---
title: "Commentary on Ptolemy's Mathematical Syntax: On Book 2"
title_greek: "Ὑπόμνημα εἰς Πτολεμαίου Μαθηματικὴν Σύνταξιν, Βʹ"
author: Theon of Alexandria
eul_wid: spw-ah
eul_aid: spw
canonical: "https://eulogikon.org/works/theon-alexandria-commentary-ptolemy-syntax-on-book-2-spw-ah"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:bb22a38f9591362e085543705718a2aae5155b54b2fe8f6e4ff5dda87c6427a6"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Ptolemy's Mathematical Syntax: On Book 2

*Ὑπόμνημα εἰς Πτολεμαίου Μαθηματικὴν Σύνταξιν, Βʹ*

**Author:** Theon of Alexandria

**eul_wid:** `spw-ah` · [HTML page](https://eulogikon.org/works/theon-alexandria-commentary-ptolemy-syntax-on-book-2-spw-ah)

## Text

Part of [Commentary on Ptolemy's Mathematical Syntax I–IV](/works/theon-alexandria-commentary-ptolemy-syntax-spw-ab)

`601–602`

Θέωνος Ἀλεξανδρέως τῆς παρʼ αὐτοῦ γεγενημένης ἐκδόσεως εἰς τὸ δεύτερον τῆς Συντάξεως Πτολεμαίου ὑπόμνημα.

Διεξελθὼν ὁ Πτολεμαῖος ἐν τῷ πρώτῳ τῆς Συντάξεως τὰ περὶ τῶν ἐν τῷ παντὶ καθόλου ὀφείλοντα προλημφθῆναι, τουτέστιν ὅτι τε σφαιροειδής ἐστιν ὁ οὐρανὸς καὶ φέρεται σφαιροειδῶς· καὶ ὅτι δύο διαφοραὶ τῶν πρώτων κινήσεών εἰσιν ἐν τῷ οὐρανῷ· καὶ περί τε τῆς γῆς ὡς ὅτι καὶ αὐτὴ σφαιροειδής ἐστιν πρὸς αἴσθησιν ὡς καθʼ ὅλα μέρη λαμβανομένη· καὶ μέση τοῦ παντὸς οὐρανοῦ κεῖται, κέντρῳ παραπλησίως, μηδʼ ἡντινοῦν κίνησιν ποιουμένη, καὶ σημείου λόγον ἐπέχουσα πρὸς τὸ μέχρις τῆς τῶν ἀπλανῶν ἀστέρων σφαίρας ἀπόστημα· ἔτι δὲ καὶ ἐπὶ τῶν κατὰ μέρος διαλαβών, περί τε τῆς πηλικότητος τῆς μεταξὺ τῶν τροπικῶν περιφερείας ὡς ἐπὶ τοῦ διὰ τῶν πόλων τῆς σφαίρας γραφομένου μεγίστου κύκλου, καὶ ὅτι ἡ ταύτης ἡμίσεια ἴση οὖσα τῇ μεταξὺ τῶν δύο πόλων τοῦ τε ἰσημερινοῦ καὶ τοῦ διὰ μέσων τῶν ζῳδίων, ἀπολαμβάνει τὴν ἔγκλισιν ἤτοι τὴν λόξωσιν ἣν ποιεῖται ὁ ζῳδιακὸς πρὸς τὸν ἰσημερινόν, ἥντινα καὶ οἱ τροπικοὶ ἀπέχουσιν ἐφʼ ἑκάτερα τοῦ ἰσημερινοῦ· καὶ περὶ τῶν κατὰ μέρος λοξώσεων, καὶ ἔτι τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας συναναφορῶν τῶν τε τοῦ ζῳδιακοῦ καὶ τοῦ ἰσημερινοῦ κύκλου τμημάτων, τουτέστιν ἑκάστη δεκαμοιρία τοῦ ζῳδιακοῦ ἀπὸ τῆς κοινῆς τομῆς τοῦ τε διὰ μέσων καὶ τοῦ ἰσημερινοῦ, πόσοις χρόνοις συναναφέρεται τὸν ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντα, οἵτινες καὶ κατὰ πᾶσαν οἴκησιν τοῖς αὐτοῖς τμήμασιν τοῦ ζῳδιακοῦ συμμεσουρανοῦσιν, τουτέστιν συνεξέρχονται τὸν μεσημβρινόν· ἑξῆς ἐν τούτῳ τῷ βιβλίῳ δευτέρῳ τυγχάνοντι, βούλεται περὶ τῶν καθʼ ἑκάστην ὡρισμένην τινὰ τῆς σφαίρας ἔγκλισιν συμβαινόντων κυριωτέρων ἰδιωμάτων κατὰ τὸν εὐμεθόδευτον τρόπον ἐφοδεῦσαι.

Τίνα δʼ ἐστὶν τὰ κυριώτερα τῶν ἰδιωμάτων περὶ ὧν τὸν λόγον μέλλει ποιεῖσθαι, μικρὸν προϊὼν αὐτὸς ἐρεῖ. ἔγκλισιν δὲ σφαίρας καλεῖ, ἐφʼ ὧν οἰκήσεων ὁ ἰσημερινὸς ἐγκέκλιται πρὸς τὸν ὁρίζοντα, τουτέστιν ἐφʼ ὧν οἰκήσεων οἱ πόλοι τῆς σφαίρας οἵτινές εἰσιν καὶ τοῦ ἰσημερινοῦ, οὔκ εἰσιν ἐπὶ τοῦ ὁρίζοντος. ὅταν γὰρ ὦσιν ἐπὶ τοῦ ὁρίζοντος, τότε καὶ ὁ ὁρίζων διὰ τῶν πόλων τοῦ ἰσημερινοῦ τυγχάνων, πρὸς ὀρθὰς αὐτῷ γίνεται ὥστε καὶ ὁ ἰσημερινὸς πρὸς τὸν ὁρίζοντα· διὸ καὶ λέγομεν τότε ὀρθὴν εἶναι τὴν σφαῖραν. ὅτε δὲ οὔκ εἰσιν οἱ πόλοι ἐπὶ τοῦ ὁρίζοντος, τότε καὶ ὁ ἰσημερινὸς ἐγκέκλιται πρὸς τὸν ὁρίζοντα· διὸ καὶ ἐγκλίσεις τὰς τοιαύτας θέσεις ἐκάλεσεν.

`603`

Ὅθεν καὶ ἡνίκα δʼ ἂν ἐπισκέπτεσθαι βουλώμεθα τὴν ἔγκλισιν ἡλίκη τις οὖσα τυγχάνει, οὐδὲν ἕτερον ἐπιζητοῦμεν, ἢ τὴν ὀξεῖαν γωνίαν τὴν περιεχομένην ὑπό τε τῆς κοινῆς τομῆς τοῦ ὁρίζοντος καὶ τοῦ μεσημβρινοῦ, καὶ τῆς κοινῆς τομῆς τοῦ μεσημβρινοῦ καὶ τοῦ ἰσημερινοῦ πρὸς τῷ κέντρῳ τῆς σφαίρας γινομένην. αὕτη γάρ ἐστιν ἡ ἔγκλισις τῶν δύο ἐπιπέδων τοῦ τε ὁρίζοντος καὶ τοῦ ἰσημερινοῦ. καὶ ἐπεὶ δύο εἰσὶν ὑπὲρ γῆν γινόμεναι γωνίαι, μία τε βορειοτέρα καὶ ἀμβλεῖα, καὶ ἑτέρα νοτιωτέρα καὶ ἐλάττων ὀρθῆς, ἐπειδήπερ ἐπὶ τῆς καθʼ ἡμᾶς οἰκουμένης τοῦ βορείου πόλου ἀπὸ τοῦ ὁρίζοντος ὑπὲρ γῆν ἐξηρτημένου ἡ ἔγκλισις ἐπὶ τὰ νότια γίνεται, τὴν νοτιωτέραν καὶ ἐλάττονα ὀρθῆς φαμεν εἶναι τὴν ἔγκλισιν.

`604`

Ἵνα δὲ ἐπὶ καταγραφῆς φανερὰ ἡμῖν γένηται τὰ λεγόμενα, ἔστω μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, ὁρίζοντος δὲ ἡμικύκλιον τὸ ΒΕΔ, ἰσημερινοῦ δὲ τὸ ΑΕΓ, κοινὴ δὲ τομὴ μεσημβρινοῦ καὶ ὁρίζοντος ἡ ΒΔ· καὶ μεσημβρινοῦ καὶ ἰσημερινοῦ ἡ ΑΓ· κέντρον δὲ τῆς σφαίρας τὸ Θ, καὶ βόρειος μὲν πόλος ὁ Η, νότιος δὲ ὁ Ζ, ὥστε τὸ μὲν ΒΑΔ ἡμικύκλιον ὑπὲρ γῆς εἶναι, τὸ δὲ ΔΓΒ ὑπὸ γῆν. καὶ ἐπεὶ δύο εἰσὶν γωνίαι αἱ ὑπὲρ γῆς, περιεχόμεναι ὑπό τε τῆς ΑΘ κοινῆς τομῆς τοῦ ΑΒΓΔ μεσημβρινοῦ καὶ τοῦ ἰσημερινοῦ, καὶ ἔτι τῆς ΒΔ κοινῆς τομῆς τοῦ μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος, ἥ τε ὑπὸ ΒΘΑ καὶ ἡ ὑπὸ ΑΘΔ, καὶ ἔστιν ἡ μὲν ὑπὸ ΒΘΑ βορειοτέρα καὶ μείζων ὀρθῆς, διὰ τὸ τὴν ΑΗΒ περιφέρειαν μείζονα εἶναι τεταρτημορίου, ἡ δὲ ὑπὸ ΑΘΔ νοτιωτέρα καὶ ἐλάττων ὀρθῆς, ταύτην φαμὲν εἶναι τὴν τῆς σφαίρας ἔγκλισιν, ἣν καὶ ἐγκέκλιται ὁ ΑΕΓ ἰσημερινὸς πρὸς τὸν ΒΕΔ ὁρίζοντα ἐπειδὴ ἐὰν ἐπιζεύξωμεν τὴν ΕΘ κοινὴν τομὴν τοῦ τε ὁρίζοντος καὶ ἰσημερινοῦ, ὀρθὴ ἔσται πρὸς ἑκατέραν τῶν ΑΘ, ΘΔ, διὰ τὸ καὶ πρὸς τὸ τοῦ ΑΒΓΔ κύκλου ἐπίπεδον ὀρθὴν τυγχάνειν τὴν ΕΘ καὶ διὰ τοῦτο τὴν ὑπὸ ΑΘΔ γωνίαν κλίσιν γίνεσθαι τοῦ ΑΕΓ ἰσημερινοῦ πρὸς τὸν ΒΕΔ ὁρίζοντα.

Μέλλων οὖν περὶ τῶν καθʼ ἑκάστην ἔγκλισιν οἰκήσεων ἰδιωμάτων διεξιέναι, ἀναγκαῖον ἡγεῖται καὶ ἐνταῦθα περὶ τῶν καθολικωτέρων προδιαλαβεῖν, τουτέστιν πότερόν ποτε καθʼ ὅλης τῆς γῆς εἰσιν αἱ ἐν γνώσει ἡμῖν γεγενημέναι οἰκήσεις, ἢ ἐπὶ μέρους τινὸς αὐτῆς, καὶ εἰ ἐπὶ μέρους, ποστημόριόν ἐστιν αὐτὸ τοῦτο τὸ οἰκούμενον τῆς ὅλης γῆς, καὶ εἰ βορειότερον τοῦ ἰσημερινοῦ.

Ποιεῖται δὲ τὴν τοιαύτην ἐπίγνωσιν ἐξ ἐναργῶν καὶ φαινομένων παρατηρήσεων τρόπῳ τοιῷδε.

`605`

Δεῖ, φησίν, νοεῖν τὸ ὅλον μέγεθος τῆς γῆς διαιρούμενον εἰς τέσσαρα ἴσα οὕτως ὥστε κύκλου τινὸς διὰ τῶν πόλων τῆς σφαίρας ἐκβαλλόμενον τὸ ἐπίπεδον, διχοτομεῖν αὐτὴν εἰς δύο ἡμισφαίρια· ἔτι δὲ καὶ τὸ τοῦ ἰσημερινοῦ ἐπίπεδον ἐκβαλλόμενον διχοτομεῖν πάλιν αὐτὴν καὶ τὰ ἡμισφαίρια εἰς ἕτερα δύο ὡς ἐπὶ τὰ βόρεια καὶ τὰ νότια ὥστε τὴν ὅλην γῆν διῃρῆσθαι εἰς τέσσαρα ἴσα, δύο μὲν βόρεια, δύο δὲ νότια, καὶ τὴν καθʼ ἡμᾶς οἰκουμένην περιέχεσθαι ὑπὸ τοῦ ἑτέρου τῶν βορείων τεταρτημορίου. Οἷον νενοήσθω γὰρ ἡ τῆς γῆς σφαῖρα, καὶ ἐκβεβλήσθω ἐπίπεδον διὰ τῶν πόλων τῆς οὐρανίου σφαίρας τέμνον αὐτὴν εἰς δύο ἡμισφαίρια, καὶ ποιείτω ἐν αὐτῇ κύκλον τὸν ΑΒΓΔ, καὶ ἔστω τῶν ἡμισφαιρίων τὸ μὲν ἀνωτέρω αὐτοῦ ὡς πρὸς ἡμᾶς, τὸ δὲ ἕτερον κατωτέρω. ὁμοίως δὲ καὶ τὸ διὰ τοῦ ἰσημερινοῦ ἐπίπεδον ἐκβαλλόμενον ὡς τὸ διὰ τοῦ ΒΕΔ κύκλου τεμνέτω αὐτὴν εἰς ἕτερα δύο ἡμισφαίρια, ὥστε γίνεσθαι ἀνωτέρω μὲν τοῦ ΑΒΓΔ κύκλου ἐπιπέδου τό τε ὑπὸ τῶν ΒΑΔ καὶ ΒΕΔ ἡμικυκλίων περιεχόμενον τεταρτημόριον καὶ τὸ ὑπὸ τῶν ΒΕΔ καὶ ΒΓΔ, κατώτερον δὲ νοεῖσθαι τὰ λοιπὰ δύο. καὶ ἔστω βόρειος μὲν πόλος ὁ Α νοτιώτερος δὲ ὁ Γ, ὥστε βόρειον εἶναι τό τε ΔΑΒΕ ἀνώτερον τοῦ ΑΒΓΔ κύκλου τεταρτημόριον καὶ τὸ νοούμενον ὑπʼ αὐτό, νότια δὲ ἓν μὲν πάλιν ἀνώτερον τοῦ κύκλου ὡς τὸ ΒΓΔΕ ἕτερον δὲ ὑπʼ αὐτὸ ὁμοίως.

`606`

Φαμὲν οὖν ἓν τῶν οὕτως εἰλημμένων βορειοτέρων τεταρτημόριον περιέχειν τὴν καθʼ ἡμᾶς οἰκουμένην, περὶ ἧς καὶ τὸν λόγον ποιεῖσθαι μέλλομεν.

Κατηνέχθη δὲ εἰς τὴν τοιαύτην ἐπίγνωσιν ἐκ τῶν κατὰ μῆκος καὶ πλάτος παρόδων, «ἐπὶ μὲν γὰρ τοῦ πλάτους, τουτέστιν τῆς ἀπὸ μεσημβρίας «πρὸς τὰς ἄρκτους παρόδου», διὰ τὸ τὰς σκιὰς τῶν τε γνωμόνων καὶ πάντων ἁπλῶς τὰς ἐν ταῖς ἰσημερίαις κατʼ αὐτὴν τὴν μεσημβρίαν γιγνομένας, πρὸς ἄρκτους ἀεὶ ποιεῖσθαι τὰς προσνεύσεις, ἐν ταῖς ἐν γνώσει γεγενημέναις ἡμῖν οἰκήσεσιν καὶ μηδέποτε πρὸς μεσημβρίαν. τοῦτο δὲ συμβαίνει ἐκ τοῦ τὸν ἰσημερινὸν νοτιώτερον ἡμῶν τυγχάνειν, ἡμᾶς δὲ δὴ βορειοτέρους αὐτοῦ.

Φανερὸν γὰρ ὅτι ὁ ἥλιος καθʼ εὐθείας γραμμὰς πέμπων τὰς ἀκτῖνας, ὅταν μὲν κατὰ κορυφὴν ᾖ τινος οἰκήσεως, ἀσκίους ἐν αὐτῇ τῇ μεσημβρίᾳ ποιήσει τοὺς γνώμονας· ὅταν δὲ εἴς τι προσνεύσῃ, ἐπὶ τοὐναντίον ἀποστέλλει τὴν σκιάν. διὸ ἐπὶ τοῦ ἰσημερινοῦ τυγχάνων ὁ ἥλιος καὶ ἐπὶ τὰ βόρεια ποιῶν νεύειν τὰς σκιὰς νοτιώτερος ἡμῶν ἔσται δηλαδὴ καὶ ὁ ἰσημερινός, ἡμῶν βορειοτέρων τυγχανόντων.

`607`

Ἔτι δὲ καὶ ἐκ τούτου δύναται θεωρηθῆναι ὅτι ἡ καθʼ ἡμᾶς οἰκουμένη βορειοτέρα τυγχάνει ἐκ τοῦ πανταχῇ τὸν βόρειον πόλον ὑπὲρ γῆς καταλαμβάνεσθαι. εἰ γὰρ ἦν καὶ νοτιωτέρα τοῦ ἰσημερινοῦ οἴκησις, τοῦ κατὰ κορυφὴν αὐτῆς νοτιωτέρου τυγχάνοντος τοῦ ἰσημερινοῦ καὶ τῆς ἐγκλίσεως ἐπὶ τὰ βόρεια γινομένης ἔμελλεν ἂν ὁ βόρειος πόλος ἀφανὴς γίνεσθαι ὁ δὲ νότιος φανερός, ὅπερ οὐδαμοῦ τῆς καθʼ ἡμᾶς οἰκουμένης τοιοῦτον καταλαμβάνεται.

Ἐκ τούτων οὖν κατανοήσας βορειοτέραν τοῦ ἰσημερινοῦ τυγχάνειν τὴν καθʼ ἡμᾶς οἰκουμένην, ἑξῆς ἐρεῖ καὶ ἐκ ποίων φαινομένων κατείληφεν αὐτὴν τεταρτημόριον ὑπάρχουσαν τῆς ὅλης γῆς, καί φησιν· «Ἐπὶ μὲν τοῦ μήκους τουτέστιν τῆς ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν παρόδου, διὰ τὸ τὰς αὐτὰς ἐκλείψεις καὶ μάλιστα τὰς σεληνιακὰς» καθʼ ἃς οὐδεμία διαφορὰ ἐκ τῶν παραλλάξεων παρακολουθεῖ, διὰ τὸ ἐκ τῶν κατὰ διάμετρον τοῦ ἡλίου ἐποχῶν καὶ τὰς τῆς σελήνης ἐποχὰς καταλαμβάνεσθαι, καὶ τοὺς χρόνους τῶν ἐπισκοτήσεων καὶ τὰ αὐτὰ μεγέθη συντηρεῖσθαι κατὰ πᾶσαν οἴκησιν ὡς ἐν τῷ δʼ καὶ εʹ βιβλίῳ κατὰ τοὺς οἰκείους τόπους ἀποδείξομεν.

`608`

Τὰς τοιαύτας οὖν μάλιστα ἐκλείψεις «παρά τε τοῖς ἐπʼ ἄκροις τῶν «ἀνατολικῶν μερῶν» ὥσπερ εἰς Σήρας ἢ Θίνας, καὶ παρὰ τοῖς ἐπʼ ἄκροις τῶν δυτικῶν ὥσπερ εἰς Μακάρων Νήσους, κατελαμβάνετο ἐκ τῶν κομισθεισῶν αὐτῷ ἀναγραφῶν μὴ πλείω ιβ ὡρῶν ἰσημερινῶν τὴν διαφωνίαν περιεχούσας.

Ηὕρισκεν γὰρ τὴν αὐτὴν ἔκλειψιν, καίπερ ἐν ἑνί τινι χρόνῳ ἀποτελουμένην, τοῖς μὲν ἀνατολικωτέροις τῶν τηρησάντων πρὸς ταῖς δυσμαῖς ἀναγραφεῖσαν γεγενημένην, τοῖς δὲ δυτικωτέροις πρὸς ταῖς ἀνατολαῖς· τὴν δὲ διαφορὰν ὡς ἔφαμεν μέχρις ιβ ὡρῶν ἰσημερινῶν γινομένην, ἥτις ἐστὶν κατὰ μῆκος ἡμικυκλίου ἰσημερινοῦ.

`609`

Ἐπεὶ οὖν τὸ τῆς γῆς τεταρτημόριον κατὰ τὴν εἰρημένην διαίρεσιν κατὰ μὲν τὸ μῆκος ἡμικύκλιον ἀπολαμβάνει τοῦ ἰσημερινοῦ, κατὰ δὲ τὸ πλάτος ἤτοι ἔξαρμα ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ ὡς πρὸς ἄρκτους μοιρῶν ϙ· δέδεικται δὲ ὅτι ἡ καθʼ ἡμᾶς οἰκουμένη κατὰ μὲν τὸ μῆκος ἀπολαμβάνει τοῦ ἰσημερινοῦ ἡμικύκλιον· εὑρίσκομεν δὲ καὶ τὸ πλάτος ἤτοι ἔξαρμα ὡς καὶ ἡ τῆς Γεωγραφίας ἔκθεσις περιέχει καὶ μέχρις μοιρῶν ξγ· δῆλον ὅτι ἡ καθʼ ἡμᾶς οἰκουμένη καὶ ἐν γνώσει ἡμῖν γεγενημένη τὸ βορειότερον τεταρτημόριον ἔγγιστα τῆς γῆς περιέχει.

«Τῶν δὲ κατὰ μέρος ὀφειλόντων θεωρηθῆναι μάλιστʼ ἄν τις ἡγήσαιτο πρὸς τὴν προκειμένην πραγματείαν ...» καὶ τὰ ἐξῆς.

Ἀποδείξας τὸ τῆς καθʼ ἡμᾶς οἰκουμένης μέγεθος ὑπὸ τοῦ ἑτέρου τῶν βορείων τεταρτημορίου τῆς ὅλης γῆς ἔγγιστα περιεχόμενον, ἑξῆς περὶ τῶν ἐν αὐτῷ κατὰ μέρος οἰκήσεων κυριωτέρων ἰδιωμάτων διαλαμβάνει, τουτέστιν τίνα ἐστὶν τὰ συμπίπτοντα ταύταις ταῖς βορειοτέραις οἰκήσεσιν, καὶ ὑποκειμέναις ταῖς διὰ τῶν κατὰ κορυφὴν γραφομένων παραλλήλων τῷ ἰσημερινῷ βορειοτέρων αὐτοῦ δηλαδή, διὰ τὸ τὴν καθʼ ἡμᾶς οἰκουμένην ὡς ἔφαμεν βορειοτέραν αὐτοῦ τυγχάνειν. καὶ φησιν· «ταῦτα «εἶναι ὅσον τε οἱ πόλοι τῆς πρώτης φορᾶς» οἵτινές εἰσιν τοῦ ἰσημερινοῦ, «τοῦ ὁρίζοντος ἀφεστήκασιν.» περὶ γὰρ τούτους τὴν τῶν ὅλων πρώτην φορὰν ἐλέγομεν ἀποτελεῖσθαι «... καὶ πόσον τὸ κατὰ κορυφὴν σημεῖον «τοῦ ἰσημερινοῦ κατὰ τὸν μεσημβρινόν ...» ἐδείξαμεν γὰρ ἐν τοῖς εἰς τὸ πρῶτον βιβλίον, ὅτι ὅσον ἀπέχει ὁ ἰσημερινὸς τοῦ κατὰ κορυφήν, τοσοῦτον καὶ ὁ πόλος ἀπὸ τοῦ ὁρίζοντος ἀφέστηκεν ἐπὶ τοῦ μεσημβρινοῦ.

«Καὶ ἔτι οἷς ὁ ἥλιος κατὰ κορυφὴν γίνεται, πότε καὶ ποσάκις τὸ τοιοῦτο συμβαίνει.»

`610`

Τὸ μὲν οὖν πότε, ἀντὶ τοῦ κατὰ ποίου τμήματος τοῦ ζῳδιακοῦ γινόμενος ὁ ἥλιος κατὰ κορυφὴν γίνεται τῇ οἰκήσει· τούτου γὰρ εὑρεθέντος καὶ τὸ πότε καταλαμβάνεται ἐκ τοῦ κατὰ τὴν τοιαύτην αὐτοῦ ἐποχὴν χρόνου. τὸ δὲ καὶ ποσάκις, διὰ τὸ καταλαμβάνεσθαι ὅτι τοῖς μὲν ἔχουσιν κατὰ κορυφὴν σημεῖον μεταξὺ τοῦ ἰσημερινοῦ καὶ τοῦ θερινοῦ τροπικοῦ δὶς γίνεται ὁ ἥλιος κατὰ κορυφήν, τοῖς δὲ πρὸς αὐτῷ τῷ θερινῷ, ἅπαξ ἐν αὐτῇ τῇ θερινῇ τροπῇ, τοῖς δʼ ἐκτὸς τροπικοῦ, οὐδὲ ὅλως.

«Καὶ τίνες οἱ λόγοι τῶν ἰσημερινῶν καὶ τροπικῶν ἐν ταῖς μεσημβρίαις «σκιῶν πρὸς τοὺς γνώμονας,» τουτέστιν τίνα λόγον ἔχει καθόλου ὁ γνώμων, οἵου δʼ ἂν μεγέθους λαμβάνηται πρὸς τὴν ἀφʼ ἑαυτοῦ γιγνομένην σκιὰν ἐν τῇ ἰσημερινῇ καὶ ἐν τῇ θερινῇ τροπῇ καὶ ἐν τῇ χειμερινῇ, κατὰ τὴν ἐπὶ τοῦ μεσημβρινοῦ τοῦ ἡλίου πάροδον, τουτέστιν κατὰ τὸ πέρας τῆς ἕκτης ὥρας. «... καὶ πηλίκαι τῶν μεγίστων ἢ ἐλαχίστων ἡμερῶν,» καθʼ ἕκαστον κλίμα «αἱ ὑπεροχαὶ πρὸς τὰς ἰσημερινάς», οἷον ὡς ἐπὶ τοῦ διʼ Ἀλεξανδρείας κλίματος δείκνυται, ἡ μὲν μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδ, ἡ δὲ ἐλαχίστη ι, ἡ δὲ ἰσημερινὴ πανταχῇ ιβ, ὥστε ἐπὶ τούτου τοῦ κλίματος τὴν εἰρημένην διαφορὰν ὡρῶν β τυγχάνειν. τοσαύταις γὰρ αἱ ιδ ὧραι τῆς μεγίστης ἡμέρας, καὶ αἱ ι τῆς ἐλαχίστης διαφέρουσι τῶν ιβ τῆς ἰσημερινῆς.

«Καὶ ὅσα ἄλλα περὶ τὰς κατὰ μέρος αὐξομειώσεις τῶν νυχθημέρων «ἐπισυμβαίνει ...» τουτέστιν ἵνα μὴ μόνον τῶν μεγίστων ἢ ἐλαχίστων ἡμερῶν τὰς παρὰ τὴν ἰσημερινὴν διαφορὰς λαμβάνωμεν, ἀλλὰ καὶ τῶν μεταξὺ ἡμερῶν

`611`

«Ἔτι δὲ καὶ περὶ τῶν συνανατολῶν καὶ συγκαταδύσεων τῶν τε τοῦ «ζῳδιακοῦ καὶ τοῦ ἰσημερινοῦ τμημάτων,» ὥσπερ καὶ ἐπʼ ὀρθῆς τῆς σφαίρας, τουτέστιν ἑκάστη πάλιν δεκαμοιρία τοῦ ζῳδιακοῦ πόσοις τοῦ ἰσημερινοῦ χρόνοις συνανέρχεται ἢ συγκαταδύεται τὸν ὁρίζοντα καθʼ ἑκάστην ἔγκλισιν· ἀφʼ ὧν καὶ τὰς ταῖς τούτων μικρομερεστέραις ἐπιβαλλούσας, ὡς καθʼ ὁμαλὴν παραύξησιν ἐκ προχείρου διὰ τὸ πρὸς τὰ γραμμικὰ ἀδιάφορον καταλαμβανόμεθα.

«Καὶ ἔτι τὰ περὶ τὰ ἰδιώματα καὶ τὰ μεγέθη τῶν γινομένων γωνιῶν ὑπὸ τῶν κυριωτέρων μεγίστων κύκλων»· οἱονεὶ πηλίκας τε ποιεῖ γωνίας ὁ μεσημβρινὸς πρὸς τὸν ζῳδιακὸν κατὰ τὰς ἀρχὰς τῶν δωδεκατημορίων. ὁμοίως δὲ καὶ ὁ ὁρίζων, καὶ ἔτι ὁ διὰ τοῦ κατὰ κορυφὴν καὶ ἑκάστου δωδεκατημορίου ἀρχῆς γραφόμενος μέγιστος κύκλος, καθʼ ἑκάστην ἀπὸ τοῦ μεσημβρινοῦ ἀπόστασιν. καὶ αὗται δὲ αἱ περιφέρειαι αἱ ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὰ εἰρημένα τμήματα τοῦ ζῳδιακοῦ πηλίκαι τινὲς οὖσαι καταλαμβάνονται, καθʼ ἑκάστην ὁμοίως ἀπὸ τοῦ μεσημβρινοῦ ἀπόστασιν.

`612`

Εἶτα εἰπὼν τὰ κυριώτερα τῶν κεφαλαίων περὶ ὧν καθʼ ἑκάστην ἔγκλισιν τοὺς ἐπιλογισμοὺς μέλλει ποιεῖσθαι, ἑξῆς ἄρχεται τῆς ἀποδείξεως τοῦ ἀπαριθμηθέντος αὐτῷ πρώτου κεφαλαίου. ἔστιν δὲ τοῦτο, πόσον τε οἱ πόλοι τῆς σφαίρας τοῦ ὁρίζοντος ἀφεστήκασιν, τουτέστιν τὴν εὕρεσιν τοῦ ἐξάρματος τῶν ὑπὸ τὸν αὐτὸν παράλληλον οἰκήσεων ἐπιλογίσασθαι.

Καὶ ἀρχόμενος τῆς τοιαύτης ἀποδείξεως ἀποδείκνυσιν λημμάτιον συντελοῦν αὐτῷ πρὸς τὴν προκειμένην ἀπόδειξιν, οὗ ἐστιν ἡ πρότασις τοιαύτη·

`613`

«Πῶς ἂν δοθέντος τοῦ τῆς μεγίστης ἡμέρας μεγέθους αἱ ἀπολαμβανόμεναι τοῦ ὁρίζοντος περιφέρειαι ὑπό τε τοῦ ἰσημερινοῦ καὶ τοῦ λοξοῦ «κύκλου δίδονται.» τουτέστιν, πῶς ἂν ἐπί τινος οἰκήσεως δοθέντος ἡμῖν ἐξ ὑδρείου ὡροσκοπίου τοῦ μεγέθους τῆς ἡμέρας, πόσων ὡρῶν ἰσημερινῶν αἱ ἀπολαμβανόμεναι τοῦ ὁρίζοντος περιφέρειαι μεταξὺ τοῦ τε ἰσημερινοῦ καὶ τοῦ ἀνατέλλοντος τουτέστιν ἐφʼ οὗ ἐστιν ὁ ἥλιος τότε τμήματος τοῦ ζῳδιακοῦ δίδονται.

Καὶ πρότερον ὡς ἐπὶ τῶν μεγίστων ἢ ἐλαχίστων ἡμερῶν, τουτέστιν ὁποτέρου τῶν τροπικῶν ἀνατέλλοντος, καὶ διὰ τὸ χρήσιμον καὶ αὔταρκες, ἐπιλογίζεται μόνας τὰς κατὰ τὰς ἀρχὰς τῶν δωδεκατημορίων γινομένας.

`614`

Χρήσιμος δʼ ἐστὶν ἡ τοιαύτη ἀπόδειξις καὶ πρὸς τὰς προσνεύσεις τῶν τῆς σελήνης ἐκλείψεων — πρόσνευσις δέ ἐστιν ἡ πρός τι μέρος τοῦ ὁρίζοντος τοῦ τὸ πρῶτον ἢ τὸ ἔσχατον ἐπισκοτουμένου τῶν φώτων μέρους νεῦσις ἐπὶ τὸν ὁρίζοντα —, ἔτι γε μὴν καὶ πρὸς τὰς φάσεις τῶν ἀστέρων. Βουλόμενος οὖν τὴν τοιαύτην ἀπόδειξιν ἐπὶ πασῶν τῶν οἰκήσεων ἤτοι τῶν διʼ αὐτῶν παραλλήλων ποιήσασθαι, χρῆται πάλιν ὑποδείγματος ἕνεκεν τῷ διὰ τοῦ κατὰ κορυφὴν τῆς Ῥόδου γραφομένῳ παραλλήλῳ τῷ ἰσημερινῷ ἔνθα ἡ μὲν μεγίστη ἡμέρα κατείληπται ὡρῶν ἰσημερινῶν ιδ 𐅵 καὶ τὸ ἔξαρμα τοῦ πόλου ἐκ τοῦ ὀργάνου τοῦ ἐν τῷ πρώτῳ βιβλίῳ διὰ τῶν κρίκων ἢ καὶ τῆς πλινθίδος μοιρῶν λϛ.

`615`

Εἴληφεν δὲ ἐν τῷ ὑποδείγματι τοῦτο τὸ κλίμα, διὰ τὸ ἔξαρμα εἰς ὅλας μοίρας ἀπαρτίζον, εὐεπιλόγιστον εἶναι, καὶ διὰ τὸ πολλὰς τηρήσεις ἐν τούτῳ τῷ κλίματι παρὰ τοῦ Ἱππάρχου γεγενῆσθαι, καὶ ἔτι διὰ τὸ μέσον αὐτὸ εἶναι τῶν ζ κλιμάτων. καί φησιν ὅτι «ὑποκείσθω δὴ καθόλου τῶν ὑποδειγμάτων ἕνεκεν ὁ γραφόμενος παράλληλος τῷ ἰσημερινῷ «ὅπου τὸ μὲν ἔξαρμα τοῦ πόλου μοιρῶν ἐστιν λϛ, ἡ δὲ μεγίστη ἡμέρα «ὡρῶν ἰσημερινῶν ιδ 𐅵ʹ. καὶ ἔστω μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ «ὁρίζοντος δὲ τὸ ἀνατολικὸν ἡμικύκλιον τὸ ΒΕΔ, ἰσημερινοῦ δὲ τὸ ΑΕΓ» καὶ τὸ μὲν ΒΑΔ ὑπὲρ γῆς, τὸ δὲ ΒΓΔ ὑπὸ γῆν. «καὶ «εἰλήφθω ὁ νότιος πόλος τοῦ ἰσημερινοῦ ὁ Ζ.» φανερὸν γὰρ ὅτι ὑπὸ γῆν ἐστιν, καὶ ὁ κατὰ διάμετρον αὐτοῦ ὑπὲρ γῆς τυγχάνει, διὰ τὸ τὴν καθʼ ἡμᾶς οἰκουμένην βορειοτέραν εἶναι.

«Ὑποκείσθω δὲ τοῦ διὰ μέσων τῶν ζῳδίων τὸ χειμερινὸν τροπικὸν «σημεῖον ἀνατέλλειν», τουτέστιν τὴν ἀρχὴν τοῦ Αἰγόκερω «διὰ τοῦ Η «σημείου τοῦ ὁρίζοντος. καὶ γεγράφθω διὰ τῶν Ζ, Η μεγίστου κύκλου «τεταρτημόριον τὸ ΖΗΘ.» δῆλον γὰρ ὅτι τεταρτημορίου ἐστίν, διὰ τὸ τὸν Ζ πόλον εἶναι τοῦ ΑΕΓ ἰσημερινοῦ.

Καὶ δέον ἔστω, δοθέντος τοῦ τῆς μεγίστης ἡμέρας μεγέθους, τὴν ἀπολαμβανομένην μεταξὺ τοῦ τε ἰσημερινοῦ καὶ τοῦ ἀνατέλλοντος σημείου τοῦ ζῳδιακοῦ τοῦ ὁρίζοντος περιφέρειαν, τουτέστιν τὴν ΕΗ εὑρεῖν.

«Ἐπεὶ οὖν ἡ τῆς σφαίρας στροφὴ περὶ τοὺς τοῦ ἰσημερινοῦ πόλους «ἀποτελεῖται, φανερὸν ὅτι ἐν τῷ αὐτῷ χρόνῳ, τό τε Η σημεῖον καὶ τὸ «Θ κατὰ τὸν ΑΒ μεσημβρινὸν παρέσται.»

Ἐὰν γὰρ διὰ τοῦ Η σημείου παράλληλον τῷ ἰσημερινῷ γράψωμεν ὡς τὸν ΚΗΛ, ὁμοία ἔσται ἥ τε ΘΑ τῇ ΗΚ καὶ ἡ ΗΛ τῇ ΘΓ, διὰ τὸ παραλλήλων αὐτὰς εἶναι περιφερείας μεταξὺ μεγίστων καὶ διὰ τῶν πόλων αὐτῶν τὰς ΖΚΑ, ΖΗΘ, ΖΛΓ, τὰς δὲ ὁμοίας περιφερείας ἐν ἴσῳ χρόνῳ διεξέρχονται τὰ σημεῖα.

`616`

Ὥστε ἐν ᾧ τὸ Η ἐπὶ τὸ Κ, τουτέστιν ἐπὶ τὸν μεσημβρινὸν παραγίνεται, ἐν τοσούτῳ καὶ τὸ Θ ἐπὶ τὸ Α, τουτέστιν πάλιν ἐπὶ τὸν μεσημβρινόν. καὶ ἔτι ἐν ᾧ τὸ Λ ἐπὶ τὸ Η, ἐν τοσούτῳ καὶ τὸ Γ ἐπὶ τὸ Θ. ἢ καὶ ὡς ἐν τῷ Περὶ κινουμένης σφαίρας, ἐν μιᾷ περιφορᾷ τῆς σφαίρας ὁ διὰ τῶν πόλων ὁ ΖΗΘ δὶς ἔσται ὀρθὸς πρὸς τὸν ὁρίζοντα, δηλαδὴ ἐφαρμόζει τῷ μεσημβρινῷ. καὶ ἔσται τὰ Η, Θ σημεῖα ἅμα ἐπὶ τοῦ μεσημβρινοῦ, ἐφʼ ὃ μᾶλλον καὶ τὴν ἔμφασιν φέρει τὸ ῥητὸν λέγον· «ἐπεὶ τοίνυν ἡ τῆς σφαίρας «στροφὴ περὶ τοὺς τοῦ ἰσημερινοῦ πόλους ἀποτελεῖται ...» καὶ τὰ ἑξῆς.

Ἀλλʼ ἐν ᾧ τὸ Η ἐπὶ τὸ Κ, ὁ ἀπὸ ἀνατολῆς ἐπὶ τὴν ὑπὲρ γῆς μεσουράνησιν χρόνος ἐστὶν τοῦ Η. ἐν ᾧ δὲ τὸ Λ ἐπὶ τὸ Η, ὁ ἀπὸ τῆς ὑπὸ γῆν μεσουρανήσεως ἐπὶ τὴν ἀνατολὴν χρόνος ἐστίν. καὶ ἡ μὲν ΘΑ ἄρα τοῦ ἰσημερινοῦ περιφέρεια περιέχει τὸν ἀπὸ ἀνατολῆς ἐπὶ τὴν ὑπὲρ γῆς μεσουράνησιν χρόνον. ἡ δὲ ΓΘ τὸν ἀπὸ τῆς ὑπὸ γῆν μεσουρανήσεως ἐπὶ τὴν ἀνατολήν.

Ἀκόλουθον ἂν εἴη διὰ ταῦτα καὶ τὸν μὲν τῆς ἡμέρας χρόνον εἶναι τὸν διπλασίονα τοῦ ὑπὸ τῆς ΘΑ περιεχομένου, τὸν δὴ τῆς νυκτὸς τὸν διπλασίονα τοῦ ὑπὸ τῆς ΓΘ, ἐπειδήπερ τὰ τῶν παραλλήλων τῷ ἰσημερινῷ τμήματα ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ὑπὸ τοῦ ὁρίζοντος χωριζόμενα διχοτομοῦνται ὑπὸ τοῦ μεσημβρινοῦ. καὶ γίνεται ὁ ἀπὸ ἀνατολῆς ἐπὶ μεσημβρίαν ἤτοι μεσουράνησιν χρόνος ἴσος τῷ ἀπὸ μεσημβρίας ἢ μεσουρανήσεως ἐπὶ δύσιν· καὶ πάλιν ὁ ἀπὸ δύσεως ἐπὶ τὴν ὑπὸ γῆν μεσουράνησιν ἴσος τῷ ἀπὸ τῆς ὑπὸ γῆν μεσουρανήσεως ἐπὶ τὴν ἀνατολήν.

Καὶ ἐπεὶ ἡ μεγίστη ἡμέρα ἐν τῷ ὑποκειμένῳ κλίματι ὡρῶν ἐστιν ἰσημερινῶν ιδ 𐅵ʹ, εἴη ἂν ἡ ἐλαχίστη ἴση οὖσα τῇ ἐναλλὰξ νυκτὶ τῆς μεγίστης ἡμέρας ὡρῶν θ 𐅵ʹ, διὰ τὸ καὶ συναμφότερον τὸ νυχθήμερον τὰς κδ ὥρας ἰσημερινὰς τῶν τξ χρόνων τοῦ ἰσημερινοῦ ἔγγιστα περιέχειν.

`617`

Ὥστε καὶ ἡ ΘΑ τὸν χρόνον περιέχουσα τοῦ ἡμίσεος τῆς ἐλαχίστης ἡμέρας ὡρῶν ἔσται δ 𐅵ʹ δʹ, ἡ δὲ ΑΕ τὸν χρόνον περιέχουσα τοῦ ἡμίσεος τῆς ἰσημερινῆς ἡμέρας ἔσται ὡρῶν ἰσημερινῶν ϛ. καὶ λοιπὴ ἄρα ἡ ΘΕ περιφέρεια διαφορὰ οὖσα τῆς ἡμισείας τῆς ἐλαχίστης ἡμέρας παρὰ τὴν ἰσημερινὴν ὥρας μὲν ἔσται α δʹ, χρόνων δὲ δηλονότι ιη με, ἐπειδήπερ ἡ ἰσημερινὴ ὥρα χρόνων ἐστὶν ιε· λοιπὴ δὲ ἡ ΘΑ χρόνων ρα ιε, ἐπεὶ καὶ ὅλη ἡ ΕΑ τεταρτημορίου τυγχάνουσα μοιρῶν ἐστιν ϙ.

Ὅτι δὲ ἡ ἴση τῇ ΕΘ περιφερείᾳ ἡμίσειά ἐστιν καὶ τῆς διαφορᾶς τῆς μεγίστης ἡμέρας παρὰ τὴν ἰσημερινήν, ὡς αὐτός φησιν, ἡμίσειαν αὐτὴν εἶναι τῆς μεγίστης ἢ ἐλαχίστης ἡμέρας παρὰ τὴν ἰσημερινήν, οὕτω δεικτέον.

Ἐὰν γὰρ ὑποθέμενοι καὶ τὸ Μ σημεῖον καθʼ οὗ ἀνατέλλει τὸ θερινὸν τροπικὸν λάβωμεν τὸν βόρειον πόλον κατὰ τὸ Ν, καὶ διʼ αὐτοῦ καὶ τοῦ Μ γράψωμεν τεταρτημόριον τὸ ΝΜΞ, καὶ διὰ τοῦ Μ παράλληλον τῷ ἰσημερινῷ ὡς τὸν ΜΟ, δῆλον ὡς ὅτι ἐπὶ τοῦ ΜΟ θερινοῦ τροπικοῦ ὁ ἥλιος ἐνεχθήσεται ἐν τῇ μεγίστῃ ἡμέρᾳ. καὶ ἐν ᾧ τὸ Μ ἐπὶ τὸ Ο ἐν τοσούτῳ καὶ τὸ Ξ ἐπὶ τὸ Α.

Ἀλλʼ ἐν ᾧ τὸ Μ ἐπὶ τὸ Ο ὁ ἀπὸ ἀνατολῆς ἐπὶ μεσημβρίαν χρόνος ἐστὶν τῆς μεγίστης ἡμέρας. ὥστε καὶ ἡ ΞΑ τὸν χρόνον περιέχει τοῦ ἡμίσους τῆς μεγίστης ἡμέρας. ἀλλὰ καὶ ἡ ΕΑ τῆς ἰσημερινῆς· ἡ ἄρα ΞΕ διαφορά ἐστιν τῆς ἡμισείας τῆς μεγίστης ἡμέρας παρὰ τὴν ἡμίσειαν τῆς ἰσημερινῆς, ἡμίσεια δὲ δηλονότι τῆς διαφορᾶς τῆς ὅλης ἡμέρας πρὸς τὴν ὅλην.

Λέγω οὖν ὅτι ἴση ἐστὶν ἡ ΞΕ τῇ ΕΘ.

`618`

Ἐπεὶ γὰρ ἴσος ἐστὶν ὁ ΚΗ τροπικὸς τῷ ΜΟ, καὶ τῶν ἐναλλὰξ ἄρα αἱ ἡμίσειαι, ἴση ἄρα ἡ ΜΟ τῇ ΗΛ καὶ ὁμοία. ἀλλʼ ἡ μὲν ΜΟ τῇ ΑΞ ἐστὶν ὁμοία, ἡ δὲ ΗΛ τῇ ΘΓ· καὶ ἡ ΑΞ ἄρα τῇ ΘΓ ἐστὶν ὁμοία, καί εἰσιν τοῦ αὐτοῦ κύκλου· ἴση ἄρα ἡ ΑΞ τῇ ΘΓ. καὶ κοινῆς ἀφαιρεθείσης τῆς ΘΞ λοιπὴ ἄρα ἡ ΑΘ λοιπῇ τῇ ΓΞ ἐστιν ἴση. ἔστιν δὲ καὶ ὅλη ἡ ΑΕ ὅλῃ τῇ ΕΓ ἴση. καὶ λοιπὴ ἄρα ἡ ΘΕ λοιπῇ τῇ ΕΞ ἐστὶν ἴση, ὅπερ ἔδει δεῖξαι.

Δειχθείσης οὖν τῆς ΕΘ ἐπὶ τοῦ ὑποκειμένου κλίματος ὥρας α δʹ, χρόνων δὲ δηλονότι ιη με, καὶ λοιπῆς τῆς ΘΑ χρόνων οα ιε, προσχρῆται εἰς τὴν κατάλημψιν τῆς ΕΗ περιφερείας τοῦ ὁρίζοντος τῷ δειχθέντι σφαιρικῷ θεωρήματι ἐν τῷ πρώτῳ βιβλίῳ ἐπὶ τῆς κατὰ σύνθεσιν τῶν λόγων ἀνάπαλιν λήμψεως, καί φησιν·

`619`

«Ἐπεὶ οὖν κατὰ τὰ αὐτὰ τοῖς ἔμπροσθεν ἀποδεδειγμένοις εἰς δύο μεγίστων κύκλων περιφερείας τὰς ΑΕ καὶ ΑΖ δύο γεγραμμέναι εἰσὶν αἱ «ΖΘ καὶ ΒΕ τέμνουσαι ἀλλήλας κατὰ τὸ Η, ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΑ «πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ «τὴν διπλῆν τῆς ΘΖ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΗ καὶ τοῦ τῆς ὑπὸ «τὴν διπλῆν τῆς ΗΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ. ἀλλʼ ἡ μὲν τῆς «ΘΑ περιφερείας διπλῆ μοιρῶν ἐστιν ρμβ λ» — αὕτη γὰρ κατείληπτο οα ιε — «καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ριγ λζ νδ, ἡ δὲ τῆς ΑΕ περιφερείας διπλῆ μοιρῶν ρπ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ρκ. καὶ «πάλιν ἡ μὲν τῆς ΘΖ διπλῆ μοιρῶν ρπ,» ἐπεὶ καὶ αὐτὴ ἡ ΘΖ ἐκ πόλου οὖσα ἐπὶ τὸν ἰσημερινὸν τῶν τοῦ τεταρτημορίου ἐστὶν μοιρῶν ϙ, ἡ δὲ ὑπὸ τὰς ρπ μοίρας εὐθεῖα τμημάτων ρκ, «ἡ δὲ τῆς ΖΗ διπλῆ μοιρῶν ρλβ ιζ κ,» διὰ τὸ καὶ τὴν ΘΗ περιφέρειαν μοιρῶν τυγχάνειν κγ να κ τῆς μεγίστης λοξώσεως ἐπεὶ καὶ τὸ Η σημεῖον ὑποκεῖται χειμερινὸν τροπικόν, τὴν δὲ διπλῆν αὐτῆς μοιρῶν μζ μβ μ, εἶναι δὲ καὶ τὴν διπλῆν τῆς ΘΖ μοιρῶν ρπ, καὶ λοιπὴν καταλείπεσθαι τὴν διπλῆν τῆς ΖΗ τῶν εἰρημένων μοιρῶν ρλβ ιζ κ, τὴν δὲ ὑπʼ αὐτὴν εὐθεῖαν τμημάτων ρθ μδ νγ.

«Ἐὰν ἄρα ἀπὸ τοῦ λόγου τῶν ριγ λζ νδ πρὸς τὰ ρκ, ἀφέλωμεν τὸν «τῶν ρκ πρὸς τὰ ρθ μδ νγ, καταλειφθήσεται ἡμῖν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ λόγος, ὁ τῶν ργ νε κϛ «πρὸς τὰ ρκ.»

«Καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΒΕ περιφερείας τμημάτων ρκ· καὶ «ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΒΗ περιφερείας εὐθεῖα τμημάτων ἔσται «ργ νε κϛ,» ἡ δὲ ἐπʼ αὐτῆς περιφέρεια τουτέστιν «ἡ διπλῆ τῆς ΗΒ περιφερείας μοιρῶν ρκ, αὐτὴ δὲ ἡ ΒΗ μοιρῶν ξ.

«Καὶ λοιπὴ ἄρα ἡ ΗΕ» ἐπιζητουμένη τοῦ ὁρίζοντος περιφέρεια μεταξὺ τοῦ τε ἰσημερινοῦ καὶ τοῦ χειμερινοῦ τροπικοῦ ἐπὶ τῆς ὑποκειμένης οἰκήσεως ἔσται «μοιρῶν λ οἵων ὁ ὁρίζων τξ, ὅπερ ἔδει δεῖξαι.»

Γίνεται δὲ ἡ ἀφαίρεσις καὶ ἡ κατάλειψις τοῦ λόγου οὕτως·

Πολλαπλασιάζομεν τὸν ρθ μδ νγ ἐπὶ τὸν ριγ λζ νδ, ὃν τρόπον ὑπεδείξαμεν ἐν τοῖς εἰς τὸ πρῶτον βιβλίον· καὶ τὸν συναγόμενον μερίζοντες παρὰ τὸν ρκ εὑρίσκομεν τὸν ργ νε κϛ, καὶ ἔσται γεγονὼς ὡς ριγ λζ νδ πρὸς ρκ οὕτως ργ νε κϛ πρὸς ρθ μδ νγ.

`620`

Καὶ μέσου τούτων λαμβανομένου τοῦ ρκ, ἐὰν ἀπὸ τοῦ τῶν ριγ λζ νδ πρὸς τὰ ρκ λόγου τουτέστιν τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ, τουτέστιν τοῦ τῶν ργ νε κϛ πρὸς τὰ ρθ μδ νγ — τὸν γὰρ αὐτὸν αὐτῷ τοῦτον ἐπορισάμεθα — ἀφέλωμεν τὸν τῶν ρκ πρὸς τὰ ρθ μδ νγ, τουτέστιν τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΖ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΗ, καταλειφθήσεται ὁ λόγος ὁ τῶν ργ νε κϛ πρὸς τὰ ρκ, τουτέστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ. καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΒΕ τμημάτων ρκ. καὶ ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΗΒ περιφερείας εὐθεῖα τμημάτων ἔσται ργ νε κϛ.

  
ριγ λζ νδ ργ νε κϛ ρκ ρθ μδ νγ  

Ἀποδείξας ἐπὶ τοῦ διὰ Ῥόδου παραλλήλου ἔνθα ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν ιδ 𐅵ʹ τὸ προτεθὲν αὐτῷ θεώρημα, τουτέστιν ὃν τρόπον ἐπὶ πασῶν τῶν οἰκήσεων ἤτοι τῶν διὰ τῶν κατὰ κορυφὴν αὐτῷ παραλλήλων τῷ ἰσημερινῷ, δοθέντος τοῦ τῆς μεγίστης ἡμέρας μεγέθους, ἡ ἀπολαμβανομένη τοῦ ὁρίζοντος περιφέρεια μεταξὺ τοῦ τε ἰσημερινοῦ καὶ τοῦ ἀνατέλλοντος τμήματος τοῦ διὰ μέσων τῶν ζῳδίων — λέγω δὴ τοῦ τροπικοῦ — λαμβάνεται, ἔρχεται ἐπὶ τὸ προκείμενον κεφάλαιον.

`621`

Ἔστιν δὲ τοιοῦτον, «πῶς δοθέντος τοῦ τῆς μεγίστης ἡμέρας μεγέθους «καὶ τὸ ἔξαρμα τοῦ πόλου δίδοται», τουτέστιν ἡ τῶν πόλων ἀπὸ τοῦ ὁρίζοντος ἀπόστασις ἐπὶ τὸν μεσημβρινόν, ἥτις ἴση ἐστὶν τῇ ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν ἰσημερινὸν ἀποστάσει, ἣν καὶ πλάτος ἐλέγομεν εἶναι τῆς οἰκήσεως.

Χρῆται οὖν τῇ ἀποδείξει ἐπὶ τῆς αὐτῆς καταγραφῆς, καί φησιν· «προκείσθω δὴ πάλιν τούτου δεδομένου» τουτέστιν τῆς εἰρημένης τοῦ ὁρίζοντος περιφερείας «καὶ τὸ ἔξαρμα τοῦ πόλου λαβεῖν, λέγω δὴ τὴν ΒΖ «περιφέρειαν»· ταύτην γὰρ ἀφέστηκεν ὁ Ζ πόλος τοῦ ἰσημερινοῦ ἀπὸ τοῦ Β, ὅ ἐστιν ἐπὶ τοῦ ὁρίζοντος καὶ ἐπὶ τοῦ ΑΒΓΔ μεσημβρινοῦ.

Κέχρηται δὲ καὶ ἐνταῦθα τῇ κατὰ διαίρεσιν τῶν λόγων λήμψει ἐπὶ τοῦ αὐτοῦ σφαιρικοῦ θεωρήματος τοῦ ἐν τῷ πρώτῳ βιβλίῳ δειχθέντος οὕτως· διὰ γὰρ πάλιν τὴν ἐπάνω εἰρημένην καταγραφὴν «ὁ τῆς ὑπὸ τὴν «διπλῆν τῆς ΕΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΑ λόγος» συνῆπται «ἔκ «τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΒ «καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΒΖ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΑ.»

Καὶ ἵνα μὴ ταυτολογῶμεν, ἀρκούντως τὴν περὶ τούτων διδασκαλίαν ποιησάμενοι προχειρότερον τὰ ἑξῆς δηλώσομεν. ἐπεὶ οὖν δέδοται ΕΘ περιφέρεια, δέδοται καὶ ἡ διπλῆ αὐτῆς, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα, ὁμοίως καὶ ἡ ὑπὸ τὴν διπλῆν τῆς ΘΑ περιφερείας λειπούσης εἰς τὸ τεταρτημόριον· δίδοται καὶ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΗ τοῦ ὁρίζοντος περιφερείας, ἐπεὶ καὶ αὐτὴ ἡ ΕΗ δίδοται· καὶ πάλιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΗΒ, λειπούσης καὶ αὐτῆς εἰς τὸ τεταρτημόριον.

`622`

«Καὶ ἐὰν ἄρα ἀπὸ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΘ τουτέστιν τῶν «λη λδ κβ πρὸς τὰ ριγ λζ νδ λόγου», τουτέστιν τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΑ «ἀφέλωμεν τὸν τῶν ξ «πρὸς τὰ ργ νε κγ», τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΒ, «καταλειφθήσεται ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΒΖ πρὸς «τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΑ, ὁ τῶν ο λγ ἔγγιστα πρὸς τὰ ρκ.»

Γέγονεν δὲ αὐτῷ ἡ ἀφαίρεσις τοῦ λόγου καὶ ἡ κατάλειψις τὸν τρόπον τοῦτον·

Πολλαπλασιάσας γὰρ τὰ ργ νε κγ ἐπὶ τὰ λη λδ κβ, καὶ τὰ γενόμενα μερίσας παρὰ τὸν ριγ λζ νδ, τὰ εὑρεθέντα ἐκ τοῦ μερισμοῦ λε ιϛ λη ἔσχεν τὸν τέταρτον ἀνάλογον, καὶ γέγονεν ὡς λη λδ κβ πρὸς ριγ λζ νδ οὕτως λε ιϛ λη πρὸς ργ νε κγ.

`623`

Καὶ μέσου τούτων λαμβανομένου τοῦ ξ, ὁ τῶν λε ιϛ λη πρὸς τὰ ργ νε κγ λόγος συνῆπται ἔκ τε τοῦ τῶν λε ιϛ λη πρὸς τὰ ξ καὶ τοῦ τῶν ξ πρὸς τὰ ργ νε κγ. ἐὰν ἄρα ἀπὸ τοῦ λόγου τῶν λε ιϛ λη πρὸς τὰ ργ νε κγ, τουτέστιν τοῦ τῶν λη λδ κβ πρὸς τὰ ριγ λζ να — ὁ γὰρ αὐτὸς τούτῳ πεπόρισται — ἀφέλωμεν τὸν τῶν ξ πρὸς τὰ ργ νε κγ, καταλειφθήσεται ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΒΖ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΑ, ὁ τῶν λε ιϛ λη πρὸς τὰ ξ. καὶ εἰ μὲν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΑΖ τμημάτων ἦν ξ αὐτόθεν εἴχομεν καὶ τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΒ τμημάτων λε ιϛ λη. ἐπεὶ οὖν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΑΖ ἐστὶν ρκ, ποιοῦμεν ὡς ξ πρὸς λε ιϛ λη οὕτως ρκ πρὸς ο λγ ἔγγιστα, πολλαπλασιάσαντες τὸν ρκ ἐπὶ τὸν λε ιϛ λη, καὶ μερίσαντες παρὰ τὸν ξ καὶ ἐκ τοῦ μερισμοῦ εὑρίσκοντες τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΒ περιφερείας ο λγ καὶ λαμβάνοντες τὴν ἐπʼ αὐτῆς περιφέρειαν μοιρῶν τυγχάνουσαν οβ ἔγγιστα, καὶ ταύτης τὴν ἡμίσειαν, ἕξομεν τὴν ΖΒ ἐπιζητουμένην τοῦ ἐξάρματος περιφέρειαν μοιρῶν λϛ.

  
λη λδ κβ ριγ λζ νδ λε ιϛ λη ξ ργ νε κγ ο λγ ρκ.  

Ἔστω δὴ καθὼς ἐν τῷ κεφαλαίῳ ἐπηγγείλατο καὶ τὸ ἀνάπαλιν δεῖξαι τουτέστιν πῶς ἂν δοθέντος τοῦ ἐξάρματος ἐκ παρατηρήσεως ἤτοι διὰ τῶν κρίκων ἢ τῆς πλινθίδος, καὶ ἡ διαφορὰ τῆς μεγίστης ἢ ἐλαχίστης ἡμέρας παρὰ τὴν ἰσημερινὴν δίδοται τουτέστιν ἡ διπλῆ τῆς ΕΘ περιφερείας· αὕτη γὰρ ἡ ΕΘ ἐδείχθη διαφορὰ οὖσα τῆς ἡμισείας τῆς ἐλαχίστης ἢ μεγίστης ἡμέρας πρὸς τὴν ἡμίσειαν τῆς ἰσημερινῆς, ἐπεὶ καὶ ἡ ΕΑ τοῦ ἰσημερινοῦ ἀπὸ τοῦ ὁρίζοντός ἐστιν ἐπὶ τὸν μεσημβρινόν, τουτέστιν ἀπὸ ἀνατολῆς ἕως ὥρας ἕκτης.

Χρῆται οὖν τῇ ἀποδείξει πάλιν ἐπὶ τῆς αὐτῆς καταγραφῆς, προσχρώμενος τῇ κατὰ διαίρεσιν τοῦ λόγου λήμψει.

Καὶ ἔστιν σαφῆ τὰ ἐπὶ τῶν γραμμῶν καὶ ἐπὶ τῶν μεγεθῶν λεγόμενα.

`624`

Φησὶ δὲ πάλιν ἐπὶ τῆς ἀφαιρέσεως καὶ τῆς καταλείψεως τοῦ λόγου, ὅτι «ἐὰν ἀπὸ τοῦ τῶν ο λβ γ πρὸς τὰ ϙζ δ νϛ λόγου» τουτέστιν τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΑ «ἀφέλωμεν τὸν «τῶν ρθ μδ νγ πρὸς τὰ μη λα νε», τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΘ, «καταλειφθήσεται ἡμῖν ὁ τῆς ὑπὸ «τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ λόγος, ὁ τῶν «λα ια κϛ πρὸς τὰ ϙζ δ νϛ« ᾧ λόγῳ ὁ αὐτός ἐστιν ὁ τῶν λη λδ πρὸς τὰ ρκ. καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΑ τμημάτων ρκ. καὶ ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΕΘ ἔσται λη λδ.

Γέγονεν δὲ ἡμῖν ἡ εὕρεσις οὕτως· πολλαπλασιάσαντες γὰρ πάλιν τὰ μη λα νε ἐπὶ τὰ ο λβ γ, καὶ τὰ γενόμενα μερίσαντες παρὰ τὸν ρθ μδ νγ, εὕρομεν λα ια κϛ, καὶ γέγονεν ὡς ρθ μδ νγ πρὸς μη λα νε οὕτως ο λβ γ πρὸς λα ια κϛ. καὶ ἐὰν ἀπὸ τοῦ τῶν ο λβ γ πρὸς τὰ ϙζ δ νϛ λόγου ἀφέλωμεν τὸν τῶν ο λβ γ πρὸς τὰ λα ια κϛ τὸν αὐτὸν ὄντα τῷ τῶν ρθ μδ νγ πρὸς μη λα νε, καταλειφθήσεται ὁ τῶν λα ια κϛ πρὸς τὰ ϙζδ νϛ.

Καὶ ἵνα τοῦτον τὸν λόγον πάλιν εἰς τὸν ρκ μεταγάγωμεν, πολλαπλασιάσαντες τὸν ρκ ἐπὶ τὸν λα ια κϛ, καὶ τὰ γενόμενα μερίσαντες παρὰ τὰ ϙζ δ νϛ, εὕρομεν ἐκ τοῦ μερισμοῦ τὸν λη λδ, καὶ γέγονεν ὡς λα ια κϛ πρὸς τὰ ϙζ δ νϛ, οὕτως λη λδ πρὸς ρκ.

Δεδομένης οὖν τοῦτον τὸν τρόπον τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΘ περιφερείας εὐθείας τμημάτων λη λδ, ἕξομεν δεδομένην καὶ τὴν ἐπʼ αὐτῆς περιφέρειαν τουτέστιν τὴν διπλῆν τῆς ΕΘ, μοιρῶν λζ λ ἔγγιστα, ὡρῶν δὲ ἰσημερινῶν δηλονότι β 𐅵ʹ, διὰ τὸ τὴν ἰσημερινὴν ὥραν χρόνων εἶναι ιε. ὅπερ προέκειτο δεῖξαι.

