---
title: "Lexicon, Letter Υ"
title_greek: "Σοῦδα, Στοιχεῖον Υ"
author: Suda
eul_wid: wus-at
eul_aid: wus
canonical: "https://eulogikon.org/works/suda-upsilon-wus-at"
period: Byzantine
domain: Grammar
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Letter Υ

*Σοῦδα, Στοιχεῖον Υ*

**Author:** Suda

**eul_wid:** `wus-at` · [HTML page](https://eulogikon.org/works/suda-upsilon-wus-at)

## Text

### υ 1

Ϋϋ ϋϋ, ϋϋ ϋϋ, ϋϋ ϋϋ: ἐπίρρημα θαυμαστικόν· ὅπερ ἐν τῇ συν‐ ηθείᾳ λέγομεν, ὀσφραινόμενοί τινος κνίσους.

### υ 2

Ὑάδες: οἱ ἐπὶ τῶν κεράτων τοῦ Ταύρου ἀστέρες.

### υ 3

Ὑακινθίδες: θυγατέρες Ὑακίνθου τοῦ Λακεδαιμονίου.

### υ 4

Ὑακίνθινον: ὑπομελανίζον, πορφυρίζον.

### υ 5

Ὑάκινθος: ὄνομα κύριον.

### υ 6

Ὑάλη: ὕαλος. Ὕαλός ἐστιν ἀφ’ ἧς πῦρ ἅπτουσι. καί φησιν Ἀριστοφάνης· ὁπόταν γράφοιτο ἡ δίκη, ἀπωτέρω στὰς ὡδὶ πρὸς τὸν ἥλιον τὰ γράμματ’ ἐκτήξαιμι τῆς ἐμῆς δίκης. ἔστι δὲ κατασκεύασμα ὑάλου τροχοειδὲς ἠλέκτρου, εἰς τοῦτο τεχνασθέν· ὅπερ ἐλαίῳ χρίσαντες καὶ ἡλίῳ θερμήναντες προσάγουσι θρυαλλίδα καὶ ἅπτουσι. τοῦτο οὖν ὁ γέρων πρὸς Σωκράτην διαλεγόμενός φησιν, εἰ ὑφάψαιμι διὰ τῆς ἠλέκτρου καὶ προσαγάγοιμι τῇ δέλτῳ τὸ πῦρ τῇ τοῦ γράμματος, ἀφανίσαιμι τὰ γράμματα τῆς δίκης.

### υ 7

Ὑάλιος: πολέμιος. καὶ Ἐνυάλιος.

### υ 8

Ὑάμπολις: ὄνομα πόλεως.

### υ 9

Ὑβάδαι: δῆμός ἐστι τῆς Λεοντίδος.

### υ 10

Ὑβός: ὁ κυρτός. καὶ Ὕβωσις, ἡ κύρτωσις. καὶ Ὑβάζειν, τὸ ἐμεῖν· οἱ γὰρ ἐμοῦντες ἀπὸ τῆς βίας κυρταίνειν ἐοίκασιν.

### υ 11

Ὑβρίζειν: ἐπὶ τοῦ αἰσχρῶς διαιτᾶσθαι. ὑπέλαβε πονηροὺς ὄντας ὑβρίζειν καὶ ῥᾳστωνεύεσθαι. ὁ δὲ οὐ μάτην ἔζη ὥς γε ἐμὲ κρίνειν, οὐδὲ μὴν ὡς οἱ πολλοὶ ἐς τραπέζας κεκυφέναι καὶ ἐμπίπλασθαι καὶ ὑβρίζειν σπεύδων, ἀλλὰ πλέον τι εἰδέναι μαστεύων ὑφ’ ἡγεμόνι θεῷ.

### υ 12

Ὑβρίζοντες: σκιρτῶντες. Ἡρόδοτος.

### υ 13

Ὑβρίζω· αἰτιατικῇ.

### υ 14

Ὕβρις: ὑπόβαρός τις οὖσα· ἢ παρὰ τὸ ὕειν βάρος.

### υ 15

Ὕβρις φυτεύει τύραννον. ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν, ἃ μὴ ’πίκαιρα μηδὲ συμφέροντα. διὰ τῆς ὕβρεως, φησίν, ἀνανεοῦται ὁ τύραννος. καὶ ὅταν, φησί, πολλὰ διαπράξηται, τότε εἰς μεγάλην ἀνάγκην ἐμπίπτει, διὰ τῆς ὕβρεως ἐπαρθείς. τοῦτο γὰρ ση‐ μαίνει τό, ἀκροτάταν εἰσαναβᾶς’ ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν. παίδων μὲν γὰρ οἱ γεγονότων ὕβρεις διὰ τὸ σύνηθες οὐδὲ ὕβρεις ἐνομίσθησαν· ἀλλ’ ἦν ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον τοιαῦτα ἁμαρ‐ τάνειν. Εὐνάπιός φησι περὶ Καρίνου βασιλέως.

### υ 16

Ὕβρις: ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας, αἰκία δὲ πληγαὶ μόνον. Λυσίας ἐν τῷ Περὶ αἰκίας πρὸς Ἰσοκράτην· καίτοι τίς οὐκ οἶδεν ὑμῶν, ὅτι τὴν μὲν αἰκίαν χρημάτων ἔστι μόνον τιμῆσαι, τοὺς δὲ ὑβρίζειν δόξαντας ἔξεστιν ὑμῖν θανάτῳ ζημιοῦν.

### υ 17

Ὑβρίσασιν: ἐξαμαρτήσασιν αἰσχρῶς· ἔνθα καὶ στρατιώταις ἔξω τοῦ προσήκοντος ὑβρίσασιν ἐπέθηκε δίκην· ἐλάττων δὲ ἦν ἡ δίκη τοῦ προσήκοντος.

### υ 18

Ὕβρισεν οὐχ ὁ πατάξας, ἀλλ’ ὁ ἐπιπλήξας καὶ ὀνει‐ δίσας. καὶ σύνταξις· ὑπὸ ἀγανακτήσεως καὶ πρὸς ὕβρεως τιθέ‐ μενος, ὅτι μὴ τὰ πρῶτα ἐπεπίστευτο τὴν στρατιάν. Ἀριστοφάνης· εἶτ’ οὐχ ὕβρις ταῦτ’ ἐστί, καὶ πολλὴ τρυφή (ἀντὶ τοῦ ἀλαζονεία), ὅτ’ ἐγὼ μὲν Διόνυσος, υἱὸς Σταμνίου, αὐτὸς βαδίζω καὶ πονῶ· τοῦτον δ’ ὀχῶ, ἵνα μὴ ταλαιπωροῖτο.

### υ 19

Ὑβριστάς: τοὺς θρασεῖς, καὶ λοιδόρους.

### υ 20

Ὕβριστις: ἡ ὕβρις, καὶ ἡ ἀτιμία.

### υ 21

Ὑβριστότερος. Ξενοφῶν· οἱ ἀμελεῖσθαι δοκοῦντες στρατιῶται, οἱ μὲν ἀγαθοὶ πολὺ ἀθυμότεροι γίνονται, οἱ δὲ πονηροὶ πολὺ ὑβριστό‐ τεροι. καὶ αὖθις· οὐδὲν ὑβριστικώτερον ὄχλου πρὸς ὀργὴν καὶ παρανομίαν ὁρμήσαντος.

### υ 22

Ὑγεία: οἰωνιζόμενοι εἰώθασι λέγειν πρὸς τό, τὶς ὁ ζητῶν, ὄνομα ἢ ὑγείαν ἤ τι τοιοῦτον. καὶ ὁ ἔποψ ἔφη· τίνες οἱ ζητοῦντες. οἱ δὲ ἔφασαν, οἱ δώδεκα θεοὶ εἴξασιν ἐπιτρῖψαί σε.

### υ 23

Ὑγεία: διττή ἐστιν, ἡ μὲν ἐν τῷ ἰατρῷ, ἡ δὲ ἐν τῷ ὑγιαζομένῳ σώματι. καὶ ἡ ἐν τῷ ἰατρῷ ποιητική ἐστι τῆς ἐν τῷ σώματι· οὕτω καὶ ἡ ἐν τῷ κόσμῳ τάξις ἐκ τῆς ἐν τῷ δημιουργῷ τάξεως γέγονε. τὸ δὲ ὑγιεινὸν τῶν πολλαχῶς λεγομένων ἐστίν· ὑγιεινὸν γὰρ τὸ ποιητικὸν ὑγείας, ὡς τὸ φάρμακον· τὸ δὲ φυλακτικόν, ὡς ἡ δίαιτα· τὸ δὲ σημαντικόν, ὡς χρῶμα, σφυγμός, εὔπνοια, οὖρα.

### υ 24

Ὑγεία Ἀθηνᾶ: ἐπώνυμόν ἐστιν Ἀθηνᾶς. καὶ γὰρ Ὑγεία καλεῖται καὶ Νίκη καὶ Ἱππία καὶ Ἐργάνη.

### υ 25

Ὑγιασθείς· ὁ δὲ ὑγιασθεὶς τοῦ τραύματος.

### υ 26

Ὑγιαίνω· αἰτιατικῇ.

### υ 27

Ὑγιές: λυσιτελές, ὠφέλιμον. τῆς πόλεως ἐπ’ οὐδὲν ὑγιές. Φιλοκτήτης· ὦ μηδὲν ὑγιὲς μήδ’ ἐλεύθερον φρονῶν· οἷά μ’ ὑπῆλθες, ὥς μ’ ἐθηράσω, λαβὼν πρόβλημα σαυτοῦ παῖδα τόνδ’ ἀγνῶτ’ ἐμοί. ἀνάξιόν σου, κατάξιον δ’ ἐμοῦ.

### υ 28

Ὑγιέστερος· ὥσπερ καὶ ὑγιέστερος Κρότωνος· πολλοὶ γὰρ Κρο‐ τωνιᾶται ἀσκηταί. καὶ ὑγιέστερος κολοκύντης.

### υ 29

Ὑγιέστερος Κρότωνος: ἐπὶ τῶν πάνυ ὑγιαινόντων ἡ παροιμία. ἀπὸ τοῦ ζῴου τοῦ κρότωνος· λεῖον γάρ ἐστιν ὅλον καὶ χωρὶς ἀμυχῆς καὶ μηδὲν ἔχον σίνος.

### υ 30

Ὑγίεια: τῶν ἀνθρωπίνων ἀγαθῶν τὸ κάλλιστον. Ὑγεία ἐστὶ συμμετρία τῶν πρώτων σωματικῶν δυνάμεων, ἅ ἐστι θερμότης, ψυχρότης, ὑγρότης, ξηρότης. καὶ Ὑγιεινός, ὁ ὑγιής. καὶ ἐπίρ‐ ρημα Ὑγιεινῶς.

### υ 31

Ὑγιής: ὑγριής τις ὤν. ὁ δίυγρος, καὶ ζῶν. ἀλίβαντες οἱ νεκροί· παρὰ τὸ μὴ ἔχειν λιβάδα, ἤγουν ὑγρασίαν.

### υ 32

Ὑγρὰ κέλευθα: τὴν διὰ θαλάσσης ὁδόν.

### υ 33

Ὑγραίνω.

### υ 34

Ὑγρός: ὁ εὐκατάφορος εἰς τὰς ἡδονάς, καὶ ὁ ῥευματιζόμενος.

### υ 35

Ὑγρῶς· ὑγρῶς γὰρ κραδαινομένη καὶ τοῖς ποσὶ χαμαιπετής, εὔστολος γινομένη ἐνίκα πάντας τοὺς τῶν θαυματοποιῶν ἐξηγουμένους· φωνήν τε ἔχουσα ἡδεῖαν καὶ ταύτην μετὰ τέχνης ἀφιεῖσα οὐδενὸς 〈τῶν〉 ἐπ’ ᾄσμασι θαυμαζομένων ἐκρίθη δευτέρα, ἅτε δὴ οὐκ ἄπειρος ἐρωτικῆς περιεργίας, ἀκκιζομένη σὺν καιρῷ καὶ πρὸς ζηλοτυπίαν εὐφυῶς ἄγουσα τὸν ἄνδρα, ἑαυτῇ μὲν πλοῦτον οὐκ εὐκαταφρόνητον οἶσεν, ἐκεῖνον δὲ κατὰ βαιὸν τηκόμενον τῷ ἔρωτι ἀπήλλαξε τῶν τῇδε. καὶ αὖθις· πρὸς γὰρ τὰς δωρεὰς ἦν ὑγρὸς καὶ καταφερής, πρὸς δὲ τὰς εἰσπράξεις βαρύς τε καὶ συντεταμένος.

### υ 36

Ὑγρότης: ἀραιότης, καὶ ἀφέλεια.

### υ 37

Ὑδάσπης: ὄνομα ποταμοῦ.

### υ 38

Ὑδατηγὸς ἀνήρ: ὁ ἀντλῶν.

### υ 39

Ὑδατίδες: σταγόνες.

### υ 40

Ὑδάτιον νᾶμα.

### υ 41

Ὑδέουσιν: ᾄδουσι, λέγουσιν.

### υ 42

Ὕδω: τὸ ᾄδω.

### υ 43

Ὕδδειν ἔοικε. καὶ Ὑδέοιμι, ἀντὶ τοῦ ὑμνοῖμι. Αἴθρην τὴν εὔτεκνον ἐπ’ ἀγρομένῃς ὑδέοιμι.

### υ 44

Ὕδερος.

### υ 45

Ὑδερῶν: ὑδροπιῶν.

### υ 46

Ὕδδειν ἔοικεν: ἀντὶ τοῦ ὑμνεῖν.

### υ 47

Ὕδη: πόλις.

### υ 48

Ὕδος: τὸ ὕδωρ. ἡ δοτικὴ ὕδει.

### υ 49

Ὕδωρ· ὅτι τὸ ὕδωρ ἢ παντελῶς ἄχυμον, ὡς τοῖς ἰατροῖς δοκεῖ· ἢ ἐγγὺς ἄχυμον. ἔχει μέντοι δύναμιν πάντων τῶν χυμῶν δεκτικήν· διὸ καὶ ἀπολαύει παντὸς χυμοῦ, ἂν πλησιάσῃ αὐτῷ. λύσις ὀνείρων Νικηφόρου πατριάρχου· ὕδωρ βλύζον κάτωθεν ἐχθροὺς μηνύει. ὕδωρ διαυγὲς ἐκπίνειν χρηστὸν τόδε. ὕδωρ πίνων ὑλῶδες ἐν λύπαις ἔσῃ.

### υ 50

Ὕδωρ ἀντιλογίας: ἀπὸ τοῦ πράγματος ὁ τόπος τὴν προση‐ γορίαν ἐδέξατο· εἰς Μερρὰν γὰρ ἔλθοντες καὶ πικρὸν εὑρόντες τὸ ὕδωρ κατὰ Μωσέως ἐβόησαν καὶ τοῦ θεοῦ κατελάλησαν. λέγει δέ, ὅτι διήλεγξά σου παρ’ ἐκεῖνο τὸ ὕδωρ τὴν ἀχάριστον γνώμην.

### υ 51

Ὕδωρ αὐτοπαγές: τὸ συνεστηκὸς ἐν τοῖς ἱεροῖς· ἢ τὸ αὐτο‐ μάτας πηγὰς ἔχον.

### υ 52

Ὕδωρ βορὸν καὶ ἀγρυπνίῃ βορόν: λέγει οὖν, ὅτι τὸ ὕδωρ οὐκ ἐν τοῖς πυρέττουσι μόνον ἐστὶ τρόφιμον, ἀλλὰ κἂν τοῖς ἀγρυπνοῦσιν.

### υ 53

Ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις: τοῦτο ἐξ ἐπιγράμματος εἶναι μέρος, οἱ μὲν Ἀσκληπιάδου, οἱ δὲ Θεαιτήτου φασίν.

### υ 54

Ὕδωρ διαπορευόμενον: ἀντὶ τοῦ ἐσκεδασμένον καὶ παντελῶς ἄχρηστον. Δαβίδ.

### υ 55

Ὕδωρ παραρρέει: ἐπὶ τῶν ἐπαγγελλομένων παντὶ σθένει σπουδάσειν, ὡς κἂν εἰς ῥέοντα πλοῖα ἐμβῆναι οὐκ ὀκνησάντων. καὶ παροιμία· ὕδωρ μένει· ζήτει ἐν τῷ ἀναπολεῖ. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν ἀνήνυτα πονούντων.

### υ 56

Ὕδρα: ἐννεακέφαλος ὄφις.

### υ 57

Ὕδραν τέμνειν: ἐπὶ τῶν ἀμηχάνων λέγεται· ἱστορεῖται γὰρ ὕδρᾳ τῇ ἐν Λέρνῃ ἑκατοντακεφάλῳ τυγχανούσῃ μαχόμενον Ἡρακλέα, ὡς τῶν τεμνομένων αὐτῆς κεφαλῶν ἀνεφύοντο πλείους, κελεῦσαι Ἰολάῳ ἐπικαίειν τὰς τεμνομένας.

### υ 58

Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀμηχάνων εἴρηται· παρ’ ὅσον Ἡρα‐ κλῆς ὕδραν τέμνων οὐδὲν μᾶλλον ἐκράτει, ἀναδιδομένων αὖθις πλει‐ όνων κεφαλῶν.

### υ 59

Ὑδρεύειν: ποτίζειν.

### υ 60

Ὑδρεία: τὸ ὑδρεύεσθαι. Ὑδρία δὲ τὸ ἀγγεῖον.

### υ 61

Ὑδρηλόν.

### υ 62

Ὑδροπικός· καὶ Ὑδροπότης. καὶ Ὑδροποτεῖν. καὶ ζήτει ἐν τῷ αἱματοπότης.

### υ 63

Ὑδρορρόα: τὸ μέρος τῆς στεφανίδος, δι’ οὗ τὸ ἀπὸ τοῦ ὄμ‐ βρου ὕδωρ συναγόμενον κατέρχεται. ἢ ὁ στενὸς τόπος.

### υ 64

Ὑδρορρόα καὶ ἡ ὕφαλος πέτρα. λέγεται δὲ καὶ ὑδρόρροια. οἱ δὲ εἰς τὰς ὑδρορρόας συνωθοῦντες αὑτοὺς διὰ τούτων ἐσῴζοντο πρὸς τὰς ναῦς.

### υ 65

Ὑδροστάσιον: λίμνη μικρά. παραμειψάμενοι τὸ μέγα τοῦτο ὑδροστάσιον ἀφίκοντο ἐς τὰς λίμνας, ἐν αἷς ἐπιμιγνύμενος ἀπόλλυται ὁ Κωφὴν ποταμός.

### υ 66

Ὕδρου: ὄφεως.

### υ 67

Ὕδρα: ἐννεακέφαλος ὄφις.

### υ 68

Ὑδροφορία: ἑορτὴ πένθιμος Ἀθήνησιν ἐπὶ τοῖς ἐν τῷ κατα‐ κλυσμῷ ἀπολομένοις, ὡς Ἀπολλώνιος.

### υ 69

Ὑδροχεῖα: δεξαμεναί. ὁλκὸν τοῦ ὕδατος ἐπεσκεύασε καὶ ὑδρο‐ χεῖα ἐπενόησεν.

### υ 70

Ὑδροπιῶντες: νοσοῦντες. Ὑδροποτῶντες δέ.

### υ 71

Ὕδρωψ: ἡ νόσος.

### υ 72

Ὕαινα: θηρίον.

### υ 73

Ὑέ: ἀπειλὴ βραδυνόντων καὶ ἀνοιγνύναι κελευόντων. καὶ γὰρ Ὕεν, ἀντὶ τοῦ ἔβρεχεν.

### υ 74

Ὑέλιον. καὶ Ὕελος. καὶ Ὑέλινον.

### υ 75

Ὑετός: τὸ υ μακρόν. ἄγων μέγαν ὑετὸν ἔστη. Αἰλιανός· ἐμπιπτόντων ὑετῶν, καὶ χάλαζα ἰσχυρὰ ἔρρευσε. καὶ ὑετός, ἐκ νέφους μεταβολὴ εἰς ὕδωρ, ἐπειδὰν ἐκ γῆς ἢ ἐκ θαλάττης ἀνενεχθεῖσα ὑγρασία κατενεχθῇ.

### υ 76

Ὕειον: χοίρειον. καὶ Ὑείων, χοιρείων κρεῶν. ἐχορτάσθησαν ὑείων.

### υ 77

Ὑεικόν: ὑὸς ἴδιον, χοίρου ἔργον. λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν, ὅτι ὑεικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμῳ προσκνήσασθαι, ὥσπερ τὰ ὑΐδια τοῖς λίθοις. Ξενοφῶν φησιν. ὑηνῶν θρεμμάτων· καὶ ἔδοξέ μοι τοῦτο οὐκ ἀνθρώπινον, ἀλλ’ ὑηνῶν τινων μᾶλλον εἶναι θρεμ‐ μάτων. Πλάτων Νόμων ζʹ. ὑηνεῖς· ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων, οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν πρὸς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν. Πλάτων Θεαιτήτῳ.

### υ 78

Ὑηνεία· ἐν πάσῃ ὑηνείᾳ καλινδούμενος.

### υ 79

Ὑηνεία: μωρία. Ἀριστοφάνης· ἵνα μὴ γένηται Θεαγένους ὑηνία. διεβέβλητο γὰρ οὗτος ὡς μωρὸς καὶ συώδης. ἦν δὲ ἐκ Πειραιῶς. ἐδόκει δὲ καὶ πένης εἶναι καὶ θρύπτεσθαι ἐπὶ πλούτῳ· ἦν δὲ καὶ τὸ σῶμα παχὺς καὶ χοιρώδης. τινὲς δὲ ὑηνείαν τὴν δυσωδίαν τὴν ἐκ τῶν χοίρων φασίν· οἵπερ διαφόροις ἐδέσμασι χρώμενοι δυσώδη ἀπο‐ πατοῦσι καὶ εἰς βόρβορον διαλύονται. ἦν δὲ καὶ ἄλλος, ὁ εἰς Ὅμηρον γράψας· ὃς ἐπὶ μαλακίᾳ διεβάλλετο. ἡ νῦν γενεὰ ὑπὸ τρυφῆς ἀκολάστου διεφθαρμένη, ταπεινὰ καὶ γυναικεῖα φρονοῦσα, δειλίᾳ σύνοικος καὶ πάσῃ ὑηνείᾳ, φιλοχρήμων, μικροπρεπής, δουλεύειν ἐθέλουσα, ἀσ‐ φαλῶς οὐδέν τι μέγα οὐδὲ ἐλεύθερον διαπραττομένη, ἀνδραποδώδης καὶ ἀσθενής, γαστρὶ καὶ αἰδοίοις ἀεὶ τὴν εὐδαιμονίαν μετροῦσα οὔτε θυμῷ γενναίῳ χρωμένη· οἷον σῶμα παρειμένον ἐν μιᾷ χώρᾳ κείμενον, ἐκνενευρισμένον, οὐδὲ κινεῖσθαι ἔτι δυνάμενον. τοιάνδε εἶναι καὶ πολλῷ χαμαιπετεστέραν ἐπεδείκνυε τὴν ζωὴν τῶν νῦν ἐν τῇ γενέσει πολιτευομένων. Ὑηνία δὲ ἡ συγγένεια.

### υ 80

Ὑηνεῖς: ῥῆμα. ὑεικόν τι καὶ ζῳῶδες ποιεῖς. καὶ ὑηνῶν θρεμ‐ μάτων· ζήτει ἄνω.

### υ 81

Ὑηνῶν: σκαιῶν, καὶ ἀμαθῶν. καὶ Ὑηνεύς, ὁ σκαιός.

### υ 82

Ὕης, Ὕου. ἐπίθετον Διονύσου· ὡς Κλείδημος. ἐπειδή, φησίν, ἐπιτελοῦμεν τὰς θυσίας αὐτῷ, καθ’ ὃν ὁ θεὸς ὕει χρόνον. ὁ δὲ Φερεκύδης τὴν Σεμέλην Ὕην λέγεσθαι καὶ τὰς τοῦ Διονύσου τροφοὺς Ὑάδας. Ἀριστοφάνης δὲ συγκαταλέγει ξενικοῖς θεοῖς τὸ Ὕην.

### υ 83

Ὑίειον: κρέας προβάτειον.

### υ 84

Ὑθλεῖς: φλυαρεῖς· ὕθλος γὰρ ἡ φλυαρία.

### υ 85

Ὑίδιον· Ξενοφῶν φησιν, ὅτι ὑεικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας ἐπιθυ‐ μῶν Εὐθυδήμῳ προσκνήσασθαι, ὥσπερ τὰ ὑίδια τοῖς λίθοις.

