρήσεων φαίνεται κινουμένη», καὶ οὐ καθʼ ὡρισμένων τόπων ὡρισμένην ἔχουσα τὴν κίνησιν, καθάπερ ὁ ἥλιος ἐπὶ τῶν κατὰ τοὺς Διδύμους μοιρῶν ε λ πάντοτε τὰ ἐλάχιστα φαίνεται κινούμενος ἐπὶ δὲ τῶν κατὰ τὴν διάμετρον στάσιν τὰ μέγιστα ἐπὶ δὲ τῶν κατὰ τὴν Παρθένον καὶ τοὺς Ἰχθύας μοιρῶν ε λ τὰ μέσα, «καὶ “κατὰ πάντα τὰ μέρη βορειοτάτη καὶ νοτιωτάτη καὶ κατʼ αὐτὸν τὸν “διὰ μέσων τῶν ζῳδίων κύκλον γιγνομένη, ἐζήτουν εἰκότως οἱ παλαιοὶ “μαθηματικοὶ χρόνον τινὰ διʼ ὅσου πάντοτε” ἀφʼ οἱωνδήποτε κινημάτων ἤτοι τοῦ ἐπικύκλου σημείων “ἡ σελήνη κινηθήσεται τὸ ἴσον κατὰ μῆκος, « ὡς τούτου μόνου τὴν ἀνωμαλίαν ἀποκαθιστάναι δυναμένου», τουτέστιν ὃς ἀφʼ οἱουδήποτε σημείου τοῦ ἐπικύκλου ἐπὶ τὸ αὐτὸ φέρει τὴν σελήνην.

Ἐὰν γὰρ πάντοτε ἀφʼ οἱωνδήποτε κινημάτων ἤτοι προσθετικῶν ἢ ἀφαιρετικῶν ἢ καὶ μέσων, τουτέστιν ὡς ἔφαμεν ἀφʼ οἱουδήποτε σημείου τοῦ ἐπικύκλου, ἐν τοῖς ἴσοις χρόνοις ἴσας κατὰ μῆκος ἐπιλαμβάνῃ πάντως καὶ ἀνωμαλίας ἔσται ἀποκατάστασις, τουτέστιν πάλιν ὡς ἔφαμεν ἔσται ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ ἐπικύκλου ἐπὶ τὸ αὐτὸ παραγεγενημένη.

`988`

Εἰ γὰρ μή, ἀλλʼ ἐπελάμβανεν τοῦ ἐπικύκλου περιφερείας τινὰς ἴσας, διὰ τὸ ὁμαλῶς αὐτὴν ἐπὶ τοῦ ἐπικύκλου κινεῖσθαι, τῶν παρὰ τὴν ἀνωμαλίαν διαφορῶν ἐπὶ τῶν ἴσων τοῦ ἐπικύκλου περιφερειῶν μὴ πάντως καὶ ἴσων οὐσῶν, καθάπερ ἐν τῷ τρίτῳ βιβλίῳ ἐπὶ τῆς ἡλιακῆς ἀνωμαλίας διὰ τῶν γραμμῶν ἀπεδείκνυμεν, οὐδὲ αἱ κατὰ μῆκος πάροδοι αὐτῆς ἴσαι πάντοτε ἀποτελεσθήσονται. ὥστʼ ἐὰν ἐν τοῖς ἴσοις χρόνοις ἴσαι ὦσιν πάντοτε αἱ κατὰ μῆκος πάροδοι, καὶ ἀνωμαλίας ἔσται ἀποκατάστασις.

”Παρατιθέμενοι οὖν» ἐξ ὧν εἶχον παλαιοτέρων ἀναγραφῶν «τηρήσεις «σεληνιακῶν ἐκλείψεων, ἐσκόπουν» ποία χρόνου διάστασις πάντοτε ἴσους μῆνας πανσεληνιακοὺς περιέχει, ἐκλειπτικὰς ἔχουσα τὰς ἄκρας πανσελήνους καὶ ἴσα κινήματα κατὰ μῆκος ἤτοι ὅλων κύκλων «ἢ καὶ μετά τινων «ἴσων περιφερειῶν.

»Ὁλοσχερέστερον μὲν οὖν οἱ ἔτι παλαιότεροι τὸν χρόνον τοῦτον ὑπελάμβανον « εἶναι ἡμερῶν ͵ϛφπε γʹ· διὰ τοσούτου γὰρ ἔγγιστα ἑώρων, «μῆνας μὲν ἀποτελουμένους σκγ, ἀποκαταστάσεις δὲ ἀνωμαλίας σλθ, «πλάτους δὲ σμβ, περιδρομὰς δὲ μήκους σμα καὶ ἔτι ὅσας καὶ ὁ ἥλιος «ἐπιλαμβάνει ἐν τοῖς ιη κύκλοις μοίρας ι Γβ, ὡς τῆς ἀποκαταστάσεως «αὐτῶν πρὸς τοὺς ἀπλανεῖς ἀστέρας θεωρουμένης.»

`989–990`

Ἐὰν γὰρ τὰς ͵ϛφπε γʹ ἡμέρας ἐπιμερίσωμεν παρὰ τὰς κατειλημμένας τοῖς παλαιοῖς τοῦ ἐνιαυσίου χρόνου ἡμέρας τξε δʹ, ἕξομεν ἐκ τοῦ μερισμοῦ ἔτη ιη καὶ ἡμέρας ι 𐅵ʹ γʹ, ἐν αἷς τὰς ι Γβ μοίρας ἔγγιστα ἐπιλαμβάνει μετὰ τοὺς ιη κύκλους τῶν ιη ἐτῶν, ὡς συνεπιλογισμένης καὶ τῆς ἐν τῷ τοσούτῳ χρόνῳ τοῦ ἀπλανοῦς ἐπικινήσεως, ὡς ἑξῆς δῆλον ποιήσομεν, ὅντινα χρόνον τῶν ͵ϛφπε γʹ ἡμερῶν ἐκάλουν οἱ παλαιοὶ μαθηματικοὶ «περιοδικόν, ὡς πρῶτον εἰς μίαν ἀποκατάστασιν ἄγοντα ἔγγιστα» τὰς εἰρημένας περιόδους τῶν τε μηνῶν καὶ τῆς ἀνωμαλίας καὶ τοῦ πλάτους καὶ τοῦ μήκους.

Ἔγγιστα δὲ εἶπεν, διὰ τὸ τὴν τοῦ μήκους πάροδον μὴ ὅλους κύκλους περιέχειν, ἀλλὰ καὶ ἐπουσίαν μοιρῶν ι Γβ.

`991`

Εἶτα διὰ τὸ ἐπιληφθὲν γʹ τῆς ἡμέρας «ἵνα ἐξ ὅλων ἡμερῶν τὸν χρόνον συστήσωνται,» τριπλασιάσαντες αὐτὸν «ἔσχον πλῆθος ἡμερῶν Μα ͵θψνϛ, ὃν ἐκάλεσαν ἐξελιγμόν·» καὶ τὰ ἄλλα δὲ ὁμοίως τριπλασιάσαντες, ἔσχον μῆνας «μὲν χξθ ἀποκαταστάσεις δὲ ἀνωμαλίας ψιζ πλάτους “ δὲ ψκϛ περιδρομὰς δὲ μήκους ψκγ, καὶ ἔτι ὅσας ὁ ἥλιος ἐπιλαμβάνει ἐν τοῖς νδ κύκλοις, μοίρας λβ,” ἀφʼ ὧν καὶ τὰς ὁμαλὰς κινήσεις ὁλοσχερέστερον ὡς ἔφαμεν κατελαμβάνοντο, μεριζομένου τοῦ προκειμένου τῶν ἡμερῶν πλήθους εἰς τὰς συναγομένας οἰκείως τῆς κινήσεως μοίρας.

»Ἤδη μέντοι πάλιν ὁ Ἵππαρχος ἤλεγξεν ἀπό τε τῶν Χαλδαϊκῶν καὶ «τῶν κατʼ αὐτὸν τηρήσεων ἐπιλογιζόμενος μὴ ἔχοντα ταῦτα ἀκριβῶς.» ἤδη δέ φησιν πάλιν ὁ Ἵππαρχος ἤλεγξεν καθάπερ ἐπὶ τῶν περιοδικῶν τοῦ ἡλίου κινήσεων ἐπιλογιζόμενος μὴ ἔχοντα τὰ οὕτως ἐκτεθειμένα ὑπὸ τῶν παλαιῶν ἀκριβῶς.

`992–994`

Συγκρίνας γὰρ τὰς ἑαυτοῦ τηρήσεις πρὸς τὰς Χαλδαϊκὰς εὗρεν ἐκ τῶν ἐπιλογισμῶν ὅτι ὁ πρῶτος ἀριθμὸς τῶν ἡμερῶν, τουτέστιν ὁ ἐλάχιστος διʼ ὅσου πάντοτε ἀπὸ ἐκλείψεως σεληνιακῆς ἐπὶ ἔκλειψιν χρόνος ἀποκαθίσταται, ἴσους μῆνας καὶ ἴσα κινήματα περιέχων «μυριάδων ἐστὶν ιβ “καὶ ͵ϛζ ἡμερῶν καὶ ὥρας α ἰσημερινῆς, ἐν αἷς μῆνας μὲν ἀπαρτιζομένους κατελαμβάνετο ͵δσξζ ἀνωμαλίας δὲ ἀποκαταστάσεις ͵δφογ “ζῳδιακοὺς δὲ κύκλους ͵δχιβ λείποντας μοίρας ζ 𐅵ʹ ἔγγιστα ὅσας»” φησὶν «καὶ ὁ ἥλιος εἰς τοὺς τμε κύκλους ἐνέλειπεν, ὡς τῆς ἀποκαταστάσεως αὐτῶν πρὸς τοὺς ἀπλανεῖς ἀστέρας θεωρουμένης.»

`995`

Ἐὰν γὰρ ἐπιμερίσωμεν τὸ πλῆθος τῶν προκειμένων ἡμερῶν παρὰ τὰς τοῦ ἐνιαυσίου χρόνου ἡμέρας τξε δʹ, ἕξομεν ἔτη τμδ καὶ ἡμέρας τξα καὶ ὥραν α ἰσημερινὴν ἐν αἷς ὁ ἥλιος ὁμαλῶς κινεῖται, ὡς ἐκ τῶν ἐκτεθειμένων μέσων αὐτοῦ παρόδων γίγνεται δῆλον, μεθʼ ὅλους κύκλους μοίρας τνε νβ, ὡς λείπειν εἰς ὅλων κύκλων ἀποκαταστάσεις μοιρῶν δ η. κινοῦνται δὲ καὶ οἱ ἀπλανεῖς ἀστέρες ἐν τῷ προκειμένῳ χρόνῳ τῶν τμε ἔγγιστα ἐτῶν μοίρας γ κζ, ὡς ἐλλείπειν τὴν πρὸς τὸν ἀπλανῆ κατάλειψιν τῆς σελήνης μοίραις ζ λε, ἅς φησιν μοίρας ζ 𐅵ʹ ἔγγιστα.

«Καταλαμβάνεται δὲ καὶ ὁ μηνιαῖος μέσος χρόνος ἐπιμεριζομένου τοῦ «προκειμένου τῶν ιβ μυριάδων καὶ ͵ϛζ ἡμερῶν καὶ α ὥρας ἰσημερινῆς «πλήθους εἰς τοὺς ͵δσξζ μῆνας, ἡμερῶν τυγχάνων κθ λα ν η κ.»

`996`

Ἔτι δὲ προχειρότερον λαμβάνεται ὁ μηνιαῖος μέσος χρόνος τὸν τρόπον τοῦτον· ἐπεὶ γὰρ ἐν τῷ ἀπὸ μέσης συνόδου ἐπὶ μέσην σύνοδον ἢ ἀπὸ πανσελήνου ἐπὶ πανσέληνον χρόνῳ προσαφίσταται τοῦ ἡλίου ἡ σελήνη μέσως τὸν ὅλον κύκλον, καὶ κινεῖται ὁ μὲν ἥλιος καθʼ ἑκάστην ὁμαλῶς 𐆊 νθ η ἔγγιστα, ἡ δὲ σελήνη ὡς ἐκ τοῦ μερισμοῦ τῶν εἰς τὸν προκείμενον χρόνον τοῦ μήκους περιόδων μοίρας ιγ ια ἔγγιστα, ἐὰν ἄρα ἀπὸ τοῦ τῆς σελήνης ἡμερησίου μέσου κατὰ μῆκος κινήματος ἀφέλωμεν τὸ τοῦ ἡλίου ἡμερήσιον μέσον κίνημα, ἕξομεν τὸ τῆς ἀποχῆς τῶν φώτων ἡμερήσιον μέσον κίνημα, παρʼ ὃ μερίσαντες τὰς τοῦ κύκλου μοίρας τξ, ἕξομεν τὸν μηνιαῖον μέσον χρόνον, τῶν προκειμένων ἡμερῶν κθ λα ν ἔγγιστα.

`997`

«Ὡς δῆλον γίγνεσθαι τὸ ἀποκαθίστασθαι τὴν ἀνωμαλίαν, ἐκ τοῦ πάντοτε “ διὰ τοῦ τοσούτου χρόνου τούς τε ἴσους μῆνας περιέχεσθαι, καὶ “ταῖς ἴσαις κατὰ μῆκος περιόδοις ͵δχια ἴσας ἐπιλαμβάνειν μοίρας “τνβ 𐅵ʹ.” τουτέστιν, ὡς δῆλον ἐκ τῶν εἰρημένων γίγνεσθαι τὸ ἀποκαθίστασθαι τὴν ἀνωμαλίαν ἐκ τοῦ πάντοτε ἀφʼ οἱουδήποτε τμήματος τοῦ ἐπικύκλου, ἤτοι ἀφʼ οἱωνδήποτε κινημάτων ἀρχομένης τῆς σελήνης παροδεύειν, ἐν τοῖς ἴσοις χρόνοις ἴσας γίγνεσθαι τὰς ἀκριβεῖς αὐτῆς κατὰ μῆκος παρόδους, ὅπερ ἐδείκνυμεν συμβαῖνον ἐπὶ μόνων τῶν ἀνωμαλίας ἀποκατάστασιν ποιουμένων· διὰ τὸ καὶ μὴ καθόλου τὰς ἀπὸ διαφόρων σημείων τοῦ ἐπικύκλου ἴσας ἐπιλήψεις ἴσας ποιεῖν καὶ τὰς παρὰ τὴν ἀνωμαλίαν διαφοράς.

»Εἰ δέ τις μὴ τὸν ἀπʼ ἐκλείψεως σεληνιακῆς ἐπὶ ἔκλειψιν τῶν μηνῶν «ἀριθμὸν ἐπιζητοίη, μόνον δὲ τὸν ἀπὸ συνόδου ἢ πανσελήνου ἐπὶ τὴν «ὁμοίαν συζυγίαν ἄγοντα, εὕροι ἂν ἔτι ἥττονα τὸν ἀποκαταστατικὸν τῆς «τε ἀνωμαλίας καὶ τῶν μηνῶν ἀριθμὸν λαβὼν τὸ μόνον αὐτῶν κοινὸν «μέτρον ἑπτακαιδέκατον.» οἱ γὰρ ͵δσξζ μῆνες καὶ αἱ ͵δφογ τῆς ἀνωμαλίας ἀποκαταστάσεις τὸν ιζ κοινὸν ἔχουσι μέτρον, παρʼ ὃν μεριζόμενοι ποιοῦσιν μῆνας μὲν σνα ἀνωμαλίας δὲ ἀποκαταστάσεις σξθ. παρείληφεν δὲ ὅτι καὶ ἐν τῷ ιζʹ μέρει τῶν μηνῶν καὶ ὅλαι ἀνωμαλίας ἀποκαταστάσεις ἀποτελοῦνται, διὰ τὸ καὶ ὁμαλῶς ἐπὶ τοῦ ἐπικύκλου κινεῖσθαι τὴν σελήνην.

Οὐκέτι μέντοι ὁ ἐκτεθειμένος χρόνος τῶν ιβ μυριάδων καὶ ͵ϛζ ἡμερῶν καὶ τῆς α ὥρας ἰσημερινῆς εὑρίσκεται καὶ τὴν ἐπὶ τοῦ λοξοῦ τοῦ πλάτους ἀπαρτίζων ἀποκατάστασιν. διὸ οὐδὲ πλάτους ἀποκαταστάσεις ἐν αὐτῷ παρέθηκεν. Ἡ γὰρ ἀνταπόδοσις τῶν ἐκλείψεων οὐχὶ καὶ τὰ μεγέθη τῶν ἐπισκοτήσεων ἴσα ἐφύλαττεν καὶ τὰς ὁμοιότητας — τουτέστιν οὐκ ἀπὸ τῶν αὐτῶν μερῶν τῆς σελήνης ἐγίγνοντο αἱ ἐπισκοτήσεις, οἷον τῶν βορείων ἢ νοτίων, καὶ ἐπὶ τὰ αὐτὰ τοῦ αὐτοῦ συνδέσμου — ἀφʼ ὧν τούτων καὶ ἔτι τοῦ αὐτοῦ ἀποστήματος — ὅπερ ὑπῆρχεν ταῖς τηρήσεσιν, διὰ τὸ καὶ ὅλας αὐτὰς περιέχειν ἀνωμαλίας ἀποκαταστάσεις — ἡ τοῦ πλάτους ἀποκατάστασις καταλαμβάνεται.

`998`

Ὅτι δὲ ἡ ἀποκατάστασις τοῦ πλάτους ἀπὸ τῶν οὕτως ἐχουσῶν ἐκλείψεων καταλαμβάνεται, οὕτως ἡμῖν ἔσται δῆλον· ἐπεὶ γὰρ ὅταν ἡ σελήνη κατὰ τὰς ἐκλείψεις ἑαυτῆς ἐπὶ τοῦ αὐτοῦ ἀποστήματος τυγχάνῃ οὐ μόνον ἰσομεγέθης θεωρεῖται ἀλλὰ καὶ ἐν τῇ ἐπισκοτήσει τὸν αὐτὸν κύκλον τῆς σκιᾶς ἀποτέμνει τοῦ κώνου, καὶ διὰ τοῦτο ὅταν τὸ αὐτὸ μέγεθος τῆς ἐπισκοτήσεως καὶ πρῶτον καὶ δεύτερον ἀπὸ τῶν αὐτῶν μερῶν τῆς σελήνης καὶ τοῦ αὐτοῦ συνδέσμου φαίνηται, τότε καὶ ἀποκατάστασις ἔσται τοῦ πλάτους γεγενημένη, τουτέστιν ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ λοξοῦ κύκλου ἡ σελήνη ἐπὶ τὸν αὐτὸ ἔσται παραγεγενημένη.

`999`

Ἵνα δὲ φανερὰ γένηται τὰ εἰρημένα, ἔστω ἐν τῇ τῆς σελήνης σφαίρᾳ ὁμόκεντρός τε καὶ ἐν τῷ αὐτῷ ἐπιπέδῳ τοῦ διὰ μέσων κύκλος ὁ ΑΒΓΔ, πρὸς δὲ τοῦτον ἕτερος ἐγκεκλιμένος ὁ ΕΒΖΔ. καὶ βόρειον μὲν πέρας ἔστω τὸ Ε νότιον δὲ τὸ Ζ, καταβιβάζων σύνδεσμος τὸ Β ἀναβιβάζων δὲ τὸ Δ. καὶ ἔστω ἡ μὲν σελήνη περὶ τὸ Η κέντρον ἐπί τινος ἀποστήματος τυγχάνουσα, ὁ δὲ τῆς σκιᾶς κύκλος περὶ τὸ Θ, ἐπισκοτῶν τῇ ἡμισείᾳ τῆς σεληνιακῆς διαμέτρου.

Ἐπεὶ οὖν, τῆς αὐτῆς ἐγκλίσεως τῶν ΑΒΓΔ, ΕΒΖΔ κύκλων μενούσης, παρακολουθεῖ τὴν σελήνην κατὰ μείζονος ἀποστήματος τοῦ προκειμένου γιγνομένην ἐλάττονα φαίνεσθαι καὶ ἔτι ἐλάττονα κύκλον ἀπὸ τοῦ κώνου τῆς σκιᾶς ἀποτέμνειν, διὰ τὸ ἐπὶ τὰ πρὸς τῇ κορυφῇ τοῦ κώνου μέρη αὐτὴν παραχωρεῖν, καὶ διὰ τοῦτο πλησιαίτερον ἔτι τῶν συνδέσμων τῆς κατὰ τὸ Η θέσεως δύνασθαι φαίνεσθαι αὐτῆς τὸ 𐅵ʹ τῆς διαμέτρου ἐπισκοτούμενον· ὁμοίως δὲ καὶ ὅταν ἐπὶ ἐλάττονος ἀποστήματος τυγχάνῃ, παρακολουθεῖ πάλιν μετὰ τοῦ μείζονα αὐτὴν φαίνεσθαι ἔτι καὶ μείζονα κύκλον ἀποτέμνειν τοῦ κώνου τῆς σκιᾶς, καὶ διὰ τοῦτο ἔτι ἀπώτερον τοῦ Β συνδέσμου τῆς κατὰ τὸ Η θέσεως, φαίνεσθαι πάλιν τὸ 𐅵ʹ τῆς διαμέτρου αὐτῆς ἐπισκοτούμενον· δῆλον ὡς ὅτι ὅταν μόνον τὸ αὐτὸ μέγεθος ἑαυτῆς ἡ σελήνη φυλάττουσα καὶ πρῶτον καὶ δεύτερον τὸ ἴσον κατὰ τὴν μεγίστην ἐπισκότησιν ἐκλείπῃ, ἀπὸ τῶν αὐτῶν μερῶν τοῦ αὐτοῦ συνδέσμου, ὡς ἐπὶ τῆς προκειμένης καταγραφῆς εἰς τὰ προηγούμενα τοῦ Β συνδέσμου, τότε κατὰ τοῦ αὐτοῦ τμήματος ἔσται τοῦ λοξοῦ αὐτῆς κύκλου τὴν τοῦ πλάτους ἀποκατάστασιν ποιησαμένη.

Ἔφαμεν δὲ ἀπὸ τῶν αὐτῶν μερῶν, ἐπεὶ καὶ ἐφʼ ἑκάτερα τῶν συνδέσμων τὸ αὐτὸ πλάτος ποιοῦσα ἀπὸ τοῦ διὰ μέσων, καθὼς ἔμπροσθεν ἐδηλοῦμεν, δύναται διὰ τῶν ὁμοίων τὸ αὐτὸ μέγεθος ποιεῖν τῆς ἐπισκοτήσεως, δηλαδὴ μηκέτι καὶ τὴν πρὸς τὸν λοξὸν κύκλον ἀποκατάστασιν ποιησαμένη.

Ὥστε ἀναγκαῖον ἂν εἴη, εἰ μέλλει ἀποκατάστασις τοῦ πλάτους ἀποτελεῖσθαι, τὰ μεγέθη τῶν ἐπισκοτήσεων καὶ πρῶτον καὶ δεύτερον ἴσα γίγνεσθαι καὶ ἀπὸ τῶν αὐτῶν μερῶν τοῦ αὐτοῦ συνδέσμου, καὶ ἔτι περὶ τὸ αὐτὸ ἀπόστημα τυγχάνειν τὴν σελήνην.

`1000`

«Ἤδη μέντοι προκατειλημμένου τοῦ τῆς ἀνωμαλίας ἀποκαταστατικοῦ «χρόνου, παραθέμενος πάλιν ὁ Ἵππαρχος διαστάσεις μηνῶν ὁμοίας κατὰ «πάντα τὰς ἄκρας ἐκλείψεις ἐχόντων, καὶ τοῖς μεγέθεσι καὶ τοῖς χρόνοις «τῶν ἐπισκοτήσεων, ἐν αἷς οὐδὲν ἐγίγνετο διάφορον παρὰ τὴν ἀνωμαλίαν, «ὡς διὰ τοῦτο καὶ τὴν κατὰ πλάτος πάροδον ἀποκαθισταμένην φαίνεσθαι.»

`1001`

Τὸν εἰρημένον οὖν τρόπον ἐκθέμενος ὁ Ἵππαρχος τὸν κατειλημμένον αὐτῷ τῆς ἀνωμαλίας ἀποκαταστατικὸν χρόνον, ἑξῆς παρατίθεται καὶ τὸν κατειλημμένον πάλιν αὐτῷ τῆς τοῦ πλάτους ἀποκαταστάσεως, οὗ πρὸς τὴν κατάληψιν ἐκτίθεται δύο διαστάσεις μηνῶν, ὁμοίας κατὰ πάντα τὰς ἄκρας ἐκλείψεις ἐχόντων, καὶ τοῖς μεγέθεσι καὶ τοῖς χρόνοις τῶν ἐπισκοτήσεων ἐν αἷς οὐδὲν ἐγίγνετο διάφορον παρὰ τὴν ἀνωμαλίαν.

`1002`

Τὰ μὲν οὖν μεγέθη ὅμοια λέγει, ἵνα τὸ ἥμισυ αὐτῆς ἢ τρίτον ἢ οἱονδήποτε μέρος καὶ πρῶτον καὶ δεύτερον ἀπὸ τῶν αὐτῶν μερῶν αὐτῆς ἐπισκοτῆται. τοὺς δὲ χρόνους τῶν ἐπισκοτήσεων ὁμοίους, τουτέστιν ἵνα μὴ μόνον ἰσοχρόνιος ᾖ τῆς πρώτης ἐκλείψεως ἔμπτωσις τῇ τῆς δευτέρας καὶ ἡ ἀνακάθαρσις τῇ ἀνακαθάρσει, ἀλλὰ καὶ ἡ κατὰ μέρος τῆς ἐμπτώσεως ἐπισκότησις τῆς πρώτης ἐκλείψεως ὁμοία ᾖ τῇ κατὰ μέρος τῆς ἐμπτώσεως ἐπισκοτήσει τῆς δευτέρας ἐκλείψεως, καὶ ἔτι ἡ ἀνακάθαρσις τῇ ἀνακαθάρσει· ὅπερ συμβαίνει ὅταν ἐπὶ τὰ αὐτὰ ᾖ μέρη τοῦ αὐτοῦ συνδέσμου τὴν τοῦ πλάτους ἀποκατάστασιν ποιησαμένη.

Τὸ δὲ καὶ «ἐν αἷς οὐδὲν ἐγίγνετο διάφορον παρὰ τὴν ἀνωμαλίαν», ὑγιῶς ἐλέγετο παρʼ αὐτοῦ, εἰ μηδόλως ἢ ἴσης αὐτῆς γιγνομένης καὶ πρῶτον καὶ δεύτερον καὶ κατὰ τοῦ αὐτοῦ ἀποστήματος ἐτύγχανεν, ἵνα διὰ τοῦτο τῶν τε κατὰ μῆκος ἐπιλήψεων καὶ τῶν ἀποστημάτων ἴσων γιγνομένων ἰσομεγέθης θεωρουμένη καὶ πρῶτον καὶ δεύτερον, τὴν κατὰ πλάτος πάροδον ἀποκαθίστῃ. τότε δʼ ἢ μηδόλως γιγνομένης παρὰ τὴν ἀνωμαλίαν διαφορᾶς ἢ τῆς ἴσης γιγνομένης, ἐπὶ τοῦ αὐτοῦ ἀποστήματος τυγχάνει καὶ τὴν τοῦ πλάτους ἀποκατάστασιν ποιεῖται ἰσομεγέθης φαινομένη, ὅταν ἤτοι ἀπὸ τῶν αὐτῶν κινημάτων ἐπὶ τὰ αὐτὰ παραγίνηται ὅτε καὶ ἀνωμαλίας ἐστὶν ἀποκατάστασις, ἢ ὅταν ἴσον ἀπέχῃ τοῦ ἐλαχίστου ἢ μεγίστου δρόμου τουτέστιν τοῦ τε ἀπογείου ἢ περιγείου· ἢ ἀπὸ τοῦ αὐτοῦ τμήματος ἄρχηται καθʼ ἑκάτεραν τῶν διαστάσεων· καὶ οὐχὶ ὅταν πῇ μὲν κατὰ τὸ ἀπόγειον τυγχάνῃ πῇ δὲ κατὰ τὸ περίγειον καθάπερ ὁ Ἵππαρχος ὑπονενοηκὼς φαίνεται· τότε μὲν γὰρ οὐκ ἔσται παρὰ τὴν ἀνωμαλίαν διαφορὰ ἀλλὰ ἡ πλείστη παρὰ τὰ ἀποστήματα καὶ τὰ μεγέθη τῆς σελήνης καὶ τῆς σκιᾶς καὶ διὰ τοῦτο οὐκ ἔσται καὶ πλάτους ἀποκατάστασις.

`1003`

Καὶ εἰ μὲν ἴσων ὄντων τῶν ἀποστημάτων πάντοτε ἀφʼ οἱωνδήποτε κινημάτων ἤτοι τοῦ ἐπικύκλου σημείων κατὰ τὰς ἀρχὰς τῶν διαστάσεων τυγχάνουσα, ἐν τοῖς ἴσοις χρόνοις ἴσας ἐποίει τὰς κατὰ μῆκος παρόδους, δῆλον ὡς καὶ ἀνωμαλίας ἦσαν ἀποκαταστάσεις. εἰ δὲ οὐκ ἀφʼ οἱωνδήποτε κινημάτων ἀρχομένη ἴσας ἐποίει πάντοτε τὰς κατὰ μῆκος παρόδους, ἀλλʼ ἐνίας, δῆλον ὡς ἀπὸ τῶν εἰρημένων τόπων τὰς ἀρχὰς τῶν κινήσεων ποιουμένη ἐποίει τὰς εἰρημένας ἐπιλήψεις. ὅταν δὲ κατὰ τοῦ αὐτοῦ σημείου τοῦ λοξοῦ τυγχάνουσα τὴν τοῦ πλάτους ἀποκατάστασιν ποιῆται, τότε ἐκ τῆς ἴσης ἀπὸ τοῦ διὰ μέσων ἀποστάσεως καὶ ἐπὶ τὰ αὐτὰ μέρη τοῦ αὐτοῦ συνδέσμου ποιουμένη τὴν ἀρχὴν ἑκατέρας τῶν ἐμπτώσεων, καὶ τὴν ἔμπτωσιν τῇ ἐμπτώσει ὁμοίαν τε καὶ ἰσοχρόνιον ποιήσεται καὶ τὴν ἀνακάθαρσιν τῇ ἀνακαθάρσει καὶ ἔτι τὴν κατὰ μέρος ἐπισκότησιν τῇ κατὰ μέρος ὁμοίαν.

