---
title: "Lexicon, Letter Θ"
title_greek: "Σοῦδα, Στοιχεῖον Θ"
author: Suda
eul_wid: wus-ah
eul_aid: wus
canonical: "https://eulogikon.org/works/suda-theta-wus-ah"
period: Byzantine
domain: Grammar
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Letter Θ

*Σοῦδα, Στοιχεῖον Θ*

**Author:** Suda

**eul_wid:** `wus-ah` · [HTML page](https://eulogikon.org/works/suda-theta-wus-ah)

## Text

### θ 1

Θαβώρ: ὄνομα ὄρους. λέγεται καὶ Θαβώριον.

### θ 2

Θᾶκος: τόπος, ἔνθα πολλοὶ συνήρχοντο σκεψόμενοι.

### θ 3

Θᾶκοι: θρόνοι, καθέδραι.

### θ 4

Θαλά· καὶ τὴν θαλὰ ἐπλήρωσεν ὕδατος.

### θ 5

Θαλαμακεῖς· καὶ Θαλάμακι, τῷ κωπηλατοῦντι ἐν τῷ κάτω μέρει τῆς τριήρους. οἱ δὲ θαλαμακεῖς ὀλίγον ἐλάμβανον μισθὸν διὰ τὸ κολοβαῖς χρῆσθαι κώπαις πρὸς τὰς ἄλλας τρεῖς τάξεις τῶν ἐρετῶν, ὅτι μᾶλλόν εἰσιν ἐγγὺς τοῦ ὕδατος. ἦσαν δὲ τρεῖς τάξεις τῶν ἐρετῶν, ἡ μὲν κάτω θαλαμῖται, ἡ δὲ μέση ζυγῖται, ἡ δὲ ἄνω θρανῖται. ἢ θρανίτης ὁ πρὸς τὴν πρύμναν, ζυγίτης ὁ μέσος, θαλάμιος ὁ πρὸς τὴν πρώραν. θαλαμία δὲ ἡ ὀπή, δι’ ἧς ἐξέρχεται ἡ κώπη.

### θ 6

Θαλάμη. καὶ Θάλαμος, οἶκος, ἢ κοιτών. ἱρήν σοι θαλά‐ μην ζωάγρια καὶ λαλάγημα τοῦτο τὸ θηρὶ φυγῆς αἴτιον ἀντίθεμαι. καὶ αὖθις· ἐκ δὲ μελιχροῦ νέκταρος ἐμπλήσαις κηροπαγεῖς θαλάμας.

### θ 7

Θαλαμηπόλος: ἡ περὶ τὸν θάλαμον ἀναστρεφομένη, καὶ φυλάτ‐ τουσα. ἡ νεωκόρος. Ἀχρυλίς, ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκας πολλάκι τοὺς ἱεροὺς χευαμένη πλοκάμους.

### θ 8

Θαλαμίδιοι κῶπαι: αἱ ἠρέμα ἐλαύνουσαι. Ἡρόδοτος· τοῦτον δῆσαι θαλαμίης διελόντας τῆς νηὸς κατὰ τοῦτο, ἔξω μὲν κεφαλὴν ποιεῦντας, ἔσω δὲ τὸ σῶμα.

### θ 9

Θαλάττῃ ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προσφι‐ λοτιμουμένων. ὁμοίως τῷ βῶλος ἄρουρα.

### θ 10

Θαλάττιον κῦμα.

### θ 11

Θαλαττοκοπεῖς: ματαιολογεῖς. ταράττῃ, θορυβῇ. ἀπὸ τῆς θαλάττης, ἢ ὅταν ὑπὸ ἀνέμων ταραχθῇ, ἀλλήλοις συγκρούει τὰ κύ‐ ματα. λύσις ὀνείρου Νικηφόρου πατριάρχου· θάλατταν ἰδεῖν μειδιῶσαν εὔθε‐ τον. φλοῖσβος θαλάσσης πραγμάτων δηλοῖ κλόνον. νῆξις θαλάσσης ἀγρίας δηλοῖ λύπας. νῆξις θαλάσσης ἡμέρου τὄναρ καλόν.

### θ 12

Θαλέεσσι: τρυφαῖς, θάλλειν ποιούσαις. τὼ μὲν ἐγὼ θαλέεσσιν ἀνέτρεφον. ἦν γὰρ Ἐρώτων καὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος. τουτέστι βλάστημα.

### θ 13

Θαλέθοντες: θάλλοντες.

### θ 14

Θαλέλαιος: ὄνομα κύριον.

### θ 15

Θαλεροί: δίϋγροι, νέοι, ἀκμαῖοι, ἢ ταχεῖς. οἱ δὲ ἐπιλεξάμενοι τοὺς θαλεροὺς τῶν Ἰσαύρων ὥρμησαν ἐπὶ παράλογον πρᾶξιν. καὶ Θαλερώπιδος ἠριγενείης, τῆς εὐπροσώπου ἡμέρας.

### θ 16

Θάλεια: εὐωχία, ἀπὸ τοῦ θάλλειν. τὴν μὲν δὴ νύκτα ἐκείνην ἐν θαλείαις καὶ εὐπαθείαις διετέλεσαν. καὶ Θάλεια δαίς, ἡ θάλ‐ λουσα. σημαίνει καὶ ὄνομα Μούσης.

### θ 17

Θαλῆς, Ἐξαμύου καὶ Κλεοβουλίνης, Μιλήσιος, ὡς δὲ Ἡρόδοτος Φοῖνιξ· γεγονὼς πρὸ Κροίσου, ἐπὶ τῆς λεʹ ὀλυμπιάδος, κατὰ δὲ Φλέγοντα γνωριζόμενος ἤδη ἐπὶ τῆς ζʹ. ἔγραψε περὶ μετεώρων ἐν ἔπεσι, Περὶ ἰσημερίας, καὶ ἄλλα πολλά. ἐτελεύτησε δὲ γηραιός, θεώ‐ μενος γυμνικὸν ἀγῶνα, πιληθεὶς δὲ ὑπὸ τοῦ ὄχλου καὶ ἐκλυθεὶς ὑπὸ τοῦ καύματος. πρῶτος δὲ Θαλῆς τὸ τοῦ σοφοῦ ἔσχεν ὄνομα καὶ πρῶτος τὴν ψυχὴν εἶπεν ἀθάνατον ἐκλείψεις τε καὶ ἰσημερίας κατεί‐ ληφεν. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα· καὶ τὸ θρυλλούμενον· γνῶθι σαυτόν. τὸ γάρ, ἐγγύα, πάρα δ’ ἄτα, Χίλωνός ἐστι μᾶλλον, ἰδιοποιη‐ σαμένου αὐτό· καὶ τό, μηδὲν ἄγαν.

### θ 18

Θαλῆς, ὁ φυσικὸς φιλόσοφος, ἐπὶ Δαρείου προειπὼν τὴν τοῦ ἡλίου ἔκλειψιν. καὶ Ἀριστοφάνης φησίν, ἄνθρωπος Θαλῆς. ἀντὶ τοῦ ἄκρος τὴν ἀστρονομίαν. κλίνεται δὲ Θαλοῦ· Θάλης δὲ Θάλητος. παρατηρητέον δέ, ὡς ὅτι ἀπ’ εὐθείας τῆς Θαλῆς, ὡς Ἑρμῆς Ἑρμῆν, Θαλῆν ἔκλινεν Ἀριστοφάνης. καὶ Ἑρμέας ὡς Θαλέας. διχῶς δὲ τοὔνομα ἐκφωνητέον· βαρυτόνως μὲν Θάλης, ὡς Χρέμης, οὗ ἡ γενικὴ Θάλητος, ὡς Χρέμητος.

### θ 19

Θαλῆς Θαλῆτα χρημάτων ἐλευθεροῖ.

### θ 20

Θάλης, Θάλητος· Θαλῆς δὲ Θαλοῦ.

### θ 21

Θαλήτας, Κρής, ἢ Ἰλλυριός, λυρικός, γεγονὼς πρὸ Ὁμήρου. μέλη.

### θ 22

Θαλήτας, Κνώσσιος, ῥαψῳδός. ποιήματά τινα μυθικά.

### θ 23

Θαλίαις: ἑορταῖς.

### θ 24

Θαλλός: κλάδος ἐλαίας, ἢ πᾶν τὸ θάλλον. ἔχοντες θαλλοὺς ὡσεὶ δέκα τὸν ἀριθμὸν ἔπεμψαν ἄνδρας.

### θ 25

Θάλλω· δοτικῇ.

### θ 26

Θαλπόμενοι: ἐξαπατώμενοι. Ἰώσηπος· τοὺς δὲ ὑποθαλπο‐ μένους ἐλπίδι συγγνώμης, εἰ παρακρατηθεῖεν, ἐπιλελῆσθαι τῶν ἰδίων τολμημάτων.

### θ 27

Θάλπω· αἰτιατικῇ.

### θ 28

Θαλπωρή: παραμυθία.

### θ 29

Θαλπνότερον: λαμπρότερον, θερμότερον. Πίνδαρος· μηκέτ’ ἀθλίου σκόπει θαλπνότερον ἄλλο ἐν ἡμέρᾳ φαεννὸν ἄστρον, ἐρήμας δι’ αἰθέρος.

### θ 30

Θαλπτήρια: θάλλειν ποιοῦντα, περισκέποντα. σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα.

### θ 31

Θαλυκρόν: διάπυρον. ἐν Ἐπιγράμμασι· καὶ τὸ θαλυκρὸν κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης.

### θ 32

Θαλύσιον: τὸ ὑπὲρ εὐθαλίας διδόμενον.

### θ 33

Θαλφθῇ: ἐξαπατηθῇ τῇ τῶν λόγων περιδρομῇ, δελεασθῇ. Ἀρι‐ στοφάνης· ἤδη κρατήσειν, αἴκε μὴ θαλφθῇ λόγοις. καὶ Θαλπό‐ μενοι, ἐξαπατώμενοι.

### θ 34

Θαμά: συνεχῶς, πυκνῶς, διηνεκῶς.

### θ 35

Θαμέες: πυκνοί. καὶ Θαμειαί. καὶ Θαμειός.

### θ 36

Θαμίζεις: πυκνάζεις, συχνάζεις.

### θ 37

Θαμινάς. καὶ Θαμινῶς: συνεχῶς, πυκνῶς.

### θ 38

Θαμινός: ὁ πυκνός. καὶ Θαμινώτατος, ὁ πυκνότατος.

### θ 39

Θάμνος: ἡ ῥίζα. ἀπὸ τῆς ἐν τῇ γῇ θέσεως. Ὅμηρος δὲ τὰ πολυπληθῆ φησι τῶν φύλλων. θάμνῳ ὑπ’ ἀμφικόμῳ κατακείμενος. ἀρσενικῶς Ἰώσηπος· ἐν ᾧ καὶ τὰ περὶ τὸν θάμνον καὶ τὰ ἄλλα φαν‐ τάσματα συντυχεῖν προειρήκαμεν.

### θ 40

Θάμνοις: συμφύτοις τόποις.

### θ 41

Θάμυρις ἢ Θαμύρας, Θρᾷξ, ἐξ Ἠδωνῶν, τῆς ἐν Βρίγκοις πόλεως, υἱὸς Φιλάμμωνος καὶ Ἀρσινόης, ἐποποιὸς ὄγδοος πρὸ Ὁμή‐ ρου· κατὰ δὲ ἄλλους πέμπτος· οἱ δὲ ἀπ’ Ὀδρύσσης. οὗτος ὁ Θάμυ‐ ρις, ἐπειδὴ εἰς τὰς Μούσας ὕβρισεν, ἐπηρώθη. φέρεται δὲ αὐτοῦ Θεολογία εἰς ἔπη τρισχιλία. καὶ πρῶτος ἠράσθη παιδὸς Ὑμεναίου τοὔνομα, υἱοῦ Καλλιόπης καὶ Μάγνητος. οἱ δὲ Κρῆτά φασί τινα Τάλωνα Ῥαδαμάνθυος ἐρασθῆναι. οἱ δὲ Λάϊόν φασιν ἐρασθῆναι πρώ‐ του Χρυσίππου, τοῦ Πέλοπος υἱοῦ. οἱ δὲ Ἰταλιώτας πρώτους κατ’ ἀνάγκην στρατείας εὑρέσθαι τοῦτο. κατὰ δὲ ἀλήθειαν αὐτὸς ὁ Ζεὺς πρῶτος ἠράσθη Γανυμήδους.

### θ 42

Θάμυρις μαίνεται: ἐπὶ τῶν κατὰ σύνεσιν παράλογα δοκούν‐ των πράττειν.

### θ 43

Θανατᾶν καὶ Θανατιᾶν· οὕτως ἄγαν αὐτοῖς συμβεβήκει τὸν μὲν φονᾶν, τὸν δὲ θανατιᾶν. λύσις ὀνείρου· θανὼν καθ’ ὕπνους φρον‐ τίδων ἔσῃ δίχα.

### θ 44

Θάνατος: κακῶν ἀπόδρασις, καὶ ὥσπερ ἔκ τινος χειμῶνος ἀν‐ αγκαῖος ὅρμος. τὸ γὰρ ὑγιαίνειν ἐν τῷ τεθνάναι ἐστὶ μᾶλλον ἢ ἐν τῷ ζῆν.

### θ 45

Θανατῶν: θανάτου ἐπιθυμῶν. Οὐεσπασιανὸς ἐκέλευε μὴ συμπλέκεσθαι θανατῶσιν ἀνθρώποις· οὐδὲν γὰρ ἀλκιμώτερον ἀπογνώ‐ σεως. Αἰσχύλος· μόνος θεῶν γὰρ θάνατος οὐ δώρων ἐρᾷ. λέγεται δὲ θανατῶν· αἰτιατικῇ· καὶ ὁ ἀποκτένων. καὶ θανατῶσιν ἀνθρώποις.

### θ 46

Θάπτω· αἰτιατικῇ.

### θ 47

Θαρραλέον: θάρσος. Θρασὺς θαρραλέου διαφέρει· ὅτι ὁ μὲν θρασὺς διαβολὴν ἔχει κακὸς ὤν, ὁ δὲ θαρραλέος ὡς ἀγαθὸς ἐπαινεῖται. Ὑπερίδης φησὶν ἐν τῷ Κυθνιακῷ· οἱ μὲν θρασεῖς ἄνευ λογισμοῦ πάντα πράττουσιν, οἱ δὲ θαρραλέοι μετὰ λογισμοῦ τοὺς προσπεσόντας κινδύνους ἀνέκπληκτοι ὑπομένουσιν.

### θ 48

Θαρραλέος: ὁ εὔτολμος. καὶ Θαρραλεώτερος, εὐτολμότερος. Θαρσαλέως δὲ ἐπιρρηματικὸν διὰ τοῦ ω μεγάλου, ἀντὶ τοῦ εὐθαρ‐ σῶς καὶ ἀνδρείως.

### θ 49

Θαργήλια: ἑορτὴ Ἀρτέμιδος καὶ Ἀπόλλωνος. καὶ μὴν Θαργη‐ λιών. καὶ ὁ τῶν σπερμάτων μεστὸς χύτρος ἱεροῦ ἑψέματος. ἥψουν δ’ ἐν αὐτῇ ἀπαρχὰς τῷ θεῷ τῶν πεφηνότων καρπῶν, ὀνομαζόμενον ἀπὸ τοῦ θέρειν τὴν γῆν, τὸν αὐτὸν ὄντα τῷ ἡλίῳ. ἵσταντο δὲ ἐν αὐτῇ καὶ χοροί. καὶ ἀγαθῶν Θαργήλια.

### θ 50

Θαργήλια: ἑορτὴ τὰ Θαργήλια· ἄγεται δὲ Θαργηλιῶνι μηνί, ὅς ἐστιν ἱερὸς Ἀπόλλωνος.

### θ 51

Θαργηλία, Ἀγησαγόρου θυγάτηρ, βασιλεύσασα Θεσσαλῶν λʹ ἔτη, Μιλησία τὸ γένος, ἀναιρεθεῖσα δὲ ὑπό τινος Ἀργείου, δεθέντος ὑπ’ αὐτῆς.

### θ 52

Θαρρελείδης· Σύμμαχος· Ἀσωπόδωρος. Διδυμαχίας, ὁ ἀδελφὸς αὐτοῦ, ἐπὶ σμικρότητι διεβέβληντο τοῦ σώματος.

### θ 53

Θαρρῶ σοι.

### θ 54

Θαρσεῖς τὴν Καρχηδόνα, τὴν τῆς Λιβύης προκαθημένην, Ἠσαΐας καὶ Ἰεζεκιὴλ ὀνομάζουσι. Σαβὰ δὲ Αἰθιοπικὸν ἔθνος. ἀλλὰ Λίβυες μέν, οἱ καὶ Ἄφροι προσαγορευόμενοι, τὰ ἑσπέρια τῆς οἰκουμένης κατέχουσι τμήματα, Αἰθίοπες δὲ τὰ ἑῷα καὶ νότια, Ἄραβες δὲ τὴν μέσην ἤπει‐ ρον, οἱ δὲ Νησιῶται τῆς θαλάσσης τὰ μέσα. τούτους ἔφης προπεσεῖσθαι ἐνώπιον τοῦ θεοῦ. ἐνώπιον τοῦ θεοῦ προπεσοῦνται Αἰθίοπες. Δαβίδ.

### θ 55

Θαρσεῖς, χώρα τῆς Ἰνδικῆς, ὅθεν ἤρχετο τῷ Σολομῶντι τὸ χρυσίον.

### θ 56

Θαρσίς, Θαρσίδος: ἡ πόλις· οἱ Θαρσεῖς δὲ τὸ ἔθνος.

### θ 57

Θάρσυνος: τεθαρρηκώς.

### θ 58

Θασίαν κυκῶσι λιπαράμπυκα. διαφέρει δὲ θάρσος θράσους· θάρσος μὲν γὰρ λέγεται τὸ εὔλογον παράστημα τῆς ψυχῆς, θράσος δὲ τοὐναν‐ τίον. Ἀριστοφάνης. οἷον φιάλην Θασίου οἴνου πεπληρωμένην. ἄμπυξ δὲ λέγεται τὸ περιέχον. νῦν οὖν τὸ πῶμα τοῦ ἀγγείου λέγει· λιπαρὸν μὲν διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ παρὰ τὸ πυκάζειν καὶ καλύπτειν τὸν οἶνον καταχρηστικῶς. λείπει τὸ λάγυνον, ἐπεὶ κατα‐ χρίονται πίσσῃ τὸ στόμα· οὐ πιθανῶς· οὐδέπω γὰρ τότε Θάσιος οἶνος εὐδοκίμει παρ’ Ἀθηναίοις. οἱ δέ, ὅτι Θάσιοί τινες ῥαφανῖδες λέγον‐ ται. λέγει δὲ τὴν ἠρτυμένην καὶ βρασσομένην. οἱ δὲ Θάσιον βάμμα φασὶ λέγεσθαι. οἱ δὲ τὴν λεγομένην θερμοπότιδα, ἢ Θασίαν ζωμάλμην, εἰς ἣν ἀπέβαπτον τὰ ἠνθρακωμένα τῶν ἰχθύων.

### θ 59

Θάσιος οἶνος. καὶ παροιμία· εἰ Θάσιον ἐνέχεις. ἐπειδὴ ἐν Θάσῳ ᾤκει Στάφυλος ὁ ἐρώμενος Διονύσου. διαφέρει δὲ ὁ Θάσιος οἶνος. ἐνέχεις δὲ ἀντὶ τοῦ ἐκίρνας.

### θ 60

Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων.

### θ 61

Θάτερα: ἑτέρως. ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς κεῖται, παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα. χρὴ δ’ ἐκτὸς ὄντα πημάτων τὰ δείν’ ὁρᾶν· χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον σκοπεῖν μάλιστα, μὴ διαφθαρεὶς λάθῃ.

### θ 62

Θάτερον: ἕτερον μέρος.

### θ 63

Θᾶττον ἀναπνοῆς: τάχιον. ἢ ἀντὶ τοῦ μᾶλλον. τὰ σιτία τῆς τεκούσης θᾶττον ἐπιπέμψειεν ἄν. ὑπάτου δὲ παρόντος, θᾶττον ἢ κατὰ δόξαν ἐτελέσθη τὸ ἔργον. καὶ αὖθις· ὁ δὲ θᾶττον ἢ φρονιμώ‐ τερον ἐγχειρεῖν ἔγνω τοῖς λόγοις. καὶ αὖθις· θᾶττον ἀναπνοῆς αὐτοὺς ἐπέπτυξαν καὶ συγκλείσαντες κατηκόντισαν. καὶ αὖθις· ὧν θᾶττον ἂν ἴδοις τὴν καρδίαν ἢ τὰ ἐν τῇ καρδίᾳ, ἀδυνατούσης τῆς γλώττης ἐξερμηνεῦσαι τὴν γνώμην.

### θ 64

Θᾶττον ἢ Βούτης: ἐπὶ τῶν ῥᾳδίως γινομένων. τούτου γὰρ μόνον ἐφαίνετο τὸ κράνος καὶ ὁ ὀφθαλμός· τὰ δὲ λοιπὰ ὑπὸ τοῦ ὄρους ἐκρύπτετο.

### θ 65

Θᾶττον ὁ τόκος Ἡρακλείτω Περινέω τρέχει: οὗτος ἐθαυ‐ μάσθη ἐπὶ τάχει. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν δανειζομένων διὰ τὸν τόκον.

### θ 66

Θᾶσσον γὰρ ἄν τις τὴν πᾶσαν ψάμμον ἐξαριθμήσειεν, ἢ ὅσους οὗτος ἀνῄρηκε. τὴν δὲ χώραν διαριθμούμενος, ἔρημον οὖσαν τῶν ἐνοικούντων, μυριάδας μυριάδων μυρίας φημὶ ἀπολωλέναι.

### θ 67

Θαύλων, Θαύλωνος. ὃς τῷ ἰδίῳ πελέκει ἀπέκτεινε τὸν βοῦν τὸν φαγόντα τὸ πόπανον, ὅπερ ἦν παρεσκευασμένον εἰς τὴν θυσίαν ἐν τοῖς Διϊπολίοις. καὶ ζήτει ἐν τῷ Βουφόνια.

### θ 68

Θαυμάζω: ὅτε πρὸς γενικὴν συντάσσομεν, τὸ καταγινώσκω ση‐ μαίνει, πρὸς δὲ αἰτιατικὴν τὸ ἐπαινῶ. σημαίνει δὲ καὶ τὸ ἐθεῶντο. ἱστάμενοι θαύμαζον. θαυμάζω δὲ ἔγωγε, πῶς τοσούτων εἰρημένων, ἐκείνων μὲν ὄντων πολλῶν καὶ καλῶν ἐπελάθου· τὸ γὰρ οὐκ ἐνόη‐ σας, οὔ ποτ’ ἂν εἴποιμι περὶ σοῦ, πλὴν εἰ μὴ πρότερον ἐμαυτὸν πολλάκις ἀγνοήσαιμι.

### θ 69

Θαυμάλωψ: ὁ ἡμίφλεκτος ἢ ὁ διακεκαυμένος ἄνθραξ.

### θ 70

Θαυμάσας ἔχω: ἀντὶ τοῦ ἐθαύμασα Ἀττικῶς. οὔτ’ εἴ τι μῆκος τῶν λόγων ἔθου, παῖ, θαυμάσας ἔχω.

### θ 71

Θαυμάσια ἐν γῇ Χάμ. Θαυμάσια ἐπὶ θεοῦ, τὰ ἐπ’ εὐεργεσίαις τινῶν γινόμενα. δύναμις δὲ φοβερῶν ἡ ἐπὶ τιμωρίᾳ ἑτέρων δειχθεῖσα μεγαλουργία.

### θ 72

Θαυμασταί· ἐκπλαγεῖς ἠκολούθουν, οἱ μὲν σοφίας, οἱ δὲ εἴδους, οἱ δὲ διαίτης, οἱ δὲ σχήματος, οἱ δὲ πάντων ὁμοῦ θαυμασταὶ ὄντες.

### θ 73

Θαυμαστούς· μεγάλας ἔχων ἐλπίδας θαυμαστούς τινας ἐξοίσεσθαι μισθοὺς τῆς προδοσίας.

### θ 74

Θαψακηνός: ἀπὸ τόπου.

### θ 75

Θαψίνῃ· γυναικὶ κλητεύειν ἐοικὼς θαψίνῃ.

### θ 76

Θαιμανίτης: ὁ ἀπὸ Θαιμάν, ὅ ἐστιν ...

### θ 77

Θαιρούς: τοὺς στροφεῖς τῆς θύρας.

### θ 78

Θεαγένης, Ἀθηναῖος ἄρχων, φιλότιμος ἀνὴρ καὶ μεγαλοφυής, Ἑλλήνων τε ὅτι μάλιστα χρήμασι λαμπρυνόμενος, οἷς εἰς δέον ἐχρῆτο τὰ πολλὰ πόλεών τε ἐνίων τὰ πταίσματα ἐπανορθούμενος καὶ τοῖς δεομένοις τῶν ἀνθρώπων ἐπικουρῶν, οὐ μιᾷ χειρὶ δωρούμενος ἀλλ’ ἀμφοῖν, κατὰ τὴν παροιμίαν. ἦν γὰρ φιλόδωρός τε καὶ μεγαλόδωρος εἰς ὑπερβολήν. ἀναλοῦτο δὲ αὐτῷ πολλὰ τῶν χρημάτων εἴς τε δι‐ δασκάλους καὶ ἰατροὺς καὶ τὴν ἄλλην τῆς πατρίδος εὐθημοσύνην. ταῦτα μὲν ἀξιέπαινα τῶν Θεαγένους. ὢν δὲ θυμοειδὴς καὶ οὐδαμοῦ καταφρονεῖσθαι ἀνεχόμενος, ἀλλὰ καὶ θεραπεύεσθαι σπουδάζων ὑπὸ πάντων, καὶ οὐχ ἥκιστα τῶν φιλοσοφούντων, ὑπερορῶν δὲ καὶ δια‐ πτύων τοὺς ἄλλους καὶ μάλιστα τοὺς ἐν δυνάμει δοκοῦντας εἶναι καὶ προθυμουμένους ἐν τῇ Ῥωμαίων πολιτείᾳ λαμπρύνεσθαι, καὶ τὰ νέα ἀξιώματα προτιμῶν τῶν ἀρχαίων ἠθῶν τῆς εὐσεβείας, ἔλαθεν ἑαυτὸν ἐμπεσὼν εἰς τὸν τῶν πολλῶν βίον ἀποσπασθεὶς τῶν Ἑλλήνων καὶ τῶν ἔτι ἄνω προγόνων· ἔλαθε δὲ τοὺς πέλας οὐκ ἔτι φίλους ἀληθι‐ νούς, ἀλλὰ κόλακας ἀπατηλοὺς κεκτημένος. οὔκουν ἔτι διέσῳζε τὴν πάλαι αἰδῶ πρὸς φιλοσοφίαν, ἀλλὰ τῷ μὲν λόγῳ τοὺς φιλοσόφους ἐπεποίητο περὶ ἑαυτόν, τῷ δὲ ἔργῳ τοὺς θεραπεύοντας. αὕτη πρώτη ἀρχὴ ἐγεγόνει τῆς πρὸς Μαρῖνον ὑποψίας. ὁ γὰρ Μαρῖνος ἐμμένων τῇ παραδοθείσῃ σεμνότητι τῶν φιλοσόφων ἐθεράπευε μὲν τὰ εἰκότα τὸν Θεαγένη, καὶ οὐκ ἦν τις ἄρα πρὸς αὐτὸν ἀλαζὼν οὐδὲ σκαιὸς οὐδὲ σοβαρὸς τὴν ἔντευξιν οὐδὲ δυσόμιλος οὐδὲ ἄλλως ὑπὲρ τὸν ἰδιώτην εἶναι βουλόμενος, ἀλλὰ προσδεχόμενός τε καὶ προπέμπων ἐγίνετο δῆλος καὶ τὰς ὀφειλομένας αὐτῷ τιμὰς ἀπονέμων, οἵας ὠφεί‐ λετο πρωτεύων ἀνὴρ ἐν τῇ πόλει, τάχα δὲ καὶ ἐν τῇ Ῥωμαίων πολι‐ τείᾳ συμπάσῃ. καὶ γὰρ ἦν τῶν Ῥωμαϊκῶν πατέρων εἷς καὶ πρῶτος τῆς περὶ τὰ βασίλεια συγκλήτου βουλῆς, τῇ τε ἐξ ἀρχῆς εὐγενείᾳ καὶ τῇ μεγαλειότητι τῶν τρόπων καὶ τῇ περὶ τοὺς λόγους διαφανεῖ σπουδῇ τε καὶ ἐπιμελείᾳ· ὥστε καὶ ὁ Μαρῖνος ἐσπούδαζεν αὐτῷ συναύξειν τὸ μέγεθος τῆς κατὰ πάντα περιφανείας.

