---
title: "Commentary on Aristotle in Greek: On Metaphysics Β"
author: Syrianus of Athens
eul_wid: tfq-ae
eul_aid: tfq
canonical: "https://eulogikon.org/works/syrianus-athens-commentary-aristotle-on-metaphysics-tfq-ae"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:03dc0e2d3d9eb2c74463f45ad44d92977f5a415355f7ecad1bd3f5bdb7163f9f"
content_modified_at: "2026-11-09"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Aristotle in Greek: On Metaphysics Β

**Author:** Syrianus of Athens

**eul_wid:** `tfq-ae` · [HTML page](https://eulogikon.org/works/syrianus-athens-commentary-aristotle-on-metaphysics-tfq-ae)

## Text

Part of [Commentary on Aristotle in Greek](/works/syrianus-athens-commentary-aristotle-tfq-ad)

`1`

ΣΥΡΙΑΝΟΥ ΤΟΥ ΦΙΛΟΞΕΝΟΥ

ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΩΙ Β ΤΗΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ ΛΟΓΙΚΩΣ ΗΠΟΡΗΜΕΝΩΝ ΚΑΙ ΔΙΑΙΤΗΣ ΗΞΙΩΜΕΝΩΝ

`2`

Ἐν τῷ μείζονι Α τίς ἡ παροῦσα σκέψις εἰπών, ὅτι ἡ τοῦ ὄντος ᾗ ὄν, καὶ τίς ἡ ἐπιστήμη, ὅτι ἡ πρώτη φιλοσοφία, καὶ πόσα τὰ αἴτια, καὶ πῶς οἱ πρὸ αὐτοῦ περὶ τῶν αἰτίων τοῦ ὅπως ποτὲ ὄντος διελέχθησαν, ἔτι δὲ ἐν τῷ ἐλάττονι τῶν Α δείξας, ὅτι οὔτε κατʼ εὐθυωρίαν οὔτε κατʼ εἶδος ἄπειρα τὰ αἴτια, νῦν ἀρχόμενος τοῦ Β πρῶτον ἀπορῆσαι χρῆναί φησιν, ἵνα τε εὐπορώτερον ἀναστραφῶμεν ἐν τοῖς προκειμένοις σκέμμασιν — οὔτε γὰρ εὐπορῆσαι δυνατὸν μὴ λύσαντας τὰς ἀπορίας οὔτε λῦσαι μὴ κατανενοηκότας τὸ ἄπορον τοῦ πράγματος —, καὶ ἔτι ὅπως ἂν ἴδωμεν τὸ τέλος τῆς προκειμένης θεωρίας· ἡ γὰρ λύσις τῶν ἀπόρων εὐοδίαν παρέχουσα ἐπʼ αὐτὸ καταντᾶν ἡμᾶς τὸ ἀληθέστατον τῆς θεωρίας τέλος παρασκευάσει· κἀκ τούτων δὲ καθῆκον τῷ φιλοσόφῳ τὸ ἀπορεῖν δείκνυσιν, ἵνα τῶν ἀντικειμένων λόγων ὥσπερ ἀπρόληπτος καὶ ἀδέκαστος γενόμενος διαιτητὴς ἕληται τὸ τῇ ἀληθεῖ θεωρίᾳ συμφωνότερον. ταῦτα προοιμιασάμενος ἔκθεσιν πρῶτον ποιεῖται τῶν ἀποριῶν, εἶθʼ ὕστερον ἐφʼ ἑκάστης ἑκατέρῳ τῶν ἀντικειμένων συνηγορήσας λόγων ἐπιτείνει τὴν τῶν ἀποριῶν δυσκολίαν. τὰς δὲ λύσεις παρʼ αὐτοῦ μὲν οὐ χρὴ ζητεῖν ἐν τούτῳ τῷ βιβλίῳ· διαπορητικὸν γάρ ἐστιν ὅλον τὸ Β· ἡμεῖς δὲ ἅμα προτείνοντος αὐτοῦ τὰ ἄπορα διʼ ὀλίγων ἀποκρίνεσθαι πειρασόμεθα καὶ τοὺς ἀντικειμένους λόγους ἐρωτῶντος τοῖς μὲν ἀληθέσι συμφθέγξασθαι, τοῖς δὲ σοφιστικοῖς ἀνταγωνίσασθαι. κρατήσας γάρ τις τοῦ τοιούτου σκοποῦ τήν τε λέξιν τοῦ φιλοσόφου σαφῆ καταστήσει καὶ τῆς ὅλης πραγματείας τὴν προαίρεσιν ἐν οὐ πολλοῖς περιλήψεται — περὶ γὰρ ὧν ἐνταῦθα προὔτεινε καὶ οὐ περί τινων ἄλλων ὁ Ἀριστοτέλης, ὅ τι μὴ πάρεργον, ἐν ταῖς ὑπὲρ φύσιν αὐτοῦ ταύταις διδασκαλίαις διαλέξεται· ἔτι δὲ πρόχειρον μὲν ποιήσει τῶν ἐριστικῶν λόγων τὸν ἔλεγχον· ἐνδείξεται δὲ καὶ πῶς ἂν ὁ Πυθαγόρειός τε καὶ Πλατωνικὸς πρὸς τὰς ἐνστάσεις ταύτας ἀπαντήσειε. πρώτη οὖν ἀπορία,

Πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι τὰς αἰτίας.

Ὃ μὲν ζητεῖ τοιοῦτόν ἐστιν· ἐπειδὴ καὶ ποιητικόν ἐστιν αἴτιον καὶ εἰδικὸν καὶ τελικόν, ἐπί τινων δὲ καὶ ὑλικόν, ἆρα ὁ ἐπιστήμων τοῦ πράγματος εἴσεται πάντα αὐτοῦ τὰ αἴτια, εἷς ὢν καθὸ μίαν ἐπιστήμην ἔχει, ἢ πολλαὶ ἐπιστῆμαι περὶ τὰ πολλὰ διατρίψουσιν αἴτια, καὶ ἄλλη μὲν εἴσεται τὸ ποιητικόν, ἄλλη δὲ εἰ τύχοι τὸ ὑλικὸν ἢ τὸ τελικόν, ἄλλη τὸ εἰδικόν; ἀποκρινούμεθα οὖν ὅτι μία πάντα ἐπισκέπτεται· ἓν γάρ τι αὐτῶν ἀγνοοῦσα οὐχ ἕξει τοῦ πράγματος ἐπιστήμην. εἰ δὲ καὶ περὶ τῆς σοφίας ὁ λόγος εἴη, κομιδῇ γελοῖον τὸ ἀγνοεῖν αὐτὴν οἴεσθαι τὸ ἀγαθὸν ἢ τὸ εἶδος ἢ τὸ γεννητικὸν τῶν ὄντων αἴτιον.

Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης ἰδεῖν μόνον, ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεινύουσι πάντες.

`3–4`

Ζητεῖ μὲν εἰ ὁ πρῶτος φιλόσοφος τὰς αἰτίας τοῦ ὄντος ἐπιστάμενος εἴσεται καὶ τὴν ἐν ταῖς πρωτίσταις καὶ ἀμέσοις προτάσεσιν ἀλήθειαν, ἢ ἑτέρου μὲν ἡ γνῶσις τῶν τοῦ ὄντος ἀρχῶν, ἑτέρου δὲ τῶν ὄντων καὶ ὁλικωτάτων ἀξιωμάτων. δῆλον δέ ἐστιν ὅτι τοῦ αὐτοῦ καὶ ταύτην κἀκεῖνα γινώσκειν· οὔτε γὰρ ἀγνοῶν τὰ ἕτερα τέλειός ἐστι καὶ κατὰ τὴν ἑκατέρων τῶν ἀρχῶν εἴδησιν ἐπιστήμην ἕξει τῶν ἐπιστημῶν, διὰ μὲν τῆς τῶν ἀξιωμάτων θεωρίας ἀρχὰς εἰδὼς τὰς ἀποδεικτικὰς καὶ χορηγῶν αὐτὰς ταῖς ἄλλαις ἐπιστήμαις — διαλεκτικῇ μὲν καὶ ὅλως πάσαις ταῖς συλλογιζομέναις, ὅτι μὴ δυνατὸν τὸ αὐτὸ φάναι ἅμα καὶ ἀποφάναι, φυσικῇ δὲ ὅτι μηδὲν ἐκ τοῦ μὴ ὄντος γίγνεται, γεωμετρίᾳ δὲ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, πᾶσι δὲ καὶ πάσαις ὅτι τἀγαθὸν τὸ ἔσχατον τῶν ἐφετῶν· περὶ ὧν αἱ μὲν χρώμεναι πιστευτικὴν ἕξουσι γνῶσιν, αὐτὸς δὲ παρὰ νοῦ ταύτας ἀποδεξάμενος κρειττόνως ἢ κατὰ ἀπόδειξιν ἐπιστήσεται —, διὰ δὲ τῆς τοῦ ὄντος αἰτίας πάντα τὰ ἐπιστητὰ θεωρῶν. ὥσπερ οὖν τοῦ αὐτοῦ ἐστιν ἐπιστήμην ἔχειν καὶ τὸ ἐπιστητόν, καὶ ὁ τοῦ ἑτέρου μὴ τυχὼν οὐδὲ τὸ λειπόμενον ἔχει, οὕτως ἑνὸς καὶ τοῦ αὐτοῦ ἀνδρὸς τὰς αἰτίας τῶν ὄντων ἐπεσκέφθαι καὶ τὰς ἀποδεικτικὰς ἀρχάς, διʼ ὧν τά τε ὄντα καὶ τὰς εἰδήσεις τῶν ὄντων ἄνωθεν ἔκ τινος νοερᾶς περιωπῆς ἐπισκέψεται. εἴτε ἔστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονές εἰσι. ζητεῖ μὲν εἰ συγχωρηθείσης τῆς σοφίας περὶ τὸ ὂν ἔχειν περὶ πᾶν ἕξει τὸ ὂν αὕτη, ἢ πλείους ἔσονται αἱ τὴν γνῶσιν τοῦ ὄντος κατανειμάμεναι. ἀποκρινούμεθα δὲ ὅτι τῆς μὲν σοφίας ἐστὶ τὰ ὄντα πάντα ᾗ ἐστιν ὄντα εἰδέναι· οὐδὲν μέντοι κωλύει καὶ ἄλλας εἶναι μόρια τοῦ ὄντος κατανειμαμένας, εἰ καὶ ἑτέρως αὐτὰ καὶ κοινότερον θεωροῦσιν, οἷον τὴν ἀριθμητικὴν καὶ τὴν ἀστρολογίαν, φυσικήν, ἰατρικὴν κἂν εἴ τινες ἄλλαι τοιαῦται. καὶ εἰ πλείονες, πότερον ἅπασαι συγγενεῖς, ἢ τὰς μὲν σοφίας τὰς δὲ ἄλλο τι λεκτέον αὐτῶν. τοῦτο λείψανόν ἐστι τοῦ πρὸ αὐτοῦ· καὶ γὰρ οὐδʼ ἐν τοῖς ἑπομένοις ἰδίᾳ περὶ αὐτοῦ ποιήσεται λόγους. φαίης δʼ ἂν ἀπαντῶν πρὸς τὸ πρόβλημα, ὅτιπερ τὰ μὲν εἴδη τῆς ὅλης φιλοσοφίας, οἷον ἡ πρώτη φιλοσοφία καὶ ἡ φυσική, ἀλλήλαις τε συγγενεῖς καὶ τῇ ὅλῃ, αἱ δὲ μὴ περὶ τὰς οὐσίας προηγουμένως διατρίβουσαι, ὡς αἱ μαθηματικαί, ὡς μὲν μὴ συνταττόμεναι πρὸς αὐτὴν τὴν σοφίαν ἢ παρισούμεναι αὐτῆς τῷ μεγέθει καὶ κάλλει καὶ ἀξιώματι, οὐδαμῶς ἂν αὐτῆς συγγενεῖς εἶναι λέγοιντο, ὅθεν οὐδὲ πολλαὶ σοφίαι, ἀλλὰ μία ἡ ἀληθεστάτη· ὡς δʼ ἀπʼ αὐτῆς προϊοῦσαι καὶ τῶν ἐνδοθεισῶν παρʼ αὐτῆς ἀρχῶν ἐξηρτημέναι καὶ μηδʼ ὁπωστιοῦν ἀποστατεῖν αὐτῆς δυνάμεναι, ταύτῃ γε ἀλλήλων τε ἂν καὶ τῆς ἡγεμονικωτάτης καὶ ἑαυτῶν ἐπιστήμης συγγενεῖς εἶναι λέγοιντο· καὶ ὅτι πασῶν ὁ νοῦς ἐστι πατὴρ ἐξῃρημένος, εἰ καὶ προσεχῶς μὲν τῆς σοφίας, οἱονεὶ μονάδα τινὰ ταύτην ἐπιστημῶν ὑποστησάμενος πάντα τὰ εἴδη τῶν γνώσεων ἐν ἑαυτῇ προειληφυῖαν ἀρχοειδῶς, διʼ αὐτῆς δὲ καὶ τῶν μερικωτέρων τὰς ἀρχὰς καταβαλλόμενος. διόπερ οὐδʼ αὐταὶ πᾶσαι ὁμότιμοι, ἀλλʼ ἡ μὲν προσεχεστέρα τῇ σοφίᾳ τῆς ἀπωτέρω σεμνοτέρα, ἡ δὲ διὰ πλειόνων ἐπιστημῶν εἰς αὐτὴν ἀνατρέχουσα τῶν μεταξὺ πασῶν ἐστι καταδεεστέρα. ἀλλʼ οὐδὲ τὸ συγγενὲς ὁμοίως ἔχουσιν· ἀριθμητικὴ μὲν γὰρ γεωμετρίᾳ καὶ ταῖς ἄλλαις μαθηματικαῖς συγγενεστέρα ἤπερ τῇ φυσικῇ καὶ τῇ ἰατρικῇ· διʼ ἑνὸς γὰρ συνδέσμου τοῦ τῆς σοφίας ἐπὶ νοῦν μετʼ αὐτῶν ἀναπέμπεται. διαιρετικὴ δὲ καὶ ἀναλυτικὴ καὶ ὁριστικὴ καὶ ἀποδεικτικὴ ἀλλήλαις πλέον προσήκουσιν ἤπερ ἄλλαις τισίν, ἅτε προσεχῶς αὐτῆς ἐξηρτημέναι τῆς σοφίας καὶ διʼ αὐτῆς ἅμα φανοτάτῳ πυρὶ τῷ γένει δωρηθεῖσαι τῶν σωθήσεσθαι μελλουσῶν ψυχῶν. καὶ τοῦτο δὲ αὐτὸ τῶν ἀναγκαίων ἐστὶ ζητῆσαι, πότερον τὰς αἰσθητὰς οὐσίας εἶναι μόνον φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας. αὐτὸς μὲν ἄξιον εἶναί φησι ζητήσεως, εἰ πρὸς ταῖς αἰσθηταῖς οὐσίαις οἷον οὐρανῷ, γῇ, τοῖς μεταξὺ στοιχείοις, ζῴοις τε καὶ φυτοῖς εἰσὶ καὶ ἄλλαι νοηταί τινες οὐσίαι. ζητήσειε δʼ ἄν τις εὐλογώτερον, εἰ πρὸς ταῖς ἀληθέσιν οὐσίαις καὶ τὴν φαινομένην διακόσμησιν οὐσίαν προσαγορεύεσθαι δίκαιον· μήποτε γὰρ αὐτῇ τὸ τῆς γενέσεώς ἐστι πρεπωδέστερον ὄνομα. καὶ πότερον μοναχῶς ἢ πλείονα γένη τῶν οὐσιῶν, οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων τε καὶ τῶν αἰσθητῶν. μόριον μέν ἐστι καὶ τοῦτο τοῦ πρὸ αὐτοῦ προβλήματος· ὡς ἓν γὰρ αὐτὸ ἐν τοῖς ἑπομένοις ἐργάσεται. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. καὶ εἰ συγχωρηθείη, φησίν, εἶναί τις οὐσία παρὰ τὴν αἰσθητήν, ἆρα μονοειδής τις ἔσται ἢ τοὐλάχιστον δυοειδής; ἤδη γὰρ ὁ Πλάτων ἐδόκει μεταξὺ τῆς νοητῆς καὶ τῆς αἰσθητῆς τὴν διανοητὴν παραλαμβάνειν, ὑφʼ ἣν ἔταττε καὶ τὰ μαθήματα, οὐ τὰ φανταστὰ δηλονότι καὶ τὰ δοξαστά — ταῦτα γὰρ οὐκ οὐσίαι ἀλλʼ εἰκόνες οὐσιῶν —, ἐκεῖνα δὲ ὅσα κατʼ οὐσίαν ἡ ψυχὴ περιέχειν ἐν ἑαυτῇ λέγεται, ὧν καὶ τὰς ἀρχὰς τάς τε γεωμετρικὰς καὶ τὰς ἀριθμητικὰς καὶ τὰς ἁρμονικὰς ὁ δημιουργικὸς νοῦς ἐντιθεὶς αὐτῇ κατὰ τὴν ψυχογονίαν ἐν Τιμαίῳ παραδέδοται. φήσομεν οὖν ὅτι δυνατὸν μὲν καὶ μίαν λέγειν εἶναι πᾶσαν τὴν νοητὴν οὐσίαν, ὅταν τὴν αἰσθητὴν αὐτῆς μόνην χωρίζωμεν, «τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μέν, ὂν δὲ οὐδέποτε» κατὰ τὴν εἰς δύο διαίρεσιν τῶν ὅπως ποτὲ ὄντων· δυνατὸν δὲ καὶ τὴν ἀφανῆ καὶ λογισμῷ θεατὴν ὑποδιαιρεῖν εἴς τε τὴν κυρίως νοητὴν καὶ εἰς τὴν διανοητὴν κατὰ τὴν ἐν Πολιτείᾳ γραμμήν· ἐπεὶ καὶ ἑκατέραν τούτων ἔξεστιν ὑποδιαιρεῖν· νοητάς τε γὰρ καὶ νοερὰς πολλὰς τάξεις παρειλήφαμεν, καὶ τῶν ψυχῶν ὁ διάκοσμος πολλαχῇ τῷ κατʼ εἴδη τὰ ὄντα διακρίνειν μελετήσαντι πολλὴν ἔχων ἀναφανήσεται τὴν κατʼ οὐσίαν ἑτερότητα.

Περί τε τούτων οὖν, καθάπερ φαμέν, ἐπισκεπτέον, καὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθʼ αὑτὰ ταῖς οὐσίαις.

`5`

Ἡ σοφία, φησί, πότερον τὰς οὐσίας μόνας ἐπισκέπτεται τῶν πραγμάτων ἢ τὰ καθʼ αὑτὰ συμβεβηκότα; φήσομεν ὅτι καὶ τὰς οὐσίας καὶ τὰ οὕτως ὑπάρχοντα, διὰ μὲν τῆς ἀναλυτικῆς τὰς ἀρχὰς τοῦ ὄντος λαμβάνουσα, διὰ δὲ τῆς διαιρετικῆς καὶ τῆς ὁριστικῆς τὰς οὐσίας τῶν πάντων θεωροῦσα, διὰ δὲ τῆς ἀποδεικτικῆς τὰ καθʼ αὑτὰ ταῖς οὐσίαις ὑπάρχοντα συλλογιζομένη. τοῦτο δὲ οὐκ ἐν ταῖς ἁπλουστάταις καὶ κυρίως νοηταῖς οὐσίαις, αἳ πᾶν ὅπερ εἰσὶ τοῦτό εἰσι — διὸ μήτε ὁρισταὶ μήτε ἀποδεικταὶ γίγνονται, μόνῃ δὲ ἐπιβολῇ θεωροῦνται, καθά φησιν αὐτός τε πολλαχοῦ λέγων· «ὁ δὲ νοῦς εἴτε ἔθιγεν ἢ οὔ», καὶ ὁ θεῖος Πλάτων· «ψυχῆς κυβερνήτῃ μόνῳ νῷ θεατή» —, ἀλλʼ ἐν ταῖς μέσαις οὐσίαις, αἳ καὶ ἀποδεικταί εἰσι κατὰ τὰ ὑπάρχοντα ἑαυταῖς. ἔχει γὰρ οὕτω· τοῖς μὲν ἁπλουστάτοις τῶν ὄντων οὐδὲν ὑπάρχει παρὰ τὸ εἶναι αὐτῶν, ὥστε οὐκ ἔστιν αὐτῶν τὸ μὲν οὐσία τὸ δὲ ἄλλο τι· διὸ κρείττω ταῦτα καὶ ὁρισμοῦ καὶ ἀποδείξεως· τοῖς δὲ καθόλου λόγοις καθʼ ἑαυτούς τε θεωρουμένοις καὶ κοσμοῦσι τὴν αἰσθητὴν φύσιν τὰ καθʼ αὑτὰ συμβεβηκότα παραγίγνεται· διόπερ καὶ ἡ ἀπόδειξις περὶ αὐτὰ ἀναστρέφεται· τοῖς δὲ ἐνύλοις εἴδεσι καὶ ἀτόμοις καὶ αἰσθητοῖς ἤδη καὶ τὰ κυρίως συμβεβηκότα ἐμφαντάζεται, ἃ γίγνεται καὶ ἀπογίγνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. ταῦτα δὲ πάλιν καταδεέστερα ὄντα τῶν ἀποδεικτῶν διὰ τῆς εἰκοτολογίας ληπτὰ γίγνεται, οὔτι γε τῷ σοφῷ καθὸ σοφός, ἀλλʼ ἰατροῖς εἰ τύχοι καὶ φυσικοῖς καὶ παντὶ τῷ τοιούτῳ γένει.

Πρὸς δὲ τούτοις ... πάντων.

`6`

Ὅτι μὲν τοῦ σοφοῦ κατʼ αὐτόν ἐστι τὸν Ἀριστοτέλην τάς τε οὐσίας ἐπεσκέφθαι καὶ τὰ καθʼ αὑτὰ συμβεβηκότα, βοᾷ τὸ τοῦ Γ προοίμιον, τὸ «ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα καθʼ αὑτό». ὅτι δὲ τὰ νῦν εἰς θεωρίαν ἐκκείμενα μάλιστα ἂν δόξειε τῷ ὄντι καθʼ αὑτὸ ὑπάρχειν, δηλοῖ τὸ διὰ πάντων αὐτὰ πεφοιτηκέναι τῶν ὄντων· ἡ γὰρ ταυτότης καὶ ἡ ἑτερότης καὶ ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης καὶ ὅσα νυνὶ προὔτεινεν οὐκ ἐν τοῖσδε μὲν ἐνορῶνται τῶν ὄντων ἄλλων δέ τινων ἀποστατοῦσιν, ἀλλʼ ἄνωθεν ἀπὸ τῶν νοητῶν ἀρξάμεναι καὶ πᾶν τὸ νοητὸν καὶ θεῖον διακοσμήσασαι διὰ τῆς ψυχικῆς οὐσίας ἐπὶ τὴν φύσιν τῶν ὅλων καὶ τὸν οὐρανὸν καὶ τὴν γένεσιν καταντήσασαι ταυτότητος μὲν καὶ ἰσότητος καὶ ὁμοιότητος παρὰ τῆς τοῦ ἑνὸς παναγάθου φύσεως τοῖς οὖσι μεταδεδώκασιν· ἑτερότητας δὲ καὶ ἀνομοιότητας καὶ ἀνισότητας ἐναντιώσεις τε καὶ τὸ πρότερόν τε καὶ ὕστερον καὶ τὰ τοιαῦτα σύμπαντα παρὰ τῆς γονιμωτάτης καὶ ἀνεκλείπτου τῶν πάντων αἰτίας τῆς ἀπειροδυνάμου δυάδος ταῖς τε ἀοράτοις οὐσίαις καὶ ταῖς αἰσθηταῖς κεχορηγήκασιν· ὡς μήτε μεταξὺ φύσιν εἶναι τῶν ἀμερίστων καὶ μεριστῶν μήτε καθʼ ὑπερβολὴν ἐξῃρημένην οὕτω τῶν ὅλων μήτʼ εἰς τὰς τῶν αἰσθητῶν δημιουργημάτων ἀποτελευτήσεις ἀπερριμμένην, ἥτις οὐχὶ τούτοις διακεκόσμηται τοῖς εἴδεσι. καὶ διὰ τοῦτο Πλάτων ἐν τῷ Σοφιστῇ τὰ γένη τοῦ ὄντος διερευνώμενος, ἃ διὰ πάντων φοιτᾷ τῶν ὄντων, ταυτότητα καὶ ἑτερότητα καὶ οὐσίαν καὶ στάσιν καὶ κίνησιν ἀπηριθμήσατο, ἔτι δὲ τὴν τοῦ μὴ ὄντος φύσιν ἐνέφηνεν, ἣ πάσης μὲν διαφορᾶς πάσης δὲ ἀντιθέσεως καὶ ἐναντιώσεως τὴν μίαν αἰτίαν ἀποφέρεται. καὶ ἔτι ἐν τῷ Παρμενίδῃ τὰ πρῶτα τῶν εἰδῶν ἀπαριθμούμενος ὁμοιότητος μέμνηται καὶ τῶν ἄλλων ὁμοίως πρότερον τῶν ὑποθέσεων ἐν τοῖς περὶ τῶν ἰδεῶν σκέμμασι καὶ ἐν αὐταῖς ταῖς ὑποθέσεσι, διὰ μὲν τῆς πρώτης μόνην τὴν τοῦ ἑνὸς ὑπερούσιον καὶ ἀπλήθυντον ἀγαθότητα τούτων ἐξαίρων, διὰ δὲ τῆς δευτέρας πάντα τὰ ὄντα ταύταις διακοσμῶν ταῖς αἰτίαις. καίτοι εἰ μήτε τῷ ὑπερουσίῳ ταῦτα παρεῖναι δύναται μήτε τινὸς τῶν ὅπως ποτὲ ὄντων ἀποστατεῖ, πῶς οὐχὶ τοῖς οὖσιν ᾗ ὄντα καθʼ αὑτὰ συμβεβηκέναι λέγοιτο ἄν; διὸ καὶ οἱ περὶ τὴν φύσιν δεινοὶ καὶ ὁ μαθηματικὸς καὶ ὁ πρῶτος φιλόσοφος αὐτοῖς ἀναγκάζονται προσχρῆσθαι, πιστευτικῶς μὲν οἱ λοιποί, μόνος δὲ ὁ πρῶτος φιλόσοφος ἐπιστατικῶς καὶ νοερῶς. ὅθεν καὶ αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης ἔν τε τῷ Ι ταύτης τῆς πραγματείας περὶ πάντων τούτων ἀναδιδάσκει καὶ ἐν τούτοις λεληθότως κατεσκεύασεν, ὅτι τοῦ σοφοῦ περὶ τούτων ἐπίστασθαι· εἰ γὰρ ὁ διαλεκτικὸς ἐνδόξως περὶ αὐτῶν διαλήψεται, καθάπερ εἴρηται κἀνταῦθα κἀν τοῖς Τοπικοῖς, τίς ἔσται ὁ σὺν ἐπιστήμῃ περὶ αὐτῶν ἀναδιδάξων; ἢ δῆλον ὡς ἐκεῖνος ὃν ὑποδύεται ὁ διαλεκτικός. προσποιεῖται δὲ οὗτος εἶναι οὐχ εἷς τῶν τεχνιτῶν· οὐ γὰρ ἂν περὶ πάντων ἐπεχείρει διαλέγεσθαι, ἀλλὰ περὶ μόνων τῶν ὑπʼ ἐκείνην τῆν τέχνην, ἣν ἔχειν προσεποιεῖτο· νῦν δὲ περὶ πάντων ἐρωτᾷ καὶ ἀποκρίνεται, σοφὸς εἶναι δοκεῖν ἐφιέμενος. οὗτος οὖν ἐπιστημόνως περὶ τούτων ἐρεῖ, περὶ ὧν ἐνδόξως ὁ σοφιστής· ἔστι γὰρ τοῦ σοφοῦ καὶ οὗτος εἴδωλον πολλοστόν, προσεχέστερον δὲ ὁ διαλεκτικός, ὥσπερ τοῦ νοῦ προσεχέστερον μὲν δόξα, πορρώτερον δέ ἐστι τὸ φανταστικόν. εἰ οὖν οἱ ὑποδυόμενοι τὸν σοφὸν περὶ τούτων διαλαμβάνουσι, πολὺ πρότερον αὐτὸς εἰδήσει τὴν τούτων φύσιν τε καὶ ἰδιότητα, ἐπεὶ μηδʼ ἂν τὰ εἴδωλα περὶ αὐτὰ διέτριψεν, εἰ μὴ τὴν ὅλην καὶ πρωτίστην καὶ ἀληθεστάτην ἐπιστήμην ᾐσθάνετο περὶ ταῦτα πραγματευομένην. περί τε οὖν αὐτὰ ταῦτα σχήσει ὁ σοφὸς καὶ περὶ τὰ ὑπάρχοντα αὐτοῖς, κατὰ τὴν ἑαυτῶν ἰδιότητα ἐπισκεπτόμενος αὐτά, εἰ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα καὶ εἰ ἓν ἑνὶ ἐναντίον καὶ τὰ τοιοῦτα. πανταχοῦ γὰρ ἡ τὸ τί ἐστιν ἐπισταμένη τά τε καθʼ αὑτὰ ὑπάρχοντα γιγνώσκει καὶ ἀποδείκνυσι· καὶ γὰρ ἄτοπον τὸν τὴν πρώτην ἔχοντα περὶ ὁτουοῦν ἐπιστήμην τὴν δευτέραν καὶ ταύτῃ κειμένην ἐφεξῆς ἀγνοεῖν. ταῦτα μὲν ἐπὶ τοσοῦτον. εἰ δέ τις ἐπιζητεῖ, διὰ τί Πλάτων μὲν ἐν τούτοις κίνησιν καὶ στάσιν συναριθμεῖ, παρῆκε δὲ τούτων Ἀριστοτέλης τὴν μνήμην, ἴστω ὅτι Πλάτων μὲν εἰδὼς κίνησίν τε καὶ στάσιν καὶ πλάτος τῶν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ἀναγκαίως ἐν τοῖς γένεσι τοῦ ὄντος καὶ ταῦτα καταλέγει, ὁ δὲ τὰ φυσικὰ μόνα σώματα κινεῖσθαι νομίζων καὶ ἠρεμεῖν εἰκότως οὐκ οἴεται διατείνειν ἐφʼ ὅλα τὰ ὄντα τὴν τῶν γενῶν τούτων ἰδιότητα.

Καὶ πότερον ... καθʼ ἕκαστον.

`7`

Δύο προτείνεται νυνὶ παρʼ αὐτοῦ, ἓν μέν, εἰ τὰ γένη τῶν πραγμάτων ἀρχὰς δεῖ λέγειν καὶ στοιχεῖα, ἀρχὰς μὲν ὡς αἰτίας, στοιχεῖα δὲ ὡς ἁπλούστερα, ἐπεὶ καὶ ὁ ὁρισμὸς εἰς ἔσχατα ταῦτα ἀναλύεται, ἢ μᾶλλον τὰ ἐνυπάρχοντα τῷ πράγματι, εἰς ἃ καὶ διαιρεῖται τὸ πρᾶγμα, ἃ καὶ κυρίως αὐτοῦ προσαγορεύεται· δεύτερον δέ, εἰ καὶ ὅτι μάλιστα τὰ γένη, φησί, δοίη τις εἶναι ἀρχὰς ἀλλὰ μὴ εἰς ἃ διαιρεῖται ἕκαστον, πότερον τὰ περιληπτικώτερα καὶ ἐπὶ πλέον ἐκτεινόμενα — τοιαύτη γὰρ καὶ ἡ τῶν ἀρχῶν ἔννοια —, ἢ μᾶλλον τὰ προσεχῶς κατηγορούμενα, οἷον Καλλίου πότερον ἀρχὴ τὸ ζῷον ἢ ὁ ἄνθρωπος; ἐροῦμεν οὖν πρὸς μὲν τὸ πρότερον, ποίας ἀρχὰς ὁ λόγος ἐπιζητεῖ νῦν· εἰ μὲν γὰρ τὰς ὑλικὰς ἢ τὰς τοῦ εἴδους, τὰ ἐνυπάρχοντα τοῖς πράγμασιν ἀρχαί· εἰ δὲ τὰς ποιητικὰς ἢ τελικάς, τὰ γένη ἀρχαί· οὐ μὴν ταῦτα — τὰ γὰρ ἐκ τῶν ἀρχῶν ἐστι ταῦτα — ὅσα ἐστὶν ὑστερογενῆ· ταῦτα γὰρ ἐπὶ τοῖς ἀποτελέσμασιν· οὐθʼ ὅσα εἰς αὐτὰ τὰ αἰσθητὰ κατατέτακται· ἔστι γὰρ ἐν Καλλίᾳ καὶ ἄνθρωπος καὶ ζῷον, ἃ πῶς ἂν εἶεν αἱ ποιητικαὶ αὐτοῦ ἢ τελικαὶ ἀρχαί, μέρη ὄντα τῆς φαινομένης οὐσίας; εἰ δέ τινά ἐστι γένη πρὸ τῶν καθʼ ἕκαστα τῶν αἰσθητῶν αἴτια, ἔν τε τοῖς λόγοις τῆς τῶν ὅλων φύσεως ἐνορώμενα καὶ ἔτι πολὺ πρότερον ἐν τοῖς τῆς κοσμικῆς ψυχῆς εἴδεσι διαλάμποντα, ταῦτα φαίημεν ἂν δικαίως αἴτια τῶν τῇδε πραγμάτων  <span class="gap">…</span> καὶ πρὸ τούτων ἔτι τῶν καθόλου λόγων ὑπερήπλωνται. ταύταις δὲ πρὸς τῇ ποιητικῇ καὶ τὴν τελικὴν αἰτίαν ἀποδοτέον, οὐχ ὅτι καὶ παρὰ ταῖς ὑφειμέναις ἀρχαῖς οὐκ ἦν τὸ τέλος, ἀλλʼ ὅτι σαφέστερον ἐπὶ τούτων ἀναφαίνεται ἅτε λοιπὸν ἐν προθύροις ἱδρυμένων τἀγαθοῦ. πρὸς δὲ τὸ δεύτερον τούτων ἤδη ἐκ τῶν προειρημένων σαφὴς ἡ ἀπάντησις. ἐὰν μὲν γὰρ τὰ κατʼ ἐπίνοιαν ὑστερογενῆ λαμβάνωμεν γένη, τὰ μὲν προσεχέστερα ταῖς πρώταις λεγομέναις οὐσίαις ἔσονται μᾶλλον οὐσίαι καὶ διὰ τοῦτο μᾶλλον ἀρχαί, τὰ δὲ ἀπωτέρω ἧττον οὐσίωται τῶν περὶ αὐτὰς ἀσάφειαν ἐξιτηλοτέραν τῇ τῶν αἰσθητῶν ἀποστάσει δεχόμενα· ἐὰν δὲ τὰ κυρίως καθόλου γένη καὶ τοὺς ποιητικοὺς τῶν καθʼ ἕκαστα λόγους φυσικούς τε καὶ δημιουργούς, πρόδηλον ὡς τὸ περιληπτικώτερον καὶ διατεῖνον ἐπὶ πλέον θειότερόν τέ ἐστιν αἴτιον καὶ ἄνευ ἐκείνου προβαίνειν ἢ ἐνεργεῖν οὐδὲν οὐδαμοῦ δύναται· τὸ δὲ προσχρῆται μὲν τῷ μεθʼ ἑαυτό, ὅταν τὸ κατʼ ἐκεῖνο δημιουργῇ, πολλὰ δὲ καὶ ἄλλα μὴ προσδεηθέντα τῆς μερικωτέρας αἰτίας ὑφίστησι. τούτων δὴ καὶ τὰ παρὰ τοῖς διαλεκτικοῖς εἰδωλικὰ γένη καὶ εἴδη σημεῖα δείκνυσιν ἐναργῆ· καθʼ ὧν μὲν γὰρ τὸ εἶδος, κατὰ τούτων τὸ γένος, εἴπερ ἐν ὅλῳ αὐτῷ λέγεται εἶναι, κατὰ πολλῶν δὲ καὶ ἄλλων τὸ γένος, ἐφʼ ἃ μὴ πέφυκεν ἐξικνεῖσθαι τοῦ εἴδους ἡ κατηγορία. μεταθεὶς οὖν τὸ κατά τινων λέγεσθαι ἐπὶ τὸ δημιουργεῖν μεταβήσῃ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὰ ἀληθῆ γένη τε καὶ εἴδη, θεάσῃ δὲ αὐτῶν καὶ τὴν πρὸς ἄλληλα σύνταξιν ὑπεροχήν τε καὶ ὕφεσιν καὶ ὅλως ἐφʼ ἑκάστων ἀξίαν.

