---
title: Lexicon of Syntax
title_greek: Λεξικὸν συντακτικόν
author: Syntactic Lexica
eul_wid: xde-aa
eul_aid: xde
canonical: "https://eulogikon.org/works/syntactic-lexica-lexicon-syntax-xde-aa"
lang: grc
content_hash: "sha256:91b53b0d024fbcc288fe35572c40633cdc3f74179b173dc3c6d53f664fee3a66"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon of Syntax

*Λεξικὸν συντακτικόν*

**Author:** Syntactic Lexica

**eul_wid:** `xde-aa` · [HTML page](https://eulogikon.org/works/syntactic-lexica-lexicon-syntax-xde-aa)

## Text

`587`

ΑΡΧΗ ΤΗΣ ΚΑΤΑ ΣΤΟΙΧΕΙΩΝ ΣΥΝΤΑΞΕΩΣ.

ἀγορανομῶ, γενικῇ. ἀγχισσεύω ἄγαμαι, αἰτιατικῇ καὶ γενικῇ· τὸν φίλον ἄγαμαι, τῶν

τρόπων ἄγαμαι, καὶ ἄγαμαι σοῦ τῶν τρόπων· γενικῇ δὲ

`588–589`

ὅταν ἐξακούηται τὸ ἕνεκα, ὡς τὸ ἠγάσθη τῆς ἀρετῆς τῶν ἀνδρῶν, τουτʼἔστιν ἕνεκα τῆς ἀρετῆς. ἀγνοοῦμαι, παθητικὸν, δοτικῇ. ἀγάλλομαι παθητικὸν, δοτικῇ. ἀγαπῶ, δοτικῇ καὶ αἰτιατικῇ· δοτικῇ μὲν ὅταν σημαίνει τὸ ἀρκοῦμαι· ὅταν δὲ σημαίνει τὸ φιλῶ, αἰτιατικῇ. ἀγορεύω, δοτικῇ. ἁγιάζομαι, δοτικῇ. ἄρχομαι, παθητικὸν, δοτικῇ. ἀγωνίζομαι, αἰτιατικῇ. ἁγνίζομαι, αἰτιατικῇ. ἀγαλλῶ, ἐνεργητικὸν, αἰτιατικῇ. ἀθετῶ, γενικῇ καὶ αἰτιατικῇ, γενικῇ μὲν, ὡς, κατάρχων μὲν καὶ αὐθεντῶν τοῦ τολμήματος· αἰτιατικῇ δὲ δούλων αὐθεντεῖν δεσποτείαν. ἀθανατίζω, αἰτιατικῇ. αἰσθάνομαι, γενικῇ καὶ δοτικῇ· γενικῇ μὲν ὅταν ἐστιν ἐπὶ αἰσθήσεως· ἡ δὲ γυνὴ ἤσθετο τοῦ κακοῦ, τῶν πονηρῶν ἠσθάνετο. αἰτιατικῇ δὲ, ὅταν τῶν ἔξωθέν ἐστιν, ἡ δὲ γραῦς τὸν ψόφον ἤσθετο, τὴν ἔφοδον τοῦ πολέμου. αἰτιῶ, δοτικῇ καὶ αἰτιατικῇ· τί μοι αἰτιῶνται οἱ ἄνθρωποι· αἰτιατικῇ δὲ, εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιᾶτο τις. ἀκούω, γενικῇ καὶ αἰτιατικῇ· γενικῇ μὲν, οἷον ἀκούσατε δείας φωνῆς, αἰτιατικῇ δὲ, οἷον ἀκήκοεν ὁ προφητὴς τὴν ἔλευσίν σου κύριε· καὶ ἀκοῦσαι λόγον κυρίου· καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους. ἀλογῶ, πάντοτε γενικῇ· καὶ πατρώων νόμων ἠλόγησεν. ἀμείβω, δοτικῇ καὶ αἰτιατικῇ. ὄξει δὲ τὴν τοῦ μάννα εὐεργεσίαν σοι ἠμείψαντο. ἀμέλγω, αἰτιατικῇ, καὶ τὰς ἐλάφους ἀμέλγων. ἀναλογῶ, τὸ ὁμοιῶ, δοτικῇ ἀναλογίζομαι, τὸ ἐνθυμοῦμαι, αἰτιατικῇ. ἀνοίγω διπλῶς συντάσσεται, δοτικῇ καὶ αἰτιατικῇ· ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου· καὶ χωρὶς τῆς δοτικῆς αἰτιατικῇ, ἄνοιξον τὴν θύραν· αἰτιατικῇ καὶ δοτικῇ· καὶ ἄνοιγε στόμα λόγῳ κυρίου. ἀπογινώσκω. γενικῇ, σὺ δὲ μὴ ἀπογνὼς ἐαυτοῦ. Ἀπογινώσκω δὲ τὸ παραδίδω· ὁ δὲ Φαίδων ἀπογνοὺς παρὰ τῶν Καρχιδονίων πραγμάτων. ἀφίεμαι, ἐπὶ τῶν ἐνθευδʹ.. αἰτιατικῇ κατὰ περιποίησιν, δοτικῇ, ὡς καὶ ἡμεῖς ἀφίεμεν. ἐὰν μὴ ἀφῆτε τὰ παραπτώματα. ἐπὶ δὲ τῶν παθητικῶν γενικῇ. ἀφέμενος τῶν λόγων· αἰτιατικῇ δὲ, ἀντὶ τινῶν ἀφῆτε τὰ παραπτώματα. ἀφαρπάζω, αἰτιατικῇ. ἀφέλλω, αἰτιατικῇ. ἀφείλετο, αἰτιατικῇ. ἄχρι, γενικῇ.