### υ 86

Ὑϊδοῦς: ὁ υἱοῦ υἱός. ὁ ἔγγονος.

### υ 87

Ὑλακόμωροι: ὑλακτικοί, οἱ περὶ τὸ ὑλακτεῖν πονούμενοι.

### υ 88

Ὑλακτεῖ· αἰτιατικῇ. ἐμμανῶς καὶ ἀναιδῶς βοᾷ, ὡς κύων; τοιαῦθ’ ὑλακτεῖ· σὺν δ’ ἐποτρύνει πέλας ὁ πάντα κλεινὸς οὗτος, ἡ πᾶσα βλάβη.

### υ 89

Ὑλακτούσης: μαργώσης. ἐν Ἐπιγράμμασι· τῷ σὺ δίδου μὴ πολλά, δι’ εὐάγρου δὲ λίνοιο, δαῖμον, ὑλακτούσης νηδύος ἡσυχίην.

### υ 90

Ὕλαν κραυγάζειν: ἱστοροῦσιν Ὕλαν τὸν Θειοδάμαντος, καλὸν τὴν ὥραν, ἐρώμενον Ἡρακλέους, ὅτε συνέπλει τοῖς Ἀργοναύταις· γενομένων δὲ κατὰ Μυσίαν, ἐξελθεῖν ὑδρευσόμενον, ὑπὸ Νυμφῶν δὲ ἀφανισθῆναι. τούτου δὲ ἐπὶ ζήτησιν Πολύφημον πεμφθέντα κεκρα‐ γέναι καὶ ὀνομαστὶ ἀνακαλεῖν τὸν Ὕλαν, μηδὲν περαίνοντα. διὸ καὶ τὴν παροιμίαν ἐπὶ τῶν μηδὲν ἀνυόντων λέγεσθαι. καὶ νῦν δὲ Κιανοὺς ἔτι ἀπομίμημα τῆς ζητήσεως ποιουμένους ἑορτάζειν τῷ ἥρωϊ.

### υ 91

Ὕλας: ὄνομα κύριον.

### υ 92

Ὑλαῖα: ἐκ τοῦ ὕλη. καὶ Ὑλαῖος.

### υ 93

Ὑλειώτης: ὁ ἐν ὕλῃ διατρίβων. ἐν Ἐπιγράμμασι· τοῦτό σοι, Ὑλειῶτα, κατ’ ἀγριάδος πλατάνοιο δέρμα λυκορραίστης ἐκρέμασεν.

### υ 94

Ὕλη: ὁ σύνδενδρος τόπος. Ὕλη καὶ ἡ σκῆψις, ἢ ὑπόθεσις. ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας.

### υ 95

Ὑλήεσσα: σύνδενδρος.

### υ 96

Ὑληκοίτης.

### υ 97

Ὑληωροί: οἷς τὰ διὰ τῆς ὕλης ἔργα ἐν φροντίδι ἐστί. λέγει δὲ τοὺς φύλακας τοῦ ὄρους.

### υ 98

Ὑληφόρον: ξυληφόρον.

### υ 99

Ὑλλίδης.

### υ 100

Ὕλλος: ὄνομα κύριον. ὅτι Βουθοίνας ὁ Ἡρακλῆς Ὕλλου τοῦ υἱοῦ αὐτοῦ πεινάσαντος, ἕνα τῶν ἀροτήρων βοῶν Θεοδάμαντος θοινήσας ἔφαγεν.

### υ 101

Ὑμά.

### υ 102

Ὑμεδαπῶν: τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους· συγγενῶν· ἢ τῆς αὐτῆς χώρας.

### υ 103

Ὑμέλην: στεῖραν, ἄγονον.

### υ 104

Ὑμεναίων: γαμικῶν ὕμνων. Ὑμέναιος γὰρ ἐκείνων Λυδὸς ᾄδεται. τὸν χαρίεντ’ Ἀλκμᾶνα, τὸν ὑμνητῆρ’ ὑμεναίων, κύκνον, τὸν Μουσῶν ἄξια μελψάμενον.

### υ 105

Ὑμενῶδες: λεπτότατον, καὶ οἷον εἰπεῖν, ἀερῶδες.

### υ 106

῎Υμμες καὶ ῎Υμμιν: ψιλοῦται· ὡς Αἰολικόν.

### υ 107

Ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον: διότι οἱ γαμοῦντες στέφονται σισύμβροις καὶ φυτοῖς τισιν. ἢ ὅτι ἡδυπαθοῦσι πρὸς τὰς τῶν γάμων ἡμέρας.

### υ 108

Ὑμεῖς, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι: χρησμοῦ κομμάτιόν ἐστι παροιμιαζόμενον οὕτως· ἵππον Θεσσαλικὴν Λακεδαιμονίαν τε γυναῖκα, ἄνδρας δ’, οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρε‐ θούσης. ἀλλ’ ἔτι καὶ τῶν εἰσὶν ἀμείνονες, οἵ τε μεσηγὺ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο. ὑμεῖς δ’, Αἰγιέες, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι, οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ. ἱστορεῖ δὲ Μνασέας, ὅτι Αἰγιεῖς οἱ ἐν Ἀχαίᾳ καταναυμαχήσαντες Αἰτωλοὺς καὶ λαβόντες πεντηκόντορον αὐτῶν, δεκάτην Πυθοῖ ἀνατιθέντες, ἠρώτων τίνες εἶεν κρείττους τῶν Ἑλλή‐ νων· ἡ δὲ Πυθία ἔχρησεν αὐτοῖς τὰ προκείμενα. καὶ Ἴων δὲ Αἰγιεῦσι δοθῆναι τὸν χρησμὸν ἱστορεῖ. τινὲς δὲ οἴονται Μεγαρεῦσιν εἰρῆσθαι αὐτὸν καὶ προφέρονται, ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέ‐ ταρτοι. ὡς καὶ Καλλίμαχος ἐπὶ τοῖς Ἐπιγραμματίοις· τῆς δὲ ταλαίνης νύμφης, ὡς Μεγαρέων, οὐ λόγος οὐδ’ ἀριθμός.

### υ 109

Ὑμήν, ὑμένος.

### υ 110

Ὑμηττός: τόπος, ὄρος.

### υ 111

Ὑμήττιον μέλι: τὸ εὔχρηστον πρὸς ἰατρείαν. Ὑμηττὸς δέ ἐστι τόπος τῆς Ἀττικῆς περὶ τὰς Ἀθήνας.

### υ 112

Ὑμνεῖν: ὀδύρεσθαι, μέμφεσθαι, λοιδορεῖν. κατ’ εὐφημισμόν· ὡς ἐν αʹ Πολιτείας Πλάτων.

### υ 113

Ὑμνηπολείτω: ὑμνείτω. καὶ Ὑμνηπόλος.

### υ 114

Ὑμνῇ σε· ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνῇ σε, Χριστέ, τὸν δημιουργόν. τὸ γὰρ ὡς ἀντὶ τοῦ ὅπως κεῖται.

### υ 115

Ὑμνήσεις· ἡ τραγῳδία φησί· χθονὸς τῆσδ’ ἐκτὸς ὑμνήσεις κακά.

### υ 116

Ὑμνείτω: δοξαζέτω.

### υ 117

Ὕμνιδι: ἀπὸ ὕμνις εὐθείας. ὕμνιδος.

### υ 118

Ὑμνοπόλος: ὁ περὶ τοὺς ὕμνους ἀναστρεφόμενος. πολλαὶ μητέρες ὑμνοπόλων. περὶ Ἀλκμᾶνος τοῦ λυρικοῦ.

### υ 119

Ὑμνῳδία· καὶ Ὑμνῳδός.

### υ 120

Ὕνιν: γεωργικὸν ἐργαλεῖον· καὶ ῥόπαλον. ἐν Ἐπιγράμμασι· ἱστοβόην τε σὺν γυροῖς ἀρότροις καὶ φιλόγαιον ὕνιν. τὸ δὲ υ μακρόν.

### υ 121

Ὑόμενος: βρεχόμενος.

### υ 122

Ὑομουσία: ἀπαιδευσία, χοιρωδία. Ἀριστοφάνης· θαυμάζω τῆς ὑομουσίας.

### υ 123

Ὑοσκυαμᾶν: μεμηνέναι, παραπαίειν. Φερεκράτης Κοριαννοῖ· ὑοσκυαμᾷς ἀνὴρ γέρων.

### υ 124

Ὑοσκύαμον: εἶδος βοτάνης.

### υ 125

Ὑώδεις: οἱ Ἱπποκράτους υἱεῖς ὑώδεις τινὲς καὶ ἀπαίδευτοι ἐκωμῳδοῦντο· καὶ τάχ’ ἂν εἴησαν προκέφαλοι. καὶ Εὔπολις· εἷς. Ἱππο‐ κράτους παῖδες ἐμβόλιμοί τινες, βληχητὰ τέκνα. τὰ δὲ ὀνόματα αὐτῶν Τελέσιππος, Δημοφῶν, Περικλῆς.

### υ 126

Ὕω: τὸ βρέχω· αἰτιατικῇ. καὶ ὕει σοι πῦρ ἐξ οὐρανοῦ.

### υ 127

Ὕων: βρέχων. Ὑῶν δὲ χοιρείων κρεῶν.

### υ 128

Υἱωνός: ὁ τοῦ υἱοῦ υἱός.

### υ 129

Υἱώθης: υἱοθετήθης.

### υ 130

Υἱῶσαι τὸν παῖδα: υἱὸν ποιῆσαι αὐτὸν θετόν. καὶ υἱώσει, τῇ υἱοθεσίᾳ. καὶ υἱώσατο, ἀντὶ τοῦ υἱὸν θετὸν ἐποιήσατο. καὶ τὰς υἱώσεις, τὰς υἱοθεσίας. ἡ χρῆσις παρὰ Αἰλιανῷ πολλή.

### υ 131

Ὑπαποτρέχειν· τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν Πνύκα ὑπαποτρέ‐ χειν ἔχουσι μηδὲ πάτταλον. ἀντὶ τοῦ ὀπίσω τρέχειν, μηδὲ τὸ τυχὸν ἔχουσιν· οἱ γὰρ ὕστερον ἐρχόμενοι εἰς τὴν Πνύκα οὐκ ἐλάμβανον τὸ ἐκκλησιαστικόν.

### υ 132

Ὑπάγγελτος· ὁ δὲ κατορρωδήσας, μὴ γενόμενος ὑπάγγελτος τοῖς Ῥωμαίοις κινδυνεύσῃ. ἀντὶ τοῦ καταφανής.

### υ 133

Ὑπάγει: ἐξαπατᾷ. ἢ ὑποτάσσει. ὑπάγει τὰ προβλήματα τοῖς γενικοῖς. ὑπάγοντος δὲ αὐτὸν τοῦ κέρδους, καὶ ἐπὶ μᾶλλον ὑπο‐ θήγοντος.

### υ 134

Ὑπάγειν εἰς δίκην: τὸ ἄγειν. καὶ Θουκυδίδης, καὶ ἄλλοι.

### υ 135

Ὑπαγκάλιος παῖς· ὁ εἷς δέκα ἔτη γεγονὼς καὶ ὁ ἕτερος ὑπαγκάλιος.

### υ 136

Ὑπαγόμενος: ἐξαπατῶν. ὑπαγόμενος δὲ τοὺς παῖδας προσ‐ ωτέρω τῆς πόλεως.

### υ 137

Ὑπαγόμενος: πειθόμενος, ἀπατώμενος. γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος.

### υ 138

Ὑπαγορεῦσαι· δοτικῇ· διερμηνεῦσαι. καὶ ὁ Λογοθέτης περὶ Συμεὼν τοῦ Στυλίτου· τὸν δὲ τὸν μοναδικὸν αὐτῷ βίον ὑπαγορεῦσαι.

### υ 139

Ὑπάγουσιν: ἀντὶ τοῦ προάγουσι. Δημοσθένης Φιλιππικοῖς.

### υ 140

Ὑπαγωγάς: τὰς ἀναχωρήσεις. διώξεις τε καὶ ὑπαγωγάς, φησὶ Θουκυδίδης. καὶ αὖθις· καὶ πέρα τοῦ μετρίου δειμαίνοντας ἐς ὑπα‐ γωγὴν μετανίστασθαι. ἀντὶ τοῦ ὑπαναχώρησιν.

### υ 141

Ὑπαγωγαί: ἀπάται.

### υ 142

Ὑπαγωγεύς: ἐργαλεῖόν τι τεκτονικόν· ὥς τινες σιδηροῦν, οἷον πτυΐδιον, ᾧ χρῶνται οἱ κονιαταί. οἱ δὲ ἐργαλεῖον οἰκοδομικόν, ᾧ ἀπευθύνουσι τὰς πλίνθους πρὸς ἀλλήλας· ὅ τινες παράξυστον καλοῦσιν. οἱ δὲ πηλόν τινα· καθὼς καὶ Ἕρμιππος· ξύνεστι γὰρ δὴ δεσμῷ μὲν οὐδενί, τοῖσι δ’ ὑπαγωγεῦσι τοῖς ἑαυτοῦ τρόποις. καὶ Ἀριστοφάνης Ὄρνισι· καὶ νὴ Δία γ’ αἱ νῆτται περιεζωσμέναι ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα ἐπέτοντ’ ἔχουσαι. ἐζωσμέναι δὲ αἱ νῆτται διὰ τὸ ἔχειν ζώνην λευκήν.

### υ 143

Ὑπαγωγή: ὑποχώρησις. ὅπως μὴ ἐθελοκακοῦντες ἐς ὑπαγω‐ γὴν ὀξύτεροι εἶεν, τῶν ἵππων ἀπεβίβασεν.

### υ 144

Ὑπακούομαι· δοτικῇ.

### υ 145

Ὑπαλπία: ὄνομα πόλεως.

### υ 146

Ὑπαλύξας: ἐκφυγών.

### υ 147

Ὑπάλυξις: ἔκκλισις.

### υ 148

Ὑπανέντος: ἐνδόντος.

### υ 149

Ὑπανίσχει: ὑπανατέλλει.

### υ 150

Ὑπανθῶ ἀεί.

### υ 151

Ὑπαντιάζων: ὑπαντῶν.

### υ 152

Ὑπαντῶ· δοτικῇ. Ὑπαντῶ ἐπὶ τῆς ὁδοῦ, ἀπαντῶ δὲ ἐπὶ τοῦ κρι‐ τηρίου.

### υ 153

Ὑπάξεσθαι: ὑπαγαγεῖν, ὑποτάξαι. ὑπισχνεῖται δὲ πολλὰ μὲν ὑπάξεσθαι αὐτῷ τῶν ἐπὶ τῆς ὄχθης ἐρυμάτων.

### υ 154

Ὑπαποτρέχειν: ὀπίσω τρέχειν. Ἀριστοφάνης· τοῖς μὴ παροῦσιν ὀρθρίοις εἰς τὴν Πνύκα ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον. τουτέστι μηδὲ τὸ τυχόν.

### υ 155

Ὕπαρ: ἀλήθεια, οὐκ ἐν ὀνείρῳ. τὸ μεθ’ ἡμέραν ὄναρ. οἷον φανερῶς, ἀληθῶς ὑπάρχον. ἐμοὶ διηγοῦ σὺ τοὐμὸν ὄναρ· ἐγὼ δ’ ἔοικα τὸ σὸν ὕπαρ ἀφηγεῖσθαι. Ὕπαρ λέγει τὸ μεθ’ ἡμέραν ὄναρ· ὡς ἐναργῶς ὑπάρχον, ἀληθές. κατὰ ἀποκοπὴν τῆς τε‐ λευταίας συλλαβῆς τῆς χον.

### υ 156

Ὕπαρ: ἐγρηγορός. ὀπτασία ἀληθής. βεβαίας καὶ ἀληθοῦς ἀγγελίας.

### υ 157

Ὑπαραττομένης: κινουμένης, πληττομένης. ἵππων χρεμετι‐ ζόντων, τῆς γῆς τοῖς ποσὶν αὐτῶν ὑπαραττομένης, ὅπλων συγκρουο‐ μένων.

### υ 158

Ὑπαρκτά: μόνιμα, ὑπάρχοντα.

### υ 159

Ὑπαρξάμενος: κατάρξας. χρόνῳ δὲ οἱ Ἕλληνες Χίων ὑπαρξάντων, ἐπρεσβεύσαντο πρὸς Λακεδαιμονίους.

### υ 160

Ὕπαρχος: ὁ ὑφ’ ἑτέρου ἀρχόμενος, ὁ ὑποτεταγμένος ἑτέρῳ, ὁ μὴ ὢν αὐτοκράτωρ. Σοφοκλῆς· Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν. οὐδ’ ἔσθ’ ὅπου σοι τόνδε κοσμῆσαι πλέον ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδέ σε. ὕπαρχος ἄλλων δεῦρ’ ἔπλευσας, οὐχ ὅλων στρατηγός, ὥστ’ Αἴαντος ἡγεῖσθαι ποτέ.

### υ 161

Ὑπάρχων: προκατάρχων. ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος. καὶ τὸ ὑπάρχειν οὐχ ἁπλῶς τὸ εἶναι σημαίνει, ἀλλὰ τὸ πάλαι εἶναι, καὶ προεῖναι, φθάνειν. Μένανδρος· οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ὑμῖν εὐνοεῖν, ἀλλὰ ὑπάρχειν τοῦτο.

### υ 162

Ὑπασπισταί: δορυφόροι. τῷ δὲ Χοσρόῃ ὑπασπισταὶ καὶ δορυ‐ φόροι λʹ ὑπῆρχον.

### υ 163

Ὕπατε κρειόντων: βασιλεῦ βασιλευόντων, ἐξοχώτατε, μέγιστε.

### υ 164

Ὑπατεία: ἡγεμονία.

### υ 165

Ὑπάτη: χορδὴ μουσική, βαρὺν φθόγγον ἀποτελοῦσα. νοῦσον ὅτ’ ἐς ὑπάτην ὠλίσθανε, τέρμα τ’ ἄφυκτον, εἶδεν ἀριστείην ἐμφανὲς εἰς ἰδίην· πῆξε δ’ ὑπὸ σπλάγχνοισιν ἑὸν ἔγχος.

### υ 166

Ὑπατία: ἡ Θέωνος τοῦ γεωμέτρου θυγάτηρ, τοῦ Ἀλεξανδρέως φιλοσόφου, καὶ αὐτὴ φιλόσοφος καὶ πολλοῖς γνώριμος· γυνὴ Ἰσιδώρου τοῦ φιλοσόφου. ἤκμασεν ἐπὶ τῆς βασιλείας Ἀρκαδίου. ἔγραψεν ὑπό‐ μνημα εἰς Διόφαντον, τὸν ἀστρονομικὸν Κανόνα, εἰς τὰ Κωνικὰ Ἀπολ‐ λωνίου ὑπόμνημα. αὕτη διεσπάσθη παρὰ τῶν Ἀλεξανδρέων, καὶ τὸ σῶμα αὐτῆς ἐνυβρισθὲν καθ’ ὅλην τὴν πόλιν διεσπάρη. τοῦτο δὲ πέ‐ πονθε διὰ φθόνον καὶ τὴν ὑπερβάλλουσαν σοφίαν, καὶ μάλιστα εἰς τὰ περὶ ἀστρονομίαν· ὡς μέν τινες ὑπὸ Κυρίλλου, ὡς δέ τινες διὰ τὸ ἔμφυτον τῶν Ἀλεξανδρέων θράσος καὶ στασιῶδες. πολλοῖς γὰρ καὶ τῶν κατ’ αὐτοὺς ἐπισκόπων τοῦτο ἐποίησαν· τὸν Γεώργιον σκόπει καὶ τὸν Προτέριον. Περὶ Ὑπατίας τῆς φιλοσόφου. ἀπόδειξις, ὡς στασιώδεις οἱ Ἀλεξανδρεῖς. αὕτη ἐν Ἀλεξανδρείᾳ καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπαιδεύθη. τὴν δὲ φύσιν γενναιοτέρα τοῦ πατρὸς οὖσα οὐκ ἠρκέσθη τοῖς διὰ τῶν μαθημάτων παιδεύμασιν ὑπὸ τῷ πατρί, ἀλλὰ καὶ φιλοσοφίας ἥψατο τῆς ἄλλης οὐκ ἀγεννῶς, περιβαλλομένη δὲ τρίβωνα ἡ γυνὴ καὶ διὰ μέσου τοῦ ἄστεος ποιουμένη τὰς προ‐ όδους ἐξηγεῖτο δημοσίᾳ τοῖς ἀκροᾶσθαι βουλομένοις ἢ τὸν Πλάτωνα ἢ τὸν Ἀριστοτέλην ἢ ἄλλου ὅτου δὴ τῶν φιλοσόφων. πρὸς δὲ τῷ διδασκαλικῷ καὶ ἐπ’ ἄκρον ἀναβᾶσα τῆς πρακτικῆς ἀρετῆς, δικαία τε καὶ σώφρων γεγονυῖα, διετέλει παρθένος, οὕτω σφόδρα καλή τε οὖσα καὶ εὐειδής, ὥστε καὶ ἐρασθῆναί τινα αὐτῆς τῶν προσφοιτώντων. ὁ δὲ οὐχ οἷός τε ἦν κρατεῖν τοῦ ἔρωτος, ἀλλ’ αἴσθησιν ἠδὴ παρείχετο καὶ αὐτῇ τοῦ παθήματος. οἱ μὲν οὖν ἀπαίδευτοι λόγοι φασί, διὰ μουσικῆς αὐτὸν ἀπαλλάξαι τῆς νόσου τὴν Ὑπατίαν· ἡ δὲ ἀλήθεια διαγγέλλει πάλαι μὲν διεφθορέναι τὰ μουσικῆς, αὐτὴν δὲ προενεγκαμένην τι τῶν γυναικείων ῥακῶν αὐτοῦ βαλλομένην καὶ τὸ σύμβολον ἐπιδείξασαν τῆς ἀκαθάρτου γενέσεως, τούτου μέντοι, φάναι, ἐρᾷς, ὦ νεανίσκε, καλοῦ δὲ οὐδενός, τὸν δὲ ὑπ’ αἰσχύνης καὶ θάμβους τῆς ἀσχήμονος ἐπιδείξεως διατραπῆναί τε τὴν ψυχὴν καὶ διατεθῆναι σωφρονέστερον. οὕτω δὲ ἔχουσαν τὴν Ὑπατίαν, ἔν τε τοῖς λόγοις οὖσαν ἐντρεχῆ καὶ διαλεκτικὴν ἔν τε τοῖς ἔργοις ἔμφρονά τε καὶ πολιτικήν, ἥ τε ἄλλη πόλις εἰκότως ἠσπάζετό τε καὶ προσεκύνει διαφερόντως, οἵ τε ἄρχον‐ τες ἀεὶ προχειριζόμενοι τῆς πόλεως ἐφοίτων πρῶτοι πρὸς αὐτήν, ὡς καὶ Ἀθήνησι διετέλει γινόμενον. εἰ γὰρ καὶ τὸ πρᾶγμα ἀπόλωλεν, ἀλλὰ τό γε ὄνομα φιλοσοφίας ἔτι μεγαλοπρεπές τε καὶ ἀξιάγαστον εἶναι ἐδόκει τοῖς μεταχειριζομένοις τὰ πρῶτα τῆς πολιτείας. ἤδη γοῦν ποτε συνέβη τὸν ἐπισκοποῦντα τὴν ἀντικειμένην αἵρεσιν Κύριλλον, παριόντα διὰ τοῦ οἴκου τῆς Ὑπατίας, ἰδεῖν πολὺν ὠθισμὸν ὄντα πρὸς ταῖς θύραις, ἐπιμὶξ ἀνδρῶν τε καὶ ἵππων, τῶν μὲν προσιόντων, τῶν δὲ ἀπιόντων, τῶν δὲ καὶ προσισταμένων. ἐρωτήσαντα δὲ ὅ τι εἴη τὸ πλῆθος καὶ περὶ οὗ κατὰ τὴν οἰκίαν ὁ θόρυβος, ἀκοῦσαι παρὰ τῶν ἑπομένων, ὅτι προσαγορεύοιτο νῦν ἡ φιλόσοφος Ὑπατία καὶ ἐκείνης εἶναι τὴν οἰκίαν. μαθόντα δὴ οὕτω δηχθῆναι τὴν ψυχήν, ὥστε φόνον αὐτῇ ταχέως ἐπιβουλεῦσαι, πάντων φόνων ἀνοσιώτατον. προελθούσῃ γὰρ κατὰ τὸ εἰωθὸς ἐπιθέμενοι πολλοὶ ἀθρόοι θηριώδεις ἄνθρωποι, ὡς ἀληθῶς σχέτλιοι, οὔτε θεῶν ὄπιν εἰδότες οὔτ’ ἀνθρώπων νέμεσιν ἀναιροῦσι τὴν φιλόσοφον, ἄγος τοῦτο μέγιστον καὶ ὄνειδος προστρεψά‐ μενοι τῇ πατρίδι. καὶ ὁ βασιλεὺς ἠγανάκτησεν ἐπὶ τούτῳ, εἰ μὴ Αἰδέ‐ σιος ἐδωροδοκήθη. καὶ τῶν μὲν σφαγέων ἀφείλετο τὴν ποινήν, ἐφ’ ἑαυτὸν δὲ καὶ γένος τὸ ἀφ’ ἑαυτοῦ ταύτην ἐπεσπάσατο, καὶ ἐξέπλησε δίκην ὁ τούτου ἔκγονος. τούτων δὲ ἡ μνήμη ἔτι σῳζομένη τοῖς Ἀλεξανδρεῦσι συνέστελλεν εἰς μικρὸν κομιδῆ τὴν περὶ τὸν Ἰσίδωρον τῶν Ἀλεξανδρέων τιμήν τε καὶ σπουδήν· ὅτε καὶ τοιούτου ἐπικρε‐ μαμένου δέους, ὅμως ἕκαστοι ἔσπευδον αὐτῷ συνεῖναι θαμὰ καὶ τῶν ἀπὸ τοῦ σωφρονοῦντος στόματος ἰόντων ἀκροᾶσθαι λόγων. ἐπεὶ καὶ ὅσοι ῥητορικῶν προΐσταντο διατριβῶν ἢ ποιητικῶν, ἠσπάζοντο τὴν τοῦ φιλοσόφου συχνὴν ὁμιλίαν. εἰ γὰρ καὶ ἀνάγωγος ἦν τὰ τοιαῦτα, ἀλλὰ τῇ γε ἄλλῃ φιλοσόφῳ ἀκριβείᾳ προσετίθει τι καὶ ἐκείνοις ἐπιμελέστερον εἰς τὰ σφέτερα αὐτῶν τεχνύδρια. τά τε γὰρ ἄλλα διηκρίβωτο καὶ τῶν ἐπιδεικνυμένων λόγων τε καὶ ποιημάτων κρίσιν ἐποιεῖτο διαφέρουσαν τῶν ἄλλων. διὸ καὶ ἐν τοῖς ἐπί τινι λογικῇ ἀκροάσει θεάτροις ὀλίγα μὲν ἐπῄνει τοὺς ἐπιδεικνυμένους, καὶ πάνυ ἡσυχάζοντι τῷ ἐπαίνῳ· καιρίως δὲ ὅμως καὶ κατὰ λόγον. ὅθεν ἅπαν τὸ θέατρον, ὡς εἰπεῖν, τῇ ἐκείνου κρίσει γνώμονι διεχρῆτο τῶν ἄμεινον ἢ χεῖρον λεγόντων. τῶν δὲ ἐπ’ ἐμοῦ γεγονότων κριτικοὺς ἄνδρας ἐπίσταμαι τρεῖς τὰ λεγόμενα κρίνειν δυναμένους ἄνευ τε μέτρου· τοῦ γὰρ αὐτοῦ ἡ μὲν κρίσις ὁμολογεῖται οὖσα ποιημάτων καὶ συγγραμμάτων. ἐγὼ δὲ καὶ δημιουργὸν ἡγοῦμαι τὸν αὐτὸν ἑκατέρων· μόνον εἰ γυμνασία πρὸς ἑκάτερον ἴση γένοιτο καὶ διὰ προθυμίας τῆς ἴσης. ἕνα δὲ τούτων οὔ φημι τὸν Ἰσίδωρον, ἀλλὰ καὶ πολλῷ ἐλαττοῦσθαι τῶν τριῶν. οἱ δὲ κριταὶ Ἀγάπιος, Σεβηριανός, Νόμος. ἡμέτερος δὲ ἡλικιώτης ὁ Νόμος.

