---
title: The Epic of Jacob and Shechem
author: Theodotus the Jew
eul_wid: mgw-aa
eul_aid: mgw
canonical: "https://eulogikon.org/works/theodotus-jewish-epic-of-jacob-and-shechem-mgw-aa"
lang: grc
content_hash: "sha256:89ab8036f4dce500da07fe3f346cb057512b28e7ff4fc8b1c8b6a50320431705"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# The Epic of Jacob and Shechem

**Author:** Theodotus the Jew

**eul_wid:** `mgw-aa` · [HTML page](https://eulogikon.org/works/theodotus-jewish-epic-of-jacob-and-shechem-mgw-aa)

## Text

<!-- 757-764 -->

περὶ Ἰουδαίων

  

<!-- 757 -->ἡ δʼ ἄρʼ ἔην ἀγαθή τε καὶ αἰγινόμος χὐδρηλή,  

οὐδὲ μὲν ἔσκεν ὁδὸς δολιχὴ πόλιν εἰσαφικέσθαι  

ἀγρόθεν, οὐδέ ποτε δρία λαχνήεντα πονεῦσιν.  

ἐξαυτῆς δὲ μάλʼ ἄγχι δύʼ οὔρεα φαίνετʼ ἐρυμνά,  

<!-- 5 -->ποίης τε πλήθοντα καὶ ὕλης· τῶν δὲ μεσηγὺ  

ἀτραπιτὸς τέτμηται ἀραιὴ αὐλῶπις ἔνθʼ ἑτέρωθι  

ἡ διερὴ Σικίμων καταφαίνεται, ἱερὸν ἄστυ,  

νέρθεν ὑπὸ ῥίζῃ δεδμημένον, ἀμφὶ δὲ τεῖχος  

λισσόν, ὑπώρειαν δʼ ὑποδέδρομεν αἴποθεν ἕρκος.  

<!-- 758 -->ἔνθεν δʼ ἐξενέποιμεν, ὅθι πτόλιν ἤλυθʼ Ἰακὼβ  

εὐρεῖαν Σικίμων· ἐπὶ δʼ ἀνδράσι τοῖσιν ἔτῃσιν  

ἀρχὸς Ἐμὼρ σὺν παιδὶ Συχέμ, μάλʼ ἀτειρέε φῶτε.  

<!-- 759 -->Ἰακὼβ Συρίην κτηνοτρόφον ἷκτο καὶ εὐρὺ  

ῥεῖθρον Ἐϋφρήταο λίπεν ποταμοῦ κελάδοντος·  

ἤλυθε γὰρ κἀκεῖθι λιπὼν δριμεῖαν ἐνιπὴν  

αὐτοκασιγνήτοιο, πρόφρων δʼ ὑπέδεκτο δόμονδε  

<!-- 5 -->Λάβαν, ὅς οἱ ἔην μὲν ἀνεψιός, ἀλλὰ τότʼ οἶος  

ἤνασσεν Συρίης, νεηγενὲς αἷμα λελογχώς.  

τῷ δὲ γάμον κούρης μὲν ὑπέσχετο καὶ κατένευσεν  

ὁπλοτάτης· οὐ μὴν τελέθειν ἐπεμαίετο πάμπαν  

ἀλλὰ δόλον τολύπευσε καὶ εἰς λέχος ἀνέρι πέμπε  

<!-- 10 -->Λείαν, ἥ οἱ ἔην προγενεστέρη. οὐδέ μιν ἔμπης  

ἔλλαθεν, ἀλλʼ ἐνόησε κακορραφίην καὶ ἔδεκτο  

παῖδʼ ἑτέρην, ἀμφοῖν δʼ ἐμίγη συνομαίμοσιν ᾗσι.  

τῷ δʼ υἱεῖς ἐγένοντο νόῳ πεπνυμένοι αἰνῶς  

ἕνδεκα καὶ κούρη Δείνα περικαλλὲς ἔχουσα  

<!-- 15 -->εἶδος ἐπίστρεπτόν τε δέμας καὶ ἀμύμονα θυμόν.  

<!-- 760 -->οὐ γὰρ δὴ θεμιτόν γε τόδʼ Ἑβραίοισι τέτυκται,  

γαμβροὺς ἄλλοθεν ἠὲ νυοὺς ἀγέμεν ποτὶ δῶμα  

ἀλλʼ ὅστις γενεῆς ἒξ εὔχεται εἶναι ὁμοίης.  

<!-- 761 -->ὅς ποτʼ, ἐπεὶ πάτρης ἐξήγαγε δῖον Ἀβραάμ,  

αὐτὸς ἀπʼ οὐρανόθεν κάλεσʼ ἀνέρα παντὶ σὺν οἴκῳ  

σάρκʼ ἀποσυλῆσαι πόσθης ἄπο, καί ῥʼ ἐτέλεσσεν·  

ἀστεμφὲς δὲ τέτυκται, ἐπεὶ θεὸς αὐτὸς ἔειπε.  

<!-- 762 -->εὖ γὰρ ἐγὼ μῦθόν γε πεπυσμένος εἰμὶ θεοῖο·  

δώσειν γάρ ποτʼ ἔφησε δέκʼ ἔθνεα παισὶν Ἀβραάμ.  

<!-- 763 -->βλάπτε θεὸς Σικίμων οἰκήτορας· οὐ γὰρ ἔτιον  

εἰς αὐτοὺς ὅστις κε μόλοι κακὸς οὐδὲ μὲν ἐσθλός·  

οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πτόλιν οὐδὲ θέμιστας·  

λοίγια δʼ ὠρώρει τοῖσιν μεμελημένα ἔργα.  

<!-- 764 -->ὣς τότε δὴ Συμεὼν μὲν Ἐμὼρ ὤρουσεν ἐπʼ αὐτόν,  

πλῆξέ τέ οἱ κεφαλήν, δειρὴν δʼ ἕλεν ἐν χερὶ λαιῇ,  

λεῖψε δʼ ἔτι σπαίρουσαν, ἐπεὶ πόνος ἄλλος ὀρώρει.  

τόφρα δὲ καὶ Λευὶν μένος ἄσχετος ἔλλαβε χαίτης  

<!-- 5 -->γούνων ἁπτόμενον Συχὲμ ἄσπετα μαργήναντα,  

ἤλασε δὲ κληῗδα μέσην, δῦ δὲ ξίφος ὀξὺ  

σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: mgw-aa`.