`8`

Μάλιστα ... ἀριθμόν.

Τῶν φυσικῶν τὴν ὕλην μόνην ὁρώντων καὶ ταύτην ὕδωρ ἢ ἀέρα ἢ πῦρ εἶναι λεγόντων, ἄλλων δὲ καὶ ποιητικὴν μὲν αἰτίαν ἀπολειπόντων, ἀχώριστον δὲ ταύτην τῆς ὕλης, καθάπερ οἱ Στωϊκοὶ μὲν ὕστερον, ἄλλοι δέ τινες πρὸ αὐτῶν, τῶν δὲ χωριστὸν αἴτιον τῆς ὕλης ἀπολειπόντων, ὡς αὐτός τε καὶ Πλάτων, εἰ καὶ αὐτὸς μὲν ὡς ὀρεκτὸν τῶν πάντων αὐτὸ αἴτιον ὑποτίθεται, Πλάτων δὲ καὶ ὡς γεννητικὸν τῶν ὅλων, εἰκότως τούτοις προτείνει, ποία τῶν ὑπολήψεων ἀληθεστέρα. καὶ δῆλον ὅτι ἡ αὐτοῦ καὶ ἡ Πλάτωνος. ὅταν δὲ προσεπιζητῇ πότερον ἓν τὸ χωριστὸν αἴτιον ἢ πολλά, καὶ ἓν φήσομεν καὶ πολλά, συντεταγμένου τοῦ πλήθους πρὸς τὸ ἓν καὶ ὡς πρὸς ἐφετὸν οἰκεῖον ἀνατεινομένου, καθὰ καὶ αὐτὸς ἐν τῷ Λ παραδέδωκεν.

Καὶ πότερον ἔστι ... ὄντων.

Ζητεῖ μὲν ἐν τούτοις, εἰ ἔστι παρὰ τὸ σύνθετον καὶ εἰδοπεποιημένον τά τε καθόλου καὶ τὰ καθʼ αὑτὰ εἴδη, καὶ εἰ πάντων ἐστὶ φυσικῶν τε καὶ τεχνητῶν, καλῶν τε καὶ αἰσχρῶν, ἀγαθῶν καὶ κακῶν, τελείων καὶ ἀτελῶν, ἢ τινῶν μὲν τινῶν δὲ οὔ, καὶ ποίων μέν ἐστι, ποίων δὲ οὐκ ἔστι. τὴν μὲν οὖν ἀκριβῆ περὶ τούτων διαίρεσιν εἴσεταί τε ὁ βουλόμενος ἐκ τῶν Πλωτίνῳ καὶ Ἰαμβλίχῳ περὶ ἰδεῶν πεφιλοσοφημένων, καὶ ἡμεῖς ἐν ἄλλοις ποιησόμεθα ζητοῦντες, εἰ καὶ τῶν καθʼ ἕκαστα γενητῶν καὶ τῶν μερῶν οἷον ποδὸς δακτύλου καὶ τῶν ποιοτήτων ἢ ὅλως συμβεβηκότων ἔστιν εἴδη ἐν φύσει ἢ ἐν ψυχῇ ἢ ἐν νῷ· νυνὶ δὲ ὁλοσχερέστερον καὶ ὅσον ἀναγκαῖον ὑπὲρ τῶν θείων καὶ νοητῶν εἰπεῖν αἰτίων ἐροῦμεν. φαμὲν οὖν αἰσχρῶν μὲν καὶ ἀτελῶν καὶ κακῶν μηδʼ ὅλως εἶναι ἰδέας· κατὰ ἀπόπτωσιν γὰρ ταῦτα πρὸς τοῖς τελευταίοις ὑφίσταται τῆς φύσεως ἢ τῆς μερικῆς ἀσθενούσης ψυχῆς διὰ τὸ μὴ κρατεῖν τῆς ὑποκειμένης ἀοριστίας· τῶν μέντοι κατὰ φύσιν συνισταμένων οὐσιῶν καὶ διὰ παντὸς ὑπαρχουσῶν εἶναι τὰ δημιουργικὰ εἴδη, ὥσπερ τῶν τεχνητῶν ἐν τῇ τέχνῃ. ἀλλὰ τῶν μὲν κατὰ τὴν τέχνην καὶ αὐτὸς συγχωρεῖ· πολλαχοῦ γὰρ ἐκ τῆς ἀύλου οἰκίας τὴν ἔνυλόν φησιν ἀποτελεῖσθαι, καθάπερ καὶ ἐν τῷ Ζ λέλεκται τῆσδε τῆς πραγματείας· τῷ δὲ παραδείγματι τῶν τεχνῶν, τῇ πάσῃ φημὶ δημιουργίᾳ, τῆς εἰδητικῆς διακρίσεως οὐκέτι μεταδίδωσι. καίτοι πῶς ἂν ἡ μιμουμένη τὴν φύσιν οὕτω μόνως ἂν ἐποίησεν, εἰ μὴ πολὺ πρότερον ἡ φύσις αὐτὴ τοῦτον ἐδημιούργει τὸν τρόπον;

Ἔτι ... ὑποκειμένῳ.

`9–10`

Τὸ μὲν ὡρίσθαι τὰς ἀρχὰς ὡς ὁμολογούμενον ἐν τούτοις δέχεται· πότερον δὲ ἀριθμῷ εἰσιν ὡρισμέναι, ὡς τὰ τέσσαρα στοιχεῖα εἰ τύχοι τῶν σωμάτων — ταῦτα γὰρ τῷ ἀριθμῷ ἐστι τέσσαρα· διὸ καὶ οὐδʼ ἁπλῶς ἐξ ἀέρος καὶ πυρὸς γίνεται τὸ σῶμα, ἀλλʼ ἐκ τοῦ κοσμικοῦ ἀέρος καὶ τοῦ τῇδε πυρός —, ἢ μᾶλλον εἴδει ὥρισται, ὡς τὰ εἴκοσι τέσσαρα στοιχεῖα τῆς φωνῆς; ὅτι γὰρ ταῦτα εἴδει καὶ οὐκ ἀριθμῷ ὥρισται, δῆλον ἐξ ὧν ὅλον τὸ α ἐν πολλαῖς ἐστι συλλαβαῖς, οὐ μέρει αὑτοῦ παρὸν τῇ βα καὶ μέρει τῇ γα, καθάπερ ὁ ἀὴρ μέρει μὲν ἑαυτοῦ τόδε τὸ σῶμα συνίστησι, μέρει δὲ ἕτερον. ζητεῖ οὖν ποτέρως εἰσὶν αἱ ἀρχαὶ ὡρισμέναι, ἀριθμῷ, ἢ εἴδει· δῆλον δὲ ὅτι εἰ μὲν εἴδει, οὐ πάντως καὶ ἀριθμῷ, εἰ δὲ ἀριθμῷ, καὶ εἴδει. τὸ δὲ ἔν τε τοῖς λόγοις καὶ ἐν τῷ ὑποκειμένῳ ἤτοι διὰ τὴν διαφορὰν εἴρηκε τῶν αἰτίων, ἵνα τὰ μὲν εἰδικὰ καὶ ποιητικὰ καὶ τελικὰ αἴτια λέγῃ εἶναι τὰς ἐν τοῖς λόγοις ἀρχάς, τὰ δὲ ὑλικὰ τὰς ἐν τῷ ὑποκειμένῳ· ἢ τὰς μὲν ἐνδόξως προκαταβεβλημένας φησὶν εἶναι ἐν λόγοις, τὰς δὲ ἀληθῶς ταῖς οὐσίαις ἐνυπαρχούσας ἐν ὑποκειμένῳ. τοιαύτης δὲ οὔσης τῆς ζητήσεως ἐροῦμεν, ὅτι αἱ μὲν ἀληθῶς αἰτίαι καὶ ἀρχαὶ τῶν πάντων, τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ἀμφότερα ταῦτα ὑπεραίρουσι τὰ ἐν τῇ διαιρέσει παραλαμβανόμενα· τό τε γὰρ ἄτομον καὶ ἓν ἀριθμῷ τοῖς ἐνύλοις εἴδεσιν ἁρμόζει μόνοις, ἐπειδὴ τὸ ἄυλον ἓν οὐχ ἧττόν ἐστι πάντα ἢ ἕν· τό τε ἐν εἴδεσιν ὡρισμένον εἰ μὲν ἐπὶ τῶν στοιχειωδῶν ἀρχῶν θεωροῖτο, ἴνδαλμα ἑνός τινος ἀποφέρεται πρεσβυτέρου ὥσπερ τὰ πολλά, ἢ μιμεῖται πάντως ἑκάτερα ἕν τι τῆς διανοίας πάθος ἢ φάντασμα σημαντικόν — οὕτω γὰρ καὶ οἱ πολλοὶ λίθοι καὶ ἵπποι ἑνός τινός εἰσιν εἰκόνες· εἰ δὲ ποιητικὸν εἴη καὶ γόνιμον καὶ τῶν ἀποτελουμένων ἐξῃρημένον ἢ καὶ ὀρεκτὸν αὐτῶν καὶ τελικὸν αἴτιον, εὐθὺς μὲν ἂν εἴη μετὰ τὰς ἀρχὰς τῶν ὅλων — ὁ γὰρ εἰδητικὸς κόσμος ἐπὶ δὲ τῶν ἀρχῶν καὶ πρῶτος ἀπʼ αὐτῶν —, οὐ μέντοι ὅπερ αἱ τῶν ὅλων ἀρχαί, αἳ καὶ τῶν νοερῶν καὶ εἰδητικῶν ἀριθμῶν ὑπερήπλωνται. αἱ δὲ κατʼ αὐτὸν Ἀριστοτέλην, ἃς ἐν τῷ Ν παραδίδωσι, τὸ συναμφότερον ἂν δόξαιεν ἔχειν· καὶ γὰρ ἀριθμῷ εἰσιν ὡρισμέναι, εἴ γε τοσαῦταί εἰσιν ὅσαι αἱ κυκλοφορούμεναι σφαῖραι, καὶ εἴδει, εἴ γε ἑκάστη πάσης ἡστινοσοῦν αὐτῶν κατʼ εἶδος διενήνοχεν, ὡς τὴν μὲν ὑπερτέραν εἶναι καὶ περιεκτικωτέρᾳ νοήσει καὶ ἁπλουστέρᾳ χρῆσθαι, τὴν δὲ καταδεεστέραν καὶ ὑφειμένην, ἅτε ταῖς σωματοειδέσι σφαίραις ἀνὰ τὸν αὐτὸν λόγον τεταγμένην. ὥστε εἰ μὲν τὰς Πυθαγορείους ἀρχὰς θεωροῖμεν, οὐδέτερον τούτων ἐν ταῖς ἀρχαῖς. πῶς γὰρ οἷόν τε, παντὸς μὲν ὡρισμένου πλήθους καθʼ ἓν ἄτομον ἢ κατʼ εἶδος ἀριθμοῦ ὄντος, παντὸς δὲ ἀριθμοῦ γεννήματος τῶν ἀρχῶν, ἐν ταῖς ἀρχαῖς τὸ ὡρισμένον ὅπως ποτὲ πλῆθος θεωρεῖσθαι; ἀλλὰ κἂν μίαν λέγωμεν εἶναι τὴν πάντων ἀρχὴν καὶ θεὸν αὐτὴν ἢ τἀγαθὸν ἢ ἓν προσαγορεύωμεν,  <span class="gap">…</span> , πέρας καὶ ἀπειρίαν, ὡς ἐν Φιλήβῳ Πλάτων καὶ πρὸ αὐτοῦ Φιλόλαος, αὐτὰς ὀνομάζοντες, ἢ μονάδα καὶ δυάδα, ὡς οἱ πλεῖστοι τῶν Πυθαγορείων, ἢ αἰθέρα καὶ χάος, ὡς Ὀρφεύς, ἢ Πρατέα καὶ δυάδα, ὡς αὐτὸς ὁ Πυθαγόρας ἐν τῷ Ἱερῷ Λόγῳ, οὔτε κυρίως αὐτὰς ὀνομάζομεν — ἐπέκεινα γάρ εἰσιν οὐ μόνον κλήσεως, ἀλλὰ καὶ πάσης ἀνθρωπίνης νοήσεως —, οὔτε τὸ ἓν καὶ δύο κατʼ ἀριθμὸν ἢ εἶδος ὀνομάζομεν — παντὸς γὰρ ἀριθμοῦ καὶ παντὸς εἴδους νοητοῦ καὶ νοεροῦ τὴν αἰτίαν ἐν ἑαυταῖς αἱ ἀρχαὶ προειλήφασιν —, ἀλλʼ ἔστιν ἕτερος ὁ τρόπος παρὰ τοῖς θεολογικωτέροις τῆς περὶ τούτων ἐνδείξεως. καὶ τοσαῦτα μὲν περὶ τῶν Πυθαγορείων ἀρχῶν, ταὐτὸν δὲ εἰπεῖν Ὀρφικῶν τε καὶ Πλατωνικῶν· εἰ δὲ τὰς κατʼ αὐτόν, καὶ ἀριθμῷ καὶ εἴδει φήσομεν αὐτὰς ὡρίσθαι· καὶ γὰρ τοσαίδε εἰσὶ καὶ οὐ πάντῃ ὁμοειδεῖς, ἀλλὰ πρεσβείῳ τῆς οὐσίας καὶ τιμιότητι διαφέρουσι· τὸ δὲ ἕτερον ἀφωρισμένως ταῖς κυρίως ἀρχαῖς οὐ διενήνοχεν, ἀλλʼ εἰ ἄρα, ταῖς ὑλικαῖς καὶ εἰδικαῖς.

Καὶ πότερον ... φθαρταί.

`11`

Ὡς δύο μὲν προβλήματα ταῦτα προτείνεσθαι δοκεῖ, εἰ αἱ αὐταὶ ἀρχαὶ φθαρτῶν καὶ ἀφθάρτων· εἰ μὲν γὰρ αἱ αὐταί, πῶς τὰ μὲν ἄφθαρτα ποιοῦσι τὰ δὲ φθαρτά; εἰ δὲ ἕτεραι, πότερον πᾶσαι ἄφθαρτοι, ἢ αἱ μὲν ἄφθαρτοι αἱ δὲ φθαρταί; ὅπως δʼ ἂν ἐθέλῃ τις διαιρεῖν, ἀποκρινούμεθα πρὸς αὐτόν, ὅτι αἱ μὲν τῶν ἀφθάρτων ἀρχαὶ πάντων εἰσὶν ἀρχαὶ τῶν ὅπως ποτὲ ὄντων· οὐδαμοῦ γὰρ αὐτῶν ἡ γονίμη περιορίζεται καὶ ἀπειροδύναμος ἐνέργεια· αἱ δὲ τῶν φθαρτῶν οὐ πᾶσαι καὶ τῶν ἀφθάρτων. ἀμέλει αἱ προσεχεῖς ἀρχαὶ τῶν φθαρτῶν αὐτῶν εἰσι μόνων ἀρχαί, οὐ μὴν οὐδʼ αὐταὶ πᾶσαι φθαρταί· ἡ γὰρ κυκλοφορία τὴν ποιητικὴν αἰτίαν ἀποφέρεται κατʼ αὐτόν, οὐ μέντοι φθαρτή ἐστι· καὶ ἄλλα δέ ἐστιν ἄφθαρτα τῶν ἐν γενέσει αἴτια, ὥσπερ οὖν καὶ φθαρτά· ὅλως γὰρ εἰ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, πρόδηλόν ἐστιν ὅτι καὶ φθαρτὸν αἴτιον ἔχει καὶ ἄφθαρτον ὁ ἄνθρωπος. τὸ δὲ αὐτὸ καὶ ἐπὶ ἵππου καὶ κυνὸς καὶ οὑτινοσοῦν τῶν τῇδε· ἕκαστον γὰρ αὐτῶν καὶ μερικὸν αἴτιον ἔχει καὶ ὁλικόν· ἀρχὴν δὲ ὁλικωτέραν φθαρῆναι πάντων ἀδυνατώτατον· οὔτε γὰρ ἂν αὐτή ποτε ἔκ του οὔτε ἄλλα ἔξω αὐτῆς γενήσεται. ταῦτα δὲ οὐ τῷ θείῳ Πλάτωνι μόνῳ, ἀλλὰ καὶ Ἀριστοτέλει καλῶς δέδοκται· τάς τε γὰρ τῶν ἀιδίων ἀρχὰς οἷον τὰ χωριστὰ καὶ ἄυλα εἴδη πᾶσιν εἶναι ἐφετὰ καὶ τῶν φθαρτῶν ἐνίας ἀρχὰς εἶναι ἀιδίους φησίν. ἀμέλει πολλαχοῦ μὲν καὶ ἐν τοῖς ἑπομένοις δὲ γενναίως κατασκευάσει, ὅτι οὐκ ἂν εἴη γένεσις μὴ ἀιδίου τινὸς αἰτίου αὐτῆς ὄντος· πλὴν τοσοῦτον ἀπολείπεται τῆς πατρίου φιλοσοφίας, ὅτι τοῖς ἀύλοις εἴδεσι ποιητικὴν μὲν αἰτίαν ἢ παραδειγματικὴν οὐ δίδωσι, τελικὴν δὲ καὶ ὀρεκτικήν· ἐφετὰ γὰρ καὶ κατʼ αὐτόν ἐστι προσεχῶς μὲν ταῖς κινουμέναις περὶ αὐτὰ σφαίραις, διὰ τούτων δὲ καὶ πᾶσι τοῖς ἐγκοσμίοις· τοῦ γὰρ ἀγαθοῦ καὶ κατʼ αὐτὸν πάντα ἐφίεται· εἰ δὲ καὶ πολλὰ τἀγαθά, ἀλλʼ οὖν πάντα πρὸς τὰ κυριώτερα προστέτακται καὶ ταῦτα πρὸς ἓν τὸ ὑπέρτατον καὶ τελικώτατον τῶν ἁπάντων, ὡς ἐν τῷ Λ σαφῶς ἔστιν αὐτοῦ λέγοντος ἀκούειν.

Ἔτι δὲ ... ἀέρα.

`12`

Ὅτι μὲν οὐκ εὐκαταφρονήτους οἴεται τὰς δόξας εἶναι τῶν πρεσβυτέρων, ἀλλὰ πολλῆς ἐπισκέψεως καὶ μάλιστα τὰς περὶ τῶν πρωτίστων ἀρχῶν, θαυμάσειεν ἄν τις αὐτὸν τῆς ἐπιεικείας. ὅτι δὲ πολλῶν οὐσιῶν ὁρωμένων τε καὶ νοουμένων ἀνάγκη πάσας ἐκ μιᾶς ἠρτῆσθαι, ἣν πρώτως ἄν τις ὂν προσαγορεύσειεν, οἶμαι συγχωρήσειν αὐτόν. ἃ δὲ μὴ λέγει μὲν αὐτόθεν, ἑπόμενα δέ ἐστιν ἀναγκαίως οἷς τίθησι, ταῦτʼ ἂν εἴη λέγειν ἡμέτερον. καὶ δὴ λέγομεν, ὡς οὐκ ἂν πάντα τὰ ὄντα τοῦ πρώτως ὄντος ἐφίετο, εἰ μὴ παρʼ αὐτοῦ τὴν ἑαυτῶν ἐκαρποῦντο τελειότητα, καὶ πρὸς ὃ διὰ παντὸς τοῦ αἰῶνος ἀνήρτηται, παρὰ τούτου καὶ τὸ εἶναι διʼ αἰῶνος ὑπεδέχετο. ὥστε εἰ τὸ πρώτως ὂν ἐφετὸν τοῖς πᾶσι, καὶ τοῦ εἶναι τοῖς πᾶσιν αἴτιον, αὐτὸ μὲν οὐδὲν ὂν ἄλλο ἢ τὸ πρώτως ὄν, ἵνα ᾖ πάντων τῶν ὄντων αἴτιον, παράγον δὲ ἀφʼ ἑαυτοῦ τόν τε οὐσιώδη ἀριθμὸν καὶ τὰ ὄντως ὄντα καὶ νοητὰ εἴδη. ἀλλʼ ἐπειδὴ τὸ ὂν τοῦτο, καὶ εἰ πάντων ἐστὶ τῶν ὄντων ἀρχή, συντέτακταί πως αὐτοῖς καὶ διὰ τοῦτο πλήθους οὐ παντελῶς ἐστιν ἀνέμφατον, δεῖ πρὸ αὐτοῦ τὸ ὑπερούσιον ἓν θεωρεῖν ἁπλότητι καὶ ὑπεροχαῖς ἀνεπινοήτοις ἁπάντων τῶν ὄντων ἐξῃρημένον, ὃ κυρίως μὲν ὀνομάζειν ἀδύνατον, οἰκειότερον δʼ ἄν τις τὸ ἓν προσείποι μᾶλλον ἢ ἄλλο ὁτιοῦν, διότι πᾶσι τοῖς οὖσιν ἑνώσεως γίνεται αἴτιον, ὅ ἐστι τῆς πρὸς αὐτὸ ἐξομοιώσεως. ἀναγκαίως ἄρα καὶ ἓν καὶ ὂν οἱ Πυθαγόρειοι προϋπετίθεντο τῶν ὅλων πραγμάτων, τὸ μὲν ἑνώσεως καὶ τῶν ἀγαθῶν ἁπάντων αἴτιον τοῖς οὖσι, τὸ δὲ τοῦ εἶναι καὶ τοῖς ἄλλοις τῶν εἰδῶν τὴν κυρίαν ἀρχὴν παρεχόμενον. δοκεῖ δέ μοι μηδʼ Ἐμπεδοκλῆς ἄλλο τι τὴν φιλίαν ὑποτίθεσθαι ἢ τὸ ἕν, πλὴν οὐ τὸ πᾶσιν ἀσύντακτον, ἀλλʼ ᾧ συντάττεται ἡ ἀόριστος δυάς, ἣν νεῖκος ἐκεῖνος προσαγορεύει, ἀφʼ ὧν δὴ τό τε πρώτως ὂν ὑφίστησι καὶ τὰ νοητὰ πάντα καὶ τὸν αἰσθητὸν διάκοσμον· εἰ γὰρ ἑνώσεως μὲν τῷ σφαίρῳ, ὃν κατὰ τὸ πρώτως ὂν τάττομεν, ἡ φιλία γίγνεται κατὰ τὸν φιλόσοφον τοῦτον αἰτία, πολλαπλασιασμοῦ δὲ καὶ ἑτερότητος καὶ γονίμων προόδων τὸ νεῖκος αἴτιον, πῶς οὐχὶ κατὰ μὲν τὸ ἓν ἡ φιλία, κατὰ δὲ τὴν δυάδα τὸ νεῖκος παρείληπται; ἐπεὶ καὶ Πυθαγόρειος ὢν Ἐμπεδοκλῆς πῶς ἂν τὰς Ὀρφικὰς ἢ τὰς Πυθαγορείους ἀρχὰς ἠθέτησεν; εἰ δὲ Θαλῆς μὲν ὕδωρ τὸ ἓν καὶ τὸ ὂν ἔλεγεν, ἄλλος δὲ ἄλλο τι τῶν φαινομένων, δεδώκασιν εὐθύνας αἱ δόξαι παρά τε πολλοῖς καὶ διαφερόντως παρὰ τούτῳ τῷ δαιμονίῳ ἀνδρί.

Καὶ ... κίνησιν.

Αἱ κυρίως ἀρχαὶ καὶ ὑπὲρ τὰ καθόλου γένη καὶ εἴδη θεωροῦνται καὶ ἔτι πολλῷ πλέον ὑπὲρ τὰ καθʼ ἕκαστα. ἔχει γὰρ οὕτως· ἐν τῇ ὕλῃ τὰ καθʼ ἕκαστα θεωρεῖται, ἐν δὲ τῇ φύσει καὶ ψυχῇ τὰ καθόλου προϋπάρχει τῶν αἰσθητῶν αἴτια γιγνόμενα, τῆς μὲν φύσεως τὰ οἷον εἰδικώτατα εἴδη ἐχούσης, ὑφʼ ὧν προσεχῶς τὰ ἔνυλα γεννᾶται καὶ τὰ καθʼ ἕκαστα, τῆς δὲ ψυχῆς καὶ ταῦτα μὲν καὶ πρὸ τούτων δὲ τοὺς ὁλικωτέρους λόγους προειληφυίας, διʼ ὧν τά τε γένη διαιροῦσα καὶ τὰ πλήθη τῶν λόγων πάλιν ὁρίζουσα θεωρεῖ τὰ πάντα, κατιοῦσά τε καὶ ἀνιοῦσα καὶ τὸ ὅλον διαιρετικῶς τε καὶ ἀναλυτικῶς καὶ ὁριστικῶς ἐνεργοῦσα. τούτων δὲ αὐτῶν ὑπερίδρυται τὰ εἴδη τὰ δημιουργικά, καὶ πάλιν αὐτῶν τούτων ὑπέρτεραι τῶν ὅλων αἱ ἀρχαί. καὶ τοσαῦτα μὲν πρὸς τὸ πρῶτον ἐρώτημα, εἰ χρὴ διʼ ἐλαχίστων περὶ μεγάλων εἰπεῖν. πρὸς δὲ τὸ δεύτερον, ὅτι τὸ μὲν δυνάμει καὶ πάντῃ τῶν κυρίως ἀρχῶν ἐξοριστέον· ἀτελὲς γὰρ τοῦτο καὶ ἄγονον καὶ τῇ ὕλῃ πρεπωδέστερον, τὸ δὲ ἐνεργείᾳ μᾶλλον αὐταῖς οἰκειότερον, πλὴν ὅτι τινὲς οὐδʼ ἐνεργείᾳ λέγοιντʼ ἂν εἶναι, ἀλλʼ αὐτὸ μόνον ἐνέργεια. εἴη δʼ ἂν ἡ τῶν πάντων ἀρχή, εἰ θεμιτὸν εἴη λέγειν, οὐ μόνον ὑπὲρ τὸ δυνάμει καὶ ἐνεργείᾳ, ἀλλὰ καὶ ὑπὲρ αὐτὴν τὴν ἐνέργειαν. πρὸς δὲ τὸ τρίτον, ὅτι αἱ μὲν ἀκίνητοί εἰσι τῶν ἀρχῶν, ὅσαι τῶν ἀιδίων εἰσὶν αἴτιαι, αἱ δὲ κινοῦνται, ὅσαι τῶν γιγνομένων καὶ φθειρομένων, ὥσπερ ὁ ἥλιος καὶ ἡ τοῦ αἰθέρος κυκλοφορικὴ περίοδος.

Πρὸς δὲ τούτοις ... ἢ ἐν τούτοις.

`13`

Δόξειε μὲν ἂν τὸ οὐσίαι ἐν τούτοις ἀντὶ τοῦ ὄντα παρειληφέναι· οὐ γὰρ δήπου τὴν στιγμὴν τὴν ἐν τοῖς αἰσθητοῖς καὶ γραμμὴν οὐσίαν ᾤετο εἶναι· οὐ μὴν ἀλλʼ ἐν τοῖς ἑπομένοις τὸ οὐσιῶδες αὐτῶν ἐπιζητήσει. ἡμεῖς τοίνυν καὶ τὸ εἶναι αὐτῶν καὶ τὸ οὐσιῶδες ἐκφαίνομεν πολλαχῶς εἶναι λέγοντες ταῦτα· καὶ γὰρ ἐν τοῖς αἰσθητοῖς τῆς φύσεως ἔργοις ἴδοι ἄν τις καὶ σχῆμα καὶ ἀριθμὸν καὶ ἐπιφάνειαν φυσικὴν καὶ ταύτης πέρατα, ἔτι δὲ καὶ ἐν τῇ φαντασίᾳ ἡμῶν καὶ ἐν τῇ δόξῃ ταῦτα συνίσταται, εἴτε ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν, ὡς αὐτῷ ἀρέσκει, ληφθέντα, εἴτε καὶ τελειωθέντα παρʼ ἡμῖν ἐκ τῶν οὐσιωδῶν τῆς ψυχῆς εἰδῶν. ταῦτα οὖν τὰ φανταστὰ καὶ τὰ δοξαστὰ τοῦ μὲν εἶναι μετέχει, οὐσίαι δὲ οὔκ εἰσι· διὸ καὶ ὑπὸ ποσότητα μᾶλλον ἢ ποιότητα ἢ ἄλλην κατηγορίαν ἀνάγοιντʼ ἄν· οἱ δὲ οὐσιώδεις τῆς ψυχῆς λόγοι οἱ ταῦτα ἔχοντες ἤδη οὐσίαι. εἰ δὲ καὶ τὰ ἐν νῷ καὶ νοητοῖς αὐτῶν ὁρῴη τις παραδείγματα, ἐν ταῖς πρωτίσταις ἂν τῶν οὐσιῶν τόν τε ἀριθμὸν καὶ τὰ σχήματα καὶ τὸ αὐτομέγεθος ἴδοι καταριθμούμενα.

Τοσαῦτα προτείνας ὁ φιλόσοφος οὗτος τἄπορα πάλιν ἀναλαβὼν ἀπὸ τοῦ πρώτου πειρᾶται τοὺς ἐφʼ ἑκάτερα γυμνάζειν λόγους, ἵνα τῶν ἀντικειμένων ἀκούοντες ἐπιχειρημάτων μετὰ πολλῆς βασάνου καὶ κρίσεως ἐπιστατικωτέρας τοῖς ἀληθεστέροις προσθώμεθα. τοσοῦτον οὖν ἐπισημηνάμενοι, ὅτι οὐχ ἁπανταχοῦ τῇ τάξει τῶν προβλημάτων ἀκολουθεῖ, πειραθῶμεν ἤδη γυμνάζοντι τοὺς ἀντικειμένους λόγους συνοδεύειν αὐτῷ, καὶ τοῖς μὲν εἰς τὸ ἀληθὲς ὁρῶσι συμφθέγγεσθαι, τοῖς δὲ σοφιστικωτέροις ἐνίστασθαι· ἀνάγκη γὰρ τῶν ἀντικειμένως παρʼ αὐτῷ κατασκευαζομένων τὰ μὲν πρὸς τἀληθὲς τὰ δὲ πρὸς ἀπάτην βλέπειν.

Πρῶτον ... αἰτίων.

Τοῦτο ἦν τὸ πρῶτον αὐτῷ προταθέν· γένη δὲ λέγει νῦν αἰτίων τὰ εἴδη. εἶτα κατασκευάσει πρότερον, ὅτι οὐ μιᾶς ἐπιστήμης πάντα τὰ αἴτια τοῦ πράγματος γιγνώσκειν, ὃ καὶ ψεῦδός ἐστι καὶ αὐτῷ μὴ δοκοῦν.

Μιᾶς μὲν γὰρ ἐπιστήμης ... γνωρίζειν.

Ὁ συλλογισμὸς δυνάμει τοιοῦτός ἐστιν· τὰ αἴτια τὰ τῷ εἴδει διαφέροντα οὐκ ἐστιν ἐναντία· τῶν τῷ εἴδει διαφερόντων καὶ μὴ ὄντων ἐναντίων οὐκ ἔστι μία ἐπιστήμη· τῶν αἰτίων ἄρα οὐκ ἔστι μία ἐπιστήμη. καὶ ἐν δευτέρῳ σχήματι· τὰ αἴτια τὰ τῷ εἴδει διαφέροντα οὐκ ἐναντία· τὰ ὑπὸ μίαν ἐπιστήμην ἐὰν τῷ εἴδει διενέγκῃ, ἐναντία ἐστί· τὰ αἴτια οὐκ ἔστιν ὑπὸ μίαν ἐπιστήμην. ὅπως δʼ ἂν ἔχῃ, ψευδὴς μέν ἐστι πάντῃ καὶ πάντως ἡ μείζων πρότασις· οὐ γὰρ εἰ τῶν ἐναντίων μία, τῶν οὐκ ἐναντίων οὐ μία, οὐδʼ εἰ τἀναντία ὑπὸ μίαν, εὐθέως καὶ τὰ ὑπὸ μίαν ἐναντία. μήποτε δὲ οὐδʼ ἀεὶ τὰ αἴτια τῷ εἴδει διαφέρει, ὡς καὶ αὐτὸς ἐν τῷ Β τῆς Φυσικῆς ἐπέστησεν, ὅτι συντρέχει ποτὲ τῷ εἴδει καὶ τὸ τέλος καὶ τὸ ποιοῦν κατὰ τὸ ὁμοειδές.

Ἔτι ... φύσιν.

`14`

Ὁ συλλογισμὸς τοιοῦτος· αἱ πρῶται καὶ κάλλισται τῶν ἐπιστημῶν περὶ τὰ ἀκίνητα ἔχουσιν· αἱ περὶ τὰ ἀκίνητα ἔχουσαι πάντα τὰ αἴτια οὐ γιγνώσκουσιν, ἐπεὶ μηδʼ ἔστιν ἐν τοῖς ἀκινήτοις ποιητικὸν ἢ τελικὸν αἴτιον· αἱ πρῶται καὶ κάλλισται τῶν ἐπιστημῶν οὐ πάντα τὰ αἴτια γιγνώσκουσιν. ἐν τούτοις πάλιν ἡ μείζων ψευδής· ἔστωσαν μὲν γὰρ αἱ θεωρητικαὶ τῶν ἐπιστημῶν αἱ πρῶται καὶ κάλλισται, τούτων δὲ αὐτῶν ἡ μὲν φυσικὴ περὶ τὰ κινούμενα ἔχουσα μὴ προταττέσθω, αἱ δὲ μαθηματικώτεραι καὶ ἡ πρώτη φιλοσοφία καλλίους αὐτῆς ἔστωσαν· ἀλλὰ διὰ τί μὴ πάντα θεωροῦσι τὰ τῶν ἐπιστητῶν αἴτια; ὅτι, φαῖεν ἄν, οὐδὲ ἔχει τὰ ἀκίνητα ποιητικὸν αἴτιον ἢ τελικόν. ἀλλὰ μάλιστα μὲν ἔχει, εἴ γε ἐξ ἀρχῆς καὶ ταῦτα καὶ μὴ ἐκ τοῦ αὐτομάτου παρῆλθεν εἰς τὰ ὄντα· πᾶν γὰρ τὸ ὅπως ποτὲ ὂν ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς· πλῆθος δὲ ἀρχὴ εἶναι οὐ δύναται· ὥστε ἔχοι ἂν καὶ ποιητικὴν αἰτίαν καὶ τελικήν· τοῦ γὰρ ἀγαθοῦ χάριν καὶ ἔστι τὰ ἀκίνητα καὶ γιγνώσκει καὶ γιγνώσκεται. ἔπειτα δὲ ἕτερον ἦν τὸ ἐξ ἀρχῆς προκείμενον· οὐ γὰρ εἰ ἐκλείποντος αἰτίου δυνατὸν ἐπιστήμην τοῦ πράγματος γενέσθαι, προὔκειτο σκοπεῖν, ἀλλʼ εἰ ὄντων αἰτίων διαφόρων μὴ μία ἐπιστήμη, πολλαὶ δὲ ταὐτὰ ἐπισκέψονται· ὃ νῦν οὐ κατεσκεύασται. μᾶλλον δʼ ἄν τις εἰς τὸ ἀντικείμενον ἐκ τούτων ὁρμηθεὶς ἐπιχειρήσειεν· εἰ γὰρ πᾶσαι αἱ περὶ τὰ ἀκίνητα διατρίβουσαι πάντα τὰ ὑπάρχοντα τοῖς ὑποκειμένοις αἴτια γιγνώσκουσι καὶ οὐδὲν τῶν ὑπαρχόντων αὐτοῖς παρορῶσι, καὶ ἡ σοφία πάντα ἂν γιγνώσκοι τὰ τοῦ ὄντος ᾗ ὂν αἴτια. ἑξῆς δὲ ὁ λόγος κατασκευάζειν μὲν ἐπιχειρεῖ, ὅτι τελικὴν αἰτίαν οὐκ ἔχει τὰ μαθήματα· ψεῦδος δὲ λαμβάνει, ὅτι τὸ οὗ ἕνεκα πράξεώς τινός ἐστι τέλος· οὐ γὰρ μόνων τῶν πράξεών ἐστι τὰ τέλη, ἀλλὰ πολλῷ πλέον τῶν θεωριῶν· τοῦ γὰρ ἀγαθοῦ χάριν καὶ τῆς πρὸς τὸ θεῖον ἐξομοιώσεως καὶ τῆς ἀληθινῆς ἡμῶν σωτηρίας θεωρεῖν ἐφιέμεθα, τῶν δὲ πράξεων τὸ τέλος καὶ μερικὸν καὶ οὐδὲ κυρίως τέλος. εἰ δὲ οἱ γεωμέτραι μὴ χρῶνται τῇ τοῦ τέλους ἀποδόσει, δεικνύντες τὰ καθʼ αὑτὰ τοῖς σχήμασιν ὑπάρχοντα, θαυμαστὸν οὐδέν. οὐδὲ γὰρ τὸ ὑποκείμενον αὐτοῖς ἐπισκέπτονται, εἴτε ἔστιν εἴτε μή, οὔτε τὸ τέλος πολυπραγμονοῦσιν οὔτʼ ἄλλο οὐδὲν πλὴν τῶν καθʼ αὑτὰ ὑπαρχόντων τοῖς σχήμασι καὶ τοῖς μεγέθεσι, καὶ διὰ τοῦτο οὐκ ἐπιστήμονες ἂν εἶεν· ᾧ γὰρ ἀρχή, φησίν, ὃ μὴ οἶδε, τελευτὴ δὲ καὶ μεταξὺ ἐξ ὧν οὐκ οἶδε, τίς μηχανὴ τὴν τοιαύτην ὁμολογίαν ποτὲ ἐπιστήμην γενέσθαι; ἀλλʼ ὅ γε πρῶτος φιλόσοφος καὶ διὰ τί ὁ κύκλος εἰς ἑαυτὸν συννεύει καὶ τί μιμεῖται τῶν ὄντως ὄντων, καὶ τί πρῶτον τῶν σχημάτων, καὶ τίς ἡ ἐν αὐτοῖς τάξις καὶ πόθεν, οἷς πάντως ἡ τἀγαθοῦ συνεισέρχεται αἰτία, πάντως ἐπισκέπτεται. γελοῖος δὲ καὶ Ἀρίστιππος μαγειρικὴν μὲν οἰόμενος τέλους τινὸς ἕνεκα τοιόνδε παρασκευάζειν ὄψον, τὰς δὲ μαθηματικὰς εἰς ἀληθῆ συμπεράσματα ἀπὸ ἐπιστημονικῶν προτάσεων καταντώσας ἀεὶ μὴ νοῦ γεννήματα καὶ μιμήματα νομίζων δεικνύναι τὰ πράγματα περὶ ἃ διατρίβουσι· πόθεν γὰρ ἡ ἐν αὐτοῖς ἀλήθεια, πόθεν ἡ τάξις ᾗ τὸ ἄφραστον κάλλος συνεισέρχεται, πόθεν ἡ ἐξ αὐτῶν περιαγωγὸς καὶ ἀναγωγὸς ὠφέλεια ταῖς ψυχαῖς, εἰ μὴ πολὺ πρότερον αὐτοῖς ἀπὸ νοῦ πολὺ τὸ τῆς τἀγαθοῦ μοίρας ἐνδέδοτο;

`15`

Ἀλλὰ ... ὑπάρχειν.