Ἀρχὴ τοῦ Β στοιχείου.

βασιλεύω, ἰστέον, ὅτι τὸ βασιλεύω, ὅταν μὲν σημαίνει τὸ ἐξουσιάζω, γενικῇ. ὡς τὸ βασιλεύσει ὁ ᾍδης τοῦ γένους τῶν βροτῶν· τὸ δὲ βασιλέα ποιεῖν αἰτιατικῇ. τὸ σώσαι καὶ βασιλεῦσαι, τὸν κακῶς σωθέντα καὶ βασιλεύσαντα· καὶ τὸν υἱὸν Κὶς ἐβασίλευσεν, ἀντὶ τοῦ βασιλέα ἐποίησεν. βασκανῶ, δοτικῇ καὶ γενικῇ· μή μοι βασκήνησαι τὸν ἀγαθῶν λιβάνιον. αἰτιατικῇ δὲ, ἀεὶ γὰρ τὸν προσήεντα βασκαίνουσι. βαίνω, γενικῇ καὶ δοτικῇ· ὡς τὸ βαίνω ἐπὶ τῶν τοῦ βήματος τόπων, καὶ ἐπὶ τῷ βήματι. βρύω, γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ. γενικῇ μὲν, ὡς τὸ βρύει φυτῶν καὶ ἄνθεων. δοτικῇ δὲ δέδοικα μὴ βρύων ἕλκεσιν εἰσάγεις τὸ ἀνιατρεπτόν· αἰτιατικῇ δὲ ὅταν σημαίνει τὸ παρέχω, ὡς τὸ βρυεὶς γὰρ θαύματα. βραβεύω, τὸ νομοθετῶ, δοτικῇ· βραβεύω τὸ παρέχω αἰτιατικῇ· βραβεύω ἐν οὐρανοῖς τὰ ἔπαθλα. βυθίζω, αἰτιατικῇ· βυθίζει λεγεῶνας δαιμόνων.

Ἀρχὴ τοῦ Γάμμα.

γήμω, αἰτιατικῇ· ὡς τὸ, γυναῖκα ἔγημα. γράφω, δοτικῇ καὶ αἰτιατικῇ· τὸ γὰρ γράφω τὸ ἐπίσταμαιδοτικῇ, ὡς τὸ, γράφω σοι τὸ καὶ τό. τὸ δὲ αἰτιῶμαι καὶ ἐγκωνίζω αἰτιατικῇ· καὶ τὸ αἰτιῶμαι, ὡς τὸ

γράψομαί σε φόνων, καὶ παρὰ νόμου. γυμνῶ, τὸ γυμνῶ ἐπὶ μὲν τῶν ἐνεργητικῶν, μετὰ

αἰτιατικῆς συντάσσεται, ἐπὶ δὲ τῶν παθητικῶν μετὰ

`590`

γενικῆς· ὡς τὸ ἐγυμνώθην τῶν ὑπαρχόντων.

Ἀρχὴ τοῦ Δ.