### θ 79

Θεαγένης· ζήτει ἐν τῷ Ἀρχιάδας.

### θ 80

Θεαγένης: ὄνομα κύριον. καὶ Θεαγένους Ἑκάτειον. παροιμία· οὗτος δειλὸς ἦν· εἶχε δὲ Ἑκάτης ἄγαλμα, οὗ ἐπυνθάνετο πανταχοῦ ἀπιών. ὃς καὶ Καπνὸς ἐκαλεῖτο.

### θ 81

Θεαγένους χρήματα τά τ’ Αἰσχίνου: ἐπὶ τῶν πενήτων, ἀλαζονευομένων δέ. οὗτος γὰρ πένης ὢν ἔλεγεν ἑαυτὸν πλούσιον εἶναι. εἰσὶ δὲ καὶ ἄλλοι δύο Θεαγένεις, εἷς μὲν ὁ περὶ Ὁμήρου γράψας, ἕτερος δὲ ἐπὶ μαλακίαις σκωπτόμενος. οὗτος δὲ πένης ὢν μεγαλέμπορος ἐβούλετο εἶναι, ἀλαζών, ψευδόπλουτος. ἐκαλεῖτο δὲ Καπνός, ὅτι πολλὰ ὑπισχνούμενος οὐδὲν ἐτέλει. καὶ ὁ Αἰσχίνης δὲ πένης, θρυπτόμενος καὶ αὐτὸς ἐπὶ πλούτῳ καὶ λέγων ἑαυτὸν πλού‐ σιον. ἦν δὲ Αἰσχίνης Σέλλου. ἔλεγον δὲ ἐκ μεταφορᾶς τοὺς τοιούτους Σέλλους· καὶ τὸ ἀλαζονεύεσθαι σελλίζειν.

### θ 82

Θεάμονας: θεατάς· θεωρητικούς.

### θ 83

Θεανώ, Μεταποντίνη ἢ Θουρία, Πυθαγορεία, θυγάτηρ Λεώφρο‐ νος, γαμετὴ δὲ Καρύστου ἢ Κρότωνος ἢ Βρωτίνου τοῦ Πυθαγορείου. αὕτη ἔγραψε περὶ Πυθαγόρου, Περὶ ἀρετῆς Ἱπποδάμῳ Θουρίῳ, Παραινέσεις γυναικείας καὶ Ἀποφθέγματα Πυθαγορείων.

### θ 84

Θεανώ, Κρῆσσα, φιλόσοφος, θυγάτηρ μὲν Πυθώνακτος, γαμετὴ δὲ τοῦ μεγάλου Πυθαγόρου, ἐξ οὗ ἔσχε Τηλαύγην καὶ Μνήσαρχον καὶ Μυῖαν καὶ Ἀριγνώτην. τινὲς δὲ Βρωτίνου ταύτην γενέσθαι γυναῖκα γράφουσι καὶ τὸ γένος Κροτωνιᾶτιν. Ὑπομνήματα φιλόσοφα, καὶ Ἀποφθέγματα, καὶ ποίημά τι δι’ ἐπῶν.

### θ 85

Θεανώ, Λοκρίς, λυρική· ᾄσματα λυρικὰ ἢ Λοκρικὰ καὶ μέλη.

### θ 86

Θεαρίων: ὄνομα κύριον· φυλάττει.

### θ 87

Θεατρεῖον: θέατρον.

### θ 88

Θεατρίζω· αἰτιατικῇ. καὶ Ἐκθεατρίζουσι, τὸ ἐξελέγχουσι. Πολύβιος· οἱ δὲ πολλοὶ τὰ μὲν ἔργα τῶν εὐτυχούντων οὐ πειρῶνται μιμεῖσθαι, τὰ δὲ πάρεργα ζηλοῦντες ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρι‐ σίαν. καὶ αὖθις· οὐ μόνον ἑαυτοὺς ἐξεθεάτρισαν, ἀλλὰ καὶ τὴν Ἑλλάδα κατέστρεψαν.

### θ 89

Θεγλαφαλασάρ· ζήτει ἐν τῷ Ἄχαζ.

### θ 90

Θεατροκρασία: ὀχλοκρασία.

### θ 91

Θεαιδέστατον: θεοῦ ἰδέαν ἔχον. εἶπε δὲ Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίας οὕτως· ἄνθρωπος, ὅς φησι μὲν πάντων θηρίων θεαιδέστατος γενέσθαι.

### θ 92

Θέαινα: θεά.

### θ 93

Θεαίτητος, Ἀθηναῖος, ἀστρολόγος, φιλόσοφος, μαθητὴς Σωκρά‐ τους, ἐδίδαξεν ἐν Ἡρακλείᾳ. πρῶτος δὲ τὰ πέντε καλούμενα στερεὰ ἔγραψε. γέγονε δὲ μετὰ τὰ Πελοποννησιακά.

### θ 94

Θεαίτητος, Ἡρακλείας Πόντου, φιλόσοφος, ἀκροατὴς Πλάτωνος.

### θ 95

Θέειν καὶ Θεῖν: τρέχειν.

### θ 96

Θέειον: θεῖον.

### θ 97

Θεείω: θαυμάζω.

### θ 98

Θεηγόροι: θεολόγοι.

### θ 99

Θεήλατος: ὑπὸ θεοῦ πεμφθείς. Μένανδρος· ὁ δὲ Ναρσῆς, ὃς εἰώθει τῶν πολεμίων ἀεὶ κρατεῖν, κατά τινα θεήλατον ὀργὴν ἔφυγε προτροπάδην.

### θ 100

Θεηπολεῖν: θεῶν εἰκόνας ἔχοντα περιπολεῖν, ἀργύριον εἰσ‐ πρασσόμενον.

### θ 101

Θεκῶος.

### θ 102

Θέκλα, Θέκλας.

### θ 103

Θέλγει: ἀγαπᾷ, ἢ κακοῖ, ἀμαυροῖ, σκοτοῖ, ἢ ἀπατᾷ, ἢ θάλπει. Θέλγειν δὲ κυρίως ἐστὶ τὸ εἰς ὃ θέλει τις ἄγειν τινά. ὅθεν καὶ θελκτήρια, τὰ ᾄσματα, ἀπὸ τῶν ᾠδῶν τοὺς ἀκούοντας θέλγειν καὶ ἄγειν εἰς τέρψιν τὸν ἀοιδόν. καὶ Τελχῖνες θελχῖνές τινές εἰσι· τὰ γὰρ θάλλοντα, φησί, βασκαίνοντες τοῖς ὕδασι τῆς φύσεως αὖα ἐποίουν ἕως φυτῶν βασκαίνοντες.

### θ 104

Θελεξίνεια: θυγάτηρ Ὠγύγου.

### θ 105

Θέλειν: ἀντὶ τοῦ δύνασθαι.

### θ 106

Θελητή: εὔκαρπος καὶ γονιμωτάτη.

### θ 107

Θελιμός.

### θ 108

Θελκτήριον. Θέλγητρον, τὸ εἰς ἡδονὴν ἄγον.

### θ 109

Θελκτώ: κολακευτική.

### θ 110

Θελξινόοις: τοῖς τὸν νοῦν ἐπαπατῶσιν. ἐν Ἐπιγράμμασι· ὡς ἂν θελξινόοισιν ἀεὶ φίλτροισι δαμάζῃς ἀνέρας.

### θ 111

Θέμεθλα: τὰ ἐσώτερα μέρη, τὰ ἐν βάθει.

### θ 112

Θέμενος τὰ ὅπλα: ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλισάμενος. Δημοσθένης καὶ Ὅμηρος καὶ Αἰσχίνης.

### θ 113

Θεμείλια: θεμέλια.

### θ 114

Θέμιν: δικαιοσύνην. Βούχετα πόλις ἐστὶ τῆς Ἠπείρου, οὐδετέρως καὶ πληθυντικῶς λεγομένη, ἥν φησι Φιλόχορος ὠνομάσθαι διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν.

### θ 115

Θέμις: τὸ δίκαιον. Αἰλιανός· εἰ θέμις καὶ τῷ Ἱμεραίῳ πρὸς Ὅμηρον τὸ ὄμμα ἀνατείνειν.

### θ 116

Θεμίσων: τυράννου ὄνομα. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησι‐ φῶντος. ὁ δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς ἔργον οὐχ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ἦν γὰρ δὴ Θεμίσων ἀνὴρ Θηβαῖος. ζήτει ἐν τῷ Βάττος.

### θ 117

Θέμιστα: νόμον, ἢ δίκην.

### θ 118

Θεμιστεύειν: ἀντὶ τοῦ χρησμῳδεῖν· Λυσίας. γέγονε δὲ τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος.

### θ 119

Θεμιστεύσαντος: ἄρξαντος, δικάσαντος. περὶ Ἀπολλωνίου τοῦ Τυανέως· καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥσπερ ἀπὸ σκήπτρου θεμι‐ στευόμενα.

### θ 120

Θεμίστεια.

### θ 121

Θέμιστις.

### θ 122

Θεμίστιος, φιλόσοφος, γεγονὼς ἐπὶ τῶν χρόνων Ἰουλιανοῦ τοῦ Παραβάτου, ὑφ’ οὗ καὶ ὕπαρχος προεβλήθη Κωνσταντινουπόλεως. γέγραφε δὲ τῆς Ἀριστοτέλους Φυσικῆς ἀκροάσεως παράφρασιν ἐν βιβλίοις ηʹ, Παράφρασιν τῶν Ἀναλυτικῶν ἐν βιβλίοις βʹ, τῶν Ἀπο‐ δεικτικῶν ἐν βιβλίοις βʹ, τοῦ Περὶ ψυχῆς ἐν βιβλίοις ζʹ· ἐν δὲ τούτῳ καὶ ἴδια παρεισήγαγε περὶ τοῦ σκοποῦ καὶ τῆς ἐπιγραφῆς τῶν Κατη‐ γοριῶν ἐν βιβλίῳ ἑνί· καὶ Διαλέξεις.

### θ 123

Θεμιστογένης, Συρακούσιος, ἱστορικός. Κύρου ἀνάβασιν, ἥτις ἐν τοῖς Ξενοφῶντος φέρεται· καὶ ἄλλα τινὰ περὶ τῆς ἑαυτοῦ πατρίδος.

### θ 124

Θεμιστοκλῆς, Ἀθηναῖος δημαγωγός, Νεοκλέους υἱός, ἄσωτος τὴν πρώτην ἡλικίαν γενόμενος, μετὰ δὲ ταῦτα στρατηγὸς αἱρεθεὶς καὶ κτίσας τὸν Πειραιᾶ καὶ ναυμαχίᾳ νικήσας τοὺς Πέρσας κατὰ Σαλαμῖνα καὶ φθονηθεὶς φεύγει πρὸς Ἀρταξέρξην τὸν τῶν Περσῶν βασιλέα καὶ σφόδρα τιμηθεὶς ὑπ’ αὐτοῦ ἠναγκάζετο μετὰ ταῦτα τοῖς Ἕλλησι πολεμεῖν. καὶ μὴ βουληθεὶς προδοῦναι τὴν πατρίδα καὶ τὸ ἑαυτοῦ κλέος, ταύρειον αἷμα πιὼν ἀπώλετο. ἔγραψεν ἐπιστολὰς φρονήματος γεμούσας.

### θ 125

Θεμιστοκλῆς, στρατηγὸς Ἀθηναίων, ὁ καταναυμαχήσας ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ τοὺς βαρβάρους, εἶθ’ ὕστερον φυγαδευθεὶς ὑπὸ τῶν Ἀθηναίων ἐπὶ προδοσίας αἰτίᾳ ψευδεῖ, καταφυγὼν πρὸς Ἀρταξέρξην, τὸν Ξέρξου τοῦ Πέρσου παῖδα, καὶ τιμηθεὶς τὰ μέγιστα παρ’ αὐτοῦ, ὡς τρεῖς πόλεις εἰς ὄψον καὶ ἄρτον καὶ ποτὸν λαβεῖν, Μαγνησίαν, Μυοῦντα, Λάμψακον. ἐπηγγείλατο οὖν τοῦ καταδουλώ‐ σασθαι τὴν Ἑλλάδα, δύναμιν εἰ λάβοι. παραγενόμενος δὲ ἅμα τῷ στρατεύματι εἰς Μαγνησίαν, καταγνοὺς ἑαυτοῦ, εἰ δι’ αὐτὸν σωθέντες Ἕλληνες δι’ αὐτοῦ δουλεύσουσι βαρβάροις, προφάσει χρησάμενος, ὡς θυσίαν ἐπιτελέσαι βούλεται καὶ ἱερουργῆσαι τῇ Λευκοφρυΐνων Ἀρτέ‐ μιδι, τῷ ταύρῳ ὑποθεὶς τὴν φιάλην καὶ ὑποδεξάμενος τὸ αἷμα, χαν‐ δὸν πιὼν ἐτελεύτησεν.

### θ 126

Θεμιστοκλέους παῖδες, Νεοκλῆς καὶ Δημόπολις ἀγωνισά‐ μενοι τὸν ἐπιτάφιον ἀγῶνα ἐν Ἀθήναις καὶ νικήσαντες ἐστεφανώθη‐ σαν ἀγνοούμενοι. καὶ Νεοκλῆς μὲν δόλιχον ἐνίκησε, Δημόπολις δὲ στάδιον. γνωρισθέντες δὲ μετὰ τὸν ἀγῶνα καταλευσθῆναι ἐκινδύνευσαν ὑπὸ τῶν Θεμιστοκλέους ἐχθρῶν, ὑπομνησάντων τοὺς Ἀθηναίους τοὺς νόμους τοὺς περὶ τῶν φυγάδων.

### θ 127

Θέμιστος: δικαιοσύνης.

### θ 128

Θεμιτή. πολλὰ γὰρ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν ηὑρίσκετο, καὶ πᾶσαν θεμιτὴν ὁδὸν ἐποίει τὸ κέρδος· τοὺς νεκροὺς γὰρ ἐνεπάτουν.

### θ 129

Θεμιτόν· Αἰλιανός· θεοὺς γὰρ οὐδαμῇ θεμιτὸν ὁρᾶν ἔτι νεκρούς, καὶ ἐὰν ὦσι πάνυ φίλοι, οὐδὲ ὄμμα χραίνειν θανασίμοις ἐκπνοαῖς.

### θ 130

Θεμιτῶς: νομίμως.

### θ 131

Θέναρ: τὸ κοῖλον τῆς χειρός. Ὅμηρος· πρυμνὸν ὑπὲρ θέναρος.

### θ 132

Θεογενεσίαν.

### θ 133

Θεογένης, Θάσιος· οὗτος ἔτι παῖς ὢν ἄγαλμα χαλκοῦν ἐν τῇ ἀγορᾷ κείμενον ἀναθέμενος ἐπὶ τοὺς ὤμους ἤνεγκεν εἰς τὸν οἶκον. ὀργιζομένων δὲ τῶν πολιτῶν, πάλιν ἀράμενος ἐκόμισεν εἰς τὴν ἀγο‐ ράν. καὶ ἀπὸ τούτου μέγα κλέος ἔσχεν ἀνὰ τὴν Ἑλλάδα.

### θ 134

Θεογείτων· Δημοσθένης ἐν τῷ αὐτῷ. Δείναρχος δὲ καὶ ἄλλοι Θεογένην ὀνομάζουσιν.

### θ 135

Θεόγνητος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Φάσμα ἢ Φιλάργυρος, Φιλοδέσποτος, Κένταυρος· ὡς Ἀθήναιος ἐν Δειπνοσο‐ φισταῖς.

### θ 136

Θέογνις, Μεγαρεύς, τῶν ἐν Σικελίᾳ Μεγάρων, γεγονὼς ἐν τῇ νθʹ ὀλυμπιάδι. ἔγραψεν ἐλεγείαν εἰς τοὺς σωθέντας τῶν Συρακου‐ σίων ἐν τῇ πολιορκίᾳ, γνώμας δι’ ἐλεγείας εἰς ἔπη ͵βωʹ, καὶ πρὸς Κῦρον, τὸν αὐτοῦ ἐρώμενον, Γνωμολογίαν δι’ ἐλεγείων καὶ ἑτέρας ὑποθήκας παραινετικάς. τὰ πάντα ἐπικῶς. ὅτι μὲν παραινέσεις ἔγραψε Θέογνις· ἀλλ’ ἐν μέσῳ τούτων παρεσπαρμέναι μιαρίαι καὶ παιδικοὶ ἔρωτες καὶ ἄλλα, ὅσα ὁ ἐνάρετος ἀποστρέφεται βίος.

### θ 137

Θέογνις, τραγῳδοποιητὴς πάνυ ψυχρός, ἐκ τῶν λʹ, ὃς καὶ Χιὼν ἐλέγετο. ἔστι δὲ καὶ ποιητὴς ὁ Θέογνις· οὗτος δ’ ἦν Με‐ γαρεύς.

### θ 138

Θεοδέκτης, Ἀριστάνδρου, Φασηλίτης ἐκ Λυκίας, ῥήτωρ, τραπεὶς δὲ ἐπὶ τραγῳδίας, μαθητὴς Πλάτωνος καὶ Ἰσοκράτους καὶ Ἀριστοτέ‐ λους. οὗτος καὶ ὁ Ἐρυθραῖος Ναυκράτης καὶ Ἰσοκράτης ὁ ῥήτωρ, ὁ Ἀπολλωνιάτης, καὶ Θεόπομπος, ἐπὶ τῆς ργʹ ὀλυμπιάδος εἶπον ἐπι‐ τάφιον ἐπὶ Μαυσώλῳ, Ἀρτεμισίας τῆς γυναικὸς αὐτοῦ προτρεψαμένης. καὶ ἐνίκησε μάλιστα εὐδοκιμήσας ἐν ᾗ εἶπε τραγῳδίᾳ. ἄλλοι δέ φασι Θεόπομπον ἔχειν τὰ πρωτεῖα. δράματα δὲ ἐδίδαξε νʹ. τελευτᾷ δὲ ἐν Ἀθήναις ἐτῶν ἑνὸς καὶ μʹ, ἔτι τοῦ πατρὸς αὐτοῦ περιόντος. ἔγραψε δὲ καὶ τέχνην ῥητορικὴν ἐν μέτρῳ, καὶ ἄλλα τινα καταλογάδην.

### θ 139

Θεοδέκτης, Φασηλίτης, ῥήτωρ, υἱὸς τοῦ προτέρου. ἔγραψεν ἐγκώμιον Ἀλεξάνδρου τοῦ Ἠπειρώτου, ἱστορικὰ ὑπομνήματα, Νόμιμα βαρβαρικά, Τέχνην ῥητορικὴν ἐν βιβλίοις ζʹ, καὶ ἄλλα πολλὰ ὑπο‐ μνήματα.

### θ 140

Θεόδμητος: ὑπὸ θεοῦ κατεσκευασμένος.

### θ 141

Θεόδοτος· οὗτος ἐπὶ Ἰουστινιανοῦ ὕπαρχος ἦν τῶν στρατευ‐ μάτων, ὃν παραλύσας τῆς ἀρχῆς Πέτρον ἐπέστησε, Βαρσυάμην καλού‐ μενον, ὃς πάλαι μὲν ἐπὶ τῆς τοῦ χαλκοῦ τραπέζης καθήμενος κέρδη αἰσχρότατα ἐκ ταύτης δὴ ἐπορίζετο τῆς ἐργασίας, τὴν περὶ τοὺς ὀβολοὺς κλοπὴν εὖ μάλα τεχνάζων καὶ τοὺς αὐτῷ ξυμβάλλοντας ἀεὶ τῷ τῶν δακτύλων τάχει ἐκκρούων. δεξιός γε ἦν κλέψαι μετὰ τῶν αὐτῷ περιπεπτωκότων ἀναίδην, ἁλοὺς δὲ ὀμόσαι καὶ τῶν χειρῶν τὸ ἁμάρτημα τῷ τῆς γλώττης περικαλύψαι θράσει. ἐν δὲ τοῖς τῶν ὑπάρχων στρατηγοῖς καταλεχθεὶς ἐς τοσοῦτον ἀτοπίας ἐλήλακεν, ὥστε τῷ βασιλεῖ ἀρέσκειν ἐς τὰ μάλιστα καὶ ἐς τῶν ἀδίκων αὐτῷ βουλευμάτων ῥᾷστα ὑπουργεῖν τὰ ἀμήχανα, τούς τε στρατευομένους ἀποστερῶν τὰς συντάξεις ἁπάσας καὶ ὠνίους τὰς ἀρχὰς ἔτι μᾶλλον ἢ πρότερον προθήσας.

### θ 142

Θεοδόσιος, φιλόσοφος. ἔγραψε Σφαιρικὰ ἐν βιβλίοις γʹ, Ὑπό‐ μνημα εἰς τὰ Θευδᾶ κεφάλαια, Περὶ ἡμερῶν καὶ νυκτῶν δύο, Ὑπό‐ μνημα εἰς τὸ Ἀρχιμήδους Ἐφόδιον, Διαγραφὰς οἰκιῶν ἐν βιβλίοις τρισί, Σκεπτικὰ κεφάλαια, Ἀστρολογικά, Περὶ οἰκήσεων.

### θ 143

Θεοδόσιος· ἔγραψε δι’ ἐπῶν εἰς τὸ ἔαρ, καὶ ἕτερα διάφορα. ἦν δὲ Τριπολίτης.

### θ 144

Θεοδόσιος, βασιλεὺς Ῥωμαίων, μετὰ τὴν Μαξίμου τοῦ τυράννου ἀναίρεσιν καὶ τὴν ἧτταν καὶ σφαγὴν τῶν ἐν τοῖς ἕλεσι κρυπτομένων Σκυθῶν καὶ σφαγὴν Ῥωμαίων ἐς τὴν Κωνσταντινούπολιν ἐλθὼν πολέμοις μὲν ἀπειπεῖν ἐγνώκει καὶ μάχαις, ἐπιτρέψας τὰ περὶ ταῦτα Προμώτῳ· αὐτὸς δὲ τῆς προτέρας ἀνεμιμνήσκετο διαίτης, πολυτελῆ δεῖπνα δειπνῶν καὶ πολυπραγμονῶν, ταῖς ἡδοναῖς καὶ τοῖς θεάτροις καὶ ἱπποδρομίαις ἐναβρυνόμενος. θαυμάζω δὲ τούτου τὴν ἐφ’ ἑκάτερα τοῦ βίου ῥοπήν· φύσει γὰρ ὢν ἐκμελὴς ῥᾳθυμίᾳ τε πάσῃ ἐκκείμενος, λυπηροῦ μὲν αὐτὸν οὐδενὸς ἦν δέος ἐπάγοντος ἢ ἐνοχλοῦντος, ἐν‐ εδίδου τῇ φύσει. καθιστάμενος δὲ ἐς ἀνάγκην σαλεύειν κατά τινα καθεστῶτα προσδοκωμένην, ἀπετίθετο μὲν τὴν ῥᾳθυμίαν καὶ τῇ τρυφῇ χαίρειν εἰπὼν ἐς τὸ ἀνδρωδέστερον καὶ ἐπίπονον καὶ τληπαθὲς ἀνεχώ‐ ρει. τοιοῦτος ἐξ αὐτῆς ἀποδεδειγμένος τῆς πείρας, ἐπειδὴ πάσης ἦν ἀπηλλαγμένος φροντίδος, ταῖς αὐτῷ φύσει προσούσαις ἐκμελείαις ἐδού‐ λευε. τῶν δὲ τὰς ἀρχὰς μετιόντων κατ’ ἐξαίρετον ἐν τιμῇ ἤγετο Ῥουφῖνος, Κελτὸς τὸ γένος, μάγιστρος τῶν ἐν τῇ βουλῇ τάξεων καταστάς. ὁ αὐτὸς μετὰ τὸ ἀναγορεῦσαι τὸν υἱὸν αὐτοῦ Ὁνώριον ἐν τῇ Ῥωμαίων βασιλείᾳ συνεκάλεσε τὴν γερουσίαν, τοῖς πατρίοις ἐμμένου‐ σαν ἔθεσι καὶ οὐχ ἑλομένην ἐνεχθῆναι τοῖς περὶ τῶν θεῶν ἀποκλίνασι καταφρόνησιν, λόγους τε προσῆγε, παρακαλῶν ἀφιέναι μὲν ἣν πρό‐ τερον εἵλοντο πλάνην, ἑλέσθαι δὲ τὴν τῶν Χριστιανῶν πίστιν, ἧς ἐπαγγελία παντὸς ἁμαρτήματος καὶ πάσης ἀσεβείας ἀπαλλαγή. μη‐ δενὸς δὲ τῇ παρακλήσει πεισθέντος μηδὲ ἑλομένου τῶν ἀφ’ οὗπερ ἡ πόλις ᾠκίσθη παραδεδομένων αὐτοῖς πατρίων ἀναχωρῆσαι καὶ προ‐ τιμῆσαι τούτων τὰ Χριστιανῶν· ἐκεῖνα μὲν φυλάξαντας διακοσίοις καὶ χιλίοις σχεδὸν ἔτεσιν ἀπόρθητον τὴν πόλιν οἰκεῖν, ἕτερα δὲ ἀντὶ τούτων ἀλλαξαμένους τὸ ἐκβησόμενον ἀγνοεῖν· ὁ δὲ βαρύνεσθαι ἔλεγε τὸ δημόσιον τῇ περὶ τὰ ἱερὰ καὶ τὰς θυσίας δαπάνῃ, βούλεσθαί τε ταῦτα περιελεῖν, οὔτε τὸ πραττόμενον ἐπαινοῦντα, καὶ ἄλλως τῆς στρατιωτικῆς χρείας πλειόνων δεομένης χρημάτων. τῶν δὲ ἀπὸ τῆς γερουσίας μὴ κατὰ θεσμὸν εἰπόντων πράττεσθαι τὰ τελούμενα, μήτε δημοσίου δαπανήματος ὄντος, διὰ τοῦτο τοῦ θυηπολικοῦ θεσμοῦ λήξαν‐ τος, ἡ Ῥωμαίων ἐπικράτεια κατὰ μέρος ἠλαττώθη. ὅτι ὁ ἅγιος Θεοδόσιος, ὁ Κοινοβιάρχης, ἐπὶ Ἀναστασίου βασιλέως ἦν, τοῦ Δικόρου, τοῦ αἱρετικοῦ.

