---
title: "Summary of Herodian's Catholic Work"
title_greek: Σύνοψις τοῦ Καθολικοῦ Ἔργου Ἡρωδιανῶν
author: "Theodosius of Alexandria "
eul_wid: vdq-ae
eul_aid: vdq
canonical: "https://eulogikon.org/works/theodosius-alexandria-herodian-summary-vdq-ae"
period: Late Antique
dialect: Technical Koine
domain: Grammar
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Summary of Herodian's Catholic Work

*Σύνοψις τοῦ Καθολικοῦ Ἔργου Ἡρωδιανῶν*

**Author:** Theodosius of Alexandria 

**eul_wid:** `vdq-ae` · [HTML page](https://eulogikon.org/works/theodosius-alexandria-herodian-summary-vdq-ae)

## Text

### 202 (1t)

EX THEODOSII, BYZANTII, UT VIDETUR, EPITOME CATHOLICAE HERODIANI. Cod. 2603 bibl. reg. Paris. Προσῳδία ἐστὶ ποιὰ τάσις ἐγγραμμάτου φωνῆς ὑγιοῦς κατὰ τὸ ἀπαγγελτικὸν τῆς λέξεως ἐκφερομένης μετά τινος τῶν συνεζευγμένων περὶ μίαν συλλαβήν, ἤτοι κατὰ συνήθειαν διαλέκτου ὁμολογουμένη, ἤτοι κατὰ τὸν ἀναλογικὸν ὅρον καὶ λόγον. Ἰστέον οἱ ὁρισμοὶ ἀπὸ γένους καὶ διαφορῶν συνεστήκασι· κἀνταῦθα γοῦν τὸ μὲν ποιὰ τάσις ἀντὶ τοῦ γένους ἐστί· καὶ γὰρ καθολικόν τε ἐστὶν ἡ τάσις ἐπὶ χειρὸς καὶ ποδὸς καὶ λίθων καὶ ἄλλων πολλῶν λέγεται· τὸ δὲ ἐγγραμμάτων καὶ τὰ λοιπὰ ἀντὶ συστατικῶν διαφορῶν. Ἡ προσῳδία οὖν, φησί, τάσις ἐστὶ φωνῆς ποιά, ἤγουν ποιότητά τινα ἔχουσα· ἢ γὰρ ἐπιτεταμένη ἐστὶν ἢ ἀνειμένη ἢ μέση, τουτέστιν ἢ ὀξύτονος ἢ περισπώμενος. Ἐπεὶ δ’ ἡ φωνὴ διττή ἐστιν, ἢ γὰρ ἔναρθρος ἐγγράμματος, ὡς ἡ ἐκ διανοίας ἀνθρωπίνης παραπεμπομένη, ἢ ἄναρθρος, τουτέστι μὴ δυναμένη γραφῆναι, ὡς ἡ τῶν ἀλόγων ζώων καὶ ὁ ἦχος ὁ ἀπὸ σιδήρου ἢ ξύλου ἤ τινος τοιούτου γενόμενος· ἔστι δὲ καὶ τούτων ἑκατέρα διττή· ἢ γὰρ σημαντική ἐστιν, ἢ ἀσήμαντος καὶ ἄναρθρος. σημαντική, ὡς ἡ τοῦ κυνὸς ὑλακή· σημαίνει γὰρ παρουσίαν τινὸς ἐπιδημήσαντος, ἄναρθρος δὲ ἀσήμαντος, ὡς ὁ ἐκ λίθων ἦχος γινόμενος, ἔναρθρος δὲ ἀσήμαντος ὡς τὸ σκινδαψὸς τὸ κλίτηρι καὶ τὰ τοιαῦτα· ἔναρθρος δὲ σημαντικὴ ὡς ὕδωρ, θάλασσα καὶ ὅσα κατὰ πραγμάτων φωναὶ τίθενται· ἐπεὶ γοῦν καὶ ἄναρθροί εἰσι φωναὶ τάσιν ἔχουσιν ὡς ὁ ἀπὸ σιδήρου καὶ ξύλου, ἃς καὶ κυρίας οὐκ ἂν εἴποιμεν φωνάς.