### υ 167

Ὕπατον: μέγαν, ὑψηλόν.

### υ 168

Ὕπατοι: εἶδος ἰχθύος κητώδους, οἳ καλοῦνται καὶ πρόβατα καὶ πρέποντες. ἀριθμοῖτο δὲ τούτοις καὶ ὁ ὄνος.

### υ 169

Ὕπατοι: οἱ τὴν τῶν Ῥωμαίων πολιτείαν διοικοῦντες· ἀποσεισα‐ μένη γὰρ τὴν δουλείαν ἡ πολιτεία μετὰ θάνατον Ταρκυνίου δύο στρα‐ τηγοῖς ἐνιαυσιαίαν ἔχουσιν ἀρχὴν τὴν ἐξουσίαν ἐπέτρεψε· τῷ μὲν ἀριθμῷ τῶν ἀνδρῶν τὸν τῆς μοναρχίας διωθουμένη φόβον, τῷ δὲ συνεσταλμένῳ τῆς ἐξουσίας μετρίους τοὺς ἐν τῇ προστασίᾳ τῶν κοινῶν ἀπεργαζομένη. ὁ γὰρ νῦν ὑπὸ πελέκεσί τε καὶ ῥάβδοις δορυφορού‐ μενος καὶ στρατοπέδων ἐξηγούμενος, τῆς μετ’ ὀλίγον μεταβολῆς εἰς ἔννοιαν καθεστάμενος, μέτριόν τε καὶ δημοτικὸν παρεῖχεν ἑαυτὸν τοῖς ἀρχομένοις. εἰ δ’ ἄρα τις βαρέως τε καὶ ἀλαζονικῶς χρῷτο τῇ δυνα‐ στείᾳ, ῥᾳδίως οὗτος ὑπὸ θατέρου τῶν ἡγεμόνων, ἰσοπαλῆ δύναμιν ἔχοντος, γυμνοῦται τοῦ φρονήματος. τούτῳ δὴ οὖν τῷ τρόπῳ τῆς πολιτείας φυγούσης τυραννίδος βαρύτητα καὶ δημοκρατίας ἀκολασίαν, προχειρίζεται πρώτους στρατηγοὺς αὐτοκράτορας ἄνδρας δύο, κον‐ σούλας αὐτοὺς ὀνομάσασα, οἷα δὴ προβόλους καὶ προηγόρους τινάς· οὓς Ἕλληνες μετὰ ταῦτα διὰ τὴν ὑπεροχὴν τῆς ἐξουσίας ὑπάτους προσηγορεύκασι. πρῶτος δὲ ὕπατος εὐνούχων ἀπεδείχθη ἐπὶ Ὁνωρίου καὶ Ἀρκαδίου, τῶν υἱῶν Θεοδοσίου, Εὐτρόπιος, ὁ πρόκοιτος τοῦ βασιλέως. ἐδιφροφορεῖτό τε διὰ τῆς πόλεως, οὐδὲν τῶν δεινῶν ἀπολιμπάνων, τὰς μὲν ἀρχὰς δημοσίᾳ πιπράσκων καὶ τούς τι δυνα‐ μένους συκοφαντῶν ἐξορίαις τε τοὺς μεγιστάνας ὑποβάλλων καὶ πᾶσαν ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. ἀλλ’ οὐδὲ τῆς τῶν βαρβά‐ ρων ἀπείχετο συμμαχίας, ὡς ἂν αὐτὸς ἐλπίζων εἰς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. καὶ τοὺς ἐν ἐκκλησίαις πεφευγότας συλλαμβάνειν ἐθέλων νόμον προὔθηκεν, ἐπιτρέποντα καὶ τοὺς ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. ὃς προσκρούσας τῷ βασιλεῖ καὶ καταφυγὼν εἰς τὸ θυσια‐ στήριον ἐκεῖθεν ἀφῃρέθη. Θεοδόσιος δὲ ὁ μικρὸς διαβληθέντα αὐτῷ Ἀντίοχον τὸν πραιπόσιτον καθεῖλε τῆς τιμῆς καὶ δημοσιεύσας αὐτὸν ἐν τοῖς ἱερεῦσι κατέταξε, διάταξιν ἐκφωνήσας, εὐνοῦχον ἐν τοῖς πατρικίοις μὴ τελεῖν.

### υ 170

Ὑπ’ αὐγάς: ὑπὸ τὸν ὄρθρον, ἢ ὑπὸ τὸν πεφωτισμένον ἀέρα.

### υ 171

Ὕπαυλον: ἐνδόμυχον, ὑπὸ τὴν αὐλὴν τῆς σκηνῆς.

### υ 172

Ὑπαχθέντες: ἀπατηθέντες.

### υ 173

Ὑπαὶ δείους: ὑπὸ τοῦ φόβου.

### υ 174

Ὕπαιθα: εἰς πλάγιον.

### υ 175

Ὑπαίθριον: ὑπὸ τὸν ἀέρα. καὶ ὕπαιθρον ὁμοίως. Εὐνά‐ πιος· Μάξιμός τε καὶ Πρίσκος λόγου μὲν μετεχέτην, τῆς δὲ τῶν κοινῶν καὶ ὑπαίθρων πραγμάτων πείρας ἐλάχιστον. καὶ αὖθις· ὡς ἂν ὕπαιθρόν τινα καὶ ἔννομον ἀγωνισάμενος μάχην. τουτέστι προφανῆ. καὶ Ὕπαιθρος.

### υ 176

Ὑπαικάλλων: κολακεύων, σαίνων. Ἄλβιος ἐς τὴν ἱππάδα τελῶν, τὴν Ἀντωνίου θεραπεύων καὶ ὑπαικάλλων ἅμα φάτνην.

### υ 177

Ὑπαίμακε: διέφθειρεν. οὔ σε κυνῶν γένος εἷλ’, Εὐριπίδη, ἀλλ’ ἀΐδης καὶ γῆρας ὑπαίμακεν.

### υ 178

Ὑπαινιττόμενοι: παραδηλοῦντες. ἔστι τεκμηριῶσαι, ὡς ὑπαινιτ‐ τόμενοι γῆν ἔχειν σιδηροφόρον, τῷ τοιῷδε ἐχρήσαντο κόμπῳ.

### υ 179

Ὑπέβρεχον: οἴνῳ ἐμεθύσκοντο. εἶτα ὑπέβρεχον, θαμινὰ πίνοντες καὶ ἀκράτου σπῶντες.

### υ 180

Ὑπεδέξαντο: ἐνεχειρήσαντο, ἀνελάβοντο. οἷς μὴ βουλη‐ θέντες ὡς κατ’ αὐτοῦ στρατευομένοις συμμαχεῖν, τὸν πόλεμον ὑπε‐ δέξαντο.

### υ 181

Ὑπεδέξαντο. καὶ Ὑπεδέχοντο. πολλοὶ δὲ τῶν Γετῶν μεθίσταντο καὶ τρισχίλιοι κατεκομίσθησαν. ἐντυχόντες δὲ τοῖς στρα‐ τηγοῖς εὖνοί τε ἔσεσθαι ὑπεδέχοντο καὶ ὑπακούειν τοῖς ἐπιτάγμασιν.

### υ 182

Ὑπέδυ: ὑπεισῆλθεν.

### υ 183

Ὑπέδυσαν: ἐδεδοίκεσαν. παραυτίκα ἐπιτίθεσθαι, οἷσπερ πάλαι ὑπέδυσαν. ἐπετίθεντο.

### υ 184

Ὑπεζωσμένος: περιβεβλημένος, ἐπισυρόμενος.

### υ 185

Ὑπέθραττε· ζήτει ἐν τῷ θράττειν.

### υ 186

Ὑπέκκαυμα: ἡ ὕλη τῆς φλογός, ἡ τροφή. καὶ Τῶν παθῶν ὑπεκκαύματα, αἱ τροφαὶ τῶν παθῶν, αἳ τρέφουσι τὰ πάθη.

### υ 187

Ὑπεκίνει: παρέτρεπε. πρῶτον μὲν ὑπεκίνει αὐτοῖς τὰς γνώμας, ἔπειτα ἐς λαλιὰν πολλὴν καὶ ἀνόητον προῆγεν.

### υ 188

Ὑπεκλαλῶ· αἰτιατικῇ.

### υ 189

Ὑπεκώμασε: παροιμία ἐπὶ τῶν ἀναιδῶς τι ποιούντων.

### υ 190

Ὑπεκρούσω: ᾐνίξω. Ἀριστοφάνης Πλούτῳ· τὸν ἐμὸν βίον εἴρη‐ κας, τὸν τῶν πτωχῶν δ’ ὑπεκρούσω. ἢ ἀντὶ τοῦ ἐφθέγξω, ἀνεκρούσω. ἀπὸ μεταφορᾶς τῶν κιθαρῶν ἤ τινος ἄλλου ὀργάνου.

### υ 191

Ὑπεκτρέχω· γενικῇ.

### υ 192

Ὑπελάβομεν: προσδεχόμεθα, φησί, ταύτην σου τὴν ἐπικουρίαν. Δαβίδ· ὑπελάβομεν ὁ θεὸς τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου.

### υ 193

Ὑπελθεῖν: ὑποδραμεῖν. καὶ Ὑπελθούσης, ἀντὶ τοῦ ἀπατησάσης. οἱ δέ, τῆς γυναικὸς αὐτοῖς οὕτως ὑπελθούσης, οὐδένα ὑπονοήσαντες δόλον ἀπῆλθον.

### υ 194

Ὑπελείφθη: ἀντὶ τοῦ οἴκαδε κατελείφθη, ὑπελείπετο.

### υ 195

Ὑπελύθη: ἐξητόνησεν, ἐχαυνώθη. ἐν δὲ τούτῳ τὸ ἀκμαιότατον τῆς ὁρμῆς αὐτοῖς ὑπελύθη.

### υ 196

Ὑπέμβρυον: τὸ ὑπὸ τῇ θηλαζούσῃ νεογνόν.

### υ 197

Ὑπέμειναν: προσεδόκησαν. ἐμὲ ὑπέμειναν ἁμαρτωλοί.

### υ 198

Ὑπέμεινεν: ἔκρινεν, ἐλογίσατο. ὁ δὲ Τῖτος διαφυγόντα μὲν ἐκ τῶν πολεμίων ἀνελεῖν οὐχ ὑπέμεινε, διεδέξατο δὲ τῆς στρατιᾶς. καὶ αὖθις· ὁ δὲ Πρόκλος ἐκέλευσεν Ἰσίδωρον τριβωνοφορεῖν· ὁ δὲ οὐχ ὑπέμεινε, καὶ ταῦτα Πρόκλον ἴσα καὶ θεῷ σεβόμενος.

### υ 199

Ὑπένερθεν: ὑποκάτωθεν.

### υ 200

Ὑπενήνεκται: ὑπεσύρη.

### υ 201

Ὑπενόθευσεν: ὑπέφθειρεν.

### υ 202

Ὑπενόμευεν: ὑπόνομον εἰργάζετο, ὑπώρυττεν. τῆς δὲ γῆς ὑπαντώσης, ταύτην ὑπενόμευεν.

### υ 203

Ὑπενοστήσαμεν: ὑπεχωρήσαμεν, ἐπανήλθομεν.

### υ 204

Ὑπεξελεύσεις: τιμωρίας, βασάνους, ἐφευρέσεις. Πισίδης· ὁ δὲ Χοσρόης ὑπεξελεύσεις ποικίλας ὑφίστατο ἐμπόνους.

### υ 205

Ὑπεξέπεμψεν: ὑπεξήγαγεν, ἀπέπεμψεν. Ἰάμβλιχος· ὄντας ὡραίους καὶ καλοὺς τοὺς παῖδας ὁ πατὴρ ὑπεξέπεμψεν εἰς τοὺς ποιμένας, φοβούμενος τύραννον ὑβριστήν.

### υ 206

Ὑπεξέσχεν: ἀφίκετο. ὅτι Κάμιλλος ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐπιφθονώτατος τοῖς πολίταις γενόμενος ἐγράφη ὑπὸ τῶν δημάρχων, ὡς μηδὲν ἐκ τῆς λείας τῶν πολεμίων τὸ δημόσιον ὠφελήσας· καὶ ἑκουσίως πρὸ τῆς δίκης ὑπεξέσχεν. οὕτω Δίων. καὶ Ἡρόδοτος· ὁ δὲ δεῖμα ἔλαβε Σπαρτιητέων καὶ ὑπεξέσχεν ἐς Θεσσαλίην. ἐντεῦθεν ἀφικόμενος ἐς τὴν Ἀρκαδίαν νεώτερα ἔπρησσε πρήγματα. ὑπεξέσχεν οὖν, ἀντὶ τοῦ, ἔφυγεν, ἀπέδρασεν.

### υ 207

Ὑπεξῃρείσθωσαν: ἐκβεβλήσθωσαν, χωρισθήτωσαν.

### υ 208

Ὑπεξίσταμαι· καὶ Ὑπεξιστάμενος· γενικῇ.

### υ 209

Ὑπεξιοῦσα· νεᾶνις γὰρ ἄρτι τῶν παρθενικῶν θαλάμων ὑπεξιοῦσα.

### υ 210

Ὑπέπισα: ἐπότισα.

### υ 211

Ὑπέπριε τοὺς ὀδόντας.

### υ 212

Ὑπέρ: πλέον. καὶ ὁ Ἀπόστολος ὑπὲρ ἐγώ, ἀντὶ τοῦ πλέον ἐγώ.

### υ 213

Ὑπέρα: τὸ τοῦ κέρατος τοῦ ἱστοῦ σχοινίον, ᾧ ἀνίεταί τε καὶ διατείνεται. γέγονε δὲ ἀπὸ τούτου παροιμία ἐπὶ τῶν ἃ δεῖ ἔχειν ἀφιέντων, ἃ δὲ μὴ δεῖ κρατούντων. ἀφέντες τὴν ὑπέραν τὸν πόδα διώκουσιν. ἐπὶ τῶν τὰ ἀναγκαῖα μὲν παραλιμπανόντων, τὰ περιττὰ δὲ προτιμω‐ μένων.

### υ 214

Ὑπεράγασθαι: ὑπερθαυμάζειν.

### υ 215

Ὑπεράγοντα: ὑπερέχοντα. τὸν δὲ ἡλικίᾳ ὑψηλὸν ὄντα καὶ ὑπεράγοντα τὸν ἐπίσκοπον, τὴν βλάβην τῇ κεφαλῇ δέξασθαι.

### υ 216

Ὑπέρακμος: ὑπεκδραμὼν τὴν ὥραν.

### υ 217

Ὑπερακοντίζεις σύ γ’ ἤδη Νικίαν, τὸν στρατηγοῦντα μηχαναῖς καὶ τοῖς στρατηγήμασι. Σύμμαχος· πρὸς τὴν Μήλου πολιορ‐ κίαν. Φρύνιχος Μονοτρόπῳ· ἀλλ’ ὑπερβέβληκε πολὺ τὸν Νικίαν, στρα‐ τηγίας πλήθει καὶ εὑρήμασιν. ἢ ὅτι φρονιμώτατα Μηλίους λιμῷ ἀνεῖλεν.

### υ 218

Ὑπερακοντίζω· αἰτιατικῇ.

### υ 219

Ὑπεραλγῆ χόλον: ἄγαν ὀδυνηρόν, λυπηρόν. καὶ αὖθις· ὑπεραλγὴς ὢν διὰ τὴν βαρύτητα τῆς ἐπενεχθείσης ὀφθαλμίας αὐτῷ. καὶ αὖθις· ὁ δὲ ἵππος ὑπεραλγὴς ὢν ἐκ τῆς πληγῆς ῥύδην ἐφέρετο.

### υ 220

Ὑπεραλγῶ· γενικῇ.

### υ 221

Ὑπεραλεῖται: ὑπερπηδήσει.

### υ 222

Ὑπεράλλομαι· αἰτιατικῇ.

### υ 223

Ὑπεραναβαίνω· αἰτιατικῇ.

### υ 224

Ὑπερανάστης: μετανάστης, μεταβάτης.

### υ 225

Ὑπεραναιδεσθήσομαι: τῇ ἀναιδείᾳ νικηθήσομαι. οἷον ἀναι‐ δέστερός μου φανήσεται.

### υ 226

Ὑπεράνω· καὶ Ὑπεράνωθεν.

### υ 227

Ὑπέραντλον: πλήρη. οἱ δὲ ὑπέραντλον ποιησάμενοι τὸν πλοῦν ἀσφαλῶς παρεκομίσθησαν εἰς τὴν νῆσον.

### υ 228

Ὑπεραποθνήσκω· γενικῇ.

### υ 229

Ὑπεραπολογοῦμαι· γενικῇ.

### υ 230

Ὑπεράριθμοι: οὗτος ὁ ἀριθμὸς τῶν σχολαρίων καλουμένων τρισχιλίων πεντακοσίων ὄντων ἑτέρους δισχιλίους ἐντέθεικεν Ἰουστι‐ νιανός, οὓς οὕτως ἐκάλεσεν.

### υ 231

Ὑπερασπίζω· γενικῇ.

### υ 232

Ὑπερασπιστής: φύλαξ. βοηθός.

### υ 233

Ὑπεραυγάζω· γενικῇ.

### υ 234

Ὑπερβάθμιον πόδα ῥιπτῶν: ἀντὶ τοῦ ἀτάκτως, ἀπρεπῶς διαπραττόμενος. οὐδὲ ὑπερβάθμιον πόδα ῥιπτῶν, κατὰ τὸ λόγιον, εἰς τὴν θεοσέβειαν, ἀλλὰ μέτρα ὁρίζων ἑαυτῷ τῆς ἡλικίας ἄξια, γνησίῳ καὶ καθαρῷ συνειδότι μεταχειρίζων τὰ περὶ τοὺς θεούς.

### υ 235

Ὑπερβαλλόντως. καὶ Ὑπερβάλλω· αἰτιατικῇ.

### υ 236

Ὑπερβάλοι: ὑπεκδράμοι.

### υ 237

Ὑπερβασίας: ὅρκων παραβάσεις, ἐπιορκίας.

### υ 238

Ὑπερβαίνω· αἰτιατικῇ.

### υ 239

Ὑπερβερεταῖος: κατὰ Μακεδόνας, ὄνομα μηνός. ὁ Ὀκτώβριος. καὶ παροιμία· Ὑπερβερεταῖος, ἐπὶ τῶν ὑπερχρονίων εἴρηται· παρὰ γὰρ Μακεδόσιν ὁ τελευταῖος μὴν τοῦ ἐνιαυτοῦ Ὑπερβερεταῖος ἀνε‐ γράφη.

### υ 240

Ὑπερβίη: ἡ ἀδικία.

### υ 241

Ὑπέρβιον: ὑπερβίως, οἷον ἄγαν βιαίως· ἢ ὑπερβαλλόντως τῇ βίᾳ· ὑπερήφανον.

### υ 242

Ὑπερβλύζω· γενικῇ.

### υ 243

Ὑπερβολή: ἡ ἀνόρθωσις. πολλοῦ ὠθισμοῦ γενομένου ἐν τῇ τῶν κλιμάκων ὑπερβολῇ. καὶ αὖθις· ἐν ταῖς τῶν ὀρῶν ὑπερβολαῖς ἐκρύπτετο.

### υ 244

Ὑπερβολιμαῖος.

### υ 245

Ὑπέρβολον: λίθον. ὅτε γὰρ κατεπόντουν τινάς, βάρος ἀπὸ τῶν τραχήλων ἀπεκρέμαζον. Ἀριστοφάνης· ἄρας μετέωρον εἰς τὸ βάραθρον ἐμβαλῶ, ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον. ἔστι δὲ καὶ ὄνομα κύριον. ἦν δὲ φιλόδικος. Ἀριστοφάνης· οὐ ξυντυχών ς’ Ὑπέρβολος δικῶν ἀναπλήσει. καὶ ζήτει ἐν τῷ ἀναπείσηται περὶ τοῦ Ὑπερβόλου.

### υ 246

Ὑπερβοῶ· αἰτιατικῇ.

### υ 247

Ὑπερβορέων: ἀντὶ τοῦ πόρρω. νοῦσον τὴν στυγερὴν αὐθη‐ μερὸν ἐκ βασιλῆος ἐσθλοτάτου πέμψαις ἄχρις Ὑπερβορέων. ἀντὶ τοῦ πόρρωθεν αὐτοῦ.

### υ 248

Ὑπερβόρειοι: ἔθνος ἀρκτικώτερον, καὶ ἐνδότερον τῶν Σκυθῶν.

### υ 249

Ὑπέρβορος: δημαγωγὸς ἦν, ὃν Θουκυδίδης ἐν τῇ ηʹ ἐξωστρα‐ κίσθαι φησίν.

### υ 250

Ὑπερβριθές: μέγα καὶ βαρύ. ὑπερβριθὲς ἄχθος ἤνυσαν.