Οὐκέτι δὲ καὶ ἐφʼ ἑκάτερα τοῦ συνδέσμου τὸ τοιοῦτον συμβαίνει, διὰ τὸ ἐκ τῶν προηγουμένων αὐτὴν καταλαμβάνουσαν τὸν τῆς σκιᾶς κύκλον, περὶ μὲν τὸν ἀναβιβάζοντα αὐτῆς τυγχανούσης, ὅταν μὲν νοτιώτερον ᾖ τοῦ διὰ μέσων τὸ κέντρον τῆς σελήνης τὸ βορειότερον αὐτῆς ἐπισκοτεῖσθαι, ὅταν δὲ βορειότερον ᾖ τοῦ διὰ μέσων, τὸ νοτιώτερον.

Δείκνυσιν οὖν ὁ Ἵππαρχος καὶ τὴν τοιαύτην πλατικὴν περίοδον ἀποκαθισταμένην «ἐν μησὶν μὲν ͵ευνη, περιόδοις δὲ πλατικαῖς ͵εϡκγ.»

«Ὁ μὲν οὖν τρόπος ᾧ πρὸς τὰς τοιαύτας καταλήψεις ἐχρήσαντο «οἱ πρὸ ἡμῶν τοιοῦτος ἦν. ὅτι δὲ οὐχ ἁπλοῦς οὐδὲ εὐπόριστος ἀλλὰ «πολλῆς καὶ οὐ τῆς τυχούσης δεόμενος ἐπιστάσεως οὕτως ἂν κατανοήσαιμεν.»

`1004`

Ὁ μὲν οὖν τρόπος τῆς τῶν παλαιῶν ἐπιχειρήσεως ᾧ πρὸς τὴν τῆς ἀνωμαλίας ἀποκαταστάσεως κατάληψιν κατεχρήσαντο ἀκόλουθός τις, ὡς ἔφαμεν, αὐτοῖς παρελαμβάνετο· ἐζήτουν γὰρ χρόνον διʼ ὅσου πάντοτε τὸ ἴσον κατὰ μῆκος ἡ σελήνη κινηθήσεται, ὡς τούτου μόνου τὴν ἀνωμαλίαν ἀποκαθιστάναι δυναμένου, τουτέστιν ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ ἐπικύκλου ἐπὶ τὸ αὐτὸ φέρειν τὴν σελήνην ἀπὸ ἐκλείψεως ἐπὶ ἔκλειψιν.

`1005`

Μέμφεται δὲ ὁ Πτολεμαῖος τῷ τοιούτῳ τρόπῳ διὰ τὸ δυσπόριστον τῆς τῶν διαστάσεων ἐκλογῆς, πλειόνων ὄντων τῶν ὀφειλόντων αὐταῖς συμπτωμάτων παρακολουθεῖν, διὰ τὸ ἐπὶ τῶν τοιούτων διαστάσεων μήτε πάντως τὰς ἰσοχρονίους ἐκλειπτικὰς διαστάσεις ἴσας ἔχειν τὰς κατὰ μῆκος παρόδους μήτε μὴν τὰς ἐν ἴσοις χρόνοις ἴσας κατὰ μῆκος παρόδους καὶ ἀνωμαλίας ποιεῖν ἀποκατάστασιν.

Καὶ πρῶτον μὲν ὅτι οὐ δυνατόν ἐστιν ἐν ταῖς κατὰ τὰς ἐκλείψεις τῆς σελήνης ἴσαις διαστάσεσιν τῶν χρόνων ἴσας γίγνεσθαι τὰς κατὰ μῆκος αὐτῆς κινήσεις, εἰ μὴ καὶ τὸ παρὰ τὴν ἀνωμαλίαν τοῦ ἡλίου διάφορον ἤτοι μηδὲν ἢ τὸ αὐτὸ τυγχάνῃ καθʼ ἑκατέραν τῶν διαστάσεων.

Ἐπειδήπερ, ὡς ἐν τοῖς ἔμπροσθεν ἐπεδείξαμεν, καὶ ἡ σελήνη κατὰ τὰς συζυγίας τοσοῦτον ἐπιλαμβάνει μετὰ κύκλους, ὅσην τινὰ καὶ ὁ ἥλιος, διὸ ἀκόλουθον ἂν εἴη καθʼ ἑκατέραν τῶν διαστάσεων τὸν ἥλιον ὡς ἔφαμεν ἢ μηδὲν ἢ τὸ αὐτὸ ποιεῖσθαι παρὰ τὴν ἀνωμαλίαν διάφορον, ἵνα ἴσας αὐτοῦ ἐπιλαμβάνοντος καὶ ἡ σελήνη ὁμοίως τὰς ἴσας ἐπιλαμβάνῃ.

Εἰ γὰρ μὴ ἤτοι μηδὲν ἢ τὸ αὐτὸ εἴη παρὰ τὴν ἀνωμαλίαν αὐτοῦ διάφορον, γίγνοιτο δέ τις ἀνισότης περὶ αὐτό, οὔτε αὐτὸς ἔσται ἐν τοῖς ἴσοις χρόνοις ἴσας κατὰ μῆκος τοῦ διὰ μέσων περιφερείας ἐπειληφώς, οὔτε δηλονότι ἡ σελήνη.

`1006`

«Ἐὰν γὰρ λόγου ἕνεκεν ἑκατέρα μὲν τῶν συγκρινομένων διαστάσεων «μεθʼ ὅλους καὶ τοὺς ἴσους ἐνιαυσιαίους χρόνους ἐπιλαμβάνῃ καὶ τὸ «ἥμισυ τοῦ ἐνιαυσίου χρόνου, ἐν δὲ τῷ τοσούτῳ χρόνῳ κεκινημένος ὁ «ἥλιος τυγχάνῃ κατὰ μὲν τὴν προτέραν διάστασιν ἀπὸ τῆς κατὰ τοὺς «Ἰχθύας μέσης παρόδου κατὰ δὲ τὴν δευτέραν ἀπὸ τῆς κατὰ τὴν Παρθένον, κατὰ μὲν τὴν προτέραν ἔλαττον ἐπειληφὼς ἔσται τοῦ ἡμικυκλίου «μοίραις δ 𐅵ʹ δʹ, κατὰ δὲ τὴν δευτέραν πλεῖον ταῖς αὐταῖς.»

Ἵνα δὲ κατάδηλον γένηται τὸ λεγόμενον, ἐκκείσθω ὁ ἔκκεντρος τοῦ ἡλίου κύκλος ὁ ΑΒΓΔ, περὶ κέντρον τὸ Ε, καὶ διάμετρον τὴν ΑΕΓ, ἐφʼ ἧς εἰλήφθω τὸ τοῦ διὰ μέσων κέντρον τὸ Ζ, ὥστε καὶ τὸ μὲν Α σημεῖον γίγνεσθαι τὸ ἀπογειότατον, τὸ δὲ Γ τὸ περιγειότατον. καὶ ἤχθω διὰ τοῦ Ζ σημείου τῇ ΑΓ πρὸς ὀρθὰς ἡ ΒΖΔ. ἔσται ἄρα τὰ Β, Δ σημεῖα κατὰ τῶν μέσων παρόδων, καὶ τὸ μὲν Β κατὰ τὰς τῆς Παρθένου μοίρας ε 𐅵ʹ τὸ δὲ Δ κατὰ τὰς τῶν Ἰχθύων τοσαύτας. ἐπεζεύχθω δὲ ἡ ΔΕ, καὶ διήχθω ἐπὶ τὸ Η, διάμετρος δηλονότι γιγνομένη τοῦ ΑΒΓΔ ἐκκέντρου, καὶ ἔτι ἡ ΖΗ.

`1007`

Ἐπεὶ οὖν ἡ ὑπὸ ΑΖΔ τῆς ἀκριβοῦς καὶ φαινομένης παρόδου μοιρῶν ἐστιν ϙ, ἐδείχθη δὲ καὶ ἡ ὑπὸ ΕΔΖ τῆς μεγίστης διαφορᾶς μοιρῶν β κγ, ἔσται ἄρα καὶ ἡ ὑπὸ ΑΕΔ τῆς ὁμαλῆς παρόδου μοιρῶν ϙβ κγ, τουτέστιν ἡ ΔΑ τοῦ ἐκκέντρου περιφέρεια, καὶ λοιπὴ ἄρα ἡ εἰς τὸ ἡμικύκλιον ἡ ΑΗ περιφέρεια ἔσται τῶν λειπουσῶν μοιρῶν πζ λζ. ὥστε καὶ ἡ ὑπὸ ΑΕΗ ἔσται τῶν αὐτῶν πζ λζ. καὶ ἐπεὶ ἐν τῷ τῆς ἀνωμάλου τοῦ ἡλίου κανόνι παράκεινται ταῖς ἀπὸ τοῦ ἀπογείου μοίραις πζ λζ μοῖραι β κβ, ἔσται ἡ ὑπὸ ΖΗΕ μοιρῶν β κβ. ὥστε καὶ λοιπὴ ἡ ὑπὸ ΑΖΗ φαινομένη ἀπὸ τοῦ ἀπογείου ἔσται μοιρῶν πε ιε. ἦν δὲ καὶ ἡ ὑπὸ ΔΖΑ ὀρθὴ μοιρῶν ϙ. καὶ ὅλη ἄρα ἡ ὑπὸ ΗΖΔ τῆς φαινομένης παρόδου γωνία ἔσται μοιρῶν ροε ιε. ἐν ᾧ ἄρα ὁ ἥλιος ἐν τῷ ἡμίσει τοῦ ἐνιαυσίου χρόνου ὁμαλῶς κινεῖται ἀπὸ τῆς κατὰ τὸ Δ τῶν Ἰχθύων μέσης παρόδου τὴν ΔΑΗ τοῦ ἐκκέντρου περιφέρειαν μοιρῶν ρπ, ἐν τούτῳ φανήσεται ἐπὶ τοῦ ζῳδιακοῦ μοίρας ροε ιε κινηθείς.

Πάλιν δὴ ἐὰν ἀπὸ τῆς κατὰ τὸ Β εἰρημένης παρόδου ὑποθώμεθα τὸν ἥλιον κινεῖσθαι, καὶ ἐπιζεύξαντες τὴν ΒΕ διαγάγωμεν ἐπὶ τὸ Θ, καὶ ἐπιζεύξωμεν τὴν ΖΘ, ἐν ᾧ μὲν ὁ ἥλιος τὴν ΒΓ τοῦ ἐκκέντρου περιφέρειαν ὁμαλὴν κινεῖται μοιρῶν τυγχάνουσαν πζ λζ, φανήσεται κινούμενος μοίρας ϙ· ἐν ᾧ δὲ τὴν ΓΔΘ τῶν λοιπῶν εἰς τὸ ἡμικύκλιον μοιρῶν ϙβ κγ, φαίνεται ϙδ με, ἐπεὶ καὶ ταῖς ἀπὸ τοῦ ἀπογείου μοίραις σοβ κγ, παράκεινται ἐν τῷ τῆς ἀνωμαλίας κανόνι μοῖραι β κβ.

Ὥστε, ἐν ᾧ ἀπὸ τῆς κατὰ τὴν Παρθένον μέσης παρόδου ὁμαλῶς ἐν τῷ ἡμίσει τοῦ ἐνιαυσίου χρόνου κινεῖται ἐπὶ τοῦ ἐκκέντρου μοίρας ρπ, ἐν τοσούτῳ ἐπὶ τοῦ ζῳδιακοῦ φανήσεται κινούμενος μοίρας ρπδ με.

Ὥστε κατὰ μὲν τὴν ἀπὸ τῶν Ἰχθύων μέσην πάροδον ἐλάσσονα ἐπειληφὼς ἔσται ὁ ἥλιος τοῦ ἡμικυκλίου μοίραις δ 𐅵ʹ δʹ, κατὰ δὲ τὴν ἀπὸ τῆς Παρθένου μείζονα ταῖς αὐταῖς.

`1008`

Εἶτα δείξας ὅτι εἰ μὴ καὶ ὁ ἥλιος τὸ παρὰ τὴν ἀνωμαλίαν διάφορον ἢ μηδὲν ἢ τὸ αὐτὸ ποιῇ καθʼ ἑκατέραν τῶν διαστάσεων, οὐδὲ ἡ σελήνη ἔσται ἐν τοῖς ἴσοις χρόνοις ἴσας περιδρομὰς πεποιημένη, φησίν· «δεῖν οὖν «φαμεν τοῦτο πρῶτον ἔχειν τὰς διαστάσεις περὶ τὸν ἥλιον συμβεβηκός, τὸ «ἤτοι ὅλους αὐτὸν κύκλους περιέχειν, ἢ κατὰ μὲν τὴν ἑτέραν τῶν διαστάσεων τὸ ἀπὸ τοῦ ἀπογείου ἡμικύκλιον ἐπιλαμβάνειν, κατὰ δὲ τὴν ἑτέραν τὸ ἀπὸ τοῦ περιγείου ...» καὶ τὰ ἑξῆς.

`1009`

Παρακολουθεῖ δὲ ἢ μηδόλως ἢ ἴσας γίγνεσθαι τὰς παρὰ τὴν ὁμαλὴν τοῦ ἡλίου κίνησιν τῆς ἀνωμάλου διαφορὰς καθʼ ἑκατέραν τῶν διαστάσεων, ὅταν κατὰ μόνων τῶν τοιούτων τόπων τὰς ἀρχὰς τῶν κινήσεων λαμβάνωσιν, λέγω δὴ ὅταν ἀπὸ τῶν ἀπογείων ἢ περιγείων ἀρχόμενος κινεῖσθαι ὅλους κύκλους ἐπιλαμβάνῃ καθʼ ἑκατέραν αὐτῶν· τότε γὰρ οὐδόλως ἔσται παρὰ τὴν ἀνώμαλον ἐποχὴν τῆς ὁμαλῆς διαφορὰ κατὰ τῶν ἀπογείων ἢ περιγείων αὐτοῦ τυγχάνοντος, διὰ τὸ κατὰ τὰς τοιαύτας παρόδους τὴν αὐτὴν δεδεῖχθαι τὴν ἀκριβῆ αὐτοῦ ἐποχὴν τῇ ὁμαλῇ· ἢ κἂν ἀπʼ ἄλλου τινὸς τμήματος τοῦ ἐκκέντρου ἐπὶ τὸ αὐτὸ παραγίγνηται· καὶ οὕτω γὰρ ἡ αὐτὴ ἔσται τῆς ἀνωμαλίας διαφορὰ κατὰ τοῦ αὐτοῦ ὡς ἔφαμεν τμήματος τοῦ ἡλίου τυγχάνοντος· ἢ καὶ ὅταν κατὰ μὲν τὴν πρώτην διάστασιν τὸ ἀπὸ τοῦ ἀπογείου ἡμικύκλιον ἐπιλαμβάνῃ, κατὰ δὲ τὴν τοῦ περιγείου· καὶ ἐνταῦθα γὰρ πῇ μὲν κατὰ τοῦ ἀπογείου πῇ δὲ κατὰ τοῦ περιγείου τυγχάνων, οὐδὲν ποιήσει παρὰ τὴν ἀνωμαλίαν διάφορον· ἢ καὶ ὅταν πάλιν τὸ ἴσον ἀπέχῃ ἑκατέρωθεν τοῦ ἀπογείου ἢ τοῦ περιγείου, ὅ τε τῆς ἑτέρας διαστάσεως πρῶτος δρόμος καὶ ὁ τῆς ἑτέρας ἔσχατος, τουτέστιν ἥ τε πρώτη ἔκλειψις τῆς προτέρας διαστάσεως καὶ ἡ δευτέρα τῆς δευτέρας· καὶ οὕτω γὰρ ἂν πάλιν ἴσαι ἔσονται αἱ παρὰ τὴν ἀνωμαλίαν διαφοραί.

`1010`

Οἷον, ἔστω γὰρ ὁ ἔκκεντρος τοῦ ἡλίου κύκλος ὁ ΑΒΓΔ, περὶ κέντρον τὸ Ε, καὶ διάμετρον τὴν ΑΕΓ, ἐφʼ ἧς ἔστω τὸ κέντρον τοῦ διὰ μέσων τὸ Ζ, ὥστε τὸ Α εἶναι τὸ ἀπογειότατον. καὶ γεγενήσθω ἔκλειψις κατὰ τὴν ἀρχὴν τῆς πρώτης διαστάσεως τοῦ χρόνου κατὰ τὸ Θ· κατὰ δὲ τὸ τέλος κατὰ τὸ Α, ὥστε μετὰ κύκλους ἐπειληφέναι τὴν ΘΑ περιφέρειαν. εἶτα πάλιν μετὰ τὴν ἴσην τοῦ χρόνου διάστασιν, γεγονέτω κατὰ τὸ τέλος τῆς δευτέρας διαστάσεως ἔκλειψις κατὰ τὸ Η, καὶ ἐπιλαμβανέτω πάλιν μετὰ τοὺς ἴσους κύκλους τὴν ΑΗ περιφέρειαν ἴσην οὖσαν δηλονότι τῇ ΑΘ. ἐπεὶ οὖν ἡ κατὰ τὸ Θ πρώτη ἔκλειψις τῆς πρώτης διαστάσεως καὶ ἡ κατὰ τὸ Η δευτέρα τῆς δευτέρας διαστάσεως ἴσας περιφερείας ἐφʼ ἑκάτερα τοῦ ἀπογείου ἢ τοῦ περιγείου ἀπειλήφασιν, ἴσαι ἔσονται αἱ παρὰ τὴν ἀνωμαλίαν διαφοραί, ἐπειδήπερ κἂν ἐπιζεύξωμεν τὰς ΘΕ, ΘΖ, ΗΕ, ΗΖ, ἴσων οὐσῶν τῶν ΘΑ, ΑΗ περιφερειῶν καὶ τῶν ὑπὸ ΘΕΑ, ΑΕΗ γωνιῶν, καὶ αἱ ὑπὸ ΘΕΖ, ΗΕΖ ἴσαι ἔσονται, καὶ τὸ ΗΕΖ τρίγωνον τῷ ΘΕΖ, καὶ ἔτι αἱ πρὸς τῷ Ζ γωνίαι τῆς φαινομένης παρόδου ἴσαι ἔσονται. οὐ μόνον δὲ ἐὰν κατὰ συνέχειαν ὦσιν οἱ χρόνοι τῶν διαστάσεων, ὡς ἐπὶ τῶν εἰρημένων τριῶν ἐκλείψεων, παρακολουθεῖ τὸ τοιοῦτον ἀποτελεῖσθαι, ἀλλὰ καὶ ἐὰν κατὰ διέχειαν, ὡς ἐπὶ τεσσάρων ὅταν πάλιν ἡ μὲν πρώτη ἔκλειψις τῆς πρώτης διαστάσεως γίγνηται κατὰ τὸ Θ, ἡ δὲ δευτέρα κατὰ τὸ Κ, ἡ δὲ πρώτη πάλιν τῆς δευτέρας διαστάσεως κατὰ τὸ Λ, ὃ ἴσον ἀπέχει τοῦ Α ἀπογείου ὅσον καὶ τὸ Κ, ἡ δὲ δευτέρα τῆς δευτέρας κατὰ τὸ Η, ἴσην πάλιν ἀπολαμβάνουσα δηλονότι τὴν ΛΗ τῇ ΘΚ· καὶ οὕτω γὰρ πάλιν τοῦ τε Θ καὶ Η τουτέστιν τῆς τε πρώτης ἐκλείψεως τῆς πρώτης διαστάσεως καὶ τῆς δευτέρας ἴσον ἀπεχουσῶν τοῦ Α ἀπογείου, καὶ αἱ ΘΛ, ΛΗ ἴσαι τυγχάνουσαι, ἴσας ἕξουσιν καὶ τὰς παρὰ τὴν ἀνωμαλίαν τοῦ ἡλίου διαφοράς, καὶ διὰ τοῦτο ἐν τοῖς ἴσοις χρόνοις ἴσας ἐπιλήψεται τοῦ διὰ μέσων ὁ ἥλιος.

Ἐὰν γὰρ ἐπιζεύξωμεν τὰς ΚΕ, ΚΖ, ΛΕ, ΛΖ, ἐπεὶ ἴση ἐστὶν ἡ ΚΑ τῇ ΑΛ, ἴση ἔσται ὁμοίως καὶ ἡ ὑπὸ ΕΚΖ γωνία τῇ ὑπὸ ΕΛΖ· ὥστε καὶ λοιπὴ ἡ ὑπὸ ΚΖΕ τῇ ὑπὸ ΕΖΛ. ἔστιν δὲ καὶ ἡ ὑπὸ ΘΖΑ τῇ ὑπὸ ΑΖΗ ἴση. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΘΖΑ φαινομένη τοῦ ἡλίου πάροδος ἴση ἔσται τῇ ὑπὸ ΛΖΗ φαινομένῃ τοῦ ἡλίου παρόδῳ. ἐν ἴσῳ ἄρα χρόνῳ ἑκατέραν τῶν ΘΚ, ΛΗ ὁμαλῶς κινηθήσεται, καὶ ἴσας φανήσεται τὰς ὑπὸ ΘΖΚ, ΛΖΗ γωνίας.

`1011`

Ὥστε κατὰ μόνας τὰς τοιαύτας τηρήσεις δυνατόν ἐστι τὰς φαινομένας τοῦ ἡλίου παρόδους ἤτοι ἴσας ἀλλήλαις μόνον γίγνεσθαι, ὡς ἐπὶ τῶν ἀπὸ τυχόντος σημείου τὰ αὐτὰ τμήματα ἐπιλαμβανουσῶν καὶ τῶν ἴσων ἀπεχόντων ἐφʼ ἑκάτερα τοῦ ἀπογείου ἢ τοῦ περιγείου, ἢ καὶ ἀλλήλαις καὶ ταῖς ὁμαλαῖς, ὡς ἐπὶ τῶν ἀπὸ τῶν ἀπογείων ἢ περιγείων ὅλους κύκλους ἢ καὶ ἡμικύκλια ἐπιλαμβανουσῶν· καὶ διὰ τοῦτο κατὰ τὰς τοιαύτας μόνον ὡς ἔφαμεν τηρήσεις, δυνατὸν εἶναι τὸν ἥλιον ἐν τοῖς τῶν διαστάσεων ἴσοις χρόνοις ἴσας περιφερείας τοῦ ζῳδιακοῦ παροδεύειν δηλαδὴ καὶ τὴν σελήνην, διὰ τὸ κατὰ τὴν διάμετρον τῷ ἡλίῳ στάσιν τυγχάνειν.

Ὡς δέον εἶναι ἀπὸ μιᾶς τῶν εἰρημένων κατὰ τὰς ἀρχὰς τῶν διαστάσεων τοῦ ἡλίου θέσεων τὴν ἄφεσιν τοῦ χρόνου τῶν δώδεκα μυριάδων καὶ ͵ϛζ ἡμερῶν καὶ τῆς μιᾶς ὥρας ἰσημερινῆς παραλαμβάνειν, εἰ ἐθέλοιμεν καὶ αὐτοὶ ἐξετάζειν τὰς περιοδικὰς ἀποκαταστάσεις.

«Δεύτερον δὲ ἡγούμεθα δεῖν περὶ τοὺς δρόμους τῆς σελήνης τὴν ὁμοίαν «ἐπίστασιν ποιεῖσθαι. τούτου γὰρ ἀδιακρίτου μένοντος, ἐνδεχόμενον πάλιν φανήσεται τὸ καὶ τὴν σελήνην πολλάκις ἴσας περιφερείας κατὰ μῆκος ἐν τοῖς ἴσοις χρόνοις ἐπιλαμβάνειν δύνασθαι, μὴ πάντως ὡς καὶ «τῆς ἀνωμαλίας αὐτῆς ἀποκαθισταμένης.»

`1012`

Διαλαβὼν πρότερον, ὡς πρὸς τὸ δυσπόριστον τῆς τῶν παλαιῶν διαστάσεων ἐκλογῆς, καθʼ οὓς μόνους τρόπους τῶν ἐπὶ τοῦ ἡλίου τηρήσεων δύναται ἡ σελήνη ἐν τοῖς ἴσοις χρόνοις ἴσας κατὰ μῆκος περιφερείας ἐπιλαμβάνειν, ἑξῆς διδάσκει καὶ τὸν τρόπον πῶς μὴ οὔσης ἀνωμαλίας ἀποκαταστάσεως δύναται ἡ σελήνη ἐν τοῖς ἴσοις χρόνοις ἴσας κατὰ μῆκος περιφερείας ἐπιλαμβάνειν, ἵνα τὰς τοιαύτας διαστάσεις τῶν χρόνων παραιτώμεθα, ὡς ὅταν καθʼ ἑκατέραν τῶν διαστάσεων ἀπό τινων κατὰ μῆκος κινημάτων ἀρχομένη, μὴ ἐπὶ τὰ αὐτὰ κατὰ μῆκος κινήματα καταλήγῃ· παρακολουθεῖ γὰρ ὡς ἐδείξαμεν κατὰ διαφόρων τοῦ ἐπικύκλου τόπων τὰς παρὰ τὴν ἀνωμαλίαν διαφορὰς ἴσας ἀποτελεῖσθαι, καὶ διὰ τοῦτο καὶ τὰς κατὰ μῆκος ἐπιλήψεις, μηκέτι δὲ καὶ ἀνωμαλίας γίγνεσθαι ἀποκατάστασιν, διὰ τὸ μὴ ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ ἐπικύκλου ἐπὶ τὸ αὐτὸ αὐτὴν παραγεγονέναι, τουτέστιν μὴ ἀπὸ τῶν αὐτῶν ὡς ἔφαμεν κινημάτων ἐπὶ τὰ αὐτὰ αὐτὴν ἐληλυθέναι. ἢ πάλιν ὅταν κατὰ τὴν ἑτέραν τῶν διαστάσεων ἀπὸ τοῦ μεγίστου δρόμου ἄρχηται τουτέστιν τοῦ περιγείου, καὶ ἐπὶ τὸν ἐλάχιστον καταλήγῃ τουτέστιν ἐπὶ τὸ ἀπόγειον — ἐδείξαμεν γὰρ ὅτι πρὸς μὲν τῷ περιγείῳ τὰ μέγιστα κινεῖται, πρὸς δὲ τῷ ἀπογείῳ τὰ ἐλάχιστα — κατὰ δὲ τὴν ἑτέραν ἀπὸ τοῦ ἐλαχίστου ἐπὶ τὸν μέγιστον, τουτέστιν πάλιν ἀπὸ τοῦ ἀπογείου ἐπὶ τὸ περίγειον· ὁμοίως γάρ, ὡς ἐν τοῖς ἐπάνω ἐδηλοῦμεν, οὐκ ἔσται παρὰ τὴν ἀνωμαλίαν διαφορά, καὶ διὰ τοῦτο πάλιν αἱ μὲν κατὰ μῆκος πάροδοι ἴσαι ἀποτελεσθήσονται· οὐκέτι δὲ καὶ ἀνωμαλίας ἔσται ἀποκατάστασις, διὰ τὸ μὴ ἀπὸ τῶν αὐτῶν ὡς ἔφαμεν κινημμάτων ἐπὶ τὰ αὐτὰ τὴν σελήνην παραγεγενῆσθαι, δηλονότι μηδὲ ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ ἐπικύκλου ἐπὶ τὸ αὐτό.

`1013`

Ἐάν τε τὸ ἴσον ἀπέχωσιν ἀπὸ τοῦ αὐτοῦ ἐλαχίστου ἢ μεγίστου δρόμου ὅ τε τῆς ἑτέρας διαστάσεως πρῶτος δρόμος καὶ ὁ τῆς ἑτέρας ἔσχατος, καθάπερ ἐπὶ τῶν τοῦ ἡλίου ἐπάνω εἰρημένων, ἡνίκα ἴσον ἀπέχειν ἐλέγομεν τὰς ἐκλείψεις ἑκατέρωθεν τοῦ ἀπογείου καὶ τοῦ περιγείου· καὶ διὰ ταῦτα πάλιν ἢ οὐδὲν ἢ τὸ αὐτὸ γίγνεσθαι παρὰ τὴν ἀνωμαλίαν αὐτῆς διάφορον· οὐδὲν μὲν πάλιν ὅταν ἀπὸ τοῦ ἀπογείου ἐπὶ τὸ περίγειον καὶ ἀπὸ τοῦ περιγείου ἐπὶ τὸ ἀπόγειον παραγίγνηται· τὸ αὐτὸ δὲ ὅταν ἴσον ἀπέχῃ τῶν ἀπογείων ἢ περιγείων ἢ καὶ ἀπὸ τῶν αὐτῶν κινημάτων, τουτέστιν ὅταν ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ ἐπικύκλου ἀρχομένη κινεῖσθαι καθʼ ἑκάστην τῶν ἴσων διαστάσεων ἴσας ἐπιλαμβάνουσα μὴ ἐπὶ τὰ αὐτὰ κινήματα καταλήγῃ· καὶ διὰ τοῦτο πάλιν αἱ μὲν κατὰ μῆκος αὐτῆς ἐπιλήψεις ἴσαι ἀποτελεσθήσονται, οὐκέτι δὲ καὶ ἀνωμαλίας ἔσται ἀποκατάστασις.