Τὸ ἀντικείμενον κατασκευάζει, ὃ καὶ ἀληθές ἐστι, τὸ μίαν ἐπιστήμην τὰς αἰτίας πάσας εἰδέναι τοῦ ἐπιστητοῦ, καὶ ἀρεστὸν αὐτῷ. ἔστι δὲ ἡ μὲν τοῦ ὅλου δόγματος ἀπόδειξις σφόδρα καὶ σύντομος καὶ σαφής· ἔνια δὲ τῶν διὰ μέσου δεῖται βραχείας ἐξετάσεως. φησὶ δὲ ὅτι εἰ ἄλλη μὲν τὴν ποιητικὴν αἰτίαν εἰδείη, ἄλλη δὲ τὴν τελικήν — ἐνδέχεται γὰρ τὸ πρᾶγμα πάσας ἔχειν —, πολλαί τε σοφίαι ἔσονται καὶ ἀμφισβητήσουσι περὶ πρωτείων καὶ οὐδεμία κατὰ τὸ ἀληθὲς αὐτῶν ἔσται σοφία. ἅπασαι γὰρ ἀτελεῖς ἅτε τὴν τῶν αἰτίων γνῶσιν κατανειμάμεναι· γελοία μὲν γὰρ ἡ τὸ ποιητικὸν αἴτιον εἰδέναι προσποιουμένη, ὅταν μήτε τί ἐστι τὸ πρᾶγμα γιγνώσκῃ, μήτε ἐφʼ ᾧ γέγονεν ἢ ἔστιν. ἀτελὴς δὲ καὶ ἡ τὸ τί ἐστιν ἐπεσκέφθαι λέγουσα, ὅταν μήτε τὴν ἀρχὴν τῆς κινήσεως ἐπίστηται μήτε τὸ οὗ ἕνεκα γιγνώσκῃ· ἡ δὲ τὸ τέλος μὲν ὡς οἴεται προειληφυῖα, μήτε δὲ οὗ τέλος ἐστὶ μήθʼ ὅθεν ὑπέστη τὸ πρᾶγμα γιγνώσκουσα, πῶς οὐκ εὐκαταφρόνητος; ὥστε ἔστιν ἡ ἐπιστήμη μία, ἣ πάσας τὰς αἰτίας θεωρεῖ. ταῦτα μὲν ὅλην περιέχει τῆς κατασκευῆς τὴν δύναμιν. ἐπιδράμωμεν δὲ τὸ ῥητόν· οἷον οἰκίας, ὅθεν μὲν ἡ κίνησις, ἡ τέχνη καὶ ὁ οἰκοδόμος, οὗ δʼ ἕνεκα τὸ ἔργον ... λόγος. ταῦτα κατασκευαστικὰ τοῦ πάντα τὰ αἴτια ἐνίοις ὑπάρχειν. τὸ δʼ οὗ ἕνεκα καὶ τέλος τῆς οἰκίας τὸ ἔργον αὐτῆς εἶναί φησι, τουτέστι τὸ σκέπειν ἡμᾶς καὶ φυλάττειν τὰ ἀναγκαῖα τῶν σκευῶν· τοῦτο γὰρ ἔργον οἰκίας καὶ τούτου χάριν τὴν πρώτην ἐγένετο.

Ἐκ ... προσαγορεύειν.

`16`

Εἴρητο περὶ σοφίας ἐν τῷ μείζονι Α, ὅτι ἡ ἀρχιτεκτονικωτέρα τῶν ἄλλων καὶ διδασκαλικωτέρα καὶ πλεῖστα εἰδυῖα καὶ ἀκριβέστατα. φησὶν οὖν ὅτι κατὰ τούτους τοὺς προσδιορισμούς, εἰ μὴ μία τὰ αἴτια πάντα εἰδείη ἀλλʼ ἑκάστη ἕν, ἀμφισβητήσουσιν ἀλλήλαις αἱ ἐπιστῆμαι· βελτίστη μὲν γὰρ καὶ ἀρχικωτάτη ἡ τὸ τέλος καὶ τἀγαθὸν ἐπεσκεμμένη, ἀποδεικτικωτάτη δὲ καὶ ὁριστικωτάτη ἡ περὶ τὸ εἶδος ἀναστρεφομένη. ἐν δὲ ταῖς πράξεσι καὶ πᾶσι τοῖς κινουμένοις ἐὰν μὴ τὴν ἀρχὴν τῆς κινήσεως ἐγνωκώς τις ὑπάρχῃ, σχεδὸν οὐδενὶ τοῦ πράγματος παρακολουθεῖ. τὴν δὲ ποιητικὴν αἰτίαν ἀντίθετον εἶναί φησι τῇ τελικῇ, ὅτι ἡ μὲν ἀρχὴ κινήσεώς ἐστιν ἡ δὲ τέλος. προσεκτέον δὲ πάλιν τῷ ἰδιώματι τῆς φιλοσοφίας αὐτοῦ, ὅτι τῶν κινουμένων μόνων ἀρχὴν εἶναι ποιητικὴν ὑπείληφε, τῶν δὲ ἀκινήτων οὐκέτι. ἀλλὰ ταῦτα μὲν ἐκ πλειόνων ἀθροιστέον· ὅπως δὲ παρίστησι τὸ βασιλικὸν τῆς τὸ τέλος θεωρούσης ἐπιστήμης, ἀκούσωμεν αὐτοῦ λέγοντος· ᾗ μὲν .. τἆλλα. καθὸ μὲν γὰρ ἡ σοφία τὸ ἀρχικὸν ἔχει καὶ δεσποτικὸν τῶν ἄλλων ἐπιστημῶν, οὐκ ἂν ἄλλη τις εἴη ἢ ἡ περὶ τοῦ τέλους, οὗ χάριν τἆλλα· καὶ γὰρ αὐτὸ τὸ τέλος ἡγεμονικὴν ἀξίαν ἔχει πρὸς τὰ ἄλλα αἴτια· οὗ γὰρ ἕνεκα πάντα γίγνεται, ἐκείνῳ δουλεύει τὰ πάντα καὶ ἐν κόσμῳ καὶ ἐν πολιτείᾳ καὶ ἐν στρατοπέδῳ καὶ ἐν οἴκῳ καὶ ἐν ἑκάστῳ ἡμῶν· τοῦ δὲ ἀγαθοῦ καὶ τοῦ τέλους ἕνεκα πάντα γίγνεται.

Ἧι δὲ ... πέφυκε.

Καθὸ δέ, φησίν, ἡ σοφία τῶν πρώτων αἰτίων ἐστὶ καὶ τοῦ δυναμένου μάλιστα γνωσθῆναι, ἡ τὸ εἶδος εἰδυῖα σοφία ἂν εἴη. πῶς μὲν οὖν ταῦτα ὑπάρχει τῇ τὸ εἶδος ἐπεσκεμμένῃ, προϊὼν εὐθὺς ἐρεῖ· τέως δὲ ὅτι πολλῶν εἰδότων τὰ πράγματα ἄμεινον οὗτος οἶδε, διὰ τῶν ἐκκειμένων δηλοῖ· εἰ γὰρ οἶδε μέν πως καὶ ὁ διὰ τῆς στερήσεως ἢ τῆς ἀποφάσεως εἰπεῖν τι περὶ τοῦ πράγματος δυνάμενος, οἷον ὁ εἰδὼς ὅτι τὸ σημεῖον ἀμερὲς καὶ τὸ θεῖον ἀθάνατον, μᾶλλον οἶδε τούτου ὁ διὰ καταφάσεως αὐτὸ γιγνώσκων καὶ τῶν ὑπαρχόντων αὐτῷ, οἷον ὅτι τὸ μέν ἐστι πέρας γραμμῆς, τὸ δὲ ἀεὶ ὂν αὔταρκες ἀγαθὸν τῶν ὄντων αἴτιον. ἔτι δὲ τούτου μᾶλλον ὁ μὴ τὴν ποιότητα τῶν πραγμάτων ἢ τὴν ποσότητα λέγειν ἔχων ἢ τὰς ἐνεργείας ἢ τὰς πείσεις — πάντα γὰρ ταῦτα μετὰ τὴν οὐσίαν καὶ δεύτερα τῆς οὐσίας —, ἀλλʼ ὁ περὶ τοῦ τί ἐστι τὸ ὑποκείμενον δυνάμενος ἀναδιδάξαι πάντων ἂν τῶν ἐπιστημόνων οὗτος εἴη τελεώτατος. πῶς δὲ καὶ περὶ τὰ πρῶτα αἴτια ἔχει, ἀκούσωμεν αὐτοῦ κατασκευάζοντος.

Ἔτι δὲ ... ἄλλων.

`17`

Αἱ μὲν οὐσίαι διʼ ὁρισμῶν γνωρίζονται· διὸ ὁριστική ἐστιν ἡ πρώτη ἐπιστήμη. τὰ δὲ καθʼ αὑτὰ ὑπάρχοντα διʼ ἀποδείξεώς ἐστι γνωστά· διὸ ἡ δευτέρα ἐπιστήμη ἀποδεικτική ἐστιν. ἡ δὲ τὸ εἶδος ἐπεσκεμμένη πάντα ταῦτα εἰδυῖα καὶ ὁριστική ἐστι καὶ ἀποδεικτική· ὁριστικὴ μὲν αὐτόθεν, ἐπειδὴ τοῦτο ἦν τὸ εἰδέναι τὴν οὐσίαν τοῦ πράγματος, ἀποδεικτικὴ δὲ ὅτι ἐν ταῖς ἀποδόσεσι τῶν αἰτίων οὐ πρότερον παύεταί τις ἀποδεικνύς, πρὶν ἂν εἰς τὸ τί ἐστι καταντήση· οὐ γὰρ ἱκανὸν εἰπεῖν ὅτι διακρίνει μὲν ἡμᾶς τὸ πῦρ, συγκρίνει δʼ ἡ χιών, εἰ τύχοι, ἀλλὰ διὰ τί τούτων ἑκάτερον; ὅτι τὸ μέν, φησί, θερμὸν τὸ δὲ ψυχρόν. διὰ τί δὲ τούτων ἑκάτερον; ἐὰν μὴ εἰς τοὺς ὅρους αὐτῶν καταντήσωμεν καὶ δείξωμεν, ὅτι τοῦτʼ ἔστιν ἑκατέρῳ αὐτῶν τῷ τε πυρὶ καὶ τῇ χιόνι τὸ εἶναι, οὔκ ἐσμεν ἀποδεικτικοί. ὥστε μόνου τοῦ τὸ εἶδος ἐγνωκότος ἐστὶν ἀποδεικνύναι. καὶ αὕτη ἐστὶν ἡ πρώτη αἰτία ἡ ἐκ τοῦ ὁρισμοῦ λαμβανομένη, πρώτη δὲ οὐ κατὰ τὴν ἀπόδοσιν — ὑστάτη γὰρ εἰ τύχοι κατὰ ταύτην —, ἀλλὰ τῇ φύσει πρώτη, εἰς ἣν καταντήσας ὁ ἀποδεικτικὸς ἀναπαύεται· οἷον διὰ τί ὁ πολιτικὸς μουσικὴν εἶναι θέλει καὶ γυμναστικὴν ἐν τῇ πόλει; ἵνα παιδεύσῃ τοὺς πολίτας. διὰ τί παιδεύει; ἵνα ἐπιστήμονας ποιήσῃ. διὰ τί δὲ τοῦτο; ὅτι δεκτικοί εἰσιν ἐπιστήμης· πῶς δὲ τοῦτο; ὅτι λογικοί· διὰ τί δὲ λογικοί; ὅτι τοῦτό ἐστιν αὐτοῖς τὸ ἀνθρώποις εἶναι. ὁρᾷς ὅτι ἐκ τῶν πρώτων αἰτίων οὗτος ἐπίσταται καὶ ἔστιν ἡ ἀρίστη αἰτία τῆς ἀποδείξεως ὁ τοῦ πράγματος ὁρισμός. διὰ τί ἐκλείπει τὸ φῶς; ὅτι ἀντιφράττεται τὸ φῶς ὑπὸ τῆς γῆς. ἔχεις οὖν τὸν ὁρισμὸν τῆς σεληνιακῆς ἐκλείψεως· ἔστι γὰρ ἔκλειψις σελήνης φωτὸς τοῦ ἐν αὐτῇ στέρησις διὰ τὴν τῆς γῆς ἀντίφραξιν· ἧς ἐὰν ποιήσῃς ἀπόδειξιν, τὴν θέσιν τῶν ὅρων ἀμείβεις μόνον, ὡς ἐν τοῖς Ἀποδεικτικοῖς αὐτὸς ἡμᾶς ἐδίδαξε. καὶ τετραγωνίσαι παραλληλόγραμμον ὀρθογώνιον οὐδὲν ἦν ἄλλο ἢ τῆς μέσης εὕρεσις· ἂν γὰρ ᾖ τὸ μῆκος εἰ τύχοι θ, τὸ δὲ πλάτος δ, ἔσται μὲν τὸ ἐμβαδὸν λϛ. εὑρὼν δὲ τὴν μέσην ἀνάλογον τῶν θ καὶ δ τὴν ϛ ἀπʼ αὐτῆς ἀναγράφεις τετράγωνον ἴσον τῷ παραλληλογράμμῳ. ἀλλʼ εἴτε τὸ τί ἐστι τετραγωνίζειν λέγοις, οὐκ ἄλλο τι ἐρεῖς ἢ τὸ μέσην ἀνάλογον εὑρεῖν, εἴτε δεικνύοις ὅτι τετετραγώνισται, ἐπὶ ταύτην καὶ οὐκ ἄλλην τὴν πρωτίστην αἰτίαν καταντήσεις. οὕτως ἡ τὸ εἶδος ἐπισταμένη μόνη καὶ ὁρίζεται καὶ ἐν τοῖς ἄλλοις, τουτέστι τοῖς καθʼ αὑτὰ ὑπάρχουσι, μόνη ἀποδείκνυσι.

Περὶ ... τῷ τέλει.

Ἀναγκαιοτάτη διὰ τούτων ἡ τῆς ποιητικῆς αἰτίας γνῶσις ἐν τοῖς πρακτοῖς καὶ ὅλως τοῖς κινητοῖς ἀποδείκνυται· ὁ γὰρ τὴν ἀρχὴν ἀγνοῶν τὴν κινήσασαν οὐδʼ ἂν τὸ εἶδος οὐδʼ ἂν τὸ τέλος εἰδείη τοῦ πράγματος. ἀμέλει πολλάκις ἤρκεσεν ἡμῖν γνῶναι ὅτι Σωκράτους πρᾶξις ἢ Πυθαγόρου, πρὸς τὸ πεισθῆναι ὅτι καλὴ καὶ ἔμφρων καὶ λυσιτελής.

Ὥστε ἄλλης ἂν ... ἕκαστον.

Ἐὰν οὕτω γράφηται, ὡς εἰς ἄτοπον ἀπάγοντος αὐτοῦ τὸν λόγον ἀκουσόμεθα, ὡς εἰ ἔλεγεν· ὥστε ἄλλης καὶ ἄλλης δόξειεν ἂν εἶναι σοφίας ἕκαστον εἰδέναι τῶν αἰτίων· ὃ ταὐτὸν τῷ· ὥστε πολλαὶ σοφίαι, εἰ μὴ μία τὰ πάντα αἴτια γιγνώσκει. ἐὰν δὲ οὐκ ἄλλης, ὡς ἐγκρίνει μᾶλλον Ἀλέξανδρος, ὡς ἀπὸ κοινοῦ ἀκουσόμεθα κατʼ εὐθεῖαν αὐτοῦ συλλογιζομένου, ὡς εἰ ἔλεγεν· ὥστε ἐπειδὴ ἡ τὸ αἴτιον εἰδυῖα σοφία, οὐκ ἄλλης καὶ ἄλλης ἐπιστήμης ἐστὶ τὸ θεωρεῖν τὰ αἴτια, ἀλλὰ μιᾶς.

Ἀλλὰ ... ἀμφισβητήσιμόν ἐστιν.

`18`

Ἀπορήσας περὶ τῶν αἰτίων τοῦ ὄντος, εἰ μιᾶς ἐστιν ἐπιστήμης ἡ πάντων αὐτῶν γνῶσις ἢ ἑτέρας καὶ ἑτέρας, νυνὶ κατὰ τὴν ἔκθεσιν τῶν προβλημάτων τέως προϊὼν ζητεῖ δεύτερον, εἰ τῆς αὐτῆς καὶ τὰς ἀρχὰς τοῦ ὄντος καὶ τὰς τῶν ἀποδείξεων ἀρχὰς ἐπίστασθαι, ἢ ἄλλης μὲν ταύτας ἄλλης δὲ ἐκείνας· καὶ ἐπιχειρήσει εἰς ἑκάτερον. ἡμεῖς δὲ ὅτι μὲν τῆς αὐτῆς, προείπομεν, τοῖς δὲ τὸ ἀντικείμενον κατασκευάζουσι λόγοις νυνὶ προσφέρειν τὸν ἔλεγχον πειρασόμεθα κατὰ τὴν ἀπʼ ἀρχῆς προαίρεσιν. λέγω ... νῦν. ἐν τούτοις καὶ ἐξηγεῖται, τίνες εἰσὶν αἱ ἀποδεικτικαὶ ἀρχαί, καὶ τὸ πρόβλημα σαφέστερον ὁρίζει καὶ ὑποδιαιρεῖ θάτερον τῶν ἀντιδιῃρημένων, ὡς ἄλλο φανῆναι πρόβλημα κατὰ τὴν ὑποδιαίρεσιν. ἀποδεικτικὰς μὲν οὖν ἀρχὰς τὰς κοινὰς ἐννοίας ἀποφαίνεται εἶναι, οὔτι γε καθὸ διατιθέασιν ἡμᾶς ἢ ἐπὶ πράξεις κινοῦσι — πάντα γὰρ τοῦ τέλους ἑαυτῶν ἐφίεται κατά τινα κοινὴν ἔννοιαν, οὗ δὴ καὶ ἀτυχοῦντες ἄνθρωποι καὶ διʼ ἑαυτῶν κρατῆσαι μὴ δυνάμενοι καταφεύγουσιν ἐπὶ τὸ θεῖον —, ὑφʼ ὧν κινούμενοι καί, ὡς αὐτὸς λέγει, τοῦ εἰδέναι ὀρέγονται φύσει — ταύτῃ μὲν οὖν οὐκ ἂν εἶεν ἀποδεικτικαὶ ἀρχαί —, ἀλλὰ καθʼ ὅσον εἰς τὰς ἀποδείξεις αὐταῖς χρώμεθα, προσαγορεύοντες μὲν ἀξιώματα διὰ τὸ παρὰ πᾶσιν οὕτως ὑπειλῆφθαι, γνῶσιν δὲ τῶν ἀποδεικνυμένων ἐναργεστέραν αὐτῶν ἔχοντες· ὧν μία ἐστὶ καὶ ἡ περὶ τῆς ἀντιφάσεως· δύο δὲ παρὰ τοῖς πρεσβυτέροις ἀξιουμένων περὶ αὐτῆς, ἑνὸς μὲν τοῦ ὅτι αὐτὴν οὐδὲν διαφεύγει, ἀλλὰ πᾶν ἀνάγκη ἢ καταφατικῶς δηλοῦσθαι ἢ ἀποφατικῶς, ὡς ἐπὶ μηδενὸς ἀποτυγχάνειν ἀμφοτέρας τὰς προτάσεις, ἀλλʼ εἶναι ἀληθῆ τὴν ἑτέραν· ἑτέρου δὲ τοῦ ὅτι ἀδύνατον ἅμα αὐτὰς ἀληθεύειν, χρῆται μὲν αὐτὸς νῦν ἀμφοτέροις. ἡμεῖς δὲ τοσοῦτον ἐπισημαινόμεθα, ὅτι τὸ μὲν δεύτερον καὶ ἁπλῶς ἀληθές, τὸ δὲ πρότερον μετὰ προσδιορισμοῦ· ἐπὶ γὰρ τῶν ὄντων καὶ ἐπιστήμῃ ληπτῶν ἅπαν ἀνάγκη φάναι ἢ ἀποφάναι· ἐπεὶ ἐάν τι ὑπερούσιον ᾖ καὶ μήτε ὄνομα ἔχῃ μήτε ἐπιστήμην μήθʼ ὅλως ῥητὸν ᾖ, πῶς ἀνάγκη τοῦτο τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν δέξασθαι, ἐφʼ οὗ πᾶς λόγος ψευδής; ἀλλὰ ταῦτα μὲν ἑτέρας ἂν εἴη σχολῆς βαθύτερον ἐρευνᾶν· καὶ γὰρ ἄλλας ἐνστάσεις ἔχει παρὰ τοῖς μὴ ἀνοήτως αὐτῷ χρωμένοις τοῦτο τὸ ἀξίωμα. νυνὶ δὲ εἰπόντος τοῦ Ἀριστοτέλους· καὶ ὅσαι ἄλλαι τοιαῦται προτάσεις, ὑποβαλοῦμεν τῷ λόγῳ τήν τε λέγουσαν πᾶν τὸ ἐφετὸν ἀγαθόν, καὶ τὴν μηδὲν μάτην ποιεῖν τὴν φύσιν μηδὲ πολλῷ πλέον τὸν θεόν, μηδεμίαν οὐσίαν ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι μηδὲ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ἀπόλλυσθαι, πᾶν τὸ κινούμενον περί τι ἑστὼς κινεῖσθαι· ἔτι δὲ τά τε τῶν γεωμετρῶν καὶ τὰ τῶν ἀριθμητικῶν καὶ τὰ τῶν ἄλλων ἐπιστημῶν ἀξιώματα, περὶ ὧν ἁπάντων οὐχ ἕτερός τις, ἀλλʼ ὁ τὰ αἴτια εἰδὼς ἐπισκέπτεται. εἰ γὰρ ἕτερος, τοῦτο δὴ τὸ τοῦ Ἀριστοτέλους ἀνάγκη λοιπὸν ἀπορεῖν, πότερος αὐτῶν ἐστιν ὁ νῦν ζητούμενος σοφός.

Μιᾶς ... περὶ αὐτῶν.

`19`

Ἄρχεται κατασκευάζειν τὸ ἕτερον τῶν ἀντικειμένων, ὅτι οὐχ ἡ αὐτὴ τὰς οὐσίας εἴσεται καὶ τὰ ἀξιώματα, ὅπερ ἐστὶ ψεῦδος. ἴδωμεν οὖν, ποῦ παρακρούεται ἡμᾶς ὁ συλλογισμός· εἰ γὰρ ὁμοίως, φησίν, ἔχουσι πᾶσαι περὶ τὰς ἀποδεικτικὰς ἀρχάς, αἱ δὲ ἄλλαι αὐτὰς οὐκ ἴσασιν, οὐδʼ ἡ περὶ τὸ ὂν διατρίβουσα ταύτας γνώσεται. ὑγιὲς μὲν τὸ συνημμένον, ἴδωμεν δὲ τὴν πρόσληψιν· «ἀλλὰ μὴν ὁμοίως ἔχουσι πᾶσαι περὶ αὐτάς»  <span class="gap">…</span> καὶ ἀποδεικτικὰς ἀρχάς, αἵ τε πιστεύουσαι μόνον αὐταῖς, καὶ ἡ προσεχῶς μὲν ἀπὸ νοῦ ταύτας ὑποδεξαμένη σοφία, κρειττόνως δὲ ἢ κατὰ ἀπόδειξιν ὑψόθεν αὐτὰς θεωμένη, τό τε ἀληθὲς αὐτῶν ἅμα καὶ τὴν τάξιν καὶ τὴν ἀπὸ νοῦ πρόοδον ἐπισκεπτομένη. καὶ ταῦτα λέγω περὶ τῶν καθάπαξ ἀξιωμάτων, ἐπεὶ ὅταν ὡς μὲν πρὸς τήνδε τὴν τέχνην ἀξιώματα ᾖ, ἁπλῶς δὲ μὴ πρῶτα τὴν φύσιν ὑπάρχῃ, καὶ ἀποδείξει αὐτὰ ὁ τῆς οὐσίας ἐπιστήμων, καίπερ ἀναπόδεικτα ὄντα τῷ μερικῷ τεχνίτῃ· ἀμέλει καὶ τὰς γεωμετρικὰς ἀρχὰς ἐκεῖνος ἀποδείκνυσι. πῶς οὖν ὁμοίως τοῖς ἄλλοις ἔχει περὶ αὐτάς, ἢ πῶς τούτου μὴ συγχωρουμένου προβαίη ποτʼ ἂν ὁ παραλογισμός, ἐφʼ ὃν σπεύδει τὸ συμπέρασμα;

Ἅμα δὲ ... ἀξιώμασιν.

`20`

Πρότερον μὲν ὁ λόγος κατασκευάζειν ἐπεχείρησεν, ὅτι οὐδεμία ἐπιστήμη τὰς ἀποδεικτικὰς οἶδεν ἀρχάς, νῦν δὲ ὅτι οὐδὲ ἐπιστηταί εἰσιν. ἴδωμεν οὖν, πῇ καὶ οὗτος ὁ συλλογισμὸς πειρᾶται σοφίζεσθαι. οὔκ εἰσι, φησίν, αἱ τῶν ἀποδείξεων ἀρχαὶ γνωσταί, εἰ μὴ καθὸ γινώσκομεν ὅ τί ποτε δηλοῦσιν· τοῦτο δὲ οὐ ποιεῖ  <span class="gap">…</span> περὶ αὐτῶν ἐπιστήμην· εἰ δέ εἰσιν ἐπιστηταί, καὶ ἀποδεικταί εἰσιν, εἰ δὲ ἀποδεικταί, καὶ ἓν ἔχουσιν ὑποκείμενον, ὥσπερ οἱ ἀριθμοὶ ἀποδεικτοὶ ὄντες ἓν ἔχουσιν ὑποκείμενον, οὗ τὰ μὲν πάθη, οἷον ἄρτιον περιττὸν καὶ αἱ τούτων συμπλοκαὶ πολλαπλασιασμοὶ διαιρέσεις, ἃ καὶ ἀποδεικτά ἐστι παρὰ τοῖς ἀριθμητικοῖς, τὰ δὲ ἀξιώματα ὡς οἱ τούτων ὁρισμοί· οὐ γὰρ οἷόν τε περὶ πάντων ἀπόδειξιν εἶναι, ὡς δέδεικται ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς. εἰ δὲ ταῦτα κρατοίη, πᾶσαι ἀποδεικτικαὶ περὶ τὸ ὑποκείμενον τὸ ἓν σχήσουσι τῶν ἀξιωμάτων, ὅπερ ἄτοπον· ὥσπερ γὰρ ἡ ἀριθμητικὴ περὶ πάντας τοὺς ἀριθμοὺς καὶ ἡ γεωμετρία περὶ πάντα τὰ σχήματα, οὕτως ἑκάστη τῶν ἀποδεικτικῶν περὶ πᾶν τὸ ὑποκείμενον τῶν ἀξιωμάτων. ἔλαβεν οὖν ἐκ μὲν τοῦ εἰ ἐπιστητά, ὅτι καὶ ἀποδεικτά, ὅπερ ἐστὶ ψεῦδος· ἐκ δὲ τοῦ εἰ ἀποδεικτά, ὅτι ἔχουσι πάντως ὑποκείμενον, ὃ καὶ αὐτὸ ψεῦδος· ἄλλως γὰρ τὰ πράγματα λέγεται ἀποδεικτὰ καὶ ἄλλως οἱ λόγοι καὶ αἱ προτάσεις· εἰ δὲ ὑποκείμενον σχήσει τὰ ἀξιώματα, πάθη περὶ αὐτὰ καὶ ἀξιώματα φανεῖται, ὥστε ἔσται καὶ τῶν ἀξιωμάτων ἀξιώματα· τοῦτο δὲ τὸ ἄτοπον αὐτὸς μὲν οὐ τίθησιν, ἕπεται δὲ πάντως τοῖς εἰλημμένοις· καὶ τὸ τούτῳ ἀκόλουθον τὸ τὰ ἀξιώματα, εἰ ἤρτηται ἄλλων ἀξιωμάτων, μὴ εἶναι ἀξιώματα, μετὰ τοῦ καὶ ἐπʼ ἄπειρον ὁδεύειν ἡμᾶς μὴ κωλύεσθαι· πάλιν γὰρ ταῦτα τὰ ἀξιώματα, ὥστε καὶ ταῦτα, δεῖται ἄλλων ἀξιωμάτων, καὶ τοῦτο ἐπʼ ἄπειρον. τί οὖν θαυμαστόν, εἰ τῶν οὕτως ἀτόπων συγχωρουμένων πᾶσαι αἱ ἐπιστῆμαι περὶ ἓν διατρίψουσιν ὑποκείμενον τὸ τῶν ἀξιωμάτων; ἀλλʼ ὅτι μὲν οὔτε ἀποδεικτὰ τὰ κυρίως ἀξιώματα, καὶ εἰ ἐπιστητά, κατὰ τὴν πρώτην ἐστὶν ἐπιστήμην τὴν περὶ τὰς ἀμέσους προτάσεις διατρίβουσαν, αἳ τῷ ὅτι τὸ διότι συνειλημμένον ἔχουσιν, ἅτε προσεχῶς ἀπὸ νοῦ προελθοῦσαι καὶ νοῦν ἀνελίσσουσαι καὶ διαιροῦσαι καὶ διεξοδεύουσαι· οὔτε εἰ ἦν ἀποδεικτά, ἓν ἂν ἔσχεν ὑποκείμενον, κατατακτά γε ὄντα καὶ μετεωροποροῦντα. καὶ λοιπὸν δὲ ὅπως τἀληθὲς παρʼ αὐτῷ κατεσκεύασται, θεασώμεθα.

Ἀλλὰ ... ψεῦδος.

Εἰ μὴ ὁ αὐτὸς τὰς τῶν πραγμάτων ἀρχὰς οἶδε καὶ τὰς τῶν ἀποδείξεων, ἀλλʼ ἕτερος καὶ ἕτερος, ἀτελὴς μὲν αὐτῶν ἑκάτερος ἔσται, ὁ μὲν οὐκ εἰδὼς ἀποδεῖξαι, ὁ δὲ διακένους πλέκων συλλογισμούς, ἅτε τῶν πραγμάτων τὴν φύσιν ἀγνοῶν. ἀμφισβητήσουσι δὲ περὶ τῶν πρωτείων· μέγα γὰρ καὶ τὸ τὰς ἀποδεικτικὰς ἀρχὰς ἐπεσκεμμένον τὰς πάντων περιληπτικωτάτας ἀξίωμα. τίνα τε δεῖ καλεῖν, εἰ μὴ ὁ αὐτός ἐστι τῷ σοφῷ, καὶ τέλεον ἀπορήσομεν. ὅτι μὲν οὖν τῇ αὐτῇ μεθόδῳ κατεσκεύασε τῶν τε αἰτίων πάντων τοῦ ὄντος ἐπιστήμονα εἶναι τὸν σοφὸν ἕνα ὄντα καὶ τῶν ἀποδεικτικῶν ἀρχῶν, ὁ μεμνημένος ἐκείνων εἴσεται· ὅτι δὲ διʼ ἐλαχίστων ἱκανῶς αὐτῷ δέδεικται τἀληθές, ἔξεστι συνορᾶν· εἰ γὰρ ἡ διαίρεσις τῶν γνώσεων ἀτελεῖς μὲν ἀμφοτέρας ποιεῖ τὰς ἐπιστήμας καὶ γελοίας καὶ ἃ προσποιοῦνται εἰδέναι οὐκ εἰδυίας, ἔτι δὲ στασιάζειν περὶ πρωτείων, τὴν δὲ ἑτέραν αὐτῶν τὴν πειρωμένην πάντα περιλαμβάνειν ταῖς οἰκείαις ἐπιβολαῖς μικροῦ καὶ ἀνώνυμον ἀποφαίνει, πῶς οὐκ ἀσφαλέστατα ἡ ἕνωσις τῶν ἐπιστημῶν κεκύρωται; καὶ εἰ τὰς ἀρχὰς τῶν ἀποδείξεων πάσαις ταῖς ἐπιστήμαις ἡ ἑτέρα αὐτῶν χορηγεῖ, τίς ἂν ἄλλη εἴη πλὴν ἡ πρώτη φιλοσοφία καὶ ἡ περὶ τὸ ὂν ᾗ ὂν διατρίβουσα; αὕτη γὰρ νοῦν μιμουμένη, παρʼ ᾧ νόησις καὶ νοητὸν οὐ διῄρηται, τῇ μὲν νοήσει διὰ τῆς γνώσεως τῶν ἀξιωμάτων ἀφομοιοῦται, τῷ δὲ νοητῷ διὰ τῆς τοῦ ὄντος θεωρίας. εἰ δὲ ἐλλείψει κατὰ θάτερα, νοῦ μίμημα ἔσται τὰ ἕτερα ἔχοντος καὶ οὐ τὰ συναμφότερα, ἢ νόησιν ἄνευ νοητοῦ ἢ τὸ νοητὸν ἄνευ νοήσεως, ὃ ταὐτὸν τῷ νοῦν ἀνόητον μιμεῖσθαι.

Ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἐστιν ἢ πλείους ἐπιστῆμαι.

`21`

Ζητεῖ μὲν εἰ περὶ πᾶσαν οὐσίαν μία ἔσται ἐπιστήμη νοητήν τε καὶ αἰσθητὴν κἂν εἴ τις εἴη τούτων μεταξύ, ἢ πλείους ἔσονται κατὰ τὰς τῶν οὐσιῶν πληθυνόμεναι διαφοράς. τοῦτο δὲ ἦν καὶ ἐν τοῖς προβλήμασι τὸ τὴν τρίτην προτεῖνον ἀπορίαν. ἡ μὲν οὖν σύντομος καὶ ἀληθεστάτη καὶ αὐτῷ ἀρέσκουσα Ἀριστοτέλῃ περὶ τούτων ἀπάντησις, ὅτι μία μὲν ἡ ἀνωτάτω, πολλαὶ δὲ αἱ προσεχεῖς, καὶ μία μὲν ἡ πᾶν τὸ ὂν ᾗ ὂν θεωροῦσα, πολλαὶ δὲ αἱ μόρια τούτου κατανειμάμεναι καὶ ἑτέρως αὐτὰ καὶ οὐχ ᾗ ὄντα μεταχειριζόμεναι. πῶς δὲ αὐτὸς εἰς τὰ ἀντικείμενα νῦν ἐπιχειρεῖ, κατανοήσωμεν.

