---
title: "Lexicon, Letter Σ"
title_greek: "Σοῦδα, Στοιχεῖον Σ"
author: Suda
eul_wid: wus-ar
eul_aid: wus
canonical: "https://eulogikon.org/works/suda-sigma-wus-ar"
period: Byzantine
domain: Grammar
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Letter Σ

*Σοῦδα, Στοιχεῖον Σ*

**Author:** Suda

**eul_wid:** `wus-ar` · [HTML page](https://eulogikon.org/works/suda-sigma-wus-ar)

## Text

### σ 1

Σᾶ: τὰ σῷα λέγουσιν μονοσυλλάβως, ἀπὸ τοῦ σῷα συναιροῦντες· καὶ τὸν σῷον σῶν, καὶ σῷοι σοῖ· παρὰ δὲ Θουκυδίδῃ δισυλλάβως σῷοι.

### σ 2

Σαβά: τόπος. ἐκ Σαβὰ ἥξει.

### σ 3

Σαβάζιος: ὁ αὐτός ἐστι τῷ Διονύσῳ. ἔτυχε δὲ τῆς προσηγορίας ταύτης παρὰ τὸν γινόμενον περὶ αὐτὸν θειασμόν· τὸ γὰρ εὐάζειν οἱ βάρβαροι σαβάζειν φασίν. ὅθεν καὶ τῶν Ἑλλήνων τινὲς ἀκολουθοῦντες τὸν εὐασμὸν σαβασμὸν λέγουσιν· ἔνθεν Σαβάζιος ὁ Διόνυσος. σάβους ἔλεγον καὶ τοὺς ἀφιερωμένους αὐτῷ τόπους καὶ τοὺς Βάκχους αὐτοῦ.

### σ 4

Σαβακῶν: Διονυσιακῶν. τρυγόνιον, Σαβακῶν ἄνθεμα Σαλμακίδων. τουτέστιν ἑταιρῶν.

### σ 5

Σάββατον: ἑβδόμη ἡμέρα ἐτύγχανε τοῦ κυκλικοῦ διαστήματος τῆς ἑβδομάδος, τοῦ Ῥωμαϊκοῦ τὴν ἡμέραν γεραίροντος, πόνων ἀνάπαυλαν, αἰδοῖ τοῦ σεβάσματος. ἀντὶ δὲ Ῥωμαϊκοῦ Ἰουδαϊκοῦ γραπτέον. ἀργίαν δὲ εἶχε τὸ σάββατον· ἀλλὰ τὴν πνευματικὴν ἐργασίαν πολλα‐ πλασίονα ἐπετέλουν.

### σ 6

Σάββατον: ἀργία, κατάπαυσις. Σάββατον δὲ δευτερόπρω‐ τον, ἐπειδὴ δεύτερον μὲν ἦν τοῦ Πάσχα, πρῶτον δὲ τῶν Ἀζύμων. εἰ οὖν σάββατον εἴρηται, μὴ θαυμάσῃς· σάββατον γὰρ πᾶσαν ἑορτὴν ἐκάλουν. καὶ διὰ τοῦτο εἴρηται σάββατον σαββάτων. ὀψὲ δὲ σαβ‐ βάτων, καὶ οὐ σαββάτου λέγει ὁ Εὐαγγελιστής, διότι σάββατα πᾶσαν τὴν ἑβδομάδα ἔλεγον, ἵνα τὴν ἑσπέραν τῆς ἡμέρας ἐκείνης δηλώσῃ. καὶ γὰρ ἔθος ἐστὶν ἡμῖν λέγειν, ὀψὲ τῆς ὥρας ἦλθε· ὀψὲ τοῦ καιροῦ. ἐκ τούτου δηλοῦται τὸ πόρρω καὶ βραδὺ τῆς περαιωθείσης ἑβδομάδος. πληροῦται δὲ ἡ ἑβδομὰς ἑκάστη ταῖς μετὰ τὸ σάββατον ἡλίου δυσμαῖς.

### σ 7

Σαββάτου ἔχον ὁδόν: δισχιλίων πήχεων ἦν· τοσοῦτον γὰρ ἡ κιβωτὸς διάστημα προελάμβανε τὴν παρεμβολήν, καὶ ἀπὸ τοσούτου διαστήματος ἐκίνουν, οἷς ἐξῆν προσκυνεῖν τὴν σκηνὴν ἐν σαββάτῳ βαδίζειν.

### σ 8

Σαβέκ: ἄφεσις. ἀπὸ τῆς Σύρας.

### σ 9

Σαβέλλιος: ὄνομα κύριον. ὁ αἱρεσιάρχης.

### σ 10

Σάβειροι: ὄνομα ἔθνους. νεμεσᾷ τε καὶ ἀγανακτεῖ ὁ Καῖσαρ, ὅτι μὴ ἀνέστησαν ἁπαξάπαντας Σαβείρους τε καὶ Ἀλβανούς.

### σ 11

Σαβῖνος, σοφιστής, γεγονὼς ἐπὶ Ἀδριανοῦ Καίσαρος. ἔγραψεν Εἰσαγωγὴν καὶ ὑποθέσεις μελετικῆς ὕλης εἰς βιβλία δʹ, εἰς Θουκυδίδην καὶ Ἀκουσίλαον καὶ ἄλλους ὑπομνήματα· καὶ ἕτερά τινα ἐξηγητικά.

### σ 12

Σάβοι· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ μὲν Σάβους λέγεσθαι τοὺς τελουμένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ τοὺς τῷ Βάκχῳ Βάκχους. τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διόνυσόν φασιν. οὕτως δέ φησι καὶ τῶν Ἑλλήνων τινες τοὺς Βάκχους Σάβους καλεῖν. Μνασέας δὲ ὁ Πατρεὺς υἱὸν εἶναι φησὶ τοῦ Διονύσου Σαβάζιον.

### σ 13

Σαγαλλησός: πόλις Πισιδίας.

### σ 14

Σαγγάριος: ποταμὸς Λυδίας καὶ Φρυγίας. ὅτι Γάϊος ὁ ὕπατος Ῥωμαίων διερχόμενος ἐγεφύρωσε τὸν Σαγγάριον ποταμόν, τελέως κοῖλον ὄντα καὶ δύσβατον, καὶ παρ’ αὐτὸν τὸν ποταμὸν ἐστρατοπεδεύσατο.

### σ 15

Σάγαρις: κοπίς, ἢ πέλεκυς. λέγεται καὶ σάγαρι χωρὶς τοῦ ς. Ξενοφῶν· ὁ δὲ ἄνδρα συλλαβὼν ἧκεν ἄγων ἔχοντα τόξον Περσικὸν καὶ φαρέτραν καὶ σάγαριν, οἷάν περ αἱ Ἀμαζόνες ἔχουσι.

### σ 16

Σάγαρις. λυσιφλεβῆ τε σάγαριν θῆκεν. ἢ τὰ ἐκ χειρὸς ὅπλα.

### σ 17

Σάγη: τὸ τοῦ ὄνου ἐπίθεμα. ἐπ’ αὐτὸν ἐτίθει τὸν γόμον τὴν σάγην τε τοῦ κτήνους. Ἰώσηπος· Ῥαχήλα δὲ κατατίθησι τοὺς τύπους εἰς τὴν σάγην τῆς φερούσης αὐτὴν καμήλου.

### σ 18

Σαγηνέων ἀνθρώπων.

### σ 19

Σαγηνεύω· αἰτιατικῇ.

### σ 20

Σαγηνεύς: ὄνομα κύριον.

### σ 21

Σαγηνεία: ἡ ἁλεία.

### σ 22

Σαγήνη· καὶ Σαγηνευτήρ, ὁ ἁλιεύς. Αἰγιαλῖτα Πρίηπε, σαγηνευτῆρες ἔθηκαν δῶρα. βασιλεῖ Νομάδι, σάγων πορφυρῶν πλῆθος καὶ πόρπας χρυσείας.

### σ 23

Σάγμα: ἡ θήκη τοῦ ὅπλου. σάγη δὲ τὸ ὅπλον. καὶ πανσαγία, ἡ πανοπλία. Ἀριστοφάνης Ἀχαρνεῦσι· τίς Γοργόν’ ἐξήγειρεν ἐκ τοῦ σάγματος; ἐν γὰρ τῇ ἀσπίδι ἐντετύπωτο ἡ Γοργώ. λέγει οὖν, τίς ἐξήγαγεν ἐκ τῆς θήκης τὸ ὅπλον; καὶ Σοφοκλῆς· κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασι.

### σ 24

Σαγμάρια: τὸ παρ’ ἡμῖν λεγόμενον τοῦλδον. τὰ βαστάζοντα τὴν ἀποσκευὴν καὶ τὴν μετακομιδὴν τῶν ἐπιτηδείων.

### σ 25

Σαγχωνιάθων, Τύριος, φιλόσοφος, ὃς γέγονε κατὰ τὰ Τρωϊκά. Περὶ τῆς Ἑρμοῦ φυσιολογίας, ἥτις μετεφράσθη, Πάτρια τε Τυρίων τῇ Φοινίκων διαλέκτῳ, Αἰγυπτιακὴν θεολογίαν· καὶ ἄλλα τινά.

### σ 26

Σαδόκ: ὄνομα κύριον.

### σ 27

Σαδδουκαῖος: ἀπὸ τόπου.

### σ 28

Σαδυάττης: ὁ Ἄρδυος.

### σ 29

Σαθρός: ἀπὸ τοῦ σείεσθαι ῥᾳδίως. ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρθρα.

### σ 30

Σαθρωθῆναι: σαλευθῆναι. τὰς μὲν ἐπάλξεις καταρραχθῆναι ταῖς βολαῖς καὶ τὸν τοῖχον ἅπαντα τοῦ πύργου σαθρωθῆναι τῇ βίᾳ. Μένανδρός φησι.

### σ 31

Σαθροί: παλαιοί, φθαρέντες.

### σ 32

Σάκανδρος: τὸ γυναικεῖον αἰδοῖον.

### σ 33

Σάκας: ὄνομα κύριον. τραγῳδίας ποιητής. καὶ Σάκαι, ἔθνος Θρᾳκικόν. Ἀριστοφάνης· νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ. οὕτως ἐκαλεῖτο ὁ Ἀκέστωρ διὰ τὸ ξένος εἶναι. ὁ αὐτὸς Ἀριστοφάνης· ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς εἰσβιάζεται, ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι, ἀστοὶ μετ’ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς ἀνεπτόμεθ’ ἐκ τῆς πατρί‐ δος. ὅτι Ἀμμώνιος, φιλόσοφος Ἀλεξανδρεύς, ὁ ἐπικληθεὶς Σακκᾶς ἀπὸ Χριστιανῶν γέγονεν Ἕλλην, ὥς φησι Πορφύριος.

### σ 34

Σακέλλιον: βαλάντιον. μαρσίπιον. ἐξ οὗ καὶ σακελλάριος.

### σ 35

Σακέρδως, σακέρδωτος: ὁ ἱερεύς.

### σ 36

Σακεσπάλος: ὁ πολεμικός.

### σ 37

Σακεσφόροι: ὁπλοφόροι, ἀσπιδηφόροι.

### σ 38

Σακεύουσι: τὸ ὑλίζουσι. παρ’ Ἡροδότῳ.

### σ 39

Σάκκος. καὶ Σακκίον. ὁ δὲ Ἰακὼβ σακκίον ἐξαψάμενος καὶ τῇ λύπῃ βαρὺς ἐκαθέζετο.

### σ 40

Σάκος: ὅπλον, ἀσπίδα. καὶ Σάκος, ἀρσενικόν, δι’ ἑνὸς κ. Σά‐ κους ἔχων καὶ κωρύκους. ἀντὶ τοῦ θυλάκους. κώρυκος δὲ πλέγμα δεκτικὸν ἄρτων.

### σ 41

Σάλα: ἡ φροντίς.

### σ 42

Σαλάγγωνος.

### σ 43

Σαλαΐζειν: θρηνεῖν.

### σ 44

Σαλάκων: προσποιούμενος πλούσιος εἶναι, πένης ὤν.

### σ 45

Σαλακωνία: ἀλαζονεία ὑπὲρ τὸ δέον. καὶ σαλακωνίσαι, ἀλαζο‐ νεύεσθαι. ἀλαζόνας δὲ ἔλεγον τοὺς ψεύστας, καὶ μεγαλαύχους.

### σ 46

Σαλαμάνδρα: ζῷον, ὡς σαύρα τὸ μέγεθος, ψυχρότατον τὴν φύσιν, ὡς καὶ τὸ πῦρ εἰσδυόμενον τὴν φλόγα σβεννύναι καὶ αὐτὸ μὴ πίμπρασθαι.

### σ 47

Σαλαμινία ναῦς: δύο ἦσαν νῆες παρὰ τοῖς Ἀθηναίοις ὑπη‐ ρέτιδες ταχυδρόμοι, ἡ Πάραλος καὶ ἡ Σαλαμινία· ὧν ἡ μὲν Σαλαμινία τοὺς ἐγκαλουμένους εἰς κρίσιν ἦγεν· ἣν καὶ ἐπὶ Ἀλκιβιάδου φησὶ πεμφθῆναι Θουκυδίδης. ἡ δὲ Πάραλος τὰς θεωρίας ἀπῆγε, τουτέστι τὰ εἰς θυσίαν πεμπόμενα.

### σ 48

Σαλαμίνιος· ὡς ναυτικῶν ὄντων τῶν Σαλαμινίων καὶ κατω‐ φερῶν, δύναται δὲ καὶ ἀπὸ τῆς Σαλαμινίας νεὼς νοεῖσθαι τὸ Σαλα‐ μίνιος, ὡς ἀπὸ τῆς Παράλου Παράλιος.

### σ 49

Σαλαμῖνος· μετὰ Μαραθῶνα Σαλαμῖνος μέμνηται, ὅπου ναυ‐ μαχία Περσῶν ἐγένετο, ἐν Μαραθῶνι δὲ πεζομαχία. κεῖται δὲ ἡ Σαλαμὶς ὀλίγον πρὸ τῆς Ἐλευσῖνος πόλεως, ἱερᾶς Δήμητρος καὶ Κόρης, πλήρης κατορθωμάτων Ἑλληνικῶν. καὶ γὰρ ἐν ταύτῃ πολλὰς τῶν Περσῶν Ἀθηναῖοι κατεναυμάχησαν τριήρεις ὀλίγῳ ἀριθμῷ, Θεμι‐ στοκλέους στρατηγοῦντος. ἔνθα καὶ πέτρα ἐστὶν Εἰρεσία οὕτω καλου‐ μένη, ὥσπερ διὰ τοῦ ὀνόματος τρόπαιον οὖσα. ἔστι δὲ καὶ Ἀγέλαστος πέτρα καλουμένη παρὰ τοῖς Ἀθηναίοις, ὅπου καθίσαι φασὶ Θησέα μέλλοντα καταβαίνειν εἰς ᾅδου· ὅθεν καὶ τοὔνομα. ἢ ὅτι ἐκεῖ ἐκαθέσθη ἡ Δημήτρα κλαίουσα, ὅτε ἐζήτει τὴν κόρην. Ἀριστοφάνης· ἐπὶ ταῖς πέτραις οὐ φροντίζει σκληρῶς καθήμενον· οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλ’ ἐπαναίρου, κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τριβῇς τὴν ἐν Σαλαμῖνι.