Πάλιν, τοῦ ἐξάρματος δοθέντος, δέον ἔστω εὑρεῖν τὴν εἰρημένην τοῦ ὁρίζοντος περιφέρειαν μεταξὺ τοῦ τε ἰσημερινοῦ καὶ τοῦ ἀνατέλλοντος σημείου τοῦ διὰ μέσων τῶν ζῳδίων, ὡς τὴν ΕΗ.

`625`

Χρῆται δὲ πάλιν πρὸς τὴν τοιαύτην ἀπόδειξιν τῇ αὐτῇ καταγραφῇ ὑποθέμενος ὁμοίως ἀνατέλλειν τὸ χειμερινὸν τροπικὸν διὰ τοῦ Η σημείου, καί φησιν· πάλιν διὰ τὴν καταγραφὴν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΗ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΒ.

Καὶ ἐπεὶ δέδοται ἡ ΖΑ τεταρτημορίου, δέδοται καὶ ἡ ΒΑ, ἐπεὶ καὶ ἡ ΖΒ τοῦ ἐξάρματος, δέδονται ἄρα καὶ αἱ διπλαῖ αὐτῶν καὶ αἱ ὑπʼ αὐτὰς εὐθεῖαι, ὥστε δέδοται ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ λόγος. πάλιν, ἐπεὶ δέδοται ἡ ΖΘ τεταρτημορίου, δέδοται δὲ καὶ ἡ ΘΗ τῆς λοξώσεως, δέδονται ἄρα καὶ αἱ διπλαῖ αὐτῶν, καὶ αἱ ὑπʼ αὐτὰς εὐθεῖαι, ὥστε δέδοται καὶ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΘ λόγος. ἐὰν οὖν πάλιν ἀπὸ τοῦ λόγου τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ ἀφέλωμεν τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΗ, καταλειφθήσεται λόγος ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΒ, ὁ τῶν ξ πρὸς τὰ ρκ.

Καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΒ τμημάτων ρκ· καὶ ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΗΕ τῶν αὐτῶν ἔσται ξ.

Ὥστε καὶ ἡ ἐπʼ αὐτῆς περιφέρεια τουτέστιν ἡ διπλῆ τῆς ΗΕ μοιρῶν ἔσται ξ αὐτὴ δὲ ἡ ΗΕ μοιρῶν λ, ὅπερ ἔδει δεῖξαι.

`626`

«Φανερὸν δὲ ὅτι κἂν μὴ τὸ χειμερινὸν τροπικὸν σημεῖον ὑποθώμεθα «ἀνατέλλειν, τῶν ἄλλων δέ τι τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου τμημάτων, κατὰ τὰ αὐτὰ πάλιν ἑκατέρα τῶν ΕΘ καὶ ΕΗ περιφερειῶν δοθήσεται.»

Ἐπεὶ ὑποθέμενος τὸ χειμερινὸν τροπικὸν σημεῖον ἀνατέλλειν, λαμβάνων τὸ ἔξαρμα δεδομένον ἤτοι ἐκ τῆς διὰ τῶν κρίκων ἢ τῆς πλινθίδος παρατηρήσεως, ἀπεδείκνυεν τὴν ΕΘ περιφέρειαν τοῦ ἰσημερινοῦ ἡμίσειαν οὖσαν τῆς διαφορᾶς τῆς μεγίστης ἢ ἐλαχίστης ἡμέρας παρὰ τὴν ἰσημερινὴν καὶ ἔτι τὴν ΕΗ περιφέρειαν τοῦ ὁρίζοντος τὴν ἀπολαμβανομένην μεταξὺ τοῦ τε ἰσημερινοῦ καὶ τοῦ τροπικοῦ, φησὶν ὅτι «κἂν μὴ τὸ «χειμερινὸν τροπικὸν σημεῖον ὑποθώμεθα» ἀνατέλλειν, ἄλλο δέ τι τμῆμα τοῦ διὰ μέσων τῶν ζῳδίων «δοθήσεται πάλιν ἑκατέρα τῶν ΕΘ καὶ «ΕΗ περιφερειῶν, προεκτεθειμένου οὖν ἡμῖν τοῦ τῆς λοξώσεως κανονίου.»

Εὑρήσομεν γὰρ πάλιν τὰς τοιαύτας περιφερείας διὰ τὸ προεκτεθεῖσθαι ἡμῖν τὸ τῆς λοξώσεως κανόνιον.

Εἶτα διὰ τὸ πρόχειρον βουλόμενος διδάξαι ὅτι ἐὰν ἐπὶ ἑνὸς τεταρτημορίου ποιήσηται τὴν ἀπόδειξιν τῶν εἰρημένων περιφερειῶν δεδειχὼς ἂν εἴη καὶ τὰς ἐπὶ ὅλου τοῦ διὰ μέσων συνισταμένας φησὶν ὅτι «καὶ παρακολουθοῦντος μὲν αὐτόθεν τοῦ τὰ ὑπὸ τῶν αὐτῶν παραλλήλων γινόμενα «τμήματα τοῦ διὰ μέσων, τουτέστιν τὰ ἴσον ἀπέχοντα τοῦ αὐτοῦ τροπικοῦ σημείου, τὰς αὐτὰς καὶ ἐπὶ τὰ αὐτὰ μέρη τοῦ ἰσημερινοῦ ποιεῖν «τὰς τοῦ ὁρίζοντος τομάς, καὶ τὰ τῶν νυχθημέρων μεγέθη ἴσα ἑκάτερα «ἑκατέροις τῶν ὁμοίων.»

`627`

Ὅτι μὲν οὖν τὰ ὑπὸ τοῦ αὐτοῦ παραλλήλου γινόμενα τμήματα τοῦ διὰ μέσων τῶν ζῳδίων ἴσον ἀπέχουσιν τοῦ αὐτοῦ τροπικοῦ, δῆλον, ἐπειδήπερ καὶ ὁ παράλληλος τῷ τροπικῷ ἴσας ἀφαιρεῖ ἐφʼ ἑκάτερα τοῦ τροπικοῦ τὰς μεταξὺ αὐτῶν.

`628`

Ἔτι δὲ καὶ ἐὰν γράψωμεν τὸν ΑΒΓΔ ζῳδιακὸν καὶ ὑποθώμεθα τὸ Α τροπικὸν καὶ γράψωμεν τὸν ἐφαπτόμενον αὐτοῦ κύκλον ὡς τὸν ΕΑΖ, καὶ ἕτερον τούτῳ παράλληλον τέμνοντα τὸν ζῳδιακὸν ὡς τὸν ΒΔ, καὶ λαβόντες τὸν πόλον τῶν παραλλήλων τὸ Η σημεῖον γράψωμεν διʼ αὐτοῦ καὶ τοῦ Α μέγιστον κύκλον ὡς τὸν ΗΑΘΓ, ἥξει καὶ διὰ τῶν τοῦ ζῳδιακοῦ πόλων. καὶ ἐπεὶ δύο κύκλοι τέμνουσιν ἀλλήλους, ὅ τε ΑΒΓΔ ζῳδιακὸς καὶ ὁ ΒΔ παράλληλος, καὶ διὰ τῶν πόλων αὐτῶν γέγραπται ὁ ΗΑΘΓ, ὁ ΗΑΘΓ δίχα τέμνει τὰ ἀπειλεμμένα τμήματα τῶν κύκλων, ἴση ἄρα ἐστὶν ἡ ΑΒ τοῦ ζῳδιακοῦ περιφέρεια ἀπὸ τοῦ Α τροπικοῦ τῇ ΑΔ, ὅπερ ἔδει δεῖξαι.

Ὅτι δὲ τὰ εἰρημένα τοῦ ζῳδιακοῦ τμήματα καὶ «τὰς αὐτὰς καὶ ἐπὶ «τὰ αὐτὰ μέρη τοῦ ἰσημερινοῦ ποιεῖ τὰς τοῦ ὁρίζοντος τομάς,» ἐπεὶ καὶ ὁ παράλληλος κατὰ τῶν αὐτῶν καὶ ἐπὶ τὰ αὐτὰ μέρη τοῦ ἰσημερινοῦ τοῦ ὁρίζοντος σημείων τάς τε ἀνατολὰς καὶ τὰς δύσεις ποιεῖται, ὡς ἐδείχθη ἐν τῷ Περὶ κινουμένης σφαίρας.

`629`

Φανερὸν δὲ ὅτι «καὶ τὰ τῶν νυχθημέρων μεγέθη ἴσα ἔσται ἑκάτερα «ἑκατέροις τῶν ὁμοίων», οἷον ἡ μὲν ἡμέρα τῇ ἡμέρᾳ, ἡ δὲ νὺξ τῇ νυκτί, διὰ τὸ τὸ αὐτὸ τμῆμα τοῦ αὐτοῦ παραλλήλου ἐπὶ τῆς αὐτῆς ἐγκλίσεως πάντοτε ὑπὲρ γῆν ἀπολαμβάνεσθαι καὶ τὸ αὐτὸ ὑπὸ γῆν, καὶ κατὰ τοῦ αὐτοῦ παραλλήλου φέρεσθαι τὸν ἥλιον καθʼ ἑκάτερον τῶν εἰρημένων σημείων τυγχάνοντα. παρακολουθούντων οὖν τούτων ἐκ τῶν προαποδεδειγμένων, συναποδείκνυσιν ὅτι «καὶ τὰ ὑπὸ τῶν ἴσων παραλλήλων γινόμενα» τμήματα τοῦ διὰ μέσων τῶν ζῳδίων, «τουτέστιν τὰ ἴσον ἀπέχοντα τοῦ αὐτοῦ ἰσημερινοῦ σημείου» — δέδεικται γὰρ καὶ τοῦτο ἐν τῷ ιηʹ θεωρήματι τοῦ δευτέρου τῶν Σφαιρικῶν — «τὰς τοῦ ὁρίζοντος περιφερείας ἴσας ἐκατέρωθεν τοῦ ἰσημερινοῦ ποιεῖν, καὶ τῶν νυχθημέρων «ἐναλλὰξ ἴσα τὰ μεγέθη τῶν ἀνομοίων», τουτέστιν τὴν μὲν νύκτα τῇ ἡμέρᾳ, τὴν δὲ ἡμέραν τῇ νυκτί.

`630`

«Ἐὰν γὰρ ἐπὶ τῆς ἐκκειμένης καταγραφῆς ὑποθέμενοι καὶ τὸ Κ σημεῖον καθʼ ὃ τέμνει τὸ ΒΕΚΔ τοῦ ὁρίζοντος ἡμικύκλιον ὁ ἴσος καὶ παράλληλος τῷ διὰ τοῦ Η γραφομένῳ», καὶ γράψωμεν τὰ τῶν παραλλήλων τμήματα ὡς τὰ ΗΛ, ΚΜ, δηλονότι ἐναλλὰξ τυγχάνοντα, τουτέστιν τὸ μὲν ὑπὲρ γῆς ὡς τὸ ΗΛ τὸ δὲ ὑπὸ γῆν ὡς τὸ ΚΜ, ἴσα ἀλλήλοις ἔσται, εἶτα λαβόντες τὸν βόρειον πόλον ὑπὲρ γῆς τὸ Ν γράψωμεν διʼ αὐτοῦ καὶ τοῦ Κ μεγίστου κύκλου τεταρτημόριον τὸ ΝΚΞ — ἐκ τοῦ πόλου γάρ ἐστιν ἐπὶ τὸν ἰσημερινόν —, ἴσαι ἔσονται καὶ αἱ ΑΘ, ΞΓ, ἐπεὶ ἡ μὲν ΛΗ τῇ ΚΜ ἴση ἐστὶν καὶ ὁμοία· ἀλλʼ ἡ μὲν ΑΘ τῇ ΛΗ ἐστὶν ὁμοία, διὰ τὸ παραλλήλους αὐτὰς οὔσας μεταξὺ τυγχάνειν μεγίστων κύκλων τῶν ΖΒΑ, ΖΗΘ διὰ τῶν πόλων αὐτῶν γραφέντων. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΚΜ τῇ ΞΓ ἐστὶν ὁμοία, ὥστε καὶ ἡ ΑΘ τῇ ΞΓ ἐστὶν ὁμοία. καί εἰσιν τοῦ αὐτοῦ κύκλου. ἴση ἄρα ἐστὶν ἡ ΑΘ τῇ ΞΓ.

Ἔστιν δὲ καὶ ἡ ΑΕ τῇ ΕΓ ἴση, διὰ τὸ μεγίστους ὄντας τόν τε ΑΕΓ ἰσημερινὸν καὶ τὸν ΒΕΔ ὁρίζοντα τέμνειν ἀλλήλους εἰς ἡμικύκλια, τὸν δὲ ΑΒΓΔ μεσημβρινὸν διὰ τῶν πόλων αὐτῶν ὄντα τέμνειν δίχα τὰ ἀπειλημμένα αὐτῶν ἡμικύκλια, ὡς ἐν τοῖς Σφαιρικοῖς ἐδείχθη. ὥστε καὶ λοιπὴ ἡ ΘΕ λοιπῇ τῇ ΞΕ ἔσται ἴση.

Καὶ γίνεται δύο τρίπλευρα ἴσα καὶ ὅμοια τὰ ΕΗΘ, ΚΞΕ, τὰς δύο πλευρὰς τὰς ΕΘ, ΘΗ ταῖς δύο πλευραῖς ταῖς ΕΞ, ΞΚ ἴσας ἔχοντα, τὴν μὲν ΘΕ τῇ ΕΞ, τὴν δὲ ΘΗ τῇ ΚΞ· λοξώσεως γάρ εἰσιν τῶν ἴσων ἀπεχόντων τοῦ ἰσημερινοῦ.

Ἢ καὶ ὅτι ἐπεὶ ἴση ἐστὶν ἡ ΘΖ τῇ ΝΞ, ἐκ πόλου γὰρ ἐπὶ τὸν ἰσημερινόν, ὧν ἡ ΖΗ τῇ ΝΚ, ἐκ τῶν πόλων γὰρ τῶν ἴσων καὶ παραλλήλων, καὶ λοιπὴ ἄρα ἡ ΗΘ λοιπῇ τῇ ΚΞ ἐστὶν ἴση. ἀλλὰ καὶ γωνία ἡ ὑπὸ ΗΘΕ γωνίᾳ τῇ ὑπὸ ΕΞΚ ἴση, ὀρθαὶ γὰρ διὰ τὸ τοὺς ΖΗΘ, ΝΚΞ διὰ τῶν πόλων εἶναι τοῦ ΑΕΓ ἰσημερινοῦ, καὶ βάσιν τὴν ΗΕ βάσει τῇ ΕΚ γίγνεσθαι ἴσην.

Ἢ καὶ ὅτι οἱ ἴσοι καὶ παράλληλοι ἴσας ἀφαιροῦσιν μεγίστου τινὸς κύκλου πρὸς τὸν μέγιστον τῶν παραλλήλων τὰς μεταξὺ αὐτῶν. ὥστε οἱ ἴσοι καὶ παράλληλοι τὰς τοῦ ὁρίζοντος περιφερείας ἴσας ἀπολαμβάνοντες ἐφʼ ἑκάτερα τοῦ ἰσημερινοῦ καὶ τῶν νυχθημέρων τά τε μεγέθη τὰ ἐναλλὰξ ἴσα ποιοῦσι τῶν ἀνομοίων, τὴν μὲν ἡμέραν τῇ νυκτὶ τὴν δὲ νύκτα τῇ ἡμέρᾳ, ἐπεὶ καὶ τὰ ἐναλλὰξ αὐτῶν τμήματα ἴσα ἐδείχθη, τὸ μὲν ὑπὲρ γῆς τῷ ὑπὸ γῆν, τὸ δὲ ὑπὸ γῆν τῷ ὑπὲρ γῆς.

`631`

Ὅτι δὲ τούτων οὕτως ἐχόντων, ἐὰν ἐπὶ ἑνὸς μόνου τεταρτημορίου τὰς κατὰ μέρος πηλικότητας ἐπιλογισώμεθα τῶν ἀπολαμβανομένων τοῦ ὁρίζοντος περιφερειῶν καὶ τῶν παρὰ τὴν ἰσημερινὴν ἡμέραν πρὸς τὰς καιρικὰς διαφορῶν, ἐπιλελογισμένας ἕξομεν καὶ τὰς ἐπὶ ὅλου τοῦ διὰ μέσων συνισταμένας, οὕτως ἂν γένοιτο δῆλον.

Ἐκκείσθω γὰρ ὁ ΑΒΓΔ ζῳδιακὸς διῃρημένος εἰς τὰ δωδεκατημόρια ὡς ὑπογέγραπται, ὥστε ἐαρινὸν μὲν εἶναι τὸ Α, θερινὸν δὲ τροπικὸν τὸ Β, μετοπωρινὸν δὲ τὸ Γ, χειμερινὸν δὲ τροπικὸν τὸ Δ. λέγω ὅτι ἐὰν μόνου τοῦ ΑΒ τεταρτημορίου τὰς εἰρημένας περιφερείας ἐπιλογισώμεθα, συναποδεδειγμένας ἕξομεν καὶ τὰς ὅλου τοῦ ΑΒΓΔ ζῳδιακοῦ.

`632`

Ἐπεὶ γὰρ συνῆκται ὅτι τὰ ἴσον ἀπέχοντα τοῦ αὐτοῦ τροπικοῦ τὰς αὐτὰς ποιεῖ τοῦ ὁρίζοντος τομὰς καὶ ἔτι τὰ αὐτὰ μεγέθη τῶν ἡμερῶν ἢ νυκτῶν, δῆλον ὅτι ἐὰν τὰς τοῦ ΑΒ τεταρτημορίου ἐπιλογισώμεθα, συναποδεδειγμέναι ἔσονται καὶ τοῦ ΒΓ ἐπὶ τῶν ἴσον ἀπεχόντων σημείων τοῦ Β τροπικοῦ. πάλιν, ἐπεὶ συναποδέδεικται ὅτι τὰ ἴσον ἀπέχοντα τοῦ αὐτοῦ ἰσημερινοῦ τάς τε τοῦ ὁρίζοντος περιφερείας ἴσας ἑκατέρωθεν τοῦ ἰσημερινοῦ ποιεῖ, καὶ τῶν νυχθημέρων ἐναλλὰξ ἴσα τὰ μεγέθη τῶν ἀνομοίων, τὴν μὲν ἡμέραν τῇ νυκτὶ τὴν δὲ νύκτα τῇ ἡμέρᾳ, δεδομένων ἄρα τῶν ἐπὶ τοῦ ΑΒ τεταρτημορίου, ἕξομεν καὶ τὰς ἐπὶ τοῦ ΑΔ ἐπὶ τῶν ἴσον ἀπεχόντων σημείων τοῦ αὐτοῦ ἰσημερινοῦ τοῦ Α καὶ τὰς μὲν τοῦ ὁρίζοντος περιφερείας δηλονότι τῶν αὐτῶν, τὰ δὲ μεγέθη τῶν καιρικῶν ἡμερῶν, ἀφʼ ὧν ἡ πρὸς τὴν ἰσημερινὴν ἡμέραν διαφορὰ καταλαμβάνεται, ἤτοι ἀπὸ τῶν ἐναλλὰξ τῶν ἐπὶ τοῦ ΑΒ νυκτῶν ἢ ἀπὸ τῶν λειπουσῶν εἰς τὰς κδ ὥρας τῶν ἐπὶ τοῦ ΑΒ τεταρτημορίου ἡμερῶν. καὶ ἔτι ἐκ τῶν ἀπὸ τοῦ ΑΔ ἕξομεν καὶ τὰς ἐπὶ τοῦ ΔΓ τῶν ἴσων ἐπὶ τῶν ἴσον ἀπεχόντων σημείων τοῦ Δ τροπικοῦ.

Προεκτεθειμένης οὖν ἡμῖν τῆς τῆς λοξώσεως πραγματείας καὶ τῆς τῶν ἐξαρμάτων εὑρέσεως, «εὐμεταχείριστον ἡμῖν ἔσται τὸ συνεπιλογίζεσθαι τίσι καὶ πότε καὶ ποσάκις ὁ ἥλιος κατὰ κορυφὴν γίνεται.»

Κατὰ κορυφὴν δὲ λέγομεν γίνεσθαι τὸν ἥλιον, ὅταν ἐπὶ τοῦ μεσημβρινοῦ γινόμενος καὶ ἐπὶ τοῦ πόλου τοῦ ὁρίζοντος τυγχάνῃ· τοῦτο γάρ ἐστιν τὸ κατὰ κορυφὴν σημεῖον, ὅπερ ἐστὶν καὶ διχοτομία τοῦ ὑπὲρ γῆς ἡμικυκλίου τοῦ μεσημβρινοῦ. τότε δὲ καὶ οἱ γνώμονες ἄσκιοι γίνονται.

`633`

Φανερὸν δὲ καὶ ἐκ τῶν ἀποδειχθησομένων ἡμῖν «ὅτι τοῖς μὲν ὑπὸ τοὺς «πλεῖον ἀπέχοντας τοῦ ἰσημερινοῦ παραλλήλους τῶν τῆς ὅλης ἀποστάσεως «τοῦ θερινοῦ τροπικοῦ μοιρῶν κγ να ἔγγιστα οὐδʼ ὅλως ὁ ἥλιος γίνεται κατὰ κορυφήν», τοῖς δὲ ὑπʼ αὐτὰς τὰς κγ να ἀπέχουσιν, ἅπαξ ἐν τῇ μιᾷ ἀποκαταστάσει, ἐν αὐτῇ τῇ θερινῇ τροπῇ, τοῖς δὲ ὑπὸ τοὺς ἐλάττονας τῶν κγ να δίς.

Καὶ τοῦτο δὲ ἡμῖν πρόχειρον γίνεται ἐκ τοῦ τῆς λοξώσεως κανονίου. ἐὰν γὰρ γράψωμεν ὁρίζοντα μὲν κύκλον τὸν ΑΒΓΔ, ἰσημερινοῦ δὲ ἡμικύκλιον τὸ ΑΕΓ, τοῦ δὲ μεσημβρινοῦ τὸ ΒΕΔ, καὶ βόρειον πόλον τὸν Ρ, τροπικοῦ δὲ θερινοῦ τὸ ΖΗ, ζῳδιακοῦ δὲ τὸ ΑΘΓ, καὶ λάβωμεν τὸ κατὰ κορυφὴν ἐκτὸς τοῦ ΖΗ τροπικοῦ τὸ Λ, δῆλον ὡς ὅτι ὁ ἥλιος ἐπὶ τοῦ ΑΘΓ ζῳδιακοῦ κινούμενος καὶ μὴ ὑπερεκπίπτων τὸν τροπικόν, οὐδέποτε γενήσεται κατὰ τοῦ διὰ τοῦ Λ παραλλήλου, ὥστε οὐδὲ κατὰ κορυφὴν τοῖς ὑπὸ τὸν διὰ τοῦ Λ οἰκοῦσιν.

`634`

Ὅταν δὲ ἐπὶ τοῦ ΖΗ τὸ κατὰ κορυφὴν ᾖ τὸ Θ, δῆλον πάλιν ὡς ὅτι ὁ ἥλιος ἐπὶ τοῦ ζῳδιακοῦ κινούμενος κατὰ τοῦ Θ γινόμενος θερινοῦ τροπικοῦ γράψει τὸν ΖΗ παράλληλον, καὶ ἔσται τότε μόνον κατὰ κορυφὴν τοῖς ὑπὸ τὸν ΘΖ παράλληλον οἰκοῦσιν, ὅταν δὲ τὸ Μ ᾖ κατὰ κορυφήν, ἐξάρματος γινομένης τῆς ΕΜ περιφερείας, τότε καὶ ὁ διὰ τοῦ Μ παράλληλος μεταξὺ τοῦ τε ἰσημερινοῦ καὶ τοῦ τροπικοῦ θερινοῦ γραφόμενος, ὡς ὁ ΝΜΞ, τέμνει τὸν ζῳδιακὸν κατὰ τὰ Ν, Ξ σημεῖα, καὶ εἴ τε κατὰ τοῦ Ν εἴη ὁ ἥλιος, εἴ τε κατὰ τοῦ Ξ, τὸν αὐτὸν παράλληλον γράφων τὸν ΝΜΞ, ἥξει καὶ διὰ τοῦ Μ, καὶ ἔσται δὶς κατὰ κορυφὴν γινόμενος τοῖς ὑπὸ τὸν ΜΞ παράλληλον οἰκοῦσιν ἐν τῇ μιᾷ πρὸς τὸν ζῳδιακὸν ἀποκαταστάσει.

Ὥστε καὶ καθόλου ἔνθα τὸ ἔξαρμα — ἤτοι ἡ ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν ἰσημερινὸν ἀπόστασις — ἐλάττων ἐστὶν τῶν τῆς ΕΘ διαστάσεως ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸ θερινὸν τροπικὸν μοιρῶν κγ να, δὶς γίνεται ὁ ἥλιος κατὰ κορυφὴν τοῖς ὑπʼ ἐκεῖνον τὸν παράλληλον οἰκοῦσιν, ἔνθα δὲ αὐτῶν τῶν κγ να, ἅπαξ, ἔνθα δὲ πλειόνων, οὐδʼ ὅλως.

Εὔληπτα δὲ ἡμῖν ἔσται ἐκ τοῦ τῆς λοξώσεως κανονίου καὶ τὰ Ν, Ξ σημεῖα τοῦ ζῳδιακοῦ καθʼ ὧν γινόμενος ὁ ἥλιος κατὰ κορυφὴν γίνεται τοῖς ὑπὸ τὸν ΜΝΞ παράλληλον οἰκοῦσιν, γραφομένων διὰ τῶν Ν, Ξ καὶ τοῦ Ρ πόλου τῶν ΡΝΤ, ΡΞΟ τεταρτημορίων.

Ἐπεὶ καὶ ἡ ΕΜ ἀπόστασις τοῦ παραλλήλου ἀπὸ τοῦ ἰσημερινοῦ ἴση ἐστὶν ἑκατέρᾳ τῶν ΝΤ καὶ ΞΘ, αἷς ἀπέχουσιν ἤτοι λελόξωνται ἀπὸ τοῦ ἰσημερινοῦ τὰ Ν, Ξ σημεῖα τοῦ ζῳδιακοῦ, διὰ τὸ καὶ αὐτὰς ἐπὶ τῶν διὰ τῶν πόλων εἶναι τοῦ ἰσημερινοῦ καὶ μεταξὺ αὐτὰς εἶναι τῶν παραλλήλων, ἔχομεν δὲ τὴν ΕΜ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸ κατὰ κορυφὴν τὴν αὐτὴν οὖσαν τῷ ἐξάρματι, ἔχομεν ἄρα καὶ ἑκατέραν τῶν ΝΤ, ΞΟ.

`635`

Ἐὰν ἄρα λαβόντες ἤτοι τὸ ἔξαρμα ἢ τὴν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν ἰσημερινὸν εἰσαγάγωμεν εἰς τὸ τῆς λοξώσεως κανόνιον κατὰ τὸ βʹ σελίδιον, εὑρήσομεν ἐν τῷ πρώτῳ σελιδίῳ παρακειμένην τὴν ΑΝ ἢ τὴν ΓΞ τοῦ ζῳδιακοῦ περιφέρειαν ἀπὸ τῶν Α, Γ ἰσημερινῶν σημείων ὡς ἐπὶ τὰ βόρεια, διὰ τὸ τὴν καθʼ ἡμᾶς οἰκουμένην βορειοτέραν δεδεῖχθαι δηλαδὴ καὶ τὸν διὰ τοῦ κατὰ κορυφὴν παράλληλον, ὡς τὸν ΝΜΞ. ὥστε καὶ αὐτὰ τὰ Ν, Ξ σημεῖα καθʼ ὧν τυγχάνων ὁ ἥλιος γίνεται κατὰ κορυφὴν διδόναι.

`636`

Ἀποδείξας οὖν ἐκ τῶν ἐξ ἀρχῆς καταριθμηθέντων αὐτῷ κεφαλαίων τῶν περὶ τὰς ἐγκλίσεις κυριωτέρων ἰδιωμάτων, ὅσον τε οἱ πόλοι τῆς πρώτης φορᾶς τοῦ ὁρίζοντος ἀφεστήκασιν καὶ οἷς ὁ ἥλιος κατὰ κορυφὴν γίνεται, πότε καὶ ποσάκις τὸ τοιοῦτον συμβαίνει, ἑξῆς ἀποδείκνυσιν τὸ μετὰ ταῦτα ἀπαριθμηθὲν αὐτῷ κεφάλαιον, τουτέστιν τίνες τε οἱ λόγοι τῶν ἰσημερινῶν καὶ τροπικῶν ἐν ταῖς μεσημβρίαις σκιῶν πρὸς τοὺς γνώμονας.

Χρῆται δὲ πάλιν καὶ πρὸς τὴν τούτων ἀπόδειξιν τῷ διὰ Ῥόδου παραλλήλῳ, καί φησιν «ὅτι δὲ οἱ προκείμενοι λόγοι τῶν σκιῶν πρὸς τοὺς γνώμονας ἁπλούστερον λαμβάνονται, δοθέντων ἅπαξ τῆς τε μεταξὺ τῶν «τροπικῶν περιφερείας,» τουτέστιν τῆς ἀπὸ τοῦ θερινοῦ τροπικοῦ ἐπὶ τὸ χειμερινὸν τροπικὸν τοῦ ἡλίου παραχωρήσεως, ἥτις ἐδείχθη διὰ τῶν κρίκων καὶ τῆς πλινθίδος μοιρῶν μζ μβ μ, «καὶ τῆς μεταξὺ τοῦ ὁρίζοντος καὶ τῶν πόλων,» τουτέστιν τῆς τοῦ ἐξάρματος περιφερείας «οὕτως ἂν γένοιτο δῆλον.»

`637`

«Ἔστω γὰρ μεσημβρινὸς κύκλος ὁ ΑΒΓΔ, περὶ κέντρον τὸ Ε, καὶ τὸ «Α ὑποκείσθω τὸ κατὰ κορυφὴν σημεῖον, καὶ διήχθω ἡ ΑΕΓ διάμετρος. «πρὸς ὀρθὰς δὲ γωνίας ἤχθω αὐτῇ ἐν τῷ τοῦ μεσημβρινοῦ ἐπιπέδῳ ἡ «ΓΚΖΝ, παράλληλος δηλονότι γινομένη τῇ κοινῇ τομῇ τοῦ τε ὁρίζοντος «καὶ τοῦ μεσημβρινοῦ.» ἐὰν γὰρ νοήσωμεν διὰ τοῦ Ε τὴν κοινὴν τομὴν τοῦ τε ὁρίζοντος καὶ τοῦ μεσημβρινοῦ διαγομένην, ὡς τὴν ΞΕΟ, ἔσται πρὸς ὀρθὰς τῇ ΑΕΓ διὰ τοῦ κατὰ κορυφήν, ἐπεὶ καὶ τεταρτημορίου γίνεται ἑκατέρα τῶν ΑΞ, ΑΟ, διὰ τὸ πόλον εἶναι, ὡς ἔφαμεν, τοῦ ὁρίζοντος τὸ Α σημεῖον, διῆκται δὲ καὶ ἡ ΓΚΖΝ τῇ ΑΕΓ πρὸς ὀρθάς.

Παράλληλος ἄρα ἐστὶν ἡ ΓΚΖΝ τῇ ΞΕΟ κοινῇ τομῇ τοῦ τε ὁρίζοντος καὶ τοῦ μεσημβρινοῦ.

Ὥστε ἡ ΓΚΖΝ ἐν τῷ παρὰ τὸν ὁρίζοντά ἐστιν ἐπιπέδῳ, ἐφʼ ἣν κατὰ τὸ μέσον τῆς ἡμέρας, τουτέστιν κατὰ τὴν ἕκτην ὥραν, αἱ σκιαὶ τῶν γνωμόνων πίπτουσιν, διὰ τὸ καὶ τὸν ἥλιον καὶ τὸν γνώμονα ἐν τῷ τοῦ μεσημβρινοῦ εἶναι ἐπιπέδῳ, δηλαδὴ καὶ τὴν ἀκτῖνα καὶ τὴν σκιάν.

Καὶ ἐπεὶ ὅλη ἡ γῆ σημείου καὶ κέντρου λόγον ἔχει πρὸς αἴσθησιν πρὸς τὸ μέχρις τῆς τοῦ ἡλίου σφαίρας ἀπόστημα, καθὼς καὶ οἱ γνωμονικοὶ παραλαμβάνοντες οὐδενὶ αἰσθητῷ διαφωνοῦσιν ταῖς διὰ τῶν ὀργάνων ὡροσκοπήσεσιν ἐν τοῖς φαινομένοις, ἀκολούθως ἂν εἴη καὶ τὸ Ε κέντρον ἀδιαφορεῖν τῆς τοῦ γνώμονος κορυφῆς.

`638`

Ἐπεὶ καὶ τοῦτο σημεῖον τυγχάνει, νοείσθω οὖν γνώμων μὲν ὁ ΓΕ, ὥστε ῥίζαν μὲν αὐτοῦ ἐν τῷ παρὰ τὸν ὁρίζοντα ἐπιπέδῳ τυγχάνειν τὸ Γ ἄκρον δὲ τὸ Ε, ἡ δὲ ΓΚΖΝ ἐφʼ ἣν κατὰ τὸ μέσον τῆς ἡμέρας αἱ σκιαὶ πίπτουσι. καὶ διὰ τὸ τὸ διὰ Ῥόδου πάλιν κλίμα ὑποκεῖσθαι, ἔνθα τὸ ἔξαρμα μοιρῶν ἐστιν λϛ, δῆλον ὡς ὅτι ἡ μὲν ΑΒ ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν ἰσημερινὸν ἴση οὖσα τῷ ἐξάρματι μοιρῶν ἐστιν λϛ, ταύτης δὲ ἐλάττων ἐστὶν ἡ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸ τροπικὸν δεδειγμένη μοιρῶν κγ να κ, ὥστε τὸ θερινὸν τροπικὸν μεταξὺ πίπτει τῶν Β καὶ Α σημείων. ἔστω δὴ τὸ Η. δῆλον δὲ ὅτι καὶ τὸ χειμερινὸν τροπικὸν ἐπὶ τὰ ἕτερα μέρη τοῦ ἰσημερινοῦ πίπτει· πιπτέτω ὡς κατὰ τὸ Λ.

Γνώμονος οὖν ὄντος τοῦ ΓΕ καὶ κορυφῆς αὐτοῦ τοῦ Ε, δῆλον ὅτι ὁ ἥλιος κατʼ εὐθείας γραμμὰς πέμπων τὰς ἀκτῖνας — καὶ τοῦτο γὰρ σύμφωνον τοῖς φαινομένοις καταλαμβάνεται — κατὰ τοῦ μεσημβρινοῦ γινόμενος ὡς ἐπὶ τὸ Η θερινὸν τροπικὸν ἀκτῖνα μὲν πέμψει τὴν ΗΕΘΚ, ἥν φαμεν θερινήν, σκιὰν δὲ ποιήσει ἐν τῷ παρὰ τὸν ὁρίζοντα ἐπιπέδῳ τὴν ΓΚ.

Ἐπὶ δὲ τοῦ Β ἰσημερινοῦ γινόμενος, πέμπει ὁμοίως ἀκτῖνα μὲν τὴν ΒΕΔΖ, ἥν φαμεν ἰσημερινήν, σκιὰν δὲ ποιήσει τὴν ΓΖ.

Ἔτι δὲ ὁμοίως καὶ ἐπὶ τοῦ Λ χειμερινοῦ τροπικοῦ γενόμενος, ἀκτῖνα μὲν πέμψει τὴν ΛΕΜΝ, ἥν φαμεν πάλιν χειμερινήν, σκιὰν δὲ ποιήσει τὴν ΓΝ.

Ἔσται οὖν θερινὴ μὲν τροπικὴ μεσημβρινὴ σκιὰ ἡ ΓΚ, ἰσημερινὴ δὲ μεσημβρινὴ ἡ ΓΖ, χειμερινὴ δὲ μεσημβρινὴ ἡ ΓΝ.

Καὶ ἐπεὶ ἡ ΑΒ περιφέρεια ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν ἰσημερινόν, ᾗ καὶ τὴν ἴσην ἐξῆρται ὁ βόρειος πόλος ἀπὸ τοῦ ὁρίζοντος, ἴση ἐστὶν τῇ ΓΔ περιφερείᾳ, ἔστιν ἄρα ἡ ΓΔ μοιρῶν λϛ, οἵων ὁ ΑΒΓΔ μεσημβρινὸς μοιρῶν τξ. ἔστιν δὲ καὶ ἑκατέρα τῶν ΘΔ καὶ ΔΜ ἴσαι πάλιν οὖσαι ταῖς ΗΒ, ΒΛ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τοὺς τροπικοὺς μοιρῶν κγ να κ. φανερὸν οὖν ὅτι καὶ λοιπὴ ἡ ΓΘ περιφέρεια καταλειφθήσεται μοιρῶν ιβ η μ, ὅλη δὲ ἡ ΓΜ νθ να κ.

Ὥστε καὶ αἱ ἐπʼ αὐτῶν γωνίαι πρὸς τῷ κέντρῳ λαμβανόμεναι τῶν αὐτῶν ἔσονται, «οἵων αἱ δ ὀρθαὶ τξ, ἡ μὲν ὑπὸ ΓΕΚ ιβ η μ, ἡ δὲ ὑπὸ «ΓΕΖ λϛ, ἡ δὲ ὑπὸ ΓΕΝ νθ να κ· οἵων δὲ αἱ β ὀρθαὶ τξ, τοιούτων «ἡ μὲν ὑπὸ ΓΕΚ κδ ιζ κ, ἡ δὲ ὑπὸ ΓΕΖ τῶν αὐτῶν οβ, ἡ δὲ ὑπὸ ΓΕΝ «ὁμοίως ριθ μβ μ.

`639`

«Καὶ τῶν γραφομένων ἄρα κύκλων περὶ τὰ ΕΓΚ, ΕΓΖ καὶ ΕΓΝ ὀρθογώνια, ἡ μὲν» ὡς πρὸς τὸ ΕΓΚ τρίγωνον ἐπὶ τῆς ΓΚ εὐθείας περιφέρεια τοιούτων ἔσται κδ ιζ κ, οἵων ὁ περὶ τὸ ΕΓΚ ὀρθογώνιον κύκλος τξ· λοιπὴ δὲ ἡ ἐπὶ τῆς ΓΕ εὐθείας περιφέρεια λείπουσα εἰς τὸ ἡμικύκλιον διὰ τὸ ὀρθὴν εἶναι τὴν πρὸς τῷ Γ τῶν λοιπῶν ἔσται εἰς τὰς ρπ μοίρας ρνε μβ μ.

Ὡς δὲ πρὸς τὸ ΕΓΖ ὀρθογώνιον, ἡ μὲν ἐπὶ τῆς ΓΖ εὐθείας περιφέρεια τοιούτων ἔσται οβ οἵων πάλιν ὁ περὶ τὸ ΕΓΖ ὀρθογώνιον κύκλος τξ, λοιπὴ δὲ πάλιν ἡ ἐπὶ τῆς ΓΕ λείπουσα εἰς τὰς ρπ μοίρας τοῦ ἡμικυκλίου μοιρῶν ἔσται ρη.

Ἔτι δὲ ὡς πρὸς τὸ ΕΓΝ τρίγωνον, ἡ μὲν ἐπὶ τῆς ΓΝ εὐθείας περιφέρεια τοιούτων ἔσται ριθ μβ μ οἵων ὁ περὶ τὸ ΕΓΝ ὀρθογώνιον κύκλος τξ, καὶ λοιπὴ δὲ πάλιν ἡ ἐπὶ τῆς ΓΕ λείπουσα εἰς τὰς ρπ τοῦ ἡμικυκλίου μοιρῶν ἔσται ξ ιζ κ.

«Ὥστε καὶ τῶν ὑπʼ αὐτὰς εὐθειῶν ἡ ΓΕ συνάγεται» κοινὴ οὖσα τῶν τριῶν τριγώνων, «οἵων μὲν ἡ ΓΚ κε ιδ μγ» — ἡ γὰρ τηλικαύτη εὐθεῖα ὑποτείνει τὴν ἐπὶ τῆς ΓΚ εἰρημένην περιφέρειαν μοιρῶν οὖσαν κδ ιζ κ — τοιούτων ἡ ΓΕ ριζ ιη να — ἡ γὰρ τηλικαύτη πάλιν εὐθεῖα ὑποτείνει τὴν ἐπὶ τῇ εἰρημένῃ περιφερείᾳ μοιρῶν ρνε μβ μ.

Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ΕΓΖ τριγώνου λαβὼν τὰς εὐθείας τὰς ὑποτεινούσας τὰς ἐπὶ τῶν ΓΖ καὶ ΓΕ περιφερείας, τουτέστιν αὐτὰς τὰς ΖΓ, ΓΕ εὐθείας, ἐξέθετο τὴν μὲν ΖΓ ο λβ δ, τὴν δὲ ΕΓ ϙζ δ νϛ.

Ἔτι ὁμοίως καὶ τὰς ἐπὶ τοῦ ΕΓΝ τριγώνου, τὴν μὲν ΝΓ ργ μϛ ιϛ, τὴν δὲ ΓΕ ξ ιε μβ.

«Καὶ οἵων ἄρα ὁ ΕΓ γνώμων ξ, τοιούτων καὶ ἡ μὲν ΓΚ θερινὴ σκιὰ «συναχθήσεται ιβ νε, ἡ δὲ ΓΖ ἰσημερινὴ μγ λϛ, ἡ δὲ ΓΝ χειμερινὴ «ργ κ ἔγγιστα.»

`640`

Πεποίηται δὲ τὴν μεταγωγὴν τῶν λόγων εἰς τὸν ξ διὰ τὸ πρόχειρον· ἐπειδήπερ καθʼ ἑκάστην τῶν ΓΚ, ΓΖ, ΓΝ σκιῶν διάφορον ηὕρισκεν τὸ τῆς ΓΕ μέγεθος τοῦ γνώμονος, μετείληφεν δὲ τοὺς λόγους, ὡς ἔφαμεν, εἰς τὸν ξ, ἵνα ἐν ἑνὶ μεγέθει τοῦ γνώμονος ἐκκειμένους ἔχῃ τοὺς λόγους.

Οἷον ἐπεὶ γὰρ ηὕρισκεν οἵων ἡ ΓΕ τοῦ γνώμονος μοιρῶν ριζ ιη να τοιούτων τὴν ΓΚ εὐθεῖαν κε ιδ μγ, καὶ οἵων ἄρα ἡ ΓΕ εὐθεῖα τοῦ γνώμονος ξ τοιούτων ἔσται καὶ ἡ ΓΚ τῆς θερινῆς σκιᾶς ιβ νε. ἐὰν γὰρ πολλαπλασιάσωμεν τὰ ξ ἐπὶ τὰ κε ιδ μγ, καὶ τὰ γενόμενα μερίσωμεν παρὰ τὸν ριζ ιη να, εὑρήσομεν τέταρτον ἀνάλογον ιβ νε, καὶ γίνεται ὡς ριζ ιη να πρὸς κε ιδ μγ οὕτως ξ πρὸς ιβ νε. ἔσται ἄρα λόγος ὁ τοῦ γνώμονος πρὸς τὴν ἀφʼ ἑαυτοῦ σκιὰν ἐν τῇ θερινῇ τροπῇ ἐν αὐτῇ τῇ μεσημβρίᾳ ὁ τῶν ξ πρὸς τὰ ιβ νε.

Ὁμοίως δὲ πάλιν ἐπεὶ οἵων ἐστὶν ὁ ΕΓ γνώμων ϙζ δ νϛ τοιούτων καὶ ἡ ΓΖ ἰσημερινὴ σκιὰ ἐδείχθη ο λβ δ, καὶ οἵων ἄρα ὁ ΕΓ γνώμων ξ τοιούτων καταλημφθήσεται καὶ ἡ ΓΖ ἰσημερινὴ σκιὰ μγ λϛ.

Καὶ ἐπεὶ πάλιν οἵων ὁ ΕΓ γνώμων ἐστὶν ξ ιε μβ, τοιούτων ἡ ΓΝ χειμερινὴ σκιὰ ργ μϛ ιϛ, καὶ οἵων ἄρα ὁ ΕΓ γνώμων ξ τοιούτων πάλιν καταλημφθήσεται καὶ ἡ ΓΝ χειμερινὴ μεσημβρινὴ σκιὰ ργ κ ἔγγιστα πολλαπλασιαζόντων ἡμῶν καὶ μεριζόντων πρὸς τὴν λῆμψιν τοῦ τετάρτου ἀνάλογον, καὶ ἐπὶ τῶν δύο τούτων λόγων ἀκολούθως τῷ πρώτῳ τοῦ γνώμονος πρὸς τὴν θερινὴν μεσημβρινὴν σκιὰν λόγῳ.

`641`

Ἔφησεν δὲ οἵων ὁ κύκλος τξ τοιούτων καὶ τὴν ἀπολαμβανομένην περιφέρειαν, τοσῶν δὲ καὶ τὴν ἐπʼ αὐτὴν γωνίαν πρὸς τῷ κέντρῳ τυγχάνουσαν τῶν αὐτῶν οἵων αἱ δ ὀρθαὶ τξ, πρὸς δὲ τῇ περιφερείᾳ οἵων αἱ δύο ὀρθαὶ τξ τῶν διπλασίων· διὰ τὸ τὰς πρὸς τῷ κέντρῳ καὶ τὰς πρὸς ταῖς περιφερείαις γωνίας τὸν αὐτὸν λόγον ἔχειν ταῖς περιφερείαις ἐφʼ ὧν βεβήκασι, καὶ πρὸς μὲν τῷ κέντρῳ τὸν κύκλον ὑποτείνειν δ ὀρθὰς πρὸς δὲ τῇ περιφερείᾳ δύο.

`642`

Ἐὰν γὰρ ἐκθέμενοι κύκλον ὡς τὸν ΑΒΓΔ περὶ κέντρον τὸ Ε, διαγάγωμεν ἐν αὐτῷ δύο διαμέτρους πρὸς ὀρθὰς ἀλλήλαις ὡς τὰς ΑΓ, ΒΔ, καὶ διέλωμεν τὴν ΓΔ περιφέρειαν εἰς ϙ ἴσα, καὶ ἀπὸ τοῦ Ε κέντρου ἐπὶ τὰ τῶν διαιρέσεων σημεῖα ἐπιζεύξωμεν εὐθείας, ἔσται καὶ ἡ ὑπὸ ΓΕΔ ὀρθὴ γωνία εἰς ϙ ἴσας γωνίας διῃρημένη. καὶ ἔσται οἵων μὲν ὁ κύκλος τξ τοιούτων ἡ ΓΔ ϙ, διὰ τὸ τεταρτημόριον τυγχάνειν· οἵων δὲ αἱ πρὸς τῷ Ε κέντρῳ γωνίαι δ ὀρθαὶ τξ τοιούτων ἡ ὑπὸ ΓΕΔ γωνία ϙ, διὰ τὸ ὀρθὴν αὐτὴν τυγχάνειν.

Ἐὰν δὲ πάλιν ἐπιζεύξαντες τὰς ΑΒ, ΑΔ διέλωμεν καὶ τὴν ΒΓΔ περιφέρειαν ἡμικυκλίου τυγχάνουσαν εἰς ρπ, καὶ ἀπὸ τοῦ Α σημείου ἐπὶ τὰ τῆς ΒΓΔ περιφερείας ρπ τμήματα ἐπιζεύξωμεν εὐθείας, ἔσται ὁμοίως καὶ ἡ ὑπὸ ΒΑΔ ὀρθὴ γωνία διῃρημένη εἰς ἴσας γωνίας ρπ. καὶ ἔσται πάλιν οἵων ὁ κύκλος τξ, τοιούτων ἡ ΒΓΔ περιφέρεια ρπ, καὶ ἔτι ἡ ὑπὸ ΒΑΔ ὀρθὴ γωνία ρπ, οἵων αἱ δύο ὀρθαὶ τξ· διὰ τό, ὡς ἔφαμεν, πρὸς τῇ περιφερείᾳ τὰς δύο ὀρθὰς ὑποτείνειν ὅλον τὸν κύκλον, πρὸς δὲ τῷ κέντρῳ δ, ἐπεὶ καὶ αἱ πρὸς τῷ κέντρῳ γωνίαι διπλασίονές εἰσιν τῶν πρὸς τῇ περιφερείᾳ ὅταν τὴν αὐτὴν περιφέρειαν βάσιν ἔχωσιν αἱ γωνίαι.

`643`

Δῆλον δὴ καὶ καθόλου ὅτι ὅσων ἐὰν ᾖ τμημάτων ἡ ἀπολαμβανομένη περιφέρεια οἵων ὁ κύκλος τξ, τοσούτων ἔσται καὶ ἡ μὲν πρὸς τῷ κέντρῳ γωνία οἵων αἱ δ ὀρθαὶ τξ, ἡ δὲ πρὸς τῇ περιφερείᾳ τῶν διπλασιόνων, οἵων αἱ β ὀρθαὶ τξ, ἐπειδήπερ ἐὰν ἀπολαβόντες τὴν ΓΖ τυχοῦσαν, ἐπιζεύξωμεν ἀπὸ τῶν Ε καὶ Α σημείων τὰς ΕΖ, ΑΖ, καὶ ἔτι ἐπὶ τὰ μεταξὺ τῶν τῆς ΓΖ διαιρέσεως τοῦ κύκλου σημείων ἐπιζεύξωμεν εὐθείας, ἔσται ἡ μὲν ὑπὸ ΓΕΖ γωνία διῃρημένη εἰς τηλικαύτας γωνίας ἴσας τῷ πλήθει τῶν ἀπὸ τῆς ΓΖ διαιρέσεως, ἡλίκων ἔσται ἡ ὑπὸ ΓΕΔ πρὸς τῷ κέντρῳ ὀρθὴ γωνία ϙ· ἡ δὲ ὑπὸ ΓΑΖ ἡμίσεια οὖσα τῆς ὑπὸ ΓΕΖ εἰς τηλικαύτας ἴσας τῷ πλήθει τῶν πρὸς τῷ Ε κέντρῳ, ἡλίκων ἂν εἴη ἡ ὑπὸ ΒΑΔ ὀρθὴ γωνία ρπ.

Ὥστε ἡ ἴση τῇ ὑπὸ ΓΕΖ πρὸς τῇ περιφερείᾳ συνισταμένῃ τῶν διπλασιόνων ἐστὶν τῶν τῷ πλήθει τῶν πρὸς τῷ κέντρῳ συνισταμένων.

Ἀλλʼ αἱ μὲν πρὸς τῷ κέντρῳ τηλικαῦταί εἰσιν ἡλίκων ὡς ἔφαμεν ἡ α ὀρθὴ ϙ ἢ αἱ δ ὀρθαὶ τξ, ἡ δὲ πρὸς τῇ περιφερείᾳ ἡλίκων ἡ α ὀρθὴ ρπ ἢ αἱ δύο ὀρθαὶ τξ.

Ἐπεὶ οὖν, παραλαμβάνων τὴν τοῦ ἐξάρματος περιφέρειαν καὶ τὴν μεταξὺ τῶν τροπικῶν, ἀπεδείκνυεν τοὺς εἰρημένους λόγους τοῦ γνώμονος πρὸς τὰς σκιάς, φησὶν ὅτι, καὶ ἀνάπαλιν, «κἂν δύο μόνοι λόγοι δοθῶσιν ... τοῦ «γνώμονος πρὸς τὰς σκιὰς» οἷον ἤ τε πρὸς τὴν θερινὴν καὶ τὴν ἰσημερινὴν ἢ τὴν θερινὴν καὶ τὴν χειμερινὴν ἢ τὴν ἰσημερινὴν καὶ τὴν χειμερινήν, δοθήσεται ἡμῖν καὶ τὸ ἔξαρμα καὶ ἡ μεταξὺ τῶν τροπικῶν.

Εἶτα καὶ τὴν αἰτίαν ἐπάγων διʼ ἣν δίδονται, φησίν· «... ἐπειδήπερ καὶ δύο «δοθεισῶν ὁποιωνοῦν πρὸς τῷ Ε γωνιῶν δίδοται καὶ ἡ λοιπὴ ...». ἔτι δὲ πάλιν καὶ ἐνταῦθα τὴν αἰτίαν προστίθησιν διʼ ὃ καὶ δίδονται αἱ λοιπαὶ καί φησιν πάλιν· διὰ «τὸ ἴσας εἶναι τὰς ΘΔ καὶ ΔΜ» ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὰ τροπικά.

`644`

Ἔστω γὰρ ὡς ἐπὶ τῆς ἐπάνω καταγραφῆς δοθεὶς πρῶτος λόγος τοῦ τε ΓΕ γνώμονος πρὸς τὴν ΓΚ θερινὴν σκιὰν καὶ τὴν ΓΖ ἰσημερινήν, καὶ δέον ἔστω εὑρεῖν τό τε ἔξαρμα τῆς οἰκήσεως καὶ τὴν μεταξὺ τῶν τροπικῶν.

`645`

Ἐπεὶ οὖν ἐν τῷ ὑποκειμένῳ διὰ Ῥόδου κλίματι ἐδείχθη οἵων ὁ ΓΕ γνώμων ξ τοιούτων ἡ ΓΚ θερινὴ σκιὰ ιβ νε, καὶ ἔστιν τὰ ἀπὸ τῶν ΕΓ, ΓΚ ἴσα τῷ ἀπὸ τῆς ΕΚ, ἐὰν ἄρα τὰ ͵γχ τοῦ ἀπὸ τῆς ΕΓ συνθῶμεν μετὰ τῶν γινομένων ἀπὸ τῆς ΓΚ ρξϛ ν, καὶ τῶν συναγομένων ͵γψξϛ ν πλευρὰν λάβωμεν τετραγωνικήν, γίνεται ξα κβ λα. ἔσται ἡ ΕΚ ξα κβ λα οἵων ἡ ΚΓ ιβ νε. καὶ οἵων ἄρα ἡ ΕΚ ρκ, τοιούτων ἔσται καὶ ἡ ΓΚ κε ιε ιϛ.

Καὶ ἐὰν γράψωμεν περὶ τὸ ΕΓΚ ὀρθογώνιον κύκλον, εὑρήσομεν καὶ τὴν ἐπὶ τῆς ΓΚ εὐθείας περιφέρειαν μοιρῶν κδ ιζ κ.

Ὥστε καὶ ἡ ὑπὸ ΓΕΚ γωνία, πρὸς τῇ περιφερείᾳ οὖσα τοῦ περιγραφομένου κύκλου, τοιούτων ἔσται κδ ιζ κ οἵων αἱ δύο ὀρθαὶ τξ, οἵων δὲ αἱ δ, ὡς πρὸς τῷ κέντρῳ τυγχάνουσα τοῦ ΑΒΓΔ μεσημβρινοῦ, ιβ η μ. καὶ αὐτὴ ἄρα ἡ ΓΘ περιφέρεια ἔσται ιβ η μ.

Ὁμοίως ἐπεὶ οἵων ὁ ΓΕ γνώμων ξ τοιούτων ἐδείκνυτο καὶ ἡ ΓΖ ἰσημερινὴ σκιὰ μγ λϛ, ἐὰν πάλιν συνάγωμεν τὰ ἀπʼ αὐτῶν, εὑρήσομεν τὸ ἀπὸ τῆς ΕΖ καὶ αὐτὴν τὴν ΕΖ δεδομένην.

Καὶ οἵων ἄρα ἡ ΕΖ ρκ, δοθήσεται καὶ ἡ ΓΖ, καὶ ἡ ἐπʼ αὐτῆς περιφέρεια τοῦ γραφομένου κύκλου περὶ τὸ ΕΓΖ ὀρθογώνιον. ὥστε καὶ ἡ ὑπὸ ΓΕΖ γωνία δοθήσεται, ὡς πρὸς περιφερείᾳ τοῦ αὐτοῦ γραφέντος κύκλου περὶ τὸ ΕΓΖ ὀρθογώνιον· ὥστε καὶ ἡ ὑπὸ ΓΕΖ γωνία οἵων αἱ δύο ὀρθαί· ὡς δὲ πρὸς τῷ Ε κέντρῳ τοῦ μεσημβρινοῦ οἵων αἱ δ ὀρθαί. ὥστε καὶ ἡ ΓΔ περιφέρεια συναχθήσεται ἴση οὖσα τῷ ἐξάρματι· ἔστιν γὰρ ἀπὸ τοῦ Γ κατὰ κορυφὴν ἐπὶ τὸ Δ ἰσημερινόν.

Ηὕρηται δὲ καὶ ἡ ΓΘ ιβ η μ· καὶ λοιπὴν ἄρα ἕξομεν τὴν ΔΘ, ἥτις ἐστὶν ἀπὸ τοῦ τροπικοῦ ἐπὶ τὸν ἰσημερινὸν μοιρῶν κγ να κ.

Ἴση δὲ ἡ ΔΘ τῇ ΔΜ. ὥστε καὶ ὅλην τὴν ΘΜ ἀπὸ τοῦ θερινοῦ τροπικοῦ ἐπὶ τὸ χειμερινὸν μεταξὺ τῶν τροπικῶν περιφέρειαν ἐσόμεθα ηὑρηκότες μοιρῶν μζ μβ μ, ἅπερ προέκειτο εὑρεῖν.

Πάλιν δὴ ἔστωσαν ἕτεροι δύο λόγοι δοθέντες, τουτέστιν ὅ τε τοῦ ΓΕ γνώμονος πρὸς τὴν ΓΚ θερινὴν σκιὰν καὶ τὴν ΓΝ χειμερινήν· καὶ διὰ τὸ δεδόσθαι τὸν λόγον τοῦ ΕΓ γνώμονος πρὸς τὴν ΓΚ, δοθήσεται ὁμοίως ἡ ΓΘ περιφέρεια.

`646`

Ἔτι δὲ καὶ ἐπεὶ δέδοται ὁ λόγος τῆς ΓΕ πρὸς τὴν ΓΝ, ἐὰν πάλιν συνθῶμεν τὰ ἀπʼ αὐτῶν, εὑρήσομεν τὸ ἀπὸ τῆς ΕΝ, καὶ αὐτὴν τὴν ΕΝ, οἵων ἡ ΝΓ. καὶ οἵων ἄρα ἡ ΕΝ ρκ, τοιούτων καὶ ἡ ΓΝ ἔσται δοθεῖσα, καὶ ἡ ἐπʼ αὐτῆς περιφέρεια. ὥστε καὶ ἡ ὑπὸ ΓΕΝ γωνία, οἵων αἱ δύο ὀρθαί, καὶ οἵων αἱ τέσσαρες ἔσται δεδομένη.

Καὶ διὰ τοῦτο καὶ ἡ ΓΜ περιφέρεια δοθήσεται. δέδοται δὲ καὶ ἡ ΓΘ. καὶ λοιπὴ ἄρα ἡ ΘΜ μεταξὺ τῶν τροπικῶν ἔσται δοθεῖσα, ὥστε καὶ ἡ ἡμίσεια αὐτῆς ἡ ΘΔ.

Ἦν δὲ καὶ ἡ ΓΘ δεδομένη· καὶ ὅλη ἄρα ἡ ΓΔ ἴση οὖσα τῇ τοῦ ἐξάρματος ἔσται δεδομένη, ἅπερ προέκειτο δεῖξαι.

Δεδόσθω δὴ πάλιν, ὅπερ ὑπολείπεται, ὁ τοῦ ΓΕ γνώμονος λόγος πρὸς ἑκατέραν τήν τε ΓΖ ἰσημερινὴν σκιάν, καὶ τὴν ΓΝ χειμερινήν.

Καὶ διὰ τὸ δεδόσθαι τὸν τῆς ΕΓ πρὸς ΓΖ λόγον, ἀκολούθως πάλιν εὑρήσομεν τήν τε ΓΔ τοῦ ἐξάρματος.

Καὶ ἔτι διὰ τὸ δεδόσθαι τὸν τῆς ΕΓ πρὸς ΓΝ λόγον, ὁμοίως δοθήσεται ἡ ΓΜ.

Καὶ ἐπεὶ δέδοται ἡ ΓΔ τοῦ ἐξάρματος, δέδοται δὲ καὶ ἡ ΓΜ, καὶ λοιπὴ ἡ ΔΜ δοθήσεται, ὥστε καὶ ἡ ἴση αὐτῆς ἡ ΔΘ ἔσται δεδομένη, καὶ ὅλη ἡ ΘΜ μεταξὺ τῶν τροπικῶν, ὅπερ ἔδει δεῖξαι.

Μεταλαμβανόμενα δὲ τὰ μεγέθη τῶν εὐθειῶν οἵων ἡ διάμετρος ρκ, διὰ τὸ καὶ τὰς ἐν κύκλῳ εὐθείας οὕτως ἐκτεθεῖσθαι.

`647`

Εἶτα ἐπεὶ ἐδίδασκεν ἡμᾶς πῶς ἂν ἐκ τηρήσεως ἔχοντες τήν τε τοῦ ἐξάρματος περιφέρειαν καὶ τὴν μεταξὺ τῶν τροπικῶν εὑρίσκωμεν τοὺς εἰρημένους λόγους τῶν γνωμόνων πρὸς τὰς σκιὰς καὶ τὸ ἀνάπαλιν, πῶς πάλιν ἐκ τηρήσεως λαμβάνοντες τοὺς λόγους τοῦ γνώμονος πρὸς τὰς σκιὰς εὑρίσκωμεν τήν τε τοῦ ἐξάρματος περιφέρειαν καὶ τὴν μεταξὺ τῶν τροπικῶν, ἑξῆς ἐρεῖ τί μᾶλλον δέοι πρὸς ἀκριβεστέραν κατάλημψιν ἐκ τῶν τηρήσεων παραλαμβάνοντα τὸ ἕτερον δεικνύναι. καί φησιν «τοῦ μέντοι περὶ τὰς τηρήσεις αὐτὰς ἀκριβοῦς ἕνεκεν, ἐκεῖνα μὲν ἀδιστάκτως ἂν λαμβάνοιτο καθʼ «ὃν ὑπεδείξαμεν τρόπον.»

Ἐκ μέντοι τῶν τηρήσεων ἀκριβέστερον λαμβάνεται ἥ τε μεταξὺ τῶν τροπικῶν καὶ τὸ ἔξαρμα διὰ τῶν εἰς τὸ πρῶτον βιβλίον δεδειγμένων ὀργάνων τῶν τε κρίκων καὶ τῆς πλινθίδος.

«Οἱ δὲ τῶν ἐκκειμένων σκιῶν πρὸς τοὺς γνώμονας λόγοι οὐχ ὁμοίως, διὰ “τὸ τῶν μὲν ἰσημερινῶν τὸν χρόνον ἀόριστόν πως καθʼ αὑτὸν εἶναι, τῶν δὲ “τροπικῶν τὰ τῶν γνωμόνων ἄκρα δυσδιάκριτα.”

Εὑρίσκομεν γὰρ ἐπὶ μὲν τῶν ἰσημερινῶν τὰς σκιὰς τῶν γνωμόνων εὐλήμπτους ἡμῖν γινομένας, διὰ τὸ μήτε πάνυ αὐτὰς παρεκτεινομένας καθάπερ ἐν ταῖς χειμεριναῖς τροπαῖς, μήτε σφόδρα συστελλομένας καθάπερ ἐν ταῖς θεριναῖς, δυσδιάκριτα ἔχειν τὰ πέρατα, τὸν δὲ χρόνον οὐκέτι, διὰ τὸ ἀκαριαῖόν τινα αὐτὸν εἶναι, τοῦ ἡλίου ταχέως ἀφισταμένου ἀπὸ τοῦ ἰσημερινοῦ, διὰ τὸ καὶ τὰς πρὸς τοῖς ἰσημερινοῖς λοξώσεις μείζοσιν διαφοραῖς παρηυξῆσθαι· καὶ διὰ τοῦτο, ταχέως αὐτοῦ ἀφισταμένου ἀπὸ τοῦ ἰσημερινοῦ, ἅμα τῷ γενέσθαι τὴν ἰσημερίαν, καὶ τὸ μέγεθος τῆς σκιᾶς ἀμείβεσθαι. διὸ οὐδὲ ἀκριβέστερόν ἐστιν λαβεῖν τὸν λόγον.