### θ 145

Θεοδόσιος, βασιλεὺς Ῥωμαίων, ὁ μικρός. οὗτος διαδεξάμενος παρὰ πατρὸς τὴν ἀρχήν, ἀπόλεμος ὢν καὶ δειλίᾳ συζῶν καὶ τὴν εἰρή‐ νην χρήμασιν οὐχ ὅπλοις κτησάμενος, πολλὰ προεξένησε κακὰ τῇ Ῥωμαίων πολιτείᾳ. ὑπὸ γὰρ τοῖς εὐνούχοις τραφεὶς πρὸς πᾶν σφίσιν ἐπίταγμα εὐπειθὴς ἦν· ὥστε καὶ τοὺς λογάδας τῆς ἐκείνων δεῖσθαι ἐπικουρίας καὶ πολλὰ νεοχμεῖσθαι ἐν τοῖς πολιτικοῖς καὶ στρατιωτικοῖς τάγμασι, μὴ παριόντων ἐς τὰς ἀρχὰς ἀνδρῶν τῶν διέπειν ταύτας δυναμένων, ἀλλὰ τῶν χορηγούντων χρυσίον, διὰ δὲ τὴν τῶν εὐνούχων πλεονεξίαν καὶ τῶν Σεβαστιανοῦ δορυφόρων πειρατικὸν συστὰν τόν τε Ἑλλήσποντον καὶ τὴν Προποντίδα διαταράξαι. ἐς τοῦτο τὰ πράγ‐ ματα ἀτοπίας οἱ εὐνοῦχοι παρεσκεύασαν ἀποβουκολοῦντες τὸν Θεοδό‐ σιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν, οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης δια‐ πράξασθαι παρεσκεύασαν· ἀλλ’ εἰς νʹ ἐτῶν ἡλικίαν ἐληλυθὼς διετέλεσε, βαναύσους τέ τινας μετιὼν τέχνας καὶ θήρᾳ προσκαρτερῶν· ὥστε τοὺς εὐνούχους καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς βασιλείας κράτος. ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τελευτήσαντος. ὅτι ἐν τῷ Μιλίῳ Θεοδοσίου ἵστατο στήλη ἐφ’ ἵππου χαλκῆ, ἣν ἀνεγείρας πολλὰ σιτη‐ ρέσια τῇ πόλει ἐχαρίσατο. ζητητέον δὲ ὁποίου Θεοδοσίου. ὅτι Θεοδόσιος ὁ μικρὸς καταλύσας Ἀντίοχον τὸν πραιπόσιτον ἐν τοῖς πρεσβυτέροις κατέταξεν. ὁ αὐτὸς Κῦρον τὸν τούτου διαδεξάμενον τὴν δυναστείαν καὶ τὰς δύο μεγίστας τῶν ἐπάρχων ἀρχὰς κατὰ τὸν αὐτὸν διανύοντα χρόνον. ὃς τὴν τοσαύτην εὐπραγίαν θαυμάσας ἀπεφθέγξατο τόδε· οὐκ ἀρέσκεις μοι τύχη πολλὰ γελῶσα. καθαιρεῖται γοῦν καὶ αὐτὸς ὡς Ἕλλην καὶ βασιλείαν ἐλπίζων, καὶ τῆς οὐσίας αὐτοῦ δημευ‐ θείσης γέγονεν ἐπίσκοπος ἐν Κοτυαείῳ τῆς Φρυγίας. μετὰ δὲ τοῦτον ἐδυνάστευσε μόνος Χρυσάφιος, ὁ ἐπίκλην Ζούμμας.

### θ 146

Θεόδουλος· ἐμαρτύρησεν οὗτος ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου. καὶ ζήτει ἐν τῷ Ἀμάχιος.

### θ 147

Θεοδώριτος: ὄνομα κύριον. Θεοδώρητος δὲ διὰ τοῦ η, ἡ δωρεὰ τοῦ θεοῦ.

### θ 148

Θεοδώριχος: ὄνομα κύριον.

### θ 149

Θεόδωρος, Βυζάντιος, σοφιστής, ὃς ὑπὸ Πλάτωνος λογοδαίδα‐ λος ἐκλήθη. ἔγραψε κατὰ Θρασυβούλου, κατὰ Ἀνδοκίδου, καὶ ἄλλα τινά.

### θ 150

Θεόδωρος, ὁ ἐπίκλην Ἄθεος, ὃς ἠκροάσατο Ζήνωνος τοῦ Κιτιέως, διήκουσε δὲ καὶ Βρύσωνος καὶ Πύρρωνος τοῦ Ἐφεκτικοῦ. ἀδιαφορίαν δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεο‐ δώρειος ἐκλήθη. οὗτος ἔγραψε πολλὰ συντείνοντα εἰς τὴν οἰκείαν αἵρεσιν, καὶ ἄλλα τινα. οὗτος εἶπε πρὸς Ἱππαρχίαν, τὴν γυναῖκα Κράτητος· αὕτη ἐστὶν ἡ τὰς πρὸς ἱστοὺς ἐκλιποῦσα κερκίδας καὶ τρί‐ βωνα φοροῦσα.

### θ 151

Θεόδωρος, Γαδαρεύς, σοφιστής, ἀπὸ δούλων, διδάσκαλος γεγο‐ νὼς Τιβερίου Καίσαρος. ἐπεὶ δὲ συνεκρίθη περὶ σοφιστικῆς ἀγωνισά‐ μενος Ποτάμωνι καὶ Ἀντιπάτρῳ ἐν αὐτῇ τῇ Ῥώμῃ, ἐπὶ Ἀδριανοῦ Καίσαρος ὁ υἱὸς αὐτοῦ Ἀντώνιος συγκλητικὸς ἐγένετο. βιβλία δὲ ἔγραψε Περὶ τῶν ἐν φωναῖς ζητουμένων γʹ, Περὶ ἱστορίας αʹ, Περὶ θέσεως ἕν, Περὶ διαλέκτων ὁμοιότητος καὶ ἀποδείξεως βʹ, Περὶ πολι‐ τείας βʹ, Περὶ Κοίλης Συρίας αʹ, Περὶ ῥήτορος δυνάμεως αʹ, καὶ ἄλλα.

### θ 152

Θεόδωρος, ποιητής, ὃς ἔγραψε διάφορα δι’ ἐπῶν, καὶ εἰς Κλεοπάτραν δι’ ἐπῶν.

### θ 153

Θεόδωρος, ἀπὸ ἀναγνωστῶν τῆς μεγάλης ἐκκλησίας Κωνσταν‐ τινουπόλεως. ἔγραψεν Ἱστορίαν ἐκκλησιαστικὴν ἀπὸ τῶν χρόνων Κων‐ σταντίνου ἕως τῆς βασιλείας Ἰουστινιανοῦ.

### θ 154

Θεόδωρος· οὗτος ἀνεφάνη μετὰ Ἀπολινάριον τὸν Λαοδικείας τῆς Συρίας, τὴν ἡγεμονίαν λαχὼν Μοψουεστίας τῆς Κιλικίας, ἐκ δια‐ μέτρου τῷ Ἀπολιναρίῳ φερόμενος, ὕβρεις οὐ τὰς τυχούσας τολμηρᾷ ψυχῇ καὶ ἀφόβῳ καρδίᾳ καταχέων τοῦ δεσπότου Χριστοῦ, ἄνθρωπον ἕνα τῶν καθ’ ἡμᾶς καὶ κοινὸν ἀποκαλῶν καὶ ἐκ προκοπῆς λαβόντα τὴν χάριν τοῦ θεοῦ θεὸν ὀνομάζεσθαι καὶ ἐκ τοῦ ἐν Ἰορδάνῃ βαπτί‐ σματος ἀξιωθῆναι τῆς τοῦ ἁγίου πνεύματος δωρεᾶς, ἐν πρώτοις εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτισθέντα. τὸν δὲ θεὸν λόγον διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν αὐτοῦ κατ’ εὐδοκίαν ἐν αὐτῷ κατοικήσαντα μεταδοῦναι τῆς θεϊκῆς ἀξίας αὐτῷ καὶ προσκυνή‐ σεως εἰς ὕστερον μετὰ τὴν τελείωσιν. ταῦτα καὶ ἕτερα τοιαῦτα δυσφη‐ μήσας δύο φύσεις ἰδιοπεριορίστους ἐδογμάτισεν ἐπὶ Χριστοῦ, σχέσει τινὶ καὶ μόνον ἀλλήλαις ᾠκειωμένας· δευτέρα καὶ αὕτη βλάστησις τοῦ μίαν φύσιν καὶ δύο φύσεις ἐν Χριστῷ μὴ κατὰ τὸν ὀρθὸν λόγον ὁμολογεῖσθαι.

### θ 155

Θεοδρομῶν: κατὰ θεὸν πορευόμενος.

### θ 156

Θεοειδεστάτη.

### θ 157

Θεοειδής: θεοῖς τὸ εἶδος ὅμοιος.

### θ 158

Θεοειδῶς: θείως.

### θ 159

Θεοείκελος: θεοῖς τὸ εἶδος ὅμοιος.

### θ 160

Θεόθεν: ἀπὸ θεοῦ.

### θ 161

Θεόκλεια: ὄνομα κύριον.

### θ 162

Θεοκλυτήσαντες: θεοῦ ἀκούσαντες, θεὸν ἐπικαλεσάμενοι. ἐξ ὧν κατάραι καὶ θεοκλυτήσεις ἐγίνοντο κατ’ αὐτοῦ. καὶ αὖθις· μήτε μὴν καταναγκάζεσθαι τοὺς ἐν Περσίδι Χριστιανοὺς εἰς μαγικὴν μετιέναι θρησκείαν μήτε μὴν θεοκλυτεῖν ἀκουσίως τοὺς παρὰ Μήδοις νενομισμένους θεούς. καὶ αὖθις· καὶ Κυζικηνῶν θυγατέρας τὴν ὥραν διαπρεπεῖς τῇ Δαρείου θυγατρὶ Ἀρσάμῃ ξένια ἀποστεῖλαι ἐγλίχετο. αἱ δὲ καταφεύγουσιν ἐπὶ τὴν Ἄρτεμιν θεοκλυτοῦσαι καὶ τοῦ ἀγάλματος ἐκκρεμάμεναι. καὶ Αἰλιανός· οὐδαμῇ φορητὸν εἶναι τὸν βίον ἑαυτῇ μετὰ τὴν εὐνὴν τὴν ἄθεσμον πεπιστευκυῖα, θεοκλυτοῦσα καὶ μυρίας ἀρὰς Ἐφεσίοις ἐπαρωμένη, εἰ μὴ πράξαιντο τιμωρίαν τούτοις παρὰ τῶν τυράννων, ἑαυτὴν διέφθειρεν.

### θ 163

Θεόκλυτος: θεότιμος.

### θ 164

Θεοκλυτοῦντες: θεοὺς ἐπικαλεσάμενοι. καὶ ἐν ἑαυτοῖς θεο‐ κλυτοῦντες, ἅμα καὶ τῶν ὀργίων ἐμέμνηντο. τουτέστι τῶν μυστηρίων.

### θ 165

Θεοκρίνης· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἦν δὲ συκο‐ φάντης.

### θ 166

Θεόκριτος, Χῖος, ῥήτωρ, μαθητὴς Μητροδώρου τοῦ Ἰσοκρατι‐ κοῦ. ἔγραψε Χρείας· ἀντεπολιτεύσατο δὲ Θεοπόμπῳ τῷ ἱστορικῷ. φέρεται αὐτοῦ ἱστορία Λιβύης καὶ ἐπιστολαὶ θαυμάσιαι. ἔστι καὶ ἕτερος Θεόκριτος, Πραξαγόρου καὶ Φιλίννης, οἱ δὲ Σιμμίχου· Συρακούσιος, οἱ δέ φασι Κῷον· μετῴκησε δὲ ἐν Συρακούσαις. οὗτος ἔγραψε τὰ καλούμενα Βουκολικὰ ἔπη Δωρίδι διαλέκτῳ. τινὲς δὲ ἀναφέρουσιν εἰς αὐτὸν καὶ ταῦτα· Προιτίδας, Ἐλπίδας, Ὕμνους, Ἡρωΐνας, Ἐπι‐ κήδεια μέλη, ἐλεγείας καὶ ἰάμβους, ἐπιγράμματα. ἰστέον δὲ ὅτι τρεῖς γεγόνασι Βουκολικῶν ἐπῶν ποιηταί, Θεόκριτος οὑτοσί, Μόσχος Σικελιώ‐ της καὶ Βίων ὁ Σμυρναῖος, ἔκ τινος χωριδίου καλουμένου Φλώσσης.

### θ 167

Θεόληπτος: ὑπὸ θεοῦ συσχεθείς, ἔνθεος. ὁ δὲ Φιλιππικὸς θέραψ ἦν καὶ κολακικὸς καὶ μέντοι καὶ τῷ περὶ Ἀντώνιον θιάσῳ κατείλεκτο.

### θ 168

Θεολογῶ· δοτικῇ.

### θ 169

Θεομισής: ὑπὸ θεοῦ μισούμενος. θεομίσης δὲ ὁ μισῶν τὸν θεόν.

### θ 170

Θεόμητι: θεόφρονι, θεοβούλῳ.

### θ 171

Θεόπομπος, Θεοδέκτου ἢ Θεοδώρου, Ἀθηναῖος, κωμικός. ἐδί‐ δαξε δράματα κδʹ. ἔστι δὲ τῆς ἀρχαίας κωμῳδίας κατὰ Ἀριστοφάνην. δράματα δὲ αὐτοῦ εἰσὶ καὶ ἄλλα πολλά. ὅτι Ἀσκληπιὸς καὶ τῶν ἐν παιδείᾳ ἦν προμηθής. φθόῃ γοῦν Θεόπομπον ῥινώμενόν τε καὶ λειβόμενον ἰάσατο καὶ κωμῳδίαις αὖθις διδάσκειν ἐπῆρεν, ὁλόκληρόν τε καὶ σῷν καὶ ἀρτεμῆ ἐργασάμενος. καὶ δείκνυται καὶ νῦν ὑπὸ λίθῳ Θεοπόμπου· πατρόθεν ὁμολογοῦντος αὐτὸν τοῦ ἐπιγράμματος· Τισα‐ μενοῦ γὰρ ἦν υἱός· εἴδωλον Παρίας λίθου. καὶ ἔστι τὸ ἴνδαλμα τοῦ πάθους μάλα ἐναργὲς κλίνη καὶ αὐτὴ λίθου. ἐπ’ αὐτῆς κεῖται νοσοῦν τὸ ἐκείνου φάσμα, χειρουργίᾳ φιλοτέχνῳ· παρέστηκε δὲ ὁ θεὸς καὶ ὀρέγει οἱ τὴν παιώνιον χεῖρα, καὶ παῖς νεαρὸς ὑπομειδιῶν καὶ οὗτος. τί δὲ ἄρα νοεῖ ὁ παῖς; ἐγὼ συνίημι, τοῦ φιλοπαίστην ποιητὴν ὑπο‐ δηλοῦν. γελᾷ γὰρ καὶ τῆς κωμῳδίας τὸ ἴδιον διὰ συμβόλων αἰνίττεται. εἰ δὲ ἄλλος νοεῖ ἑτέρως, κρατείτω τῆς ἑαυτοῦ γνώμης, ἐμὲ δὲ μὴ ἐνοχλείτω.

### θ 172

Θεόπομπος, Χῖος, ῥήτωρ, υἱὸς Δαμασιστράτου, γεγονὼς τοῖς χρόνοις κατὰ τὴν ἀναρχίαν Ἀθηναίων, ἐπὶ τῆς Ϟγʹ ὀλυμπιάδος, ὅτε καὶ Ἔφορος, Ἰσοκράτους ἀκουστὴς ἅμα Ἐφόρῳ. ἔγραψεν ἐπιτομὴν τῶν Ἡροδότου ἱστοριῶν ἐν βιβλίοις βʹ, Φιλιππικὰ ἐν βιβλίοις οβʹ, Ἑλληνικὰς ἱστορίας· ἕπονται δὲ ταῖς Θουκυδίδου καὶ Ξενοφῶντος καὶ εἰσὶν ἐν βιβλίοις ιαʹ, ἔχουσαι τὰ ἀπὸ τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ λοιπά. ἔγραψε καὶ ἕτερα πλεῖστα.

### θ 173

Θεοπροπία: μαντεία. καὶ θεοπρόπιον· τὸ ἐκ θεοῦ μάντευμα, ἢ προφήτευμα. καὶ Θεοπροπίησιν.

### θ 174

Θεοπρόπος: μάντις, ἢ θεοῦ προφήτης.

### θ 175

Θεοπτία: ἡ θεία ὀπτασία. Ὀπτεία δὲ καὶ Ἐποπτεία.

### θ 176

Θεορρημοσύνην: τὴν θείαν διδασκαλίαν, τὴν κατήχησιν.

### θ 177

Θεόρρυτον: ἐκ θεοῦ προϊὸν ἢ προχεόμενον.

### θ 178

Θεός· ὅτι Φίλων τοῦ θεὸς καὶ κύριος τὴν σημασίαν ἑρμηνεῦσαι πειρώμενος τῆς βασιλικωτάτης τριάδος ἔννοιαν ἔσχεν. φάσκων γὰρ ὅτι εἷς ἐστι ὁ θεὸς οὐ πρὸς τὸν ἀριθμὸν κατέδραμε τῆς μονάδος, ἀλλὰ πρὸς τὸ μυστήριον τῆς ἁγίας τριάδος, τὸ τῶν μὲν πάντῃ διαι‐ ρετῶν ἑνικώτερον, τῶν δὲ ὄντως μοναδικῶν ἀφθονώτερον. καὶ οὕτω κατακράτος εἷλεν αὐτοῦ τὴν ψυχήν, ὡς εἰπεῖν, δύο μὲν εἶναι τὰς τοῦ ὄντος δυνάμεις, ὧν ἡ μὲν ποιητικὴ καὶ ἐνεργητική, φησί, καλεῖται θεός, ἡ δὲ βασιλικὴ καὶ τιμωρητικὴ κύριος. θεὸν δὲ εἶναι δοξά‐ ζουσιν Ἕλληνες ζῷον ἀθάνατον, λογικόν, τέλειον, νοερόν, ἐν εὐδαι‐ μονίᾳ, κακοῦ παντὸς ἀνεπίδεκτον, προνοητικὸν κόσμου τε καὶ τῶν ἐν κόσμῳ· μὴ εἶναι μέντοι ἀνθρωπόμορφον· εἶναι δὲ τὸν μὲν δημιουργὸν τῶν ὅλων καὶ ὥσπερ πατέρα πάντων, κοινῶς δὲ καὶ τὸ μέρος αὐτοῦ τὸ διῆκον διὰ πάντων, ὃ πολλαῖς προσηγορίαις προσονομάζεται κατὰ τὰς δυνάμεις.

### θ 179

Θεός· Δαβίδ φησι· πρὸς τὸν θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα. ἔνθεν καὶ τὸ τρισάγιον ἡμῖν ἐξύμνηται.

### θ 180

Θεός· Ἀριστοφάνης· ὅταν τις θεῶν βλάπτῃ, δύναιτ’ ἂν οὐδ’ ἂν ἰσχύων φυγεῖν. ὅμοιον τούτῳ τὸ Πινδαρικόν· θεὸς καὶ πτερόεντ’ ἀετὸν ἔκιχε, καὶ θαλασσαῖον παραμείβεται δελφῖνα. καὶ παροιμία· Θεὸς ἡ Ἀναίδεια. λέγεται κατὰ τῶν δι’ ἀναισχυντίαν τινὰ ὠφε‐ λούντων. ἐτιμᾶτο δὲ καὶ Ἀθήνησιν ἡ Ἀναίδεια, καὶ ἱερὸν ἦν αὐτῆς, ὡς Ἴστρος ἐν ιδʹ.

### θ 181

Θεὸς ἀπὸ μηχανῆς· ζήτει ἐν τῷ ἀπὸ μηχανῆς. ὅτι ἀπὸ συντάξεως ὀνό‐ ματα γίνονται· καλὸς καὶ ἀγαθὸς καὶ καλοκἀγαθία, θεὸς καὶ ἐχθρὸς θεοεχθρία.

### θ 182

Θεσσαλὸν σόφισμα: ἐπὶ τῶν μὴ εὐθυμαχούντων ἐν ταῖς παρα‐ τάξεσιν, ἀλλὰ κακουργούντων.

### θ 183

Θεοσέπτωρ: θεοσεβής.

### θ 184

Θεοσέπτου· βροντῆς θεοσέπτου, ὑπὸ θεῶν καταπεμφθείσης, θείας τινὸς καὶ τετιμημένης. βροντῆς μυκησαμένης θεοσέπτου. Ἀριστο‐ φάνης Νεφέλαις. Σοφοκλῆς δὲ λέγει· ἥκοι γὰρ ἂν θεία νόσος. τουτέστιν ἡ ἐκ θεοῦ κατασκήψασα εἴς τινα. περὶ τῆς μανίας Αἴαντος.

### θ 185

Θεοσημεία: ἡ τοῦ θεοῦ μαντεία.

### θ 186

Θεοστυγεῖς: θεομίσητοι. οἱ ὑπὸ θεοῦ μισούμενοι, καὶ οἱ θεὸν μισοῦντες. παρὰ δὲ τῷ Ἀποστόλῳ θεοστυγεῖς, οὐχὶ οἱ ὑπὸ θεοῦ μισούμενοι, ἀλλ’ οἱ μισοῦντες τὸν θεόν.

### θ 187

Θεοσυλής: ὁ τὰ ἱερὰ συλῶν. ὁ δὲ θεοσυλὴς γενόμενος καὶ τὰ ἕδη τῶν θεῶν αὐτὰ ἐξ ἠθῶν ἀναστήσας καὶ φόνους ἐργασάμενος ἐναγεῖς.

### θ 188

Θεοῦ παρόντος, ἅπαν ἄπορον πόριμον.

### θ 189

Θεούς: τοὺς τῶν Ἰουδαίων ἄρχοντας. ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς καὶ θεοὺς οὐ κακολογήσεις. ἐπειδὴ ὁ θεὸς ἀληθῶς κριτής ἐστιν, ἐνεχειρίσθησαν δὲ καὶ οἱ ἄνθρωποι κρίνειν, προσηγορεύ‐ θησαν θεοὶ οἱ ἐνδίκως δικάζοντες.

### θ 190

Θεοί: οἱ κατ’ εἰκόνα θείαν γεγενημένοι καὶ ἀκήρατον τὴν εἰκόνα φυλάξαντες. ὁ τούτων θεὸς συνάγει τὴν οἰκουμένην εἰς τὸ κριτήριον. καὶ Δαβίδ· θεὸς θεῶν κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν, καὶ τὰ ἑξῆς.

### θ 191

Θεοίνιον: τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγοντο, ἐν οἷς οἱ γεννῆται ἀπέθυον. τὸν γὰρ Διόνυσον Θέοινον ἔλεγον.

### θ 192

Θεοῖς τέθνηκεν οὗτος οὐ κείνοισι: θεῶν βουλομένων. οἱ γὰρ Ἕλληνες τὴν τοιαύτην αὐτῷ αἰτίαν παρέσχον. Σοφοκλῆς περὶ Αἴαντος.

### θ 193

Θεοφάνεια: ἡ τοῦ θεοῦ φανέρωσις· θηλυκόν. οὐδετέρως δὲ πληθυντικὸν τὰ Θεοφάνια, ἡ εὐθεῖα τὸ Θεοφάνιον.

### θ 194

Θεοφάνης: ὄνομα κύριον. καὶ κλίνεται εἰς ους.

### θ 195

Θεόφιλος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἰατρός, Ἐπί‐ δαυρος, Παγκράτεια, Βοιωτία, Προιτίδες, Νεοπτόλεμος.

### θ 196

Θεόφιλος, βασιλεὺς Ῥωμαίων, υἱὸς Μιχαὴλ τοῦ Ἀμοραίου, πατὴρ Μιχαήλ, ὃς ἐς τοσαύτην ἀφιλοθεΐαν καὶ ἀπόνοιαν ἐξώκειλεν καὶ τὴν τοῦ Κοπρωνύμου χαλεπὴν καὶ μυσαρωτάτην αἵρεσιν διαδεξάμενος καὶ ἀνακαινίσας, ὡς μηδενὶ ἥττων ὀφθῆναι τῆς ἐκείνου δυσσεβείας καὶ παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος καὶ ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων ἀπάτῃ καὶ παραπληξίᾳ, τῶν ἐκ Μανιχαϊκῆς μανίας καὶ Ἀρειανικῆς λύσσης ὁρμωμένων πάλαι, διωγμὸν καὶ αὐτὸς κατὰ τῆς ἐκκλησίας ὡσαύτως ἐπανετείνετο, συμμύστην καὶ σύμμαχον καὶ συνί‐ στορα τῆς αἱρέσεως ἔχων ὁ δεύτερος Νεκταναβὼ τὸν φατριάρχην Ἰαννῆν, μᾶλλον δὲ μαντιάρχην ἢ δαιμονιάρχην, τὸν νέον ὄντως Ἀπολλώνιον ἢ Βαλαάμ, ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀναφανέντα, λεκανομάντιν καὶ πάσης θεοστυγοῦς πράξεως καὶ τερατείας δεινὸν ὑπο‐ φήτην. ὑφ’ οὗ καὶ τὰ γράμματα παιδευθεὶς ὁ εὐρίπιστος καὶ δείλαιος ὑπηρέτης δόκιμος ἐχθίστων πραγμάτων καὶ τοῦ διαβόλου ἐπιτήδειον ὄργανον γέγονεν· οὓς ἂν ἐνδίκως ὁ θεῖος λόγος ἐπαράσαιτο σχετλια‐ στικῶς φάσκων· οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. καὶ τὰ ἑξῆς.

### θ 197

Θεόφιλος· οὗτος ἀπὸ Ἰνδῶν ἐπανελθὼν ἐν Ἀντιοχείᾳ διῆγεν, ἐκκλησίαν μὲν ἀφωρισμένως οὐδεμίαν ἔχων αὐτός, κοινὸς δέ τις ὢν καὶ πάσαις αὐτῷ μετ’ ἀδείας ἐπιφοιτᾶν ὡς ἰδίαις ἐξόν, βασιλέως τε αὐτὸν ἐς τὰ μάλιστα διὰ τιμῆς τε πάσης καὶ αἰδοῦς ἄγοντος καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσοις ἐπισταίη, μετὰ πάσης προθυμίας αὐτὸν ὑπο‐ δεχομένων καὶ τὸ τῆς ἀρετῆς αὐτοῦ μέγεθος καταπληττομένων. ἦν γὰρ ὁ ἀνὴρ κρείσσων ἢ ὡς ἄν τις δηλώσειε λόγῳ, ὡς ἄν τις τῶν ἀποστόλων εἰκών. λέγεταί γέ τοί ποτε καὶ νεκρὸν ἀναστῆσαι ἐν Ἀντιοχείᾳ Ἰουδαίας τινός. Θαλάσσιος δὲ τοῦτό φησι, τῶν ἐπ’ οὐκ ὀλίγον τἀνδρὶ συγγενομένων χρόνον, καὶ ἥκιστα δὴ εἰς τὰ τοιαῦτα ψεύδεσθαι ὕποπτος ὤν, ἄλλως τε καὶ ἔχων οὐκ ὀλίγους τῶν κατ’ αὐτὸν αὐτῷ γενομένων χρόνον τοὺς ἐπιμαρτυροῦντας.

### θ 198

Θεοφορία: ἐνθουσιασμός. ἄγρια δ’ αὐτοῦ ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης.