δεικνύω, δοτικῇ· γεννήματα ἐχιδνῶν, τὶς ὑπέδειξεν ὑμῖν· καὶ κατὰ ποίησιν δοτικῇ καὶ αἰτιατικῇ· δεικνύων σοι τὴν βασίλειαν. δέομαι, παθητικὸν, δοτικῇ· δεῖ σοι· ἀντὶ τοῦ χρεῖα· δοτικῇ καὶ γενικῇ. διακεχείρηκεν, ἀντὶ τοῦ κατεπιστεύθη, γενικῇ. διαχειρίζομαι, αἰτιατικῇ· ἑαυτὸν διεχειρίσατο. διώκω, τὸ κατηγορῶ· γενικῇ. διώκω, δὲ τὸ μισῶ καὶ τρέχω, αἰτιατικῇ. διαφέρω, γενικῇ· τοσοῦτον διαφέρει τῶν ἐχθρῶν. ἐπὶ δὲ τοῦ ἐναντιοῦμαι δοτικῇ. διαφέρει τοῖς αἱρετικοῖς ὑπὲρ τῆς πίστεως. δοξάζω, αἰτιατικῇ. δουλαγωγῶ, δοτικῇ. δορυφορῶ, αἰτιατικῇ. διναστεύω, γενικῇ. δράσσομαι, γενικῇ· αἰτιατικῇ δὲ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πλάνῃ αὐτῶν. δρέπομαι, γενικῇ· αἰτιατικῇ δὲ, ὥριμον δρέπομαι καρπόν.

Ἀρχὴ τοῦ Ε στοιχείου.

ἐγκορδολῶ, γενικῇ. ἐγγίζω, δοτικῇ. ἐγχειρίζω, ἕτερον δοτικῇ καὶ αἰτιατικῇ· δεινοκράτει τὰ φρούρια ἐνεχείρισεν. ἐγκαλῶ, αἰτιατικῇ καὶ δοτικῇ· τούτου ἐγκαλεῖς θεῷ τὴν εὐεργεσίαν. ἐντρυφῶ, γενικῇ καὶ δοτικῇ οἱ τῶν σῶν χαρισμάτων

`591–592`

ἀεὶ ἐντρυφῶντες· δοτικῇ δὲ οἱ ταῖς ἀλλοτρίαις ἐντρυφῶντες συμφοραῖς. ἐνθυμοῦμαι, γενικῇ καὶ αἰτιατικῇ· καὶ μήπω τῶν κακῶν βίων ἐνθυμηθʹ.. αἰτιατικῇ δὲ εἰ μή τι ἄλλο ἐκεῖνο ἐνθυμούμενος ὅτι πενία καὶ πλοῦτος. ἐξορχίζω, τὸ εὐνουχίζω, αἰτιατικῇ, Ὠριγένης ἑαυτὸν ἐξορχίσατο. ἐπηρεάζω, δοτικῇ· ἀλλήλαις ἐπηρέαζον· ἔστι δὲ καὶ αἰτιατικῇ· εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. ἐπισκήπτω, τὸ παραγγέλλω, δοτικῇ· τὸ δὲ παρακαλῶ αἰτιατικῇ. ἔχω, δοτικῇ καὶ αἰτιατικῇ· ὅταν τὸ κατέχω, αἰτιατικῆ· ὅταν δὲ τὸ κρατῶ, γενικῇ. εὔχομαι, πάντα τὰ παθητικὰ, γενικῇ· τὰ δὲ ἐνεργητικὰ, αἰτιατικῇ, μετὰ δὲ ἐπιρρήματος γενικῇ, ὡς ἔχου δρόμου. ἐχθαίρω, δοτικῇ. ἐπεύχομαι, δοτικῇ.

Ἀρχὴ τοῦ Ζ στοιχείου.

ζηλῶ, αἰτιατικῇ καὶ δοτικῇ· ζηλὼν ἐζήλωκα τῷ κυρίῳ. ζωογονῶ, αἰτιατικῇ. ζωοποιῶ, αἰτιατικῇ. ζωννύω, αἰτιατικῇ.

Ἀρχὴ τοῦ Η στοιχείου.