Εἰ μὲν ... ταύτην.

`22`

Εἴ τις, φησίν, ἄλλην μὲν περὶ τάσδε τὰς οὐσίας, ἄλλην δὲ περὶ ἑτέρας ἐπιστήμην θήσεται, ἀπορήσει τὴν περὶ ποίαν οὐσίαν στρεφομένην σοφίαν καλέσει. ἐροῦμεν οὖν ὅτι μάλιστα μὲν μία πάσας θεωρήσει· εἰ δὲ καὶ ἄλλη ἄλλην, οὐκ ἄδηλον ὅτι ἡ περὶ τὰς πρώτας καὶ νοητὰς εἱλουμένη αὕτη ἦν ἡ πρώτη τῶν ἐπιστημῶν· ἀμέλει καὶ νῦν καίπερ πᾶν τὸ ὂν ᾗ ὂν ἐπισκεπτομένη περὶ τὸ νοητὸν ἐθέλει τὴν πλείστην καὶ τὴν καλλίστην σπουδὴν καταβάλλεσθαι. τὸ δὲ μίαν πασῶν, οὐκ εὔλογον. μέτεισι μὲν εἰς τὸ δεῖξαι καὶ τῷ ἀντικειμένῳ παρεπόμενόν τι δυσχερές· ἴδωμεν δὲ τί ἐστι τὸ λεγόμενον, ἢ διὰ τί οὐκ εὔλογον. καὶ γὰρ ... συμβεβηκότων. καὶ τί τοῦτο ἄτοπον; καὶ γὰρ εἰ πολλαὶ ἀποδεικτικαί, οἷον γεωμετρία καὶ ἀστρονομία καὶ ἀριθμητικὴ καὶ ἄλλαι πλεῖσται, ἀλλὰ πρὸ τούτων πασῶν ἐστι μία ἡ τὸ καθʼ αὑτὸ τῷ ὄντι ᾗ ὂν συμβεβηκὸς ἐπισκεπτομένη· τίνα δέ ἐστι ταῦτα, ἐν τῷ Γ αὐτὸς ἐρεῖ σαφέστατα· ἀριθμητικὴ μὲν γὰρ τὰ τῷ ἀριθμῷ καθʼ αὑτὸ ὑπάρχοντα δείκνυσι καὶ γεωμετρία τὰ τοῖς σχήμασιν· ἐκείνη δὲ ἡ μία ἀποδεικτικὴ τὰ παντὶ τῷ ὄντι καθʼ αὑτὸ ὑπάρχοντα δείκνυσιν οὐχ ᾗ τοιόνδε ἢ τοσονδί ἐστιν, ἀλλʼ ᾗ ὄν· ὥστε οὐδὲν μὲν ἄτοπον ἕπεται. ὅτι δὲ τοῦτο ἕπεται, κατασκευάσαι πειράσεται. εἴπερ ... μία. ὁ λόγος τοιοῦτος· εἰ μία περὶ πάσας εἴη τὰς οὐσίας ἐπιστήμη, μία πάντων ἔσται τῶν καθʼ αὑτὰ ὑπαρχόντων ταῖς πάσαις οὐσίαις καὶ ἀποδεικτική, εἴτε καὶ ἡ αὐτὴ εἴη τῇ περὶ τὰς οὐσίας αὐτὰς διατριβούσῃ εἴθʼ ἑτέρα· μή πω γὰρ περὶ τούτου, ἀλλʼ ὅτι μία ἔσται καὶ ἀποδεικτική, τοῦτο, φησί, δείκνυμι. ἡ δὲ δεῖξις τοιαύτη. περὶ ὅπερ ὑποκείμενον τὸ ὅ τι θεωρεῖ μία τις ἐπιστήμη, περὶ τοῦτο καὶ ἀποδεικτικὴ μία στρέφεται, τὰ καθʼ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ δεικνῦσα ἐκείνῳ ἐκ τῶν κοινῶν ἐννοιῶν, αἵ εἰσι πάσης ἀποδείξεως ἀρχαί· οὐ γὰρ τὸ μὲν ὅ τι τοῦ ὑποκειμένου, τουτέστι τὴν οὐσίαν, μία θεωρεῖ, τὸ δὲ ἐξ ὧν, τουτέστι τὰ καθʼ αὑτὰ ὑπάρχοντα, ἐξ ὧν καὶ οἱ ὁρισμοὶ καὶ τὸ τί ἐστι τοῦ πράγματος, πολλαί, ἀλλὰ μία καὶ ἡ ἀποδεικτική ἐστιν, εἴθʼ ἡ αὐτὴ οὖσα τῇ περὶ τὸ ὅ τι εἴθʼ ἑτέρα, πλὴν ὅτι μιᾶς οὔσης ἐκείνης μία καὶ αὕτη. εἰ τοίνυν πάσας τὰς οὐσίας μία θεωρήσει ὡς ἓν ὑποκείμενον γένος, καὶ πάντα τὰ καθʼ αὑτὰ ὑπάρχοντα ταύταις μία τις ἀποδεικτικὴ περιλήψεται, εἴθʼ ἡ αὐτὴ οὖσα τῇ σοφίᾳ εἴθʼ ἑτέρα· τοῦτο γὰρ ἐν τῷ ἑξῆς προβλήματι διακριθήσεται. τὸ δὲ ὥστε καὶ τὰ συμβεβηκότα, εἴθʼ αὗται θεωρήσουσιν, εἴτε ἐκ τούτων μία τοιοῦτόν ἐστιν· ὥστε καὶ τὰ καθʼ αὑτὰ ὑπάρχοντα, εἰ μὲν πολλαὶ εἶεν αἱ τὰς οὐσίας εἰδυῖαι, πᾶσαι δείξουσιν αἱ ἀποδεικτικαί· εἰ δὲ μία εἴη, μία τῶν ἀποδεικτικῶν πάντα θεωρήσει. καὶ ἕπεται μὲν τοῦτο πάντως, εἰ καὶ μὴ μία τῶν ἄλλων ἐστὶν ἀποδεικτικῶν ἡ σοφία ἡ πασῶν ἐξῃρημένη. οὐδὲν δέ ἐστιν ἄτοπον μίαν τὰ καθʼ αὑτὰ ὑπάρχοντα παντὶ τῷ ὄντι ᾗ ὂν ἐπισκέπτεσθαι.

Ἔτι δὲ ... ἄλλης.

Τοῦτο πέμπτον μέν ἐστιν ἐν τῇ τῶν προβλημάτων ἐκθέσει, νυνὶ δὲ μετὰ τὸ τρίτον οὐκ εἰκῇ δοκεῖ μοι παρειλῆφθαι, ἀλλʼ ἐπειδὴ ἐν τῷ τρίτῳ τοῦτο αὐτὸ λίαν ἀμφιβόλως ἔθηκεν — εἴτε γάρ φησι τῆς αὐτῆς εἴτε ἄλλης —, ἠθέλησεν εὐθέως περὶ τούτου προηγούμενον λόγον ποιήσασθαι. εἴρηται μὲν ἐν τοῖς προβλήμασιν ἱκανῶς περὶ αὐτοῦ, καὶ ὅτι ἡ τὸ ὑποκείμενον εἰδυῖα πάντως καὶ τὰ καθʼ αὑτὰ ὑπάρχοντα δείκνυσι· καὶ γὰρ οὐδʼ ὃ ἐπάγει νῦν, ἀνασκευαστικὴν τούτου δύναμιν ἔχει τινά. λέγει δὲ οὕτως· εἰ μὲν .. εἶναι. πρὸς ὃ φαίης ἂν ὅτι τοῦ μὲν τί ἐστιν οὐκ ἔστιν ἀπόδειξις, τὴν δὲ αὐτὴν καὶ ὁριστικὴν εἶναι καὶ ἀποδεικτικὴν οὐδὲν κωλύει, ὁριστικὴν μὲν τοῦ τί ἐστιν, ἀποδεικτικὴν δὲ τῶν καθʼ αὑτὰ συμβεβηκότων· τῆς αὐτῆς γάρ ἐστι καὶ τὸ τί κόσμος καὶ ἥλιος καὶ σελήνη θεωρῆσαι καὶ περὶ ἀιδιότητος αὐτῶν καὶ ἐνεργειῶν ἀποδεῖξαι. εἰ δʼ ἑτέρας ... χαλεπόν. καὶ τῷ ὄντι χαλεπώτατον ἐξευρεῖν· εἰ γὰρ ἡ ἀποδεικτικὴ τῶν καθʼ αὑτὰ συμβεβηκότων ἄχρι τῆς πρώτης αἰτίας καὶ τοῦ τί ἐστιν ἄνεισι, πάντως ἔσται καὶ ὁριστική. ῥητέον δὲ ὅτι ἡ μὲν κυρίως ἀποδεικτικὴ τοιαύτη, ἤδη μέντοι καὶ ἄλλη ἐστὶν ἡ ἐξ ὑποθέσεων ἀποδεικνῦσα, ἣ οὐκ ἄνεισιν ἐπὶ τὸ τί ἐστιν, ὡς ἡ ἀστρονομία τὰ πολλά, διὸ μηδὲ εἰπεῖν ἔχει περὶ οὐσίας τῶν φαινομένων ἄστρων· ὡς ἐκ πάντων ἐκεῖνο κυροῦσθαι, ὃ ἤδη προείπομεν, ὡς ἡ μὲν περὶ τὰς οὐσίας καὶ ἀποδεικτική, οὐ πᾶσα δὲ ἀπόδειξις ἄνεισιν ἐπὶ τὴν ὁριστικὴν ἐπιστήμην, ἀλλὰ ᾗ ἂν ἔχῃ τὸν ὁρισμόν, ὡς ἀρχῇ χρῆται αὐτῷ πιστευτικῶς.

Ἔτι ... ἐπιστήμας.

`23`

Τέταρτον τοῦτο ἐν τοῖς προβλήμασιν ἔταξεν. ἀπεκρινάμεθα δὲ ἐν ἐκείνοις ἱκανῶς πρὸς τὰ νυνὶ προτεινόμενα· διὸ περὶ τῆς τάξεως μόνον τοσοῦτον ἐπισημηνάμενοι, ὅτι τάχα τοῦτο τρίτον ὤφειλε τετάχθαι, μέτιμεν ἐπὶ τὸ φωρᾶσαι τοὺς παραλογισμοὺς τῶν ἀναιρουσῶν τὰς πλείους οὐσίας ἐπιχειρήσεων. πρώτου δὴ γενομένου προβλήματος, εἰ περὶ πάντα τὰ αἴτια τοῦ ὄντος ὁ σοφός, δευτέρου δὲ εἰ καὶ περὶ τὰς ἀποδεικτικὰς ἀρχάς, τρίτον μὲν ἂν εἰκότως ἐπήγαγέ τις, εἰ πολλαὶ οὐσίαι, ὃ νῦν ζητεῖ· μεθʼ ὃ τέταρτον, εἰ τῶν πολλῶν οὐσιῶν μία ἐστὶν ἐπιστήμη· εἶτα πέμπτον, ὃ νῦν ἐστι τέταρτον, εἰ μὴ μόνων τῶν πολλῶν οὐσιῶν μία ἐστὶν ἐπιστήμη, ἀλλὰ καὶ τῶν καθʼ αὑτὰ ταύταις ὑπαρχόντων. ἀλλὰ ταῦτα μὲν ὡς ἂν ἐθέλῃ τις κρινέτω· μετέλθωμεν δὲ λοιπὸν ἐπὶ τὰ ἑξῆς. ὡς ... αὐτῶν. ἀναπέμπει ἡμᾶς ἐπὶ τὰ ἐν τῷ μείζονι Α ῥηθέντα· γελοῖοι οὖν καὶ ταύτῃ οἱ τὸ βιβλίον νοθεύοντες. εἴρηται δὲ ἐν ἐκείνοις Πλάτωνι μὲν ἀρέσκον περὶ τῶν εἰδῶν ἢ οὐδὲν ἢ ἐλάχιστον, ἃ δὲ αὐτὸς ὑποτιθέμενος ἤλεγξε, λίαν κενῶς καὶ διαλεκτικῶς.

Πολλαχῇ ... ἀίδια.

`24`

Ἀλλʼ ἐκεῖνοι μὲν, φαίην ἄν, οἱ ἄνδρες τοῖς πᾶσι τὰ εἴδη διαφέρειν ἡγοῦνται τῶν τῇδε· τὰ μὲν γὰρ οὐσίας εἶναι θείας ἀμερεῖς πρὸς ἑαυτὰς ἐστραμμένας, δημιουργικὰς αἰτίας τῶν τῇδε, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσας, τὰ δὲ πᾶσαν ὑπομένειν τροπὴν θνητά τε εἶναι αὐτῶν ἔνια καὶ ἀποτελέσματα καὶ περὶ τὴν ἐν χρόνῳ στρεφομένην εἰλεῖσθαι γένεσιν· τὰ μὲν νοητὰ καὶ ἀμερῆ καὶ ἑαυτῶν ὄντα καὶ αὐτὸ τοῦτο πᾶσι τοῖς ἐγκοσμίοις χορηγοῦντα τὴν ὑπόστασιν, τῷ δραστηρίῳ καὶ δημιουργικῷ καὶ προνοητικῷ καὶ γνωστικῷ τῶν ὅλων τῶν παρὰ σοὶ χωριστῶν εἰδῶν διαφέροντα, τὰ δὲ διαπεφωνημένα καὶ μεριστὰ καὶ ἑτεροκίνητα καὶ τῶν ὄντων τὰ ἔσχατα καὶ ἀγονώτατα. δέος δὲ μὴ αὐτὸς ἁλῷ πέρα τοῦ μετρίου ταῖς παρὰ τὰς ὁμωνυμίας ἀπάταις προσχρώμενος· οὐ γὰρ ἐπειδὴ ἄνθρωπος ὁ τῇδε κἀκεῖ ὁ αὐτὸς ἄνθρωπος, ἀιδιότητι μόνῃ διαφέρειν ἐκεῖνον οἴοιντο ἂν τούτου, ἀλλὰ πᾶσι μὲν οἷς εἴπομεν, πλείοσι δὲ ἔτι τοῖς παραλελειμμένοις. θαυμάσειε δʼ ἄν τις ἐν τούτοις καὶ τὸν Ἀλέξανδρον κατασκευάζοντα μὲν σὺν πολλῇ προθυμίᾳ τὰ τῷ Ἀριστοτέλει νυνὶ ῥηθέντα, λανθάνοντα δὲ ἑαυτὸν ἀπεναντία τῷ φιλοσόφῳ φθεγγόμενον. εἰ γὰρ συνώνυμός ἐστιν ὁ τῇδε ἄνθρωπος τῷ ἐκεῖ ἀνθρώπῳ, ὡς Ἀλεξάνδρου λόγος, οὐδʼ ἂν ἀιδιότητι διαφέροι τοῦ τῇδε ὁ ἐκεῖ· ἐν γὰρ τῷ λόγῳ τοῦ τῇδε ἀνθρώπου τὸ θνητὸν ἔγκειται, καὶ ὅλως ὅσοις τὸ θνητὸν καὶ τὸ ἄφθαρτον ὑπάρχει, κατʼ οὐσίαν ὑπάρχει καὶ οὐ κατὰ συμβεβηκός, ὡς αὐτὸς ὁ φιλόσοφος ἐν αὐτῇ ταύτῃ τῇ πραγματείᾳ σαφῶς ἀπέδειξεν· ὥστε οὐ καλῶς τοῦτο συγκεχώρηκεν Ἀριστοτέλης κατὰ τὸν Ἀλεξάνδρου λόγον. ἀλλὰ ταῦτα μὲν οὐδʼ ἂν αὐτοὺς οἶμαι διενεχθῆναι τοὺς ἄνδρας οὕτως ὄντας δεινοὺς τὰ συλλογιστικά, ὅτι τῶν Πλάτωνος θείων δογμάτων οὐχ ἅπτεται, ὡς οὐδὲ τὰ παρὰ τῶν Θρᾳκῶν τοξεύματα τῶν αἰθερίων ἐφικνεῖτο θεῶν. ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν· ἔτι ... ἀπορίας ἕξει. ἴδωμεν δὲ καὶ ποίας καὶ πόσας καὶ πῶς ἐχούσας λύσεως.

Δῆλον γὰρ ... οὐρανόν.

Καὶ τί ἄτοπον εἶναι ταῦτα καὶ νοητὰ καὶ διανοητὰ καὶ αἰσθητά; πῶς δὲ οὐκ ἀναγκαῖον εἶναι μὲν ἐν τῷ δημιουργῷ τὴν αἰτίαν τοῦ οὐρανοῦ καὶ τοῦ ἡλίου; εἶναι δὲ καὶ ἐν ταῖς ψυχαῖς τῶν ἄστρων ἀληθέστερον οὐρανὸν καὶ ἥλιον τῶν φαινομένων, εἶναι δὲ καὶ ταύτας αὐτῶν τὰς αἰσθητὰς ὑποδοχάς; τί δὲ ἄλλο οἰόμεθα τὸν Πλάτωνα λέγειν, ὅταν οὐρανοῦ τε ὕπερ ἀστρονομεῖν τὸν κορυφαῖον ἀποφαίνηται καὶ πάλιν πολλὰς εἶναι μακαρίας θέας τε καὶ διεξόδους ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεσθαι; οὐκ ἄστρα τε ἡγεῖσθαι εἶναι ὑπὲρ τοῦτον τὸν οὐρανὸν ἢ ἵνα συνηθέστερον εἴπω, τὰς νοερὰς τῶν ἄστρων ζωάς, ὧν τὴν ἀσύγχυτον ἕνωσιν καὶ τὴν ἀνέκλειπτον κοινωνίαν καὶ τὴν πρὸς τὰς νοητὰς οὐσίας σύνταξιν θεάσασθαι τὸν παρʼ αὐτῷ σοφόν, οὐρανόν τε νοερὸν ἄλλον παρὰ τουτονὶ τὸν φαινόμενον, οὗ τὰ θεάματα καὶ τὰς ἐξοδικὰς θεωρίας εἶναι τῶν ἐγκοσμίων θεῶν τε καὶ δαιμόνων; ὥστε τοῦτο μὲν εὖ λέλεκται λίαν, ὅτι οὐ παρʼ αὐτὰς μόνας τὰς γραμμάς, τουτέστι παρὰ τὰς νοητὰς καὶ ἔτι παρὰ τὰς αἰσθητάς, ἔσονται μέσαι τινὲς γραμμαί, ἀλλὰ καὶ οὐρανοὶ καὶ ἥλιοι πολλαχῶς. τέως δὲ τοὐλάχιστον τριχῶς ἔστιν ἐπινοεῖν πάντα· εἰ γάρ, ὥς φησιν ὁ θεῖος Πλάτων, νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι συνθεὶς ὁ θεὸς τὸ πᾶν κοσμικὸν ζῷον ἔννουν καὶ ἔμψυχον ἐτεκτήνατο, πάντα ἄρα ὅσα κατὰ τὸν φαινόμενον οὐρανὸν αἰσθητῶς καὶ διαστηματικῶς ἐνορᾶται, κατὰ μὲν ψυχὴν ἐν ἀύλοις λόγοις καὶ ὁλικοῖς ἔσται, κατὰ δὲ τὸν νοῦν ἐν εἴδεσιν ἀμερεστάτοις καὶ νοεροῖς. ὁ δὲ ἀποθαυμάζοντι ἐοικὼς καὶ τὰ ἑξῆς γράφει· καίτοι ... ἀδύνατον. διὰ τί τῶν κινουμένων οὐκ εὔλογον ἀκίνητον αἰτίαν εἶναι; πῶς δὲ οὐκ ἀναγκαῖον; ἢ τοῦτο μὲν συγχωροῦμεν, πρὸς δὲ τὸ μὴ ὁμοίως αὐτὴν ὀνομάζεσθαι τοῖς ἀποτελέσμασι διαμαχούμεθα; καὶ μὴν ἐπὶ τῶν τεχνητῶν αὐτὸ συγκεχωρήκαμεν, ἐκ τῆς ἀύλου τὴν ἔνυλον οἰκίαν διισχυριζόμενοι γίγνεσθαι. δεῖ δὲ καὶ τῇ χρήσει τῶν θεολόγων προσέχειν, παρʼ οἷς πολλῶν μὲν οὐρανῶν πρόοδοι, πολλῶν δὲ ἡλίων, πολλῶν δὲ τῶν ἄλλων ἑκάστων παραδίδονται· διὰ τί δὲ καὶ κινούμενον παντελῶς ἀδύνατον, εἰ μὴ ὅτι τὴν σωματικὴν μόνην μεταβολὴν εἰώθαμεν κίνησιν ὀνομάζειν; ἐπεὶ τὴν δημιουργικὴν καὶ νοερὰν κίνησιν τίς οὐκ ἂν δοίη τοῖς ὄντως οὖσιν;

Ὁμοίως ... αἰτίας.

`25`

Λέγει ὅτι μήτε ἀκίνητα εἶναι εὔλογον μήτε κινούμενα· ἡμεῖς δὲ καὶ τότε μὲν ἐλέγομεν, ὅτι καὶ ἀκίνητα τὴν σωματικὴν κίνησιν καὶ κινούμενα τὴν ζωτικὴν ἀναγκαῖον εἶναι, καὶ νῦν δὲ ἥδιστʼ ἂν αὐτὸν ἐροίμην, πότερον οὐδὲ ὄμμα συγχωρεῖ ἡμᾶς ἔχειν ἄλλο παρὰ τουτονὶ τὸν αἰσθητὸν ὀφθαλμόν; ἀλλʼ ὄμμα μὲν εἶναι δίδωσιν, οὐ μὴν ἔχον γε δύναμιν ὀπτικὴν τῶν οἰκείων εἰδῶν· ἀλλὰ καὶ τοῦτο μέν, ἀνυπόστατα δὲ εἶναι τὰ τοῦ νοῦ θεάματα. καὶ πῶς οὐκ ἔσται τῆς αἰσθήσεως ὁ πολυτίμητος ἡμῖν νοῦς ἀτυχέστερος, εἴπερ ἐκείνη μὲν πρὸς ὄντα συντέτακται, τούτου δὲ ἀνυπόστατα τὰ θεάματα; εἰ δὲ τοῦτο ἄτοπον, ἔστι δὲ καὶ ὄμμα ἡμῶν νοερὸν καὶ δύναμις ἐκείνου τοῦ ὄμματος ὀπτική, ἔσται καὶ εἴδη σύζυγα ταύτῃ τῇ ὀπτικῇ ἀκίνητα μὲν τὴν τῶν σωμάτων κίνησιν, κινούμενα δὲ τὴν νοερὰν ἐνέργειαν. τί δέ; τῶν ἁρμονικῶν λόγων, ὧν ὁ θεὸς δέδωκε τῇ ψυχῇ πρὸ τῆς φαινομένης διακοσμήσεως, ἆρʼ οὐδείς ἐστι θεατής; αὐτῶν δὲ τῶν Μουσῶν καὶ τῆς ἐξ αὐτῶν προϊούσης ἁρμονίας οὐ πάντες μὲν οἱ ἐγκόσμιοι θεοὶ μετέχουσιν, ὥς φησιν Ὅμηρος, πλήρεις «Μουσάων αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ,» πάντα δὲ τὰ ὄντα μετείληφε; διὰ τί οὖν οὐκ ἔσται καὶ ἄλλα ἁρμονικά; εἰ δὲ ταῦτα Πλατωνικὰ φαῖεν οἱ δριμεῖς οὗτοι καὶ μυθώδη, ἀλλʼ ἥ γε μία σύνταξις τῶν παρὰ σοὶ νοερῶν εἰδῶν ἡ πρὸς τὸ πρώτιστον ἀγαθὸν καὶ τὸ ἐν αὐτῷ νοητὸν εἶδος ἐπιτελουμένη πῶς οὐχ ἁρμονιῶν ἐστιν ἡ καλλίστη καὶ θειοτάτη, περὶ ἣν ὁ φιλόσοφος διατρίβων ἁρμονικὰ ἂν θαυμαστότερα τῶν τῇδε μουσικῶν μεταχειρίζοιτο; εἰ γὰρ ... φθαρτῶν. οὔτε αἰσθητά ἐστι τὰ μεταξύ, καὶ εἰ ὁμώνυμα αὐτοῖς εἴη τὰ αἰσθητά· οὔτε αἰσθήσεις αὐτοῖς συζυγοῦσιν ἀλλὰ διανοήσεις, ἅτε λόγοις οὖσιν ἀύλοις· οὔτε τὸ εἶναι μεταξὺ τῶν νοητῶν ζῴων καὶ τῶν αἰσθητῶν ἐν τοῖς καθόλου λόγοις τῆς ψυχῆς ἢ τοῖς εἴδεσι τοῖς φυσικοῖς ἕτερα ζῷα παραιτήσαιτο ἄν τις συγχωρεῖν. ὥστε οὔτε ἀληθῆ τὰ λαμβανόμενα οὔτε τὸ ἐξ αὐτῶν συναγόμενον ἄτοπον. ἀπορήσειε ... ἐπιστήμας. τοῦτο μὲν εὖ ζητεῖ· καὶ γὰρ τῷ ὄντι ἐστὶν ἄπορον, ποίας ἐπιστήμας τῶν τῇδε φήσομεν εἶναι παραδειγματικωτέρας· ὅμως δὲ ἀποκρινούμεθα αὐτῷ, ὅτι τῶν περὶ φυσικὰ εἴδη τὴν κατανόησιν ἐχουσῶν ἢ λόγους ἢ ἀριθμοὺς φυσικοὺς ἀνάγκη πρεσβυτέρας εἶναι, αἳ περὶ τὰ ἄυλα τούτων παραδείγματα διατρίψουσιν.

Εἰ γὰρ ... ὑγιεινόν.

`26–27`

Οὐ τούτῳ μὲν διαφέρει μόνῳ γεωδαισία γεωμετρίας, ἀλλʼ ὅτι καὶ ἡ μὲν χρείας ἀνθρωπικῆς στοχάζεται καὶ πρὸς τὸ χρήσιμον ὁρᾷ τοῦ θνητοῦ βίου χειρουργίας τε ἐφάπτεται καὶ τοῦ ὄντως ὄντος ἔννοιαν οὐ προχειρίζει  <span class="gap">…</span> τῶν αἰσθητῶν τὴν ψυχὴν καὶ διακαθαίρει τὸ ταύτης ὄμμα περιάγει τε πρὸς νόησιν, ἀφιστᾶσα τῆς παχυτέρας καὶ μορφωτικῆς τῶν ἐνύλων συντάξεως. ὅμως δὲ λεγέσθωσαν ταύτῃ διαφέρειν. τί οὖν; οὐχ ἕψεται τὸ καὶ ἰατρικὴν ἄλλην τινὰ παρά τε τὴν θείαν ἰατρικὴν εἶναι καὶ παρὰ τὴν τῶν θνητῶν σωμάτων; ἀλλʼ ἔγωγε μὴ πρὸ πάσης κατασκευῆς τοῦτο συγχωρῶν αἰσχυνοίμην ἂν ἐμαυτόν. ἔστω γὰρ ὁ Παιήων ἢ εἰ βούλοιτό τις λέγειν ὁ σωτὴρ Ἀσκληπιὸς ὁ τὴν θείαν ἔχων ἰατρικήν, διʼ ἧς θεοῖς τε καὶ ψυχαῖς καὶ σώμασι τοῖς μὲν ἀεὶ τὸ προσῆκον ἀπονέμει μέτρον, τοῖς δὲ ὅταν ᾖ δεκτικά, ἔστω δὲ καὶ ὁ παρʼ ἡμῖν ἰατρὸς ὁ τῶν θνητῶν σωμάτων τὴν ἐπιμέλειαν ποιούμενος· ἆρʼ οὖν τὰ τοσοῦτον ἀλλήλων διεστῶτα κοινοῖς τισιν ὅροις οὐ δέδεται; καὶ μὴν ὅπερ ἂν ᾖ παρὰ τοῖς θεοῖς, ᾖ δὲ καὶ παρʼ ἡμῖν ἐσχάτως, ἀνάγκη θεωρεῖσθαι κἀν ταῖς ἀγγελικαῖς καὶ δαιμονίαις καὶ ἡρωικαῖς τάξεσιν, ἔτι δὲ ἐν ταῖς ἀπολελυμέναις ψυχαῖς τοῦ θνητοῦ βίου. διὰ τί δὲ καὶ τὴν καθαρτικὴν τῶν παθῶν φιλοσοφίαν οὐχὶ μεταξὺ τάξειεν ἄν τις τῆς τε θείας δίκης, ἥτις ἰατρικὴ γίγνεται πάσης περικοσμίου πονηρίας, καὶ τῆς ἀνθρωπικῆς ἰατρείας, ἣ περὶ μόνην τὴν θεραπείαν τευτάζει τοῦ γενητοῦ καὶ φθαρτοῦ σώματος; ὥστε οὐδὲν ἂν εἴη πλημμελὲς καὶ τὰ ὑγιεινὰ ταύτης θεωρήματα καὶ ἐπιτηδεύματα μεταξὺ τῶν τε τῆς δίκης εἶναι μέτρων, ἐν οἷς τὸ αὐτοϋγιεινόν, καὶ τῶν συνεγνωσμένων τοῖς πολλοῖς. ἀλλʼ ἡμεῖς οὐ τὰ παραδείγματα τῶν τῇδε, αὐτὰ δὲ τὰ ἐν τοῖς τελευταίοις φαινόμενα ζητοῦντες ἐν ταῖς μεταβάσεσι τῶν πραγμάτων καὶ μὴ εὑρίσκοντες εἰκότως ἀποροῦμεν, εἴ τι τοιοῦτόν ἐστιν ἐν τοῖς πρώτοις καὶ μέσοις τοῦ ὄντος γένεσιν. εἰ μὲν οὖν ἁπασῶν τῶν τεχνῶν χρὴ παραδειγματικὰς αἰτίας ὑποτίθεσθαι, ἢ πασῶν μὲν ἐκεῖθεν αἱ ἀρχαί, τὸ δὲ ὅλον σύστημα τῶν εἰς χρείαν τοῦ θνητοῦ βίου συντελουσῶν ἐκ τοῦ γονίμου τῆς ψυχῆς λόγου προελήλυθεν, ἐζήτηται καὶ τοῖς πρεσβυτάτοις τῶν φιλοσόφων, τοῖς Πυθαγορείοις φημὶ καὶ Παρμενίδῃ καὶ τῷ Πλάτωνι καὶ τοῖς ὕστερον τὴν ἐκείνων θεωρίαν ἐξηπλωκόσιν Πλωτίνῳ καὶ Ἰαμβλίχῳ καὶ Πορφυρίῳ. ὅτι μέντοι τὰς ἀνάλογον καὶ ἐν θεοῖς ἔστιν ἐπινοεῖν, δηλοῦσι καὶ οἱ θεολόγοι Κύκλωπας καὶ Ἥφαιστον χαλκέας καὶ οἰκοδόμους οὐκ ὀκνοῦντες καλεῖν, οὐδὲ Ἀθηνᾷ καὶ Κόρῃ τὴν ὑφαντικὴν ἀποκληροῦν. οὐκ εὐθέως δὲ τὰς ἀνάλογον θεωρουμένας καὶ παραδείγματα τῶν τῇδέ φαμεν, ἐὰν μὴ αἱ τῇδε κατʼ ἐκείνας ποιῶσι, πρὸς ἐκείνας ἀνατεινόμεναι κἀκείναις ἀπεικαζόμεναι. ἅμα ... φθειρομένων. μάλιστα μὲν αὐτὸς ὑπέθου τῶν φθαρτῶν λέγειν αὐτοὺς εἶναι τὴν γεωδαισίαν, καὶ οὐκ ἴσμεν τοῦτο παρʼ αὐτοῖς κείμενον. ἔπειτα τίς ἀνάγκη τὰς τῶν φθαρτῶν τέχνας αὐτοῖς συμφθείρεσθαι τοῖς φθαρτοῖς; ὅμοιον ὡς εἴ τις ἔλεγε τοὺς τῶν φθαρτῶν ὁρισμοὺς συμφθείρεσθαι τοῖς ὁριστοῖς. τὸ δὲ οἶμαι, σωζομένου τοῦ εἴδους, κἂν τὰ καθʼ ἕκαστα θνητὰ ᾖ, ἀνάγκη καὶ τὸν ὁρισμὸν σώζεσθαι, εἴτε λέγοι τις αὐτὸν εἴτε μή. ταὐτὸν δὴ τοῦτο κἀπὶ τῶν τεχνῶν· σώζονται γὰρ αὗται, κἂν φθαρτῶν ὦσι πραγμάτων προνοητικαί, τοῖς καθόλου λόγοις κρατούμεναι· οἳ κἂν ὦσι προβεβλημένοι παρὰ τῶν ἐν γενέσει ψυχῶν, ἀνάγκη διαμένειν καὶ τὰς τοιαύτας τῶν τεχνῶν. καὶ γὰρ ἄλλως διαφέρει τὸ ἐν φθαρτῷ εἶναι καὶ φθαρτοῦ προνοεῖν ἢ περὶ φθαρτὸν ἐνεργεῖν· καὶ τὸ μὲν ἐν φθαρτῷ ὂν ἀνάγκη πᾶσα τῷ ὑποκειμένῳ συμφθείρεσθαι, τὸ δὲ περὶ φθαρτὸν ἐνεργοῦν οὐκ ἀνάγκη τοῦδε φθειρομένου μηκέτι εἶναι ἢ ἀργὸν εἶναι· ἐνεργήσει γὰρ πάλιν περὶ τὸ ὁμοειδὲς αὐτῷ διὰ τὸ χρῆσθαι τῷ καθόλου λόγῳ.

Ἀλλὰ μὴν ... ἔχει φύσιν.