Ὡς παρακολουθεῖν ὅταν μὲν ἀνωμαλίας ᾖ ἀποκατάστασις, ἐν τοῖς ἴσοις χρόνοις ἴσας γίγνεσθαι τὰς κατὰ μῆκος κινήσεις· ὅταν δὲ ἐν τοῖς ἴσοις χρόνοις ἴσαι ὦσιν αἱ κατὰ μῆκος κινήσεις, οὐ πάντως καὶ ἀνωμαλίας γίγνεσθαι ἀποκατάστασιν.

Οὐδὲν ἄρα τῶν εἰρημένων συμπτωμάτων ἔχειν δεῖ τὰς παραλαμβανομένας διαστάσεις εἰ μέλλει ἡ σελήνη ἀνωμαλίας ποιεῖσθαι ἀποκατάστασιν, τουτέστιν ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ ἐπικύκλου ἐπὶ τὸ αὐτὸ παραγίγνεσθαι, ὅπερ ἐστὶν ἀπὸ τῶν αὐτῶν κινημάτων ἐπὶ τὰ αὐτά.

«Τοὐναντίον δʼ ἂν ὀφείλοιμεν ἐκλέγειν τὰς μάλιστα τὴν ἀνισότητα «ἐμφανίσαι δυναμένας, ἐὰν μὴ ὅλαι περιέχωνται τῆς ἀνωμαλίας ἀποκαταστάσεις ...».

`1014`

Ἐπεὶ οὖν τὴν τῆς ἀνωμαλίας ἀποκατάστασιν ἐζητοῦμεν, ἵνα τῶν ἀκριβῶν τῆς σελήνης παρόδων τῶν αὐτῶν γιγνομένων ταῖς ὁμαλαῖς τὰς ἀκριβεῖς ἐκ τῶν ἐκλείψεων ἐπιλογιζόμενοι, καὶ ἐπιμερίζοντες εἰς τὸν μεταξὺ χρόνον οὐδὲν ἧττον τὰ ὁμαλὰ ἐπιμερίσαντες λαμβάνωμεν τὰ κατὰ μέρος μέσα κινήματα, συμβαίνει δὲ, καὶ μὴ οὔσης ἀνωμαλίας ἀποκαταστάσεως ἰσοχρονίους διαστάσεις ἴσας ἀλλήλαις ἔχειν τὰς ἀκριβεῖς τῆς σελήνης παρόδους μηκέτι δὲ καὶ ταῖς ὁμαλαῖς — ἀλλὰ μήν ποτε καὶ ταῖς ὁμαλαῖς ὡς ὅταν πῇ μὲν τὸ ἀπὸ τοῦ ἀπογείου ἡμικύκλιον ἐπιλαμβάνῃ πῇ δὲ τὸ ἀπὸ τοῦ περιγείου τουτέστιν πῇ μὲν ἀπὸ τῶν ἐλαχίστων δρόμων αὐτὴν ἀρχομένην ἐπὶ τὰ μέγιστα καταλήγειν, πῇ δὲ ἀπὸ τῶν μεγίστων ἐπὶ τὰ ἐλάχιστα, κατὰ τὸ ἐφεξῆς τῶν ἐκλειπτικῶν διαστάσεων γινομένων —, καὶ μὴ ἀφʼ οἱουδήποτε χρόνου ἢ ἀφʼ οἱωνδήποτε κινημάτων μὴ δυνατὸν εἶναι ἐπὶ πλειόνων ἐκλειπτικῶν διαστάσεων τὴν ἐξέτασιν ποιεῖσθαι τῆς μιᾶς διαστάσεως πλείστου τινὸς χρόνου καταλαμβανομένου, φησὶν οὖν, εἰ μέλλει τις ἐκ τῶν τοιούτων τουτέστιν τῶν ἐν τοῖς ἴσοις χρόνοις ἴσας ἐχουσῶν τὰς κατὰ μῆκος παρόδους, μὴ μὴν καὶ ἀνωμαλίας ἀποκαταστάσεσιν τὰ ὁμαλὰ κινήματα ἐφοδεύειν, βέλτιον μᾶλλον ἀπὸ τῶν ἐν τοῖς ἴσοις χρόνοις ἀνίσους σφόδρα ἐχουσῶν τὰς κατὰ μῆκος ἀκριβεῖς παρόδους ἐφοδεύειν. διὸ ἐρεῖ· «τοὐναντίον δʼ ἂν ὀφείλοιμεν ἐκλέγειν τὰς μάλιστα τὴν ἀνισότητα ἐμφανίσαι δυναμένας» τουτέστιν τὰς ἐν ἴσῳ χρόνῳ ἀνίσους μάλιστα τὰς κατὰ μῆκος ἀκριβεῖς παρόδους ἐπιλαμβανούσας.

Οὐχ ὡς δυναμένων δὲ αὐτῶν τὸ προκείμενον περαίνειν ἀκριβῶς, διὰ τὴν ἑξῆς λεχθησομένην αἰτίαν λέγει· τοὐναντίον ὀφείλομεν ἐκλέγειν· ἀλλʼ ὡς μᾶλλον τούτων δυναμένων παχυμερέστερόν πως τὰ ὁμαλὰ κινήματα καταλαμβάνειν, τοῦ τε μήκους καὶ τῆς ἀνωμαλίας.

Εἶτα διδάσκων ποίας λέγει ἴσας διαστάσεις ἀνίσους ἐχούσας σφόδρα τὰς κατὰ μῆκος ἀνωμάλους κινήσεις, φησὶν τούτων «τὰς ἀπὸ ... σφόδρα «διαφόρων δρόμων τὰς ἀρχὰς ἐχούσας ἢ κατὰ μέγεθος ἢ κατὰ δύναμιν.»

`1015`

Καὶ κατὰ μέγεθος μὲν ἐκάλεσεν, ὅταν ἡ μὲν πρώτη διάστασις ἀπὸ τοῦ ἐλαχίστου δρόμου τουτέστιν τοῦ ἀπογείου ἄρχηται καὶ μὴ ἐπὶ τὸν μέγιστον καταλήγῃ, κατὰ δὲ τὴν δευτέραν ἀπὸ τοῦ μεγίστου, τουτέστιν τοῦ περιγείου ἄρχηται καὶ μὴ ἐπὶ τὸν ἐλάχιστον καταλήγῃ. αἱ γὰρ ἐπὶ τὰ μέγιστα καὶ ἐλάχιστα ἀπὸ τῶν εἰρημένων ἀρχῶν καταλήξεις ἐν ἴσοις μὲν χρόνοις ὡς ἔφαμεν ἔμπροσθεν ἴσας ποιοῦσι τὰς κατὰ μῆκος παρόδους οὐ μὴν καὶ ἀνωμαλίας ἀποκατάστασιν.

Ὅταν οὖν πῇ μὲν ἀπὸ τοῦ ἐλαχίστου δρόμου τὴν ἀρχὴν τῆς κινήσεως λαμβάνῃ πῇ δὲ ἀπὸ τοῦ μεγίστου, πλείστη τότε ἔσται τῆς κατὰ μῆκος ἐπιλήψεως διαφορὰ μὴ ἀποκαθισταμένης τῆς ἀνωμαλίας, ὅταν μάλιστα τεταρτημόριον ἓν ἢ καὶ τρία μιᾶς ἀνωμαλίας τουτέστιν μιᾶς ἐπὶ τοῦ ἐπικύκλου ἀποκαταστάσεως τῆς σελήνης ἐπιλαμβάνηται, «δυσὶν τότε “τοῖς παρὰ τὴν ἀνωμαλίαν διαφόροις ἀνίσων τῶν” κατὰ μῆκος “διαστάσεως « γιγνομένων.»

”Κατὰ δύναμιν δέ, ὡς ὅταν ἀπὸ τῶν μέσων δρόμων τὰς ἀρχὰς ἔχωσιν» μὴ ἀπὸ τῶν αὐτῶν δὲ μέσων δρόμων, ἀλλὰ ἡ μὲν ἀπὸ τοῦ κατὰ πρόσθεσιν ἡ δὲ ἀπὸ τοῦ κατὰ ἀφαίρεσιν.

Καὶ οὕτω γὰρ πάλιν διοίσουσιν ἀλλήλων αἱ τοῦ μήκους ἐπουσίαι, μὴ ἀποκαθισταμένης τῆς ἀνωμαλίας, τεταρτημορίου μὲν ἑνὸς πάλιν ἢ καὶ τριῶν ἐπιλαμβανομένων δυσὶ τοῖς παρὰ τὴν ἀνωμαλίαν διαφόροις, ἡμικυκλίου δὲ τέτρασιν.

Οὕτω γὰρ ἂν μᾶλλον καὶ μὴ ἀποκαθισταμένης τῆς ἀνωμαλίας τῆς σελήνης, ὅταν κατὰ τὴν πρώτην καὶ δευτέραν διάστασιν ἀπὸ τῶν οὕτω σφόδρα διαφόρων δρόμων τὰς ἀρχὰς αἱ κινήσεις λαμβάνωσιν, ἀνίσων τῶν κατὰ μῆκος ἐπιλήψεων γιγνομένων, παχυμερέστερόν πως τὰ εἰρημένα ὁμαλὰ κινήματα μεθοδεύεται, ὡς ἑξῆς ἡμῖν δειχθήσεται.

`1016`

Δῆλον δὲ ὅτι καὶ οἰκείαις ὀνομασίαις κατεχρήσατο, ἐπὶ μὲν τῶν μεγίστων καὶ ἐλαχίστων «κατὰ μέγεθος» εἰρηκώς, ἐπὶ δὲ τῶν προσθέσεων καὶ ἀφαιρέσεων «κατὰ δύναμιν».

`1017`

Ἵνα δὲ πάλιν ὑπʼ ὄψιν ἡμῖν γένηται τὰ εἰρημένα, ἐκκείσθω σαφηνείας ἕνεκεν ἡ εἰρημένη κατʼ ἐπίκυκλον μία τῶν ἁπλῶν ὑποθέσεων. καὶ ἔστω ὁ μὲν ὁμόκεντρος τῷ κόσμῳ κύκλος ὁ ΑΒΓΔ, περὶ κέντρον τὸ Ε· ὁ δὲ ἐπʼ αὐτοῦ φερόμενος ἐπίκυκλος ἐν τῷ αὐτῷ ἐπιπέδῳ αὐτοῦ κείμενος ὁ ΖΗΘΚ, περὶ κέντρον τὸ Α, ἡ δὲ διὰ τῶν κέντρων καὶ τοῦ ἀπογείου διάμετρος ἡ ΖΑΕΓ, ζῳδιακὸς δὲ ἔστω ὁ ΛΜΝΞ, ἑπόμενα δὲ αὐτοῦ ὡς ἀπὸ τοῦ Λ ἐπὶ τὸ Μ. καὶ ὑποκείσθω ἡ σελήνη ἐπὶ τοῦ ἐπικύκλου εἰς τὰ προηγούμενα τὴν μετάβασιν ποιουμένη, ὡς ἀπὸ τοῦ Ζ ἀπογείου ἐπὶ τὸ Κ, ὁ δὲ ἐπίκυκλος τὴν εἰς τὰ ἑπόμενα ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β. μὴ ἔστωσαν δὲ αἱ ἀποκαταστάσεις τῆς τε σελήνης ἐπὶ τοῦ ἐπικύκλου καὶ τοῦ κέντρου τοῦ ἐπικύκλου ἐπὶ τοῦ ὁμοκέντρου καθάπερ ἐπὶ τοῦ ἡλίου ἰσοχρόνιοι, ἀλλὰ τάχιον ὁ ἐπίκυκλος ἐπὶ τοῦ ὁμοκέντρου τὴν ἀποκατάστασιν ποιείτω ἤπερ ἡ σελήνη ἐπὶ τοῦ ἐπικύκλου, ἐπεὶ καὶ ἐν τοῖς ἀποκαταστατικοῖς αὐτῆς χρόνοις πλείονες ἦσαν αἱ τοῦ μήκους περιδρομαὶ τῶν τῆς ἀνωμαλίας.

Καὶ ἔστω πρότερον ἡ σελήνη ἐπὶ τοῦ Ζ ἀπογείου τοῦ ἐπικύκλου, περὶ ὃ τὰ ἐλάχιστα φαίνεται κινουμένη· ἔσται ἄρα ἀκριβῶς καὶ ὁμαλῶς ἐπὶ τοῦ ζῳδιακοῦ κατὰ τὸ Λ. καὶ μετά τινα χρόνον μετὰ κύκλους ἐπιλαμβανέτω τὴν ΖΚ περιφέρειαν τεταρτημορίου, καὶ ἐν τῷ αὐτῷ χρόνῳ μετὰ κύκλους καὶ ὁ ἐπίκυκλος ὁμαλῶς κινηθείς, ὁμαλῶς ἐπιλαμβανέτω τὴν ΑΒ περιφέρειαν. καὶ ἐπεζεύχθω ἡ ΕΚ, καὶ ἐκβεβλήσθω ἐπὶ τὸ Μ. ἔσται ἄρα ἡ μὲν ἀκριβὴς τῆς σελήνης ἐποχὴ κατὰ τὸ Μ, ἡ δὲ ὁμαλὴ καὶ πρὸς τὸ κέντρον τοῦ ἐπικύκλου λαμβανομένη κατὰ τὸ Ν· ὥστε ἀκριβῶς μὲν κινηθεῖσα τὴν ΛΜ ὁμαλῶς δὲ τὴν ΛΝ διαφορὰν παρὰ τὴν ἀνωμαλίαν πεποίηται τὴν ὑπὸ ΝΕΜ γωνίαν τουτέστιν τὴν ΝΜ περιφέρειαν.

Πάλιν ὑποκείσθω κατὰ τοῦ Θ περιγείου περὶ ὃ τὰ μέγιστα καταλαμβάνεται κινουμένη, τοῦ ἐπικύκλου διὰ τὸ πρόχειρον τὴν θέσιν πάλιν ἔχοντος κατὰ τὸ Α. ἔσται δὴ ὡσαύτως ἡ ἀκριβὴς αὐτῆς καὶ ὁμαλὴ ἐποχὴ κατὰ τὸ Λ. καὶ ἐν τῷ ἴσῳ τοῦ τοῦ πρώτου χρόνου κεκινήσθω αὕτη μὲν πάλιν ἐπὶ τοῦ ἐπικύκλου ὁμαλῶς ἀπὸ τοῦ Θ εἰς τὰ προηγούμενα τὴν ΘΗ, τεταρτημορίου πάλιν δηλονότι γινομένην, διὰ τὸ ἐν ἴσοις χρόνοις καὶ πρῶτον καὶ δεύτερον ὁμαλῶς αὐτὴν μετακεκινεῖσθαι· ὁ δὲ ἐπίκυκλος διὰ τὰ αὐτὰ τὴν ἴσην ἤτοι τὴν αὐτὴν τῇ ΑΒ. καὶ ἐπιζευχθεῖσα ἡ ΕΗ ἐκβεβλήσθω ἐπὶ τὸ Ξ. ἔσται δὴ πάλιν ὁμοίως ἐπὶ τοῦ ζῳδιακοῦ ἡ μὲν ὁμαλὴ ἡ ΛΝ ἡ δὲ ἀκριβὴς ἡ ΛΞ ἡ δὲ παρὰ τὴν ἀνωμαλίαν διαφορὰ ἡ ὑπὸ ΝΕΞ γωνία τουτέστιν ἡ ΝΞ περιφέρεια. καὶ διοίσει ἡ ἀπὸ τῆς ἐλαχίστης κινήσεως ἀκριβὴς πάροδος κατὰ τὸ Μ τυγχάνουσα, τῆς ἀπὸ τῆς μεγίστης κινήσεως ἀκριβοῦς παρόδου κατὰ τὸ Ξ τυγχανούσης, τεταρτημόριον τῆς ἀνωμαλίας ἐπιλαμβανούσης τουτέστιν τῆς ἐπὶ τοῦ ἐπικύκλου κινήσεως, τῇ ΜΞ περιεχούσῃ δὶς τὸ μέγιστον ἔγγιστα παρὰ τὴν ἀνωμαλίαν διάφορον, ἐπεὶ καὶ ταῖς τεταρτημορίαις ἀπὸ τοῦ ἀπογείου ἢ περιγείου ἐπὶ τοῦ ἐπικύκλου τῆς σελήνης παρόδοις αἱ μεγίσται ἔγγιστα παρὰ τὴν ἀνωμαλίαν διαφοραὶ παράκεινται.

`1018`

Ἐὰν δὲ πάλιν τοῦ ἐπικύκλου κατὰ τοῦ Α τυγχάνοντος ἡ σελήνη ἐπὶ τοῦ Ζ ὑποκέηται, ὁμαλῶς τε καὶ ἀκριβῶς κατὰ τὸ Λ τὴν ἐποχὴν ἔχουσα, καὶ ἐπιλαμβάνῃ μετὰ κύκλους τρία τεταρτημόρια ἐπικύκλου τουτέστιν ὡς τὴν ΖΚΘΗ περιφέρειαν, ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ ὁ ἐπίκυκλος μετὰ κύκλους ἐπιλαμβάνῃ τὴν ΑΒ περιφέρειαν, ἔσται πάλιν ὁμαλῶς μὲν ἐπειληφυῖα τὴν ΛΝ, ἀκριβῶς δὲ τὴν ΛΞ.

Ἔτι δὲ πάλιν ἐὰν τοῦ ἐπικύκλου κατὰ τοῦ Α ὁμοίως ὑποκειμένου τῆς δὲ σελήνης κατὰ τοῦ Θ περιγείου καὶ τῆς ὁμαλῆς καὶ ἀκριβοῦς ἐποχῆς κατὰ τὸ Λ ἡ σελήνη πάλιν ἐν τῷ ἴσῳ χρόνῳ ἐπιλαμβάνῃ ἐπὶ τοῦ ἐπικύκλου γ τεταρτημόρια ὡς τὴν ΘΗΖΚ περιφέρειαν, ἐν δὲ τῷ τοσούτῳ χρόνῳ καὶ ὁ ἐπίκυκλος πάλιν μετὰ τοὺς ἴσους κύκλους ἐπιλαμβάνῃ τὴν ΑΒ τοῦ ὁμοκέντρου περιφέρειαν, ἔσται πάλιν ὁμαλῶς μὲν ἐπειληφυῖα ἐπὶ τοῦ ζῳδιακοῦ τὴν ΛΝ περιφέρειαν ἀκριβῶς δὲ τὴν ΛΜ. ἐπειλήφει δὲ καὶ κατὰ τὴν πρώτην διάστασιν, ἀκριβῶς τὴν ΛΞ. διήνεγκαν ἄρα καὶ αἱ ἀπὸ τῶν ἀπογείων καὶ περιγείων τῶν γ τεταρτημορίων ἐπιλήψεις κατὰ τὴν ἀκριβῆ πάροδον τῇ ΜΞ περιφερείᾳ περιεχούσῃ πάλιν δὶς τὸ πλεῖστον ἔγγιστα παρὰ τὴν ἀνωμαλίαν διάφορον.

Ἔτι δὲ καὶ ἐπὶ τῶν εἰρημένων κατὰ δύναμιν ἀπὸ τῶν μέσων παρόδων κινήσεων, ὑποκείσθω, πάλιν τοῦ ἐπικύκλου κατὰ τοῦ Α τυγχάνοντος, ἡ σελήνη περὶ τοὺς μέσους δρόμους κατὰ τὸ Η ἢ Κ. καὶ πρότερον ἐπὶ τοῦ Κ κατὰ πρόσθεσιν. καὶ ἐπιζευχθεῖσα ἡ ΕΚ ἐκβεβλήσθω κατὰ τὸ Ο, ὥστε τὴν σελήνην κατὰ μὲν τὸ Ο ἀκριβῶς τυγχάνειν κατὰ δὲ τὸ Λ ὁμαλῶς.

`1019`

Καὶ ἐπιλαμβανέτω ἡ σελήνη ἐπὶ τοῦ ἐπικύκλου ἔν τινι χρόνῳ ἓν ἢ τρία τεταρτημόρια, ὥστε γίγνεσθαι αὐτὴν κατὰ τοῦ Θ ἢ Ζ. ἐν δὲ τῷ τοσούτῳ χρόνῳ, μετὰ κύκλους ἐπιλαμβανέτω λόγου ἕνεκεν ὁ ἐπίκυκλος πάλιν τὴν ΑΒ. ἔσται ἄρα πάλιν ὁμαλῶς μὲν ἐπειληφυῖα τὴν ΛΝ, ἀκριβῶς δὲ τὴν ΟΝ, ἐπειδήπερ τοῦ μὲν ἐπικύκλου κατὰ τοῦ Β γεγενημένου, τῆς δὲ σελήνης κατὰ τοῦ Θ ἢ Ζ, ἡ ἀκριβὴς αὐτῆς ἐποχὴ κατὰ τοῦ Ν τυγχάνει.

Πάλιν τοῦ ἐπικύκλου κατὰ τοῦ Α τυγχάνοντος ἔστω ἡ σελήνη ἐπὶ τῆς κατὰ τὸ Η ἀφαιρητικῆς μέσης παρόδου. καὶ ἐπιζευχθεῖσα ἡ ΕΗ ἐκβεβλήσθω ἐπὶ τὸ Π. ἔσται ἄρα ἡ ἀκριβὴς αὐτῆς ἐποχὴ κατὰ τὸ Π. καὶ κεκινήσθω κατὰ τὸν ἴσον χρόνον μετὰ κύκλους ἡ μὲν σελήνη τὴν ΗΖ, ἢ τὴν ΗΖΚΘ, τουτέστιν ἓν ἢ τρία τεταρτημόρια, ὁ δὲ ἐπίκυκλος τὴν ΑΒ. ἔσται ἄρα πάλιν ὁμαλῶς μὲν ἐπειληφυῖα τὴν ΛΝ, ἀκριβῶς δὲ τὴν ΠΝ, ἐπειδήπερ πάλιν κατὰ τοῦ Ζ ἢ Θ τυγχάνουσα κατὰ τοῦ Ν τὴν ἀκριβῆ ἐποιεῖτο ἐποχήν.

Ἐπεὶ οὖν κατὰ μὲν τὴν πρώτην περίοδον ἀκριβῶς ἐπειλήφει τὴν ΟΝ, κατὰ δὲ τὴν δευτέραν τὴν ΠΝ, δῆλον πάλιν ὅτι καὶ αἱ ἀπὸ τῶν μέσων παρόδων τῆς σελήνης ἑνὸς τεταρτημορίου ἢ καὶ τριῶν ἐπιλήψεις διήνεγκαν κατὰ τὴν ἀκριβῆ πάροδον τῇ ΟΠ περιφερείᾳ περιεχούσῃ πάλιν δὶς τὸ πλεῖστον ἔγγιστα παρὰ τὴν ἀνωμαλίαν διάφορον.

Ἔτι δὲ καὶ ἐὰν τοῦ ἐπικύκλου κατὰ τοῦ Α τυγχάνοντος ἡ σελήνη ἐπὶ τῆς κατὰ τὸ Κ κατὰ πρόσθεσιν παρόδου τυγχάνουσα ἀκριβῶς δὲ κατὰ τὸ Ο, ἐπιλαμβάνῃ τὸ ΚΘΗ τοῦ ἐπικύκλου ἡμικύκλιον, ἐν δὲ τῷ τοσούτῳ χρόνῳ καὶ ὁ ἐπίκυκλος ἐπιλαμβάνῃ τὴν ΑΒ περιφέρειαν, δῆλον πάλιν ὅτι ὁμαλῶς ἐπὶ τοῦ ζῳδιακοῦ ἐπειληφυῖα ἔσται τὴν ΛΝ περιφέρειαν, ἀκριβῶς δὲ τὴν ΟΞ, ἐπειδήπερ κατὰ τοῦ Η γεγενημένη, κατὰ τοῦ Ξ ἀκριβῶς ἐτύγχανεν.

`1020`

Ὁμοίως δὲ πάλιν, ἐὰν τοῦ ἐπικύκλου ἐπὶ τοῦ Α τυγχάνοντος, ἡ σελήνη ἐπὶ τῆς κατὰ τὸ Η ἀφαιρετικῆς μέσης παρόδου ὑποκέηται ἀκριβῶς δὲ κατὰ τὸ Π, καὶ ἐν ᾧ ἡ σελήνη τὴν ΗΖΚ τοῦ ἡμικυκλίου περιφέρειαν ἐπιλαμβάνει, ὁ ἐπίκυκλος ἐπὶ τὸ Β παραγένηται, ἐπὶ μὲν τῆς ὁμαλῆς παρόδου περιφέρεια ἔσται πάλιν ἡ ΛΝ ἡ δὲ τῆς ἀκριβοῦς ἡ ΠΜ, ἐπειδήπερ τοῦ ἐπικύκλου κατὰ τοῦ Β γεγενημένου τῆς δὲ σελήνης κατὰ τοῦ Κ, ἡ ἀκριβὴς αὐτῆς ἐποχὴ ἐπὶ τοῦ Μ τυγχάνει.

Ἐπεὶ οὖν πάλιν κατὰ μὲν τὴν προτέραν διάστασιν ἀκριβῶς ἐπειλήφει τὴν ΟΞ, κατὰ δὲ τὴν δευτέραν τὴν ΠΜ, δῆλον ὅτι διαφέρουσιν ἀλλήλων αἱ τοῦ μήκους ἐπουσίαι, ἀπὸ τῶν εἰρημένων μέσων παρόδων τῆς σελήνης ἡμικύκλιον τοῦ ἐπικύκλου ἐπιλαμβανούσης, συναμφοτέραις ταῖς ΜΞ καὶ ΟΠ, αἵτινες περιέχουσι τετράκις τὸ πλεῖστον ἔγγιστα παρὰ τὴν ἀνωμαλίαν διάφορον.

Ὅτι δὲ ἐὰν ἐν τοῖς ἴσοις χρόνοις ἄνισοι μάλιστα ὦσιν αἱ κατὰ μῆκος ἀκριβεῖς πάροδοι ἀπὸ τῶν ἀπογείων ἢ περιγείων ἢ τῶν μέσων παρόδων ὡς καταδηλοτέρων τόπων τὰς ἀρχὰς λαμβάνουσαι, προχειρότερον μὲν ὅμως δὲ παχυμερέστερον τὰ ὁμαλὰ κινήματα μεθοδεύεται, μὴ ὅλων δηλαδὴ οὐσῶν ἀνωμαλιῶν ἀποκαταστάσεων, οὕτως ἡμῖν ἔσται δῆλον.

Ἐὰν γὰρ εὕρωμεν κατὰ τὸ ἴσον χρόνον ὧν πλείονα καὶ ἐλάττονα οὐ κινεῖται ἡ σελήνη, τουτέστιν τὸ μέγιστον καὶ τὸ ἐλάχιστον τὰ ἄκρα κατὰ μῆκος, καὶ τὴν ὑπεροχὴν τῶν τοιούτων κινήσεων λαβόντες τὸ ἥμισυ αὐτῆς ἤτοι προσθῶμεν τῇ ἐλαχίστῃ κατὰ τὸν μεταξὺ τῶν τηρήσεων χρόνον κινήσει, ἢ ἀφέλωμεν τῆς μεγίστης, τὰ γενόμενα ἕξομεν ἃ ἐν ἐκείνῳ τῷ χρόνῳ ὁμαλῶς κατὰ μῆκος κεκίνηται, ἐπεὶ καὶ μεταξὺ τῆς μεγίστης ἀφαιρέσεως ἢ προσθέσεως τῆς παρὰ τὴν ἀνωμαλίαν διαφορᾶς ἡ μέση πάροδος τοῦ κέντρου τοῦ ἐπικύκλου τυγχάνει.

`1021`

Ἵνα δὲ ἐπὶ καταγραφῆς φανερὰ γένηται τὰ λεγόμενα, ἔστω πάλιν ὁ μὲν ὁμόκεντρος τῷ διὰ μέσων τῶν ζῳδίων κύκλος ἐν τῇ τῆς σελήνης σφαίρᾳ ὁ ΑΒΓ, περὶ κέντρον τὸ Δ. καὶ ὑποκείσθω ὁ ἐπίκυκλος περὶ τὸ Α κέντρον, ἡ δὲ σελήνη κατὰ τοῦ Ε ἀπογείου, ὥστε τὴν ἀκριβῆ καὶ ὁμαλὴν ἐποχὴν τὴν αὐτὴν τυγχάνειν ἐπὶ τοῦ ζῳδιακοῦ κατὰ τὸ Κ. καὶ ἐν ᾧ ἡ σελήνη ἔν τινι χρόνῳ ἐπιλαμβάνει τὴν ΕΗ τεταρτημορίου, ἐν τοσούτῳ ὁ ἐπίκυκλος τὴν ΑΒ. καὶ ἐπεζεύχθω ἡ ΔΗ, καὶ διήχθω ἐπὶ τὸ Θ· καὶ ἔτι ἡ ΔΒ ἐπὶ τὸ Λ. ἔσται ἄρα ἡ ΚΘ ἀκριβὴς τῆς σελήνης πάροδος ἐκ τῆς κατὰ διάμετρον τοῦ ἡλίου ἐποχῆς δοθεῖσα.