`648`

Ἐπὶ δὲ τῶν τροπικῶν εὑρίσκομεν πάλιν τὸν μὲν χρόνον καθʼ ὃν δεῖ τὸν λόγον λαβεῖν εὔληπτον ἡμῖν γινόμενον, διὰ τὸ καὶ ἐπὶ πολὺ τοῦ ἡλίου μηδενὶ αἰσθητῷ λοξουμένου, τὸν αὐτὸν λόγον μένειν τοῦ γνώμονος πρὸς τὰς σκιάς· τὰ δὲ ἄκρα τῶν σκιῶν καθʼ ὃν εἰρήκαμεν τρόπον δυσδιάκριτα. ὡς διὰ τοῦτο πάλιν μὴ δύνασθαι ἀκριβέστερον λαμβάνειν τὸν λόγον.

Διὸ ἐπὶ μὲν τῶν ἰσημερινῶν τῷ χρόνῳ τὸ αἴτιον περιῆψεν, ἐπὶ δὲ τῶν τροπικῶν ταῖς σκιαῖς τῶν γνωμόνων.

Δῆλον δὲ καὶ ὅτι, τῶν λόγων τοῦ γνώμονος πρὸς τὰς σκιὰς μὴ ἀκριβῶς ἐκ τῶν τηρήσεων καταλαμβανομένων, οὐδὲ τὸ ἐκ τούτων κατὰ τὴν εἰρημένην ἀνάπαλιν δεῖξιν καταλαμβανόμενον ἔξαρμα, ἢ καὶ μεταξὺ τῶν τροπικῶν διάστημα ἀκριβῶς καταλημφθήσεται.

`649`

Ἔκθεσις τῶν κατὰ παράλληλον ἰδιωμάτων.

Ἀποδείξας ἐφʼ οὗ ὑπέθετο διὰ Ῥόδου παραλλήλου τὰ καθολικώτερα τῶν ἰδιωμάτων τῶν ὑπʼ αὐτὸν οἰκήσεων, ταῦτα δʼ ἐστὶν ὃν τρόπον δοθέντος τοῦ τῆς μεγίστης ἡμέρας μεγέθους καταλαμβάνεται τὸ ἔξαρμα τῶν ὑπʼ αὐτὸν οἰκήσεων, καὶ τίσιν ὁ ἥλιος κατὰ κορυφὴν γίνεται πότε καὶ ποσάκις ἐν τῷ ἐνιαυσίῳ χρόνῳ, καὶ τίσιν οὐδόλως, καὶ τοὺς λόγους τῶν γνωμόνων πρὸς τὰς ἀφʼ ἑαυτῶν σκιὰς κατὰ τοὺς εἰρημένους χρόνους, φησὶν “τὸν αὐτὸν δὴ τρόπον” τοῖς ἀποδεδειγμένοις ἐπὶ τοῦ διὰ Ῥόδου παραλλήλου κατακολουθοῦντες ταῖς ἐφόδοις, εὑρήσομεν καὶ τὰ ἐπὶ τῶν ἄλλων εἰρημένα καθόλου ἰδιώματα.

Ποιεῖται δὲ τὰς καταλήμψεις τῶν ἰδιωμάτων διὰ τὸ καθολικώτερον ἐπὶ τῶν παραλλήλων, καὶ οὐχὶ ἐπὶ τῶν οἰκήσεων, καθάπερ ἐπὶ τοῦ διὰ Ῥόδου παραλλήλου, καὶ οὐχὶ ἐπὶ τῆς Ῥόδου, ἐπειδήπερ καὶ ὑπὸ τὸν παράλληλον πλείους εἰσὶν οἰκήσεις τὰ αὐτὰ ἰδιώματα περιέχουσαι, τουτέστιν τό τε αὐτὸ μέγεθος τῆς αὐτῆς μεγίστης ἡμέρας, καὶ τὸ αὐτὸ ἔξαρμα, καὶ τοὺς αὐτοὺς λόγους τῶν σκιῶν πρὸς τοὺς γνώμονας, καὶ ὁμοίως τὸ κατὰ κορυφὴν γίνεσθαι τὸν ἥλιον ἢ μή.

`650`

Καὶ ἐπεὶ ἀπὸ τοῦ μεγέθους τῆς μεγίστης ἡμέρας λαμβάνων τὴν τοῦ ὁρίζοντος περιφέρειαν τὴν μεταξὺ τοῦ ἀνατέλλοντος καὶ τοῦ ἰσημερινοῦ ἑξῆς τὸ ἔξαρμα μετεχειρίζετο καὶ τὰ λοιπά, φησὶν τὰς ἀποδείξεις ποιεῖσθαι ἐπὶ τῶν ὑπὸ τοὺς παραλλήλους οἰκήσεων κατὰ τὴν παραύξησιν τοῦ τετάρτου τῆς μιᾶς ὥρας ἰσημερινῆς τῶν μεγίστων ἡμερῶν.

Ἐπὶ τούτων γὰρ τῶν ὑπεροχῶν καλῶς ἔχειν ἡγήσατο τοὺς ἐπιλογισμοὺς ποιήσασθαι, διὰ τὸ μήτε σφόδρα συνεχεῖς γίνεσθαι τοὺς παραλλήλους καὶ ἀνεπαισθήτους τῶν ἰδιωμάτων τὰς διαφοράς, μηδὲ πάλιν ἄγαν ἀπʼ ἀλλήλων ἀφεστάναι καὶ μείζονας ἀπεργάζεσθαι παρὰ τὰς ἐξ ἀναλόγου τοῖς χρόνοις τοῦ τετάρτου τῆς ὥρας ἐπιβαλλούσας.

Ποιεῖται οὖν τὰς εἰρημένας καθόλου δείξεις ἐπὶ τῶν εἰρημένων οἰκήσεων, ἤτοι τῶν διʼ αὐτῶν παραλλήλων, τὴν ἀρχὴν ἀπὸ τοῦ ὑπʼ αὐτὸν τὸν ἰσημερινὸν παραλλήλου ποιούμενος, τουτέστιν ἀπὸ τῆς ὀρθῆς σφαίρας.

Εἶτα ἀρχόμενος τῶν τούτου ἰδιωμάτων φησίν· “ὃς ἀφορίζει μὲν” οὗτος τουτέστιν ὁ ἰσημερινὸς “τὸ πρὸς μεσημβρίαν μέρος” ἀπὸ “τοῦ ὅλου τεταρτημορίου « ἔγγιστα τῆς καθʼ ἡμᾶς οἰκουμένης». τὸ γὰρ διʼ αὐτοῦ ἐπίπεδον χωρίζει τό τε νότιον τοῦ παντὸς ἡμισφαίριον ἀπὸ τοῦ βορείου ἐν ᾧ ἐστιν ἡ καθʼ ἡμᾶς οἰκουμένη. ἐδείχθη γὰρ αὕτη περιέχουσα τὸ ἕτερον τῶν βορειοτέρων τῆς γῆς ἔγγιστα τεταρτημόριον.

`651`

”Μόνος δὲ ἔχει τὰς ἡμέρας καὶ τὰς νύκτας ἴσας ἀλλήλαις» διὰ τὸ τὸν ὁρίζοντα διὰ τῶν πόλων ὄντα τῆς σφαίρας, οἵτινές εἰσιν καὶ τῶν παραλλήλων διχοτομεῖν τοὺς παραλλήλους καὶ ἡμικύκλια αὐτῶν ἀπολαμβάνειν ὑπὲρ γῆν καὶ ἡμικύκλια ὑπὸ γῆν, καὶ διὰ τοῦτο ἴσα καὶ ὅμοια γίνεσθαι τὰ ὑπὲρ γῆν τμήματα τῶν παραλλήλων τοῖς ὑπὸ γῆν δηλαδὴ καὶ ἰσοχρόνια «τοῦ τοιούτου μὴ συμβαίνοντος ἐπὶ μηδεμιᾶς τῶν ἐγκλίσεων», διὰ τὸ μηκέτι διὰ τῶν πόλων τῶν παραλλήλων γίνεσθαι τὸν ὁρίζοντα «ἀλλὰ «μόνου μὲν πάλιν τοῦ ἰσημερινοῦ» κατὰ πᾶσαν ἔγκλισιν «δίχα διαιρουμένου ὑπὸ τοῦ ὁρίζοντος, καὶ τὰς κατʼ αὐτὸν ἡμέρας ταῖς νυξὶν ἴσας «ποιοῦντος πρὸς αἴσθησιν», ἐπεὶ καὶ μέγιστος ὢν τῶν παραλλήλων ὑπὸ μεγίστου τοῦ ὁρίζοντος, δίχα πάντοτε διαιρεῖται. τὸ δὲ «πρὸς αἴσθησιν» εἴρηται, διὰ τὴν τοῦ ἡλίου ἰδίαν κίνησιν. εἰ γὰρ καὶ ἐν τῇ ἡμέρᾳ καὶ τῇ νυκτὶ τὸ ἴσον ἀνωμάλως ἐκινεῖτο, ὅμως οὐδὲ ταῖς ἴσαις τοῦ διὰ μέσων ἴσαι τοῦ ἰσημερινοῦ ἐπελαμβάνοντο μετὰ τὴν τῶν ἡμικυκλίων αὐτοῦ περιφοράν, ὡς ἐν τοῖς ἑξῆς κατὰ τοὺς οἰκείους τόπους ἀποδείξομεν.

`652`

Τῶν δὲ τῷ ἰσημερινῷ παραλλήλων «εἰς ἄνισα» κατὰ τὰς ἐγκλίσεις «διαιρουμένων», καὶ τὴν καθʼ ἡμᾶς βορειοτέραν οἰκουμένην, «τῶν μὲν «νοτιωτέρων τοῦ ἰσημερινοῦ παραλλήλων τὰ ὑπὲρ γῆν τμήματα τῶν ὑπὸ «γῆν ἐλάττονα» ποιούντων «καὶ τὰς ἡμέρας τῶν νυκτῶν βραχυτέρας, τῶν «δὲ βορειοτέρων ἀνάπαλιν τὰ ὑπὲρ γῆν» τῶν ὑπὸ γῆν «μείζονα, καὶ τὰς «ἡμέρας» τῶν νυκτῶν «πολυχρονιωτέρας», καθάπερ ἐν τῷ δευτέρῳ τῶν Σφαιρικῶν ἐδείχθη. ὅτι ἐὰν ἐν σφαίρᾳ μέγιστος κύκλος παραλλήλους τινὰς κύκλους μὴ διὰ τῶν πόλων τέμνῃ, — καθάπερ ὁ ὁρίζων ἐπὶ τῶν ἐγκλίσεων τοὺς παραλλήλους τῷ ἰσημερινῷ —, τῶν ἀπολαμβανομένων τμημάτων ἐν ἑνὶ τῶν ἡμισφαιρίων, ἡμικυκλίων μὲν ἔσται μείζονα, ὅσα ἐστὶν μεταξὺ τοῦ ἀεὶ φανεροῦ πόλου καὶ τοῦ μεγίστου τῶν παραλλήλων, τὰ δὲ λοιπὰ ἐλάσσονα. καὶ πάλιν ὅτι ἐὰν ἐν σφαίρᾳ μέγιστος κύκλος παραλλήλους τῶν ἐν τῇ σφαίρᾳ μὴ διὰ τῶν πόλων τέμνῃ, μείζονες ἢ ὅμοιαι ἔσονται αἱ ἔγγιον τοῦ φανεροῦ πόλου τῶν ἀπώτερον. καὶ ἔστιν ἐπὶ τῆς καθʼ ἡμᾶς βορειοτέρας οἰκουμένης ὁ βόρειος πόλος ἀεὶ φανερός.

«Ἔστιν δὲ καὶ ἀμφίσκιος οὗτος ὁ παράλληλος, τοῦ ἡλίου δὶς κατὰ κορυφὴν τοῖς ὑπʼ αὐτὸν γινομένου κατὰ τὰ τοῦ ἰσημερινοῦ καὶ τοῦ λοξοῦ «κύκλου κοινὰ τμήματα.» κατὰ τούτων γὰρ γινόμενος ὁ ἥλιος γράφει ἐκ τῆς περιφορᾶς αὐτὸν τὸν ἰσημερινὸν πρὸς αἴσθησιν διὰ τοῦ κατὰ κορυφὴν τῶν ὑπʼ αὐτὸν οἰκήσεων τυγχάνοντα.

Τὸ δὲ πρὸς αἴσθησιν ἐνταῦθα ἡμῖν εἴρηται διὰ τὸ ἕλικας γράφειν τὸν ἥλιον, καὶ τότε μόνον ἡνίκα κατὰ τὰ εἰρημένα σημεῖα τυγχάνων κατὰ κορυφὴν γίνεται κατʼ αὐτὴν τὴν μεσημβρίαν, καὶ συμβαίνει καὶ τοὺς γνώμονας ἀσκίους γίνεσθαι.

Ἀμφίσκιος δὲ ἐκλήθη, διὰ τὸ καὶ ἐπὶ τὰ βόρεια καὶ τὰ νότια ἀποστέλλειν τὰς σκιάς, καὶ τοῦ μὲν ἡλίου τὸ βόρειον ἡμικύκλιον διαπορευομένου τὰς τῶν γνωμόνων σκιὰς πρὸς μεσημβρίαν τρέπεσθαι, τὸ δὲ νότιον διαπορευομένου πρὸς ἄρκτους.

`653`

Ἐὰν γὰρ νοήσωμεν μεσημβρινὸν μὲν κύκλον τὸν ΑΒΓΔ, ἰσημερινοῦ δὲ ἡμικύκλιον τὸ ΑΕΓ, τὸ δὲ κατὰ κορυφὴν σημεῖον τὸ Α καὶ ζῳδιακὸν τὸν ΑΘΓΖ, κοινὴν δὲ τομὴν τῶν κύκλων καὶ διάμετρον αὐτῶν γινομένην τὴν ΑΗΓ εὐθεῖαν, κέντρον δὲ αὐτῶν καὶ τῆς σφαίρας τὸ Η, ὃ νοείσθω καὶ τοῦ γνώμονος κορυφή, ῥίζης αὐτοῦ οὔσης ἐν τῷ παρὰ τὸν ὁρίζοντα ἐπιπέδῳ τοῦ Λ. καὶ βόρειον μὲν τὸ ΑΖΓ ἡμικύκλιον, νότιον δὲ τὸ ΑΘΓ.

Ὅταν ἄρα ὁ ἥλιος ἐπί τινος τμήματος τῶν ἐπὶ τοῦ ΑΖΓ βορείου ἡμικυκλίου παροδεύῃ, ὡς κατὰ τοῦ Ζ, δῆλον ὡς ὅτι κατʼ εὐθείας γραμμὰς καὶ κατὰ διάμετρον πέμπων τὰς ἀκτῖνας, ἐπὶ τὰ νότια αὐτὰς ἀποστέλλει ὡς τὴν ΖΗΚ, ἥτις δηλαδὴ καὶ νοτιωτέραν ποιήσει τὴν σκιὰν ἐν τῷ παρὰ τὸν ὁρίζοντα ἐπιπέδῳ, ὡς τὴν ΚΛ. κἂν ἐπὶ τοῦ νοτίου τυγχάνῃ, ὁμοίως πέμψει ἐπὶ τὰ βόρεια τὴν σκιάν.

«Καὶ ἔστιν ἐνταῦθα οἵων ὁ γνώμων ξ, τοιούτων ἡ θερινὴ καὶ ἡ χειμερινὴ σκιὰ τμημάτων κϛ 𐅵ʹ», ὡς ἑξῆς δειχθήσεται.

`654`

Λέγομεν δὲ καὶ καθόλου τοὺς λόγους τῶν γνωμόνων πρὸς τὰς ἰσημερινὰς καὶ τροπικὰς σκιάς, τὰς γινομένας ἐν ταῖς μεσημβρίαις ταῖς πλησιαζούσαις τούτῳ τῷ χρόνῳ ἐν ᾧ ὁ ἥλιος ἐπὶ τῶν τροπικῶν ἢ ἰσημερινῶν σημείων παραγίνεται, διὰ τὸ σπανίως αὐτὸν κατʼ αὐτὴν τὴν μεσημβρίαν τουτέστιν τὴν ὥραν ϛ κατὰ τῶν εἰρημένων σημείων τυγχάνειν, ὡς καὶ μηδενὶ ἀξιολόγῳ αὐτῶν διαφερουσῶν τοῦ ὡς ἂν ἐν αὐτῇ τῇ μεσημβρίᾳ ἐτύγχανον ἀκριβῶς αἱ τροπαὶ καὶ αἱ ἰσημερίαι ἀποτελούμεναι, διὰ τὸ μηδὲ ἀξιολόγῳ τινὶ ἐν τῷ μεταξὺ χρόνῳ λοξοῦσθαι τὸν ἥλιον δηλαδὴ μηδὲ τὴν σκιὰν αἰσθητῷ τινι διάφορον γίνεσθαι.

«Τοῖς δὲ ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦσιν κατὰ κορυφὴν γίνονται τῶν «ἀστέρων ὅσοι ἐπὶ τοῦ ἰσημερινοῦ ποιοῦνται τὰς περιφορὰς» εἴτε πλάνητες εἴτε καὶ ἀπλανεῖς, διὰ τὸ καὶ αὐτὸν τὸν ἰσημερινὸν διὰ τοῦ κατὰ κορυφὴν εἶναι, ὡς ἔφαμεν, τῶν ὑπʼ αὐτὸν οἰκήσεων.

`655`

«Πάντες δὲ καὶ ἀνατέλλοντες καὶ δύνοντες φαίνονται, διὰ τὸ τοὺς “πόλους τῆς σφαίρας ἐπὶ τοῦ ὁρίζοντος ὄντας μηδένα κύκλον ποιεῖν τῶν “παραλλήλων ἀεὶ φανερὸν ἢ ἀεὶ ἀφανῆ, μηδὲ τῶν μεσημβρινῶν ὑπό τινος “ἀεὶ ἀφανοῦς κόλουρον γίνεσθαι.”

Κόλουρον δὲ ἐκάλεσεν τὸν οὕτως ἀποτεμνόμενον μεσημβρινόν, καθάπερ καὶ τοὺς κώνους ὧν ἀποτέμνονται αἱ κορυφαὶ ὑπὸ κύκλων τινῶν κολούρους προσαγορεύομεν.

Ὅτι δὲ καὶ τοῖς ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦσιν ὁ γνώμων πρὸς τὴν ἀφʼ ἑαυτοῦ γιγνομένην σκιὰν ἐν τῇ μεσημβρίᾳ κατὰ τὴν χειμερινὴν καὶ τὴν θερινὴν τροπὴν λόγον ἔχει τὸν τῶν ξ πρὸς τὰ κϛ 𐅵ʹ, οὕτως ἡμῖν ἔσται δῆλον.

Ἔστω γὰρ μεσημβρινὸς κύκλος ὁ ΑΒΓΔ, καὶ ἰσημερινοῦ μὲν σημεῖον τὸ Α, ὃ γίνεται κατὰ κορυφὴν τῆς οἰκήσεως, χειμερινοῦ δὲ τροπικοῦ τὸ Ζ, θερινοῦ δὲ τὸ Η.

`656`

Φανερὸν δὴ ὅτι καὶ ὅταν ὁ ἥλιος ἐπὶ τοῦ Α ἰσημερινοῦ παραγεγένηται, ὅ ἐστιν, ὡς ἔφαμεν, καὶ κατὰ κορυφήν, ἄσκιον ποιήσει τὸν ΕΓ γνώμονα. ὅταν δὲ κατὰ τὸ Ζ γένηται, ἀκτῖνα μὲν πέμψει τὴν ΖΕΘ, σκιὰν δὲ ποιήσει τὴν ΓΘ. ὅταν δὲ κατὰ τὸ Η γένηται, ἀκτῖνα πάλιν πέμψει τὴν ΗΕΚ, σκιὰν δὲ ποιήσει τὴν ΓΚ. ἐπεὶ οὖν ἰσημερινὸν μὲν σημεῖόν ἐστιν τὸ Α, ἡ δὲ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸ τροπικὸν ἡ ΑΖ, ἔσται ἄρα ἡ ΑΖ μοιρῶν κγ να κ, καὶ ἡ ἴση αὐτῆς δηλονότι ἡ ΓΔ τῶν αὐτῶν ἐστιν κγ να κ. ὥστε καὶ ἡ πρὸς τῷ Ε γωνία οἵων μέν εἰσιν αἱ δ ὀρθαὶ τξ τοιούτων ἐστὶν κγ να κ· οἵων δὲ αἱ δύο ὀρθαὶ τξ τοιούτων ἔσται μζ μβ μ.

Ἐὰν ἄρα περὶ τὸ ΓΕΘ τρίγωνον ὀρθογώνιον κύκλον περιγράψωμεν ὡς τὸν ΕΓΘ, ἔσται καὶ ἡ ὑποτείνουσα τὴν πρὸς τῷ Ε γωνίαν, τουτέστιν ἡ ἐπὶ τῆς ΓΘ περιφέρεια, μοιρῶν μζ μβ μ. ὥστε καὶ ἡ λείπουσα εἰς τὸ ἡμικύκλιον ἡ ἐπὶ τῆς ΓΕ περιφέρεια μοιρῶν ἔσται ρλβ ιζ κ. καὶ τῶν ὑπʼ αὐτὰς εὐθειῶν ἡ μὲν ΓΘ τμημάτων ἔσται μη λα νε, ἡ δὲ ΓΕ ρθ μδ νγ.

Ἐπεὶ οὖν ὁ λόγος ἐστὶν τῆς ΕΓ πρὸς ΓΘ ὁ τῶν ρθ μδ νγ πρὸς τὰ μη λα νε, καὶ οἵων ἄρα ὁ ΕΓ γνώμων ξ τοιούτων ἡ ΓΘ κϛ 𐅵ʹ ἔγγιστα, ἴση δὲ ἡ ΓΘ τῇ ΓΚ, καὶ ἡ ΓΚ ἄρα ἔσται τῶν αὐτῶν κϛ 𐅵.

Λόγος ἄρα τοῦ ΓΕ γνώμονος πρὸς ἑκατέραν τῶν ΓΚ, ΓΘ τροπικῶν σκιῶν ὁ τῶν ξ πρὸς τὰ κϛ 𐅵.

Εἶτα εἰπὼν τὰ καθόλου ἰδιώματα τῶν ὑπὸ τὸν ἰσημερινὸν οἰκήσεων, ἐν ᾧ ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν ιβ, ἄρχεται ἑξῆς καὶ ἐπὶ τῶν ἐγκλίσεων περὶ τῶν αὐτῶν διαλαμβάνειν, καθὼς ἐπηγγείλατο, τετάρτῳ μιᾶς ὥρας ἰσημερινῆς τὰς παραυξήσεις τῶν μεγίστων ἡμερῶν ποιούμενος, καί φησιν·

`657`

»Δεύτερος γίνεται παράλληλος καθʼ ὃν δὴ ἡ μεγίστη ἡμέρα ὡρῶν «ἐστιν ἰσημερινῶν ιβ δʹ. οὗτος δὲ ἀπέχει τοῦ ἰσημερινοῦ μοίρας δ δʹ, «καὶ γράφεται διὰ Ταπροβάνης τῆς νήσου. ἔστιν δὲ καὶ αὐτὸς τῶν ἀμφισκίων, τοῦ ἡλίου πάλιν δὶς τοῖς ὑπʼ αὐτὸν γινομένου κατὰ κορυφὴν «καὶ τοὺς γνώμονας ἐν ταῖς μεσουρανήσεσιν ποιοῦντος ἀσκίους ὅταν «ἀπέχῃ τῆς θερινῆς τροπῆς εἰς ἑκάτερα τὰ μέρη μοίρας οθ 𐅵ʹ· ὥστε «τὰς μὲν ρνθ ταύτας αὐτοῦ διαπορευομένου, τὰς τῶν γνωμόνων σκιὰς «ἀποκλίνειν εἰς τὰ νότια, τὰς δὲ λοιπὰς σα εἰς τὰ βόρεια. καὶ ἔστιν ἐνταῦθα οἵων ὁ γνώμων ξ τοιούτων ἡ μὲν ἰσημερινὴ σκιὰ δ γʹ ιβʹ, «ἡ δὲ θερινὴ κα γʹ, ἡ δὲ χειμερινὴ λβ.»

Χρὴ δὲ ἐπὶ τῶν ἐγκλίσεων οὕτως ἐκδέχεσθαι τοὺς ἐπὶ τῆς γῆς νοουμένους παραλλήλους ὁμοταγεῖς τοῖς ἐν τῷ οὐρανῷ, ὡς μὴ καὶ κατὰ τῶν αὐτῶν αὐτοῖς ὄντας ἐπιπέδων.

Ἐπειδήπερ τῆς γῆς σφαιρικῆς ὑπαρχούσης καὶ κατὰ τὸ μέσον τοῦ παντός, παρακολουθεῖ καὶ παρεκπίπτειν τοὺς διὰ τοῦ κατὰ κορυφὴν ἐν τῷ οὐρανῷ νοουμένους παραλλήλους τῷ ἰσημερινῷ τὴν ὅλην γῆν, ἀλλὰ κατὰ κωνικοῦ σχήματος αὐτοὺς ἐπὶ τῆς γῆς τυγχάνειν.

`658`

Οἷον ἔστω ἐν μὲν οὐρανῷ μεσημβρινὸς κύκλος ὁ ΑΒΓΔΕ, ἐν δὲ τῇ γῇ ὁ ΖΗΘ, καὶ κατὰ κορυφὴν τῆς οἰκήσεως σημεῖον τὸ Α, καὶ ἐπεζεύχθω ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὸ Α καὶ κατὰ κορυφὴν εὐθεῖα ἡ ΑΖΚ, καὶ ἤχθω αὐτῇ πρὸς ὀρθὰς ἡ ΒΚΓ. ὁ ἄρα περὶ τὴν ΒΓ κύκλος ὀρθὸς πρὸς τὴν ΑΖΚ ἀδιαφορήσει τοῦ διὰ τῆς κατὰ τὸ Ζ οἰκήσεως ὁρίζοντος.

Εἰλήφθωσαν οἱ πόλοι τῆς σφαίρας, καὶ ἔστω τὰ Λ, Μ· καὶ ἐπεζεύχθω ἡ ΛΜ· ἡ ΛΜ ἄρα ἄξων ἐστίν. γεγράφθω διὰ τοῦ Α κατὰ κορυφὴν τῷ ἰσημερινῷ παράλληλος ὁ ΑΔ.

Καὶ δῆλον οὖν ὡς ὅτι, μενούσης τῆς ΚΑ καὶ τοῦ παντὸς περιφερομένου περὶ τοὺς Λ, Μ πόλους, ἡ ΚΑ ἀφορίσει κῶνον οὗ βάσις ἔσται ὁ ΑΝΔ παράλληλος γραφόμενος ἐν τῇ περιφορᾷ ὑπὸ τοῦ Α σημείου, ἐπειδήπερ κἂν τοῦ κατὰ κορυφὴν σημείου μένοντος ἐπὶ τοῦ ΑΒΓ μεσημβρινοῦ νοήσωμεν τὴν ΚΑ σὺν τῷ παντὶ φερομένην, τοῦ Κ μένοντος, γράψει ἡ ΚΑ κῶνον, τὸ δὲ Α τὸν τῆς βάσεως αὐτοῦ κύκλον.

Ἐὰν οὖν καὶ διὰ τοῦ Ζ νοήσωμεν ὡς τὸν ΖΟΗ ὑπὸ τοῦ Ζ γραφόμενον παράλληλον τῷ ΑΝΔ, ἔσται οὗτος ἐν τῇ ἐπιφανείᾳ τοῦ κώνου καὶ τῆς γῆς παράλληλος τῷ νοουμένῳ ἰσημερινῷ ἐν τῇ γῇ, ὃς νοεῖται ὑπὸ τῆς τοῦ ἰσημερινοῦ τομῆς ἀποτελούμενος.

`659`

Τὰς οὖν ἐπὶ τοῦ ΖΟΗ οἰκήσεις χρὴ ἐκλαμβάνειν τὰς ὑπὸ τὸν ΑΝΔ διὰ τοῦ κατὰ κορυφὴν παραλλήλου. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν.

Εὑρίσκεται δὲ πρότερον δοθέντος τοῦ τῆς μεγίστης ἡμέρας μεγέθους ὡρῶν ιβ δʹ, ἡ ἀπὸ τοῦ ἰσημερινοῦ ἀποχὴ τοῦ ὑποκειμένου δευτέρου παραλλήλου μοιρῶν δ δʹ, ἥτις ἴση ἐστίν, ὡς ἔφαμεν, τῷ ἐξάρματι, κατακολουθούντων ἡμῶν τῷ αʹ θεωρήματι, ἔνθα ὑποθέμενος τὴν μεγίστην ἡμέραν ὡρῶν ἰσημερινῶν ιδ 𐅵ʹ, ηὕρισκεν τὴν τοῦ ὁρίζοντος περιφέρειαν τὴν ἀπολαμβανομένην μεταξὺ τοῦ τε ἰσημερινοῦ καὶ τοῦ τροπικοῦ, τουτέστιν τὴν ΕΗ, εἶτα ἐκ ταύτης τὴν ΒΖ τοῦ ἐξάρματος.

`660`

Ἐκτεθείσης γὰρ τῆς ὁμοίας ἐκεῖσε καταγραφῆς, τουτέστιν τοῦ τε ΑΒΓΔ μεσημβρινοῦ καὶ τοῦ ΒΕΔ ὁρίζοντος καὶ τοῦ ΑΕΓ ἰσημερινοῦ, καὶ λημφθέντος τοῦ Η σημείου καθʼ οὗ τὸ χειμερινὸν τροπικὸν ἀνατέλλει, καὶ γραφείσης διὰ τοῦ Ζ πόλου καὶ τοῦ Η τῆς ΖΗΘ περιφερείας, ὁμοίως διὰ τὴν καταγραφὴν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΖ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΗ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ.

Ἀλλʼ ἡ μὲν τῆς ΘΑ περιφερείας διπλῆ μοιρῶν ἐστιν ροϛ ιε· ἡ γὰρ ΘΕ, ἡμίσεια οὖσα τοῦ διαφόρου τῆς μεγίστης ἡμέρας παρὰ τὴν ἰσημερινὴν ὀγδόου μέν ἐστιν μιᾶς ὥρας ἰσημερινῆς χρόνων δὲ δηλονότι α νβ λ· καὶ λοιπὴ ἡ ΘΑ πη ζ λ· ὥστε καὶ τὴν διπλῆν συνάγεσθαι τῶν εἰρημένων ροϛ ιε, ἡ δὲ ὑπʼ αὐτὴν εὐθεῖα ριθ νϛ η. ἡ δὲ τῆς ΑΕ περιφερείας διπλῆ μοιρῶν ρπ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ρκ. καὶ πάλιν ἡ μὲν τῆς ΘΖ διπλῆ μοιρῶν ρπ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ρκ· ἡ δὲ τῆς ΖΗ διπλῆ μοιρῶν ρλβ ιζ κ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα ρθ μδ νγ.

Ἐὰν ἄρα πάλιν ἀπὸ τοῦ τῶν ριθ νϛ η πρὸς τὰ ρκ ἀφέλωμεν τὸν τῶν ρκ πρὸς τὰ ρθ μδ νγ, καταλειφθήσεται ὁ λόγος τῶν ρθ μα κ πρὸς τὰ ρκ, τουτέστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ.

Καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΒΕ τμημάτων ρκ· καὶ ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΗΒ μοιρῶν ἔσται ρθ μα κ, ἡ δὲ ἐπʼ αὐτῆς περιφέρεια, ἡ διπλῆ τῆς ΒΗ, μοιρῶν ἔσται ρλβ θ, αὐτὴ δὲ ἡ ΒΗ ξϛ δ λ.

Καὶ λοιπὴ ἡ ΗΕ τοῦ ὁρίζοντος περιφέρεια ἡ μεταξὺ τοῦ χειμερινοῦ τροπικοῦ καὶ τοῦ ἰσημερινοῦ μοιρῶν ἔσται κγ νε λ ἔγγιστα.

Ἑξῆς τῷ αὐτῷ θεωρήματι προσχρώμενοι, δείξομεν καὶ τὴν ΖΒ τοῦ ἐξάρματος περιφέρειαν ἴσην οὖσαν τῇ τοῦ παραλλήλου ἀπὸ τοῦ ἰσημερινοῦ ἀποστάσει μοιρῶν δ δʹ.

`661`

Γίνεται γὰρ πάλιν ἐπὶ τῆς αὐτῆς καταγραφῆς ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΑ λόγος συγκείμενος ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΒ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΒΖ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΑ.

Ἀλλʼ ἡ μὲν τῆς ΕΘ περιφερείας διπλῆ μοιρῶν ἐστιν γ με· τετάρτου γάρ ἐστι μιᾶς ὥρας ἰσημερινῆς· καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα γ νε λδ. ἡ δὲ τῆς ΘΑ διπλῆ μοιρῶν ροϛ ιε, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα ριθ νϛ η. καὶ πάλιν ἡ μὲν διπλῆ τῆς ΕΗ μοιρῶν μζ να, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα μη λθ νγ. ἡ δὲ διπλῆ τῆς ΗΒ μοιρῶν ρλβ θ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα ρθ μα κ.

Ἐὰν ἄρα πάλιν ἀπὸ τοῦ λόγου τῶν γ νε λδ πρὸς τὰ ριθ νϛ η ἀφέλωμεν τὸν τῶν μη λθ νγ πρὸς τὰ ρθ μα κ, καταλειφθήσεται ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΒΖ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΑ, ὁ τῶν γ λε κζ πρὸς τὰ μη λθ νγ, ᾧ λόγῳ ὁ αὐτός ἐστιν καὶ ὁ τῶν η να ιϛ πρὸς τὰ ρκ.

`662`

Καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΖΑ ρκ. καὶ ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΒΖ περιφερείας εὐθεῖα ἔσται η να ιϛ.

Ἡ δὲ διπλῆ τῆς ΒΖ περιφερείας μοιρῶν η κη, αὐτὴ δὲ ἡ ΒΖ τοῦ ἐξάρματος περιφέρεια δ δʹ, ὅπερ προέκειτο εὑρεῖν.

Ὅτι δὲ καὶ διὰ Ταπροβάνης ἐστὶν ὁ τοιοῦτος παράλληλος γέγραπται ἐν τῇ Γεωγραφίᾳ.

Καὶ ἐπεὶ ὁ τοσοῦτον ἀπέχων παράλληλος τοῦ ἰσημερινοῦ μεταξύ ἐστι τοῦ ἰσημερινοῦ καὶ τοῦ τροπικοῦ θερινοῦ, δῆλον ὡς ὅτι κατὰ δύο σημεῖα τέμνει τὸν ζῳδιακόν, καθʼ ὧν γινόμενος ὁ ἥλιος αὐτὸν παράλληλον γράφων πρὸς αἴσθησιν ἐκ τῆς περιφορᾶς, δὶς ἔσται κατὰ κορυφὴν ἐν τῷ ἐνιαυσίῳ χρόνῳ.

Καὶ διὰ τοῦτο ὡς ἔφαμεν ἔμπροσθεν ἀμφίσκιος ἔσται.

Ὅτι δὲ καὶ τὰς εἰρημένας ρνθ μοίρας διαπορευόμενος τὰς τῶν γνωμόνων σκιὰς ἀποκλίνει πρὸς μεσημβρίαν, τὰς δὲ λοιπὰς ὡς πρὸς ὅλον τὸν ζῳδιακὸν σα πρὸς ἄρκτους, οὕτως ἡμῖν ἔσται δῆλον.

`663`

Ἔστω γὰρ μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, ὁρίζοντος δὲ ἡμικύκλιον τὸ ΒΕΔ, ἰσημερινοῦ δὲ τὸ ΑΕΓ, καὶ βόρειος πόλος τὸ Ζ, ὥστε τὴν ΔΖ τοῦ ἐξάρματος μοιρῶν εἶναι δ δʹ. ἔστω δὲ καὶ θερινὸς τροπικὸς ὁ ΗΚΘ, τοῦ δὲ ζῳδιακοῦ καὶ ἐφαπτομένου τῶν τροπικῶν ἡμικύκλιον τὸ ΑΚΓ.

Καὶ εἰλήφθω τὸ κατὰ κορυφὴν σημεῖον τὸ Μ. ἔσται ἄρα καὶ ἡ ΑΜ μοιρῶν δ δʹ.

Γεγράφθω ὁ διὰ τοῦ Μ κατὰ κορυφὴν παράλληλος τῷ ἰσημερινῷ ὁ ΜΝΞΟ, καὶ τεμνέτω τὸν ζῳδιακὸν κατὰ τὰ Ν, Ξ σημεῖα.

Καὶ γεγράφθω διὰ τοῦ Ζ πόλου καὶ τοῦ Ν μεγίστου κύκλου περιφέρεια ἡ ΖΝΠ· ἡ ἄρα ΝΠ ἐστὶν ἣν λελόξωται τὸ Ν τμῆμα τοῦ ζῳδιακοῦ ἀπὸ τοῦ ἰσημερινοῦ, ἴση οὖσα τῇ ΑΜ, διὰ τὸ μεταξὺ αὐτὰς εἶναι τῶν παραλλήλων, καὶ μοιρῶν ἐστιν δ δʹ.

Ἐὰν οὖν ταύτην εἰσαγάγωμεν κατὰ τὸ δεύτερον σελίδιον τῆς λοξώσεως, εὑρήσομεν ἐν τῷ πρώτῳ παρακειμένην τὴν ΑΝ τοῦ ζῳδιακοῦ ἀπὸ τοῦ Α ἰσημερινοῦ μοιρῶν ι λ, καὶ λοιπὴν ἄρα τὴν ΚΝ τῶν λοιπῶν εἰς τὰς ϙ τῆς ΑΚ περιφερείας μοιρῶν οθ λ. διὰ τὰ αὐτὰ δὴ καὶ τὴν ΞΚ τῶν αὐτῶν ἕξομεν οθ λ.

`664`

Καὶ ἐπεὶ ὅλη ἡ ΝΚΞ τοῦ ζῳδιακοῦ περιφέρεια, συναγομένη μοιρῶν ρνθ, βορειοτέρα ἐστὶ τοῦ ΜΟ διὰ τοῦ κατὰ κορυφὴν παραλλήλου, δῆλον ὡς ὅτι ταύτην τὴν περιφέρειαν διαπορευόμενος ὁ ἥλιος τὰς τῶν γνωμόνων σκιὰς ἐπὶ τὰ ἐναντία καὶ νοτιώτερα ἀποστέλλει, τὴν δὲ λοιπὴν καὶ νοτιωτέραν τῶν λοιπῶν εἰς τὰς τξ συναγομένην μοιρῶν σοα πρὸς τὰς ἄρκτους. ὅταν δὲ κατʼ αὐτῶν τῶν Ν, Ξ τυγχάνῃ ἐν αὐτῇ τῇ μεσημβρίᾳ κατὰ κορυφὴν τυγχάνων, ἄσκιον ποιήσει τὸν γνώμονα.

Διαλαβὼν οὖν περὶ τῶν ἰδιωμάτων τοῦ δευτέρου καὶ διὰ Ταπροβάνης ἀμφισκίου παραλλήλου, καὶ ἔτι τῶν τούτου ἑξῆς ἀμφισκίων, ἐλθὼν ἐπὶ τὸν ἕβδομον διὰ Σοήνης γραφόμενον παράλληλον, ἔνθα ἡ ἀπόστασις τοῦ παραλλήλου ἀπὸ τοῦ ἰσημερινοῦ ἤτοι τὸ ἔξαρμα μοιρῶν ἐστιν κγ να, ὅσον ἔγγιστα καὶ ὁ ἰσημερινὸς ἀπέχει τοῦ τροπικοῦ, φησὶν ὅτι «πρῶτος «δέ ἐστιν οὗτος τῶν καλουμένων ἑτεροσκίων. οὐδέποτε γὰρ τοῖς ὑπʼ «αὐτὸν οἰκοῦσιν ἐν ταῖς μεσημβρίαις αἱ τῶν γνωμόνων σκιαὶ πρὸς μεσημβρίαν ἀποκλίνουσιν, ἀλλʼ ἐν αὐτῇ μόνῃ τῇ θερινῇ τροπῇ κατὰ κορυφὴν «αὐτοῖς» τοῦ ἡλίου γινομένου, «οἱ γνώμονες ἄσκιοι θεωροῦνται.» διὸ οὐδὲ λόγον ποιήσει ὁ γνώμων τότε πρὸς τὴν σκιάν.

Ἐπὶ γὰρ τῆς αὐτῆς καταγραφῆς, ἐπεὶ ὁ διὰ τοῦ κατὰ κορυφὴν γραφόμενος παράλληλος ἀπέχει τοῦ ἰσημερινοῦ μοίρας κγ να, ὅσας ὡς ἔφαμεν καὶ ὁ τροπικός, ἔσται ἄρα ὁ διὰ τοῦ κατὰ κορυφὴν ὁ αὐτὸς τῷ ΗΘ τροπικῷ, καὶ κατὰ τοῦ Κ δηλονότι θερινοῦ τροπικοῦ γινόμενος ὁ ἥλιος, κατὰ κορυφὴν τοῖς ὑπὸ τοῦτον τὸν παράλληλον οἰκοῦσιν τυγχάνων, ἀσκίους ποιήσει τοὺς γνώμονας.

`665`

Καὶ φανερὸν ὅτι πάντοτε αἱ σκιαὶ τῶν γνωμόνων ἐπὶ τὰ βόρεια ἀποκλίνουσιν, καὶ οὐδέποτε πρὸς μεσημβρίαν, διὰ τὸ καὶ ὅλον τὸν ζῳδιακὸν νοτιώτερον εἶναι τοῦ ΗΘ παραλλήλου. καὶ οἱ ἑξῆς δὲ αὐτοῦ πάντες παράλληλοι ἐπὶ τῆς καθʼ ἡμᾶς οἰκουμένης οὐδέποτε τὸν ἥλιον ἕξουσιν κατὰ κορυφήν. καὶ ὁμοίως νοτιώτερον ἔχοντες τὸν ζῳδιακὸν τὰς σκιὰς ἐπὶ τὰ βόρεια ἔχουσιν προσνευούσας.

Ἐκθέμενος οὖν μέχρι τοῦ κεʹ παραλλήλου καὶ τοὺς λόγους τῶν γνωμόνων πρὸς τὰς σκιὰς καὶ διʼ ὧν οἰκήσεων γράφονται οἱ παράλληλοι, τῷ δʹ τῆς μιᾶς ὥρας ἰσημερινῆς κατὰ τὴν παραύξησιν τῶν μεγίστων ἡμερῶν προσχρησάμενος, ἐλθὼν εἰς τὸν κϛʹ παράλληλον οὐκέτι τῷ δʹ τῆς μιᾶς ὥρας ἰσημερινῆς πρὸς τὴν εἰρημένην παραύξησιν τῶν μεγίστων ἡμερῶν προσεχρήσατο, ἀλλὰ ἡμίσει. καί φησιν «διὰ τὸ συνεχεῖς ἤδη γίνεσθαι «τοὺς παραλλήλους, καὶ τὴν τῶν ἐξαρμάτων διαφοράν», τουτέστιν τὰς τῶν παραλλήλων ἀποστάσεις, «μηκέτι μηδεμιᾶς ὅλης μοίρας συνάγεσθαι.»

`666`

Τῷ γὰρ αὐτῷ δʹ μέρει τῆς ὥρας τῶν ἡμερῶν παραυξανομένων, ηὑρίσκομεν τοὺς πλησιαίτερον τοῦ ἰσημερινοῦ παραλλήλους πλεῖον ἀπʼ ἀλλήλων ἀπέχοντας τῶν ἀπώτερον. καθάπερ ἐπὶ τοῦ δευτέρου παραλλήλου, ηὑρίσκομεν τὴν ἀπὸ τοῦ ἰσημερινοῦ ἀπόστασιν μοιρῶν δ ιε, τὴν δὲ τοῦ τρίτου η κε, καὶ λοιπὴν τὴν ἀπὸ τοῦ βʹ ἐπὶ τὸν γʹ μοιρῶν δ ι, ἐλάττονα γινομένην τῶν δ ιε. καὶ ὁ δʹ δὲ ὁμοίως ἐλάττονα ἀπέχει τοῦ γʹ ἤπερ ὁ γʹ ἀπὸ τοῦ βʹ, καὶ οἱ ἑξῆς δὲ ἀκολούθως, ὡς κατὰ τοῦ κϛʹ μηκέτι μηδεμιᾶς μοίρας εὑρίσκεσθαι τὰς ἀποστάσεις τῶν παραλλήλων, ἐπειδήπερ καὶ ὁ κδʹ ἀπέχει τοῦ ἰσημερινοῦ μοίρας νζ, ὁ δὲ κεʹ, νη, καὶ α μοῖραν αὐτῶν ἀπʼ ἀλλήλων ἀπεχόντων, ἐὰν καὶ τὸν κϛʹ τῷ αὐτῷ δʹ μέρει τῆς ὥρας παραυξήσωμεν, ἀεὶ ὡς ἔφαμεν ἐλαττουμένων τῶν διαστάσεων, οὐκέτι οὐδεμιᾶς μοίρας εὑρεθήσεται ἡ ἀπόστασις τοῦ παραλλήλου, ἤτοι ἡ τῶν ἐξαρμάτων διαφορά.

Ἵνα δὲ καὶ διὰ τῶν γραμμικῶν δείξεων φανερὸν γένηται τὸ λεγόμενον, δείξομεν οὕτως·

Ἐπεὶ γὰρ τοῦ μεγέθους τῆς μεγίστης ἡμέρας τῷ ἴσῳ παραυξανομένου καὶ τὸ τοῦ θερινοῦ τροπικοῦ τὸ ὑπὲρ γῆν τμῆμα τῷ ἴσῳ παραυξάνεται — τοῦτο γάρ ἐστιν τὸ περιέχον τὸ μέγεθος τῆς μεγίστης ἡμέρας, ἐπεὶ καὶ κατὰ τοῦτον τότε φέρεται ὁ ἥλιος — τοῦ δὲ θερινοῦ τροπικοῦ ὑπὲρ γῆν τμήματος τῷ ἴσῳ παραυξανομένου, καὶ τὸ ἥμισυ αὐτοῦ τουτέστιν τὸ ἀπὸ τοῦ ὁρίζοντος ἐπὶ τὸν μεσημβρινὸν τῷ ἴσῳ παραυξηθήσεται, ὥστε τοῦ μεγέθους τῆς μεγίστης ἡμέρας τῷ ἴσῳ παραυξανομένου, καὶ τὸ ἀπὸ τοῦ ὁρίζοντος ἐπὶ τὸν μεσημβρινὸν τμῆμα τοῦ θερινοῦ τροπικοῦ τῷ ἴσῳ παραυξηθήσεται. λέγω οὖν ὅτι τούτου τῷ ἴσῳ παραυξανομένου καὶ αἱ μεταξὺ τῶν ὁριζόντων τοῦ μεσημβρινοῦ περιφέρειαι ἴσαι οὖσαι ταῖς μεταξὺ τῶν κατὰ κορυφὴν ἐπὶ τὸ ἔλαττον συσταθήσονται.

`667`

Ἔστω γὰρ μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, θερινοῦ δὲ τροπικοῦ ἡμικύκλιον τὸ ΑΕΓ, τοῦ δὲ ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντος τὸ ΒΕΔ, τοῦ δὲ δευτέρου παραλλήλου τὸ ΖΗΘ, τοῦ δὲ τρίτου τὸ ΚΛΜ, ὥστε ἴσαις περιφερείαις ταῖς ΕΗ, ΗΛ τοῦ θερινοῦ τροπικοῦ καὶ ἑξῆς ὁμοίως παραυξάνειν τὰ ΑΕ, ΑΗ, ΑΛ ὑπὲρ γῆν τμήματα ἀπὸ τοῦ ὁρίζοντος ἐπὶ τὸν μεσημβρινόν. λέγω ὅτι μείζων ἐστὶν ἡ ΘΔ τῆς ΘΜ, καὶ ἑξῆς ὁμοίως.

Εἰλήμφθωσαν γὰρ αἱ κοιναὶ τομαὶ τῶν κύκλων αἱ ΑΓ, ΒΔ, ΖΘ, ΚΜ, καὶ ἔτι αἱ τοῦ τροπικοῦ καὶ τῶν ὁριζόντων κοιναὶ τομαὶ αἱ ΝΕ, ΞΗ, ΟΛ. καὶ ἐπεὶ ὁ ΑΒΓΔ μεσημβρινὸς διὰ τῶν πόλων ἐστὶν τοῦ ΑΕΓ τροπικοῦ, δίχα αὐτὸν τεμεῖ. ἡ ΑΓ ἄρα διάμετρός ἐστιν τοῦ ΑΕΓ τροπικοῦ.

Πάλιν, ἐπεὶ ὁ ΑΒΓΔ μεσημβρινὸς καὶ ὁ ΒΕΔ ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζων διὰ τῶν πόλων εἰσὶν τοῦ ΑΕΓ τροπικοῦ, ὀρθοί εἰσιν πρὸς αὐτὸν καὶ ἡ κοινὴ ἄρα αὐτῶν τομὴ ἡ ΒΔ ὀρθή ἐστιν πρὸς τὸν ΑΕΓ τροπικόν. ὥστε καὶ πρὸς τὴν ΑΓ ὀρθή ἐστιν.

Καὶ ἐπεὶ ἡ ΒΔ διὰ τοῦ κέντρου οὖσα τοῦ ΑΒΓΔ τὴν ΑΓ μὴ διὰ τοῦ κέντρου οὖσαν πρὸς ὀρθὰς τέμνει, καὶ δίχα αὐτὴν τέμνει· τὸ Ν ἄρα κέντρον ἐστὶν τοῦ ΑΕΓ θερινοῦ τροπικοῦ. ἐπεὶ ὁ ΑΒΓΔ μεσημβρινὸς ὀρθός ἐστιν πρός τε τὸν ΑΕΓ τροπικὸν καὶ πρὸς τοὺς ὁρίζοντας — διὰ γὰρ τῶν πόλων ἐστὶν αὐτῶν —, καὶ ὁ τροπικὸς ἄρα καὶ οἱ ὁρίζοντες ὀρθοί εἰσιν πρὸς τὸν μεσημβρινόν. ὥστε καὶ αἱ κοιναὶ αὐτῶν τομαὶ αἱ ΝΕ, ΞΗ, ΟΛ ὀρθαί εἰσιν πρὸς τὸν ΑΒΓΔ μεσημβρινὸν δηλαδὴ καὶ πρὸς τὴν ΑΓ διάμετρον τοῦ τροπικοῦ.

Καὶ ἐπεὶ ἡμικύκλιόν ἐστιν τὸ ΑΕΓ καὶ ἀπὸ τοῦ Ν κέντρου αὐτοῦ πρὸς ὀρθὰς τῇ ΑΓ διαμέτρῳ ἦκται ἡ ΝΕ, καὶ ἴσαι ἀπειλημμέναι εἰσὶν αἱ ΕΗ ΗΛ, καὶ κάθετοι ἠγμέναι εἰσὶν αἱ ΗΞ, ΛΟ, μείζων ἄρα ἡ ΝΞ τῆς ΞΟ, ὡς ἑξῆς δειχθήσεται. καὶ ἑξῆς ἴσων ἀπολαμβανομένων ταῖς ΕΗ, ΗΛ, καὶ αἱ ἑξῆς τῶν ΝΞ, ΞΟ εὐθειῶν ἐπὶ τὸ ἔλασσον συσταθήσονται.

`668`

Καὶ ἐπεὶ τρίγωνον ὀρθογώνιόν ἐστιν τὸ ΝΠΟ, καὶ μείζων ἡ ΝΞ τῆς ΞΟ, μείζων ἄρα καὶ ἡ ὑπὸ ΝΠΞ τῆς ὑπὸ ΟΠΞ, καὶ ἑξῆς ὁμοίως, ὡς ἑξῆς πάλιν δειχθήσεται· καὶ ἔστιν τὸ Π κέντρον τοῦ ΑΒΓΔ μεσημβρινοῦ· μείζων ἄρα καὶ ΔΘ περιφέρεια τῆς ΘΜ, καὶ ἑξῆς ὁμοίως.

Καὶ γέγονεν ἡμῖν διὰ τῶν γραμμῶν φανερὸν ὅτι τοῦ μεγέθους τῆς μεγίστης ἡμέρας τῷ ἴσῳ παραυξανομένου αἱ τῶν ὁριζόντων ἤτοι τῶν διὰ τῶν κατὰ κορυφὴν παραλλήλων διαστάσεις ἐπὶ τὸ ἔλαττον συσταθήσονται.

Ἑξῆς τὸ παραλειφθὲν πρῶτον λημμάτιον. ἐκκείσθω τὸ ΑΕΓ ἡμικύκλιον περὶ διάμετρον τὴν ΑΓ, οὗ κέντρον τὸ Ν, καὶ πρὸς ὀρθὰς ἡ ΝΕ, καὶ ἴσαι αἱ ΕΗ, ΗΛ περιφέρειαι, καὶ κάθετοι αἱ ΗΞ, ΟΛ· λέγω ὅτι μείζων ἐστὶν ἡ ΝΞ τῆς ΞΟ.

`669`

Ἤχθω γὰρ διὰ τοῦ Λ τῇ ΑΓ παράλληλος ἡ ΛΠ, καὶ ἐπεζεύχθωσαν αἱ ΕΗ, ΗΛ, ΕΛ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΕΗ περιφέρεια τῇ ΗΛ περιφερείᾳ, ἴση ἄρα καὶ ἡ ΕΗ εὐθεῖα τῇ ΗΛ. καὶ κοινὴ ἡ ΗΡ καὶ γωνία ἡ ὑπὸ ΕΗΡ γωνίας τῆς ὑπὸ ΡΗΛ μείζων· ἐπὶ γὰρ μείζονος περιφερείας βεβήκασιν. βάσις ἄρα ἡ ΕΡ βάσεως τῆς ΡΛ μείζων ἐστίν.

Καὶ ἔστιν ὡς ἡ ΕΡ πρὸς ΡΛ ἡ ΠΜ πρὸς ΜΛ. μείζων ἄρα καὶ ἡ ΠΜ τῆς ΜΛ, τουτέστιν ἡ ΝΞ τῆς ΞΟ, ὅπερ ἔδει δεῖξαι.

Καὶ ἑξῆς ὁμοίως, τῶν περιφερειῶν ἴσων ἀπολαμβανομένων, αἱ ὑπὸ τῶν καθέτων ἀπολαμβανόμεναι τῆς διαμέτρου ἐπὶ τὸ ἔλαττον συσταθήσονται.

Ἔτι δὲ ἑξῆς ἐκθησόμεθα καὶ τὸ παραλελειμμένον δεύτερον λημμάτιον.

Ἐκκείσθω τὸ ΝΠΟ τρίγωνον, ὀρθὴν ἔχον τὴν πρὸς τῷ Ν· καὶ ἀπειλήφθω μείζων ἡ ΝΞ τῆς ΞΟ, καὶ ἐπεζεύχθω ἡ ΠΞ. λέγω ὅτι μείζων ἐστὶν ἡ ὑπὸ ΝΠΞ γωνία τῆς ὑπὸ ΞΠΟ.

Ἤχθω γὰρ διὰ τοῦ Ξ τῇ ΟΠ παράλληλος ἡ ΞΡ. ἔστιν ἄρα ὡς ἡ ΝΞ πρὸς ΞΟ οὕτως ἡ ΝΡ πρὸς ΡΠ· μείζων δὲ ἡ ΝΞ τῆς ΞΟ· μείζων ἄρα καὶ ἡ ΝΡ τῆς ΡΠ.

`670`

Ἀλλὰ τῆς ΝΡ μείζων ἡ ΞΡ· πολλῷ ἄρα ἡ ΞΡ μείζων τῆς ΡΠ. ὥστε καὶ γωνία ἡ ὑπὸ ΡΠΞ μείζων ἐστὶν τῆς ὑπὸ ΠΞΡ.

Ἴση δὲ ἡ ὑπὸ ΠΞΡ τῇ ὑπὸ ΞΠΟ, ἐναλλὰξ γάρ. καὶ ἡ ὑπὸ ΝΠΞ ἄρα μείζων ἐστὶν τῆς ὑπὸ ΞΠΟ, ὅπερ ἔδει δεῖξαι.

Καὶ ἑξῆς δὲ ὁμοίως, ἐλαττόνων ἀπολαμβανομένων κατὰ τὸ ἑξῆς τῶν εὐθειῶν, καὶ αἱ γωνίαι ἐπὶ τὸ ἔλαττον συσταθήσονται.

Τῶν οὖν μεγίστων ἡμερῶν τῷ δʹ τῆς ὥρας παραυξανομένων, καὶ τῶν μεταξὺ τῶν ὁριζόντων ἤτοι τῶν ἀποστάσεων τῶν παραλλήλων ἐπὶ τὸ ἔλαττον συνισταμένων, συμβαίνει ἐπὶ τῶν ἔτι βορειοτέρων παραλλήλων συνεχεστέρους ἔτι μᾶλλον αὐτοὺς γινομένους μηδεμίαν ἀξιόλογον ποιεῖσθαι διαφορὰν περί τε τὰ ἐξάρματα ἢ καὶ τὰ καθόλου συμπίπτοντα.

Διὸ καὶ ἐπὶ τῶν ἑξῆς τούτου τοῦ παραλλήλου τῷ ἡμίσει μέρει τῆς μιᾶς ὥρας προσεχρήσατο πρὸς τὴν παραύξησιν τῶν μεγίστων ἡμερῶν, καὶ ἔτι ὡς περὶ ἀφωρισμένων λοιπὸν τόπων καὶ ἀγνώστων διαλαμβάνων, οὐδὲ τοὺς λόγους τῶν γνωμόνων πρὸς τὰς σκιὰς παρέθηκεν.

Εἶτα πάλιν εἰπὼν περὶ τῶν ἑτεροσκίων, ἑξῆς ἐκτίθεται οἴκησίν τινα ἐφʼ ἧς φησιν·

`671`

«Ὅπου δὲ ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν κδ, ἐκεῖνος ὁ παράλληλος «ἀπέχει τοῦ ἰσημερινοῦ μοίρας ξϛ η μ. πρῶτος δέ ἐστιν οὗτος τῶν «περισκίων· κατὰ γὰρ μόνην τὴν θερινὴν τροπὴν μὴ δύνοντος ἐκεῖ τοῦ «ἡλίου αἱ σκιαὶ τῶν γνωμόνων ἐπὶ πάντα τὰ τοῦ ὁρίζοντος μέρη τὰς προσνεύσεις ποιοῦνται.»

«Καὶ ἔστιν ἐνταῦθα ὁ μὲν θερινὸς τροπικὸς παράλληλος ἀεὶ φανερός, «ὁ δὲ χειμερινὸς τροπικὸς ἀεὶ ἀφανής ... γίνεται δὲ καὶ ὁ ζῳδιακὸς κύκλος «ὁ αὐτὸς τῷ ὁρίζοντι ὅταν αὐτοῦ τὸ ἐαρινὸν ἰσημερινὸν σημεῖον ἀνατέλλῃ.»

`672`

Ἵνα δὲ καὶ ἐπὶ καταγραφῆς φανερὸν γένηται τὸ τοιοῦτον, ἔστω ὁρίζων μὲν κύκλος ὁ ΑΒΓΔ, μεσημβρινὸς δὲ αὐτοῦ ὁ ΑΕΓ. καὶ ἔστω ὑπὲρ γῆς ὁ βόρειος πόλος, ὥστε τὴν ΑΕ τοῦ ἐξάρματος μοιρῶν εἶναι ξϛ η μ, ὅσας καὶ ὁ διὰ τοῦ κατὰ κορυφὴν παράλληλος ἀπέχει τοῦ ἰσημερινοῦ.

Καὶ γεγράφθω πόλῳ τῷ Ε καὶ διαστήματι τῷ ΕΑ τοῦ ἐξάρματος ὁ μέγιστος τῶν ἀεὶ φανερῶν, καὶ ἔστω ὁ ΑΖΗΛ· δῆλον δὴ ὅτι ἔσται οὗτος θερινὸς τροπικὸς διὰ τὸ τὴν ΑΕ τοῦ ἐξάρματος μοιρῶν εἶναι ξϛ η μ, ὅσων ἐστὶν καὶ ἡ ἐκ τοῦ πόλου αὐτοῦ, διὰ τὴν μέχρις τοῦ ἰσημερινοῦ εἶναι αὐτὴν μοιρῶν ϙ, τὴν δὲ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν τροπικὸν μοιρῶν κγ να κ.

`673`

Εἰλήφθω δὲ καὶ ὁ νότιος πόλος τὸ Θ, καὶ πόλῳ τῷ Θ, διαστήματι δὲ τῇ ΑΕ, γεγράφθω ὁ χειμερινὸς τροπικὸς κύκλος ὁ ΝΓΜΚ. καὶ ἔτι ὁ ΒΚΔΗ ζῳδιακὸς ἐφαπτόμενος τῶν τροπικῶν, ὥστε ἀνατολικὰ μὲν εἶναι τὰ πρὸς τῷ Δ, δυτικὰ δὲ τὰ πρὸς τῷ Β. ἔσται ἄρα, τοῦ Η ὄντος θερινοῦ τροπικοῦ, τὸ Β ἐαρινόν, διὰ τὸ πρὸς δυσμὰς καὶ εἰς τὰ προηγούμενα ὑποκεῖσθαι τὸ Β, καὶ ἔτι τεταρτημορίου τυγχάνειν τὴν ΗΒ. ἐπειδήπερ ὁ ΑΕΘΚ μεσημβρινὸς διὰ τῶν τοῦ ΑΒΓΔ ὁρίζοντος, καὶ διὰ τῶν τοῦ ΒΚΔΗ ζῳδιακοῦ πόλων ἐστίν, ἐπεὶ καὶ διὰ τῶν πόλων ἐστὶν τῶν τροπικῶν καὶ διὰ τῶν Η, Κ ἐπαφῶν· καὶ δίχα τέμνει τὰ ἀπολαμβανόμενα αὐτῶν ἡμικύκλια. ὥστε καὶ τὸ Δ σημεῖον ἔσται μετοπωρινόν.

Γεγράφθω δὴ καὶ τὸ ΒΔ τοῦ ἰσημερινοῦ ὑπὸ γῆν ἡμικύκλιον· ὅμοια ἄρα ἐστὶν τὰ ΗΖΑ, ΚΜΓ, ΒΔ ἡμικύκλια τῶν παραλλήλων.

Ἐν ᾧ ἄρα τὸ Η διελθὸν τὴν ΗΖΑ ἐπὶ τὸ Α παραγίνεται, ἐν τοσούτῳ καὶ τὸ Κ διελθὸν τὴν ΚΜΓ ἐπὶ τὸ Γ παραγίνεται. καὶ ἔτι τὸ Β ἐαρινὸν πρὸς δυσμὰς τυγχάνον διελθὸν τὴν ΒΔ ἐπὶ τὸ Δ ἀνατολικὸν παρέσται καὶ ἐφαρμόσει ὁ ΗΒΚ ζῳδιακὸς ἐπὶ τὸν ΑΒΓΔ ὁρίζοντα, ἐπεὶ καὶ κατὰ πλείονα ἢ δύο σημεῖα συμβάλλει αὐτῷ τὰ Α, Β, Γ, Δ.

Ὥστε τότε ἐφαρμόσουσιν ὅ τε ζῳδιακὸς καὶ ὁ ὁρίζων ἐπὶ τῆς τοιαύτης ἐγκλίσεως, ὅτε καὶ τὸ ἐαρινὸν σημεῖον ἀνατέλλει.