### σ 50

Σαλαμωνεύς.

### σ 51

Σαλανίωνος.

### σ 52

Σαλεύει: ζῇ, διάγει. τὸν τῆς οἰκουμένης δεσπότην, ἐν ᾧ σαλεύει τὰ πάντα. καὶ αὖθις· ὥσπερ οὖν οὐχ ὑπὲρ τῶν ἐσχάτων σαλεύουσα, ἀλλ’ ἐφειμένη δρᾶν ὅ τι καὶ θέλει. καὶ αὖθις· σαλευόντων ἐπὶ λεπταῖς ἐλπίσι πολλῶν.

### σ 53

Σαλεύσας: βουλευσάμενος. πολλὰ δὴ καθ’ ἑαυτὸν σαλεύσας ἀνέρριψεν ἐκ τῶν παρόντων εὐτυχῆ κύβον. καὶ αὖθις· τοὺς δὲ ἄλλους ἐπ’ ὀψίας τῆς ἀκμῆς σαλεύσας, καὶ μέντοι τῷ ἀπολέσθαι ὁμοῦ εἶναι. καὶ αὖθις· ἡνίκα ἑώρα σαλεύουσαν αὐτῇ τὴν τύχην πᾶσαν. ἀντὶ τοῦ μεταπίπτουσαν.

### σ 54

Σαλήμ: ὄνομα πόλεως. ἡ Ἱερουσαλήμ.

### σ 55

Σάληξ: ὄνομα ποταμοῦ.

### σ 56

Σαλμωνεύς· οὗτος Αἰόλου μὲν υἱός, βασιλεὺς δὲ Θετταλῶν· ὃς ἀσεβὴς γεγονὼς διὰ μηχανῆς ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὰς τῶν ὑπηκόων ψυχάς. ὅθεν καὶ δίκην ἔδωκε τῆς ἀσεβείας, θεόθεν κεραυνό‐ βλητος γεγονώς.

### σ 57

Σαλομών: ἀπὸ τοῦ Σαλήμ, ὅ ἐστιν εἰρήνη· ἐν γὰρ τοῖς χρόνοις αὐτοῦ εἰρήνη ἦν.

### σ 58

Σάλος: σαλευμός, τάραχος. καὶ ἡ φροντίς. κατέλαβον πο‐ λισμάτιον ἀλίμενον μέν, σάλους δὲ ἔχον καὶ προβολὰς περικλειούσας ἐκ τῆς γῆς εὐφυεῖς. καὶ αὖθις· καὶ τῷ σάλῳ συνιζάνον ἐποίουν αὐτὸ στεριφώτερον.

### σ 59

Σάλουσα: φροντίζουσα. σάλα γὰρ ἡ φροντίς.

### σ 60

Σαλούστιος, σοφιστής. ἔγραψεν εἰς Δημοσθένην καὶ Ἡρόδοτον ὑπόμνημα· καὶ ἄλλα.

### σ 61

Σαλούστιος, Μοψεάτης, ἰατρός, ἐπὶ Τιβερίου Καίσαρος. ἔγραψεν ἰατρικά.

### σ 62

Σαλούστιος· Δαμάσκιός φησι. οὗτος εἰς Ἀλεξάνδρειαν ἧκεν Ἀθή‐ νηθεν σὺν Ἰσιδώρῳ τῷ φιλοσόφῳ. παράδοξος δὲ ὁ τρόπος Σαλουστίου πᾶσιν ἀνθρώποις, τὰ μὲν φιλοσοφοῦντος ἐπὶ τὸ καρτερώτερον, τὰ δὲ παίζοντος ἐπὶ τὸ γελοιότερον· ἑκάτερον, οἶμαι, πέρα τοῦ μετρίου. καὶ δεῖ κρίσεως, εἴπερ τινι ἄλλῳ, καὶ τῷδε τῷ βίῳ. καὶ δὴ Σαλούστιος τὰ μὲν πατρόθεν ὥρμητο ἀπὸ Συρίας, τὰ δὲ πρὸς μητρὸς Ἐμισηνὸς ἐγεγόνει. ὁ πατὴρ δὲ αὐτῷ Βασιλίδης ὠνομάζετο, Θεόκλεια δὲ ἡ μήτηρ. εὐφυὴς δὲ ἐπὶ πολλὰ γεγονὼς καὶ τὸ ἦθος αὐστηρὸς καὶ φι‐ λότιμος τὰ μὲν πρῶτα ἀπέβλεπεν εἰς τὴν πολυάρατον δικανικὴν καὶ ἐπαιδεύετο λόγοις ῥητορικοῖς ὑπὸ Εὐνοΐῳ σοφιστῇ, τότε ὄντι κατὰ Ἔμισαν· ὕστερον δὲ οὐκέτι τῷ δικανικῷ, ἀλλ’ ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν καὶ ἐπὶ τούτῳ διεμελέτα τοὺς λόγους, οὐδὲν ἧττον τῆς φύσεως ἐπὶ τοῖς πόνοις θαυμαζόμενος· τοὺς μὲν γὰρ δημοσίους τοῦ Δημοσθένους λόγους ὁμοῦ πάντας ἐξέμαθεν. ἀλλὰ πρὸς τούτῳ καὶ λέγειν ἦν ἱκανός, οὐ τοὺς νεωτέρους ἐκμιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον πίνον τῆς λογογραφίας ἁμιλλώμενος. ἀμέλει καὶ ἔγραψε λόγους, οὐ πολύ τι ἐκείνων ἐκλειπομένους. τὸν δὲ ἡμέτερον πολίτην Μάρκελλον, ἑταῖρον τοῦ Εὐνοΐου, καὶ τοῦτον ἐκμαθόντα μὲν ἀπεμνημόνευε τὰ ηʹ βιβλία τῆς Θουκυδίδου ἱστορίας, οὐ μήν τι καὶ λέγοντα ἄξιον ἀκοῆς· καὶ Νόννον δέ φασιν ἐκμαθόντα ἑξάκις ὅλον τὸν Δημοσθένην, μηδὲ διᾶραι τὸ στόμα δύνασθαι πρός γε λόγων ἐπι‐ εικῶν σύνθεσιν· οὐ γάρ ἐστι ταὐτὸν ἐς πλῆθος ἀποστηθίζειν καὶ γράφειν ἐς κάλλος. ὁ δὲ Σαλούστιος ἁδρότερον ἤδη ἁπτόμενος τῆς τέχνης, ἐλάττω ἢ καθ’ ἑαυτὸν ὑπολαβὼν τὸν Εὐνόϊον, ἀπῆρεν εἰς Ἀλεξάν‐ δρειαν καὶ ἀπεπειρᾶτο τῶν ῥητορικῶν διδασκαλιῶν.

### σ 63

Σαλούστιος, φιλόσοφος· ὃς ἔφη ἀνθρώποις οὐ ῥᾴδιον εἶναι φιλοσοφεῖν, ἀλλὰ καὶ ἀδύνατον. τοῦτον ἀκούσας ἀπέστυξα δὴ τότε τὸν λόγον, ὡς οὔτε ἀληθῆ λεγόμενον οὔτε λέγεσθαι ἄξιον. ἀλλὰ γὰρ ὁ Σαλούστιος ᾔδει τὸ ἐνὸν εἰπεῖν. οὐ γὰρ διεβέβλητο πρὸς τοὺς φι‐ λοσόφους ἁπλῶς, ἀλλὰ φύσει μισοπόνηρος ἦν καὶ κατὰ τὸν Ἡράκλειτον ὀχλολοίδορος καὶ πᾶσιν ἐπιτιθέμενος τοῖς ἁμαρτάνουσι, καὶ ὁπωσοῦν ἐκ πάσης προφάσεως ἐλέγχων ἑκάστους καὶ διακωμῳδῶν· ἐνίοτε μὲν σπουδάζων, τὰ δὲ πολλὰ τῷ γελοίῳ χαίρων ἤθει καὶ φιλοσκώμμονι. καὶ γὰρ ἦν ὁ Σαλούστιος εὐτράπελος ἱκανῶς καὶ σκώπτειν εὐφυέστατός τε καὶ προχειρότατος, ἐξαιρέτους μὲν ἔχων αὐτός, ἐκ γένους δὲ ὅμως τὰς τοιαύτας χάριτας. ὁ γάρ τοι πέμπτην ἀρετὴν ὀνομάσας τὴν περὶ θεῶν δόξαν ἀληθῆ, δοκοῦσαν ἐνεῖναί ποτε τοῖς πονηροτάτοις, Σα‐ λούστιός ἐστιν. ἔτι δὲ πρὸς ἐνίους τῶν ἀλλοφύλων, τὰ μὲν ἄλλα αὐτοῦ ἐπαινοῦντας, ἓν δὲ αὐτῷ λείπειν εἰρηκότας, τὸ μὴ δοξάζειν περὶ θεῶν τὰ αὐτὰ τοῖς πολλοῖς· ἐᾶτε, ἔφη, τοῦτό γε διὰ τὴν νέμεσιν προσεῖναί μοι. τῷ δὲ Παμπρεπίῳ μέγιστον ἤδη δυναμένῳ ἐντυχών, ἐπειδὴ ἐκεῖνος ὡραϊζόμενος, τί θεοὶ πρὸς ἀνθρώπους, ἔφη· τίς δέ, ἔφη, οὐκ οἶδεν, ὡς οὔτ’ ἐγὼ πώποτε θεὸς ἐγενόμην οὔτε σὺ ἄν‐ θρωπος. ταῦτα περὶ Σαλουστίου. κυνικώτερον δὲ ἐφιλοσόφει. ὅτι Σαλούστιος, ὁ τῆς αὐλῆς ἔπαρχος ἐπὶ Ἰουλιανοῦ, ἀνὴρ ἦν διαφερόντως περιττὸς εἰς φιλανθρωπίαν· ᾧ γε τοσοῦτον ἡμερότητος καὶ πραότητος ὑπῆρχεν ἐς ἅπαντας, ὥστε καὶ τὸν Μάρκελλον ἐκεῖνον, τὸν ἡνίκα ἦν Καῖσαρ ὑβριστικῶς αὐτῷ χρησάμενον, πάνυ περιδεᾶ ὄντα διὰ τὰ προ‐ γεγενημένα· καίτοι τοῦ παιδὸς ἐλεγχθέντος ἐπανίστασθαι διὰ τὴν πρὸς Κωνστάντιον φιλίαν, τῷ νεανίσκῳ τὴν δίκην ἐπέθηκε, τὸν δὲ Μάρκελλον καὶ διαφερόντως ἐτίμησε.

### σ 64

Σαλούστιος, ἔπαρχος πραιτωρίων· ὃς προεβάλετο βασιλέα Βα‐ λεντινιανόν. ὁ δὲ βασιλεύσας διεδέξατο αὐτὸν καὶ ἔθηκε προθέματα, ἵνα, εἴ τίς τι ἠδίκηται παρ’ αὐτοῦ, προσέλθῃ τῷ βασιλεῖ. οὐδεὶς δὲ προσῆλθεν· ἦν γὰρ ἁγνότατος ὁ Σαλούστιος. οὗτος δὲ ὁ Βαλεν‐ τινιανὸς τὸν πραιπόσιτον Ῥοδανόν, ἀδικήσαντα Βερονίκην τινὰ χήραν, ἧς προσελθούσης τῷ βασιλεῖ, ἔδωκε δικαστὴν Σαλούστιον. ὁ δὲ κατε‐ δίκασε τὸν πραιπόσιτον, καὶ τούτου καταφρονήσαντος, τὸν πραιπόσιτον ἐν τῷ ἱππικῷ πυρὶ παραδίδωσι καὶ τὴν κτῆσιν πᾶσαν τοῦ ἀρχιευνούχου τῇ χήρᾳ δίδωσι· καὶ φοβηθέντες πάσης ἀδικίας ἀπέσχοντο.

### σ 65

Σαλώμη: ὄνομα κύριον.

### σ 66

Σάλπιγξ: ἱερατικὸν τοῦτο τὸ ὄργανον· ἱερεῖς γὰρ ἐχρῶντο τῇ σάλπιγγι.

### σ 67

Σαλπιγγολογχυπηνάδαι: σάλπιγγας καὶ λόγχας καὶ ὑπήνας ἔχοντες. τοῦτο δὲ εἰς τὸν Φορμίωνα ἀνατείνει, ὡς μέγαν ἔχοντα πώγωνα. εἶπε δὲ συνθέτως, τὸ μὲν ἀπὸ τοῦ πολέμου, τὸ δὲ ἀπὸ τοῦ πώγωνος. Ἀριστοφάνης.

### σ 68

Σάλπιγξ. σάλπιγξιν Ἰνδοὶ οὐ χρῶνται, ἀλλ’ ἀντὶ σάλπιγγος αὐτοῖς εἰσὶν αἱ μάστιγες, ἃς ἀποκτυποῦσιν εἰς τὸν ἀέρα, καὶ τύμπανα, φρικώδη τινὰ βόμβον ἐξ ἑαυτῶν ἀνιέντα.

### σ 69

Σαμαρεύς: ὁ πολίτης. ἐντεῦθεν ἐχωρίσθησαν ἀπὸ τῶν Ἰου‐ δαίων οἱ Σαμαρεῖται. πολλαῖς δὲ ἐχρήσατο τύχαις ἡ Σαμάρεια.

### σ 70

Σαμαρείτης: ἀρσενικῶς. Σαμαρεῖτις δὲ ἡ γυνή.

### σ 71

Σάμβαλα: ὑποδήματα.

### σ 72

Σαμβαρής: ὄνομα κύριον.

### σ 73

Σαμβύκαι: ὄργανα μουσικὰ τρίγωνα, ἐν οἷς τοὺς ἰάμβους ᾖδον, οἱ δὲ ἰαμβύκαι. ταύτην τὴν σαμβύκην πρῶτος Ἴβυκος ἐφεῦρεν. ἔστι δὲ εἶδος κιθάρας τριγώνου. οἱ δὲ προσεβοήθουν ἐπὶ τὸ διατείχισμα καὶ πρὸς τοὺς ἀπὸ τοῦ λιμένος, ἀπὸ τῶν ὑπερειδόντων ἐπὶ τὸ τεῖχος τὰς σαμβύκας.

### σ 74

Σάμβυκες: γένος μηχανήματος πολιορκητικοῦ, ὥς φησι Πολύβιος. περὶ δὲ τῆς κατασκευῆς αὐτοῦ γέγραπται ἐν τῷ Περὶ ἐκφράσεως.

### σ 75

Σάμη: εἶδος πάθους Σαμιακοῦ. περιέστιξαν γὰρ οἱ Ἀθηναῖοι τοὺς ἁλόντας Σαμίων, μετὰ δὲ ταῦτα οἱ Σάμιοι τοὺς Ἀθηναίους.

### σ 76

Σαμίων ἄνθη: ἐπὶ τῶν ὑστάταις ἡδοναῖς χρωμένων.