### υ 251

Ὑπεργαμία: ἡ ὀψιγαμία.

### υ 252

Ὑπέργηρως, Ἀττικῶς.

### υ 253

Ὑπερδέα δῆμον: ὑπερβαλλόντως ἐνδεᾶ, οἷον πάνυ ἐλάσσονα κατὰ δύναμιν, τὸν ἄγαν ἐνδεᾶ.

### υ 254

Ὑπερδέξιον χωρίον· εἶχον δ’ ὑπερδέξιον οἷον χαλεπώτα‐ τον. Ξενοφῶν φησιν,

### υ 255

Ὑπερδοξάζω· αἰτιατικῇ.

### υ 256

Ὑπεραίρομαι. ὑψοῦμαι. ἵνα μὴ ὑπεραίρωμαι. ὁ Ἀπόστολος.

### υ 257

Ὑπεραίρω· γενικῇ. κέδρων ὑπεραίρεσθαι, καὶ ταῦτα τῶν τοῦ θεοῦ. αἰτιατικῇ δέ· ὥρα σοι τῆς Ἰησοῦ μεγαλειότητος ὑπεραίρειν τὸν ἀντικείμενον.

### υ 258

Ὑπεραίσιον: τὸ ὑπὲρ τὴν μοῖραν.

### υ 259

Ὑπερέβη· αἰτιατικῇ.

### υ 260

Ὑπερεδυνάμωσαν: κατεδυνάστευσαν.

### υ 261

Ὑπερέθεντο: ἐβουλεύσαντο. τοῦτον καταβαλεῖν ὑπερέθεντο, καὶ πρὸς μάχην εἶδον.

### υ 262

Ὑπερεκπίπτω· αἰτιατικῇ.

### υ 263

Ὑπερεκτείνομαι· γενικῇ.

### υ 264

Ὑπερεμφορεῖσθαι ὄψων.

### υ 265

Ὑπὲρ ἐπιξήνου θελήσω τὴν κεφαλὴν ἔχων λέγειν: ἐὰν μὴ λέγω, φησί, δίκαια, τῆς κεφαλῆς ἀφαιρεθείην. ἐπίξηνον δὲ μαγειρικὸς κορμός, ἐφ’ ᾧ τὰ κρέα συγκόπτουσιν.

### υ 266

Ὑπερεπυππάζοντό με: ὑπερεπλήσσοντό με. κατεπλήσσοντό με καὶ τὴν φιλοτιμίαν ὑπερεθαύμαζον τὴν ἐμήν. διασύρει δὲ αὐτοὺς ὡς μικροθαυμάστους καὶ ταχέως ἀπατωμένους ὀλίγῳ λήμματι. πύπ‐ παξ ἐπεφώνουν, ὃ ἡμεῖς ποππύζειν λέγομεν.

### υ 267

Ὑπερεπυρρίασεν· Ἀριστοφάνης· ὁδὶ δὲ δείσας ὑπερεπυρρίασεν. ἀντὶ τοῦ πυρρὸς ἐγένετο.

### υ 268

Ὑπερέσχεθε γαίης: Ὅμηρος περὶ ἡλίου φησὶν ἐξ ἡρωϊκοῦ προσώπου ὑπὲρ γῆν τὰς ἀνατολὰς εἶναι, ὁ δὲ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου ἐξ ὠκεανοῦ.

### υ 269

Ὑπερευδοκούμενοι: ὑπεραρεσκόμενοι. οἱ δὲ Ῥωμαῖοι ὑπερευ‐ δοκούμενοι κατὰ πάντα τρόπον τῇ τοῦ Σκιπίωνος ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων.

### υ 270

Ὑπερευφραίνομαι· αἰτιατικῇ.

### υ 271

Ὑπερεύχομαι· γενικῇ. ὑπερεύχομαί σου τῆς ἀποδημίας.

### υ 272

Ὑπερέχει· γενικῇ. ὑπερμαχεῖ, ὑπερασπίζει. καὶ Ὑπερέχειν τοῦ πράγματος, ἀντὶ τοῦ περιγίνεσθαι. μὴ δύνασθαι ὑπερέχειν τῆς ἀντλίας.

### υ 273

Ὑπερέχιος, Ἀλεξανδρεύς, γραμματικός, ἐπὶ τῶν χρόνων Μαρ‐ κιανοῦ τοῦ βασιλέως. ἔγραψε τέχνην γραμματικήν, Περὶ ὀνομάτων, Περὶ ῥήματος καὶ ὀρθογραφίας.

### υ 274

Ὑπερέχων· αἰτιατικῇ. ὑπερνικῶν. καί τις ἦν περὶ τοὺς πλεί‐ στους καλλωπισμός, ὑπερέχων τὴν τοῦ βίου χορηγίαν. γενικῇ δέ· πολλῶν βασιλέων ὑπερέσχεν.

### υ 275

Ὑπερεία: ὄνομα κρήνης.

### υ 276

Ὑπερείδουσα: ὑποστηρίζουσα. καὶ Ὑπερείσουσιν, ἐκ τοῦ ἐρείδω, τὸ ἀκουμβίζω.

### υ 277

Ὑπερηγάπησεν· ὁ δὲ πατὴρ τοῦτον ὑπερηγάπησε τοῦ φρο‐ νήματος καὶ τῆς ὀξυτάτης διανοίας ὑπερεπαινέσας.

### υ 278

Ὑπερηγάσθην: ὑπερεθαύμασα.

### υ 279

Ὑπερηγορῶν: ὑπὲρ αὐτοῦ λαλῶν. ὁ δὲ Ἰσίδωρος ὑπερηγορῶν τοῦ Σωκράτους βαθύτερον ἢ κατ’ ἀκροατὰς διελέγετο.

### υ 280

Ὑπερημερίας: ὑπερβαλλούσης ἐκπροθεσμίας. ὅταν μετὰ μίαν ἡμέραν τῆς μνείας ἔλθῃ.

### υ 281

Ὑπερήμερος: ὑπερπρόθεσμος, ἢ ἐκπρόθεσμος. τοῖς δὲ δὴ ἐπὶ τῆς Ἰταλίας στρατιώταις ἐκλύσαι τὰ πρόσθεν ὀφλήματα πάντα, ἐφ’ οἷσπερ αὐτοῖς ὑπερήμερος χρόνου πολλοῦ βασιλεὺς ἐγεγόνει, οὐ κο‐ μιζομένοις ἐκ τοῦ δημοσίου τὰς συντάξεις.

### υ 282

Ὑπερήμεροι: οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέρας λα‐ βόντες καὶ μὴ διαλυσάμενοι. οἱ δίκην ὀφείλοντες ὁποιανοῦν καὶ τὰ ἐπιτίμια τοῖς ἑλοῦσι μὴ ἀποδιδόντες ἐν ταῖς τακταῖς προθεσμίαις ὑπερήμεροι ἐκαλοῦντο, τὸ δὲ πρᾶγμα ὑπερημερία.

### υ 283

Ὑπερήμερος καὶ Ὑπερημερία: ὅταν μετὰ τὴν κυρίαν, ἑορτὴν τυχὸν ἤ τινος ἄλλου ἢ συλλόγου ἢ δεδειγμένου πράγματος, ἀπαντήσῃ τις, τότε ὑπερήμερος καὶ ἐξ ὑπερημερίας ἐληλυθέναι λέγεται, καὶ κα‐ τόπιν τῆς ἑορτῆς, εἰ τύχοι, πλεῖστον τῆς ἑορτῆς ἀπολειφθείς.

### υ 284

Ὑπερηνορεόντων: ὑπερεχόντων τῇ δυνάμει.

### υ 285

Ὑπερήνωρ, ὑπερήνορος.

### υ 286

Ὑπερῆραν: ὑπερέβησαν. Πολύβιος· κάμψαντες δὲ τὸν Πάχυνον ὑπερῆραν εἰς Ἔκνομον.

### υ 287

Ὑπερηφανημένος: ἀντὶ τοῦ καταπεφρονημένος παρά τινος.

### υ 288

Ὑπερηφανία.

### υ 289

Ὑπερήφανον: πολύ. πάντων τῶν τοίχων κεκονιαμένων ἐς ὕψος ὑπερήφανον.

### υ 290

Ὑπερήφανος. πάσῃ κακίᾳ ἀντίκειται ἀρετή· τῇ λαγνείᾳ ἡ σωφροσύνη, τῇ λαιμαργίᾳ ἡ ἐγκράτεια, τῇ πλεονεξίᾳ ἡ δικαιοσύνη, τῇ ὀργῇ ἡ πραότης, τῇ λύπῃ ἡ χαρά, τῇ λήθῃ ἡ μνήμη, τῇ ἀκηδίᾳ ἡ ὑπομονή, τῇ ἀφροσύνῃ ἡ φρόνησις, τῇ δειλίᾳ ἡ ἀνδρία, τῇ κενοδοξίᾳ ἡ ταπεινοφροσύνη, καὶ ταῖς λοιπαῖς. τῷ δὲ τύφῳ μόνῳ οὐκ ἀντίκειται ἀρετή, διὰ τὴν ὑπερβάλλουσαν κακίαν· ἑαυτὸν δὲ ἀντέταξεν ὁ θεός· κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. καὶ ὁ Προφήτης· ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν. καὶ αὖθις· ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. παρὰ δὲ τῷ Ἀποστόλῳ τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ’ οἷς ἔχουσι φυσω‐ μένους ὑπερηφάνους νοητέον. καὶ Αἰλιανός· οἱ δὲ ἔκειντο θέαμα ἔνδοξόν τε καὶ ὑπερήφανον. ἀντὶ τοῦ περίβλεπτον. Ὑπερήφανος καὶ ὁ λαμπρός. Αἰλιανός· καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κε‐ κοσμημέναις.

### υ 291

Ὑπερηφανῶ· αἰτιατικῇ.

### υ 292

Ὑπεριάς: οἶνος, ἀπὸ Ὑπέρου.

### υ 293

Ὑπεριδεῖν: τὸ καταφρονῆσαι· γενικῇ. καὶ συνεπείσθησάν τινες τῇ νίκῃ τοῦ σώματος ὑπεριδεῖν. καὶ Ὑπεριδόντα· γενικῇ. ὑπεριδόντα μάλα γενναίως τῶν ὀνειδισμῶν.

### υ 294

Ὑπερίδης, υἱὸς Γλαυκίππου τοῦ ῥήτορος, οἱ δὲ Πυθοκλέους, Ἀθηναῖος, ῥήτωρ, τῶν πρώτων κεκριμένων δέκα εἷς· μαθητεύσας ἅμα Λυκούργῳ [καὶ] Πλάτωνι τῷ φιλοσόφῳ 〈καὶ〉 Ἰσοκράτει τῷ ῥήτορι. καὶ ἀπέβη μὲν δεξιὸς ῥήτωρ, γυναικῶν δὲ ἡττήθη· ἀνῃρέθη δὲ καὶ αὐτὸς ὑπὸ Ἀντιπάτρου τοῦ βασιλέως, ἐξαγαγόντος αὐτὸν τοῦ ἐν Ἑρμιόνῃ ναοῦ τῆς Δήμητρος, δι’ Ἀρχίου τοῦ ἐπικληθέντος Φυγαδοθήρα, καὶ ἀποτμηθεὶς τὴν γλῶτταν ἀπέθανεν. ὁ δὲ υἱὸς αὐτοῦ Γλαύκιππος τὰ ὀστᾶ λαβὼν εἰς τὸ πατρῷον ἔθαψε μνῆμα. εἰσὶ δὲ οἱ πάντες λόγοι αὐτοῦ νϛʹ.

### υ 295

Ὑπερίδης, δημαγωγὸς ἄριστος· ὃς καὶ φίλος ὢν Δημοσθένει ἐγράψατο αὐτὸν ἐπὶ τοῖς Ἁρπαλείοις χρήμασιν. ἔσχε δὲ καὶ παῖδα Γλαύκιππον.

### υ 296

Ὑπερίονα: τὸν ἥλιον, ὑπὲρ ἡμᾶς ἀνατέλλοντα. καὶ Ὑπε‐ ριονίδης, ὁ αὐτός.

### υ 297

Ὑπέρινον: τὸ λεπτόν.

### υ 298

Ὑπερίπταμαι· αἰτιατικῇ.

### υ 299

Ὑπερισθμίσας: τὸν ἰσθμὸν περάσας. ταχὺ δὲ τοὺς κέλητας καὶ τὰς ἡμιολίας ὑπερισθμίσας ἀνήχθη, σπεύδων καταλαβεῖν τὴν τῶν Ἀχαιῶν σύνοδον.

### υ 300

Ὑπερίσταται: προΐσταται. Σοφοκλῆς. Ἠλέκτρα φησίν· ἀλλ’ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη βίοτος ἀνέλπιστος, οὐδ’ ἔτ’ ἀρκῶ. ἥτις ἄνευ τοκέων κατατήκομαι· ἧς φίλος οὔτις ἀνὴρ ὑπερίσταται. ἀλλ’ ἅπερ εἴ τις ἔποικος ἀναξία οἰκονομῶ δόμους πατρός. οἷον τὸ πλεῖ‐ στον τοῦ βίου ἐβίωσα ἐν κακοῖς. καὶ ὁ πλείων με, φησί, βίος ἀπολέλοιπε, μηδέποτε ἐν ἀγαθῇ ἐλπίδι γενομένην· ἐπεὶ μέχρι νῦν οὐδὲν ὑπὲρ ἐκδικίας τοῦ Ἀγαμέμνονος πέπρακται. ἧς φίλος οὐδεὶς προΐσταται, ἀλλὰ πάντες εἰσὶν ἐν ἀτυχήμασιν εὐλαβούμενοι· ἢ ἐκεῖνο· ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.

### υ 301

Ὑπερίσταμαι· γενικῇ.

### υ 302

Ὑπέρισχε: ὑπερμάχει, προΐστασο. σὺ δ’ εὐθήρου τοῦδ’ ὑπέρ‐ ισχε βίου.

### υ 303

Ὑπερθαυμάζω· αἰτιατικῇ.

### υ 304

Ὕπερθεν: ἐπάνω. ἐν Ἐπιγράμμασι· οἴκου καὶ κτεάνων χεῖρας ὕπερθεν ἔχειν.

### υ 305

Ὑπὲρ θέναρος: παρ’ Ὁμήρῳ ὡς τὸ πέλαγος ἐσχημάτισται οὐδετέρως.

### υ 306

Ὑπερθέντι: ἐξειπόντι, ἀνακοινωσαμένῳ. Ἡρόδοτος· ὁ δὲ Ἀρ‐ ταφέρνης, ὥς οἱ πέμψαντι ἐς Σοῦσα καὶ ὑπερθέντι τὰ ἐκ τοῦ Ἀριστα‐ γόρου λεγόμενα συνέπαινος καὶ αὐτὸς Δαρεῖος ἐγένετο, παρεσκευάσαντο οʹ τριήρεας.

### υ 307

Ὑπὲρ θεόν: ὑπὲρ θεῶν βούλησιν.

### υ 308

Ὑπερθέοντες: ὑπερτρέχοντες. καὶ Ὑπερθέω· αἰτιατικῇ.

### υ 309

Ὑπερθήσει: οἰκοδομήσει.

### υ 310

Ὑπερθιγῶν: ἀλαζόνων. καὶ τοῖς φρονήμασιν ὑπερθιγῶν, ὡς ἂν ἤδη κεκρατηκότων.

### υ 311

Ὑπερθορῶν: ὑπερπηδῶν. τῆς Δήμητρος οὐ δυνάμενος ὑπερθορεῖν τὰς θύρας, θορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον.

### υ 312

Ὑπέρθωμαι.

### υ 313

Ὑπερκαθέζομαι· γενικῇ.

### υ 314

Ὑπὲρ κάρα φοιτῶντα: ὑπὲρ κεφαλῆς ἐρχόμενον.

### υ 315

Ὑπερκαταβαίνω· αἰτιατικῇ.

### υ 316

Ὑπέρκειμαι· γενικῇ.

### υ 317

Ὑπερκέρωσις· ὑπερκέρωσίς ἐστιν, ὅταν ἐκ τοῦ ἑτέρου μέρους μόνον ὑπερέχωμεν τῶν πολεμίων. ἀλλὰ γὰρ οὔτε ἐκδρομὰς τοῖς ἵπποις καὶ ὑπερκερώσεις ποιεῖσθαι ἐδύναντο, ὡς δὴ ἀπειλημμένοι τῷ στρατεύματι.

### υ 318

Ὑπερκολακεύω· αἰτιατικῇ.

### υ 319

Ὑπερκύπτω· αἰτιατικῇ. ἰστέον δέ, ὅτι τὸ ὑπερκύπτω ἡ μὲν ἔσω γραφὴ ἔχει αἰτιατικὴν καὶ ὁ Πλούταρχος, ἡ δὲ Χαρίκλεια γενικήν· ὑπερκύψαντες τοῦ ὄρους.

### υ 320

Ὑπερλαλῶ· γενικῇ.

### υ 321

Ὑπερμαζᾷ: ὑπερτρυφᾷ, πλουτεῖ, στρηνιᾷ. οἱ δὲ Γαλάται καταπλαγέντες, ὡς ὑπερμαζώντων αὐτόχρημα τῶν Ῥωμαίων καὶ διὰ τὴν τρυφὴν ῥιπτούντων τοὺς ἄρτους, ἐσπείσαντο. καὶ αὖθις· ὁ δὲ ὑπερμαζῶν [καὶ ζῶν] καὶ χρυσίῳ βάλλων καὶ τὰς κορώνας, ὁ πρότερον δοῦλος τυγχάνων.

### υ 322

Ὑπὲρ μᾶλλον: ἐκ περισσοῦ. ἦν μὲν ἀπορία καὶ δέος ὑπὲρ μᾶλλον περὶ τοὺς ἀνθρώπους, οὐ δυναμένους ἐπινοῆσαι τί ποτέ ἐστι τὸ λειπόμενον.

### υ 323

Ὑπερμαργότερος: ὁ ὑπερμαινόμενος.

### υ 324

Ὑπερμενέα: ἰσχυρότερα λίαν.

### υ 325

Ὑπερνήχεται: ὑπερβαίνει.

### υ 326

Ὕπερον: ἡ τριβαία.

### υ 327

Ὑπὲρ ὄνου σκιᾶς: λέγουσιν ὅτι Δημοσθένης ὁ ῥήτωρ ἀπολο‐ γούμενος ὑπέρ τινος κινδυνεύοντος, οὐκ ἀνεχομένων τῶν δικαστῶν, εἶπεν· ἀκούσατε, ὦ ἄνδρες, διηγήματος τερπνοῦ· νεανίσκος ποτὲ Ἀθήνηθεν εἰς Δελφοὺς ὄνον ἐμισθώσατο· μεσημβρίας δὲ καταλα‐ βούσης καταλύσας τὸν γόμον ὑπέδυ τὴν σκιὰν τοῦ ὄνου. ἐκβαλλό‐ μενος δὲ ὑπὸ τοῦ ὀνηλάτου, μὴ καὶ τὴν σκιὰν μεμισθῶσθαι λέγοντος, εἰσῆλθον εἰς δικαστήριον ἀμφότεροι. εἰπὼν δὲ ταῦτα ὁ Δημοσθένης κατέβαινεν ἐκ τοῦ βήματος. ἀξιούντων δὲ τῶν δικαστῶν τὸ τέλος τῆς δίκης μαθεῖν, εἶπεν, ἀναβὰς πάλιν ἐπὶ τοῦ βήματος· ὑπὲρ μὲν ὄνου σκιᾶς ἀκούειν, ὦ ἄνδρες, ἐπιθυμεῖτε· ἀνθρώπου δὲ κινδυνεύοντος ὑπὲρ ψυχῆς οὐδὲ φωνῆς ἀνέχεσθε. τούτῳ καθαψάμενος τῶν κριτῶν τὸν κατηγορούμενον περιέσωσε. τάττεται τοίνυν ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ μηδενὸς χρησίμου φιλοτιμουμένων.

### υ 328

Ὑπέρροον: τὸ ἀπὸ ὕψους ῥέον. Ὑπερῷον δὲ τὸ ἀνώγεον.

### υ 329

Ὑπεροπλίῃσι: ταῖς ὑπερηφανίαις. καὶ Ὑπεροπλία, ἡ ὑπερηφανία.

### υ 330

Ὑπεροπλίσαι: ὑπερνικῆσαι.

### υ 331

Ὑπέροπλον: ὑπερήφανον.

### υ 332

Ὑπέροπτα· εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται, δίκης ἀφόβητος, οὐδὲ δαιμόνων ἕδη σέβων, κακή νιν ἕλοιτο μοῖρα, δυσπότμου χάριν χλιδῆς. τουτέστιν ἕνεκα τῆς ἀνοσίου τρυφῆς καὶ ὑπερηφανίας ὁ τοιοῦτος ἐν κακῇ εἴη μοίρᾳ, ὃς μὴ ἀφέξεται τῶν ἀσέπτων ἢ ἕξεται τῶν ἀθίκτων, τουτέστιν ὧν οὐ χρὴ ἔχεσθαι.

### υ 333

Ὑπερορία: ἡ ἐξορία.

### υ 334

Ὑπερόπτης: ὁ παρορῶν. ὁ δὲ ὑπερόπτης ὢν τοῦ δικαίου καὶ ὑβριστής.

### υ 335

Ὑπεροπτικώτερος.

### υ 336

Ὑπέροπτον: μεγάλην.

### υ 337

Ὑπερορᾶν: ὑπερβλέπειν.

### υ 338

Ὑπερορίζω· αἰτιατικῇ. Ὑπερορῶ δὲ γενικῇ.

### υ 339

Ὑπερόριον· τὸ σῶμα τοῦ Ὑπερίδου ἔρριψαν Ἀθηναῖοι ὑπερόριον. τουτέστι μακρὰν ἀπὸ τῆς πόλεως. καὶ αὖθις· καὶ ἀναπείθει τοὺς Ἀθηναίους ὑπερόριον τὸ σῶμα τοῦ ῥήτορος Ὑπερίδου ῥῖψαι. ἀντὶ τοῦ ἔξω τῶν ὅρων.

### υ 340

Ὑπερόριον: τὸ παρηλλαγμένον, καὶ πάντῃ ἀλλότριον, καὶ ὑπέρογκον. τὸ τῶν ἀέρων ἄηθες καὶ ὑπερόριον λυπήσειν ἔμελλε τὴν στρατιάν. καὶ αὖθις· προσήκειν φήσας νέῳ ἀνδρὶ ἀποδημεῖν τε καὶ ὑπερόρια αἴρεσθαι. ἡ δὲ Ῥώμη ἀπείρατος ἦν ὑπερορίων ἐκ‐ στρατειῶν.

### υ 341

Ὑπέρου περιτροπή: ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων καὶ μηδὲν περαινόντων. καὶ αὗται δ’ αἱ παροιμίαι τοῦτο δηλοῦσιν· ὁ Διὸς Κό‐ ρινθος. καί, αὖθις αὖ Πυθώδε ὁδός. καί, ὁ τὴν δοκὸν φέρων. καί, οὐ τυφλός, ἀλλ’ ἐξώρυκται. Πλάτων Ἀδώνιδι· εἶτ’ οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται.

### υ 342

Ὑπέρου περίτροφον: παροιμία ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων καὶ μηδὲ περαινουμένων. καὶ παροιμία· γυμνότερος ὑπέρου καὶ λεβηρίδος.

### υ 343

Ὑπερούσιος.

### υ 344

Ὑπέροφρυς: ὑπερήφανος.

### υ 345

Ὑπερόψη.

### υ 346

Ὑπεροψίαν: καταφρόνησιν. εἰδὼς τῶν Ἰουδαίων τὸ πρὸς ἀλλήλους πιστὸν καὶ τὴν πρὸς τὰς κολάσεις ὑπεροψίαν.

### υ 347

Ὑπερωδυνία· οἱ δὲ συνέπασχον τῇ τῶν ἀκληρούντων ὑπερ‐ ωδυνίᾳ. τουτέστι τῇ συμφορᾷ, τῇ λύπῃ.

### υ 348

Ὑπερώη καὶ Ὑπερώα: ὁ οὐρανίσκος. Ὅμηρος· χείλεα μέν τ’ ἐδίην’, ὑπερώην δ’ οὐκ ἐδίηνε. καὶ Σιμόκατος· εἰς μὲν γὰρ τὴν ὑπερώαν χελύνην Μηδικὴν ὀϊστὸς ἐς βάθος ἐσδὺς ἀνὰ τὸ κρανίον ἐρρίζωτο.

### υ 349

Ὑπερώησαν: ὑπεχώρησαν.