Δῆλον δὲ καὶ ὡς ὅτι ὁ ἥλιος κατὰ τοῦ Η θερινοῦ τροπικοῦ τυγχάνων καὶ γράφων τὸν ΑΖΗΛ θερινὸν τροπικὸν ἀεὶ φανερὸν ὄντα, οὐ δύσεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐπεὶ καὶ οὐδὲ μέρος τι τοῦ τροπικοῦ δύσεται· καὶ ποιήσει τὴν ἡμέραν ὡρῶν ἰσημερινῶν κδ, κατὰ πάντα τὰ μέρη τοῦ ὁρίζοντος τὰς τῶν σκιῶν προσνεύσεις ποιούμενος, ἐπειδήπερ ὅτε μέν ἐστιν ἐπὶ τοῦ Η, ἐπὶ τὸ Α ἀποστέλλει τὴν σκιάν· ὅτε δὲ ἐπὶ τοῦ Λ, ὡς ἐπὶ τὰ πρὸς τῷ Δ μέρη· ὅτε δὲ ἐπὶ τοῦ Α, ὡς ἐπὶ τὰ πρὸς τῷ Γ· ὅτε δὲ ἐπὶ τοῦ Ζ, ὡς ἐπὶ τὰ πρὸς τῷ Β. ὅπερ ἔδει δεῖξαι.

«Εἰ δέ τις ἄλλως θεωρίας ἕνεκεν ἐπιζητοίη καὶ περὶ τῶν βορειοτέρων «ἐγκλίσεων ἰδιωμάτων, εὕροι ἂν ὅπου τὸ μὲν ἔξαρμα τοῦ πόλου μοιρῶν «ἐστιν ξζ ἔγγιστα ἐκεῖ μὴ δυνούσας ὅλως τὰς ἐφʼ ἑκάτερα τῆς θερινῆς «τροπῆς τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου μοίρας ιε. ὥστε τὴν μεγίστην ἡμέραν καὶ τὴν τῶν σκιῶν ἐπὶ πάντα τὰ μέρη τοῦ ὁρίζοντος περιαγωγὴν σχεδὸν μηνιαίαν γίνεσθαι.»

`674`

Ἵνα δὲ κατάδηλα γένηται τὰ λεγόμενα, ἔστω πάλιν μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, ὁρίζοντος δὲ ἡμικύκλιον τὸ ΒΕΔ, ἰσημερινοῦ δὲ τὸ ΖΕΗ. καὶ ἐπεὶ ὁ παράλληλος ἀπέχει τοῦ ἰσημερινοῦ μοίρας ξζ, εἰλήφθω ὁ βόρειος πόλος τῆς σφαίρας, καὶ ἔστω τὸ Ν, ὥστε τὴν ΝΔ μοιρῶν γίνεσθαι ξζ.

Καὶ ἐπεὶ ἡ ΝΗ ἐκ τοῦ πόλου ἐπὶ τὸν ἰσημερινὸν μοιρῶν ἐστιν ϙ, καὶ λοιπὴ ἡ ΔΗ ἔσται μοιρῶν κγ, ὥστε ὑπὲρ γῆς ἔσται τὸ θερινὸν τροπικόν.

Γεγράφθω τὸ ὑπὲρ γῆν αὐτοῦ τμῆμα, καὶ ἔστω τὸ ΑΚΘ· καὶ ἔτι τοῦ ζῳδιακοῦ ἡμικύκλιον τὸ ΖΚΗ. καὶ γεγράφθω πόλῳ τῷ Ν, καὶ διαστήματι τῷ ΝΔ τοῦ ὁρίζοντος μέγιστος τῶν ἀεὶ φανερῶν παράλληλος ὁ ΞΠΟΔ, ἀπέχων μὲν δηλονότι τοῦ ἰσημερινοῦ μοίρας κγ, τέμνων δὲ τὸν ζῳδιακὸν κατὰ τὰ Ο, Π σημεῖα.

`675`

Καὶ ἐπεὶ ἡ ΗΔ μοιρῶν ἐστιν κγ, ἐὰν ταῦτα εἰσαγάγωμεν εἰς τὸ τῆς λοξώσεως κανόνιον κατὰ τὸ δεύτερον σελίδιον, εὑρήσομεν τοῦ ζῳδιακοῦ ἀπὸ ἑκατέρου τῶν ἰσημερινῶν ἀπολαμβανομένας μοίρας οε, τουτέστιν ἑκατέραν τῶν ΖΠ καὶ ΗΟ, συναμφοτέρας δὲ μοίρας ρν· καὶ λοιπὴν ἄρα ἑκατέραν τῶν ΠΚ καὶ ΚΟ περιφερειῶν μοιρῶν ιε, συναμφοτέρας δὲ λ, αἵτινες ὑπὸ τοῦ ἀεὶ φανεροῦ κύκλου ὑπὲρ γῆς ἀπολαμβάνονται ὑπὸ τῆς ὑποκειμένης ἐγκλίσεως· ἃς διαπορευόμενος ὁ ἥλιος ἐκ τῆς περιφορᾶς, οὐ δύσεται ἕως τὰς τοσαύτας μοίρας ἐκ τῆς ἰδίας κινήσεως διεξέλθῃ, καὶ ποιήσει δηλαδὴ τὴν ἡμέραν μηνιαίαν, διὰ τὸ ἐπὶ τοσοῦτον ἔγγιστα χρόνον τὰς λ μοίρας αὐτὸν τοῦ διὰ μέσων κινεῖσθαι.

Εἶτα, ἐπὶ πάντων τῶν παραλλήλων τὸ μέγεθος τῆς μεγίστης ἡμέρας παραλαμβάνων ἀπεδείκνυεν τὸ ἔξαρμα· νῦν δὲ ἀνάπαλιν ἐκ τοῦ ἐξάρματος τὸ μέγεθος τῆς μεγίστης ἡμέρας. δεικνὺς τὸ ἀκόλουθον ὅτι ἐστὶν καὶ ἐπὶ τούτου τοῦ παραλλήλου καὶ τῶν ἑξῆς ἀπὸ τοῦ μεγέθους τῆς ἡμέρας τὸ ἔξαρμα λαβεῖν, φησίν· «ὅσας γὰρ ἂν εὕρωμεν τοῦ ἰσημερινοῦ μοίρας τὸν παράλληλον ἀπέχοντα τὸν ἀπολαμβάνοντα λόγου ἕνεκεν ἐφʼ ἑκάτερα τοῦ τροπικοῦ μοίρας ιε» — γινόμενον δὲ ἀεὶ φανερὸν μεθʼ ὧν ἀπολαμβάνει τοῦ διὰ μέσων ἐφʼ ἑκάτερα μὲν τοῦ τροπικοῦ μοιρῶν ιε συναμφοτέρων δὲ λ· καὶ ποιοῦντα τὴν μεγίστην ἡμέραν δηλονότι μηνιαίαν, ὡς τὸν κγ ὡς ἔφαμεν μοίρας ἀπέχοντα — ταῖς τοσαύταις λείψει τῶν ἀπὸ τοῦ πόλου ἐπὶ τὸν ἰσημερινὸν τοῦ τεταρτημορίου μοίρας ϙ, τὸ ἔξαρμα τοῦ βορείου πόλου. καὶ ἔσται δηλονότι μοιρῶν ξζ, ὅσας καὶ ποιοῦσιν αἱ ϙ μοῖραι λείπουσαι τὰς κγ.

`676`

Ἵνα ᾖ τὸ λεγόμενον αὐτῷ τοιοῦτον, ὅπου δὲ ἡ μεγίστη ἡμέρα μηνιαία ἐστίν, ἐκεῖ ὁ ἀεὶ φανερὸς ἀπολήψεται ὑπὲρ γῆς ἐφʼ ἑκάτερα τοῦ θερινοῦ τροπικοῦ μοίρας ιε. ὁ δὲ τὰς τοσαύτας ἀπολαμβάνων παράλληλος ἀπέχει τοῦ ἰσημερινοῦ μοίρας κγ, ὡς ἐκ τοῦ τῆς λοξώσεως κανονίου γίνεται δῆλον. καὶ φανερὸν ὡς ταῖς λοιπαῖς εἰς τὸ τεταρτημόριον μοίραις ξζ λείψει τὸ ἔξαρμα τοῦ βορείου πόλου.

Ὥστε ἀκολούθως τοῖς πρότερον καὶ ἐνταῦθα ἀπὸ τοῦ μεγέθους τῆς ἡμέρας τὸ ἔξαρμα καταλαμβάνεται.

Ἔτι δὲ καὶ ἀκολούθως τοῖς ἐπάνω εἰρημένοις αἱ σκιαὶ κατὰ πάντα τὰ μέρη τοῦ ὁρίζοντος τὰς προσνεύσεις ποιοῦνται.

Καὶ ἐπὶ τῶν ἑξῆς δὲ περισκίων τῇ αὐτῇ δείξει κατακολουθοῦντες, κατάδηλα εὑρήσομεν τὰ λεγόμενα περὶ αὐτῶν.

`677`

Περὶ τῶν ἐπὶ τῶν ἐγκλίσεων τοῦ διὰ μέσων τῶν ζῳδίων καὶ τοῦ ἰσημερινοῦ συναναφορῶν.

Διεξελθὼν περὶ τῶν καθʼ ἕκαστον παράλληλον ἰδιωμάτων, καὶ προλαβὼν ἐν τῷ πρώτῳ τῆς Συντάξεως περὶ τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας συναναφορῶν τοῦ τε διὰ μέσων τῶν ζῳδίων κύκλου καὶ τοῦ ἰσημερινοῦ, αἵτινες αἱ αὐταὶ ἐδείκνυντο τυγχάνουσαι καὶ ταῖς καθʼ ἑκάστην οἴκησιν συμμεσουρανήσεσιν, ἐνταῦθα ἀκόλουθον ἡγεῖται καὶ τὰς ἐπὶ τῶν ἐγκλίσεων τῆς σφαίρας γινομένας αὐτῶν συναναφορὰς ἐφοδεῦσαι, τουτέστιν ἑκάστη δεκαμοιρία τοῦ ζῳδιακοῦ πόσοις τοῦ ἰσημερινοῦ χρόνοις καθʼ ἑκάστην ἔγκλισιν τῆς καθʼ ἡμᾶς οἰκουμένης συναναφέρεται· ἀφʼ ὧν καὶ τοὺς ταῖς μικρομερεστέραις τῶν κατὰ δεκαμοιρίαν ἐπιβάλλοντας καθʼ ὁμαλὴν παραύξησιν διὰ τὸ ἀδιάφορόν ἐστιν ἐπιλογίσασθαι.

`678`

Εἶτα καὶ τὸ χρήσιμον διδάσκων τῆς τούτων προδιαλήμψεώς φησιν· τούτων γὰρ δειχθέντων εὐμεταχείριστος ἡμῖν ἔσται ἡ κατάληψις τῶν λοιπῶν καὶ κατὰ μέρος ὀφειλόντων προλημφθῆναι εἰς τὴν τῆς Μαθηματικῆς Συντάξεως θεωρίαν, λέγω δὴ τό τε εὑρεῖν τὸ μέγεθος τῆς δοθείσης ἡμέρας ἢ νυκτὸς πόσων ἐστὶν ὡρῶν ἰσημερινῶν· καὶ πόσων χρόνων ἐστὶν ἰσημερινῶν ἡ διδομένη καιρικὴ ὥρα· καὶ τὰς διδομένας ὥρας καιρικὰς μεταλαβεῖν εἰς ἰσημερινὰς καὶ τὸ ἀνάπαλιν· καὶ ἔτι δοθέντος τινὸς χρόνου εὑρεῖν τήν τε ἀνατέλλουσαν καὶ μεσουρανοῦσαν καὶ δύνουσαν μοῖραν τοῦ ζῳδιακοῦ.

Καὶ ἐπεὶ παρά τισιν ηὕρισκεν διαφόρως τὰς ὀνομασίας τῶν ζῳδίων ἀναγεγραμμένας καὶ ἔτι τὰς ἀρχὰς αὐτῶν οὐχὶ ἀπὸ τροπικῶν ἢ ἰσημερινῶν σημείων λαμβανομένας, ἐπισημαίνεται αὐτὸς λέγων ὅτι «καταχρησόμεθα μέντοι ταῖς τῶν ζῳδίων ὀνομασίαις ἐπʼ αὐτῶν τῶν τοῦ λοξοῦ «κύκλου τμημάτων καὶ ὡς τῶν ἀρχῶν αὐτῶν ἀπὸ τῶν ἰσημερινῶν καὶ τροπικῶν σημείων λαμβανομένων, τὸ μὲν ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ὡς «ἐπὶ τὰ ἑπόμενα πρῶτον δωδεκατημόριον Κριὸν καλοῦντες, τὸ δὲ δεύτερον «Ταῦρον, καὶ ἑξῆς ἀκολούθως κατὰ τὴν παραδεδομένην ἡμῖν τάξιν τε καὶ «ὀνομασίαν τῶν ιβ ζῳδίων.»

`679`

Εἶτα πάλιν, καὶ ἐνταῦθα καθάπερ ἐπὶ τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας συναναφορῶν τοῦ εὐμεταχειρίστου προνοούμενος, προεκτέθηται λημμάτια συντελοῦντα αὐτῷ πρὸς τὸ προχειροτέραν τὴν τῶν προκειμένων ἀναφορῶν δεῖξιν ποιήσασθαι, τουτέστιν ὅπως ἐφʼ ἑνὸς μόνου τεταρτημορίου τὴν ἀπόδειξιν ποιησάμενος, δεδειχὼς εἴη καὶ τῶν λοιπῶν γ. καί φησιν ὅτι λέγω δὴ «πρῶτον ὅτι αἱ ἴσον ἀπέχουσαι τοῦ αὐτοῦ ἰσημερινοῦ περιφέρειαι τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου ταῖς ἴσαις ἀεὶ τοῦ ἰσημερινοῦ «περιφερείαις συναναφέρονται.

«Ἔστω γὰρ μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, ὁρίζοντος» δὲ ἀνατολικὸν ἡμικύκλιον τὸ ΒΕΔ, ἰσημερινοῦ δὲ τὸ ΑΕΓ, βόρειος δὲ πόλος τὸ Μ, νότιος δὲ τὸ Λ, «καὶ τοῦ ζῳδιακοῦ β τμήματα, τό τε ΖΗ καὶ τὸ ΘΚ» οὕτως ἔχοντα «ὥστε ἑκάτερον μὲν τῶν Ζ καὶ Θ σημείων τὸ κατὰ τὴν “ἐαρινὴν ἰσημερίαν τυγχάνειν”, τουτέστιν ὥστε τὸ Ζ καὶ τὸ Θ τὸ αὐτὸ εἶναι κατὰ τὴν ἀρχὴν τοῦ Κριοῦ.

Οὕτως δὲ χρὴ νοεῖν τὴν καταγραφὴν ὡς στρεφομένης τῆς σφαίρας καὶ τῆς ἀρχῆς τοῦ Κριοῦ ὑπὸ γῆν λαμβανομένης ὡς κατὰ τὸ Θ, τῶν δὲ ΚΘ, ΖΗ τοῦ διὰ μέσων ἴσας ἐφʼ ἑκάτερα αὐτοῦ ἀπολαμβάνεσθαι ὑπὸ γῆν, νοτιώτερον μὲν καὶ εἰς τὰ προηγούμενα τοῦ Θ τοῦ ζῳδιακοῦ περιφέρειαν ὑπό τε τοῦ Θ ἰσημερινοῦ καὶ τοῦ ὁρίζοντος τὴν ΘΚ, τοῦ δὲ ἰσημερινοῦ τὴν ΘΕ. καὶ δῆλον ὅτι συναναφέρεσθαι αὐτάς, διὰ τὸ καὶ τὸ Θ κοινὸν αὐτῶν σημεῖον καθʼ ἕνα τινὰ χρόνον ἐπὶ τοῦ ὁρίζοντος παραγίνεσθαι καὶ τὰ τοῦ ζῳδιακοῦ τμήματα κατὰ παραλλήλων τῷ ἰσημερινῷ κύκλων πάντοτε φέρεσθαι.

`680`

Πάλιν δὲ χρὴ νοεῖν στραφεῖσαν τὴν σφαῖραν καὶ τὸ αὐτὸ σημεῖον τὸ κατὰ τὸν Κριὸν ὅπερ ἦν τὸ Θ κατὰ τὸ Ζ γενόμενον, καὶ ἀνηνέχθαι μὲν τὴν ΘΚ, τουτέστιν τὴν ΖΗ τοῦ ζῳδιακοῦ βορειοτέραν περιφέρειαν ἴσην τῇ ὑπὸ γῆν τῇ ΘΚ, συνανηνέχθαι δὲ αὐτῇ διὰ τὰ αὐτὰ τὴν ΕΖ τοῦ ἰσημερινοῦ, καὶ προκεῖσθαι δεῖξαι ὅτι ἴση ἐστὶν ἡ ΘΕ τοῦ ἰσημερινοῦ τῇ ΕΖ.

Γεγράφθωσαν γὰρ διὰ τῶν Μ, Λ πόλων μεγίστων κύκλων τμήματα, τό τε ΛΕΜ καὶ ΛΘ καὶ ΛΚ καὶ ΜΖ καὶ ΜΗ.

Ἐπεὶ οὖν ἴσαι ὑπόκεινται αἱ ΖΗ καὶ ΘΚ, καὶ οἱ διὰ τῶν Κ, Η γραφόμενοι παράλληλοι ἴσοι εἰσίν, διὰ τὸ ἐν τοῖς Σφαιρικοῖς δεδεῖχθαι ὅτι οἱ ἴσας ἀφαιροῦντες παράλληλοι κύκλοι μεγίστου τινὸς κύκλου περιφερείας πρὸς τὸν μέγιστον τῶν παραλλήλων ἴσοι εἰσίν, οἱ δὲ ἴσοι παράλληλοι ἴσας ἀφαιροῦσι μεγίστου τινὸς πρὸς τὸν μέγιστον τῶν παραλλήλων, ἴση ἄρα ἐστὶν καὶ ἡ ΚΕ τῇ ΕΗ.

Καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΛΚ ἐκ πόλου γινομένη τοῦ διὰ τοῦ Κ γραφομένου παραλλήλου, τῇ ΜΗ ἐκ πόλου πάλιν γινομένῃ τοῦ διὰ τοῦ Η γραφομένου παραλλήλου, ἔστιν δὲ καὶ ἡ ΛΘ τῇ ΜΖ, ἐκ τοῦ πόλου γὰρ τοῦ ἰσημερινοῦ, ἰσόπλευρα ἄρα γίνονται τὰ ΛΚΘ, ΜΖΗ τρίπλευρα, ἐπεὶ καὶ αἱ ΚΘ, ΖΗ τοῦ ζῳδιακοῦ ἴσαι ὑπόκεινται. ὥστε καὶ ἡ ὑπὸ ΚΛΘ γωνία ἴση ἔσται τῇ ὑπὸ ΗΜΖ, ὡς Μενέλαος ἐν τοῖς Σφαιρικοῖς.

`681`

Ἔστιν δὲ καὶ τὸ ΛΚΕ τῷ ΜΕΗ ἰσόπλευρον, διὰ τὸ πάλιν τήν τε ΛΕ καὶ τὴν ΜΕ ἐκ τοῦ πόλου εἶναι ἐπὶ τὸν ἰσημερινόν, τὴν δὲ ΚΕ τῇ ΕΗ, καὶ ἴσην τὴν ὑπὸ ΛΕΚ τῇ ὑπὸ ΜΕΗ. καὶ ἡ ὑπὸ ΚΛΕ ἄρα γωνία ἴση ἐστὶν τῇ ὑπὸ ΗΜΕ. ἔστιν δὲ καὶ ἡ ὑπὸ ΚΛΘ τῇ ὑπὸ ΖΜΗ ἴση. ὥστε καὶ λοιπὴ ἡ ὑπὸ ΕΛΘ τῇ ὑπὸ ΕΜΖ ἐστὶν ἴση.

Καὶ ἐπεὶ δύο αἱ ΕΛ, ΛΘ δυσὶ ταῖς ΕΜ, ΜΖ ἴσαι εἰσίν, ἐκ πόλων γὰρ ὡς ἔφαμεν τοῦ ἰσημερινοῦ, ἀλλὰ καὶ γωνία ἡ ὑπὸ ΕΛΘ τῇ ὑπὸ ΕΜΖ ἐστὶν ἴση, βάσις ἄρα ἡ ΘΕ βάσει τῇ ΕΖ ἐστὶν ἴση, ὅπερ ἔδει δεῖξαι.

Ἐπεὶ οὖν τὴν τοιαύτην ἀπόδειξιν ὁ Πτολεμαῖος ὡς μετακινουμένης τῆς σφαίρας πεποίηται, ποτὲ ὑπὸ γῆν, ποτὲ ὑπὲρ γῆν παραλαμβάνων τὸ ἐαρινὸν σημεῖον, δείξομεν αὐτοὶ ἑτέρως κατὰ τοῦ αὐτοῦ τόπου παραλαμβάνοντες αὐτό.

Καὶ πρότερον ὑπὸ γῆν.

`682`

Καὶ ἐκκείσθω πάλιν ὅ τε ΑΒΓΔ μεσημβρινὸς καὶ ὁ ΒΕΔ ὁρίζων καὶ ὁ ΑΕΓ ἰσημερινός, καὶ τοῦ ζῳδιακοῦ δύο τμήματα ἴσα ἐφʼ ἑκάτερα τοῦ ἐαρινοῦ τὰ ΚΘ, ΘΗ, τοῦ Θ ὑποκειμένου ἐαρινοῦ. καὶ γεγράφθωσαν παράλληλοι κύκλοι ὅ τε ΖΗ καὶ ὁ μέγιστος τῶν ἀεὶ φανερῶν ὁ ΔΝ. καὶ ἔτι διὰ μὲν τοῦ Η μέγιστος κύκλος γεγράφθω ἐφαπτόμενος τοῦ ΔΝ ὁ ΝΗΞ, ἀσύμπτωτον ποιῶν τὸ ἀπὸ τοῦ Ν ἡμικύκλιον ὡς ἐπὶ τὰ Η, Ξ μέρη τῷ ἀπὸ τοῦ Δ ἡμικυκλίῳ ὡς ἐπὶ τὰ Ε, Κ μέρη. καὶ διὰ τῶν Λ, Μ πόλων γεγράφθωσαν μεγίστων κύκλων περιφέρειαι αἱ ΛΚ, ΛΕ, ΛΘ, ΜΘ, ΜΗ, ΜΞ.

Ὁμοία ἄρα ἐστὶν ἡ ΖΗ τῇ ΕΞ. ἀλλʼ ἡ ΖΗ ὅλῃ τῇ ΚΘΗ συναναφέρεται μεταξὺ τῶν συμπτωμάτων. καὶ ἡ ΕΞ ἄρα τῇ ΚΘΗ συναναφέρεται. ὧν ἡ ΕΘ τῇ ΘΚ. καὶ λοιπὴ ἄρα ἡ ΘΞ λοιπῇ τῇ ΘΗ συνανεχθήσεται.

`683`

Λέγω οὖν ὅτι ἴση ἐστὶν ἡ ΕΘ τῇ ΘΞ.

Ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΚΘ τῇ ΘΗ, καὶ οἱ διὰ τῶν Κ καὶ Η ἄρα παράλληλοι ἴσον ἀπέχουσιν ἀπὸ τοῦ ἰσημερινοῦ. οἱ δὲ ἴσον ἀπέχοντες τοῦ ἰσημερινοῦ παράλληλοι ἴσας ἀφαιροῦσιν μεγίστου τινὸς κύκλου περιφερείας πρὸς τὸν μέγιστον τῶν παραλλήλων. ἴση ἄρα ἡ ΚΕ τῇ ΕΖ.

Ἀλλὰ ἡ ΕΖ τῇ ΞΗ ἐστὶν ἴση. καὶ ἡ ΚΕ ἄρα τῇ ΞΗ ἐστὶν ἴση.

Καὶ ἐπεὶ οἱ διὰ τῶν Κ, Ζ παράλληλοι ἴσοι εἰσίν, ἴση ἐστὶν ἡ ΛΚ τῇ ΜΗ· ἐκ πόλων γὰρ τῶν ἴσων παραλλήλων. ἔστιν δὲ καὶ ἡ ΛΘ τῇ ΜΘ ἴση. ἀλλὰ καὶ ἡ ΚΘ τῇ ΘΗ. ἴση ἄρα καὶ γωνία ἡ ὑπὸ ΚΛΘ τῇ ὑπὸ ΘΜΗ.

Καὶ ἐπεὶ δύο αἱ ΚΛ, ΛΕ δυσὶ ταῖς ΗΜ, ΜΞ ἴσαι εἰσίν, ἀλλὰ καὶ βάσις ἡ ΚΕ βάσει τῇ ΞΗ ἴση, γωνία ἄρα ἡ ὑπὸ ΚΛΕ γωνίᾳ τῇ ὑπὸ ΞΜΗ ἐστὶν ἴση.

Ἦν δὲ καὶ ὅλη ἡ ὑπὸ ΚΛΘ ὅλῃ τῇ ὑπὸ ΘΜΗ ἴση. λοιπὴ ἄρα ἡ ὑπὸ ΕΛΘ λοιπῇ τῇ ὑπὸ ΘΜΞ ἐστὶν ἴση.

Καὶ ἐπεὶ δύο αἱ ΕΛ, ΛΘ δύο ταῖς ΘΜ, ΜΖ ἴσαι εἰσὶν καὶ γωνίας ἴσας περιέχουσιν, βάσις ἄρα ἡ ΕΘ βάσει τῇ ΘΞ ἐστὶν ἴση, ὅπερ ἔδει δεῖξαι.

`684`

Ἀλλὰ δὴ ὑποκείσθω τὸ ἐαρινὸν σημεῖον τὸ Θ ὑπὲρ γῆς, ὡς ἔχει ἐπὶ τῆς δευτέρας καταγραφῆς, καὶ ἴσαι αἱ ΚΘ, ΘΗ τοῦ ζῳδιακοῦ· λέγω πάλιν ὅτι ταῖς ἴσαις τοῦ ἰσημερινοῦ συναναφέρονται.

Γεγράφθω γὰρ πάλιν ὅ τε ΚΡ παράλληλος καὶ ὁ ΒΟ μέγιστος τῶν ἀεὶ ἀφανῶν, καὶ ἐφαπτόμενος αὐτοῦ ὁ ΠΚΟ, ἀσύμπτωτον ποιῶν τὸ ἀπὸ τοῦ Ο ἡμικύκλιον ὡς ἐπὶ τὰ Κ, Π μέρη τῷ ἀπὸ τοῦ Β ὡς ἐπὶ τὰ Ρ, Ε. καὶ διὰ τῶν Λ, Μ πόλων γεγράφθωσαν μεγίστων κύκλων περιφέρειαι αἱ ΘΜ, ΜΕ, ΜΗ, ΛΘ, ΛΠ, ΛΕ.

Καὶ ἐπεὶ ὁμοία ἐστὶν ἡ ΡΚ τῇ ΕΠ, ἐν ἴσῳ χρόνῳ συναναφέρονται. ἀλλὰ ἡ ΚΡ τῇ ΚΗ συνανηνέχθη. καὶ ἡ ΕΠ ἄρα τῇ ΚΗ συνανενεχθήσεται· ὧν ἡ ΘΕ τῇ ΘΗ· καὶ λοιπὴ ἄρα ἡ ΘΠ τῇ ΘΚ.

Καὶ ὁμοίως δειχθήσεται ἴση ἡ ΕΘ τῇ ΘΠ, ὅπερ ἔδει δεῖξαι.

Ἑξῆς δὲ καὶ ἕτερον λημμάτιον ἐκτίθεται συντελοῦν καὶ αὐτὸ εἰς τὴν προειρημένην προχειροτέραν τῶν ἀναφορῶν ἀπόδειξιν, οὗ ἡ πρότασίς ἐστιν τοιαύτη.

“Δείξομεν δὴ πάλιν ὅτι αἱ συναναφερόμεναι τοῦ ἰσημερινοῦ περιφέρειαι «ταῖς ἴσαις καὶ ἴσον ἀπεχούσαις τοῦ αὐτοῦ τροπικοῦ σημείου τοῦ διὰ «μέσων τῶν ζῳδίων κύκλου συναμφότεραι συναμφοτέραις αὐτῶν ταῖς «ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφοραῖς ἴσαι εἰσίν.»

`685`

Τουτέστιν ὅτι ἐὰν ἐφʼ ἑκάτερα τοῦ θερινοῦ τροπικοῦ σημείου ἢ καὶ τοῦ χειμερινοῦ δύο ἴσας ἀπολάβωμεν τοῦ διὰ μέσων περιφερείας, οἷον ὡς ἐπὶ τοῦ θερινοῦ τήν τε τριακονταμοιρίαν τῶν Διδύμων καὶ τὴν τριακονταμοιρίαν τοῦ Καρκίνου, ἢ καὶ Ταύρου καὶ Λέοντος, ἢ Κριοῦ καὶ Παρθένου, ἢ καὶ ὁμοίως ἐπὶ τοῦ χειμερινοῦ· συναμφοτέραις ταῖς ξ μοίραις τοσαῦται τοῦ ἰσημερινοῦ ἐφʼ ἑκάστης τῶν ἐγκλίσεων συναναφέρονται ὅσαι καὶ συνανέρχονται αὐταῖς ἐπὶ τῆς ὀρθῆς σφαίρας, οὐχὶ δὲ ἑκατέρᾳ ἑκατέρα ὅσαι ἐπὶ τῆς ὀρθῆς σφαίρας τοσαῦται καὶ ἐπὶ τῆς ἐγκεκλιμένης συναναφέρονται. οἷον ἐπεὶ ἐδείχθησαν ἐπὶ τῆς ὀρθῆς σφαίρας τῷ τοῦ Κριοῦ δωδεκατημορίῳ συναναφερόμενοι τοῦ ἰσημερινοῦ χρόνοι κζ ν, τοσοῦτοι δὲ καὶ τῷ τῆς Παρθένου, ὡς συνάγεσθαι τῶν δύο τούτων δωδεκατημορίων ἴσον ἀπεχόντων τοῦ θερινοῦ τροπικοῦ τοὺς συναναφερομένους ἐπʼ ὀρθῆς τῆς σφαίρας χρόνους νε μ, δείκνυσιν ὅτι καὶ ἐπὶ τῶν ἐγκλίσεων οἱ αὐτοὶ νε μ χρόνοι τοῦ ἰσημερινοῦ τοῖς αὐτοῖς δύο δωδεκατημορίοις συναναφέρονται, οὐχὶ ὡς καὶ ἐνταῦθα ἑκατέρῳ κζ ν, ἀλλὰ συναμφοτέροις νε μ, καθάπερ ἐπὶ τῶν διὰ Ῥόδου οἰκήσεων ἑξῆς δείκνυσιν, ὅτι τῷ μὲν τοῦ Κριοῦ δωδεκατημορίῳ συναναφέρονται χρόνοι ιθ ιβ, τῷ δὲ τῆς Παρθένου οἱ λείποντες εἰς τοὺς νε μ χρόνους λϛ κη.

`686`

«Ἐκκείσθω γὰρ ὁ ΑΒΓΔ μεσημβρινὸς καὶ τῶν ἡμικυκλίων τό τε ΒΕΔ “ἀνατολικὸν τοῦ ὁρίζοντος, καὶ τὸ ΑΕΓ τοῦ ἰσημερινοῦ. καὶ γεγράφθωσαν “δύο ἴσον ἀπέχουσαι τοῦ χειμερινοῦ τροπικοῦ σημείου τοῦ διὰ μέσων “τῶν ζῳδίων περιφέρειαι, ἥ τε ΖΗ, τοῦ Ζ ὑποκειμένου μετοπωρινοῦ, καὶ “ἡ ΘΗ, τοῦ Θ ὑποκειμένου ἐαρινοῦ.”

Χρὴ δὲ πάλιν καὶ ἐνταῦθα νοεῖν μετακινουμένην μὲν τὴν σφαῖραν, ὥστε τοῦ μὲν Θ σημείου κατὰ τῆς ἀρχῆς τοῦ Κριοῦ ὑπὸ γῆν λαμβανομένου ἀπέχειν τοῦ Η σημείου τοῦ ἐπὶ τοῦ ὁρίζοντος ἀνατέλλοντος εἰς τὰ προηγούμενα ὡς τὴν ΘΗ περιφέρειαν λόγου ἕνεκεν μοιρῶν οὖσαν ξ, καὶ διὰ τοῦτο εἶναι αὐτὴν Ἰχθύων καὶ Ὑδρηχόου, καὶ γίνεσθαι τὸ Η σημεῖον ἀρχὴν Ὑδρηχόου, καὶ ἀπέχειν ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ, τουτέστιν τῆς τοῦ Αἰγόκερω ἀρχῆς εἰς τὰ ἑπόμενα μοίρας λ· καὶ πάλιν τοῦ Ζ ἀπέχειν τὸ Η σημεῖον εἰς τὰ ἑπόμενα μοίρας ξ, ὥστε εἶναι τὴν ΖΗ Ζυγοῦ καὶ Σκορπίου, καὶ γίνεσθαι πάλιν τὸ Η σημεῖον κατὰ τῆς ἀρχῆς τοῦ Τοξότου· καὶ ἀπέχειν τοῦ χειμερινοῦ τροπικοῦ εἰς τὰ προηγούμενα τὰς λοιπὰς ἀπὸ τῆς ἀρχῆς τοῦ Αἰγόκερω μοίρας λ.

Καὶ ἐπεὶ τὸ Η σημεῖον κατὰ διαφόρων τμημάτων τοῦ ζῳδιακοῦ τυγχάνει ἴσον ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ, ἐπὶ τοῦ αὐτοῦ ἔσται παραλλήλου, ἐπειδήπερ καὶ ἴση ἐστὶν ἡ ΖΗ τῇ ΘΗ· καὶ κατὰ τοῦ αὐτοῦ σημείου τοῦ ὁρίζοντος δηλαδὴ ἀνενεχθήσονται, ἐπεὶ καὶ ὁ παράλληλος ἐδείχθη.

Καὶ ἐὰν γράψωμεν τὸ τοῦ ζῳδιακοῦ ἡμικύκλιον τὸ ΑΜΓ, τοῦ μὲν Α κατὰ τὸ μετοπωρινὸν ἢ ἐαρινὸν λαμβανομένου, τοῦ δὲ Μ κατὰ τὸ χειμερινὸν ἢ θερινὸν τροπικόν, τοῦ δὲ Γ κατὰ τὸ ἐαρινὸν ἢ μετοπωρινόν, καὶ ἀπολαβόντες τὴν ΜΝ λόγου ἕνεκεν μοιρῶν λ, διὰ τοῦ Ν παράλληλον τῷ ΑΕΓ ἰσημερινῷ γράψωμεν τὸν ΝΗΞ, ἔσται καὶ ἡ ΜΞ μοιρῶν λ, λοιπὴν δὲ ἑκατέρα τῶν ΝΑ, ΞΓ μοιρῶν ξ. καὶ δηλαδὴ τὰ Ν, Ξ διὰ τοῦ Η ἀνενεχθήσονται. καὶ τῶν μὲν Ν, Ξ σημείων κατὰ τοῦ Η ἀναφερομένων ἡ μὲν ΞΓ τὴν τῆς ΗΘ θέσιν ἕξει ἡ δὲ ΝΑ τὴν τῆς ΗΖ.

Καὶ συνανενεχθήσεται δηλονότι ἡ ΖΗ τοῦ ζῳδιακοῦ τῇ ΕΖ τοῦ ἰσημερινοῦ, καὶ ἡ ΘΗ τῇ ΘΕ, ὥστε καὶ συναμφοτέραις ταῖς ΘΗ, ΗΖ ὅλην τὴν ΘΕΖ τοῦ ἰσημερινοῦ ἐπὶ τῆς ἐγκλίσεως συναναφέρεσθαι.

`687`

Δῆλον δὲ αὐτόθεν ὅτι ἡ ΘΕΖ τοῦ ἰσημερινοῦ ταῖς ΘΗ, ΗΖ τοῦ ζῳδιακοῦ καὶ ἐπὶ τῆς ὀρθῆς σφαίρας συνανενεχθήσονται, ἐπειδήπερ ἐὰν ὑποθέμενοι τὸν νότιον πόλον τοῦ ἰσημερινοῦ τὸ Κ σημεῖον γράψωμεν διʼ αὐτοῦ καὶ τοῦ Η μεγίστου κύκλου τεταρτημόριον τὸ ΚΗΛ ἰσοδυναμοῦν τῷ ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντι, διὰ τὸ καὶ αὐτὸν ὡς ἔφαμεν διὰ τῶν πόλων γεγράφθαι τῆς σφαίρας, ἡ μὲν ΘΛ ἔσται ἡ συναναφερομένη ἐπὶ τῆς ὀρθῆς σφαίρας τῇ ΘΗ τοῦ ζῳδιακοῦ, διὰ τὸ ταύτας ὑπὸ ΚΗΛ τότε ὁρίζοντος ὑπὸ γῆν ἀπολαμβάνεσθαι, ἡ δὲ ΛΖ ἡ συνανενεχθεῖσα τῇ ΗΖ τοῦ ζῳδιακοῦ, διὰ τὸ καὶ ταύτας ὑπὲρ γῆς αὐτοῦ ἀπολαμβάνεσθαι.

Ὥστε συναμφοτέραν τὴν ΘΛΖ τοῦ ἰσημερινοῦ. τουτέστιν τὴν ΘΕΖ, συναμφοτέραις ταῖς ΘΗ, ΗΖ τοῦ ζῳδιακοῦ καὶ ἐπʼ ὀρθῆς τῆς σφαίρας συναναφέρεσθαι, αἵτινες καὶ ἐπὶ τῆς ἐγκεκλιμένης ἐδείχθησαν αὐταῖς συναναφερόμεναι.

»Καὶ φανερὸν ἡμῖν γέγονεν διὰ τῶν τοιούτων” δύο λημμάτων “ὅτι «καὶ ἂν ἐφʼ ἑνὸς μόνου τεταρτημορίου ... τὰς κατὰ μέρος συναναφορὰς «ἐπιλογισώμεθα συναποδεδειγμέναι ἔσονται καὶ αἱ τῶν λοιπῶν γ τεταρτημορίων συναναφοραί.»

`688`

Ἐκκείσθω γὰρ ὁ ζῳδιακὸς κύκλος διῃρημένος εἰς τὰ δωδεκατημόρια ὡς ἔχει ἐπὶ τῆς ὑποκειμένης καταγραφῆς.

Καὶ διὰ τὸ πρῶτον λημμάτιον, ἐπεὶ ἴσον ἀπέχουσιν τοῦ αὐτοῦ ἰσημερινοῦ σημείου ὅ τε Κριὸς καὶ οἱ Ἰχθύες, ἐν ἴσοις χρόνοις συνανενεχθήσονται.

Ἐὰν οὖν ἐπιλογισώμεθα τοὺς τῷ Κριῷ συναναφερομένους χρόνους ἕξομεν καὶ τοὺς τοῖς Ἰχθύσιν συναναφερομένους. διὰ τὰ αὐτὰ καὶ ἐὰν τοὺς τῷ Ταύρῳ, καὶ τοὺς τῷ Ὑδροχόῳ, καὶ ἔτι ἂν τοὺς τοῖς Διδύμοις, ἕξομεν καὶ τοὺς τῷ Αἰγόκερῳ.

Ὥστʼ ἐὰν τοὺς συναναφερομένους χρόνους τῷ ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ἐπὶ τὴν θερινὴν τροπὴν τεταρτημορίῳ ἐπιλογισώμεθα, συναποδεδειγμένους ἕξομεν καὶ τοὺς ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ἐπὶ τὴν χειμερινὴν τροπὴν τοῦ ἑτέρου τεταρτημορίου.

Καὶ διὰ τὸ δεύτερον λημμάτιον, ἐπεὶ καὶ ὁ Κριὸς καὶ ἡ Παρθένος ἴσον ἀπέχουσιν τοῦ αὐτοῦ θερινοῦ τροπικοῦ, συναμφότεροι τοσούτοις χρόνοις ἐπὶ τῆς ἐγκλίσεως συναναφέρονται, οἷς καὶ ἐπὶ τῆς ὀρθῆς σφαίρας. ἔχομεν δὲ πόσοις χρόνοις ἐπὶ τῆς ὀρθῆς σφαίρας συναναφέρονται· πεπραγμάτευται γὰρ ἡμῖν τὸ τοιοῦτον ἐν τῷ πρώτῳ βιβλίῳ. ἔχομεν ἄρα πόσοις καὶ ἐπὶ τῆς ἐγκλίσεως. ἐὰν οὖν εὕρωμεν τὸ τοῦ Κριοῦ δωδεκατημόριον πόσοις χρόνοις συναναφέρεται, καὶ λοιπὸν ἕξομεν τὸ τῆς Παρθένου.

Ὁμοίως δὲ καὶ διὰ τὴν τοῦ Ταύρου συναναφορὰν ἕξομεν καὶ τὴν τοῦ Λέοντος, καὶ ἔτι διὰ τὴν τῶν Διδύμων τὴν τοῦ Καρκίνου.

Ὥστε πάλιν ἐκ τῶν ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας μέχρι θερινῆς τροπῆς συναναφορῶν ἕξομεν καὶ τὰς ἀπὸ θερινῆς τροπῆς ἐπὶ μετοπωρινὴν ἰσημερίαν.

`689`

Καὶ διὰ τὸ πρῶτον πάλιν λημμάτιον, ἐπεὶ ἴσον ἀπέχουσιν τοῦ αὐτοῦ μετοπωρινοῦ σημείου ἥ τε Παρθένος καὶ αἱ Χηλαί, ἴσοις χρόνοις συναναφέρονται. ἐὰν οὖν ἐπιλογισώμεθα τοὺς τῇ Παρθένῳ συναναφερομένους χρόνους, ἕξομεν ἄρα καὶ τοὺς ταῖς Χηλαῖς.

Καὶ ὁμοίως διὰ τοὺς τῷ Λέοντι τοὺς τῷ Σκορπίῳ. καὶ ἔτι διὰ τοὺς τῷ Καρκίνῳ τοὺς τῷ Τοξότῃ.

Ὥστε ἐὰν τοῦ ἑνὸς τεταρτημορίου τοῦ ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ἐπὶ τὴν θερινὴν τροπὴν συναναφερομένους χρόνους ἐπιλογισώμεθα, συναποδεδειγμένοι ἔσονται καὶ οἱ τῶν λοιπῶν τριῶν τεταρτημορίων.

Τούτων οὖν προλημφθέντων, ἑξῆς ποιεῖται τοῦ εἰρημένου τεταρτημορίου τοῦ διὰ μέσων τῶν ἀναφορῶν ἀπόδειξιν, προσχρώμενος πάλιν ὑποδείγματος ἕνεκεν τῷ διὰ Ῥόδου παραλλήλῳ διʼ ἃς ἐπάνω εἴπαμεν αἰτίας, ἔνθα ἡ μὲν μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν ιδ 𐅵, ὁ δὲ βόρειος πόλος ἐξήρτηται τοῦ ὁρίζοντος μοίρας λϛ.

`690`

Καὶ ἐκθέμενος πάλιν μεσημβρινὸν μὲν κύκλον τὸν ΑΒΓΔ, ὁρίζοντος δὲ ἀνατολικὸν ἡμικύκλιον τὸ ΒΕΔ, ἰσημερινοῦ δὲ τὸ ΑΕΓ, τοῦ δὲ διὰ μέσων τῶν ζῳδίων τὸ ΖΗΘ, οὕτως ἔχον ὥστε τὸ Η σημεῖον τῆς κοινῆς τομῆς τοῦ τε ΑΕΓ ἰσημερινοῦ καὶ τοῦ ΖΗΘ ζῳδιακοῦ ὑποκεῖσθαι ἐαρινόν, τουτέστιν τὸ κατὰ τῆς ἀρχῆς τοῦ Κριοῦ· καὶ λαβὼν τὸν βόρειον πόλον τοῦ ἰσημερινοῦ τὸ Κ σημεῖον, καὶ γράψας διʼ αὐτοῦ καὶ τῆς κατὰ τὸ Λ κοινῆς τομῆς τοῦ τε ζῳδιακοῦ καὶ τοῦ ὁρίζοντος μεγίστου κύκλου τεταρτημόριον τὸ ΚΛΜ, φησίν· ”Προκείσθω δή, τῆς ΗΛ» τοῦ ζῳδιακοῦ «περιφερείας δοθείσης, τὴν «συνανεχθεῖσαν αὐτῇ τοῦ ἰσημερινοῦ τουτέστιν τὴν ΗΕ περιφέρειαν εὑρεῖν, καὶ ὑποκείσθω πρῶτον τὸ ΗΛ τὸ τοῦ Κριοῦ δωδεκατημόριον.»

Καὶ διὰ τὴν καταγραφὴν καὶ τὴν κατὰ διαίρεσιν σφαιρικὴν ἀπόδειξιν τῆς ἀφαιρέσεως καὶ καταλείψεως τοῦ λόγου, τῆς ΚΔ οὔσης τοῦ ἐξάρματος, καὶ τῆς ΛΜ λοξώσεως τῆς τριακονταμοιρίας τοῦ Κριοῦ, συνάγεται ἡ ΕΜ περιφέρεια ἐκ μεταφορᾶς τοῦ λόγου μοιρῶν η λη.

«Καὶ ἐπεὶ ὅλη ἡ ΜΗ ἐπʼ ὀρθῆς τῆς σφαίρας τῇ ΛΗ περιφερείᾳ τῷ τοῦ «Κριοῦ δωδεκατημορίῳ» συναναφέρεται, διὰ τὸ πάλιν τὸν ΚΛΜ διὰ τῶν πόλων ὄντα ἰσοδυναμεῖν τῷ ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντι, ἔσται καὶ ὅλη ἡ ΜΗ τῶν ἀποδεδειγμένων ἐπὶ τῆς ὀρθῆς σφαίρας τοῦ Κριοῦ συναναφερομένων χρόνων κζ ν, ἡ δὲ ΗΕ ἥτις συνανηνέχθη τῇ ΗΛ τριακονταμοιρίᾳ τοῦ Κριοῦ ἐπὶ τῆς ὑποκειμένης διὰ Ῥόδου ἐγκλίσεως χρόνων ιθ ιβ.

`691`

Καὶ συναποδέδεικται, ὡς ἔφαμεν, διὰ τὰ προεκτεθέντα δύο λημμάτια, ὅτι καὶ τὸ μὲν τῶν Ἰχθύων δωδεκατημόριον τοῖς αὐτοῖς χρόνοις συναναφέρεται ιθ ιβ, ἑκάτερον δὲ τό τε τῆς Παρθένου καὶ τὸ τῶν Χηλῶν, τοῖς λείπουσιν εἰς τὴν διπλῆν τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας συναναφορῶν χρόνοις λϛ κη, ἐπειδήπερ ἐν τῷ πρώτῳ ἀπεδείκνυμεν, ὅτι αἱ ἴσον ἀπέχουσαι τοῦ αὐτοῦ ἰσημερινοῦ σημείου περιφέρειαι τοῦ διὰ μέσων τῶν ζῳδίων ταῖς ἴσαις ἀεὶ περιφερείαις τοῦ ἰσημερινοῦ συναναφέρονται, ἴσον δὲ ἀπέχουσιν τοῦ αὐτοῦ ἐαρινοῦ σημείου ὅ τε Κριὸς καὶ οἱ Ἰχθύες, ἐδείξαμεν δὲ τὸ τοῦ Κριοῦ δωδεκατημόριον ἀναφερόμενον χρόνοις ιθ ιβ, ἐσόμεθα ἄρα δεδειχότες ὅτι καὶ τὸ τῶν Ἰχθύων δωδεκατημόριον συνανενεχθήσεται τοῖς αὐτοῖς χρόνοις ιθ ιβ.

Πάλιν ἐπεὶ ἐδείξαμεν ἐν τῷ δευτέρῳ λήμματι, ὅτι αἱ συναναφερόμεναι τοῦ ἰσημερινοῦ περιφέρειαι ταῖς ἴσαις καὶ ἴσον ἀπεχούσαις τοῦ αὐτοῦ τροπικοῦ σημείου τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου, συναμφότεραι συναμφοτέραις αὐτῶν ταῖς ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφοραῖς ἴσαι εἰσίν· ἐδείχθη δὲ ἑκάτερον τό τε τοῦ Κριοῦ καὶ τὸ τῆς Παρθένου ἴσον ἀπέχον τοῦ θερινοῦ τροπικοῦ, ἐπὶ τῆς ὀρθῆς σφαίρας συναναφερόμενον χρόνοις κζ ν, συναμφότερα δὲ δηλονότι νε μ, τοσούτοις ἄρα συνανενεχθήσονται καὶ ἐπὶ τῆς ἐκκειμένης ἐγκλίσεως τό τε τοῦ Κριοῦ καὶ τὸ τῆς Παρθένου δωδεκατημόριον, ὧν τὸ τοῦ Κριοῦ συναναφερόμενον ἐδείξαμεν ἐπὶ τῆς διὰ Ῥόδου ἐγκλίσεως χρόνοις ιθ ιβ· καὶ λοιπὸν ἄρα τὸ τῆς Παρθένου δωδεκατημόριον ἀνενεχθήσεται ἐπὶ τῆς αὐτῆς ἐγκλίσεως τοῖς λείπουσιν εἰς τοὺς διπλασίονας τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφορῶν τοῦ Κριοῦ, χρόνων νε μ, χρόνοις λϛ κη. παραλαμβάνομεν δὲ τοὺς διπλασίονας τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφορῶν χρόνους νε μ, διὰ τὸ δεδεῖχθαι ἑκάτερον τό τε τοῦ Κριοῦ καὶ τὸ τῆς Παρθένου δωδεκατημόριον ἴσον ἀπέχον τοῦ αὐτοῦ τροπικοῦ ἐπὶ τῆς ὀρθῆς σφαίρας τοῖς ἴσοις κζ ν χρόνοις συναναφερόμενον.

Καὶ διὰ τὸ πρῶτον πάλιν λημμάτιον, ἐπεὶ ἴσον ἀπέχουσιν τοῦ αὐτοῦ μετοπωρινοῦ ἰσημερινοῦ σημείου τό τε τῆς Παρθένου δωδεκατημόριον καὶ τὸ τῶν Χηλῶν, καὶ τοῦτο ἄρα συνανενεχθήσεται τοῖς ἴσοις χρόνοις λϛ κη.

`692`

Ἢ καὶ ὅτι πάλιν τό τε τῶν Ἰχθύων καὶ τὸ τῶν Χηλῶν δωδεκατημόριον ἐδείχθη ἐπὶ τῆς ὀρθῆς σφαίρας συναναφερόμενα χρόνοις νε μ, ταῦτα δὲ ἴσον ἀπέχουσιν τοῦ χειμερινοῦ τροπικοῦ, ὧν τὸ τῶν Ἰχθύων ἐλέχθη ἐπὶ τῆς διὰ Ῥόδου ἐγκλίσεως ἀναφερόμενον χρόνοις ιθ ιβ, καὶ λοιπὸν ἄρα διὰ τὰ εἰρημένα τὸ τῶν Χηλῶν δωδεκατημόριον συνανενεχθήσεται τοῖς λοιποῖς πάλιν χρόνοις λϛ κη.

Ἀκολούθως δὲ τοῖς ἐπὶ ταύτης ἐγκλίσεως λημφθεῖσιν καὶ ἐπὶ τῶν ἄλλων λαμβάνοντες εὑρήσομεν τὰς οἰκείας καθʼ ἕκαστον ὁρίζοντα συναναφοράς.

Ἔσται δὲ ἡμῖν τὰ ἑξῆς σαφῆ ἕως ὅπου «καὶ φανερὸν ὅτι τὸν αὐτὸν «ἂν τούτοις τρόπον λαμβάνοιμεν καὶ τὰς τῶν ἐλαττόνων τμημάτων τοῦ «διὰ μέσων τῶν ζῳδίων κύκλου καὶ τοῦ ἰσημερινοῦ συναναφοράς, ἔτι δὲ «ἂν εὐχρηστότερον καὶ μεθοδικώτερον αὐτὰς ἐπιλογιζοίμεθα καὶ οὕτως.»

Ἑξῆς δὲ πάλιν ἐκτίθεται καὶ ἕτερον τρόπον τῆς τοιαύτης ἀποδείξεως εὐμεταχείριστον δὲ μᾶλλον καὶ σαφέστερον, καὶ προλαμβάνει καὶ πρὸς τὴν τοιαύτην δεῖξιν λημμάτιον, οὗ ἡ πρότασις δύναται εἶναι τοιαύτη·

Ἐὰν τοῦ ἐαρινοῦ ἢ μετοπωρινοῦ σημείου τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου ἀνατέλλοντος ἀπολάβωμεν ἀπʼ αὐτοῦ ἑξῆς τοῦ διὰ μέσων τῶν ζῳδίων τυχοῦσαν περιφέρειαν, καὶ διὰ τοῦ λημφθέντος σημείου παράλληλον κύκλον τῷ ἰσημερινῷ γράψωμεν, καὶ ἔτι διὰ τοῦ πόλου τῆς σφαίρας καὶ τοῦ γινομένου σημείου πρὸς τῷ ὁρίζοντι ὑπὸ τοῦ παραλλήλου μεγίστου κύκλου γράψωμεν περιφέρειαν, ἡ ἀπολαμβανομένη περιφέρεια τοῦ ἰσημερινοῦ ὑπό τε τοῦ ὁρίζοντος καὶ τοῦ οὕτως γραφέντος μεγίστου κύκλου περιέξει τὴν διαφορὰν ᾗ διαφέρει ἡ ἐπὶ τῆς ὀρθῆς σφαίρας συναναφορὰ τοῦ ἀπειλημμένου τμήματος τοῦ διὰ μέσων τῶν ζῳδίων πρὸς τὴν ἐπὶ τῆς ἐγκεκλιμένης σφαίρας συναναφορὰν τοῦ αὐτοῦ τμήματος.

`693`

«Ἔστω γὰρ μεσημβρινὸς κύκλος ὁ ΑΒΓΔ, καὶ ὁρίζοντος μὲν ἀνατολικὸν «ἡμικύκλιον τὸ ΒΕΔ, ἰσημερινοῦ δὲ τὸ ΑΕΓ, τοῦ δὲ διὰ μέσων τῶν «ζῳδίων τὸ ΖΕΗ, τῆς Ε τομῆς κατὰ τὸ ἐαρινὸν ὑποκειμένης, καὶ ἀποληφθείσης αὐτοῦ» εἰς τὰ προηγούμενα «τῆς ΕΘ περιφερείας τυχούσης, γεγράφθω τμῆμα τοῦ διὰ τοῦ Θ παραλλήλου τῷ ἰσημερινῷ τὸ ΘΚ, «καὶ ληφθέντος τοῦ Λ νοτίου πόλου τοῦ ἰσημερινοῦ, γεγράφθω διʼ αὐτοῦ «καὶ τοῦ Κ τεταρτημόριον μεγίστου κύκλου τὸ ΛΚΝ.» λέγω ὅτι τὸ ΝΕ τμῆμα περιέχει τὴν διαφορὰν τῆς τε ἐπὶ τῆς ὀρθῆς σφαίρας καὶ ἐπὶ τῆς ἐγκλίσεως ἀναφορᾶς τοῦ ΕΘ τμήματος.

`694`

Γεγράφθω γὰρ τὰ ΛΘΜ, ΛΕ τεταρτημόρια. φανερὸν μὲν οὖν αὐτόθεν ἐστὶν ὅτι τὸ ΕΘ τμῆμα τοῦ διὰ μέσων τῶν ζῳδίων ἐπὶ μὲν ὀρθῆς τῆς σφαίρας τῇ ΕΝΜ τοῦ ἰσημερινοῦ συναναφέρεται, διὰ τὸ πάλιν τὸν ΛΘΜ μέγιστον διὰ τῶν πόλων ἰσοδυναμεῖν τῷ ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντι ἐπὶ δὲ τῆς ἐγκλίσεως τῇ ἴσῃ τῇ ΜΝ· τοῦ γὰρ ΒΕΔ ὁρίζοντος ὄντος ἐπὶ τῆς ἐγκλίσεως, δῆλον ὅτι ἡ ΕΘ τῇ ΘΚ τοῦ παραλλήλου συναναφέρεται. ἀλλὰ καὶ ἡ ΚΘ τῇ ΜΝ ἐν ἴσῳ χρόνῳ συναναφέρεται· ὅμοιαι γάρ εἰσιν παραλλήλων οὖσαι περιφέρειαι μεταξὺ τῶν μεγίστων κύκλων, καὶ διὰ τῶν πόλων αὐτῶν ἐγράφησαν αἱ ΛΘΜ, ΛΚΝ. καὶ ἡ ΘΕ ἄρα τῇ ἴσῃ τῇ ΜΝ περιφερείᾳ τοῦ ἰσημερινοῦ συναναφέρεται.

Καὶ ἐπεὶ ἡ μὲν ΕΜ τοῦ ἰσημερινοῦ τῷ ΕΘ τμήματι τοῦ ζῳδιακοῦ ἐπὶ τῆς ὀρθῆς σφαίρας συναναφέρεται, τῇ δὲ αὐτῇ τῇ ΕΘ τοῦ ζῳδιακοῦ ἐπὶ τῆς ἐγκλίσεως ἡ ἴση τῇ ΜΝ, δῆλον ὅτι τὸ ΝΕ τμῆμα ὑπεροχὴ ἔσται τῶν τε ἐπὶ τῆς ὀρθῆς σφαίρας καὶ τῆς ἐγκεκλιμένης συναναφορῶν τοῦ αὐτοῦ τμήματος τοῦ ζῳδιακοῦ.

Ἔφησεν δὲ τὴν ΕΘ οὐχὶ τῇ ΝΜ, ἀλλὰ τῇ ἴσῃ τῇ ΜΝ συναναφέρεσθαι, διὰ τὸ τὴν συναναφερομένην τῇ ΕΘ ὁμοίαν μὲν εἶναι τῇ ΜΝ, καὶ ἰσοχρόνιον αὐτῇ συναναφέρεσθαι· μὴ μὴν αὐτὴν εἶναι τὴν ΜΝ, ἀλλὰ τὴν ἀπὸ τοῦ Ε πρὸς τῷ ὁρίζοντι, ὁμοίαν μὲν πάλιν τῇ ΚΘ, ἴσην δὲ δηλονότι τῇ ΜΝ, διὰ τὸ καὶ τὰ Ε, Κ σημεῖα ἅμα πρὸς τῷ ὁρίζοντι τυγχάνειν.

Καὶ φανερὸν ὅτι τῆς τοιαύτης ἀποδείξεως ἐπὶ τυχούσης περιφερείας τῷ μεγέθει τοῦ ζῳδιακοῦ γεγενημένης, ὡς τῆς ΕΘ, καὶ μὴ δεδομένης, καθόλου ἔσται ἡ ἀπόδειξις.

Ὥστε φανερὸν «ὅτι καὶ καθόλου ἐὰν γραφῶσίν τινες οὕτω περιφέρειαι «μεγίστων κύκλων ὡς ἡ ΛΚΝ, τὸ ΝΕ τμῆμα περιέξει τὴν ὑπεροχὴν τῶν «ἐπὶ τῆς ὀρθῆς καὶ τῆς ἐγκεκλιμένης σφαίρας ἀναφορῶν τῶν ἀπολαμβανομένων τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου περιφερειῶν ὑπὸ τοῦ Ε» κατὰ τὸν ἰσημερινὸν «καὶ τοῦ διὰ τοῦ Κ παραλλήλου» γενομένου σημείου ὡς τοῦ Θ.

`695`

Ἀποδείξας οὖν τὸ τοιοῦτον λημμάτιον συντελοῦν αὐτῷ πρὸς προχειροτέραν τῶν ἀναφορῶν ἔκθεσιν, ἑξῆς καὶ τὰς τῶν κατὰ μέρος δεκαμοιριῶν ἀναφορὰς τοῦ ζῳδιακοῦ ἐπιλογίζεται, διὰ τὸ τὰς ἔτι τούτων ὡς ἔφαμεν μικρομερεστέρας μηδενὶ ἀξιολόγῳ διαφέρειν παρὰ τὰ γραμμικὰ τῶν καθʼ ὁμαλὴν παραύξησιν λαμβανομένων ἀναφορῶν.

Καί φησιν· «τούτου θεωρηθέντος ἐκκείσθω ἡ καταγραφὴ μόνων «τοῦ τε μεσημβρινοῦ καὶ τῶν τοῦ ὁρίζοντος καὶ τοῦ ἰσημερινοῦ ἡμικυκλίων», ὥστε πάλιν μεσημβρινὸν μὲν εἶναι κύκλον τὸ ΑΒΓΔ, τῶν δʼ ἡμικυκλίων τὸ μὲν ΒΕΔ τοῦ ὁρίζοντος, τὸ δὲ ΑΕΓ τοῦ ἰσημερινοῦ. ἔστω δὲ καὶ νότιος αὐτοῦ πόλος τὸ Ζ σημεῖον, καὶ «διὰ τοῦ Ζ γεγράφθω «δύο τεταρτημόρια μεγίστων κύκλων, τό τε ΖΗΘ καὶ τὸ ΖΚΛ. ὑποκείσθω δὲ τὸ μὲν Η σημεῖον καθʼ ὃ τέμνει ὁ χειμερινὸς τροπικὸς» τὸν ὁρίζοντα, τουτέστιν καθʼ οὗ ἀνατέλλει ἡ ἀρχὴ τοῦ Αἰγόκερω, τὸ δὲ Κ πάλιν καθʼ οὗ τέμνει τὸν ὁρίζοντα ὁ διὰ τῆς ἀρχῆς τῶν Ἰχθύων γραφόμενος παράλληλος, ἢ καὶ ἄλλου τινὸς τῶν τοῦ τεταρτημορίου τμημάτων δεδομένων.

`696`

Δῆλον γὰρ ὅτι μεταξὺ τῶν Η, Ε σημείων τοῦ ὁρίζοντος τὸ νοτιώτερον ὅλον ἡμικύκλιον τοῦ ζῳδιακοῦ ἀνατέλλει, διὰ τὸ τὸ Η ὑποκεῖσθαι καθʼ οὗ τὸ χειμερινὸν τροπικὸν σημεῖον ἀνατέλλει, ὅπερ ἐστὶν νοτιώτατον τοῦ ζῳδιακοῦ.

Καὶ ἐπεὶ πάλιν διὰ τὴν καταγραφὴν «εἰς δύο μεγίστων κύκλων περιφερείας τάς τε ΖΘ καὶ ΕΘ γεγραμμέναι εἰσὶν ἥ τε ΖΚΛ καὶ ἡ ΕΚΗ, τέμνουσαι ἀλλήλας κατὰ τὸ Κ, ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΗ πρὸς τὴν ὑπὸ «τὴν διπλῆν τῆς ΗΖ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς «ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΛ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς «ΛΚ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΚΖ.»

`697`

Σύγκειται δὲ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΖ λόγος ἐκ τῶν εἰρημένων λόγων, ἐπειδήπερ ἐκ τοῦ κατὰ διαίρεσιν σφαιρικοῦ θεωρήματος μεμαθήκαμεν ὅτι ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΘ λόγος συνῆπται ἐκ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΚ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΚΛ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΛΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΘ. διὸ ταύτην τὴν τάξιν ἀκολούθως τοῖς ἔμπροσθεν ἡμῖν εἰρημένοις ἀνάπαλιν λαμβάνων, φησὶν ὅτι ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΖ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΛ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΛΚ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΚΖ. πεποίηται δὲ τὴν τοιαύτην ἀνάπαλιν τοῦ λόγου λῆμψιν, ἵνα ἀφελὼν ἀπὸ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΖ λόγου τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΛΚ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΚΖ αὐτόθεν ἔχῃ καὶ τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΛ. τοῦτον γὰρ βούλεται τὸν λόγον αὐτῷ καταλείπεσθαι, διὰ τὸ ἐν ταῖς κατὰ κλίμα μεταφοραῖς τῶν λόγων δίδοσθαι τὴν διπλῆν τῆς ΘΕ περιφερείας διαφορὰν οὖσαν τῆς ἐλαχίστης ἡμέρας παρὰ τὴν ἰσημερινὴν καὶ τὴν ὑπʼ αὐτὴν εὐθεῖαν· καὶ ταύτης διδομένης, προχειρότερον δίδοσθαι πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΛ περιφερείας, καὶ αὐτὴν τὴν ΕΛ ἣν ἐπιζητεῖ περιφέρειαν· καὶ οὐχὶ τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΛΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΘ, ὅσπερ ἔμελλεν καταλείπεσθαι ἐν τῇ ἐπʼ εὐθείας τοῦ λόγου λήμψει.