### σ 77

Σαμίων ὁ δῆμος· Ἀριστοφάνης Βαβυλωνίοις, ἐπισκώπτων τοὺς ἐστιγμένους· οἱ γὰρ Σάμιοι καταπονηθέντες ὑπὸ τῶν τυράννων σπάνει τῶν πολιτευομένων ἐπέγραψαν τοῖς δούλοις ἐκ πέντε στατήρων τὴν ἰσοπολιτείαν, ὡς Ἀριστοτέλης ἐν τῇ Σαμίων πολιτείᾳ. ἢ ὅτι παρὰ Σαμίοις εὑρέθη πρώτοις τὰ κδʹ γράμματα ὑπὸ Καλλιστράτου, ὡς Ἄν‐ δρων ἐν Τρίποδι. τοὺς δὲ Ἀθηναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων γράμμασιν Ἀρχίνου δ’ Ἀθηναίου ἐπὶ ἄρχοντος Εὐκλείδου. τοὺς δὲ Βαβυλωνίους ἐδίδαξε διὰ Καλλιστράτου Ἀριστοφάνης ἔτεσι πρὸ τοῦ Εὐκλείδου κεʹ, ἐπὶ Εὐκλέους. περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος. οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκί, Σάμιοι τῆς σαμαίνης (ἐστὶ πλοῖον δίκροτον, ὑπὸ Πολυκράτους πρῶτον κατασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν βʹ Νόστων). τὸ δὲ πλάσμα Δούριδος. οἱ δὲ τὴν σάμαιναν νόμισμα εἶναι. τάττεται δὲ ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν συμφοράς, παρόσον Ἀθηναῖοι τοὺς Σαμίους ἔστιξαν.

### σ 78

Σαμνῖται: ὄνομα ἔθνους.

### σ 79

Σαμοθρᾴκη: νῆσος· κεῖται δὲ καταντικρὺ τῆς Θρᾴκης. φασὶ δὲ Σαμίους οἰκίσαντας αὐτὴν τὸ ὄνομα θέσθαι τοῦτο· καὶ ἔστι παρὰ Ἀντι‐ φῶντι ἐν τῷ Σαμοθρᾳκικῷ λόγῳ οὕτως εἰρημένον· καὶ γὰρ οἱ τὴν ἀρχὴν οἰκίσαντες τὴν νῆσον ἦσαν Σάμιοι· ἐξ ὧν ἡμεῖς ἐγενόμεθα. κατῳκίσθησαν δὲ ἀνάγκῃ, οὐκ ἐπιθυμίᾳ τῆς νήσου· ἐξέπεσον γὰρ ὑπὸ τυράννων ἐκ Σάμου καὶ τύχῃ ἐχρήσαντο ταύτῃ· λείαν λαβόντες ἀπὸ τῆς Θρᾴκης ἀφικνοῦνται εἰς τὴν νῆσον. ἀλλ’ εἴ τις ὑμῶν ἐν Σαμο‐ θρᾴκῃ μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλόν· ἀποστραφῆναι τοῦ μετι‐ όντος τὼ πόδε. ἐν Σαμοθρᾴκῃ ἦσαν τελεταί τινες, ἃς ἐδόκουν τελεῖσθαι πρὸς ἀλεξιφάρμακα κινδύνων τινῶν. ἦν δὲ ἐκεῖσε καὶ τὰ τῶν Κορυ‐ βάντων μυστήρια καὶ τὰ τῆς Ἑκάτης καὶ τὸ Ζήρινθον ἄντρον, ᾗ κύνας ἔθυον. ἐν κινδύνοις οὖν γενόμενοι ἐπεκαλοῦντο τοὺς δαίμονας ἐπι‐ φανῆναι καὶ ἀλεξῆσαι. ἐδόκουν δὲ οἱ μεμυημένοι ταῦτα ἐκ τῶν δεινῶν σῴζεσθαι καὶ ἐκ χειμώνων. ἀποστραφῆναι δὲ ἀντὶ τοῦ διακλασθῆναι, τοῦ μετιόντος τὸν δοίδυκα· ἢ ἐναντίαν αὐτῷ τὴν εἰς τὸ δεύτερον γενέσθαι ὁδόν, ὥστε μηκέτι αὐτὸν ὑποστρέψαι.

### σ 80

Σαμουήλ, ὁ προφήτης. τοῦτον ἐγέννησεν Ἄννα εὐξαμένη πρὸς κύριον· ὃν Σαμουὴλ ἐκάλεσε, Θεαίτητον ὡς ἄν τις εἴποι. καὶ ἀνα‐ μνησθεῖσα ἡ μήτηρ αὐτοῦ τῆς εὐχῆς, ἣν ηὔξατο πρὸς Ἡλεὶ τὸν ἀρχιερέα, παρεδίδου Ἡλεί, ἀνατιθεῖσα τῷ θεῷ προφήτην γενησόμενον. κόμη τε οὖν αὐτῷ ἀνεῖτο, καὶ ποτὸν ὕδωρ ἦν. καὶ διῆγεν ἐν τῷ ἱερῷ τρεφό‐ μενος, Ἀλκάνῃ δ’ ἐκ τῆς Ἄννης υἱεῖς γείνονται τρεῖς καὶ θυγάτηρ. Σαμουὴλ δὲ πεπληρωκὼς ἔτος δωδέκατον προεφήτευσε. καί ποτε κοιμώμενον ὀνομαστὶ ἐκάλεσεν ὁ θεός. ὁ δὲ νομίσας ὑπὸ τοῦ ἀρχιερέως πεφωνῆσθαι παραγίνεται πρὸς αὐτόν. οὐ φαμένου δὲ καλέσαι τοῦ ἀρχιερέως, ὁ θεὸς εἰς τρὶς τοῦτο ποιεῖ, καὶ Ἡλεὶ διαυγασθείς φησι πρὸς αὐτόν· ἀλλ’ ἐγὼ μέν, Σαμουήλ, σιγὴν ὡς καὶ τὸ πρὶν ἦγον· θεὸς δ’ ἐστὶν ὁ καλῶν. ἀλλὰ σήμαινε πρὸς αὐτόν, ὅτι παρατυγχάνω. καὶ τοῦ θεοῦ φθεγξαμένου πάλιν ἀκούσας ἠξίου λαλεῖν ἐπὶ τοῖς χρω‐ μένοις· οὐ γὰρ ὑστερήσειν αὐτόν, ἐφ’ αἷς ἂν θελήσειε διακονίαις. καὶ ὁ θεός, ἐπεὶ παρατυγχάνεις, μάνθανε συμφορὰν Ἰσραηλίταις ἐσομένην καὶ τοῦ Ἡλεὶ παῖδας μιᾷ ἡμέρᾳ τεθνηξομένους.

### σ 81

Σάμου ὑληέσσης: οὐδέποτε κατὰ τὴν συνήθειαν λέγομεν Σαμο‐ θρᾴκην, ἀλλὰ διαλελυμένως· ὥσπερ ἐν πόλει ἄκρῃ, τῇ ἀκροπόλει.

### σ 82

Σαμόσατα πόλις καὶ Σαμοσατεύς: ἀπὸ τόπου.

### σ 83

Σαμωνᾶς: ὄνομα κύριον.

### σ 84

Σαμύθας· κεκρύφαλον τόνδε λαβεῖν Σαμύθας· δαιδάλεός τε γάρ ἐστι καὶ ἁδύ τι νέκταρος ὄζει. ἐν Ἐπιγράμμασι.

### σ 85

Σαμφόρας: εἶδος ἵππου ἐγκεχαραγμένου τὸ ς σημεῖον. οἱ δὲ Δωριεῖς τὸ ς σὰν λέγουσι.

### σ 86

Σαμψῆραι: σπάθαι βαρβαρικαί. δῶρα φέρει Τραιανῷ ὑφάσματα σηρικὰ καὶ σαμψήρας· αἱ δέ εἰσι σπάθαι βαρβαρικαί.

### σ 87

Σαμψών: παῖς Μανωέ, κριτὴς Ἑβραίων, ἀνὴρ ἰσχυρός. ἄχρι μὲν οὖν οὗτος ἐκράτει τῶν τοῦ σώματος ἡδονῶν, τῶν πολεμίων κατεδυνά‐ στευεν· ἐπειδὴ δὲ ὑπὸ Δαλιδᾶ τῆς πόρνης ὑπεκλάπη τὸν νοῦν, ἅμα καὶ τῆς σωφροσύνης καὶ τῆς ἰσχύος ἐξέπεσεν· ὑπό τε τῶν ἐναντίων ἁλοὺς δέσμιος ἐς Γάζαν ἀπήχθη καὶ τῶν ὄψεων στερηθεὶς ἐδόθη ἀλήθειν ἐν μυλῶνι. διὸ δὴ συμπεσὼν τοῖς τοῦ ἱεροῦ κίοσι συναπώλετο τοῖς ἐναντίοις, εἰπών, ἀπελθέτω δὴ Σαμψὼν μετὰ τῶν ἀλλοφύλων. καὶ ὁ μὲν οὕτω διεφθάρη, κρίνας τὸν λαὸν ἔτη κʹ.

### σ 88

Σαμψών· ὅτι ἐπὶ Σαμψὼν ἀνήρ τις πορευόμενος ἐν πόλει φυλῆς Βενιαμὶν ὑπὸ τῶν ἐμφυλίων ἁρπαγεῖσαν τὴν ἑαυτοῦ γαμετὴν ἐθεάσατο καὶ καταισχυνθεῖσαν ὑπὸ πλήθους ἀπέλαβε νεκράν· αὐτὸς δὲ κατατεμὼν αὐτὴν ἐπὶ τὰς ιβʹ ἐξαπέστειλε φυλάς, εἰς μαρτύριον τῆς ἀνομίας Βενιαμίν. καὶ οἱ μὲν παραχρῆμα λαβόντες αὐτήν, ἀναβάντες ἐπὶ τὰς πόλεις ἐξεῖλον τὴν φυλὴν Βενιαμίν, πʹ καὶ ζʹ καταναλώσαντες χιλιάδας.

### σ 89

Σανατρούκης, Ἀρμενίων βασιλεύς, ὃς τὸ μὲν σῶμα ξύμμετρον εἶχε, τὴν γνώμην δὲ μέγας ἐτύγχανεν εἰς ἅπαντα, οὐχ ἥκιστα δὲ εἰς τὰ ἔργα τὰ πολέμια. ἐδόκει δὲ καὶ τοῦ δικαίου φύλαξ ἀκριβὴς γενέσθαι καὶ τὰ ἐς τὴν δίαιταν ἴσα καὶ τοῖς κρατίστοις Ἑλλήνων τε καὶ Ῥω‐ μαίων κεκολασμένος.

### σ 90

Σάνδων, Ἑλλανίκου, φιλόσοφος. ἔγραψεν ὑποθέσεις εἰς Ὀρφέα, βιβλίον αʹ.

### σ 91

Σάνδυξ: χρῶμα κόκκινον.

### σ 92

Σανίς, σανίδος.

### σ 93

Σαννυρίων, Ἀθηναῖος, κωμικός. δράματα αὐτοῦ ἐστι ταῦτα· Γέλως, Δανάη, Ἰώ, Ψυχασταί· ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς.

### σ 94

Σάος καὶ Δράος, ποταμοὶ περιλαμβάνοντες τὴν δευτέραν Παιονίαν εἰς τὸν ποταμὸν Ἴστρον καταφέρονται.

### σ 95

Σάου: σῷζε, φύλαττε. ἐν Ἐπιγράμμασι· Ἄρτεμι, τόξῳ μὲν κλῶπας βάλε, σάου δὲ φίλους. καὶ αὖθις· τὸν μέν, ἵνα ψυχήν· τὸν δ’, ἵνα σῶμα σάοι.

### σ 96

Σαούλ, βασιλεὺς τῶν Ἰουδαίων, ὃς ὑπὸ δαίμονος κατείχετο καὶ οὔτε ἐκάθευδεν οὔτε ἐκοιμᾶτο· ὅντινα ὁ Δαβὶδ ταῖς μελῳδίαις κατέ‐ θελγε. ζήτει περὶ τοῦ Σαοὺλ ἐν τῷ Δαβίδ.

### σ 97

Σαοὺλ ἐν προφήταις· οὗτος ἐχρίσθη ὑπὸ Σαμουὴλ εἰς βασιλέα καὶ προφήτην· καὶ ἰδὼν αὐτόν τις ἔφη· καὶ Σαοὺλ ἐν προφήταις; καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς παραβολήν. τὰς γὰρ ὄνους τὰς ἀπολωλυίας ζητῶν βασιλείαν εὗρε.

### σ 98

Σαοῦλος· ὅτι Σαούλῳ τῷ Ἰουδαίων βασιλεῖ ἀρχὴ τῆς παρὰ πάντων τιμῆς πρὸς Ναασῆν τὸν Ἀμμανιτῶν βασιλέα γίνεται· οὗτος γὰρ πολλὰ κακὰ τοὺς Ἰουδαίους διατίθησι καὶ πρὸς τοῖς ἄλλοις κακοῖς, ὅσους ἐχειροῦτο πολέμου νόμῳ, τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐξ‐ έκοπτεν, ὅπως τῆς ἀρίστης αὐτοῖς ὄψεως ὑπὸ τῶν θυρεῶν σκεπομένης, ἄχρηστοι παντελῶς εἶεν. τοῦτον οὖν ὁ Σαοῦλος κατηγωνίσατο.

### σ 99

Σαώτερος: σῷος.