Πάλιν τοῦ ἐπικύκλου κατὰ τοῦ Α τυγχάνοντος, ὑποκείσθω ἡ σελήνη κατὰ τοῦ Μ περιγείου τοῦ ἐπικύκλου, ἵνα πάλιν ἥ τε ὁμαλὴ καὶ ἀκριβὴς αὐτῆς ἐποχὴ κατὰ τοῦ Κ τυγχάνῃ. καὶ ἐν ᾧ πάλιν τῷ ἴσῳ χρόνῳ τοῦ πρότερον χρόνου ἡ σελήνη ἐπιλαμβάνουσα τὴν ΜΝ τεταρτημορίου ἐπὶ τὸ Ν παραγίγνεται, ἐν τοσούτῳ καὶ ὁ ἐπίκυκλος τὴν αὐτὴν δηλαδὴ τὴν ΑΒ κεκινήσθω. καὶ ἐπιζευχθεῖσα ἡ ΔΝ, διήχθω ἐπὶ τὸ Ξ. ἔσται ἄρα ἡ ἀκριβὴς αὐτῆς ἐποχὴ κατὰ τὸ Ξ. καὶ δοθεῖσα ἡ ΚΞ ἐκ τῆς κατὰ διάμετρον τοῦ ἡλίου θέσεως· ἦν δὲ καὶ ἡ ΚΘ δοθεῖσα· καὶ λοιπὴ ἄρα ἡ μεγίστη αὐτῶν ὑπεροχὴ ἡ ΘΞ ἔσται δεδομένη. ἧς τὴν ἡμίσειαν τὴν ΘΛ προσθέντες τῇ ΘΚ, ἢ ἀφελόντες τῆς ΚΞ, ἕξομεν τὴν ΚΛ τῆς ὁμαλῆς τοῦ ἐπικύκλου παρόδου ἐπιζητουμένην περιφέρειαν. ἣν μερίσαντες παρὰ τὸν τῆς διαστάσεως χρόνον, ἕξομεν ἐκ προχείρου τὸ ἡμερήσιον ὁμαλὸν τοῦ μήκους κίνημα. ἀφʼ ὧν καὶ τὰς λοιπὰς τῶν ὁμαλῶν τοῦ μήκους κανονίων ἐπισυνθέσεις ἐστὶν ἐπιλογίσασθαι.

`1022`

Δῆλον δὲ ὅτι καὶ παρὰ τὸ αὐτὸ πλῆθος τῶν ἡμερῶν τοῦ χρόνου μερίζοντες τὴν ἀπὸ τῆς ἐλαχίστης ἢ μεγίστης κινήσεως ἐπὶ τὴν μέσην πάροδον τεταρτημορίου περιφέρειαν, ἕξομεν καὶ τὸ τῆς ἀνωμαλίας ἡμερήσιον ὁμαλὸν κίνημα.

Ὁμοίως δὲ καὶ ἐὰν τρία τεταρτημόρια ἀπολάβωμεν ἀπὸ τῶν ἀπογείων ἢ περιγείων· καὶ ἀπὸ τῶν μέσων παρόδων ἓν ἢ τρία ἢ καὶ ἡμικύκλια, τὰ μέσα κινήματα ἡμῖν καταληφθήσεται.

Παχυμερέστερον δὲ καταλαμβάνονται, διὰ τὸ καὶ τὸν χρόνον καθʼ ὃν τεταρτημοριαίας περιφερείας ἀπὸ τοῦ ἀπογείου ἢ περιγείου τοῦ ἐπικύκλου ἐπείληφεν ἡ σελήνη, καὶ τὰς εἰρημένας ἀπὸ τῶν κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν περιφερείας ἐκ τῶν μέσων ἤτοι ὁμαλῶν παρόδων καταλαμβάνομεν μὴ ἀκριβῶς ἐφοδεύεσθαι, διὰ τὸ καὶ ἐπὶ πολὺ περὶ τὰς τοιαύτας παρόδους τὴν αὐτὴν γίγνεσθαι τὴν ἀκριβῆ πάροδον τῇ ὁμαλῇ ἤτοι μέσῃ, τῆς παρὰ τὴν ὁμαλὴν κίνησιν διαφορᾶς ἐπὶ πολὺ ἀνεπαισθήτου γιγνομένης.

`1023`

Διαλαβὼν κατὰ ποίων τόπων τοῦ ἡλίου παροδεύοντος δύναται ἡ σελήνη ἐν τοῖς ἴσοις χρόνοις ἐκλειπτικὰς τὰς ἄκρας πανσελήνους ἔχουσα, ἴσας περιφερείας κατὰ μῆκος ἐπιλαμβάνειν, καὶ ἔτι κατὰ ποίων παρόδων ἡ σελήνη δύναται ἐν τοῖς ἴσοις χρόνοις ἴσας κατὰ μῆκος περιφερείας ἐπιλαμβάνειν, μὴ μὴν καὶ ἀνωμαλιῶν ποιεῖσθαι ἀποκατάστασιν· καὶ πρὸς τὰς τοιαύτας παρόδους φήσας, μηδὲν τῶν τοιούτων ἔχειν δεῖν τὰς παραλαμβανομένας διαστάσεις εἰ μέλλουσιν ἀνωμαλίας ἀποκατάστασιν περιέχειν, διὰ τὸ δυνατὰς εἶναι καὶ τὰς τὸ ἐναντίον περιεχούσας πρὸς παχυμερεστέραν τῶν ὁμαλῶν παρόδων κατάληψιν — λέγω δὴ τὰς ἐν ἴσῳ χρόνῳ ἀνίσους ἀπὸ σφόδρα διαφόρων δρόμων τὰς κατὰ μῆκος ἐπιλήψεις ποιούσας —, καὶ πῶς ἀπὸ τῶν τοιούτων παχυμερέστερον τὰ ὁμαλὰ κινήματα μεθοδεύεται· ἐπιφέρει πρὸς τὰ ἐπάνω προδειχθέντα ὡς ὅτι οὐχ οἷόν τέ ἐστιν ἀνωμαλίας ἀποκατάστασιν γίγνεσθαι, εἰ μὴ ἀπὸ τῶν αὐτῶν κινημάτων ἡ σελήνη ἐπὶ τὰ αὐτὰ κινήματα παραγένηται· καί φησιν· «διὰ «τὰ αὐτὰ δὴ καὶ τὸν Ἵππαρχον ὁρῶμεν παρατετηρηκότα ὡς μάλιστα ἐνόμιζεν κεχρημένον τῇ τῶν παρειλημμένων εἰς τὴν τοιαύτην ἐπίσκεψιν «διαστάσεων ἐκλογῇ.»

Διὰ γοῦν φησιν τὰ ἐν τοῖς ἔμπροσθεν ἡμῖν πρὸς τὴν παρατήρησιν τῶν περὶ τὸν ἥλιον καὶ τὴν σελήνην εἰρημένα, εὑρίσκομεν καὶ τὸν Ἵππαρχον ταύταις ταῖς διαστάσεσιν συγκεχρημένον καὶ ταῖς ἀπὸ τῶν αὐτῶν κινημάτων ἐπὶ τὰ αὐτὰ φερούσαις, ὅπερ ἐστὶν ὡς ἔφαμεν ἀνωμαλίας ἀποκατάστασις, καὶ οὐχὶ ταῖς ἀπὸ τῶν μεγίστων ἐπὶ ἐλάχιστα ἢ ἀπὸ ἐλαχίστων ἐπὶ μέγιστα, τουτέστιν καὶ οὐχὶ ταῖς ἀπὸ τοῦ περιγείου ἐπὶ τὸ ἀπόγειον, ἢ ἀπὸ τοῦ ἀπογείου ἐπὶ τὸ περίγειον.

`1024`

Διὰ τοῦτο δὲ τούτων μέμνηται ἐπεὶ αὗται ὡς ἔφαμεν καὶ μὴ οὔσης ἀνωμαλίας ἀποκαταστάσεως ἐν τοῖς ἴσοις χρόνοις ἴσας ποιοῦσαι τὰς ἀκριβεῖς παρόδους ταῖς ὁμαλαῖς, μὴ μὴν καὶ πάντοτε ἀφʼ οἱωνδήποτε κινημάτων τουτέστιν ἀφʼ οἱουδήποτε χρόνου, ἀλλὰ μόνας κατὰ τὸν ἐφεξῆς χρόνον τῆς πρώτης διαστάσεως, διὰ πλείστου χρόνου τὴν ἀνταπόδοσιν ποιούμεναι, οὐκ εὐπορούντων ἡμῶν τοσούτου χρόνου τηρήσεις λαβεῖν ἀβεβαιοτέραν τὴν περὶ αὐτῶν πρόρρησιν ἀπεργάζονται.

«Διορθώσαντα δὲ καὶ τὸ παρὰ τὴν τοῦ ἡλίου ἀνωμαλίαν γενόμενον διάφορον, καίπερ βραχὺ» τυγχάνον, διὰ τὸ τὸν ἐκτεθειμένον αὐτῷ ἀποκαταστατικὸν χρόνον τῶν ιβ μυριάδων καὶ ͵ϛζ ἡμερῶν καὶ ὥρας α ἰσημερινῆς ἐλλείπειν εἰς τὴν τοῦ μήκους ἀποκατάστασιν μοίραις ζ 𐅵ʹ, καὶ μήτε τὰς αὐτὰς μήτε τὰς τὸ ἴσον ποιούσας παρὰ τὴν ἀνωμαλίαν διάφορον, ὡς παρακολουθεῖν ἐν ἀνίσοις χρόνοις τὸν ἥλιον αὐτὰς διαπορεύεσθαι· τῆς οὖν ὑπεροχῆς τῶν παρὰ τὴν ἀνωμαλίαν διαφόρων τὸ ἥμισυ παραβάλλων εἰς τὸ ὡριαῖον τοῦ ἡλίου μέσον κίνημα, τὸ γιγνόμενον μέρος ὥρας ἀφαιρῶν τοῦ μείζονος χρόνου ἢ προστιθεὶς τῷ ἐλάσσονι, διορθοῦτο τὸ παρὰ τὴν ἀνωμαλίαν τοῦ ἡλίου γιγνόμενον διάφορον, ὡς ἐν ταῖς ἴσαις τοῦ ἡλίου ἐπουσίαις ἴσους γίγνεσθαι καὶ τοὺς χρόνους.

`1025–1027`

«Ταῦτα δὲ εἴπομεν οὐ διαβάλλοντες τὴν προκειμένην ἐπιβολὴν τῆς «τῶν περιοδικῶν ἀποκαταστάσεων καταλήψεως ἀλλὰ παριστάντες ὅτι «μετὰ μὲν τῆς προσηκούσης ἐξετάσεως καὶ τοῦ κατὰ τὸ ἀκόλουθον ἐπιλογισμοῦ γιγνομένη κατορθοῦν δύναται τὸ προκείμενον.»

Ταῦτα δέ φησιν εἴπομεν οὐ διαβάλλοντες τὰς πρὸς τὴν κατάληψιν τῶν περιοδικῶν κινήσεων τῶν παλαιῶν ἐπιχειρήσεις, ἀλλὰ παριστάντες ὅτι πολλῶν συμπτωμάτων κατὰ τὸ αὐτὸ προσδεόμεναι μετὰ μὲν πολλῆς ἐξετάσεως ἀκριβούμεναι περαίνειν δύνανται τὸ προκείμενον. εἰ δέ τινα καὶ τὸ τυχὸν τῶν εἰρημένων ὑπάρχειν ταῖς ἐκλειπτικαῖς ἐπισημασίαις παρέλθοι, διαπεσεῖται παντάπασιν τῆς ἐπιζητουμένης καταλήψεως.

Τῶν γοῦν ὑπὸ τοῦ Ἱππάρχου ἐκτεθειμένων περιοδικῶν ἀποκαταστάσεων ἡ μὲν τῶν μηνῶν ὑγιῶς ὡς ἔνι μάλιστα τετηρημένη, σύμφωνος ταῖς ὑπὸ τοῦ Πτολεμαίου διὰ τῶν τηρήσεων καταλήψεσιν ἐπιλελογισμένη φαίνεται· ἡ δὲ τῆς ἀνωμαλίας καὶ τοῦ πλάτους, ἀξιολόγῳ τινὶ διεψευσμένη, ὡς ἐν τοῖς ἑξῆς ἀποδείκνυσιν ἅμα τῇ πηλικότητι τῆς πρώτης καὶ ἁπλῆς κατὰ μέρος παρὰ τὴν ἀνωμαλίαν τῆς σελήνης διαφορᾶς.

Ποιεῖται δὲ τὴν ἔκθεσιν τῶν ὁμαλῶν παρόδων τοῦ τε μήκους καὶ τῆς ἀνωμαλίας, καὶ τῆς ἀποχῆς καὶ ἔτι τοῦ πλάτους.

`1028`

Καὶ πρῶτον τοῦ μήκους τὸν τρόπον τοῦτον. ἐπεὶ γὰρ ἀπὸ πανσελήνου ὁμαλῆς ἐπὶ πανσέληνον ὁμαλὴν χρόνος ἐστὶ ἐν ᾧ ὁμαλὴ πάροδος τῆς σελήνης ἀπὸ τῆς κατὰ διάμετρον τοῦ ἡλίου ὁμαλῆς παρόδου ἐπὶ τὴν κατὰ διάμετρον πάλιν ὁμαλὴν τοῦ ἡλίου πάροδον παραγίγνεται, ἢ καὶ ἀπὸ συνόδου ὁμαλῆς ἐπὶ σύνοδον ὁμαλήν, ἀκόλουθον ἂν εἴη ἐν τῷ ἀποδεδειγμένῳ μέσῳ μηνιαίῳ χρόνῳ ἡμερῶν τυγχάνοντι κθ λα ν η κ τὴν σελήνην ὁμαλῶς κινεῖσθαι ἕνα κύκλον καὶ ἔτι ὅσα ἐν τῷ τοσούτῳ χρόνῳ ὁμαλῶς ὁ ἥλιος κινεῖται. καὶ διὰ τοῦτο, ἐὰν τὸ ἀποδεδειγμένον τοῦ ἡλίου ἡμερήσιον ὁμαλὸν κίνημα τὸ 𐆊 νθ η ιζ ιγ ιβ λα πολλαπλασιάσωμεν ἐπὶ τὰς τοῦ ἑνὸς μηνὸς ἡμέρας κθ λα ν η κ, καὶ τοῖς γενομένοις κθ ϛ κγ κδ β λ νζ προσθῶμεν ἑνὸς κύκλου μοίρας τξ, ἕξομεν πλῆθος μοιρῶν τπθ ϛ κγ α κδ β λ νζ ὅσα ἐν τῷ εἰρημένῳ μέσῳ μηνιαίῳ χρόνῳ ἡ σελήνη ὁμαλῶς κινηθήσεται. ἃς μερίσαντες παρὰ τὸ τοῦ μέσου μηνιαίου χρόνου τῶν ἡμερῶν πλῆθος, ἕξομεν τὸ ἡμερήσιον τῆς σελήνης κατὰ μῆκος ὁμαλὸν κίνημα, μοιρῶν ιγ ι λδ νη λγ λ λ.

`1029`

Ἔτι δὲ τοὺς σξθ κύκλους τῆς ἀνωμαλίας πολλαπλασιάσαντες ἐπὶ τὰς τοῦ ἑνὸς κύκλου μοίρας τξ, καὶ τὰς γενομένας μοίρας Μθ ͵ϛωμ μερίσαντες ἐπὶ τὰς γενομένας ἡμέρας τῶν σνα μηνῶν ͵ζυιβ ι μδ να μ ἕξομεν τὸ κατὰ τὸν Ἵππαρχον τῆς ἀνωμαλίας, τουτέστι τὸ τῆς σελήνης ἐπὶ τοῦ ἐπικύκλου ἡμερήσιον ὁμαλὸν κίνημα μοιρῶν ιγ γ νγ νϛ κθ λη λη. ἀφʼ οὗ ἀφελόντες τὸ ἀποδειχθησόμενον ἐλλεῖπον αὐτῷ παρὰ τοὺς τοῦ Ἱππάρχου ἐπιλογισμοὺς 𐆊 𐆊 𐆊 𐆊 ια μϛ λθ, εὕρομεν τὸ διορθούμενον τῆς ἀνωμαλίας ἡμερήσιον ὁμαλὸν κίνημα μοιρῶν ιγ γ νγ νϛ ιζ να νθ.

Ὁμοίως πάλιν τὰς ͵εϡκγ τοῦ πλάτους ἀποκαταστάσεις πολλαπλασιάσαντες ἐπὶ τὰς τοῦ ἑνὸς κύκλου μοίρας τξ, καὶ τὰς γενομένας τῶν μοιρῶν Μσιγ ͵βσπ μερίσαντες εἰς τὰς τῶν ͵ευνη μηνῶν γιγνομένασἡμέρας μυριάδας δέκα ἓξ ͵αροζ νη γ κ, ἕξομεν τὴν κατὰ τὸν Ἵππαρχον τοῦ πλάτους ἡμερησίαν ὁμαλὴν κίνησιν μοιρῶν ιγ ιγ με λθ μ ιζ ιθ. ᾧ προσθέντες τὰ ἐκ τῆς διορθώσεως αὐτῷ ἀποδειχθησόμενα 𐆊 𐆊 𐆊 𐆊 η λθ ιη, ἔσχομεν τὸ διορθώμενον τοῦ πλάτους ἡμερήσιον ὁμαλὸν κίνημα, μοιρῶν ιγ ιγ με λθ μη νϛ λζ.

Ἔτι δὲ καὶ ἀπὸ τοῦ τῆς σελήνης ἡμερησίου κατὰ μῆκος μέσου κινήματος, ἀφελόντες τὸ τοῦ ἡλίου μέσον ἡμερήσιον ὁμαλὸν κίνημα, ἔσχομεν καὶ ἀποχῆς ἡμερήσιον μέσον κίνημα, τουτέστιν ὅσον καθʼ ἑκάστην ἡμέραν ἡ ὁμαλὴ τῆς σελήνης πάροδος ἀφίσταται τῆς ὁμαλῆς τοῦ ἡλίου παρόδου, μοιρῶν ιβ ια κϛ μα κ ιζ νθ. οἷς ἀκολούθως ἡμερησίοις κινήμασιν καὶ τὰς λοιπὰς τῶν κανονίων ἐπισυνθέσεις ἐπραγματευσάμεθα.

`1030–1031`

Γέγονε δὲ ὁ ἐπιμερισμὸς τοῦ πλήθους τῶν μοιρῶν εἰς τὸ πλῆθος τῶν ἡμερῶν, καὶ ὑποδείγματος ἕνεκεν ὡς ἐπὶ τῆς ἀνωμαλίας τῶν ἐννέα μυριάδων ͵ϛωμ μοιρῶν εἰς τὰς ͵ζυιβ ι μδ να μ ἡμέρας τὸν τρόπον τοῦτον. κατεβιβάσαμεν τὸ τῶν προκειμένων ἡμερῶν πλῆθος εἰς τὸν τῆς ἑξηκοντάδος λόγον καὶ γεγόνασιν β γ λβ ι μδ να μ· καὶ ὁμοίως τὸ πλῆθος τῶν μοιρῶν· καὶ γεγόνασιν κϛ νδ. καὶ ἐπισυνθέντες τὰ β γ λβ ι μδ να μ ἄχρι τῶν ξ, παρεθήκαμεν ἐν κανονίῳ καθάπερ ἔχει τὸ ὑποκείμενον.

Καὶ ἔπειτα εἰσάξομεν πρῶτον τὸν τῶν κϛ νδ μοιρῶν ἀριθμὸν κατὰ τὸ δεύτερον σελίδιον τῶν ἡμερῶν καὶ ἀφελόντες ἀπʼ αὐτῶν τὰ παρακείμενα ἐν αὐτῷ ἔγγιστα αὐτοῦ ἐλάσσονα κ λε κα μζ κη λϛ μ, ἀπεγραψάμεθα τὸν κατὰ τὸ πρῶτον σελίδιον ἀριθμὸν ᾧ ταῦτα παράκειται, ὡς τὸν ι. ἔπειτα τὸν μετὰ τὴν ἀφαίρεσιν ἀριθμὸν τυγχάνοντα ϛ ιη λη ιβ λα κγ κ εἰσαγαγόντες πάλιν κατὰ τὸ δεύτερον τῶν ἡμερῶν σελίδιον τὰ παρακείμενα ἐν αὐτῷ ἔγγιστα αὐτοῦ ἐλάσσονα ϛ ι λϛ λβ ιδ λε 𐆊 ἀφελόντες ἀπʼ αὐτῶν, ἀπεγραψάμεθα καὶ τὸ κατὰ τὸ πρῶτον σελίδιον γ, ᾧ ταῦτα παράκειται, καὶ ἔσχομεν τὸν ιγ.

Ἔπειτα τὸν μετὰ τὴν ἀφαίρεσιν η α μ ιϛ μη κ εἰσαγαγόντες πάλιν κατὰ τὸ δεύτερον σελίδιον τὰ παρακείμενα αὐτῷ ἔγγιστα αὐτοῦ ἐλάσσονα ϛ ι λϛ ιδ λε 𐆊 ἀφελόντες ἀπʼ αὐτῶν, ἀπογραψόμεθα καὶ τὸν κατὰ τὸ πρῶτον σελίδιον ἀριθμὸν ᾧ ταῦτα παράκειται, ὡς τὸν γ, καὶ ἔσχομεν τὸν ιγ γ.

Ἔπειτα πάλιν τὸν μετὰ τὴν ἀφαίρεσιν α να γ μδ λγ με 𐆊 τουτέστι τὸν ρια γ μδ λγ με εἰσαγαγόντες πάλιν κατὰ τὸ δεύτερον σελίδιον, τὰ παρακείμενα αὐτῷ ἔγγιστα αὐτοῦ ἐλάσσονα ρβ νϛ μη νζ κγ γ κ ἀφελόντες ἀπʼ αὐτοῦ, ἀπεγραψάμεθα καὶ τὸν κατὰ τὸ πρῶτον σελίδιον ἀριθμὸν ᾧ ταῦτα παράκειται, οἷον τὸν ν.

`1032`

Ἔπειτα πάλιν τὸν μετὰ τὴν ἀφαίρεσιν ἀριθμὸν η ϛ νε λϛ κα νϛ μ τυγχάνοντα, εἰσαγαγόντες ὁμοίως κατὰ τὸ δεύτερον σελίδιον, τὰ παρακείμενα ἐν αὐτῷ ἔγγιστα αὐτοῦ ἐλάσσονα ϛ ι λϛ λβ ιδ λε 𐆊 ἀφελόντες ἀπʼ αὐτοῦ, ἀπεγραψάμεθα καὶ τὸν κατὰ τὸ πρῶτον σελίδιον ἀριθμὸν οἱονεὶ τὸν γ ᾧ ταῦτα παράκειται, καὶ ἔσχομεν τὸν ιγ γ νγ. ὡσαύτως δὲ τῇ αὐτῇ ἀγογῇ κατακολουθοῦντες, εὑρήσομεν κατὰ τὸν προεκτεθειμένον ἀριθμόν, καὶ τὰ λοιπὰ ἑξηκοστά, νϛ κθ λη λη.

`1033`

Περὶ τῆς πρώτης καὶ ἁπλῆς ἀνωμαλίας τῆς σελήνης.

«Ἑπομένου δὲ τούτοις τοῦ δεῖξαι τόν τε τρόπον καὶ τὴν πηλικότητα «τῆς σεληνιακῆς ἀνωμαλίας ...» καὶ τὰ ἑξῆς.

`1034`

Ἀκολούθου οὖν τυγχάνοντος, καθάπερ ἐπὶ τοῦ ἡλίου ἐδηλοῦμεν, ἑξῆς τῆς τῶν ὁμαλῶν κινήσεων πραγματείας καὶ περὶ τῆς παρὰ τὴν ὁμαλὴν κίνησιν γιγνομένης κατὰ μῆκος διαφορᾶς τῇ ἀκριβεῖ παρόδῳ τὸν λόγον ποιήσασθαι· ἥτις πάλιν, ὡς μὲν ἐπὶ ὁμοκέντρου ἐκ τοῦ λόγου τῶν ἐκ τῶν κέντρων τοῦ ἐπικύκλου καὶ τοῦ ὁμοκέντρου καταλαμβάνεται, ὡς δὲ ἐπὶ ἐκκέντρου ἐκ τῆς μεταξὺ τῶν κέντρων τοῦ τε διὰ μέσων καὶ τοῦ ἐκκέντρου πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου· νῦν μὲν χρῆται τῇ δείξει, ὡς μιᾶς ταύτης ὑπαρχούσης ἥτις καὶ ἀποκαθίσταται πάντοτε κατὰ τὸν ἐκτεθειμένον ἐξ ὅλων μηνῶν χρόνον.

Ἑξῆς δὲ δείκνυσιν ὅτι καὶ δευτέραν ποιεῖται παρὰ τὴν ὁμαλὴν κίνησιν διαφορὰν ἐκ τῶν παρὰ τὰς πρὸς τὸν ἥλιον ἀποστάσεις μηνοειδῶν τε καὶ διχοτόμων καὶ ἀμφικύρτων σχηματισμῶν, μεγίστην μὲν ἀποτελουμένην κατὰ ἀμφοτέρας τὰς διχοτόμους λέγω δὴ τήν τε κατὰ τὴν αὔξησιν τῆς σελήνης καὶ τὴν κατὰ τὴν μείωσιν, ἀποκαθισταμένην δὲ δὶς ἐν τῷ μηνιαίῳ χρόνῳ περὶ αὐτὰς τὰς συνόδους καὶ τὰς πανσελήνους.

Καὶ ἐπεὶ πάντοτε αἱ τοιαῦται δύο ἀνωμαλίαι συμπεπλεγμέναι καταλαμβάνονται, ἄνευ τῶν κατὰ τὰς συνόδους καὶ τὰς πανσελήνους χρόνων τῆς δευτέρας τότε μὴ γιγνομένης, διὰ τὸ ὡς ἔφαμεν ἐκ τῶν πρὸς τὸν ἥλιον τῆς σελήνης ἀποστάσεων μηνοειδῶν τε καὶ ἀμφικύρτων αὐτὴν ἀποτελεῖσθαι, χρῆται πρὸς τὴν δεῖξιν τῆς πρώτης καὶ καθʼ ἑαυτὴν ἀποτελουμένης ἀνωμαλίας τῇ κατʼ ἐπίκυκλον ὑποθέσει, δυνατῆς μὲν οὔσης καὶ τῆς κατʼ ἐκκεντρότητα ὡς ἑξῆς δῆλον ποιεῖ τὸ τοιοῦτον ἀποδεικνύναι, οἰκειότερον δὲ προσαφθησομένης τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως εἰς τὴν συμπλοκὴν τῶν δύο ἀνωμαλιῶν συμφώνου τότε αὐτῆς καταλαμβανομένης ἐπὶ ἐκκέντρου φέρειν τὸν ἐπίκυκλον, καθὼς ἐν τοῖς ἔμπροσθεν ἔλεγεν ὅτι «ἐπὶ “μὲν τῶν μιᾷ κεχρημένων ἀνωμαλίᾳ καὶ μία τῶν ὑποθέσεων ἀρκέσει, “ἐπὶ δὲ τῶν δισσὰς ποιουμένων ἀνωμαλίας, ἀμφοτέρας τὰς ὑποθέσεις “ἐνδέχεται συμπεπλέχθαι.”

`1035`

Χρῆται ἐντεῦθεν τῷ ἐπὶ ἐπικύκλου κινεῖσθαι τὴν σελήνην, καὶ διὰ τὸ μὴ καὶ ἐπὶ τῆς σελήνης καθάπερ ἐπὶ τοῦ ἡλίου ἰσοχρονίους εἶναι τὰς ἀποκαταστάσεις τοῦ τε μήκους καὶ τῆς ἀνωμαλίας, τουτέστιν τῆς τοῦ ἐπικύκλου ἐπὶ τοῦ ὁμοκέντρου κινήσεως καὶ τῆς σελήνης ἐπὶ τοῦ ἐπικύκλου, ἀλλὰ μείζονα τὴν τοῦ μήκους, τουτέστιν τὴν τοῦ ἐπικύκλου· ὑποτιθέμενος ἐπὶ τοῦ ἐκκέντρου τὴν μὲν σελήνην τὴν ὁμοίαν τῇ ἐπὶ τοῦ ἐπικύκλου ποιεῖσθαι κίνησιν, τὸν δὲ ἔκκεντρον ἐπὶ τὰ αὐτὰ τῇ σελήνῃ περὶ τὸ τοῦ ζῳδιακοῦ κέντρον τηλικαύτην ἡλίκη ἐστὶν ἡ ὑπεροχὴ τῆς κατὰ μῆκος ἐκτεθειμένης ὁμαλῆς κινήσεως πρὸς τὴν τῆς ἀνωμαλίας, δείκνυσιν ἀπαραλλάκτως τὰ αὐτὰ φαινόμενα διʼ ἑκατέρας τῶν ὑποθέσεων ἀποτελούμενα, ἐν ᾗ δείξει, ὁμοκέντρου ὄντος τοῦ ΑΒΓ περὶ κέντρον τὸ Δ καὶ διάμετρον τὴν ΑΔ, καὶ ἐπικύκλου τοῦ ΕΖ, καὶ μείζονος ἢ ὁμοίας τῆς ΑΓ τῇ ΕΖ, φησίν· κείσθω τῇ ΕΖ ὁμοία ἡ ΓΒ.

`1036`

Λαμβάνεται δὲ ἡ ὁμοία, παραλλήλου ἀχθείσης διὰ τοῦ Δ τῇ ΓΖ τῆς ΔΒ. διήχθω γὰρ ἡ ΓΔ ἐπὶ τὸ Η, καὶ ἐπεζεύχθωσαν αἱ ΒΗ, ΖΘ, ΓΒ, ΕΖ, καὶ ἔτι αἱ ΕΚ, ΚΖ, ΓΛ, ΛΒ. ἐπεὶ παράλληλός ἐστιν ἡ ΓΖ τῇ ΔΒ, ἴση ἐστὶν ἡ ὑπὸ ΕΓΖ γωνία τῇ ὑπὸ ΓΔΒ. ὥστε καὶ ἡ ὑπὸ ΕΘΖ τῇ ὑπὸ ΓΗΒ ἐστὶν ἴση. καὶ λοιπὴ ἄρα εἰς τὰς β ὀρθὰς ἡ πρὸς τῷ Κ τῇ πρὸς τῷ Λ ἐστὶν ἴση. ὁμοία ἄρα ἡ ΕΖ περιφέρεια τῇ ΓΒ περιφερείᾳ. ὁμοία γὰρ τμήματα κύκλων ἐστὶν τὰ δεχόμενα γωνίας ἴσας. καὶ δῆλον διὰ τῶν αὐτῶν, ὅτι καὶ τὸ ἀνάπαλιν, κἂν ὅμοιαι ὦσιν αἱ ΕΖ, ΒΓ, παράλληλοι ἔσονται καὶ αἱ ΓΖ, ΒΔ.