`28–29`

Καίτοι εἰ μὴ τῶν αἰσθητῶν μεγεθῶν ὁ ἀστρονόμος ἐστὶ θεατής, περὶ ἄστρα δὲ ἔχει καὶ οὐρανὸν καὶ τὰς τούτων κινήσεις, πῶς οὐκ ἔστιν ἄλλα ἄστρα καὶ ἄλλος οὐρανὸς καὶ ἄλλαι κυκλοφορίαι, περὶ ἃς ὁ ἀστρονόμος διατρίβει; ὥστε οὐ κατὰ τῶν εἰσαγόντων πλείους οὐσίας ἐστὶ τὸ ἐπιχείρημα, συνηγορεῖ δὲ μᾶλλον αὐτοῖς. τό γε μὴν ἀληθὲς τῇδε ἔχει· τοῦτον μὲν τὸν οὐρανὸν ὁ ἀστρονόμος θεωρεῖ, ἅτε δὲ καθόλου τινὰς ἐν ἑαυτῷ λόγους ἔχων εἰκόνας τῶν εἰδῶν τῶν δημιουργησάντων τὸν οὐρανὸν συμπλέκει τοῖς ὁρωμένοις τοὺς ἀύλους καὶ ὁλικωτέρους λόγους κἀντεῦθεν ἀποδείκνυσι τὰ καθʼ αὑτὰ τοῖς οὐρανίοις ὑπάρχοντα. ὅρα δὲ πῶς καίπερ ζωῆς ὢν πλήρης καὶ θείας καὶ δημιουργικῆς δυνάμεως ὁ οὐρανὸς ὅμως διὰ τὸν ὄγκον καὶ τὴν διάστασιν μερικῶς τὰ πράγματα δέχεται· ὄντος γὰρ ἑνὸς ἐν ἡμῖν λόγου τοῦ πάντας τοὺς ἐν σφαίρᾳ μεγίστους κύκλους διχοτομοῦντος, ὅς ἐστιν εἰκὼν τοῦ τὸ πᾶν συνυποστήσαντος τῷ Διῒ λόγου, ὁ οὐρανὸς ὡδὶ μὲν ἐπὶ τοῦ ζῳδιακοῦ καὶ ἰσημερινοῦ τοῦτο δέχεται, ὡδὶ δὲ ἐπὶ τοῦ μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος· ἅμα δὲ καὶ ἐν ἑνὶ πᾶσαν ὑποδέξασθαι τοῦ λόγου τὴν δύναμιν ἡ σώματος φύσις οὐκ εἴασε. ταὐτὸν δὴ καὶ ἐπὶ τῶν ἄλλων εἰρήσθω μοι. εἰ δὲ πρὸς τῷ χωρὶς ἀλλὰ μὴ ἅμα μηδʼ οὕτω δέχεται ἀκριβῶς, ὡς δίδωσι τὸ ποιοῦν καὶ ὡς θεωρεῖν δύναται τὸ προσεχῶς ἀπὸ τοῦ πατρὸς προεληλυθός, θαυμαστὸν οὐδέν. ἀλλʼ ἐκεῖνο καὶ πρὸς Πρωταγόραν καὶ πρὸς πάντας τούς τε ἀτιμάζοντας γεωμετρίαν καὶ τοὺς μόνα τὰ αἰσθητὰ λέγοντας εἶναι ῥητέον ἐστί, πότερον τὰ ἐν τῷ οὐρανῷ καὶ ὅλως τῷ αἰσθητῷ στρογγύλα καὶ εὐθέα μᾶλλόν ἐστιν ἀκριβέστερα ἢ ἃ ὁ γεωμέτρης θεωρεῖ; εἰ μὲν γὰρ τὰ ἐν τῷ αἰσθητῷ, θαυμαστὸν ὅπως τὰ μὴ ἐφαρμόζοντα τοῖς ὁρισμοῖς τῶν ἐφαρμοζόντων ἐστὶ καλλίω καὶ ἀκριβέστερα, καὶ τὰ ὑπὸ τοῦ κανόνος ὡς οὐχὶ στρογγύλα διελεγχόμενα τοῖς ὑπʼ αὐτοῦ τοῦ κανόνος μαρτυρουμένοις περὶ πρωτείων ἀμφισβητεῖ· εἰ δὲ τὰ ὑπὸ τοῦ γεωμέτρου θεωρούμενα καὶ ἀυλίᾳ καὶ καθαρότητι καὶ ἀκριβείᾳ καὶ ἀληθείᾳ κρατεῖ, πῶς οὐκ ἀμφότερα δείκνυται, καὶ ὅτι περὶ σεμνὰ καὶ τίμια γένη στρέφεται γεωμετρία, καὶ ὅτι κρείττω καὶ θειότερα τὰ ἐν οὐρανῷ παραδείγματα προϋπάρχει ἔν τε τῷ δημιουργικῷ νῷ κἀν τῇ ὅλῃ ψυχῇ. ὧν δὴ καὶ εἰκόνας ἡ ἡμετέρα σύστασις ἔχουσα θεωρεῖ τά τε ἐν τῷ παντὶ διὰ καθολικωτέρων λόγων περιλαμβάνουσα καὶ τὰ ἐν τοῖς ἀρχικωτέροις ἑαυτῆς αἰτίοις, ὡς διʼ εἰκόνων τῶν ἐν αὐτῇ πρὸς τὴν ἀρχέτυπον οὐσίαν ἀναπεμπομένη. γελοῖον δὲ καὶ τὸ εἰς ἔλεγχον γεωμετρίας τὸ μὴ τὰ σημεῖα τοῖς ἄστροις ἐξισοῦσθαι παραλαμβάνειν· οὔτε γὰρ οἱ ἀστρονόμοι σημεῖα τὰ ἄστρα λέγουσιν, οὔθʼ ἡ γεωμετρία τοιαῦτα γλίχεται λαβεῖν σημεῖα, ἃ πάντως ἐστὶν ἐν τῷ αἰσθητῷ. εἰ δʼ ὅλως ἔδει ταύτῃ τοὺς γεωμέτρας ἐλέγχειν, ὅτι περὶ ὧν λέγουσιν οὐ φαίνεται ὄντα ἐν τοῖς αἰσθητοῖς, ἔδει τοὺς πόλους ἢ τὸ τοῦ παντὸς κέντρον ἐπισκέψασθαι. ἀλλὰ ταῦτα μὲν παρείσθω· ἣν δὲ τελευταίαν εὐθύνει δόξαν ὁ Ἀριστοτέλης τῶν εἰσαγόντων πλείους οὐσίας ἐπισκεψώμεθα. εἰσὶ δέ ... ἀδυνατώτερον. οἱ λέγοντες μεταξὺ μὲν εἶναί τι τῶν νοητῶν εἰδῶν καὶ τῶν αἰσθητῶν, εἶναι δὲ τὴν μέσην ταύτην φύσιν ἐν τοῖς ἐσχάτοις καὶ ἐνύλοις εἴδεσιν, εἰ μὲν ἅπαν τὸ μεταξὺ λέγοιεν εἶναι ἐν τοῖς καθʼ ἕκαστα τῶν αἰσθητῶν, ὁμολογουμένως πταίουσιν· εἰ δὲ πολλαχῶς τοῦ καθόλου ἀνθρώπου φέρε καὶ ἡλίου θεωρουμένου καὶ τοῦ μὲν ὄντος ἐν τῇ ψυχῇ τοῦ παντός, τοῦ δὲ ἐν τῇ κοσμικῇ φύσει, τοῦ δὲ ἐν ταῖς ἡμετέραις ψυχαῖς εἶναί τινα λέγοιεν κοινὸν ἄνθρωπον καὶ ἐν Σωκράτει κατατεταγμένον, καὶ τὸν ἥλιον αὐτόν, εἰ καὶ εἷς εἴη, ἀλλʼ οὖν ἔχειν καὶ τὴν τοῦ ὅλου ποιότητα εἴδους, οὐδὲν ἔμοιγε πλημμελεῖν δοκοῦσιν, ἐπεὶ πρὸς τῇ τοῦ πράγματος ἀληθείᾳ καὶ τῶν ἐκ τῆς αὐτοῦ φιλοσοφίας ὁρμωμένων ἔστι πολλάκις ἀκούειν, ὅτι τὸ κοινὸν ἐν τοῖς καθʼ ἕκαστά ἐστι, καὶ οἱ Στωικοὶ δὲ τοὺς κοινῶς ποιοὺς πρὸ τῶν ἰδίως ποιῶν ἀποτίθενται· τί δὲ ἄλλο ἐστὶ τὸ ὁριστὸν ἢ τὸ ἐν τοῖς καθʼ ἕκαστα κοινὸν κατατεταγμένον; ὥστε εἰ ἔστιν ὁρίσασθαι ἥλιον ἢ οὐρανὸν ἢ σελήνην, κατʼ ἐκεῖνο ἄν τις ὁρίσαιτο τούτων ἕκαστον, ὃ ὑπῆρχεν ἂν πᾶσιν ἡλίοις, εἰ καὶ μυρίοι ὄντες ὁμοειδεῖς ἦσαν ἀλλήλοις. ἔχει μὲν οὕτω τὰ πράγματα· ἴδωμεν δὲ εἴ τινα ἐκ τῶν λόγων αἰσχύνην προσοφλισκάνουσιν οἱ λέγοντες ἕκαστον τῶν αἰσθητῶν ἔχειν ἐν ἑαυτοῖς τι καθόλου κατατεταγμένον. ἐρωτᾷ τοίνυν αὐτούς, διὰ τί μὴ καὶ τὰ εἴδη ἐν τοῖς αἰσθητοῖς ἀποτίθενται. τὸ δὲ οἶμαι πρόχειρον ἐκείνοις εἰς διάλυσιν· φήσουσι γὰρ ὅτι τὰ εἴδη ἄυλά ἐστι καὶ χωριστὰ πάντῃ καὶ νοερὰ καὶ δημιουργικὰ καὶ ἑαυτῶν μόνως ὄντα τὰ πάντα γεννᾷ καὶ ὑφίστησι, τὰ δὲ οὕτω καθόλου σπεύδει πρὸς τὴν ὕλην καὶ ἐν ἑαυτοῖς μένειν οὐ δύναται τῶν τε ἰδίως ποιῶν ὑποδοχαὶ γίγνονται καὶ μετʼ αὐτῶν ἔχει τὸ εἶναι. πρὸς τούτῳ πῶς δύο στερεά, φησίν, ἐν ταὐτῷ δύναται εἷναι τόπῳ; οἱ δὲ οὐ φήσουσι τὸν καθόλου λόγον στερεὸν εἶναι, ἀλλὰ συντελεῖν μὲν καὶ αὐτὸν εἰς τὴν μίαν οὐσίαν τοῦ στερεοῦ σώματος, οὐ μέντοι ἄλλο στερεὸν εἶναι παρʼ ἐκεῖνο τὸ σῶμα. ὁ γοῦν Σωκράτης ἔχει μὲν ἐν ἑαυτῷ καὶ τὸν κατατεταγμένον ἄνθρωπον, ἔχει δὲ καὶ τὸν ἰδίᾳ ποιόν· καὶ οὐ δήπου δύο ζῷα ἐν αὐτῷ ἢ δύο ἄνθρωποι ἢ δύο στερεά, ἀλλὰ πάντα ταῦτα συννεύει πρὸς μίαν ὑπόστασιν. ἀλλὰ πῶς, φησίν, ἔτι ἀκίνητα μένει ἐν κινουμένοις ὄντα; ἢ ἀκίνητα μὲν ἕως τὸ πρᾶγμα ὑφέστηκεν, ἐπεὶ μηδὲ οἱ ἰδίως ποιοὶ κινοῦνται τοῦ πράγματος ὑφεστῶτος, ἁπλῶς δὲ οὐκ ἀκίνητα, ἐὰν ὦσιν ἐν γενητῷ πράγματι; συμφθείρεται γὰρ τῷ Σωκράτει καὶ ὁ ἐν αὐτῷ ἄνθρωπος καὶ ὁ ἰδίως ποιός. πρὸς ἅπασι δʼ ἐρωτᾷ, τίς ἀνάγκη καὶ εἰσάγειν αὐτὰ καὶ εἰσάγοντας ἐν τοῖς αἰσθητοῖς ἀποτίθεσθαι· πρὸς ἃ ῥητέον, ὅτι δεῖ τὰ αἰσθητὰ μιμήματα ὄντα καὶ εἰκόνας τῶν νοητῶν ἔχειν καὶ αὐτὰ τὸ περιληπτικώτερον καὶ κοινότερον πρὸ τοῦ εἰδικωτέρου καὶ μερικωτέρου· καθάπερ γὰρ ἐν τοῖς ἀύλοις εἴδεσιν ἀεὶ τὰ πολυδυναμώτερα καὶ ὁλικώτερα προηγεῖται τῶν μερικωτέρων καὶ ὑφειμένων, οὑτωσὶ καὶ ἐν τοῖς ὑλικοῖς πράγμασι προϋπόκειται τὸ κοινῶς ποιὸν τοῦ ἰδίως, ποίημα μὲν ὂν καὶ εἰκὼν τοῦ ὁλικωτέρου λόγου, χώρα δέ τις εἰδοπεποιημένη καὶ ὑποδοχὴ τοῦ ἰδίως ποιοῦ. οὐδὲν οὖν θαυμαστὸν καὶ ἐν τῷ οὐρανῷ εἶναί τινα κοινὴν οὐσίαν οὐρανοῦ, καθʼ ἣν ὁριστός ἐστιν ὁ οὐρανός, ἣν ἔσχον ἄν, εἰ καὶ μυρίοι ἦσαν οὐρανοί, εἶναι δὲ καὶ τὴν ὡς τοῦδε τοῦ οὐρανοῦ μορφήν τε καὶ ἰδιότητα.

Περί τε ... αὐτῆς.

Ἦν μὲν ἐν τῇ ἐκθέσει τῶν προβλημάτων ἕκτον τῶν ἠπορημένων, τίνος ἐστὶ περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ ἐναντίου καὶ ἑτέρου καὶ ἀνομοίου διαλαβεῖν ἐπιστημόνως, καθάπερ ἐνδόξως τοῦ διαλεκτικοῦ· τοῦτο δὲ ὑπερβὰς νῦν, ἴσως ἐπειδὴ τῷ ἐφεξῆς βιβλίῳ τῷ Γ λαμπρῶς ἔμελλεν ἀποφανεῖσθαι περὶ αὐτῶν ὡς τῷ πρώτῳ φιλοσόφῳ προσηκόντων — καὶ γὰρ πολλὴν μὲν διαπορίαν οὐκ ἐπεδέχετο τὸ σκέμμα, μᾶλλον δὲ ἀποφάσεως ἐδεῖτο καὶ βραχείας ἐπικρίσεως —, ἢ ὅτι καὶ ἐν τῷ Ι τὴν τελεωτάτην ἡμῖν αὐτῶν παραδώσει διδασκαλίαν· ταῦτʼ οὖν ὑπερβὰς διά τινας τοιαύτας αἰτίας, ὃ ἐν τοῖς πρώτοις ἕβδομον ἔταξε, νῦν ἕκτον παραλαμβάνει καὶ ζητεῖ, πότερον τὰ ἐνυπάρχοντα ἀρχαὶ τῶν πραγμάτων ἢ τὰ γένη· ἀπεκρινάμεθα δὲ ἤδη, ποίας μὲν ἀρχὰς τὰ ἐνυπάρχοντα συμπληροῖ, τίνας δὲ τὰ γένη, οὐ τὰ κατʼ ἐπίνοιαν ὑστερογενῆ διαπλαττόμενα, ἀλλʼ ὅσα πρωτουργά ἐστι καὶ ἐν τοῖς ὅλοις αἰτίοις ἵδρυται. ἀλλʼ οὐδὲ τὰ Ἀριστοτέλους ὁρῶμεν ἔχοντά τι ἀσαφὲς ἐν τῇ ἐκθέσει τοῦ προβλήματος οὔτʼ ἐν τῇ κατασκευῇ τοῦ τὰ ἐνυπάρχοντα εἶναι τὰς ἀρχάς· ὅθεν ἐπὶ τὰ ἑξῆς μετίωμεν, ἐν οἷς τὰ γένη φησὶν εἶναι μᾶλλον ἀρχάς.

Εἰ δὲ ἕκαστον ... τὰ γένη.

`30`

Ὅτι μὲν ἕκαστον γνωρίζομεν διὰ τῶν ὁρισμῶν, ἐστί πως ἀληθές· ἀλλὰ πῶς ἀρχαὶ τὰ γένη τῶν ὁρισμῶν, εἰ μὴ ἄρα ὡς ἐνυπάρχοντα τοῖς ὁρισμοῖς; οὐκοῦν καὶ διὰ τοῦτο ἀποδείκνυμεν, ὅτι τὰ ἐνυπάρχοντα μᾶλλον ἀρχαὶ ἢ ἄλλο τι· εἰ γὰρ καὶ τὰ γένη διὰ τοῦτο ἀρχαί, ὅτι ἐνυπάρχουσι τοῖς ὁρισμοῖς, κἂν θέλωμεν κατασκευάζειν ὡς ἔοικεν, ὅτι ἄλλο τί ἐστιν ἀρχὴ παρὰ τὰ ἐνυπάρχοντα, καταντῶμεν πάλιν ἐπὶ τὰ ἐνυπάρχοντα. εἰ μὴ ἄρα οὕτως ἀρχαὶ τὰ γένη τῶν ὁρισμῶν, ὅτι εἴδη μὲν οἱ ὁρισμοί, τὰ δὲ γένη τῶν εἰδῶν κατηγορεῖται. ἀλλʼ εἰ μὲν τὰ ὑστερογενῆ καὶ ἐπιγεννηματικὰ τῶν γενῶν δεχόμεθα, πῶς ἂν αὐτὰ τῶν εἰδῶν ἀρχὰς ἢ τῶν ὁρισμῶν λέγοιμεν; εἰ δὲ τὰ ἐν τῷ παντὶ προεστῶτα τῆς κατʼ εἴδη τῶν ὄντων διακοσμήσεως θεωροίημεν, ἴσως ἂν οὕτως ἐπʼ ἀρχὰς ἀληθεστέρας ἐπιβαίνοιμεν.

Καὶ εἰ ... εἰσίν.

Εἴρηται ποῖα γένη τῷ ὄντι τῶν εἰδῶν αἴτιά εἰσι καὶ ἀρχαί. φαίνονται .. χρῆσθαι. οἱ τὸ ἓν ἢ τὸ ὂν ἢ τὴν ἀόριστον δυάδα τῶν ὄντων ἀρχὰς εἶναι λέγοντες καὶ τελεσιουργοὺς αὐτὰς παρεδίδοσαν, ἐκ μὲν τοῦ ἑνὸς τἀγαθὸν ἐφήκειν τοῖς πᾶσιν ἐθέλοντες, ἐκ δὲ τοῦ ὄντος τὸ εἶναι, ἐκ δὲ τῆς ἀορίστου δυάδος τάς τε δυνάμεις καὶ τὰς ἐνεργείας καὶ τὰς κινήσεις καὶ προόδους καὶ αὐξήσεις παντοδαπάς, καὶ οὐδὲν εἶναι τῶν ὄντων, ὃ μὴ μετέχει τοῦ τε ἑνὸς καὶ τῆς ἀορίστου δυάδος καὶ τοῦ ὄντος καὶ ὑπʼ αὐτῶν ἀπογεννᾶται. εἰ οὖν διὰ τοῦτο γένη τις αὐτοὺς ἐθέλοι ταῦτα τῶν πάντων ὀνομάζειν, φθόνος οὐδεὶς τῶν ὀνομάτων. εἰπὼν δὲ διʼ ἃς αἰτίας τὰ ἐνυπάρχοντα μᾶλλον ἀρχαὶ ἢ τὰ γένη καὶ μάρτυρι τῷ Ἐμπεδοκλεῖ χρησάμενος, ἐρεῖ τὰς αἰτίας διʼ ἃς τὰ γένη μᾶλλον ἢ τὰ ἐνυπάρχοντα, καὶ τοὺς Πυθαγορείους καὶ Πλάτωνα συνηγόρους ταύτης τῆς δόξης παραστησάμενος νῦν λοιπὸν λέγει, ὅτι ἀνάγκη τοὺς ἑτέρους κρατεῖν· ἄμφω γὰρ ἀληθεύειν οὐ δύναται. ἡμεῖς δὲ προείπομεν, ὅτι ἄλλοτε ἄλλων ἀρχῶν λαμβανομένων δύναται ἄμφω ἀληθεύειν.

Ἀλλὰ ... ἐνυπαρχόντων.

Ὅτι εἷς ἐστιν ἑκάστου τῶν εἰδῶν ὁ κυριώτατος ὁρισμός, ἔδειξεν ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς, καὶ ὅτι οὗτος πάντως διὰ τῶν γενῶν, ὥστε ταύτῃ ἂν μᾶλλον κατὰ τὴν αὐτοῦ δίαιταν ἀρχαὶ τὰ γένη λέγοιντʼ ἄν. εἰ γὰρ ἐκ τῶν γενῶν ὁ ὁρισμός — καὶ γὰρ αἱ διαφοραὶ γενητικαὶ ὡς τὸ εἶδος —, ἐξ ὧν δὲ ὁ ὁρισμός, ταῦτα ἀρχαί, τὰ γένη ἂν εἶεν ἀρχαί. εἰ μὴ ἄρα καὶ οἱ τἀναντία πρεσβεύοντες τὰ γένη καὶ τὰς διαφοράς, ἐξ ὧν οἱ ὁρισμοί, στοιχεῖα τοῦ εἴδους ἐπιδεικνύουσι μένοντα καὶ ἐνυπάρχοντα τῷ εἴδει ὡς ἐν αὐτῷ κατατεταγμένα, ἀλλʼ οὐχ ὡς ἐξῃρημένα τῶν εἰδῶν οὐδʼ αἴτια αὐτῶν ὄντα ποιητικὰ ἢ τελικά· οὕτω δʼ ἂν τὰ ἐνυπάρχοντα πάλιν ἀρχαί. ἀλλʼ ἡ μὲν λογομαχία τοιαύτη· τὸ δὲ ἀληθὲς προείρηται, παρʼ οὗ καὶ τὴν δίαιταν τοῖς ἀμφισβητοῦσι λόγοις ποριστέον.

Πρὸς δὲ ... ἀτόμων.

`31`

Ὄγδοον μέν ἐστι τοῦτο κατὰ τὴν διανομὴν τῶν προβλημάτων, ἕβδομον δὲ νῦν γυμνάζεται διὰ τὸ παρεῖσθαι τὸ ἕκτον. ἤδη δὲ καὶ περὶ τούτου προείπομεν, καὶ ληπτέον ἐκεῖθεν τὴν ἀλήθειαν τοῦ δόγματος, νυνὶ δὲ τὴν ἰσχὺν τῶν μαχομένων λόγων θεωρήσωμεν. εἰ μὲν ... ὄντων. περὶ μὲν ἀνυπαρξίας τῶν καθόλου καιρὸς οὐδετέροις ἂν εἴη λέγειν· ἑκάτεροι γὰρ ἀξιοῦσιν εἶναι τὰ καθόλου καὶ οἱ τὰ γενικώτατα κοσμεῖν τῷ τῶν ἀρχῶν ἀξιώματι σπουδάζοντες καὶ οἱ τὰ εἰδικώτατα μᾶλλον εἰς ἀρχῆς θέσιν ἐπιτηδειότερα ναμίζοντες εἶναι. λοιπὸν δὲ ὁ τῶν γενικωτάτων προϊστάμενος λόγος, ἐπειδὴ τῆς ἀρχῆς ἡ ἔννοια καὶ τὸ ἀιδιώτατον ἔχει καὶ τὸ ἄυλον καὶ τὸ περιληπτικώτατον τῶν ὄντων καὶ τὸ τῶν τελευταίων ἐξῃρημένον καὶ χωριστόν, ἀξιοῖ τὸ μᾶλλον καθόλου μᾶλλον εἶναι ἀρχήν, τὸ δὲ γενικώτατον τοιοῦτον εἶναι, διὸ καὶ λέγεσθαι κατὰ πάντων ὡς μιᾷ φύσει πάντα περιλαμβάνον καὶ πᾶσι παρεῖναι δυνάμενον χωριστῶς. εἰ δὴ τοῦτο κρατοίη, τοσαῦται μὲν ἔσονται ἀρχαὶ ὅσα τὰ γενικώτατα, εἴτε δέκα ταῦτʼ εἴη εἴτε ἓξ εἴτε πέντε εἴτε καὶ δύο· κινδυνεύει δὲ κρατήσειν ἡ πρεσβεύουσα δόξα τὸ ἓν καὶ τὸ ὄν· οὐ γάρ ἐστι τῶν ὄντων οὐδέν, καθʼ οὗ τούτων ἑκάτερον οὐ ῥηθήσεται. ταῦτα μὲν ὁ τούτων μῦθος· ὁ δὲ ἀνταγωνιζόμενος αὐτοῖς λόγος πρῶτον μὲν ἐπιχειρήσει ταῦτα δεῖξαι μὴ γένη, λέγω δὲ τὸ ὂν καὶ τὸ ἕν· ἔπειτα μηδὲ ἀρχάς, κἄπειθʼ οὕτως ὅτι οὐδʼ ἄλλα γενικώτατα ὄντα τῇ φύσει· τὸ γὰρ ὂν καὶ τὸ ἓν οὐ γενικώτατα, εἴπερ γε οὐδὲ γένη. ὅτι οὖν οὐδὲ τὰ ὄντως γενικώτατα ἀρχαὶ ἂν εἶεν, κατασκευάζει· ἄρχεται δὲ ἐντεῦθεν·

Οὐχ οἷόν τε ... τὸ ὄν.

`32`

Πῶς μὲν περιληπτικωτάτας τῶν ὄντων ἀρχὰς ἔλεγον οἱ πάλαι τὸ ἓν καὶ τὸ ὄν, εἴρηται· νυνὶ δὲ ὅτι τὴν τῶν γενῶν τῶν ἐπιγεννηματικῶν ἰδιότητα οὐ δέχεται ταῦτα, δείκνυσιν ὁ λόγος. ἐπιχειρεῖ δὲ οὕτω· τὸ ἓν καὶ τὸ ὂν τῶν διαφορῶν κατηγορεῖται, τὰ εἴδη καὶ τὰ γένη τῶν διαφορῶν οὐ κατηγορεῖται, τὸ ἓν καὶ τὸ ὂν οὔτε γένος οὔτε εἶδός ἐστιν. ἑρμηνεύει δὲ ταῦτα τοῦτον τὸν τρόπον. ἀνάγκη ... ἑκάστην. τουτέστιν ἀνάγκη τὸ ἓν καὶ τὸ ὂν πάσης διαφορᾶς κατηγορεῖσθαι. ἀδύνατον ... εἰδῶν. ὡς εἰ ἔλεγεν, ἀδύνατον δὲ ἢ τὸν ἄνθρωπον ὅλου τοῦ λογικοῦ κατηγορεῖσθαι — οἰκεία γὰρ αὐτοῦ καὶ εἰδοποιὸς αὕτη διαφορά· πῶς δʼ ἂν τοὔλαττον τοῦ ἐπὶ πλέον ἐκτεινομένου κατηγοροῖτο; — ἢ τὸ ζῷον ἔξω που τῆς ἀνθρώπου φύσεως κειμένου τοῦ λογικοῦ κατʼ αὐτοῦ ῥηθῆναι· οὔτʼ οὖν ἄνθρωπος, ὅς ἐστιν εἶδος γένους, κατὰ τῆς ἑαυτοῦ ῥηθείη ποτʼ ἂν διαφορᾶς, οὔτε τὸ ζῷον, μὴ κατηγορούμενον τοῦ ἀνθρώπου, ἰδίᾳ τοῦ λογικοῦ ποτε ἂν κατηγορηθείη. ἀλλὰ μὴν τὸ ἓν καὶ τὸ ὂν πάσης διαφορᾶς κατηγορεῖται· οὔτʼ ἄρα εἶδος τῶν ὄντων τινὸς οὔτε γένος τὸ ἓν καὶ τὸ ὄν· ὥστʼ εἴπερ γένος τὸ ἓν ἢ τὸ ὄν, οὐδεμία διαφορὰ οὔτε ὂν οὔτε ἓν ἔσται. εἰ δέ τις ἐκ παντὸς γλίχοιτο λέγειν εἶναι γένη τό τε ἓν καὶ τὸ ὄν, ἕπεται αὐτῷ μηδεμιᾶς διαφορᾶς ταῦτα κατηγορεῖν ὃ καὶ ἄτοπόν ἐστι καὶ τῆς ὑποθέσεως τῶν πρεσβευόντων αὐτὰ λίαν ἀνατρεπτικόν· οὐκέτι γὰρ ἔσται γενικώτατον τὸ ἓν καὶ τὸ ὄν, οὐδὲ πάντων κατηγορηθήσεται. ταῦτα μὲν ἐπιχειρηματικῶς νῦν ὁ Ἀριστοτέλης διαλέγεται. χρὴ μέντοι εἰδέναι, ὅτι πᾶς ὁ τῶν διαφορῶν λόγος ἐπιδιορθώσεως χρῄζει παρὰ τούτοις τοῖς ἀνδράσιν· οὔτε γὰρ πόθεν ἐπεισίασιν εἰς τὴν εἰδοποιίαν, ἐπειδὴ τοῖς γένεσιν οὔ φασιν ἐνυπάρχειν αὐτάς, διδάσκουσιν ἡμᾶς, οὔτε πῶς ἔτι δύναται τὸ γένος κατὰ παντὸς τοῦ εἴδους λέγεσθαι μὴ περιέχον τὰς διαφοράς, ἀξίως λόγου παρέστησαν, οὔτε τὰς διαφορὰς τῶν γενῶν ἐπισκεψάμενοι τάς τε κατὰ τὸ ἀκατάτακτον καὶ τὰς κατὰ τὸ κατατεταγμένον, τάς τε κατὰ τὸ πρεσβύτερον τῶν εἰδῶν καὶ τὰς κατὰ τὸ νεώτερον ἱκανῶς διείλοντο, ποῖα μὲν ἔχει τῶν γενῶν καὶ ἐνεργείᾳ τὰς διαφοράς, ποῖα δὲ ὡς ἐν ὕλης λόγῳ προϋποβέβληται τοῖς εἴδεσι, καὶ ποῖα μὲν τὴν πρωτουργὸν αἰτίαν αὐτῶν προειληφότα πᾶσαν αὐτῶν παράγει τὴν σύστασιν, ποῖα δὲ μιμούμενα τὰς ὄντως αἰτίας τῶν εἰδῶν κατηγορεῖσθαι μόνον κατʼ αὐτῶν πέφυκεν. ἀλλὰ καὶ ἣν καθεὶς εἰς τὴν περὶ τούτων σκέψιν ὁ Ἀλέξανδρος δοκεῖ θεραπείαν ἐπινενοηκέναι τῷ δόγματι, πασῶν ἐστιν ὡς οἶμαι δοξῶν ἀλλοκοτωτάτη. φησὶ δὲ τῶν μὲν δένδρων εἰ τύχοι μὴ εἶναι τὰς διαφορὰς ἐν τῷ φυτῷ, μηδὲ τὰς τῶν φυτῶν ἐν τῷ ἐμψύχῳ σώματι μηδὲ τὰς τούτων ἐν σώματι, πάσας μέντοι ἐν τῇ οὐσίᾳ εἶναι τὰς τῶν οὐσιῶν, καὶ τὸ μὲν ζῷον μὴ ἔχειν τὰς ἀνθρώπου διαφορὰς μηδὲ τὰς ζῴου τὸ ἔμψυχον σῶμα, τὴν δὲ οὐσίαν πάσας τὰς τῶν ζῴων καὶ τῶν ἐμψύχων σωμάτων. καίτοι εἰ διὰ τοῦτο τὸ ζῷον οὐκ ἔχει τὰς τῶν ὑπʼ αὐτὸ εἰδῶν, ἵνα μὴ ἄλογον ἅμα καὶ λογικὸν ᾖ καὶ θνητὸν καὶ ἀθάνατον ἐνεργείᾳ, πῶς οὐχὶ περὶ τὴν οὐσίαν πάλιν ταὐτὰ συμβήσεται; πῶς δὲ διαιρῶν τὴν οὐσίαν οὐχὶ καὶ εἰς τὰς διαφορὰς αὐτὴν διαιρεῖς, ἀλλʼ εἰς μόνα τὰ εἴδη; διὰ τί οὐχ ἕξει τὸ ζῷον τοῦτον τὸν λόγον πρὸς ἄνθρωπον, ὃν ἡ οὐσία πρὸς αὐτό; ὥστε εἴπερ ἡ οὐσία κατηγορεῖται τῶν εἰδοποιουσῶν τὸ ζῷον διαφορῶν, καὶ τὸ ζῷον τῶν τοῦ ἀνθρώπου κατηγορηθήσεται. ἔτι δὲ εἰ κατὰ τῶν διαφορῶν ἡ οὐσία, εἴδη αὐτῆς αἱ διαφοραί· ὥσθʼ ἕξουσι καὶ αὗται διαφοράς, αἷς χωρίζονται τῶν ἄλλων οὐσιῶν. πᾶν γὰρ εἶδος ὑπὸ γένος ταττόμενον ἐξ αὐτοῦ καὶ διαφορῶν ὑφέστηκε, καὶ εἰ μὲν αἱ διαφοραὶ τῶν διαφορῶν ὑπὸ τὴν οὐσίαν, ἐπʼ ἄπειρον ὁδεύσομεν· πάλιν γὰρ εἴδη καὶ αὗται οὐσιῶν, καὶ ἕξουσιν ἄλλας διαφοράς· εἰ δὲ μὴ οὐσίαι, πόθεν ἐπεισίασι ταῖς οὐσίαις; οὐ γὰρ δὴ ἀπʼ ἄλλης κατηγορίας οὐδʼ ἀπὸ ταὐτομάτου. πῶς δὲ τοῦ Ἀριστοτέλους ἐν τούτοις λέγοντος, ὅτι τὸ γένος οὐ κατηγορεῖται τῶν διαφορῶν χωρὶς τοῦ εἴδους, τὰς μὴ οὔσας διαφορὰς ἐν τοῖς εἴδεσι τῆς οὐσίας καθʼ αὑτὰς ἐν τῇ οὐσίᾳ φαμὲν εἶναι; καὶ ταῦτα μὲν αὐτοῦ που καταβεβλήσθω, τάχα καὶ πέρα τοῦ μετρίου παρʼ ἡμῶν ἐξετασθέντα· τοσοῦτον δὲ πάλιν ἐπειπόντες, ὅτι διαρθρωτέον τὸν περὶ τῶν διαφορῶν λόγον ταραχωδέστερον διατεθέντα παρʼ αὐτοῖς, μετίωμεν ἐπὶ τὰ ἑξῆς.

`33`

Ἀλλὰ .... γένη.

Εἰ μόναι ἀρχαὶ τὰ γένη, συνάγεται ἐν δευτέρῳ σχήματι· πᾶσα ἀρχὴ γένος, τὸ ἓν καὶ τὸ ὂν οὐ γένος, τὸ ἓν καὶ τὸ ὂν οὐκ ἔστιν ἀρχή. εἰ μέντοι μὴ πᾶσα ἀρχὴ γένος, ἀλλὰ τὶς ἀρχὴ γένος, μερικὸν ἔσται καὶ τὸ συμπέρασμα. ἔτι ... οὐ δοκεῖ. εἰ τὰ πάντα, φησί, κατηγορούμενα οἷον τὸ ἓν καὶ τὸ ὂν γένη καὶ διὰ τοῦτο ἀρχαί, καὶ πάντα τὰ μεταξὺ αὐτῶν καὶ τῶν ἀτόμων εἰδῶν, ἃ δὴ καὶ ὑπάλληλα καλοῦμεν, δίκαιον γένη καὶ ἀρχὰς προσαγορεύειν· νυνὶ δὲ οὐ πάντα τὰ μεταξὺ γένη καλεῖν ἀξιοῦσι· τὰ μὲν γὰρ ὠνομασμένα γένη προσαγορεύουσιν, ὄρνιν ζῷον σῶμα, τὰ δὲ ἀνώνυμα, οἷόν ἐστι τὸ ζῷον πτηνὸν ἢ ζῷον ὑπόπουν, οὐκέτι γένη κεκλήκασιν, ἐπειδὴ διὰ δυοῖν ὀνομάτων σημαίνεται· πάλιν ὅταν ἀντιφάσει διαιρῶσι τὰ γένη, ἐκ μὲν τῆς καταφάσεως καὶ τοῦ γένους ποιοῦσιν εἶδος, ὅπερ ἐστὶ γένος τῶν μετʼ αὐτό, ἐκ δὲ τῆς ἀποφάσεως οὐκέτι· διελόντες γὰρ εἰ τύχοι τὸ ζῷον τῷ ἄποδι καὶ ὑπόποδι ζῷον μὲν ὑπόπουν ἀναμφισβητήτως ἐποίουν, εἰ δὲ καὶ τὸ ἄπουν ἠδύνατο εἶναι εἰδοποιόν, οὐκ ἐπεσκέπτοντο· πῶς οὖν οὐχὶ μαχόμενα πρὸς ἑαυτοὺς διατάττονται; ταῦτα δὲ ἐπὶ μὲν τοῦ παρόντος εἴτε σπουδάζων εἴτε λογικῶς ἐπιχειρῶν ὁ Ἀριστοτέλης λέγει, σκοπεῖν ἔξεστι μὲν κοινῶς. ὅτι δὲ καὶ ἐν τῷ πρώτῳ τῆς περὶ μορίων ζῴων τὰ αὐτὰ ταῦτα τῇ Πλάτωνος ἐγκαλεῖ διαιρετικῇ, σαφές ἐστι τοῖς ἐκείνων μὴ ἐπιλελησμένοις.

Πρὸς δὲ .. τιθῇ ὡς ἀρχήν.