### υ 350

Ὑπερῷον: τὸ ἀνώγεον.

### υ 351

Ὑπερώσιον: τὸ ὑπὲρ τὴν μοῖραν.

### υ 352

Ὑπέρωσις.

### υ 353

Ὑπερπαίειν· γενικῇ. ὑπερβαίνειν, πλεονάζειν. διὸ τὸ γεγονὸς οὐδὲ καθ’ ὑπερβολὴν εἰκάσαι δυνατὸν οὐδενὶ τῶν ὄντων ἐστίν· οὕτως ὑπερπεπαίκει πάσας τῇ δεινότητι τὰς προειρημένας πράξεις.

### υ 354

Ὑπερπετεῖς: ὑπὲρ λίαν σῳζομένους. Κλέαρχος ὁ Λακεδαιμό‐ νιος τοῖς στρατιώταις παρήγγειλε, τὸ μὲν πρῶτον ἡσυχῇ προάγειν, εἰ δὲ ἐντὸς βέλους γένοιντο, θέειν· τὸ μέν, ἵνα ἀκέραιοι τοῖς σώμασιν ἀγωνίζοιντο, τὸ δέ, ἵνα ὑπερπετεῖς ὦσιν.

### υ 355

Ὑπερπετῶ· αἰτιατικῇ· ὑπερπέτονται τὸν χῶρον τὸν προβεβηκότα.

### υ 356

Ὑπερπηδῶ· αἰτιατικῇ.

### υ 357

Ὑπερπίπτω· γενικῇ.

### υ 358

Ὑπερπλέω· γενικῇ.

### υ 359

Ὑπερπνιγεῖς· ἵπποι ὑπερπνιγεῖς γενόμενοι, οἱ δὲ ὑπέρπονοι ἐκ τῆς ἄγαν ἱππηλασίας.

### υ 360

Ὑπερπταίη: ὑπερπετασθῇ.

### υ 361

Ὑπερσπουδάζω· γενικῇ.

### υ 362

Ὑπερσχῶ· γενικῇ.

### υ 363

Ὑπὲρ τὰ ἐσκαμμένα: ὑπὲρ τὰ μέτρα. ἀπὸ δὲ τῶν πεντάθλων ἡ μεταφορά. λέγεται δὲ ἀπὸ Φαΰλλου τοῦ πεντάθλου τοῦ Κροτω‐ νιάτου εἰρῆσθαι· ὃς πεντήκοντα ποδῶν ὄντων πρότερον τῶν σκαμ‐ μάτων, πρότερος αὐτὸς ὑπερέβαλε τοῖς πηδήμασι ταῦτα, ὡς τὸ ἐπί‐ γραμμα λέγει τῆς εἰκόνος αὐτοῦ· πέντ’ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος· δίσκευσε δ’ ἑκατόν, πέντ’ ἀπολειπομένων. καὶ Πλάτων ἐν ᾧ ἡ ἐπιγραφὴ Κρατύλος, περὶ ὀνομάτων ὀρθότητος. καὶ παροιμία· Ὑπὲρ τὰ ἐσκαμμένα πηδῶν· Φάϋλλος ἐγένετο πένταθλος, ὁ Πόντιος· ὃς ἐδόκει μέγιστα δισκεῦσαι καὶ ἅλλεσθαι. ἐπεὶ οὖν ὑπὲρ τοὺς ἐσκαμμένους νʹ πόδας εἰς τὸ στερεὸν ἥλατο, τὸ συμβὰν εἰς παρ‐ οιμίαν ἐξέβη.

### υ 364

Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν: ἐπὶ τῶν καθ’ ὑπερβολήν τι πραττόντων. διότι ὁ Φάϋλλος ὑπὲρ τοὺς πεντήκοντα πόδας πηδή‐ σας ἐπηρώθη τὸ σκέλος.

### υ 365

Ὑπὲρ τὰ Καλλικράτους: φησὶ Κλέαρχος, ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρυστῷ πλουσιώτατος. εἴ ποτε οὖν ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ ὑπερβολικῶς, ἔλεγον ὑπὲρ τὰ Καλλικράτους. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μύθους εἰς ὑπερβολὴν αὐξῆσαι. ὅθεν καὶ τὴν παροιμίαν εἰρῆσθαι.

### υ 366

Ὑπερτέλλον: ὑπερανατέλλον.

### υ 367

Ὑπερτενές: ὑψηλόν, ὑπερανέχον.

### υ 368

Ὑπέρτερον: κρεῖττον.

### υ 369

Ὑπερτερῶ· γενικῇ.

### υ 370

Ὑπερτεροῦν: δεσπόζον.

### υ 371

Ὑπερτηρία: τὸ τῆς ἁμάξης πῆγμα.

### υ 372

Ὑπερτίθεται: ἀναβάλλεται.

### υ 373

Ὑπὲρ τὸν κατάλογον: παροιμία ἐπὶ τῶν γεγηρακότων.

### υ 374

Ὑπέρτονον· βοήσομαι τὴν ὑπέρτονον βοήν. τούτεστι τὴν με‐ γάλην, καὶ ὑπερέχουσαν.

### υ 375

Ὑπὲρ τοῦ μηθενός: ἀντὶ τοῦ ῥᾳδίως, καὶ εὐχερῶς. Δαβίδ· ὑπὲρ τοῦ μηθενὸς ὤσεις αὐτούς.

### υ 376

Ὑπὲρ τούτων δέ εἰμι κρείττων ἐγὼ καὶ ὑπὲρ σέ.

### υ 377

Ὑπὲρ τῶν ὅλων ἀναρριπτεῖν.

### υ 378

Ὑπὲρ τῶν ὅλων ἀγωνιούμενος. καὶ στρατιὰν ἐξάγει ὑπὲρ τῶν ὅλων φέρουσαν τὸν κίνδυνον.

### υ 379

Ὑπεροιαζομένου: ὑπερηφανευομένου.

### υ 380

Ὑπεροίσων: ὑπερβαλών, ὑπερενεγκών. ὁ δὲ τὸ φρόνημα μέγα ὡς καὶ τὸν Ἀλέξανδρον ὑπεροίσων, ἐκέκτητο.

### υ 381

Ὑπερφαλαγγίωσις· ὑπερφαλαγγίωσίς ἐστιν, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς φάλαγγος ὑπερέχωμεν τῶν πολεμίων.

### υ 382

Ὑπερφαίνω· γενικῇ.

### υ 383

Ὑπερφερές: μέγα, ὑπερέχον. οὗ τὸ ὕψος ἦν γιγαντιαῖον καὶ ἡ τόλμα ὑπερφερεστέρα.

### υ 384

Ὑπερφέρω· αἰτιατικῇ, καὶ γενικῇ.

### υ 385

Ὑπερφίαλος: ποτὲ μὲν ἐπὶ ψόγου· ὑπερφίαλος καὶ ἀπηνής. ἀντὶ τοῦ οὐκ ἔνσπονδος. ἐν ἄλλοις δὲ ἐπὶ ἐγκωμίου· ὑπερφιάλοισι μεθ’ ὑμῖν δαίνυσθαι. ἀντὶ τοῦ ἀγαθοῖς.

### υ 386

Ὑπερφρονεῖ· ὅτι τὰ ἀνθρώπεια τὸ θεῖον ἢ ὑπερφρονεῖ ἢ ἀτιμάζει ἢ πρόνοιαν αὐτοῖς ἔφορον οὐκ ἐφίστησι.

### υ 387

Ὑπερφρονῶ· γενικῇ. καὶ αἰτιατικῇ δέ.

### υ 388

Ὑπερφρόνως: ἀλαζονικῶς, ὑπερηφάνως. ὁ δὲ ἀντέγραψέν οἱ τά τε ἄλλα ὑπερφρόνως, καὶ αὑτὸν μὲν βασιλέα, ἐκεῖνον δὲ Καίσαρα μόνον ὀνομάζεσθαι.

### υ 389

Ὑπέρφρων· ὑπέρφρων δὴ οὕτως ὁ Πολέμων ὁ σοφιστής, ὡς πόλεσι μὲν ἀπὸ τοῦ προὔχοντος, δυνάσταις δὲ ἀπὸ τοῦ μὴ ὑφειμένου, θεοῖς δὲ ἀπὸ τοῦ ἴσου διαλέγεσθαι. λέγεται δὲ καὶ τὰ αὐτῷ πεπραγ‐ μένα, φημὶ δὴ Πολέμωνι τῷ ὑπέρφρονι, ἐν τοῖς βίοις τῶν σοφιστῶν τρανότερον.

### υ 390

Ὑπερφυᾶ τέχνην ἔχων: Ἀριστοφάνης τὸν ἀλλαντοπώλην διασύρων ἐξαίρει τὴν τέχνην, ἵνα μᾶλλον ὀνειδίσῃ, φανείσης αὐτῆς λίαν εὐτελοῦς· ἀλλαντοπώλης γὰρ ὁ τὰ ἔντερα πωλῶν.

### υ 391

Ὑπερφυής: μεγαλοφυής, μείζων.

### υ 392

Ὑπερφυία.

### υ 393

Ὑπέρχεται· αἰτιατικῇ. ἀντὶ τοῦ ὑπάγεται τὸν δῆμον καὶ ὑπο‐ τρέχει καὶ κολακεύει καὶ καταπραΰνει, ὑπάγων τὴν ὀργὴν ἅπασαν τὴν πρὸς αὐτόν. Ἀριστοφάνης Ἱππεῦσιν· εἶδες οἷ ὑπέρχεται ὡσπερεὶ γέροντας ἡμᾶς ἐκκοβαλικεύεται. ἀντὶ τοῦ λῃστεύει· κόβαλοι γὰρ οἱ μετὰ ξύλου λῃσταί. τοὺς αὐτοὺς δὲ καὶ κορυνηφορεῖς. οἱ δὲ κόβαλον τὴν μετ’ ἀπάτης παιδιάν. ὥσπερ, φησί, γέροντας, δικαστὰς ἐκπαν‐ ουργεῖ, οὕτω καὶ ἡμᾶς ἐπιχειρεῖ ἀπατᾶν· κόβαλα γὰρ καλοῦσι τὰ πανουργήματα.

### υ 394

Ὑπέρχολος γενόμενος: ἀντὶ τοῦ ὑπεραγανακτήσας. οὕτως Ἀντιφάνης.

### υ 395

Ὑπεσταλκότες· ἄλλοι δὲ τούτοις ὑπεσταλκότες πῦρ προσέφε‐ ρον ταῖς πύλαις. ἀντὶ τοῦ ὑποδύντες, ὑπεισελθόντες.

### υ 396

Ὑπεστειλάμην: παρῃτησάμην, ἀπεκρυψάμην.

### υ 397

Ὑπέστημεν: ὑπεσχόμεθα.

### υ 398

Ὑπεστόρεσται: ὑπέστρωται. καὶ Ὑπεστορῆσθαι.

### υ 399

Ὑπέσχεν: ὑπέκλινεν, ἔδωκεν. οὐδὲ τὴν ἀκοὴν ὑπέσχε τοῖς δια‐ βάλλουσιν, οὐδὲ φόνον ἄδικον εἰργάσατο ἑκών γε εἶναι. ἀντὶ τοῦ αὐθαιρέτως.

### υ 400

Ὑπεσχῆσθαι: ἀντὶ τοῦ ὑποσχέσθαι.

### υ 401

Ὑπετέμνετο: ὑπεκρύπτετο. ἀπὸ συνθήματος ἀφιεμένων τῶν βελῶν, τὸ φῶς ὑπετέμνετο.

### υ 402

Ὑπέτεινεν: ἐπηγγέλλετο, κατεσκεύαζεν. ἕως μὲν οὖν ἤλπιζον τὴν στρατηγίαν τῆς ἕω παρὰ βασιλέως, καὶ τὰς ἄλλας ἐλπίδας, ἃς ὑπέτεινεν οὗτος, σπουδὴν ἐδείκνυσαν.

### υ 403

Ὑπεύθυνον· γενικῇ. τὸ σῶμα τῶν ἀδικημάτων ὑπεύθυνόν ἐστιν ἁπάντων.

### υ 404

Ὑπεύθυνοι: οἱ μήπω λογισμοὺς παρεσχηκότες, μηδὲ εὐθύνας τῆς ἀρχῆς, ἧς ἐπιστεύθησαν.

### υ 405

Ὑπέχει: ὑφίσταται. καὶ τὸ ἀποκρίνεσθαι ὑπέχειν παρὰ Ἀριστοτέλει. ὑπέχειν ῥᾴδιον τὰς θέσεις. Ἀριστοφάνης· καὶ πάνθ’ ὑπέχειν, ὧν σύνοιδεν ἡ κύλιξ. λόγον ὑπέχειν τῆς στρατηγίας.

### υ 406

Ὑπέχοντος: κρατοῦντος. Ἀριστοφάνης· κἄπειτ’ ἐχώρουν εἰς ἀγορὰν ἐπ’ ἄλφιτα. ἔπειθ’ ὑπέχοντός μου ἄρτι τὸν θύλακον ἀνέκραγεν ὁ κῆρυξ, μὴ δέχεσθαι μηδένα χαλκοῦν τολοιπόν, ἀργύρῳ γὰρ χρώ‐ μεθα.

### υ 407

Ὑπεψηνισμένη: ἀκμαία πρὸς τόκον· ἢ ἐγκύμων. ἀπὸ τοῦ ψηνός, ὃ σημαίνει τὸν ἐν ταῖς ὀλύνθοις γινόμενον σκώληκα, ὃν οἱ γεωργοὶ ἀφάπτουσι τῶν κλάδων τῆς συκῆς, ὅπως ἂν ὁ καρπὸς αὐτῶν μὴ ἀπορρέῃ.

### υ 408

Ὑπεψιθυρίζετο: ἠρέμα ὑπεκαλεῖτο. καὶ Σκυθικῇ φωνῇ βάρ‐ βαρα ἄττα ῥήματα ὑπεψιθυρίζετο.

### υ 409

Ὑπειδόμενος: ὑφορώμενος. καὶ Ὑπείδετο, προσεδό‐ κησε. τὸ δὲ μειράκιον οὐδὲν ὑπειδόμενον. τίς δ’ ἂν ὑπώπτευε κρέας ὑπὸ ξένων καὶ πτωχῶν ἐπὶ κοινοῦ δεδομένον. Ὑπιδέσθαι δὲ ὑποθεωρῆσαι.

### υ 410

Ὑπεικάθων: ὑποχωρῶν. καὶ Ὑπεικάθοιμι.

### υ 411

Ὑπειλημμένον: ὑπονενοημένον.

### υ 412

Ὑπείξομεν: ὑποκύψομεν, ὑποχωρήσομεν.

### υ 413

Ὑπείπομεν: ἀντὶ τοῦ προείπομεν. καὶ ὑπειπεῖν, ὑπαγορεύειν.

### υ 414

Ὑπειπούσης: παρ’ Ἀριστοφάνει ἀντὶ τοῦ ἠρέμα φθεγξαμένης. κατεσπούδασθαί σοι, ὦ γενναῖε, καὶ τὸ τῆς πρεσβείας ὑπειπὼν ὄνομα, ἐν μοίρᾳ ἡμᾶς τῇ ἀτιμοτάτῃ συντάξαι.

### υ 415

Ὑπειρέσιον: ὑπαγκώνιον τῶν ἐρετῶν, ἤγουν κωπηλατῶν, ὑφ’ οὗ καθίζουσιν οἱ ἐρέσσοντες, διὰ τὸ μὴ συντρίβεσθαι αὐτῶν τὰς πυ‐ γάς. καὶ τὸ πληθυντικὸν τὰς ὑπειρεσίας.

### υ 416

Ὑπειρετικοῖς: τοῖς ἐρέσσουσιν. ἔζευξε τὰς νῆας, βραχὺ διά‐ στημα ποιῶν, ὥστε ὑπειρετικοῖς ἐκπλεῖν δύνασθαι καὶ διαπλεῖν. καὶ αὖθις· ὁ δὲ ἦν ὑπηρετικὸν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχον ἀφορ‐ μὰς εἰς πραγμάτων οἰκονομίαν.

### υ 417

Ὑπείρονος.

### υ 418

Ὑπειροχίδης.

### υ 419

Ὑπείροχος: ὁ ὑπηρέχων.

### υ 420

Ὑπῆγεν: ἀντὶ τοῦ ὑπετίθετο. Ξενοφῶν· ὁ δὲ Κλέαρχος ταῦθ’ ὑπῆγε, βουλόμενος καὶ αὐτὸν τὸν βασιλέα πρεσβεύειν συμβουλεῦσαι μὴ παραδοῦναι τὰ ὅπλα.

### υ 421

Ὑπήκουσεν ἡμῖν.

### υ 422

Ὑπῆκτο· ἡ δὲ Λιβανία τὸ θρασὺ αὐτοῦ καὶ γενναῖον ἀπο‐ κόψασα αἰχμάλωτον ὑπῆκτο. ἀντὶ τοῦ ὑπηγάγετο.

### υ 423

Ὑπηνέμια: τὰ ψευδῆ καὶ ἀβέβαια. γίνεται γὰρ αὐτῷ ἐντεῦθεν τὰ ὑπηνέμια καὶ τερατώδη, ἀντὶ τῆς ἀληθοῦς ἐπιστήμης, οἷον εἴδωλα ἄττα καὶ σκιαί. πράττουσι γοῦν πρὸ τῆς τῶν ἀληθῶν ἐπιστήμης τὰ ψεύδη.

### υ 424

Ὑπηνέμια· ὑπηνέμια καλεῖται τὰ δίχα συνουσίας καὶ μίξεως. σύνηθες δὲ λέγειν αὐτοῖς ἀνεμίδιον. Πλάτων ἐν Θεαιτήτῳ· γόνιμον ἀνεμίδιον τυγχάνει.

### υ 425

Ὑπηνέμια· ὑπηνεμία ὡς ἡμεῖς λέγουσιν. Ἀριστοφάνης Δαι‐ δάλῳ· ἐνίοτε πολλοὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. Πλάτων δὲ ὁ φιλόσοφος ἐν Θεαιτήτῳ ἀνεμιαῖα. καὶ Μέ‐ νανδρος Δακτυλίῳ· ἀνεμιαῖον ἐγένετο. τὰ δίχα σπέρματος ἄρ‐ ρενος.

### υ 426

Ὑπηνέμιοι: ὑπὸ τὸν ἄνεμον.

### υ 427

Ὑπήνη: μύσταξ, τὸ γένειον, πώγων, ἡ τοῦ ἄνω χείλους τρίχωσις· τὸ δὲ κάτω πάππος.

### υ 428

Ὑπήνη: παρὰ τὸ ὑποκάτω εἶναι, ἢ ἰέναι. τὸ δὲ πη διὰ τοῦ η, παρὰ τὸν ἥσω μέλλοντα, ἀπὸ τοῦ ἵημι. ἢ ὡς εἰρήνη, γαλήνη.

### υ 429

Ὑπηνήτῃ: ἀκμαίῳ, ἄρτι γενειῶντι. ἔτι νέῳ. πρῶτον ὑπη‐ νήτῃ ὄντι.

### υ 430

Ὑπήντων ταῖς γυναιξίν, ἀσπασμοὺς καὶ παιᾶνας καὶ πάνθ’ ὅσα ἐκ μεγάλων κινδύνων εἰς ἀδόκητον σωτηρίαν καταστάντες ἄνθρω‐ ποι λέγουσι καὶ πράττουσιν.

### υ 431

Ὑπηρέσιον: τὸ παρ’ ἡμῖν, ᾧ χρώμεθα εἰς ἀπόπατον. οἱ δὲ ἀμίδα λέγουσιν.

### υ 432

Ὑπηρέτης: δοῦλος. καὶ Ὑπηρετῶ· δοτικῇ.

### υ 433

Ὑπῆρξαν: προκατήρξαντο. οὗτοι γὰρ πρῶτον ὑπῆρξαν ἀδικίης. Ἡρόδοτος. καὶ Αἰλιανός· ὁ δὲ ὑπήρξατο σωφρονεῖν.

### υ 434

Ὑπήτρια: τὰ οὔθατα, οἱ μασθοί.

### υ 435

Ὑπ’ ἠοῖ: ὑπὸ τὸν ὄρθρον.

### υ 436

Ὑπιγή: ἡ ἀπόκλεισις. Ὑπιωγὴ δὲ ἡ σκέψις.

### υ 437

Ὑπιδέσθαι: ὑποθεωρῆσαι.

### υ 438

Ὑπίσχεται: ὑπισχνεῖται. καὶ Ὑποσχόμενος, συντασσό‐ μενος.

### υ 439

Ὑπισχνοῦμαι· δοτικῇ.

### υ 440

Ὑπνηλός: ῥᾴθυμος.

### υ 441

Ὑπνομαχῶ· Ἀριστοφάνης. ἐγὼ δ’ ὑπὸ μεσοπυργίῳ τεταγμένος ὑπνομαχῶ. ἀντὶ τοῦ ἐπαγρυπνῶ. ἦν μὲν γὰρ καὶ ἄλλως ὁ Μάρ‐ κελλος ὑπνομαχεῖν πεφυκώς. ἐν δορὶ μέν τοι μάζα μεμαγμένη, ἐν δορὶ δ’ οἶνος Ἰσμαρικός, πίνω δ’ ἐν δορὶ κεκλιμένος. οὐκ οἶδα δ’ εἰ μᾶλλον Ἀρχιλόχῳ προσῆκον ἦν ταῦτα εἰπεῖν.

### υ 442

Ὕπνος· τὸν ὕπνον γίνεσθαι ἐκλυομένου τοῦ αἰσθητικοῦ τόνου περὶ τὸ ἡγεμονικόν. ἢ στέρησις ἐγρηγόρσεως κατὰ φύσιν. παρὰ φύσιν δέ ἐστι στέρησις, ὡς ἐκκοπέντων ὀφθαλμῶν.

### υ 443

Ὕπνος: ἐπὶ θεοῦ ἡ μακροθυμία. Δαβίδ· ἐξηγέρθητι ἵνα τί ὑπνοῖς, Κύριε; καί, ἐξηγέρθη ὡς ὁ ὑπνῶν κύριος. Ὕπνος δ’ ἀπέστω γλυκύθυμος ὀμμάτων· ἡ παροιμία ἐπὶ τῶν βουλομένων φιλοσοφεῖν. λύσις ὀνείρου· ὄναρ καθ’ ὕπνους νητρεκὲς λαλεῖν τόδε.

### υ 444

Ὕπνῳ: τῇ ἀγρυπνίᾳ. Ὅμηρος. καὶ Ὑπνῶ, ῥῆμα· αἰτιατικῇ.

### υ 445

Ὑπό: ὀλίγον.

### υ 446

Ὑπόβαθμος: ὑπόβαθρος.

### υ 447

Ὑποβάθραν: ὑπόβασιν, θεμέλιον. χρόνῳ δὴ ὕστερον ὑπο‐ βάθρῳ λακτίσας τὴν γυναῖκα ἀπέκτεινε, πεισθεὶς διαβολαῖς παλλα‐ κίδος.

### υ 448

Ὑποβαλλόμενοι: πειθόμενοι, ἢ ὑποβλήτως λέγοντες, ἢ ἰδιο‐ ποιησάμενοι. Σοφοκλῆς· εἰ δ’ ὑποβαλλόμενοι κλέπτουσι μύθους οἱ μεγάλοι βασιλεῖς. τουτέστιν εἰ δὲ οὐκ ἔστιν ἀληθῆ ταῦτα, ἀλλὰ πε‐ πλασμένα ὑπὸ τοῦ βασιλέως ἢ ἄλλου τινός. καὶ ὑποβαλούσης τῆς τάξεως κατὰ τὸ σύνηθες, προσήχθη γυμνὸς ὁ ἅγιος Αὐξέντιος. ἀντὶ τοῦ ἀπο‐ κριθείσης, ἐκκοψάσης τὸν λόγον τοῦ δουκός.

### υ 449

Ὑποβασμόν: ὑποβάθραν.

### υ 450

Ὑποβήσονται: ταπεινωθῶσιν, ὑποπέσωσιν. ὅτι οὔτε τοῦ αὐχήματος, ἐφ’ οὗ νῦν εἰσιν, ὑποβήσονται ἑκόντες καὶ ποιήσουσιν ἐξουσίαν σοι τοῦ πράττειν ὅ τι ἂν αὐτοῖς ὑπολαμβάνῃς συνοίσειν.

### υ 451

Ὑποβιβάζοντες: ἐλαττοῦντες.

### υ 452

Ὑποβιβάζουσιν: ὑποκαταβαίνουσιν.

