---
title: Thebaid Fragments
title_greek: Θηβαΐδος Ἀποσπάσματα
author: "Thebaïs "
eul_wid: lko-aa
eul_aid: lko
canonical: "https://eulogikon.org/works/thebais-fragments-lko-aa"
period: Hellenistic
dialect: Epic (Homeric)
domain: Epic
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Thebaid Fragments

*Θηβαΐδος Ἀποσπάσματα*

**Author:** Thebaïs 

**eul_wid:** `lko-aa` · [HTML page](https://eulogikon.org/works/thebais-fragments-lko-aa)

## Text

### book 1

Ἄργος ἄειδε, θεά, πολυδίψιον, ἔνθεν ἄνακτες

### book 2.1

αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς

### book 2.2

Πολυνείκης

### book 2.3

πρῶτα μὲν Οἰδιπόδηι καλὴν

### book 2.4

παρέθηκε

### book 2.5

τράπεζαν ἀργυρέην Κάδμοιο θεόφρονος· αὐτὰρ ἔπειτα

### book 2.6

χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου.[ln_5]αὐτὰρ ὅ γ’ ὡς

### book 2.7

φράσθη

### book 2.8

παρακείμενα

### book 2.9

πατρὸς ἑοῖο

### book 2.10

τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῶι, αἶψα δὲ παισὶν ἑοῖσιν ἐπ’ ἀμφοτέροισιν ἐπαρὰς ἀργαλέας ἠρᾶτο· θοὴν δ’ οὐ λάνθαν’ Ἐρινύν· ὡς οὔ οἱ πατρώϊ’ ἐνηέι 〈ἐν〉 φιλότητι[ln_10]δάσσαιντ’, ἀμφοτέροισι δ’ ἀεὶ πόλεμοί τε μάχαι

### book 2.11

τε

### book 3.1

ἰσχίον ὡς ἐνόησε, χαμαὶ βάλεν εἶπέ τε μῦθον· ‘ὤ μοι ἐγώ, παῖδες μέγ’ ὀνειδείοντες ἔπεμψαν ...‘[ln_2]* εὖκτο Διὶ βασιλῆϊ καὶ ἄλλοις ἀθανάτοισι

### book 3.2

χερσὶν ὑπ’ ἀλλήλων καταβήμεναι Ἄιδος εἴσω.

### book 4.1

πουλύποδός μοι, τέκνον, ἔχων νόον, Ἀμφίλοχ’ ἥρως, τοῖσιν ἐφαρμόζειν, τῶν κεν κατὰ δῆμον ἵκηαι, ἄλλοτε δ’ ἀλλοῖος

### book 4.2

τελέθειν καὶ χώρωι ἕπεσθαι.

### book 7

εἵματα λυγρὰ φέρων σὺν Ἀρίονι κυανοχαίτηι

### book 10

ἀμφότερον μάντιν τ’ ἀγαθὸν καὶ δουρὶ μάχεσθαι

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: lko-aa`.