### σ 100

Σάπειρ· ὅτι κατὰ τὴν πολιορκίαν τῆς πόλεως τῶν Περσῶν Βειουδαές, ἣν ἐπολιόρκει Ἡράκλειος, ὁ Ἡρακλείου τοῦ βασιλέως πατήρ, Σάπειρ ἦν τις ἀνήρ, τὸ μὲν σῶμα, ὡς ὁ παρὰ τῷ Ὁμήρῳ Τυδεὺς ἀνυμνούμενος, τὴν δὲ γνώμην καὶ περαιτέρω Τυδέως. Ἡρακλῆς γὰρ ἦν τὴν ψυχήν, καὶ εἴ τις τούτου ἐγεγόνει ποτὲ ἀλκιμώτερος (οὐ γὰρ ἀποκναίω τῷ μεγέθει τῆς ἀρετῆς τὸν Ἡρακλέα ἐν δευτέροις τιθείς, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα)· σκόλοπας ὀξεῖς ἐπιφερόμενος ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ, τὸν μὲν ἕνα σκόλοπα ἐνείρας τῷ πύργῳ ἀνὰ τὰς ἁρμογὰς τοῦ οἰκοδομήματος (ἦν γὰρ λίθῳ ξηρῷ διεσκευασμένον τὸ φρούριον) ἐπιβαίνει ἐπὶ τοῦ σκόλοπος τῷ ποδί, εἶτα τὸν ἕτερον αὖθις ὥσπερ ἐγκεντρίσας σκόλοπα τὸ λειπόμενον τοῖν ποδοῖν ἐπερείδει, καὶ τῶν ἐξηρτημένων λίθων ἐπειλημμένος ἀπρὶξ εἴχετο ταῖς χερσίν, οὕτω τε τὴν ἄνοδον ἐσοφίζετο. τῶν δὲ πολιορκου‐ μένων τὴν θέαν τῶν βελῶν μὴ ὑπομένειν οἵων τε ὄντων, ἰσχυρῶς εἴχετο τῆς ἐπάλξεως ὁ Σάπειρ ἐκεῖνος ἀνήρ. καὶ ἂν ἥλω κατὰ τὴν πρώτην ἐκείνην ἐπιβολὴν τὸ ἐχύρωμα, εἰ μή τις τῶν τῆς Περσικῆς συμμορίας ἀθρόον ἐπιφανεὶς ἑνὶ τῶν θυρεῶν, τῶν προβεβλημένων τοῦ ἐχυρώματος, ἐκεῖνον αὐτὸν τὸν ἀριστέα ἐξώθησεν. ὁ δὲ κατολισθήσας ἐς τὸ κάτω ἐφέρετο μετὰ τοῦ θυρεοῦ, κύμβαχος ἐν κονίῃσιν, ἐπὶ βρεγμόν τε καὶ ὤμους, Ὁμηρικῷ τῷ συμπτώματι· ὅμως οὐ διόλωλεν· ὑποδέχονται γὰρ αὐτὸν ταῖς ἀσπίσιν οἱ συμπονοῦντες καὶ τραυματίαν διεσῴζοντο· προσνύττουσι γὰρ αὐτὸν τὰ τῶν ἀκοντίων σιδήρια μικρὸν κομιδῆ. ὁ δὲ καρτερικὸς αὖθις ἐπ’ ἐκεῖνο τὸ ἔργον ἐχώρει καὶ αὖ πάλιν ἀνέθορε, τῇ ἐπάλξει τὰς χεῖρας περιβαλών, οἷα πολύπους ἀφύκτους πλεκτάνας τινάς, καὶ εἴχετο καρτερᾷ τινι λαβῇ τῆς ἐπάλξεως. ὁ δ’ ἀντίπαλος Πέρσης ἀδελφὴν τῆς ἑτέρας ἐπιβουλῆς ἐξειργάσατο, καὶ σαθρωθείσης ἔναγχος τῆς ἐπάλξεως ταῖς Ῥωμαϊκαῖς προσβολαῖς, μετ’ ἐκείνης τὸν ἀριστέα ἀνατρέψας παρεία ἐς τὸ κάτω χωρεῖν. καὶ τοίνυν κατήγετο ὁ στρατιώτης ὁ φιλοκίνδυνος μετὰ τῆς ἐρωμένης ἐπάλξεως, τὸ δὲ συμμαχικὸν τὴν προτέραν σωτηρίαν ὀρέγουσι μετὰ φοβεροῦ τοῦ θεάματος τῷ πάντα τολμηρῷ. ἀτὰρ ἐξάντης τοῦ πτώ‐ ματος ὁ τραυματίας γενόμενος καὶ τρίτον ἆθλον ἀσπάζεται, ὥσπερ ἀμάχου τινὸς καὶ θείας δυνάμεως ἐς τὸν πόνον παροτρυνούσης αὐτόν. ἐπεὶ δ’ ἀνείρπυσε, τῆς στεφάνης τοῦ ἕρκους λοιπὸν ἐπιβάς, τὸν ἀκινάκην σπασάμενος, τὸν κηφῆνα τῆς ἑαυτοῦ ἀρετῆς ἐκεῖνον αὐτὸν τὸν Πέρσην ἀπέκτεινε. καὶ οὖν τὴν κεφαλὴν ἀπὸ τῆς δέρης ἀφελόμενος τοῖς πολιορκοῦσιν ἀπέπεμπεν. οἱ δὲ Ῥωμαῖοι τὸ γεγονὸς θεασάμενοι ἀνε‐ θάρρησαν καὶ τῶν κινδύνων ὠρέγοντο. ἀδελφὸς δέ τις τοῦ Σάπειρ ἐκείνου (πρεσβύτης δ’ οὗτος τὴν ἡλικίαν), ἐπεὶ γέγονε τῆς ἀρετῆς θεατής, καὶ ζηλωτὴς παραχρῆμα τοῦ ἐγχειρήματος γίνεται, καὶ ἄνεισι καὶ αὐτὸς ἀδελφὰ τῷ ἀδελφῷ μηχανώμενος, εἶτα μετ’ ἐκεῖνον ἕτερος, καὶ μετὰ τοῦτον πολλοί. κάλοις γὰρ λοιπὸν ἀνεδύοντο οἱ προκατειλη‐ φότες τὸ ἐχύρωμα καὶ ταῖς πύλαις ἀράττουσι, καὶ εἰσαγώγιμον λοιπὸν ἦν τὸ τῶν Ῥωμαίων στρατόπεδον. καὶ οὕτω κρείττους τῶν πολεμίων γενόμενοι τὸ φρούριον παρεστήσαντο.

### σ 101

Σάπων, Σάπωνος: ὄνομα κύριον.

### σ 102

Σάπωρις: ὁ τῶν Περσῶν βασιλεύς.

### σ 103

Σαπρᾶς: παλαιᾶς. Ἀριστοφάνης· εἰρήνης σαπρᾶς. ἢ ἀρχαίας.

### σ 104

Σαπρόν: οὐ τὸ μοχθηρὸν καὶ φαῦλον, ἀλλὰ τὸ παλαιόν· Εὔπολις.

### σ 105

Σαπρός: καὶ ἐπὶ τοῦ παλαιοῦ. Σιμωνίδης; γέρων ὢν καὶ σαπρὸς κέρδους ἕκητι κἂν ἐπὶ ῥιπὸς πλέοι. τουτέστι φρυγάνου.

### σ 106

Σάπφειρα: ὄνομα κύριον. καὶ Σάπφειρος, εἶδος λίθου πο‐ λυτίμου.

### σ 107

Σαπφώ, Σίμωνος, οἱ δὲ Εὐμήνου, οἱ δὲ Ἠεριγύου, οἱ δὲ Ἐκρύτου, οἱ δὲ Σήμου, οἱ δὲ Κάμωνος, οἱ δὲ Ἐτάρχου, οἱ δὲ Σκαμανδρωνύμου· μητρὸς δὲ Κλειδός· Λεσβία ἐξ Ἐρεσσοῦ, λυρική, γεγονυῖα κατὰ τὴν μβʹ Ὀλυμπιάδα, ὅτε καὶ Ἀλκαῖος ἦν καὶ Στησίχορος καὶ Πιττακός. ἦσαν δὲ αὐτῇ καὶ ἀδελφοὶ τρεῖς, Λάριχος, Χάραξος, Εὐρύγιος. ἐγαμήθη δὲ ἀνδρὶ Κερκύλᾳ πλουσιωτάτῳ, ὁρμωμένῳ ἀπὸ Ἄνδρου, καὶ θυγατέρα ἐποιήσατο ἐξ αὐτοῦ, ἣ Κλεὶς ὠνομάσθη. ἑταῖραι δὲ αὐτῆς καὶ φίλαι γεγόνασι τρεῖς, Ἀτθίς, Τελεσίππα, Μεγάρα· πρὸς ἃς καὶ διαβολὴν ἔσχεν αἰσχρᾶς φιλίας. μαθήτριαι δὲ αὐτῆς Ἀναγόρα Μιλησία, Γογ‐ γύλα Κολοφωνία, Εὐνείκα Σαλαμινία. ἔγραψε δὲ μελῶν λυρικῶν βι‐ βλία θʹ. καὶ πρώτη πλῆκτρον εὗρεν. ἔγραψε δὲ καὶ ἐπιγράμματα καὶ ἐλεγεῖα καὶ ἰάμβους καὶ μονῳδίας.

### σ 108

Σαπφώ, Λεσβία ἐκ Μιτυλήνης, ψάλτρια. αὕτη δι’ ἔρωτα Φάωνος τοῦ Μιτυληναίου ἐκ τοῦ Λευκάτου κατεπόντωσεν ἑαυτήν. τινὲς δὲ καὶ ταύτης εἶναι λυρικὴν ἀνέγραψαν ποίησιν.

### σ 109

Σαράβαρα: ἐσθὴς Περσική. ἔνιοι δὲ λέγουσι βρακία.

### σ 110

Σάραβον: τὸ γυναικεῖον αἰδοῖον οἱ κωμικοὶ καλοῦσι· καὶ σάκταν καὶ σάβυττον καὶ σέληνον καὶ ταῦρον καὶ ἕτερα πολλά.

### σ 111

Σαράγουροι: ὄνομα ἔθνους. ὥσπερ καὶ οἱ Σαράγουροι ἐλα‐ θέντες κατὰ ζήτησιν πρὸς τοῖς Ἀκατίροις Οὔννοις ἐγίνοντο.

### σ 112

Σαρακηνοί: ἔθνος.

### σ 113

Σάραμβος: οὕτως ἐκάλουν Ἀθηναῖοι κάπηλόν τινα.

### σ 114

Σαραωνίς: ὄνομα πέτρας.

### σ 115

Σαραπίων, ὁ Αἴλιος χρηματίσας, ῥήτωρ, Ἀλεξανδρεύς. ἔγραψε Περὶ τῶν ἐν ταῖς μελέταις ἁμαρτανομένων, Ἀκροάσεων βιβλία ζʹ, Πανηγυρικὸν ἐπὶ Ἀδριανῷ τῷ βασιλεῖ, Βουλευτικὸν Ἀλεξανδρεῦσιν, Εἰ δικαίως Πλάτων Ὅμηρον ἀπέπεμψε τῆς πολιτείας· καὶ ἄλλα συχνά. καὶ Τέχνην ῥητορικήν.

### σ 116

Σαραπίων· τοῦτον ἐποιήσατο φίλον ὁ Ἰσίδωρος, τὸν λαβόντα πάντας ἀνθρώπους ἐπὶ εὐσεβείᾳ τε καὶ ὅλῃ φιλοσοφίᾳ βίου, πλὴν αὐτοῦ τοῦ Ἰσιδώρου. τοσοῦτον δὲ τῷ ἀνδρὶ περιῆν ἀληθοῦς τρόπου τε καὶ λόγου, τοῦ τε ἐν παροιμίᾳ λέγεσθαι εἰωθότος, ἔργῳ δὲ βε‐ βαιωθέντος ὑπ’ ἐκείνου, τοῦ λάθε βιώσας· ὥστε οὐδένα τῶν τότε ζώντων ἀνθρώπων οὔτε τῶν νεωτέρων οὔτε τῶν πρεσβυτέρων ἐλπί‐ σαιμι ἂν εἰδέναι οἷον λέγω· οὐδὲ ἔγνω τις ἄλλος, οἷος ἦν ὁ Σαραπίων ἐκεῖνος, οὐδὲ ἂν ἔγωγε νῦν ἠπιστάμην, εἰ μή μοι αὐτὸς ὁ φιλόσοφος ὑπέδειξε τῷ λόγῳ τὸν Σαραπίωνα. οὐ γὰρ ἔργῳ ποτὲ ἔφη πείσεσθαι αὐτὸν ἐντυχεῖν ἑτέρῳ ἀνδρί· ἄλλως τε καὶ ὅτε ἐγήρα, μηκέτι κατα‐ βαίνειν θαμὰ ἀπὸ τῆς σφετέρας οἰκίας· οἰκεῖν δὲ μόνον ἐν οἰκίσκῳ μικρῷ τῷ ὄντι, μονάδα βίον ἀναδεδεγμένον, πρὸς μόνον τὰ ἀναγκαιότατα χρώμενον τῶν γειτόνων ἐνίοις. εὐκτικὸν μὲν οὖν εἶναι τὸν Σαραπίωνα διαφερόντως ἔλεγε καὶ ἐν ἰδιώτου σχήματι πανταχοῦ περιφοιτᾶν τῶν ἱερῶν χωρίων, ὅπου ἦγεν ὁ τῆς ἑορτῆς νόμος. τὰ πολλὰ δὲ ἐπ’ οἴκου διημερεύοντα ζῆν, οὔ τινα ἀνθρωπίνην ζωήν, ἀλλ’ ἀτεχνῶς εἰπεῖν θείαν, εὐχάς τε ἀεὶ καὶ ἀρετὰς πρὸς ἑαυτὸν ἢ πρὸς τὸ θεῖον φθεγ‐ γόμενον, μᾶλλον δὲ σιγῇ διανοούμενον. ζητητικὸς δὲ ὢν τῆς ἀληθείας καὶ φύσει θεωρητικὸς οὐ περὶ τὰ τεχνικώτερα τῆς φιλοσοφίας ἠξίου διατρίβειν, ἀλλὰ τοῖς ἁδροτέροις καὶ ἐνθουσιαστικωτέροις νοήμασιν ἐνεφύετο. διὸ μόνον σχεδὸν τὸν Ὀρφέα ἐκέκτητο καὶ ἀνεγίνωσκεν, ἐρωτῶν ἐφ’ ἑκάστοις ἀεὶ τοῖς παραπίπτουσι ζητήμασι τὸν Ἰσίδωρον, ἄκραν, ὡς εἰπεῖν, ἐπιστήμην ἐν θεολογίᾳ προβεβλημένον· ὃν μόνως οἰκεῖον ἐγνώριζεν ὄντα καὶ προσεδέχετο. καὶ δὴ ἐν αὐτῷ θεάσασθαι ἐδόκει τὸν μυθευόμενον Κρόνιον βίον. οὐδὲ γὰρ ἄλλο τι διετέλει πράττων καὶ λέγων ἐκεῖνος ἢ συνάγων ἑαυτὸν ἀεὶ καὶ συναιρῶν, ὡς οἷόν τε, πρὸς τὸ εἴσω καὶ τὸ ἀμερέστερον. ὃς οὕτω μὲν κατεφρόνει χρημάτων, ὥστε κεκτῆσθαι μηδοτιοῦν ἢ μόνα βʹ ἢ γʹ βιβλία· ὧν ἦν καὶ ἡ Ὀρφέως ποίησις· οὕτω δὲ ἡδονῶν τῶν περὶ τὸ σῶμα, ὥστε ἐξαρχῆς εὐθὺς τὰ ἀναγκαῖα καὶ μόνα προσφέρειν τῷ σώματι, ἀφρο‐ δισίων δὲ ἄχραντον εἶναι διὰ βίου παντός. οὕτω δὲ ἠμέλει τιμῆς τῆς παρὰ ἀνθρώπων, ὥστε οὐδὲ ὄνομα αὐτοῦ ἦν ἐν τῇ πόλει. οὐδ’ ἂν ἐγνώσθη μετὰ ταῦτα, εἰ μὴ θεῶν τις ἠβουλήθη παράδειγμα τοῖς ἀν‐ θρώποις χαρίσασθαι τοῦ Κρονίου βίου, ἵνα μὴ δοκῇ μῦθος εἶναι ὁ λόγος, μὴ ἔχων ἐπιμαρτυροῦσαν τὴν ἱστορίαν· ὁ μὲν γὰρ Χείρων λεγόμενος ἐν μεθορίῳ μᾶλλον εἱστήκει τῆς Κρόνου καὶ Διὸς ἀρχῆς, ὅθεν διφυής. Σαραπίων δὲ οὗτος ὑπὸ τοῦ φιλοσόφου γνωσθεὶς ἀνα‐ γεγράφθω τοιοῦτος· ὃς κληρονόμῳ τῷ Ἰσιδώρῳ ἐχρήσατο, μηδένα πρὸς γένους ἔχων, μηδὲ ἄξιον ἄλλον ὑπολαμβάνων εἶναι τῆς ἑαυτοῦ οὐσίας, δυεῖν λέγω ἢ τριῶν βιβλίων. ἐν δὲ τούτῳ τῷ χρόνῳ ἕτερος ἀνὴρ ἀφίκετο εἰς Ἀλεξάνδρειαν, κατὰ διάμετρον ὅλην τοῦ Σαραπίωνος ἀφεστώς, μᾶλλον δὲ ἔτι καὶ τῆς διαμέτρου μειζόνως, εἰ οἷόν τε φάναι· ὁ μὲν γὰρ ἦν τὴν ζωὴν Κρόνιός τις καὶ Δίϊος, ὁ δὲ Τυφώνειος, καὶ Τυφῶνος ἔτι πολυπλοκώτερον θηρίον, καὶ μᾶλλον ἐπιτεθυμμένον. οὔπω γάρ τις ἀγνοεῖ τῶν νῦν ζώντων ἀνθρώπων, οἷος ὁ Παμπρέπιος ἐγεγόνει τήν τε ψυχὴν καὶ τὴν τύχην.