Λέγω δὴ ὅτι καὶ καθʼ ἑκατέραν τῶν προκειμένων ὑποθέσεων ἡ μεγίστη διαφορὰ γίγνεται τῆς ὁμαλῆς κινήσεως παρὰ τὴν ἀνώμαλον, καθʼ ἣν καὶ ἡ μέση πάροδος τῆς σελήνης νοεῖται, τουτέστιν ὅταν ἡ ἀκριβὴς αὐτῆς πάροδος ἀπὸ τοῦ ἀπογείου τεταρτημόριον ἀπέχῃ· καὶ ὅτι ὁ ἀπὸ τῆς ἐλαχίστης κινήσεως ἐπὶ τὴν μέσην χρόνος μείζων ἐστὶν τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὴν μεγίστην.

Ἐκκείσθω γὰρ ὁμόκεντρος ὁ ΑΒΓ περὶ κέντρον τὸ Δ, ὁ δὲ ἐπʼ αὐτοῦ φερόμενος ἐπίκυκλος ὁ ΕΖΗ περὶ κέντρον τὸ Α· ὁ δὲ ἔκκεντρος ὁ ΛΜΝ περὶ κέντρον τὸ Ξ καὶ διάμετρον τὴν ΛΞΝ, ἐφʼ ἧς ὑποκείσθω τὸ τοῦ ζῳδιακοῦ κέντρον τὸ Ο. καὶ ὑποκείσθω ἡ σελήνη κατὰ τῶν Ε, Λ ἀπογείων τυγχάνουσα.

`1037`

Καὶ ἐν ᾧ τὸ Λ ἀπόγειον κινούμενον εἰς τὰ ἑπόμενα περὶ τὸ τοῦ ζῳδιακοῦ κέντρον τὴν εἰρημένην τῶν β κινήσεων ὑπεροχὴν ὡς τὴν ὑπὸ ΛΟΠ ἐπὶ τὸ Π παραγίγνεται, ἐν τοσούτῳ καὶ ἡ σελήνη κινηθεῖσα ὁμαλῶς τὴν ὑπὸ ΠΞʹΜ γεγονέτω ἐπὶ τῆς ΟΜ, ἀπέχουσα τοῦ Π ἀπογείου τὴν ὑπὸ ΠΟΜ ὀρθὴν γωνίαν, καὶ δηλονότι κατὰ τῆς μέσης παρόδουτυγχάνουσα.

`1038`

Ἐν τῷ αὐτῷ δὲ πάλιν χρόνῳ καὶ ἡ ΔΑ ὡσαύτως κινηθεῖσα τὴν ὑπὸ ΑΔΒ, ἴσην τῇ ὑπὸ ΛΟΠ, φερέτω τὸν ἐπίκυκλον κατὰ τὸ Β. καὶ ἔτι ὁ μὲν ἐπίκυκλος κεκινήσθω τὴν ὑπὸ ΒΔΓ, ἡ δὲ σελήνη τὴν ὑπὸ ΕΓΖ, καὶ γεγονέτω ἀκριβῶς ἐπὶ τοῦ Ζ, τὴν ὑπὸ ΒΔΖ κινηθεῖσα ἴσην οὔσαν τῇ ὑπὸ ΠΟΜ ὀρθῇ γωνίᾳ. καὶ ἐπεὶ ἴση ἐστὶν κατὰ τὴν ὑπόθεσιν ἡ ὑπὸ ΕΓΖ, τουτέστιν ἡ ὑπὸ ΒΔΓ, διὰ τὴν ὁμοιότητα τῶν κινήσεων τῇ ὑπὸ ΠΞʹΜ, τουτέστιν ταῖς ὑπὸ ΞʹΟΜ, ΟΜΞʹ· ὧν ἡ ὑπὸ ΒΔΖ τῇ ὑπὸ ΠΟΜ ἐστὶν ἴση· ὀρθὴ γὰρ ἑκατέρα· λοιπὴ ἄρα ἡ ὑπὸ ΖΔΓ τῆς παρὰ τὴν ἀνωμαλίαν διαφορᾶς, λοιπῇ τῇ ὑπὸ ΞʹΜΟ διαφορᾷ ἐστὶν ἴση. καὶ φανερὸν ὅτι καὶ μεγίστη ἐστὶν ἑκατέρα· καὶ ἐπὶ μὲν τῆς κατʼ ἔκκεντρον, ἀκολούθως τοῖς ἐν τῷ τρίτῳ βιβλίῳ δειχθεῖσιν· ἐπὶ δὲ τῆς κατʼ ἐπίκυκλον, διὰ τὸ ἴσην εἶναι τὴν ὑπὸ ΒΔΖ ὀρθὴν γωνίαν, τῇ ὑπὸ ΔΖΓ ἐναλλάξ· καὶ διὰ τοῦτο ἐφάπτεσθαι τὴν ΔΖ τοῦ ἐπικύκλου.

Ἔτι δὲ διὰ τὸ ἴσην εἶναι τὴν ὑπὸ ΑΔΒ τῇ ὑπὸ ΛΟΠ, καὶ ὅλη ἡ ὑπὸ ΛΟΜ ἀπὸ τῆς κατὰ τὸ Λ ἐξ ἀρχῆς ἀκριβοῦς ἐποχῆς ἴση ἐστὶν τῇ ὑπὸ ΑΔΖ ἀκριβεῖ, ἀπὸ τῆς κατὰ τὸ Α ἐξ ἀρχῆς πάλιν ἐποχῆς.

Δῆλον δὲ καὶ ὅτι ὁ ἀπὸ τῆς κατὰ τὸ Π ἀπόγειον ἐλαχίστης κινήσεως ἐπὶ τὴν κατὰ τὸ Μ μέσην πάροδον χρόνος μείζων ἐστὶν τοῦ ἀπὸ τῆς κατὰ τὸ Μ μέσης παρόδου, ἐπὶ τὴν κατὰ τὸ Ρ μεγίστην, ἐπειδήπερ καὶ ἡ ὑπὸ ΠΞʹΜ ἀμβλεῖα γωνία μείζων ἐστὶ τῆς ΜΞʹΡ.

Καὶ ὁμοίως ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὁ ἀπὸ τοῦ Ε ἐπὶ τὸ Ζ χρόνος, μείζων ἐστὶν τοῦ ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Κ, διὰ τὸ καὶ τὴν ὑπὸ ΕΓΖ γωνίαν ἴσην εἶναι τῇ ὑπὸ ΓΔΒ ἀμβλείᾳ.

Καὶ δέδεικται ἡμῖν ἡ τῶν προκειμένων συμφωνία, ὅταν ὡς ἔφαμεν ἡ ἀκριβὴς πάροδος τῆς σελήνης τεταρτημόριον ἀπέχῃ τοῦ ἀπογείου.

`1039–1040`

»Πρὸς δὲ τὴν δεῖξιν τῆς πρώτης καὶ καθʼ ἑαυτὴν θεωρουμένης ἀνωμαλίας « ἡ κατʼ ἐπίκυκλον ὑπόθεσις περιεχέτω τὸν τρόπον τοῦτον. νοείσθω «γὰρ ἐν τῇ τῆς σελήνης σφαίρᾳ κύκλος ὁμόκεντρός τε καὶ ἐν τῷ αὐτῷ «ἐπιπέδῳ κείμενος τῷ διὰ μέσων τῶν ζῳδίων» ὁ ΑΒΓΔ, περὶ κέντρον τὸ Η. «πρὸς δὲ τοῦτον ἕτερος ἐγκεκλιμένος» ὁ ΕΒΖΔ περὶ διάμετρον τὴν ΕΗΖ, τοσοῦτον ὅση τις καὶ ἡ μεγίστη τῆς σελήνης ἀπὸ τοῦ διὰ μέσων τῶν ζῳδίων κατὰ πλάτος ἀπόστασις καταλαμβάνεται, τουτέστιν μοιρῶν ε, φερόμενος ὁμαλῶς εἰς τὰ προηγούμενα ὡς ἀπὸ τοῦ Ε, ὃ ὑποκείσθω καὶ βόρειον πέρας, ἐπὶ τὰ πρὸς τῷ Δ καὶ Ζ μέρη, τοσοῦτον ὅσον ἡ κατὰ πλάτος κίνησις ὑπερέχει τῆς κατὰ μῆκος, τουτέστιν ἑξηκοστῶν γ ἔγγιστα.

Ἔστω δὲ ἡ τοῦ Ε βορείου πέρατος ἐποχὴ ἐπὶ τοῦ ἀπὸ τοῦ Ε πρὸς ὀρθὰς γραφομένου ἐπὶ τὸ τοῦ διὰ μέσων ἐπίπεδον μεγίστου κύκλου τοῦ ΕΑ κατὰ τὸ Α. καὶ ἐπὶ τούτου τοῦ λοξοῦ κύκλου ὑποκείσθω φερόμενος ἐπίκυκλος ἐν τῷ αὐτῷ ἐπιπέδῳ αὐτοῦ κείμενος, ὡς ὁ περὶ τὸ Ε κέντρον, ὁμαλῶς καθʼ ἑκάστην ἡμέραν ὅση τίς ἐστιν καὶ ἡ ἐκτεθειμένη κατὰ πλάτος ὁμαλὴ ἡμερησία πάροδος τουτέστιν μοιρῶν ιγ ιγ ἔγγιστα, ἥτις καὶ πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων θεωρουμένη τὴν κατὰ μῆκος ποιεῖται κίνησιν, διὰ τὸ ἀνθυφαιρεῖν τὸν λοξὸν κύκλον εἰς τὰ προηγούμενα τὰ τῆς ὑπεροχῆς ἑξηκοστὰ γ, καὶ τὰς λοιπὰς εἰς τὰ ἑπόμενα τὸν ἐπίκυκλον φαίνεσθαι ὡς πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων τὰς τοῦ μήκους μοίρας ιγ ι ἔγγιστα.

`1041`

Ἐπὶ δὲ αὐτοῦ τοῦ ἐπικύκλου ὑποκείσθω πάλιν ἡ σελήνη ὡς ἀπὸ τοῦ ἀπογείου ἐπὶ τὰ προηγούμενα τὴν μετάβασιν ποιουμένη ὅση τίς ἐστιν καὶ ἡ ἐκτεθειμένη ἐκ τῶν ἀποκαταστατικῶν χρόνων μέση τῆς ἀνωμαλίας ἡμερησία κίνησις, τουτέστιν μοιρῶν ιγ δ ἔγγιστα τῆς κατὰ μῆκος πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων παρόδου, μηδὲν αἰσθητὸν διάφορον ποιούσης παρὰ τὸ μὴ συνεπιλογίζεσθαι μήτε τὸ ἐκ τῶν γ ἑξηκοστῶν τῆς προηγήσεως διάφορον, μήτε τὸ ἐκ τῆς λοξώσεως τοῦ σεληνιακοῦ κύκλου τῆς ὅλης ἐγκλίσεως ὡς ἔφαμεν μοιρῶν ε καταλαμβανομένης· ἐὰν γὰρ νοήσωμεν τὸ κατὰ τὸ Ε βόρειον πέρας κινούμενον εἰς τὰ προηγούμενα περὶ τὸ Η κέντρον ἐν τῇ ἡμερησίᾳ παρόδῳ τὴν ὑπὸ ΕΗΚ, ἑξηκοστὰ γ, ὅσων ἐστὶν καὶ ἡ ὑπεροχὴ τῆς κατὰ πλάτος ἡμερησίας μέσης παρόδου πρὸς τὴν κατὰ μῆκος, ὥστε τὸν ΕΒΖΔ λοξὸν κύκλον τὴν θέσιν λαμβάνειν τοῦ ΚΘΝ, καὶ γίγνεσθαι τὸ κατὰ τὸ Ε βόρειον πέρας κατὰ τὸ Κ, ἐν δὲ τῷ αὐτῷ χρόνῳ τὸν ἐπίκυκλον ἀπὸ τοῦ Ε τουτέστιν τοῦ Κ κινούμενον εἰς τὰ ἑπόμενα ὅση τίς ἐστιν καὶ ἡμερησία τοῦ πλάτους κίνησις, τουτέστιν μοίρας ιγ ιγ ὡς τὴν ὑπὸ ΚΗΘ, δῆλον ὡς φανήσεται τὴν ὑπὸ ΕΗΘ γωνίαν τῶν λοιπῶν γιγνομένην μοιρῶν ιγ ι ᾗ ἴση ἐστὶν καὶ ἡ ἡμερησία τοῦ μήκους μέση κίνησις. καὶ ἐὰν ἀπὸ τῶν Κ καὶ Θ πρὸς ὀρθὰς τῷ τοῦ διὰ μέσων ἐπιπέδῳ γράψωμεν τὰς ΚΛ, ΘΜ, οὐδὲν ἔσται διάφορον τῆς ΛΜ παρὰ τὴν ΚΘ, οὐδὲ ἐὰν ἀντὶ τῆς ἐκ τῆς προηγήσεως τῶν γ ἑξηκοστῶν τῆς ὑπὸ ΕΗΚ, τὴν ΑΛ τῶν αὐτῶν ἑξηκοστῶν γ παραλαμβάνωμεν, οὐδὲ ἐὰν ἀντὶ τῶν λοιπῶν τοῦ λοξοῦ μοιρῶν ιγ ι τὴν ΑΜ τοῦ μήκους, μηδεμιᾶς αἰσθητῆς γιγνομένης διαφορᾶς ἐκ τῆς καταλαμβανομένης τῶν ε μοιρῶν ἐγκλίσεως, ὡς ἔστιν τὸ τοιοῦτον ἡμᾶς ἐπιστῆσαι καταχρωμένους τῷ ἐν τῷ πρώτῳ βιβλίῳ θεωρήματι, διʼ οὗ τὰς ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφορὰς ἀπεδείκνυεν, διὰ τὸ καὶ τὸν ΚΛ διὰ τῶν πόλων τυγχάνειν τοῦ ΑΒΓΔ, τῆς μεγίστης ἐγκλίσεως μοιρῶν ε ἐνταῦθα ἡμῖν ὑποτιθεμένης.

`1042`

Οὕτω δὲ χρὴ νοεῖν τὴν εἰς τὰ προηγούμενα τοῦ λοξοῦ κίνησιν, ὥστε κατὰ ταὐτὰ ἑαυτοῦ σημεῖα γίγνεσθαι πρὸς τὸν ΑΒΓΔ κύκλον τομὰς τουτέστιν ταὐτὸ εἶναι τὸ μὲν Β τῷ Ν, τὸ δὲ Δ τῷ Ξ, καὶ δηλαδὴ τὸ Ε βόρειον πέρας τῷ Κ, ἀμείβειν δὲ τὰ τοῦ ΑΒΓΔ κύκλου τοῦ διὰ μέσων σημεῖα.

Εἶτα, ἀρχόμενος τῆς δείξεως τοῦ λόγου τῶν ἐκ τῶν κέντρων τοῦ τε ὁμοκέντρου καὶ τοῦ ἐπικύκλου, ἀκολούθως τῇ εἰς τοῦτο τοῦ Ἱππάρχου ἐφόδῳ λαμβάνειν πρῶτον τριῶν σεληνιακῶν ἐκλείψεων τηρήσεις, καί φησιν.

`1043`

«Ὧν τοίνυν εἰλήφαμεν παλαιῶν τριῶν ἐκλείψεων ἐκ τῶν ἐν Βαβυλῶνι «τετηρημένων», ὁ μὲν τῆς πρώτης μέσος χρόνος ἀνεγέγραπτο γεγονὼς τῷ πρώτῳ ἔτει Μαρδοκεμπάδου κατʼ Αἰγυπτίους θὼθ κθʹ εἰς τὴν λʹ πρὸ τριῶν καὶ τρίτου ὡρῶν ἰσημερινῶν τοῦ μεσονυκτίου πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ μεσημβρινόν· καθʼ ἣν ὥραν ὁ ἥλιος ἐπεῖχεν ἀκριβῶς κατὰ τοὺς ἐκτεθειμένους ἡμῖν ἐν τῷ τρίτῳ βιβλίῳ περὶ τῆς τοῦ ἡλίου ψηφοφορίας ἐπιλογισμοὺς τῶν Ἰχθύων μοίρας κδ λ ἔγγιστα.

Ὁ δὲ τῆς δευτέρας μέσος χρόνος τῷ δευτέρῳ ἔτει τοῦ αὐτοῦ Μαρδοκεμπάδου κατʼ Αἰγυπτίους θὼθ ιη εἰς ιθ πρὸ ἡμίσεως καὶ τρίτου μιᾶς ὥρας ἰσημερινῆς τοῦ μεσονυκτίου πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ πάλιν μεσημβρινόν· καθʼ ἣν ὥραν ἐπεῖχεν ὁ ἥλιος ἀκριβῶς τῶν Ἰχθύων μοίρας ιγ 𐅵ʹ δʹ ἔγγιστα.

Ὁ δὲ τῆς γʹ μέσος χρόνος ἀνεγέγραπτο γεγονὼς πάλιν τῷ δευτέρῳ ἔτει Μαρδοκεμπάδου κατʼ Αἰγυπτίους φαμενὼθ ιε εἰς ιϛ πρὸ δ γʹ ὡρῶν ἰσημερινῶν τοῦ μεσονυκτίου πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ μεσημβρινόν· καθʼ ἣν ὥραν πάλιν ὁ ἥλιος ἐπεῖχεν τῆς Παρθένου μοίρας γ δʹ ἔγγιστα.

Καὶ φανερὸν ἐκ τούτων, ὅτι ἀπὸ μὲν τοῦ μέσου χρόνου τῆς αʹ ἐκλείψεως ἐπὶ τὸν τῆς βʹ, κεκίνηται ὁ ἥλιος, δηλαδὴ καὶ ἡ σελήνη, μεθʼ ὅλους κύκλους μοίρας τμθ ιε. ἀπὸ γὰρ τῶν κδ 𐅵ʹ μοιρῶν τῶν Ἰχθύων ἐπὶ τὰς ιγ 𐅵 δʹ μοίρας τοῦ αὐτοῦ δωδεκατημορίου τοσαῦται συνάγονται μοῖραι.

`1044`

Ἀπὸ δὲ τοῦ τῆς βʹ ἐκλείψεως μέσου χρόνου ἐπὶ τὸν τῆς γʹ ἐκλείψεως μέσον χρόνον κεκίνηται πάλιν ὁ ἥλιος καὶ ἡ σελήνη μοίρας ρξθ λ. καὶ ἐνταῦθα γὰρ ἀπὸ τῶν ιγ 𐅵ʹ δʹ μοιρῶν τῶν Ἰχθύων ἐπὶ τὰς τῆς Παρθένου μοίρας γ δʹ τοσαῦται συνάγονται μοῖραι.

`1045`

Ἀλλὰ καὶ ἡ τῶν μεταξὺ χρόνων διάστασις ἡ μὲν ἀπὸ τοῦ πρώτου μέσου χρόνου ἐπὶ τὸν δεύτερον, ἡμέρας περιέχει τνδ καὶ ὥρας ἰσημερινὰς ἁπλῶς μὲν οὕτω θεωροῦσιν τουτέστιν ὡς πρὸς καιρικὰ νυχθήμερα β 𐅵ʹ, πρὸς δὲ τὰ ὁμαλὰ β 𐅵ʹ ιεʹ, ἐπειδήπερ ἡ μὲν ἐν τῷ τοσούτῳ χρόνῳ ὁμαλὴ τοῦ ἡλίου κίνησις συνάγεται μοιρῶν τμθ β, ἔστιν δὲ καὶ ἡ ἀκριβὴς καὶ ἀνώμαλος μοιρῶν τμθ ιε. καὶ συμμεσουρανοῦσιν αὐταῖς τοῦ ἰσημερινοῦ χρόνοι τν ε, οἵτινες ὑπερέχουσιν τῆς τοῦ ἡλίου ὁμαλῆς παρόδου χρόνον α καὶ ἑξηκοστὰ γ, τουτέστιν ιεʹ ἔγγιστα μιᾶς ὥρας ἰσημερινῆς. ὃ προσθέντες ταῖς πρὸς τὰ καιρικὰ νυχθήμερα ὥραις β 𐅵ʹ ἔσχομεν τὰς ἐκτεθειμένας πρὸς τὰ ὁμαλὰ νυχθήμερα ὥρας β 𐅵ʹ ιεʹ.

Ἀπὸ δὲ τοῦ δευτέρου ἐπὶ τὸν γʹ περιέχει πάλιν ἡμέρας ρος καὶ ὥρας ἰσημερινάς, ἀπλῶς μὲν οὕτως θεωροῦσιν τουτέστιν πρὸς τὰ καιρικὰ νυχθήμερα κ 𐅵ʹ, πρὸς δὲ τὰ ὁμαλὰ ὁμοίως νυχθήμερα κ ε.

Κινεῖται δὲ ὁμαλῶς ἡ σελήνη «ἐν μὲν ταῖς τνδ ἡμέραις καὶ ὥραις «ἰσημεριναῖς β 𐅵ʹ ιεʹ ἀνωμαλίας μὲν μεθʼ ὅλους κύκλους μοίρας τϛ κε «μήκους δὲ τμε να, ἐν δὲ ταῖς ροϛ ἡμέραις καὶ ὥραις ἰσημεριναῖς κ εʹ «ἀνωμαλίας μὲν πάλιν μεθʼ ὅλους κύκλους μοίρας ρν κϛ μήκους δὲ «ρο ζ ἔγγιστα.»

Εὑρίσκονται δὲ ταῖς τνδ ἡμέραις καὶ ὥραις ἰσημεριναῖς β 𐅵ʹ ιεʹ παρακείμεναι· ἐπὶ μὲν τῆς ἀνωμαλίας μοῖραι τϛ κε, ἐπὶ δὲ τοῦ μήκους μοῖραι τμε να· καὶ ἐπὶ μὲν τῆς ἀνωμαλίας ἐπειδήπερ ταῖς μὲν τλ ἡμέραις παράκεινται μοῖραι τνα κζ ἔγγιστα ταῖς δὲ κδ ἡμέραις μοῖραι τιγ λδ καὶ ἔτι ταῖς ὥραις β 𐅵ʹ ιεʹ μοῖρα α κδ, ὡς συνάγεσθαι τὰς εἰρημένας μοίρας τϛ κε· ἐπὶ δὲ τοῦ μήκους ταῖς μὲν τλ ἡμέραις παράκεινται μοῖραι κη ιβ ἔγγιστα. ταῖς δὲ κδ ἡμέραις, μοῖραι τις ιδ ἔγγιστα ταῖς δὲ β 𐅵ʹ ιεʹ ὥραις μοῖρα α κδ, ὡς συνάγεσθαι καὶ τὰς ἐπὶ τοῦ μήκους εἰρημένας μοίρας τμε να.

Ὁμοίως δὲ καὶ ἐπὶ τῆς δευτέρας τῶν ἡμερῶν διαστάσεως συναχθήσεται τὰ εἰρημένα κινήματα τῆς τε ἀνωμαλίας καὶ τοῦ μήκους.

`1046`

Καὶ ἵνα μή τις αὐτῷ ἐπισκέψῃ ὅτι πρὸ τοῦ λόγου τῆς διορθώσεως τῶν ὁμαλῶν αὐτῆς παρόδων κατεχρήσατο αὐτοῖς, φησὶν ὅτι «πρὸς γὰρ τοσοῦτον χρόνον οὐδενὶ αἰσθητῷ διοίσει κἂν ταῖς ἐγγὺς τῶν ἀκριβῶν περιόδων «τις ἀκολουθήσῃ», τουτέστιν ὡς τοῖς ὑπὸ τοῦ Ἱππάρχου ἐκτεθειμένοις. οἷον ὡς γὰρ ἐπὶ τῆς ἀνωμαλίας ἔπειτα ἐξέθετο τῆς διορθώσεως ἑξηκοστὰ ἅ ἐστιν καθʼ ἑκάστην ἡμέραν τέταρτα ια, καὶ πέμπτα μϛ καὶ ἕκτα λθ. ταῦτα ἐὰν πολλαπλασιάσωμεν ἐπὶ τὰς τνδ ἡμέρας συνάγεται ἑξηκοστὰ τέταρτα μὲν ͵δρλα, ἃ γίγνεται τρίτα μὲν ξθ ἔγγιστα δεύτερον δὲ ἓν καὶ τρίτα θ, ὅπερ ἔφησεν μηδὲν εἶναι αἰσθητόν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν.

Καὶ ἐπεὶ αἱ μὲν τῆς πρώτης ἀκριβοῦς κατὰ μῆκος διαστάσεως μοῖραι τμθ ιε ἐτύγχανον αἱ δὲ τῆς ὁμαλῆς τμε να, προσετίθεσαν ἄρα αἱ ἀκριβεῖς ταῖς ὁμαλαῖς μοίραις, γ κδ. ἐγίγνετο δὲ αὐτὴ ἡ προσθήκη δηλαδὴ ὡς ἐπάνω ἐδηλοῦμεν ἐκ τῆς ἐπὶ τοῦ ἐπικύκλου τῆς σελήνης παρόδου, τουτέστιν ἐκ τῶν κατειλημμένων τῆς ἀνωμαλίας μοιρῶν τϛ κε.

`1047`

Ὁμοίως δὲ καὶ ἐπὶ τῆς δευτέρας διαστάσεως τῆς ἀκριβοῦς κατὰ μῆκος κινήσεως τυγχανούσης μοιρῶν ρξθ λ τῆς δὲ ὁμαλῆς ρο ζ, ἀφῄρουν αἱ τῆς ἀκριβοῦς πάροδοι τῆς ὁμαλῆς 𐆊 λζ, δηλαδὴ πάλιν ἐκ τῆς ἐπὶ τοῦ ἐπικύκλου κατειλημμένης τῆς σελήνης παρόδου μοιρῶν ρν κϛ τυγχανούσης.

Τούτων ὑποκειμένων, ἐκκείσθω σαφηνείας τῶν λεχθησομένων ἕνεκεν ὁ μὲν ὁμόκεντρος τῆς σελήνης κύκλος ὁ ΑΒΓ περὶ κέντρον τὸ Δ καὶ διάμετρον τὴν ΑΔΓ, ὁ δὲ ἐπʼ αὐτοῦ φερόμενος ἐπίκυκλος, ὁ ΕΖΗΘ, περὶ κέντρον τὸ Α. καὶ ὑποκείσθω, τοῦ ἐπικύκλου κατὰ τὸ Α τυγχάνοντος, ἡ σελήνη κατὰ τὸ Ζ, καὶ ἐπεζεύχθω ἡ ΔΖ.

`1048`

Καὶ εἰ μὲν ὡς ἔφαμεν ἔμπροσθεν ἐν ᾧ ὁ ἐπίκυκλος ἀπὸ τοῦ Α ἐπὶ τὸ Β παραγίγνεται, ἔμεινεν ἡ σελήνη ἐπὶ τοῦ Ζ, ὃ ἔστω ὁμοταγὲς τῷ Ξ, δῆλον ὡς ὅτι ἡ ὑπὸ ΖΔΞ ἀκριβὴς πάροδος ἴση ἐγίγνετο τῇ ὑπὸ ΑΔΒ ὁμαλῇ. εἰ δὲ ἐν τοσούτῳ κινηθεῖσα λόγου ἕνεκεν τὴν ΖΗΘ περιφέρειαν γέγονεν κατὰ τὸ Θ, ὃ ἔστω πάλιν ὁμοταγὲς τῷ Κ, ἐπιζευχθείσης τῆς ΔΚ δῆλον ὡς φανήσεται τὴν ὑπὸ ΖΔΚ, καὶ μείζονα τῆς ὁμαλῆς παρόδου ἔσται κινηθεῖσα ἀκριβῶς τῇ ὑπὸ ΞΔΚ ἀπολαμβανομένῃ ὑπὸ τῆς τοῦ ἐπικύκλου περιφερείας, τουτέστιν τῆς ΞΗΚ.

Ὁμοίως δὲ κἂν τὴν ΘΕΖ τουτέστιν τὴν ΚΕΞ παροδεύῃ, ἔλασσον τῆς ὁμαλῆς παρόδου κινηθήσεται. ὥστε φανερὸν ὅτι ὅσην ἂν ἐπιλάβῃ ἢ καὶ ἀφέλῃ ἡ σελήνη ἐκ τῆς ἐπὶ τοῦ ἐπικύκλου μεταβάσεως, ταύτην προστίθησιν ἢ ἀφαιρεῖ τῇ τοῦ ἐπικύκλου ὁμαλὴ αὐτῆς παρόδῳ.

Τούτου προληφθέντος ἔστω ὁ ΑΒΓ τῆς σελήνης ἐπίκυκλος. καὶ τὸ μὲν Α ὑποκείσθω καθʼ οὗ ἦν ἡ σελήνη ἐν τῷ μέσῳ χρόνῳ τῆς πρώτης ἐκλείψεως γιγνομένη. τὸ δὲ Β, καθʼ οὗ ἦν ἡ σελήνη ἐν τῷ μέσῳ χρόνῳ τῆς δευτέρας ἐκλείψεως γιγνομένη. τὸ δὲ Γ καθʼ οὗ ἦν ἐν τῷ μέσῳ χρόνῳ τῆς γʹ ἐκλείψεως.