ἡγοῦμαι, τὸ ἄρχω, γενικῆ. ἡγουμαι, δὲ τὸ νομίζω, αἰτιατικῇ· ἡγουμαι δὲ τὸ ὑποδεικνύω, δοτικῇ. ἥλω, γενικῇ· ταύτης ὁ μέγας ἥλω Κυπριανός. ἡττῶμαι, γενικῇ· ὡς οὐδενὸς ἡττῶντο οἱ γενναῖοι.

Ἀρχὴ τοῦ Θ στοιχείου.

θαυμάζω, αἰτιατικῇ, θαυμάζω τῶν γυμνικῶν, ἀντὶ τοῦ κατηγορῶ. θήγω, τὸ ἀκονῶ, αἰτιατικῇ. θίγω δὲ τὸ προσεγγίζω γενικῇ. θύω, δοτικῇ, ὡς τὸ, θῦσον τῷ θεῷ θυσίαν δικαιοσύνης. θωπεύω, αἰτιατικῇ, πολλὰ οὖν θωπεύσω αὐτόν.

Ἀρχὴ τοῦ Ι στοιχείου.

ἴσχω, αἰτιατικῇ. ἰσχύω, αἰτιατικῇ. ἵστημι, τὰ ἐνεργητικὰ, αἰτιατικῇ. ἰῶμαι, αἰτιατικῇ, ἰώμενος τῷ θανάτῳ τὸν θάνατον.

Ἀρχὴ τοῦ Κ στοιχείου.

καταδυναστεύω, γενικῇ· οὐκ ἄξιον τῶν πτωχῶν καταδυναστεύειν·ὁ δὲ ἅγιος βασιλεὺς εἰς τὰ ἠθικὰ, αἰτιατικῇ, καταδυναστεύειν πτωχὸν καὶ πένητα. καταδικάζω, γενικῇ· αἱ γυναῖκες κατεδίκαζον ἡμῶν, βοῶσαι· αἰτιατικῇ δὲ, σταυρωθῆναι σε κατεδίκασαν. κατατρέχω, ἐπὶ μὲν ἐμψύχων γενικῇ· ἐπὶ δʼ ἀψύχων, αἰτιατικῇ. καταχλευάζω, γενικῇ· καταχλευάζοντες τῶν παρακλήτων, αἰτιατικῇ δὲ, ὁ ἅγιος βασιλεὺς, μὴ καταχλευάσητε τὸν λόγον. κρίνω, τὸ διαχωρίζω, αἰτιατικῇ. κρίνω, τὸ καταδικάζω, γενικῇ.

Ἀρχὴ τοῦ Λ στοιχείου.

λήβω, τὸ λαμβάνω, ἐπὶ μὲν ἐνεργητικοῦ αἰτιατικῇ, ἐπὶ δὲ παθητικοῦ δοτικῇ. λοιδορῶ, αἰτιατικῇ λοιδοροῦμαι, δοτικῇ. λύω, ἐνεργητικὸν αἰτιατικῇ. λύομαι, δὲ παθητικὸν δοτικῇ. λυσιτελῶ, δοτικῇ, σημαίνει δὲ τὸ ὠφελῶ. λυπῶ, αἰτιατικῇ.

Ἀρχὴ τοῦ Μ στοιχείου.

μεταποιοῦμαι, τὸ φροντίζω, γενικῇ. μεταποιῶ, δὲ τὸ μεταβάλλω αἰτιατικῇ. μηνίω, τὸ ὀργίζομαι δοτικῇ. μηνύω, δὲ τὸ ἀναγγέλλω, δοτικῇ. μολύνομαι, δοτικῇ. μουσουργοῦμαι, αἰτιατικῇ. μυοῦμαι, αἰτιατικῇ. μυκτηρίζω, αἰτιατικῇ. μυσταγωγῶ, αἰτιατικῇ. μύω, τὸ καμμύω, αἰτιατικῇ.

Ἀρχὴ τοῦ Ο στοιχείου.

ὄζω, γενικῇ. ὄζω μύρων καὶ θείων. οἰκειοῦμαι, ἀντὶ τοῦ οἰκεῖος γίνομαι, δοτικῇ. οἰκειῶ, αἰτιατικῇ καὶ δοτικῇ. οἰκειοῦμαι, τὸν βασιλέα καὶ τῷ βασιλεῖ. ὁμολογῶ, τὸ ἰσοφωνῶ δοτικῇ. ὁμολογῶ, τὸ ὑποδεικνύω, αἰτιατικῇ. ὄμνυμι, δοτικῇ καὶ αἰτιατικῇ, ὄμνυμί σοι τὴν ἔμφορον δίκην. ὀφείλω, δοτικῇ. ὀχοῦμαι, γενικῇ. ὄψομαι, γενικῇ. οἴω, τὸ φέρω καὶ οἰκονομῶ, αἰτιατικῇ.