### σ 117

Σάραπις· τούτου ἐν Ἀλεξανδρείᾳ καθεῖλε Θεόφιλος ὁ ἀρχι‐ επίσκοπος τὸ ξόανον ἐπὶ Θεοδοσίου τοῦ μεγάλου. τοῦτο δὲ οἱ μὲν Δία ἔφασαν εἶναι, οἱ δὲ τὸν Νεῖλον διὰ τὸ μόδιον ἔχειν ἐν τῇ κεφαλῇ καὶ τὸν πῆχυν, ἤγουν τὸ τοῦ ὕδατος μέτρον, ἄλλοι δὲ τὸν Ἰωσήφ, ἕτεροι δὲ Ἄπιν τινὰ γεγονέναι ἄνθρωπον εὔπορον καὶ βασιλέα ἐν Μέμφιδι πόλει τῆς Αἰγύπτου. λιμοῦ δὲ γενομένου τοῖς Ἀλεξανδρεῦσιν ἐκ τῶν ἰδίων τροφὴν παρέσχε, τετελευτηκότι δὲ αὐτῷ ναὸν ἀνέστησαν, ἐν ᾧ βοῦς ἐτρέφετο, σύμβολον φέρων τοῦ γεωργοῦ καί τινα δὲ ἔχων ἐν τῇ χροιᾷ ἐπίσημα, ὅστις ἐκ τῆς προσηγορίας αὐτοῦ καὶ αὐτὸς Ἄπις ἐκαλεῖτο. τὴν δὲ σορὸν τούτου τοῦ Ἄπιδος, ἐν ἧ τὸ σῶμα ἔκειτο αὐτοῦ, ἐν Ἀλεξανδρείᾳ μετήνεγκαν καὶ ἀπὸ τῆς σοροῦ καὶ τοῦ Ἄπιδος σύνθετον ὄνομα πεποιηκότες ἐκάλουν αὐτὸν Σόραπιν, οἱ δὲ μετὰ ταῦτα Σάραπιν. τούτου ναὸς ὑπὸ Ἀλεξάνδρου ἐκτίσθη παμμεγέθης καὶ πάνυ λαμπρός.

### σ 118

Σαράπους· οὕτως ἐκάλει Ἀλκαῖος Πιττακὸν τὸν φιλόσοφον διὰ τὸ πλατύπουν εἶναι καὶ σύρειν τὼ πόδε· χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν· γαύρικά τε, ὡς εἰκῆ γαυριῶντα· φύσκωνα δὲ καὶ γάστρωνα, διότι παχὺς ἦν· ἀλλὰ μὴν καὶ Ζοφοδορπίδα, ὡς ἄλυχνον· ἀγασύραστον δέ, ὡς ἐπισεσυρμένον καὶ ῥυπαρόν.

### σ 119

Σαργάνη.

### σ 120

Σαρδάζων: μετὰ πικρίας γελῶν.

### σ 121

Σαρδανάπαλος, Ἀσσυρίων βασιλεύς, ἀπὸ Νίνου καὶ Σεμιράμεως, οἴκησιν ἔχων ἐν Νίνῳ, ἔνδον τὸ σύμπαν ἐν τοῖς βασιλείοις διατρίβων, ὅπλων μὲν οὐχ ἁπτόμενος οὐδ’ ἐπὶ θήραν ἐξιών, ὥσπερ οἱ πάλαι βασιλεῖς, ἐγχριόμενος δὲ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ὑπογραφό‐ μενος πρός τε τὰς παλλακίδας ἁμιλλώμενος περὶ κάλλους καὶ ἐμπλοκῆς τό τε σύμπαν γυναικείῳ ἤθει χρώμενος. κατὰ δὲ τὰ πρότερον συν‐ τεταγμένα ἐπὶ τὰς θύρας αὐτῷ παρῆσαν οἵ τε ἐκ τῶν ἄλλων ἐθνῶν σατράπαι, ἄγοντες τὰς δυνάμεις. οὗτος ἐσφάγη ὑπὸ Περσέως· οἱ δὲ κόλακες καὶ μιμηταὶ τῆς ἐκείνου φιλοσαρκίας καὶ γαστριμαργίας καὶ οἰστρηλασίας ἐπέγραψαν ὡς ἐξ αὐτοῦ δῆθεν ἐν τῷ τάφῳ αὐτοῦ, τό, τόσς’ ἔχω καὶ τὰ ἑξῆς. ψευδῶς δὲ οἱ γεγραφότες ἐπέγραψαν· οὐ γὰρ ἔχει ὁ τελευτήσας ἅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ’ εἰς τὴν δυσώδη φθορὰν ἐκεῖνα πάντα κεχώρηκεν, ἔχει δὲ μόνην τοῦ παρανόμου βίου τὴν δυσοδμίαν, ἥτις διηνεκῶς τὴν ἀθλίαν ψυχὴν αὐτοῦ ἀλγύνει καὶ ἀνιᾷ, συνειδυῖαν ἑαυτῇ τὰ κάκιστα, μεμνημένην ὧν παρανόμως καὶ ἀκολάστως ὁ τάλας εἰργάσατο.

### σ 122

Σαρδαναπάλους ἐν βʹ Περσικῶν δύο φησὶ γεγονέναι Καλ‐ λισθένης, ἕνα μὲν δραστήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν. ἐν Νίνῳ δ’ ἐπὶ τοῦ μνήματος αὐτοῦ τοῦτ’ ἐπιγέγραπται· Ἀνακυνδαράξου παῖς Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρῃ μιῇ. ἔσθιε, πίνε, ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστὶν ἄξια. τουτέστι τοῦ τῶν δακτύλων ἀποκροτήματος· τὸ γὰρ ἐφεστὼς τῷ μνήματι ἄγαλμα ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται, ὥστ’ ἂν ἀποληκοῦν τοῖς δακτύλοις. ταυτὸ καὶ ἐν Ἀγχιάλῳ τῇ πρὸς Ταρσῷ ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζε‐ φύριον. καὶ παροιμία· καταγηράσαις Τιθωνοῦ βαθύτερον, Κινύρου πλουσιώτερος καὶ Σαρδαναπάλου τρυφηλότερος, ὅπως τὸ τῆς παροιμίας ἐπὶ σοὶ πληρωθῇ, δὶς παῖδες οἱ γέροντες. ἐπὶ τῶν ὑπεργήρων· ὁ γὰρ Τιθωνὸς κατ’ εὐχὴν τὸ γῆρας ἀποθέμενος εἰς τέττιγα μετέβαλε· Κινύρας δέ, ἀπόγονος Φαρνάκου βασιλέως Κυπρίων, πλούτῳ διαφέρων· Σαρ‐ δανάπαλος δέ, Ἀσσυρίων βασιλεύς, ὃς ἐπ’ ἀκολασίᾳ καὶ τρυφῇ διαβιοὺς κατέλυσε τὴν ἰδίαν ἀρχήν. ὁ δὲ Σαρδανάπαλος οὗτος υἱὸς ἦν Ἀνα‐ κυνδαράξου, βασιλέως Νίνου, Περσικῆς χώρας· ὃς ἐν μιᾷ ἡμέρᾳ Ταρσὸν καὶ Ἀγχιάλην ἔκτισε. φασὶ δὲ αὐτὸν αἰσχρῶς καλλωπίζεσθαι τοῖς τε οἰκείοις μὴ ὁρᾶσθαι, εἰ μὴ εὐνούχοις καὶ κόραις. πεπυρπολημένος δὲ τῷ οἴνῳ, ἔνδον εὑρεθεὶς ἀπέθανε. γράφει δὲ ἐπὶ τῷ τάφῳ αὐτοῦ Ἀσσυρίοις γράμμασι τό, Σαρδανάπαλος Ἀνακυνδαράξου παῖς, καὶ τὰ ἑξῆς.

### σ 123

Σαρδάνιος γέλως: ὁ προσποίητος. καλεῖσθαι δὲ αὐτὸν ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσι φασίν.

### σ 124

Σαρδάνιος γέλως: παροιμία ἐπὶ τῶν ἐπ’ ὀλέθρῳ τῷ σφῶν αὐτῶν γελώντων· ἣν Δήμων μὲν διαδοθῆναι, ὅτι οἱ Σαρδόνα κατοι‐ κοῦντες αἰχμαλώτων τε τοὺς καλλίστους καὶ πρεσβυτέρους ὑπὲρ οʹ ἔτη τῷ Κρόνῳ ἔθυον, γελῶντας, ἕνεκα τοῦ τὸ εὔανδρον ἐμφῆναι (τουτ‐ έστιν ἀνδρεῖον). Τίμαιος δέ, τοὺς ἱκανὸν βεβιωκότας χρόνον ἐν Σαρδοῖ συνωθουμένους σχίζαις ὑπὸ τῶν υἱῶν εἰς ὃν ἔμελλον θάπτεσθαι βόθρον γελᾶν. οἱ δέ, ἀπὸ τοῦ σεσηρέναι μετὰ ἀνίας. καί φασιν ἄλλοι τε καὶ Κλείταρχος, ἐν Καρχηδόνι ἐν ταῖς μεγάλαις εὐχαῖς παῖδα ταῖς χερσὶ τοῦ Κρόνου ἐπιτιθέντας (ἵδρυται δὲ χαλκοῦς, προβεβλημένας ἔχων τὰς χεῖρας ὑφ’ ᾧ κρίβανος), ἔπειτα ὑποκαίειν· τὸν δὲ συνελκόμενον ὑπὸ τοῦ πυρὸς δοκεῖν γελᾶν. Σιμωνίδης δὲ Τάλων τὸν ἡφαιστότευκτον Σαρδωνίους οὐ βουλομένους περαιῶσαι πρὸς Μίνῳα, εἰς πῦρ καθαλ‐ λόμενον, ὡς ἂν χαλκοῦν, προστερνιζόμενον ἀναιρεῖν ἐπιχάσκοντας. Σιληνὸς δὲ ἐν δʹ τῶν περὶ Συρακούσας λάχανον εἶναι παρὰ Σαρδωνίοις ἡδύ, σελίνῳ ἐμφερές· οὗ τοὺς γευσαμένους τάς τε σιαγόνας καὶ τὰς σάρκας ἑαυτῶν ἀποδάκνειν. ἔνιοι δὲ τοὺς ἐπὶ κακῷ γελῶντας· ὡς καὶ Ὀδυσσέα φησὶν Ὅμηρος· μείδησε δὲ δῖος Ὀδυσσεὺς Σαρδώνιον. καὶ ἐν ἄλλοις· ἡδὺ γέλασσε χείλεσσιν, οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν ἰάνθη.

### σ 125

Σαρδαῖος: ἀπὸ πόλεως Σάρδεων. καὶ Σάρδεις, πόλις. αἱ Σάρδιες.

### σ 126

Σαρδιανός: ἀπὸ τόπου.

### σ 127

Σάρδιοι λίθοι, ἐναργῶς διαφανεῖς, λευκοὶ ὄντες κατὰ τὸ βά‐ θος· οἵτινες δοκοῦσι μέχρι βάθους τῷ αὐτῷ χρώματι κεχρῶσθαι, ἅτε δὴ μὴ ἀντιλαμβανομένης τῆς ὄψεως τοῦ βάθους.

### σ 128

Σαρδόθεν: ἀπὸ πόλεως Σάρδεων.

### σ 129

Σαρδόνιον πέλαγος· καὶ Σαρδονικὸν πέλαγος. Σα‐ ρωνικὸν δὲ πέλαγος.

### σ 130

Σαρδώ· νῆσος ἐστι μεγίστη ἡ Σαρδὼ πρὸς τῇ Ἰταλίᾳ· ἐν ἧ γίνονται πορ‐ φύραι διάφοροι καὶ ὀξύταται. καὶ παροιμία· βάμμα Σαρδιανικόν, ἀντὶ τοῦ ἐρυθρόν, φοινικοῦν.

### σ 131

Σαρδῷον.

### σ 132

Σάρισσα: εἶδος ἀκοντίου Ἑλληνικοῦ. δόρυ μακρὸν παρὰ Μακε‐ δόσι.

### σ 133

Σαρκάζων: μετὰ πικρίας καὶ θυμοῦ γελῶν. καὶ Σαρκάζον‐ τες, ὑποσεσηρότες καὶ ἀνοίγοντες, ὥσπερ κυνίδια, ὅταν προσλιπαρῇ τινα καὶ ἀφέλκῃ τοῖς ὀδοῦσιν. ἢ σαρκάζοντες, ἀντὶ τοῦ ἐξισχνούμενοι καὶ ἠτονηκότες καὶ διὰ τὸν λιμὸν ἕλκοντες μόλις· ἢ ἕλκοντες κατὰ τὸν τῶν κυνιδίων τρόπον, οἳ τὰ ὀστέα περιτρώγουσι, καὶ οὐκ ἔχοντες ἐμφορηθῆναι ὑπ’ αὐτῶν, τῷ δοκεῖν ἐσθίουσι. σαρκάζειν δὲ κυρίως, τὸ τὸν κύνα πεινῶντα τὰ λεπτὰ τῶν σαρκῶν τοῦ ὀστέου ἀπογλύφειν. λύσις ὀνείρων Νικηφόρου πατριάρχου· σάρκας μελαίνειν οὐ καλὸν πᾶσι τόδε. λευκὰς ὁρᾶν τὰς σάρκας εὔθετον λίαν. ὅλον καθαίρειν φροντίδων δηλοῖ λύσιν.

### σ 134

Σαρκασμός: εἶδος εἰρωνείας.

### σ 135

Σαρκασμοπιτυοκάμπται· Ἀριστοφάνης φησί, ἀντὶ τοῦ με‐ γάλοι. ὡς ἁρπάζοντας καὶ προσποιουμένους τὰ πολεμικά, οὐκ ἀληθῶς δὲ τοιούτους, ἰσχύος δὲ ἐπιμελομένους. διὸ καὶ τὸν Μεγαίνετον Μάνην εἶπεν, οὐ πάντως βάρβαρον, ἀλλ’ ἀναίσθητον. ἐπιτηδὲς δὲ ἐχρήσατο τοῖς συνθέτοις, διὰ τὸ Αἰσχύλου ἦθος.

### σ 136

Σαρκίδης: ὄνομα κύριον.

### σ 137

Σαρκικὸς ἄνθρωπος· ζήτει ἐν τῷ ψυχικός.