### υ 453

Ὑποβλεπόμενος: ὑπονοῶν, ἐχθραίνων, ἐπιτηρῶν. καὶ οὐκ ἦν ῥᾴδιον μὴ γελᾶν καὶ ὑποβλέπεσθαι τὸ γινόμενον.

### υ 454

Ὑποβλήδην: ὑποβαλὼν λόγον ὑποκρουστικῶς, ἔτι λέγοντος.

### υ 455

Ὑπόβλητον: οὐκ ἀληθές, ἀλλὰ πεπλασμένον. ἀπὸ τῶν ὑπο‐ βαλλομένων εἰς τὰ γένη τοὺς παῖδας. Σοφοκλῆς· τὸ σὸν δ’ ἀφῖκται δεῦρ’ ὑπόβλητον στόμα. καὶ αὖθις· οὐδεὶς ἐρεῖ πόθ’ ὡς ὑπόβλητον λόγον Αἴαν ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός. ἀντὶ τοῦ γνήσια τῆς διανοίας σου τὰ εἰρημένα, οὐχ ὑπόβλητα· οἰκεῖα οὖν σαυτῷ εἶπας. ὅμως γε μὴν παῦσαι, τὸ πᾶν ἀναθεὶς ἡμῖν.

### υ 456

Ὑπόβλητος: ὁ νόθος. ὑποβλήτους ἂν εἶπεν αὐτοὺς καὶ νόθους ἄντικρυς. ἀνέπλησαν δὲ τὴν ἑαυτῶν πατρίδα πολλῶν κακῶν.

### υ 457

Ὑποβολή: ὁμοιότης, προσθήκη. Σόλων δὲ τὰ Ὁμήρου ἐξ ὑποβολῆς ἔγραψε ῥαψῳδεῖσθαι· οἷον ὅπου ὁ πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον στίχον.

### υ 458

Ὑποβολιμαῖοι: ὑποβαλλόμενοι καὶ εἰσποίητοι. ἐπὶ τῶν χαμαι‐ ριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλλουσιν αἱ γυναῖκες.

### υ 459

Ὑπόβολον: τὸ δακτυλίδιον.

### υ 460

Ὑποβρύχιοι: ὑπὸ τὸ ὕδωρ ποντισθέντες.

### υ 461

Ὑπόγαιαι: αἱ ὑπὸ τὴν γῆν.

### υ 462

Ὑπογενειάζων: λιτανεύων, ἀπὸ τοῦ γενείου ἁπτόμενος.

### υ 463

Ὑπόγεων: οὐδετέρως. Ὑπόγειον δὲ ὑπὸ τὴν γῆν.

### υ 464

Ὑπόγειος: ὁ ὑποτεταγμένος.

### υ 465

Ὑπὸ γῆν οἰκοῦντες: λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῷ Περίπλῳ λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γʹ Κα‐ ταλόγου Καττουδαίους ὀνομαζομένους. Ὑποκυδεῖς γάρ εἰσιν οἱ τόποι· Δείναρχος ἐν τῷ κατὰ Στεφάνου. ὑποκυδής ἐστιν ὁ δίυγρος τόπος. ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων γέγραπται ὑπόκοιλοι.

### υ 466

Ὑπογράφεται: δείκνυται. οἷς πᾶσιν ἡ σύγκλητος ἀγαθὰς ἐλπίδας ὑπογράφουσα ἔφησε πρεσβευτὰς ἀποστέλλειν ἐς τὴν Ἀσίαν.

### υ 467

Ὑπογραφεῖς: οἱ νοτάριοι λεγόμενοι Ῥωμαϊστί· νότα γὰρ τὰ γράμματα.

### υ 468

Ὑπογραφόμενος· ἐγχρίων δὲ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλ‐ μοὺς ὑπογραφόμενος πρός τε τὰς παλλακὰς ἁμιλλώμενος περὶ κάλ‐ λους καὶ πλοκῆς· τό τε σύμπαν γυναικείῳ ἔθει χρώμενος. περὶ Σαρ‐ δαναπάλου ὁ λόγος.

### υ 469

Ὑπόγυον: ἐγγύτερον, πρόσφατον, νεωστὶ γινόμενον, τὸ πρὸ ὀλίγου καὶ μετ’ ὀλίγον. τὸ ἐχθές. προέθηκεν ὑπόγυον, ῥιψάσπιδος γενομένου, τῷ καιρῷ χρώμενος εἰς αἰσχύνην τοῦ δεδρακότος. μεί‐ ζονα γὰρ τὰ ὑπόγυα πταίσματα τὴν συμφορὰν ἔχει. καὶ αὖθις· ὀλισθηρὸς δ’ ἦν ὁ δρόμος ἐξ αἵματος πεπηγότος ὑπογύου τε καὶ πολ‐ λοῦ· ὡς τῶν φευγόντων ἀπελείποντο καὶ ἄκοντες.

### υ 470

Ὑπὸ δακρύοις: σὺν δακρύοις. καλεῖ τε Ἀπόλλωνα ὑπὸ πολ‐ λοῖς τοῖς δακρύοις.

### υ 471

Ὑπὸ δᾳσὶν ἐνακμαζούσαις τῷ πυρὶ ἐκέλευσεν ἐκκομισθῆναι αὐτόν.

### υ 472

Ὑποδεής: ὑπόφοβος.

### υ 473

Ὑποδενδρυάσαι: ὑποδῦναί που, καὶ πτῆξαι ὑπὸ σκέπην.

### υ 474

Ὑποδέξη: ὑποδέχη, τὰ πρὸς ὑποδοχὴν ἐπιτήδεια.

### υ 475

Ὑποδέξιος: ὑποδοχεύς.

### υ 476

Ὑποδέραια: περιτραχήλια.

### υ 477

Ὑποδερίδα: ὁρμίσκον, πλόκιον.

### υ 478

Ὑποδέχομαι· αἰτιατικῇ.

### υ 479

Ὑποδεικνύω· δοτικῇ. καὶ Ὑποδεικνύντος· Ὑποδεικνύναι δέ.

### υ 480

Ὑποδεῖσθε: περιδεσμεῖτε. ὑποδεῖσθε τὰς Λακωνικάς. ἔστι δὲ εἶδος ὑποδήματος.

### υ 481

Ὑπόδημα: τουτέστι τὸ σαρκικὸν φρόνημα τοῦ ἰδίου θελήματος. ὁ θεός φησι πρὸς Μωϋσῆν· λῦσόν σου τὸ ὑπόδημα τῶν ποδῶν· ὁ γὰρ τόπος, ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν.

### υ 482

Ὑποδήματα: οὕτω προσαγορεύεται ἡ ἐνανθρώπησις τοῦ κυρίου. καὶ τούτου μάρτυς αὐτὸς ὁ κύριος, διὰ τοῦ προφήτου λέγων· ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. διὰ τοῦτο καὶ ὑποπόδιον ἤκουσεν ἡ τοῦ κυρίου ἐνανθρώπησις· ὡς ἐπὶ τῆς γῆς ὀφθεῖσα καὶ τοῖς ἀνθρώ‐ ποις συναναστραφεῖσα καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα. καὶ ὁ προ‐ φήτης· προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

### υ 483

Ὑπόδικοι: κατάκριτοι. στρατιῶται ὑπόδικοι ἐπὶ κακουργίᾳ, δρασμὸν βουλεύοντες παρὰ Δεκέβαλον θανάτῳ κολάζονται.

### υ 484

Ὑποδμώς: δοῦλος.

### υ 485

Ὑποδουμένη: τὰ ὑποδήματα βάλλουσα.

### υ 486

Ὑποδοχῆς: πλήθους. ὑποδοχῆς Διονυσίων. ἀντὶ τοῦ πλήθους, καὶ πολλῶν Διονυσίων. Ἀριστοφάνης.

### υ 487

Ὑπόδρα: δεινῶς.

### υ 488

Ὑποδράξ· ἡ δὲ πελιδνωθεῖσα καὶ ὄμμασι λοξὸν ὑποδρὰξ ὀσσο‐ μένη. τουτέστιν ὠχριάσασα καὶ ὑποβλεψαμένη διὰ τὴν ὀργήν.

### υ 489

Ὑποδρόμους: στόμια.

### υ 490

Ὑπόδυθι: ἀντὶ τοῦ καλύπτου. καὶ Ὑπέρεχε ἄνωθεν· Ἀρι‐ στοφάνης Ὄρνισι· λαβὼν τουτὶ τὸ σκιάδειον ὑπέρεχε ἄνωθεν.

### υ 491

Ὑποδύς: ὑπεισελθών.

### υ 492

Ὑποδύτην: τὸ ἐσώτερον ἱμάτιον. Ἐπενδύτην δὲ τὸ ἐπάνω.

### υ 493

Ὑποζώματα: ξύλα τῆς νεώς. ἀντὶ τοῦ εἰπεῖν ὑποζώματα ὁ σκυτεὺς πρὸς μάγειρον παίζων εἶπε ζωμεύματα, ὡς ἀρτύσεων ἔμπει‐ ρον καὶ ζωμευμάτων. ἀπείρητο δὲ ἀπὸ Ἀθηνῶν ἐξάγειν ξύλα καὶ πίσσαν. εἶχον δὲ καὶ Λακεδαιμόνιοι τριήρεις, ἐπειδὴ ἦρχον καὶ νήσων τινῶν. Ἀριστοφάνης. τοῦτον τὸν ἄνδρ’ ἐγὼ δείκνυμι καὶ φήμ’ ἐξάγειν τῇσι Πελοποννησίων τριήρεσι ζωμεύματα.

### υ 494

Ὑποζύγια: οἱ ὑπὸ ζυγὸν βόες. οὐ γὰρ ἐξήρκει τὰ ὑποζύγια πρὸς τὴν τῆς ὁδοῦ χαλεπότητα. ὥστε αἰρόμενοι τὰς ἁμάξας ἐξέφερον ἐκ τῶν δυσπόρων. λέγονται ὑποζύγια καὶ τἄλλα τῶν ἀχθοφόρων ζῴων. οἷον οἱ ὄνοι.

### υ 495

Ὑποζυγιώδης ἄνθρωπος: ὁ μὴ ἐκ τῆς ἑαυτοῦ προαιρέσεως καὶ προθυμίας τι πράττων, ἀλλ’ ἐκ τῆς ἑτέρων κελεύσεως, ὥσπερ καὶ τὰ ὑποζύγια. εἴποις δ’ ἂν καὶ ὑποζυγιῶδες πρᾶγμα. Ἀριστοφάνης. καὶ ταῦτα ὑπὲρ τῆς ἐνθέου φιλότητος ἐμαρτύρησεν ὁ Ἀπόλλων.

### υ 496

Ὑποθερμανθεῖσα· ἡ δὲ βασίλισσα ὑποθερμανθεῖσα τοῖς θυμοῖς καὶ τὴν γνώμην φλεγμήνασα ᾐτιᾶτο αὐτόν.

### υ 497

Ὑπόθεσις: περιοχή, αἰτία. λέγονται δὲ καὶ αἱ ἀρχαὶ ὑπο‐ θέσεις, ὅτι μὴ δι’ ἀποδείξεως τίθενται.

### υ 498

Ὑποθέτης: ἀρχηγός, σύμβουλος. οὐκ ἠδύνατο γνωσθῆναι τίς ὁ τοῦ δράματος ὑποθέτης.

### υ 499

Ὑποθεῖν οὐκ ἐῶ: ἀντὶ τοῦ ὑποτρέχειν, ὑποσκελίζειν, ἐμποδὼν ἵστασθαι.

### υ 500

Ὑποθήγων: ἐρεθίζων, προτρεπόμενος, ἐπαλείφων. ὑποθήγων ἐς τὰ καλὰ ἔργα αὐτούς.

### υ 501

Ὑποθήκαις: παραινέσεσιν.

### υ 502

Ὑποθημοσύνη: διδασκαλία.

### υ 503

Ὑποθήσομαι: διδάξω. καὶ Ὑποθέμενον, ἀντὶ τοῦ δι‐ δάξαντα. δούς, φασίν, ἐπικρατῆσαι, ὑποθέμενον τῷ βασιλεῖ, λʹ πάσας ἡμέρας φυλαχθῆναι αὐτόν.

### υ 504

Ὑποκαθέζεσθαι: τὸ ἐγκρύπτεσθαι. ἀγγειλάντων τῶν διοπτή‐ ρων ἐνέδραν ὑποκαθέζεσθαι ἐπὶ τοῖς λασίοις. καὶ αὖθις· ἐν κοίλοις ὑποκαθίσαι χωρίοις.

### υ 505

Ὑποκαθέσθαι: συγχωρῆσαι, ἀφεῖναι. ὁ δὲ βουληθεὶς μηδὲν ἀλλότριον ὑποκαθέσθαι μηδὲ δυσμενὲς μηδὲν ἀπολείπειν τῇ βασιλείᾳ.

### υ 506

Ὑποκαθεῖναι τὰς ὀφρῦς: οἷον παύσασθαι χαλεπαίνοντα καὶ πραότερον γενέσθαι· τὸ γὰρ ἀνατείνειν τὰς ὀφρῦς ὀργῆς ἐστι σημεῖον.

### υ 507

Ὑποκαθημένης: ἐγκρυπτομένης, ἐναποκειμένης. διόπερ ὑπο‐ καθημένης ἐκ τούτων αὐτῶν τῆς ὀργῆς, βραχέα προσαναμνήσαντος τοῦ Φιλίππου, ταχέως ὑπήκουσε. καὶ Ὑποκαθήμενοι, ἀντὶ τοῦ ἐνεδρεύοντες. οἱ δὲ ἄρχοντες ὑποκαθήμενοι τοὺς εἰσελθόντας πληγαῖς κατέξαινον.

### υ 508

Ὑποκατάβασιν: παραχώρησιν.

### υ 509

Ὑποκατακλίνεται: ὑποκάτω κάθηται. κληθεὶς δὲ εἰς ἑστί‐ ασιν ὑποκατακλίνεται πάντων, καταφρονηθεὶς ὡς παῖς ἔτι τὴν ἡλικίαν.

### υ 510

Ὑποκεκορισμένῃ: ὑποκεκριμένῃ. ὁ δὲ ὑποκεκορισμένῃ καὶ ἀπατηλῇ ἐχρήσατο πρεσβείᾳ.

### υ 511

Ὑπόκειμαι· δοτικῇ.

### υ 512

Ὑποκείσεται: ὑποβληθήσεται,

### υ 513

Ὑποκινήσαντα: κινηθέντα, σαλευθέντα. ἐπὶ τῶν τυπτομένων. Ἀριστοφάνης· σκόπει νῦν, ἤν μ’ ὑποκινήσαντ’ ἴδῃς.

### υ 514

Ὑποκλῃζομένην: πεφημισμένην.

### υ 515

Ὑποκνισθέντες: λυπηθέντες, παροξυνθέντες. κνίζω γὰρ τὸ ἐξεπιπολῆς ξύω. ἵνα μάτην ὑποκνισθέντες πόλεμον ἐγείρωσιν.

### υ 516

Ὑποκορίζεται: κολακεύει, ὑποκρίνεται. προχειρότερος ἦν εἰς ἐπιτίμησιν. διὸ καὶ θαμὰ πολλοῖς προσέκρουεν, οὐκ ἀνεχόμενος αὐτῶν τὴν κακίαν ὑποκορίζεσθαι.

### υ 517

Ὑποκοριζόμενοι: διασύροντες. Ξενοφῶν φησιν· οἱ δὲ μι‐ σοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσι κακίαν. ὁ δὲ Δημοσθένης ἐχρήσατο τῇ λέξει ἐπὶ τοῦ εὐφημοῦντες καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες. λέγει γὰρ ἐν τῷ Παραπρεσβείας· αὐθαίρετον αὐτοῖς ἐπάγονται δουλείαν, Φιλίππου ξενίαν καὶ ἑταιρείαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενοι. πυνθάνεσθαι εἰς τὸ πλῆθος ἀποβλέποντα, ποδαποὶ δοκοῖεν αὐτῷ εἶναι οἱ παῖδες, οὕτω γὰρ ὑποκοριζόμενος ἐκάλει τοὺς στρατευσαμένους.

### υ 518

Ὑποκοριστικόν: ἔλαττον.

### υ 519

Ὑποκουρίζω: κολακεύω.

### υ 520

Ὑπόκωφος: ὁ ἀκούων, καὶ μὴ προσποιούμενος.

### υ 521

Ὑπὸ κρασίν: ὑπὸ ταῖς κεφαλαῖς.

### υ 522

Ὑποκρεκόντων: κρουόντων, ἐγγιζόντων.

### υ 523

Ὑπόκρηνον: ὑπὸ τὴν κεφαλήν. θῆκε δὲ λᾶαν σκληρὸν ὑπό‐ κρηνον.

### υ 524

Ὑπόκριναι: ἀποκρίθητι.

### υ 525

Ὑποκρινάμενοι: ἐκλεξάμενοι.

### υ 526

Ὑποκρίνεσθαι: τὸ ἀποκρίνεσθαι οἱ παλαιοί. καὶ ὁ ὑποκριτὴς ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῷ χορῷ. Θουκυδίδης ζʹ· εἰ δ’ οὐδὲν ὑπε‐ κρίνοντο, διεφθείροντο. καὶ οἱ Ἴωνες· οὕτως Ἡρόδοτος· οἱ μὲν ταῦτα ὑποκρινάμενοι Ἀθηναίων ἀπηλλάττοντο. Πολύβιος· τινὲς δὲ τῶν νεανίσκων ἀπήντων τοῖς περὶ Γαΐον, προσπαίζοντες ἀλλήλοις, ὡς ἂν ὑποκρινόμενοι τοὺς ἐκ συνουσίας ἐπανάγοντας· ἔτι δὲ μᾶλλον ἠλλοιω‐ μένοι ὑπὸ τῆς μέθης.

### υ 527

Ὑποκρίνοντι: ἀποκρίνοντι.

### υ 528

Ὑποκρούειν: ἀντιφθέγγεσθαι, ἀντιλέγειν ἁπλῶς καὶ ὡς ἔτυχε· τὸ δὲ ὑποκρούειν ἐπὶ τῶν θορυβούντων λέγεται, ὅπερ ἡμεῖς φαμὲν ἐκκρούειν καὶ κωλύειν.

### υ 529

Ὑποκρούωσιν: ὑποβάλλουσί σε, λαμβάνονταί σου. Ἀριστο‐ φάνης· τί δ’, ἢν ὑποκρούωσί σε; ἡ δὲ φησί· προσκινήσομαι, ἅτ’ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.

### υ 530

Ὑποκυδής: ὑποκυδής ἐστιν ὁ δίυγρος τόπος. ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων γέγραπται ὑπόκοιλοι.

### υ 531

Ὑπόκυκλα: κύκλους, τροχούς.

### υ 532

Ὑποκύπτω· δοτικῇ.

### υ 533

Ὑποκυσαμένη: ἐγκυμονήσασα.

### υ 534

Ὑπολαβών: ὑπονοήσας, ἢ ἀποκριθείς, ἢ ἀντειπών, ἀντικρού‐ σας. τοὺς δὲ ἀντιστῆναί οἱ τολμήσαντας ὑπολαμβάνων, ὡς ἑκάστους διέφθειρε. καὶ Μάλχος. ὁ δὲ Κῦρος ὑπολαβὼν τοὺς φεύγοντας, συλλέξας στράτευμα ἐπολιόρκει τὴν Μίλητον. ἀντὶ τοῦ ὑπονοήσας.

### υ 535

Ὑπολαμβάνοντας: ἀνέχοντας, ἀναβαστάζοντας. εἴ πη ἐς βαθύτερόν τι τοῦ ποταμοῦ ἐμπίπτοιεν, ἀνακουφίζειν ὑπολαμβάνοντας.

### υ 536

Ὑπολαμβάνω· αἰτιατικῇ.

### υ 537

Ὑπόληψις: νοήσις, ἀντίπραξις. τῶν δὲ ἀρχόντων κατεγί‐ νωσκε ῥᾳθυμίαν, ὡς οὐ προνοούντων τῆς αὐτοῦ ὑπολήψεως. Ἀρι‐ στοτέλης λέγει ἐν τοῖς Τόποις· εἰ ὑπόληψις ἔστι ψευδὴς καὶ ἀληθής, εἴη ἂν καὶ δόξα· εἶδος γὰρ ὑπολήψεως ἡ δόξα.

### υ 538

Ὑπολισθαίνω· αἰτιατικῇ.

### υ 539

Ὑπολίσποις: ἐστενωμένοις. ὑπολίσποις πυγιδίοισι. τοιαῦται δὲ αἱ πυγαὶ τῶν ναυτῶν, διὰ τὴν συνεχῆ ἕδραν καὶ εἰρεσίαν.

### υ 540

Ὑπόλογον· Λυσίας φησίν· οὐχ ὑπόλογον ὄντα. ἀντὶ τοῦ οὐκ ἐν λόγῳ. καὶ Δείναρχος· οὐδεὶς ὑπόλογος βουλῇ γέγονεν. ἀντὶ τοῦ οὐδεμία συγγνώμη, οὐδεμία παραίτησις.

### υ 541

Ὑπὸ μάλης: ὑπὸ μασχάλης. κεῖται δὲ τὸ ὄνομα παρὰ τοῖς ῥήτορσιν· ἀεὶ δ’ οὕτως αὐτὸ παραλαμβάνουσι μετὰ τῆς προθέσεως· ὡς Δημοσθένης ἐν τῷ πρὸς Ἄφοβον· ἀλλὰ μὴν οὐχ εἷς οὐδὲ δύο ταῦτ’ ἴσασιν, οὐδ’ ὑπὸ μάλης ἡ πρόκλησις γέγονεν, ἀλλ’ ἐν τῇ ἀγορᾷ μέσῃ πολλῶν παρόντων. καὶ Λυσίας ἐν τῷ πρὸς Κλεινίαν· ἐπειδὴ πάντες κατέδαρθον, ἐσκευασμένος τῶν χαλκωμάτων, ὅσα οἷός τ’ ἦν πλεῖστα, ὑπὸ μάλης λαβὼν ἐξήγαγε, ξίφος ἔχων. καὶ τὸ μὲν ἑνικὸν οὕτω μετὰ τῆς προθέσεως. τὸ δὲ πληθυντικὸν μασχάλας καὶ ἄλλοι πλεῖστοι, καὶ Λυσίας ἐν ἐπιστολῇ· καὶ τὴν μὲν κόμην ψιλήν, τὰς δὲ μασχάλας δα‐ σείας.

### υ 542

Ὑπομεμαγμένη: ἀναπεφυραμένη. ἡ τοῦ τόπου θέσις ὑπο‐ μεμαγμένη ταῖς πέτραις, ἀόρατον αὐτοῖς ἐποίει τὴν ὑπερκειμένην κορυφήν.

### υ 543

Ὑπομένω· αἰτιατικῇ.

### υ 544

Ὑπομεῖναι: ἀντὶ τοῦ καταλειφθῆναι.

### υ 545

Ὑπομιμνήσκω· αἰτιατικῇ.

### υ 546

Ὑπομνηματίζω.

### υ 547

Ὑπομνήσω· αἰτιατικῇ.

### υ 548

Ὑπομονή· ὁ γὰρ τὰ μείζω ἐπαγγελλόμενος ὑπομένειν εὐχερῶς ἂν τὰ ἥττονα ὑπενέγκοι.

### υ 549

Ὑπονομεύοντες: ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες. Δείναρχος ἐν τῷ κατὰ Καλλίστου.

### υ 550

Ὑπονομηδόν· Θουκυδίδης· τοὺς ὀχετούς, οἳ ἐς τὴν πόλιν ὑπονομηδὸν ποτοῦ ὕδατος ἠγμένοι ἦσαν, κατέστρεψαν.

### υ 551

Ὑπόνομος: ὀχετός, διώρυξ.

### υ 552

Ὑπονοστῆσαι: ἐπανελθεῖν, ὑποκαταβῆναι.

### υ 553

Ὑπόνοια· Φιλόλαός φησι· τὴν ὑπόνοιαν μάλιστα πᾶσι προλέγω θεραπεύειν· εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς ἀτυχεῖν. οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη, ὥς μιν ἔδοξε θέλειν δῶμα τύ‐ ραννον ἔχειν.

### υ 554

Ὑπὸ παντὶ λίθῳ σκορπίος: ἐλλείπει ὕπεστιν. λέγεται ἐπὶ τῶν κακοήθων, καὶ ἐπὶ ἐριστικῶν λέγεται. παραινεῖ μὴ προπετῶς λα‐ λεῖν, τοῦ μὴ δηχθῆναι.

### υ 555

Ὑποπάρῃον.