 <span class="gap">…</span> καὶ τοῦ τὰ γενικώτατα φάσκοντος ἀρχὰς εἶναι δόγματος. εἰ γὰρ τὰ γένη ἀρχαί, πολλῷ πλέον αἱ διαφοραί· ὕλης μὲν γὰρ λόγον ἔχει τὰ γένη, τοῦ δὲ εἴδους αἱ διαφοραί, μᾶλλον δὲ τῆς ὕλης τὸ εἶδος ἀρχή· εἰ οὖν τὰ γένη, πολλῷ πλέον αἱ διαφοραί. εἰ δὲ καὶ αἱ διαφοραὶ ἀρχαί, σχεδὸν ἄπειροι αἱ ἀρχαί· ἐὰν γάρ τις ἐννοήσῃ τὰ ὑπὸ τὴν οὐσίαν εἴδη καὶ ὅτι τῶν εἰδῶν πλείους αἱ διαφοραί, εἴσεται ὅτι πάντως μὲν ἡμῖν ἄγνωστοι διὰ πλῆθος· τίς γὰρ βοτανῶν καὶ λίθων καὶ δένδρων καὶ ζῴων ἁπάντων ἐπεξελθεῖν ταῖς ἐξαλλαγαῖς δυνήσεται; κινδυνεύουσι δὲ καὶ τῇ οἰκείᾳ φύσει πλησίον εἶναι τοῦ ἀπείρου· χρὴ δὲ τὰς ἀρχὰς ἀριθμῷ μὲν ἐλαχίστας εἶναι, δυνάμει δὲ τῶν ὅλων γεννητικάς τε καὶ περιληπτικάς. ταῦτα μὲν ὁ τούτων ὕθλος· εἰ δὲ ἐν ταῖς γενικωτάταις αἰτίαις πάσας ἑνιαίως τὰς διαφορὰς περιέχεσθαι λέγοι τις, φεύξεται καὶ τὸ πλῆθος τῶν ἀρχῶν τὸ κατʼ ἀριθμὸν καὶ οὐδὲν ἀναίτιον ἐρεῖ τῶν ἐν τῷ κόσμῳ γίγνεσθαι.

`34`

Ἀλλὰ ... ἀνθρώπων.

Ὁ λόγος τὸ εἶδος τὸ ἄτομον ὡς ἀδιαίρετον ὂν καὶ μᾶλλον ἓν βούλεται λέγειν ἀρχὴν ἤπερ τὸ γένος· διαιρετὸν γάρ φησι τοῦτο καὶ οὐ μᾶλλον ἓν ἢ πολλά· διχῶς γὰρ γιγνομένης τῆς διαιρέσεως καὶ προτέρας γε τῆς κατʼ εἴδη — καὶ γὰρ τῶν πάντῃ ἀσωμάτων αὕτη οὐσιῶν καὶ τῶν δέκα κατηγοριῶν, ἡ δὲ λοιπὴ ποσῶν μόνων —, καθʼ ἑκατέραν μὲν τὸ διαιρούμενον ἧττόν ἐστιν ἓν τοῦ διαιρετοῦ, μάλιστα δὲ τὰ κατʼ εἶδος τεμνόμενα· πολλὰ γὰρ ὅλα ποιεῖ. τὰ μὲν οὖν γένη εἰς εἴδη διαιρούμενα πλῆθος ἐν ἑαυτοῖς ἔχει, τὸ δὲ εἰδικώτατον οὐχ ὡς γένος τῶν καθʼ ἕκαστα κατηγορεῖται — διὸ μηδὲ τέμνεται εἰς αὐτά —, ἀλλʼ ὡς εἶδος αὐτῶν ἄτομον  <span class="gap">…</span> συντίθησιν οὕτως· τὸ εἰδικώτατον τοῦ γένους μᾶλλον ἕν· τὸ μᾶλλον ἓν μᾶλλον ἀρχή, τὸ εἰδικώτατον τοῦ γένους μᾶλλον ἀρχή. παραλογίζεται δὲ ὁ λόγος κατὰ τὴν ἐλάττονα πρότασιν· οὐ γὰρ δύναται τὸ πλησίον τῶν ἀπείρων μᾶλλον ἓν εἶναι τοῦ πορρωτέρω αὐτῶν ἱδρυμένου· ὅλως δὲ οὐδʼ οὕτω διαιρεῖται τὸ γένος εἰς εἴδη ὡς δαπανηθῆναι εἰς τὴν τούτων ὑπόστασιν, ἀλλὰ μένον ὃ ἔστι τὸ ἀληθὲς γένος ὑφίστησι τὰ εἴδη. δυνάμει μὲν οὖν περιληπτικώτερον αὐτῶν ἐστι τὸ γένος, ἀριθμῷ δὲ ἑνικώτερον· τοῦτο δέ φαμεν προσήκειν ταῖς ἀρχαῖς.

Ἔτι ... ὕστερον.

`35`

Τὸ ἐπιχείρημα δοκεῖ μὲν ἀναιρεῖν καὶ τὴν ὑπόστασιν τῶν γενῶν, ἵνα δὴ μόνα τὰ ἄτομα εἴδη καὶ ᾖ καὶ εἰς ἀρχῆς λόγον παραλαμβάνηται. οὔτε μέντοι δρᾷ τοῦτο, καὶ εἴπερ οἷόν τε ἦν, συνανῄρητο ἂν εὐθὺς καὶ τὰ εἴδη τοῖς γένεσι· προσάλληλα γὰρ ταῦτʼ ἐστί τε καὶ λέγεται. πῇ οὖν κατορθοῖ καὶ πῇ παραλογίζεται; ὅτι μὲν ἐπὶ τῶν ὁμογενῶν εἰδῶν ἔστιν ἰδεῖν τό τε πρότερον καὶ τὸ ὕστερον καὶ τὸ βέλτιον καὶ τὸ χεῖρον, σχεδὸν ὁμολογούμενον ἂν εἴη καὶ πρὸς ἡμῶν· καὶ ἵνα μὴ νῦν τὰ οὐράνια καὶ θεῖα καὶ ἀθάνατα καὶ νοερὰ ζῷα τοῖς χερσαίοις καὶ ἐπικήροις καὶ φθαρτοῖς καὶ ἀλογωτάτοις παραβάλλων ὄχλον συνεισφέρω τῷ σκέμματι, περὶ πάντων ἐκείνων ἀξιῶ σκοπεῖσθαι τὸν λόγον. εἴπερ αἱ διαφοραί, καθʼ ἃς τὰς δυνάμεις διακρίνομεν τῶν εἰδῶν πρὸς τὴν τῶν γενῶν ὑπόστασιν, οὔτε ἰσότιμοί εἰσι καὶ τὰ πολλὰ τοῦ εἴδους καὶ στερήσεως ἔχουσι τάξιν πρὸς ἑαυτάς, πᾶσα ἀνάγκη καὶ τὰ εἴδη διαφέρειν ἀλλήλων τῷ βελτίονι καὶ χείρονι καὶ τῷ προτέρῳ καὶ ὑστέρῳ. τιμιώτερος γοῦν παρὰ τοῖς Πυθαγορείοις ὁ περιττὸς τοῦ ἀρτίου καὶ ὁ κύκλος τῶν εὐθυγράμμων, ἔτι δὲ τὸ κυκλοφορούμενον σῶμα τοῦ εὐθυφορουμένου, καὶ τὰ ἄλλα πάντα σχεδὸν οὕτως· οὐ μὴν διὰ τοῦτο τὰ εἴδη ταῦτα οὐ τάττεται ὑφʼ ἓν γένος· εἴτε γὰρ μὴ ἐν τῷ γένει αἱ διαφοραὶ ἀλλʼ ἔξωθεν ἐπεισίασι τοῖς εἴδεσι, δύναται τὰ εἴδη τὸ μὲν ταὐτὸν καὶ ὅμοιον ἔχειν ἐκ τοῦ γένους, τὸ δὲ πρότερον καὶ ὕστερον καὶ βέλτιον καὶ χεῖρον ἐκ τῶν διαφορῶν· εἴτε τὸ γένος καὶ τὰς διαφορὰς πάσας τῶν ἐν ἑαυτῷ περιέχοι, παράγει μὲν πολλὰ εἴδη τὰ μὲν ἑαυτῷ προσεχέστερα, τὰ δὲ μέσην ἔχοντα τάξιν ἐν τοῖς προϊοῦσιν ἀπʼ αὐτοῦ, τὰ δὲ καὶ πρὸς τῇ τελευτῇ τῶν παρʼ αὐτοῦ γεννωμένων διακοσμήσεων ἀναφαινόμενα, πᾶσί γε μὴν ἴνδαλμα ἑαυτοῦ ἐντίθησι καὶ χαρακτῆρα καὶ ἔμφασιν, διʼ ἧς ἐπὶ τὴν μίαν αὐτῶν καὶ γενικωτάτην ἀρχὴν ἀναπέμπεσθαι δύναται. κατὰ δὴ τὴν μίαν ταύτην ἔμφασιν καὶ συνώνυμα εἶναι ἀλλήλοις οὐ κωλύεται, καίτοι κατʼ ἄλλας αἰτίας πολλὴν ἔχοντα πρὸς ἑαυτὰ διαφορὰν καὶ ἑτερότητα. σχεδὸν οὖν εἰς τοὐναντίον ὁ λόγος περιέστη τοῖς ἐπιχειρήμασι σπουδάσασιν ἀνελεῖν τὴν τῶν γενῶν ὑπόστασιν· τὰ μὲν γὰρ δέδεικται διʼ ὑπερβάλλουσαν δύναμιν γονιμωτάτην τε αἰτίαν καὶ πρῶτα καὶ μέσα καὶ τελευταῖα παράγοντα τῶν εἰδῶν· τὰ δὲ κατὰ τῶν ἀτόμων εἴδη λεγόμενα μικροῦ καὶ αὐτὰ ἄτομα γεγενῆσθαι διὰ τὸ μὴ πόρρω τῆς ὕλης τετάχθαι, φύσει οὔσης ἀγόνου καὶ τὰ πλησιάσαντα αὐτῇ στενοχωρούσης καὶ ἐπὶ πλῆθος εἰδητικῶν δυνάμεων οὐ συγχωρούσης ἐκτείνεσθαι· διόπερ οὐδὲ ἐπὶ προτέρων καὶ ὑστέρων οὐδὲ βελτιόνων καὶ χειρόνων τὸ ἄτομον εἶδος κατηγορεῖσθαι δεδύνηται διὰ σμικρότητα φύσεως καὶ περιγραφὴν ἰδιότητος.

Πάλιν ... εἰπεῖν.

Βούλεται μὲν πάλιν τῷ ἀντικειμένῳ συνηγορῆσαι καὶ δεῖξαι, ὅτι οὐ τὰ ἄτομα εἴδη ἀρχαὶ ἀλλὰ τὰ γενικώτατα. κατασκευάζει δὲ οὕτως· ἡ ἀρχὴ τῶν ὄντων καὶ ἡ ἀληθὴς αἰτία χωριστὴ τῶν ὄντων ὀφείλει εἶναι· διὰ τί οὖν τὸ ἄτομον εἶδος χωριστὸν τῶν καθʼ ἕκαστον; ἢ ὅτι καθόλου τέ ἐστι καὶ κατὰ πάντων λέγεται; ἀλλʼ εἰ τοῦτο, τὰ γένη, ἐπεὶ καθολικώτερά τέ ἐστι καὶ κατὰ πάντων κατηγορεῖται, καὶ ἐπὶ πλέον κεχώρισται τῶν αἰσθητῶν· ὥστε μᾶλλον ἀρχαὶ τὰ γένη. καὶ ἔστι καὶ τὸ ἀξίωμα πανάληθες, ὅτι χωριστὰ εἶναι ὀφείλει τὰ αἴτια καὶ ἡ πᾶσα πρόοδος ὑγιὴς τοῦ λόγου, καὶ ἀποδέδεικται μέν, ἐξ ὑποθέσεως δὲ ἀποδέδεικται· καὶ γὰρ τὰ ἄτομα εἴδη ἀρχαί, μᾶλλον δὲ ἀρχαὶ τὰ γένη· ὅλως γὰρ ὁ ὁτιοῦν ἀξίωμα τοῖς εἴδεσι περιτιθεὶς μειζόνως τὰ γένη σεμνύνειν ἀναγκασθήσεται, ὥσπερ ὁ ἀνούσια λέγων εἶναι τὰ εἴδη καὶ ὑστερογενῆ μετʼ ἐπιτάσεως ταῦτα περὶ τῶν γενῶν ἐρεῖ. διὸ καὶ ἐν Κατηγορίαις ἀνούσια μὲν ἀμφότερα, μᾶλλον δὲ τοῦ εἴδους τὸ γένος.

`36`

Ἔστι δʼ ... διηπορήσαμεν.

Καὶ τοῦδε ἡ τάξις τοῦ σκέμματος μετατέθειται· δέκατον μὲν γάρ ἐστιν ἐν τοῖς προβλήμασιν, ὄγδοον δὲ ἐν ταῖς τῶν λόγων γυμνασίαις παραλαμβάνεται. ζητεῖ δὲ εἴτε ἔστι παρὰ τὰ αἰσθητὰ τὰ καθόλου λεγόμενα εἴτε οὔ· εἰ μὲν γὰρ μὴ εἴη, φησίν, οἴχεται ἡ ἐπιστήμη τῶν ὄντων· πῶς γὰρ τὰ ἐν τῷ ἀπείρῳ χρόνῳ ἀπειράκις γιγνόμενα μάθωμεν, οὐκ ἔσται· νυνὶ μὲν γὰρ διὰ τῶν καθόλου περιλαμβάνειν αὐτὰ νομίζομεν· εἰ δὲ ταῦτα εἴη ἀνυπόστατα, καὶ ὁριστικὴ καὶ ἀποδεικτικὴ καὶ διαιρετικὴ καὶ πᾶσα φιλοσοφία διακενῆς ὀνειροπεπολημέναι φροῦδοι γενήσονται. εἰ δὲ εἴη, φησί, τὰ καθόλου, πάλιν ἔσται τὰ γένη καὶ τὰ εἴδη, περὶ ὧν πεπαύμεθα λέγοντες ὅτι οὐκ ἔστι. καὶ φαίνεται, διʼ ἣν αἰτίαν συνῆψε τοῦτο τῷ ἑβδόμῳ προβλήματι, ἵνα ἐκ τοῦ σύνεγγυς ἡμᾶς ὑπομνήσῃ τῶν ἐν αὐτῷ ῥηθέντων. εἴπωμεν οὖν καὶ ἡμεῖς, ὅτι οὐδὲ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ δέδεικται μὴ ὄντα τὰ γένη καὶ τὰ εἴδη· πῶς γὰρ τὸ ψεῦδος ἀποδειχθείη ποτʼ ἄν; εἰ μέντοι μὴ εἴη τὰ καθόλου, οἴχεται μὲν ἐκ τῶν πραγμάτων ἐπιστήμη· καὶ γὰρ εὖ τοῦτο λέγεις· πρόσθες δὲ ὅτι οὐδʼ ὑποστῆναι δύναται τὰ ἄπειρα μὴ ὄντος ἑνὸς ἀπειροδυνάμου αἰτίου, εἰ μὴ ἄρα ἐκ ταὐτομάτου· πῶς δὲ τὰ φύσει ἐκ ταὐτομάτου; ὥστε εἰ οὕτως ἔχοι, ἄπειροι δὲ καὶ ἄνθρωποι καὶ ἵπποι καὶ πολλὰ τῶν συνωνύμων ἐν τῷ ἀπείρῳ γίγνεται χρόνῳ, καθʼ ἕκαστα τούτων ἐστὶν ἑνὰς ἀπειροδύναμος, καθʼ ἣν ταῦτα ὡρισμένως ἐπʼ ἄπειρον γίγνεται μὲν ἐν τῷ παντί, γνωρίζεται δὲ αὐτοῖς ἐχόντων τὴν τῆς τὰ ἄπειρα ποιούσης αἰτίαν. ἔτι πάντα τὰ ἐν γενέσει ζῷα ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλλει· εἰ δὲ τοῦτο, δεῖ τι ἐν τῷ παντὶ ἐνεργείᾳ εἶναι ζῷον, ὃ τὰ δυνάμει εἰς ἐνέργειαν ἄγει· ἔστι δὲ τοῦτο οὔθʼ ἥλιος οὔτε σελήνη οὔτʼ ἄλλο τι τῶν ἤδη διωρισμένων ζῴων — συμβάλλεται μὲν γὰρ καὶ τὰ θεῖα ζῷα πρὸς ὑπόστασιν καὶ τελεσιουργίαν τῶν γενητῶν —, ἀλλʼ ὑφʼ οὗ κυρίως καὶ πρὸς ὃ γίγνεται τὰ τῇδε, ζῷον ἔσται μόνον ἐνεργείᾳ καὶ οὐδὲν ἄλλο, τουτέστιν αἰτία τῶν ἐν τοῖς ἀτόμοις κατατεταγμένων ζῴων. οὕτω δή μοι καὶ περὶ ἀνθρώπου καὶ περὶ ἑκάστου τῶν ἄλλων σκόπει, καὶ ὄψει τὰ ἀληθῆ γένη γεννητικὰ ὄντα κατὰ φύσιν καὶ τὰ ἀληθῆ εἴδη μορφωτικὰ τῶν ἀπείρων ὄντα.

Ἔτι ... οὐθέν.

`37`

Σύνολον μὲν τὰ καθʼ ἕκαστα λέγει, οἷον τὸ εἰδοπεποιημένον καὶ ἔχον εἶδος ἐν ὑποκειμένῳ, ὅ φησι κατηγορεῖσθαι τῆς ὕλης· ἔθος γὰρ αὐτῷ τὸ ἐν ὑποκειμένῳ καθʼ ὑποκειμένου καλεῖν. διαιρεῖ δὲ τελείως· ἢ γὰρ παρὰ πάντα τὰ αἰσθητά ἐστι τὰ καθόλου ἢ παρʼ ἔνια ἢ παρʼ οὐδέν. ἐπειδὴ δὲ ἐξ ὑποθέσεως προάγει τὴν διαίρεσιν — εἰ γὰρ ἔστι, φησί, τὰ καθόλου —, γίγνεται τὸ τρίτον ἀναιρετικὸν τῆς ὑποθέσεως, καθὰ πρὸ ἡμῶν καὶ ὁ Ἀλέξανδρος ἐπεσημήνατο. μήποτε οὖν οὕτω χρὴ ἀκούειν τῆς ὑποθέσεως· εἰ δεῖ ὅλως θεωρεῖν ἡμᾶς, εἴπερ ἔστι τὰ καθόλου, ἢ ἐπὶ πάντων αὐτὰ εἶναι φήσομεν ἢ ἐπὶ ἐνίων ἢ ἐπʼ οὐδένων. εἶτα δείκνυσιν ὅτι τὸ πάντῃ αὐτὰ ἀναιρεῖν τῶν ὅλων ἐστὶν ἀνατρεπτικώτατον. εἰ μὲν ... ἐπιστήμην. ταχὺ ταύτῃ τῇ ὑποθέσει τὰ θειότατα τῶν ὄντων ἀνάστατα γέγονε καὶ ἡμεῖς ὡς ἔοικε μάτην παρὰ τοῦ θεοῦ τὸν νοῦν εἰλήφαμεν, ἐπιστήμη τε οὐκ ἔστιν οὔτε παρʼ ἡμῖν οὔτε παρὰ τοῖς θεοῖς, εἰ μή τις κατὰ τὸν Θεαίτητον ἢ κατὰ τὸν Πρωταγόραν τὴν αἴσθησιν ἐπιστήμην ὀνομάζειν ἐπιθυμεῖ· τοῦτο δὲ σκῶμμά που ἂν εἴη καὶ οὐ σπούδασμα. ἔτι ... κινήσει ἐστίν. ὁ ἀναιρῶν τὰ νοητὰ καὶ τὰ διανοίᾳ θεωρητὰ οὐ μόνον νοῦν καὶ νοητὸν καὶ ἐπιστήμην ἀναιρεῖ, ἀλλὰ καὶ πᾶν ἀίδιον. τί δέ; οὐρανὸς οὐκ ἀίδιος; ἢ ἀίδιος τῷ εἶναί τι νοητὸν ἀκίνητον αἴτιον αὐτῷ τῆς ἀεικινησίας; ὃ εἰ μὴ εἴη, τί λείπεται ἢ πάντα τε οὐρανὸν πᾶσάν τε γένεσιν συμπεσοῦσαν στῆναι καὶ μή ποτε ἔχειν αὖθις ὅθεν κινηθέντα γενήσεται; ἀμέλει καὶ ἀλλαχοῦ μὲν τοῦτο κατεσκεύασεν, ὅτι πᾶν μὲν σῶμα ὥρισται· καὶ νῦν δὲ σαφῶς ἡμῖν ἐπιδείξει, ὅτι εἰ μή τι εἴη τῇ ἑαυτοῦ φύσει ἀίδιον, οὐδʼ ἡ γένεσις ὑποστήσεται.

Ἀλλὰ .... δυνατόν.

Διὰ τί καὶ διὰ ποίαν ἀνάγκην, ἀκούσωμεν αὐτοῦ γενναίως ἐπιδεικνύντος· ἀνάγκη ... ἀγένητον. εἰ ἔστι γένεσις, ἔσται μέν ποτε τὸ γιγνόμενον — οὐ γὰρ ἀτελεύτητος ἡ κατὰ τὴν γένεσιν μεταβολή —, ἔσται δὲ καὶ τὸ ὑλικὸν αἴτιον, ὃ κατὰ μὲν τὸ προσεχὲς θεωρούμενον οὐ κωλύεται εἶναι γενητόν — καὶ γὰρ τοῦ ἡμετέρου σώματος ἡ προσεχὴς ὕλη γενητή —, ἀναλυόμενον δὲ εἰς ἔσχατον καὶ εἰς τὴν πρώτην ὕλην ἀναπεμπόμενον ἀγένητον εἶναι ἀνάγκη· διὰ τί; ὅτι μήτε ἐπʼ ἄπειρον ἡ ὑλικὴ αἰτία πέφυκεν ἀναλύεσθαι μήτʼ ἐκ τοῦ μὴ ὄντος γένοιτο ἄν τι. καὶ ταῦτα δηλοῖ διὰ τῶν εἴπερ ἵσταται καὶ ἐκ μὴ ὄντος γενέσθαι ἀδύνατον. ὅτι μὲν οὖν ἵσταται καὶ οὐκ ἐπʼ ἄπειρον ἡ ἀνάλυσις, ἔδειξεν ἐν τῷ ἐλάττονι τῶν α, λαβὼν ὅτι οὐδʼ ἂν αἴτιον εἴη, εἰ μὴ πρῶτον εἴη αἴτιον· εἰ δὲ πρῶτον εἴη, ἔστι καὶ ἡ ἐπὶ τὸ ἄνω στάσις καὶ οὐκ ἐπʼ ἄπειρον ἡ τῶν αἰτίων ἀνάλυσις. ὅτι δὲ τῶν φυσικῶν οὐδὲν ἐκ τοῦ μὴ ὄντος, κοινὸν ἀξίωμα τῶν περὶ φύσεως δεινῶν.

Ἔτι δὲ ... γέγονε.

`38`

Πάσης γενέσεως ἀνάγκη πέρας εἶναι· οὐ γὰρ ἄσκοπος ἡ τῆς φύσεως κίνησις οὐδὲ ἀτελεύτητος ἡ παρʼ αὐτῇ ἀποτελουμένη γένεσις. εἰ δὲ πᾶσα πέρας ἔχει, πᾶν δὲ τὸ ἔχον πέρας ἔχει καὶ ἀρχήν — τοῦτο γὰρ δεῖ προσυπακοῦσαι —, πάσης γενέσεως καὶ κινήσεώς ἐστιν ἀρχὴ καὶ πέρας. ἆρʼ οὖν καὶ τῆς οὐρανίας; δῆλον ὅτι καὶ ταύτης. ἀπειράκις δὲ γιγνομένης τῆς αὐτῆς καὶ τελευτὴν ἀρχῇ συναπτούσης διὰ τὴν τοῦ κινητικοῦ δύναμιν μένει ἀεικίνητος ὁ οὐρανός. ὅτι δὲ πᾶν τὸ γιγνόμενον πέρας ἔχει, καὶ οὕτω κατασκευάζει· τὸ δυνατὸν γίγνεσθαι γίγνεται· πᾶσα ἄρα γένεσις τοῦ πέρας ἔχοντος· εἰ δὲ τοῦ πέρας ἔχοντος, καὶ τοῦ ἀρχὴν ἔχοντος· πᾶσα ἄρα γένεσις καὶ κίνησις ἀρχὴν ἔχοντός ἐστι καὶ πέρας· τοῦ δὲ ἀιδίου πέρας οὐκ ἔστιν οὐδὲ ἀρχή· οὐδεμία ἄρα κίνησις οὐδὲ γένεσις τοῦ ἀιδίου ἐστίν. εἴ τι ἄρα ἐστὶν ἀίδιον, ἀγένητον αὐτὸ καὶ ἀκίνητον εἶναι δεῖ· νοητὸν ἄρα αὐτὸ ἢ διανοητὸν εἶναι χρή· ταῦτα γὰρ ἀγένητά τε καὶ ἀκίνητα· ἔστιν ἄρα τὰ νοητὰ καὶ τὰ διανοητά· τοῦτο δὲ ἦν τὸ ἐξ ἀρχῆς αὐτῷ προκείμενον. συνθετέον οὖν πάντα· εἰ γένεσίς ἐστιν — ἀνάγκη δὲ εἶναι —, ἔστιν ἀίδιον· εἰ ἀίδιόν ἐστιν, ἔστιν ἀγένητόν τι καὶ ἀκίνητον· εἰ τοῦτο, ἔστι νοητόν· εἰ τοῦτο, οὐ μόνα τὰ αἰσθητὰ ὄντα.

Ἔτι ... εἶδος.

`39`

Ἔνατον τοῦτο ἐν τοῖς προβλήμασιν, ὥσπερ κἀνταῦθα, καὶ φαίνεται λαμπρῶς ἡ αἰτία τῆς μεταθέσεως· ἐπεὶ γὰρ ἔδειξεν ἐν τῷ δεκάτῳ μὲν ἐκεῖ, ὀγδόῳ δὲ ἐν τούτοις, ὅτι ἐστὶν ἀγένητος ὕλη, συνῆψεν εὐθέως τὸν περὶ τοῦ χωριστοῦ εἴδους λόγον· εἰ γάρ ἐστιν ἀεὶ ὕλη διὰ τὸ πρὸ πάσης ἐπινοεῖσθαι γενέσεως, πολὺ εὐλογώτερον ἀγένητον εἶδος προσεπινοεῖν, ὃ καὶ τὴν ὕλην δυνάμει καὶ ἀτελῆ καὶ σὺν στερήσει πάντων ἔχουσαν τὸ εἶναι εἰς ἐνέργειαν ἄξει καὶ εἰς τελείωσιν καὶ εἰς τὴν διὰ τῶν εἰδῶν ἐπικόσμησιν. ὁ λόγος οὖν τοιοῦτος· εἰ ἔστιν ὕλη ἀγένητος, πολλῷ πλέον ἐστὶν εἶδος χωριστὸν καὶ ἀίδιον· οὐ γὰρ δὴ ἡ ὕλη ἑαυτὴν εἰδοποιήσει, καθάπερ ᾤοντό τινες τῶν πάλαι φυσιολόγων· εἰ δὲ ἵνα μὴ ἀναγκάζηταί τις θεῖναι ἀγένητον εἶδος, ἀρνῆται καὶ ὕλην εἶναι ἀγένητον, ἀκούσεται ὅτι μηδετέρου ὄντος ἀγενήτου οὐδὲν ἔσται· δέδεικται γὰρ ὅτι χρή τι εἶναι ἀίδιον, εἰ γένεσις εἶναι μέλλοι· εἰ δὲ ἀδύνατον μηδὲν εἶναι — τί γὰρ τούτου ἀδυνατώτερον; —, δεῖ τι εἶναι ἀίδιον· τοῦτο δὲ εἰ μὲν εἶδος εἴη, ἔχω τὸ ζητούμενον· εἰ δὲ ὕλη, πάλιν ἐρῶ ὅτι πολὺ εὐλογώτερον ὕλης οὔσης ἀγενήτου καὶ εἶδος εἶναι ἀίδιον. ὥστε ἐπειδὴ ἄμφω μὲν ἀδύνατον μὴ εἶναι, ὕλης δὲ οὔσης ἀγενήτου ἀνάγκη καὶ εἶδος εἶναι, ἄμφω ἀνάγκη εἶναι. ὅτι δὲ περὶ χωριστοῦ εἴδους ὁ λόγος, σαφῶς ἐδήλωσεν ἐπάγων ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον, τὴν μορφὴν καὶ τὸ εἶδος. εἰ δὲ αὖ τις τοῦτο θήσει, ἀπορία ἐπὶ τίνων τε θήσει τοῦτο καὶ ἐπὶ τίνων οὔ· ὅτι μὲν γὰρ ἐπὶ πάντων οὐχ οἷόν τε, φανερόν· οὐ γὰρ ἂν θείημεν εἶναί τινα οἰκίαν παρὰ τὰς τινὰς οἰκίας. ὅπερ εἰώθει παρὰ τοῖς ἀμφὶ τὸν Παρμενίδην ἀπορεῖσθαι, τοῦτο καὶ αὐτὸς ζητεῖ, τίνων ἦν ἰδέα καὶ τίνων οὔ. διʼ ἀκριβείας μὲν οὖν ἐν τοῖς εἰς τὸν Παρμενίδην ὑπομνήμασιν Ἰαμβλίχῳ τῷ θείῳ περὶ τούτων εἴρηται· κεῖται δὲ καὶ παρὰ Πλωτίνῳ ἐν τῷ περὶ νοῦ καὶ ἰδεῶν καὶ τοῦ ὄντος σκέμματι. ὡς δὲ διʼ ἐλαχίστων εἰπεῖν ἐν τῷ παρόντι, οὔτε τῶν τεχνητῶν ἰδέας ὑποθετέον — καὶ ὀρθῶς ἀπογιγνώσκει νῦν Ἀριστοτέλης εἶναί τινα οἰκίαν παρὰ τὰς πολλὰς οἰκίας —, οὔτε τῶν παρὰ φύσιν οὔτε τῶν κακῶν ἢ αἰσχρῶν οὔτε τῶν καθʼ ἕκαστα γενητῶν· τῶν δὲ ὅλων εἰδῶν τῆς γενέσεως καὶ τῶν ἐν τῷ παντὶ κόσμῳ καὶ τῶν ἀύλων τῆς ψυχῆς λόγων προεστάναι φαμὲν ἀίδια παραδείγματα νοερὰ γεννητικὰ καὶ προνοητικά.

Πρὸς δὲ ... ἄλογον.

Καὶ τοῦτο δέ τις ἂν ἀπορήσειε πρὸς τοὺς εἰσάγοντας τὰ εἴδη, πότερον ἓν εἶδός ἐστι πάντων ἀνθρώπων, ὃ δηλοῦσιν αὐτοάνθρωπον· ἀλλʼ ἄτοπόν φησιν· ἔδει γὰρ καὶ τοὺς ἐνταῦθα πάντας ἀνθρώπους ἓν εἶναι, ἅτε πρὸς ἕν· ἓν γὰρ πάντα ὧν ἡ οὐσία μία. ποία οὐσία, ἐρωτήσομεν, ἡ κατὰ τὸ ἀχώριστον εἶδος ἢ ἡ κατὰ τὸ χωριστόν; εἰ μὲν γὰρ ἡ κατὰ τὸ ἀχώριστον, ἀληθῆ μὲν τὴν ἐπιτίμησιν εἶναί φαμεν· οὐκ ἦν δὲ ὁ λόγος ὁ νῦν περὶ τοῦ ἀχωρίστου εἴδους· εἰ δὲ ἡ κατὰ τὸ χωριστόν, οὐδὲν ἄτοπον εἶναι φήσομεν ἐξ ἑνὸς αἰτίου πολλὰ καὶ ἄπειρα γεννᾶσθαι, ὁμοειδῆ μέντοι ἀλλήλοις, εἰ κατʼ ἐκεῖνο γίγνοιτο. ὥστε εἴθʼ οὕτως ἔχει ἡ γραφή, οὐδὲν ἄτοπον ἕπεται· εἴτε γράφειν αἱροῖτό τις ἀλλʼ ἄτοπον· οὐ γὰρ πάντων ἡ οὐσία μία, τὰ αὐτὰ πάλιν ἐροῦμεν. ὅτι ἡ μὲν χωριστὴ οὐσία αὐτῶν καὶ αἰτία οὐ κωλύεται εἶναι μία, ἡ δὲ ἀχώριστος εἴδει μὲν μία, πολλὴ δὲ καὶ ἄπειρος τῷ ἀριθμῷ. τὸ δὲ πολλὰ τοῦ αὐτοῦ αἴτια χωριστὰ καὶ διάφορα ὑποτίθεσθαι, πῇ μὲν ἄλογον πῇ δὲ ἀναγκαῖον· ἐν τῷ δημιουργικῷ μὲν γὰρ νῷ ἓν ἀρκεῖ τῶν ἀνθρώπων εἶναι παράδειγμα καὶ ἄτοπον ὑποτίθεσθαι πλείω, ἀρκοῦντος τοῦ ἑνὸς πάντας ἀνθρώπους γεννᾶν· ἐπεὶ καὶ τί νῦν διοίσει ἀλλήλων ἐν ταὐτῷ ὄντα; δεῖ δὲ καὶ ἐν τῇ ψυχῇ εἶναι τοῦ παντὸς τῶν τῇδε ἀνθρώπων αἰτίαν καὶ ἐν τῇ φύσει τῶν ὅλων· καὶ ὅλως καθʼ ἑκάστην τάξιν τῶν ὄντων τὰ εἴδη, ὡς ἐν ἄλλοις δέδεικται. ὅλη δὲ ἡ ζήτησις αὕτη παρʼ ἐκεῖνο τὸ πρόβλημα γέγονε, πότερόν ἐστι καὶ τῶν καθʼ ἕκαστα εἴδη ἢ οὐδενὸς τῶν ἀτόμων γενητῶν.

Ἅμα ... ταῦτα.

`40`

Τῷ ὄντι ἂν ἄπορος ὁ τρόπος τῆς τῶν εἰδῶν μίξεως· καὶ τοῦτο καὶ αὐτὸς ὁ θεῖος Πλάτων ἔν τε τῷ Τιμαίῳ φησὶ καὶ ἐν τῷ Παρμενίδῃ δείκνυσιν. ἆρα γὰρ μέρους ἕκαστον τῶν τῇδε μεταλαμβάνει; καὶ πῶς ἢ ἐκεῖνο μερίζεται ἢ ταῦτα ἀλλήλοις ἐστὶν ὁμοειδῆ, κατʼ ἄλλα καὶ ἄλλα μέρη τὴν ὑπόστασιν ἔχοντα; ἀλλʼ ὅλον ἑκάστῳ πάρεστι; καὶ πῶς πολλὰ μὲν τὸ ἓν γίγνεται, αὐτὸ δὲ ἑαυτοῦ χωριζόμενον ἀποδείκνυται; καὶ ὅλως ὅσα ὁ μέγας Παρμενίδης γυμνάζων τὸν Σωκράτην περὶ τὴν τῶν εἰδῶν θεωρίαν προτείνων πεποίηται. σχεδὸν οὖν ταὐτά ἐστιν ἃ ἠπόρησεν ἐν τούτῳ τῷ κεφαλαίῳ, ἃ καὶ οἱ τῶν εἰδῶν φίλοι ζητεῖν εἰώθασιν, εἰ ἔστιν εἴδη, τίνων ἐστὶν εἴδη, πῶς αὐτῶν ἡ ὕλη μετέχει, κράσει συνθέσει ἀλλοιώσει διαπλοκῇ, καὶ τί τὸ ἑνοποιοῦν αὐτὴν καὶ τὸ εἶδος· ταῦτα γὰρ εἴωθεν ἀπορεῖσθαι. λέγει δὲ αὐτὸς ἐν ταύτῃ τῇ πραγματείᾳ, ὅτι τὸ δυνάμει τελειούμενον καὶ εἰς ὃ πέφυκεν ἐρχόμενον οὐ δεῖται τοῦ συνδήσοντος αὐτὸ τῇ αὐτοῦ τελειότητι καὶ ἐνεργείᾳ.

Ἔτι δὲ ... πάντων.