### 203

Διὰ τοῦτο προσέθηκεν ἐγγραμμάτους· πάλιν δὲ ἐπεὶ εἰσὶ μὲν καὶ ἐγγράμματοι φωναί, ὡς εἰρήκαμεν, οὐ δηλοῦσι δέ τι, τούτου χάριν εἶπεν ὑγιοῦς, ἤγουν σημαινούσης τι. Ἔν τισι δὲ τῶν βιβλίων καὶ ὑγιῶς εὑρίσκεται πρὸς τάσιν ἀποδιδομένη, τουτέστι σημαίνουσά τι, ἤγουν ἡ πεποιημένη φωνὴ τάσις, οὐκ ὀφείλει ἔτυχεν ἐκφέρεσθαι, ἀλλὰ πάντως ὑγιῶς καὶ ὀρθῶς, ὅθεν σαφέστερον δηλῶν τίς ἐστιν ὑγιὴς τάσις, ἀπήγαγε κατὰ τὸ ἐπαγγελτικὸν τῆς λέξεως ἐκφερομένης, τουτέστιν ἡ τάσις ὀρθή ἐστιν, ἥτις κατὰ ἐπαγγελίαν ἤγουν σημασίαν τῆς λέξεως ἐκφέρεται, οἷον τὸ ἁγνός εἰ μὲν σημαίνει τὸν καθαρόν, ὀξύνεται· εἰ δὲ σημαίνει τὴν βοτάνην παροξύνεται· πάλιν τὸ ἀργός εἰ μὲν ὀξύνεται, σημαίνει τὸν ῥάθυμον, εἰ δὲ βαρύνεται, ὄνομα τόπου, καὶ κυνὸς καὶ ἀνδρός· πρέπει οὖν, φησί, τὴν ποιὰν τάσιν τὴν ἐγγράμματον καὶ σημαίνουσάν τι, ὡς ἡ σημασία τῆς λέξεως ἀπαιτεῖ, ἐκφέρεσθαι, καὶ βουλομένῳ σοι τὸ ἀργος τὴν ἀπώλειαν εἰπών ἀργός ἡ τάσις ἀποδοθήτω, ἀλλὰ κατὰ σημασίαν τῆς λέξεως. Τὸ δὲ μετά τινος τῶν συνεζευγμένων περὶ μίαν συλλαβὴν τοῦτο δηλοῖ, ὅτι οὔτε τόνος χωρὶς χρόνου εὑρίσκεται, οὔτε χρόνος χωρὶς τόνου, ὥσπερ καὶ ὁ τόνος ἢ μετὰ χρόνου καὶ πνεύματος. Σαφηνιστέον δὲ τὸ λεγόμενον. Χρόνοι μὲν οὖν εἰσὶ δύο, μακρός – καὶ βραχύς , πνεύματα δύο, δασύ ҅ καὶ ψιλή ҆· τόνοι τρεῖς, ὀξεῖα ´ , βαρεῖα ` καὶ ἡ περισπωμένη ῀ .