Καὶ ἔστιν ἡ μὲν τῆς ΘΗ περιφερείας διπλῆ μοιρῶν μζ μβ μ· αὕτη γὰρ ἡ ΘΗ ἐστὶν ἀπὸ τοῦ Θ ἰσημερινοῦ ἐπὶ τὸ χειμερινὸν τροπικὸν τὸ Η τοῦ διὰ τῶν πόλων περιφέρεια, τῶν ἀποδεδειγμένων τῆς λοξώσεως μοιρῶν κγ να κ. καὶ ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΘΗ περιφερείας εὐθεῖα τμημάτων ἐστὶν μη λα νε.

Ἡ δὲ τῆς ΗΖ διπλῆ τῶν λειπουσῶν εἰς τὰς ρπ τῆς διπλασίονος τῆς ΕΖ μοιρῶν ρλβ ιζ κ. καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ρθ μδ νγ.

`698`

«Ὡσαύτως δὲ καὶ ἐπὶ μὲν τῆς δέκα μοίρας ἀπεχούσης τῆς τοῦ Ε ἐαρινοῦ σημείου» εἰς τὰ προηγούμενα, «ὡς πρὸς τὸ χειμερινὸν τροπικὸν «περιφερείας,» τουτέστιν τῆς τρίτης τῶν Ἰχθύων δεκαμοιρίας, «ἡ μὲν «τῆς ΚΛ διπλασίων μοιρῶν ἐστιν η γ ιϛ· « ἡ γὰρ ἀπὸ τοῦ ἐαρινοῦ ἰσημερινοῦ δεκαμοιρία λελόξωται τὴν ἴσην τῇ ΛΚ μοιρῶν οὖσαν δ α λη. ἡ ἄρα διπλῆ αὐτῆς ἔσται η γ ιϛ. «ἡ δʼ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων η κε λθ. ἡ δὲ τῆς ΚΖ διπλῆ,» τῶν λειπουσῶν εἰς τὴν διπλῆν τῶν τῆς ΛΖ μοιρῶν ρπ, «ἔσται ροα νϛ μδ, ἡ δʼ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων “ριθ μβ ιδ.” καὶ ἐὰν ἄρα ἀπὸ τοῦ λόγου τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΖ, τουτέστιν τῶν μη λα νε πρὸς τὰ ρθ μδ νγ ἀφέλωμεν ὡς ἐπὶ τῆς πρώτης δεκαμοιρίας τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΛΚ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΚΖ λόγον, τουτέστιν τὸν τῶν η κε λθ πρὸς τὰ ριθ μβ ιδ, καταλειφθήσεται ἡμῖν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΛ λόγος, ὁ τῶν νβ νϛ ε πρὸς τὰ η κε λθ.

Εἶτα τοῦ προχείρου καὶ σαφοῦς ἕνεκεν μεταλαμβάνει τὸν καταλιπέντα λόγον εἰς τὸν ξ, πολλαπλασιάσας τὰ ξ ἐπὶ τὰ η κε λθ καὶ τὰ γενόμενα μερίσας παρὰ τὰ νβ νϛ ε. καὶ ποιεῖ ὡς νβ νϛ ε πρὸς η κε λθ, οὕτως ξ πρὸς θ λγ.

`699`

Καὶ ἐπὶ τῶν λοιπῶν δεκαμοιριῶν ἀκολούθως τοῖς εἰρημένοις ἐπιλογισάμενος, τὸν καταλειπόμενον τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΛ λόγον μεταλαμβάνων· οἵων ἡ ὑπὸ τὴν διπλῆν τῆς ΘΕ, ξ ἐξέθετο τὰ μεγέθη τῶν κατὰ δεκαμοιρίαν τοῦ ζῳδιακοῦ, τῆς ΕΛ περιφερείας διαφορᾶς οὔσης τῶν εἰρημένων ἀναφορῶν ἐπί τε τῆς ὀρθῆς σφαίρας καὶ τῆς ἐγκεκλιμένης. καθάπερ ἐὰν φήσωμεν, ἐπεὶ τῇ ΚΜ περιφερείᾳ ἐπὶ μὲν τῆς ὀρθῆς σφαίρας συναναφέρεται ἡ ΜΛ, ἐπὶ δὲ τῆς ἐγκεκλιμένης ἡ ΜΕ, διαφορὰ ἄρα τῶν εἰρημένων ἀναφορῶν τοῦ ΚΜ τμήματος ἔσται ἡ ΕΛ. καὶ ἐπειδὴ ἐπὶ τῆς διὰ Ῥόδου οἰκήσεως ἡ διαφορὰ τῆς μεγίστης ἢ ἐλαχίστης ἡμέρας παρὰ τὴν ἰσημερινὴν ὡρῶν μέν ἐστιν ἰσημερινῶν β 𐅵ʹ, χρόνων δὲ δηλονότι λζ λ, ἐδείχθη δὲ αὕτη διπλασίων οὖσα τῆς ΕΘ, ἔσται ἄρα καὶ ἡ διπλῆ τῆς ΕΘ περιφερείας λζ λ, ἡ δὲ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων λη λδ.

Καὶ ἐπεὶ εὑρήκαμεν τὸν λόγον τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΛ ἐπὶ τῆς πρώτης ἀπὸ τοῦ ἰσημερινοῦ δεκαμοιρίας, τὸν τῶν ξ πρὸς τὰ θ λγ, καὶ οἵων ἄρα ἡ ὑπὸ τὴν διπλῆν τῆς ΘΕ, λη λδ, τοιούτων καὶ ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΛ εὑρεθήσεται ϛ η, πολλαπλασιαζόντων ἡμῶν τὰ λη λδ ἐπὶ τὰ θ λγ καὶ μεριζόντων παρὰ τὸν ξ. τὴν δὲ ἐπʼ αὐτῆς περιφέρειαν, τουτέστιν τὴν διπλῆν τῆς ΛΕ, ε νβ, τὴν δὲ ἡμίσειαν αὐτῆς, λέγω δὲ αὐτὴν τὴν ΛΕ, ὑπεροχὴν οὖσαν ὡς ἐπάνω ἀπεδείχθη τῶν τε ἐπʼ ὀρθῆς τῆς σφαίρας παρὰ τὴν ἐγκεκλιμένην ἀναφορῶν, ὡς νῦν ἐπὶ τῆς τρίτης δεκαμοιρίας τῶν Ἰχθύων, χρόνων β νϛ.

`700`

Οὐ πεποίηκεν δὲ ἐν τῇ μεταφορᾷ τῶν κατὰ δεκαμοιρίαν ἀναφορῶν, οἷον ὡς ἐπὶ τῆς πρώτης δεκαμοιρίας, ὡς ξ πρὸς θ λγ, οὕτως λη λδ πρὸς ἄλλον τινά, ἀλλʼ ἐναλλὰξ ὡς ξ πρὸς λη λδ οὕτως θ λγ πρὸς ἄλλον τινά, διὰ τὸ πρόχειρον πάλιν, ἵνα ἀποσιωπῶν τὸν τῶν ξ πρὸς τὰ λη λδ λόγον καὶ προσυπακούων αὐτόν, τὸν κατὰ δεκαμοιρίαν μεταγόμενον τῆς διαφορᾶς κατονομάζῃ.

Ἐπεὶ οὖν ἀπεδείξαμεν ἐν τῷ πρώτῳ βιβλίῳ ἐπὶ τῆς ὀρθῆς σφαίρας τῇ ἀπὸ τοῦ ἰσημερινοῦ δεκαμοιρίᾳ τῶν Ἰχθύων συναναφερομένους τοῦ ἰσημερινοῦ χρόνους θ ι, ἐδείχθη δὲ ἡ ΛΕ β νϛ, οἷς ὑπερέχουσιν οἱ θ ι χρόνοι ἐπὶ τῆς ὀρθῆς σφαίρας τῶν ἐπὶ τῆς διὰ Ῥόδου ἐγκεκλιμένης, ἐὰν ἄρα ἀπὸ τῶν θ ι χρόνων ἀφέλωμεν τοὺς β νϛ, καταλειφθήσονται ϛ ιδ, οἵτινες συνανενεχθήσονται τὸν ὁρίζοντα τῇ τρίτῃ δεκαμοιρίᾳ τῶν Ἰχθύων ἐπὶ τῆς ὑποκειμένης διὰ Ῥόδου οἰκήσεως.

Καὶ διὰ τὸ ἴσον ἀπέχειν τοῦ αὐτοῦ ἐαρινοῦ σημείου τὴν πρώτην δεκαμοιρίαν τοῦ Κριοῦ τῇ τρίτῃ τῶν Ἰχθύων, καὶ αὐτὴ ἀνενεχθήσεται τοῖς ἴσοις χρόνοις ϛ ιδ· ἑκατέρα δὲ ἡ τρίτη δεκαμοιρία τῆς Παρθένου καὶ ἡ πρώτη τῶν Χηλῶν, διὰ τὸ ἴσον αὐτὰς ἀπέχειν τοῦ αὐτοῦ τροπικοῦ, ταῖς λειπούσαις εἰς τὴν διπλῆν τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφορῶν χρόνων ιη κ, χρόνοις ιβ ϛ.

»Ἐπὶ δὲ τῆς κ μοίρας ἀπεχούσης περιφερείας τοῦ ἰσημερινοῦ, τὴν «μὲν τῆς ΚΛ περιφερείας διπλῆν μοιρῶν ιε νδ ϛ· « αὕτη γὰρ ἡ ΚΛ, λόξωσις οὖσα τῶν κ μοιρῶν, ἐστὶν ζ νζ γ· «τὴν δὲ ὑπʼ αὐτὴν εὐθεῖαν «ιϛ λε νϛ· τὴν δὲ τῆς ΚΖ διπλῆν,» τῶν λειπουσῶν εἰς τὴν διπλῆν τῶν ρπ «μοιρῶν ρξδ ε νδ· τὴν δὲ ὑπʼ αὐτὴν εὐθεῖαν ριη ν μζ.»

`701`

Πάλιν ὁμοίως ἀφελόντες ἀπὸ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΖ λόγου, τουτέστιν ἀπὸ τοῦ τῶν μη λα νε πρὸς τὰ ρθ μδ νγ τὸν τῶν ιϛ λε νϛ πρὸς τὰ ριη ν μζ καταλείψομεν τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΛ λόγον τὸν αὐτὸν τῷ τῶν ξ πρὸς τὰ ιη νζ.

Καὶ διὰ ταῦτα πάλιν ἐπὶ τῆς διὰ Ῥόδου οἰκήσεως τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ εὐθείας οὔσης λη λδ, ἔσται καὶ οἵων ἡ ὑπὸ τὴν διπλῆν τῆς ΘΕ λη λδ, τοιούτων ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΛ ε ιβ ια· ἡ δʼ ἐπʼ αὐτῆς περιφέρεια, τουτέστιν ἡ διπλῆ τῆς ΕΛ, μοιρῶν ια λθ, αὐτὴ δὲ ἡ ΕΛ ε ν ἔγγιστα, διαφορὰ πάλιν οὖσα τῆς ἀναφορᾶς τῆς κ μοίρας τῆς ἐπὶ τῆς ὀρθῆς σφαίρας πρὸς τὴν ἐγκεκλιμένην.

Καὶ ἐπεὶ ἐπʼ ὀρθῆς τῆς σφαίρας ἐδείξαμεν τὴν εἰκοσαμοιρίαν ἀναφερομένην χρόνοις ιη κε, ὡς καὶ ἡ ἔκθεσις τοῦ κανόνος περιέχει, ὧν νῦν τὴν διαφορὰν ᾗ ὑπερέχουσιν οἱ ιη κε χρόνοι τοὺς ἐπὶ τῆς ἐγκλίσεως ε ν, καὶ λοιπὴ ἄρα ἡ εἰκοσαμοιρία ἐπὶ τῆς διὰ Ῥόδου ἐγκλίσεως ἀνενεχθήσεται τοῖς λοιποῖς χρόνοις ιβ λε, οἵτινες παράκεινται εἰς τὸν κανόνα τῶν ἀναφορῶν ἐπὶ τοῦ διὰ Ῥόδου τετάρτου κλίματος τῇ τε τῶν Ἰχθύων καὶ τῇ τοῦ Κριοῦ εἰκοσαμοιρίᾳ, οὔσῃ ἐπὶ μὲν Κριοῦ ἀπὸ τῆς ἀρχῆς, ἐπὶ δὲ Ἰχθύων ἀπὸ τοῦ τέλους ἐπὶ τὰ προηγούμενα. ἐπεὶ καὶ τῇ μὲν τρίτῃ δεκαμοιρίᾳ τῶν Ἰχθύων παράκεινται χρόνοι ϛ ιδ, τῇ δὲ δευτέρα ϛ κα, οἳ συνάγουσιν τοὺς εἰρημένους χρόνους ιβ λε.

Καὶ ἐπειδὴ ἡ πρώτη δεκαμοιρία ἀπὸ τοῦ ἐαρινοῦ ἰσημερινοῦ ἀναφέρεται χρόνοις ϛ ιδ, καὶ λοιπὴ ἄρα ἡ δευτέρα ἀνενεχθήσεται χρόνοις ϛ κα, οἵτινες πάλιν καὶ παράκεινται εἰς τὸν αὐτὸν κανόνα τῇ δευτέρᾳ δεκαμοιρίᾳ.

`702`

Καὶ ἐπὶ τῶν λοιπῶν δεκαμοιριῶν τοῖς αὐτοῖς ἐπιλογισμοῖς προσχρησάμενος μέχρι μοιρῶν ϙ, παρέθηκεν τοὺς οἰκείως ἐπιβάλλοντας ἑκάστῃ δεκαμοιρίᾳ συναναφερομένους χρόνους ἐπὶ τοῦ εἰρημένου τετάρτου κλίματος, ἀφʼ ὧν καὶ τὰς τῶν τριῶν λοιπῶν τεταρτημορίων διὰ τῶν ἐκτεθειμένων λημμάτων παρέθηκεν.

Δῆλον δὲ ὅτι ἐπὶ τῆς ἴσης ϙ τοῦ διὰ μέσων ὅλη ἔσται ἡ ΘΕ διαφορὰ τῆς ὀρθῆς σφαίρας πρὸς τὴν ἐγκεκλιμένην τοῦ χειμερινοῦ τροπικοῦ τότε ἀνατέλλοντος καὶ τῆς ΖΚΛ τῆς αὐτῆς οὔσης τῇ ΖΗΘ· καὶ λοιποὺς καταλείπεσθαι τοὺς τῆς ΘΑ χρόνους ὡς ἐπὶ τῆς ὑποκειμένης οἰκήσεως οα ιε, διὰ τὸ τοὺς ΘΕ εἶναι τῶν ἡμισέων τῆς διαφορᾶς τῆς ἐλαχίστης ἡμέρας ἢ μεγίστης παρὰ τὴν ἰσημερινὴν ὡρῶν β 𐅵ʹ, ἤτοι ὥρας α δʹ, χρόνων δὲ δηλονότι ιη με. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἐγκλίσεων μεταφέροντες τὸν δεδειγμένον καθʼ ἑκάστην δεκαμοιρίαν τῶν ξ λόγον εἰς τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ ἡμισείας οὔσης τῆς διαφορᾶς τῆς μεγίστης ἢ ἐλαχίστης ἡμέρας παρὰ τὴν ἰσημερινὴν εὑρήσομεν τὴν ΕΛ περιφέρειαν καθʼ ἑκάστην δεκαμοιρίαν ἐπὶ τοῦ διδομένου κλίματος· ἣν ἀφελόντες ἀπὸ τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας συναναφορῶν εὑρήσομεν τὴν λοιπὴν τὴν συναναφερομένην τοῦ ἰσημερινοῦ περιφέρειαν ἑκάστῃ τοῦ ζῳδιακοῦ δεκαμοιρίᾳ.

Ἵνα δὲ καὶ ἐπὶ ἑτέρας οἰκήσεως τὸ αὐτὸ τοῦτο δείξωμεν, ὑποκείσθω δὲ ἡ ἡμετέρα διʼ Ἀλεξανδρείας οἴκησις, ἔνθα ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν ιδ, ἡ δὲ ἐλαχίστη ι, ἡ δὲ τῆς ΕΘ διπλῆ δηλονότι ὡρῶν ἰσημερινῶν β, χρόνων δὲ λ, ἡ δὲ ὑπʼ αὐτὴν εὐθεῖα λα γ λ.

`703`

Καὶ ἐπεὶ ἐπὶ τῆς πρώτης ἀπὸ τοῦ ἐαρινοῦ σημείου δεκαμοιρίας δέδεικται καταλιπεὶς ὁ λόγος πανταχοῦ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΛ ὁ τῶν ξ πρὸς τὰ θ λγ, καὶ οἵων ἄρα ἡ ὑπὸ τὴν διπλῆν τῆς ΘΕ ἐπὶ τῆς Ἀλεξανδρείας οἰκήσεως λα γ λ, τοιούτων καὶ ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΛ ἔσται δ νϛ λϛ. ἡ δὲ ἐπʼ αὐτῆς περιφέρεια, τουτέστιν ἡ διπλῆ τῆς ΕΛ, δ μδ. ἡ δὲ ἡμίσεια αὐτῆς, τουτέστιν αὐτὴ ἡ ΛΕ, β κβ, οἷς ὑπερέχουσιν οἱ ἐπὶ τῆς ὀρθῆς σφαίρας συναναφερόμενοι χρόνοι τῇ πρώτῃ δεκαμοιρίᾳ ἀπὸ τοῦ ἐαρινοῦ τῶν ἐπὶ τῆς ὑποκειμένης διʼ Ἀλεξανδρείας οἰκήσεως.

Καὶ ἐπεὶ οἱ ἐπὶ τῆς ὀρθῆς σφαίρας συναναφερόμενοι τοῦ ἰσημερινοῦ τῇ πρώτῃ δεκαμοιρίᾳ χρόνοι εἰσὶν θ ι, ἐὰν ἄρα πάλιν ἀπὸ τούτων ἀφέλωμεν τοὺς τῆς ΛΕ εὑρεθέντας β κβ, ἕξομεν τοὺς ἐν τῷ ὑποκειμένῳ κλίματι συναναφερομένους τῇ πρώτῃ δεκαμοιρίᾳ ἀπὸ τοῦ ἐαρινοῦ σημείου χρόνους ϛ μη, οἵτινες καὶ ἐν τῷ κανόνι παράκεινται ἐπὶ τοῦ διʼ Ἀλεξανδρείας τρίτου κλίματος τῇ τοῦ Κριοῦ πρώτῃ δεκαμοιρίᾳ, ἢ καὶ τῇ τῶν Ἰχθύων τρίτῃ.

Ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν δεκαμοιριῶν τοῦ τεταρτημορίου ἐπιλογισάμενοι εὑρήσομεν τὰς ἐκτεθειμένας ἀναφορὰς καὶ ἐπὶ τούτου τοῦ κλίματος.

Δῆλον δὲ πάλιν ὡς ἐκ τῶν προαποδεδειγμένων λημμάτων συναποδεδειγμέναι ἔσονται καὶ τῶν λοιπῶν τριῶν τεταρτημορίων συναναφοραί.

`704`

Πεποίηται δὲ τὴν ἔκθεσιν τῆς τοιαύτης κανονογραφίας, ἐφʼ ὅσον ἂν τὴν καθʼ ἡμᾶς οἰκουμένην ἐνδέχεται φθάνειν, πρὸς τὸ ἐκ προχείρου λαμβάνεσθαι καὶ τὰ τοῖς ἀναφορικοῖς χρόνοις παρακολουθοῦντα, ἅτινα ἑξῆς δηλώσομεν, ἀρχόμενος μὲν ἀπὸ τοῦ ἰσημερινοῦ παραλλήλου, ἔνθα ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν ιβ, φθάνων δὲ μέχρι τοῦ ποιοῦντος τὴν μεγίστην ἡμέραν ὡρῶν ἰσημερινῶν ιζ, τὴν παραύξησιν αὐτῶν καθʼ ἡμιώριον ποιούμενος, διὰ τὸ μηδενὶ ἀξιολόγῳ διαφέρειν παρὰ τὰ γραμμικὰ τὰς κατὰ τὸ ἔλαττον τοῦ ἡμιωρίου γινομένας διαφορὰς τῶν καθʼ ὁμαλὴν παραύξησιν λαμβανομένων.

Οἷον ὡς ἐπὶ τῆς ὀρθῆς σφαίρας, ἐπειδὴ ἐπὶ μὲν τῆς μεγίστης ἡμέρας ὡρῶν οὔσης ἰσημερινῶν ιβ τῇ πρώτῃ δεκαμοιρίᾳ συναναφέρονται χρόνοι θ ι, ἐπὶ δὲ τοῦ διὰ τοῦ Αὐαλιτικοῦ κόλπου, ἔνθα ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν ιβ 𐅵ʹ, παράκειται τῇ αὐτῇ δεκαμοιρίᾳ τοῦ Κριοῦ συναναφερόμενοι χρόνοι η λε, ἐὰν τοὺς συναναφερομένους χρόνους τῇ αὐτῇ δεκαμοιρίᾳ ἐπὶ τῆς διὰ Ταπροβάνης οἰκήσεως, ἔνθα ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν ιβ δʹ, βουλώμεθα λαμβάνειν διὰ τῶν γραμμικῶν δείξεων, εὑρήσομεν διὰ τῶν ἐπιλογισμῶν συναναφερομένους τῇ εἰρημένῃ δεκαμοιρίᾳ τοῦ Κριοῦ χρόνους η νβ ἔγγιστα, ὅσοι καὶ ἐκ τῆς καθʼ ὁμαλὴν παραύξησιν ἐξαναλογίας καταλαμβάνονται.

`705`

Ἔστιν γὰρ ὡς ιβ πρὸς ιβ δʹ καὶ ιβ δʹ πρὸς ιβ 𐅵ʹ, οὕτως οἱ θ ι χρόνοι πρὸς η νβ καὶ οἱ η νβ πρὸς η λε.

Προτάξας οὖν τὰς ὅλου τοῦ ζῳδιακοῦ κύκλου λϛ δεκαμοιρίας κατὰ τὸ πρῶτον σελίδιον, παρέθηκεν ἐν μὲν τοῖς ἑξῆς δευτέροις σελιδίοις τοὺς ἑκάστῃ δεκαμοιρίᾳ ἐπιβάλλοντας ἀναφορικοὺς χρόνους καὶ καθʼ ἑκάστην ἔγκλισιν, ἐν δὲ τοῖς τρίτοις τὰς ἐπισυναγωγὰς αὐτῶν.

Καὶ ἔστιν ἡ ἔκθεσις τοῦ κανόνος τοιαύτη.

`706`

Περὶ τῶν κατὰ μέρος ταῖς ἀναφοραῖς παρακολουθούντων.

Τῶν οὖν ἀναφορικῶν χρόνων εἰρημένων, εὐμεταχείριστος ἡμῖν ἔσται ἡ τῶν τούτοις παρακολουθούντων κατάλημψις, καὶ οὔτε γραμμικῶν δείξεων πρὸς τὰς τούτων ἐφόδους προσδεησόμεθα οὔτε ἑτέρας τινὸς κανονογραφίας, ὡς ἐξ αὐτῶν τῶν ἐπενεχθησομένων φανερὸν ἔσται.

Ποιεῖται δὲ τὰς ἐφόδους ὡς προδειχθείσης αὐτῷ τῆς τοῦ ἡλίου ψηφοφορίας, ἐπεὶ καὶ τὴν τούτου ἐποχὴν ὡς δεδομένην παραλαμβάνει· διὸ καὶ μετὰ ταύτην προσχρῆται αὐταῖς.

`707`

«Πρῶτον μὲν γὰρ τῆς δοθείσης ἡμέρας ἢ νυκτὸς λαμβάνεται τὸ μέγεθος» πόσων ἐστὶν ὡρῶν ἰσημερινῶν, ἐπὶ μὲν τῆς ἡμέρας συναγόντων ἡμῶν τοὺς παρακειμένους χρόνους τῷ τοῦ ζῳδιακοῦ ἡμικυκλίῳ ἐπʼ ἐκείνου τοῦ κλίματος ἐφʼ οὗ τὸ μέγεθος τῆς ἡμέρας βουλόμεθα πορίσασθαι τῷ ἀπὸ τῆς τῆς ἡλιακῆς μοίρας μέχρι τῆς κατὰ διάμετρον, «ὡς ἐπὶ τὰ «ἑπόμενα τῶν ζῳδίων· ἐπὶ δὲ τῆς νυκτὸς» τῷ ἀπὸ τῆς διαμέτρου «ἐπʼ «αὐτὴν τὴν ἡλιακὴν μοῖραν. τῶν γὰρ συναγομένων χρόνων τὸ μὲν πεντεκαιδέκατον λαβόντες ἕξομεν ὅσων ὡρῶν ἐστιν ἰσημερινῶν τὸ μέγεθος «τοῦ ὑποκειμένου διαστήματος», τουτέστιν ἤτοι τῆς ἡμέρας ἢ τῆς νυκτός, «τὸ δὲ ιβʹ, ὅσων χρόνων ἐστὶν» τῆς αὐτῆς ἡμέρας ἢ νυκτὸς «ἡ “καιρικὴ ὥρα”.

Ἵνα δὲ καὶ διὰ καταγραφῆς παραστήσωμεν τὸ λεγόμενον, ἔστω ὁ μὲν διὰ μέσων τῶν ζῳδίων κύκλος ὁ ΑΒΓΔ, ὁρίζοντος δὲ ἡμικύκλιον τὸ ΒΕΔ, ὁ δὲ ἥλιος ἀνατέλλων ἐπὶ τοῦ Β· καὶ δῆλον ὡς ὅτι ἑπόμενα μὲν ἔσται τοῦ ζῳδιακοῦ ὡς ἀπὸ τοῦ Β ἐπὶ τὸ Γ καὶ Δ.

Καὶ ἐὰν τῆς σφαίρας περιφερομένης τὸ Β ἀνατολικὸν σημεῖον ἐπὶ τὸ Δ δυτικὸν παραγένηται, ἔσται γεγενημένος ὁ τῆς ἡμέρας χρόνος, ὡς μὴ συνεπιλογιζομένων ἡμῶν διὰ τὸ ἀδιάφορον τοὺς τῇ ἡλιακῇ ἐπικινήσει συναναφερομένους χρόνους.

`708`

Ἀλλʼ ἐν ᾧ τὸ Β ἐπὶ τὸ Δ, ἐν τοσούτῳ τὸ Δ δυτικὸν ἐπὶ τὸ Β ἀνατολικὸν παραγενήσεται, καὶ ἔσται τὸ μὲν ΒΑΔ ἡμικύκλιον ὑπὸ γῆν γεγενημένον, τὸ δὲ ΔΓΒ ὑπὲρ γῆν. ὥστε ἐν ᾧ ὁ ἥλιος ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν γενόμενος τὸν τῆς ἡμέρας χρόνον πεποίηκεν, ἐν τοσούτῳ καὶ τὸ ΒΓΔ τοῦ ζῳδιακοῦ ἑπόμενον ἡμικύκλιον ἀνηνέχθη. ἔχομεν δὲ τὸ ΒΓΔ κατὰ ποίων ἐστὶν δωδεκατημορίων, ἐπεὶ καὶ τὸ Β σημεῖον τῆς ἐποχῆς τοῦ ἡλίου. ἔχομεν ἄρα καὶ τοὺς τούτῳ τοῦ ἰσημερινοῦ χρόνους συνανενεχθέντας ἐκ τῶν ἐκτεθειμένων ἡμῖν κανονίων.

Οὓς μερίσαντες παρὰ τὸν ιε, ἕξομεν τὸ πλῆθος ἐκείνης τῆς ἡμέρας τῶν ἰσημερινῶν ὡρῶν, διὰ τὸ τὴν ἰσημερινὴν ὥραν χρόνων εἶναι ὡς ἔφαμεν ιε.

Τὸ δὲ δωδέκατον ὁμοίως ἕξομεν πόσων χρόνων ἐστὶν ἡ τῆς ἡμέρας ἐκείνης καιρικὴ ὥρα.

`709`

Πάλιν ὡς ἐπὶ τῆς δευτέρας καταγραφῆς, ἐπεὶ ἐν ᾧ ὁ ἥλιος ἐπὶ τοῦ Β δυτικοῦ τυγχάνων περιενεχθεὶς τὸ ὑπὸ γῆν ἡμικύκλιον καὶ πρὸς τὰς ἀνατολὰς παραγενόμενος τὸν τῆς νυκτὸς χρόνον ποιεῖται, ἐν τοσούτῳ καὶ τὸ ΔΑΒ τοῦ ζῳδιακοῦ ἡμικύκλιον ὑπὸ γῆν τυγχάνων ἀναφέρεται. ἔχομεν δὲ τὸ ΔΑΒ ἡμικύκλιον κατὰ ποίων ἐστὶν τμημάτων τοῦ ζῳδιακοῦ, ἐπεὶ καὶ τὸ Δ κατὰ διάμετρον τῆς τοῦ ἡλίου ἐποχῆς. ἔχομεν ἄρα πάλιν ἐκ τῆς ἐκθέσεως τῆς κανονογραφίας τοὺς τούτῳ τῷ ἡμικυκλίῳ τοῦ ζῳδιακοῦ συναναφερομένους χρόνους τοῦ ἰσημερινοῦ.

Ὧν πάλιν τὸ μὲν ιεʹ λαβόντες ἕξομεν πόσων ἐστὶν ὡρῶν ἰσημερινῶν τὸ τῆς νυκτὸς μέγεθος.

Τὸ ιβʹ δὲ πόσων χρόνων ἐστὶν ἡ καιρικὴ τῆς νυκτὸς ὥρα. »Εὑρίσκεται δὲ προχειρότερον τὸ ὡριαῖον μέγεθος λαμβανομένης τῆς «ὑπεροχῆς» τῶν παρακειμένων χρόνων ἐν τῷ τῆς ἐπισυναγωγῆς σελιδίῳ, «ἡμέρας μὲν τῇ ἡλιακῇ μοίρᾳ, νυκτὸς δὲ τῇ κατὰ διάμετρον, ἔν τε τῷ «ἐπʼ ὀρθῆς τῆς σφαίρας κανονίῳ, καὶ ἐν τῷ ἐπιζητουμένῳ κλίματι. τῆς «γὰρ εὑρισκομένης ὑπεροχῆς τὸ ἕκτον λαβόντες, καὶ ἐπὶ μὲν τοῦ βορείου «ἡμικυκλίου τῆς εἰσενηνεγμένης μοίρας οὔσης» τουτέστιν ἤτοι τῆς ἡλιακῆς ἢ τῆς ταύτην διαμετρούσης, «προστιθέντες αὐτὸ τοῖς τῆς ἰσημερινῆς ὥρας χρόνοις ιε· ἐπὶ δὲ τοῦ νοτίου ἀφαιροῦντες» ἀπʼ αὐτῶν, εὑρήσομεν πόσων χρόνων ἐστὶν ἡ καιρικὴ ὥρα τῆς δοθείσης ἡμέρας ἢ νυκτὸς τοῦ δεδομένου κλίματος.

`710`

Ἵνα δὲ καὶ ἐπὶ τῆς τοιαύτης ἐφόδου ὁ αἰτιώδης λόγος φανερὸς γένηται, ἐκκείσθω μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, τοῦ δὲ ἐπί τινος ἐγκλίσεως ὁρίζοντος ἀνατολικὸν ἡμικύκλιον τὸ ΒΕΔ, καὶ ἰσημερινοῦ τὸ ΑΕΓ, καὶ τοῦ διὰ μέσων τμῆμα τὸ ΖΗ, ὥστε τοῦ Η ἀνατέλλοντος τὸ Ζ ὑποκεῖσθαι ἐαρινόν. καὶ λημφθέντος τοῦ βορείου πόλου τοῦ Κ, γεγράφθω διʼ αὐτοῦ καὶ τοῦ Η μεγίστου κύκλου τεταρτημόριον τὸ ΚΗΘ.

Ἐπεὶ οὖν τῷ ΗΖ τμήματι τοῦ διὰ μέσων ἐπὶ μὲν ὀρθῆς τῆς σφαίρας τὸ ΘΖ τοῦ ἰσημερινοῦ συναναφέρεται, ἐπὶ δὲ τῆς ἐγκλίσεως τὸ ΕΖ, διαφορὰ ἄρα τῶν παρακειμένων τῆς ἐπισυναγωγῆς ἀναφορικῶν χρόνων ἐπί τε τῆς ὀρθῆς σφαίρας πρὸς τὰς ἐπὶ τῆς κλίσεως τῷ ΖΗ τμήματι τοῦ διὰ μέσων εἰσὶν οἱ τῆς ΘΕ περιφερείας χρόνοι.

Λέγω ὅτι οὗτοι ϛ ὡρῶν ἰσημερινῶν εἰσιν πρὸς ϛ καιρικὰς διαφορᾶς.

Ἐὰν γὰρ ὡς ἔμπροσθεν ἐλέγομεν γράψωμεν διὰ τοῦ Η σημείου παραλλήλου τμῆμα τῷ ἰσημερινῷ ὡς τὸ ΗΛ, δῆλον ὡς ἐν ᾧ τὸ Η ἐπὶ τὸ Λ παραγίνεται, καὶ τὸ Θ ἐπὶ τὸ Α. ἀλλʼ ἐν ᾧ τὸ Η ἐπὶ τὸ Λ, ὁ ἀπὸ ἀνατολῆς ἐπὶ μεσημβρίαν χρόνος ἐστὶν ϛ ὡρῶν καιρικῶν. ὥστε καὶ ἡ ΘΑ ϛ ὡρῶν καιρικῶν χρόνους περιέχει. ἀλλὰ καὶ ἡ ΕΑ ϛ ὡρῶν ἰσημερινῶν, τουτέστιν τῶν ἐπὶ τῆς ὀρθῆς σφαίρας παρακειμένων· ἡ ἄρα ΕΘ, διαφορὰ οὖσα τῶν παρακειμένων τῆς ἐπισυναγωγῆς χρόνων ἐπί τε τῆς ὀρθῆς σφαίρας καὶ ἐπὶ τῆς ἐγκεκλιμένης τῷ ΖΗ τμήματι τοῦ διὰ μεσῶν, ϛ ὡρῶν καιρικῶν πρὸς ϛ ἰσημερινὰς περιέχει χρόνων διαφοράν.

Ἐζητοῦμεν δὲ διαφορὰν μιᾶς ὥρας πρὸς μίαν. διό φησιν τῆς τῶν οὕτω λαμβανομένων χρόνων ὑπεροχῆς τὸ ϛʹ παραλαμβάνοντες.

`711`

Εἰ μὲν ἡ ἡλιακὴ μοῖρα ἢ ἡ ταύτην διαμετροῦσα ἐπὶ τοῦ Η βορειοτέρου τμήματος τοῦ διὰ μέσων εἴη, δῆλον ὡς ὅτι καὶ οἱ ἰσημερινοὶ ἤτοι νυκτερινοὶ ὡριαῖοι χρόνοι πλείους εἰσὶν τῶν ἰσημερινῶν, ἐπειδήπερ τῆς μὲν ἡλιακῆς μοίρας οὔσης πρὸς τῷ Η οἱ τῆς ΗΛ τουτέστιν τῆς ΘΑ χρόνοι ϛ ὡρῶν εἰσὶν ἡμερινῶν καιρικῶν, τῆς δὲ διαμετρούσης τὸν ἥλιον μοίρας ἐπὶ τοῦ Η πάλιν τυγχανούσης, ὁμοίως ἡ ΘΑ ϛ ἐστὶν ὡρῶν νυκτερινῶν καιρικῶν, πλείους ὄντες τῶν ἐπὶ τῆς ΕΑ ϛ ὡρῶν ἰσημερινῶν.

Εἰ δὲ ἡ ἀνατέλλουσα μοῖρα τοῦ διὰ μέσων νοτιωτέρα ᾖ ὡς κατὰ τὸ Μ, καὶ γράψωμεν πάλιν διὰ τοῦ Ν νοτίου πόλου καὶ τῆς κατὰ τὸ Μ κοινῆς τομῆς τοῦ τε διὰ μέσων καὶ τοῦ ὁρίζοντος τὸ ΝΜΞ τεταρτημόριον, καὶ ἔτι διὰ τοῦ Μ παραλλήλου τμῆμα τῷ ἰσημερινῷ τὸ ΜΟ, ἔσται πάλιν ἡ ΕΞ διαφορὰ ϛ ὡρῶν ἰσημερινῶν πρὸς ϛ καιρικάς. καὶ ἐπεὶ ὁμοίως ἐλάσσονές εἰσιν αἱ καιρικαὶ τῶν ἰσημερινῶν, δεόντως πάλιν εἶπεν δεῖν ἀφαιρεῖν τὸ τῆς μιᾶς ὥρας διάφορον ἀπὸ τῶν ἰσημερινῶν χρόνων ιε, ἵνα ἔχωμεν τὸ μέγεθος τῆς ἐπιζητουμένης καιρικῆς ὥρας. ὁμοίως πάλιν, εἰ μὲν ἡ ἡλιακὴ μοῖρα ἐπὶ τοῦ Μ εἴη, ἡμερινή· ἡ δὲ διαμετροῦσα, νυκτερινή. διό φησιν· «καὶ ἐπὶ μὲν τοῦ βορείου ἡμικυκλίου τῆς εἰσενηνεγμένης μοίρας οὔσης», τουτέστιν εἴτε τῆς ἡλιακῆς ὡς ἔφαμεν ὡς ἐπὶ τῶν ἡμερινῶν ἢ τῆς κατὰ διάμετρον ὡς ἐπὶ τῶν νυκτερινῶν, «προστιθέντες τὸ ϛ«, τουτέστιν τὸ διάφορον τῆς μιᾶς ὥρας πρὸς τὴν μίαν, «τοῖς τῆς μιᾶς ὥρας ἰσημερινῆς “ ιε χρόνοις, ἐπὶ δὲ τοῦ νοτίου ἀφελόντες ἀπʼ αὐτῶν”, ἕξομεν τὸ πλῆθος τῶν χρόνων τῆς ἐπιζητουμένης καιρικῆς ὥρας ἤτοι ἡμερινῆς ἢ νυκτερινῆς.

`712`

»Ἐφεξῆς δὲ τὰς μὲν διδομένας καιρικὰς ὥρας ἀναλύσομεν εἰς «ἰσημερινὰς» λαμβάνοντες ὡς ἐμάθομεν τοὺς οἰκείους χρόνους ἐκείνου τοῦ κλίματος τῆς δοθείσης ἡμέρας ἢ νυκτός, «καὶ πολλαπλασιάσαντες τοὺς “μὲν ἡμερινοὺς ἐπὶ τὰς δοθείσας ἡμερινὰς καιρικὰς ὥρας, τοὺς δὲ νυκτερινοὺς ἐπὶ τὰς δοθείσας νυκτερινάς· τῶν γὰρ συναγομένων τὸ ιεʹ “λαβόντες ἕξομεν πλῆθος ὡρῶν ἰσημερινῶν τῶν δοθεισῶν καιρικῶν.”

»Ἀνάπαλιν δὲ τὰς διδομένας ἰσημερινὰς ὥρας ἀναλύσομεν εἰς «καιρικὰς» λαμβάνοντες πάλιν ὡς ἐδιδάχθημεν τοὺς οἰκείους ὡριαίους καιρικοὺς χρόνους τῆς δοθείσης ἡμέρας καὶ νυκτὸς κατὰ τὸ προτεθὲν κλίμα· «πολλαπλασιάσαντες γὰρ τὰς δοθείσας ἰσημερινὰς ὥρας ἐπὶ «τοὺς ιε ὡριαίους χρόνους, καὶ τὰ γενόμενα μερίσαντες παρὰ τοὺς «οἰκείους ὡριαίους χρόνους» τὰς γενομένας ὥρας ἕξομεν ὅσαι εἰσὶν καιρικαὶ αἱ δοθεῖσαι ἰσημεριναί.

`713`

»Πάλιν δὲ δοθέντος ἡμῖν χρόνου καὶ ὥρας ὁποιασδήποτε καιρικῆς» ἤτοι ἡμερινῆς ἢ νυκτερινῆς ἐν οἱῳδήποτε κλίματι, «πρῶτον μὲν τὴν ἀνατέλλουσαν τότε μοῖραν τοῦ διὰ μέσων τῶν ζῳδίων λημψόμεθα, πολλαπλασιάσαντες τὸ πλῆθος τῶν ὡρῶν, ἡμέρας μὲν τῶν ἀπὸ ἀνατολῆς «ἡλίου, νυκτὸς δὲ τῶν ἀπὸ δύσεως, ἐπὶ τοὺς οἰκείους ὡριαίους χρόνους· «τὸν γὰρ συναχθέντα ἀριθμὸν διεκβαλοῦμεν ἡμέρας μὲν ἀπὸ τῆς ἡλιακῆς «μοίρας, νυκτὸς δὲ ἀπὸ τῆς διαμετρούσης», τουτέστιν ἡμέρας μὲν ἀπὸ τῆς ἡλιακῆς μοίρας κατὰ τὸ τῆς ἐπισυναγωγῆς σελίδιον, νυκτὸς δὲ ὁμοίως ἀπὸ τῶν παρακειμένων τῇ διαμετρούσῃ τὸν ἥλιον «ὡς εἰς τὰ ἑπόμενα τῶν “δωδεκατημορίων, κατὰ τοῦ ὑποκειμένου κλίματος ἀναφοράς. εἰς ἣν “δʼ ἂν καταντήσῃ” τῶν ζῳδιακῶν μοιρῶν ἀριθμός, ἐκείνην τότε φήσομεν ἀνατέλλειν.

Ἵνα δὲ καὶ διὰ τῶν γραμμικῶν δείξεων φανερὰ ἡμῖν γένηται ἡ τοιαύτη κατάληψις, ἔστω μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, ὁρίζοντος δὲ ἀνατολικὸν ἡμικύκλιον τὸ ΒΕΔ, ἰσημερινοῦ δὲ τὸ ΑΕΓ, ζῳδιακοῦ δὲ τὸ ΖΗΘ, ὥστε τὸ Η σημεῖον εἶναι κατὰ τὴν ἐαρινὴν ἰσημερίαν, καὶ τὸν ἥλιον ἐπʼ αὐτοῦ ἀνενεχθέντα χρόνους καιρικῶν ὡρῶν γ.

`714`

Ἐὰν οὖν λαβόντες τοὺς καιρικοὺς ὡριαίους χρόνους ἐκείνης τῆς ἡμέρας, οἵτινες οἱ αὐτοί εἰσι τοῖς ἰσημερινοῖς διὰ τὸ τὸν ἥλιον ἐπὶ τοῦ ἰσημερινοῦ ὑποκεῖσθαι, πολλαπλασιάσωμεν ἐπὶ τὰς δοθείσας τρεῖς ὥρας, ἕξομεν τοὺς τῆς ΕΗ περιφερείας χρόνους ἀνενεχθέντας ἀπὸ τῆς ἀνατολῆς τοῦ ἡλίου. οὓς εἰσαγαγόντες ἐν ταῖς ἐπισυναγωγαῖς τῶν ἀναφορῶν κατὰ τὸ οἰκεῖον κλίμα, τὰς παρακειμένας αὐτοῖς κατὰ τὸ πρῶτον σελίδιον τοῦ ζῳδιακοῦ μοίρας ἕξομεν συνανενεχθείσας αὐτοῖς, αἵ εἰσιν τῆς ΗΘ δηλονότι περιφερείας. δέδοται δὲ τὸ Η τῆς ἐποχῆς τοῦ ἡλίου. δέδοται ἄρα καὶ τὸ Θ ἀνατέλλον.

Ἐὰν δὲ ὁ ἥλιος κατὰ τοῦ Κ τυγχάνῃ δύο ὥρας πάλιν ἀπέχων τοῦ ὁρίζοντος ὑπὲρ γῆς, καὶ πολλαπλασιάσαντες ὁμοίως τοὺς οἰκείους ὡριαίους χρόνους ἐπὶ τὰς δύο ὥρας ἕξομεν πάλιν τοὺς συνανενεχθέντας χρόνους τῷ ΘΚ τμήματι τοῦ ζῳδιακοῦ, ἐλάττονας δηλονότι τυγχάνοντας τῶν τῆς ΕΗ περιφερείας ἀπὸ τοῦ ἐαρινοῦ σημείου ἀνενεχθεισῶν, διὰ τὸ ὅλην τῇ ΗΕ συνανηνέχθαι. ἔστωσαν οὖν λόγου ἕνεκεν τῇ ΘΚ συνανενεχθέντες οἱ τῆς ΕΝ περιφερείας χρόνοι.

Ἔχομεν δὲ ἐν τῇ ἐκθέσει τοῦ κανόνος ὁπόσοι εἰσὶν καὶ οἱ τῷ ΗΚ τμήματι τοῦ ἰσημερινοῦ συνανενεχθέντες, τουτέστιν τοὺς τῆς ΗΝ περιφερείας. οὓς προσθέντες τοῖς τῆς ΕΝ περιφερείας χρόνοις ἕξομεν καὶ τοὺς ὅλους τῆς ΕΗ περιφερείας χρόνους. οὓς εἰσαγαγόντες κατὰ τὰς ἐπισυναγωγὰς τῶν χρόνων τοῦ οἰκείου κλίματος εὑρήσομεν κατὰ τὸ πρῶτον σελίδιον τὸ κατὰ τὸ Θ ἀνατέλλον τμῆμα τοῦ ζῳδιακοῦ.

`715`

»Ἐὰν δὲ τὴν μεσουρανοῦσαν ὑπὲρ γῆς θέλωμεν λαβεῖν, τὰς καιρικὰς «ὥρας πάντοτε τὰς ἀπὸ τῆς μεσημβρίας τῆς παρελθούσης μέχρι τῆς “δοθείσης πολλαπλασιάσαντες ἐπὶ τοὺς οἰκείους ὡριαίους χρόνους, τὸν “γενόμενον ἀριθμὸν διεκβαλοῦμεν ἀπὸ τῆς ἡλιακῆς μοίρας εἰς τὰ ἑπόμενα “κατὰ τὰς ἐπʼ ὀρθῆς τῆς σφαίρας συναναφοράς· καὶ εἰς ἣν δʼ ἂν ἐκπέσῃ μοῖραν ὁ ἀριθμός, ἐκείνη ἡ μοῖρα τότε ὑπὲρ γῆν μεσουρανήσει.”

`716`

Ἵνα δὲ πάλιν καὶ διὰ τῶν γραμμικῶν ἐφόδων φανερὸν ἡμῖν γένηται τὸ λεγόμενον, ἔστω ὁρίζων ὁ ΑΒΓΔ, καὶ ἀνατολικὰ μὲν τὰ πρὸς τῷ Β, δυτικὰ δὲ τὰ πρὸς τῷ Δ, καὶ μεσημβρινὸς μὲν ὁ ΑΖΓ, ἰσημερινὸς δὲ ὁ ΕΛΚΘ, καὶ ζῳδιακὸς ὁ ΖΔΒΕ. ὑποκείσθω δὲ ὁ ἥλιος κατὰ τὸ Ε ἐαρινὸν ἀπέχων τοῦ ἀνατολικοῦ ὁρίζοντος ὥρας γ, ἢ καὶ ἄνευ τοῦ ἡλίου αὐτὸ τὸ ἐαρινόν, ὥστε τὰς ἀπὸ τῆς πρὸς τῷ Ζ παρελθούσης μεσημβρίας ὥρας εἶναι κα. ἐὰν οὖν πάλιν ἐπιλογισάμενοι τοὺς οἰκείους ὡριαίους χρόνους, οἳ καὶ αὐτόθεν εἰσὶν ἰσημερινοί, πολλαπλασιάσαντες τοὺς μὲν ἡμερινοὺς ἐπὶ τὰς ἡμερινὰς ὥρας, ἕξομεν ἓξ μὲν τὰς ἀπὸ μεσημβρίας ἐπὶ δύσιν, τρεῖς δὲ τὰς ἀπὸ ἀνατολῶν· καὶ ἔτι τοὺς τῆς νυκτὸς ἐπὶ τὰς τῆς νυκτὸς ὥρας ιβ· ἕξομεν τοὺς συναγομένους χρόνους τῆς ΛΚΘΕ, οἳ συνεξῆλθον τὸν μεσημβρινὸν ἀπὸ τῆς παρελθούσης μεσημβρίας μετὰ τῆς ΖΔΒΕ περιφερείας τοῦ ζῳδιακοῦ. οὓς ἐνεγκόντες εἰς τοὺς ἐπʼ ὀρθῆς τῆς σφαίρας ἐπισυναγομένους χρόνους, διὰ τὸ τὸν ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντα ἰσοδυναμεῖν τῷ καθʼ ἑκάστην οἴκησιν μεσημβρινῷ, εὑρήσομεν τὰς τῆς ΖΔΒΕ τοῦ διὰ μέσων περιφερείας μοίρας.

Ἔχοντες δὲ καὶ τὴν κατὰ τὸ Ε σημεῖον ἐποχήν, εὑρήσομεν καὶ τὴν κατὰ τὸ Ζ μεσουρανοῦν εἰς τὰς ἑπομένας ἐκβάλλοντες αὐτά· τὰ γὰρ ἀπὸ τοῦ Ε ἐπὶ τὰ Β καὶ Δ καὶ Ζ μέρη ἑπόμενά ἐστιν, διὰ τὸ πρὸς ἀνατολὰς τυγχάνειν τὸ Β, ταῦτα δὲ εἶναι τὰ ἑπόμενα.

`717`

Ὅταν δὲ μὴ κατὰ τοῦ Ε ἐαρινοῦ τυγχάνῃ ὁ ἥλιος, ἀλλʼ ἤτοι ἐπὶ τὰ ἑπόμενα αὐτοῦ ἢ προηγούμενα, καὶ πρότερον εἰς τὰ ἑπόμενα κατὰ τὸ Η, λαβόντες τοὺς ἀπὸ τῆς παρελθούσης μεσημβρίας τοῦ Η ὡριαίους χρόνους συνεξελθόντας τῷ ΗΒΔΖ τμήματι τοῦ διὰ μέσων, οἱονεὶ τοὺς ἀπὸ τοῦ Ρ, καὶ προσθέντες αὐτοῖς τοὺς συνεξελθόντας τῷ ΕΗ τμήματι τουτέστιν τοὺς τῆς ΕΡ, τοὺς συναχθέντας ἕξομεν οἳ συνεξήλθασιν τὸν μεσημβρινὸν τῷ ἀπὸ τοῦ Ε ἐαρινοῦ σημείου τοῦ διὰ μέσων, τουτέστιν τῷ ΕΒΔΖ, οὓς εἰσενεγκόντες κατὰ τοῦ τῆς ἐπισυναγωγῆς τοῦ ἐπʼ ὀρθῆς τῆς σφαίρας σελιδίου, τὴν παρακειμένην αὐτῷ μοῖραν οἱονεὶ κατὰ τὸ Ζ ἕξομεν πάλιν τότε μεσουρανοῦσαν.

Ὅταν δὲ εἰς τὰ προηγούμενα τοῦ Ε, ὡς κατὰ τὸ Ν τυγχάνων ὁ ἥλιος, λαβόντες πάλιν τοὺς ἀπὸ τῆς παρελθούσης μεσημβρίας τοῦ Ν ὡριαίους χρόνους, οἳ συνεξῆλθον τὸν μεσημβρινὸν ὡς ἀπὸ τοῦ Σ λόγου ἕνεκεν τῷ ΝΕΒΔΖ τμήματι τοῦ διὰ μέσων, καὶ ἀπὸ τούτων ἀφελόντες τοὺς παρακειμένους τῷ ΝΕ ἐν τῷ ἐπʼ ὀρθῆς τῆς σφαίρας κανονίῳ, τουτέστιν τοὺς τῇ ΕΣ, τοὺς λοιπούς, οἳ συνεξήλθασιν τὸν μεσημβρινὸν τῷ ΕΒΔΖ τμήματι ἀπὸ τοῦ ἐαρινοῦ σημείου, εἰσενεγκόντες ὁμοίως κατὰ τοῦ τῆς ἐπισυναγωγῆς τοῦ ἐπʼ ὀρθῆς τῆς σφαίρας σελιδίου, τὴν παρακειμένην αὐτοῖς κατὰ τὸ πρῶτον σελίδιον τοῦ διὰ μέσων μοῖραν οἱονεὶ τὴν κατὰ τὸ Ζ τότε μεσουρανοῦσαν εὑρήσομεν.

`718`

Οἷον ἔστω γὰρ πάλιν ὑποδείγματος ἕνεκεν ἐπὶ τοῦ διʼ Ἀλεξανδρείας γʹ κλίματος ὁ ἥλιος κατὰ τῆς δεκαμοιρίας τοῦ Ταύρου, ἀπέχων τοῦ μεσημβρινοῦ ὥρας κα ὡς κατὰ τὸ Η τυγχάνων, καὶ δέον ἔστω εὑρεῖν τὸ κατὰ τὸ Ζ τοῦ ζῳδιακοῦ σημεῖον μεσουρανοῦν.

Λαμβάνομεν πρῶτον πρὸς τὴν τοιαύτην κατάλημψιν τούς τε ἡμερινοὺς καὶ τοὺς νυκτερινοὺς ὡριαίους χρόνους, συναγαγόντες τοὺς ἀπὸ τῆς ἡλιακῆς μοίρας μέχρι τῆς διαμετρούσης τὸν ἥλιον τόνδε τὸν τρόπον.

`719`

Ἐπεὶ γὰρ τῇ δεκαμοιρίᾳ τοῦ Ταύρου ἐν τῷ διʼ Ἀλεξανδρείας τρίτῳ κλίματι παράκεινται ἐπισυναγόμενοι χρόνοι κη κϛ, τῇ δὲ κατὰ διάμετρον αὐτοῦ μοίρᾳ τουτέστιν τῇ δεκαμοιρίᾳ τοῦ Σκορπίου παράκεινται σκϛ λδ· ἀπὸ τούτων ἀφελόντες τοὺς ἀπὸ τῆς ἀρχῆς τοῦ Κριοῦ ἕως τῆς δεκαμοιρίας τοῦ Ταύρου χρόνους κη κϛ, ἕξομεν τοὺς λοιποὺς χρόνους ρϙη η, οἵτινες συνανηνέχθησαν τοῖς ἀπὸ τῆς δεκαμοιρίας τοῦ Ταύρου μέχρι τῆς δεκαμοιρίας τοῦ Σκορπίου, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ὁ ἥλιος ἐπὶ τῆς δεκαμοιρίας τοῦ Ταύρου ἐτύγχανεν· τοὺς δὲ λοιποὺς εἰς τοὺς τξ χρόνους ρξα νβ τῆς νυκτός. καὶ τοὺς μὲν ρϙη η τῆς ἡμέρας παρὰ τὸν ιβ μερίσαντες, εὑρήσομεν ἐκείνης τῆς ἡμέρας τοὺς καιρικοὺς ὡριαίους χρόνους ιϛ λα ἔγγιστα. ὁμοίως δὲ καὶ τοὺς ρξα νβ χρόνους νυκτερινοὺς μερίσαντες παρὰ τὸν ιβ, εὑρήσομεν τοὺς νυκτερινοὺς ὡριαίους χρόνους ιγ κθ ἔγγιστα. ἢ καὶ ἐκ προχείρου λαμβάνοντες τοὺς λοιποὺς εἰς τοὺς λ χρόνους τῶν β ἰσημερινῶν ὡρῶν, ἕξομεν τοὺς νυκτερινοὺς ὡριαίους χρόνους.

Ἔπειτα πολλαπλασιάσαντες τὰς μὲν ἡμερινὰς θ ὥρας ἐπὶ τοὺς ἡμερινοὺς χρόνους ιϛ λα, ἔχομεν πλῆθος χρόνων ρμη λθ. οἷς προσθέντες τοὺς τῆς νυκτὸς χρόνους ρξα μη, τοὺς συναχθέντας ὁμοῦ χρόνους τῆς καʹ ὥρας τι κζ ἐκβάλλοντες ἀπὸ τῆς δεκαμοιρίας τοῦ Ταύρου εἰς τὰ ἑπόμενα κατὰ τοὺς ἐπʼ ὀρθῆς τῆς σφαίρας ἐπισυναγομένους χρόνους, κατηντήσαμεν εἰς τὰς τῶν Ἰχθύων μοίρας ιζ ἔγγιστα, ἥντινα καὶ φήσομεν τότε μεσουρανεῖν.

Γέγονεν δὲ ἡμῖν ἡ ἄφεσις τῶν τι χζ χρόνων ἀπὸ τῆς δεκαμοιρίας τοῦ Ταύρου τὸν τρόπον τοῦτον· ἐπεὶ γὰρ τῇ δεκαμοιρίᾳ τοῦ Ταύρου παράκεινται ἐπʼ ὀρθῆς τῆς σφαίρας ἐπισυναγόμενοι χρόνοι ἀπὸ Κριοῦ λζ λ, τούτοις προσθέντες τούς τι κζ τῆς καʹ ὥρας, τὴν παρακειμένην τοῖς συναχθεῖσιν ἀπὸ τῆς ἀρχῆς τοῦ Κριοῦ χρόνοις τμη ἔγγιστα κατὰ τὸ πρῶτον σελίδιον τοῦ ζῳδιακοῦ μοῖραν ἕξομεν τότε μεσουρανοῦσαν.

Ἐπιβάλλουσι δὲ τοῖς τμη χρόνοις παρακεῖσθαι τῶν Ἰχθύων μοίρας ιϛ μζ ἔγγιστα, ὡς ἐν τῷ αʹ βιβλίῳ διὰ τῶν ὑπεροχῶν ἐδηλώσαμεν, τόνδε τὸν τρόπον· ἐπεὶ γὰρ τῷ ἐλάσσονι τῶν τμη, τουτέστιν τῷ τμα λε, παράκεινται τοῦ ζῳδιακοῦ ἐν τῷ ἐπʼ ὀρθῆς τῆς σφαίρας σελιδίῳ τῶν Ἰχθύων μοῖραι ι, τῷ δὲ μείζονι τοῦ τμη, τουτέστιν τῷ τν ν παράκεινται μοῖραι κ, ἐπιλογιζόμεθα πόσαι ταῖς τμη ἐπιβάλλουσιν, οὕτως·

`720`

Ἐκθέμενοι αὐτοὺς ὡς ὑπογέγραπται, καὶ λαμβάνοντες τὴν διαφορὰν τῶν τμα λε πρὸς τὰ τν ν, ἃ γίνεται θ ιε, καὶ τῶν τμα λε πάλιν πρὸς τὰ τμη, ἃ γίνεται ὁμοίως ϛ κε, καὶ τῶν παρακειμένων τοῦ ζῳδιακοῦ μοιρῶν ι καὶ κ, ἃ γίνεται ι, καὶ ποιοῦντες ὡς ἡ διαφορὰ τῶν τμα λε πρὸς τὰ τν ν, πρὸς τὴν διαφορὰν τῶν ι πρὸς τὰ κ, οὕτως τὴν διαφορὰν τῶν τμα λε πρὸς τὰ τμη, πρὸς ἄλλον τινά· τουτέστιν ὡς θ ιε πρὸς ι, οὕτως ϛ κε πρὸς ἄλλον τινά· εὑρίσκεται δὲ ὁ τέταρτος ἀνάλογον μοιρῶν ϛ νζ, πολλαπλασιαζόντων ἡμῶν τὸν ϛ κε ἐπὶ τὰ ι καὶ μεριζόντων παρὰ τὸν θ ιε· ἃς προσθέντες τῇ δεκαμοιρίᾳ τοῦ ζῳδιακοῦ τῶν Ἰχθύων, ἕξομεν τὰς ἐπιβαλλούσας τοῖς τμη χρόνοις τοῦ ζῳδιακοῦ τῶν Ἰχθύων μοιρῶν ιϛ νζ.

»Ὁμοίως δὲ τῆς ἀνατελλούσης μοίρας δοθείσης, τὴν μεσουρανοῦσαν «ὑπὲρ γῆν λημψόμεθα σκεψάμενοι τὸν τῇ ἀνατελλούσῃ παρακείμενον τῆς «ἐπισυναγωγῆς ἀριθμὸν ἐν τῷ τοῦ οἰκείου κλίματος κανονίῳ.»

`721`

«Ἀφελόντες γὰρ ἀπʼ αὐτοῦ πάντοτε τοὺς τοῦ τεταρτημορίου χρόνους «ϙ, «καὶ τοὺς λοιποὺς εἰσάγοντες εἰς τοὺς τῆς ἐπισυναγωγῆς τοῦ τῆς ὀρθῆς σφαίρας σελιδίου, «τὴν παρακειμένην τῷ ἀριθμῷ μοῖραν κατὰ τὸ «αʹ σελίδιον τότε ὑπὲρ γῆς μεσουρανοῦσαν εὑρήσομεν.»

Ἐκτεθείσης γὰρ τῆς καταγραφῆς ὑποκείσθω ἡ κατὰ τὸ Ε τομὴ ἐπὶ τοῦ ἐαρινοῦ σημείου. λαμβάνοντες οὖν πάλιν ἐκ τοῦ τοῦ οἰκείου κλίματος κανόνος τοὺς τῆς ΕΘ τῆς ἐπισυναγωγῆς χρόνους, οἵτινες συνανηνέχθησαν τῇ ΕΒ τοῦ ζῳδιακοῦ περιφερείᾳ, καὶ προσθέντες αὐτοῖς τοὺς τοῦ ἰσημερινοῦ χρόνους τξ, ἕξομεν τοὺς χρόνους ὅλου τοῦ ἰσημερινοῦ καὶ τοῦ ΘΕ τμήματος, οἵτινες συνανηνέχθησαν ὅλῳ τῷ ζῳδιακῷ καὶ τῇ ΒΕ αὐτοῦ περιφερείᾳ. ἀφʼ ὧν ἀφελόντες τοὺς ἀπὸ τοῦ Θ ὁρίζοντος ἐπὶ τὸ Λ μεσημβρινὸν σημεῖον τοῦ ἰσημερινοῦ χρόνους πάντοτε γινομένους ϙ, ἕξομεν λοιποὺς τοὺς τοῦ ΕΘΚΛ τμήματος τοῦ ἰσημερινοῦ, οἵτινες συνεξῆλθον τὸν μεσημβρινὸν τῷ ΕΗΒΔΖ τμήματι τοῦ ζῳδιακοῦ. οὓς πάλιν εἰσαγαγόντες εἰς τὰς ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφοράς, εὑρήσομεν τὸ μεσουρανοῦν τοῦ διὰ μέσων τμῆμα τουτέστιν τὸ Ζ.

`722`

Ἀνάπαλιν δὲ δοθέντος τοῦ Ζ μεσουρανοῦντος, τὸ Β ἀνατέλλειν εὑρήσομεν λαβόντες ἐκ τοῦ ἐπʼ ὀρθῆς τῆς σφαίρας κανονίου τὸν τῷ Ζ παρακείμενον τῆς ἐπισυναγωγῆς τῶν χρόνων ἀριθμόν, οἵ εἰσιν τοῦ ΕΘΚΛ τμήματος τοῦ ἰσημερινοῦ συνεξελθόντες τὸν μεσημβρινὸν τῇ ΕΗΒΖ τοῦ διὰ μέσων περιφερείᾳ. προσθέντες γὰρ αὐτοῖς πάντοτε τοὺς τοῦ ΛΘ τεταρτημορίου χρόνους ϙ, καὶ ἀπὸ τῶν συναχθέντων ἐπὶ τῆς προκειμένης θέσεως τοῦ Ε ἐαρινοῦ ὅλου τοῦ ἰσημερινοῦ χρόνων τξ καὶ τῶν τῆς ΕΘ περιφερείας ἀφελόντες τοὺς τξ τοῦ ἰσημερινοῦ, τοὺς λοιποὺς ΕΘ εἰσαγαγόντες εἰς τὸ ἐπιζητούμενον κλίμα κατὰ τὸ τῆς ἐπισυναγωγῆς σελίδιον, τὴν παρακειμένην αὐτοῖς κατὰ τὸ αʹ σελίδιον τοῦ ζῳδιακοῦ μοῖραν οἷον τὴν κατὰ τὸ Β ἀνατέλλουσαν εὑρήσομεν.