Ἔστι μὲν τοῦτο ἑνδέκατον ἐν τῇ τῶν προβλημάτων ἐκθέσει, δέκατον δὲ νῦν γυμνάζεται διὰ τὸ παραλελεῖφθαι τελέως τὸ ἐν ἐκείνοις ἕκτον. ζητεῖ δὲ διʼ αὐτοῦ, πότερον εἴδει αἱ ἀρχαί εἰσιν ὡρισμέναι ἢ ἀριθμῷ· εἰ μὲν γὰρ εἴδει, φησίν, οὐδὲν τῶν τῇδε ἀριθμῷ ἓν ἀλλʼ εἴδει, ἐπειδὴ κατʼ ἐκείνας τὰ τῇδε πάντα γέγονεν. ἔτι δὲ οὐδʼ ἐπιστήμη τῶν πραγμάτων ἔσται· δεῖ γὰρ ἓν εἶναι ἀριθμῷ τὸ κατὰ πολλῶν ὁμοειδῶν θεωρούμενον, εἰ μέλλοι τις ἐπιστήμην ἀναλήψεσθαι, τά τε πολλὰ τοιαῦτα εἶναι ὥστε ἕκαστον αὐτῶν ἓν εἶναι τῷ ἀριθμῷ, ἵνα καὶ ὁμοειδῆ ἀλλήλοις ᾖ· οὐδὲν δὲ τούτων ἔσται, εἰ αἱ ἀρχαὶ μὴ ἀριθμῷ ἓν ἀλλʼ εἴδει εἰσὶν ὡρισμέναι. πᾶσα οὖν ἡ ἀκολουθία τοῦ λόγου τοιαύτη· εἰ μὴ αἱ ἀρχαὶ ἀριθμῷ ἕν, οὐδὲ τὰ ἀπʼ αὐτῶν, εἰ μηδὲν ἀριθμῷ ἕν· οὐδὲ τὸ ἐπὶ πᾶσι τοῖς ὁμοειδέσιν ἓν ἔστι λαβεῖν — τοῦτο γὰρ ἀριθμῷ ἕν —, ἵνα μὴ καὶ τούτου ἄλλο ἐπαναβεβηκὸς ἓν ζητῶμεν, καὶ τοῦτο ἐπʼ ἄπειρον· εἰ δὲ ἐπὶ πᾶσι τοῖς ὁμοειδέσιν ἓν μὴ ἔστι λαβεῖν, οὐδʼ ἂν ἐπιστήμη εἴη.

Ἀλλὰ μὴν εἰ ἀριθμῷ ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν ἕως τοῦ μὴ ὄντων γε δύο τῶν αὐτῶν μηδὲ πλειόνων.

`41`

Εἰ δὲ μὴ τοῖς εἴδεσιν ἀλλʼ ἀριθμῷ, φησίν, αἱ ἀρχαὶ τὸ ἓν ἔχουσι, τοσαῦτα ἔσται τὰ ἐξ αὐτῶν ὅσαι καὶ αὐταί· ὥσπερ γὰρ τὰ κδ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς, εἰ μὴ εἴδει τοσαῦτα ἦν ἀλλʼ ἀριθμῷ, τοσαῦτα ἂν ἐποίησε τὰ λεγόμενα ὅσα αὐτά ἐστιν — ἅπαξ γὰρ αὐτὰ παραλαμβάνεσθαι ἦν ἀνάγκη —, καὶ ὥσπερ οἱ λίθοι εἰ τῷ ἀριθμῷ ἦσαν ὡρισμένοι, ἀναγκαῖον ἦν τὰ ἐξ αὐτῶν οἰκοδομήματα τοσαῦτα εἶναι ὅσοι καὶ οὗτοι· οὕτω καὶ τῶν ὄντων αἱ ἀρχαὶ εἴπερ ἀριθμῷ εἰσιν ὡρισμέναι, τοσαῦτα ποιήσουσιν ὅσαι αὐταί εἰσιν· εἴπερ ὡς στοιχεῖα, φαίης ἄν, ἀρχαὶ εἶεν, ἀλλὰ μὴ ὡς γεννητικαὶ καὶ ποιητικαί· εἰ γὰρ οὕτως, οὐ κωλύονται καίπερ ὡρισμέναι τῷ ἀριθμῷ γεννᾶν ἄπειρα. ἀλλʼ οὐδὲ ὁ πρὸς τὰς εἴδει ὡρισμένως ἐχούσας ἀρχὰς ἠρωτημένος λόγος ὑγιῶς πάντῃ προελήλυθεν· οὐ γὰρ εἰ αἱ ἀρχαὶ τοιαῦται, καὶ τὰ ἀπʼ αὐτῶν· ἀποτεμαχίζει γὰρ ἡ ὕλη καὶ ἀπομερίζει τὴν τῶν ἀύλων καὶ νοερῶν εἰδῶν ἰδιότητα· εἴρηται δὲ περὶ τούτων ἐν τοῖς προτέροις, καὶ ὅπως αἱ μὲν νοεραὶ καὶ εἴδει καὶ ἀριθμῷ εἰσιν ὡρισμέναι, αἱ δὲ καὶ τούτων ὑπέρτεραι κρείττους ἢ κατὰ τοῦτο τὸ συναμφότερον.

Οὐδενὸς ... ἕτεραι.

Δωδέκατόν ἐστι τοῦτο κατὰ τὴν ἔκθεσιν τῶν προβλημάτων· ἀπορεῖ γὰρ ἐν αὐτῷ, πότερον αἱ αὐταὶ τῶν ἀιδίων εἰσὶ καὶ τῶν φθαρτῶν αἰτίαι, ἢ ἕτεραι μὲν τούτων ἕτεραι δὲ ἐκείνων· εἰ μὲν γὰρ αἱ αὐταί, πῶς τὰ μὲν ἀίδια ποιοῦσι τὰ δὲ φθαρτά; εἰ δὲ ἕτεραι, ὅτι μὲν αἱ τῶν ἀιδίων ἄφθαρτοι, πρόδηλον· εἰ δὲ καὶ αἱ τῶν φθαρτῶν ἄφθαρτοι, λόγου δεῖται· εἴτε γὰρ ἄφθαρτοι, πῶς φθαρτὰ ποιοῦσιν, ἀλλʼ οὐχ ὁμοίως ταῖς πρὸ αὐτῶν ἀίδια; εἰ δὲ φθαρταί, πῶς ἀρχῶν ἀπολομένων οὐ πᾶσα ἡ γένεσις πεσοῦσα στήσεται; ἔχει μὲν οὖν ὁ λόγος σκέψιν φιλόσοφον· διὰ τί δὲ καταλελεῖφθαί φησι τοῦτο πᾶσι τοῖς πρὸ αὐτοῦ ἀδιερεύνητον, ὃ σαφῶς ὁ Πλάτων μετὰ τὴν τῶν ἀιδίων δημιουργίαν πρὸς τοὺς ἐγκοσμίους θεοὺς παραδίδωσι τὸν δημιουργὸν λέγοντα; «θνητὰ ἔτι τρία λοιπὰ γένη ἀγένητα. τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ πάντα ἐν ἑαυτῷ γένη ζῴων οὐχ ἕξει· δεῖ δέ, εἰ μέλλει τέλεος ὄντως εἶναι. διʼ ἐμοῦ δὲ γενόμενα ταῦτα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵνʼ οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν» καὶ τὰ ἑξῆς περί τε γενέσεως τῶν ζῴων καὶ τροφῆς καὶ αὐξήσεως καὶ φθίσεως ἀναδιδάσκοντα. σαφῶς οὖν εἶπεν ὁ Πλάτων, ὅτι καὶ τὰ πρώτιστα τῶν πάντων ἐστὶν αἴτια καὶ οἱ κατʼ οὐρανὸν τὴν γένεσιν ἐπιτροπεύουσι καὶ ὅτι τὰ θνητά, εἰ μὴ εἶχε προσεχῆ αἴτια καὶ φθαρτὰ καὶ μεταβάλλοντα, οὐκ ἂν ἦν θνητά, νοητὴν μόνην ἀρχὴν ἔχοντα, ὡς τὰ τῶν πραγμάτων ἀίδια.

Οἱ μὲν ... αὐτοῖς.

`42`

Τί γὰρ ἂν ἄλλο τις τὰς ἀρχὰς ἢ θεοὺς εἶναι νομίσειεν; οὔτε γὰρ ἀρχῆς πρεσβύτερον οὐδὲν οὔτε θεοῦ καὶ θεῶν. ὥστε τοῦτο μὲν ἀνάγκη λέγειν τοῖς θεολόγοις καὶ ἐκ θεῶν πάντα γεννᾶν, νοῦς ψυχὰς φύσεις τῶν σωμάτων, τά τε ἀίδια καὶ τὰ φθαρτά. ἐπεὶ οὖν τὰ μὲν αὐτοῖς ἥνωται τοῖς θεοῖς τῶν ἀπογεννωμένων, τὰ δὲ οὐδέποτε αὐτοῖς ἀμέσως συνάπτεσθαι πέφυκε, τὰ δὲ ποτὲ μὲν οὕτω ποτὲ δὲ ἐκείνως, ἐν οἷς καὶ τὸ ἡμέτερον τέτακται, τὰ μὲν ἀεὶ πρὸς θεοὺς ὁρῶντα τρέφεσθαί φασιν ἐκεῖθεν ἀμβροσίᾳ καὶ νέκταρι· παρέχει δὲ αὐτοῖς ἡ μὲν ἀμβροσία τὸ χωριστὸν ἀπὸ τῆς γενέσεως, ἐν ᾗ ὁ βρότος καὶ ἡ αἱματώδης ἀκαθαρσία, τὸ δὲ νέκταρ τὸ μὴ θέλγεσθαι κατὰ τὴν τῶν τελευταίων προμήθειαν, ἀλλὰ ἀμειλίκτως καὶ ἀτρέπτως τῶν ὅλων προνοεῖν· τὰ δὲ ποτὲ μὲν πρὸς αὐτοὺς ἀνατεινόμενα, πεφυκότα δὲ ἐκεῖθεν καὶ ἀφίστασθαι, ἀληθεύοντα μὲν καὶ εὐορκοῦντά φασι τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος μεταλαμβάνειν, τοῦτʼ ἔστι πρὸς τὸ ὄντως ὂν τεταμένα καὶ τὸ θεῖον σεβόμενα, ψευδόμενα δὲ καὶ ἐπιορκοῦντα, τοῦτʼ ἔστιν ἐπὶ τὸ μὴ ὂν καὶ τὴν γένεσιν ἀποκλίναντα καὶ τοῦ θείου καταφρονητικῶς ἔχοντα στερίσκεσθαι τῶν ἐκ τοῦ νοητοῦ τροφῶν· τὰ δὲ θνητὰ καὶ ἐπίκηρα μηδὲ μεταλαμβάνειν αὐτῶν ποτε. τίς ἂν οὖν γένοιτο ταύτης ἀληθεστέρα διάταξις ἢ περὶ ἀρχῶν ἢ περὶ τῶν ἀπʼ αὐτῶν ὑποστάντων, ἐγὼ μὲν οὐδʼ εἰς ἐπίνοιαν ἐλθεῖν δυνήσομαι· εἰ δὲ μὴ πᾶσι δῆλα τὰ παρʼ αὐτῶν λεγόμενα, ἴσως μὲν καὶ κατʼ ἐπιτήδευσιν ἡ ἀσάφεια παρʼ αὐτοῖς διὰ τὴν τῶν πολλῶν πρὸς τὰ θεῖα τῶν δογμάτων ἀλλοτριότητα· ἴσως δὲ καὶ τὸ ἐνθεαστικὸν γένος οὕτω πέφυκε λέγειν αἰνιττόμενον μᾶλλον ἢ διεξοδικώτερον ἀναδιδάσκον.

Καίτοι ... τροφῆς.

Φορτικῶς μὲν ἠρώτηται ταῦτα· ῥητέον δὲ πρὸς αὐτά, ὅτι τροφαὶ μὲν αἱ παρὰ τῶν ὑπερκειμένων αἰτίων ἐλλάμψεις καὶ χορηγίαι τῶν ἀγαθῶν λέγονται, αὗται δὲ καὶ ἀγαθύνουσι μειζόνως τὰ καὶ ἀπὸ τῆς ἑαυτῶν συστάσεως τὸ ἀγαθὸν ἔχοντα καὶ τελειοτέρας ἀιδιότητος μεταδιδόασι τοῖς κατὰ τὴν ἑαυτῶν οὐσίαν ἀιδίοις ὑπάρχουσιν· ὥστε καὶ εὐφροσύνης ἕνεκα καὶ τοῦ εἶναι τούτων μετέχουσιν. ἀλλὰ ... σκοπεῖν. οὐ ταῦτα Πλάτωνος περὶ αὐτῶν ἠκούσαμεν λέγοντος, ἀλλὰ δοκιμάζοντος αὐτοῖς ἐν τοῖς περὶ θεῶν ἕπεσθαι λόγοις, καίπερ ἄνευ τε εἰκότων καὶ ἀποδείξεων λέγουσιν, ὡς συγγένειαν ἔχουσι πρὸς τὸ θεῖον περιττοτέραν ἢ κατὰ τοὺς ἄλλους ἀνθρώπους, ὅθεν καὶ θείους καὶ θειοτάτους αὐτοὺς εἴωθε προσαγορεύειν.

Παρὰ δὲ ... ὄντων.

`43`

Εἴρηται μὲν ὅτι καὶ αὐτὸ τοῦτο τῆς περιουσίας ἐστὶ τῶν ἀρχῶν ἔργον, τὸ μὴ πρότερον λῆξαι τῆς ἀπογεννήσεως, πρὶν ἂν πρὸς τοῖς ἀιδίοις καὶ τὰ θνητὰ συνυποστήσωσιν. εἴρηται δὲ καὶ ὅτι τὸ πᾶν οὐκ ἠδύνατο τέλειον εἶναι μὴ πάντα ἐν ἑαυτῷ ζῷα περιέχον, καὶ μὴν ὅτι καὶ οἱ κατʼ οὐρανὸν τῷ ἑνὶ δημιουργῷ τὰ γενητὰ ζῷα συναπογεννῶντες ἀναγκαίως αὐτὰ θνητὰ ἐποίουν· τὰ γὰρ ἀπὸ κινουμένων αἰτίων γιγνόμενα διὰ παντὸς μένειν οὐ δύνανται. ἐπὶ τούτοις τὸν Ἐμπεδοκλέα τῶν ἄλλων ἐν τούτῳ προθεὶς τῷ σκέμματι ὡς ἑαυτοῦ κατά γε τοσοῦτον μὴ διαφερόμενον, ὅτι τὰς αὐτὰς τῶν ὅλων ἀρχὰς ὑποστησάμενος πάντα φθαρτὰ ποιεῖ καὶ οὐ τὰ μὲν ἀίδια τὰ δὲ φθαρτά, πάλιν αὐτὸν αἰτιᾶται ὡς ταῖς ἑαυτοῦ διαμαχόμενον ὑποθέσεσιν· αἰτίοις γὰρ δύο, φησί, χρώμενος ἑνὶ μὲν ποιητικῷ τῇ φιλίᾳ, τῷ λοιπῷ δὲ φθαρτικῷ τῷ νείκει, πολλὰ μὲν φθείρει διὰ τῆς φιλίας, πολλὰ δὲ γεννᾷ διὰ τοῦ νείκους· ἔτι δὲ κρατεῖν αὐτὰ παρὰ μέρος λέγων τὴν αἰτίαν οὐ λέγει τῆς μεταβολῆς τῶν ἀρχῶν. ἀλλʼ οὔτε πάντα φθείρειν φήσομεν Ἐμπεδοκλέα — οὐ γὰρ δεῖται τῆς τοιαύτης πρὸς ἑαυτὸν συμφωνίας —, ἀλλʼ ὥσπερ τοὺς ἄλλους Πυθαγορείους οὕτω καὶ αὐτὸν εἰδέναι τὰς μὲν νοητὰς οὐσίας τὰς δὲ αἰσθητάς, οὔτε φθαρτικὴν μὲν ὑποτίθεσθαι τὸ νεῖκος ἀρχήν, μόνην δὲ τὴν φιλίαν ποιητικήν, οὔτε τὴν αἰτίαν τῆς δοκούσης αὐτῶν εἶναι παρὰ μέρος ἐπικρατείας ἀποσεσιωπηκέναι, ἀλλὰ γὰρ Πυθαγόρειον ὄντα καὶ Ὀρφικὸν ὑποθέσθαι μὲν μετὰ τὴν μίαν τῶν ὅλων ἀρχήν, περὶ ἧς οὔτʼ αὐτὸς οὔτε Παρμενίδης οὔτε Πυθαγόρας ἐπέτρεπον ἑαυτοῖς λόγους καταβάλλεσθαι πλείονας, τὰς δύο ταύτας ἀρχάς, φιλίαν καὶ νεῖκος, ἃς οἱ Πυθαγόρειοι μονάδα καὶ δυάδα κατωνόμαζον, ἀόριστον αὐτὴν καλοῦντες διὰ τὴν ἐπὶ πᾶν ὑποφθάνουσαν δύναμιν· ἐκ δὲ τούτων τῶν ἀρχῶν τόν τε νοητὸν κόσμον ἀναφαίνεσθαι καὶ τὸν αἰσθητόν· ἐν μὲν οὖν τῷ νοητῷ, σφαίρῳ προσαγορευομένῳ κατὰ τὴν ποίησιν, ἐπικρατεῖν τὴν φιλίαν διὰ τὴν ἕνωσιν τῶν ἀύλων καὶ θείων οὐσιῶν, ὡς αὐτῆς εἶναι δοκεῖν τὸ πᾶν γέννημα, ἐν δὲ τῷ αἰσθητῷ τὸ νεῖκος. τοῦ δὲ κρατεῖν ἑκατέραν τῶν ἀρχῶν ἐν ἑκατέρῳ, καίπερ ἀμφοτέρων οὐσῶν πανταχοῦ, ἡ ἐκ τοῦ ἑνὸς τοῦ ἀμφοῖν ἐξῃρημένου καθήκουσα τελειότης εἰς αὐτὰ αἰτία, ἣν τελειότητα χρόνου καλεῖ, τελείωσιν ἀπὸ τοῦ φρουροῦντος τὰ ὅλα καὶ συνέχοντος προϊοῦσαν· χρόνον δὲ καὶ Ὀρφεὺς τὸ πρῶτον ἐκάλει· ὁ δὲ ὅρκον μὲν τὸ πρῶτον ὡς ἕρκος καὶ φρουρὰν τῶν ἄλλων, τὴν δὲ ἀπʼ αὐτοῦ προϊοῦσαν εἰς τὰς δύο τῶν ὅλων ἀρχὰς τελειότητα τὴν μετροῦσαν αὐτῶν τὰς δυνάμεις καὶ τὰς ἐπικρατείας τελείωσιν ὠνόμασε χρόνου, ὡς εἰ ἔλεγε τὴν ἀπὸ τοῦ χρόνου τελείωσιν.

  

«Ἀλλʼ ὅτε δὴ μέγα νεῖκος ἐνὶ μελέεσσιν ἐθρέφθη».  

`44`

Μέγα μὲν αὐτὸ προσειπὼν ὥσπερ ὁ Ὀρφεὺς τὸ χάος «καὶ μέγα χάσμα πελώριον ἔνθα καὶ ἔνθα», καὶ ὁ Πυθαγόρας ἀόριστον τὴν δυάδα· μέλη δὲ αὐτῷ δοὺς καὶ αὔξησιν, ἐπειδὴ προόδου καὶ γενέσεως καὶ πλήθους καὶ πολλαπλασιασμοῦ καὶ πάσης αὐξήσεως τοῖς ὅλοις αἴτιον γίνεται. «ἐπὶ τιμάς τʼ ἀνόρουσε τελειομένοιο χρόνοιο». τιμῶν τε καὶ βασιλειῶν ἀπελαύετο κατὰ τὴν τελείωσιν, ἣν ὁ χρόνος ἐπέφερεν αὐτῷ· μετρεῖ γὰρ τὸ πρώτιστον καὶ τὴν ἄπειρον δύναμιν τῶν δύο τούτων ἀρχῶν. ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλαται ὅρκου. ἥτις αὐτοῖς τελειότης ἀπὸ τῆς φρουρᾶς τῶν ὅλων καὶ τῆς πρωτίστης τῶν ἁπάντων ἀρχῆς ἐνδίδοται, ἣν πλατεῖαν ὡς ἀπερίληπτον τοῖς πᾶσι καὶ ὡς πάντα περιλαβοῦσαν καὶ μετρήσασαν κέκληκεν· ἀμοιβαῖος δὲ οὐχ ὅτι ποτὲ μὲν τούτῳ ποτὲ δὲ ἐκείνῳ τὴν τελείωσιν ἐπιφέρει τὸ ἐξῃρημένον αὐτῶν ἕν, ἀλλʼ ὅτι ἰδίαν ἑκατέρῳ καὶ τὴν πρέπουσαν ἀμφοτέροις. εἰ δὲ καὶ ἀμοιβαῖος ὁ ἑπόμενός ἐστι καὶ ἀεὶ συνὼν αὐτοῖς καὶ οὐδʼ ὁπωστιοῦν ἀπολιμπανόμενος οὐδενὸς τῶν ὄντων, μήτοι γε τῶν μετʼ αὐτὸν δυεῖν ἀρχῶν, ὀρθῶς ἂν καὶ οὕτως εἰρῆσθαι δόξειε· πᾶσι γὰρ πάρεστι τὰ ἐκ τῆς πρωτίστης τῶν ὅλων αἰτίας ἀγαθὰ χορηγούμενα. πῶς δὲ καὶ τὸν νοητὸν θεὸν ἀφρονέστατον Ἐμπεδοκλῆς ποιεῖ, παρʼ ᾧ ἡ αὐτοαλήθεια; ὅτι, φησί, τὸ νεῖκος οὐκ ἔστιν ἐν αὐτῷ, τῷ ὁμοίῳ δὲ κατʼ αὐτὸν τὸ ὅμοιον γνωρίζομεν. ἀλλʼ ἔστι μὲν καὶ παρʼ αὐτῷ τὸ νεῖκος διὰ τὴν ἕνωσιν τὴν ἐν αὐτῷ καὶ τὴν ταὐτότητα, διʼ ἃ καὶ Παρμενίδης ἓν εἶναι τὸ ὂν ἔλεγεν. ἔπειτα εἰ ἡμεῖς «γαίῃ γαῖαν ὀπώπαμεν», διὰ τί καὶ τὰ θεῖα οὕτω; πῶς δὲ αὐτῷ ἁρμόζει λέγειν, ὅτι τὸ  <span class="gap">…</span> μὴ πάντα νοοῦντος; οὕτω γὰρ ἂν καὶ ὁ παρʼ αὐτῷ πρῶτος θεὸς ἑαυτὸν μόνον νοῶν ἔλαττον ἂν ἡμῶν ἔχοι τῶν ἐπὶ πάντα τρέπειν τὸ τῆς ψυχῆς ὄμμα δυναμένων. ἀλλὰ περὶ μὲν τούτων ἀρκείτω τὰ λελεγμένα.

Ἑξῆς δὲ ὁ Ἀριστοτέλης ἀπορεῖ πρὸς τοὺς ἑτέρας μὲν τῶν ἀιδίων ἑτέρας δὲ τῶν φθαρτῶν ἀρχὰς ὑποτιθεμένους εἶναι· εἴτε γάρ, φησί, φθαρταί, τὰς τῶν φθαρτῶν ἀρχὰς φθείρουσιν ἐπʼ ἄπειρον· δῆλον γὰρ ὅτι εἰς ταῦτα φθείρονται ἐξ ὧν ἐγένοντο, ὥστε ἔσονται τῶν ἀρχῶν ἀρχαί, καὶ τοῦτο εἰς ἄπειρον. ἔτι δὲ πῶς οὐ πᾶσα συμπεσεῖται γένεσις φθαρεισῶν αὐτῆς τῶν ἀρχῶν; πάντα ταῦτα εὖ λέγων καὶ Πλατωνικῶς. εἴτε ἄφθαρτοι, διὰ τί μὴ καὶ αὐταὶ ἀίδια ποιοῦσιν ὡς αἱ πρὸ αὐτῶν; εἴρηται δὲ ὅτι καὶ ἄφθαρτοι, ἀλλʼ οὐκ ἀκίνητοι· καὶ τοῦτον εἶναι τὸν πολὺν λόγον αἰνίττεται. ἀποτρώγειν δὲ ἔφη τοὺς πρὸ αὐτοῦ τὸ ἄπορον, ὅτι οἷον ἁψάμενοι αὐτοῦ φεύγουσιν ἀπʼ αὐτοῦ, ὥσπερ οἱ μύες ὅταν διὰ λιχνείαν μὲν προσίωσι τοῖς ὄψοις, οὐκ ἀσφαλῆ δὲ νομίσωσιν εἶναι τὴν περὶ αὐτὰ διατριβήν· κἀκεῖνοι γὰρ τοῖς ἀποτρώγουσι καὶ τοῖς ἀπογευομένοις ἐοίκασι.

Πάντων δὲ ... ἔχειν.

`45`

Τοῦτο τρίτον ἐπὶ δέκα ἐστὶν ἐν τῇ ἐκθέσει τῶν προβλημάτων, δωδέκατον δὲ ἐνταῦθα διὰ τὸ παρεῖσθαι πάντῃ τὸ ἕκτον, ὡς πολλάκις ἐπεσημηνάμεθα. εἴρηται δὲ ἐν τοῖς πρώτοις ὅπως φασὶν οἱ Πυθαγόρειοι καὶ ὁ Πλάτων, καὶ ὅτι ὁ μὲν Ἐμπεδοκλῆς οὐκ ἔστιν αὐτοῖς διάφωνος ἐν τούτοις, ἴσως δὲ οἱ ἀπὸ τῆς Ἰωνίας φυσικοὶ τὸ ἓν καὶ τὸ ὂν ὕδωρ ἢ πῦρ ἤ τι τοιοῦτον εἶναι νομίζοντες. ἐπεὶ καὶ αὐτὸς ὁ Ἀριστοτέλης, εἰ καὶ τὴν νοητὴν καὶ ἀκίνητον οὐσίαν πρεσβεύει καὶ κατηγορεῖ τῶν σώματα μόνα φασκόντων εἶναι, ἀλλʼ οὖν τὸ μὲν ἓν καὶ τὸ ὂν δηλός ἐστι μὴ διιστὰς ἐν τοῖς πράγμασιν, ἀλλὰ ταὐτὸν εἶναι λέγων τῷ ὑποκειμένῳ, ἐπινοίᾳ δέ, εἰ ἄρα, διαφέρειν ἀλλήλων, ἑκάτερον δὲ τούτων καὶ ἀμφότερα τόδε τι σημαίνειν, οἷον νοῦν ἢ ψυχὴν ἢ κόσμον ἢ ἥλιον, αὐτὸ δὲ τὸ ἓν εἶναι ἢ τὸ ὂν μηδὲν ἄλλο τῶν ὄντων ὂν οὐκ ἀνεχόμενος. περὶ ὧν ἴσως ἐξέσται κατὰ καιρὸν ἀπορῆσαι πρὸς αὐτόν· τέως δὲ νῦν τὰς εἰς ἑκάτερον ἐπιχειρήσεις αὐτοῦ κατανοήσωμεν.

Συμβαίνει .... καθʼ ἕκαστα.

Ἔχει μὲν ὁ λόγος πολλὴν ἀνάγκην καὶ κατὰ τὸ φαινόμενον· εἰ γὰρ ἔστι τὰ καθόλου, πολλῷ πλέον ἔστι τὰ καθολικώτατα· καὶ εἰ ἔστι τὰ καθολικώτατα, ἔστι τὸ ὂν καὶ τὸ ἓν ἐξῃρημένα τῶν ὅλων· ταῦτα γάρ ἐστι τὰ καθολικώτατα. εἰ δὲ ταῦτα μὴ ἔστιν, οἴχεται τὰ καθόλου· ᾧ ἕπεται τὸ μήτε ἐπιστήμην εἶναι μήτε κατὰ φύσιν ἀλλήλοις ὁμοειδῆ τὰ πράγματα εἶναι, κατὰ συντυχίαν δὲ καὶ κατὰ τὸ ἀστάθμητον καὶ εἰκῇ τάδε τοῖσδε μὲν εἶναι ὁμοειδῆ, τῶνδε δὲ ἀνομοειδῆ. μὴ γὰρ προϋπάρχοντος ἑνὸς εἴδους, οὗ τὰ μὲν μετέχοντα ὁμοειδῆ, τὰ δὲ μὴ μετέχοντα μὴ ἔστιν ὁμοειδῆ, οὐχ ὁρῶ τίς ἔσται τούτων αἰτία ποιητικὴ καὶ φρουρητικὴ καὶ ἀναπόδραστος. οὐ μὴν ἀλλʼ εἴ τις ἐνατενίσειε τῷ λόγῳ, προσεχῶς μὲν ὄψεται τά τε εἴδη καὶ τὰ καθόλου συναναιρούμενα τῇ ὑποθέσει, οὐδὲν δὲ ἧττον καὶ τὰ αἰσθητὰ τῶν ὄντων περιγραφόμενα. εἰ μὴ γὰρ εἴη αὐτοὲν τῶν ἁπάντων ἐξῃρημένον, οὔτε τῶν καθόλου δύναταί τι εἶναι οὔτε τῶν ἀτόμων· τὸ μέν, ὅτι ἓν καὶ πλῆθος ἡ φύσις, δεῖ δὲ προτάττειν τὸ μόνως ἕν· τὸ δέ, ὅτι πολλὰ ἓν ἡ σύστασις, καὶ ἅμα ὅτι τῶν ἐν μεθέξει ἑνῶν, εἰ μὴ προθείη τις τὸ ἀμέθεκτον ἕν, οὐκ ἔσται τὸ αἴτιον τῆς ἐν τοῖς οὖσιν ἑνώσεως, ὥσπερ οὐδὲ τοῦ εἶναι τοῖς ὁπωσποτοῦν οὖσιν αἰτίαν καταλιμπάνουσιν οἱ μὴ τὸ ὂν ἀρχὴν ἁπάντων εἶναι λέγοντες. ὥσπερ γὰρ τῶν ἀγαθῶν τοῖς πᾶσιν ἀρχὴ μία τὸ ἀγαθόν, ὃ οὔτε τινός ἐστιν ἀγαθὸν οὔτʼ ἄλλο τι παρὰ τἀγαθόν, καὶ ὥσπερ τοῦ κινεῖσθαι τοῖς πᾶσι τὸ αὐτοκίνητον αἴτιον καὶ τούτῳ δὲ ἡ αὐτοκίνησις, ἥτις οὐ τοῦδέ ἐστι κίνησις οὐδʼ ἄλλο τι παρὰ τὴν κίνησιν, ἀλλʼ ὅπερ εἴπομεν αὐτοκίνησις, ἔχει δὲ καὶ τὰ γιγνώσκοντα πάντα τὴν αὐτόγνωσιν ἀρχήν, οὕτω τὰ μὲν ὄντα ᾗ ὄντα πρόεισιν ἀπὸ τοῦ ὄντος, ὃ οὐ τόδε ἐστὶ τὸ ὂν ἀλλʼ αὐτοόν, τὰ δʼ ἡνωμένα τὴν ἕνωσιν ἀπὸ τοῦ ἑνὸς τοῦ ἐξῃρημένου τῶν ὅλων καταδέχεται.

Ὅτι δὲ .. ὄντων.

`46`

Ἕπεται μὲν ἐξ ἀνάγκης μηδʼ ἀριθμὸν εἶναι τὸν οὐσιώδη τοῦ ἑνὸς μὴ ὄντος, οὐ μὴν διʼ ἣν ἐπιφέρειν μέλλει αἰτίαν· λογικὴ γάρ ἐστιν. αὐτίκα ψευδῶς ἐκ μονάδων λαμβάνει συγκεῖσθαι τὸν εἰδητικὸν ἀριθμὸν καὶ οὐσιώδη· κἂν ἐκ μονάδων δέ τις αὐτὸν εἶναι συγχωρήσῃ, οὐ δήπου ἐξ ὁμοειδῶν τῷ ἑνὶ περὶ οὗ ὁ λόγος· πῇ δὴ οὖν ἀληθὲς τὸ εἰρημένον, ὅτι καθʼ ὁμοιότητα τοῦ ἑνὸς ὁ ἀριθμὸς ἁπανταχοῦ πρόεισιν; ἂν μὲν οὖν ᾖ τι ἓν ἐξῃρημένον τῶν ὅλων, ἔσται τις καὶ ἀριθμός, οὔθʼ ὁ ἐν τοῖς ἀριθμητοῖς οὔθʼ ὁ μοναδικός — τελευταῖοι γὰρ οὗτοι καὶ ἄλλῳ ἑνὶ συνυφιστάμενοι —, ἀλλʼ ὁ αὐτοαριθμὸς εἶδος ὢν νοερὸν καὶ οὐσία ἡ πρωτίστη καὶ νοητή· ἐὰν δὲ μὴ ᾖ τὸ αὐτοέν, ἀρχῆς μὴ οὔσης οὐδʼ ἂν τὸ ἐκ τῆς ἀρχῆς ὑποσταίη. εἰ .... ὄν. καὶ τοῦτο εὖ λέγει· κοινότερον δὲ ἐπὶ τοῦ ἑνὸς τῇ οὐσίᾳ χρῆται, ἐπεὶ μόνον ἓν ὂν δηλονότι καὶ ὑπὲρ οὐσίαν ἐστίν, εἴ γε ἡ μὲν οὐσία δεῖται τοῦ εἶναι ἕν, τὸ δὲ οὐ δεῖται τῆς οὐσίας, ἵνα μὴ ἀντὶ ἑνὸς ἡνωμένον γένηται. οὐ ... αὐτά. οὐ γὰρ ἕτερά τινα ὄντα κατηγορεῖται καθόλου τῶν ἄλλων πραγμάτων, ὡς τὰ εἴδη καὶ τὰ γένη — τὰ γὰρ εἴδη, ἕτερα ὄντα τῶν ἀτόμων, κατηγορεῖται αὐτῶν, ὁμοίως δὲ καὶ τὰ γένη τῶν εἰδῶν καὶ τῶν ἀτόμων ἕτερα ὄντα κατηγορεῖται —, ἀλλʼ ἡ οὐσία αὐτῶν τὸ αὐτοέν ἐστι καὶ αὐτοόν. ὡς οὖν τὸν Σωκράτη λέγομεν οὐχ ἕτερον ἑτέρου κατηγοροῦντες, ἀλλʼ ὅπερ ἐστὶν αὐτὸ λέγοντες, οὕτω καὶ τὸ ἓν καὶ τὸ ὂν οὐκ ἄλλα ὄντα κατʼ ἄλλων τάττομεν, ἀλλʼ αὐτὰ ταῦτα ἑρμηνεύοντες οὕτως ὀνομάζομεν. καὶ ἔστι μὲν ἀληθὲς τὸ λεγόμενον, προσθεῖναι δὲ χρὴ ὅτι εἰ καὶ μὴ καθʼ ἑτέρων λέγεται, ἀλλʼ οὖν πᾶσιν αἴτια τοῦ εἶναι καὶ τοῦ ἡνῶσθαι ταῦτα καθέστηκεν.

Ἀλλὰ .... ὄντα.

`47`

Ἄρχεται εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖν, καί φησιν ἀπορώτατον εἶναι τοῖς αὐτοὸν ὑποτιθεμένοις τὸν περὶ τῆς τῶν ὄντων ὑποστάσεως λόγον. ὅτι μὲν οὖν βαθὺ τὸ σκέμμα, πῶς ἐξ ἑνὸς οὐδεμίαν διπλόην οὐδὲ ἔμφασιν πλήθους ἔχοντος ἐν ἑαυτῷ οὐδὲ ἑτερότητα τὰ πάντα ὑπέστη, δηλοῦσι Πλωτῖνος Πορφύριος Ἰάμβλιχος καὶ πάντες οἱ θεωρητικώτερον περὶ τοῦτο τὸ πρόβλημα διατρίψαντες· οὐ μὴν ἀλλʼ αἰτιασάμενοι τὴν ἐν ἁπλότητι γονιμωτάτην αἰτίαν τοῦ ἑνὸς τὰ ὑπʼ αὐτοῦ προτεινόμενα λύειν ἐπιχειρήσομεν. τὸ γὰρ .. τὸ ὄν. ὁ μὲν Παρμενίδης ὅπως ἔλεγεν ἓν εἶναι τὸ ὄν, πολλάκις εἴπομεν, ὅτι τὸ πᾶν νοητὸν ἡνῶσθαι καθʼ ὑπερβολὴν ἡγούμενος ἕν τε τὸ ὂν ἔλεγεν εἶναι καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, ὅπερ ἦν τὸ αἰσθητόν, καὶ τὸ οὐκ ὂν οὐδέν, ὅτι μὴ ἰσότιμον ἐκείνῳ μηδʼ ἔστι τι ὡς πρὸς ἐκεῖνο μηδὲ πλέον ἐκεῖνο γίγνεται τούτου ὑποστάντος· ὡς γὰρ ὁ Σωκράτης εἷς μένει, κἂν ἔχῃ πολλὰς εἰκόνας, οὕτω τὸ νοητὸν ἓν μένει καὶ τοῦδε ὑποστάντος τοῦ κόσμου, ὃς οὐδέν ἐστι πρὸς ἐκεῖνο, πλὴν ὅτι ἐξήρτηται αὐτοῦ κἀκεῖθεν ἔχει τό τε εἶναι καὶ τὸ τέλειος εἶναι. αὐτῷ δὲ νῦν λέγοντι τὸ ἕτερον τοῦ ὄντος μὴ εἶναι οὐκ ἄν τις εὐλόγως συγχωρήσειε· πρῶτον μὲν γὰρ οὐ κατὰ τὸ ὅλον νοητὸν λαμβάνει τὸ ὂν ἡ παρʼ αὐτῷ νῦν ὑπόθεσις εὐθυνομένη, ἀλλὰ τὸ ἀκρότατον αὐτοῦ, ὃ οὔτε νοῦς οὔτε ζωή πως, ἀλλʼ αὐτὸ τὸ ὄν, οὗ τὰ ἐχόμενα καὶ τὰ προσεχῆ γεννήματα ἕτερα αὐτοῦ ὄντα ὅμως ὄντα ἐστίν. ἔπειτα εἰ μὲν ὡμολόγει καὶ αὐτὸς μὴ εἶναι ὄντα τὰ αἰσθητά, συγχωρεῖν ἔδει τῇ λεγούσῃ προτάσει τὸ ἕτερον τοῦ ὄντος μὴ εἶναι· ἐπειδὴ δὲ μάλιστα πάντων τούτοις ὡς οὖσι πιστεύει, πῶς ἂν ἐν καιρῷ ταύτην δέχοιτο τὴν συγκατάθεσιν; οὔτε οὖν τὸ ὂν τὸ Παρμενίδειον λαμβάνομεν οὔτε τὸ οὐκ ὄν. ὥστε ἐκεῖνο οὐ συγχωρήσαντες τοῖς νῦν ἐπιχειρουμένοις ἐνιστάμεθα.