### σ 138

Σαρκίον: ἡ σάρξ. καὶ Σάρκινος προπαροξυτόνως, ὡς κρίθι‐ νος. ὅτι ἀπὸ τῶν πτηνῶν ἡ νυκτερὶς μόνη σαρκοτίκτει, τῶν λοιπῶν ᾠοτο‐ κούντων, ὥσπερ πάλιν καὶ ἐπὶ τῶν τετραπόδων ἡ χελώνη μόνη ᾠοτοκεῖ.

### σ 139

Σαρκοφαγία: ἡ κρεωφαγία. ἐδεῖτο μὲν γάρ οἱ τὸ σῶμα σαρκοφαγίας, ἀθύτου δὲ οὐκ ἠνέσχετο μεταλαβεῖν, τὸ παλαιὸν παράγ‐ γελμα θνησειδίων ἀπέχεσθαι τοῦτο σημαίνειν ὑπολαμβάνων.

### σ 140

Σαρμυδησσός: τόπος Θρᾴκης.

### σ 141

Σάρξ· ὅτι Ἀριστοτέλης αἰσθητήριον λέγει τὴν σάρκα καὶ λέγει ὅτι ἡ ἁπτικὴ αἴσθησις μία, καὶ μεταξύ.

### σ 142

Σάρος: ποταμός.

### σ 143

Σαρώματα: φιλοκαλήματα. καὶ Σάρωσις ὁμοίως.

### σ 144

Σαρῶν: κορῶν. καὶ Σαρῶν, κοσμῶν· αἰτιατικῇ.

### σ 145

Σαρπηδονία ἀκτή: ἄκρα τῆς Θρᾴκης. Κράτης τὴν μεγάλην. καὶ νῆσον πρὸς τῷ Ὠκεανῷ, ἐν ᾗ αἱ Γοργόνες.

### σ 146

Σαρπηδών, Σαρπηδόνος: ὄνομα κύριον. καὶ ἡ κλητικὴ ὦ Σαρπῆδον· καὶ Σαρπήδοντος, τοῦ Σαρπηδόνος.

### σ 147

Σαρπήσων.

### σ 148

Σάροι: μέτρον καὶ ἀριθμὸς παρὰ Χαλδαίοις. οἱ γὰρ ρκʹ σάροι ποιοῦσιν ἐνιαυτοὺς ͵βσκβʹ κατὰ τὴν τῶν Χαλδαίων ψῆφον, εἴπερ ὁ σάρος ποιεῖ μῆνας σεληνιακῶν σκβʹ, οἱ γίνονται ιηʹ ἐνιαυτοὶ καὶ μῆνες ϛʹ.

### σ 149

Σάτα: μέτρον Ἑβραϊκόν· δηλοῖ δὲ μόδιον ὑπερπεπληρωμένον, ὡς εἶναι μόδιον ἕνα καὶ ἥμισυν· ὑγροῦ δὲ ξεστῶν ιεʹ, ἤτοι λιτρῶν κεʹ.

### σ 150

Σατάν: ὁ Διάβολος.

### σ 151

Σατανᾶς· ὅτι Σατανᾶς κατὰ τὴν Ἑβραίων γλῶτταν ὁ ἀποστά‐ της λέγεται. ὁ αὐτὸς δὲ καὶ διάβολος, ὡς τὸν θεὸν πρὸς τοὺς ἀν‐ θρώπους συκοφαντῶν καὶ αὐτοῖς γε τοῖς ἀνθρώποις ἔριν πρὸς ἀλλή‐ λους ἐμβάλλων καὶ μάχην. οὐ πονηροὶ δὲ ἀπ’ ἀρχῆς οἱ δαίμονες παρὰ τοῦ θεοῦ τῶν ὅλων ἐδημιουργήθησαν, ἀλλὰ τῇ παρατροπῇ τῆς γνώμης ἀπὸ τῶν ἀμεινόνων ἐπὶ τὰ χείρω ἔπεσον αὐτεξουσίως καὶ αὐθαιρέτως, καὶ τοῖς παρὰ θεοῦ παρασχεθεῖσιν οὐκ ἀρκεσθέντες, ἀλλὰ μειζόνως ὀρεχθέντες, εἰσδέξασθαι τοῦ τύφου τὸ πάθος, ἐκπεσεῖν τῆς ἀρχῆθεν δοθείσης τιμῆς καὶ τὸν κατὰ τῶν ἀνθρώπων ἀναδέξασθαι πόλεμον καὶ κατ’ αὐτῶν ὡς εἰκόνι θείᾳ τετιμημένων λυττῆσαι, ἐπιστασίᾳ δὲ τῶν ἀγγέλων φρουρεῖσθαι. τὴν δὲ ἀγωνιστικὴν ὁ θεὸς οὐκ ἐκώλυσε δια‐ μάχην, ἵνα δείξῃ τοὺς ἀρίστους ἡ πάλη. σημείωσαι ποιῷ τρόπῳ συν‐ εχωρήθη πολεμεῖσθαι ὁ ἄνθρωπος ὑπὸ τοῦ δαίμονος.

### σ 152

Σάτωρ, σάτωρος.

### σ 153

Σατραπεία: ἐπαρχία. Σατράπης δέ, σατράπου, εἶδος ἀξιώ‐ ματος.

### σ 154

Σάτυρος: χορευτής.

### σ 155

Σαυλοπρωκτιᾶν· καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.

### σ 156

Σαυνίων: εἶδος σημαίας, ἢ φλαμούλου.

### σ 157

Σαυλωνίοις.

### σ 158

Σαῦρα· καὶ Σαῦρος: ἑρπυστικὸν ζῷον. σαύρῳ δὲ λοιπὸν ἐμφερὴς ἐγίγνετο, ἑρπυστικὸν δὲ τοῦτο τὸ ζῷον γένος, ὃν εἰ τέμοι τις καὶ διασπάσει μέσον, ἕλκει μὲν αὑτοῦ σὺν κλόνῳ τὰ τμήματα, συνέρχεται δὲ καὶ πάλιν τὰ λείψανα. Σαῦρος δὲ ὁ ἰχθύς.

### σ 159

Σαυρομάται: ὄνομα ἔθνους.

### σ 160

Σαυρωτῆρσι: τοῖς στύραξι, τοῖς ὄπισθεν τῶν δοράτων. ἔκτανε θηκτῷ σαυρωτῆρι. καὶ ταχὺ περιστρέψας τὸν ἵππον εἰς τὸν πεσόντα παίει τῷ σαυρωτῆρι διὰ τοῦ τραχήλου. ἢ ξυστὸν δόρυ, ἢ στύραξ, ὃν ἔνιοι καλοῦσιν οὐρίαχον. παρὰ τὸ σταυροῦσθαι ἐπ’ αὐτοῦ τὸ δόρυ, σταυρωτήρ τις ὤν.

### σ 161

Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας ποτέ: Ἀστυδάμᾳ τῷ Μορσίμου εὐημερήσαντι ἐπὶ τραγῳδίας διδασκαλίᾳ Παρθενοπαίου, δοθῆναι ὑπ’ Ἀθηναίων εἰκόνος ἀνάθεσιν ἐν θεάτρῳ. τὸν δὲ εἰς αὑτὸν ἐπίγραμμα ποιῆσαι ἀλαζονικὸν τοῦτο· εἴθ’ ἐγὼ ἐν κείνοις γενόμην, ἢ κεῖνοι ἅμ’ ἡμῖν, οἳ γλώσσης τερπνῆς πρῶτα δοκοῦσι φέρειν· ὡς ἐπ’ ἀληθείας ἐκρίθην ἀφεθεὶς παράμιλλος· νῦν δὲ χρόνῳ παρέχους’, οἷς φθόνος οὐχ ἕπεται. διὰ γοῦν τὴν ὑπερβάλλουσαν ἀλαζονείαν παραιτή‐ σασθαι τὴν ἐπιγραφήν. καὶ παροιμία παρὰ τοῖς κωμικοῖς ἐγένετο, ὡς παρὰ Φιλήμονι. λέγεται δὲ καὶ κατὰ ἀποκοπὴν τὸ σαυτὴν ἐπαίνεις.

### σ 162

Σάφα: σαφῶς, φανερῶς. καὶ Ὅμηρος· ἐπιστάμενος σάφα εἰπεῖν.

### σ 163

Σαφέστερον εἰπὲ κἀληθέστερον: εἶπε γάρ, ὅταν τὰ νῦν ἄπιστα πίσθ’ ἡγώμεθα, τὰ δ’ ὄντα πίστ’ ἄπιστα. πῶς; οὐ μανθάνω. ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον. παρὰ τὴν παροιμίαν· σαφέ‐ στερόν μοι κἀμαθέστερον φράσον. ὁ δὲ εἶπεν· εἰ τῶν πολιτῶν, οἷσι νῦν πιστεύομεν, τούτοις ἀπιστήσαιμεν· οἷς δ’ οὐ χρώμεθα, τούτοις χρησαίμεθα, σωθείημεν ἄν. εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς τἀναντία πράξαντες οὐ σωζοίμεθ’ ἄν; εὖ γ’, ὦ Παλάμηδες, ὦ σοφω‐ τάτη φύσις, ταυτὶ πότερ’ αὐτὸς εὗρες, ἢ Κηφισοφῶν;

### σ 164

Σαφήνεια· καὶ Σαφηνίζω, ἑρμηνεύω. Σαφῶ δέ, σαφήσω.

### σ 165

Σαφής: ἀληθής. καὶ Ὅμηρος· ἐπιστάμενος σάφα εἰπεῖν. ἀντὶ τοῦ ἀληθῶς. καὶ Σοφοκλῆς· εἰ Ζεὺς ἔτι Ζεύς, χὠ Διὸς Φοῖβος σαφής.

### σ 166

Σαχωνιάθων.

### σ 167

Σάχωνος: ὄνομα κύριον.

### σ 168

Σβεννύντος. καὶ Σβεννύω· αἰτιατικῇ. καὶ Σβεννῦσα.

### σ 169

Σβῆρος· ὄνομα κύριον.

### σ 170

Σβέσαι: παῦσαι.

### σ 171

Σαίνεσθαι: κολακεύειν. τὸ ῥῆμα Σαίνω. ἀλλὰ κύον, σαίνοις, Κέρβερε, τόν με κύνα. καὶ αὖθις· σαίνεις δάκνουσα καὶ κύων λαίθαργος εἶ. ἐπὶ τῶν ὑποκρινομένων δῆθεν εὐνοεῖν, ἐπιβου‐ λευόντων δὲ λάθρα. καὶ Σαίνω· αἰτιατικῇ.

### σ 172

Σαίνουροι: τὰς οὐρὰς σείοντες.

### σ 173

Σαίρει: κοσμεῖ, ἢ χαίρει.

### σ 174

Σεβάζω· αἰτιατικῇ. καὶ Σέβω· αἰτιατικῇ.

### σ 175

Σέβας: τιμή, ἔκπληξις. παρὰ δὲ Καλλιμάχῳ τὸ θαῦμα. τόδ’ ἔχω σέβας. καὶ Σεβίσαι, ἀντὶ τοῦ εὐλογῆσαι.

### σ 176

Σεβάστεια: πόλις. καὶ Σεβαστηνός, ὁ πολίτης.

### σ 177

Σεβαστιανός· οὗτος ἐπὶ Οὐάλεντος ἦν. ἐγένετο δὲ ἐπὶ τούτου ἀνδρῶν πολεμικῶν ζήτησις. εὑρέθη δὲ οὗτος ὁ ἀνὴρ πάσης ἐλπίδος κρείττων, οὐδεμιᾶς ἀρετῆς ἀποδέων· οὐδενὸς γὰρ μὴ ὅτι τῶν καθ’ αὑτὸν ἀνθρώπων, ἀλλὰ καὶ τοῖς παλαιοῖς δίκαιος ἦν παραβάλλεσθαι, καὶ τούτων τοῖς ἄγαν εὐδοκιμοῦσιν εἰς ἅπαντα. ὅς γε φιλοπόλεμος μὲν ὢν ἥκιστα φιλοκίνδυνος ἦν, οὐ δι’ ἑαυτόν, τῶν ἀρχομένων δὲ ἕνεκεν. χρημάτων δὲ αὐτῷ πλήθους ἔμελλεν, ὅσα τὸ σῶμα διὰ τῶν ὅπλων κοσμήσειν ἔμελλε· τροφὴν δὲ προῄρητο σκληρὰν καὶ τραχεῖαν, καὶ ὅση καμόντι ἤρκει, καὶ ὁρμωμένῳ πρὸς κάματον οὐκ ἦν κώλυμα. φιλοστρατιώτης δὲ ὢν διαφερόντως στρατιώταις οὐκ ἐχαρίζετο, ἀλλὰ πᾶσάν τε ἀφῄρει πλεονεξίαν τὴν ἀπὸ τῶν οἰκείων καὶ τὸ ἁρπακτικὸν ἐπὶ τοὺς πολεμίους ἔτρεπεν· ἐκόλαζε δὲ ἰσχυρῶς τοὺς παραβαίνοντας ταῦτα, καὶ τοῖς πειθομένοις εἰς τὸ εἶναι συνηγωνίζετο. ἁπλῶς δὲ εἰπεῖν, ὑπόδειγμα καὶ χαρακτῆρα παρεῖχεν ἑαυτὸν ἀρετῆς. γεγονὼς δὲ ἐπὶ μεγάλαις καὶ λαμπραῖς στρατηγίαις, ὥσπερ ὁ Ῥοδίων κολοσσὸς διὰ μέγεθος καταπληκτικὸς ὢν οὐκ ἔστιν ἐράσμιος, κἀκεῖνος διὰ τὸ ἀφιλοχρήματον θαυμαστὸς ὢν οὐκ ἔσχε χάριν. προσκεκρουκὼς δὲ διὰ γνώμης ὀρθότητα τοῖς κατακοιμισταῖς εὐνούχοις τῶν βασιλέων, εὔκολος ὢν διὰ πενίαν καὶ κοῦφος ἐς μετανάστασιν διεδέχθη τῆς στρατηγίας.

### σ 178

Σεβαστός: προσκυνητός. καὶ Σεβίζει, σέβεται. καὶ Σεβί‐ σαι, ἀντὶ τοῦ εὐλογῆσαι. Ἀριστοφάνης· εὐπίστως τοὐμὸν δαίμονας ἔχει σεβίσαι. τουτέστιν εὐπίστως ἔχω πρὸς τὸ τὸν θεὸν ὑμνῆσαι καὶ εὐλογῆσαι.

### σ 179

Σεβαστοφόροι· ζήτει ἐν τῷ Αὐγουστεῖον.