`1049`

Καὶ ἐπεὶ ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ἐπὶ τὰ προηγούμενα πάροδος ὡς ἐπὶ τῆς ΑΓΒ μοιρῶν τυγχάνουσα τϛ κε προσετίθει τότε τῇ μέσῃ κατὰ μῆκος παρόδῳ μοίρας γ κδ, ἡ δὲ ἀπὸ τοῦ Β ἐπὶ τὸ Γ ὡς ἐπὶ τῆς ΒΑΓ μοιρῶν τυγχάνουσα ρν κϛ ἀφῄρει 𐆊 λζ, διὰ τοῦτό φησιν καὶ τὴν ἀπὸ τοῦ Β ἐπὶ τὸ Α μοιρῶν τυγχάνουσαν νγ λε ἀφαιρεῖν τῆς μέσης τὰς αὐτὰς μοίρας γ κδ, τὴν δὲ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ μοιρῶν ϙϛ να προστιθέναι μοίρας β μζ.

Εἰλήφθω γὰρ τὸ τοῦ ζῳδιακοῦ κέντρον τὸ Δ, καὶ γεγράφθω ὁ ΕΖΗ ζῳδιακός, ὥστε ἑπόμενα εἶναι ὡς ἀπὸ τοῦ Η ἐπὶ τὸ Ζ καὶ Ε. καὶ ἐπεζεύχθωσαν αἱ ΔΑ, ΔΓ, ΔΒ, καὶ διήχθωσαν ἐπὶ τὰ Η, Ζ, Ε.

Καὶ ἐπεὶ ἡνίκα ἦν ἐπὶ τοῦ Α, ἀκριβῶς ἐπὶ τοῦ Η ἐτύγχανεν· ὅτε δὲ ἦν κατὰ τὸ Β, ἀκριβῶς πάλιν ἐτύγχανεν ἐπὶ τοῦ Ε· κινηθεῖσα ἄρα ἀπὸ τοῦ Α ἐπὶ τὰ προηγούμενα τοῦ ἐπικύκλου τὴν ΑΓΒ περιφέρειαν μετὰ κύκλους μοιρῶν τυγχάνουσαν τϛ κε, προσέθηκεν τῇ ὁμαλῇ παρόδῳ τὴν ΗΕ κατειλημμένην μοιρῶν γ κδ. πάλιν ἐπεὶ κατὰ τοῦ Γ οὖσα κατὰ τοῦ Ζ ἐτύγχανεν ἀκριβῶς· ἀλλὰ καὶ κατὰ τοῦ Β οὖσα κατὰ τοῦ Ε ἐτύγχανεν ἀκριβῶς· κινηθεῖσα δὲ εἰς τὰ προηγούμενα τὴν ΒΑΓ μοιρῶν κατειλημμένην ρν κϛ ἀφῄρει τῆς ὁμαλῆς παρόδου 𐆊 λζ· ἔσται δηλονότι ἡ ΕΖ ἣν ἀφαίρει 𐆊 λζ.

Ἀφαίρει δὲ καὶ ἡ ἀπὸ τοῦ Β ἐπὶ τὸ Α πάροδος τὰς τῆς ΕΗ μοίρας γ κδ, ὅσας καὶ προσετίθει ἡ ΑΓΒ τῇ ὁμαλῇ, διὰ τὸ καὶ ἀπὸ τοῦ Α ἐπὶ τὸ Α παραγιγνομένην τὴν σελήνην ἀποκατάστασιν ποιεῖσθαι.

`1050`

Καὶ λοιπὴ ἄρα ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ πάροδος μοιρῶν τυγχάνουσα ϙϛ να, διὰ τὸ τῆν μὲν ΑΓΒ μοιρῶν εἶναι τϛ κε, τὴν δὲ ΒΑ τῶν λειπουσῶν νγ λε, τὴν δὲ ΒΑΓ ρν κϛ· καὶ λοιπὴν τὴν ΑΓ καταλείπεσθαι μοιρῶν ϙϛ να· προστίθησιν τὴν ΗΖ τῶν λοιπῶν μοιρῶν β μζ, ἐπεὶ καὶ ἡ ἀπὸ τοῦ Η ἐπὶ τὸ Ζ πάροδος ἐπὶ τὰ ἑπόμενα τυγχάνει γιγνομένη.

«Ὅτι μὲν οὖν οὐ δυνατὸν ἐπὶ τῆς ΒΑΓ περιφερείας τὸ περιγειότατον «εἶναι τοῦ ἐπικύκλου, φανερόν, ἐκ τοῦ ἀφαιρετικήν τε αὐτὴν ὑπάρχειν «καὶ ἐλάττονα ἡμικυκλίου, τῆς μεγίστης κινήσεως κατὰ τὸ περίγειον «ὑποκειμένης.»

`1051`

Ἔστω γὰρ πάλιν ὡς ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως ὁμόκεντρος τῷ διὰ μέσων τῶν ζῳδίων κύκλος καὶ ἐν τῷ αὐτῷ ἐπιπέδῳ αὐτοῦ κείμενος ὁ ΑΒΓΔ περὶ κέντρον τὸ Ε, ὁ δὲ ἐπʼ αὐτοῦ φερόμενος ἐπίκυκλος καὶ ἐν τῷ αὐτῷ πάλιν ἐπιπέδῳ ὁ ΖΗΘΚ περὶ κέντρον τὸ Α· ἡ δὲ διὰ τῶν κέντρων αὐτῶν εὐθεῖα ἡ ΖΑΕΓ, ὥστε ἀπογειότατον μὲν εἶναι τὸ Ζ περιγειότατον δὲ τὸ Θ. ἔστω δὲ καὶ ζῳδιακὸς ὁ ΛΞΜ, ὥστε ἑπόμενα εἶναι ὡς ἀπὸ τοῦ Λ ἐπὶ τὸ Ξ καὶ τὸ Μ. καὶ ἤχθω ἐφαπτομένη τοῦ ἐπικύκλου ἡ ΕΚΛ, καὶ ἐκβεβλήσθω ἡ ΓΕΑΖ ἐπὶ τὸ Μ.

Λέγω ὅτι ἐπὶ ἐλάττονος ἡμικυκλίου ἀφαιρετικοῦ ἀδύνατόν ἐστιν τὸ περιγειότατον τυγχάνειν τοῦ ἐπικύκλου.

Ἐπεὶ γὰρ δέδεικται ἡμῖν ὅτι ὅπερ ἀφαιρεῖ ἡ ΖΚ τοῦτο προστίθησιν ἡ ΚΘ, διὰ τὸ καὶ εἰς τὴν αὐτὴν τῇ ὁμαλῇ ἐποχῇ τῇ κατὰ τὸ Μ γίγνεσθαι τὴν ἀκριβῆ σελήνην, δῆλον ὡς ὅτι τὸ ΖΚΘ ὅλον ἡμικύκλιον οὔτε προσθετικόν ἐστιν οὔτε ἀφαιρετικόν.

`1052`

Ὅταν δὲ ἐπὶ τοῦ Ζ ἀπογείου τοῦ ἐπικύκλου τυγχάνουσα ἡ σελήνη, ἀκριβῶς δὲ κατὰ τοῦ Μ, ἔλαττον ἡμικυκλίου τοῦ ἐπικύκλου ἐπὶ τὰ προηγούμενα ἐπιλάβῃ, ἀφαιροῦσα πάντως ἔσται τῆς κατὰ τὸ Μ μέσης ἅμα καὶ ἀκριβοῦς ἐποχῆς, διὰ τὸ καὶ τὴν ἀπὸ τοῦ Ε κέντρου τοῦ ζῳδιακοῦ ἐπί τι σημεῖον τοῦ ΖΚΘ παρεκτὸς τοῦ Θ ἐπιζευγνυμένην, καὶ ἐκβαλλομένην ἐπὶ τὸν ζῳδιακὸν ἐπὶ τὰ προηγούμενα τοῦ Μ πίπτειν, καὶ ἀφαιρεῖν τῆς πρώτης καὶ κατὰ τὸ Μ ἀκριβοῦς ἐποχῆς, καὶ διὰ τοῦτο μὴ δύνασθαι τὸ περίγειον περιέχειν.

Πολλῷ δὲ ἔτι μᾶλλον προκόπτοι τὸ ἀδύνατον, εἰ ἐπί τινος τῶν ἐπὶ τῆς ΗΖ περιφερείας σημείων κατὰ τὴν ἀρχὴν ὑποθέμενοι τὴν σελήνην ἐλάττονα ἡμικυκλίου ἀπολάβωμεν.

Ἔτι δὲ κἂν ἐπί τινος τῶν μεταξὺ τῆς ΖΚ περιφερείας σημείων αὐτὴν ὑποθώμεθα ὡς κατὰ τὸ Ν, καὶ ἐπιζεύξαντες τὴν ΕΝ ἐκβάλλωμεν ὡς ἐπὶ τὸ Ξ ὥστε τὴν ἀκριβῆ αὐτῆς πάροδον εἶναι κατὰ τὸ Ξ, καὶ ἀπολάβωμεν ἐπὶ τὰ προηγούμενα τοῦ Ν ἐλάττονα ἡμικυκλίου ἀφαιρετικήν, τὸ αὐτὸ πάλιν ἄτοπον παρακολουθήσει, ἐπειδήπερ ἡ ἀπολαμβανομένη ἀφαιρετικὴ μεταξὺ τῆς ΝΚΟ πίπτει, καὶ δῆλον ὡς οὐκ ἔσται ἐπʼ αὐτῆς τὸ περίγειον. εἰ δὲ μεταξὺ τῶν Ο, Θ, πεσεῖται, προσθετικὴ ἔσται πρὸς τὸ Π μεταξὺ τῶν Ξ, Μ τῆς ἀκριβοῦς παρόδου γιγνομένης, τῆς πρώτης κατὰ τὸ Ξ τυγχανούσης. εἰ δὲ ἐπί τινος τῶν ἐπὶ τῆς ΘΗ περιφερείας τμημάτων πολλῷ πάλιν τὸ ἀδύνατον προκόπτοι. ὥστε ἀδύνατον ἂν εἴη ἐν ἐλάσσονι ἡμικυκλίου ἀφαιρετικῷ τὸ περίγειον τυγχάνειν.

Καὶ διὰ τὸ ἐν τοῖς ἑξῆς χρήσιμον ὁμοίως δείξομεν ὅτι οὐδὲ ἐπὶ ἐλάττονος ἡμικυκλίου προσθετικοῦ τὸ ἀπογειότατον δύναται τυγχάνειν τοῦ ἐπικύκλου.

`1053`

Ἐπεὶ γὰρ πάλιν διὰ τὰ εἰρημένα τὸ ΘΗΖ ἡμικύκλιον ὅλον οὔτε προσθετικόν ἐστιν οὔτε ἀφαιρετικόν, δῆλον ὡς ὅτι τῆς σελήνης κατὰ τοῦ Θ τυγχανούσης καὶ τῆς μέσης καὶ ἀκριβοῦς αὐτῆς ἐποχῆς κατὰ τοῦ Μ, ἐὰν ἐπί τινος σημείου τῶν ἐπὶ τῆς ΘΗΖ περιφερείας αὐτὴν ὑποθώμεθα ἀπὸ τοῦ Θ ἐλάττονα ἡμικυκλίου ἐπιλαβοῦσαν, οὐκ ἔσται ἐπʼ αὐτῆς τὸ ἀπόγειον προστιθούσης αὐτῆς τῇ ὁμαλῇ ἐποχῇ, διὰ τὸ τὰς ἀπὸ τοῦ Ε κέντρου τοῦ ζῳδιακοῦ ἐπί τι σημεῖον μεταξὺ τῶν ἀπὸ τοῦ Θ ἐπὶ τὸ Ζ ἐπιζευγνυμένας εἰς τὰ ἑπόμενα τοῦ Μ πίπτειν.

Ὁμοίως κἂν ἐπί τινος τῶν ἐπὶ τοῦ ΘΗ λαμβανομένων σημείων κατὰ τὴν ἀρχὴν ὑποθώμεθα τὴν σελήνην, καὶ ἀπολάβωμεν προσθετικὴν ἐλάττονα ἡμικυκλίου, οὐ πεσεῖται ἐπʼ αὐτῆς τὸ Ζ ἀπογειότατον σημεῖον.

Ὥστε οὐδὲ ἐπὶ ἐλάττονος ἡμικυκλίου προσθετικοῦ δύνατόν ἐστιν τὸ ἀπογειότατον τυγχάνειν τοῦ ἐπικύκλου

«Καθόλου τοίνυν ἵνα καὶ πρὸς τὰς ὁμοίας δείξεις εὐεπίβολον τὴν «μεταγωγὴν τοῦ θεωρήματος ποιώμεθα, ἐάν τε διὰ τῆς κατʼ ἐπίκυκλον «ὑποθέσεως αὐτὰς δεικνύωμεν, ὡς νῦν, ἐάν τε διὰ τῆς κατʼ ἐκκεντρότητα «τοῦ Δ κέντρου τότε ἐντὸς λαμβανομένου ...».

`1054`

Τὰ μὲν οὖν ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως ἐκτεθειμένα σαφῆ ὥς γε οἴμαι τυγχάνει, ἔτι δὲ καὶ ἡ καταγραφὴ τῆς κατʼ ἐκκεντρότητα. καὶ ἐξεθέμεθα, τῆς ἀπὸ τοῦ Ε καθέτου ἐπὶ τὴν ΑΔ προσεκβληθεῖσαν πιπτούσης ὡς τῆς ΕΖ, διὰ τὸ τὴν ὑπὸ ΒΔΑ γωνίαν ὑποτείνουσαν κατειλήφθαι τοῦ ζῳδιακοῦ μοίρας ν ια καὶ ὀξεῖαν δηλαδὴ τυγχάνειν. τὰ δὲ περὶ τὴν τοῦ λόγου τῆς ἐκκεντρότητος ἀπόδειξιν τῆς διὰ τῶν ἐπιλογισμῶν δεόμενα ἐκθέσεως, νῦν ἐπιλογιζόμεθα.

Νοείσθω οὖν ἡ τῆς σελήνης ἐπὶ τοῦ ἐκκέντρου μετάβασις περὶ τὸ κέντρον αὐτοῦ εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ὡς ἀπὸ τοῦ Β ἐπὶ τὸ Α καὶ Γ ὁμαλῶς ἀποτελουμένη, ὅση τις ἐστὶν καὶ ἡ τῆς ἀνωμαλίας ἡμερησίας κίνησις μοιρῶν ιγ δ ἔγγιστα· ἡ δὲ τοῦ ἐκκέντρου κίνησις περὶ τὸ τοῦ ζῳδιακοῦ κέντρον εἰς τὰ ἑπόμενα πάλιν τῶν ζῳδίων, ὅση τίς ἐστι καὶ ἡ ὑπεροχὴ τῆς ἡμερησίας κατὰ μῆκος μέσης κινήσεως πρὸς τὴν τῆς ἀνωμαλίας, τουτέστιν ἑξηκοστῶν ἔγγιστα ζ. καὶ περιγεγράφθω ὁ ΞΟΠ διὰ μέσων τῶν ζῳδίων καὶ ἤχθωσαν αἱ ΔΑΞ, ΔΒΟ, ΔΓΠ.

`1055`

Ἐπεὶ οὖν ἐν τῷ χρόνῳ τῆς πρώτης διαστάσεως, περιέχοντι ἡμέρας τνδ καὶ ὥρας ἰσημερινὰς β 𐅵ʹ ιε, κεκίνηται ἡ σελήνη ἐπὶ τοῦ ἐκκέντρου τὴν ΑΓΒ περιφέρειαν, μετὰ κύκλους μοιρῶν οὖσαν τϛ κε, ὅση τις ἐτύγχανεν καὶ ἡ ἐπὶ τοῦ ἐπικύκλου τῆς ἀνωμαλίας κίνησις μήκους δὲ μοίρας τμε να, φανερὸν ὅτι καὶ ὁ ἔκκεντρος ἐπὶ τὰ ἑπόμενα κεκίνηται περὶ τὸ Δ κέντρον τοῦ ζῳδιακοῦ τὰς τῆς ὑπεροχῆς αὐτῶν μοίρας λθ κϛ· τῆς μὲν ΔΒ εὐθείας καὶ τοῦ Β σημείου πίπτοντος κατὰ τῶν τῆς Παρθένου μοιρῶν ιγ με, ἐπεὶ καὶ κατὰ τὸν χρόνον τῆς δευτέρας ἐκλείψεως ἐπεῖχεν ὁ ἥλιος κατὰ τὴν διάμετρον αὐτῆς στάσιν τυγχάνων τῶν Ἰχθύων μοίρας τὰς αὐτὰς ιγ με· τῆς δὲ ΔΑ εὐθείας, καὶ τοῦ Α σημείου διὰ τὴν μετάπτωσιν τῶν λθ κϛ μοιρῶν ἐπέχοντος τοῦ Σκορπίου μοίρας γ νϛ, ἐπεὶ καὶ κατὰ τὸν χρόνον τῆς πρώτης ἐκλείψεως ἐπεῖχεν τῆς Παρθένου μοίρας κδ λ, ὅσας καὶ ὁ ἥλιος τῶν Ἰχθύων.

Καὶ διὰ τοῦτο τὴν ΒΑ τοῦ ἐκκέντρου περιφέρειαν μοιρῶν οὖσαν νγ λε τῶν λειπουσῶν εἰς τὰς τϛ κε, τουτέστιν τῆς ΑΓΒ περιφερείας, ὑποτείνειν αὐτήν τε καὶ τὴν ὑπὸ ΑΔΒ γωνίαν τὰς ἀπὸ τῶν ιγ με μοίρας τῆς Παρθένου ἐπὶ τὰς γ νϛ τοῦ Σκορπίου τὰς τῆς ΟΞ μοίρας ν ια, καὶ ἀφαιρεῖν τῆς μέσης μοίρας γ κδ, ὅσαις ὑπερέχουσιν αἱ νγ λε τῆς ΒΛ ἐπὶ τοῦ ἐκκέντρου ὁμαλῆς κινήσεως, τῶν τῆς ΟΞ ἐπὶ τοῦ ζῳδιακοῦ ἀκριβῶν ν ια, καθάπερ καὶ ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως ἐδείχθη.

`1056`

Πάλιν ἐπεὶ ἐν τῷ χρόνῳ τῷ ἀπὸ τῆς δευτέρας ἐκλείψεως ἐπὶ τὴν τρίτην, ἡμερῶν τυγχάνοντι ροϛ καὶ ὡρῶν ἰσημερινῶν κ ε, κινεῖται ἡ σελήνη ἐπὶ τοῦ ἐκκέντρου τὴν ΒΑΓ περιφέρειαν μοιρῶν οὖσαν ρν κϛ ὅση τίς ἐστιν καὶ ἡ ἐν τῷ τοσούτῳ χρόνῳ τῆς ἀνωμαλίας κίνησις, μήκους δὲ ρο ζ, ὁ δὲ ἔκκεντρος ὁμοίως κινεῖται ἐπὶ τὰ ἑπόμενα πάλιν τὰς τῆς ὑπεροχῆς αὐτῶν μοίρας ιθ μα· ὥστε καὶ ἡ ΔΒ εὐθεῖα περὶ τὸ Δ κέντρον τοῦ ζῳδιακοῦ μετακινηθεῖσα τὰς ιθ μα μοίρας γέγονεν κατὰ τὰς τῶν Χηλῶν μοίρας γ κϛ, ἐπειδήπερ ἐπεῖχεν κατὰ τὸν χρόνον τῆς δευτέρας ἐκλείψεως τῆς Παρθένου μοίρας ιγ με· ἡ δὲ ΔΓ κατὰ τὰς τῶν Ἰχθύων μοίρας γ ιε, ὅσας καὶ κατὰ τὸν μέσον χρόνον τῆς τρίτης ἐκλείψεως ἐπεῖχεν ἀκριβῶς.

Ὡς διὰ τοῦτο καὶ τὰς ἀπὸ Χηλῶν γ κϛ ἄχρις τῶν Ἰχθύων γ ιε συναγομένας τῆς ΟΞΠ τοῦ ζῳδιακοῦ μοίρας ρμθ μθ ὑπὸ τῆς ΒΑΓ τοῦ ἐκκέντρου περιφερείας μοιρῶν οὔσης ρν κϛ, καὶ τῆς ὑπὸ ΒΔΓ γωνίας ὑποτείνεσθαι καὶ ἀφαιρεῖν τοῦ ζῳδιακοῦ μοίρας 𐆊 λζ αἷς ὑπερέχουσιν αἱ ρν κϛ μοῖραι τῆς ΑΒΓ τοῦ ἐκκέντρου, τῶν ρμθ μθ τῆς ΟΞΠ τοῦ ζῳδιακοῦ, καθάπερ καὶ ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως.

Ἐπεὶ οὖν ἐδείξαμεν ὅτι ἡ ΒΑΓ τοῦ ἐκκέντρου περιφέρεια μοιρῶν οὖσα ρν κϛ ὑποτείνει αὐτή τε καὶ ἡ ὑπὸ ΒΔΓ γωνία πρὸς τῷ κέντρῳ τοῦ ζῳδιακοῦ τοῦ διὰ μέσων μοίρας ρμθ μθ, ὧν ἡ ΑΒ τοῦ ἐκκέντρου μοιρῶν οὖσα νγ λε αὐτή τε καὶ ἡ ὑπὸ ΒΔΑ ὑποτείνει τοῦ ζῳδιακοῦ τὴν ΟΞ μοιρῶν οὖσαν ν ια· λοιπὴ ἄρα ἡ ΑΓ μοιρῶν γιγνομένη ϙϛ να, αὐτή τε καὶ ἡ ὑπὸ ΑΔΓ, ὑποτείνουσι τοῦ ζῳδιακοῦ τὰς τῆς ὑπεροχῆς τῶν ρμθ μθ πρὸς τὰς ν ια τῆς ΞΠ μοίρας ϙθ λη. ὥστε προστιθέναι τῇ μέσῃ κινήσει μοίρας β μζ ὅσαις ὑπερέχουσιν αἱ τοῦ ζῳδιακοῦ μοῖραι ϙθ λη τὰς ἐπὶ τοῦ ἐκκέντρου τῆς ὁμαλῆς κινήσεως μοίρας ϙϛ να, καθάπερ πάλιν καὶ ἐπὶ τῆς κατʼ ἐπίκυκλον ἐδείχθη.

`1057`

Ἐπεὶ οὖν ὑπόκειται ἡ ὑπὸ ΒΔΑ γωνία, τουτέστιν ἡ ὑπὸ ΕΔΖ, πρὸς τῷ κέντρῳ οὖσα τοῦ ζῳδιακοῦ οἵων μέν εἰσιν αἱ δ ὀρθαὶ τξ, τοιούτων ν ια· οἵων δὲ αἱ β ὀρθαὶ τξ, τοιούτων ρ καὶ ἑξηκοστῶν κβ· ὥστε καὶ ἡ μὲν ἐπὶ τῆς ΕΖ περιφέρεια, τοιούτων ἐστὶν ρ καὶ ἑξηκοστῶν κβ, οἵων ὁ περὶ τὸ ΔΕΖ ὀρθογώνιον κύκλος τξ· ἡ δὲ ΕΖ εὐθεῖα τοιούτων ϙβ ι ιη, οἵων ἐστὶν ἡ ΔΕ ὑποτείνουσα ρκ.

Ὁμοίως ἐπεὶ ἡ ΒΑ περιφέρεια μοιρῶν ἐστιν νγ λε, εἴη ἂν καὶ ἡ ὑπὸ ΒΕΑ γωνία πρὸς τῇ περιφερείᾳ οὖσα οἵων αἱ δύο ὀρθαὶ τξ τοιούτων νγ λε. τῶν δʼ αὐτῶν ἦν καὶ ἡ ὑπὸ ΑΔΒ ρ καὶ ἑξηκοστῶν κβ. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΕΑΔ μϛ μζ. ὥστε καὶ ἡ μὲν ἐπὶ τῆς ΕΖ περιφέρεια τοιούτων ἐστὶν μϛ μζ οἵων ὁ περὶ τὸ ΑΕΖ ὀρθογώνιον κύκλος τξ, αὐτὴ δὲ ἡ ΕΖ εὐθεῖα τοιούτων μζ λη λ οἵων ἐστὶν ἡ ΕΑ ρκ. καὶ οἵων ἐστὶν ἄρα ἡ μὲν ΕΖ εὐθεῖα ϙβ ι ιη, ἡ δὲ ΔΕ ἐδείχθη ρκ, τοιούτων ἔσται καὶ ἡ ΑΕ εὐθεῖα σλβ θ μδ.

Πάλιν ἐπεὶ ἡ ὑπὸ ΒΔΓ γωνία πρὸς τῷ κέντρῳ οὖσα τοῦ ζῳδιακοῦ ὑπόκειται οἵων μέν εἰσιν αἱ δ ὀρθαὶ τξ τοιούτων ρμθ μθ, οἵων δʼ αἱ β ὀρθαὶ τξ τοιούτων ςϙθ λη, ἡ δὲ ἐφεξῆς αὐτῆς ἡ ὑπὸ ΓΔΕ τῶν αὐτῶν ξ κβ, εἴη ἂν καὶ ἡ μὲν ἐπὶ τῆς ΕΗ εὐθείας περιφέρεια τοιούτων ξ κβ οἵων ὁ περὶ τὸ ΔΕΗ ὀρθογώνιον κύκλος τξ, αὐτὴ δὲ ἡ ΕΗ εὐθεῖα τοιούτων ξ ιθ νϛ οἵων ἐστὶν ἡ ΔΕ ὑποτείνουσα ρκ.

`1058`

Ὁμοίως ἐπεὶ ἡ ΒΑΓ περιφέρεια μοιρῶν ἐστιν ρν κϛ, εἴη ἂν καὶ ἡ ὑπὸ ΒΕΓ γωνία πρὸς τῇ περιφερείᾳ οὖσα τοιούτων ρν κϛ οἵων εἰσὶν αἱ β ὀρθαὶ τξ. τῶν δὲ αὐτῶν ἦν καὶ ἡ ὑπὸ ΓΔΒ γωνία ςϙθ λη. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΕΓΔ τῶν αὐτῶν ἐστιν ρμθ ιβ. ὥστε καὶ ἡ μὲν ἐπὶ τῆς ΕΗ περιφέρεια τοιούτων ἐστὶν ρμθ ιβ οἵων ἐστὶν ὁ περὶ τὸ ΓΕΗ ὀρθογώνιον κύκλος τξ, αὐτὴ δὲ ἡ ΕΗ εὐθεῖα τοιούτων ριε μα κθ οἵων ἐστὶν ἡ ΓΕ ὑποτείνουσα ρκ. καὶ οἵων ἐστὶν ἄρα ἡ μὲν ΕΗ εὐθεῖα ξ ιθ νϛ ἡ δὲ ΔΕ ἐδείχθη ρκ, τοιούτων ἐστὶν καὶ ἡ ΓΕ εὐθεῖα ξβ λδ με. τῶν δʼ αὐτῶν ἐδείχθη καὶ ἡ ΕΑ εὐθεῖα σλβ θ μδ.

Πάλιν ἐπεὶ ἡ ΑΓ περιφέρεια μοιρῶν ἐστιν ϙϛ να, εἴη ἂν καὶ ἡ ὑπὸ ΑΕΓ πρὸς τῇ περιφερείᾳ οὖσα τοιούτων ϙϛ να οἵων εἰσὶν αἱ δύο ὀρθαὶ τξ. ὥστε καὶ ἡ μὲν ἐπὶ τῆς ΓΘ εὐθείας περιφέρεια τοιούτων ἐστὶν ϙϛ να οἵων ὁ περὶ τὸ ΓΕΘ ὀρθογώνιον κύκλος τξ, ἡ δὲ ἐπὶ τῆς ΕΘ τῶν λοιπῶν εἰς τὸ ἡμικύκλιον πγ θ. καὶ αἱ ὑποτείνουσαι ἄρα αὐτὰς εὐθεῖαι ἔσονται ἡ μὲν ΓΘ τοιούτων πθ μϛ ιδ οἵων ἐστὶν ἡ ΓΕ ὑποτείνουσα ρκ, ἡ δὲ ΕΘ τῶν αὐτῶν οθ λζ νε. καὶ οἵων ἄρα ἐστὶν ἡ ΓΕ εὐθεῖα ξβ λδ με τοιούτων ἐστὶν καὶ ἡ μὲν ΓΘ εὐθεῖα μϛ μη νγ, ἡ δὲ ΕΘ ὁμοίως μα λβ λθ, τῶν δʼ αὐτῶν ἦν καὶ ἡ ΕΑ ὅλη σλβ θ μδ, καὶ λοιπὴ ἄρα ἡ ΘΑ τοιούτων ἔσται ρϙ λζ ε οἵων ἡ ΓΘ ἐδείχθη μϛ μη νγ.

Καὶ ἔστιν τὸ μὲν ἀπὸ τῆς ΑΘ τετράγωνον Μγ ͵ϛτλε ιδ λε, τὸ δὲ ἀπὸ τῆς ΓΘ ὁμοίως ͵βρϙα λζ δ, ἃ συντεθέντα ποιεῖ τὸ ἀπὸ τῆς ΑΓ τετράγωνον Μγ ͵ηφκϛ να λθ. καὶ μήκει ἄρα ἡ ΑΓ τοιούτων ρϙϛ ιϛ νζ οἵων ἐστὶν ἡ μὲν ΔΕ εὐθεῖα ρκ, ἡ δὲ ΓΕ τῶν αὐτῶν ξβ λδ με.

`1059`

Ἔστιν δὲ καὶ οἵων ἡ τοῦ ἐκκέντρου διάμετρος ρκ τοιούτων ἡ ΑΓ εὐθεῖα πθ μϛ ιδ· ὑποτείνει γὰρ τὴν ΑΓ περιφέρειαν μοιρῶν οὖσαν ϙϛ να. καὶ οἵων ἐστὶν ἄρα ἡ μὲν ΑΓ εὐθεῖα πθ μϛ ιδ, ἡ δὲ τοῦ ἐκκέντρου διάμετρος ρκ, τοιούτων ἔσται καὶ ἡ μὲν ΔΕ εὐθεῖα νδ νβ νζ, ἡ δὲ ΓΕ τῶν αὐτῶν κη λζ ιϛ ἡ δὲ ἐπʼ αὐτῆς περιφέρεια ἡ ΓΕ τοιούτων ἐστὶν κζ λϛ οἵων ὁ ἔκκεντρος κύκλος τξ. τῶν δʼ αὐτῶν ὑπόκειται καὶ ἡ ΒΑΓ περιφέρεια μοιρῶν ρν κϛ. καὶ ὅλη μὲν ἄρα ἡ ΒΓΕ περιφέρεια μοιρῶν ἐστιν ροη β, ἡ δὲ ὑπʼ αὐτὴν εὐθεῖα ἡ ΒΕ τοιούτων ριθ νη νϛ, οἵων ἡ τοῦ ἐκκέντρου διάμετρος ρκ, ἡ δὲ ΕΔ νδ νβ νζ.