### θ 199

Θεόφραστος, Μελάντα γναφέως, οἱ δὲ Λέοντος· ἀπὸ Ἐρεσσοῦ, ἀκουστὴς Ἀριστοτέλους καὶ διάδοχος τῆς σχολῆς τῆς ἐν τῷ περι‐ πάτῳ ὑπ’ αὐτοῦ καταλειφθείσης εἰς Χαλκίδα ἐκδημήσαντος. οὗτος πρότερον ἐκαλεῖτο Τύρταμος· διὰ δὲ τὸ θείως φράζειν ὑπ’ Ἀριστοτέ‐ λους ἐκλήθη Εὔφραστος, εἶτα Θεόφραστος· ὥσπερ Πλάτων διὰ τὸ ἐν τοῖς λόγοις πλάτος τοῦτο ἐπωνομάσθη, πρότερον καλούμενος Ἀρι‐ στοκλῆς. μαθητὰς δὲ ἔσχε πλεῖον ἢ ͵βʹ, ἐρώμενον δὲ τὸν Ἀριστο‐ τέλους υἱὸν τοῦ φιλοσόφου Νικόμαχον. ἐτιμήθη δὲ παρὰ Κασσάνδρῳ τῷ Ἀντιπάτρου, καὶ τελευτᾷ κατάπονος ὑπὸ τοῦ ἀεὶ γράφειν γενόμενος, εἶτα ἐνδοὺς ἐπὶ βραχείας ἡμέρας διὰ μαθητοῦ γάμους. βιβλία δὲ αὐτοῦ πάμπλειστα, ὧν καὶ ταῦτα· Ἀναλυτικῶν προτέρων τρία, Ἀναλυτικῶν ὑστέρων ζʹ, Ἀναλύσεως συλλογισμῶν, Ἀναλυτικῶν ἐπιτομήν, Ἀνηγμέ‐ νων τόπων, Περὶ λίθων, Περὶ φυτῶν, Περὶ μετάλλων, Περὶ ὀδμῶν· καὶ ἄλλα.

### θ 200

Θεόφραστος ἕως ἐπόνει μὲν δέμας ἄπηρος ἦν, εἶτ’ ἀνεθεὶς κάτθανε πηρομελής.

### θ 201

Θεοφύλακτος, σοφιστής, ᾧ ἐπώνυμον Σιμοκάτης.

### θ 202

Θέω· δοτικῇ. τὸ τρέχω.

### θ 203

Θέων, Ἀλεξανδρεύς, φιλόσοφος Στωϊκός, γεγονὼς ἐπὶ Αὐγούστου μετὰ Ἄρειον. ἔγραψε τῆς Ἀπολλοδώρου Φυσιολογικῆς εἰσαγωγῆς ὑπόμνημα, Περὶ τεχνῶν ῥητορικῶν βιβλία τρία.

### θ 204

Θέων, Σμυρναῖος, φιλόσοφος. καὶ Θέων Ἀντιοχείας τῆς ἐν Δάφνῃ, φιλόσοφος Στωϊκός. ἔγραψεν Ἀπολογίαν Σωκράτους.

### θ 205

Θέων, ὁ ἐκ τοῦ Μουσείου, Αἰγύπτιος, φιλόσοφος, σύγχρονος δὲ Πάππῳ τῷ φιλοσόφῳ, καὶ αὐτῷ Ἀλεξανδρεῖ. ἐτύγχανον δὲ ἀμφότεροι ἐπὶ Θεοδοσίου βασιλέως τοῦ πρεσβυτέρου. ἔγραψε μαθηματικά, ἀριθμη‐ τικά, Περὶ σημείων καὶ σκοπῆς ὀρνέων καὶ τῆς κοράκων φωνῆς, Περὶ τῆς τοῦ κυνὸς ἐπιτολῆς, Περὶ τῆς τοῦ Νείλου ἀναβάσεως, Εἰς τὸν Πτολεμαίου πρόχειρον κανόνα, καὶ Εἰς τὸν μικρὸν ἀστρόλαβον ὑπό‐ μνημα.

### θ 206

Θέων, Ἀλεξανδρεύς, σοφιστής, ὃς ἐχρημάτισεν Αἴλιος. ἔγραψε Τέχνην, Περὶ προγυμνασμάτων, ὑπόμνημα εἰς Ξενοφῶντα, εἰς τὸν Ἰσοκράτην, εἰς Δημοσθένην, Ῥητορικὰς ὑποθέσεις· καὶ Ζητήματα περὶ συντάξεως λόγου, καὶ ἄλλα πλείονα.

### θ 207

Θέων, ὁ Οὐαλέριος χρηματίσας, σοφιστής. ὑπόμνημα εἰς Ἀν‐ δοκίδην.

### θ 208

Θέων, Γυμνασίου τοῦ σοφιστοῦ παῖς, Σιδώνιος, σοφιστής, παι‐ δεύσας κατὰ τὴν πατρίδα, γενόμενος δὲ ὑπὸ τοῦ βασιλέως Κωνσταν‐ τίνου, καὶ ἀπὸ ὑπάτων, καὶ ὕπαρχος.

### θ 209

Θέων, σοφιστὴς λόγων ῥητορικῶν, γεγονὼς ἀπὸ τῆς ἱερᾶς Μαρκέλλης τό γε ἀνέκαθεν, τὸ δὲ ἐξ ὑπογύου πατρόθεν ἀπὸ Ἐκδικίου, διδασκάλου καὶ τούτου τέχνης ῥητορικῆς. ἦν δὲ οὗτος ὁ Θέων οὐ μάλα ἀγχίνους οὐδὲ ὀξύς, φιλομαθὴς δὲ καὶ φιλόπονος εἰς ὑπερβολήν. ταῦτά τοι καὶ ἐγεγόνει πολυμαθέστατος ἐν ὀλίγῳ χρόνῳ, πολλὴν ἀρχαίαν ἱστορίαν, πολλὴν δὲ νέαν περιβαλλόμενος.

### θ 210

Θεῶν ἀγορά: ἐπὶ τῶν τολμώντων τι λέγειν ἐν τοῖς ὑπερ‐ έχουσιν.

### θ 211

Θεώνειοι: οἱ τοῦ Θέωνος.

### θ 212

Θεωρεῖα: τὰ μαστροπεῖα.

### θ 213

Θεώρημα διαλεκτικόν: τουτέστι ζήτημα καὶ πρόβλημα, τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτὸ ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων· ἔθος γὰρ Ἀρι‐ στοτέλει τὸ ζητεῖν θεωρεῖν λέγειν. εἴη δ’ ἂν τὸ θεώρημα λόγος γνώσεως ἡμῖν τινος τῶν τῆς διαλεκτικῆς αἴτιος, ἀπὸ τοῦ θεωρίας καὶ γνώσεως αἴτιον ἡμῖν εἶναι ὠνομασμένον. θεώρημα ἠθικὸν ἢ φυσικὸν ἢ λογικόν, οὐ μὴν πᾶν θεώρημα ἠθικὸν ἢ φυσικὸν ἢ λογικὸν πρό‐ βλημα ἤδη διαλεκτικόν, ἀλλ’ ὅσα τῶν θεωρημάτων ἔχει τῶν προκει‐ μένων τινὰ ἀφορισμόν. οὗτοι δέ εἰσι, περὶ ὧν ἢ μηδετέρως δοξάζου‐ σιν ἢ ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς ἢ οἱ πολλοὶ τοῖς σοφοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς. ὅσα μὲν οὖν τῶν ζητουμένων εἰς αἵρεσιν ἢ φυγὴν τὴν ἀναφορὰν ἔχει, ἠθικὰ τὰ τοιαῦτα προβλήματα. ἡ γὰρ περὶ τὸ ἀγαθόν τε καὶ κακὸν αἱρετόν τε καὶ φευκτὸν ζήτησις οὖσα ἠθικὴ εἰς αἵρεσιν καὶ φυγὴν τὴν ἀναφορὰν ἔχει, οὐκ εἰς ψιλὴν γνῶσιν· ὁ γὰρ ζητῶν, πότερον ἡ ἡδονὴ ἀγαθόν ἐστιν ἢ οὔ, ἢ ὅλως περί τινος τῶν ἐπικτήτων ἀγαθῶν, ὑπὲρ τοῦ αἱρεῖσθαι ἢ φεύγειν τὴν ζήτησιν ποιεῖται. πάλιν ὁ ζητῶν, πότερον ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ, ἢ ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, ἤ τι ἄλλο τῶν φύσει γινομένων τε καὶ ὄντων, τέλος ποιεῖται τὴν τοῦ ἀληθοῦς γνῶσιν, ὃ τῆς θεωρητικῆς ἐστιν ἴδιον· ἡ γὰρ γνῶσις τῆς ἐν τοῖς ἀρίστοις πολιτείας τῆς θεωρίας τέλος. ὅσα μήτε ὡς πρακτικὰ ζητεῖται μήτε τέλος ἔχει τὴν γνῶσιν τῆς ἐν αὐτοῖς ἀληθείας, ἀλλ’ ὡς συνεργὰ ἢ πρὸς τὴν τῶν αἱρετῶν τε καὶ μὴ γνῶσιν ἢ πρὸς τὴν τῶν ἀληθῶν τε καὶ ψευδῶν αἵρεσιν ζητεῖ‐ ται, ταῦτα προβλήματα λογικά· ἡ γὰρ λογικὴ πραγματεία ὀργάνου χώραν ἔχει ἐν φιλοσοφίᾳ. ὅσα δὴ κατὰ ταύτην ζητεῖται, τοῦ πρὸς ἐκείνην χρησίμου ζητεῖται χάριν· ὁ γὰρ ζητῶν περὶ ἀντιστροφῆς, φέρε εἰπεῖν, προτάσεως ἢ περὶ συλλογιστικῆς ἢ ἀσυλλογίστου συζυγίας, ὡς συνεργὰ ταῦτα καὶ ὡς συντελοῦντα πρὸς τὴν τῶν προειρημένων εὕρεσίν τε καὶ γνῶσιν ζητεῖ. καὶ Τεθεωρημένη, ζητητικὴ τῆς ἀληθοῦς γνώσεως. ὁ μὲν οὖν Ἀρκεσίλαος, ὁ φιλόσοφος, νωθρὸς ἦν τὴν φύσιν καὶ χασμώδης, ἐν δὲ τῇ τέχνῃ τεθεωρημένος, εἰπὼν τὴν γεωμετρίαν αὐτοῦ χάσκοντος εἰς τὸ στόμα ἐμπτῆναι.

### θ 214

Θεωρία αἱρετωτέρα πράξεως, τὸ εἶναι περὶ τὰ τιμιώτερα τὴν ἐνέργειαν αὐτῆς· ἡ μὲν γὰρ πρᾶξις περὶ τὰ πρακτέα τε καὶ ἐφ’ ἡμῖν ἡ δὲ θεωρία περὶ τὰ θεῖα· καὶ ἐπειδὴ τῷ τιμιωτάτῳ τῆς ψυχῆς γίνεται. τιμιώτατον γὰρ ὁ νοῦς τῶν τῆς ψυχῆς δυνάμεων, οὗ ἐνέργεια καὶ θεωρία.

### θ 215

Θεωρία καὶ πρᾶξις· ὅτι τοῦ νοῦ τὸ μέν ἐστι θεωρητικόν, τὸ δὲ πρακτικόν. τὸ μὲν οὖν πρακτικὸν ἐκ τῆς σχέσεως αὐτὸ λογίζεται τῆς πρὸς τὸ σῶμα· διὸ μετὰ τὸ ἀπολυθῆναι τοῦ σώματος οὐκέτι ἐστὶ πρακτικός, μόνον δὲ θεωρητικός. διαφέρει δὲ ὁ πρακτικὸς νοῦς τοῦ θεωρητικοῦ τῷ τέλει, μηδὲν τῷ ὑποκειμένῳ διαφέρων, ὡς οὐδὲ τὸ σπέρμα καὶ ὁ καρπός. τῷ μὲν γὰρ θεωρητικῷ τέλος ἐστὶν ἡ τῆς ἀληθείας κατάληψις, τῷ δὲ πρακτικῷ ἡ τοῦ ἀγαθοῦ. ὁ μὲν οὖν νοῦς, φησί, γένος ἕτερον εἶναι δοκεῖ ψυχῆς καὶ μόνος χωριστὴν ἔχει τὴν οὐσίαν, ἡ δὲ λοιπὴ πᾶσα ψυχὴ ἀχώριστος.

### θ 216

Θεωρία τέλος ἐστὶν ἱερωσύνης μὴ ψευδομένης τὸ ὄνομα· θεωρία δὲ καὶ πρᾶξις οὐκ ἀξιοῦσι συγγίνεσθαι. ὁρμὴ μὲν γὰρ ὁρμὴ πράξεων· οὐδεμία δὲ ἀπαθής.

### θ 217

Θεωρίαι: οὕτω καλοῦνται πᾶσαι αἱ πανηγύρεις. καὶ Θεωρία, ὄνομα πόρνης.

### θ 218

Θεωρικά· ἐν ταῖς λεγομέναις Διονυσίαις θεωρίαις ἀγώνων τελουμένων φιλοτίμων συνέβαινέ τινας τῶν πολιτῶν εἰς ὕβρεις καὶ τραύματα διαφέρεσθαι. ἔδοξεν οὖν τῷ δήμῳ μηκέτι προῖκα θεωρεῖν, ἐκμισθοῦν δὲ ταῖς θέαις τοὺς τόπους. πλεονεκτουμένων δὲ τῶν πενή‐ των διὰ τὸ ῥᾳδίως τοῖς πλουσίοις πλείονος τιμῆς τοῦτο γίνεσθαι, ἐψηφίσαντο ἐπὶ δραχμῇ καὶ μόνον εἶναι τὸ τίμημα, θεωρικὸν αὐτῇ θέντες ὄνομα· καὶ τὸν ἐπὶ τούτῳ ἐφεστηκότα θεωρικὴν ἀρχὴν ἔλεγον ἄρχειν. ἀπὸ τούτου δὲ καὶ τὰ λοιπά, ὅσα Ἀθηναῖοι ἐλάμβανον, θεωρικὰ εἴρηται.

### θ 219

Θεωρικά· χρήματά τινα ἦν ἐν κοινῷ ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα, ἃ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατηγικά, ὕστερον δὲ κατετίθετο εἰς τὰς δημοσίας κατασκευὰς καὶ διανομὰς τῶν πολιτῶν. ἦν δὲ τὸ μὲν πρό‐ τερον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ θεωρικὰ ἐκλήθη. Φιλῖνος δέ φησιν ὅτι διὰ τοῦτο ἐκλήθη θεωρικά, διότι τῶν Διονυσίων ὑπογύων ὄντων, διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι, καὶ μηδεὶς ἀπολείπηται δι’ ἔνδειαν ἀναλωμάτων. ἄλλοτε δὲ ἄλλως ὡρίζετο τὸ διδόμενον εἴς τε τὰς θέας καὶ τὰς θυσίας καὶ τὰς ἑορτάς. οὐκ ἐξῆν δὲ τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν. ἦν δὲ καὶ ἀρχή τις ἐπὶ τοῦ θεωρικοῦ, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος δηλοῖ.

### θ 220

Θεωρικὸν καὶ Θεωρική· Ἀθήνησιν ἦν χρήματα κοινά, ἃ θεω‐ ρικὰ ἐκαλεῖτο, διδόμενα τοῖς Ἀθηναίοις εἰς διανομήν. προήχθη δὲ οὕτως. τὸ παλαιὸν ὄχλου γενομένου ἐν τοῖς θεάτροις καὶ τῶν ξένων τὰς θέας προκαταλαμβανόντων, διεδίδοτο τοῖς πολίταις τὸ θεωρικόν, ὅπερ ἦσαν δύο ὀβολοί, ἵνα τοῦτο λαμβάνοντες οἱ πολῖται διδῶσιν αὐτὸ τῇ πόλει μισθὸν τῆς θέας. ὁ τοίνυν ἐπιμελούμενος τῶν χρημά‐ των τούτων ἄρχων ἐλέγετο τῶν θεωρικῶν. ἦν δὲ καὶ ἄλλα θεωρικά, ἃ διενέμετο ἐν ταῖς ἑορταῖς ἡ πόλις.

### θ 221

Θεωρίς: πλοῖον Ἀθήνησιν, ἣ κατ’ ἔτος εἰς Δῆλον ἐπέμπετο· ἣν εὐξαμένου Θησέως, ὅτε εἰς Κρήτην ἀπῄει, καθ’ ἕκαστον ἔτος Ἀθηναῖοι ἔπεμπον· καὶ οὐκ ἐξῆν ἀχθείσης, πρινὴ ἐπανελθεῖν, ἀναιρεῖ‐ σθαί τινα καταδίκην. διὰ τοῦτο καὶ Σωκράτης ἐδέδετο ἐν τῷ δεσμω‐ τηρίῳ ἐπὶ πολὺν χρόνον, ἕως οὗ ἐπανῆκεν ἡ θεωρίς.

### θ 222

Θεωρίς· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος, εἰ γνήσιος. μάντις ἦν ἡ Θεωρὶς καὶ ἀσεβείας κριθεῖσα ἀπέθανεν.

### θ 223

Θεωροδόκος: ὁ τῶν θεωρικῶν χρημάτων ἐπιμελούμενος.

### θ 224

Θέωρος: ὄνομα κύριον. ἦν δὲ ἐπίορκος καὶ κόλαξ. ἐκωμῳδεῖτο δὲ ὁ Θέωρος καὶ ὡς μοιχὸς καὶ ἰχθυοφάγος καὶ πονηρός. περὶ Κόρινθον οὖν διέτριβε διὰ τὰς ἐκεῖ πόρνας.

### θ 225

Θεωροί: οἱ εἰς θυσίαν πεμπόμενοι καὶ εἰς τὰς ἑορτάς. καὶ Θεωρὶς ναῦς, δι’ ἧς πεμπόμενοι ἐπὶ τὰς θυσίας τὰς ἀποδήμους ὑπὲρ τῆς πατρίδος, ἢ καὶ ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας καὶ ἄλλας πανηγύρεις οἱ θεωροὶ ἐστέλλοντο, καὶ εἰς χρηστήρια. Σοφοκλῆς· θεωρὸς ὡς ἔφασκεν ἐκδημῶν. Θεωροὶ μέντοι λέγονται οὐ μόνον οἱ θεαταί, ἀλλὰ καὶ οἱ εἰς θεὸν πεμπόμενοι, καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας ἢ τοῦ θείου φροντίζοντας οὕτως ὠνόμαζον· ὤρην γὰρ ἔλεγον τὴν φροντίδα.

### θ 226

Θεράπαινα: δούλη. καὶ θεραπαίνῃ ἐτίμησεν αὐτὸν δορια‐ λώτῳ. καὶ Θεραπαινὶς θηλυκόν. φόβῳ σοι ὡς θεραπαινίς.

### θ 227

Θεραπεύω· αἰτιατικῇ.

### θ 228

Θεραπευταί· Φίλων περὶ τῶν ἐξ Ἑβραίων ἀσκητῶν ἔγραψεν περὶ θεωρητικοῦ βίου, οὓς θεραπευτάς, καὶ τὰς ὁμοιοσχήμους καὶ ὁμο‐ τρόπους γυναῖκας Θεραπευτίδας ὠνόμασε. καὶ Θεραπευταὶ μέν, φησί, κέκληνται ἢ παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόντων αὐτοῖς ἀπὸ κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας θεραπεύειν, ἢ τῆς πρὸς τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας καὶ θρησκείας ἕνεκα. οὗτοι πρῶτον μὲν ἀρξάμενοι φιλοσοφεῖν ἐξίστανται τῶν προσηκόντων καὶ τῶν ὑπαρχόντων, ἔπειτα δὲ πάσαις ἀποταξάμενοι ταῖς τοῦ βίου φροντίσι καὶ ἔξω τειχῶν προελθόντες ἐν μονάγροις ἢ κήποις ἢ ὄρεσι τὰς δια‐ τριβὰς ποιοῦνται τὰς ἐκ τῶν ἀνομοίων ἐπιμιξίας ἀλυσιτελεῖς τε καὶ βλαβερὰς εἰδότες τὸν προφητικὸν ζηλοῦσι καὶ ἀσκοῦσι βίον. καὶ ἐν ἑκάστῃ συμμορίᾳ οἴκημά ἐστιν ἱερόν, ὃ καλοῦσι σεμνεῖον καὶ μοναστή‐ ριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδεὶς μηδὲν κομίζοντες, μὴ ποτὸν μὴ σιτίον μηδέ τι τῶν ἄλλων, ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τἄλλα, οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονταί τε καὶ τελειοῦνται. καὶ συνελόντι φάναι, σιτίον ἢ ποτὸν οὐδεὶς αὐτῶν προσενέγκοιτο πρὸ ἡλίου δύσεως, ἐπειδὴ τὸ μὲν φιλο‐ σοφεῖν ἄξιον φωτὸς εἶναι κρίνουσι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας. αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν λογίων γίνονται αὐτοῖς δι’ ὑπο‐ νοιῶν ἐν ἀλληγορίαις. πᾶσα γὰρ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ζῴῳ ἐοικέναι, καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διαλέξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν. ὡσαύτως δέ εἰσι τῆς αὐτῆς καταστάσεως καὶ αἱ γυναῖκες.

### θ 229

Θεραπευτῆρες: οἱ τῶν ἱερῶν προϊστάμενοι, θεραπευταὶ Ἴσιδος παρ’ Αἰγυπτίοις.

### θ 230

Θεράποντες: δοῦλοι, ὑπηρέται. Θεράποντες ἐπὶ κλητικῆς.

### θ 231

Θεράπναι: τόπος ἐστὶν ἐν Λακεδαιμονίᾳ, οὗ μνημονεύει καὶ Ἰσοκράτης καὶ Ἀλκαῖος.

### θ 232

Θέραψ: δοῦλος, ὑπηρέτης. θέραψ δὲ ἦν τὸν τρόπον καὶ κολακικός. ζήτει ἐν τῷ Βάρβιος.

### θ 233

Θέρεσθαι: θερμαίνεσθαι.

### θ 234

Θέρεται: καίεται.

### θ 235

Θέρεια: τοῦ θέρους ὁ καιρός. Πολύβιος· οἱ δὲ Καρχηδόνιοι εἰς τὴν ἐπιφερομένην θέρειαν ἀνήχθησαν τριακοσίαις ναυσί. καὶ Θέρειος ὥρα.

### θ 236

Θερείβοτον: πεδίον τὸ ἐν θέρει ἔχον βρῶσιν.

### θ 237

Θερήγανον: ἡ ἅμαξα.

### θ 238

Θερίζειν: ἀντὶ τοῦ καταβάλλειν. Ἀριστοφάνης· μέλλω γέ τοι θερίζειν. ἀντὶ τοῦ καταβάλλειν. ἀπὸ μεταφορᾶς τῶν θεριζόντων, ὅτι τὰ δράγματα τιθέασιν· ἢ ὅτι πολλοῦ ἐθέριζον διὰ τὸν πόλεμον.

### θ 239

Θέριστρον καὶ Θερίστριον: θερινὸν ἱμάτιον. τὰ κόκκου βαφθέντα καὶ ὑστίνοιο θέριστρα, καὶ τοὺς ἀνδρολιπεῖς ἀλλοτρίους πλοκάμους.

### θ 240

Θερίζω· αἰτιατικῇ.

### θ 241

Θερινός.

### θ 242

Θεριῶ καὶ κομιῶ καὶ ποριῶ καὶ ὁριῶ καὶ πάντα τὰ εἰς ζω βαρύτονα καὶ ὑπὲρ δύο συλλαβὰς βραχυνόμενον τὸ ι ἔχοντα, ἐν τῷ μέλλοντι ἄνευ τοῦ ς ἐκφέρουσιν Ἀττικοί· τὰ γοῦν ὁριστικὰ καὶ ἀπαρέμφατα· τὰ δ’ ὑποτακτικὰ οὐδαμῶς· σολοικισμὸς γὰρ τὸ ἐὰν θεριῶ καὶ ἐὰν κομιῶ. ἐφ’ ὧν δὲ τὸ ι ἐκτείνεται καὶ σὺν τῷ ς ὁ μέλλων λέγεται χρόνος καὶ ἐκτεινομένης τῆς παρεσχάτης συλλαβῆς, οἷον δανείζω, δανείσω, οὐκέτι τὸ δὲ δανειῶ βάρβαρον οὕτως, ὥστε καὶ τοὺς Ἀθηναίους φασὶν ἀθρόους εἰς ἐκκλησίαν συναθροισθέντας ἐπὶ τῶν διαδόχων, ἐπειδὴ εἰς ἀπορίαν καθεστήκεσαν χρημάτων, ἔπειτά τις αὐτοῖς τῶν πλουσίων ὑπισχνεῖτο ἀργύριον, οὕτω πως λέγων, ὅτι ἐγὼ ὑμῖν δανειῶ, θορυβεῖν καὶ οὐκ ἀνέχεσθαι λέγοντος διὰ τὸν βαρβαρι‐ σμὸν καὶ οὐδὲ λαβεῖν τὸ ἀργύριον ἐθέλειν· ἕως αἰσθόμενος ὁ μέτοικος, ἢ καὶ ὑποβαλόντος αὐτῷ τινος ἔφη, δανείσω ὑμῖν τοῦτο τὸ ἀργύριον· τότε δ’ ἐπαινέσαι καὶ λαβεῖν. διὰ τοῦτο βαδίσω καὶ βαδιῶ, ἀμφότερα δόκιμα, ἐπεὶ καὶ αὐτὸ τὸ ἐνεστηκὸς ἑκατέρως λέγεται, καὶ ἐκτεινομένου καὶ συστελλομένου τοῦ ἐν τῇ μέσῃ συλλαβῇ· οὐκέτι δὲ ἀγορῶ οὐδὲ κολῶ· οὐδὲ γὰρ ὅλως τῷ ι παραλήγει.

### θ 243

Θερμά: τὰ χλιαρὰ ὕδατα.

### θ 244

Θερμάν: Θρᾴκιόν ἐστιν πόλισμα.

### θ 245

Θερμέλη: ἡ θέρμη.

### θ 246

Θερμόν: παράδοξον. Ἀριστοφάνης Πλούτῳ· ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον τολμῶντε δρᾶν, ἀνθρωπαρίω κακοδαίμονε. καὶ Σοφοκλῆς· οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτόν, ὅστις κεναῖς ἐλπίσι θερμαίνεται.

### θ 247

Θερμοπότιδα.

### θ 248

Θερμοπύλαι: τόπος Ἀθήνησι οὕτω καλεόμενος ὑπὸ τῶν πλεό‐ νων Ἑλλήνων, ὑπὸ δὲ τῶν ἐπιχωρίων περιοίκων Πύλαι.

### θ 249

Θερμοπύλαι: ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύλας καλοῦσι. Φιλαίας δὲ Θερμοπύλας λέγει καλεῖσθαι, ἐπεὶ ἐκεῖ ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ Ἡρακλεῖ ἐποίησεν.

### θ 250

Θερμός: θρασύς. καὶ Θερμουργός, ὁ προπετής. οἱ δὲ Πέρσαι κατωρρώδησαν πυθόμενοι νέον αὐτὸν εἶναι καὶ θερμουργόν. παῦς’, Αἰσχύλε, καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.

### θ 251

Θερμόταται: μέθυσοι. ὦ θερμόταται γυναῖκες, μέγα καπήλοις καλόν, ἡμῖν δὲ κακόν. ὅτι ἡ θυγάτηρ Φαραὼ ἡ τὸν Μωϋσῆν υἱοποιήσασα Θερμοῦθις ὠνομάζετο.

### θ 252

Θερμώδων: ὄνομα ποταμοῦ.