### υ 556

Ὑποπέμψαιεν: μετὰ δόλου ἐκπέμψαιεν. Ξενοφῶν· ἐγνώσθη ὅτι οἱ βάρβαροι τὸν ἄνθρωπον ὑποπέμψαιεν, ὀκνοῦντες, μὴ οἱ Ἕλληνες διαβάντες τὴν γέφυραν μείνειαν.

### υ 557

Ὑποπεπτηῶτα: ὑποπτάντα.

### υ 558

Ὑποπεπτηχότες: ὑποκρυπτόμενοι. μέχρι μέν τινος ὑποπεπτη‐ χότες τοῖς θωρακίοις ἠρέμουν.

### υ 559

Ὑπὸ πῆχυν κρατεῖς· ἡ δὲ Νέμεσις σαφῶς ἐστι, περὶ ἧς πρὸς λύραν ᾄδομεν· λήθουσα δὲ πὰρ πόδα βαίνεις, γαυρούμενον αὐχένα κλίνεις, ὑπὸ πῆχυν ἀεὶ βιοτὰν κρατεῖς.

### υ 560

Ὑποπιέζω: ἐκθλίβω. ὑπωπιάζω δέ.

### υ 561

Ὑποπίμπλαται καὶ Ὑποπιμπλάμενος.

### υ 562

Ὑποπίνειν: ἀντὶ τοῦ μεθύσκεσθαι. οὕτως Νικοφῶν.

### υ 563

Ὑποπίπτειν· δοτικῇ.

### υ 564

Ὑπόπλεως: μεστός.

### υ 565

Ὑποπόδιον· ὑποπόδιον τοῦ θεοῦ πάλαι μὲν ὁ θεῖος νενό‐ μιστο νεώς, νῦν δὲ αἱ κατὰ πᾶσαν γῆν καὶ θάλατταν ἐκκλησίαι, ἐν αἷς τῷ θεῷ τὴν προσκύνησιν ἀπονέμουσιν. ζήτει καὶ ἐν τῷ ὑπο‐ δήματα.

### υ 566

Ὑπόπτερος: ταχεῖα.

### υ 567

Ὑποπτηῶτα: ὑποπτάντα.

### υ 568

Ὕποπτος καὶ Ὑπόπτης. ὁ δὲ ἐπιπλάστῳ μωρίᾳ διέδρα τοῦ τυράννου τὸν φονικόν τε καὶ ὑπόπτην ἐκεῖνον τρόπον. καὶ αὖθις· διὸ καὶ ὡς ἐπὶ χρήμασι τοῦτο ποιῶν ὕποπτος ἐγένετο. καὶ αὖθις· τοῖς μὲν ἡ πόλις ἐδόκει φιλία, Ῥωμαίοις δὲ ὕποπτος. ἀντὶ τοῦ ἐχθρά.

### υ 569

Ὑποποιεῖσθαι: ὑποτάσσειν.

### υ 570

Ὑποπυθμίδιον: τὴν εἰς τὸν πυθμένα καταλειφθεῖσαν. κεὐοίνου σταφυλῆς ἀποσπάδα πεντάρραγον.

### υ 571

Ὑπόρειος: ἡ ἐξοχὴ τοῦ ὄρους. καὶ Ὑπόρειον, τὸ ὑπὸ τοῦ ὄρους. Ὑπόριον δὲ τὸ μικρὸν ἀκρωτήριον. Ὑπώρεια δὲ καὶ ἀκρώρεια διὰ τοῦ ω μεγάλου.

### υ 572

Ὑπόρρηνον: ὕπαρνον.

### υ 573

Ὑπόρσειον: τὸ ὑποκάτω τοῦ ὄρους.

### υ 574

Ὑποσκάλευε: ἀναφύσα, ζωπύρει· Ἀριστοφάνης· τὸ πῦρ ὑπο‐ σκάλευε.

### υ 575

Ὑποσκέλισον: τῆς ὁρμῆς κώλυσον. Δαβίδ· ἀνάστηθι, κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς.

### υ 576

Ὑπὸ σκότῳ δὲ γεγονώς: σκότιος, ὅπερ ἐστὶ λαθραῖος. παρ‐ θένιος, ὁ ἐκ παρθένου δοκούσης γεγονώς.

### υ 577

Ὑποσμύχουσα: ἐνδιερεθίζουσα, ὑποκαίουσα, θλίβουσα, κατα‐ πονοῦσα.

### υ 578

Ὑποσπανίζων: ἐνδεῶς ἔχων. χρημάτων τε καὶ ὑποσπανίζων τοὺς ὑπηκόους ἐληΐζετο.

### υ 579

Ὑποσπαιρούσης· καὶ τοὺς ὀφθαλμοὺς αὐτῆς μικρὸν ὑποσπαιρούσης ἔτι ἐκκόπτουσιν.

### υ 580

Ὑπόσπονδος: ὑπὸ φιλίαν ὑποτεταγμένος.

### υ 581

Ὑποσπῶ· αἰτιατικῇ.

### υ 582

Ὑποστάθμη καὶ Ὑποσταθμίς: τρυγίας.

### υ 583

Ὑποστάς: καταδεξάμενος, ἀναδεξάμενος. ὁ δὲ ὑποστὰς τὴν μήνυσιν πρὸς τὴν ἐκείνου παρασκευάζεται ἐπιβουλήν. σημαίνει δὲ καὶ τὸ ὑπομείνας. πορευομένων δὲ αὐτῶν καὶ γενομένων κατά τινα στενωπόν, προῄει μὲν ὁ Οὐλίθ, ὑποστὰς δὲ ὁ Ἀναγάστης, τῷ δῆθεν ῥᾳδίως ἑκάτερον αὐτῶν διεξελθεῖν, τὸν ἀπὸ τῆς κεφαλῆς πῖλον ἀνέ‐ λαβε. καὶ αὖθις· οἱ δὲ ὑποστάντες τὸ ἐπίταγμα ἐμήνυον, ἀναζεύ‐ ξαντες καθελκύσθαι αὐτῷ ἐς θάλατταν ναῦς. ἀντὶ τοῦ ἀναδεξάμενοι. καὶ αὖθις· οἱ δὲ ὑποστάντες ἀνῃρέθησαν.

### υ 584

Ὑποστάς: ὑπομείνας, θαρσήσας. Ξενοφῶν· ὅς τις ὑποστὰς ἐθελοντὴς πορεύεσθαι· ὑφίστανται δὲ τῶν μὲν ὁπλιτῶν Ἀριστώνυμος.

### υ 585

Ὑπόστασις: κυρίως τὸ καθ’ ἑαυτὸ ἰδιοσυστάτως ὑφιστάμενον. ἔστιν οὖν πρᾶγμα ὑφεστώς τε καὶ οὐσιῶδες, ἐν ᾧ τὸ τῶν συμβεβη‐ κότων ἄθροισμα ὡς ἐν ἑνὶ ὑποκειμένῳ πράγματι καὶ ἐνεργείᾳ ὑφέ‐ στηκεν. ἐτυμολογεῖται δὲ ὑπόστασις παρὰ τὸ ὑφεστάναι καὶ ὑπάρ‐ χειν. παρὰ δὲ Αἰλιανῷ ὑπόστασιν λέγει τὴν ἀντίστασιν· φησὶ γάρ· ἀπέστη τὸ ἔθνος τῶν Σύρων καὶ Φοινίκων τοὺς γείτονας προσέλαβεν εἰς τὴν αὐτὴν ὁρμήν τε καὶ ὑπόστασιν.

### υ 586

Ὑποστάς: ὑπομείνας. 〈ὑποστὰς εἰσ〉 ὄψιν ἐλθεῖν. ἐναντιω‐ θῆναι. τοῖς ὑποστᾶσι πολεμήσας, τούτους ἐνίκησε. καὶ Διόδω‐ ρος· ἐπαγγελλόμενοι καὶ αὐτοὶ πρὸς τὴν ὑπόστασιν ταύτην συμβα‐ λεῖσθαι.

### υ 587

Ὑποστατικῶς: καρτερικῶς, ὑπομονητικῶς. ὁ δὲ ὑποστατικῶς κεχρημένος τοῖς ἐπικειμένοις κινδύνοις δόξαν ἀνδρείας ἀπηνέγκατο.

### υ 588

Ὑπόστεγος: ὑπὸ τὸν οἶκον. Σοφοκλῆς· κοὐδὲν ἔσθ’ ὑπόστεγον; αὐτόξυλόν γ’ ἔκπωμα.

### υ 589

Ὑποστέλλεται: ἀναδύεται, ὑποκρίνεται, φεύγει, δολιεύεται.

### υ 590

Ὑποστειλάμενος: ὑποκρυψάμενος, φοβηθείς.

### υ 591

Ὑπόστημα: πλῆθος. τῷ δὲ ὑποστήματι τῶν ἀνδρῶν ἀντεῖχον ἐρρωμένως οἱ Ῥωμαῖοι.

### υ 592

Ὑποστησάμενος: ἀντὶ τοῦ ἐναρξάμενος. ἐκ πρώτης γὰρ δὴ τῆς ἡλικίας εὐσταθῆ τε καὶ ἡσύχιον βίον ὑποστησάμενος, οὔτε κατὰ δέος οὔτε καθ’ ἡδονὴν τραπεὶς τὸ πρόσωπον ὤφθη πώποτε.

### υ 593

Ὑποστήσας: ἀντὶ τοῦ ὑποβαλλόμενος. Ὑπερίδης.

### υ 594

Ὑποστήτω: ἀποχωρησάτω.

### υ 595

Ὑποστολῆς: φυγῆς.

### υ 596

Ὑποσυγχύτως: συγκεχυμένως.

### υ 597

Ὑποσφρησάμενος.

### υ 598

Ὑποσχέσθαι: ἐκτεῖναι.

### υ 599

Ὑποσχεῖν: ὑπολαβεῖν, ἀπαιτηθῆναι, ὑποθεῖναι. τῷ δήμῳ λόγον ὑποσχεῖν ὑπὲρ τῶν ἄχρι τοῦδε πεπραγμένων. καὶ αὖθις· ὑποσχόντα λόγον τῆς ἀρχῆς καὶ τὰς εὐεργεσίας ἀναδειξάμενον.

### υ 600

Ὑπόσχω· δοτικῇ.

### υ 601

Ὑπόσχωμεν: ὑποβάλωμεν.

### υ 602

Ὑποτάσσομαι· δοτικῇ.

### υ 603

Ὑποτελὶς καὶ τέλος κατὰ φιλοσόφους διαφέρει· τῆς μὲν γὰρ καὶ τοὺς μὴ σοφοὺς στοχάζεσθαι, τοῦ δὲ μόνον τὸν σοφόν. τὰ δὲ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα εἶναι.

### υ 604

Ὑποτελῶ· δοτικῇ.

### υ 605

Ὑποτεμέσθαι: ἀφελέσθαι. Ξενοφῶν· ἢν ἐπ’ ἐκείνους ἡμεῖς ἐλαύνωμεν, ὑποτεμοῦνται ἡμᾶς πάλιν ἐκεῖνοι· ἡμῖν δὲ οὔπω ἡ ἰσχὺς πάρεστιν.

### υ 606

Ὑποτεμνόμενον: ἐκκόπτοντα.

### υ 607

Ὑποτεμνόμενος τὸν πλοῦν: ἀντὶ τοῦ διὰ τῶν συντομω‐ τάτων πλέων, ἵνα καταλάβῃ τὸν διωκόμενον. οὕτω Ξενοφῶν φησιν.

### υ 608

Ὑποτεμόμενος: προλαβών. ὁ δὲ ὑποτεμόμενος ἐν ξυναγκείᾳ τινὶ βάλλει κατὰ νώτου αὐτόν.

### υ 609

Ὑποτεμοῦμαι καὶ περικόψω τῆς ἀλαζονείας· Ἀριστο‐ φάνης. οἱ βυρσοδέψαι γὰρ ὑποτέμνουσι τὰ δέρματα διὰ τὸ φαίνεσθαι παχέα.

### υ 610

Ὑποτετμημένων: ἀφῃρημένων. ὑποτετμημένων αὐτῷ τῶν ἐλπίδων, κατάφοβος ἦν.

### υ 611

Ὑποτείνει· τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, μηδενὸς ἄλλου παραπράξαντος, μεγάλας ὀδύνας ὑποτείνει. οἷον μηδενὸς ἄλλου συμ‐ πράξαντος καὶ μετασχόντος· ἡ γὰρ κοινωνία τῶν ἁμαρτημάτων φέρει τὴν παραμυθίαν.

### υ 612

Ὑποτείνων: ὑπισχνούμενος. οὐ θωπεύων οὐδ’ ὑποτείνων μισθοὺς οὐδ’ ἐξαπατύλλων.

### υ 613

Ὑποτίτθια: ὑπομάζια παιδία. καὶ ὑπότιτθον, ὁμοίως, τὸ ὑπο‐ μάζιον.

### υ 614

Ὑποτοπήσας· αἰτιατικῇ. ὑπονοήσας.

### υ 615

Ὑποτρέχω· αἰτιατικῇ.

### υ 616

Ὑπότριμμα: ἔκ τε φοινίκων καὶ μέλιτος καὶ ἄλλων τινῶν ἀρτυμάτων. Ἀριστοφάνης· βλέπων ὑπότριμμα, (ἀντὶ τοῦ δριμύ) στέργων σκοροδάλμῃ. τουτέστιν ἡδόμενος δριμέσιν.

### υ 617

Ὑπότροπος: ἐξ ἀποστροφῆς.

### υ 618

Ὑποτροχίζεσθαι: οὐχ ὡς ἡμεῖς ὑποπεσεῖν τροχῷ καὶ τρω‐ θῆναι τροχίζεσθαι καλοῦμεν, οὕτω καὶ οἱ ῥήτορες αὐτῷ ἐχρήσαντο, ἀλλὰ τὸ στρεβλοῦσθαι ἐπὶ τοῦ τροχοῦ τοὺς ἐξεταζομένους, ἵνα κατ‐ είπωσιν ἃ συνίσασιν ἄλλοις ἢ περὶ ὧν αὐτοὶ ἠδίκησαν, τροχίζεσθαι λέγουσιν.

### υ 619

Ὑποτυπώσεων: χαρακτήρων, λόγων.

### υ 620

Ὑποτυφούσης: ὑποκνιζούσης, ὑποκαιούσης. ἀλλὰ κατὰ βραχὺ τῆς διηγήσεως ὑποτυφούσης τοὺς ἀκούοντας. καὶ Ὑποτυφο‐ μένη. ἐντεῦθεν ἤρξατο ἡ δυσμένεια Ῥωμαίων τε καὶ Ἀβάρων, ἤδη ἐκ πολλοῦ ὑποτυφομένη.

### υ 621

Ὑπό οἱ: ὑφ’ ἑαυτῷ. Ἀρριανός· τὸ δὲ ἕβδομον τέλος ὑπό οἱ ἔχων καὶ ἄλλους.

### υ 622

Ὕπουλα γόνατα καὶ ὕπουλον πόδα, καὶ ὕπουλον χεῖρα, καὶ σῶμα, τὸ φλεγμαῖνον διά τινας πληγὰς καὶ ἐγγὺς τοῦ ἀφίστασθαι ὄν. Κρατῖνος.

### υ 623

Ὕπουλα ἕλκη: τὰ κρυπτά.

### υ 624

Ὕπουλος: δόλιος, φαινόμενος δῆθεν εἰρηνικός· ὡς ἐπὶ τῶν ἑλκῶν τῶν ἐχόντων οὐλὰς ὑγιεῖς ἐπιπολαίως, ἔνδοθεν δὲ σηπεδόνας πυώδεις. ἐξ οὗ ἐπὶ τῶν προσποιουμένων μὲν εἶναι χρηστῶν ἀνθρώ‐ πων, ὄντων δὲ μοχθηρῶν, ἐλέχθη οὗτος ὁ λόγος.

### υ 625

Ὑπούλως· ὁ δὲ πρός τινας τῶν γνωρίμων ὑπούλως τε καὶ οὐχ ὑγιῶς ἔσχεν.

### υ 626

Ὑπουργῶ· δοτικῇ.

### υ 627

Ὑπουδαῖοι: καταχθόνιοι.

### υ 628

Ὑπ’ οὔρει: ὑπὸ τῷ ὄρει.

### υ 629

Ὑποφαίνεται, χαμόθεν· ἐπιφαίνεται δὲ ὑψόθεν.

### υ 630

Ὑποφέρονται: ὑποβάλλονται. καὶ ὑποφέρων, ὑποβάλλων.

### υ 631

Ὑποφῆται: ἱερεῖς, προφῆται, χρησμολόγοι.

### υ 632

Ὑποφθάς: φθάσας, προλαβών.

### υ 633

Ὑποφόνια: τὰ ἐπὶ τῷ φόνῳ διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ ἀναιρεθέντος ὑπὸ τοῦ τὴν αἰτίαν ἔχοντος, ὅτι ἀνῄρηκεν, ἵνα μὴ ἐπεξίωσιν, ἐπὶ τῷ μὴ ἐπεξέρχεσθαι μηδὲ γενέσθαι τὴν τοῦ φόνου δίκην ὑποφόνια καλεῖται. οὕτως Δείναρχος καὶ Θεόφραστος.

### υ 634

Ὑπόφορος: ὑπεύθυνος, ὑπόκηνσος, ὑπότελος.

### υ 635

Ὑποφύσεις: παραφυάδες φαύλων λογισμῶν ἔξωθεν φυόμεναι.

### υ 636

Ὑπόχαλκον δέ σου τὸ χρυσίον: ἀντὶ τοῦ μίξιμον, παρακε‐ κομμένον τὸ νόμισμα, παραχαράξιμον.

### υ 637

Ὑποχαλῶ· γενικῇ.

### υ 638

Ὑπὸ χεῖρα.

### υ 639

Ὑποχείριον: τὸ ὑπὸ τὴν χεῖρα. οἱ μὲν πυγμαῖς, οἱ δὲ ῥοπάλοις, οἱ δὲ ὅ τι ποτὲ παρέπιπτεν αὐτοῖς ὑποχείριον, ἀλοῶντες αὐτόν.

### υ 640

Ὑποχειρίους: αἰχμαλώτους, δούλους. ὑποχειρίους αὐτῷ ποιῆσαι τοὺς παῖδας τῶν εὐγενεστάτων.

### υ 641

Ὑποχόνδρια: τὰ ἀκροσπάθια, τὰ ὑπὸ τὴν λαγόνα.

### υ 642

Ὑποχωρῶ· δοτικῇ.

### υ 643

Ὑποχυτῆρες: τρύβλια, δι’ ὧν τὸ ἔλαιον εἰς λύχνους ἐπι‐ χέουσιν.

### υ 644

Ὑπόχυτος οἶνος: ὁ γλυκύς. ἦν δὲ ὁ Πολέμων ὁ φιλό‐ σοφος οὐ γλυκὺς οὐδ’ ὑπόχυτος, ἀλλὰ Πράμνιος.

### υ 645

Ὑποψαμμότερος. προήροσε τὸν τόπον ὑποψαμμότερόν πως ὄντα, ἵνα ἐν τῇ συνόδῳ σφῶν κονιορτὸς πάμπολυς ἀρθῇ.

### υ 646

Ὑπὸ ψήφου μιᾶς: ἀπὸ γνώμης, ἀπὸ κρίσεως μιᾶς.

### υ 647

Ὑποψία: τὸ ὑπὸ τὴν ὄψιν, τὸ ἐνεστηκός. Πισίδης· τὴν τῶν φθασάντων ἀσφαλῶς ὑποψίαν. ἢ τὸ ἐξ ἀκοῆς καὶ παραδόσεως γρα‐ φόμενον. καὶ Ὑπόψια.

### υ 648

Ὑπωμοσία: τὸ ὑπερτίθεσθαι δίκην, προφάσει χρώμενον ἀπο‐ δημίᾳ ἢ νόσῳ ἤ τινι τῶν παραπλησίων μεθ’ ὅρκου, οὕτως ἐλέγετο. καὶ τὸ ποιεῖν τοῦτο ὑπώμνυσθαι.

### υ 649

Ὑπώπια: τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιώματα· ἢ τὰ ἐξ αὐτῶν ἐξιόντα πῦα.

### υ 650

Ὑπώπια: οἱ τύλοι οἱ γινόμενοι ἐν ταῖς χερσὶν ἀπὸ τῆς ἐργα‐ σίας. λέγεται δὲ ὑπώπια καὶ τὰ ἀφ’ οἱασδηποτοῦν πληγῆς τραύματα.

### υ 651

Ὑπώπια: ἀπὸ μέρους τὴν ὄψιν.

### υ 652

Ὑπωπιάζω: τὸ ὑποτηρῶ. ἐκ τοῦ ὑπώπια, ὃ σημαίνει τοὺς ὀφ‐ θαλμούς. φησὶν ὁ Ἀπόστολος, ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ. τουτέστι πρὸς ἄσκησιν αὐτὸ μετ’ ἐπιστήμης καὶ φρονή‐ σεως γυμνάζω καὶ πρὸς τὴν τῶν κρειττόνων συνεργίαν, οὐ πρὸς ἀσέλγειαν προνοοῦμαι. ταύτῃ τοι καὶ παραινεῖ φάσκων, ἐνδύσασθε τὸν κύριον Ἰησοῦν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας· οὐ τὴν σύμμετρον καὶ ἀναγκαίαν ἐπιμέλειαν πρὸς σύστασιν ἀπαγο‐ ρεύσας, ἀλλὰ τὴν ἀκολασίας μητέρα γαστριμαργίαν· ἐπήγαγε γάρ, εἰς ἐπιθυμίας, δηλαδὴ βλαβερὰς καὶ ἀνοήτους. οὐ γὰρ τοσαύτην αὐτῷ προσφέρειν δεῖ θεραπείαν, ὡς κατασκιρτᾶν τῆς ψυχῆς, ἀλλ’ ἵνα συνεργῇ καὶ καθυπουργῇ τοῖς ἀρίστοις ἐκείνης ἐπιτηδεύμασι. τοῦτο καὶ ὁ Πλά‐ των φησίν· ἐπιμελεῖσθαι δεῖ σώματος ψυχῆς, εἵνεκα ἁρμονίας, δι’ οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν. Ὑποπιέζω δὲ διὰ τοῦ ο μικροῦ.

### υ 653

Ὑπωπιασμέναι· Ἀριστοφάνης· καὶ ταῦτα δαιμονίως ὑπω‐ πιασμέναι καὶ κυάθους προσκείμεναι. ἀντὶ τοῦ σφόδρα πληγεῖσαι περὶ τὰ ὑπώπια. ὑπώπια δέ ἐστι τὰ ὀγκώματα καὶ κρούματα, ἅπερ κον‐ δύλας φασί. τοῖς κυάθοις δὲ προσθλῶσι τὰ ὑπώπια ἢ ἐν ὀξυβάφοις χαλκοῖς τὰ ὑπώπια ἀνατρίβοντες ἢ τοιούτοις τισὶν ἀφανῆ ποιοῦσιν. Ἀπολλοφάνης· κύαθον λάβοιμι τοῖς ὑπωπίοις.

### υ 654

Ὑπώρεια: ἡ ὑπὸ τὸ ὄρος πεδιάς. οἱ πόδες τοῦ ὄρους, μεταφορικῶς. εἰς τρία γὰρ διῄρηται τὸ ὄρος, εἰς ἀκρώρειαν, εἰς ὑπώρειαν, εἰς τέρμα. καὶ ἀκρώρεια μέν ἐστιν ἡ κορυφή, ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ὄρους, τέρμα δὲ τὰ τελευταῖα. καὶ πόδες.

### υ 655

Ὑπωρόφιοι: ὑπὸ τὴν αὐτὴν οἰκίαν περιειλημμένοι, συγγενεῖς.

### υ 656

Ὑπώροφον: ὑποστέγην.

### υ 657

Ὕπτια: ὑψηλά.

### υ 658

Ὑπτιάζει: ὑποστρέφει.

### υ 659

Ὕπτιος: ἐπὶ νῶτον κείμενος. καὶ Ὕπτια πεδία, τὰ ὁμαλά. προθυμίᾳ τῇ πάσῃ ἀναπετάσαντες τὰς πύλας ἐδέξαντο ὑπ‐ τίαις χερσὶ τοὺς πολεμίους. ἀντὶ τοῦ ἡπλωμέναις. Ὕπτιος λέ‐ γεται καὶ ὁ ἄπρακτος. καὶ ἐν Ἐπιγράμμασι· ᾧ πολὺν ὕπτιον ἵππον ἐγύμνασε. περὶ μύωπος ὁ λόγος.