Ἀμφοτέρως .... ἓν ἕκαστον.

Ὅτι μὲν οὖν τοῦ ἑνὸς μὴ ὄντος οὐκ ἔσται ἀριθμός, εἴρηται καὶ καλῶς εἴρηται· ἀρχῆς γάρ, φησίν, ἀπολομένης οὔτε αὐτή ποτε ἔκ του οὔτʼ ἄλλο ἐξ αὐτῆς ποτε γενήσεται. διὰ τί δὲ καὶ ὄντος οὐκ ἔσται; ἆρα διὰ τὴν εἰσβολὴν τῆς ἐν τῷ Παρμενίδῃ πρώτης ὑποθέσεως, εἰ ἕν ἐστι, πολλὰ οὐκ ἂν εἴη; ἀλλʼ ἐκεῖ πολλὰ οὐ τὰ ἀπὸ τοῦ ἑνὸς προϊόντα ἀναιρεῖ, ἀλλὰ τὰ ἐν αὐτῷ τῷ ἑνὶ ὑπάρχοντα. τῷ ὄντι γὰρ εἰ ἓν καθαρῶς ἐστιν, οὐκ ἂν αὐτὸ τοῦτο εἴη καὶ πολλά· πολλῶν μέντοι αἴτιον ἀριθμῶν νοητῶν τε καὶ νοερῶν καὶ ἐγκοσμίων οὐ κωλύεται εἶναι. οὗτος δὲ λαμβάνει, ὅτι τὸ παρὰ τὸ ἓν οὐδέν ἐστι· πάντα γὰρ τὰ ὄντα ἢ ἓν ἢ ἐκ μονάδων συνέστηκεν, ὥστʼ εἴ τι ἓν ἀπὸ τοῦ ἑνός, ἕτερον μὲν ἔσται τοῦ ἑνός, ἕτερον δὲ τοῦ ἑνὸς ὑπάρχον οὐδέν ἐστι, τὸ δὲ μηδὲν οὐκ ὄν, ἐπειδὴ πᾶν τὸ ὂν ἢ ἓν ἢ πολλὰ ὧν ἕκαστον ἕν. φαμὲν δὲ ὅτι οὐκ ἔστιν τὸ ἀπὸ τοῦ ἑνὸς ἤδη οὐδέν. οὐ γὰρ εἰ μὴ ἐκεῖνο τὸ ἕν, ἤδη οὐχ ἓν ἢ οὐδέν, ἀλλὰ δευτέρως ἓν καὶ πάλιν τρίτως· ὅπου γὰρ καὶ τὰ ἔσχατα τῶν ἐσχάτων, τὰ ἐπίκηρα καὶ ἔνυλα τῶν αἰσθητῶν μετέχει τοῦ ἑνός, ἤπου γε τῶν νοητῶν τι καὶ θείων ἐστέρηται τοῦ ἓν εἶναι; ἀρκεῖ οὖν ἡ γονίμη τοῦ ἑνὸς αἰτία ἐξ ἑαυτῆς παράγειν καὶ ἀριθμοὺς καὶ τὰ πάντα, καὶ οὐ δεῖ ζητεῖν ὑποκείμενον ἐξ οὗ τὰ ὄντα ὑφίστησι· τούτου γὰρ ἡ φύσις πρώτη δεδέηται.

Ἔτι εἰ .. εἴη.

`48`

Φορτικὸν μὲν αὐτός φησιν εἶναι τὸν λόγον τοῦ Ζήνωνος ἀναιροῦντος τὴν τοῦ ἑνὸς φύσιν καὶ τὴν τοῦ σημείου καὶ παντὸς τοῦ ἀδιαιρέτου, ὅτι μήτε προστιθέμενα μήτʼ ἀφαιρούμενα τὸ ποσὸν τῶν ὑποκειμένων ἀμείβουσιν· ὁ γὰρ τοῦτο λέγων, φησί, πρῶτον μὲν ἅπαν τὸ ὂν μέγεθος εἶναι οἴεται καὶ τοῦτο στερεόν· τὰ γὰρ ἐπίπεδα καὶ αἱ γραμμαὶ οὐ παντοδαπῶς προστιθέμενα ἢ ἀφαιρούμενα μειοῦσιν ἢ αὔξουσι τὸ ὑποκείμενον, ἀλλʼ ἐὰν μὲν κατὰ τὸ πέρας αὐτῶν συντεθῶσιν αὔξουσιν, ἄλλως δὲ οὔ. ἔπειτα, ὅτι καὶ εἰ μὴ μεῖζον ἡ μονὰς ποιεῖ τὸ ποσόν, ἀλλὰ πλεῖον. ἡμεῖς δὲ ποὸς τοὺς πολλοὺς τὸν Ζήνωνα γυμναστικοὺς λόγους ποιούμενον οὐκ ἀπὸ σπουδῆς τούτοις ἐπιχειρεῖν οἰόμεθα· εἰ μὴ ἄρα τοσοῦτον ᾐνίττετο, ὅτι τὰ ἀδιαίρετα τῆς φύσεως οὐκ ἔστι τῶν διαιρετῶν, ἀλλʼ ὑπερέχοντα τούτων ἄλλως αὐτὰ περατοῖ καὶ ὁρίζει. ἀλλὰ .... μέγεθος. πάλαι μὲν αὐτῷ θαυμαστὸν εἶναι κατεφαίνετο, εἰ καὶ ἀριθμὸς ἐκ τοῦ τοιούτου ἑνὸς ὑποστῆναι δύναται, νυνὶ δὲ παραδοξότερον ἔτι φησὶ τὸ μέγεθος ἐξ αὐτοῦ παράγειν. διὸ καὶ ἐπήγαγεν· ὅμοιον ... φάσκειν. ἡμεῖς δὲ τὸ μὲν αὐτομέγεθος ἀμερὲς ὂν καὶ θεῖον καὶ νοητὸν καὶ ἐν πρώτοις ἱδρυμένον τῶν ὄντων πρὸς ἐκεῖθεν μετὰ πάντων τῶν ὄντως ὄντων ἐκφανῆναί φαμεν· τὸ δὲ αἰσθητὸν μέγεθος ἡ φύσις ἐπιφέρει τῇ ὕλῃ δυναμουμένη καὶ ποδηγετουμένη παρὰ τῶν δημιουργικῶν θεῶν, ὧν πατὴρ ὁ εἷς καὶ ὅλος δημιουργὸς ἔκγονος ὢν τἀγαθοῦ, ταὐτὸν δὲ εἰπεῖν τοῦ ἑνός, οὗ πάντα μιμήσει τὴν ἕνωσιν ἐπιφέρει τοῖς μεθʼ ἑαυτά, ὥστε διʼ αὐτοῦ ἡνῶσθαι καὶ τὸ αἰσθητὸν μέγεθος. πῶς οὖν ὅμοιον τὴν γραμμὴν ἐκ στιγμῶν λέγειν συνεστάναι, ὃ δέδεικται ὂν ἀδυνατώτατον, καὶ τὸ ἓν τὰ παντοῖα μεγέθη παράγειν; οὐδὲν γὰρ αὐτοῖς κοινὸν πλὴν ὅτι ὥσπερ τἆλλα πάντα ἴχνος τι καὶ ἔσχατον ἴνδαλμα παρεσπάσατο τοῦ ἑνός, οὕτω καὶ ἡ στιγμὴ τῷ ἀδιαιρέτῳ μιμεῖσθαι δόξειεν ἂν τὸ ἕν· ἀλλʼ ἡ μὲν ἀτελής ἐστι καὶ καθʼ ἑαυτὴν ἀνυπόστατος, καὶ ὅπερ ἐστὶν ἄλλου ἐστίν, ἔτι δὲ ἄγονος ἄζως ἀνόητος, τὸ δὲ παντὸς αἴτιον τοῦ τελείου καὶ τοῦ ὄντως ὄντος ἐφʼ ἑαυτοῦ τε μένον, γεννητικώτατον τῶν ἁπάντων, ζωῆς καὶ νοήσεως ἀρχή, κρεῖττον δὲ αὐτὸ τούτων ἁπάντων, ὧν ἐστιν ἀρχή.

Ἀλλὰ ... δῆλον.

Ἀπορεῖ δὲ πρὸς τὸν Πλάτωνα, πῶς ἐξ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἣν οὐχ ἓν καὶ ἀνισότητα καλεῖ, νῦν μὲν ἀριθμὸν ποιεῖ, νυνὶ δὲ μέγεθος· οὐδὲ γὰρ εἰ ἀντὶ τοῦ ἑνὸς τὸν ἀριθμὸν τῇ ἀορίστῳ δυάδι συντάξει, δῆλον ἔσται, πῶς ἐξ αὐτῆς τὸ μέγεθος ὑφίστησι. πρὸς ἅ φαμεν, ὅτι ἡ μὲν νοητὴ μονὰς καὶ δυὰς τὸν ἐκεῖ γεννῶσιν ἀριθμόν, τὰ δὲ ἀνάλογον αὐταῖς παρʼ ἡμῖν τὸ αἰσθητὸν μέγεθος· ἔστι δὲ τὸ παρʼ ἡμῖν εἶδος οἷον ἓν καὶ μονάς, ἡ δὲ ὕλη τὸ ἔσχατον τῆς ἀορίστου δυάδος μίμημα, ἐξ ὧν τὸ τῇδε μέγεθος. εἰ δὲ τὴν φύσιν ἐθέλοις διὰ τὸ γεννητικὸν κατὰ τὸ ἓν τάττειν καὶ τὴν μονάδα, τὸ εἶδος κατὰ τὸν ἀριθμὸν θεωρήσεις. ὥστε τὸ μέγεθος ἄλλως μὲν ἐκ μονάδος καὶ τῆς ἀορίστου δυάδος ὑφεστάναι λέγοιτʼ ἂν οὐκ ἐπιδούσης ἑαυτὴν τῆς μονάδος τῷ συστήματι τοῦ μεγέθους, ἄλλως δὲ ἐξ ἀριθμοῦ καὶ τῆς ἀορίστου δυάδος τῶν ὥσπερ στοιχείων αὐτοῦ τοῦ μεγέθους.

Τούτων δὲ .. οὔ.

`49`

Ἐν μὲν τῇ ἐκθέσει τῶν προβλημάτων τοῦτο τελευταῖόν ἐστι καὶ ἑπτακαιδέκατον, νυνὶ δὲ τρίτον ἐστὶν ἐπὶ δέκα διὰ τὴν πρὸς τὸ προγυμνασθὲν οἶμαι συγγένειαν· ζητήσας γὰρ ἐν ἐκείνῳ, εἰ τὸ ἓν καὶ τὸ ὂν οὐσία, αἳ δὴ ἀρχαὶ εἶναι τῶν νοητῶν ἐδόκουν οὐσιῶν, νῦν εἰ αἱ μαθηματικαὶ θεωρίαι περὶ οὐσίαν ἀναστρέφονται, θελήσει σκέψασθαι· εἴρηται δὲ ἐν τοῖς πρώτοις, τίνα μὲν τούτων οὐσίας, τίνα δὲ χρὴ νομίζειν εἶναι συμβεβηκότα· διὸ τοῖς ἐπιχειρήμασι νυνὶ προσεκτέον.

Εἰ μὴ γάρ εἰσι, διαφεύγει τί τὸ ὂν καὶ τίνες αἱ οὐσίαι τῶν ὄντων.

Ἐάν τις, φησί, μὴ λέγῃ ταῦτα οὐσίας, οὔπω ἴσμεν τίς ἐστιν ἡ οὐσία· οὐ γὰρ δὴ ἡ λευκότης ἢ ἡ λεύκανσις οὐσία, ἀλλὰ τὸ μὲν πάθος οὐσίας, τὸ δὲ κίνησις· οὐ μὴν οὐδὲ τὸ δεξιὸν ἤ τι τῶν πρός τι λεγομένων οὐσία οὐδʼ ἡ ὑγεία οὐδʼ οἱ περὶ τούτων λόγοι, ἀλλὰ τὸ μὲν διάθεσις οὐσίας, τὸ δὲ φωναὶ σημαντικαί. διὸ καὶ ἐν ὑποκειμένῳ πάντα ἐστὶ ταῦτα καὶ οὐδὲν καθʼ αὑτὸ ὄν· ὕδωρ δὲ καὶ πῦρ καὶ ἀὴρ καὶ γῆ κατὰ μὲν τὰς ποιότητας οὐκ οὐσίαι, κατὰ δὲ τὸ σῶμα τὸ ἄποιον, ὃ καὶ διαμένειν φαμὲν ἐν ταῖς παντοίαις μεταβολαῖς, ἴσως ἂν οὐσιῶδες ἔχοι τι. πλὴν καὶ τούτου δοκεῖ μᾶλλον εἶναι ἡ ἐπιφάνεια καὶ ταύτης ἡ γραμμὴ καὶ τῆς γραμμῆς ἡ στιγμὴ καὶ ταύτης ἡ μονάς· πανταχοῦ γὰρ τὸ περατοῦν καὶ ὁρίζον τοῦ περατουμένου μᾶλλον οὐσίωται, καὶ ὃ συναναιρεῖ μὲν οὐ συναναιρεῖται δὲ τῇ οὐσίᾳ πρότερον ἂν εἴη. μονὰς μὲν οὖν πάντα ὁρίζει, στιγμὴ δὲ τὰ διαστατά, γραμμὴ δὲ τὰ ἐπίπεδα καὶ τὰ στερεά, ἡ δὲ ἐπιφάνεια τὰ σώματα· καὶ μονάδος μὲν μὴ οὔσης οὐδέν ἐστι τῶν ἐφεξῆς, οὐδὲ σημείου τῶν διαστατῶν· σώματος δὲ μὴ ὄντος οὐ κωλύεται εἶναι τὰ πρὸ αὐτοῦ. διὸ εἴτε σώματά ἐστι τὰ ὄντα κατὰ τοὺς φυσικούς, αἱ ἀρχαὶ τῶν σωμάτων οὐσίαι· εἴτε ἀριθμοὶ κατὰ τοὺς Πυθαγορείους, ἥ τε ἀρχὴ τῶν ἀριθμῶν εἴη ἂν οὐσία καὶ τὰ τῇ μονάδι συγγενῆ. τούτων δὲ οὕτω κατεσκευασμένων οὐδέτερον τῶν λόγων φαμὲν ἔχειν ἰσχὺν ἀληθινήν· οὔτε γὰρ τὸ περατοῦν ἀεὶ τοῦ περατουμένου μᾶλλον ὄν, ἀλλʼ ὅταν ἐξῃρημένον αὐτοῦ τῆς φύσεως πέρας αὐτῷ ἐπιφέρῃ, ὡς ἡ τέχνη καὶ ἡ φύσις τοῖς τεχνητοῖς καὶ φυσικοῖς σώμασιν, οὐ μὴν ὅταν ἑαυτὸ ἐπιδιδῷ πρὸς τὴν τῶν ὁριζομένων ἀποπεράτωσιν· οὔτε ἀεὶ τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον μᾶλλον οὐσία τοῦ ἀντικειμένως ἔχοντος, ἐπεὶ οὕτως ἂν καὶ οἱ λίθοι μᾶλλον ἦσαν τῆς οἰκίας καὶ τὰ ξύλα τῆς νεὼς καὶ ὅλως αἱ ὗλαι τῶν εἰδοπεποιημένων, ἀλλʼ ὅταν μὴ ᾖ τι μέρος τοῦ συναναιρουμένου τὸ ἀναιροῦν μηδὲ στοιχεῖον ἢ πέρας ἢ τῶν ὅλως ἑαυτὰ ἐπιδιδόντων εἰς τὴν ἐκείνου σύστασιν. τὰ μὲν οὖν ἀληθῆ γένη πρότερα τῶν εἰδῶν καὶ ἡ οὐσία τῶν συμβεβηκότων, ἡ δὲ ἐπιφάνεια ὡς μὲν ἀυλοτέρα προτέρα τοῦ σώματος, ὡς δὲ μᾶλλον οὐσία οὐ προτέρα. δῆλον δὲ ὅτι περὶ ἐπιφανείας τῆς ἐνυπαρχούσης τοῖς σώμασιν οἱ λόγοι.

`50`

Ἀλλὰ ... οὐδεμία.

Εἰ ταῦτα μὲν μᾶλλον οὐσίαι τῶν σωμάτων, οὐκ ἔστι δὲ ταῦτα — οὔτε γὰρ ἐν τοῖς αἰσθητοῖς ἐστι σώμασιν οὔτʼ ἐν ἄλλοις· δεῖ δὲ αὐτὰ εἶναι ἐν σώμασιν —, πῶς μέν τις ἂν εἴη οὐσία; ῥητέον δὲ ὅτι καὶ ἐν τοῖς αἰσθητοῖς ἐστι σώμασι φυσικῶς τε καὶ ἐνύλως — διὸ καὶ οὐ φυλάττει τὴν φύσιν ἣν ἐπαγγέλλεται, ὡς οὐδʼ ἄλλο τι τῶν ἐνύλων εἰδῶν —, οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ μαθηματικῷ σώματι, ὃ εἰ καὶ μὴ αἰσθητόν, ἀλλʼ οὖν φανταστόν ἐστιν, ἔτι δὲ ἐν τοῖς δοξαστοῖς λόγοις καὶ τοῖς νοητοῖς εἴδεσιν· καὶ ὅμως τοσαυταχῶς αὐτῶν ὄντων οὐ κωλύονται καὶ ἄλλαι εἶναι οὐσίαι καθʼ ἑκάστην τάξιν τῶν ὄντων.

Ἔτι ... μῆκος.

Αἱ διαιρέσεις οὔκ εἰσιν οὐσίαι· διαιρέσεις δὲ μεγέθους ἐπιφάνεια μὲν εἰς βάθος, γραμμὴ δὲ εἰς πλάτος, σημεῖον δὲ εἰς μῆκος· οὐκ ἄρα οὐσίαι ταῦτα. ῥητέον δὲ πρὸς τὴν μείζονα πρότασιν, ὅτι αἱ μὲν ἐνυπάρχουσαι τοῖς σώμασι διαιρέσεις τῶν μοναδικῶν ἀριθμῶν τυχὸν οὐκ ἂν εἶεν οὐσίαι, ἡ δὲ πρώτη ἑτερότης πάντα διακρίνουσα καὶ ὅλως τὰ θεῖα γένη, ὅσα τῆς διαιρέσεως ἐπάρχει, πῶς οὐχὶ τὴν κατʼ εἴδη καὶ κατʼ οὐσίαν ἱσταμένην διαίρεσιν τοῖς ὅλοις ἐπιφέρουσι; πρὸς ... ἥμισυ. ὁ λόγος· οὔτε τὰ σχήματα τὰ δυνάμενα ἐγγενέσθαι τῷ λίθῳ ἔστιν ἐν αὐτῷ, οὔθʼ αἱ διαιρέσεις αἱ μηδέπω ἐνεργείᾳ οὖσαι. εἰ τοῦτο ἡ ἐπιφάνεια, οὐδʼ ἂν ἄλλη εἴη. πρὸς ὃ φαίη τις ἄν, ὅτι ἀνάγκη τῆς ἐνεργείᾳ οὔσης καὶ τὴν δυνάμει εἶναι ἢ ταύτης μηδέπω οὔσης μηδὲ τὴν ἐνεργείᾳ εἶναι, εἶναι δὲ μίαν ἐνεργείᾳ οἷον τὴν διχοτομοῦσαν τὸν κύβον οὐδὲν κωλύει· αἱ μὲν γὰρ ἄπειροι διαιρέσεις δυνάμει, τῶν δὲ πεπερασμένων ἐνεργείᾳ οὐδὲν κωλύει καὶ ἐνεργείᾳ θεωρεῖσθαι.

Πρὸς ... ἄλογα.

`51`

Τὸ ἐπιχείρημα τοιοῦτον· πᾶσα οὐσία ἡ ποτὲ μὲν οὖσα ποτὲ δὲ οὐκ οὖσα διὰ γενέσεως μὲν εἰς τὸ εἶναι, διὰ δὲ φθορᾶς εἰς τὸ μὴ εἶναι περιάγεται· ταῦτα δὲ τὰ πέρατα τῶν μεγεθῶν ἢ ἔστιν ἢ οὐκ ἔστιν ἀχρόνως· οὐκ ἄρα οὐσίαι. καὶ δοκεῖ τὸ ἐπιχείρημα ἔχειν ἀλήθειαν, ἐπεὶ καὶ πᾶσα μὲν οὐσία γιγνομένη καὶ φθειρομένη δεῖται ὑλικοῦ αἰτίου, ταῦτα δὲ οὐκ ἔνυλα. τεκμήριον δὲ τοῦ μὴ πρότερον οὖσαν τὴν στιγμὴν καὶ οἷον λανθάνουσαν ὕστερον ἀναφαίνεσθαι τὸ καὶ διαιρεθείσης γραμμῆς δύο σημεῖα γίγνεσθαι ποιεῖται· οὐ γὰρ δὴ μία, φησίν, οὖσα διῃρέθη εἰς δύο ἡ ἀδιαίρετος, ἀλλὰ δηλονότι οὐκ οὖσαι πρότερον ἀχρόνως καὶ ἄνευ γενέσεως ὑπέστησαν ἐκ τῆς διαιρέσεως. παραπλησίως ... χρόνῳ. ὅτι ἔστι τινά, ἃ μὴ ὄντα πρότερον ἔξω γενέσεως ἀναφαίνεται καὶ χωρὶς φθορᾶς ἀφανίζεται, καὶ οὐδὲν τούτων οὐσία, μαρτυρεῖν φησι καὶ τὴν χρονικὴν διαίρεσιν τὸ νῦν, ᾧ καὶ ἡ στιγμὴ ἀναλογεῖ· οὐδὲν οὖν τούτων οὐσία. πρὸς ὃ φαίης ἄν, ὅτι καὶ εἰ μὴ οὐσία ταῦτα, ἀλλʼ οὖν ὄντα εἶναι οὐ κωλύεται· πολλαχῶς γὰρ τὸ ὄν.

Ὅλως ... εἴδη.

Τοῦτο ἰδίᾳ μὲν ἐν τοῖς πρώτοις οὐ προὔτεινεν, ἔοικε δὲ μέρος εἶναι τοῦ πέμπτου — ἀπορεῖ γὰρ ἐν τούτῳ πρὸς τὰς ἰδέας — ἢ τοῦ ἐνάτου· καὶ γὰρ ἐν ἐκείνῳ πρὸς αὐτὰς ἠπόρησεν. ἡ δὲ κατασκευὴ τοῦ παντὸς λόγου τοιαύτη· εἰ διὰ τοῦτο παρὰ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ τίθεμεν εἶναι τὰ εἴδη, ἐπειδὴ τὰ μὲν αἰσθητὰ πολλά ἐστιν ἕκαστα, οἷον ἵπποι πολλοὶ καὶ βόες καὶ ἄνθρωποι, ὁμοίως δὲ καὶ τὰ μαθηματικά — πολλὰ γὰρ τρίγωνα καὶ κύκλοι καὶ σφαῖραι καὶ πυραμίδες —, χρὴ δὲ ἡμᾶς μὴ στῆναι ἐπὶ τοῦ πλήθους ἀλλʼ ἐπὶ τὰς ἑκάστων ἐλθεῖν μονάδας, τὸν ἕνα ἄνθρωπον τὸ ἓν τρίγωνον τὸν ἕνα κύκλον, ἀνάγκη ἕκαστον τῶν εἰδῶν ἓν εἶναι τῷ ἀριθμῷ· ἀλλὰ μὴν οὐ δύνανται αἱ ἀρχαὶ ἓν εἶναι τῷ ἀριθμῷ ὡς δέδεικται ἐν τῷ δεκάτῳ προβλήματι· οὐκ ἄρα δύναται εἶναι τὰ εἴδη. πρὸς ὃ φαίης ἄν, ὅτι τάχα μὲν οὐδὲ τὰ ὑλικὰ αἴτια δέδεικται πάντα μὴ δυνάμενα τῷ ἀριθμῷ ὡρίσθαι·  <span class="gap">…</span> φησὶν ὁ Ἐμπεδοκλῆς. εἰ δʼ οὖν ἐπὶ τῶν ἐνυπαρχουσῶν τοῖς ἀποτελέσμασιν ἀρχῶν ἀδύνατον ἐφάνη τὸ τὰς ἀρχὰς ὅρον ἔχειν ἀριθμητικόν, οὐ δήπου καὶ ἐπὶ τῶν γεννητικῶν καὶ ὑπερτάτων αἰτίων ἐκεῖνα χώραν ἔχει τὰ ἐπιχειρήματα· οὕτω γὰρ ἂν οὐδʼ οἱ κατʼ αὐτὸν χωριστοὶ γίνοιντο ἀριθμοί, εἰ μὴ εἶεν ὡρισμένοι. καὶ τοῦτο δὲ ψευδῶς εἴληπται τὸ διὰ ταύτην μόνην τὴν αἰτίαν ἐπὶ τὰ εἴδη δραμεῖν τοὺς τῆς ἀληθείας φιλοθεάμονας. ὅτι μέντοι πᾶν ὃ ἔχει τὰ εἴδη οὐσία ἐστὶ καὶ οὐδὲν κατὰ συμβεβηκός, ὀρθῶς τε καὶ ἡμεῖς προσιέμεθα.

Σύνεγγυς ... τρόπον.

`52`

Τοῦτο καὶ ἐν τῇ ἐκθέσει τῶν προβλημάτων πεντεκαιδέκατόν ἐστιν. ζητεῖ δὲ ἐν αὐτῷ πότερον αἱ ἀρχαὶ δυνάμει ἢ ἐνεργείᾳ· τὸ γὰρ ἤ τινα ἕτερον τρόπον τὸ ἐνεργείᾳ σημαίνει, ἀποκρύψας ἐξεπίτηδες οἶμαι τοῦτο τὸ ὄνομα, ἵνα μὴ ἀνέλῃ τὸ ἄπορον τοῦ προβλήματος· τίς γὰρ οὐκ ἂν τὸ τέλειον τοῦ ἀτελοῦς ἀρχικώτερον ἔφησεν εἶναι; διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ οὐδὲ αἴτια ἢ ἀρχὰς εἶπεν, ἀλλὰ στοιχεῖα, ἐν οἷς τῷ ὄντι πολὺ τὸ ἀτελές. πῶς δὲ ἔχει τὸ πρᾶγμα, εἴπομεν ἐν τοῖς πρώτοις.

Εἰ μὲν ... ἄλλο.

Ὡς εἰ ἔλεγεν, εἰ μὲν γὰρ ἐνεργείᾳ θήσεταί τις εἶναι τὰς ἀρχάς, ἐπειδὴ παντὸς τοῦ ἐνεργείᾳ τὸ δυνάμει προηγεῖται, ἔσται τι πρὸ τῶν ἀρχῶν· ἀπέκρυψεν δὲ καὶ νῦν τὸ τῆς ἐνεργείας ὄνομα, μετὰ τοῦ καὶ λογικὸν εἶναι τὸ ἐπιχείρημα· ἐπὶ γὰρ ἑκάστου τῶν γενητῶν πρὸ τοῦ ἐνεργείᾳ τὸ δυνάμει, οὐκ ἐπὶ τῶν ὅλων οὐδὲ τῶν θείων, ὡς αὐτὸς ἡμᾶς ἐν ἄλλοις ἐδίδαξεν. τὸ δὲ δυνατὸν ... ἔχειν. οὐ πᾶν, φησί, τὸ δυνάμει ἀνάγκη ἐνεργείᾳ γενέσθαι· τὸ δὲ ἐνεργείᾳ νῦν ὂν πρότερον ἦν δυνάμει.

Εἰ ... ὄντων.

Εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖ, ὅτι οὐ χρὴ δυνάμει τὰ στοιχεῖα ὑποτίθεσθαι. ἡ δὲ κατασκευὴ τοῦ λόγου τοιαύτη· τὸ δυνατὸν μόνον γίγνεται, οὐ γὰρ τὸ ἀδύνατον οὔτε τὸ ἤδη ὄν· τὸ γιγνόμενον οὔπω ἔστι· τὸ μήπω ὂν ἐνδέχεται μὴ γενέσθαι· ὥστε εἰ δυνάμει αἱ ἀρχαί, ἐνδέχεται μηδὲν εἶναι τῶν ὄντων ἐξ αὐτῶν. ἡρμήνευσε δὲ τὴν ἐλαχίστην πρότασιν οὕτως· οὐδὲν γίγνεται τῶν ἀδυνάτων, ᾧ ἰσοδυναμεῖ τὸ μόνον γίγνεσθαι τὸ δυνατόν. τὴν δὲ μέσην οὕτω· γίγνεται μὲν γὰρ τὸ μὴ ὄν· τὸ γὰρ γιγνόμενον μὴ ὄν ἐστι, διὸ οὐδὲ τὸ ἤδη ἐρεργείᾳ ὂν γιγνόμενον ἄν τις λέγοι. ὅτι δὲ ἐνδέχεται τὸ μήπω ὂν μηδὲ γενέσθαι ὡς πρόδηλον συνέθηκε ταύταις ταῖς προτάσεσιν, ἐπεὶ καὶ τοῦτό ἐστιν αὐτῷ τὸ δυνατῷ εἶναι τὸ πεφυκέναι μὲν εἰς ἐνέργειαν προϊέναι, οὐ πάντως μέντοι συμβαίνειν. ταῦτα δὲ πάντα πολλὴν ἰσχὺν ἔχει, ἐὰν πάσας τις τὰς ἀρχὰς δυνάμει λέγῃ εἶναι καὶ μηδεμίαν ἐνεργείᾳ.

Ταύτας ... καθʼ ἕκαστα.

`53`

Ἔστι μὲν τοῦτο τεσσαρεσκαιδέκατον ἐν τοῖς πρώτοις λόγοις, σχεδὸν δὲ ταὐτόν ἐστι τῷ δεκάτῳ· ζητεῖ γὰρ καὶ ἐνταῦθα εἴτε καθόλου αἱ ἀρχαὶ εἴτε ἄτομοι, ὃ ταὐτόν ἐστι σχεδὸν τῷ εἴτε εἴδει ὡρισμέναι εἴτε ἀριθμῷ. φησὶ δὲ ὅτι εἰ καθόλου αὐτὰς ὑποθοίμεθα, τὸ οὐσιῶδες αὐτῶν ἀφαιροῦμεν· τὰ γὰρ καθόλου οὐκ οὐσίαι· εἰ γὰρ οὐσίαι, τρεῖς τοὐλάχιστον ὁ Σωκράτης οὐσίαι, ἡ ἄτομος ἡ ἐν εἴδει ἡ ἐν γένει. εἰ δὲ μὴ καθόλου αἱ ἀρχαί, ἢ ἄγνωστοί εἰσιν ἢ ἔχουσί τι πρὸ αὐτῶν. ὧν ἑκάτερον ἄλογον. εἴτε γὰρ μὴ γιγνώσκονται  <span class="gap">…</span> αἱ ἀρχαί, διὰ τῶν καθόλου γνωσθήσονται· μόνως γὰρ οὕτω τὰ ἄτομά ἐστιν ἐπιστητά. ἔσται τι οὖν πρὸ αὐτῶν περιληπτικώτερον αὐτῶν. εἴρηται δὲ πολλάκις, ὅτι καὶ ὑπὲρ τὰ ἄτομα καὶ ὑπὲρ τοὺς καθόλου λόγους τούς τε ποιητικοὺς καὶ τοὺς γνωστικοὺς αἱ κυρίως ἀρχαί. οὐδὲ τὰ λεγόμενα δὲ ἀνάγκην οὐδεμίαν ἔχει· οὔτε γὰρ πᾶν τὸ καθόλου ἀνούσιον· οὐ γὰρ ἂν ἦν τι τῶν καθόλου ἀίδιον καὶ δημιουργικὸν τοῦ καθʼ ἕκαστα· οὔτε τὰ τόδε τι διὰ τῶν καθόλου γιγνώσκομεν, εἰς οὐδὲν ὑστερογενὲς καθόλου καταφεύγοντες· καὶ τῶν ἀκινήτων γενῶν αὐτὸς οὐκ ἂν φαίη καθόλου τινὰ ἐπαναβεβηκέναι.

Ἀλλὰ σχεδὸν πάντα ταῦτα διαλεκτικοῖς ἐπιχειρήμασι χρώμενος, ὡς καὶ ὁ ὑπομνηματιστὴς Ἀλέξανδρος ἐπεσημήνατο, διεξῆλθεν ὁ φιλόσοφος. τὸ δὲ ἑκκαιδέκατον ἐν τῇ ἐκθέσει τῶν προβλημάτων σκέμμα, πότερον κινοῦνται ἢ ἀκίνητοί εἰσιν αἱ ἀρχαί, οὐδʼ ἐγύμνασεν ἐν τούτοις. προθεὶς τοίνυν ἑπτακαίδεκα προβλήματα καθʼ ἣν ἐξεθέμεθα τάξιν, τὸ μὲν ἕκτον καὶ τὸ ἑκκαιδέκατον οὐκ εἰργάσατο κατὰ τὴν εἰς ἑκάτερα ἐπιχείρησιν· τὸ μὲν ἕκτον, ὅτι πρὸς ταῖς ἤδη ῥηθείσαις αἰτίαις καὶ προείληπτο· ζητήσας γὰρ εἰ μὴ μόνων τῶν οὐσιῶν ἀλλὰ καὶ τῶν καθʼ αὑτὰ συμβεβηκότων αὐταῖς ὁ πρῶτος φιλόσοφος ἐπιστήμων ἐστίν, ἐζήτησε τρόπον τινὰ καὶ εἰ περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ ἴσου καὶ τῶν ἀντικειμένων τούτοις διαλήψεται· ταῦτα γὰρ ἦν τὰ καθʼ αὑτὸ συμβεβηκότα τῷ ὄντι ᾗ ὄν. τὸ δὲ ἑκκαιδέκατον, ὅτι πανταχοῦ συγχωρήσας τὰ μὲν εἶναι φθαρτὰ τῶν ὄντων τὰ δὲ ἀίδια, εἶχεν ἐξ ἀνάγκης ἑπόμενον τὸ τὰς μὲν τῶν ἀρχῶν κινεῖσθαι τὰς δὲ εἶναι ἀκινήτους· δῆλον δὲ ποτέρας ποτέρων· ὅτι γὰρ ἀμφοῖν οὐχ αἱ αὐταί, μετρίως ἐπέστησε. ταῖς δὲ λοιπαῖς δέκα πέντε προσθεὶς τὸ ἐν τῇ ἐξεργασίᾳ τῶν προβλημάτων τέταρτον ἐπὶ δέκα τὸ πρὸς τὰς ἰδέας ἐνιστάμενον, τὰ πάντα δέκα καὶ ἓξ εἰς γυμνασίαν προήγαγε λογικήν, ὧν τὰ μὲν ἐν τῷ Γ διαίτης ἀξιώσει, τὰ δὲ ἐν τῷ Ζ Η Θ Ι, τὰ πλεῖστα δὲ ἐν τῷ Λ. πρὸς δὲ τὰς ἰδέας καὶ τοὺς ἀριθμοὺς ἐν τοῖς τελευταίοις δύο βιβλίοις, τῷ τε Μ καὶ τῷ Ν, διαλεχθῆναι πειράσεται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tfq-ae`.