### θ 253

Θερόμενος: θερμαινόμενος.

### θ 254

Θέρος· θέρος ἐστὶν ὁ ὑπὲρ γῆς ἀὴρ καταθαλπόμενος τῇ τοῦ ἡλίου πρὸς ἄρκτον πορείᾳ.

### θ 255

Θέρος: οὐ τὸν καιρὸν οἱ ῥήτορες ἐκάλουν, οἷον χειμῶνα καὶ ἔαρ καὶ θέρος, ἀλλὰ τοὺς συγκομιζομένους καρποὺς τῶν σπερμάτων οὕτω προσηγόρευσαν.

### θ 256

Θέρσης.

### θ 257

Θερσίτης: ὄνομα κύριον. καὶ Θερσίτειον βλέμμα.

### θ 258

Θεσσαλός, Κῷος, ἰατρός, υἱὸς Ἱπποκράτους τοῦ διασήμου, οὗ πάλιν υἱοὶ Γοργίας καὶ Ἱπποκράτης. ἰατρικῶν βιβλία γʹ.

### θ 259

Θεσσαλὸν σόφισμα: ἐπὶ τῶν μὴ εὐθυμαχούντων ἐν ταῖς παρατάξεσιν, ἀλλὰ κακουργούντων.

### θ 260

Θεσσαλῶν νόμισμα: παροιμιῶδες τοῦτο τασσόμενον ἐπὶ ἀπά‐ της. τῆς δὲ Μακεδονίας βασιλεύοντος Φιλίππου ἔτη κʹ καὶ τὴν Θεσσαλίαν ὑποτάξαντος, ἐν ᾗ πόλιν κτίσας ἐκάλεσε Θεσσαλονίκην. οἱ δὲ ἐπ’ ὀνόματι Θεσσαλονίκης θυγατρὸς ἐκτίσθαι τὴν πόλιν.

### θ 261

Θέσανδρος: οὗτος εἰς παιδεραστίαν δεινῶς διεβάλλετο. ὡς Κηδωνίδης καὶ Αὐτοκλείδης.

### θ 262

Θέσεις: αἱ καταβολαὶ τῶν πρυτανείων, ὅπερ μισθὸς ἦν τῆς εἰσαγωγῆς τῆς δίκης. Ἀριστοφάνης· ἵν’ αἱ θέσεις γίνοιντο τῇ νου‐ μηνίᾳ. Εὐνάπιος· τῶν δὲ Ῥωμαίων ἐπ’ αὐτὸ τοῦτο βιαζομένων ἄπορον αὐτοῖς ἀποδεῖξαι καὶ πλῆθος καὶ θέσιν καὶ βέλη καὶ μηχανὰς καὶ μεγέθη ποταμῶν, πρὸς τὸ μὴ πάντως ἡττᾶσθαι σφῶν, καὶ ὁμολο‐ γεῖν εἶναι χείροσιν. ἔλεγε Κράντωρ ὁ φιλόσοφος, τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι.

### θ 263

Θέσις: κατὰ Ἀριστοτέλην ὑπόληψις παράδοξος τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν, τουτέστι πρόβλημα. οὐ πᾶν δὲ πρόβλημα θέσις ἐστίν, ἀλλ’ ἡ παρὰ τὰς κοινὰς δόξας ὑπόληψις τινὸς τῶν ἐν‐ δόξων κατὰ φιλοσοφίαν. διὸ δεῖ καὶ τὸν προστάτην τῆς δόξης τὸν συνιστάντα τὴν θέσιν προσκεῖσθαι τῷ τοιούτῳ προβλήματι: οἷον πότε‐ ρον πάντα συγχωρεῖ καὶ ἀεὶ γίνεται, οὐδέποτε δὲ οὐδέν ἐστι καθ’ Ἡράκλειτον, ἢ οὔ· καὶ πότερόν ἐστιν ἓν καὶ ἀκίνητον τὸ ὄν, ὡς Παρμενίδῃ δοκεῖ, ἢ οὔ· καὶ πότερον κίνησίς ἐστιν ἢ οὔ, ὡς δοκεῖ Ζήνωνι· καὶ πότερον ἡ ὑγεία ἀγαθὸν ἢ οὔ, ὡς Χρύσιππος λέγει· καὶ πότερόν ἐστιν ἀντιλέγειν ἢ οὔ, ὡς Ἀντισθένει δοκεῖ. ὅτι ἀντιδιαιρεῖ‐ ται τὸ θέσει τῷ φύσει, ὥσπερ καὶ ἐπὶ τῆς τῶν ὀνομάτων θέσεως· καὶ γὰρ ἐκεῖ θέσει λέγομεν τὰ ὀνόματα, σημαίνοντες, ὅτι μὴ φύσει. ἤδη δέ τινες καὶ τὰ ῥητορικὰ προβλήματα θέσεις καλοῦσιν, ἐφ’ ὧν τὸ τῆς ὑποθέσεως ὄνομα συνηθέστερον, τῷ δοκεῖν τὰ τοιαῦτα ἐπὶ ὑποκειμένοις τισὶ καὶ ὡρισμένοις συνίστασθαι. τὰς δὲ θέσεις καὶ ὑποθέσεις λέγει Ἀριστοτέλης.

### θ 264

Θέσθαι: ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπερίδης, ἀντὶ δὲ τοῦ προέσθαι καὶ κυρῶσαι μόνον Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἐν μέντοι τῷ κατὰ Στεφάνου φησίν· ἑαυτῷ νόμους ἰδίως θέμενον. ἀντὶ τοῦ θέντα.

### θ 265

Θέσμιον: νόμιμον.

### θ 266

Θεσμοθέτης: νομοθέτης, ἢ νομοφύλαξ. οὐδεὶς ἀποκλείσει θεσμοθέτης τῇ κιγκλίδι.

### θ 267

Θεσμοθέται: ἀρχή τίς ἐστιν Ἀθήνησιν. ἓξ δὲ ὄντων τὸν ἀριθμὸν καίτοι ἐκ τῶν καλουμένων θʹ ἀρχόντων. καλοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον. ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατ’ ἐνιαυτὸν ἕκαστον, εἴρηκεν Αἰσχίνης ἐν τῷ κατὰ Κτη‐ σιφῶντος.

### θ 268

Θεσμός· ἐκαλεῖτο μὲν πάλαι καὶ εἷς ἕκαστος τῶν νόμων θεσμός, καὶ τὸ ὅλον δὲ τῆς πολιτείας σύνταγμα Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους εἶπε.

### θ 269

Θεσμοτόκον: τὰς μελίσσας φησὶ διὰ τὸ εὔτακτον. θείης θεσμο‐ τόκον χορὸν ἄπλετον.

### θ 270

Θεσμοφόρια: ὄνομα ἑορτῆς. ὥσπερ ἐν θεσμοφορίοισι νη‐ στεύομεν ἂν θυηλῶν. Ἀριστοφάνης.

### θ 271

Θεσμοφόρος: ὁ τοὺς νόμους ἐπιφερόμενος. καὶ ἐν Ἐπιγράμ‐ μασι· ὡμολόγης’ ἥξειν εἰς νύκτα μοι ἐπιβόητος, καὶ σεμνὴν ὤμοσε Θεσμοφόρον.

### θ 272

Θεσμοφόρος. ὅτι Βάττος ὁ Κυρήνην κτίσας τῆς Θεσμο‐ φόρου τὰ μυστήρια ἐγλίχετο μαθεῖν καὶ προσῆγε βίαν λίχνοις ὀφθαλ‐ μοῖς χαριζόμενος.

### θ 273

Θεσπέσιος: θεῖος, θαυμαστός, πρᾶος.

### θ 274

Θεστιάδες: ἐκ πολλῶν γυναικῶν ἦσαν νʹ θυγατέρες, αἷς Ἡρακλῆς ἐμίγη.

### θ 275

Θεσπιδαὲς πῦρ: τὸ Μηδικόν.

### θ 276

Θέσπεια: ὄνομα πόλεως.

### θ 277

Θεσπιαί.

### θ 278

Θεσπιέσι· Φρύνη τὸν πτερόεντα ἔρωτα μισθὸν ὑπὲρ τέκνων ἄνθετο Θεσπιέσι.

### θ 279

Θεσπιεύς: ποταμός. καὶ Θεσπιέων· καὶ Θεσπιεῖς.

### θ 280

Θεσπίζει: νομοθετεῖ.

### θ 281

Θεσπιῳδεῖ: χρησμολογεῖ. Ἀριστοφάνης Πλούτῳ· ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου. ἠτυμολόγηται δὲ ἡ λέξις παρὰ τὸ θεοπεδω‐ δεῖν, ἢ παρὰ τὸ τὴν Θέμιν ἐκεῖ τὰς μαντείας ἄγειν. ἐτραγικεύσατο δὲ τῇ φράσει. ἡ δὲ Πυθία ἐπὶ τρίποδος καθημένη ἐχρησμῴδει. ἐκα‐ λεῖτο δὲ τὸ μέρος ἐν ᾧ ἐκάθητο ὅλμος.

### θ 282

Θέσπις, Ἰκαρίου, πόλεως Ἀττικῆς, τραγικὸς ιϛʹ ἀπὸ τοῦ πρώ‐ του γενομένου τραγῳδιοποιοῦ Ἐπιγένους τοῦ Σικυωνίου τιθέμενος, ὡς δέ τινες δεύτερος μετὰ Ἐπιγένην· ἄλλοι δὲ αὐτὸν πρῶτον τραγι‐ κὸν γενέσθαι φασί. καὶ πρῶτον μὲν χρίσας τὸ πρόσωπον ψιμυθίῳ ἐτραγῴδησεν, εἶτα ἀνδράχνῃ ἐσκέπασεν ἐν τῷ ἐπιδείκνυσθαι, καὶ μετὰ ταῦτα εἰσήνεγκε καὶ τὴν τῶν προσωπείων χρῆσιν ἐν μόνῃ ὀθόνῃ κατα‐ σκευάσας. ἐδίδαξε δὲ ἐπὶ τῆς πρώτης καὶ ξʹ ὀλυμπιάδος. μνημονεύε‐ ται δὲ τῶν δραμάτων αὐτοῦ Ἆθλα Πελίου ἢ Φόρβας, Ἱερεῖς, Ἠΐθεοι, Πενθεύς.

### θ 283

Θέσπις: ὄνομα κιθαρῳδοῦ. Ἀριστοφάνης· ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται τἀρχαῖ’ ἐκεῖν’, οἷς Θέσπις ἠγωνίζετο.

### θ 284

Θεσπίσματα: θεῖα δόγματα.

### θ 285

Θεσπρωτεύς· Θεσπρωτία, χώρα.

### θ 286

Θεσπρώτιος λέβης.

### θ 287

Θεστιάδες: ἐκ πολλῶν γυναικῶν ἦσαν νʹ θυγατέρες, αἷς Ἡρακλῆς ἐμίγη.

### θ 288

Θέσφατος τελευτή: ἡ θεσπισθεῖσα.

### θ 289

Θετταλὴ γυνή: ἐπὶ τῶν φαρμακίδων. διαβάλλονται γὰρ οἱ Θετταλοὶ ὡς γόητες· καὶ μέχρι καὶ νῦν φαρμακίδες αἱ Θετταλαὶ καλοῦνται. φασὶ δὲ ὅτι ἡ Μήδεια φεύγουσα κίστην ἐξέβαλε φαρμάκων ἐκεῖ, καὶ ἀνέφυσαν. βαρυτόνως δὲ οἱ Ἀττικοὶ ἀναγινώσκουσιν. Ἀρι‐ στοφάνης· γυναῖκα πριάμενος Θετταλὴν καθέλκοιμι νύκτωρ τὴν σελή‐ νην· εἶτα καθείρξαιμ’ ὥσπερ κάτοπτρον. ὁ γὰρ τῆς σελήνης κύκλος στρογγυλοειδὴς ὡς ἔσοπτρον. καί φασι τοὺς περὶ τὰ τοιαῦτα δεινοὺς τούτῳ κατάγειν τὴν σελήνην. ἔστι δὲ καὶ Πυθαγόρου παίγνιον διὰ κατόπτρου τοιοῦτον. πληροσελήνου τῆς σελήνης οὔσης, εἴ τις ἔσοπτρον ἐπιγράψειεν αἵματι, ὅσα βούλεται, καὶ προειπὼν ἑτέρῳ σταίη κατόπιν αὐτοῦ, δείκνυσι πρὸς τὴν σελήνην τὰ γράμματα, κἀκεῖνον ἀτενίσαι πλησίον εἰς τὸν τῆς σελήνης κύκλον, ἀναγνοίη πάντα τὰ ἐν τῷ κατόπτρῳ γεγραμμένα, ὡς τῇ σελήνῃ γεγραμμένα.

### θ 290

Θετταλικαὶ πτέρυγες: τοῦτο εἴρηται διὰ τὸ πτερύγιον ἔχειν τὰς Θετταλικὰς χλαμύδας, ἅπερ εἰσὶν αἱ ἑκατέρωθεν γωνίαι, διὰ τὸ ἐοικέναι πτέρυξιν.

### θ 291

Θετταλῶν σόφισμα: καὶ ἐπὶ μάχης καὶ ἐπὶ σχήματος καὶ ἐπὶ παρακρούσεως καὶ ἄλλων μυρίων τάσσουσιν ἀπὸ αἰτίας τοιαύτης. Ἀρατίῳ γὰρ κατιόντι ὁ θεὸς ἔφη φυλάξασθαι, μὴ λάθωσιν αὐτὸν οἱ ἐξ ἐναντίας εὐχῇ μείζονι καὶ λαμπροτέρᾳ κατ’ αὐτοῦ χρησάμενοι. ὁ δὲ ἑκατόμβην ἀνδρῶν εὔξατο θύσειν τῷ Ἀπόλλωνι. κατορθώσας δὲ ἃ ἐβούλετο, τὴν θυσίαν διὰ τὸ μὴ ἱεροπρεπῆ εἶναι ἀεὶ ἀνεβάλλετο. ὅτι διαβάλλονται οἱ Θετταλοὶ ὡς ἀνδραποδισταὶ καὶ ἄπιστοι.

### θ 292

Θετταλός: εἷς τῶν Κίμωνος παίδων ἐκαλεῖτο οὕτως.

### θ 293

Θέτης· μήποτε θέτην λέγουσι τὸν ὑποθήκην τεθεικότα, οὐχ ὡς ὁ Δίδυμος τὸν εἰσποιησάμενον. θετοὺς γὰρ ἔλεγον τοὺς ποιητούς.

### θ 294

Θέτις, Θέτιδος, ὄνομα κύριον. καὶ Θετίδειον.

### θ 295

Θετόν: εἰσποιητόν, οὐ γνήσιον. Θαλῆν τὸν φιλόσοφον μὴ γήμαντα τῆς ἀδελφῆς τὸν υἱὸν θέσθαι.

### θ 296

Θευδέριχος, ῥὴξ Γότθων καὶ Ἰταλιωτῶν, τῶν κατηκόων αὐτοῦ προὔστη, περιβαλλόμενος ὅσα τῷ φύσει βασιλεῖ ἥρμοσται. δικαιοσύνης τε γὰρ ὑπερφυῶς ἐπεμελήσατο καὶ τοὺς νόμους ἐν τῷ βεβαίῳ διεσώ‐ σατο, ἔκ τε βαρβάρων τῶν περιοικούντων τὴν χώραν ἀσφαλῶς διεφύλαξε· ξυνέσεώς τε γὰρ καὶ ἀνδρείας ἐς ἄκρον ἐλήλυθεν ὡς μάλιστα καὶ ἀδίκημα σχεδόν τι οὐδὲν οὔτε αὐτὸς ἐς τοὺς ἀρχομένους εἰργάζετο οὔτε τῳ ἄλλῳ τὰ τοιαῦτα ἐγκεχειρηκότι ἐπέτρεπε. καὶ ἦν λόγῳ μὲν τύραννος, ἔργῳ δὲ βασιλεὺς ἀληθὴς τῶν ἐν ταύτῃ τῇ τιμῇ ἐξ ἀρχῆς ηὐδοκιμηκότων οὐδενὸς ἥσσων, ἔρως τε αὐτοῦ ἔν τε Γότθοις καὶ Ἰταλιώταις πολὺς ἤκμασεν.

### θ 297

Θευδέριχος. ὅτι Θευδέριχος, ὁ Ἄφρος, διάκονόν τινα εἶχεν ὀρθόδοξον, ὃν πάνυ ἠγάπα καὶ ἔθαλπεν. οὗτος δὲ ὁ διάκονος νομίζων Θευδερίχῳ χαρίζεσθαι, τῆς ὁμοουσίου πίστεως ἀποστάς, τὰ Ἀρείου ἐφρόνησε. γνοὺς δὲ τοῦτο Θευδέριχος, τὸν οὕτως ἀγαπώ‐ μενον εὐθέως ἀπεκεφάλισεν εἰπών· εἰ τῷ θεῷ πίστιν οὐκ ἐφύλαξας, πῶς ἀνθρώπῳ φυλάξεις συνείδησιν ὑγιαίνουσαν;

### θ 298

Θευδίβαλδος: ὄνομα κύριον. Λεόντιος μὲν τοσαῦτα εἶπε· Θευδίβαλδος δὲ ἀμείβεται ὧδε. ἀντὶ τοῦ ἀνταποκρίνεται.

### θ 299

Θευδίβερτος: υἱὸς Θευδερίχου. καὶ ζήτει ἐν τῷ τολμητίας.

### θ 300

Θεύδερτος: ὁ βασιλεὺς τῶν Φράγγων.

### θ 301

Θευδόσιος: ὁ Θεοδόσιος. καὶ Θευδουσία χώρα, κείμενον ἔγγυς Σκυθῶν· ὃ πολιορκῶν Σάτυρος ἐτελεύτησεν.

### θ 302

Θεὺς Ἄρης: τουτέστι θεὸς Ἄρης, ἐν Πέτρᾳ τῆς Ἀραβίας. σέβεται δὲ θεὸς Ἄρης παρ’ αὐτοῖς· τόνδε γὰρ μάλιστα τιμῶσι. τὸ δὲ ἄγαλμα λίθος ἐστὶ μέλας, τετράγωνος, ἀτύπωτος, ὕψος ποδῶν τεσσά‐ ρων, εὖρος δύο· ἀνάκειται δὲ ἐπὶ βάσεως χρυσηλάτου. τούτῳ θύουσι καὶ τὸ αἷμα τῶν ἱερείων προχέουσι· καὶ τοῦτό ἐστιν αὐτοῖς ἡ σπονδή. ὁ δὲ οἶκος ἅπας ἐστὶ πολύχρυσος, καὶ ἀναθήματα πολλά.

### θ 303

Θευσούμενος: δραμούμενος. οἱ δὲ ἀφίκοντο, ὁ μὲν ἀγωνιού‐ μενος πυγμήν, ὁ δὲ θευσούμενος στάδιον.

### θ 304

Θεῖ: εὐκόλως ῥεῖ. Ἀριστοφάνης· νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ’ ἐλαύνομεν. παρὰ τὴν παροιμίαν· ἀλλ’ ὅταν ἀργύριον ᾖ, πάντα θεῖ κἐλαύνεται. οὔτ’ ἀνέμοις οὔτε κώπαις πλέομεν.

### θ 305

Θεῖα: εὐθέα, καὶ ὀρθά, καὶ θαυμαστά. θείους τε εἶναι τοὺς σπουδαίους· ἔχειν γὰρ ἐν ἑαυτοῖς οἱονεὶ θεόν· τὸν δὲ φαῦλον ἄθεον. διττὸν δὲ εἶναι τὸν ἄθεον· τόν τε ἐναντίον τῷ θεῷ λεγόμενον καὶ τὸν ἐξουθενητικὸν τοῦ θείου· ὅπερ οὐκ εἶναι περὶ πάντα φαῦλον. θεοσεβεῖς τε τοὺς σπουδαίους· ἐμπείρους γὰρ εἶναι τῶν περὶ θεοῦ νομίμων.

### θ 306

Θειαζόντων: μαινομένων· ὁτὲ δὲ θαυμαζόντων.

### θ 307

Θειάζουσα: ἐνθουσιῶσα, μαινομένη. Μαίσυος ὁ Σεμνόνων βασιλεὺς καὶ Γάννα (παρθένος ἦν μετὰ τὴν Βελήδα ἐν τῇ Κελτικῇ θειάζουσα) ἦλθον πρὸς τὸν Δομετιανὸν καὶ τιμῆς παρ’ αὐτοῦ τυχόν‐ τες ἀνεκομίσθησαν.

### θ 308

Θείας ἀμνάμμων: ὁ Βορέας ὁ ἄνεμος. Ἀμνάμμων δὲ ἀπό‐ γονος. ὡς γὰρ Ἡσίοδος λέγει, τῆς Θείας ἀπόγονοι οἱ ἄνεμοι.

### θ 309

Θειάσαντες: θεόληπτοι γεγονότες.

### θ 310

Θειασμός. Ἀρριανός· κρότος τε ἀθρόος καὶ ἐπιθειασμοὶ ὡρμήθησαν ὑπέρ τε τοῦ βασιλέως καὶ τῆς στρατιᾶς, ἐπιτυχῆ ἀμφοῖν γενέσθαι τὴν ὁρμήν.

### θ 311

Θειασμοί· Ἰώσηπος· θειασμοί τε τοῖς εἰρήνην ἀγαπῶσι δύσφημοι.

### θ 312

Θειάσομαι ὅλη: χαρῶ μανικῶς.

### θ 313

Θεῖεν: ποιήσειεν.

### θ 314

Θειλόπεδον: ὁ τόπος, ἐν ᾧ αἱ σταφυλαὶ ἐξηραίνοντο. ἐν Ἐπιγράμμασι· ἐχῖνον ῥαγολόγον γλυκερῶν σίντορα θειλοπέδων.

### θ 315

Θεῖναι: ποιῆσαι.

### θ 316

Θείνω: τύπτω.

### θ 317

Θειοδάμη: ἡ θεοὺς δαμάζουσα.

### θ 318

Θειοειδεστάτη: θεοειδής.

### θ 319

Θείομεν: ἐμβαλοῦμεν.

### θ 320

Θεῖον: θαυμαστόν.

### θ 321

Θηβαΐς: χώρα.

### θ 322

Θῆβαι: τόπος. καὶ Θηβαῖος.

### θ 323

Θηβαίη πόλις.

### θ 324

Θηγάνη: ἡ ἀκόνη. σιδηροβρῶτι θηγάνῃ νεηκονής. Σοφοκλῆς.

### θ 325

Θήγοντες· αἰτιατικῇ. ἀκονῶντες.

### θ 326

Θῆκαι: αἱ σοροί. διὰ δὲ ξύλων ἀπορίαν τὰς θήκας τῶν πέριξ τεθαμμένων ἀνορύσσοντες ἐκείνοις ἐς τὰ ἀναγκαῖα ἐχρῶντο.

### θ 327

Θηεῦντο: ἐθαύμαζον.

### θ 328

Θηεῖσθαι: θαυμάζεσθαι. Θηῆσθαι δὲ θεᾶσθαι.

### θ 329

Θηήσαντο: ἐθαύμασαν.

### θ 330

Θηκτόν: ἠκονημένον. θηκτὸν δ’ ἐν προβόλῳ θεμένα ξίφος εἶπεν ὀδόντα ὀξὺν ἐπιβρύκουσα.

### θ 331

Θηλάζειν: ἐνεργητικῶς ἡμεῖς ἀντιλαμβανόμεθα τοῦ ῥήματος, ἐπὶ τῶν παιδίων τῶν θηλαζόντων, Λυσίας δὲ παθητικῶς κέχρηται ἐπὶ γυναικὸς παρεχούσης γάλα.

### θ 332

Θηλαμόνος: τῆς οἰκίας.

### θ 333

Θηλάσαι.

### θ 334

Θηλή: μαστὸς ὁ γαλουχῶν.

### θ 335

Θηλυδρίας: τεθηλυμμένος. διὰ τὴν ἐξάγιστον ἡδονὴν οἱ θηλυδρίαι τριχοπλάσται εἰσίν.

### θ 336

Θηλύμητρις: ὁ πόρνος.

### θ 337

Θήλυνοι: ἥσυχοι.

### θ 338

Θῆλυς: παρ’ Ὁμήρῳ ἐσχημάτισται ὡς πῆχυς. Ἥρη θῆλυς ἐοῦσα. καὶ θήλεας ἵππους· οἱονεὶ θηλείας. οὐδετέρως δὲ θῆλυ.

### θ 339

Θηλυτεράων: τῶν θηλειῶν.

### θ 340

Θημακεύς: δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος Θήμακος.

### θ 341

Θημῶνες: οἱ σωροὶ τῶν δραγμάτων. καὶ Θημωνία, ἡ σωρός.

### θ 342

Θηραμένης, Ἀθηναῖος, ῥήτωρ, μαθητὴς Προδίκου τοῦ Κείου· ὃς ἐπεκαλεῖτο Κόθορνος. μελέτας ῥητορικάς· καὶ ἄλλα τινά.

### θ 343

Θηραμένης, Κεῖος, σοφιστής. Μελετῶν βιβλία γʹ, Περὶ ὁμοιώ‐ σεως λόγου, Περὶ εἰκόνων ἤτοι παραβολῶν, Περὶ σχημάτων.

### θ 344

Θηραμένης σοφός γ’ ἀνήρ, ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ, πέπτωκεν ἔξω τῶν κακῶν. οὗτος δὲ ἦν εὐμετάβολος καὶ πρὸς τὸν καιρὸν ἁρμόζων. ζήτει ἐν τῷ δεξιός.

### θ 345

Θηραμένης σοφὸς ἀνὴρ καὶ δεινὸς εἰς τὰ πάντα, ὃς οὐδέποτε ἐκακοβόλησεν ὡς ἐν ἀστραγάλοις, ἀλλ’ ἐπετύγχανε. Θηραμένης οὐ Χῖος δέ, ἀλλὰ Κεῖός φησι· παρ’ ὅσον ποικίλος τις ἦν καὶ ἀγχίστροφος καθωμίλει τε τοῖς καιροῖς πρὸς τὸ κρεῖττον μέρος ἀεὶ διδοὺς ἑαυτόν. Κῷος δὲ ἐλέγετο. οὗτος ἀνῃρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν λʹ. κλίνεται δὲ εἰς ου.

### θ 346

Θηρατὴς λέξεων· θηρευτής ἐστι ζῴων χερσαίων καὶ ἐναλίων.

### θ 347

Θηρατεύεσθαι: ἀναβάλλεσθαι. καὶ Θηρατὴς λόγων, ἀντὶ τοῦ ἐπιθυμητής.

### θ 348

Θηρεύω· αἰτιατικῇ.

### θ 349

Θηρήτορας: κυνηγούς.

### θ 350

Θηρία: οἱ ἐλέφαντες. Θηρία καὶ τὰ δάκετα, ἔχιες, φαλάγγια, ὄφεις. ἐγίνοντο δὲ οἱ περὶ τὸν Προυσίαν περὶ τὴν τῶν θηρίων συναγωγήν.

### θ 351

Θηρείων· Αἰλιανός· τὰ γεννώμενα βρέφη κράσει θηρείων τε καὶ ἀνθρωπείων σωμάτων τεράστια ἐδόκει.

### θ 352

Θηρίκλειον: εἶδος ποτηρίου.

### θ 353

Θηρικλέους τέκνον: κύλιξ, ἣν λέγεται πρῶτος κεραμεῦσαι Θηρικλῆς.

### θ 354

Θηρίκλειον: ποτήριον ὑάλινον.

### θ 355

Θηριῶ· αἰτιατικῇ. καὶ Θηριωδεία: ἀπήνεια, ὀργιλότης.