«Φανερὸν δὲ ὅτι καὶ τοῖς μὲν ὑπὸ τὸν αὐτὸν μεσημβρινὸν οἰκοῦσιν ὁ «ἥλιος τὰς ἴσας ἰσημερινὰς ὥρας ἀπέχει» τοῦ μεσημβρινοῦ· «τοῖς δὲ «μὴ ὑπὸ τὸν αὐτὸν μεσημβρινὸν οἰκοῦσιν τοσούτοις ἰσημερινοῖς χρόνοις «διοίσει» ἡ οἴκησις τῆς οἰκήσεως οἷς καὶ «ὁ μεσημβρινὸς τοῦ μεσημβρινοῦ παρʼ ἑκατέροις διαφέρει».

`723`

Ἔστωσαν γὰρ μεσημβρινοὶ οἱ ΑΖΒ, ΑΚΒ καὶ νοείσθωσαν οἰκήσεις ὑπʼ αὐτούς. καὶ ἔστω ζῳδιακὸς ὁ ΜΝΞ, ὁ ἥλιος δὲ κατὰ τοῦ Ξ, ἰσημερινὸς δὲ ὁ ΠΟΞ. ἔστω δὲ ἡ μὲν ΟΞ ὡρῶν ἰσημερινῶν γ, χρόνων δὲ δηλονότι με, ἡ δὲ ΟΠ χρόνων λ.

Δῆλον οὖν ὅτι ὅλαις ταῖς ὑπὸ τὸν ΑΚΒ μεσημβρινὸν οἰκήσεσιν τὰς αὐτὰς ὥρας γ καὶ ὁ ἥλιος ἀπέχει τῆς μεσημβρίας· ἅμα γὰρ αὐτοῖς ἐπὶ τοῦ μεσημβρινοῦ γινόμενος τὰς ϛ ὥρας ποιεῖται.

Ὁμοίως δὲ καὶ ταῖς ὑπὸ τὸν ΑΖΒ μεσημβρινὸν τὰς αὐτὰς ἀπέχει ὥρας ε, διὰ τὸ τὴν ΟΠ τοῦ ἰσημερινοῦ περιφέρειαν χρόνων μὲν ὑποκεῖσθαι λ, ὡρῶν δὲ ἰσημερινῶν β.

Καὶ φανερὸν ὅτι τὰς αὐτὰς διοίσει ὥρας ἡ τοῦ ἡλίου ἀπόστασις τῆς μεσημβρίας ἤτοι ὥρας ϛ τῶν ὑπὸ τὸν ΑΖΒ μεσημβρινὸν οἰκήσεων πρὸς τὰς ὑπὸ τὸν ΑΚΒ, ὅσαις διαφέρει καὶ ὁ ΑΖΒ μεσημβρινὸς τοῦ ΑΚΒ μεσημβρινοῦ, τουτέστιν ὥραις ἰσημεριναῖς δυσί.

`724`

Περὶ τῶν ὑπὸ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου, καὶ τοῦ μεσημβρινοῦ γινομένων γωνιῶν.

Καταλειπομένου δὲ ἀπὸ τῶν ἐν ἀρχῇ ἀριθμηθέντων αὐτῷ κεφαλαίων, τὸν εʹ «περὶ τῶν γωνιῶν ποιήσασθαι λόγον, λέγω δὴ τῶν πρὸς τὸν διὰ «μέσων τῶν ζῳδίων γινομένων» ὑπὸ τῶν ἑξῆς δηλουμένων αὐτῷ κυριωτέρων κύκλων, προδιδάσκει ἡμᾶς τίνα φαμὲν ὀρθὴν γωνίαν ὑπὸ μεγίστων κύκλων περιέχεσθαι. καὶ φησίν· «ὀρθὴν γωνίαν ὑπὸ μεγίστων “κύκλων λέγομεν περιέχεσθαι ὅταν πόλῳ τῇ κοινῇ τομῇ τῶν κύκλων καὶ “διαστήματι τυχόντι γραφέντος κύκλου ἡ ἀπολαμβανομένη αὐτοῦ περιφέρεια ὑπὸ τῶν τὴν γωνίαν περιεχόντων τμημάτων τεταρτημόριον “τοῦ γραφέντος κύκλου ποιῇ.”

`725`

Οἷον ἔστωσαν δύο μέγιστοι κύκλοι οἱ ΑΖΒΓ, ΕΖΗ, τέμνοντες ἀλλήλους κατὰ τὸ Ζ σημεῖον, καὶ πόλῳ τῷ Ζ καὶ διαστήματι τυχόντι ὡς τῷ ΖΑ κύκλος γεγράφθω ὁ ΑΗΒΕ. ὀρθὴν οὖν μίαν γωνίαν καλεῖ τὴν ὑπὸ ΑΖΗ, ὅταν ἡ ΑΗ περιφέρεια τεταρτημορίου τυγχάνῃ, ἐπεὶ καὶ τῶν ΑΖΓ, ΕΖΗ περιφερειῶν πρὸς ὀρθὰς ἀλλήλαις τυγχανουσῶν ἑκάστη τῶν ΑΗ, ΗΒ, ΒΕ, ΕΑ περιφερειῶν τεταρτημορίου γίνεται, διὰ τὸ τὸν μὲν ΑΖΓ διὰ τῶν πόλων τυγχάνοντα τοῦ ΑΗΒΕ δίχα αὐτὸν τέμνειν, καὶ ἔτι τὸν ΕΖΗ διὰ τῶν πόλων τυγχάνοντα τοῦ ΑΖΓ καὶ τοῦ ΑΗΒΕ δίχα τέμνειν αὐτῶν τὰ ἀπειλημμένα τμήματα — δηλαδὴ καὶ ὅτι ἑκάτερον τῶν ΑΗΒ, ΒΕΑ ἡμικύκλιον τυγχάνει — τεταρτημόριον γίνεσθαι ἑκάστην τῶν ΑΗ, ΗΒ, ΒΕ, ΕΑ. ἀναγκαίως οὖν τὴν τοιαύτην γωνίαν ὀρθὴν ὡρίσατο.

`726`

Ἢ καὶ ὅτι ὅταν τεταρτημορίου τυγχάνῃ ἡ ΑΗ περιφέρεια, ὀρθὴ γίνεται ἡ περιεχομένη γωνία ὑπὸ τῆς κλίσεως τῶν διὰ τῶν ΑΖΒ, ΕΖΗ ἐπιπέδων, ἐπειδήπερ ἐὰν ἐπιζεύξωμεν τὰς ΑΒ, ΕΗ εὐθείας καὶ ἔτι τὴν ΖΔ κοινὴν τομὴν τῶν ΑΖΒ, ΕΖΗ κύκλων ὀρθὴν γινομένην πρὸς τὸν ΑΗΒΕ κύκλον, ἤτοι διὰ τὸ διὰ τῶν πόλων εἶναι αὐτοῦ τοὺς ΑΖΒ, ΕΖΗ, ἢ καὶ ὅτι διὰ τὸ τὸ μὲν Ζ πόλον εἶναι αὐτοῦ τὸ δὲ Δ κέντρον, ἡ ὑπὸ ΑΔΗ κλίσις ἔσται τῶν ΑΖΒ, ΕΖΗ κύκλων καὶ ὀρθὴ δηλονότι διὰ τὸ τεταρτημορίου ὑποκεῖσθαι τὴν ΑΗ.

Καὶ φανερὸν ὅτι καθόλου ἐὰν ᾖ τυχοῦσα ἡ ΑΗ περιφέρεια, ὃν ἂν ἔχῃ λόγον πρὸς τὸν ὅλον κύκλον, τοῦτον ἔχει τὸν λόγον ἡ περιεχομένη γωνία ὑπὸ τῆς κλίσεως τῶν ἐπιπέδων, τουτέστιν ἡ ὑπὸ ΑΔΗ πρὸς τῷ κέντρῳ οὖσα τοῦ ΑΗΒΕ κύκλου πρὸς δ ὀρθάς, ἐπειδήπερ αἱ πρὸς τῷ κέντρῳ γωνίαι τὸν αὐτὸν λόγον ἔχουσιν ταῖς περιφερείαις ἐφʼ ὧν βεβήκασιν, καὶ βέβηκεν ἡ μὲν ὑπὸ ΑΔΗ γωνία ἐπὶ τῆς ΑΗ, αἱ δὲ πρὸς τῷ Δ κέντρῳ δ ὀρθαῖς ἴσαι εἰσὶν διὰ τὸ τὰς πρὸς ἑνὶ σημείῳ γωνίας τέτρασιν ὀρθαῖς ἴσας εἶναι καὶ βεβηκέναι τὰς τέσσαρας ὀρθὰς ἐπὶ τοῦ ὅλου κύκλου.

Ὁμοίως διὰ τάδε καὶ ἐὰν ἄλλην τινὰ περιφέρειαν μεγίστου κύκλου διὰ τοῦ Ζ γράψωμεν ὡς τὴν ΖΘ, καὶ ἐπιζεύξωμεν τὴν ΔΘ, ἔσται καὶ ἡ ὑπὸ ΗΔΘ γωνία κλίσις ἣν κέκλιται τὸ τοῦ ΖΗ κύκλου ἐπίπεδον πρὸς τὸ τοῦ ΖΘ.

Καὶ ἔσται ὡς ἡ ΑΗ πρὸς τὴν ΗΘ οὕτως ἡ ὑπὸ ΑΔΗ κλίσις τῶν ΑΖ, ΖΗ ἐπιπέδων πρὸς τὴν ὑπὸ ΗΔΘ κλίσιν τῶν διὰ τῶν ΗΖ, ΖΘ ἐπιπέδων.

»Τῶν δὴ πρὸς τὸν λοξὸν κύκλον γινομένων γωνιῶν αἱ μάλιστα χρήσιμοι « πρὸς τὴν ὑποκειμένην θεωρίαν ἐκεῖναί εἰσιν.»

`727`

Εἶτα ἐρεῖ περὶ τῶν ὑπὸ ποίων κύκλων γινομένων γωνιῶν πρὸς τὸν ζῳδιακὸν χρήσιμον αὐτῷ ἐστιν διαλαβεῖν πρὸς τὴν προκειμένην θεωρίαν, καί φησιν ὅτι «τῶν τε ὑπὸ τῆς τομῆς τοῦ τε ζῳδιακοῦ καὶ τοῦ μεσημβρινοῦ περιεχομένων, καὶ τῶν ὑπὸ τῆς τομῆς αὐτοῦ καὶ τοῦ ὁρίζοντος καθʼ «ἑκάστην ἔγκλισιν καὶ θέσιν τοῦ ζῳδιακοῦ, καὶ ἔτι τῶν ὑπὸ τῆς τομῆς «αὐτοῦ καὶ τοῦ διὰ τῶν πόλων τοῦ ὁρίζοντος γραφομένου κύκλου».

Καθόλου δὲ τῶν κατὰ τὰς ἀρχὰς τῶν δωδεκατημορίων «συναποδεικνυμένων ταῖς τοιαύταις γωνίαις καὶ τῶν ἀπολαμβανομένων τούτου τοῦ κύκλου» τουτέστιν τοῦ διὰ τοῦ κατὰ κορυφὴν περιφερειῶν μεταξὺ τῆς τε τομῆς ἧς ποιεῖ πρὸς τὸν ζῳδιακὸν «καὶ τοῦ πόλου τοῦ ὁρίζοντος τουτέστιν τοῦ «κατὰ κορυφὴν σημείου. ἕκαστα γὰρ τούτων ἀποδειχθέντα πρός τε τὴν «ὅλην θεωρίαν ἱκανωτάτην ἔχει χώραν.» χρησιμεύει γὰρ ἡ τούτων πραγματεία πρός τε τὰς προσνεύσεις τῶν τῆς σελήνης ἐκλείψεων καὶ τὰς φάσεις τῶν πλανομένων ἔτι δὲ τὸ πλεῖστον εἰς τὰς τῆς σελήνης παραλλάξεις, μηδαμῶς τούτων δυναμένων καταλημφθῆναι ἄνευ τῆς τῶν εἰρημένων γωνιῶν τε καὶ περιφερειῶν καταλήμψεως.

Εἶτα διδάσκει καὶ ποία τῶν ὑπὸ τῆς τομῆς τῶν κύκλων γινομένη γωνία χρησιμεύει αὐτῷ εἰς τὴν εἰρημένην θεωρίαν, καὶ φησιν·

`728`

«Ἐπεὶ δὲ καὶ δ οὐσῶν γωνιῶν τῶν περιεχομένων ὑπὸ τῆς τῶν δύο «κύκλων τομῆς τουτέστιν τοῦ τε ζῳδιακοῦ καὶ ἑνὸς τῶν εἰρημένων περὶ «μιᾶς καὶ ὁμοίας κατὰ τὴν θέσιν τὸν λόγον ποιήσεσθαι μέλλομεν, προδιοριστέον ὅτι τῶν δύο γωνιῶν τῶν» ὑπὸ τοῦ ἑπομένου τμήματος τοῦ ζῳδιακοῦ καὶ ἑνὸς τῶν συμπλεκομένων αὐτῷ, περὶ τῆς βορειοτέρας ἀεὶ τὸν λόγον ποιεῖσθαι μέλλομεν, ἣν καί φησιν ὁμοίαν κατὰ τὴν θέσιν.

Ἵνα δὲ ἐπὶ τῆς αὐτῆς καταγραφῆς φανερὰ γένηται ἡ ἐπιζητουμένη γωνία, ἔστω μεσημβρινὸς μὲν κύκλος ὁ ΑΗΒΕ, τοῦ δὲ διὰ μέσων τῶν ζῳδίων τμῆμα τὸ ΑΖΒΓ, ὥστε κατʼ αὐτὸ ἑπόμενα εἶναι τοῦ ζῳδιακοῦ καὶ βόρεια τὰ πρὸς τῷ Ε μέρη. ἰστέον οὖν ὅτι περὶ τῆς ὑπὸ ΕΑΖ πρὸς τὸν μεσημβρινὸν γινομένης γωνίας τὸν λόγον ποιεῖσθαι μέλλομεν, οὔσης τῆς πρὸς τῷ ἑπομένῳ τμήματι τοῦ διὰ μέσων βορειοτέρας.

Τῶν γὰρ δύο τῶν ὑπὸ τῆς ΑΖ ἑπομένης τοῦ ζῳδιακοῦ περιφερείας καὶ τοῦ μεσημβρινοῦ περιεχομένων γωνιῶν, τουτέστιν τῆς τε ὑπὸ ΕΑΖ καὶ τῆς ὑπὸ ΖΑΗ, βορειοτέρα τυγχάνει ἡ ὑπὸ ΕΑΖ, διὰ τὸ βορειότερα ὑποκεῖσθαι τὰ πρὸς τῷ Ε μέρη.

`729`

Ὁμοίως καὶ ἐὰν νοήσωμεν τὸν ΑΗΒ ὁρίζοντα, τὸ δὲ ΑΖΒΓ τμῆμα τοῦ ζῳδιακοῦ, καὶ ἀνατολικὰ μὲν τὰ πρὸς τῷ Β, δυτικὰ δὲ τὰ πρὸς τῷ Α, καὶ ὁμοίως ἑπόμενον τὸ ΒΓ, περὶ τῆς ΕΒΓ ἀνατολικῆς γωνίας ἑπομένης πάλιν καὶ βορειοτέρας τὸν λόγον ποιεῖσθαι μέλλομεν, καὶ ἔτι τῆς ὑπὸ ΖΑΕ δυτικῆς ἑπομένης ὁμοίως καὶ βορειοτέρας.

Ἔτι δὲ πάλιν ἐὰν νοήσωμεν μεσημβρινὸν μὲν τὸν ΑΗΒΕ, τὸ δὲ κατὰ κορυφὴν σημεῖον τὸ Ε, καὶ διὰ τοῦ Ε καὶ ἀρχῆς τινος ζῳδίου ὡς τῆς Ζ γράψωμεν μεγίστου κύκλου περιφέρειαν ὡς τὴν ΕΖΗ, ᾖ δὲ πάλιν τὰ πρὸς τῷ Α, Ε βόρεια, καὶ τὸ ΒΓ ἑπόμενον τμῆμα τοῦ ζῳδιακοῦ, περὶ τῆς ὑπὸ ΕΖΒ γωνίας περιεχομένης ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ζῳδιακοῦ ποιεῖσθαι τὸν λόγον μέλλομεν πάλιν ἑπομένης καὶ βορειοτέρας, καὶ ἔτι περὶ τῆς πηλικότητος τῆς ΕΖ περιφερείας.

Καὶ ὅταν μὲν ἡ τοιαύτη τομὴ πρὸς μεσημβρίας ᾖ, ἀνατολικὴν λέγομεν τὴν γωνίαν καὶ τὴν περιφέρειαν, ὅταν δὲ μετὰ μεσημβρίαν δυτικήν.

Εἶτα μέλλων ἄρχεσθαι τῆς δείξεως τῶν εἰρημένων γωνιῶν, φησίν·

«Ἁπλουστέρας δὲ τῆς δείξεως οὔσης» τῆς ὑπὸ τοῦ ζῳδιακοῦ «πρὸς «τὸν μεσημβρινὸν γινομένων γωνιῶν ἀπὸ τούτων ἀρξόμεθα.»

`730`

Καὶ ἀρχόμενος πάλιν τῶν τοιούτων γωνιῶν τὴν ἀπόδειξιν ποιεῖσθαι προεκτίθεται λημμάτια δύο εὔχρηστα συντελοῦντα αὐτῷ πρὸς προχειροτέραν τῶν προκειμένων ἀπόδειξιν, καὶ πρῶτον ἐν ᾧ φησιν· «λέγω δὴ «ὅτι τὰ ἴσον ἀπέχοντα τοῦ αὐτοῦ ἰσημερινοῦ σημείου τοῦ διὰ μέσων τῶν «ζῳδίων κύκλου σημεῖα τὰς» προκειμένας τὰς πρὸς τὸν μεσημβρινὸν ἑπομένας καὶ βορειοτέρας γωνίας «ἴσας ἀλλήλαις ποιεῖ.»

«Ἔστω γὰρ ἰσημερινοῦ μὲν περιφέρεια ἡ ΑΒΓ, τοῦ δὲ διὰ μέσων τῶν «ζῳδίων ἡ ΔΒΕ, πόλος δὲ τοῦ ἰσημερινοῦ τὸ Ζ,» καὶ ἀπειλήφθωσαν ἐφʼ ἑκάτερα τοῦ Β ἰσημερινοῦ ἴσαι δύο τοῦ ζῳδιακοῦ ἥτε ΒΗ καὶ ἡ ΒΘ, «καὶ γεγράφθωσαν διὰ τοῦ Ζ πόλου καὶ τῶν Η, Θ σημείων μεγίστων κύκλων περιφέρειαι, αἱ ΖΚΗ, ΖΘΛ· λέγω ὅτι ἴση ἐστὶν ἡ ὑπὸ ΚΗΒ γωνία «πρὸς» τῷ ἑπομένῳ τμήματι βορειοτέρα — διὰ τὸ καὶ τὸν Ζ βόρειον εἶναι πόλον — καὶ ἑπόμενα ὡς ἀπὸ τοῦ Δ ἐπὶ τὰ Β καὶ Ε τῇ ὑπὸ ΖΘΕ ἑπομένῃ πάλιν ὁμοίως καὶ βορειοτέρᾳ.

`731`

«Καὶ ἔστιν αὐτόθεν φανερόν. ἰσογώνιον γὰρ γίνεται τὸ ΒΗΚ τρίπλευρον «τῷ ΒΘΛ.» ἴση γὰρ ἐστιν ἡ μὲν ΗΒ τῇ ΘΒ· ὑπόκειται γάρ. ἡ δὲ ΚΗ τῇ ΘΛ, ἐπειδήπερ διὰ τῶν πόλων οὖσαι τοῦ ἰσημερινοῦ λοξώσεις εἰσὶν τῶν ἴσον ἀπεχόντων σημείων τοῦ ἰσημερινοῦ, αἵτινες ἐν τῷ πρώτῳ βιβλίῳ ἐδείκνυντο ἴσαι. ἔτι δὲ καὶ ἡ ΚΒ τῇ ΒΛ ἐστὶν ἴση, διὰ τὸ τὸν ΖΚΗ καὶ τὸν ΖΘΛ ἰσοδυναμεῖν τῷ ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντι, καὶ τὴν μὲν ΒΚ τῇ ΒΗ συναναφέρεσθαι τὴν δὲ ΒΛ τῇ ΒΘ, καὶ δέδεικται ἡμῖν ἐν ταῖς περὶ τῆς ὀρθῆς σφαίρας συναναφοραῖς ὅτι ταῖς ἴσαις καὶ ἴσον ἀπεχούσαις ἐφʼ ἑκάτερα τοῦ ἰσημερινοῦ τοῦ ζῳδιακοῦ περιφερείαις ἴσοι χρόνοι συναναφέρονται καί εἰσιν ἴσαι αἱ ΗΒ, ΒΘ τοῦ ζῳδιακοῦ περιφέρειαι ἐφʼ ἑκάτερα οὖσαι τοῦ Β ἰσημερινοῦ· ἴση ἐστὶν καὶ ἡ ΚΒ τοῦ ἰσημερινοῦ τῇ ΒΛ.

Δειχθέντος οὖν ἰσοπλεύρου τοῦ ΒΗΚ τριπλεύρου τῷ ΒΘΛ ἔσται καὶ γωνία ἡ ὑπὸ ΒΘΛ ἴση τῇ ὑπὸ ΒΗΚ. ἀλλὰ καὶ ἡ ὑπὸ ΒΘΛ τῇ ὑπὸ ΖΘΕ ἴση. καὶ ἡ ὑπὸ ΒΗΚ ἄρα τῇ ὑπὸ ΖΘΕ ἐστὶν ἴση, ὅπερ προέκειτο δεῖξαι.

Δείκνυνται δὲ αἱ κατὰ κορυφὴν γωνίαι ἐπὶ περιφερειῶν ἴσαι, ὡς αἱ πρὸς τῷ Θ, τόνδε τὸν τρόπον.

Ἐκκείσθωσαν γὰρ τὰ ΒΘΕ, ΖΘΛ τμήματα τῶν κύκλων τέμνοντα ἄλληλα κατὰ τὸ Θ, καὶ πόλῳ τῷ Θ γεγράφθω ὁ ΒΖΕΛ κύκλος, καὶ ἐπεζεύχθωσαν αἱ ΒΕ, ΖΛ κοιναὶ τομαί. καὶ ἐπεὶ διάμετροι γίνονται τοῦ ΒΖΕΛ κύκλου, τὸ ἄρα Μ σημεῖον κέντρον ἐστὶν τοῦ αὐτοῦ κύκλου.

`732`

Ἴσαι ἄρα αἱ πρὸς τῷ Μ κατὰ κορυφὴν γωνίαι, ὥσπερ καὶ ἡ ΖΕ περιφέρεια τῇ ΒΛ περιφερείᾳ. καὶ ὃν ἔχει λόγον ἑκατέρα αὐτῶν πρὸς τὸν ΒΖΕΛ κύκλον τοῦτον ἔχει καὶ ἑκατέρα τῶν ὑπὸ ΕΘΖ, ΒΘΛ γωνιῶν πρὸς τὰς δ ὀρθάς. διὰ δὴ τοῦτο ἴσαι ἔσονται αἱ πρὸς τῷ Θ κατὰ κορυφὴν γωνίαι.

Ἢ καὶ ὅτι δύο αἱ ΖΘ, ΘΕ δυσὶ ταῖς ΒΘ, ΘΛ ἴσαι, καὶ βάσις ἡ ΖΕ βάσει τῇ ΒΛ ἴση, καὶ πάντα πᾶσιν.

Ἑξῆς δὲ καὶ ἕτερον λημμάτιον ἐκτίθεται, συντελοῦν καὶ αὐτὸ πρὸς προχειροτέραν τῶν εἰρημένων γωνιῶν δεῖξιν, οὗ ἡ πρότασίς ἐστιν τοιαύτη· «δεικτέον δὴ πάλιν ὅτι τῶν ἴσον ἀπεχόντων σημείων τοῦ διὰ μέσων τῶν «ζῳδίων κύκλου τοῦ αὐτοῦ τροπικοῦ σημείου αἱ πρὸς τὸν μεσμηβρινὸν «γινόμεναι γωνίαι συναμφότεραι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν.

`733`

«Ἔστω γὰρ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου περιφέρεια ἡ ΑΒΓ, τοῦ «Β ὑποκειμένου τροπικοῦ σημείου.» καὶ ἔστω ἑπόμενα ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β καὶ Γ, καὶ ἀπολημφθεισῶν ἐφʼ ἑκάτερα τοῦ Β τροπικοῦ ἴσων περιφερειῶν τῶν ΒΔ καὶ ΒΕ εἰλήφθω ὁ βόρειος πόλος τοῦ ἰσημερινοῦ τὸ Ζ, «καὶ γεγράφθωσαν διʼ αὐτοῦ καὶ τῶν Δ, Ε μεγίστων κύκλων περιφέρειαι «αἱ ΖΔ, ΖΕ. λέγω ὅτι αἱ ὑπὸ ΖΔΒ, ΖΕΓ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν.» αὗται γάρ εἰσιν πάλιν αἱ πρὸς τῷ ἑπομένῳ τοῦ ζῳδιακοῦ τμήματι βορειότεραι, διὰ τὸ καὶ τὸ Ζ σημεῖον βόρειον ὑποκεῖσθαι πόλον τοῦ ἰσημερινοῦ.

`734`

Ἔστιν δὲ καὶ τοῦτο δῆλον αὐτόθεν. ἐπεὶ γὰρ τὰ Δ καὶ Ε σημεῖα ἴσον ἀπέχει τοῦ αὐτοῦ τροπικοῦ σημείου, ἐπὶ τοῦ αὐτοῦ εἰσιν παραλλήλου, ὡς ἔμπροσθεν ἐπὶ τοῦ ζʹ θεωρήματος τοῦδε τοῦ βιβλίου ἐδείξαμεν. καὶ ἔσονται αἱ ΖΔ, ΖΕ περιφέρειαι ἴσαι ἀλλήλαις, ἐκ τοῦ πόλου οὖσαι τοῦ διὰ τῶν Δ, Ε παραλλήλου τῷ ἰσημερινῷ.

Καὶ γωνία ἡ ὑπὸ ΖΕΒ ἴση ἐστὶν τῇ ὑπὸ ΖΔΒ. ἐὰν γὰρ γράψωμεν διὰ τῶν Ζ καὶ Β σημείων μεγίστου κύκλου περιφέρειαν, πρὸς ὀρθὰς ἔστα τῷ ζῳδιακῷ, ἐπειδήπερ διὰ τοῦ πόλου ἐστὶν τοῦ τροπικοῦ παραλλήλου ὄντος τῷ ἰσημερινῷ καὶ τῆς κατὰ τὸ Β ἁφῆς, καὶ ἐφαρμόσουσιν τὰ τρίπλευρα, ὥστε καὶ ἡ ὑπὸ ΖΔΒ γωνία τῇ ὑπὸ ΖΕΒ ἐφαρμόσει, καὶ ἴση αὐτῇ ἔσται. καὶ κοινῆς προστεθείσης τῆς ὑπὸ ΖΕΓ, καὶ αἱ ὑπὸ ΖΔΒ, ΖΕΓ ἴσαι ἔσονται ταῖς ὑπὸ ΖΕΓ, ΖΕΒ. ἀλλʼ ἡ ὑπὸ ΖΕΒ μετὰ τῆς ὑπὸ ΖΕΓ δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. καὶ ἡ ὑπὸ ΖΔΒ ἄρα μετὰ τῆς ὑπὸ ΖΕΓ δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ὅπερ προέκειτο δεῖξαι.

Εἰσὶν δὲ αἱ ὑπὸ ΖΕΒ, ΖΕΓ δυσὶν ὀρθαῖς ἴσαι, ἐπειδήπερ ἐὰν πόλῳ τῷ Ε καὶ διαστήματι τυχόντι γράψωμεν κύκλον ὡς τὸν ΒΗΓΘ, ἡμικυκλίου ἔσται ἡ ΒΗΓ, διὰ τὸ διὰ τῶν πόλων αὐτοῦ εἶναι τὸν ΒΕΓ. καὶ ὃν ἔχει λόγον τὸ ΒΗΓ ἡμικύκλιον πρὸς τὸν ὅλον κύκλον, τοῦτον ἔχουσιν καὶ αἱ ὑπὸ ΒΖΕ, ΖΕΓ πρὸς δ ὀρθάς. διὰ δὴ τοῦτο ἔσονται δυσὶν ὀρθαῖς ἴσαι.

`735`

Τούτων οὖν τῶν δύο λημματίων προλημφθέντων ἐφεξῆς καὶ περὶ τοῦ χρησίμου αὐτῶν διαλημψόμεθα, τουτέστιν ὅτι ἐὰν τὴν ὑπὸ τῆς ἀρχῆς τοῦ χειμερινοῦ τροπικοῦ καὶ τοῦ μετοπωρινοῦ καὶ ἔτι τῆς τε Παρθένου καὶ τοῦ Λέοντος ἐπιλογισώμεθα, συναποδεδειγμένας ἕξομεν καὶ τὰς ἐπὶ τῶν λοιπῶν.

Ἐκκείσθω γὰρ ὁ ΑΒΓΔ ζῳδιακὸς διῃρημένος εἰς τὰ ζῴδια ὡς ὑπογέγραπται, καὶ ἔστω ἰσημερινὰ μὲν τὰ πρὸς τοῖς Α, Γ τροπικὰ δὲ τὰ πρὸς τοῖς Β, Δ.

`736`

Ἐπεὶ οὖν ἐδείξαμεν ἐν τῷ πρώτῳ λημματίῳ ὅτι τὰ ἴσον ἀπέχοντα τοῦ αὐτοῦ ἰσημερινοῦ σημείου τοῦ διὰ μέσων τῶν ζῳδίων σημεῖα τὰς ἐκκειμένας πρὸς τὸν μεσημβρινὸν γωνίας ἴσας ἀλλήλαις ποιεῖ, ἐὰν ἄρα δείξωμεν τὴν ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ γινομένην δεδειχότες ἐσόμεθα καὶ τὴν ἐπὶ τοῦ θερινοῦ· ἴσον γὰρ ἀπέχουσιν τοῦ αὐτοῦ ἰσημερινοῦ σημείου. πάλιν ἐπεὶ ἐδείξαμεν ἐν τῷ δευτέρῳ λημματίῳ ὅτι τῶν ἴσον ἀπεχόντων σημείων τοῦ διὰ μέσων τῶν ζῳδίων τοῦ αὐτοῦ τροπικοῦ αἱ πρὸς τὸν μεσημβρινὸν γινόμεναι γωνίαι συναμφότεραι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἐὰν ἄρα τὴν ὑπὸ τοῦ μετοπωρινοῦ ἰσημερινοῦ σημείου γινομένην πρὸς τὸν μεσημβρινὸν γωνίαν δείξομεν δεδειχότες πάλιν ἐσόμεθα καὶ τὴν ὑπὸ τοῦ ἐαρινοῦ τῶν λειπουσῶν εἰς τὰς δύο ὀρθάς· καὶ γὰρ ταῦτα τὰ σημεῖα ἴσον ἀπέχουσιν τοῦ αὐτοῦ τροπικοῦ σημείου.

Πάλιν ἐὰν δείξωμεν τὴν ὑπὸ τῆς ἀρχῆς τῆς Παρθένου, δεδειχότες ἐσόμεθα καὶ τὴν ὑπὸ τοῦ Σκορπίου· ἴσον γὰρ ἀπέχουσιν τοῦ αὐτοῦ ἰσημερινοῦ. καὶ ἔτι τήν τε ὑπὸ τῆς ἀρχῆς τοῦ Ταύρου καὶ τῆς ἀρχῆς τῶν Ἰχθύων τῶν λειπουσῶν τῆς τε ὑπὸ τῆς ἀρχῆς τῆς Παρθένου καὶ τοῦ Σκορπίου εἰς τὰς β ὀρθάς, ἐπειδήπερ ἴσον ἀπέχουσιν τοῦ αὐτοῦ τροπικοῦ.

Καὶ πάλιν ἐὰν τὴν ὑπὸ τῆς ἀρχῆς τοῦ Λέοντος γενομένην γωνίαν πρὸς τῷ μεσημβρινῷ δείξωμεν, δεδειχότες ἐσόμεθα καὶ τήν τε ὑπὸ τῆς ἀρχῆς τοῦ Τοξότου καὶ ἔτι τῶν Διδύμων καὶ τοῦ Ὑδροχόου.

Διαλαβόντες οὖν περὶ τοῦ χρησίμου τῶν προεκτεθειμένων αὐτῷ δύο λημμάτων, ἑξῆς ἐπὶ τὴν προκειμένην ἀπόδειξιν τῶν προκειμένων γωνιῶν τε καὶ περιφερειῶν χωρήσομεν.

`737`

«Ἔστω γὰρ μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, τοῦ δὲ διὰ μέσων τῶν ζῳδίων» ἑπόμενον «ἡμικύκλιον τὸ ΑΕΓ, τοῦ Α ὑποκειμένου χειμερινοῦ «τροπικοῦ. καὶ πόλῳ τῷ Α διαστήματι δὲ τῇ τοῦ τετραγώνου πλευρᾷ «γεγράφθω τὸ ΒΕΔ ἡμικύκλιον» ὥστε βόρεια γίνεσθαι τὰ πρὸς τῷ Δ.

Ἐπεὶ τοίνυν ὁ ΑΒΓΔ μεσημβρινὸς διὰ τῶν τοῦ ΑΕΓ ζῳδιακοῦ πόλων γέγραπται ἐπειδήπερ καὶ διὰ τοῦ τροπικοῦ ἐστιν, ὡς πολλάκις ἐν τοῖς ἐπάνω δέδεικται, ἀλλὰ καὶ διὰ τῶν τοῦ ΒΕΔ, «τεταρτημορίου γίνεται ἡ ΔΕ περιφέρεια,» ἐπειδήπερ ἐὰν ἀναπληρώσωμεν τόν τε ΑΕΓ καὶ ΒΕΔΖ, δύο κύκλοι τέμνουσιν ἀλλήλους ὡς οἱ ΑΕΓΖ, ΒΕΔΘ, διὰ δὲ τῶν πόλων αὐτῶν μέγιστος κύκλος γέγραπται ὡς ὁ ΑΒΓΔ, δίχα τέμνει τὰ ἀπειλημμένα τμήματα τῶν κύκλων, καὶ ἀπειλήφασιν ἑαυτῶν τά τε ΕΔΖ καὶ ΕΓΖ ἡμικύκλια, «ὥστε τεταρτημορίου ἐστὶν ἡ ΕΔ περιφέρεια.»

`738`

Καὶ ἐπεὶ πόλῳ τῇ κοινῇ τομῇ τῶν ΑΕΓ, ΑΔΓ κύκλων τῷ Α καὶ διαστήματι τυχόντι γέγραπται ὁ ΒΕΔ κύκλος, καὶ ἀπείληπται μεταξὺ αὐτῶν ἡ ΔΕ περιφέρεια τεταρτημορίου, ὀρθὴ ἄρα ἐστὶν ἡ ὑπὸ ΕΑΔ, ἥτις ἐστὶν πρὸς τῷ χειμερινῷ τροπικῷ τουτέστιν τῇ ἀρχῇ τοῦ Αἰγόκερω πρὸς τῷ μεσημβρινῷ γινομένη. καὶ διὰ τὰ προειρημένα ἐν τοῖς λημματίοις ὀρθὴ ἔσται καὶ ἡ ὑπὸ τοῦ θερινοῦ τροπικοῦ τουτέστιν τῆς ἀρχῆς τοῦ Καρκίνου ἡ ὑπὸ ΔΓΗ· ἴσον γὰρ ἀπέχουσιν τοῦ αὐτοῦ ἰσημερινοῦ σημείου.

Διὸ καὶ ἐπὶ τῶν δύο τούτων δωδεκατημορίων ἐπὶ τοῦ τῶν γωνιῶν κανόνος τὰς ϙ μοίρας παρέθηκεν τῇ μεσημβρίᾳ κατὰ τὸ τρίτον σελίδιον.

Καὶ δῆλον πάλιν ἡμῖν ἔσται ὅτι καὶ αὗται αἱ γωνίαι καθὼς ἐδηλοῦμεν πρὸς τῷ ἑπομένῳ τμήματι τοῦ διὰ μέσων εἰσὶνβορειότεραι.

`739`

«Πάλιν ἔστω μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, ἰσημερινοῦ δὲ ἡμικύκλιον τὸ ΑΕΓ, καὶ γεγράφθω τοῦ διὰ μέσων τῶν ζῳδίων τὸ ΑΖΓ ἡμικύκλιον οὕτως ὥστε τὸ Α σημεῖον εἶναι τὸ μετοπωρινὸν ἰσημερινόν, «καὶ πόλῳ Α διαστήματι δὲ τῇ τοῦ τετραγώνου πλευρᾷ γεγράφθω «τὸ ΒΕΔ ἡμικύκλιον. διὰ ταὐτὰ δέ, ἐπεὶ ὁ ΑΒΓΔ μεσημβρινὸς διὰ τῶν «πόλων ἐστὶν τοῦ ΑΕΓ ἰσημερινοῦ καὶ τῶν τοῦ ΒΖΕΔ» δίχα πάλιν τέμνει τὰ ἀπειλημμένα αὐτῶν ἡμικύκλια, ὥστε πάλιν τεταρτημορίου ἐστὶν ἡ ΕΔ καὶ ἔτι ἡ ΑΕ καὶ ΑΖ, διὰ τὸ ἐκ πόλου αὐτὰς εἶναι τοῦ ΒΕΔ, τουτέστιν τοῦ Α.

Καὶ ἐπεὶ τεταρτημορίου ἐστὶν ἡ ΑΖ καὶ ἔστιν τὸ Α μετοπωρινόν, ὥστε καὶ τὸ Ζ εἰς τὰ ἑπόμενα αὐτοῦ τυγχάνον χειμερινὸν τροπικόν.

Ἐπεὶ οὖν τὸ Ζ ἐστὶν χειμερινὸν τροπικὸν καὶ ἔστιν ὁ ΒΖΕΔ κύκλος διὰ τῶν πόλων τοῦ ἰσημερινοῦ, ἐπειδήπερ καὶ τὰ Β, Δ πόλοι εἰσὶν τοῦ ἰσημερινοῦ διὰ τὸ τεταρτημορίου τυγχάνειν τὰς ΒΑ, ΒΓ, ΔΑ, ΔΓ, ἔσται καὶ ἡ ΖΕ τῆς λοξώσεως τοῦ χειμερινοῦ τροπικοῦ τῶν ἀποδεδειγμένων μοιρῶν κγ να.

Ἔστιν δὲ καὶ ἡ ΕΔ τεταρτημορίου τυγχάνουσα μοιρῶν ϙ ὅλη ἄρα ἡ ΖΕΔ περιφέρεια ἔσται μοιρῶν ριγ να.

Καὶ ἄλλως δὲ ἡ ΕΔ τεταρτημορίου ἐστὶν διὰ τὸ τὸ Δ πόλον εἶναι τοῦ ΑΕΓ ἰσημερινοῦ.

`740`

Καὶ ἐπεὶ πρὸ τούτου ἐδίδασκεν λέγων ὅτι καὶ καθόλου ὃν ἂν ἔχῃ λόγον ἡ οὕτως ἀπολαμβανομένη περιφέρεια πρὸς τὸν ὅλον κύκλον τοῦτον ἔχει τὸν λόγον καὶ ἡ περιεχομένη γωνία ὑπὸ τῆς κλίσεως τῶν ἐπιπέδων τῶν κύκλων πρὸς τὰς δ ὀρθάς, καὶ ἐδείχθη ἡ ΖΕΔ περιφέρεια μοιρῶν ριγ να, ἃς καὶ παρέθηκεν ἐν τῷ κανονίῳ τῶν γωνιῶν ἐπὶ τοῦ τῶν Χηλῶν δωδεκατημορίου τῇ μεσημβρίᾳ κατὰ τὸ γʹ σελίδιον, οἵων ὅλος ὁ κύκλος τξ, ἔσται ἄρα καὶ ἡ ὑπὸ ΖΑΔ γωνία πρὸς τῷ Α μετοπωρινῷ ριγ να οἵων ἡ μία ὀρθὴ ϙ.

`741`

Καὶ διὰ τὰ προδεδειγμένα ἐπὶ τῶν λημματίων, ἐπεὶ ἡ ἀρχὴ τοῦ μετοπωρινοῦ τουτέστιν τῶν Χηλῶν καὶ ἡ τοῦ ἐαρινοῦ τουτέστιν τοῦ Κριοῦ ἴσον ἀπέχουσιν τοῦ αὐτοῦ τροπικοῦ, ἔσται καὶ ἡ ὑπὸ τῆς ἀρχῆς τοῦ ἐαρινοῦ πρὸς τῷ μεσημβρινῷ γινομένη γωνία τῶν λειπούσων εἰς τὰς β ὀρθὰς τῶν ριγ να, μοιρῶν ξϛ θ, ἃς καὶ παρέθηκεν τῇ μεσημβρίᾳ τῷ τοῦ Κριοῦ δωδεκατημορίῳ. «Πάλιν ἔστω μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, ἰσημερινοῦ δὲ ἡμικύκλιον «τὸ ΑΕΓ, τοῦ δὲ διὰ μέσων τῶν ζῳδίων τὸ ΒΖΘΔ, ὥστε τὸ μὲν Ζ σημεῖον «ὑποκεῖσθαι μετοπωρινόν, τὴν δὲ ΒΖ, πρῶτον, ἑνὸς δωδεκατημορίου τοῦ «τῆς Παρθένου,» καὶ ἑπόμενα πάλιν ὡς ἀπὸ τοῦ Β ἐπὶ τὸ Ζ καὶ τὸ Θ, «καὶ τὸ μὲν Β σημεῖον ἀρχὴν δηλονότι τῆς Παρθένου», διὰ τὸ τὸ Ζ τέλος μὲν εἶναι τῆς Παρθένου ἀρχὴν δὲ τῶν Χηλῶν. «καὶ πόλῳ μὲν τῷ Β διαστήματι δὲ τῇ τοῦ τετραγώνου πλευρᾷ γεγράφθω τὸ ΗΘΕΚ ἡμικύκλιον.

«Καὶ προκείσθω εὑρεῖν τὴν ὑπὸ ΚΒΘ γωνίαν» γινομένην ὑπὸ τῆς ἀρχῆς τῆς Παρθένου ἐπὶ τοῦ μεσημβρινοῦ πρὸς τῷ ἑπομένῳ τμήματι βορειοτέραν.

«Ἐπεὶ τοίνυν ὁ ΑΒΓΔ μεσημβρινὸς διά τε τῶν τοῦ ΑΕΓ καὶ διὰ τῶν «τοῦ ΗΕΚ πόλων γέγραπται, τεταρτημορίου γίνεται ἑκάστη τῶν ΒΗ καὶ «ΒΘ καὶ ΕΗ περιφερειῶν,» διὰ τὸ ἐκ πόλου αὐτὰς εἶναι τοῦ Β, ἡ δὲ ΕΗ πάλιν τεταρτημορίου διὰ τὸ τοὺς ΑΕΓ καὶ ΗΕΚ τέμνειν ἀλλήλους καὶ διὰ τῶν πόλων αὐτῶν γεγράφθαι τὸν ΑΒΓΔ μεσημβρινὸν καὶ δίχα τέμνειν αὐτῶν τὰ ἀπειλημμένα ἡμικύκλια.

«Καὶ διὰ τὴν καταγραφήν», ὡς ἐπὶ τοῦ κατὰ διαίρεσιν σφαιρικοῦ θεωρήματος, ἐπεὶ εἰς δύο πάλιν τὰς ΒΗ καὶ ΗΕ δύο διηγμέναι εἰσὶν ἀπὸ τῶν περάτων αἵ τε ΒΘ, ΕΑ τέμνουσαι ἀλλήλας κατὰ τὸ Ζ, «ὁ τῆς ὑπὸ τὴν «διπλῆν τῆς ΒΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΗ λόγος συνῆπται ἔκ τε «τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΒΖ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΘ καὶ «τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΗ.»

Ἀλλʼ ἡ μὲν ΒΑ λόξωσις οὖσα τῆς ἀρχῆς τῆς Παρθένου, τουτέστιν τῶν ἀπὸ τοῦ ἰσημερινοῦ μοιρῶν λ, μοιρῶν ἐστιν ια μ. τοσαῦται γὰρ παράκεινται τῇ τριακονταμοιρίᾳ ἐν τῷ τῆς λοξώσεως κανονίῳ. ὥστε καὶ ἡ διπλῆ τῆς ΒΑ μοιρῶν ἐστιν κγ κ, ἡ δὲ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων κδ ιϛ. ἡ δὲ διπλῆ τῆς ΑΗ τῶν λειπουσῶν εἰς τὴν διπλῆν τῶν τῆς ΒΗ μοιρῶν ρπ, μοιρῶν ἐστιν ρνϛ μ. καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ριζ λα. καὶ πάλιν ἡ μὲν διπλῆ τῆς ΒΖ μοιρῶν ἐστιν ξ, αὐτὴ γὰρ ὑπόκειται ἑνὸς δωδεκατημορίου μοιρῶν λ, «καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ξ. ἡ δὲ «διπλῆ τῆς ΖΘ» τῶν λειπουσῶν πάλιν εἰς τὴν διπλῆν τῶν τῆς ΒΘ μοιρῶν ρπ, μοιρῶν ρκ, «καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ργ νε.

`742`

«Καὶ ἐὰν ἄρα πάλιν ἀπὸ τοῦ τῶν κδ ιϛ πρὸς τὰ ριζ λα λόγου ἀφέλωμεν τὸν τῶν ξ πρὸς τὰ ργ νε, καταλειφθήσεται ὁ τῆς ὑπὸ τὴν διπλῆν «τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΗ λόγος, ὁ τῶν μβ νη ἔγγιστα «πρὸς τὰ ρκ.

«Καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΗ τμημάτων ρκ. καὶ ἡ ὑπὸ τὴν «διπλῆν ἄρα τῆς ΘΕ τῶν αὐτῶν ἔσται μβ νη. ὥστε καὶ ἡ μὲν διπλῆ «τῆς ΘΕ περιφερείας ἐστὶν μβ ἔγγιστα, αὐτὴ δὲ ἡ ΘΕ τῶν αὐτῶν κα.»

Ἔστιν δὲ διὰ τὰ εἰρημένα καὶ ἡ ΕΚ τῶν τοῦ τεταρτημορίου μοιρῶν ϙ. καὶ ὅλη ἡ ΘΕΚ συναχθήσεται μοιρῶν ρια.

Ὥστε καὶ ἡ ὑπὸ ΚΒΘ γωνία ὑπὸ τοῦ μεσημβρινοῦ γινομένη πρὸς τῇ ἀρχῇ τῆς Παρθένου ἔσται μοιρῶν ρια οἵων ἡ μία ὀρθὴ ϙ.

«Καὶ διὰ τὰ προαποδεδειγμένα, καὶ ἡ μὲν ἐπὶ τῆς ἀρχῆς τοῦ Σκορπίου «γινομένη γωνία τῶν ἴσων ἔσται ρια» διὰ τὸ ἴσον αὐτὰς ἀπέχειν τοῦ ἰσημερινοῦ, «ἑκατέρα δὲ ἥτε ὑπὸ τῆς ἀρχῆς τοῦ Ταύρου καὶ τῆς ἀρχῆς «τῶν Ἰχθύων τῶν λειπουσῶν εἰς τὰς β ὀρθὰς μοιρῶν ξθ» διὰ τὸ καὶ ταῦτα τὰ δωδεκατημόρια ἴσον ἀπέχειν ἀπὸ τοῦ αὐτοῦ τροπικοῦ, τὴν μὲν ἀρχὴν τῆς Παρθένου τῇ ἀρχῇ τοῦ Ταύρου, τὴν δὲ τοῦ Σκορπίου τῇ τῶν Ἰχθύων, ἃς καὶ παρέθηκεν πάλιν οἰκείως ἐν τῷ κανόνι τῇ μεσημβρίᾳ ἐπὶ τοῦ τρίτου σελιδίου.

Γίνεται δὲ ἡ ἀφαίρεσις καὶ ἡ κατάλειψις τοῦ λόγου ὁμοίως τοῖς ἐπάνω δειχθεῖσιν τοῦ καταλειπομένου λόγου εἰς τὸν ρκ μεταλαμβανομένου.

`743`

Ἑξῆς δὲ πάλιν ὁμοίως ὑποθέμενος τὸ Β κατὰ τῆς ἀρχῆς τοῦ Λέοντος δείκνυσιν τὴν πρὸς ταὐτῷ γινομένην πρὸς τῷ μεσημβρινῷ γωνίαν ρβ λ.

«Καὶ διὰ ταὐτὰ καὶ τὴν ὑπὸ τῆς ἀρχῆς τοῦ Τοξότου τῶν ἴσων ρβ λ, «ἑκατέραν δὲ τὴν τε ὑπὸ τῆς ἀρχῆς τῶν Διδύμων καὶ τῆς ἀρχῆς τοῦ Ὑδροχόου τῶν λειπουσῶν εἰς τὰς δύο ὀρθὰς μοιρῶν οζ λ, «ἃς καὶ παρέθηκεν πάλιν ἐν τῷ κανόνι οἰκείως τὸν εἰρημένον τρόπον.

«Καὶ δέδεικται ἡμῖν τὰ προκείμενα, τῆς μὲν αὐτῆς ἐσομένης ἀγωγῆς «καὶ ἐπὶ τῶν ἔτι μικρομερεστέρων τοῦ ζῳδιακοῦ τμημάτων, ἀπαρκούσης «δὲ ἡμῖν πρὸς χρῆσιν» τῆς εἰρημένης πραγματείας τῶν τε παραλλάξεων καὶ τῶν προσνεύσεων, τῶν τε τῆς σελήνης ἐκλείψεων καὶ φάσεων τῶν ἀπλανῶν «καὶ τῆς κατὰ τὰς ἀρχὰς τῶν δωδεκατημορίων γεγενημένης ἐκθέσεως.»

`744`

Περὶ τῶν ὑπὸ τοῦ λοξοῦ κύκλου καὶ τοῦ ὁρίζοντος γενομένων γωνιῶν.

Ἀποδείξας τὰς ὑπὸ τοῦ ζῳδιακοῦ πρὸς τὸν μεσημβρινὸν γινομένας γωνίας, ἑξῆς καὶ τὰς ὑπὸ τοῦ αὐτοῦ πρὸς τὸν ὁρίζοντα καθʼ ἑκάστην ἔγκλισιν καὶ δωδεκατημόριον μέλλων δεικνύναι, διὰ τὸ καὶ τὰς τούτων δείξεις ἁπλουστέραν ἔχειν τὴν ἔφοδον τῶν λοιπῶν καὶ πρὸς τὸν διὰ τοῦ κατὰ κορυφὴν γινομένων, φησίν· ὅτι μὲν οὖν πρὸς τὸν ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντα αἱ αὐταί εἰσιν ταῖς τοῦ μεσημβρινοῦ, φανερόν, διὰ τὸ καὶ τὸν τοιοῦτον ὁρίζοντα διὰ τῶν πόλων εἶναι τῆς σφαίρας καθάπερ καὶ ὁ μεσημβρινός.

Δειχθεισῶν οὖν αὐτῷ τῶν τοῦ ζῳδιακοῦ πρὸς τὸν μεσημβρινὸν γωνιῶν αὐτόθεν ἔχομεν καὶ τὰς πρὸς τὸν ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντα ὑπὸ τοῦ ζῳδιακοῦ γινομένας, τὰς αὐτὰς δηλονότι τυγχανούσας.

«Ἵνα δὲ καὶ τὰς τῆς ἐγκεκλιμένης σφαίρας γινομένας γωνίας μεθοδεύσωμεν», προεκτίθεται λημμάτια ὁμοίως, διʼ ὧν προχειροτέραν πάλιν τὴν ἐπιβολὴν ποιήσεται, καὶ φησίν·

`745`

Δείξομεν δὴ «πρῶτον ὅτι τὰ ἴσον ἀπέχοντα σημεῖα τοῦ διὰ μέσων τῶν «ζῳδίων κύκλου τοῦ αὐτοῦ ἰσημερινοῦ σημείου» τὰς ἐκκειμένας «πρὸς «τὸν αὐτὸν ὁρίζοντα γωνίας ἴσας ἀλλήλαις ποιεῖ.

«Ἔστω γὰρ μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ καὶ ἰσημερινοῦ ἡμικύκλιον τὸ ΑΕΓ, ὁρίζοντος δὲ» ἀνατολικὸν «τὸ ΒΕΔ· καὶ γεγράφθω τοῦ «λοξοῦ κύκλου δύο τμήματα, τό τε ΖΗΘ καὶ τὸ ΚΛΜ, οὕτως ἔχοντα ὥστε «ἑκάτερον τῶν Ζ καὶ Κ σημείων ὑποκεῖσθαι τὸ μετοπωρινόν, τουτέστιν «τὴν ἀρχὴν τῶν Χηλῶν.»

`746`

Δηλαδὴ πάλιν ὡς μετακινουμένης τῆς σφαίρας, καὶ πῇ μὲν ὑπὸ γῆν ὄντος τοῦ μετοπωρινοῦ ὡς κατὰ τὸ Κ, πῇ δὲ ὑπὲρ γῆς ὡς κατὰ τὸ Ζ, καὶ εἶναι ἐπὶ μὲν τὰ νότια τοῦ ἰσημερινοῦ τὸ ΖΗΘ ἑπόμενον τμῆμα περιέχον τὰς Χηλὰς ἤτοι Ζυγὸν καὶ τὸν Σκορπίον καὶ ἑξῆς, τὸ δὲ ΚΛΜ, καθάπερ τὸ ΝΖ, περιέχον ἐπὶ τὰ βόρεια τό τε τῆς Παρθένου δωδεκατημόριον καὶ τὸ τοῦ Λέοντος. καὶ ἔστω τῇ ΖΗ περιφερείᾳ ἴση ἡ ΚΛ. «λέγω δὴ ὅτι «καὶ ἡ ὑπὸ ΕΗΘ γωνία» περιεχομένη ὑπὸ τοῦ ὁρίζοντος καὶ τοῦ ΗΘ ἑπομένου τμήματος τοῦ ζῳδιακοῦ βορειοτέρα τυγχάνουσα — διὰ τὸ τὰς ὑπὸ ΒΗΘ, ΕΗΘ πρὸς τῷ ἑπομένῳ τμήματι εἶναι, καὶ τὴν ὑπὸ ΕΗΘ ὡς ἐπὶ τὰ πρὸς τῷ Δ βορειοτέραν ἔχειν τὴν θέσιν — «ἴση ἐστὶν τῇ ὑπὸ ΔΛΚ» γωνίᾳ καὶ αὐτῇ ὁμοίως πρὸς τῷ ἑπομένῳ τμήματι βορειοτέρα τυγχανούσῃ.

«Καὶ ἔστι» πάλιν «αὐτόθεν» καὶ τὸ τοιοῦτον «δῆλον. ἰσογώνιον γὰρ «γίνεται τὸ ΕΖΗ τρίπλευρον τῷ ΕΚΛ τριπλεύρῳ,» διὰ τὸ καὶ τὰς γ πλευρὰς ταῖς τρισὶν ἴσας ἔχειν ἑκάστην ἑκάστῃ· τὴν μὲν ΖΗ τῇ ΚΛ, ὑπόκεινται γάρ· τὴν δὲ ΕΗ τοῦ ὁρίζοντος τῇ ΕΛ, ἐπεὶ καὶ ὁ διὰ τοῦ Η παράλληλος ἴσος ἐστὶν τῷ διὰ τοῦ Λ τῶν ΖΗ, ΚΛ περιφερειῶν ἴσων ὑποκειμένων· οἱ γὰρ ἴσας ἀφαιροῦντες παράλληλοι κύκλοι μεγίστου τινὸς κύκλου πρὸς τὸν μέγιστον τῶν παραλλήλων ἴσοι εἰσίν, οἱ δὲ ἴσοι καὶ παράλληλοι ἴσας ἀφαιροῦσι μεγίστου τινὸς κύκλου περιφερείας πρὸς τὸν μέγιστον τῶν παραλλήλων τὰς μεταξὺ αὐτῶν, ὥστε καὶ ἐντεῦθεν ἴση ἡ ΗΕ τῇ ΕΛ. ἔστιν δὲ καὶ ἡ ΕΖ τοῦ ἰσημερινοῦ τῇ ΕΚ ἴση, διὰ τὸ τὰς ἴσον ἀπεχούσας τοῦ αὐτοῦ ἰσημερινοῦ τοῦ ζῳδιακοῦ περιφερείας ἀποδεδεῖχθαι ἴσοις χρόνοις συναναφέρεσθαι.

Ἴση ἄρα ἐστὶν καὶ ἡ ὑπὸ ΕΗΖ γωνία τῇ ὑπὸ ΕΛΚ, διὰ τὴν ἐφάρμοσιν τῶν τριπλεύρων.

Ὥστε καὶ λοιπὴ ἡ ὑπὸ ΕΗΘ τῇ ὑπὸ ΔΛΚ ἴση ἐστίν, ὅπερ ἔδει δεῖξαι.

Δῆλον δὲ ὅτι δυτικοῦ ὑποτιθεμένου τοῦ ΒΕΔ ἡμικυκλίου, ἑπομένων γινομένων τῶν ἀπὸ τοῦ Η ἐπὶ τὸ Ζ καὶ τὸ Ν καὶ ἀπὸ τοῦ Κ ἐπὶ τὸ Λ καὶ τὸ Μ, αἱ πρὸς τῷ ἑπομένῳ βορειότεραι πάλιν γωνίαι τουτέστιν αἱ ὑπὸ ΖΗΕ, ΜΛΔ ἴσαι ἔσονται, διὰ τὸ καὶ τὴν ὑπὸ ΕΛΚ ἴσην εἶναι τῇ ὑπὸ ΜΛΔ.

`747`

Ἐπεὶ οὖν τὴν τοιαύτην ἀπόδειξιν ὡς μετακινουμένης τῆς σφαίρας ὁ Πτολεμαῖος πεποίηται ὑπὸ γῆν καὶ ὑπὲρ γῆν τὸ ἐαρινὸν σημεῖον παραλαμβάνων, δείξομεν αὐτοὶ ὡς μενούσης τῆς σφαίρας ὑπὸ γῆν αὐτὸ πρότερον παραλαμβάνοντες. καὶ ἀπειλήφθω ἐπὶ τῆς αὐτῆς καταγραφῆς τῇ ΚΛ ἴση ἡ ΚΞ. καὶ εἰλήφθω ὁ βόρειος πόλος τοῦ ἰσημερινοῦ τὸ Ν, καὶ γεγράφθω μέγιστος τῶν ἀεὶ φανερῶν ὁ ΔΟ, καὶ διὰ τοῦ Ξ γεγράφθω μέγιστος κύκλος ὁ ΞΠΟ ἐφαπτόμενος τοῦ ΔΟ κατὰ Ο, τὸ ἀπὸ τοῦ Ο ἡμικύκλιον ὡς ἐπὶ τὰ Π, Ξ μέρη ἀσύμπτωτον ποιῶν τῷ ἀπὸ τοῦ Δ ἡμικυκλίῳ ὡς ἐπὶ τὰ Λ, Ε μέρη.

`748`

Ὁμοία ἄρα ἐστὶν ἡ ΔΟ τῇ ΕΠ. ἐν ᾧ ἄρα τὸ Ο ἐπὶ τὸ Δ γίνεται ἐν τοσούτῳ καὶ τὸ Π ἐπὶ τὸ Ε, καὶ ἐφαρμόσει ὁ ΟΠΞ ἐπὶ τὸν ὁρίζοντα, καὶ ἡ ΞΚΛ τῇ ΠΚΕ συνανενεχθήσεται, καὶ ἴση ἔσται τῇ ΠΚ ἡ ΚΕ, ἐπεὶ τὰ ἴσον ἀπέχοντα τοῦ ἰσημερινοῦ τοῦ ζῳδιακοῦ σημεῖα ἴσοις χρόνοις συναναφέρεται.

Καὶ ἰσόπλευρα πάλιν ἔσται τὰ τρίπλευρα. ὥστε καὶ γωνία ἡ ὑπὸ ΚΞΠ τῇ ὑπὸ ΕΛΚ ἔσται ἴση. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΔΛΚ ἐπιζητουμένη γωνία ἐστὶν ἴση τῇ ὑπὸ ΡΞΠ. ἢ διὰ τὸ καὶ τοῦ Ξ ἐπὶ τὸν ὁρίζοντα γινομένου ἐφαρμόζειν ὡς ἔφαμεν τὸν ΟΠΞ τῷ ὁρίζοντι.

`749`

Ὡσαύτως κἂν ὑπὲρ γῆς τὸ ἐαρινὸν ὑποθέμενοι κατὰ τὸ Ζ ἀπολάβωμεν τῇ ΖΗ ἴσην τὴν ΖΣ, καὶ διὰ τοῦ Σ γράψωμεν μέγιστον κύκλον ἐφαπτόμενον τοῦ ΔΟ κατὰ τὸ Τ τὸν ΤΣΥ, ἀσύμπτωτον ποιοῦντα τὸ ἀπὸ τοῦ Τ ἡμικύκλιον ὡς ἐπὶ τὰ Σ, Υ μέρη τῷ ἀπὸ τοῦ Δ ἡμικυκλίῳ ὡς ἐπὶ τὰ Ε, Η,

Ὥστε ἐν ᾧ τὸ Δ ἐπὶ τὸ Τ παραγίνεται, ἐν τοσούτῳ καὶ τὸ μὲν Ε ἐπὶ τὸ Υ. καὶ συσταθήσονται πάλιν ἰσόπλευρα τὰ τρίπλευρα. καὶ ἴση ἡ ὑπὸ ΖΗΕ τῇ ὑπὸ ΖΣΥ γωνίᾳ. ὥστε καὶ λοιπαὶ αἱ ὑπὸ ΒΗΖ, ΤΣΖ ἐπιζητούμεναι γωνίαι ἴσαι ἔσονται.

Εἶτα ἐφεξῆς πάλιν καὶ ἕτερον λημμάτιον ἐκτίθεται, συντελοῦν ὁμοίως καὶ τοῦτο πρὸς τὴν προχειροτέραν ἀπόδειξιν, ἐν ᾧ ἀποδείκνυσιν ὅτι «τῶν «διαμετρούντων σημείων» τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου «ἡ τοῦ «ἑτέρου ἀνατολικὴ μετὰ τῆς τοῦ ἑτέρου δυτικῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν.» καὶ ἡ μὲν ἀνατολικὴ πρὸς τῷ ἑπομένῳ τμήματι τοῦ ζῳδιακοῦ ὑπὸ τοῦ ὁρίζοντος γενομένη γωνία ὑπὸ τὸν ὁρίζοντά ἐστιν, διὰ τὸ τὰ ἑπόμενα εἰς τὰ ὑπολειπόμενα εἶναι πρὸς ἀνατολάς, ἡ δὲ δυτικὴ ὡς δεικνυμένη ὑπὲρ τὸν ὁρίζοντα, διὰ τὸ τὰ ἑπόμενα ὡς πρὸς ἀνατολὰσεῖναι.