### σ 180

Σεβηριανός· φησὶ Δαμάσκιος. ἀπὸ Δαμασκοῦ, τῶν εἰς τὰ πρῶτα γένους ἀνηκόντων, Αὐξεντίου τοῦ Καλλινίκου υἱός, εἰς Ῥωμαίους ἀναγό‐ μενος προγόνους, ἐπῳκηκότας πατρίδα τὴν Ἀλεξάνδρειαν, παιδείας τε τυχὼν πρὸς τῇ ὀξύτητι τῆς φύσεως, ποιητικῆς τε καὶ ῥητορικῆς, ἔτι δὲ καὶ τῆς περὶ νόμους τοὺς Ῥωμαίων διατριβούσης, διαφέρων ἔδοξεν εἶναι τῶν ἡλικιωτῶν. στερρὸς δὲ τὸ ἦθος ὤν, καὶ ἅπερ ἂν διανοηθείη, ταῦτα πράττειν ἐσπουδακὼς ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν. καὶ διὰ τοῦτο ὁ βίος αὐτῷ πολλαχῇ διεσφάλη. προὐθυμήθη μὲν γὰρ ἐξ ἀρχῆς ἐπὶ φιλοσοφίαν τραπῆναι καὶ τῷ Πρόκλῳ φέρων ἑαυτὸν ἐπιδοῦναι· ἤκμαζε δὲ τότε καὶ ἤνθει ὁ Πρόκλος Ἀθήνησιν. ἐγένετο δὲ αὐτῷ ὁ πατὴρ ἐμποδών· ἠβούλετο γὰρ αὐτὸν δίκας λέγειν καὶ χρηματίζεσθαι τὸν ἐπιμίσθιον τοῦτον χρηματισμόν. ὁ μὲν δὴ πατὴρ αὐτῷ ὡς τάχιστα τελευτᾷ τὸν βίον, αὐτὸς δὲ ἐπὶ τὰς Ἀθήνας ὁρμή‐ σας ὄνειρον ἐθεάσατο τοιόνδε· ἐδόκει ἐπὶ ῥάχει τινὸς ὄρους ἐπικαθῆσθαι ὥσπερ ὀχήματι καὶ οἷον ἐλαύνειν τὸ ὄρος. ἐξῆγε δὲ αὐτὸν ἄρα ἡ εἱμαρμένη καὶ τὸ χρεών, ἔτι δὲ τὸ αὐθαίρετον, ὅτι ἐστὶ κακόν, εἰς βίον ἄλλον, ὑψηλὸν μὲν εἶναι δοκοῦντα καὶ μεγαλοφυῆ, τραχὺν δέ τινα καὶ ἀνήνυτον· ὃ καὶ αὐτὸς ἐπέκρινε, καὶ ἡ πεῖρα τῆς ἐκβάσεως ἀποδέδειχεν· ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμοσύνης εὐδαίμονος εἰς τὴν πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. φύσει δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφ’ ὅτι ἂν ὁρμήσειε, καὶ φιλόδοξος, ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος, ἀλλ’ ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν ἀρετὴν εἰς τὸ ἔξω προάγουσι τῆς ψυχῆς, περὶ μὲν χρηματισμὸν οὐ διέτριβεν οὐδὲ ὁπωστιοῦν, οὐδὲ πρὸς ἀδικίαν αὐτόθεν καὶ πλεονεξίαν ἐπίφορος ἦν, προσκρουστικὸς δὲ καὶ ἁμιλλητικὸς ἀεὶ πρὸς τοὺς ὑπερ‐ έχοντας, καὶ οὐδενὶ τῶν μειζόνων ἀρχόντων ἀξιῶν παρὰ τὰ νομιζό‐ μενα δίκαια εἶναι ἐξίστασθαι. δικάζων δὲ πικρότατος ἦν. καὶ εἰ δή ποτε ἐξαγόμενος ὑπὸ θυμοῦ καὶ τὸ ἀκαταφρόνητος εἶναι σπουδάζων, φόνους τε εἰργάσατό τινας οὐκ εὐαγεῖς οὐδὲ εὐτυχεῖς καὶ ἐς τούτους ἀνέφερε τὴν αἰτίαν τῆς ὕστερον ἐπιγενομένης αὐτῷ τοῦ βίου κακο‐ πραγίας. ἐπεὶ καὶ Ἀρδαβουρίῳ προσκρούσας, ὄντι μὲν υἱεῖ τοῦ πάνυ Ἄσπερος, βαρβάρου μὲν ἀνθρώπου, τὰ μέγιστα δὲ παρὰ βασιλεῖ δυνα‐ μένου, στρατηγοῦντι δὲ τῶν ἑῴων ταγμάτων, πολλὰ μὲν ἐκείνῳ παρέσχετο πράγματα καὶ πατρὶ τῷ ἐκείνου· πλείω δὲ καὶ ἀτοπώτερα πεπονθὼς καὶ ὑβρισθεὶς οὐθὲν ἀπώνατο τῆς πολλῆς ταύτης ἐνστάσεως. ἱερώτατος δὲ εἰς ὑπερβολὴν καὶ Ἕλλην, καὶ πολλῶν μὲν ἀπειλῶν καὶ φόβων οὐκ ἐνέδωκεν ὁ ἀλιτήριος. ἐμοὶ δὲ καὶ ἐξηγεῖτο λόγους Ἰσο‐ κρατείους, τοὺς μείζους καὶ πολιτικωτέρους, οὐ τὸν τεχνικόν τε καὶ σοφιστικόν, ἀλλὰ τὸν ἔμφρονα καὶ φιλόσοφον τρόπον· ὅτε καὶ εἶδον ἄν‐ θρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις, ἔτι δὲ κριτὴν ἄριστον ὄντα τῶν λεγομένων. τὸν δὲ ἐμοῦ νεώτερον ἀδελφὸν Ἰουλιανὸν οὕτω παρώξυνεν εἰς φιλολογίαν, ὥστε καὶ ἐκμαθόντος ἠνείχετο τά τε ποιητικὰ τῶν τε ῥητόρων τοὺς εὐδο‐ κιμοῦντας· μισθόν τε ἐδίδου τῆς προθυμίας φιλοτιμίαν, προσήκουσαν ἑταίρῳ ἑστίασιν. τὰ μὲν οὖν τῶν ἄλλων ποιητῶν ἀπεδέχετο μετρίως, τὸν δὲ Καλλίμαχον εἰς χεῖρας λαβών, οὐκ ἔστιν ὅτι οὐ κατέσκωπτε τὸν Λίβυν ποιητήν· ἀνιώμενος δὲ ἐπὶ μᾶλλον, ἤδη πολλαχοῦ καὶ τῷ βιβλίῳ προσέπτυε. τούτῳ κατεπηγγείλατο Ζήνων βασιλεύς, εἰ γένοιτο τῶν κρατούντων, τὴν μετὰ βασιλέα μεγίστην ἀρχήν. ἀλλ’ οὐδὲ ὣς ἔπειθεν, οὐδὲ ἐμέλλησε πείσειν. καὶ ἡμῖν δὲ ὑπανέγνω τὴν ἐπαγγελ‐ λομένην ἐπιστολὴν καὶ μὴ πείθουσαν. καὶ Ἀρκαδίῳ δὲ τῷ ἀπὸ Λαρίσσης δι’ ἐπιστολῆς ἐπετίμησε. καὶ γὰρ ἐπιστέλλειν δεινὸς ἦν ὁ Σεβηριανὸς καὶ ἔμφρων, ὡς ἔστι μαθεῖν ἐντυχόντα ταῖς τοῦ ἀνδρὸς ἐπιστολαῖς.

### σ 181

Σεβῆρος· ὅτι Σεβῆρος, ὁ τῶν Ῥωμαίων βασιλεύς, ἔπεμψε τοὺς πολιορκήσοντας τὸ Βυζάντιον· ἦσαν γὰρ ἔτι ἐκεῖ οἱ στρατηγοὶ τοῦ Νίγρου καταφυγόντες· ὅπερ ἑάλω ὕστερον λιμῷ, πᾶσά τε ἡ πόλις κατεσκάφη, καὶ θεάτρων τε καὶ λουτρῶν παντός τε κόσμου καὶ τιμῆς ἀφαιρεθὲν τὸ Βυζάντιον, κώμη δουλεύειν Περινθίοις δῶρον ἐδόθη· ὥσπερ καὶ Ἀντιόχεια Λαοδικεῦσιν. ὅτι ἀπείρητο στρατιώταις γυναιξὶ μίγνυσθαι. Σεβῆρος δὲ τοῦτο ἐπέτρεψε καὶ χρυσοῖς δακτυλίοις αὐτοὺς ἐφιλοτιμήσατο. ὅτι Σεβῆρος ἧκεν εἰς τὸ Βυζάντιον. ὡς δὲ εἶδε τοὺς πολίτας μετὰ ἐλαιοκλάδων εὐφημοῦντας καὶ δεομένους σωτηρίας καὶ ἀπολογίας προσφέροντας, ἐφείσατο μὲν τοῦ φονεύειν, Περινθίοις δὲ καὶ αὖθις ὑπέταξε καὶ παρέσχεν αὐτοῖς θεάτρου καὶ κυνηγίου στοὰς καὶ τὸ ἱπποδρόμιον ᾠκοδόμησεν, ἰκρίοις καὶ ἐμβόλοις διακοσμήσας, ἀγοράσας οἰκήματα καὶ κήπους ἀπό τινων ἀδελφῶν ὀρφανῶν καὶ τὰ περικείμενα τῷ ἱπποδρομίῳ διακόψας δένδρη εἰς τὸ νῦν ὁρώμενον διε‐ κόσμησε σχῆμα, συζεύξας αὐτῷ καὶ λουτρὸν ἐν τῷ ἱερῷ τοῦ Διός, ὅπερ ἐκαλεῖτο Ζεύξιππον, ἀνενέωσε δὲ καὶ τὸ καλούμενον Στρατήγιον. ἀλλὰ τούτων μὲν ἁπάντων Σεβῆρος προκατήρξατο· ὁ δὲ τούτου υἱὸς Ἀντωνῖνος ἐτελεσιούργησεν. ὅτι Σεβῆρος ἐλθὼν ἐπὶ τὴν Ἀλεξάν‐ δρειαν εὗρεν ἐπιγραφὴν ἐν τῇ πόρτῃ, τοῦ κυροῦ Νίγρου ἡ πόλις. καὶ ἀγανακτοῦντος αὐτοῦ πρὸς τοῦτο, ἀπήντησεν ὁ τῶν Ἀλεξανδρέων δῆμος, κράζων, οἴδαμεν, εἰρήκαμεν τοῦ κυροῦ Νίγρου ἡ πόλις· σὺ γὰρ εἶ ὁ κύριος τοῦ Νίγρου. καὶ δεξάμενος τὸ ἕτοιμον τῆς ἀπολογίας συνεχώρησεν αὐτοῖς.

### σ 182

Σεβῆρος, σοφιστής· Ῥωμαῖος. οὗτος εἰς Ἀραβίαν ἐκ τῆς Συρίας καὶ ἐς τὴν Παλαιστίνην ἦλθε καὶ εἰς τὴν Αἴγυπτον τὴν ἄνω διὰ τοῦ Νείλου ἀνέπλευσε καὶ εἶδε πᾶσαν αὐτὴν πλὴν βραχέων· οὐ γὰρ ἠδυνήθη πρὸς τὰ τῆς Αἰθιοπίας μεθόρια διὰ λοιμώδη νόσον ἐσβαλεῖν. καὶ ἐπολυπραγμόνησε πάντα, καὶ τὰ πάνυ κεκρυμμένα· ἦν γὰρ οἷος μηδὲν μήτ’ ἀνθρώπειον μήτε θεῖον ἀδιερεύνητον ἐᾶν. κἀκ τούτου τά τε βιβλία πάντα τὰ ἀπόρρητόν τι ἔχοντα, ὅσα γε καὶ εὑρεῖν ἠδυνήθη, ἐκ πάντων τῶν ἀδύτων ἀνεῖλε καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον συνέκλεισεν, ἵνα μηδεὶς ἔτι μήτε τὸ τούτου σῶμα ἴδῃ μήτε τὰ ἐν ἐκείνοις γεγραμμένα ἀναλέξηται. οὗτος τὸ γένος ἦν Λίβυς, ἐς πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδής, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος πόνοις τε ἀνέχων ῥᾷστα, νοῆσαί τε ταχὺς καὶ τὸ νοηθὲν ἐπιτελέσαι ὀξύς. οὗτος μετὰ τὸ εἰσελθεῖν εἰς τὰ βασίλεια τῶν Ἀλβίνου φίλων ἐπὶ τῆς συγκλήτου κατηγόρει γράμματά τε αὐτῶν καὶ ἐλέγχους προσέφερεν, ἄλλας τε ἄλλοις ἐπιφέρων αἰτίας πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου καὶ τῶν κατὰ ἔθνη πλούτῳ τε καὶ γένει ὑπερέχοντας διέφθειρε. πάνυ δὲ ἦν αὐτῷ καὶ τὸ φιλόχρυσον, ὡς ὑπερβάλλειν τὰ πλεονεκτήματα τῆς ἀνδρείας. ὁ Σεβῆρος οὗτος ἐπὶ Ἀνθεμίου βασιλέως ἦν· ἐν Ἀλεξανδρείᾳ δὲ ἀφικόμενος τὸν ἀπράγμονα βίον ἔζη φιλοσοφῶν, ἐν βιβλίοις ἀφθόνοις οὖσιν αὐτῷ καὶ παντοδαποῖς. εἴπερ δέ τις ἕτερος ἱκανὸς ἦν ἐπαγαγέσθαι τοὺς ἐπὶ παιδείᾳ διενέγκοντας ὡς ἑαυτὸν ἰέναι πολλάκις· ἐπιεικής τε .....

### σ 183

Σεβίσαι: ἀντὶ τοῦ εὐλογῆσαι. Ἀριστοφάνης· εὐπίστως δὲ τοὐ‐ μὸν δαίμονας ἔχει σεβίσαι. τουτέστιν εὐπίστως ἔχω πρὸς τὸν θεὸν ὑμνῆσαι καὶ εὐλογῆσαι.

### σ 184

Σέβω· αἰτιατικῇ.

### σ 185

Σέδας: καθέδρας.

### σ 186

Σεδεκίας· ὅτι Σεδεκίας ἀσεβῶν κατὰ πάντα, καὶ τοῦ βασιλέως ἀπέστη Ναβουχοδονόσορ, τὸν ὅρκον παραβάς, ὃν ὤμοσε κατὰ τοῦ θεοῦ μὴ ἀποστήσεσθαι· ὁ δὲ ἐπελθὼν ἐπολιόρκει τὴν Ἱερουσαλὴμ ἔτη βʹ.

### σ 187

Σὲ δὲ ταῦτ’ ἀρέσκει, μἀλλὰ πλεῖν ἢ μαίνομαι: ἀλλὰ πλέον ἢ μαίνομαι ἐπ’ αὐτῷ. τουτέστιν ὑπερβαλλόντως μοι ἀρέσκει. Ἀττικῶς. μᾶλλον ἢ μαίνομαι.

### σ 188

Σέδετον: τὸ φοσσάτον.

### σ 189

Σεκοῦνδος, Ἀθηναῖος, σοφιστής· ὃς ἐχρημάτισε Πλήνιος. ἐπω‐ νομάζετο δὲ καὶ Ἐπίουρος, ὡς υἱὸς τέκτονος. καθηγητὴς δὲ γέγονε καὶ Ἡρώδου τοῦ σοφιστοῦ. ἔγραψε μελέτας ῥητορικάς.

### σ 190

Σέκρετον.

### σ 191

Σελαγεῖται: ἀντὶ τοῦ λάμπεται, ἐκπυροῦται. παρὰ τὸ σέλας.

### σ 192

Σελαγίζω. λάμπω.