### θ 356

Θηρώμενοι: ἀντὶ τοῦ ζητοῦντες. καὶ τιμὴν ἐκ τούτου παρὰ τῶν ἄλλων θηρώμενοι.

### θ 357

Θηρῶντες: ἐπιτηροῦντες.

### θ 358

Θής, θητός: ὁ μισθωτός.

### θ 359

Θῆσσαν: μισθωτικήν, ἢ εὐτελῆ, ἢ δουλικὴν τροφήν.

### θ 360

Θησαυρίζω· αἰτιατικῇ.

### θ 361

Θησαυροὶ ἀνέμων: οὐκ ἀποθῆκαί τινες, ἀλλ’ ἡ ῥᾳδία κίνησις, ἀπηνέμου τοῦ ἀέρος ὄντος.

### θ 362

Θησαυρούς· Ἀππιανός· ὅπλα τε πολλὰ καὶ σῖτον ἡτοιμάζετο καὶ θησαυροὺς ἐποίει. καὶ Θησαυροφυλάκιον.

### θ 363

Θησεύς, ἱστορικός. Βίους ἐνδόξων ἐν βιβλίοις πέντε, Κορινθια‐ κῶν ἐν βιβλίοις τρισίν, ἐν ᾧ δηλοῖ τὴν κατάστασιν τοῦ Ἰσθμιακοῦ ἀγῶνος. ζήτει περὶ Θησέως ἐν τῷ ἀρχὴ Σκυρία.

### θ 364

Θησεύς, ὁ Αἰγέως υἱός, ὁ βασιλεὺς Κρητῶν. καὶ ζήτει ἐν τῷ Αἰγαῖον πέλαγος.

### θ 365

Θητεὺς καὶ Θητικόν· εἰς δʹ διαιρουμένης παρ’ Ἀθηναίοις τῆς πολιτείας, οἱ ἀπορώτατοι θητεῖς ἐλέγοντο, καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς οὐδὲ ἐστρατεύοντο. καὶ θῆσσαν δὲ ὠνό‐ μαζον οἱ Ἀττικοὶ τὴν πενιχρὰν κόρην, ἣν ἐπαναγκὲς ἦν τοὺς ἔγγιστα γένους ἢ λαμβάνειν πρὸς γάμον ἢ πέντε μνᾶς διδόναι.

### θ 366

Θησείδας· τίς φθόνος αἰὲν Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει; ζήτει ἐν τῷ ἔγκοτος.

### θ 367

Θησεῖον· καθῆσθαί μοι δοκῶ ἐπὶ τὸ Θησεῖον ἢ ἐπὶ τῶν Σεμνῶν θεῶν. τουτέστι τῶν Ἐριννύων. εἰς γὰρ ταῦτα τὰ ἱερὰ οἱ ἱκέται καθήμενοι ἀσυλίαν εἶχον. ἔστι δὲ τὸ Θησεῖον τέμενος ἀνειμένον τῷ Θησεῖ.

### θ 368

Θησείοισιν: ἑορτή τις τελουμένη παρ’ Ἀθηναίοις. μετὰ γὰρ τὸ χαρίσασθαι τὴν δημοκρατίαν τοῖς Ἀθηναίοις τὸν Θησέα, Λύκος τις συκοφαντήσας ἐποίησεν ἐξοστρακισθῆναι τὸν ἥρωα. ὁ δὲ παραγενόμενος ἐς Σκῦρον διῆγε παρὰ Λυκομήδει δυνάστῃ τῆς νήσου· ὃς ζηλοτυπήσας ἀναιρεῖ αὐτὸν δόλῳ. Ἀθηναῖοι δὲ λιμώξαντες καὶ κελευσθέντες ἐκδικῆ‐ σαι τῷ Θησεῖ τὸν μὲν Λυκομήδην ἀνεῖλον, τὰ δὲ ὀστᾶ μεταστειλάμενοι καὶ τὸ Θησεῖον οἰκοδομήσαντες ἰσοθέους αὐτῷ τιμὰς νέμουσι. καὶ ἐγίνοντο διανομαὶ καὶ εὐωχίαι τοῖς Θησείοις. ἑορτὴ δὲ αὐτῷ ἐτελεῖτο, ἐπειδὴ αὐτὸς συνήγαγε τὴν Ἀττικήν, πρότερον κατὰ κώμας οἰκου‐ μένην. οὗτος δὲ ὁ Θησεὺς ὁ υἱὸς Αἰγέως, Ἀθηναῖος, πολλὰ ἔργα ἐπεδείξατο. καὶ γὰρ τὸν ἀπὸ Τροιζῆνος χῶρον ἅπαντα ἄχρις Ἀθηνῶν ἡμέρωσε, λῃστῶν ἔμπλεων ὄντα, ἀνελὼν Κερκύονα καὶ Σκίρωνα καὶ Σίννιν τὸν πιτυοκάμπτην καὶ Περίφαντον τὸν κορυνήτην, οὗ τὴν κορύνην αὐτὸς ὕστερον ἐφόρει, καὶ Προκρούστην τὸν ξενοφόνον· καὶ Ἀμαζονίδων στρατὸν ἐλθόντα ἐπ’ Ἀθήνας ἐχειρώσατο καὶ τὴν βασιλίδα γήμας ἔσχεν Ἱππόλυτον· εἶτα ἔγημε Φαίδραν. ἐπολεμήθη δὲ αὐτῷ καὶ πρὸς Κενταύρους πόλεμος καὶ ὑπὲρ Λαπιθῶν καὶ Πειρίθου τοῦ βασιλέως, καὶ ἄλλα ἄττα.

### θ 369

Θησειότριψ: ὁ ἐν τοῖς Θησέως διατρίψας.

### θ 370

Θῆσθαι: ἀμέλγειν.

### θ 371

Θήσομαι: ὁρίσω, ποιήσω, ἀναδείξω.

### θ 372

Θῆττα: ἐπίκληρος, οὐκ ἔχουσα φερνήν, πενιχρὰ καταλειφθεῖσα ὑπὸ τοῦ πατρός, ὑπὸ δὲ τῶν ἀγχιστέων προικιζομένη κατὰ νόμον πεντακοσίων δραχμῶν.

### θ 373

Θῆτες: οἱ τροφῆς ἕνεκα δουλεύοντες.

### θ 374

Θητεύειν: μισθῷ ἐργάζεσθαι.

### θ 375

Θητεία: παραμονή, ἢ δουλεία.

### θ 376

Θητικὸν πλῆθος: τὸ ἐπὶ μισθῷ δουλεῦον. καὶ θητικὸν ἐπή‐ γοντο οἱ αὐτοὶ ἐς τὸν πόλεμον οἱ Πέρσαι πλεῖστον ὅσον καὶ παιδία καὶ γυναῖκας, οὓς κατά τινα δὴ πάτριον νόμον ἐς τοὺς κινδύνους θεατὰς οἰκείας ἀλκῆς ἦγον.

### θ 377

Θητώνιον: τὸ τοῖς μισθωτοῖς διδόμενον.

### θ 378

Θίασος: χορός. καὶ Θιασώτης. Ἀριστοφάνης· ἐπιδημεῖ γὰρ θίασος Μουσῶν ἔνδον μελάθρων τῶν δεσποσύνων μελοποιῶν. θία‐ σόν τε μίμων καὶ κορδακιστῶν περὶ αὑτὸν μάλα πλῆθος εἶχε.

### θ 379

Θίασος: ἱερὸς χορός. καὶ Θιασώτης, ὁ χορευτής. ἀπὸ τοῦ θεῖν, ὅ ἐστι θύειν. ὁ δὲ χορὸς ἀπὸ τῆς συνελεύσεως· θέειν γὰρ τὸ τρέχειν· ἢ ἀπὸ τοῦ ἐνθουσιᾶν. ὅθεν θιασῶται κυρίως οἱ περὶ τὸν Διόνυσον. ἐλθὲ χορεύσων ὁσίους ἐς θιασώτας. οὕτω λέγουσιν, οὐ συνθιασώτας. ἐν Ἐπιγράμμασι· στρεπτὸν Βασσαρικοῦ ῥόμβον θιάσοιο μύωπα.

### θ 380

Θίασος: τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τέλει καὶ τιμῇ θεοῦ. οὕτως Δημοσθένης καὶ Ξενοφῶν. Ἴων δὲ ἐπὶ παντὸς ἀθροίσματος τάττει τοὔνομα. θιασῶται δὲ ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων. οὕτως Ἰσαῖος.

### θ 381

Θιασώτης Κότυος. Κότυς, δαίμων παρὰ Κορινθίοις τιμώμενος, ἔφορος τῶν αἰσχρῶν. ὅθεν οἱ Κλεισθέναι καὶ Τίμαρχοι καὶ πάντες οἱ πρὸς ἀργύριον τὴν ὥραν διατιθέμενοι διὰ τὴν ἐξάγιστον ἡδονήν· καθάπαξ οἱ θηλυδρίαι τριχοπλάσται πάντες εἰσίν. ἀλλ’ οἱ μὲν ἐπὶ τῶν οἰκημάτων ἄντικρυς οὗτοι. καίτοι νικᾶν νομίζουσιν, ὡς ταύτῃ μάλιστα τὸ θῆλυ τοῦ γένους ἐκμιμησόμενοι.

### θ 382

Θίβις: κιβώτιον ἐκ βύβλου πλεκτόν, ὡς κοφινῶδες.

### θ 383

Θιγγάνει: ἅπτεται.

### θ 384

Θιγεῖν· γενικῇ. ψαῦσαι, ἐγγίσαι. πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης. εἶτ’ ἀξιώσατ’ ἀνδρὸς ἀθλίου θιγεῖν. πείθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.

### θ 385

Θίμβρων, Λακεδαιμόνιος. οὗτος ἦν πεμφθεὶς εἰς τὴν Ἀσίαν ἁρμοστὴς μετὰ τὰ Πελοποννησιακά.

### θ 386

Θῖνα: αἰγιαλόν, σωρόν. Ἀριστοφάνης· τὸν θῖνά μου ταράττεις καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον· κοὐκ οἶδ’ ὅ τι χρῆμά με ποιεῖς. ἐν Ἐπιγράμμασι· καὶ τὴν παρὰ θῖνα κίσηριν, αὐχμηρὸν πόντου τρηματόεντα λίθον.

### θ 387

Θίς: ὁ αἰγιαλός. καὶ ὁ σωρὸς τῶν χρημάτων.

### θ 388

Θίσβη: ὄνομα κύριον. καὶ ἡ σορός.

### θ 389

Θλαδίας: εὐνοῦχος. ὑποβάλλει τοίνυν τοὺς Οὐάλεντος μυστικούς, τὴν γυναικωνῖτιν λέγω φάλαγγα, οἵπερ εἰσὶν ἀεὶ τῶν φαύλων πράξεων ἐμπύρευμα, κατηγορῆσαι τοῦ Ἀετίου κατὰ βασιλέως ἐμμελετᾶν, ὡς ἂν ἐπιβατεύσῃ τῆς ἐξουσίας, ἀγωνίζονται πεῖσαι τὸν βασιλέα. ἦν γὰρ βαρὺς ὁ σταθμὸς τοῦ ὑποσχεθέντος χρυσίου, ὁ ὑποσμήχων αὐτῶν τὰ ἔντοσθεν· δεινοὶ γὰρ εἰς τὸ συρράψαι βλάβας, προκειμένης χρυσίου ὑποσχέσεως. ἄπληστον γὰρ τὸ γένος καὶ πρὸς πλεονεξίαν ἀεὶ κέχηνε, καὶ οὐκ ἔστι τι τῶν φαύλων ἄνευ τῆς αὐτῶν δυστροπίας ἐν τοῖς βασιλείοις τελούμενον. πείθεται ταῖς συκοφαντίαις ὁ βασιλεὺς καὶ λόγου ταχύτερον πρὸς τὸν φόνον Ἀετίου κινηθεὶς τοῦτον ἀναιρεῖ. καὶ ὡς ἕρμαιον αὐτῷ τὸ πραχθὲν λογισάμενός φησι πρός τινα τὸν στοχάζεσθαι τὰ ἀπόρρητα δυνάμενον· οὐ καλῶς μοι πέπρακται ἡ τοῦ Ἀετίου, ὦ οὗτος, ἀναίρεσις; ὁ δέ φησιν· εἰ καλῶς ἢ μή, οὐκ οἶδα· γίνωσκε δέ, ὅτι τῇ λαιᾷ χειρὶ τὴν δεξιάν σου ἀπέκοψας.

### θ 390

Θλίβει: ἐκπιέζει. ζήτει ἐν τῷ βλιμάζειν.

### θ 391

Θλίψις: τούτῳ τῷ ὀνόματι πολλὰ δηλοῦται· φυλακαί, ἀλύσεις, ἐξορίαι, καὶ ὅσα τοιαῦτα. θυμὸν καὶ ὀργὴν καὶ θλίψιν ἐπὶ θεοῦ τὰς πικρὰς τιμωρίας καλεῖ· οὐ γὰρ φύσιν, οὐδὲ προαίρεσιν.

### θ 392

Θμοῦϊς: ὄνομα κύριον θηλυκόν.

### θ 393

Θνησιμαῖον: τὸ νενεκρωμένον. καὶ Θνησείδιον, τὸ νεκρόν. καὶ Θνῆσις, ἡ φθορά.

### θ 394

Θνήσκω. Θνητός.

### θ 395

Θοάζετε: κατὰ διάλυσιν, ἀντὶ τοῦ θάσσετε. ἢ θοῶς προκάθησθε. Σοφοκλῆς· τίνας ποθ’ ἕδρας τάσδε μοι θοάζετε;

### θ 396

Θόας, Θόαντος: ὄνομα κύριον.

### θ 397

Θοάς: ταχείας ὁρμάς. σημαίνει δὲ καὶ ὀξείας. καὶ Ὅμηρος· ἐν δ’ αὖ νήσοισιν ἐπιπροέηκα θοῇσιν.

### θ 398

Θοηρός: τεταραγμένος.

### θ 399

Θοκόα: ὄνομα πόλεως παρὰ Ἰωσήπῳ.

### θ 400

Θολερός: ὁ τεταραγμένος.

### θ 401

Θολερῶς προσβαίνεις: ἐπὶ τῶν ἀστάτως καὶ τεταραγμένως προϊόντων καὶ μὴ καθεσταμένην καὶ ἀσφαλῆ πορείαν ἐχόντων.

### θ 402

Θόλος: οἶκος περιφερής, ἐν ᾧ οἱ πρυτάνεις εἱστιῶντο. πρυτα‐ νεῖον δέ τι ἰδίως ὠνόμασται, ἐπεὶ πυρῶν ἦν ταμιεῖον.

### θ 403

Θόλος: ὁ τόπος ἔνθα ἐδείπνουν οἱ πρυτάνεις, διὰ τὸ οἰκοδομεῖ‐ σθαι αὐτὸν στρογγύλον. Θολὸς δὲ τὸ τῆς σηπίας μέλαν.

### θ 404

Θοός: ταχύς.

### θ 405

Θόωκοι: θρόνοι.

### θ 406

Θόων, Θόωνος: ὄνομα κύριον.

### θ 407

Θοραί: δῆμος τῆς Ἀντιοχίδος.

### θ 408

Θορεῖν: πηδᾶν. καὶ Θορόντες, ὁρμῶντες, πηδῶντες.

### θ 409

Θορή, θορῆς: ἡ γονή, τὸ σπέρμα.

### θ 410

Θορικός: δῆμος τῆς Ἀκαμαντίδος.

### θ 411

Θόρνυσθαι.

### θ 412

Θορός: τὸ σπέρμα τοῦ σώματος. ὁ δὲ Νέσσος λέγει τῇ Δηιανείρᾳ τὸ αἷμα ἀπὸ τῶν βελῶν, οἷς ἐβλήθη, ἀποξύσαι καὶ τῷ θορῷ, ὅνπερ αὐτὸς ἀφῆκε, συμμίξας ἀλεῖψαι τὸν Ἡρακλέα ἢ χρίσαι τὰ ἱμάτια.

### θ 413

Θορυβούντων: ταραττομένων. θορυβούντων δὲ τῶν Γετῶν καὶ αὐτίκα τιμωρεῖσθαι δεομένων, ἐπικρατῆσαι Δουρὰν ὄνομα, ὑποθέμενον τῷ βασιλεῖ τοῦτον φυλαχθῆναι. καὶ αὖθις· μετήνεκτο δὲ ἅπας ἐπὶ τὴν Ἀρμενίαν ὁ θόρυβος, ἄλλων ἄλλα αὐτοῖς διακληρωσαμένων.

### θ 414

Θουκυδίδης, Ὀλώρου, Ἀθηναῖος, παῖδα δὲ ἔσχε Τιμόθεον. ἦν δὲ ἀπὸ μὲν πατρὸς Μιλτιάδου τοῦ στρατηγοῦ τὸ γένος ἕλκων, ἀπὸ δὲ μητρὸς Ὀλώρου τοῦ Θρᾳκῶν βασιλέως· μαθητὴς Ἀντιφῶντος. ἤκμαζε κατὰ τὴν πζʹ Ὀλυμπιάδα· ἔγραψε δὲ τὸν πόλεμον τῶν Πελο‐ ποννησίων καὶ Ἀθηναίων. οὗτος ἤκουσεν ἔτι παῖς τυγχάνων Ἡροδότου ἐπὶ τῆς Ὀλυμπίας τὰς ἱστορίας διερχομένου, ἃς συνεγράψατο, καὶ κινηθεὶς ὑπό τινος ἐνθουσιασμοῦ πλήρης δακρύων ἐγένετο. καὶ ὁ Ἡρόδοτος κατανοήσας τὴν αὐτοῦ φύσιν πρὸς τὸν πατέρα Θουκυδίδου Ὄλωρον ἔφη· μακαρίζω σε τῆς εὐτεκνίας, Ὄλωρε· ὁ γὰρ σὸς υἱὸς ὀργῶσαν ἔχει τὴν ψυχὴν πρὸς τὰ μαθήματα. καὶ οὐκ ἐψεύσθη γε τῆς ἀποφάσεως. οὗτος ὁ Θουκυδίδης ἀνὴρ ἦν πολὺς ταῖς τέχναις, κάλλει λόγων καὶ ἀκριβείᾳ πραγμάτων καὶ στρατηγίαις καὶ συμβουλίαις καὶ πανηγυρικαῖς ὑποθέσεσιν. ὁ συγγραφεὺς οὗτος μεταβαίνει ἀπὸ τῶν θηλυκῶν εἰς οὐδέτερον· οἷον, τρέπονται εἰς Μακεδονίαν, ἐφ’ ὅπερ καὶ πρότερον. καὶ Θουκυδίδειος γραφή.

### θ 415

Θοῦλις· οὗτος ἐβασίλευσε πάσης Αἰγύπτου καὶ ἕως τοῦ Ὠκεανοῦ καὶ μίαν τῶν ἐν αὐτῷ νήσων ἀπὸ τοῦ ἰδίου ὀνόματος ἐκάλεσε Θούλην. ἐπαρθεὶς δὲ τοῖς κατορθώμασι παραγέγονεν εἰς τὸ μαντεῖον τοῦ Σαράπιδος καὶ θυσιάσας ἐρωτᾷ ταῦτα· φράσον ἡμῖν πυρισθενή, ἀψευδῆ, μάκαρ, ὁ τὸν αἰθέριον μετεγκλίνων δρόμον, τίς πρὸ τῆς ἐμῆς βασιλείας ἐδυνήθη τοσαῦτα; ἢ τίς ἔσται μετ’ ἐμέ; καὶ ἐδόθη αὐτῷ χρησμὸς ἔχων οὕτως· πρῶτα θεός, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς· σύμφυτα δὲ πάντα καὶ εἰς ἓν ἰόντα· οὗ κράτος αἰώνιον. ὠκέσι ποσὶ βάδιζε, θνητέ, ἄδηλον διανύων βίον. καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὑπὸ τῶν ἰδίων ἐσφάγη ἐν τῇ τῶν Ἄφρων χώρᾳ.

### θ 416

Θούμαντις: ὄνομα κύριον. μηδὲν ἐς Λυσίστρατον, μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ. οὗτοι πένητες διεβάλλοντο.

### θ 417

Θούρρας· οὗτος ἐβασίλευσε μετὰ Νῖνον Ἀσσυρίων, ὅντινα μετ‐ εκάλεσαν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος Ἄρεα· ὃς ἦν δεινὸς σφόδρα καὶ πολεμήσας Καυκάσῳ τυράννῳ, ἐκ τῆς φυλῆς Ἰάφεθ καταγομένῳ, ἀνεῖλεν αὐτόν. τούτῳ προσεκύνησαν Ἀσσύριοι ὡς θεῷ καὶ ὠνόμασαν αὐτὸν Βάαλ, ὅ ἐστι κατὰ τὴν αὐτῶν γλῶσσαν Ἄρης, πολέμων ἔφορος· οὗ μνημονεύει καὶ ὁ προφήτης Δανιήλ.

### θ 418

Θουριομάντεις: ἀπὸ τοῦ γενικοῦ ἐχώρησεν ἐπὶ τὸ κατ’ εἶδος. εἰπὼν γάρ, ὅτι πάντας αἱ νεφέλαι τρέφουσι τοὺς σοφιστάς, ἐπήγαγε τίνας. θουριομάντεις δὲ οὐ τοὺς ἀπὸ Θουρίου μάντεις, ἀλλὰ τοὺς εἰς Θούριον πεμφθέντας. ἁλούσης γὰρ Συνάρεως, Θούριοι ἐκλήθησαν ἀπὸ κρήνης Θουρίας. ἐξέπεμψαν δὲ εἰς τὴν κτίσιν αὐτῶν Ἀθηναῖοι δέκα ἄνδρας, ὧν καὶ Λάμπων ἦν ὁ μάντις, ἐξηγητὴς ἐσόμενος τῆς κτίσεως τῆς πόλεως.

### θ 419

Θούριον: ὄνομα ἔθνους. καὶ Θούριος Αἴας, ἀντὶ τοῦ πηδητικός, ταχύς, πολεμικώτατος.

### θ 420

Θοῦρον καὶ Θούριος: πηδητικόν, ταχύν, πολεμικώτατον. ἐν Ἐπιγράμμασι· ἄλλος ἀπὸ κράτας θοῦρος ἀνὴρ ἔθετο. Θούριος Ἄρης ἔσπασεν Ἀργείων καὶ Λακεδαιμονίων.

### θ 421

Θῶες, θώων: θηρία ἐξ ὑαίνης καὶ λύκου γεννώμενα.

### θ 422

Θωή: ἡ ζημία. καὶ Ἀθῷος, ὁ ἀζήμιος. Θωὴ δέ, ὃ κατα‐ τίθεται ὁ ζημιούμενος.

### θ 423

Θώθ: ὁ Ἑρμῆς.

### θ 424

Θώκνειον: ὄνομα τόπου.

### θ 425

Θῶκος: θρόνος, καθέδρα.

### θ 426

Θωμᾶς: ὄνομα κύριον.

### θ 427

Θωμίζω: δεσμῶ σχοινίοις.

### θ 428

Θώμιγξ: τὸ σχοινίον.

### θ 429

Θωμούς: σωροὺς ξύλων. θωμοὶ δὲ λέγονται καὶ οἱ τῶν πυρῶν σωροί. τυφὼς δὲ ἡ ἐξ ἀναθυμιάσεως τῆς γῆς συστροφή, πρὶν ἐκπυρω‐ θῆναι. Ἀριστοφάνης· εἴθ’ αὐτὴν ὥσπερ τοὺς θωμοὺς μεγάλῳ τύφῳ καὶ πρηστῆρι ξυστρέψας καὶ ξυγγογγυλίσας οἴχοιο φέρων. καὶ αὖθις ἐν Ἐπιγράμμασι· ἀκτά τε Κρηταιῒς ἐϋτριβέος τεροειπ θωμοῦ.

### θ 430

Θών: ὄνομα κύριον. καὶ κλίνεται Θῶνος.

### θ 431

Θῶπα: κόλακα. Ἰόρτιόν τε καὶ τοῦτον θῶπα ἰσχυρὸν ὑμνοῦσι.

### θ 432

Θῶπες: οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ προσιόντες ἐπὶ κολακείᾳ λόγοι. θῶπάς τε καὶ ἀπατηλοὺς προτείνοντες λόγους. ἡ εὐθεῖα Θώψ, θωπός. καὶ οὕτως μὲν θεράπευε τὰ δίκαια καὶ φιλοσοφίᾳ πρέποντα, ἀλλ’ οὐ τὸν θῶπα τρόπον καὶ βάναυσον.

### θ 433

Θωπεύει· αἰτιατικῇ. ἀπατᾷ. ἐν Ἐπιγράμμασι· ὅτι χαλέπτων Κύπριδα θωπεύεις, δεσποτικὴν ὀδύνην. καὶ Ἀριστοφάνης· εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας, εὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας. λιπαρὰς ἀφύας, ἀντὶ τοῦ εὐτελῆ τιμήν. λέγεται δὲ καὶ ἑνικῶς ἀφύη. Ἀριστοφάνης ἐν Ταγηνι‐ σταῖς· ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ ἐσθίων.

### θ 434

Θωπεία: κολακεία. ἡ περισσὴ πρός τινας κολακεία, καὶ τὸ μὴ ἐλευθέρως προσφέρεσθαι τῇ κολακείᾳ τοῖς ὑπερέχουσιν. Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίας· πολλοὶ δ’ ἔχοντες φίλους οὐ γινώσκουσιν, ἀλλ’ ἑταίρους ποιοῦνται θῶπας πλούτου καὶ τύχης κόλακας.

### θ 435

Θωπικαί: κολακευτικαί. καὶ ἐστὲ θωπικαὶ φύσει. καὶ Θωπι‐ κῶς, κολακευτικῶς.

### θ 436

Θωρακεῖον: τὸ τεῖχος.

### θ 437

Θωρακείοις: προμαχῶσι, δρυφάκτοις, λωρικίοις. μέχρι μέν τινος ὑποπεπτηχότες τοῖς θωρακίοις ἠρέμουν.

### θ 438

Θωράκιον: τὸ τοῦ ἐλέφαντος. ὅτι Ἀννίβας ὁ Καρχηδονίων στρατηγὸς φέρων τῶν ἐλεφάντων τὰ θωράκια καὶ τοῖς τῶν θηρίων οἰκιδίοις ἐπὶ πλεῖστον ὕψος τοὺς κλάδους ἀποκόπτων ἀσφαλῆ καὶ ῥᾳδίαν τὴν ὁδοιπορίαν κατεσκεύαζεν.

### θ 439

Θώραξ: πύργος, χιτών, στῆθος. παρὰ τὸ θεῖον ὠρεῖν, τουτέστι φυλάττειν τὸ διανοητικόν, ὅ ἐστιν ἐν ἡμῖν θεῖον. θώραξ δὲ ἱππέως Πάρθου τοιόσδε ἐστί. τὸ μὲν γὰρ αὐτοῦ πρόσω στέρνον τε καὶ μηροὺς καὶ χεῖρας ἄκρας καὶ κνήμας καλύπτει, τὸ δὲ ὄπισθεν νῶτά τε καὶ τὸν αὐχένα καὶ τὴν κεφαλὴν ἅπασαν. περόναι δέ εἰσι πρὸς ταῖς πλευραῖς πεποιημέναι, αἷς ἑκάτερον τῶν μερῶν συμπορπηθὲν ὅλον σιδηροῦν ποιεῖ φαίνεσθαι τὸν ἱππέα. κωλύει δὲ οὐδὲν ὁ σίδηρος οὔτε τὰς ἐκτάσεις τῶν μελῶν οὔτε τὰς συστολάς· οὕτως ἀκριβῶς πρὸς τὴν τῶν μελῶν φύσιν πεποίηται. ὁπλίζουσι δὲ καὶ τὸν ἵππον ὁμοίως σιδήρῳ πάντα μέχρι τῶν ὀνύχων, διότι οὐδὲν αὐτοῖς ὄφελος ἂν εἴη τῶν ἰδίων ὅπλων, εἰ ὁ ἵππος αὐτοῖς προαπόλοιτο.