`750`

Ἔστω οὖν πάλιν ὁρίζων μὲν κύκλος ὁ ΑΒΓΔ, ὁ δὲ διὰ μέσων τῶν ζῳδίων ὁ ΑΕΓΖ, τέμνων τὸν ὁρίζοντα κατὰ τὰ Α, Γ σημεῖα, ὥστε βόρεια τυγχάνειν τὰ πρὸς τῷ Δ μέρη, καὶ ἔτι ἑπόμενα καὶ ὑπὲρ γῆς τοῦ ζῳδιακοῦ ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Ε καὶ Γ, καὶ ἀνατολικὸν μὲν γενέσθαι τὸ Γ, καὶ ὑπὸ τὸν ὁρίζοντα τὴν ὑπὸ ΔΓΖ γωνίαν πρὸς τῷ ἑπομένῳ τμήματι ἀνατολικὴν καὶ βορειοτέραν τυγχάνουσαν, καὶ ἔτι τὸ Α δυτικὸν καὶ τὴν ὑπὸ ΔΑΕ ὑπὲρ γῆν βορειοτέραν πάλιν οὖσαν πρὸς τῷ ἑπομένῳ τμήματι δυτικήν.

Λέγω ὅτι «ἡ ὑπὸ ΔΓΖ καὶ ἡ ὑπὸ ΔΑΕ συναμφότεραι δύο ὀρθαῖς ἴσαι «εἰσίν.»

Ἐπεὶ οὖν «συναμφότεραι ἥ τε ὑπὸ ΖΑΔ καὶ ἡ ὑπὸ ΔΑΕ δυσὶν ὀρθαῖς ἴσαι «εἰσίν, ἴση δὲ ἡ ὑπὸ ΔΑΖ τῇ ὑπὸ ΔΓΖ,» ἐπειδήπερ ἐὰν πόλῳ τῷ Α καὶ διαστήματι τῇ τοῦ τετραγώνου πλευρᾷ γράψωμεν μεγίστου κύκλου τμῆμα τὸ ΔΖ, ἔσται τὸ αὐτὸ καὶ πόλῳ τῷ Γ διαστήματι δὲ τῇ τοῦ τετραγώνου πλευρᾷ γραφὲν καὶ ὃν ἔχει λόγον ἡ ΔΖ περιφέρεια πρὸς τὸν ὅλον κύκλον τοῦτον ἔχει τὸν λόγον καὶ ἑκατέρα τῶν ὑπὸ ΖΑΔ, ΔΓΖ γωνιῶν πρὸς δ ὀρθάς.

Καὶ ἐὰν πόλῳ τῷ Α διαστήματι δὲ τυχόντι γραφῇ ἡ ΔΖ περιφέρεια, καὶ ἔστιν τὸ Γ κατὰ διάμετρον ὂν τῷ Α, καὶ τὸ Γ ἄρα ὁ ἕτερος πόλος ἐστὶν τοῦ ΔΖ. ὥστε ὁ ΔΖ καὶ πόλῳ τῷ Γ γραφήσεται. καὶ διὰ τοῦτο πάλιν ἐὰν ὃν ἔχει λόγον ἡ ΔΖ περιφέρεια πρὸς τὸν ὅλον κύκλον τοῦτον ἔχει τὸν λόγον ἑκατέρα τῶν ὑπὸ ΖΑΔ, ΔΓΖ πρὸς τὰς δ ὀρθάς, ἴση ἄρα ἡ ὑπὸ ΖΑΔ γωνία τῇ ὑπὸ ΔΓΖ. συναμφότεραι δὲ αἱ ὑπὸ ΖΑΔ, ΔΑΕ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ὥστε καὶ συναμφότεραι αἱ ὑπὸ ΔΓΖ, ΔΑΕ δυσὶν ὀρθαῖς ἴσαι εἰσίν.

`751`

Εἶτα δείξας τὰ τοιαῦτα δύο λημμάτια, τουτέστιν ὅτι «τῶν τὸ ἴσον ἀπεχόντων τοῦ αὐτοῦ ἰσημερινοῦ σημείου αἱ πρὸς τὸν αὐτὸν ὁρίζοντα θεωρούμεναι ἴσαι εἰσίν» — τοῦτο γὰρ ἐν τῷ πρώτῳ λημματίῳ ἐδείκνυεν —, καὶ τῶν διαμετρούντων σημείων τὴν τοῦ ἑτέρου ἀνατολικὴν μετὰ τῆς τοῦ ἑτέρου δυτικῆς δυσὶν ὀρθαῖς ἴσας δεικνύς, τὸ ἐκ τούτων συναγόμενον παραλαμβάνει ὡς δεδειχὼς ὅτι «τῶν ἴσον ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ «σημείου ἡ τοῦ ἑτέρου ἀνατολικὴ μετὰ τῆς τοῦ ἑτέρου δυτικῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν.»

Δεικτέον οὖν ὅτι ἐκ τῶν εἰρημένων δύο λημματίων συνάγεται καὶ τοῦτο.

`752`

Ἔστω γὰρ ζῳδιακὸς κύκλος ὁ ΑΒΓΔ, καὶ ἰσημερινὰ μὲν ἔστω τὰ Α, Γ σημεῖα, τροπικὰ δὲ τὰ Β, Δ, καὶ εἰλήφθωσαν τὰ Ε, Ζ σημεῖα ἴσον ἀπέχοντα τοῦ αὐτοῦ ἰσημερινοῦ τοῦ Α. καὶ ἔστω τοῦ Ζ κατὰ διάμετρον τὸ Η.

Φανερὸν ἄρα ἐκ τοῦ πρώτου λημματίου ὅτι ἐὰν δοθῇ ἡ πρὸς τῷ Ε γινομένη τοῦ ὁρίζοντος πρὸς τὸν ζῳδιακὸν ἀνατολικὴ γωνία, δεδομένη ἔσται καὶ ἡ πρὸς τῷ Ζ τῶν αὐτῶν, διὰ τὸ ἴσον ἀπέχειν τοῦ ἰσημερινοῦ τὰ Ε, Ζ σημεῖα.

Καὶ ἐπεὶ δέδοται ἡ πρὸς τῷ Ζ ἀνατολική, δέδοται ἄρα καὶ ἡ πρὸς τῷ Η δυτική, διὰ τὸ δεύτερον λημμάτιον, τῶν λειπουσῶν εἰς τὰς δύο ὀρθάς.

Ἴση δὲ ἡ πρὸς τῷ Ζ τῇ πρὸς τῷ Ε. ὥστε καὶ αἱ ὑπὸ τῶν Ε, Η σημείων ἴσον ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ τοῦ Β αἱ πρὸς τῷ ὁρίζοντι γινόμεναι γωνίαι τοῦ μὲν Ε ἡ ἀνατολικὴ τοῦ δὲ Η ἡ δυτικὴ δυσὶν ὀρθαῖς ἴσαι εἰσίν.

Καὶ ἐὰν πάλιν ἀπολάβωμεν τῇ ΓΗ ἴσην τὴν ΓΘ, τοῦ Θ κατὰ διάμετρον γινομένου τοῦ Ε, δοθήσεται καὶ ἡ πρὸς τῷ Θ δυτικὴ γωνία τῶν λειπουσῶν εἰς τὰς δύο ὀρθὰς τῆς πρὸς τῷ Ε ἀνατολικῆς, καὶ διὰ τὸ τὰ Η, Θ σημεῖα ἴσον ἀπέχειν τοῦ Γ ἰσημερινοῦ, καὶ δεδεῖχθαι ἡμῖν ἐν τῷ πρώτῳ λημματίῳ τὴν μὲν ἀνατολικὴν τῇ ἀνατολικῇ ἴσην τὴν δὲ δυτικὴν τῇ δυτικῇ. ὥστε πάλιν δέδονται καὶ αἱ πρὸς τοῖς Ζ, Θ σημείοις ἴσον ἀπέχουσαι τοῦ Δ τροπικοῦ ἀνατολικαὶ καὶ δυτικαί.

Καὶ διὰ ταῦτα ἐὰν τὰς τοῦ ΑΒΓ ἡμικυκλίου μόνου ὅπερ ἐστὶν «ἀπὸ “Κριοῦ μέχρι Χηλῶν τὰς ἀνατολικὰς γωνίας εὕρωμεν, συναποδεδειγμέναι ἔσονται καὶ αἱ τοῦ ΑΔΓ ἡμικυκλίου ἀνατολικαί, καὶ ἔτι αἱ τῶν “δύο ἡμικυκλίων δυτικαί.”

Ἔστιν δὲ καὶ τοῦτο αὐτόθεν φανερόν.

`753`

Ἐὰν γὰρ λάβωμεν τοῦ ΑΒΓ ἡμικυκλίου τὰς ἀνατολικὰς γωνίας, ἕξομεν καὶ τὰς τοῦ ΑΔΓ ἀνατολικὰς τῶν αὐτῶν ἐπὶ τῶν ἴσον ἀπεχόντων τοῦ αὐτοῦ ἰσημερινοῦ. ὥστε καὶ ἑκατέρου τῶν ΒΑΔ, ΒΓΔ ἡμικυκλίων ἕξομεν τὰς ἀνατολικάς. καὶ ἐν ᾧ ἔχομεν τοῦ ΒΑΔ τὰς ἀνατολικάς, ἕξομεν καὶ τοῦ ΒΓΔ τὰς δυτικὰς τῶν λειπουσῶν εἰς τὰς δύο ὀρθὰς ἐπὶ τῶν ἴσον ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ. διὰ τὰ αὐτὰ ἐπεὶ ἔχομεν καὶ τοῦ ΒΓΔ τὰς ἀνατολικάς, ἕξομεν καὶ τοῦ ΒΑΔ τὰς δυτικάς.

Ἢ καὶ διὰ τοῦ ἔχειν τοῦ ΑΒΓ τὰς ἀνατολικάς, ἕξομεν καὶ τὰς τοῦ ΑΒΓ δυτικάς, λαμβάνοντες τὰ μεγέθη τῶν λειπουσῶν εἰς τὰς δύο ὀρθὰς ἐπὶ τῶν κατὰ διάμετρον τμημάτων. καὶ ὁμοίως διὰ τὸ ηὑρηκέναι τὰς ἀνατολικὰς τοῦ ΑΒΓ, ἡμικυκλίου μόνου τὰς ἀνατολικὰς γωνίας εὕρομεν, συναποδεδειγμέναι ἔσονται καὶ διὰ τοῦ ἑτέρου ἡμικυκλίου ἀνατολικαὶ, καὶ ἔτι αἱ τῶν δύο ἡμικυκλίων δυτικαί.

»Ὃν δὲ τρόπον δείκνυται, διὰ βραχέων ἐφοδεύσομεν, χρησάμενοι πάλιν « τῷ διὰ Ῥόδου παραλλήλῳ» ἔνθα τὸ ἔξαρμα τοῦ πόλου μοιρῶν ἐστιν λϛ. «αἱ μὲν οὖν ὑπὸ τῶν ἰσημερινῶν σημείων πρὸς τὸν ὁρίζοντα γινόμεναι γωνίαι» προχειρότερον ἐφοδεύονται τὸν τρόποντοῦτον.

`754`

«Ἐὰν γράψωμεν μεσημβρινὸν μὲν κύκλον τὸν ΑΒΓΔ, τοῦ δὲ ὑποκειμένου “ ὁρίζοντος ἀνατολικὸν ἡμικύκλιον τὸ ΑΕΔ, καὶ τοῦ μὲν ἰσημερινοῦ»” ἀπὸ τοῦ ὁρίζοντος ἐπὶ τὸ ὑπὸ γῆν τμῆμα τοῦ μεσημβρινοῦ «τεταρτημόριον «τὸ ΕΖ, τοῦ δὲ διὰ μέσων τῶν ζῳδίων δύο τεταρτημόρια τό τε ΕΒ καὶ «τὸ ΕΓ, ὥστε τὸ Ε πρὸς μὲν τὸ ΕΒ» νοτιώτερον «τεταρτημόριον νοεῖσθαι «τὸ μετοπωρινόν, πρὸς δὲ τὸ ΕΓ» βορειότερον «ἐαρινόν, καὶ» τὰ μὲν ἀπὸ τοῦ Ε ἐπὶ τὰ Β, Γ εἰς τὰ ἑπόμενα, ὥστε «τὸ μὲν Β γίνεσθαι χειμερινὸν «τροπικὸν τὸ δὲ Γ θερινόν,» συνάγεται ἡ μὲν ΓΔ μοιρῶν λ θ, διὰ τὸ τὴν μὲν ἀπὸ τοῦ βορείου πόλου ἐπὶ τὸ Ζ σημεῖον εἶναι μοιρῶν ϙ τὴν δὲ τοῦ ἐξάρματος μοιρῶν λϛ, καὶ λοιπὴν τὴν ΔΖ μοιρῶν νδ, ἑκατέραν δὲ τῶν ΒΖ, ΖΓ τῆς μεγίστης λοξώσεως μοιρῶν κγ να ἔγγιστα, καὶ καταλείπεσθαι τὴν μὲν ΓΔ τῶν εἰρημένων μοιρῶν λ θ, ὅλην δὲ τὴν ΔΖ μετὰ τῆς ΖΒ συνάγεσθαι μοιρῶν οζ να.

Καὶ ἐπεὶ τὸ Ε πόλος ἐστὶν τοῦ ΑΒΓΔ μεσημβρινοῦ, καὶ γέγραπται ὁ ΑΒΓΔ πόλῳ τῇ κοινῇ τομῇ τῶν κύκλων τοῦ ζῳδιακοῦ καὶ τοῦ ὁρίζοντος, ἔσται ἡ μὲν ὑπὸ ΔΕΓ γωνία γινομένη ὑπὸ τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῷ ὁρίζοντι ἀνατολικὴ γωνία βορειοτέρα τοιούτων λ θ οἵων ἡ μία ὀρθὴ ϙ ἡ δὲ ὑπὸ ΔΕΒ γινομένη ὁμοίως ὑπὸ τῆς ἀρχῆς τῶν Χηλῶν οζ να.

`755`

Καὶ ἐπεὶ τὰς ὑπὸ τοῦ ζῳδιακοῦ καὶ τοῦ διὰ τοῦ κατὰ κορυφὴν πρὸς τῷ Ε σημείῳ τοῦ ζῳδιακοῦ γινομένας γωνίας βούλεται ἐκθέσθαι ἐν τῷ κανόνι, λαμβάνων τὸν πόλον τοῦ ὁρίζοντος τὸ Κ σημεῖον, καὶ γράφων διʼ αὐτοῦ καὶ τοῦ Ε μεγίστου κύκλου περιφέρειαν, καὶ προσθεὶς ταῖς ὑπὸ ΔΕΓ καὶ ΒΕΔ τὴν ὑπὸ ΚΕΔ ὀρθὴν πάντοτε γινομένην μοιρῶν ϙ ἐξέθετο ἐπὶ τοῦ διὰ Ῥόδου κλίματος τὴν μὲν ὑπὸ ΚΕΓ ὑπὸ τῆς τοῦ Κριοῦ ἀρχῆς πρὸς τῷ ὁρίζοντι ἀνατολικὴν γωνίαν μοιρῶν ρκ θ, τὴν δὲ ὑπὸ ΚΕΒ ἐπὶ τῆς ἀρχῆς τῶν Χηλῶν, μοιρῶν ρξζ να.

Γίνεται δὲ τὸ Ε πόλος τοῦ μεσημβρινοῦ καὶ ἑκατέρα δηλονότι τῶν ΕΒ καὶ ΕΓ τοῦ ζῳδιακοῦ τεταρτημορίου οὕτως.

Ἐπεὶ γὰρ ὁ ΑΒΓΔ μεσημβρινὸς διὰ τῶν πόλων τοῦ τε ΕΖ ἰσημερινοῦ καὶ τοῦ ΑΕΔ ὁρίζοντός ἐστιν, ὀρθός ἐστιν πρὸς αὐτούς. ὥστε καὶ ἑκάτερος τῶν ΕΖ, ΑΕ ὀρθός ἐστιν πρὸς τὸν ΑΒΓΔ μεσημβρινὸν καὶ διὰ τῶν πόλων αὐτοῦ δηλαδή. καὶ συμβάλλουσιν κατὰ τὸ Ε. τὸ Ε ἄρα πόλος ἐστὶν τοῦ ΑΒΓΔ, καὶ τεταρτημόριον δηλονότι ἑκάτερον τῶν ΕΒ, ΕΓ.

`756`

«Ἵνα δὲ καὶ ἐπὶ τῶν λοιπῶν» δωδεκατημορίων «ἡ ἔφοδος φανερὰ «γένηται, προκείσθω ὑποδείγματος ἕνεκεν εὑρεῖν τὴν γινομένην ἀνατολικὴν γωνίαν ὑπὸ τῆς ἀρχῆς τοῦ Ταύρου καὶ τοῦ ὁρίζοντος.»

«Καὶ ἔστω μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, τοῦ δὲ ὑποκειμένου ὁρίζοντος ἀνατολικὸν ἡμικύκλιον τὸ ΒΕΔ. καὶ γεγράφθω τοῦ διὰ μέσων «τῶν ζῳδίων τὸ ΑΕΓ ἡμικύκλιον, ὥστε τὸ Ε σημεῖον τὴν ἀρχὴν εἶναι «τοῦ Ταύρου.» καὶ προκείσθω δηλαδὴ εὑρεῖν τὴν ὑπὸ ΓΕΔ γινομένην γωνίαν ἀνατολικὴν καθὼς ἐδηλοῦμεν.

«Ἐπεὶ οὖν ἐν τούτῳ τῷ κλίματι τῆς ἀρχῆς τοῦ Ταύρου ἀνατελλούσης, «μεσουρανοῦσιν ὑπὸ γῆν τοῦ Καρκίνου μοῖραι ιζ μα,» ὡς δείξομεν ἑξῆς τοῦ θεωρήματος, «ἐλάττων γίνεται ἡ ΕΓ περιφέρεια τεταρτημορίου,» ἐπειδήπερ ἀπὸ τῆς κατὰ τὸ Ε ἀρχῆς τοῦ Ταύρου μέχρι τῶν ιζ μα μοιρῶν τοῦ Καρκίνου, συνάγονται μοῖραι οζ μα.

«Γεγράφθω δὴ πόλῳ τῷ Ε, καὶ διαστήματι τῇ τοῦ τετραγώνου πλευρᾷ «μεγίστου κύκλου τμῆμα τὸ ΖΗΘ καὶ προσαναπεπληρώσθω τό τε ΕΓΗ «τεταρτημόριον καὶ τὸ ΕΔΘ.»

`757`

Δείξομεν δὲ πάλιν ὅτι ἐλάττων ἐστὶν ἡ ΕΔ τεταρτημορίου. «γίνεται «δὲ καὶ ἥ τε ΖΓΔ καὶ ἡ ΖΗΘ τεταρτημορίου, διὰ τὸ τὸν ΒΕΔ ὁρίζοντα «διὰ τῶν πόλων εἶναι τοῦ τε ΑΒΓΔ μεσημβρινοῦ καὶ τοῦ ΖΗΘ μεγίστου κύκλου.»

Πάλιν γὰρ δύο κύκλων τεμνόντων ἀλλήλους τῶν ΖΗΘ καὶ ΖΓΔ, διὰ τῶν πόλων γραφεὶς ὁ ΒΕΔ ὁρίζων, δίχα τέμνει τὰ ἀπειλημμένα τμήματα. καὶ διὰ τοῦτο ἑκάτερον τῶν ΖΔ καὶ ΖΘ τεταρτημορίου τυγχάνει. καὶ τὸ Ζ δηλονότι πόλος γίνεται τοῦ ὁρίζοντος τουτέστιν τὸ ὑπὸ γῆν κατὰ κορυφὴν σημεῖον.

«Πάλιν ἐπεὶ» τὸ Γ σημεῖον ἐπέχον «τοῦ Καρκίνου μοίρας ιζ μα, ἀπέχει «τοῦ ἰσημερινοῦ πρὸς ἄρκτους ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ» τουτέστιν ἐπὶ τοῦ μεσημβρινοῦ «μοίρας κβ μ, ὁ δὲ ἰσημερινὸς ἀπέχει τοῦ Ζ «κατὰ κορυφὴν» ὅσον τὸ ἔξαρμα, τουτέστιν μοίρας λϛ, συνάγεται ἡ ΓΖ περιφέρεια μοιρῶν νη μ.

Ἑξῆς τούτων οὖν οὕτως ἐχόντων, φησίν· «Γίνεται λοιπὸν διὰ τὴν καταγραφὴν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ «πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ λόγος συγκείμενος ἐκ τοῦ τῆς ὑπὸ «τὴν διπλῆν τῆς ΓΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΗ καὶ τοῦ τῆς ὑπὸ «τὴν διπλῆν τῆς ΗΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΖ. «Ἀλλὰ διὰ τὰ προκειμένα ἡ μὲν διπλῆ τῆς ΓΔ μοιρῶν ἐστιν ξβ μ,» διὰ τὸ τὴν μὲν διπλῆν τῆς ΖΔ μοιρῶν εἶναι ρπ, δεδεῖχθαι δὲ τὴν ΓΖ νη μ, καὶ γίνεσθαι τὴν διπλῆν αὐτῆς ριζ κ, καὶ λοιπὴν δηλονότι καταλείπεσθαι τὴν διπλῆν τῆς ΓΔ μοιρῶν ξβ μ. καὶ διὰ τοῦτο «καὶ ἡ ὑπʼ αὐτὴν «εὐθεῖα ἔσται τμημάτων ξβ κδ.

`758`

«Ἡ δὲ διπλῆ τῆς ΖΔ μοιρῶν ρπ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ρκ.

«Καὶ πάλιν ἡ μὲν διπλῆ τῆς ΓΕ μοιρῶν ρνε κβ,» διὰ τὸ δεδεῖχθαι τὴν ΕΓ οζ μα, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα ριζ ιδ.

«Ἡ δὲ διπλῆ τῆς ΕΗ μοιρῶν ρπ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ρκ. «Ἐὰν ἄρα ἀπὸ τοῦ λόγου τοῦ τῶν ξβ κδ πρὸς τὰ ρκ ἀφέλωμεν τὸν «τῶν ριζ ιδ πρὸς τὰ ρκ, καταλειφθήσεται ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς «ΗΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΖ λόγος, ὁ τῶν ξγ νβ πρὸς τὰ ρκ. «Καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΘΖ τμημάτων ρκ. καὶ ἡ ὑπὸ τὴν «διπλῆν ἄρα τῆς ΘΗ τῶν αὐτῶν ἔσται ξγ νβ. ὥστε καὶ ἡ μὲν διπλῆ τῆς «ΘΗ περιφερείας μοιρῶν ἐστιν ξδ κ, αὕτη δὲ ἡ ΗΘ περιφέρεια καὶ ἡ «ὑπὸ ΗΕΘ γωνία τῶν αὐτῶν λβ ι.»

Πάλιν δὲ καὶ ταύτῃ προστιθείς, διὰ τὰ ἐπάνω εἰρημένα, τὴν εἰρημένην ὀρθὴν γωνίαν ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ὁρίζοντος τὴν ὑπὸ ΡΕΔ, ἕξομεν καὶ τὴν ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ζῳδιακοῦ ἐπὶ τῆς ἀρχῆς τοῦ Ταύρου πρὸς τῷ ὁρίζοντι γινομένην γωνίαν, ὡς τὴν ὑπὸ ΡΕΓ γωνίαν, μοιρῶν ρκ ιβ.

Καὶ ἐπὶ τῶν λοιπῶν δὲ πρὸς τὸν ὁρίζοντα γωνιῶν προσθεὶς τὰς τῆς ὀρθῆς γωνίας μοίρας ϙ τὴν ἔκθεσιν πεποίηται, ἐφʼ ὧν δηλονότι τὸ κατὰ κορυφὴν βορειότερον τυγχάνει τοῦ μεσουρανοῦντος.

Ἐφʼ ὧν γὰρ νοτιώτερόν ἐστιν τὸ κατὰ κορυφήν, ἀνάπαλιν ἀφαιρῶν τῆς ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ὁρίζοντος τὰς τῆς ὀρθῆς γωνίας μοίρας ϙ ἀπὸ τῆς εὑρισκομένης ὑπὸ τοῦ διὰ μέσων καὶ τοῦ ὁρίζοντος, τῶν λοιπῶν ἐκτίθεται τὴν πρὸς τῷ ὁρίζοντι ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ διὰ μέσων συνισταμένην γωνίαν.

`759`

Ὑποδείγματος ἕνεκεν ἂν νοήσωμεν ἐπὶ τῆς αὐτῆς καταγραφῆς τοῦ διὰ μέσων ἡμικύκλιον τὸ ΡΕΖ, τὸ δὲ διὰ τοῦ κατὰ κορυφὴν τὸ ΑΕΓ, ὥστε τὸ Α κατὰ κορυφὴν νοτιώτερον εἶναι τοῦ Ρ μεσουρανοῦντος, ἡ μὲν ὑπὸ τοῦ διὰ μέσων καὶ τοῦ ὁρίζοντος ἐπιζητουμένη γωνία ἡ ὑπὸ ΔΕΖ ἐστίν, ἀφʼ ἧς χρὴ ἀφελεῖν τὴν ὑπὸ ΔΕΓ ὀρθὴν γωνίαν περιεχομένην ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ὁρίζοντος, καὶ λοιπὴν ἐκτίθεσθαι τὴν ὑπὸ ΓΕΖ, πρὸς τῷ ΕΖ ἑπομένῳ τοῦ διὰ μέσων τμήματι βορειοτέραν γωνίαν.

Ἐπεὶ οὖν ἡ παρειλημμένη λῆψις τῶν λόγων οὐχ ὁμοίως ἡμῖν εἴληπται τοῖς διδαχθεῖσιν ἐπὶ τοῦ εἰς τὸ πρῶτον βιβλίον σφαιρικοῦ θεωρήματος, δείξομεν ὅτι καὶ αὐτὴ ὑγιῶς αὐτῷ παρείληπται κατὰ τὴν ἀνάπαλιν τῆς ἐκεῖσε ἀποδείξεως λῆψιν.

`760`

Ἐκεῖ μὲν γὰρ ἐδείκνυεν ὅτι ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΖ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΓ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ.

Ἐνταῦθα δέ φησιν ὅτι ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ λόγος συνῆπται — ὅσπερ ἦν εἷς τῶν συντιθέντων τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΖ λόγον — ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΗ — ὅσπερ πάλιν ἐστὶν ὁ λοιπὸς τῶν συντιθέντων τὸν εἰρημένον λόγον ἀνάπαλιν ληφθείς· ἐλαμβάνετο γὰρ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΓ — καὶ ἔτι τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΖ — ὅσπερ ἦν συντιθέμενος κατὰ τὴν ἀκόλουθον τῇ ἀνάπαλιν δείξει τοῦ θεωρήματος.

`761`

Δείξομεν ὅτι ἐὰν ἀνάπαλιν λόγος ᾖ συγκείμενος ἐκ δύο λόγων, ὁ εἷς τῶν συντιθέντων σύγκειται ἔκ τε τοῦ λοιποῦ τῶν συντιθέντων ἀνάπαλιν καὶ τοῦ συντιθεμένου.

Συγκείσθω γὰρ ὁ τοῦ Α πρὸς τὸ Γ λόγος, τοῦ Β μέσου λαμβανομένου, ἔκ τε τοῦ Α πρὸς τὸ Β καὶ τοῦ Β πρὸς τὸ Γ. λέγω ὅτι καὶ ὁ τοῦ Α πρὸς Β λόγος σύγκειται ἐκ τοῦ Α πρὸς τὸ Γ καὶ τοῦ Γ πρὸς τὸ Β.

`762`

Καὶ ἔστιν αὐτόθεν φανερόν· ἐὰν γὰρ τὸ Β ἀποθώμεθα μετὰ τὸ Γ, ὁ τοῦ Α πρὸς τὸ Β λόγος, τοῦ Γ μέσου λαμβανομένου, ἔσται συγκείμενος ἔκ τε τοῦ Α πρὸς τὸ Γ καὶ τοῦ Γ πρὸς τὸ Β, ὅπερ ἔδει δεῖξαι.

Ἵνα δὲ καὶ ἐπὶ τῆς σφαιρικῆς δείξεως φανερὸν γένηται τὸ λεγόμενον, ἐκκείσθω πρότερον ὡς ἐπὶ τῆς ἐπιπέδου τῆς ἐν τῷ πρώτῳ βιβλίῳ τῶν εὐθειῶν καταγραφῆς, εἰς δύο εὐθείας τὰς ΜΞ, ΜΖ δύο διαχθεῖσαι αἱ ΖΝ, ΞΗ, τέμνουσαι ἀλλήλας κατὰ τὸ Γ σημεῖον. λέγω ὅτι ὁ τῆς ΓΝ πρὸς ΝΞ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΞ πρὸς ΞΗ καὶ τοῦ τῆς ΗΜ πρὸς ΜΖ.

`763`

Ἤχθω γὰρ διὰ τοῦ Η τῇ ΜΞ παράλληλος ἡ ΚΗ. ἐπεὶ τῶν ΓΝ, ΝΖ τῆς ΝΚ μέσης λαμβανομένης, ὁ τῆς ΓΝ πρὸς ΝΖ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΝ πρὸς ΝΚ καὶ τοῦ τῆς ΚΝ πρὸς ΝΖ· ἀλλὰ τῷ μὲν τῆς ΓΝ πρὸς ΝΚ λόγῳ ὁ αὐτός ἐστιν ὁ τῆς ΓΞ πρὸς τὴν ΞΗ· τῷ δὲ τῆς ΚΝ πρὸς ΝΖ, ὁ αὐτός ἐστιν ὁ τῆς ΗΜ πρὸς ΜΖ· καὶ ὁ τῆς ΓΝ πρὸς ΝΖ ἄρα λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΞ πρὸς ΞΗ καὶ τοῦ τῆς ΗΜ πρὸς ΜΖ.

`764`

Τούτου δεδειγμένου νοείσθωσαν ἐπὶ σφαιρικῆς ἐπιφανείας εἰς δύο μεγίστων κύκλων περιφερείας τὰς ΘΕ, ΘΖ δύο διαχθεῖσαι αἱ ΕΗ, ΖΔ τέμνουσαι ἀλλήλας κατὰ τὸ Γ, καὶ εἰλήφθω τὸ κέντρον τῆς σφαίρας τὸ Λ, καὶ ἀπʼ αὐτοῦ ἐπὶ τὰ Ε, Δ, Θ σημεῖα ἐπιζευχθεῖσαι αἱ ΛΕ, ΛΔ, ΛΘ, διήχθωσαν καὶ συμπιπτέτωσαν ταῖς ΗΓ, ΖΓ, ΖΗ ἐπιζευχθείσαις καὶ αὐταῖς καὶ ἐκβληθείσαις κατὰ τὰ Μ, Ν, Ξ σημεῖα.

Ἐπὶ μιᾶς δὴ εὐθείας ἔσονται τὰ Μ, Ν, Ξ σημεῖα, διὰ τὸ ἐν δυσὶν εἶναι ἐπιπέδοις, ἔν τε τῷ τοῦ ΖΗΓ τριγώνου καὶ ἐν τῷ τοῦ ΕΔΖ κύκλου, ὡς ἐδείξαμεν ἐν τοῖς εἰς τὸ πρῶτον βιβλίον· ἥτις ἐπιζευχθεῖσα ποιεῖ εἰς δύο τὰς ΜΞ, ΜΖ δύο διηγμένας τὰς ΖΗ, ΝΖ τέμνειν ἀλλήλας κατὰ τὸ Γ.

Καὶ διὰ τὴν ἐπάνω δεῖξιν ὁ τῆς ΓΝ εὐθείας πρὸς τὴν ΝΖ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΞ πρὸς ΞΗ καὶ τοῦ τῆς ΗΜ πρὸς ΜΖ.

Ἀλλὰ τῷ τῆς ΓΝ πρὸς ΝΖ λόγῳ ὁ αὐτός ἐστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ. τῷ δὲ τῆς ΓΞ πρὸς ΞΗ ὁ αὐτός ἐστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΗ. τῷ δὲ τῆς ΗΜ πρὸς ΜΖ ὁ αὐτός ἐστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΖ. ὥστε καὶ ἀκολούθως τοῖς ἐπὶ τοῦ ῥητοῦ εἰρημένοις ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΗ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΖ, ὅπερ ἔδει δεῖξαι.

Ἑξῆς δὲ καὶ περὶ τῶν παραλελειμμένων ἡμῖν εἰς τὸ προκείμενον θεώρημα λημμάτων διαλημψόμεθα.

`765`

Καὶ πρῶτον ὅτι, τῆς ἀρχῆς τοῦ Ταύρου ἀνατελλούσης, μεσουρανοῦσιν ὑπὸ γῆν αἱ τοῦ Καρκίνου μοῖραι ιζ μα.

Συνάγεται δὲ τὸ τοιοῦτον οὕτω. λαμβανομένων ἐκ τοῦ τῶν ἀναφορῶν κανονίου τῶν παρακειμένων τῇ ἀρχῇ τοῦ Ταύρου χρόνων ιθ ιβ, οἱ ἐπὶ τῶν ἀπὸ τῆς ἀρχῆς τοῦ Κριοῦ· καὶ ἐπεὶ ὡς ἔμπροσθεν ἐλέγομεν δεῖ ἀπὸ τούτων ἀφαιρεῖν ϙ, οὐχ οἷόν τε δέ, προστίθεμεν αὐτοῖς ἑνὸς κύκλου μοίρας τξ, καὶ ἀπὸ τῶν συναγομένων τοθ ιβ ἀφελόντες τοὺς ϙ, καὶ τοὺς λοιποὺς σπθ ιβ εἰσάγοντες εἰς τὰς ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφοράς, διὰ τὸ τὰς συμμεσουρανήσεις ἡμᾶς ἐπιζητεῖν, ἐπισκοποῦμεν κατὰ ποίου ζῳδίου καὶ ποίας μοίρας πίπτει ὁ ἀριθμὸς κατὰ τοῦ πρώτου σελιδίου τῶν τοῦ ζῳδιακοῦ μοιρῶν. εὑρίσκεται δὲ καὶ ἐξ ἀναλογίας κατὰ τὰς τοῦ Αἰγόκερω μοίρας ιζ μα, αἵτινες ὑπὲρ γῆν μεσουρανοῦσιν.

Ἐπεὶ οὖν τὰς ὑπὸ γῆν μεσουρανούσας ἐπιζητοῦμεν, λαμβάνοντες μὲν τὰς κατὰ διάμετρον τοῦ Καρκίνου μοίρας ιζ μα φήσομεν ὑπὸ γῆν μεσουρανεῖν ἐπὶ τοῦ διὰ Ῥόδου κλίματος τῆς ἀρχῆς τοῦ Ταύρου ἀνατελλούσης.

Ἑξῆς δὲ καὶ τὸ δεύτερον τῶν παραλελειμμένων λημμάτων δείξομεν, τουτέστιν ὅτι ἡ ΕΔ ἐλάττων ἐστὶν τεταρτημορίου.

`766`

Ἐπεὶ τὸ ΒΕΔ τοῦ ὁρίζοντος ἡμικύκλιον ὑπόκειται ἀνατολικόν, δῆλον ὡς ὅτι τὰ ἑπόμενα ἀπὸ τοῦ Α ἐστὶν ὡς ἐπὶ τὸ Ε καὶ τὸ Γ. καὶ ἔστιν τὸ Ε κατὰ τῆς ἀρχῆς τοῦ Ταύρου βορειοτέρου τυγχάνοντος τοῦ ἰσημερινοῦ· ἡ ἄρα ἀρχὴ τοῦ Κριοῦ ἐπὶ τῆς ΕΑ ἐστὶν περιφερείας, λέγω κατὰ τὸ Ξ. τὸ ἄρα ΞΕΓ τμῆμα βορειότερόν ἐστιν τοῦ ἰσημερινοῦ. γεγράφθω δὴ τὸ τοῦ ἰσημερινοῦ ἡμικύκλιον καὶ ἔστω τὸ ΠΞΟ. καὶ τὸ Ο ἄρα ὁ πόλος ἐστὶν τοῦ ΑΒΓΔ μεσημβρινοῦ, ὡς ἐν τοῖς πρὸ αὐτοῦ ἐδείχθη. τεταρτημορίου ἄρα ἐστὶν ἡ ΟΔ. ἐλάσσων ἄρα τεταρτημορίου ἐστὶν ἡ ΕΔ.

Καὶ φανερὸν ὅτι ἐπὶ τῶν βορειοτέρων τοῦ ζῳδιακοῦ τμημάτων, καθάπερ ἐπὶ τοῦ ὑποκειμένου θεωρήματος, ἡ καταγραφὴ ἐκτὸς πάντοτε πίπτει, ὡς ἐπὶ τὰ πρὸς δυσμὰς τοῦ μεσημβρινοῦ μέρη.

`767`

Ἐπεὶ οὖν πρόκειται ἡμῖν ἀποδεῖξαι τοῦ ἀπὸ Κριοῦ μέχρι Χηλῶν βορειοτέρου ἡμικυκλίου τὰς ἀνατολικὰς γωνίας — ἐδείκνυμεν γὰρ ὅτι ἐὰν τούτου τοῦ ἡμικυκλίου τὰς ἀνατολικὰς γωνίας δείξωμεν, δεδειχότες ἐσόμεθα καὶ τὰς τοῦ ἑτέρου ἡμικυκλίου ἀνατολικὰς καὶ ἔτι τῶν δύο ἡμικυκλίων τὰς δυτικάς —, εὑρίσκομεν δὲ ἐπὶ μὲν τῆς ἀρχῆς τοῦ Κριοῦ καὶ τῶν Χηλῶν — ὡς ἐν τῷ πρὸ τούτου θεωρήματι ἐδείξαμεν — τὴν ἀπὸ τοῦ ἀνατέλλοντος σημείου ἐπὶ τὸν μεσημβρινὸν περιφέρειαν τεταρτημορίου γινομένην, ἐπὶ δὲ τῶν λοιπῶν, ὥσπερ ἐπὶ τοῦ προκειμένου τῆς ἐπὶ τοῦ Ταύρου καταγραφῆς θεωρήματος, τὴν ΕΓ ἀπὸ τοῦ ἀνατέλλοντος ἐπὶ τὸν μεσημβρινὸν πάντοτε ἐλάττονα γινομένην τεταρτημορίου καθάπερ τὴν ΕΔ, ὥστε ἐπὶ τὰ πρὸς δυσμὰς μέρη πίπτειν τοῦ μεσημβρινοῦ τὰς τεταρτημοριαίας περιφερείας ὡς τήν τε ΕΓΗ καὶ ΕΔΘ καὶ ἔτι τὴν ΖΗΘ, ὡς ἐκ τῆς τοιαύτης καταγραφῆς ἐφοδεύεσθαι ἡμῖν τὴν ἔκθεσιν τῶν πρὸς τὸν ὁρίζοντα τοῦ ζῳδιακοῦ ἀνατολικῶν καὶ δυτικῶν γωνιῶν, καὶ δῆλον ὡς ὅτι κατακολουθοῦντες ταῖς τοιαύταις δείξεσιν, καὶ ἐπὶ τῶν λοιπῶν δωδεκατημορίων ἐκθησόμεθα πάσας τὰς πρὸς τὸν ὁρίζοντα ὑπὸ τοῦ ζῳδιακοῦ καὶ διὰ τοῦ κατὰ κορυφὴν γινομένας γωνίας ἀνατολικάς τε καὶ δυτικὰς καθʼ ἕκαστον κλίμα τῆς καθʼ ἡμᾶς οἰκουμένης, προστιθέντες ἢ ἀφαιροῦντες ὡς ἔφαμεν ἐν τοῖς ἐπάνω τὴν ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ὁρίζοντος γινομένην ὀρθὴν γωνίαν τῇ ὑπὸ τοῦ ὁρίζοντος καὶ τοῦ ζῳδιακοῦ γινομένῃ.

`768`

Περὶ τῶν πρὸς τὸν ζῳδιακὸν ὑπὸ τοῦ διὰ τῶν πόλων τοῦ ὁρίζοντος γινομένων γωνιῶν τε καὶ περιφερειῶν.

`769`

Δεδειγμένων δὴ καὶ ἐπὶ τῆς τῶν γωνιῶν πραγματείας περί τε τῶν ὑπὸ τοῦ μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος γινομένων γωνιῶν πρὸς τὸν διὰ μέσων, καὶ καταλειπομένου εἰς τὴν προκειμένην πραγματείαν καὶ περὶ τῶν ὑπὸ τοῦ διὰ τῶν πόλων τοῦ ὁρίζοντος καθʼ ἑκάστην ἔγκλισιν καὶ καθʼ ἑκάστην θέσιν τοῦ ζῳδιακοῦ γινομένων γωνιῶν καθʼ ὃν διεστειλάμεθα τρόπον ἀποδεῖξαι, καὶ ἔτι τὰς ἀπολαμβανομένας περιφερείας τοῦ διὰ τῶν πόλων τοῦ ὁρίζοντος μεταξὺ τοῦ κατὰ κορυφὴν καὶ τῆς πρὸς τὸν διὰ μέσων αὐτοῦ τομῆς, ἐκτίθεται καὶ πρὸς τὰς τοιαύτας δείξεις τοῦ προχείρου πάλιν ἕνεκεν ὀφείλοντα προλημφθῆναι λημμάτια, ὧν λημματίων αὐτοὶ προλημψόμεθα τόδε.

`770`

Λέγω ὅτι ἐὰν τὸ αὐτὸ σημεῖον τοῦ διὰ μέσων ἴσας περιφερείας ἀπέχῃ τοῦ παραλλήλου ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ, κατὰ διαφόρων τοῦ μεσημβρινοῦ σημείων συμβήσεται τὰ μεσουρανοῦντα τοῦ ζῳδιακοῦ τυγχάνειν.

Ἔστω γὰρ μεσημβρινοῦ μὲν κύκλου τμῆμα τὸ ΑΒΓΔ, τοῦ δὲ διὰ μέσων τό τε ΑΕΖ καὶ τὸ ΔΗΘ πρὸς ἀνατολὰς τυγχάνοντα. καὶ εἰλήφθω ἐπʼ αὐτῶν τυχόντα σημεῖα τὰ Ε, Η, ὥστε τοῦ μὲν ΑΕ πρὸς ἀνατολὰς τμήματος μεσουρανοῦν εἶναι τὸ Α τοῦ δὲ ΔΗ τὸ Δ. ἐὰν οὖν νοήσωμεν τὸ Ε σημεῖον φερόμενον ἐπὶ τὰ πρὸς δυσμὰς ἐπὶ τοῦ ΕΚ παραλλήλου ἴσην ἀπολαμβάνον τὴν ΚΛ τῇ ΚΕ, λήμψεται τὸ ΑΕΖ τμῆμα τὴν τοῦ ΜΛΓ θέσιν, καὶ ἔσται τοῦ ΛΓ πρὸς δυσμὰς τμήματος τοῦ διὰ μέσων μεσουρανοῦν τὸ Γ, ὥστε τοῦ αὐτοῦ σημείου πρὸς ἀνατολὰς καὶ δυσμὰς ἴσας περιφερείας ἀπέχοντος τοῦ διʼ αὐτοῦ παραλλήλου ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ, τὰ μεσουρανοῦντα τὰ Α, Γ κατὰ διαφόρων σημείων τοῦ μεσημβρινοῦ πεσεῖν.

`771`

Ὡσαύτως δὲ κἂν τὸ Η σημεῖον νοήσωμεν φερόμενον ἐπὶ τὰ πρὸς δυσμὰς ἐπὶ τοῦ ΗΝΞ παραλλήλου ἴσην ἀπολαμβάνοντος τὴν ΝΞ τῇ ΝΗ, λήμψεται πάλιν ἡ ΔΗΘ τὴν τῆς ΟΞΒ θέσιν, καὶ ἔσται πάλιν τοῦ ΒΞ πρὸς δυσμὰς τμήματος μεσουρανοῦν τὸ Β καθʼ ἑτέρου τόπου τυγχάνον τοῦ Δ.

Καὶ ἐὰν νοήσωμεν τὸ κατὰ κορυφὴν σημεῖον τὸ Ρ, τοῦ μὲν πρὸς ἀνατολὰς τμήματος τοῦ ΑΕ τὸ μεσουρανοῦν σημεῖον τὸ Α νοτιώτερον ἔσται τοῦ Ρ κατὰ κορυφήν, τοῦ δὲ πρὸς δυσμὰς τμήματος τοῦ ΛΓ τὸ μεσουρανοῦν τὸ Γ βορειότερον τοῦ αὐτοῦ Ρ. καὶ τὸ ἀνάπαλιν, τοῦ μὲν ΔΗ πρὸς ἀνατολὰς τὸ μεσουρανοῦν τὸ Δ βορειότερον τοῦ Ρ, τοῦ δὲ ΞΒ πρὸς δυσμὰς τὸ μεσουρανοῦν τὸ Β νοτιώτερον τοῦ Ρ.

Καὶ ἔτι ἐὰν τὸ ΜΛ μὴ ἐπὶ τὸ Γ ἀλλʼ ὡς ἐπὶ τὸ Β μεσουρανοῦν πίπτῃ τὸ δὲ ΟΞ ἐπὶ τὸ Γ, ἔσται ἀμφότερα τὰ μεσουρανοῦντα πῇ μὲν βορειότερα τοῦ κατὰ κορυφὴν πῇ δὲ νοτιώτερα.

Τότε δὲ τὰ βορειότερα τοῦ διὰ μέσων σημεῖα νοτιώτερα γίνεται τοῦ κατὰ κορυφήν, ὅταν ἔλαττον ἀπὸ τοῦ ἰσημερινοῦ ἀπέχουσιν ἤπερ τὸ κατὰ κορυφήν· ὅταν δὲ πλεῖον, βορειότερα.

`772`

Ἀρχόμενος οὖν τῶν εἰρημένων τοῦ διὰ τοῦ κατὰ κορυφὴν πρὸς τὸν διὰ μέσων γωνιῶν τε καὶ περιφερειῶν φησιν· «δείξομεν δὴ πρῶτον ὅτι τῶν «ἴσον ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ σημείου τοῦ διὰ μέσων τῶν ζῳδίων «κύκλου σημείων ἴσους χρόνους ἀπολαμβανόντων ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ τοῦ μὲν πρὸς ἀνατολὰς τοῦ δὲ πρὸς δυσμάς, αἵ τε ἀπὸ τοῦ κατὰ «κορυφὴν ἐπʼ αὐτῶν τῶν μεγίστων κύκλων περιφέρειαι ἴσαι ἀλλήλαις «εἰσίν, καὶ αἱ πρὸς» αὐτοῖς γινόμεναι πρὸς τῷ ἑπομένῳ τοῦ ζῳδιακοῦ τμήματι βορειότεραι «γωνίαι δυσὶν ὀρθαῖς ἴσαι.»

«Ἔστω γὰρ μεσημβρινοῦ τμῆμα τὸ ΑΒΓ. καὶ ὑποκείσθω τὸ μὲν κατὰ «κορυφὴν σημεῖον τὸ Β, ὁ δὲ τοῦ ἰσημερινοῦ πόλος τὸ Γ. καὶ γεγράφθω «τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου δύο τμήματα, τό τε ΑΔΕ καὶ τὸ «ΑΖΗ, οὕτως ἔχοντα ὥστε τὸ Δ καὶ Ζ σημεῖον ἴσον ἀπέχειν ἀπὸ τοῦ «αὐτοῦ τροπικοῦ, καὶ ἴσας ἀπολαμβάνειν περιφερείας ἀπὸ τοῦ διʼ αὐτῶν παραλλήλου ἐφʼ ἑκάτερα τοῦ ΑΒΓ μεσημβρινοῦ.»

Ἐπεὶ οὖν τὰ Δ καὶ Ζ σημεῖα ἴσον ἀπέχοντα τοῦ αὐτοῦ τροπικοῦ ἴσας καὶ τοῦ διʼ αὐτῶν παραλλήλου ἀπέχουσιν τοῦ ΑΒΓ μεσημβρινοῦ, ἴσαι ἔσονται καὶ αἱ ΔΑ, ΑΖ, συμμεσουρανοῦσαι ταῖς ἴσαις τοῦ παραλλήλου. καὶ διὰ τοῦτο, ἐπὶ τοῦ αὐτοῦ παραλλήλου τὰ μεσουρανοῦντα τυγχάνοντα, καὶ κατὰ τοῦ αὐτοῦ σημείου τοῦ μεσημβρινοῦ μεσουρανοῦσιν, καθάπερ ἐπὶ τοῦ Θ, ἐπεὶ καὶ αὐτὸς ὁ παράλληλος κατὰ τοῦ αὐτοῦ σημείου τοῦ μεσημβρινοῦ τέμνει αὐτόν.

`773`

«Γεγράφθωσαν δὴ μεγίστων κύκλων περιφέρειαι διὰ τῶν Ζ καὶ Δ «σημείων, ἀπὸ μὲν τοῦ Γ πόλου τοῦ ἰσημερινοῦ ἥ τε ΓΖ καὶ ἡ ΓΔ, ἀπὸ «δὲ τοῦ Β κατὰ κορυφὴν ἥ τε ΒΔ καὶ ἡ ΖΒ.

«Λέγω ὅτι ἡ μὲν ΒΔ περιφέρεια τῇ ΒΖ ἴση ἐστίν, ἡ δὲ ὑπὸ ΒΔΕ γωνία «μετὰ τῆς ὑπὸ ΒΖΑ δυσὶν ὀρθαῖς ἴσαι.

«Ἐπεὶ γὰρ τὰ Δ καὶ Ζ σημεῖα ἴσας τοῦ διʼ αὐτῶν παραλλήλου περιφερείας ἀπέχει ἀπὸ τοῦ μεσημβρινοῦ,» ἐὰν γράψωμεν τὸν ΖΘΔ διʼ αὐτῶν παράλληλον, ἴσαι ἔσονται αἱ ΖΘ, ΘΔ, οὐκ οὖσαι ἐφεξῆς, ἐπεὶ οὐδὲ αἱ ΑΔ, ΑΖ συμμεσουρανοῦσαι αὐταῖς. ἔστιν δὲ καὶ ἡ ΓΖ τῇ ΓΔ ἴση ἐκ πόλου τοῦ παραλλήλου, καὶ κοινὴ τῶν δύο τριπλεύρων ἡ ΓΘ. ὥστε καὶ γωνία ἡ ὑπὸ ΖΓΘ γωνίᾳ τῇ ὑπὸ ΔΓΘ ἴση ἐστίν. καὶ διὰ τὸ ἴσην εἶναι τῇ ΓΖ τὴν ΓΔ, καὶ κοινὴν τὴν ΓΒ, καὶ γωνίαν γωνίᾳ, ὥστε καὶ ἡ ΒΖ περιφέρεια ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸ Ζ ἴση ἐστὶν τῇ ΒΔ ἀπὸ τοῦ αὐτοῦ κατὰ κορυφὴν ἐπὶ τὸ ἴσον ἀπέχον ἀπὸ τοῦ τροπικοῦ σημείου τοῦ Δ, καὶ τὸ ΒΖΓ τρίπλευρον τῷ ΒΔΓ.

Ὥστε καὶ γωνία ἡ ὑπὸ ΒΖΓ τῇ ὑπὸ ΒΔΓ ἴση ἔσται.

`774`

«Ἀλλʼ ἐπεὶ δέδεικται μικρῷ πρόσθεν» ἐν ταῖς πρὸς τὸν μεσημβρινὸν γωνίαις «ὅτι τῶν ἴσον ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ σημείου αἱ πρὸς τὸν «μεσημβρινὸν γινόμεναι γωνίαι συναμφότεραι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν» καί εἰσιν πρὸς τὸν μεσημβρινὸν τῶν ἴσον ἀπεχόντων τοῦ τροπικοῦ σημείων γωνίαι ἡ ὑπὸ ΓΔΕ ἑπομένη καὶ βορειότερα καὶ ἡ ὑπὸ ΓΖΑ, διὰ τὸ ἑκάτερον τῶν ΓΖ, ΓΔ διὰ τῶν αὐτῶν πόλων ὄντα τῆς σφαίρας ἰσοδυναμεῖν τῷ μεσημβρινῷ, καὶ τὰ Δ, Ζ σημεῖα ἴσον ἀπέχειν ἀπὸ τοῦ τροπικοῦ.

Ὥστε καὶ ἡ ὑπὸ ΓΔΕ μετὰ τῆς ὑπὸ ΓΖΑ δυσὶν ὀρθαῖς ἴσαι εἰσίν.

Ἐδείχθη δὲ καὶ ἡ ὑπὸ ΒΔΓ τῇ ὑπὸ ΒΖΓ ἴση. καὶ συναμφότεραι ἄρα ἡ ὑπὸ ΒΔΕ περιεχομένη ὑπὸ τῆς ΒΔ διὰ τοῦ κατὰ κορυφὴν περιφερείας καὶ τοῦ ΔΕ ἑπομένου τμήματος τοῦ ζῳδιακοῦ βορειοτέρα τυγχάνουσα, μετὰ τῆς ὑπὸ ΒΖΑ περιεχομένης ὑπό τε τῆς ΒΖ διὰ τοῦ κατὰ κορυφὴν περιφερείας καὶ τοῦ ΖΑ ἑπομένου τμήματος τοῦ ζῳδιακοῦ βορειοτέρας καὶ αὐτῆς, δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ὅπερ προέκειτο δεῖξαι.

`775`

Ἵνα δὲ ἔτι σαφέστερον δείξωμεν ὃν τρόπον τῶν δύο σημείων ἴσον ἀπεχόντων ἐφʼ ἑκάτερα τοῦ ΑΒ μεσημβρινοῦ ἴση ἐστὶν ἡ ΑΔ τοῦ διὰ μέσων περιφέρεια τῇ ΑΖ, καὶ ἔτι τὰ μεσουρανοῦντα σημεῖα ἐπὶ τοῦ αὐτοῦ σημείου τοῦ μεσημβρινοῦ ὡς τοῦ Α τυγχάνει, ἐκκείσθω μεσημβρινοῦ μὲν τμῆμα τὸ ΑΒΓ, τοῦ δὲ διὰ μέσων τὸ ΛΜΚ, τοῦ Μ ὑποκειμένου τροπικοῦ, καὶ ἀπειλήφθωσαν ἐφʼ ἑκάτερα αὐτοῦ δύο ἴσαι περιφέρειαι αἱ ΜΚ, ΜΛ, καὶ γεγράφθω ὅ τε διὰ τοῦ Μ τροπικὸς καὶ ὁ διὰ τῶν Λ, Κ παράλληλος αὐτῷ ὁ ΖΘΔ.

`776`

Καὶ μετακινουμένης τῆς σφαίρας, ἀφεστάτω τὸ Λ τοῦ μεσημβρινοῦ ἐπὶ τοῦ διʼ αὐτοῦ δηλονότι παραλλήλου, ὡς τὴν ΘΖ. ἕξει δὴ θέσιν ὁ διὰ μέσων τὴν τοῦ ΗΖΜʹΑ.

Πάλιν δὴ μετακινείσθω ἡ σφαῖρα καὶ ἀφεστάτω τὸ Κ σημεῖον τοῦ μεσημβρινοῦ τὴν ἴσην τῇ ΘΖ, ὡς τὴν ΘΔ. ἕξει ἄρα θέσιν ὁ ζῳδιακὸς τὴν τοῦ ΕΔΜʹʹΑ, ὡς πάλιν τὸ μεσουρανοῦν κατὰ τοῦ Α τυγχάνειν.

Ἐπειδήπερ ἴσων οὐσῶν τῶν ΖΘ, ΘΔ, ἴσαι εἰσὶν καὶ αἱ ΖΑ, ΔΑ συνεξιοῦσαι αὐταῖς τὸν μεσημβρινόν, ἀλλὰ μὴν ὑπόκειται καὶ ἡ ΜΛ τῇ ΜΚ ἴση, τουτέστιν ἡ ΜʹΖ τῇ ΜʹʹΔ, ὥστε καὶ λοιπὴ ἡ ΜʹΑ τοῦ πρὸς δυσμὰς τμήματος ἴση τῇ ΜʹʹΑ τοῦ πρὸς ἀνατολὰς τμήματος. καὶ διὰ τοῦτο τὸ Α ἐπὶ τοῦ αὐτοῦ τυγχάνον παραλλήλου, καὶ κατὰ τοῦ αὐτοῦ τόπου μεσουρανεῖ. καὶ δέδεικται ἡμῖν τὰ προκείμενα.

Ὥστε χρὴ τὴν ἐπάνω καὶ ἐπὶ τοῦ ῥητοῦ τυγχάνουσαν καταγραφὴν οὕτως ἐκδέχεσθαι ὡς μεσημβρινοῦ μὲν ὄντος τοῦ ΑΒΓ, τοῦ δὲ διὰ μέσων τμημάτων τῶν ΑΔΕ, ΑΖΗ τοῦ παραλλήλου νοεῖν τμήματα τὰ ΖΘ, ΘΔ, ἴσων τυγχανουσῶν τῶν ΔΘ, ΘΖ.

`777`

«Πάλιν δὴ δεικτέον ὅτι τῶν αὐτῶν σημείων τοῦ διὰ μέσων τῶν ζῳδίων «κύκλου ἴσους χρόνους ἀπεχόντων ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ, αἵ τε «ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπʼ αὐτὰ γραφόμεναι μεγίστων κύκλων περιφέρειαι ἴσαι ἀλλήλαις εἰσί, καὶ αἱ πρὸς αὐτοῖς γινόμεναι γωνίαι συναμφότεραι ἥ τε πρὸς ἀνατολὰς καὶ ἡ πρὸς δύσεις ταῖς ὑπὸ τοῦ μεσημβρινοῦ «πρὸς τῷ αὐτῷ σημείῳ τοῦ ζῳδιακοῦ γινομέναις ἴσαι εἰσίν, ὅταν ἐφʼ ἑκατέρας θέσεως τὰ μεσουρανοῦντα ἀμφότερα ἤτοι βορειότερα ἢ νοτιώτερα τοῦ κατὰ κορυφὴν σημείου τυγχάνωσιν.»

Καὶ ὑποθέμενος πρότερον ἀμφότερα νοτιώτερα φησίν· ὑποκείσθω τὰ μὲν πρὸς τῷ Ε ἀνατολικὰ τὰ δὲ πρὸς τῷ Η δυτικά.

`778`

Ἀνατολικὰς δὲ λέγει γωνίας καὶ περιφερείας τὰς πρὸ τῆς μεσημβρίας γινομένας, δυτικὰς δὲ τὰς μετὰ τὴν μεσημβρίαν.

«Καὶ ἔστω μεσημβρινοῦ τμῆμα τὸ ΑΒΓΔ, ἐπʼ αὐτοῦ δὲ τὸ μὲν κατὰ «κορυφὴν σημεῖον τὸ Γ, πόλος δὲ τοῦ ἰσημερινοῦ τὸ Δ, καὶ γεγράφθω δύο «τμήματα τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου, τό τε ΑΕΖ καὶ τὸ ΒΗΘ, «οὕτως ἔχοντα ὥστε τὸ μὲν Ε σημεῖον καὶ τὸ Η τὸ αὐτὸ ὑποκεῖσθαι, καὶ «ἴσον ἐφʼ ἑκάτερα τοῦ διʼ αὐτῶν παραλλήλου ἀπέχειν τοῦ ΑΒΓΔ μεσημβρινοῦ,» δηλονότι καὶ ἐνταῦθα ὡς μετακινηθείσης τῆς σφαίρας καὶ τοιαύτην θέσιν τοῦ αὐτοῦ σημείου τοῦ ζῳδιακοῦ λαμβάνοντος.

«Καὶ γεγράφθωσαν πάλιν διʼ αὐτῶν μεγίστων κύκλων τμήματα ἀπὸ «μὲν τοῦ Γ» κατὰ κορυφὴν «τό τε ΓΕ καὶ ΗΓ, ἀπὸ δὲ τοῦ Δ» πόλου τοῦ ἰσημερινοῦ «τό τε ΔΕ καὶ ΔΗ.»

«Διὰ τὰ αὐτὰ δὴ τοῖς ἔμπροσθεν,» ἐπεὶ τὸ Ε ἤτοι τὸ Η σημεῖον ἐπὶ τοῦ αὐτοῦ παραλλήλου τυγχάνον ἴσον ἀπέχει ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ, ἰσόπλευρά τε καὶ ἰσογώνια γίνεται τὰ ΓΕΔ, ΓΔΗ τρίπλευρα. ὥστε καὶ τὰς ΓΕ, ΓΗ ἀπὸ τοῦ κατὰ κορυφὴν ἴσας εἶναι.

«Λέγω δὴ ὅτι καὶ συναμφότεραι ἥ τε ὑπὸ ΓΕΖ καὶ ἡ ὑπὸ ΓΗΒ δυσὶν «ταῖς ὑπὸ ΔΕΖ, ΔΗΒ ὑπὸ τοῦ μεσημβρινοῦ πρὸς τῷ αὐτῷ σημείῳ «τοῦ ζῳδιακοῦ γινομέναις ἴσαι εἰσίν.

`779`

«Ἐπεὶ γὰρ ἡ μὲν ὑπὸ ΔΕΖ ἡ αὐτή ἐστιν τῇ ὑπὸ ΔΗΒ,» διὰ τὸ τὸ αὐτὸ εἶναι τὸ Ε τῷ Η, καὶ τὸν μεσημβρινὸν πρὸς τῷ αὐτῷ σημείῳ τὴν αὐτὴν γωνίαν ποιεῖν πρὸς τῷ ἑπομένῳ τμήματι βορειοτέραν, αἱ ἄρα ὑπὸ ΔΕΖ, ΔΗΒ δύο εἰσὶν ὑπὸ ΔΕΖ.

Καὶ ἐπεὶ ἡ ὑπὸ ΔΗΓ γωνία ἴση ἐστὶν τῇ ὑπὸ ΔΕΓ, κοινὴ δὲ ἡ ὑπὸ ΓΗΒ, ὅλη ἄρα ἡ ὑπὸ ΔΗΒ ἴση ἐστὶν δύο ταῖς ὑπὸ ΔΕΓ, ΓΗΒ.

Ἔτι κοινὴ προσκείσθω ἡ ΔΕΖ. αἱ ἄρα ὑπὸ ΔΗΒ, ΔΕΖ, αἵ εἰσιν δύο αἱ ὑπὸ ΔΕΖ πρὸς τῷ ἑπομένῳ ὑπὸ τοῦ μεσημβρινοῦ βορειότεραι, ἴσαι εἰσὶν ταῖς ὑπὸ ΓΕΖ, ΓΗΒ ὑπὸ τοῦ διὰ μέσων πρὸς τῷ αὐτῷ σημείῳ καὶ ἑπομένῳ τμήματι βορειοτέραις.

Ἢ καὶ οὕτως· ἐπεὶ αἱ ὑπὸ ΔΕΖ, ΔΗΒ διπλασίους εἰσὶν τῆς ὑπὸ ΔΕΖ, ἔστιν δὲ καὶ ἡ ὑπὸ ΓΕΔ ἀντὶ τῆς ὑπὸ ΓΗΔ, ἡ ὑπὸ ΓΕΖ ἥτις ἐστὶν ἀνατολικὴ γωνία περιεχομένη ὑπό τε τῆς ΓΕ διὰ τοῦ κατὰ κορυφὴν περιφερείας καὶ τοῦ ΕΖ ἑπομένου τμήματος τοῦ ζῳδιακοῦ βορειοτέρα, μετὰ τῆς ὑπὸ ΓΗΒ δυτικῆς περιεχομένης πάλιν ὑπό τε τῆς ΓΗ διὰ τοῦ κατὰ κορυφὴν περιφερείας καὶ τοῦ ΒΗ ἑπομένου τμήματος τοῦ ζῳδιακοῦ βορειοτέρας, δυσὶ ταῖς ὑπὸ ΔΕΖ ὑπὸ τοῦ μεσημβρινοῦ πρὸς τῷ αὐτῷ σημείῳ γινομέναις ἴσαι. ὥστε καὶ αἱ ὑπὸ ΓΕΖ, ΓΗΒ ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ζῳδιακοῦ πρὸς τῷ αὐτῷ ἑπομένῳ τμήματι βορειότεραι γινόμεναι ἴσαι εἰσὶν δυσὶ ταῖς ὑπὸ ΔΕΖ, ΔΗΒ ὑπὸ τοῦ μεσημβρινοῦ πρὸς τῷ αὐτῷ σημείῳ γινομέναις.