Ὥστε, ἐπεὶ ἡ ΒΕ ἐλάσσων ἐστὶν τῆς διαμέτρου τοῦ ἐκκέντρου, ἔλαττον δὲ καὶ τὸ ΒΑΓΕ τμῆμα πεποίηκεν ἡμικυκλίου, φανερὸν ὅτι τὸ κέντρον τοῦ ἐκκέντρου, ἐκτὸς πεσεῖται τοῦ ΒΑΓΕ τμήματος.

Ὑποκείσθω δὴ τὸ Λ σημεῖον, καὶ διήχθω διʼ αὐτοῦ καὶ τοῦ Δ κέντρου τοῦ ζῳδιακοῦ ἡ διʼ ἀμφοτέρων τῶν κέντρων διάμετρος ἡ ΚΛΔΜ. δῆλον γὰρ ὅτι μεταξὺ τῶν Γ, Ε, τὸ Μ περίγειον ἔσται τοῦ ἐκκέντρου, διὰ τὸ μὴ δύνασθαι εἶναι ἐπὶ τῆς ΒΑΓ περιφερείας ἀφαιρητικῆς τυγχανούσης καὶ ἐλάττονος ἡμικυκλίου. ἤχθω δὴ ἀπὸ τοῦ Λ ἐπὶ τὴν ΒΕ κάθετος ἡ ΛΝ, καὶ ἐπεζεύχθω ἡ ΒΛ. ἐπεὶ τοίνυν ἡ ΒΕ εὐθεῖα ἐδείχθη τοιούτων ριθ νη νϛ οἵων ἐστὶν ἡ ΚΜ διάμετρος ρκ, τῶν δʼ αὐτῶν ἦν καὶ ἡ ΔΕ εὐθεῖα νδ νβ νζ, καὶ λοιπὴ ἡ ΒΔ ἔσται τῶν αὐτῶν ξε ε νθ.

`1060–1061`

Καὶ ἔστιν τὸ ὑπὸ τῶν ΒΔ, ΔΕ περιεχόμενον ὀρθογώνιον ἴσον τῷ ὑπὸ τῶν ΚΔ, ΔΜ περιεχομένῳ ὀρθογωνίῳ. τῶν δʼ αὐτῶν ἕξομεν καὶ τὸ ὑπὸ τῶν ΚΔ, ΔΜ περιεχόμενον ὀρθογώνιον ͵γφοβ ν η. καὶ ἐπεὶ τὸ ὑπὸ τῶν ΚΔ, ΔΜ, μετὰ τοῦ ἀπὸ τῆς ΔΛ τετραγώνου, ποιεῖ τὸ ἀπὸ τῆς ἡμισείας τῆς ὅλης, τουτέστι τῆς ΛΚ τετράγωνον, ἐὰν ἄρα ἀπὸ τοῦ τῆς ἡμισείας τετραγώνου τῶν γιγνομένων ͵γχ ἀφαιρεθῇ τὸ ὑπὸ τῶν ΚΔ, ΔΜ, ͵γφοβ ν β, καταλειφθήσεται ἡμῖν τὸ ἀπὸ τῆς ΛΔ τετράγωνον τῶν αὐτῶν κζ θ νβ. καὶ μήκει ἄρα τὴν ΛΔ μεταξὺ τῶν κέντρων οὖσαν, ἕξομεν τοιούτων ε ιβ μγ, τουτέστιν ε ιγ ἔγγιστα, οἵων ἡ ΚΛ ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου ξ. Πάλιν ἐπεὶ ἡ μὲν ἡμίσεια τῆς ΒΕ, τουτέστιν ἡ ΕΝ τοιούτων ἐστὶν νθ νθ κη οἵων ἡ ΚΜ διάμετρος ρκ, τῶν δὲ αὐτῶν ἐδείχθη καὶ ἡ ΕΔ εὐθεῖα νδ νβ νζ, καὶ λοιπὴ ἄρα ἡ ΔΝ τοιούτων ἐστὶν ε ϛ λα οἵων ἡ ΛΔ ε ιβ μγ, ἡ δὲ ΒΛ ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου ξ. Καὶ οἵων ἄρα ἡ ΛΔ ὑποτείνουσα ρκ, τοιούτων καὶ ἡ ΔΝ ριζ λη ἔγγιστα. ἡ δὲ ἐπὶ τῆς ΔΝ εὐθείας περιφέρεια τοιούτων ρν ζ η οἵων ὁ περὶ τὸ ΔΛΝ ὀρθογώνιον κύκλος τξ. ἡ δὲ ἐπὶ τῆς ΝΛ τῶν λοιπῶν εἰς τὸ ἡμικύκλιον κβ νβ. ὥστε καὶ ἡ ὑπὸ ΝΔΛ γωνία, οἵων μέν εἰσιν αἱ δύο ὀρθαὶ τξ τοιούτων κβ νβ· οἵων δὲ αἱ δ τξ, ια κϛ.

Ἀλλʼ ἐπεὶ πάλιν, οἵων ἡ ΒΛ ξ, τοιούτων ἦν ἡ ΝΒ, ἡμίσεια οὖσα τῆς ΒΕ, νθ νθ κη· οἵων δὲ ρκ ἡ ΒΛ τοιούτων ἡ ΝΒ ριθ νη νϛ. ἡ δʼ ἐπʼ αὐτῆς περιφέρεια τοιούτων ροη β ἔγγιστα οἵων ὁ περὶ τὸ ΒΝΛ ὀρθογώνιον κύκλος τξ. ἡ δὲ ἐπὶ τῆς ΝΛ, τῶν λοιπῶν εἰς τὸ ἡμικύκλιον, μοίρας α νη. ὥστε καὶ ἡ μὲν ὑπὸ ΝΒΛ γωνία, οἵων μέν εἰσιν αἱ δύο ὀρθαὶ τξ τοιούτων α νη. οἵων δὲ αἱ δ ὀρθαὶ τξ, τοιούτων 𐆊 νθ ἔγγιστα.

Τῶν δʼ αὐτῶν ἦν καὶ ἡ ὑπὸ ΝΔΛ γωνία ια κϛ ἔγγιστα· καὶ ἡ ὑπὸ ΒΛΚ ἄρα γωνία, ἴση οὖσα ταῖς ἐντὸς καὶ ἀπεναντίον οἵων μέν εἰσιν αἱ δ ὀρθαὶ τξ τοιούτων ἐστὶν ιβ κδ.

Τῶν δʼ αὐτῶν ἐδέδεικτο καὶ ἡ ὑπὸ ΒΔΛ γωνία ια κϛ· καὶ ἔστιν ἡ μὲν πρὸς τῷ κέντρῳ τοῦ ἐκκέντρου, ἡ δὲ πρὸς τῷ κέντρῳ τοῦ ζῳδιακοῦ.

Καὶ ἔστιν ἡ μὲν ΚΒ ἄρα τοῦ ἐκκέντρου περιφέρεια ἣν ἀπεῖχεν ἡ σελήνη τοῦ ἀπογειοτάτου σημείου τοῦ ἐκκέντρου ὡς εἰς τὰ ἑπόμενα κατὰ τὸν μέσον χρόνον τῆς δευτέρας ἐκλείψεως, μοιρῶν ιβ κδ.

`1062`

Ἡ δὲ τῆς ὑπὸ ΒΔΚ γωνίας περιφέρεια τοῦ ζῳδιακοῦ, ἣν προηγεῖτο τὸ ἀπόγειον τοῦ ἐκκέντρου κατὰ τὸν αὐτὸν μέσον χρόνον τῆς δευτέρας ἐκλείψεως ἀπὸ τοῦ ἀκριβοῦς κέντρου τῆς σελήνης, μοιρῶν ἐστιν ια κϛ.

Ὡς γίγνεσθαι τὸ μέσον ἀπόγειον τοῦ ἐκκέντρου τὸ Κ κατὰ τὰς τῆς Παρθένου μοίρας β ιθ· τὴν δὲ ὁμαλὴν τῆς σελήνης πάροδον κατὰ τὰς τῆς Παρθένου μοίρας ιδ μδ. τὸ δὲ τῆς ὑπὸ ΔΒΛ γωνίας διάφορον τῆς ἀνωμαλίας, ἀφαιρεῖν μοίρας 𐆊 νθ ἔγγιστα, ἐπειδήπερ ἡ ἀκριβὴς πάροδος τῆς σελήνης κατὰ τὸν αὐτὸν χρόνον ἐπεῖχεν τῆς Παρθένου μοίρας ιγ με, συμφώνως τοῖς κατειλημμένοις ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως ἐπιλογισμοῖς.

`1063`

Περὶ τῆς ἐποχῆς τῶν ὁμαλῶν τῆς σελήνης κινήσεων μήκους τε καὶ ἀνωμαλίας.

Ἀποδείξας ἀπό τε τῶν παλαιοτέρων ἐκλείψεων καὶ ἀπὸ τῶν κατʼ αὐτὸν τὸν τῆς ἐκκεντρότητος λόγον τὸν τῶν ξ πρὸς ε δ ἔγγιστα τυγχάνοντα καὶ ἔτι ἐκ τῆς τῶν δευτέρων ἐκλείψεων συγκρίσεως, τὴν μὲν τοῦ μήκους ἐκτεθειμένην κατὰ τὸν Ἵππαρχον ὁμαλὴν πάροδον ἀπαράλλακτον τῇ ὑπʼ αὐτοῦ ἐπιλελογισμένῃ, τὴν δὲ τῆς ἀνωμαλίας διαφέρουσαν τοῖς κατὰ τὴν διόρθωσιν προεκτεθειμένοις αὐτῷ ἑξηκοστοῖς, ἑξῆς καὶ περὶ τῆς ἐποχῆς τῶν τοιούτων κινήσεων κατὰ τὸ πρῶτον ἔτος Ναβονασσάρου θὼθ νεομηνίας ὥρας ϛ τὸν λόγον ποιεῖται τόνδε τὸν τρόπον.

`1064`

Ἐπεὶ γὰρ ἐν τῇ δευτέρᾳ τῶν παλαιῶν τριῶν ἐκλείψεων ἀπεδείκνυεν τὴν σελήνην ὁμαλῶς μὲν ἐπέχουσαν κατὰ μῆκος Παρθένου μοίρας ιδ μδ ἀνωμαλίας δὲ ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου μοίρας ιβ κδ, ἐκεκίνητο δὲ ἀπὸ τοῦ πρώτου ἔτους Ναβονασσάρου μέχρι τοῦ χρόνου τῆς δευτέρας τῶν παλαιῶν τριῶν ἐκλείψεων ὁμαλῶς, μήκους μὲν μοίρας ρκγ κβ ἀνωμαλίας δὲ μοίρας ργ λε, ἐὰν ἄρα ταύτας ἀφέλωμεν ἀπὸ τῶν κατὰ τὸν χρόνον τῆς δευτέρας ἐκλείψεως ἐποχῶν ἑκατέραν ἀφʼ ἑκατέρας οἰκείως προσθέντες αὐταῖς ἑνὸς κύκλου μοίρας τξ, ἕξομεν εἰς τὸ αὐτὸ πρῶτον ἔτος Ναβονασσάρου θὼθ πρώτῃ τῆς μεσημβρίας, κατὰ μῆκος μὲν ὁμαλῶς ἐπέχουσαν τὴν σελήνην Ταύρου μοίρας ια κβ, ἀνωμαλίας δὲ ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου μοίρας σξη μθ.

Ἐὰν γὰρ ταῖς κατὰ τὸν χρόνον τῆς δευτέρας ἐκλείψεως τῆς κατὰ μῆκος ἐποχῆς τῆς Παρθένου μοίραις ιδ μδ προσθῶμεν ἑνὸς κύκλου μοίρας τξ καὶ ἀπὸ τῶν γενομένων μοιρῶν τοδ μδ ἀφέλωμεν ἃς κεκίνηται ἀπὸ τοῦ πρώτου ἔτους Ναβονασσάρου μοίρας ρκγ κβ, καὶ τὰς λοιπὰς σνα κβ ἐκβάλωμεν εἰς τὰ ἑπόμενα ἀπὸ τῆς ἀρχῆς τῆς Παρθένου, καταλήξομεν εἰς τὰς τοῦ Ταύρου μοίρας ια κβ.

`1065`

Πάλιν ἐὰν ταῖς ἀπὸ τοῦ ἀπογείου τῆς ἀνωμαλίας μοίραις ιβ κδ προσθῶμεν ἑνὸς κύκλου μοίρας τξ, καὶ ἀπὸ τῶν γενομένων τοβ κδ ἀφέλωμεν ἃς κεκίνηται ἀπὸ τῆς ἀρχῆς Ναβονασσάρου τῆς ἀνωμαλίας μοίρας ργ λε ἕξομεν ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου τὰς λοιπὰς μοίρας σξη μθ.

Ἔσται δὲ καὶ ἐπὶ τῶν γραμμῶν τὸ τοιοῦτον κατάδηλον, οὕτως.

Ἐκκείσθω ὁ ΑΒΓΔ ζῳδιακὸς κύκλος, καὶ τὸ μὲν Α σημεῖον ὑποκείσθω κατὰ τῆς ἀρχῆς τῆς Παρθένου, τὸ δὲ Β κατὰ τὰς ιδ μδ αὐτῆς μοίρας. ἐὰν οὖν τῇ ΑΒ περιφερείᾳ προσθῶμεν τὸν ὅλον κύκλον, ἕξομεν δηλονότι τὸν κύκλον καὶ τὴν ΑΒ περιφέρειαν μοιρῶν ιδ μδ τυγχάνουσαν. καὶ ἐὰν ἀπὸ τοῦ Β ἀφέλωμεν εἰς τὰ προηγούμενα μοίρας ρκγ κβ οἷον τὴν ΒΑΔ, λοιπὴν ἕξομεν τὴν ΑΒΓΔ περιφέρειαν, διὰ τὸ δὶς ἡμᾶς ἐσχηκέναι τὴν ΑΒ περιφέρειαν ἀπὸ τῆς κατὰ τὸ Α ἀρχῆς τῆς Παρθένου μοίρας καταλειπομένην σνα κβ, αἵτινες καταλήγουσιν κατὰ τὰς εἰρημένας τοῦ Ταύρου μοίρας ια κβ.

«Ἀποχῆς δὲ δηλονότι εἰς τὸν αὐτὸν χρόνον μοίρας ο λζ, ἐπειδήπερ «ἀπεδείχθη καὶ ὁ ἥλιος τότε ἐπέχων τῶν Ἰχθύων μοίρας 𐆊 με.»

`1066`

Περὶ τῆς διορθώσεως τῶν κατὰ πλάτος μέσων παρόδων τῆς σελήνης.

«Ἐπὶ δὲ τῶν κατὰ πλάτος πρότερον μὲν διημαρτάνομεν καὶ αὐτοί, «συγχρώμενοι κατὰ τὸν Ἵππαρχον τῷ τὴν σελήνην ἑξακοσιοντακις μὲν «καὶ πεντηκοντάκις ἔγγιστα καταμετρεῖν τὸν ἴδιον κύκλον δὶς δὲ καὶ «ἡμισάκις τὸν τῆς σκιᾶς καταμετρεῖν κατὰ τὸ ἐν ταῖς συζυγίαις μέσον «ἀπόστημα.»

`1067`

Φησὶν ὅτι διημάρτανον πρότερον προσχρώμενος τοῖς τοῦ Ἱππάρχου ἐπιλογισμοῖς ὑποτιθέμενος τὴν διάμετρον τῆς σελήνης κατὰ τὸ ἐν ταῖς συζυγίαις μέσον αὐτῆς ἀπόστημα, τουτέστιν ὅταν τοῦ ἐπικύκλου κατὰ τὸ ἀπόγειον τοῦ ἐκκέντρου τυγχάνοντος — ὅπερ πάντοτε συμβαίνει κατὰ τὰς μέσας συζυγίας ὡς ἑξῆς δείκνυται — ἡ σελήνη περὶ τὰς ἐφαπτομένας ἦ τοῦ ἐπικύκλου, ὑποτείνειν τοῦ κατʼ αὐτὸ τὸ ἀπόστημα γραφομένου ὑπʼ αὐτῆς λοξοῦ κύκλου τὸ χνʹ, τουτέστιν ἑξηκοστὰ λγ ιδ ἔγγιστα· τὴν δὲ τηλικαύτην περιφέρειαν ὑποτείνει εὐθεῖα ἑξηκοστῶν λδ μη.

Αὕτη δὲ καταμετρεῖ τὴν τῆς σκιᾶς διάμετρον κατὰ τὸ μέσον αὐτῆς ἀπόστημα δὶς καὶ ἡμισάκις. ἔσται ἄρα καὶ ἡ τῆς σκιᾶς διάμετρος κατὰ τὸ προκείμενον ἀπόστημα μοίρας α κζ· ἡ δὲ τηλικαύτη εὐθεῖα ὑποτείνει περιφέρειαν μοίρας α κε νε ἔγγιστα. ὥστε ἡ τῆς σκιᾶς διάμετρος τηλικαύτην ὑποτείνουσα τοῦ λοξοῦ κύκλου περιφέρειαν κατελαμβάνετο, μὴ ὑγιῶς ταῦτα τοῦ Ἱππάρχου ἐπιλογισαμένου, ἐκ τῆς ὑπʼ αὐτοῦ κατασκευασθείσης διόπτρας, καθὼς αὐτὸς ἐρεῖ ἐν τῷ πέμπτῳ βιβλίῳ.

«Τούτων γὰρ ὑποκειμένων» καὶ τῆς ἐγκλίσεως τοῦ λοξοῦ τῆς σελήνης κύκλου πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων μοιρῶν ε καταλαμβανομένης ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτῶν γραφομένου μεγίστου κύκλου, «οἱ τῶν κατὰ “μέρος ἐκλείψεως τῆς σελήνης ὅροι δίδονται” τὸν τρόπον τοῦτον.

`1068`

Ἔστω ἐν τῇ τῆς σελήνης σφαίρᾳ ὁ μὲν ὁμόκεντρος καὶ ἐν τῷ αὐτῷ ἐπιπέδῳ τοῦ διὰ μέσων κύκλος ὁ ΑΒΓΔ, ὁ δὲ λοξὸς τῆς σελήνης ὁ ΕΒΖΔ, καὶ γεγράφθω διʼ ἀμφοτέρων τῶν πόλων αὐτῶν μεγίστου κύκλου περιφέρεια ἡ ΕΑ, ὥστε εἶναι αὐτὴν τῶν τῆς μεγίστης ἐγκλίσεως μοιρῶν ε καὶ βόρειον πέρας τὸ Ε.

Καταλαμβανόμενος οὖν ἐκ τῆς ΑΕ τὰς κατὰ μέρος τοῦ λοξοῦ κύκλου ἀπὸ τοῦ διὰ μέσων ἀποστάσεις ἐπὶ τοῦ πρὸς ὀρθὰς τῷ διὰ μέσων, ἀκολούθως τῇ δείξει τοῦ τῆς λοξώσεως τοῦ διὰ μέσων πρὸς τὸν ἰσημερινὸν κανονίου, ἐκ τούτων καὶ τοῦ μεγέθους τῶν κατὰ τοὺς μέσους χρόνους ἐπισκοτήσεων τὰς ἀκριβεῖς κατὰ πλάτος παρόδους ἐπὶ τοῦ λοξοῦ κύκλου κατελαμβάνετο τὸν τρόπον τοῦτον.

`1069`

Ὑποκείσθω γὰρ ἐπὶ τῶν κατὰ μέρος ἐκλείψεων ἡ ἐπισκότησις τετάρτου μέρους τυγχάνουσα τῆς σεληνιακῆς διαμέτρου, καὶ ἔστω ὁ μὲν τῆς σελήνης κύκλος περὶ τὸ Λ. ὁ δὲ τῆς σκιᾶς περὶ τὸ Μ, ὁ δὲ πρὸς ὀρθὰς τῷ λοξῷ ἐφʼ οὗ τῶν κέντρων γιγνομένων, μεγίστη πρὸς αἴσθησιν ἐπισκότησις γίνεται ἔστω ὁ ΛΞΝΜ. καὶ ἔστω ἡ ΞΝ περιφέρεια ὑπὸ τοῦ τεταρτημορίου τῆς σεληνιακῆς διαμέτρου ὑποτεινομένη.

Καὶ ἐπεὶ ἔχομεν τὴν ΜΞ ὑπὸ τῆς ἐκ τοῦ κέντρου τῆς σκιᾶς ὑποτεινομένην, ἔχομεν δὲ καὶ τὴν ΞΛ ὑπὸ τοῦ τετάρτου τῆς σεληνιακῆς διαμέτρου ὑποτεινομένην, ἔχομεν ἄρα καὶ ὅλην τὴν ΛΜ. διὰ τοῦτο δὲ καὶ τὴν ΒΛ τουτέστιν τὴν ἀπὸ τοῦ συνδέσμου ἐπὶ τὴν σελήνην ἐπὶ τοῦ λοξοῦ πάροδον, ἥτις ἐστὶν τοῦ ὅρου τοῦ τηλικούτου μεγέθους τῆς ἐπισκοτήσεως κατὰ τὸ εἰρημένον μέσον ἀπόστημα.

Ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν κατὰ μέρος ἐπισκοτήσεων· ὅθεν καὶ τὸν μέγιστον χρόνον τῆς κατὰ μέσον ἀπόστημα ἐπισκοτήσεως κατελαμβάνετο ὡρῶν δ ἔγγιστα, ἀκολούθως ταῖς τῶν τηλικούτων διαμετρήσεων πηλικότησιν. ἕνεκεν δὲ πολυχρονιωτέρας ἐπισκοτήσεως κατʼ αὐτοῦ τοῦ συνδέσμου τυγχάνειν ὑποκείσθω τὸ Β κέντρον τῆς σκιᾶς, καὶ γεγράφθω περὶ αὐτὸ ὁ τῆς σκιᾶς κύκλος ὡς ἔχει ἐπὶ τῆς δευτέρας καταγραφῆς. καὶ πρότερον ἐμπίπτουσα ἡ σελήνη ἔξωθεν ἁπτέσθω· αὐτοῦ τὸ κέντρον ἔχουσα κατὰ τὸ Λ· ὕστερον δὲ ἀνακαθαρθεῖσα ἔξωθεν ἁπτέσθω τῆς σκιᾶς τὸ κέντρον ἔχουσα ἐπὶ τοῦ Ν.

`1070`

Ἐν ἄρα τῷ χρόνῳ τῆς ὅλης ἐπισκοτώσεως κεκίνηται ἡ σελήνη τὴν ΛΝ περιφέρειαν, ἴσην οὖσαν ἔγγιστα ταῖς ὑποτεινομέναις ὑπὸ τῶν διαμέτρων τῶν κύκλων, διὰ τὸ ἀδιάφορον συναγομένην μοιρῶν β 𐆊 μγ, καὶ ἔτι τὸ ιβʹ αὐτῶν, ὅσα ἐν τῷ τοσούτῳ καὶ ὁ ἥλιος ἐπικινεῖται, τουτέστιν ἑξηκοστὰ πρῶτα ι καὶ δεύτερα δ, ὡς ἐν τῷ μεγίστῳ τῆς ἐκλείψεως χρόνῳ κατὰ τὸ προκείμενον μέσον ἀπόστημα τὴν σελήνην κινεῖσθαι μοίρας β ι μζ, ἃς κινεῖται ἡ σελήνη ἐν ὥραις δ ἔγγιστα, διὰ τὸ καὶ περὶ τὸ μέσον αὐτὴν ἀπόστημα ὁμαλῶς ἔγγιστα κινουμένην ἐν τῇ α ὥρᾳ κινεῖσθαι 𐆊 λβ νϛ, τοῦ Πτολεμαίου διʼ ἀκριβεστέρων τηρήσεων καὶ χαριεστέρων ἐφόδων καταλαμβανομένου τὴν μὲν τῆς σελήνης διάμετρον κατὰ τὸ αὐτὸ μέσον ἀπόστημα ὑποτείνουσαν ἑξηκοστὰ λγ κ τὴν δὲ τῆς σκιᾶς μοῖραν α 𐅵ʹ ἔγγιστα, ἃ συντεθέντα μετὰ τοῦ ιβʹ αὐτῶν συνάγουσιν μοίρας β ιγ λζ, καὶ διὰ ταῦτα τὸν χρόνον γίγνεσθαι τῆς ὅλης ἐπισκοτήσεως ὡρῶν δ ιϛʹ ἔγγιστα.

Διημάρτανεν δὲ πρότερον ἐπεὶ οὐχ ὑγιῶς αὐτῷ παρελαμβάνετο τὰ ἐξ ἀρχῆς κατὰ τοὺς τοῦ Ἱππάρχου ἐπιλογισμοὺς ἐκτεθέντα.

`1071`

Ἵνα δὲ ὑπʼ ὄψιν ἡμῖν γένηται τὰ εἰρημένα, νοείσθω ἐν τῇ τῶν ἀπλανῶν σφαίρᾳ ὁ διὰ μέσων τῶν ζῳδίων ὁ ΘΒΚΓ, πρὸς δὲ τοῦτον ἕτερος ἐγκεκλιμένος ἀναλόγως τῇ κατὰ πλάτος τῆς σελήνης ἀποστάσει, ὁ ΑΒΓΔ. καὶ καταβιβάζων μὲν σύνδεσμος ὁ Β, ἀναβιβάζων δὲ ὁ Γ. νοείσθω δὲ καὶ ἐν τῇ τῆς σελήνης σφαίρᾳ ὁμόκεντρος καὶ ἐν τῷ αὐτῷ ἐπιπέδῳ τοῦ διὰ μέσων ὁ ΛΜ. ὁ δὲ ἐν τῷ λοξῷ ὁμοίως ὁ ΞΝ. τὸ δὲ τοῦ διὰ μέσων κέντρον τὸ Ο. καὶ γεγράφθω περὶ τὸ Ξ ὁ ΠΡ ἐπίκυκλος.

Καὶ ὑποκείσθω ἐπὶ τῆς πρώτης ἐκλείψεως ἡ σελήνη κατὰ τὸ Ρ, ἐπὶ τῆς ἀπὸ τοῦ κέντρου τοῦ ζῳδιακοῦ ἐφαπτομένης τοῦ ἐπικύκλου τὴν μεγίστην ποιουμένη ἀφαίρεσιν, ἐπεὶ καὶ κατὰ τὸ μέσον ἀπόστημα ἐτύγχανεν κατὰ τὴν τήρησιν. καὶ ἐπιζευχθεῖσαι αἱ ΟΞ, ΟΡ, διήχθωσαν ἐπὶ τὰ Α, Η. ἔσται ἄρα ἐπὶ τοῦ λοξοῦ τοῦ πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων, ἀκριβῶς μὲν κατὰ τὸ Α, ὁμαλῶς δὲ κατὰ τὸ Η.

`1072`

Ἔστω δὲ καὶ ἐν τῇ δευτέρᾳ ἐκλείψει ὁ μὲν ἐπίκυκλος περὶ τὸ Ν κέντρον ἡ δὲ σελήνη κατὰ τὸ Τ τὴν μεγίστην ὁμοίως ποιουμένη πρόσθεσιν. καὶ ἐπιζευχθεῖσαι αἱ ΟΝ, ΟΤ, διήχθωσαν ἐπὶ τὰ Ζ, Δ. ἔσται δὴ πάλιν ἡ μὲν ὁμαλὴ πάροδος κατὰ τὸ Ζ, ἡ δὲ ἀκριβὴς κατὰ τὸ Δ.

`1073`

Καὶ ἐπεὶ τὸν εἰρημένον τρόπον ἐκ τοῦ μεγέθους τῶν ἐπισκοτήσεων κατελάμβανεν τὰς ἀκριβεῖς τῆς σελήνης ἀπὸ τῶν συνδέσμων διαστάσεις, εἶχε ἄρα ἑκατέραν τῶν ΒΑ, ΓΔ, εἶχεν δὲ καὶ ἑκατέραν τῶν ΑΗ, ΔΖ ἑκατέρου τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου. εἶχεν ἄρα καὶ λοιπὴν ἑκατέραν τῶν ΗΒ, ΓΖ, καὶ ὅλην δηλονότι τὴν ΗΕΖ περιφέρειαν τὴν ἀπὸ τῆς πρώτης ἐκλείψεως ἐπὶ τὴν δευτέραν ὁμαλὴν ἐπὶ τοῦ λοξοῦ μεθʼ ὅλους κύκλους τῆς ὁμαλῆς ἐπουσίαν. Λαμβάνων γὰρ διαστάσεις ἐκλειπτικάς, καὶ ἀπὸ τοῦ μεγέθους τῶν κατὰ τοὺς μέσους χρόνους ἐπισκοτήσεων τὸν εἰρημένον τρόπον τὰς ἐπὶ τοῦ λοξοῦ αὐτῆς ἀκριβεῖς ἐποχὰς ἀφʼ ὁποτέρου τῶν συνδέσμων ἐπιλογιζόμενος, καὶ ἀπὸ τούτων ἀφαιρῶν ἢ προστιθεὶς τὰς παρὰ τὴν ἀνωμαλίαν διαφοράς — εἶχεν γὰρ ἤδη καὶ ταύτας, ἐπεὶ καὶ τὸν λόγον τῶν ἐκ τῶν κέντρων — τὰς μεγίστας τότε γιγνομένας διαφορὰς καὶ πρώτης καὶ δευτέρας — διὰ τὸ καὶ τὰς περὶ τὸ μέσον ἀπόστημα τῆς σελήνης ἐκλείψεις παραλαμβάνεσθαι, τουτέστιν καθʼ ἃς ἡ ἀπὸ τοῦ κέντρου τοῦ ζῳδιακοῦ ἐπὶ τὴν σελήνην εὐθεῖα ἐφάπτεται τοῦ ἐπικύκλου — τὰς τῆς ὁμαλῆς παρόδου ἐποχὰς αὐτῆς καταλαμβανόμενος, εἶχεν αὐτόθεν καὶ τὴν ἐν τῷ μεταξὺ χρόνῳ γεγενημένην τῆς ὁμαλῆς κινήσεως μεθʼ ὅλους κύκλους ἐπουσίαν.