### θ 440

Θώρηκος: τοῦ θώρακος.

### θ 441

Θωρήξασθαι· θωρήξασθαί ἐστι τὸ καθοπλισθῆναι καὶ τὸ πίνειν καὶ τὸ μεθυσθῆναι. ἐπειδὴ θώραξ καὶ τὸ στῆθος. διὰ τὸ θερμαίνειν οὖν τὸ στῆθος θωρήσσειν λέγουσι τὸ μεθύειν· καὶ ἀκροθώρηκας τοὺς ἀκρομεθύσους ἐκάλουν. κέχρηται δὲ τῇ λέξει καὶ Ἀνακρέων. ἐξαίρειν, φησί, κἀμοὶ τὸν χοᾶ, ὃν καλεῖ θώρακα· ὥστε θωρακισθῆναι οἷον τὸν θώρακα πληρῶσαι. Θωρήξομαι οὖν ἀντὶ τοῦ μεθυσθήσομαι· καὶ Θώρηξις, ἡ μέθη, ἢ ἡ ἀπὸ οἴνου γινομένη βλάβη.

### θ 442

Θωρήσσετο: καθωπλίζετο.

### θ 443

Θωρηχθείς: ὁπλισθείς.

### θ 444

Θωρυκίων· οὗτος ταξίαρχος ἦν ἐν τοῖς Πελοποννησιακοῖς τῶν Ἀθηναίων· ὃς πίσσαν ἔπεμψε τοῖς ἀντιπάλοις εἰς τὸ ἀνάψαι τὴν ἑαυτῶν πόλιν· ὅθεν γνωσθεὶς ἐκωμῳδεῖτο ἐπὶ προδοσίᾳ. οἱ δέ, ὅτι ἀντὶ τὸν Θωρακίω μιμούμενος, ὃς ἦν Αἰγινήτης ταξίαρχος, προδότης, ἀσκώματα καὶ λίνα καὶ πίτταν πέμπων εἰς Ἐπίδαυρον, ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶ παρέχων.

### θ 445

Θώς, θωός.

### θ 446

Θωύθ· καὶ Θώθ, ὁ Ἑρμῆς.

### θ 447

Θωυμάζω καὶ Ἐθωύμαζε.

### θ 448

Θωΰσσοντες: ὑλακτοῦντες. Ὅμηρος· βαρύβρωμα θωΰσσον‐ τες. καὶ Θωϋκτὴρ κύων, ὁ ὑλακτικός. καὶ Θώϋξεν, ἀνεβόησε. Σοφοκλῆς· καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, παίσας κάρα θώϋξεν. καὶ θώϋξεν, ἐκάλεσεν, ἐβόησεν.

### θ 449

Θρᾷκες ὅρκια οὐκ ἐπίστανται: ταύτης μέμνηται Μένανδρος ἐν τῇ πρώτῃ. λέγει γάρ, ὅτι ἐν ταύτῃ τῇ γῇ ὁ πρεσβύτατος ἀκοντισθεὶς διὰ τοῦ στήθους ἀπώλετο· καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰολεῦσιν αἴνιγμα ἐγένετο· Θρᾷκες ὅρκια οὐκ ἐπίστανται.

### θ 450

Θρᾳκία παρεύρεσις: φασὶ τοὺς Θρᾷκας ἡττηθέντας ὑπὸ Βοιωτῶν παρὰ Κορώνειαν καὶ σπεισαμένους σπονδὰς πενθημέρους ἐπιθέσθαι νυκτὸς τοῖς Βοιωτοῖς καὶ τοὺς μὲν ἀποκτεῖναι, τοὺς δὲ ζωγρῆσαι. ἀγανακτούντων δὲ τῶν Βοιωτῶν, εἰπεῖν τοὺς Θρᾷκας, ὅτι τὰς ἡμέρας, οὐ τὰς νύκτας ἐσπείσαντο.

### θ 451

Θρανεύσεται: ἐκταθήσεται. θράνον γὰρ τὸ ὑποπόδιον, ὅπου τὰ δέρματα ἐκτείνεται. ἡ βύρσα σου θρανεύσεται. Ἀριστοφάνης Ἱππεῦσι.

### θ 452

Θρανίδιον: εἶδος δίφρου.

### θ 453

Θρανίον· θρᾶνος καὶ θράνια, ταπεινά τινα διφρίδια καὶ ὑπο‐ πόδια δὲ λέγονται (καὶ ἡ παρὰ τῷ ποιητῇ θρῆνυς)· ἐφ’ ᾧ ἱστάμενοι οἱ ἀπαγχόμενοι ἀρτῶσιν ἑαυτοὺς λακτίζοντες αὐτά. Ἀριστοφάνης Βα‐ τράχοις· μία μέν ἐστιν ἀπὸ κάλω καὶ θρανίου. καὶ Θράνιος, δίφρος.

### θ 454

Θρανίτης λεώς: ἀντὶ τοῦ ὁ ναυτικός. ἐκ μέρους δὲ τὸ πᾶν εἶπε. τῶν γὰρ ἐρεττόντων οἱ μὲν ἄνω θρανῖται λέγονται, οἱ δὲ μέσοι ζυγῖται, οἱ δὲ κάτω θαλάμιοι.

### θ 455

Θρανίτης: ὁ πρὸς τὴν πρύμναν· ζυγίτης, ὁ μέσος· θαλάμιος, ὁ πρὸς τῇ πρώρᾳ.

### θ 456

Θρᾶνος: ὑποπόδιον. ἔνθεν καὶ θρανίτης. Ἀριστοφάνης Πλούτῳ· ἀντὶ δὲ θράνους κεραμίου μόνου κεφαλὴν κατεαγότος. τουτέστι στάμνου.

### θ 457

Θρασέας: ὄνομα κύριον.

### θ 458

Θρασέως: τολμηρῶς.

### θ 459

Θράσιον: τόπος.

### θ 460

Θρᾷξ.

### θ 461

Θρασκέας: ὁ ἄνεμος.

### θ 462

Θρασύμαχος, Χαλκηδόνιος σοφιστής, τῆς ἐν Βιθυνίᾳ Χαλκη‐ δόνος, ὃς πρῶτος περίοδον καὶ κῶλον κατέδειξε καὶ τὸν νῦν τῆς ῥητορικῆς τρόπον εἰσηγήσατο· μαθητὴς Πλάτωνος τοῦ φιλοσόφου καὶ Ἰσοκράτους τοῦ ῥήτορος. ἔγραψε Συμβουλευτικούς, Τέχνην ῥητορικήν, Παίγνια, Ἀφορμὰς ῥητορικάς. σχόλιον Μιχαὴλ μοναχοῦ τοῦ Νοσσαΐτου. ἤνεγκε καὶ ἡ καθ’ ἡμᾶς πόλις φύσιν δεξιὰν εἰς μάθησιν· ἀλλ’, ὡς ἔοικεν, οὐχ ὁ τόπος αἴτιος, ἀλλ’ ὁ χρόνος, καθ’ ὃν ἤκμασαν οἱ μεγαλοφυέστατοι ἄνδρες. τὰ νῦν δὲ θυννοσκοποῦσιν οἱ τῇδε καὶ λίνοις καὶ ὁρμιαῖς προσανέχουσι, τόν τε βίον ὄντες χειρογάστορες ὃς πολλὰ τῆς γνάθου χωρία ἐφημέριά τε φρονέουσιν, ὀλίγα ἢ οὐδὲν τῶν λόγων φροντίζοντες, ὧν ἀρχιερατεύειν ἔλαχε τῶν εἰς Τροιζῆνα βαδισάντων ὁ ἐξοχώτατος. ἴστωσαν οἱ τῆς παροιμίας εἰδήμονες. ζήτει τὴν παροιμίαν ἐν τῷ εἰς Τροιζῆνα δεῖ βαδίζειν.

### θ 463

Θρασύχειρ: τολμηρός. Αἴλιος ὁ θρασύχειρ Ἄργους πρόμος τηξιμελεῖ νούσῳ κεκολουμένος.

### θ 464

Θρᾷττα: Θρᾳκικὴ δούλη, ἐκ Θρᾴκης. Ἀριστοφάνης· Στρυμνο‐ δώρου Θρᾷτταν. τουτέστι Θρᾳκικὴν δούλην. λέγεται καὶ κοινῶς δούλη.

### θ 465

Θράττειν: ταράσσειν, ἐνοχλεῖν, νύσσειν, κινεῖν, δυσωπεῖσθαι καὶ ὑφορᾶσθαι. ὥστε μὴ θράττεσθαι τὴν ἀκοὴν ἐκ τῶν ἀπεμφαινόντων θρήνων.

### θ 466

Θραυλοτέρας· πῦρ ἐνέντες ταῖς πέτραις ὄξος ἐπεξέχεον, θραυλοτέρας ἐκ τούτου ποιησάντες.

### θ 467

Θραύω· αἰτιατικῇ.

### θ 468

Θραυσάντυγες· σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες ἵππων ἐμῶν, ὦ Παλλάς, ὥς μ’ ἀπώλεσας. Ἀριστοφάνης Νεφέλαις.

### θ 469

Θραῦσις: φθορά, ἧττα ἐν πολέμῳ, θάνατος, ἀρρωστία, συντριβή, πληγή. Δαβίδ· καὶ ἐκόπασεν ἡ θραῦσις.

### θ 470

Θραυσθῇς: ἐκπέσῃς.

### θ 471

Θραῖξ: ὁ Θρᾷξ.

### θ 472

Θρέμματα. καὶ Πολυθρέμματος, ὁ πολλὰ πρόβατα ἔχων. Αἰλιανός· οὐ γὰρ δεῦρο ἀφίγμαι ἐς τράπεζαν κεκυφέναι καὶ θρέμματος ἀλόγου δίκην πιαίνεσθαι, καὶ ἀρχῶν τε καὶ τιμῶν κρεμᾶσθαι καὶ θαυμάζειν αὐλὰς καὶ τραπέζας καὶ σατράπας. οὐδέ μοι κάλλος ἀνθρώπινον δέλεάρ ἐστιν, οὐδὲ χρηματίζομαι.

### θ 473

Θρέπτα: τροφεῖα.

### θ 474

Θρεπτική· ζήτει ἐν τῷ γεννητική.

### θ 475

Θρεττανελώ: ἦχος κιθάρας. Φιλόξενον γὰρ τὸν διθυραμβοποιὸν ἢ τραγῳδιοδιδάσκαλόν φασι γράψαι τὸν ἔρωτα τοῦ Κύκλωπος, τὸν ἐπὶ τῇ Γαλατείᾳ. εἶτα κιθάρας ἦχον μιμούμενον ἐν τῷ ἐπιγράμματι τοῦτο εἰπεῖν τὸ ῥῆμα, θρεττανελώ. ἐκεῖ γὰρ εἰσάγει τὸν Κύκλωπα κιθαρίζοντα καὶ ἐρεθίζοντα τὴν Γαλάτειαν. ἐπεὶ οὖν ἔφη ὁ χορός, ὡς ἥδομαι, ἔφη καὶ ὁ οἰκέτης, κἀγὼ βουλήσομαι χορεύειν· καὶ ἅμα ἀναφωνεῖν τὸ μέλος ἐκεῖνο. ἡ γὰρ κιθάρα κρουομένη τοιοῦτον μέλος ποιεῖ, θρεττανελώ, θρεττανελώ.

### θ 476

Θρέττε· οὐκ ἔνι μοι τὸ θρέττε. ἀντὶ τοῦ τὸ θαρραλέον, καὶ ἀνδρεῖον, καὶ θρασύ. οὐκ ἔστιν εἰπεῖν, ὃ σὺ διανοῇ.

### θ 477

Θρέψας: πήξας. ἐπὶ γάλακτος. Ὅμηρος· ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος. καὶ Τροφή, ἡ πηγνύουσα τὸ σῶμα.

### θ 478

Θρήϊκες: οἱ Θρᾷκες. καὶ Θρηϊκίης.

### θ 479

Θρηνακία: ἡ Σικελία.

### θ 480

Θρηνεῖν ἐπῳδάς: ἐπιφωνεῖν καὶ ἐπᾴδειν. Σοφοκλῆς· οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι. τουτέστιν οὐκ ἔστιν ἰατροῦ σοφοῦ ἐπῳδαῖς χρῆσθαι τοῦ τραύματος ἤδη τομῆς δεομένου. καὶ ἐν Ποιμέσι· λόγῳ γὰρ οὐδὲν ἕλκος οἶδά που χανόν.

### θ 481

Θρήνους: τοὺς παρ’ ἡμῖν λεγομένους θρηνῳδούς. διαλύσας Ὅμηρος τὴν σύνθεσιν θρήνους αὐτοὺς καλεῖ. βαρβαρικὸν δὲ τὸ θρηνεῖν. ἐπὶ Πατρόκλῳ γοῦν οὐ γίνεται.

### θ 482

Θρηνῶ σε: κλαίω σε.

### θ 483

Θρῆνυς: ὑποπόδιον.

### θ 484

Θρήξονος: ὄνομα κύριον.

### θ 485

Θρῇσσα: ἡ Θρᾳκικὴ γυνή.

### θ 486

Θρησκεύει· αἰτιατικῇ. θεοσεβεῖ, ὑπηρετεῖ τοῖς θεοῖς. λέγεται γὰρ ὡς Ὀρφεὺς Θρᾷξ πρῶτος τεχνολογῆσαι τὰ Ἑλλήνων μυστήρια. καὶ τὸ τιμᾶν θεὸν θρησκεύειν ἐκάλεσαν, ὡς Θρᾳκίας οὔσης τῆς εὑρέ‐ σεως. ἢ ἀπὸ τοῦ θεὸν δερκεύειν, ὅ ἐστιν ὁρᾶν.

### θ 487

Θρησκεία: ἡ λατρεία.

### θ 488

Θρῆσκος: ἑτερόδοξος.

### θ 489

Θρῖα: τὰ φύλλα τῆς συκῆς. θρῖον ταρίχους οἶσε δεῦρο, παῖ, σαπροῦ. Ἀριστοφάνης. θρῖον ἔστι σκεύασμά τι παρ’ Ἀθηναίοις, ὃ περιλαμβάνει ὕειον στέαρ καὶ ἐρίφειον καὶ σεμίδαλιν καὶ γάλα καὶ λεκιθώδους ὠμὸν πρὸς τὸ πήγνυσθαι· καὶ οὕτως εἰς φύλλα συκῆς ἐμβαλλόμενον, ἥδιστον ἀπετέλει βρῶμα. οὕτω Δίδυμος. ἐκαλεῖτο δὲ καὶ ἄλλη τις σκευασία θρῖον, ἐγκέφαλος μετὰ γάρου καὶ τυροῦ σκευα‐ ζόμενος καὶ ἑλιττόμενος ἐν φύλλοις συκῆς καὶ ὀπτώμενος. ἐπεὶ ἐπὶ φύλλων τὰ τεμάχη βαλλόμενα βαστάζονται. σαπροῦ δὲ ἀντὶ τοῦ παλαιοῦ καὶ μὴ νέου. οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας, μελί‐ πηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος. καὶ Ἀρι‐ στοφάνης· ἀλλ’ ἀπολέσαιμ’ ἂν ἐγκεφάλου θρίω δύο. πρὸς τὸ σχῆμα φησὶ τοῦ ἐγκεφάλου. ἔστι γὰρ ὥσπερ θρῖα συγκείμενον. τουτέστι φύλλα συκῆς.

### θ 490

Θριαί: αἱ μαντικαὶ ψῆφοι. πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες.

### θ 491

Θριαμβεύσας· αἰτιατικῇ. δημοσιεύσας.

### θ 492

Θριαμβευτοῦ: κατὰ Ῥωμαίους τοῦ τυραννοκτόνου Ἰνδοῦ.

### θ 493

Θριαμβίδα στολὴν ἠσθῆσθαι αὐτόν.

### θ 494

Θρίαμβος: ἐπίδειξις νίκης, πομπή, καὶ τὸ σεμνύνεσθαι· καὶ ἐπι. Θρίαμβος. ὠνομάσθη δὲ ἀπὸ τῶν ἐπῶν τῶν πρώτων εἰς Διό‐ νυσον γεγραμμένων ἐξ Ἰνδίας ἐπὶ ἅρματος τίγρεων ἐπανερχόμενον. λέ‐ γουσι γὰρ θρίασιν τὴν τῶν ποιητῶν μανίαν. ἢ ἀπὸ τοῦ θρῖα, τὰ φύλλα τῆς συκῆς ἀνακειμένης τῷ Διονύσῳ. καὶ ὅτι πρῶτον πρὶν ἐπινοηθῆναι τὰ προσωπεῖα συκῆς φύλλοις ἐκάλυπτον πάντα τὰ ἑαυτῶν πρόσωπα καὶ δι’ ἰάμβων ἐπέσκωπτον. ἀλλὰ καὶ οἱ στρατιῶται μιμού‐ μενοι τοὺς ἐπὶ σκηνῆς τὰ ἑαυτῶν πρόσωπα φύλλοις συκῆς ἐν τῷ σκώπτειν καλύπτοντες σκώμματα εἰς τοὺς θριαμβεύοντας ἔλεγον. ἄλλως. ἔν τισι πόλεσιν, ὅταν ἤνθησαν αἱ συκαῖ, παῖδες περιαιροῦντες σὺν αὐτοῖς τοῖς θρίοις ἔπαιζον, προφερόμενοι ἰάμβια τετράμετρα. λέγεται δὲ καὶ Διόνυσος Θρίαμβος, διότι ἐπὶ θηρῶν, τουτέστιν ἐπὶ λεόντων, βέβηκεν, οἷον θηρίαμβος. ἢ ὅτι καὶ συκῆς ἐστιν εὑρετής. ἢ ἀπὸ τοῦ θορεῖν· πηδητικὸς γάρ. λέγεται γὰρ καὶ θυστήριος ἀπὸ τοῦ θύειν, ὅ ἐστιν ὁρμᾶν. ἀφ’ οὗ καὶ τὸ αἰωρούμενον θύσανον.

### θ 495

Θριάσιον πεδίον.

### θ 496

Θριδακίνη: τὸ παρ’ ἡμῖν μαϊούλιον. λέγεται καὶ θρίδαξ.

### θ 497

Θριγκός: τὸ περίφραγμα τοῦ οἴκου, στεφάνη, μικρὸν τειχίον, περίβολος. ἢ τῶν οἰκιῶν τὰ ἀνωτάτω. μεταφορικῶς ἀφ’ ἡμῶν, διότι τὰ ἀνωτάτω σώματα ἡμῶν θριξὶ περιπέφρακται. ἐν Ἐπιγράμ‐ μασι· τάδε μοι θνητῶν θριγκοῖσιν ἀνῆψε σκῦλα; λύσις ὀνείρου· θρίδα‐ κας ἔσθειν σωμάτων δηλοῖ νόσον. ὅτι τῶν θριδάκων τὰ φύλλα φυλλεῖα λέγονται.

### θ 498

Θρίναξ: τὸ πτύον. ὄργανον γεωργικὸν ὀδοντικόν. καὶ παλιουρόφορον χεῖρα θέρευς θρίνακα.

### θ 499

Θρίναξ: ἡ Σικελία.

### θ 500

Θρίξ, καὶ κλίνεται τριχός.

### θ 501

Θριοβόλος: ὁ ἀπὸ ψήφου μάντις.

### θ 502

Θρῖον· ὅτι δημὸς τὸ λίπος. δημοῦ βοείου θρῖον ἐξωπτημένον. σκεύασμά τι μετὰ ἐγκεφάλου γινόμενον ἐν τοῖς θρίοις, τουτέστι τοῖς φύλλοις τῆς συκῆς.

### θ 503

Θριπηδέστατον: ἀντὶ τοῦ βεβρωμένον καὶ διεφθαρμένον. ἢ ξύλα ἀπὸ θριπῶν βεβρωμένα, οἷς ἐσφράγιζον. θρίπες δὲ εἶδος σκωλή‐ κων. θρὶψ γὰρ ζῷόν ἐστι κατεσθίον ξύλα καὶ κέρατα. μέμνηται Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου.

### θ 504

Θριπήδεστον Ὑπερίδης τὴν Ἑλλάδα εἶπεν· ἀντὶ τοῦ διεφθαρ‐ μένην. ἀπὸ τῶν ὑπὸ θριπῶν κατεδηδεσμένων ξύλων.

### θ 505

Θρίσσα: ὁ ἰχθύς.

### θ 506

Θρόμβος. εἰς τοσαύτην ἀγωνίαν συνεχώρησεν ἡ θεία φύσις τὴν ἀνθρωπείαν λαβεῖν, ὡς ἱδρῶσαι αἵματος θρόμβους. καὶ Θρόμβοι ἁλῶν, παχεῖς ἅλες.

### θ 507

Θρόνιον: πόλις ἐστὶ τῆς Λοκρίδος.

### θ 508

Θρόνος· φησὶν ἡ γραφή· κεκάθικεν ἐπὶ θρόνου Δαβὶδ τὸ σπέρμα Ἰεχονίου. θρόνον δηλονότι τὸ βασιλικὸν ἀξίωμα λέγων. καὶ Θρόνος ἀνομίας, οἱ ἄδικοι κριταί.

### θ 509

Θρόος: ἡ φήμη. θροῦς δὲ ἐφοίτησε Πέρσαις, ὡς διώλοντο τῷ πνιγηρῷ αὐχμῷ.

### θ 510

Θροῦς: ἦχος, φωνή, ἄσημος λαλιά, θόρυβος. ὁ δὲ ὄχλος εἰς θροῦν καθίστατο, καὶ ἐθρήνουν. Ὅμηρος δέ φησιν· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος. καὶ αὖθις· θροῦν τινα ἤκουσαν τῶν πολεμίων, ὁποῖος ἂν γένοιτο ἄρτι κινουμένης στρατιᾶς. θροῦς οὖν κἀνταῦθα δ’ ἐξάπτεται.

### θ 511

Θρώσκει: πηδᾷ. καὶ Θρωσμός, ὑψηλὸς τόπος βουνοειδής, ἀφ’ οὗ ἐπικαταβαίνοντα θορεῖν, ὅ ἐστι θεάσασθαι· ἢ πηδῆσαι.

### θ 512

Θρυαλεῖ: λαλεῖ, κυκᾷ.

### θ 513

Θρυαλλίζω: ψιθυρίζω.

### θ 514

Θρυαλλίς: ἐσχάρα, λύχνος, ἀκτίς. ὁ σπινθὴρ ὁ ἀπὸ τοῦ πυρός. καὶ βοτάνη πρὸς λύχνον ἁρμόζουσα. μέμνηται Ἀριστοφάνης Νεφέλαις. τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων. τουτέστι τῶν ἐλ‐ λυχνίων. ἢ ἀπὸ θρύου τὸ παλαιὸν τὰ ἐλλύχνια.

### θ 515

Θρυαλλίς. ἐκ τῶν πολεμίων εἰσάγεις θρυαλλίδα. διὰ τὰ ἐλλύχνια, ἀπορρήτου ὄντος καὶ δεινοῦ εἰσφέρειν θρυαλλίδα εἰς τὰς Ἀθήνας. ἡ δὲ αἰτία· τίνι τρόπῳ; αὕτη γὰρ ἐμπρήσειε τὸ νεώριον. ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος, ἅψας ἂν ἐσπέμψειεν ἐς τὸ νεώριον δι’ ὑδρορρόας βορέαν ἐπιτηρήσας μέγαν. τίφη ἡ καλουμένη σίλφη. ἔστι δὲ ζῷον κανθαρῶδες. ὑδρορρόα δὲ δι’ οὗ τὸ ἀπὸ τοῦ ὄμβρου ὕδωρ συναγόμενον κατέρχεται.

### θ 516

Θρυλλίζω καὶ Θρυλλῶ καὶ Ἐθρυλλίχθη.

### θ 517

Θρυΐνῃ ψιάθῳ· καὶ διὰ τοῦτο γυμνωθέντα αὐτὸν καὶ θρυΐνῃ περιβληθέντα ψιάθῳ. καὶ Θρυλούμενον.

### θ 518

Θρῦλος: ψιθυρισμός, ὁμιλία μὴ φανερῶς γινομένη. ἡ γὰρ τῶν βαρβάρων ἐγχείρησις θρῦλον οὐκ ἐνεποίησεν ἡμῖν. Σιμοκάτης φησί. καὶ πολὺς ἐγένετο τῶν ἁλισκομένων ὁ θρῦλος. καὶ Θρυλού‐ μενα καὶ Θρυλούμενον.

### θ 519

Θρύπτεται· δοτικῇ. μαλακίζεται, ἢ βλακεύεται, χαυνοῦται, ἢ ἀνακλᾶται. καὶ Ἄθρυπτος γυνή, ἡ μὴ μετέχουσα τῶν τοιούτων. ἡ δὲ ἦν ἀνδρόβιος καὶ ἄθρυπτος ἐς συμβίωσιν. καὶ αὖθις· τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν ἔρωτι θρυπτομένην, ἁπαλῆς Κύπρι‐ δος ἁβροτέρην, Λαΐδ’ ἔχω.

### θ 520

Θρύψις: ἡ βλακεία. ἵνα καλλωπίσηται καὶ θρύψει χρήσηται βαρβάρων. ἤστην δὲ καλὼ καὶ μεγάλω· ὡραῖος δὲ ὁ νέος, οὐ τεθρυμμένος μήν, ἀλλὰ γεννικὸν ὁρῶν. καὶ Ἀριστοφάνης· ὦ χρυ‐ σοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος, μέλιττα μούσης, Χαρίτων θρύμμα, τρυφῆς πρόσωπον, ἄνοιξον.

### θ 521

Θρύψομαι: σφόδρα τρυφήσω, σεμνυνοῦμαι, ἢ ἀντὶ τοῦ συντρι‐ βήσομαι. Ἀριστοφάνης· σήμερον ὑπὸ τῶν ἐραστῶν ἐγὼ θρύψομαι.

### θ 522

Θοία: ζεῦγος ἡμιόνων.

### θ 523

Θοιμάτιον: τὸ ἱμάτιον. θοιματίου λαβόμενος χαῖρε, εἶπας, τὸ ὄνομα προσθείς. Ἀριστοφάνης· εἰ σωφρονεῖτε, θοιμάτιον λήψεσθ’, ὅπως τῶν Ἑρμοκοπίδων μή τις ὑμᾶς ὄψεται. τουτέστιν εἰ μὴ περι‐ βαλεῖσθε, ἀλλὰ φανερὰ ἕξετε αἰδοῖα, ἀκρωτηριάσει τις ὑμᾶς τῶν Ἑρμοκοπίδων.

### θ 524

Θοινάω, θοινῶ. καὶ Θοινᾶται, εὐωχεῖται.

### θ 525

Θοινήτωρ: ὁ κατεσθίων. ὤλεο γὰρ λοιμόν, ὅλης θοινήτορα χέρσου, πρὶν πατέρων νεαρᾷ σκῆπτρον ἑλεῖν παλάμᾳ. περὶ Πτολεμαίου ὁ λόγος.