`780`

Δῆλον δὲ καὶ ὡς ὅτι ἐὰν ἐν τῷ τροπικῷ ᾖ τὸ Ε ἢ τὸ Η ἴσους χρόνους ἀπέχον ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ, τότε μόνον ἐπὶ τοῦ αὐτοῦ σημείου τοῦ αὐτοῦ μεσημβρινοῦ ἔσται τὰ μεσουρανήματα τοῦ ζῳδιακοῦ κατὰ τοῦ αὐτοῦ παραλλήλου τυγχάνοντα, ἐπεὶ καὶ ἐν τοῖς ἴσοις χρόνοις ἴσαι συνεξέρχονται τὸν μεσημβρινὸν τῶν ἐφʼ ἑκάτερα τοῦ αὐτοῦ τροπικοῦ τοῦ διὰ μέσων περιφέρειαι. καὶ διὰ τοῦτο αἱ ὑπὸ τοῦ αὐτοῦ παραλλήλου ἀπολαμβανόμεναι κατὰ τοῦ αὐτοῦ σημείου τοῦ μεσημβρινοῦ ὡς ἔφαμεν ποιοῦσιν τὰ μεσουρανοῦντα, ἐπεὶ καὶ ὁ παράλληλος κατὰ τοῦ αὐτοῦ σημείου φέρεται τοῦ μεσημβρινοῦ. οὐκέτι δὲ καὶ ἐπὶ τῶν λοιπῶν ὡς ἔμπροσθεν ἐδείξαμεν τμημάτων τὸ αὐτὸ συμβαίνει. διὸ καὶ κεχώρισται τὰ Α, Β μεσουρανοῦντα.

Εἶτα ἑξῆς φησίν· «καταγεγράφθω δὴ πάλιν τὰ αὐτὰ τμήματα τῶν ἐκκειμένων “ κύκλων,” ὥστε πάλιν τὸ μὲν Η καὶ τὸ Ε σημεῖον τὸ αὐτὸ τυγχάνον ἴσον ἀπέχειν ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ ἐπὶ τοῦ διʼ αὐτῶν παραλλήλου ὥστε τὰ Α, Β μεσουρανοῦντα τοῦ ζῳδιακοῦ βορειότερα γίνεσθαι τοῦ Γ κατὰ κορυφήν.

`781`

Λέγω ὅτι καὶ οὕτως αἱ πρὸς τῷ αὐτῷ σημείῳ γινόμεναι ἀνατολικαὶ καὶ δυτικαὶ γωνίαι, καθʼ ὃν διεστειλάμεθα τρόπον, δύο ταῖς ὑπὸ τοῦ μεσημβρινοῦ πρὸς τῷ αὐτῷ σημείῳ γινομέναις ἴσαι εἰσίν, τουτέστιν ὅτι συναμφότεραι ἥ τε ὑπὸ ΚΕΖ περιεχομένη ὑπό τε τοῦ διὰ τοῦ κατὰ κορυφὴν τοῦ ΓΚ καὶ τοῦ ΕΖ ἑπομένου τοῦ διὰ μέσων βορειοτέρα, μετὰ τῆς ὑπὸ ΛΗΒ τῆς περιεχομένης ὑπὸ τῆς ΓΗΛ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ΒΗΘ ἑπομένου τοῦ ζῳδιακοῦ, δυσὶ ταῖς ὑπὸ ΔΕΖ ὑπὸ τοῦ μεσημβρινοῦ πρὸς τῷ αὐτῷ σημείῳ τοῦ ζῳδιακοῦ γινομέναις ἴσαι εἰσίν.

Ἐπεὶ γὰρ πάλιν ἡ ὑπὸ ΔΕΖ ἡ αὐτή ἐστιν τῇ ὑπὸ ΔΗΒ, πρὸς τῷ αὐτῷ σημείῳ τοῦ ζῳδιακοῦ γινόμεναι ὑπὸ τοῦ μεσημβρινοῦ, καὶ αἱ ἄρα ὑπὸ τοῦ μεσημβρινοῦ γινόμεναι γωνίαι, τουτέστιν αἱ ὑπὸ ΔΕΖ, ΔΗΒ, διπλασίονές εἰσιν τῆς μιᾶς τῆς ὑπὸ ΔΕΖ. καὶ ἐπεὶ ἡ ὑπὸ ΔΕΚ τῇ ὑπὸ ΛΗΔ ἐστὶν ἴση, ὡς ἑξῆς δείξομεν, κοινὴ προσκείσθω ἡ ὑπὸ ΚΕΖ. ὅλη ἄρα ἡ ὑπὸ ΔΕΖ ἴση ἐστὶν ταῖς ὑπὸ ΚΕΖ, ΛΗΔ.

Ἔτι κοινὴ ἡ ὑπὸ ΔΗΒ· αἱ ἄρα ὑπὸ ΔΕΖ, ΔΗΒ ἴσαι εἰσὶν ταῖς ὑπὸ ΛΗΒ, ΚΕΖ.

Ἀλλὰ αἱ μὲν ὑπὸ ΔΕΖ, ΔΗΒ δύο εἰσὶν αἱ ὑπὸ ΔΕΖ ὑπὸ τοῦ μεσημβρινοῦ πρὸς τῷ αὐτῷ σημείῳ γινόμεναι πρὸς τῷ αὐτῷ ἑπομένῳ τοῦ διὰ μέσων βορειότεραι, αἱ δὲ ὑπὸ ΛΗΒ, ΚΕΖ ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ διὰ μέσων πρὸς τῷ αὐτῷ σημείῳ κατὰ τὴν θέσιν τὴν ὁμοίαν, ὅπερ ἔδει δεῖξαι.

`782`

Ἢ καὶ οὕτως· πάλιν ἐπεὶ αἱ ὑπὸ ΔΕΖ, ΔΗΒ διπλαῖ εἰσιν τῆς ὑπὸ ΔΕΖ, καὶ ἔστιν ἴση ἡ ὑπὸ ΔΕΚ τῇ ὑπὸ ΛΗΔ, μεταλαμβανομένης τῆς ὑπὸ ΛΗΔ ἀντὶ τῆς ὑπὸ ΔΕΚ, ἡ ὑπὸ ΛΗΒ ὅλη μετὰ τῆς ὑπὸ ΚΕΖ ἴσαι εἰσὶν ταῖς ὑπὸ ΔΕΖ, ΔΗΒ, τουτέστιν δύο ταῖς ὑπὸ ΔΕΖ ὑπὸ τοῦ μεσημβρινοῦ καὶ τοῦ ζῳδιακοῦ γινομέναις. ἀλλὰ αἱ ὑπὸ ΛΗΒ, ΚΕΖ εἰσὶν αἱ ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ζῳδιακοῦ πρὸς τῷ αὐτῷ τμήματι γινόμεναι.

Ὥστε αἱ ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ζῳδιακοῦ γινόμεναι γωνίαι πρὸς τῷ αὐτῷ τμήματι τοῦ ζῳδιακοῦ ἀνατολική τε καὶ δυτικὴ ἴσαι εἰσὶν δυσὶ ταῖς ὑπὸ τοῦ μεσημβρινοῦ γινομέναις πρὸς τῷ αὐτῷ σημείῳ.

Ὅτι δὲ ἡ ὑπὸ ΔΕΚ ἴση ἐστὶν τῇ ὑπὸ ΔΗΛ, δείξομεν οὕτως. γεγράφθω γὰρ πάλιν ὁ διὰ τῶν Ε, Η παράλληλος τῷ ἰσημερινῷ ὁ ΗΜΕ.

Ἴση ἄρα ἡ ΔΕ τῇ ΔΗ ἐκ πόλου, καὶ κοινὴ ἡ ΔΜ, καὶ βάσις ἡ ΕΜ τῇ ΜΗ ἴση, καὶ γωνία ἡ ὑπὸ ΕΔΜ τῇ ὑπὸ ΜΔΗ ἴση.

Πάλιν ἐπεὶ ἴση ἡ ΕΔ τῇ ΔΗ, καὶ κοινὴ ἡ ΓΔ, καὶ γωνία γωνίᾳ, βάσις ἄρα ἡ ΕΓ βάσει τῇ ΓΗ ἴση, καὶ τὸ τρίπλευρον τῷ τριπλεύρῳ.

`783`

Ὥστε καὶ γωνία ἡ ὑπὸ ΓΕΔ γωνίᾳ τῇ ὑπὸ ΔΗΓ ἴση, ὥστε καὶ ἡ ἐφεξῆς.

Ἡ ἄρα ὑπὸ ΔΕΚ τῇ ὑπὸ ΔΗΛ ἴση.

Δῆλον δὲ ἡμῖν ἐκ τῶν ἐπὶ τοῦ ἐπάνω θεωρήματος, ὅτι ἐὰν τὸ Ε ἤτοι τὸ Η θερινὸν τροπικὸν ὑπόκειται τὰ μεσουρανοῦντα ἐπὶ τοῦ αὐτοῦ ἐστιν σημείου τοῦ μεσημβρινοῦ.

`784`

»Ἐκκείσθω πάλιν ἡ ὁμοία καταγραφή, ὥστε μέντοι τὸ μὲν τοῦ ἀνατολικοῦ « τμήματος μεσουρανοῦν σημεῖον, τουτέστιν τὸ Α, νοτιώτερον εἶναι τοῦ “Γ κατὰ κορυφὴν σημείου, τὸ δὲ τοῦ πρὸς δυσμὰς τμήματος μεσουρανοῦν, “τουτέστιν τὸ Β, βορειότερον τοῦ αὐτοῦ. λέγω ὅτι συναμφότεραι ἥ τε “ὑπὸ ΓΕΖ καὶ ἡ ὑπὸ ΛΗΒ” περιεχόμεναι πάλιν ὑπό τε τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ζῳδιακοῦ πρὸς τῷ αὐτῷ σημείῳ δυσὶ ταῖς ὑπὸ ΔΕΖ ὑπὸ τοῦ μεσημβρινοῦ καὶ τοῦ ζῳδιακοῦ περιεχομέναις μείζονές εἰσιν δυσὶν ὀρθαῖς.

Ἐπεὶ γὰρ ἡ μὲν ὑπὸ ΔΗΓ ἴση ἐστὶν τῇ ὑπὸ ΔΕΓ, διὰ τὸ πάλιν ἴσον ἀπέχειν τὸ Ε ἤτοι τὸ Η τοῦ μεσημβρινοῦ ἐπὶ τοῦ διʼ αὐτοῦ παραλλήλου, συναμφότεραι δὲ ἥ τε ὑπὸ ΔΗΓ καὶ ἡ ὑπὸ ΔΗΛ δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἔστιν δὲ καὶ ἡ ὑπὸ ΔΕΖ τῇ ὑπὸ ΔΗΒ ἴση, πρὸς γὰρ τῷ αὐτῷ σημείῳ εἰσὶν τοῦ ζωδιακοῦ ὑπὸ τοῦ μεσημβρινοῦ γινόμεναι, ὥστε ὅλη ἡ ὑπὸ ΛΗΒ ὑπὸ τοῦ ζῳδιακοῦ καὶ τοῦ διὰ τοῦ κατὰ κορυφὴν γινομένη μετὰ τῆς ὑπὸ ΓΕΖ ὑπὸ τῶν αὐτῶν περιεχομένης μείζονές εἰσιν δύο τῶν ὑπὸ ΔΕΖ ὑπὸ τοῦ μεσημβρινοῦ γινομένων, τουτέστιν δύο τῶν ὑπὸ ΔΕΖ, ΔΗΒ, ταῖς ὑπὸ ΔΕΓ, ΔΗΛ, αἵτινες ἐδείχθησαν δυσὶν ὀρθαῖς ἴσαι, ὅπερ ἔδει δεῖξαι.

`785`

Ποιησάμενος τὴν ἀπόδειξιν ἐπὶ τῶν εἰρημένων λημματίων τῶν προκειμένων γωνιῶν τε καὶ περιφερειῶν, καὶ πρῶτον ὡς ἀμφοτέρων τῶν μεσουρανούντων νοτιωτέρων τυγχανόντων, εἶτα ὡς βορειοτέρων, εἶτα πάλιν ὡς τοῦ μὲν ἀνατολικοῦ τμήματος νοτιώτερον ἔχοντος τὸ μεσουρανοῦν τοῦ κατὰ κορυφὴν τοῦ δὲ δυτικοῦ βορειότερον, ἑξῆς φησιν· »ὑποκείσθω, ὅπερ ὑπολείπεται, κατὰ τὴν ὁμοίαν καταγραφήν, ὥστε τὸ μὲν τοῦ πρὸς «ἀνατολὰς τμήματος μεσουρανοῦν σημεῖον τὸ Α βορειότερον γίνεσθαι «τοῦ Γ κατὰ κορυφήν, τὸ δὲ τοῦ πρὸς δυσμὰς τμήματος μεσουρανοῦν «τὸ Β νοτιώτερον» αὐτοῦ.

«Λέγω ὅτι συναμφότεραι πάλιν ἡ ὑπὸ ΚΕΖ καὶ ἡ ὑπὸ ΓΗΒ» περιεχόμεναι ὁμοίως ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ζῳδιακοῦ πρὸς τῷ αὐτῷ σημείῳ δύο τῶν ὑπὸ ΔΕΖ τουτέστιν πάλιν τῶν ὑπὸ τοῦ μεσημβρινοῦ καὶ τοῦ ζῳδιακοῦ ἐλάττονές εἰσιν δυσὶν ὀρθαῖς.

`786`

Ἐπεὶ γὰρ ἡ ὑπὸ ΔΗΒ τῇ ὑπὸ ΔΕΖ ἴση — ὑπὸ γὰρ τοῦ μεσημβρινοῦ εἰσιν πρὸς τῷ αὐτῷ σημείῳ τοῦ ζῳδιακοῦ γινόμεναι —, αἱ ἄρα ὑπὸ ΔΗΒ, ΔΕΖ μείζονές εἰσιν τῶν ὑπὸ ΚΕΖ, ΓΗΒ ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ζῳδιακοῦ γινομένων, ταῖς ὑπὸ ΔΕΚ καὶ ΔΗΓ οὔσαις δυσὶν ὀρθαῖς ἴσαις, διὰ τὸ καὶ τὴν μὲν ὑπὸ ΔΕΚ μετὰ τῆς ὑπὸ ΔΕΓ δυσὶν ὀρθαῖς ἴσας εἶναι, ἴσην δὲ τὴν ὑπὸ ΔΕΓ τῇ ὑπὸ ΔΗΓ, καθὼς ἐπάνω ἐδείχθη. ὥστε καὶ δύο αἱ ὑπὸ ΔΕΖ ὑπὸ τὸ τοῦ μεσημβρινοῦ πρὸς τῷ αὐτῷ σημείῳ τοῦ ζῳδιακοῦ γινόμεναι μείζονές εἰσιν τῶν ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ζῳδιακοῦ γινομένων πρὸς τῷ αὐτῷ σημείῳ ἀνατολικῆς τε καὶ δυτικῆς δυσὶν ὀρθαῖς, ὅπερ ἔδει δεῖξαι.

Εἶτα, μετὰ τὴν ἔκθεσιν τῶν τοιούτων λημματίων, ἐκτίθεται θεώρημα σαφέστατον διʼ οὗ δυνησόμεθα ἀποδεῖξαι τὰ μεγέθη τῶν εἰρημένων γωνιῶν ὑπό τε τοῦ διὰ τοῦ κατὰ κορυφὴν καὶ τοῦ ζῳδιακοῦ, καὶ ἔτι τῶν περιφερειῶν τῶν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὴν κοινὴν αὐτοῦ τομήν, καὶ πρότερον ὅταν ἐπὶ τοῦ μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος γινόμεναι τυγχάνωσιν αἱ γωνίαι.

`787`

Εἶτα ἑξῆς φησιν· «φανερὸν δὲ ὅτι τούτων οὕτως ἐχόντων ἐὰν ἐφʼ «ἑκάστης ἐγκλίσεως τὰς πρὸ τοῦ μεσημβρινοῦ μόνας γωνίας τε καὶ περιφερείας καὶ μόνων τῶν ἀπὸ τῆς ἀρχῆς τοῦ Καρκίνου μέχρις ἀρχῆς τοῦ «Αἰγόκερω δωδεκατημορίων ἐπιλογισώμεθα, συναποδεδειγμένας ἕξομεν «καὶ τάς τε μετὰ τὸν μεσημβρινὸν αὐτῶν γωνίας τε καὶ περιφερείας, καὶ «ἔτι τῶν λοιπῶν τάς τε πρὸ τοῦ μεσημβρινοῦ καὶ τὰς μετὰ τὸν μεσημβρινόν.»

Γίνεται δὲ ἡμῖν τὸ τοιοῦτον κατάδηλον οὕτως.

Ἐπεὶ γὰρ ἐδείξαμεν ὅτι τοῦ αὐτοῦ σημείου τοῦ διὰ μέσων τῶν ζῳδίων ἴσους χρόνους ἀπέχοντος ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ αἱ πρὸς τῷ αὐτῷ γινόμεναι γωνίαι πρὸς ἀνατολάς τε καὶ δυσμὰς ὑπὸ τοῦ διὰ τοῦ κατὰ κορυφὴν δύο ταῖς ὑπὸ τοῦ μεσημβρινοῦ πρὸς τῷ αὐτῷ σημείῳ γινομέναις ἴσαι εἰσὶν ὅταν ἐφʼ ἑκατέρας θέσεως τὰ μεσουρανοῦντα ἀμφότερα ἤτοι βορειότερα ἢ νοτιώτερα τοῦ κατὰ κορυφὴν τυγχάνῃ, ἔχομεν δὲ τὰς πρὸς τὸν μεσημβρινὸν ἐκτεθειμένας, ἐὰν ἄρα ἐπιλογισώμεθα τὰς ἀπὸ τῆς ἀρχῆς τοῦ Καρκίνου μέχρι τῆς ἀρχῆς τοῦ Αἰγόκερω ἀνατολικὰς γωνίας τε καὶ περιφερείας συναποδεδειγμέναι ἡμῖν ἔσονται καὶ αἱ μετὰ τὸν μεσημβρινόν, τουτέστιν αἱ δυτικαὶ τῶν αὐτῶν δωδεκατημορίων, τῶν λειπουσῶν εἰς τὰς διπλασίους τῶν ὑπὸ τοῦ μεσημβρινοῦ.

`788`

Πάλιν ἐπεὶ ἐδείχθη ὅτι τῶν ἴσον ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ σημείου τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου σημείων ἴσους χρόνους ἀπεχόντων ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ, τοῦ μὲν πρὸς ἀνατολὰς τοῦ δὲ ἑτέρου πρὸς δυσμάς, αἵ τε ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπʼ αὐτὰ γραφομένων μεγίστων κύκλων περιφέρειαι ἴσαι ἀλλήλαις εἰσίν, καὶ αἱ πρὸς αὐτοῖς γινόμεναι γωνίαι ἥ τε τοῦ ἑτέρου ἀνατολικὴ μετὰ τῆς τοῦ ἑτέρου δυτικῆς δυσὶν ὀρθαῖς ἴσαι, ὥστε ἐὰν τὰς τοῦ εἰρημένου ἡμικυκλίου ἀνατολικὰς γωνίας καὶ περιφερείας ἐπιλογισώμεθα, ἕξομεν καὶ τὰς τοῦ ἑτέρου δυτικὰς ἐπὶ τῶν ἴσον ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ τῶν λειπουσῶν εἰς τὰς δύο ὀρθὰς τῶν ἀνατολικῶν, καὶ ἔτι τὰς τούτου πάλιν τοῦ ἡμικυκλίου ἀνατολικάς, διὰ τὸ πάλιν δεδεῖχθαι τὰς πρὸς τῷ αὐτῷ σημείῳ γινομένας γωνίας ἀνατολικὰς καὶ δυτικὰς ἴσας εἶναι δυσὶν ταῖς ὑπὸ τοῦ μεσημβρινοῦ, ὅταν δηλονότι ὡς ἔφαμεν τὰ μεσουρανοῦντα ἀμφότερα ἤτοι βορειότερα ἢ νοτιώτερα τοῦ κατὰ κορυφὴν τυγχάνῃ.

Ἵνα δὲ καὶ ἐπὶ τῆς ἐκθέσεως τοῦ τῶν γωνιῶν κανονίου ὑπʼ ὄψιν ἡμῖν γένηται τὰ λεγόμενα, ἔστω ὑποδείγματος ἕνεκεν προχειρότερον ἡμᾶς διαλαβεῖν περὶ τῆς ἐκθέσεως τοῦ κανονίου ἐπὶ τοῦ διʼ Ἀλεξανδρείας παραλλήλου, ἔνθα ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν ιδ, ἐπὶ τῆς ἀρχῆς τοῦ Λέοντος.

Ἐπεὶ οὖν ἡ πρὸς τῷ μεσημβρινῷ ὑπὸ τῆς ἀρχῆς τοῦ Λέοντος γινομένη γωνία τμημάτων ἐστὶν ρβ λ, ἡ ἄρα διπλῆ αὐτῆς ἔσται σε.

Καὶ ἐπεὶ ἐκ τῶν ἐπιλογισμῶν εὑρέθη μίαν ὥραν ἀπεχούσης τῆς ἀρχῆς τοῦ Λέοντος τοῦ μεσημβρινοῦ ἡ ἀνατολικὴ γωνία τμημάτων ρνγ ιγ, τῶν λοιπῶν αὐτόθεν ἕξομεν τὴν δυτικήν, τῶν λειπουσῶν εἰς τὰς σε τμημάτων να μζ.

Ὁμοίως δὲ καὶ ἐπὶ τῶν δύο ὡρῶν εὑρόντες ἐκ τῶν ἐπιλογισμῶν τὴν ἀνατολικὴν γωνίαν ρξϛ κβ τῶν λοιπῶν πάλιν εἰς τὰς διπλασίονας τῶν ὑπὸ τοῦ μεσημβρινοῦ σε ἕξομεν τὴν δυτικὴν λη λη.

`789`

Πάλιν ἐπεὶ ἐδείχθη ὅτι τῶν ἴσον ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ ἡ τοῦ ἑτέρου ἀνατολικὴ μετὰ τῆς τοῦ ἑτέρου δυτικῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἡ δὲ ἀρχὴ τοῦ Λέοντος καὶ τῶν Διδύμων ἴσον ἀπέχουσιν τοῦ αὐτοῦ τροπικοῦ, ἡ ἄρα ἀνατολικὴ τοῦ Λέοντος μετὰ τῆς δυτικῆς τῶν Διδύμων δυσὶν ὀρθαῖς ἴσαι. ὧν ἡ ἀνατολικὴ τῆς αʹ ὥρας ἀπὸ τοῦ μεσημβρινοῦ τοῦ Λέοντος μοιρῶν ἐστιν ρνγ ιγ. ἡ ἄρα δυτικὴ τῶν Διδύμων ἔσται τῶν λειπουσῶν εἰς τὰς ρπ τῶν β ὀρθῶν κϛ μζ.

Καὶ ἐπεὶ ἡ πρὸς τῷ μεσημβρινῷ τῶν Διδύμων γωνία μοιρῶν ἐστιν οζ λ, ἡ ἄρα διπλασίων αὐτῆς ἔσται ρνε. καὶ ἐπεὶ ἡ ἀνατολικὴ μετὰ τῆς δυτικῆς δύο ταῖς πρὸς τῷ μεσημβρινῷ ἴσαι εἰσίν, ὧν ἡ δυτική ἐστιν κϛ μζ, καὶ λοιπὴ ἄρα ἡ ἀνατολικὴ τῶν Διδύμων ἔσται τῶν λοιπῶν ρκη ιγ. ὥστε τῆς ἀνατολικῆς τοῦ Λέοντος ἡμῖν ἐπιλογισθείσης, συναποδεδειγμένη ἔσται καὶ ἡ δυτικὴ αὐτοῦ, καὶ ἔτι τῶν Διδύμων ἡ ἀνατολικὴ καὶ ἡ δυτική, ἔνθα τὰ μεσουρανοῦντα τὴν εἰρημένην ἔχει θέσιν.

Ὥστε, τοῦ εἰρημένου ἡμικυκλίου τῶν ἀνατολικῶν ἐπιλογισθεισῶν, συναποδεδειγμέναι ἔσονται αἵ τε δυτικαὶ αὐτοῦ καὶ ἔτι τοῦ ἑτέρου ἡμικυκλίου αἵ τε ἀνατολικαὶ καὶ αἱ δυτικαί.

Καὶ ἐπὶ τῶν λοιπῶν δὲ ἐγκλίσεων καὶ θέσεων τοῦ ζῳδιακοῦ, ἐφʼ ὧν τὰ μεσουρανοῦντα ἀμφότερα ἤτοι βορειότερα ἢ νοτιώτερα τοῦ κατὰ κορυφὴν τυγχάνει, τὴν ὁμοίαν τοῦ κανονίου ἔκθεσιν πεποίηται.

Δῆλον δὲ καὶ ὡς ὅτι ἐφʼ ὧν οἰκήσεων τὸ ἔξαρμα τοῦ πόλου, τουτέστιν ἡ ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν ἰσημερινὸν ἀπόστασις ἐπὶ τοῦ μεσημβρινοῦ λαμβανομένη, μείζων ἐστὶν τῶν τῆς ὅλης τοῦ ζῳδιακοῦ πρὸς τὸν ἰσημερινὸν ἐγκλίσεως μοιρῶν κγ να, ἐν ἐκείναις πάσαις τὴν τοιαύτην ἔκθεσιν τῶν κανονίων γενέσθαι συμβαίνει, διὰ τὸ ἐπὶ τῶν τοιούτων οἰκήσεων νοτιώτερον εἶναι ὅλον τὸν ζῳδιακὸν τοῦ κατὰ κορυφὴν δηλαδὴ καὶ τὰ μεσουρανοῦντα.

`790`

Δῆλον δὲ καὶ ὡς ἐπὶ πάντων τῶν ἐκτεθειμένων αὐτῷ κανονίων ἡ τοιαύτη ἔκθεσις γεγένηται, παρὲξ μόνου τοῦ πρώτου, διὰ τὸ ἐπὶ τοῦ διὰ Μερόης παραλλήλου πεπραγματεῦσθαι, ἔνθα τὸ ἔξαρμα ἔλαττόν ἐστι τῶν κγ να μοιρῶν, καὶ διὰ τοῦτο ἐπὶ τούτου μόνου τοῦ παραλλήλου ἤτοι κλίματος, κατά τινας θέσεις τοῦ ζῳδιακοῦ τινων αὐτοῦ σημείων πρὸς ἀνατολὰς ἢ δυσμὰς τοῦ μεσημβρινοῦ δεδομένας ὥρας ἰσημερινὰς ἀπεχόντων καὶ διὰ τοῦτο τῶν μεσουρανούντων γινομένων ὡς ἐπάνω ἐδηλώσαμεν, καταλαμβάνεσθαι ταῦτα πῇ μὲν βορειότερα πῇ δὲ νοτιώτερα πάλιν τοῦ κατὰ κορυφήν, ἐκ τῶν πρὸς τὸν ἰσημερινὸν ἀποστάσεων αὐτῶν τε καὶ τῶν κατὰ κορυφήν.

Καὶ ἐφʼ ὧν μὲν θέσεων εὑρίσκετο ἀμφότερα τὰ μεσουρανοῦντα βορειότερα ἢ νοτιώτερα, τῇ αὐτῇ ἐκθέσει τοῦ κανόνος κατεχρήσατο καὶ ἐπὶ τῶν ἄλλων.

Οἷον ὡς ἐπὶ τοῦ Σκορπίου, ἐπεὶ γὰρ ἡ πρὸς τὸν μεσημβρινὸν γωνία τοῦ Σκορπίου μοιρῶν ἐστιν ρια, ἡ διπλῆ αὐτῆς σκβ, καὶ ἐπεὶ ἐπὶ τοῦ διὰ Μερόης παραλλήλου εὑρίσκομεν τὴν ἀνατολικὴν γωνίαν ἐπὶ τῆς ἀπὸ τοῦ μεσημβρινοῦ αʹ ὥρας ἀποστάσεως ἐπὶ τοῦ εἰρημένου δωδεκατημορίου μοιρῶν ρλθ, ἔσται ἡ δυτικὴ τῶν λειπουσῶν εἰς τὰς σκβ μοιρῶν πγ.

`791`

Καὶ ἐπεὶ ἴσον ἀπέχουσιν τοῦ αὐτοῦ χειμερινοῦ τροπικοῦ ὅ τε Σκορπίος καὶ οἱ Ἰχθύες, ἔσται πάλιν τοῦ Σκορπίου ἡ ἀνατολικὴ μετὰ τῆς τῶν Ἰχθύων δυτικῆς δυσὶν ὀρθαῖς ἴσαι. ὧν ἡ ἀνατολικὴ τοῦ Σκορπίου ηὑρέθη ρλθ 𐆊. λοιπὴ ἄρα ἡ δυτικὴ τῶν Ἰχθύων ἔσται τῶν λειπουσῶν εἰς τὰς ρπ μοίρας τῶν δύο ὀρθῶν μοιρῶν μα.

Καὶ ἐπεὶ ἡ πρὸς τὸν μεσημβρινὸν τῶν Ἰχθύων μοιρῶν ἐστιν ξθ, ἡ ἄρα διπλῆ αὐτῆς ἔσται ρλη. καὶ ἔστιν πάλιν ἡ ἀνατολικὴ μετὰ τῆς δυτικῆς τοῦ αὐτοῦ σημείου τῶν Ἰχθύων δυσὶ ταῖς ὑπὸ τοῦ μεσημβρινοῦ ἴσαι. ὧν ἡ δυτικὴ ἐδείχθη μοιρῶν μα· λοιπὴ ἄρα ἡ ἀνατολικὴ ἔσται τῶν λειπουσῶν εἰς τὰς δύο τῶν ὑπὸ τοῦ μεσημβρινοῦ μοιρῶν ϙζ.

Καὶ ἐπεὶ πάλιν δέδεικται ὅτι ὅταν τὸ μὲν τοῦ ἀνατολικοῦ τμήματος μεσουρανοῦν βορειότερον ᾖ τοῦ κατὰ κορυφήν, τὸ δὲ τοῦ πρὸς δυσμὰς νοτιώτερον τοῦ αὐτοῦ, συναμφότεραι ἥ τε πρὸς ἀνατολὰς καὶ πρὸς δυσμὰς γινόμεναι γωνίαι ὑπό τε τοῦ ζῳδιακοῦ καὶ τοῦ διὰ τοῦ κατὰ κορυφὴν δύο τῶν ἐπὶ τοῦ μεσημβρινοῦ γινομένων πρὸς τῷ αὐτῷ σημείῳ ἐλάττονές εἰσιν δυσὶν ὀρθαῖς.

Καὶ ἔστιν ὡς ἐπὶ τοῦ διὰ Μερόης παραλλήλου ἐπὶ τῆς Παρθένου ἡ πρὸς τῷ μεσημβρινῷ γινομένη γωνία ρια. ἡ ἄρα διπλῆ αὐτῆς ἔσται σκβ. καὶ ἐπεὶ τῇ ἀνατολικῇ γωνίᾳ τῆς α ὥρας ἀπὸ τοῦ μεσημβρινοῦ παράκεινται μοῖραι 𐆊 𐆊, ἡ ἄρα δυτικὴ ἔσται μοιρῶν μβ, αἵτινες ἐλάττονές εἰσιν δύο τῶν ὑπὸ τοῦ μεσημβρινοῦ μοιρῶν σκβ ταῖς τῶν δύο ὀρθῶν μοίραις ρπ.

Καὶ ἐπεὶ ἡ ἀρχὴ τῆς Παρθένου καὶ ἡ ἀρχὴ τοῦ Ταύρου ἴσον ἀπέχει τοῦ αὐτοῦ θερινοῦ τροπικοῦ, ἔσται πάλιν ἡ ἀνατολικὴ τῆς Παρθένου μετὰ τῆς δυτικῆς τοῦ Ταύρου δυσὶν ὀρθαῖς ἴσαι. καὶ ἔστιν ἡ ἀνατολικὴ τῆς Παρθένου 𐆊 𐆊, ἡ δὲ δυτικὴ τοῦ Ταύρου ἔσται ρπ.

`792`

Καὶ διὰ ταῦτα, ἐπεὶ ἡ δυτικὴ τῆς Παρθένου μοιρῶν ἐστιν μβ, ἡ ἀνατολικὴ τοῦ Ταύρου ἔσται τῶν λειπουσῶν εἰς τὰς τῶν δύο ὀρθῶν μοίρας ρπ μοιρῶν ρλη.

Καὶ συνῆκται ἡ ἀνατολικὴ τοῦ Ταύρου μετὰ τῆς δυτικῆς τμημάτων τιη.

Ἔτι δὲ πάλιν ἐπεὶ δέδεικται ὅτι ὅταν τὸ μὲν τοῦ ἀνατολικοῦ τμήματος μεσουρανοῦν νοτιώτερον ᾖ τοῦ κατὰ κορυφὴν τὸ δὲ τοῦ πρὸς δυσμὰς τμήματος μεσουρανοῦν βορειότερον τοῦ αὐτοῦ, συναμφότεραι ἥ τε πρὸς ἀνατολὰς γωνία καὶ ἡ πρὸς δυσμὰς δύο τῶν ὑπὸ τοῦ μεσημβρινοῦ γινομένων μείζονές εἰσιν δυσὶν ὀρθαῖς, εὑρίσκομεν δὲ ἐπὶ τῆς πρὸς ἀνατολὰς καὶ δυσμὰς τοῦ Ταύρου ἀπὸ τοῦ μεσημβρινοῦ α ὥρας ἀποστάσεως τὰ μεσουρανοῦντα τὴν τοιαύτην θέσιν λαμβάνοντα, δεικτέον ὅτι αἱ τοῦ Ταύρου γωνίαι ἀνατολικαί τε καὶ δυτικαὶ συναμφότεραι δύο τῶν ὑπὸ τοῦ μεσημβρινοῦ μείζονές εἰσιν δυσὶν ὀρθαῖς. καὶ ἔστιν αὐτόθεν δῆλον, ἐπειδήπερ ἡ πρὸς τῷ μεσημβρινῷ ἐπὶ τοῦ Ταύρου γινομένη γωνία τμημάτων ἐστὶν ξθ, ἡ ἄρα διπλῆ αὐτῆς ρλη, ἐδείχθη δὲ ἡ ἀνατολικὴ τοῦ Ταύρου μετὰ τῆς δυτικῆς τμημάτων τιη, αἵτινες τῶν ρλη μείζονές εἰσιν ταῖς ρπ τῶν δύο ὀρθῶν.

Καὶ ἔσται φανερὸν ἐντεῦθεν ὅτι καὶ ἐπὶ τούτου τοῦ κλίματος, ἐὰν τὰς ἀπὸ τῆς ἀρχῆς τοῦ Καρκίνου μέχρι τῆς ἀρχῆς τοῦ Αἰγόκερω ἀνατολικὰς γωνίας ἐπιλογισώμεθα, συναποδεδειγμέναι ἔσονται καὶ αἱ δυτικαὶ αὐτοῦ καὶ ἔτι αἱ τῶν τοῦ λοιποῦ ἡμικυκλίου ἀνατολικαὶ καὶ δυτικαί, ἐπεὶ καὶ ἐπὶ τῆς Παρθένου ἐπιλογισάμενοι μόνην τὴν ἀνατολικήν, ἐκ τῶν προαποδεδειγμένων λημμάτων συνάγομεν αὐτοῦ καὶ τὴν δυτικὴν γωνίαν καὶ ἅμα τήν τε δυτικὴν τοῦ Ταύρου καὶ τὴν ἀνατολικὴν αὐτοῦ.

`793`

Ἑξῆς δὲ δείξομεν καὶ ἐπὶ τῶν περιφερειῶν τὸ αὐτὸ συμβαίνον· ὅτι πάλιν ἐὰν τοῦ εἰρημένου ἡμικυκλίου τὰς ἀνατολικὰς περιφερείας ἐπιλογισώμεθα, συναποδεδειγμέναι ἔσονται καὶ αἱ τοῦ αὐτοῦ ἡμικυκλίου δυτικαὶ καὶ ἔτι αἱ τοῦ ἑτέρου ἡμικυκλίου ἀνατολικαί τε καὶ δυτικαί.

Ἐπεὶ γὰρ πάλιν ἐδείχθη ὅτι τοῦ αὐτοῦ σημείου τοῦ διὰ μέσων τῶν ζῳδίων ἴσους χρόνους ἤτοι ὥρας ἀπέχοντος ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ αἵ τε ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπʼ αὐτὰ γραφόμεναι μεγίστου κύκλου περιφέρειαι ἴσαι, τουτέστιν ἡ πρὸς ἀνατολὰς καὶ δυσμάς.

Ὡς ἐπὶ τοῦ διʼ Ἀλεξανδρείας πάλιν τρίτου κλίματος αἱ τῇ πρώτῃ ὥρᾳ τοῦ Λέοντος παρακείμεναι κατὰ τὸ δεύτερον σελίδιον τῆς περιφερείας μοῖραι ιϛ με αἱ αὐταί εἰσιν καὶ ὡς πρὸς ἀνατολὰς καὶ ὡς πρὸς δυσμάς, ἐπεὶ καὶ αἱ ὧραι οὕτω ἔκκεινται αἱ αὐταὶ πρὸ μεσημβρίαις ταῖς μετὰ μεσημβρίαν· αἱ δὲ γωνίαι οὐκέτι, διὰ τὸ διαφόρους αὐτὰς καταλαμβάνεσθαι.

`794`

Καὶ ἐπεὶ δέδεικται πάλιν ὅτι τῶν ἴσον ἀπεχόντων τοῦ αὐτοῦ τροπικοῦ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου σημείων ἴσους χρόνους ἀπολαμβανόντων ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ τοῦ μὲν πρὸς ἀνατολὰς τοῦ δὲ πρὸς δυσμὰς αἱ ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπʼ αὐτὰ γραφόμεναι μεγίστων κύκλων περιφέρειαι ἴσαι ἀλλήλαις εἰσίν, ἴσον δὲ ἀπέχουσιν τοῦ αὐτοῦ θερινοῦ τροπικοῦ ἥ τε ἀρχὴ τοῦ Λέοντος καὶ ἡ ἀρχὴ τῶν Διδύμων, ἡ ἄρα τῇ αʹ ὥρᾳ τοῦ Λέοντος ἐπιβάλλουσα περιφέρεια ἀνατολικὴ ἡ αὐτὴ ἐπιβάλλει καὶ τῇ αʹ ὥρᾳ τῶν Διδύμων δυτική.

Καὶ διὰ τὰ εἰρημένα ἡ δυτικὴ τῶν Διδύμων ἡ αὐτή ἐστιν τῇ ἀνατολικῇ.

Ὥστε ἡ παρακειμένη περιφέρεια τῷ Λέοντι ἡ αὐτὴ ἀνατολικὴ καὶ δυτικὴ τυγχάνουσα καὶ τοῖς Διδύμοις παράκειται.

Καὶ διὰ τοῦτο, ἐὰν τὰς ἀπὸ ἀρχῆς τοῦ Καρκίνου ἕως ἀρχῆς τοῦ Αἰγόκερω ἀνατολικὰς περιφερείας ἐπιλογισώμεθα, συναποδεδειγμέναι ἔσονται καὶ αἱ πρὸς δυσμὰς αὐτοῦ αὑταὶ τυγχάνουσαι, καὶ ἔτι τοῦ ἑτέρου ἡμικυκλίου αἱ πρὸς ἀνατολὰς καὶ αἱ πρὸς δυσμάς.

Παράκειται δὲ ἐπὶ τῆς αʹ ὥρας τῆς Παρθένου τῇ ἀνατολικῇ γωνίᾳ 𐆊 𐆊 ἐπὶ τοῦ διὰ Μερόης πρώτου κλίματος, διὰ τὸ τὴν μεσουρανοῦσαν τότε τοῦ Λέοντος μοῖραν ιε ἔγγιστα λελοξῶσθαι ἀπὸ τοῦ ἰσημερινοῦ μοίρας ιϛ κζ ἔγγιστα ὅσων ἐστὶν τὸ ἔξαρμα τῆς ἐγκλίσεως, καὶ τὸ αὐτὸ σημεῖον γίνεσθαι τό τε μεσουρανοῦν καὶ τὸ κατὰ κορυφήν, καὶ διὰ τοῦτο τὸν διὰ τοῦ κατὰ κορυφὴν καὶ τῆς ἀρχῆς τοῦ τῆς Παρθένου δωδεκατημορίου γραφόμενον μέγιστον κύκλον τὸν αὐτὸν γίνεσθαι τῷ διὰ μέσων τῶν ζῳδίων κύκλῳ, καὶ γωνίας δηλονότι μὴ ποιεῖν πρὸς αὐτόν.

`795`

Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ διὰ Σοήνης δευτέρου κλίματος ἐν τῇ πρὸς τὸν μεσημβρινὸν θέσει τῆς ἀρχῆς τοῦ Καρκίνου παράκειται περιφερείας 𐆊 𐆊, διὰ τὸ τὴν ἀρχὴν τοῦ Καρκίνου ᾗ παράκειται καὶ κατὰ κορυφὴν τυγχάνειν, ἴσης ἐκεῖσε τότε γινομένης τῆς λοξώσεως τῷ ἐξάρματι τουτέστιν τῇ ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν ἰσημερινὸν ἐπὶ τοῦ μεσημβρινοῦ περιφερείᾳ, καὶ δηλαδὴ ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὴν ἀρχὴν τοῦ Καρκίνου μὴ γίνεσθαι περιφέρειαν.

Ἀποδείξας οὖν διὰ τῶν ἐκτεθειμένων αὐτῷ λημματίων, ὅτι ἐὰν ἐφʼ ἑκάστης ἐγκλίσεως τὰς πρὸς τοῦ μεσημβρινοῦ τουτέστιν τὰς ἀνατολικὰς γωνίας τε καὶ περιφερείας ἐπιλογισώμεθα καὶ μόνων τῶν ἀπὸ τῆς ἀρχῆς τοῦ Καρκίνου μέχρι τῆς ἀρχῆς τοῦ Αἰγόκερω, συναποδεδειγμένας ἕξομεν καὶ τὰς μετὰ τὸν μεσημβρινὸν τουτέστιν τὰς δυτικὰς αὐτῶν, καὶ ἔτι τοῦ ἑτέρου ἡμικυκλίου τὰς ἀνατολικὰς καὶ δυτικάς, ἑξῆς ἐκτίθεται θεωρήματα δύο, καὶ πρῶτον μὲν διʼ οὗ ἐπελογίσατο τὰς εἰρημένας ἀνατολικὰς περιφερείας ἐπὶ τοῦ εἰρημένου κύκλου, δεύτερον δὲ διʼ οὗ καὶ τὰς τοιαύτας γωνίας.

Εἶτα διδάσκων ἡμᾶς τὸν τοῦ ἐπιλογισμοῦ τρόπον ποιεῖται τὸ ὑπόδειγμα τῆς ἀποδείξεως ἐπὶ τοῦ διὰ Ῥόδου πάλιν παραλλήλου, ἔνθα τὸ ἔξαρμα μοιρῶν ἐστιν λϛ, τὴν ἀρχὴν τοῦ Καρκίνου ἀποστήσας πρὸς ἀνατολὰς τοῦ μεσημβρινοῦ μίαν ὥραν ἰσημερινήν, καθʼ ἣν θέσιν ἐπὶ τούτου τοῦ παραλλήλου μεσουρανοῦσι μὲν αἱ τῶν Διδύμων μοῖραι ιϛ ιβ ἀνατέλλουσι δὲ τῆς Παρθένου μοῖραι ιζ λζ.

`796`

Ὡς γὰρ κατὰ τὴν ἐν τοῖς ἔμπροσθεν ἐκτεθειμένην αὐτῷ ἔφοδον, ἐὰν τὰς ἀπὸ τῆς παρελθούσης μεσημβρίας ὥρας ἰσημερινὰς κγ πολλαπλασιάσωμεν ἐπὶ τοὺς ὡριαίους ἰσημερινοὺς χρόνους ιε, τοὺς συναγομένους χρόνους τμε ἕξομεν ὅσοι συνεξῆλθον τὸν μεσημβρινὸν ἀπὸ τῆς ἀρχῆς τοῦ Καρκίνου, οὓς προσεκβάλλοντες ἀπὸ τῆς ἀρχῆς τοῦ Καρκίνου εἰς τὸ ἐπʼ ὀρθῆς τῆς σφαίρας κανόνιον, προστιθέντες αὐτοῖς δηλαδὴ τοὺς ἀπὸ τῆς ἀρχῆς τοῦ Κριοῦ μέχρι τῶν Διδύμων χρόνους ϙ, ἵνα ἀπʼ ἀρχῆς τοῦ κανόνος διὰ τὸ πρόχειρον τὴν ἄφεσιν ποιησώμεθα, εὑρήσομεν τοῖς μετὰ τοὺς τοῦ ἑνὸς κύκλου χρόνους τξ καταλειπομένοις χρόνοις οε εἰς τὸ αὐτὸ κανόνιον συμμεσουρανούσας τῶν Διδύμων μοίρας ιϛ ιβ.

Καὶ προχειρότερον, ἐὰν ἀπὸ τῶν ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὴν ἀρχὴν τοῦ Καρκίνου συμμεσουρανούντων χρόνων ϙ ἀφέλωμεν τοὺς ιε τῆς α ὥρας, ἕξομεν τοὺς λοιποὺς οε, οἷς ὁμοίως συμμεσουρανοῦσιν τῶν Διδύμων μοῖραι ιϛ ιβ.

Λαμβάνεται δὲ καὶ ἡ ἀνατέλλουσα τόνδε τὸν τρόπον.

`797`

Ἐπεὶ γάρ, τοῦ ἡλίου ἐπὶ τῆς ἀρχῆς τοῦ Καρκίνου τυγχάνοντος, ἐπὶ τοῦ ὑποκειμένου κλίματος ἡ μεγίστη ἡμέρα ἀποτελεῖται ὡρῶν ἰσημερινῶν ιδ 𐅵 χρόνων δὲ σιζ λ, τὸ ἄρα ἥμισυ τῆς ἡμέρας ὡρῶν ἔσται ζ δʼ χρόνων δὲ δηλονότι ρη με. ἀφʼ ὧν ἐὰν ἀφέλωμεν τοὺς τῆς μιᾶς ὥρας ἰσημερινῆς τῆς πρὸς μεσημβρίαν θέσεως τῆς ἀρχῆς τοῦ Καρκίνου χρόνους ιε, καὶ τοὺς λοιποὺς χρόνους ϙγ με ἐκβάλωμεν ἀπὸ τῆς ἀρχῆς τοῦ Καρκίνου ἐπὶ τοῦ ὑποκειμένου κλίματος κατὰ τὸ τῆς ἐπισυναγωγῆς τῶν ἀναφορικῶν χρόνων σελίδιον, προσθέντες πάλιν αὐτοῖς τοὺς ἀπὸ Κριοῦ μέχρι Διδύμων χρόνους οα ιε, εὑρήσομεν τοῖς ρξε χρόνοις ἐξ ἀναλογίας συνανατελλούσας τῆς Παρθένου μοίρας ιζ λζ.

ταῦτα γὰρ πάντα ἀπεδείχθη ἡμῖν ἐν τοῖς τῶν ἀναφορικῶν κανόνων.

`798–799`

Καί φησιν· «ἔστω μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ, καὶ ὁρίζοντος «μὲν ἡμικύκλιον τὸ ΒΕΔ, τοῦ δὲ διὰ μέσων τῶν ζῳδίων τὸ ΖΗΘ, οὕτως «ἔχον ὥστε τὸ Η σημεῖον τὴν ἀρχὴν εἶναι τοῦ Καρκίνου, τὸ δὲ Ζ μεσουρανοῦν ἐπέχειν τὰς τῶν Διδύμων μοίρας ιϛ ιβ, τὸ δὲ Θ ἀνατολικὸν τὰς τῆς «Παρθένου μοίρας ιζ λζ. καὶ γεγράφθω διὰ τοῦ Α κατὰ κορυφὴν καὶ «τοῦ Η τῆς ἀρχῆς τοῦ Καρκίνου μεγίστου κύκλου τμῆμα τὸ ΑΗΕΓ, καὶ «προκείσθω πρῶτον τὴν ΑΗ περιφέρειαν εὑρεῖν» τὴν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸ δεδομένον τμῆμα τοῦ ζῳδιακοῦ. «φανερὸν δὴ ὅτι ἡ μὲν ΖΘ περιφέρεια μοιρῶν ἔσται ϙα κε.» τοσαῦται γὰρ συνάγονται ἀπὸ τῶν ταῖς ιϛ ιβ τῶν Διδύμων ἐπὶ τὰς ιζ λζ τῆς Παρθένου.

«Ὁμοίως δὴ ἐπειδήπερ αἱ τῶν Διδύμων μοῖραι ιϛ ιβ ἀπολαμβάνουσι «τοῦ μεσημβρινοῦ ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς ἄρκτους μοίρας κγ ζ, «ὁ δὲ ἰσημερινὸς τοῦ Α κατὰ κορυφὴν σημείου μοίρας ἀφίσταται λϛ, «ἔσται καὶ ἡ μὲν ΑΖ περιφέρεια μοιρῶν ιβ νγ ἡ δὲ ΒΖ τῶν λοιπῶν εἰς τὸ «τεταρτημόριον οζ ζ.

`800`

«Τούτων ληφθέντων γίνεται πάλιν διὰ τὴν καταγραφήν,» ἐπεὶ εἰς δύο μεγίστων κύκλων περιφερείας τὰς ΒΑ, ΒΘ δύο διηγμέναι, εἰσὶν αἱ ΑΕ, ΘΖ τέμνουσαι ἀλλήλας κατὰ τὸ Η «ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς «τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΑ λόγος συνημμένος ἔσται ἔκ τε τοῦ τῆς ὑπὸ «τὴν διπλῆν τῆς ΖΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΗ καὶ τοῦ τῆς ὑπὸ «τὴν διπλῆν τῆς ΗΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ. «Ἀλλʼ ἡ μὲν τῆς ΖΒ περιφερείας διπλῆ μοιρῶν ἐστιν ρνδ ιδ,» αὕτη γὰρ ἡ ΖΒ ἐδείχθη μοιρῶν οζ ζ, «καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων «ριϛ νθ. ἡ δὲ τῆς ΒΑ διπλῆ μοιρῶν ρπ,» ἐκ πόλου γὰρ οὖσα τοῦ ὁρίζοντος μοιρῶν ϙ, «καὶ ἡ ὑπʼ αὐτὴν οὖν εὐθεῖα τμημάτων ρκ. καὶ πάλιν ἡ μὲν «τῆς ΖΘ μοιρῶν ρπβ ν,» αὑτὴ γὰρ ἐδείχθη οὖσα μοιρῶν ϙα κε, «καὶ «ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ριθ νη. ἡ δὲ τῆς ΘΗ διπλῆ μοιρῶν «ρνε ιδ.» αὕτη γὰρ ἡ ΗΘ ἀπὸ τῆς ἀρχῆς οὖσα τοῦ Καρκίνου ἐπὶ τὰς τῆς Παρθένου μοίρας ιζ λζ, συνάγεται μοιρῶν οζ λζ. ὥστε καὶ ἡ διπλῆ αὐτῆς ἔσται μοιρῶν ρνε ιδ, «καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ριζ ιβ.

«Ἐὰν ἄρα ἀπὸ τοῦ τῶν ριϛ νθ πρὸς τὰ ρκ λόγου ἀφέλωμεν τὸν «τῶν ριθ νη πρὸς τὰ ριζ ιβ, καταλειφθήσεται ἡμῖν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ λόγος, ὁ τῶν ριδ ιϛ ἔγγιστα πρὸς τὰ ρκ.»

«Καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΑ τμημάτων ρκ. καὶ ἡ ὑπὸ τὴν «διπλῆν ἄρα τῆς ΗΕ τῶν αὐτῶν ἐστιν ριδ ιϛ. ὥστε καὶ ἡ μὲν διπλῆ ἄρα «τῆς ΗΕ περιφερείας μοιρῶν ἔσται ρμδ κζ ἔγγιστα αὐτὴ δὲ ἡ ΗΕ τῶν «αὐτῶν οβ ιγ ἔγγιστα.

`801`

«Καὶ λοιπὴ ἄρα ἡ ΑΗ τῶν λειπουσῶν εἰς τὸ τεταρτημόριον ἔσται μοιρῶν ιζ μζ», ὅπερ ἔδει δεῖξαι.

Ὅσας καὶ παρέθετο ἐπὶ τοῦ διὰ Ῥόδου κλίματος ἐπὶ τοῦ δευτέρου τῆς περιφερείας σελιδίου τῇ πρώτῃ ὥρᾳ τοῦ Καρκίνου.

Ἑξῆς δὲ πάλιν καὶ τῶν ὁμοίων τῇ ὑπὸ ΑΗΘ γωνίᾳ τὴν ἀπόδειξιν ποιησόμεθα.

Ἐκκείσθω γὰρ ἡ αὐτὴ καταγραφή. καὶ ἐπεὶ ἐλάττων ἐστὶν ἑκατέρα τῶν ΕΗ, ΗΘ τεταρτημορίου, διὰ τὸ ὅλην μὲν τὴν ΑΕ ἐκ πόλου οὖσαν τοῦ ΒΕΔ ὁρίζοντος τεταρτημορίου τυγχάνειν τὴν δὲ ΗΘ μοιρῶν οζ λζ, «πόλῳ «τῷ Η διαστήματι δὲ τῇ τοῦ τετραγώνου πλευρᾷ» τοῦ εἰς τὸν μέγιστον κύκλον ἐγγραφομένου «γεγράφθω μεγίστου κύκλου τμῆμα τὸ ΚΛΜ.

«Ἐπεὶ τοίνυν ὁ ΑΗΕΚ διά τε τῶν τοῦ ΕΘΜ καὶ διὰ τῶν τοῦ ΚΛΜ πόλων γέγραπται, τεταρτημορίου ἐστὶν ἑκατέρα τῶν ΕΜ καὶ ΚΜ.»

Ἐὰν γὰρ ἀναπληρώσωμεν τοὺς ΒΕΘΜ καὶ ΚΛΜ κύκλους, γίνονται δύο μέγιστοι κύκλοι τέμνοντες ἀλλήλους. καὶ διὰ τῶν πόλων αὐτῶν μέγιστος κύκλος γραφεὶς ὁ ΑΕΚ δίχα τεμεῖ τὰ ἀπειλημμένα τμήματα αὐτῶν.

`802`

«Καὶ διὰ τὴν καταγραφὴν πάλιν», ἐπεὶ εἰς δύο κύκλων περιφερείας τὰς ΚΗ καὶ ΚΜ δύο διηγμέναι εἰσὶν αἱ ΗΛ, ΕΜ τεμοῦσαι ἀλλήλας κατὰ τὸ Θ, «ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΚ «λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΘ πρὸς τὴν ὑπὸ τὴν «διπλῆν τῆς ΘΛ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΛΜ πρὸς τὴν ὑπὸ τὴν «διπλῆν τῆς ΜΚ.

«Ἀλλʼ ἡ μὲν τῆς ΗΕ διπλῆ μοιρῶν ἐστιν ρμδ κζ,» ὡς ἐν τῷ ἐπάνω ἐδείχθη θεωρήματι, «καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ριδ ιϛ. ἡ δὲ «τῆς ΕΚ διπλῆ» τῶν λοιπῶν εἰς τὴν διπλῆν τῆς ΗΚ μοιρῶν οὖσαν ρπ, μοιρῶν λε λγ· «ἡ δὲ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων λϛ λη. καὶ πάλιν «ἡ μὲν διπλῆ τῆς ΗΘ μοιρῶν ἐστιν ρνε ιδ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ριζ ιβ, ἡ δὲ τῆς ΘΛ πάλιν διπλῆ» τῶν λειπουσῶν εἰς τὰς διπλασίονας τῆς ΗΛ μοίρας ρπ, «μοιρῶν κδ μϛ. καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα «τμημάτων κε μδ.

«Ἐὰν ἄρα ἀπὸ τοῦ λόγου τοῦ τῶν ριδ ιϛ πρὸς τὰ λϛ λη ἀφέλωμεν «τὸν τῶν ριζ ιβ πρὸς τὰ κε μδ, καταλειφθήσεται ἡμῖν ὁ τῆς ὑπὸ τὴν «διπλῆν τῆ ΛΜ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΜΚ λόγος ὁ τῶν πβ ια «ἔγγιστα πρὸς τὰ ρκ.

«Καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΜΚ τμημάτων ρκ, καὶ ἡ ὑπὸ τὴν «διπλῆν ἄρα τῆς ΛΗ περιφερείας μοιρῶν ἔσται πβ ια. ὥστε καὶ ἡ μὲν «διπλῆ τῆς ΛΜ περιφερείας μοιρῶν πϛ κη, αὐτὴ δὲ ἡ ΛΜ τῶν αὐτῶν «μγ ιδ. καὶ λοιπὴ ἄρα ἡ ΚΛ περιφέρεια, αὐτή τε καὶ ἡ ὑπὸ ΚΗΛ γωνία «τμημάτων ἔσται μϛ μϛ, ἡ δὲ ὑπὸ ΑΗΘ γωνία τῶν λοιπῶν εἰς τὰς τῶν «β ὀρθῶν μοίρας ρπ, μοιρῶν ρλγ ιδ,» ὅπερ ἔδει δεῖξαι.

Ὅσας καὶ παρέθηκεν πάλιν ἐπὶ τοῦ διὰ Ῥόδου κλίματος κατὰ τὸ γʹ σελίδιον τῶν πρὸς ἀνατολὰς γωνιῶν τῇ αʹ ὥρᾳ τοῦ Καρκίνου.

`803`

Καὶ ἐπεὶ συμβαίνει ἐπί τινων τοῦ ζῳδιακοῦ τμημάτων καὶ ἀπὸ τοῦ μεσημβρινοῦ ἀποστάσεων τὸ Ε ποτὲ μὲν ἐπὶ τῆς διχοτομίας τοῦ ΒΕΔ ἡμικυκλίου πίπτειν, ποτὲ δὲ ἐλάττονα τεταρτημορίου ποιεῖν τὴν ΕΔ, καὶ διὰ τοῦτο τὸ Μ σημεῖον ἤτοι ἐπὶ τὸ Δ πίπτειν ἢ μετὰ τὸ Δ ἐπὶ τὸ δυτικὸν μέρος τοῦ ὁρίζοντος, δῆλον ὡς καὶ οὕτως προχωρήσει τὰ τῆς ἀποδείξεως· ἔσονται γὰρ πάλιν εἰς δύο τὰς ΚΗ, ΚΜ δύο διαχθεῖσαι αἱ ΗΛ, ΕΜ περαίνουσαι τὸ προκείμενον.

«Ὁ μὲν οὖν τρόπος τῆς ἐκθέσεως τῶν προκειμένων γωνιῶν τε καὶ περιφερειῶν ἐπὶ τῶν λοιπῶν» δωδεκατημορίων καὶ κλιμάτων, διὰ τῶν τοιούτων θεωρημάτων αὐτῷ γεγένηται.

Ἑξῆς δέ φησιν· «ἐφʼ ὅσων γε εἰκὸς χρείαν ἐν ταῖς κατὰ μέρος ἐπισκέψεσιν ...» ἐπεὶ καὶ κατὰ μίαν ὥραν ἰσημερινὴν ἀπὸ τοῦ μεσημβρινοῦ τοὺς ἐπιλογισμοὺς πεποίηται, καὶ κατὰ τὰς ἀρχὰς τῶν δωδεκατημορίων, καὶ ἔτι ἡμιωρίου τὰς ἐγκλίσεις παραυξάνων, ὡς τῶν μερῶν τῶν ὡρῶν καὶ τῶν κατὰ μοίρας τοῦ ζῳδιακοῦ ἀποδείξεων καὶ τῶν μεταξὺ παραλλήλων μηδὲν διάφορον αἰσθητὸν παρὰ τὰ γραμμικὰ ποιούντων τῶν καθʼ ὁμαλὴν παραύξησιν λαμβανομένων· ἔτι καὶ δηλῶν ὅτι ἐπὶ γνωριμωτέρων οἰκήσεων ἡ χρῆσις τῆς τοιαύτης πραγματείας αὐτῷ παρείλημπται, φησίν· «ἀρχόμενοι μὲν ἀπὸ τοῦ διὰ Μερόης παραλλήλου καθʼ ὃν ἡ μεγίστη ἡμέρα «ὡρῶν ἐστιν ἰσημερινῶν ιγ, φθάνοντες δὲ μέχρι τοῦ γραφομένου διὰ τῶν «ἐκβολῶν Βορυσθένους ὅπου ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν ιϛ.»

`804`

Πεποίηται δὲ καὶ τὴν τῶν εἰρημένων γωνιῶν τε καὶ περιφερειῶν ἔκθεσιν κανονικὴν καθʼ ἕκαστον κλῖμά τε καὶ δωδεκατημόριον πάλιν διὰ τὸ πρόχειρον, παρατιθεὶς ἐν μὲν τοῖς πρώτοις σελιδίοις τὴν ποσότητα τῶν ἐφʼ ἑκάτερα τοῦ μεσημβρινοῦ ὡρῶν ἰσημερινῶν τοῦ μεγέθους τῆς ἡμέρας ἀπὸ τῆς ἀρχῆς τοῦ οἰκείου δωδεκατημορίου τε καὶ κλίματος, οἷον ὡς ἐπὶ τοῦ διὰ Ῥόδου παραλλήλου, ἐπεὶ ἡ μεγίστη ἡμέρα κατὰ τὴν ἀρχὴν τοῦ Καρκίνου ἐστὶν ὡρῶν ἰσημερινῶν ιδ 𐅵ʹ, παρέθηκεν ἐπὶ τοῦ Καρκίνου κατὰ τὸ πρῶτον σελίδιον ὥρας ζ ιε, κατὰ α ὥραν ἰσημερινὴν παρηυξημένας, μετὰ τὴν κατʼ αὐτὸν τὸν μεσημβρινὸν θέσιν· καὶ ἐξῆς ἐπὶ τοῦ Λέοντος ζ δ, ἐπεὶ πάλιν τὸ μέγεθος τῆς κατὰ τὴν ἀρχὴν τοῦ Λέοντος ἡμέρας ὡρῶν ἐστιν ιδ ϛ η ἔγγιστα. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως.

Ἐν δὲ τῷ δευτέρῳ σελιδίῳ παρέθηκεν τὰ μεγέθη τῶν περιφερειῶν τῶν ἀπὸ τοῦ κατὰ κορυφὴν μέχρι τῆς ἀρχῆς τοῦ οἰκείου δωδεκατημορίου καθʼ ἑκάστην ἀπὸ τοῦ μεσημβρινοῦ ὡριαίαν ἀπόστασιν.

Ἐν δὲ τοῖς τρίτοις καὶ τετάρτοις τὰ μεγέθη τῶν γωνιῶν τῶν παρεχομένων ὑφʼ ὧν διεστειλάμεθα κύκλων· ἐν μὲν τοῖς τρίτοις τὰς τῶν πρὸς ἀνατολὰς θέσεων ἐν δὲ τοῖς τετάρτοις τὰς τῶν πρὸς δυσμάς.

Εἶτα βουλόμενος ἡμᾶς εἰς ὑπόμνησιν ἀγαγεῖν τῶν ἐν ἀρχῇ περὶ τῆς πραγματείας τῶν γωνιῶν αὐτῷ εἰρημένων, φησὶν ὅτι «μεμνῆσθαι δὲ χρὴ «ὅτι τῶν δύο γωνιῶν τῶν πρὸς τῷ ἑπομένῳ τμήματι τοῦ ζῳδιακοῦ ὑπὸ «τοῦ διὰ τοῦ κατὰ κορυφὴν γινομένων, τὴν ἀπʼ ἄρκτου τοῦ αὐτοῦ τμήματος ἀεὶ παρειλήφαμεν, τοιούτων ἐφʼ ἑκάστης αὐτῶν τὴν πηλικότητα «παρατιθέντες οἵων ἡ μία ὀρθὴ ϙ. καὶ ἔστιν ἡ ἔκθεσις τῶν κανονίων «τοιαύτη.»

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: spw-ah`.