### 204

Ταῦτα τοιγαροῦν ἄνευ ἀλλήλων οὐκ ἐκφωνεῖται, οἷον ὁ Ἥλιος ὄνομα ἔχει καὶ χρόνον μακρὸν τὸ Η καὶ πνεῦμα δασὺ καὶ τόνον τὴν ὀξεῖαν. Ἰδοὺ καὶ τόνος καὶ χρόνος καὶ πνεῦμα. Ἰστέον δέ, ὅτι τόνος χωρὶς πνεύματος ἐκφέρεται καὶ πνεῦμα χωρὶς τόνου· ἄνευ δὲ χρόνου οὔτε τόνος οὔτε πνεῦμά ἐστιν, ὥσπερ οὐδὲ χρόνος χωρὶς τόνου· οὐκ ἔστι δὲ συλλαβὴ μὴ ἐπιδεχομένη τόνον κατὰ τοὺς παλαιοὺς τῶν γραμματικῶν· συνεζευγμένα οὖν ὀνομάζει τοὺς τόνους, τοὺς χρόνους, τὰ πνεύματα, ὅτι καὶ τὸν τῆς προσῳδίας ὅρον ἐπιδέχονται καὶ προσῳδίαι καλοῦνται. Τὸ δὲ ἤτοι κατὰ συνήθειαν διαλέκτου ὁμολογουμένη, ἤτοι κατὰ τὸν ἀναλογητικὸν ὅρον καὶ λόγον εἰπὼν τοὺς τρόπους διδάσκει καθὼς καὶ προσῳδίαι ἐκφέρονται. Καὶ γάρ, φησίν, ἢ κατὰ διάλεκτον προάγονται ἢ κατὰ ἀναλογίαν καὶ κανόνα· ἀναλογίαν δέ φημι τὴν τῶν ὁμοίων παράθεσιν, οἷον τὸ μὲν ὁμοῖος κατὰ ἀναλογίαν ἐκφέρεται· τὰ γὰρ διὰ τοῦ οιος ἅπαντα προπερισπῶμεν, τὸ ἑτεροῖος, γελοῖος, παντοῖος· διὰ τοῦτο καὶ Ὅμηρος τῇ ἀναλογίᾳ χρησάμενος ἔφη· ὡς ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς εἰς τὸν ὁμοῖον· οἱ δὲ Ἀττικοὶ ὅμοιος λέγουσι· καὶ πάλιν ἡμεῖς μὲν ἀναλόγως τρόπαιον λέγομεν, ὡς ἔλαιον, σπήλαιον, οἱ δὲ Ἀττικοὶ τροπαῖον. Καὶ τὸ Ἀχιλλεύς καὶ τὸ Πηλεύς καὶ τὰ ὅμοια ἡμεῖς μὲν ὀξύνομεν, οἱ δ’ Αἰολεῖς βαρύνουσιν. Οὕτω καὶ τὸ εἱρκτή οἱ μὲν Ἀττικοὶ δασύνουσιν, ἡμεῖς δὲ ψιλοῦμεν. Καὶ τὸ Ἀπόλλων ἡμεῖς μὲν ἀναλόγως τὸ α συστέλλομεν, οἱ δ’ Ἀττικοὶ ἐκτείνουσιν ὡς τὸ Ἀπόλλωνι ἄνακτι τὸν ἠΰκομος τέκε Λητώ. Ἰστέον, ὅτι οὐ τοὺς τόνους μόνους ὡρίσατο καὶ τούτους προσῳδίας ἐκάλεσεν, ὥς τισιν ἔδοξε πλανηθεῖσιν ἐκ τοῦ εἰπεῖν ποιὰ τάσις, ἀλλὰ καὶ τοὺς χρόνους καὶ τὰ πνεύματα. Καὶ γὰρ οἱ χρόνοι τάσιν ἔχουσι καθὸ ὁ μὲν ἐκτείνεται, ὁ δὲ συστέλλεται, καὶ τὰ πνεύματα δὲ ἐπεὶ τὸ μὲν ἐκ τοῦ θώρακος πρόεισιν ἐπιτεταμένως, τὸ δὲ ἐξ ἄκρων χειλέων συνεσταλμένως· ἀλλ’ ἐπεὶ τὸν τῆς προσῳδίας ὅρον ὡς οἷόν τε ἐξηγησάμεθα φέρε εἰς πόσα διαιρεῖται ἡ προσῳδία εἴπωμεν.

### 205

Ποσαχῶς ἡ διαίρεσις διαιρεῖται τοίνυν ἡ προσῳδία εἰς τέσσαρα, εἰς τόνους, εἰς χρόνους, εἰς πνεύματα καὶ εἰς πάθη. Ζητεῖται κατὰ ποῖον τρόπον τῆς διαιρέσεως διαιρεῖται ἡ προσῳδία εἰς τέσσαρα. Ὀκταχῶς γὰρ γίνεται ἡ διαίρεσις. Ἔστι γὰρ ἀπὸ γένους εἰς εἴδη, ὡς τὸ ζῶον εἰς ἄνθρωπον καὶ ἵππον, ἢ τὸ φυτὸν ἡ ἐλαία καὶ ἄμπελος, ἢ ἀπὸ εἴδους εἰς ἄτομα, ὡς ἄνθρωπος εἰς τοὺς κατὰ μέρος ἀνθρώπους, ἢ ἀπὸ ὅλου εἰς μέρη καὶ αὕτη διχῶς· ἢ γὰρ ὁμοιομερῆ ἢ εἰς ἀνομοιομερῆ· εἰς ὁμοιομερῆ μέν, ὅταν καὶ τοῦ ὀνόματος ὅλου ἀλλήλων μετέχουσι τὰ μέρη καὶ τοῦ μερισμοῦ, οἷον ὁ μέγας λίθος τέμνεται εἰς μικρὰ λιθίδια, ἅτινα καὶ τοῦ ὅλου λίθου τὸ ὄνομα καὶ ἀλλήλων ἔχει καὶ τὸν ὁρισμόν· εἰς ἀνομοιομερῆ δέ, ὡς ὅταν τὴν κεφαλὴν εἰς ὦτα, εἰς ῥῖνα, εἰς ὀφθαλμούς· ταῦτα γὰρ οὔτε ἀπὸ τοῦ ὅλου ὀνόματος λέγονται οὔτε ἀλλήλων, οὔτε τὸν αὐτὸν ὁρισμὸν τοῦ ὅλου ἢ ἀλλήλων ἐπιδέχονται, κ.τ.λ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vdq-ae`.