### θ 526

Θοίνη: τροφή, εὐωχία, κατάβρωμα. ὡς ἐπὶ θοίναν χάσμα φέρων χαλεπὸν πειναλέου φάρυγγος. Δαμάσκιος· τοὺς πλουσίους οὐκ ἐν θοίνῃ ποιούμενος, οὐδὲ τὰ τούτων δῶρα προσιέμενος.

### θ 527

Θοίνωνος, φρουράρχου Συρακουσίου.

### θ 528

Θυάδες: ὁρμητικοί.

### θ 529

Θύαμις: ὄνομα κύριον.

### θ 530

Θυάτειρα: ὄνομα τόπου. καὶ Θυατειρηνός, ὁ ἀπὸ τοῦ αὐτοῦ τόπου. ὅτι Διοσκόριος Μυραῖος, γραμματικός, ὕπαρχος ἦν πόλεως καὶ πραιτωρίων, ὁ διδάξας τὰς θυγατέρας Λέοντος τοῦ βασιλέως ἐν Βυζαντίῳ.

### θ 531

Θυγατριδῆ: ἐγγόνη, τῆς θυγατρὸς θυγάτηρ. καὶ Θυγατρί‐ δης, ὁ τῆς θυγατρὸς παῖς.

### θ 532

Θυέεσσι: θυμιάμασιν.

### θ 533

Θύελλα: συστροφὴ ἀνέμου. καὶ πνεῦμα κατελθὸν ἐς τὸ πεδίον πολὺ θύελλάν τε καὶ στροβίλους ἤγειρεν, ὥστε τὸ καθεστηκὸς νυκτὸς διαφέρειν οὐδέν. καὶ αὖθις Σοφοκλῆς· οὔτε ποντία θύελλα κινηθεῖσα τῷ τότε χρόνῳ.

### θ 534

Θυεία: ἀγγεῖον, εἰς ὃ ἐμβάλλοντές τινα ἀρτύματα τρίβομεν καὶ λειοῦμεν. Ἀριστοφάνης· καὶ θυείαν ἑσπέρας ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο. καί, τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.

### θ 535

Θύειν· τὸ θύειν θεοῖς Χαλδαῖοι ἔθνος Περσικὸν πρώτοι ἐξεῦρον ἢ Κύπριοι.

### θ 536

Θυηλαί: κυρίως οἱ θύλακοι, εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται. λέγονται δὲ Θυηλαὶ αἱ ἀπαρχαί.

### θ 537

Θυηπόλος: ὁ θύων, ὁ ἱερεύς. καὶ Θυηπόλαι.

### θ 538

Θυηπολοῦσι: περιπολοῦσι, διὰ θυσιῶν ὑπισχνούμενοι θεοὺς ἐξιλάσκεσθαι.

### θ 539

Θυία: ἡ ἴγδις. σὺν δὲ θυίαν εὔπετρον καὶ τὰν κρειοδόκον σκαφίδα.

### θ 540

Θυίδιον: ἡ τριβαία.

### θ 541

Θύϊνα· ἐπὶ Ζήνωνος βασιλέως εὑρέθη ἐν Κύπρῳ τὸ λείψανον Βαρνάβα τοῦ ἀποστόλου, τοῦ συνεκδήμου Παύλῳ. ἔκειτο δὲ ἐπὶ τὸ στῆθος Βαρνάβα τὸ κατὰ Ματθαῖον εὐαγγέλιον, ἔχον πτυχία θύϊνα.

### θ 542

Θυΐσκη.

### θ 543

Θύλακος: ἡ ἀρτοθήκη. Ἀριστοφάνης Πλούτῳ· ὡς ἄλφιτ’ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ. θύλακοι καὶ σφῆνες καὶ ὑπεράλματα γυμνα‐ σίων εἴδη.

### θ 544

Θυλήγματα: πέμματα, ἀπαρχάς, ἄλφιτα, ἃ ἔμισγον οἴνῳ καὶ ἐλαίῳ, εἰς θυσίαν ἀναφέροντες.

### θ 545

Θυμαλγέα: λυπηρά.

### θ 546

Θυμάλωπες: ἢ καέντα ξύλα, ἢ σπινθῆρες, ἢ διακεκαυμένοι ἄνθρακες.

### θ 547

Θυμάλωπες: οἱ ἀπολελειμμένοι τῆς θύψεως ἄνθρακες, οἱ ἡμίκαυτοι.

### θ 548

Θυμαρέα: τὴν τῇ ψυχῇ ἀρέσκουσαν. καὶ Θυμάρεια, ἡ ἀρέσκουσα.

### θ 549

Θυμάρμενον: τὸ τῇ ψυχῇ ἀρέσκον.

### θ 550

Θύματα: θυμιάματα. ἀπαρχαί, θυσίαι. Ἀριστοφάνης· τὰ θύματ’ οὐδέν ἐστι πλὴν γένεια καὶ κέρατα. ἐπὶ τῶν ἱερείων τῶν μὴ ἐχόντων σάρκας. τάττεται δὲ καὶ ἐπὶ τοῦ θυμιάσαι τὸ θύειν. ἐπὶ μὲν γὰρ τοῦ βοὸς σφάξειεν, ἐπὶ δὲ τοῦ ψαιστοῦ θυμιάσειεν.

### θ 551

Θυμάτιον: τὸ θῦμα.

### θ 552

Θύμβρις: ὄνομα τόπου, καὶ πεδίον τι.

### θ 553

Θυμβρεπιδείπνου γαστρός: τὰς θύμβρας δυναμένης δειπνεῖν. ἔστι δὲ βοτάνης εἶδος. ἀφ’ οὗ δηλοῖ, ὅτι λάχανα μόνα τρωγούσης εὐτελῆ. Θυμβροφάγον δὲ ἤτοι ἀγροικικὸν καὶ ἐλευθέριον· παρ’ ὅσον οἱ ἐν ἀγρῷ διατρίβοντες ἀφελέστεροι καὶ ἐπιεικέστεροι. τὸ δὲ θύμβρον ἐν ἀγρῷ γίνεται. ἔστι δὲ τοῦτο ἄγριον φυτὸν καὶ δριμύ. θυμβροφάγον οὖν ἀντὶ τοῦ πικρὸν καὶ δριμὺν κατὰ τῶν ἐχθρῶν. οἱ δὲ ἀντὶ τοῦ δριμὺ καὶ ἱλαρόν. τινὲς δέ φασι τῷ θύμῳ εἶναι παρα‐ πλήσιον.

### θ 554

Θυμαιτάδαι: δῆμος Ἱπποθοωντίδος, ἀπὸ Θυμοίτου τοῦ ἥρωος.

### θ 555

Θυμέλη: ὁ βωμός. ἀπὸ τοῦ θύειν. ὁ δὲ Ἀθάνας λήξας καὶ πολέμου καὶ θυμέλας ἔθετο.

### θ 556

Θυμέλη: ἡ αὐλητική. πολλάκις ἐν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς βλαισὸς Ἀχαρνίτης κισσὸς ἔρεψε κόμαν. Προκόπιος· μητρὸς δὲ τῶν τινος ἐν θυμέλῃ πεπορνευμένων.

### θ 557

Θυμελικοί: οἱ ἐν ὑποκρίσει τὴν τέχνην ἐπιδεικνύμενοι.

### θ 558

Θυμήνας: χολωθείς.

### θ 559

Θυμηδία: τέρψις, τρυφή, εὐφρασία. καὶ Θυμηδούμενοι. οἱ δὲ ὑπὸ συρίγγων καὶ αὐλῶν θυμηδούμενοι μετὰ παίδων καὶ γυναι‐ κῶν πρὸς θυμηδίας ἦσαν.

### θ 560

Θυμῆρες: καταθύμιον.

### θ 561

Θυμηρέστερον: ἡδύτερον.

### θ 562

Θύμηρις.

### θ 563

Θυμήτιον: τὸ μικρὸν θῦμα καὶ εὐτελές. λύσις ὀνείρου· εἰ θυμιᾷ σέ τις, πικρὸν τὸ ὄναρ πέλει.

### θ 564

Θυμικόν: ὀργίλον.

### θ 565

Θυμιωμένος: ἀρωματιζόμενος.

### θ 566

Θυμιτίδων ἁλῶν: οἷον μετὰ θύμου τετριμμένων. Ἀριστοφάνης· περίδου μοι περὶ θυμιτίδων ἁλῶν.

### θ 567

Θυμοβαρής: τὴν ψυχὴν ἀλγυνομένη· σῆμα παρ’ Αἰάντειον ἐπιρροιτηΐσιν ἀκταῖς θυμοβαρὴς ἀρετὰ μύρομαι ἑζομένα.

### θ 568

Θυμοβόρος: ἡ τὴν ψυχὴν διαφθείρουσα.

### θ 569

Θυμολέων: θυμώδης τὴν ψυχήν.

### θ 570

Θυμομαχοῦντες: ἀλγυνόμενοι τὴν ψυχήν. Πολύβιος· οἱ δὲ τὰ μὲν ἀπαλγοῦντες ταῖς ἐλπίσι, τὰ δὲ θυμομαχοῦντες, ἐπί τινα παρά‐ στασιν κατήντησαν.

### θ 571

Θυμὸν ὀξίνην πεπωκότες: ξὺν δορὶ ξὺν ἀσπίδι μαχόμεθ’ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες.

### θ 572

Θύμος: εὐτελὴς βοτάνη. Ἀριστοφάνης Πλούτῳ· ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντε. ἀντὶ τοῦ τῆς αὐτῆς πενίας μετασχόντες· θύμος γὰρ εὐτελὴς βοτάνη. οὐδετέρως τὸ θύμον, βραχυ‐ παράληκτον. παρῴδηται δὲ ἐκ τῶν Ἡσιόδου· οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ. ἀντὶ τοῦ δίκαιοι, τὰ εὐτελῆ θέλοντες ἐσθίειν, διὰ τὸ μὴ ἐθέλειν ἀδικεῖν. ἅμα δὲ καὶ τὸ τραχὺ τῆς γῆς διαβάλλει.

### θ 573

Θυμός· ἐπιθυμία καὶ θυμός ἐστιν ὀρεκτικαὶ δυνάμεις τῆς ψυχῆς. διαφέρει δὲ θυμὸς καὶ ἐπιθυμία. ζητήσειε δ’ ἄν τις, τὸ πῶς; τί γάρ; οὐχὶ καὶ ὁ θυμούμενος ἐπιθυμεῖ τοῦ ἀντιλυπῆσαι τὸν προλυπήσαντα; τί δέ; οὐχὶ καὶ ὁ λόγος ἐπιθυμεῖ τῶν μαθημάτων καὶ τῶν θεωρημά‐ των; καὶ λέγομεν πρὸς τοῦτο, ὅτι ἐστὶν ἐπιθυμία καὶ κοινότερον λεγο‐ μένη καὶ ἰδικώτερον· ὥσπερ ἡ διάθεσις λέγεται καὶ κοινῶς ἐπὶ τῆς ἕξεως, λέγεται καὶ ἰδικῶς, ἡ ἀντιδιαστελλομένη πρὸς τὴν ἕξιν, οὕτω καὶ ἡ ἐπιθυμία λέγεται καὶ κοινῶς ἐπὶ πασῶν τῶν δυνάμεων τῆς ψυχῆς· λέγεται καὶ ἰδικώτερον ἡ ἀντιδιαστελλομένη πρὸς τὸν θυμόν. ὁ δὲ ὁριζόμενος τὸν θυμὸν ὄρεξιν ἀντιλυπήσεως, οὐ φυσικῶς, ἀλλὰ διαλεκτικῶς ὡρίσατο· οὐ γὰρ τὴν οὐσίαν τοῦ θυμοῦ ἐδήλωσεν, ἀλλ’ ὅ τι ἐν τῇ οὐσίᾳ τοῦ θυμοῦ ἔχει τὸ εἶναι ἀποτεμὼν ὡρίσατο, ἐξ οὗ οὐδὲ τὰ παρακολουθοῦντα τοῦ θυμοῦ ὁρίσαιμεν ἄν, ὥσπερ ἐκ τοῦ λέγοντος τὴν ὀργὴν ζέσιν εἶναι τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. οὕτω γὰρ καὶ τὰ παρακολουθοῦντα γνώριμα ποιεῖ, ὅτι παλμός τις τῆς καρδίας παρακολουθεῖ τοῖς ὀργιζομένοις, καὶ ὅτι θερμότης γίνεται περὶ ἐκεῖνα τὰ μέρη· ὅτι ἐρυθαίνονται οἱ ὀργιζόμενοι. τοῦτο δὲ διὰ τὴν τοῦ αἵματος κίνησιν. ὅτι τὰ πάθη τῆς ψυχῆς, ὅσα τοῦ συναμφοτέρου, οὐδὲ ἐπινοίᾳ δύναται χωρισθῆναι. ἐπειδὴ ὁ θυμός ἐστιν ἐν τῷ λόγῳ καὶ ἐν τῷ πνεύματι καὶ ἐν τῷ ἐζωωμένῳ σώματι· οἷον τοῦ μὲν λόγου ἐπιτρέποντος τῷ πνεύματι τὴν ὄρεξιν, τοῦ δὲ πνεύματος τῇ ὀρέξει κινοῦντος τὸ περικάρδιον αἷμα τοῦ ζῴου, ὥσπερ ἔχει ἐπὶ βασιλέως καὶ στρατηγοῦ καὶ στρατοῦ. ὁ μὲν γὰρ βασιλεὺς ἐπιτρέπει τῷ στρατηγῷ ἀμύνασθαι τούσδε τινάς, ὁ δὲ στρατηγὸς κινεῖ τοὺς στρατιώτας, οἱ δὲ ἀμύνονται. ὁ μὲν οὖν ἐν τῷ λόγῳ οὐκ ἔστιν ἀχώριστος τοῦ ζῴου (οὗτος γὰρ χωριστὸς παντὸς σώματος)· ὁ δὲ ἐν τῷ πνεύματι, εἰ μὴ παντὸς χωριστός, ἀλλ’ οὖν τοῦ γεώδους χωριστὸς σώματος. ὁ δὲ τρίτος, τουτέστιν ἡ ξέσις τοῦ περικαρδίου αἵματος, ἀχώριστός ἐστι τούτου τοῦ ἐζωωμένου σώματος.

### θ 574

Θυμὸς ἑπταβόειος: ὁ μέγας. ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος τοῦ Αἴαντος. Κρέων Οἰδίποδι· θυμοῦ γὰρ οὐδέν ἐστιν ἄλλο γῆρας πλὴν θανεῖν. θανόντων δ’ οὐδὲν ἄλγος ἅπτεται. οἷον οὐκ ἔστι θυμοῦ κρατῆσαι ἄνθρωπον ὄντα. οὐ καταγηράσκει τὸ ὠμὸν τοῦ θυμοῦ, εἰ μὴ ἐξέλθοι τοῦ βίου ὁ ἄνθρωπος· ἀδύνατον γάρ ἐστιν ὄντα ἄνθρωπον μὴ θυμῷ χρήσασθαι. τοῦτο καὶ παροιμιακῶς λέγεται, ὅτι ὁ θυμὸς ἔσχατον γηράσκει. λέγεται δὲ διὰ τοὺς πρεσβυτέρους· ὅσον γηράσκουσι, τὸν θυμὸν ἐρρωμενέστερον ἔχουσι. καὶ Ἀλκαῖος ὡς λεγομένου κατὰ τὸ κοινὸν αὐτοῦ μιμνήσκεται.

### θ 575

Θυμὸς ὀργῆς: ὁ μὲν γὰρ θυμὸς ὀξὺς καὶ ὀλιγοχρόνιος· ἡ δὲ ὀργὴ βραδυτέρα μέν, μονιμωτέρα δέ. θυμὸν τοίνυν ὀργῆς τὴν ἐπί‐ μονον ἐκάλεσε τιμωρίαν. θυμὸν καὶ ὀργὴν καὶ θλίψιν ἐπὶ θεοῦ τὰς πικρὰς τιμωρίας καλεῖ· οὐ γὰρ φύσιν οὐδὲ προαίρεσίν φησιν.

### θ 576

Θυμοσοφικώτατος· Ἀριστοφάνης· εἶτ’ Ἀριφράδην, πολύ τι θυμοσοφικώτατον, ὅντινά ποτ’ ὤμοσε μαθόντα παρὰ μηδενός, ἀλλ’ ἀπὸ σοφῆς φύσεως αὐτόματον ἐκμαθεῖν γλωττοποιεῖν, εἰς τὰ πορνεῖα εἰσιόνθ’ ἑκάστοτε.

### θ 577

Θυμόσοφος: εὐμαθής, φυσικός, εὐφυής. ἐκ τοῦ ἰδίου θυμοῦ σοφός, καὶ οὐκ ἐκ μαθήσεως. τοὺς οὖν ἐκ φύσεως ὀξυμαθεῖς οὕτως ἐκάλουν. Ἀριστοφάνης Νεφέλαις· ἀμέλει, δίδασκε· θυμόσοφός ἐστι φύσει.

### θ 578

Θυμοφθόρα: τὰ τὴν ψυχὴν φθείροντα.

### θ 579

Θυμοίτης: ὁ τῶν Ἀθηναίων βασιλεύς. καὶ Θυμοιτάδαι. οὕτως ἐκωμῳδοῦντο οἱ Ἀχαρνεῖς ὡς ἄγριοι καὶ σκληροί. καὶ ζήτει ἐν τῷ Δραχαρνεῦ.

### θ 580

Θυννάζοντες: ἀντὶ τοῦ κατακεντοῦντες. τοὺς γὰρ μεγάλους θύννους τριόδοις ἐλάμβανον.

### θ 581

Θύννεια θερμὰ καταφαγών, κᾆτ’ ἐπιπιὼν ἄκρατον οἴνου χοᾶ, κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.

### θ 582

Θυννίζω καὶ Ἀποθυννίζω: τὸ ἀποπέμπομαι, καὶ παραλογίζομαι.

### θ 583

Θυννοσκόπος· καθάπερ τὸν θυννοσκόπον εἰσιόντες εἰς τὸ δίκτυον οὐ λανθάνουσιν οἱ θύννοι, οὕτως οὐ λανθάνουσι τὸν Κλέωνα τῆς πόλεως ἐπιβαίνοντες οἱ τοὺς φόρους φέροντες. προαρπάζει οὖν τούτους, δέον τὴν πόλιν λαμβάνειν τούτους. ὀνειδίζει οὖν αὐτῷ, ὅτι τὰ δημόσια νοσφίζεται χρήματα. ἅμα δὲ καὶ εἰς ὀψοφαγίαν αὐτὸν διαβάλλει. Ἀριστοφάνης· ἢ βωμολόχοις ἔπεσι χαίρει μὴ ’ν καιρῷ τοῦτο ποιοῦσιν, ἢ στάσιν ἐχθρὰν μὴ καταλύει ἢ προδίδωσι φρούριον ἢ τἀπόρρητ’ ἀποπέμπει ἐξ Αἰγίνης Θωρυκίων ἄν, εἰκοστολόγος.

### θ 584

Θυννοσκοπῶν: Ἀριστοφάνης. ἐπεὶ οἱ θυννοσκόποι ἐφ’ ὕψους ἱστάμενοι τὴν κατασκοπὴν τῶν εἰσιόντων θύννων εἰς τὰ δίκτυα ποιοῦν‐ ται. καὶ αὖθις· ἄνθρωπος οὐκ ἔχων εἰπεῖν ὄνομα πάππου, ἀλλ’ οὐδὲ πατρός φασι πλὴν ὅσον, ἀπὸ θυννοσκοπείου ἐπὶ τὴν ἡγεμονικὴν ἀπήνην ἁλάμενος.

### θ 585

Θύννοι: ὄνομα ἔθνους.

### θ 586

Θύνων: ὁρμῶν.

### θ 587

Θύνωνος.

### θ 588

Θυόεν: εὐῶδες. καὶ λιπαραὶ θυόεν ἆσθμα πνέουσι κόμαι.

### θ 589

Θυόεις: ὁ τεθυμιαμένος.

### θ 590

Θύον. ἐφορολόγουν οἱ Ῥόδιοι τοὺς βασιλεῖς. Μασσάνας μὲν γὰρ ἀπέστειλεν αὐτοῖς ἐλέφαντος λʹ τάλαντα, θύου δὲ νʹ πρὸς κατα‐ σκευὴν τῶν ἀγαλμάτων, ὧν ἦσαν ἐψηφισμένοι κατασκευάζειν.

### θ 591

Θυοσκόος: ἱερεύς.

### θ 592

Θυοσκόπος: ὁ διὰ τῶν θυσιῶν μαντευόμενος.

### θ 593

Θύω· δοτικῇ. αἰτιατικῇ δέ· θύσατε θυσίαν δικαιοσύνης.

### θ 594

Θυῶδες: τεθυμιαμένον. Ἥρη τιμήεσσα, Λακώνιον ἣ τὸ θυῶδες πολλάκις οὐρανόθεν νισομένη καθορᾷς. καὶ Θυώδης, ὁ τεθυμια‐ μένος.

### θ 595

Θυωμάτων: θύματα μύρων, ἀρώματα θυμιαμάτων.

### θ 596

Θυώνη: ἡ Σεμέλη. παρὰ τὸ θύειν, ὅ ἐστιν ὁρμᾶν.

### θ 597

Θυωρός: κυρίως ἡ ἱερὰ τράπεζα. ἔλεγε Φερεκύδης, ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν.

### θ 598

Θύραζε: ἔξω τῆς θύρας. Θύραζε Κᾶρες, οὐκ ἔτ’ Ἀνθε‐ στήρια. οἱ μὲν διὰ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαί φασιν, ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων. τῆς οὖν ἑορτῆς τελεσθείσης λέγειν ἐπὶ τὰ ἔργα ἐκπέμποντας αὐτούς, θύραζε Κᾶρες, οὐκ ἔτ’ Ἀνθεστήρια. τινὲς δὲ οὕτως τὴν παροιμίαν φασί· θύραζε κῆρες, οὐκ ἔνι Ἀνθεστήρια. ὡς κατὰ τὴν πόλιν τοῖς Ἀνθε‐ στηρίοις τῶν ψυχῶν περιερχομένων.

### θ 599

Θύραθεν: ἔξωθεν, ἐγγύς. ἦν δὲ ἡ μανία οὐ θύραθεν, ἀλλ’ ἔνδοθεν ἐλύσσα καὶ ἐμαίνετο ἀνὴρ φύσει πονηρὸς καὶ ἐξουσίαν ἔχων.

### θ 600

Θύρασιν· Ἀριστοφάνης. ὁ γὰρ βωμὸς θύρασι καὶ δή. ἀντὶ τοῦ ἐξ ἑτοίμου ἐστὶ παρεσκευασμένος.

### θ 601

Θυραυλεῖν: πλανᾶσθαι κατὰ τὴν χώραν, ἢ παρὰ ταῖς θύραις αὐλίζεσθαι, ὅπερ ἐστὶ καθέζεσθαι καὶ προσεδρεύειν. ὡς ἂν θηρώσης κόρης καὶ θυραυλούσης, τρεφομένη μὲν ὄμβροις, τινασσομένη δὲ ἀνέμοις κόμη πολλὴ ἦν καὶ βαθεῖα.

### θ 602

Θυργωνίδαι: δῆμος Πτολεμαΐδος φυλῆς.

### θ 603

Θυραῖος: ξένος, ὁ ἔξω τῆς θύρας. Θυρεὸς δὲ τὸ ὅπλον.

### θ 604

Θύραι οὐρανοῦ: ἡ ἄνωθεν χορηγία. μεταφορικῶς ἀπὸ τῶν ταμιείων. Δαβίδ· καὶ θύρας οὐρανοῦ ἠνέῳξε.

### θ 605

Θυρεός: ὅπλον. τὸ παρ’ ἡμῖν σκουτάριον. καὶ Θυρεοφόροι, οἱ θυρεοὺς ἔχοντες· οἱ δὲ ἁπλῶς δορατοφόροι. ἐν Ἐπιγράμμασι· ὀκτώ τοι θυρεούς, ὀκτὼ κράνη, ὀκτὼ ὑφαντοὺς θώρηκας.

### θ 606

Θυρεπανοίκτης: Κράτης ὁ Θηβαῖος. ἐκλήθη δ’ οὕτω διὰ τὸ ἐπεισιέναι εἰς πάντα, οὗπερ ἐβούλετο, οἶκον.

### θ 607

Θύρετρα: θυρώματα, ἢ ἀραιόθυρα.

### θ 608

Θυρηβόλος: ὁ τέκτων.

### θ 609

Θύρηφιν: ἔξωθεν, ἔξω.

### θ 610

Θυρίς, θυρίδος. καὶ Θυριώτης, ὁ ἔξω τῆς θύρας. καὶ Θύριον, ἡ θύρα.

### θ 611

Θυροκοπεῖται. καὶ Θυροκόπος, ὁ τὴν θύραν κόπτων. ὅτι Ἀριστομένης, ὁ Ἀθηναῖος, θυροποιὸς ἐπεκλήθη.

### θ 612

Θυρωρός: ὁ φύλαξ τῆς θύρας. λέγεται δὲ καὶ θηλυκῶς.

### θ 613

Θύρσος: βακχικὴ ῥάβδος. ἢ λαμπάς, ἣν ἐβάσταζον εἰς τιμὴν τῷ Διονύσῳ. ἐν Ἐπιγράμμασι· Πανὶ Βίτων χίμαρον, Νύμφαις ῥόδα, θύρσα Λυαίῳ, τρισσὸν ὑπ’ εὐπετάλοις δῶρον ἔθηκε φοίβαις. καὶ αὖθις· καὶ θύρσου χλοερὸν κωνοφόρον κάμακα.

### θ 614

Θυσανόεσσα: κροσσοὺς ἔχουσα.

### θ 615

Θυσάνοις: κορύμβοις, κροσσοῖς. εὐθύσανον ζώνην τοι ὁμοῦ καὶ τόνδε κύπασσιν· Ἀτθὶς παρθενίων θῆκεν ὕπερθε θυρῶν.

### θ 616

Θῦσαι: τὸ σφάξαι, καὶ τὸ θυμιᾶσαι παρὰ Ὁμήρῳ.

### θ 617

Θῦσον· ὅτι ἓξ θυσίαι ἐξ ἐμψύχων ἐθύοντο, προβάτου, ὑός, αἰγός, βοός, ὄρνιθος, χηνός· ἐθύετο ἕβδομος ὁ ἐξ ἀλεύρου. καὶ ζήτει ἐν τῷ βοῦς ἕβδομος.

### θ 618

Θύσθλα: αἱ κράδαι αἱ βακχικαί, ἤτοι συκῆς φύλλα. ἔνιοι δὲ τὰ ἐπιφερόμενα τοῖς βωμοῖς. οἱ δὲ τὰ φύλλα τῆς ἀμπέλου, ἢ κισσούς, ἢ κλάδους, ῥάβδους, νάρθηκας, θύματα, στεφανώματα, χοάς.

### θ 619

Θυσία· τῶν θυσιῶν αἱ μὲν δωροφορικαί, αἱ δὲ ἀπολυτρωτικαί, αἱ δὲ διαλλακτικαί, αἱ δὲ ἀποπληστικαί.

### θ 620

Θύσκη: ἡ σκάφη.

### θ 621

Θυστήριον: τὸ ὁρμητήριον.

### θ 622

Θύστιον: πόλις τῆς Αἰτωλίας. τινὲς δὲ Θύτιον, ἄνευ τοῦ ς.

### θ 623

Θυτηρίοις: θυμιατηρίοις.

### θ 624

Θύψις καὶ Θύψαι, ἐπικαῦσαι. καὶ θυμάλωπες, οἱ ἀπολελειμμένοι τῆς θύψεως ἄνθρακες, οἱ ἡμίκαυτοι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: wus-ah`.