### υ 660

Ὑποικουροῦν λεληθός τι μῖσος· ὑποικουροῦν, ἀντὶ τοῦ τρεφόμενον καὶ ἐνδομυχοῦν. ὅμως, εἰ καὶ μηδὲν ὑποικουροῦν ἦν καὶ ὑπελάνθανον, ἐξ ὧν προεῖπεν ὁ Τύλλος, ἡσυχῇ πως ὑπεταράσ‐ σοντο.

### υ 661

Ὑποίσω: ὑπενέγκω. καὶ Ὑποίσων, ὑπομενῶν.

### υ 662

Ὑποιστόν: φορητόν.

### υ 663

Ὕρρα παῖς: ὁ Πιττακός. καὶ Ὑρράδιος, ὄνομα. καὶ Ὑρρα‐ διανός, ὄνομα.

### υ 664

Ὑρκάνιος: ὄνομα.

### υ 665

Ὑρκανός: ὄνομα κύριον. τοῦτον ἠρώτησεν Ἀρίων, πῶς ὁ πατὴρ αὐτοῦ συναγάγοι τὴν οὐσίαν, ὡς πονῶν καὶ ταῖς ἐπιθυμίαις ἀντέχων ἐδήλου.

### υ 666

Ὑρίη: ὄνομα πόλεως.

### υ 667

Ὑρτάκης: ὄνομα κύριον. καὶ Ὑρτακίδης, ὄνομα.

### υ 668

Ὕρτιον.

### υ 669

Ὕρχας.

### υ 670

Ὕς: χοῖρος, ἢ σύαγρος. Ὓς ἐπὶ θηλείας, σῦς δὲ ἐπὶ ἄρρενος. κέχρηνται δὲ ἀδιαφόρως. ὅπως δὲ δόξητ’ ἠμὲν ἀγαθὰ σύος.

### υ 671

Ὕς: ἐπ’ εὐθείας ὀξύνεται. τὰς ὗς δὲ καὶ τοὺς ὗς πληθυντικῶς περισπῶσιν.

### υ 672

Ὑσσάκων: τῶν γυναικείων αἰδοίων.

### υ 673

Ὕσας: βρέξας. Αἰλιανός· εἶτα ἀδοκήτως πολλῷ πάνυ σφόδρα ὗσε, καὶ ἀστραπαὶ γεγόνασιν ἐκπλῆξαι δειναί.

### υ 674

Ὕσγη: εἶδος βοτάνης. καὶ Ὑσγινοβαφὴς χιτών, βεβαμ‐ μένος. καὶ Ὑσγινοβαφῆ, οὐδετέρως.

### υ 675

Ὓς διὰ ῥόδων: ἐπὶ τῶν σκαιῶν καὶ ἀναγώγων. Κράτης Γεί‐ τοσιν.

### υ 676

Ὑσθεῖσαι: βραχεῖσαι ἀπὸ ὑετοῦ.

### υ 677

Ὕσθης: βροχή. καὶ Ὕσθησαν. Ἡρόδοτος· ὕσθησαν γὰρ τότε Θῆβαι, οὐδαμὰ πρότερον ὑσθεῖσαι· ἐπεὶ ἐν Αἰγύπτῳ δοκεῖ μὴ ὕειν.

### υ 678

Ὑσίαι: πόλις τῆς Βοιωτίας.

### υ 679

Ὑσμίνης: μάχης.

### υ 680

Ὑσσός: ἀκόντιον. ἐξακοντίσας ὑσσὸν διήλασεν αὐτοῦ τόν τε θυρεὸν καὶ τὸν θώρακα. τῶν δὲ ὑσσῶν οἱ μέν εἰσι παχεῖς, οἱ δὲ λεπτοί.

### υ 681

Ὕσσωπος: βοτάνη ῥυπτική. Δαβίδ· ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. οὐδεμίαν γὰρ ἄφεσιν ἁμαρτημάτων εἰργάζετο. αἴνιγμα δέ τι σημαίνει. ὑσσώπῳ τὸ αἷμα τοῦ προβάτου καὶ ταῖς φλιαῖς ἐπιρ‐ ράναντες τοῦ ὀλοθρεύοντος τὰς χεῖρας διέφευγον. τύπος δὲ ἐκεῖνα τῶν σωτηρίων παθημάτων· αἷμα γὰρ ἐνταῦθα, καὶ ξύλον, σωτηρία.

### υ 682

Ὑσπελέθας: ὄνομα κύριον.

### υ 683

Ὑσπλάτιδος· ὥσπερ ἀπὸ μιᾶς ὑσπλάτιδος. ἀντὶ τοῦ ἀφέσεως, βαλβῖδος, ἀπὸ μιᾶς ἀφετηρίας· ἤγουν ἀπὸ ἑνὸς κανόνος καὶ καμπτῆ‐ ρος. Ἀριστοφάνης· αἵπερ ἀπὸ μιᾶς ὑσπλάτιδος ἀπήλαον τοὺς ἄνδρας ἀπὸ τῶν ὑσσάκων. τουτέστι τῶν γυναικείων αἰδοίων.

### υ 684

Ὕσπληξ: φραγέλλιον, ἀφετηρία, βούκεντρον, ἢ μύωψ, ὁ πλήσσων τοὺς βοῦς. ὁ δὲ καθάπερ ἀπὸ ὕσπληγος ἕτοιμος ὢν ἐξ αὐτῆς ἧκε. καὶ αὖθις· τίς τὸν ἄχνουν Ἑρμῆν σε παρ’ ὑσπλήγεσιν ἔθηκε; καὶ Ἰώσηπος· οἱ δὲ ἑστᾶσιν ὥσπερ ἔφ’ ὕσπληγος ἐξορμᾶν ἕτοιμοι.

### υ 685

Ὑστάσπης: ὄνομα κύριον.

### υ 686

Ὕστατος: τελευταῖος, ἔσχατος.

### υ 687

Ὑστέλλειον: ὄνομα ὄρους.

### υ 688

Ὑστεραία: ἡ μετὰ τὴν αὔριον ἡμέρα. τῇ δ’ ὑστεραίᾳ ἤγοντο ἄλλος ἄλλῃ. καὶ ὑστερήσαντες τοῦ καιροῦ τῆς βοηθείας.

### υ 689

Ὑστερίζειν: μετὰ μίαν ἡμέραν ἔρχεσθαι. τούτοις ἐτέτακτο μιᾷ ἡμέρᾳ ὑστερίζειν βασιλέως. καὶ Ὑστερῶ, ὑστερήσω. οἱ δὲ βασιλικοὶ τοῦ καιροῦ τῆς βοηθείας ὑστερήσαντες.

### υ 690

Ὕστερος λόγος· ἀλλὰ πρὸς μὲν τούτους ὕστερος λόγος. τουτέστιν ὕστερον αὐτοῖς μαχησόμεθα. παρὰ τὸ Ὁμηρικόν· ἀλλ’ ἤτοι μὲν ταῦτα μεταφρασσόμεθα καὶ αὖθις.

### υ 691

Ὕστινος: βάμματος εἶδος. τἀκόκκοιο βαφθέντα, καὶ ὑστίνοιο θέριστρα.

### υ 692

Ὕστριξ: ἐκ δέρματος μετ’ αὐτῶν τῶν τριχῶν μάστιξ. ὑστριχίδι μαστιγῶν. Ἀριστοφάνης Βατράχοις. ἢ Ὕστριξ, ἀκανθόχοιρος, ἐχῖνος χερσαῖος.

### υ 693

Ὑστριχίς: ἡ ἐξ ὑείων τριχῶν μάστιξ. Ἀριστοφάνης· μῶν ὑστριχὶς εἰσέβαλέ σοι εἰς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον; ἔστι δὲ καὶ ὑστριχὶς θηρίον, τρίχας ἔχον ὑὸς ἃς ἐν τῷ διώκεσθαι ἐξακοντίζει κατὰ τῶν διωκόντων.

### υ 694

Ὓς ὑπὸ ῥόπαλον: παροιμία παρὰ Δεινολόχῳ ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων.

### υ 695

Υἱοὶ θεοῦ: οἱ ἀπόστολοι, ὡς ἀδελφοὶ τοῦ Χριστοῦ χρηματί‐ σαντες. εἴπατε γάρ, φησί, τοῖς ἀδελφοῖς μου, προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. υἱοὺς δὲ κριῶν, τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, ἅτε δὴ φύντας ἐξ ἀλόγων πατέρων. Δαβίδ· ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν. Υἱοὶ δὲ τῶν ἐκτετιναγμένων, οἱ σφόδρα ταλαιπωρούμενοι. Δαβίδ φησιν· ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων.

### υ 696

Ὕφα: τὸ ὕφασμα.

### υ 697

Ὕφαλος φάτις: ἡ κρυφία. διὰ τῶν εἱλώτων τροφὰς ὑφά‐ λους εἰσέφερον· οἳ μέχρι τινὸς ἐλάνθανον τοῦτο ποιοῦντες, ὕστερον δὲ ἑάλωσαν.

### υ 698

Ὕφαλοι: ὑποθαλάσσιοι κεκρυμμέναι πέτραι. ὕφαλός τις ἦν τοῖς βαρβάροις ὁ θάνατος, ἥτις ἄμπωτις ἐξαπιναίως καταρροφοῦσά πως τὸ πολέμιον.

### υ 699

Ὑφᾶναι.

### υ 700

Ὑφάντης καὶ Ἀνυφάντης.

### υ 701

Ὑφαντοδόνητον. ἄνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται. νο‐ μάδεσσι γὰρ ἐν Σκύθαις ἀλᾶται Στράτων, ὃς ὑφαντοδόνητον ἔσθος οὐ πέπαται· ἀκλεὴς δ’ ἔβα σπολὰς ἄνευ χιτῶνος. ξύνες, ὅ τοι λέγω. ξυνίημ’ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν. τοῦτό φησιν, ἐπειδὴ οἱ Σκύθαι τῷ χειμῶνι διὰ τὸ ἀφόρητον αὐτοῦ ἐπὶ ἁμαξῶν τὰ πράγ‐ ματα αὐτῶν βάλλοντες ἀπαίρουσιν εἰς ἄλλην χώραν. ὁ μὴ ἔχων δὲ ἐκεῖσε ἅμαξαν ἄτιμος παρ’ αὐτοῖς κρίνεται.

### υ 702

Ὕφασμα: σάκκος. ἐμβαλὼν δὲ αὐτὸν τὸν ἀπατηλὸν ἐν ὑφάσ‐ ματι ἐκ τριχῶν εἰργασμένῳ ἐνῆκεν εἰς τοῦ ποταμοῦ τὰς δίνας.

### υ 703

Ὕφαιμος: ὁ ᾑμαγμένος μώλωψ.

### υ 704

Ὑφαίνω: κατασκευάζω.

### υ 705

Ὑφαιρεῖται: παρεκβάλλει.

### υ 706

Ὑφεδρία. ἡ κατωτέρω καθέδρα.

### υ 707

Ὑφελκτέον τῶν δᾴδων: ἀντὶ τοῦ ὑφαιρετέον. Ἀριστοφάνης· ὑφελκτέον τῶν δᾴδων καὶ ἀπερυστέον τῶν κρεῶν. τοῦτο ποιοῦσιν, ὅταν παφλάζῃ ὁ λέβης, ἀφαιροῦντες ἐκ τῶν κρεῶν.

### υ 708

Ὑφέντες: ἐγκαθίσαντες, ὑποβαλόντες. οἱ δὲ ἐνέδραν ὑφέντες κτείνουσι τοῦτον δόλῳ. καὶ αὖθις· ὁ δὲ Ἄκαστος λόχον ὑφείσας ἐπεβούλευσε τῷ Πηλεῖ. καὶ ὃς αἰσθόμενος ἐς πόλεμον κατέστη. καθίσας· ἐξ οὗ καὶ τὸ εἷσε λόχον καὶ εἷσεν ἐπὶ θρόνου.

### υ 709

Ὑφέξειν: ὑπενεγκεῖν, ὑπομεῖναι. μὴ νῦν ἐλπίσῃς τὸ σὸν κακὸν ἡμᾶς ὑφέξειν· καὶ γὰρ ἂν μαινοίμεθ’ ἄν. αὐτός, ὅ γε σόν ἐστιν, οἰκείως φέρε.

### υ 710

Ὑφεωρᾶτο· ἀλλ’ ὅμως ὑφεωρᾶτο καὶ κατεκλᾶτο τὴν ψυχήν, ἀποβλέπων εἰς τὸ μέγεθος τοῦ πράγματος. ὑφεωρᾶτο γοῦν ἀντὶ τοῦ δυσκόλως εἶχεν, ἐνενόει, ἐδυσωπεῖτο.

### υ 711

Ὑφέρποντα: ἐπερχόμενον, παραγινόμενον. ἐπεσκότει γὰρ αὐτῶν ταῖς γνώμαις διὰ τὰς παρανομίας ὁ θεός, καὶ τὸν ὑφέρποντα λιμὸν αὐτοῖς οὐκ ἔβλεπον.

### υ 712

Ὑφέσθαι: ὑποχωρῆσαι, εἶξαι.

### υ 713

Ὕφεσις: ἐλάττωσις.

### υ 714

Ὑφέστιος: ὁ ἐν τῇ οἰκίᾳ τυγχάνων. καὶ μηδὲ μοῖρα τοῦ Φαβίων γένους ἐν τοῖς ὑφεστίοις ὑπελείπετο.

### υ 715

Ὑφεστώς: ἐνυπόστατος.

### υ 716

Ὕφει· τὰ ἡμίτομα ἐπὶ κλίναις βεβλημένα μάλα ἁβραῖς καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κεκοσμημέναις ἐπιθέντας, ὑπὸ δᾳσὶν ἐπακμαζούσαις τῷ πυρί, καὶ τὸν ὑμέναιον ᾀδουσῶν γυναικῶν, κομισθῆναι μετὰ χορείας γαμηλίου τε καὶ κερτόμου.

### υ 717

Ὑφειμένοι: ὑποχείριοι. ἢ Ὑφειμένῃ, ἐκλελυμένῃ. ὑφει‐ μένῃ οὖν καὶ διαλειπούσῃ πολλαχῇ τῇ φωνῇ ἐδεῖτο ξυγγνῶναί οἱ βα‐ σιλέα. καὶ αὖθις· πλεῖν δ’ ἐν κακοῖς ὑφειμένῃ δοκεῖ. ἀντὶ τοῦ πλέειν.

### υ 718

Ὑφειμένως: ἐνδιδομένως. ἢ ἐκλελυμένως.

### υ 719

Ὑφείς: ἐνδούς, ὑποχαλάσας. ὁ δὲ ὑφεὶς τοῦ φρονήματος ἔπεμψεν ἱκετεύων μὴ πολεμηθῆναι.

### υ 720

Ὑφείς: ὑποβαλών. ὑφεὶς μάγον τοιόνδε μηχανορράφον, δόλιον, ἀγύρτην. Σοφοκλῆς.

### υ 721

Ὑφεῖσθαι: ἀμελῆσαι, ὑποχωρῆσαι. οὐ μὴν ὑφεῖσθαι τῆς χώρας, ἀλλὰ μεῖναι καὶ κατασχεῖν.

### υ 722

Ὑφεῖται: συγχωρεῖται.

### υ 723

Ὑφηγήσονται: ὑποδείξουσιν. ὁ δὲ Τραϊανὸς ἐξελαύνει ὡς ἐπὶ τὴν Ἀνθεμουσίαν γῆν ἐπὶ ταύτην γὰρ καὶ Ἄυγαρος ὑφηγεῖτο ἰέναι. ἀντὶ τοῦ συνεβούλευεν, ὑπετίθετο.

### υ 724

Ὑφῆκεν: ὑπέβαλεν, ὑπέθηκεν. ὁ δὲ ἐνέδραν αὐτῷ τινα ὑφῆκεν.

### υ 725

Ὕφηνε: κατεσκεύαζεν. ἐκ τοῦ ὑφαίνω.

### υ 726

Ὑφηνίοχος: ἀντὶ τοῦ ἡνίοχος.

### υ 727

Ὑφῆραν: ἔλαβον.

### υ 728

Ὑφῆς πέπλου· ζήτει ἐν τῷ ἀρρηνοφορεῖν.

### υ 729

Ὑφήφασμαι: Ἀττικὸς παρακείμενος. ὑφαίνω, ὑφανῶ, ὕφαγκα, ὕφαμμαι. ἔθος δὲ ἔχουσιν οἱ Ἀττικοὶ πολλάκις ἐν τοῖς τοιούτοις ῥή‐ μασι τρέπειν τὸ πρὸ τοῦ μ σύμφωνον εἰς ς, γίνεται ὕφασμαι. ἐπεὶ δὲ οὐδέποτε ὁ Ἀττικὸς παρακείμενος ἔχει τὰ αὐτὰ φωνήεντα ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ, ἐτράπη τὸ υ εἰς η, καὶ γίνεται ὑφή‐ φασμαι.

### υ 730

Ὑφιέμενον: ἐνδιδόμενον. καὶ Ὑφιέναι, ὑπενδοῦναι.

### υ 731

Ὑφίει: συνεχώρει.

### υ 732

Ὑφιζάνει: ὑποκαθέζεται, ἐλαττοῦται.

### υ 733

Ὑφιζήσεις: ὑποχαλάσεις, ἐνδόσεις. ἐξέκλινε τὰ γεώδη καὶ μαλακὰ καὶ ψαμμώδη διὰ τὰς ἐσομένας ὑφιζήσεις ἐπὶ τοῖς βάρεσι τοῖς ἐπιτιθεμένοις.

### υ 734

Ὑφιστάμενος: βεβαιῶν, ἐπαγγελλόμενος. δηλητηρίοις φαρμά‐ κοις ἀνελεῖν τὸν Πύρρον ὑφιστάμενος.

### υ 735

Ὑφιστάς: ὑποστάς, ὑποτιθείς.

### υ 736

Ὑφίσταται: ὑπισχνεῖται, διαβεβαιοῦται. Ἀππιανός· ὁ δὲ ὑφί‐ σταται γράμματα διοίσειν διὰ τῶν ἐχθρῶν ἐς τὸ Καπιτώλιον. καὶ αὖθις· οἱ δὲ κωλύσειν ὑφίσταντο τὰ Ῥωμαϊκὰ δύο σκάφη, ὡς προεκ‐ δραμόντα τοῦ παντὸς στόλου.

### υ 737

Ὑφόωσιν: ὑφαίνουσιν.

### υ 738

Ὑφορμοῦν: ἀπαντῶν, ἐναντιούμενον.

### υ 739

Ὑφορώμενος: ὑποστελλόμενος, ἢ ἐννοῶν· καὶ οὐδὲν ὑφορώ‐ μενος τὸν τῶν νεωτέρων γέλωτα ταῦτα ἐτέλει σεμνῷ προσώπῳ.

### υ 740

Ὑφορώμενοι· οἱ δὲ τὰ χρήματα ὑφορώμενοι καὶ φιλεῖν αὐτὰ ἀποδιδράσκοντες. ἀντὶ τοῦ μισοῦντες, παρατηροῦντες ἢ ὑπονοοῦντες, προσδοκῶντες.

### υ 741

Ὑφωμαδόν: ὁμοθυμαδόν. ὁ δὲ τοῖς ὤμοις φέρων ἐπωμαδὸν καὶ ἐπωμάδιος λέγεται.

### υ 742

Ὕφυδροι· Θουκυδίδης· ἐσένεον δὲ κολυμβηταὶ ὕφυδροι, καλῴ‐ δια ἐν ἀσκοῖς ἐφέλκοντες μήκωνα μεμελιτωμένην καὶ λίνου σπέρμα κεκομμένον. ὑπὸ τὸ ὕδωρ ὄντες.

### υ 743

Ὑψαγόρας: ὑψιλόγος. ἐχρῆτο δὲ κομπολογίαις καὶ ὑψη‐ γόρας τις ἦν καὶ τραχύς. ὁ δὲ Βῶνος κατ’ οὐδὲν τοῖς ῥήμασιν ὑποχα‐ λάσας ἀνεμίμνησκε τῆς ἐν Σκυθίᾳ μάχης.

### υ 744

Ὑψαυχεῖν: ὑψηλοφρονεῖν. Ὁ ὑψαυχήν, ἀρσενικόν. ζήτει δέ, εἰ καὶ θηλυκόν.

### υ 745

Ὑψήγορε: μεγαληγόρε.

### υ 746

Ὑψηλολογούμενοι. ἀπειλούντων τε καὶ ὑψηλολογου‐ μένων.

### υ 747

Ὑψηλοτέρας: ἀλαζονικωτέρας, ὑπερφερεστέρας. ὑψηλοτέρας ἔγραψε Καπανέως ἐπιστολάς, ἐπαρθεὶς ἢ χαυνωθεὶς ἢ καὶ κεπφωθείς, ὑπὲρ ὧν τὸν θεὸν πολλάκις ὑπομιμνήσκω, καὶ τὸ Ἰὼ Νέμεσι καὶ βα‐ ρύβρομοι βρονταὶ συνεχῶς βοῶ. καὶ αὖθις· ὑψῆλ’ ἐφρόνεις, κἀπ’ ἄκρων ὡδοιπόρεις (τουτέστιν ἐπ’ ἄκρων δακτύλων ἔβαινες γαυριῶν), ὅτ’ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ, κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν ἡμᾶς Ἀχαιῶν, οὔτε σὺ διωμόσω.

### υ 748

Ὑψηλότερος: εὐδαιμονέστερος.

### υ 749

Ὑψηλῶς: μεγάλως.

### υ 750

Ὑψηρεφές: ὑψηλόν.

### υ 751

Ὑψηχής: ὁ ὑψαύχην. καί, ὑψηχέες ἵπποι.

### υ 752

Ὕψι: εἰς ὕψος· καὶ Ὑψοῦ, ἐφ’ ὕψους.

### υ 753

Ὑψιβρεμέτης: ἐν ὕψει βροντῶν.

### υ 754

Ὑψίζοντος: ποταμοῦ.

### υ 755

Ὑψίζυγος: ἐν ὕψει θρόνον ἔχων.

### υ 756

Ὑψικάρηναι: ὑψηλαί.

### υ 757

Ὑψικέρατα πέτραν: τουτέστιν ὑψικέρατον, κατὰ μεταπλασμόν. Κυνθίαν ἔχων ὑψικέρατα πέτραν. Ἀριστοφάνης Νεφέλαις.

### υ 758

Ὑψίκερως.

### υ 759

Ὑψικρατεῖν: τὰ ἐν τῷ ὕψει κρατεῖν.

### υ 760

Ὑψιμέδοντες: ἐν ὕψει βασιλεύοντες.

### υ 761

Ὑψιπέτηλον: ἐφ’ ὕψους τὰ φύλλα ἔχον. πέδιλον δέ.

### υ 762

Ὑψιπέτης: ὁ εἰς ὕψος πετόμενος. ὑψιπετὴς δὲ ὁ ἀπὸ ὕψους πεσών.

### υ 763

Ὑψιστάριος· αἵρεσίς τις ὑψιστάριοι, οἱ τὸν Ὕψιστον καλοῦντες.

### υ 764

Ὑψιφοίτης: ὑψηλοπόρος, ἢ ὑψίφρων.

### υ 765

Ὑψόθι: ἐν ὕψει.

### υ 766

Ὑψόροφος: ὁ ὑψηλὸν ὄροφον ἔχων.

### υ 767

Ὕψος: ἔπαρμα. καὶ Ὕψος ἡμερῶν, ἡ εὐημερία. Δαβίδ· οἱ πολεμοῦντές με ἀπὸ ὕψους.

### υ 768

Ὑψοῦ διᾴττει: ἐν ὕψει ὁρμᾷ καὶ τρέχει.

### υ 769

Ὑψοῦτε: ἀντὶ τοῦ ὑψηλὸν αὐτὸν κηρύττετε. Δαβίδ· ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. ὑποπόδιον τοῦ θεοῦ πάλαι μὲν ὁ θεῖος ἐνενόμιστο νεώς, νῦν δὲ αἱ κατὰ πᾶσαν γῆν καὶ θάλατταν ἐκκλησίαι, ἐν αἷς τῷ θεῷ τὴν προσκύνησιν ἀπονέμουσιν.

### υ 770

Ὑψώθητι: ἀντὶ τοῦ δεῖξον πᾶσιν ἀνθρώποις τὸ ὕψος σοῦ. Δαβίδ· ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ θεός.

### υ 771

Ὑψώθητι: ἀντὶ τοῦ ὑψηλὸς δείχθητι καὶ πάντων ὑπέρτερος. Δαβίδ φησι πρὸς τὸν θεόν.

### υ 772

Ὑψῶ σε· αἰτιατικῇ.

### υ 773

Ὕψωσεν: ἐπῇρεν. καὶ Ὕψωσις, ἔπαρσις.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: wus-at`.