Καὶ ἀναλύων τοὺς κύκλους καὶ συντιθεὶς μετὰ τῆς ἐπουσίας τὸ συναγόμενον, τῶν μοιρῶν πλῆθος μερίζων παρὰ τὰς τοῦ χρόνου συναγομένας ἡμέρας καὶ ὥρας, ηὕρισκεν τοῦ πλάτους τῆς σελήνης τὸ ἡμερήσιον ὁμαλὸν κίνημα, ᾧ ἀκολούθως καὶ τὰς λοιπὰς τῶν κανονίων ἐπισυνθέσεις ἐποιεῖτο, μὴ ὑγιῶς ἔχουσας διὰ τὰ εἰρημένα.

»Νῦν δὲ χρησάμενοι χαριεστέραις ἐφόδοις καὶ μηδενὸς τῶν πρότερον «ὑποτιθεμένων ἐπιδεομέναις πρὸς τὴν τῶν ἐπιζητουμένων κατάληψιν, «τήν τε διʼ ἐκείνων ἐπιλογιζομένην τοῦ πλάτους πάροδον εὕρομεν διεψευσμένην, καὶ ἀπὸ τῆς νῦν χωρὶς ἐκείνων κατειλημμένης. καὶ τὰς ὑποθέσεις αὐτὰς τὰς περὶ τὰ μεγέθη καὶ τὰ ἀποστήματα μὴ οὕτως ἐχούσας «ἐλέγξαντες, διορθωσάμεθα».

`1074`

Πρότερον μὲν οὖν διαμαρτάνων τοῖς εἰρημένοις τοῦ Ἱππάρχου ἐπιλογισμοῖς προσχρώμενος, ὕστερον δὲ προσχρησάμενος προχειροτέραις καὶ σαφεστέραις ἐφόδοις, καὶ μηδενὸς τῶν κατὰ τὸν Ἵππαρχον προσχρήσεσιν ἐπιδεομέναις πρὸς τὴν κατάληψιν τῶν κατὰ πλάτος ὁμαλῶν παρόδων, τήν τε κατὰ τὸν Ἵππαρχον ἐπιλελογισμένην τοιαύτην πάροδον εὗρεν διεψευσμένην· καὶ ἀπὸ τῶν ὕστερον αὐτῷ ὑποτιθεμένων χωρὶς τῶν κατὰ τὸν Ἵππαρχον ἐφόδων τὰς τοιαύτας παρόδους ἀκριβώσας, ἔτι καὶ τὰς ὑποθέσεις τὰς περὶ τὰ μεγέθη καὶ τὰ ἀποστήματα, τουτέστιν τὰς διαμέτρους τοῦ ἡλίου καὶ σελήνης καὶ σκιᾶς διʼ ὧν τά τε ἀποστήματα καὶ τὰ μεγέθη τῶν φώτων καταλαμβάνεται, μὴ οὕτως ἐχούσας ἤτοι ὡς τῷ Ἱππάρχῳ, καὶ ὡς αὐτῷ πρότερον κατελαμβάνετο ἐλέγξας διορθώσατο.

«Ἦν δὲ καὶ ἡ μὲν κατὰ πλάτος πάροδος τῆς σελήνης περὶ τὸν καταβιβάζοντα σύνδεσμον. τοῦτο γὰρ καὶ ἐκ τῶν ὁλοσχερῶν ὑποθέσεων «κατελαμβάνετο.»

Ὁλοσχερῶν λέγει ὑποθέσεων τῶν παρὰ τοῦ Ἱππάρχου ἐκτεθειμένων, κατὰ πλάτος ὁμαλῶν παρόδων καὶ ἔτι τῆς εἰς τὸ πρῶτον ἔτος Ναβονασσάρου τοῦ βορείου πέρατος ἐποχῆς. εἶχεν γὰρ καὶ ταύτην παχυμερέστερον, ἐπεὶ καὶ τὴν κίνησιν. οὐ γὰρ τοσαύτη ἐγίγνετο ἐξ ὧν διεφώνει ὁ Ἵππαρχος τετάρτων ἑξηκοστῶν ἐν τῷ μεταξὺ τῶν τηρήσεων χρόνῳ ἡ ἐπισυναγωγὴ ὥστε ἀπὸ τοῦ ἀναβιβάζοντος συνδέσμου ἐπὶ τὸν καταβιβάζοντα φέρειν.

Ἔτι δὲ καὶ ἐκ τῶν εἰρημένων ἡμῖν ἐν τοῖς ἐπάνω προσθέσεων ἢ ἀφαιρέσεων τῶν τοῦ πλάτους ἀποστάσεων τὸ τοιοῦτον καταλαμβάνεται.

«Ἐπεὶ οὖν ὅταν ἀπὸ νότου ἐκλείπῃ ἡ σελήνη βορειότερόν ἐστιν τοῦ «διὰ μέσων τῶν ζῳδίων τὸ κέντρον αὐτῆς, φανερὸν ὅτι καὶ καθʼ ἑκατέραν «τῶν ἐκλείψεων τῷ ἴσῳ προηγεῖτο τοῦ καταβιβάζοντος συνδέσμου.»

`1075`

Ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι ὅταν τὸ μέρος αὐτῆς τὸ νοτιώτερον ἐπισκοτῆται, τότε τὸ κέντρον αὐτῆς βορειότερόν ἐστιν τοῦ διὰ μέσων τῶν ζῳδίων. ἐὰν γὰρ νοήσωμεν τὸν ἀντὶ τοῦ διὰ μέσων τῶν ζῳδίων ὁμόκεντρον καὶ ἐν τῷ αὐτῷ ἐπιπέδῳ αὐτοῦ κείμενον τὸν ΑΒΓΔ, τὸν δὲ λοξὸν τῆς σελήνης κύκλον τὸν ΕΒΖΔ, ὥστε τὸ μὲν Β σημεῖον εἶναι καταβιβάζοντα σύνδεσμον, τὸ δὲ Δ ἀναβιβάζοντα, καὶ βόρειον μὲν ἡμικύκλιον τὸ ΒΕΔ τὴν δὲ σελήνην περὶ τὸν καταβιβάζοντα ὡς κατὰ τὸ Η, τὸν δὲ τῆς σκιᾶς κύκλον τὸν περὶ τὸ Θ, ἐπισκοτοῦντα μέρη τῆς σελήνης ὡς ἔχει ἐπὶ τῆς καταγραφῆς. δῆλον ὡς ὅτι βορειοτέρων ὄντων τῶν πρὸς τῷ Ε μερῶν, τὸ νοτιώτερόν ἐστιν αὐτῆς μέρος ἐπισκοτούμενον, τοῦ κέντρου αὐτῆς τοῦ Η βορειοτέρου τυγχάνοντος τοῦ διὰ μέσων τῶν ζῳδίων.

Καὶ διὰ τοῦ τὸν αὐτὸν σύντημα καὶ μέγεθος ὑποκεῖσθαι τῆς ἐπισκοτήσεως, καὶ περὶ τὸ αὐτὸ ἀπόδεσμον, καὶ ἀμφοτέρας βορειοτέρας, φανερὸν ἐκ τῶν ἐπάνω εἰρημένων ὅτι κατὰ τοῦ αὐτοῦ σημείου τοῦ λοξοῦ κύκλου ἐτύγχανεν ἡ ἀκριβὴς τῆς σελήνης ἐποχή· καὶ ἴσον δηλονότι προηγεῖτο τοῦ καταβιβάζοντος συνδέσμου καθʼ ἑκατέραν τῶν ἐκλείψεων.

`1076`

Ἀλλὰ κατὰ μὲν τὴν προτέραν ἀφῄρει ἐκ τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου μοίρας ε, κατὰ δὲ τὴν δευτέραν προσετίθει μοίρας δ νγ, ἐπεὶ καὶ κατὰ τὴν ἀνωμαλίαν κατὰ μὲν τὴν προτέραν ἔκλειψιν ἀπεῖχεν τοῦ ἀπογείου μοίρας ρ καὶ ἑξηκοστὰ ιθ, κατὰ δὲ τὴν δευτέραν μοίρας σνα νγ. διὸ καὶ ἔλεγεν «καὶ μικρὸν τοῦ μέσου περιγειότερον»· τὸ γὰρ μέσον περὶ τὰς ϙε ἐστὶν καὶ περὶ τὰς σξε· διὰ τὸ καὶ τὴν μεγίστην παρὰ τὴν ἀνωμαλίαν διαφορὰν μοιρῶν ε καταλαμβάνεσθαι.

Ὡς τὴν ὁμαλὴν πάροδον ἐλλείπειν εἰς ὅλας ἀποκαταστάσεις ταῖς ἐξ ἀμφοτέρων τῶν ἀνωμαλιῶν συναγομέναις μοίραις θ νγ.

`1077`

Ἵνα δὲ καὶ ἐπὶ καταγραφῆς φανερὰ γένηται τὰ εἰρημένα, ἔστω ὁμόκεντρος καὶ ἐν τῷ λοξῷ τῆς σελήνης ἐπιπέδῳ κύκλος ὁ ΑΒΓ περὶ κέντρον τὸ Δ. καὶ ὑποκείσθω ἐν τῇ πρώτῃ ἐκλείψει τὸ μὲν τοῦ ἐπικύκλου κέντρον κατὰ τὸ Ε, ἡ δὲ σελήνη ἐπὶ τοῦ ἐπικύκλου κατὰ τὸ Ζ, ἀπέχουσα τοῦ Η ἀπογείου εἰς τὰ προηγούμενα μοίρας ρ καὶ ἑξηκοστὰ ιθ, ἀφαιροῦσα τῆς μέσης ἐποχῆς μοίρας ε, ὥστε τὴν μὲν ὁμαλὴν πάροδον γίγνεσθαι κατὰ τὸ Α, τὴν δὲ ἀκριβὴν κατὰ τὸ Β. ἐν δὲ τῇ δευτέρᾳ ἐκλείψει ὑποκείσθω τὸ κέντρον τοῦ ἐπικύκλου κατὰ τὸ Θ, ἡ δὲ σελήνη πάλιν κατὰ τὸ Κ ἀπέχουσα τοῦ Λ ἀπογείου τοῦ ἐπικύκλου μοίρας σνα νγ, ἵνα, προστιθεῖσα τῇ κατὰ τὸ Γ μέση παρόδῳ τὴν ΓΒ μοιρῶν δ νγ, ἐπὶ τῆς κατὰ τὸ Β πάλιν ἀκριβοῦς ἐποχῆς τυγχάνῃ, καθάπερ καὶ ἡ τηρήσις ὑπέβαλλεν. καὶ διὰ τοῦτο ἡ μὲν κατὰ τὸ Β ἀκριβὴς ἐποχὴ ὅλους περιεῖχεν κύκλους, ἡ δὲ ὁμαλὴ καὶ ἐπὶ τὸ Α ἀποκατάστασις ἐνέλειπεν τῇ ΓΑ ἐξ ἀμφοτέρων τῶν ἀνωμαλιῶν συναγομένῃ μοίρας θ νγ.

Ἐλλείπει δὲ καὶ ἐκ τῆς κατὰ τὸν Ἵππαρχον ἐκτεθειμένης ἡμερησίας κατὰ πλάτος ὁμαλῆς παρόδου ἐν τῷ μεταξὺ τῶν τηρήσεων χρόνῳ περιέχοντι αἰγυπτιακὰ ἔτη χιε καὶ ἡμέρας ρλγ καὶ ὥρας ἰσημερινὰς κγ 𐅵ʹ γʹ ὅλας δὲ ἡμερῶν Μκβ ͵δχθ εἰς ὅλας ἀποκαταστάσεις, μοίρας ι καὶ ἑξηκοστὰ β ἔγγιστα. πλείων ἄρα γέγονεν ἡ κατὰ τὸν Πτολεμαῖον ὁμαλὴ κατὰ πλάτος πάροδος ἑξηκοστοῖς θ, ἅπερ μερίσας εἰς τὸ προκείμενον τῶν ἡμερῶν πλῆθος καὶ τὰ ἐκ τοῦ μερισμοῦ γενόμενα 𐆊 𐆊 𐆊 𐆊 η λθ ιη προσθεὶς τῷ κατὰ τὸν Ἵππαρχον ἐκτεθειμένῳ ἡμερησίῳ κινήματι ἔσχεν τὸ διορθωμένον τῆς σελήνης ὁμαλὸν κατὰ πλάτος ἡμερήσιον κίνημα, μοιρῶν ιγ ιγ με λθ μη νϛ λζ· ᾧ ἀκολούθως καὶ τὰς λοιπὰς τῶν κανονίων ἐπισυνθέσεις ἐποιήσατο.

`1078`

Ὅτι δὲ τὸ γενόμενον διάφορον κατὰ τὰ ἀποστήματα καὶ τὰ μεγέθη, ἐκ τοῦ τὸν τῆς ἀνωμαλίας ἀριθμὸν διαφέρειν μοίρας ζ μη, διὰ τὸ κατὰ μὲν τὴν προτέραν ἔκλειψιν μοιρῶν αὐτὸν τυγχάνειν ρ καὶ ἑξηκοστῶν ιθ, κατὰ δὲ τὴν δευτέραν μοιρῶν σνα νγ, καὶ ποιεῖν τὰς ρ μοίρας καὶ ἑξηκοστὰ ιθ τὸ αὐτὸ ἀπόστημα ταῖς σνθ μα, αὗται γὰρ ἴσον ἀπέχουσιν ἐφʼ ἑκάτερα τοῦ ἀπογείου καὶ τοῦ περιγείου, καὶ διαφέρουσιν αἱ σνθ μα τῶν σνα νγ μοίρας ζ μη, οὐ πλεῖον ἡμίσεως ἑξηκοστοῦ τῇ κατὰ πλάτος παρόδῳ διάφορον προσποιεῖ, δῆλον ἡμῖν γενήσεται ἐν τοῖς περὶ τῶν ἐκλείψεων κατὰ τὸ ϛʹ βιβλίον λεχθησομένοις.

`1079`

Περὶ τῆς κατὰ τὸ αʹ ἔτος Ναβονασσάρου κατὰ πλάτος τῆς σελήνης ἐποχῆς.

Ποιησάμενος τὸν εἰρημένον τρόπον τὴν διόρθωσιν τῆς κατὰ πλάτος ὁμαλῆς παραχωρήσεως τῆς σελήνης, ἑξῆς καὶ περὶ τῆς ἐποχῆς αὐτῆς εἰς τὸ αʹ ἔτος Ναβονασσάρου θὼθ πρώτῃ τῆς μεσημβρίας τὸν λόγον ποιεῖται. καὶ λαβὼν καὶ πρὸς τὴν τοιαύτην κατάληψιν δύο τηρήσεις σεληνιακῶν ἐκλείψεων, δείκνυσιν τὴν σελήνην ἐν τῷ μέσῳ χρόνῳ τῆς αʹ ἐκλείψεως ἀπέχουσαν ἀπὸ τοῦ βορείου πέρατος ὁμαλῶς μοίρας σπ λδ. καὶ ἐπεὶ ἐκεκίνητο ἀπὸ τοῦ χρόνου τοῦ κατὰ τὴν ἀρχὴν Ναβονασσάρου μέχρι τοῦ τῆς αʹ ἐκλείψεως μοίρας σπϛ ιθ, ταύτας ἀφελὼν ἀπὸ τῶν κατὰ τὴν τήρησιν μοιρῶν σπ λδ, προσθεὶς αὐταῖς ἑνὸς κύκλου μοίρας τξ, ἔσχεν τὴν εἰς τὸ αʹ ἔτος Ναβονασσάρου θὼθ αʹ τῆς μεσημβρίας ὁμαλὴν τῆς σελήνης ἐποχὴν ἀπὸ τοῦ βορείου πέρατος ἀπέχουσαν μοίρας τνδ ιε.

`1080`

«Καὶ πρὸς τὰς διακρίσεις δὲ τῶν πρὸς τὰς συνόδους καὶ τὰς πανσελήνους γιγνομένων ψηφοφοριῶν, ἐπειδὴ κατὰ τὰς τοιαύτας παρόδους «οὐδὲν προσδεησόμεθα τῆς ἑξῆς ἀποδειχθησομένης δευτέρας ἀνωμαλίας», διὰ τὸ ἐκ τῶν πρὸς τὸν ἥλιον τῆς σελήνης ἀποστάσεων αὐτὴν ἀποτελεῖσθαι, ἐκθησόμεθα ὥσπερ ἐπὶ τοῦ ἡλίου τὸ τῶν κατὰ μέρος προσθαφαιρέσεων τῶν παρὰ τὴν ἀνωμαλίαν διαφορῶν κανόνιον καθʼ ἑκατέραν τῶν ὑποθέσεων, συγχρησάμενοι ταῖς γραμμικαῖς δείξεσιν, καὶ πρότερον τῷ κατʼ ἐπίκυκλον θεωρήματι καὶ ὡς τοῦ λόγου τῆς ἐκκεντρότητος τοῦ τῶν ξ πρὸς τὰ ε ιε κατειλημμένου.

Ἵνα δὲ καὶ ἐπί τινος τῶν ἐν τῷ κανόνι παρακειμένων ἀριθμῶν τὸ τοιοῦτον ὦμεν ἐπιλελογισμένοι, ὑποκείσθω ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως ἡ σελήνη ἀπέχουσα τοῦ ἀπογείου τοῦ ἐπικύκλου μοίρας λ, καὶ δέον ἔστω εὑρεῖν τὸν παρακείμενον αὐτῷ τῆς προσθαφαιρέσεως ἀριθμὸν μοιρῶν τυγχάνοντα β ιθ ἀκολούθως τῇ τοῦ Πτολεμαίου ἐκθέσει.

`1081`

Ἔστω μὲν οὖν ὁμόκεντρος τῷ διὰ μέσων τῶν ζῳδίων κύκλος ὁ ΑΒΓ περὶ κέντρον τὸ Δ· ὁ δὲ ἐπʼ αὐτοῦ φερόμενος ἐπίκυκλος ὁ ΕΖΗΘ, περὶ κέντρον τὸ Α· ἡ δὲ διὰ τῶν κέντρων εὐθεῖα ἡ ΕΑΘΔ. καὶ ἔστω ἀπόγειον μὲν τὸ Ε περίγειον δὲ τὸ Θ. καὶ ἀπεχέτω ἀπὸ τοῦ Ε ἀπογείου ἡ σελήνη τὴν ΕΖ περιφέρειαν μοιρῶν λ. καὶ ἐπεζεύχθωσαν αἱ ΔΖ, ΖΑ· κάθετος δὲ ἤχθω ἐπὶ τὴν ΘΕ ἡ ΖΚ.

Ἐπεὶ οὖν ὑπεθέμεθα τὴν σελήνην ἀπέχειν τοῦ Ε ἀπογείου μοίρας λ, εἴη ἂν ἡ ὑπὸ ΕΑΖ γωνία, οἵων μέν εἰσιν αἱ δ ὀρθαὶ τξ τοιούτων λ, οἵων δʼ αἱ δύο ὀρθαὶ τξ τοιούτων ξ. ὥσθʼ ἡ μὲν ἐπὶ τῆς ΖΚ περιφέρεια μοιρῶν ἐστιν ξ, οἵων ὁ περὶ τὸ ΑΖΚ ὀρθογώνιον κύκλος τξ, ἡ δὲ ἐπὶ τῆς Α Κ τῶν λοιπῶν εἰς τὸ ἡμικύκλιον ρκ. καὶ αἱ ὑπʼ αὐτὰς ἄρα εὐθεῖαι ἔσονται, ἡ μὲν ΖΚ τοιούτων ξ οἵων ἐστὶν ἡ ΑΖ διάμετρος ρκ, ἡ δὲ ΚΑ τῶν αὐτῶν ργ νε. ὥστε καὶ οἵων ἐστὶν ἡ μὲν ΑΖ ὑποτείνουσα ε ιε ἡ δὲ ΑΔ ἐκ τοῦ κέντρου τοῦ ὁμοκέντρου ξ, τοιούτων ἔσται καὶ ἡ μὲν ΖΚ εὐθεῖα β λζ λ, ἡ δὲ ΚΑ δ λβ λ, ἡ δὲ ΚΑΔ ὅλη ξδ λβ λ.

`1082`

Καὶ ἐπεὶ τὰ ἀπʼ αὐτῶν συντεθέντα ποιεῖ τὸ ἀπὸ τῆς ΖΔ, συνάγει δὲ τὰ ἀπʼ αὐτῶν ͵δροβ λα, καὶ μήκει ἄρα ἔσται ἡ ΖΔ ξδ λε μβ οἵων ἡ ΖΚ ἐστὶν β λζ λ. καὶ οἵων ἄρα ἐστὶν ἡ ΖΔ ρκ. τοιούτων ἔσται ἡ ΖΚ εὐθεῖα δ νβ λϛ, ἡ δὲ ἐπʼ αὐτῆς περιφέρεια δ λη ἔγγιστα· ὥστε καὶ ἡ ὑπὸ ΚΔΖ γωνία τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου ἔσται δ λη οἵων αἱ β ὀρθαὶ τξ, οἵων δὲ αἱ δ, β ιθ.

Ὁμοίως δὲ καὶ ἐπὶ τῆς κατʼ ἐκκεντρότητα ὑποθέσεως, ἐκθέμενοι τὸν ΛΜΝ ἔκκεντρον κύκλον περὶ κέντρον τὸ ξ καὶ διάμετρον τὴν ΛΞΝ ἐφʼ ἧς τὸ τοῦ ζῳδιακοῦ κέντρον τὸ Ο, ἐπιζεύξαντες τὰς ΜΟ, ΜΞ, καὶ ἐκβάλλοντες τὴν ΜΞ ἐπὶ τὸ Π, καὶ ἀγαγόντες κάθετον τὴν ΟΠ, δείξομεν τὴν ὑπὸ ΟΜΠ γωνίαν τῆς παρὰ τὴν ἀνωμαλίαν διαφορᾶς τῶν αὐτῶν β ιθ, τῆς ΛΜ ἧς κεκίνηται ἡ σελήνη μοιρῶν λ ὑποκειμένης, τόνδε τὸν τρόπον.

Ἐπεὶ γὰρ ἡ ΛΜ περιφέρεια δέδοται, δέδοται ἄρα καὶ ἡ ὑπὸ ΠΞΟ γωνία. καὶ ὁ λόγος τῆς ΞΟ πρὸς ἑκατέραν τῶν ΞΠ, ΠΟ. δέδοται δὲ καὶ ὁ τῆς ΟΞ πρὸς ΞΜ. δέδοται ἄρα καὶ ὅλη ἡ ΜΠ, ΠΟ, οἵων ἡ ΠΟ. ὥστε καὶ τὰ ἀπὸ τῶν ΜΠ, ΠΟ, τουτέστιν τὸ ἀπὸ τῆς ΜΟ, καὶ ἔτι ὁ λόγος τῆς ΜΟ πρὸς ΟΠ, καὶ ἡ ἐπὶ τῆς ΟΠ περιφέρεια, καὶ ἡ ὑπὸ ΟΜΠ γωνία καταληφθήσεται τῶν αὐτῶν β ιθ οἵων αἱ δ ὀρθαὶ τξ.

`1083`

Ὅτι οὐ παρὰ τὰς διαφορὰς τῶν ὑποθέσεων ἀλλὰ παρὰ τοὺς ἐπιλογισμοὺς διήνεγκεν κατὰ τὸν Ἵππαρχον ἡ πηλικότης τῆς σεληνιακῆς ἀνωμαλίας.

«Τούτων οὕτως ἀποδεδειγμένων, εἰκότως ἄν τις ζητήσειεν διὰ ποῖαν «αἰτίαν, ἐκ τῶν ὑπὸ τοῦ Ἱππάρχου παρατεθειμένων σεληνιακῶν ἐκλείψεων «πρὸς τὴν τῆς τοιαύτης ἀνωμαλίας ἐπίσκεψιν, οὔτε ὁ αὐτὸς γίγνεται «λογισμὸς τῷ ὑφʼ ἡμῶν ἀποδεδειγμένῳ, οὔτε σύμφωνος ὁ πρῶτος καὶ «διὰ τῆς κατʼ ἐκκεντρότητα ὑποθέσεως δειχθεὶς τῷ δευτέρῳ καὶ διὰ «τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως ἐπιλελογισμένῳ.»

`1084`

Ἀποδεδειγμένων δὴ τῶν συντεινόντων περὶ τὰς καταλήψεις τῶν κατὰ τὰς συζυγίας τῆς σελήνης ἐποχῶν καὶ ἐν ἀρχῇ τοῦ βιβλίου κατηριθμημένων, ἀκόλουθόν ἐστιν ἑξῆς ἐπισκοπῆσαι διὰ ποίαν αἰτίαν, τοῦ Ἱππάρχου ἐκτεθειμένου σεληνιακῶν ἐκλείψεων πρὸς τὴν τῆς πρώτης καὶ ἁπλῆς ἀνωμαλίας κατάληψιν, οὔτε ὁ αὐτὸς αὐτῷ κατελαμβάνετο λόγος τῷ ὑφʼ ἡμῶν ἀποδεδειγμένῳ, οὔτε σύμφωνος ὁ πρῶτος καὶ διὰ τῆς κατʼ ἐκκεντρότητα ὑποθέσεως δειχθεὶς τῷ δευτέρῳ καὶ διὰ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως ἐπιλελογισμένῳ. ἐπὶ γὰρ τῆς πρώτης καὶ κατʼ ἐκκεντρότητα ὑποθέσεως συνάγει τὸν λόγον τῆς ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου πρὸς τὴν μεταξὺ τῶν κέντρων τοῦ τε ὁμοκέντρου καὶ τοῦ ἐκκέντρου, ὃν ἔχει τὰ ξ πρὸς τὰ ϛ ιε· διʼ οὗ καὶ τὸ πλεῖστον διάφορον τῆς ἀνωμαλίας κατελαμβάνετο μοιρῶν ε μθ. ἐπὶ δὲ τῆς δευτέρας καὶ κατʼ ἐπίκυκλον ὑποθέσεως συνάγει τὸν λόγον τῆς ἐκ τοῦ κέντρου τοῦ ὁμοκέντρου πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ ἐπικύκλου τὸν τῶν ξ πρὸς τὰ δ μϛ· διʼ οὗ πάλιν τὸ πλεῖστον παρὰ τὴν ἀνωμαλίαν διάφορον κατελαμβάνετο μοιρῶν δ μδ· ἡμῶν καθʼ ἑκάτεραν τῶν ὑποθέσεων τὸν μὲν λόγον καταλαμβανόντων τὸν τῶν ξ πρὸς τὰ ε ιε, τὴν δὲ μεγίστην παρὰ τὴν ἀνωμαλίαν διαφορὰν μοιρῶν ε.

`1085`

Ὅτι μὲν οὖν οὐ παρὰ τὴν τῶν ὑποθέσεων ἀσυμφωνίαν ἡ τοιαύτη παρηκολούθησεν ἁμαρτία, καὶ μικρῷ πρόσθεν διὰ τῶν γραμμῶν φανερὸν ἡμῖν γέγονεν, ἔτι δὲ καὶ διὰ τῶν ἀριθμῶν καὶ τῇ κατʼ ἐκκεντρότητα ὑποθέσει ἐπιλογιζομένοις τὸ τοιοῦτον. γέγονεν δέ φησιν αὐτῷ ἡ ἁμαρτία, παρὰ τὸ μὴ ταῖς αὐταῖς τρισὶν ἐκλείψεσιν καθʼ ἑκατέραν τῶν ὑποθέσεων συγκεχρῆσθαι, ἀλλὰ διαφόροις· καὶ συμβέβηκεν, ἢ παρʼ αὐτὰς τὰς τηρήσεις τῶν χρόνων τῶν κατὰ τοὺς μέσους τῶν ἐκλείψεων, ἢ παρὰ τοὺς τῶν διαστάσεων ἐπιλογισμοὺς τῶν ἡμερῶν καὶ ὡρῶν ἰσημερινῶν πρὸς τὰ ὁμαλὰ νυχθήμερα τὴν ἁμαρτίαν συμβεβηκέναι. εὑρίσκομεν γοῦν καὶ ἐπʼ ἐκείνων τῶν ἐκλείψεων τὰς μὲν συζυγίας ὑγιῶς τετηρημένας καὶ συμφώνως γεγενημένας ταῖς ὑφʼ ἡμῶν κανονικῶς ἐκτεθειμέναις τῆς τε ὁμαλῆς καὶ ἀνωμάλου κινήσεως ὑποθέσεσιν, τοὺς δὲ τῶν διαστάσεων τῶν χρόνων δηλαδὴ καὶ τῶν κινήσεων ἐπιλογισμοὺς, ἀφʼ ὧν ὁ λόγος τῆς ἐκκεντρότητος ἐφοδεύεται, καὶ ἡ παρὰ τὴν ἀνωμαλίαν διαφορὰ οὐκέτι συμφώνως τοῖς τοῦ Πτολεμαίου ἐπιλογισμοῖς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: spw-aj`.