Ἀρχὴ τοῦ Π στοιχείου.

πιστεύω, ἐνεργητικὸν δοτικῇ. πιστεύομαι, παθητικὸν αἰτιατικῇ. πλεονεκτῶ, τὸ πλέον ἔχω, δοτικῇ. πλεονεκτῶ, τὸ ἐκδιώκω αἰτιατικῇ. πληρῶ, αἰτιατικῇ καὶ γενικῇ, πληρωθήτω τὸ στόμα ἡμῶν. πνέω, γενικῇ· στεναγμῶν πνέω, καὶ γελανθῶ· αἰτιατικῇδὲ, ἓν πνέοντες· καὶ Ὅμηρος, μένεα πνείοντες. ποιῶ, αἰτιατικῇ καὶ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· δοτικῇ καὶ αἰτιατικῇ καὶ ταῦτα ποιήσουσιν ὑμῖν, διὰ τὸ ὄνομα μου. πολεμῶ, δοτικῇ, πᾶσι μέλεσι πολεμοῦσι. πολέμησον, αἰτιατικῇ, πολέμησον τοὺς πολεμοῦντας. πρεσβεύω, τὸ τιμῶ, αἰτιατικῇ· πρεσβεύω τῷ υἱῷ καὶ θεῷ ἡμῶν, δοτικῇ.

Ἀρχὴ τοῦ Υ στοιχείου.

ὑπερτίθεμαι, αἰτιατικῇ, τὴν κυρίαν ἡμέραν ὑπερτίθεμαι. ὑπερκαίω, αἰτιατικῇ, ἐκείνου τὸ φιλτρὸν ἀποκαίοντες. ὑπερίπταμαι, αἰτιατικῇ, πολλοὶ δὲ ὄρνιθες ἐδωδίμων ἡμᾶς. ὑπερορίζω, αἰτιατικῇ, ἵνα τὸν μὲν τῆς πόλεως, μετὰ τῆς Θεολόγου γλώττης ὑπερορίσωσιν. ὑπεραναβαίνω, αἰτιατικῇ καὶ τὴν κτίσιν ὑπεραναβῆναι. ὑπερέρχομαι, αἰτιατικῇ, ἐκεῖνο τὸ τοῦ βίου σπηλόν. ὑφῆκα, γενικῇ· καὶ οὐ πρότερον ἀφῆκα τὸν θυμόν. ὑψῶ, αἰτιατικῇ, ὁ δὲ μάλιστα, καὶ τὸν ὑβρισμὸν ἤσχυνας, καὶ τὸν ἀγωνιστὴν ὕψωσεν. ὕω, τὸ βρέχω· εἴτʼ ἀπʼ οὐρανῶν τροφὴν ὕοντα· αἰτιατικῇ.

Ἀρχὴ τοῦ Φ στοιχείου.

φανερῶ, φάσκω, αἰτιατικῇ, ἐφανέρωσε τὸν υἱὸν Κάιν. φάγω, αἰτιατικῇ, ἀλλʼ ἐνδοιάστως φάγε τὸ σῶμα. φείδομαι, γενικῇ, φειδόμενος τοῦ πνεύματος, εἰς προςκοπήν. φθονῶ, δοτικῇ, μὴ φθονίσης τῷ καθορτοῦντι. φθείρω, αἰτιατικῇ· εἴτις τὸν ναὸν τοῦτον φθείρει, φθερεῖ τοῦτον ὁ θεός. ψαύω, γενικῇ· ψαύουσι γὰρ τῶν θείων. ψωμίζω, αἰτιατικῇ, ἐὰν ψωμίσω τὰ ὑπάρχοντα μου. ὠδίνω, αἰτιατικῇ, ὠδινητὰς ἀντιθέσεις· ἐγὼ δὲ τοῦ λόγου τὸν δρόμον. ὡραΐζω, δοτικῇ· κροαίνει κατὰ πεδίων, καὶ ποταμοῖς ὡραΐζεται.

Τέλος σὺν θεῷ τῆς συντάξεως.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xde-aa`.