### σ 193

Σέλας: πῦρ· ἢ τὸν κεραυνόν, καὶ τὸ φῶς τῆς σελήνης· ἢ λαμ‐ πηδών. καὶ Σελαγεῖται, λάμπεται.

### σ 194

Σελάχιον: ἰχθύδιον, ὃ μόνον ζῳοτοκεῖ, πρῶτον ᾠοτοκῆσαν ἐν αὑτῷ, πλὴν βατράχου. εἴρηται δὲ ἀπὸ τοῦ ἔσω λεχώζειν. Καλλίστρα‐ τος δὲ τὸ τοῦ ἰχθύος κόπαιον. λέγεται δὲ καὶ μαλάχειον.

### σ 195

Σελάχια: ὅσα λεπίδα οὐκ ἔχει, οἷον σμύραινα, βοῦς, νάρκη, τρυγών· οὐδὲ ᾠοτοκεῖ.

### σ 196

Σέλλαι: σελλάρια, σωτηρία, ἕδραι.

### σ 197

Σέλγη· πόλις Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώ‐ νουν. ὅθεν καὶ τὸ ἀσέλγεια κατ’ ἐπίτασιν καὶ τὸ ἀσελγαίνειν.

### σ 198

Σελεύκεια: ὄνομα πόλεως. καὶ Σελευκεῖς, οἱ Ἴσαυροι. Σελευκία δὲ ὄνομα κύριον.

### σ 199

Σελευκίς: ὄρνεόν ἐστιν εὔπεπτον καὶ ἀκόρεστον καὶ πανοῦρ‐ γον. καὶ τὰς ἀκρίδας χανδὸν λαφύσσον.

### σ 200

Σέλευκος, Ἀλεξανδρεύς, γραμματικός, ὃς ἐπεκλήθη Ὁμηρικός· ἐσοφίστευσε δὲ ἐν Ῥώμῃ. ἔγραψεν ἐξηγητικὰ εἰς πάντα ὡς εἰπεῖν ποιητήν· Περὶ τῆς ἐν συνωνύμοις διαφορᾶς, Περὶ τῶν ψευδῶς πεπι‐ στευμένων, Περὶ τῶν παρ’ Ἀλεξανδρεῦσι παροιμιῶν, Περὶ θεῶν βιβλία ρʹ, καὶ ἄλλα σύμμικτα.

### σ 201

Σέλευκος, Ἐμισηνός, γραμματικός. Ἀσπαλιευτικὰ δι’ ἐπῶν βιβλία δʹ, εἰς τοὺς Λυρικοὺς ὑπόμνημα, Παρθικὰ βʹ. καὶ ἄλλον δέ τινα Σέλευκον εὗρον ἐμπαράθετον, βιβλία δὲ οὐκ εἶχε.

### σ 202

Σέλευκος· οὗτος ἐπεκέκλητο Νικάνωρ· ὃς τῷ ἰδίῳ υἱῷ Ἀντιόχῳ δίδωσι τὴν ἑαυτοῦ γυναῖκα Στρατονίκην, ἐρασθέντι αὐτῆς καὶ διὰ τὸν πρὸς αὐτὴν ἔρωτα ἀσθενήσαντι καὶ ἐπικρυπτομένῳ, γνωσθέντι δὲ ὑπὸ Ἐρασιστράτου τοῦ ἰατροῦ. φασὶ δὲ Σέλευκον συνόντα Ἀλεξάνδρῳ τῷ Μακεδόνι ταῦρον θυομένῳ ἀποδράντα, μόνον Σέλευκον περιγενέσθαι αὐτοῦ τῶν κεράτων κρατήσαντα. καὶ διὰ τοῦτο τῷ ἀγάλματι αὐτοῦ ἐν τῇ κεφαλῇ περιτιθέασι κέρατα.

### σ 203

Σελλήεις: ποταμός.

### σ 204

Σελῆναι: πέμματα πλατέα κυκλοτερῆ. ὅτι καὶ ἐν Ἐρεχθεῖ τᾶς σελήνας πελάνους εἴρηκεν Εὐριπίδης· καί μοι πολὺν γὰρ πέλανον ἐκπέμπεις δό‐ μων, φράσον σελήνας τάσδε πυρίμου χλόης. ἐπὶ δὲ ἓξ σελήναις βοῦν ἕβδομον ἔπεττον, κέρατα ἔχοντα, κατὰ μίμησιν τῆς πρωτοφυοῦς σελήνης.

### σ 205

Σελήνη: τὸ ἄστρον. φασὶ τὴν σελήνην μὴ μόνον ὑγρὰν εἶναι, ἀλλὰ καὶ θερμαίνειν ὁμοίως τῷ ἡλίῳ τὰ σώματα. Δαβίδ· ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα. καὶ Σεληναία. καὶ Σεληναῖος, ὁ τῆς σελήνης. λύσις ὀνείρου· φωστῆρας ἰδεῖν πραγ‐ μάτων δηλοῖ φάος.

### σ 206

Σεληνήτης.

### σ 207

Σέλινον: εἶδος λαχάνου.

### σ 208

Σελληνίεντα.

### σ 209

Σελίδιον: τὸ ἀπὸ τῶν ἄνωθεν ἀναγινωσκόμενον ἐπὶ τὰ κάτω.

### σ 210

Σελλίζειν: τὸ ἀλαζονεύεσθαι. ἀπὸ Σέλλου τινὸς πένητος καὶ προσποιουμένου τὸ πλουτεῖν.

### σ 211

Σελίνου δεῖται ὁ νοσῶν: ἐπὶ τῶν ἐν ἐσχάταις πνοαῖς ὄντων, ἐπειδὴ τοὺς τάφους, ὅτε ἔμελλον τοὺς νεκροὺς τιθέναι, σελίνοις ἐστρώννυον.

### σ 212

Σελίνου στέφανος: πένθιμος· τὸ γὰρ σέλινον πένθεσι προσ‐ ήκει· ὡς ἔφη καὶ Δοῦρις ἐν τῷ Περὶ ἀγώνων.

### σ 213

Σέλλιος ἢ Σίλλιος, ὁ καὶ Ὅμηρος, γραμματικὸς πρὸ Με‐ νάνδρου.

### σ 214

Σελίς: τὸ μέσον τῶν δύο καταβατῶν ἄγραφον τυγχάνον. καὶ τὸ βιβλίον. ἐν Ἐπιγράμμασι· καὶ σελίδων κανόνισμα φιλόρθιον.

### σ 215

Σελμῶν: σανίδων. καὶ ὄνομα τόπου. σημαίνει δὲ καὶ ἀντα‐ πόδοσιν.

### σ 216

Σελλοί: ἔθνος.

### σ 217

Σεμεΐ: ὄνομα κύριον.

### σ 218

Σεμίδαλις, σεμιδάλεως. καὶ Σεμιδαλίτης ἄρτος, ὁ καθαρός. ὅτι τὰ τρία μέτρα τῆς σεμιδάλεως, ἐξ ὧν ὁ ἐγκρυφίας ἐγίνετο, τὴν τριήμερον τοῦ ἄρτου τῆς ζωῆς ταφὴν ὑπαινίττεται.

### σ 219

Σεμιράμεια τείχη. Ἱεριχούντια δέ.

### σ 220

Σεμίραμις· αὕτη βασιλεύσασα τῶν Ἀσσυρίων πρώτη καὶ κατα‐ δυναστεύσασα καὶ πολλοὺς ἀνθρώπους ἀνελοῦσα πρῶτα μὲν ἐξεῦρε τὰ μέταλλα, τοῖς δὲ αἰχμαλώτοις τὴν τούτων ἐργασίαν ἐπέτρεψε. περι‐ έθηκε δὲ καὶ τείχη πρώτη τῇ Νινευί, μετονομάσασα ταύτην Βαβυλῶνα. καὶ τοῖς ποταμοῖς περιεβάλετο στόμια καὶ τὰς πυραμίδας ἀνήγειρε καὶ πρὸς τὸν ὠκεανὸν διαπλεύσασα τοὺς πρὸς αὐτὸν οἰκοῦντας ἱστόρησεν· εἰσὶ δὲ οἱ Αἰθίοπες. καὶ Ὅμηρος δὲ φησί· Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη. καὶ τοὺς μὲν εἶπεν ἄτριχας εἶναι ὑπὸ τῆς τοῦ ἡλίου θέρμης κεκαυμένους, ἀλογώδη βοσκο‐ μένους δίαιταν· τοὺς δὲ τὴν παραλίαν οἰκοῦντας ἀγνοεῖν καὶ τὰς ἐν γῇ φυομένας βοτάνας, τῇ δὲ τῶν ἰχθύων ἀρκεῖσθαι βρώσει. ἐκεῖ δὲ εἶναι καὶ τὸν παράδεισον· πάντα γὰρ ὅσα εὐώδη καὶ ἀναγκαῖα ἐν τοῖς τόποις ἐκείνοις εὑρίσκεται. τὴν δὲ Σεμίραμιν καὶ Ῥέαν ἐκάλουν. Σεμίραμις λέγει Δερκεταίῳ· ἄπιθι καὶ διευτρέπιζε τρίτον ἔτος στρατείαν, ἀρξάμενος ἔκ τε Ἑλλησπόντου καὶ Λιβύης, ἄχρι Βάκτρων, πεζοῦ μὲν μυριάδας τʹ, ἱππικοῦ δὲ ρʹ, δρεπανηφόρων δὲ ἁρμάτων μυριάδας ιʹ, ἀνδρῶν ἐπὶ καμήλων μαχομένων τὸ ἴσον πλῆθος· ἄλλων δὲ κα‐ μήλων, ἐς ὅ τι ἂν ἐγὼ δέωμαι, μυριάδας κʹ, βύρσας δὲ βοῶν ὠμοδε‐ ψητῶν εἰς λʹ μυριάδας· ναῦς δὲ ἐν Βάκτροις ναυπηγεῖσθαι γʹ μακρὰς χαλκεμβόλους, πληρώματα δὲ αὐταῖς ὁμοίως ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Αἰγύπτου καὶ Κύπρου καὶ Κιλικίας τῶν τε παραλίων μερῶν ἄχρι Ἑλ‐ λησπόντου. ὅτι ἡ αὐτὴ ὁρμῶσα ἐπ’ Ἰνδοὺς εἴδωλα ἐλεφάντινα ξύλινα συμπήγνυται εἰς μυριάδας κʹ, ἃ ἔμελλον οἴσειν αἱ κάμηλοι, τὰ ἐντὸς ἐμπεπλησμένα φρυγάνου καὶ φορυτοῦ, ὡς εὐβάστακτα εἴη· τὰ δὲ ἔξωθεν αὐτῶν περιεβύρσωσεν· ἐπιβάτας δὲ ἐφ’ ἑκάστην κάμηλον δύο ἔταξεν Αἰθίοπας τοξεύειν καὶ ἀκοντίζειν. καὶ ἐπέρασε τὸν Ἰνδὸν τὸν ποταμόν, ὅστις ἐστὶν ὑπὲρ ρʹ σταδίους τὸ πλάτος, καὶ ζεύγνυσι γέφυ‐ ραν, ᾗ στενότατος εἶναι ἐδόκει. ἦν δὲ μῆκος μὲν ξʹ σταδίων· πλάτος δὲ ἐπὶ τʹ. τὰ δὲ εἴδωλα ἦσαν κʹ μυριάδες. ἡ αὐτὴ ἐκνεύσασα τὸν ποταμὸν τὸν ... καὶ ἐντὸς τῆς κοίτης τούτου κτίσασα παλάτια ἐπὶ ὑψωμάτων ἐγχορήγων ἠσφαλτωμένων αὖθις ἀπέλυσεν εἰς τὴν κοίτην

### σ 221

Σεμνά: τὰ τίμια, καὶ σεβάσμια. κατά τι πυθόχρηστον ἧκε θεῶν κομίζων ἱερὰ ἐς τὴν μετοίκησιν σεμνὰ ἐφόδια. Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας.

### σ 222

Σεμναὶ θεαί: οὕτως καλοῦσιν Ἀθηναῖοι τὰς Ἐριννύας.

### σ 223

Σεμνεῖον: τὸ μοναστήριον, ἐν ᾧ μονούμενοι οἱ ἀσκηταὶ τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδεὶς μηδὲν κομίζοντες, μὴ ποτὸν μὴ σιτίον μηδέ τι τῶν ἄλλων, ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν, καὶ ὕμνους, καὶ τἄλλα, οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονταί τε καὶ τελειοῦνται. τὸ δ’ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν ἐστὶν αὐτοῖς ἄσκησις· σιτίον γὰρ ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκοιτο πρὸ ἡλίου δύσεως.

### σ 224

Σεμνήν, τρυφῶσαν: οὐ τὴν σώφρονα (οὐ γὰρ ἐπαινεῖ αὐτήν), ἀλλὰ τὴν ἀλαζόνα καὶ ὑπέρογκον καὶ ἐπ’ αὑτῇ μέγα φρονοῦσαν. Ἀριστοφάνης Νεφέλαις.

### σ 225

Σεμνολογῶ· αἰτιατικῇ.

### σ 226

Σεμνομυθοῦσιν: ὑπερηφανεύονται ἐν λόγοις. ὁ δὲ σεμνὸς Ἁσδρούβας συνέπεσε τῷ στρατηγῷ πρὸς τὰ γόνατα, ἐπιλελησμένος τῆς μεγαλορρημοσύνης.

### σ 227

Σεμνόν: ἐπὶ τοῦ ἀξιωματικοῦ λέγουσιν· ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τοῦ ὑπερηφάνου τιθέασιν. Εὐριπίδης Μηδείᾳ· οἶδα γὰρ πολλοὺς βρο‐ τῶν σεμνοὺς γεγονότας. καὶ ἐν Ἱππολύτῳ· μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσι φίλον. καὶ ἔνδοξον. Εὐριπίδης Ἱππολύτῳ· πῶς οὖν σὺ σεμνὴν δαίμον’ οὐ προσεννέπεις. καὶ τὸ μέγα. καὶ τοὺς τιμίους. τοῖς δ’ αὖ σεμνοῖσι τῶν ὀρνίθων. Ἀριστοφάνης· ἀντὶ τοῦ τιμίοις. ὁ αὐτὸς σεμνότατος ὢν καὶ σπουδαστικώτατος, ὅμως ἐπίχαρις ἦν ἐν ταῖς ὁμιλίαις, οὐδενὸς ἥττων τῶν ἐπὶ χάρισι θαυμαζομένων. Δέξιππος· σεμνὸν γὰρ αὐτὸν ἀπέφαινε τά τε ἄλλα, καὶ ὅτι οἱ ὁ πατὴρ εὖ στρατηγήσειεν.

### σ 228

Σεμνοπροσωπεῖς: τουτέστι σεμνὴν τὴν ὄψιν ἔχεις· εἰσὶ γὰρ ἄνθρωποι σεμνοὶ μὲν φανῆναι, οὐ κατὰ τὴν πρόσοψιν δὲ ἔχοντες καὶ τὰ ἐπιτηδεύματα.

### σ 229

Σεμνυνόμενος: κομπάζων. σεμνυνόμενος ὁ Διονυσόδωρος ἐπὶ τῷ μηδένα τῶν κρουμάτων αὐτοῦ μήτ’ ἐπὶ τριήρους μήτ’ ἐπὶ κρήνης ἀκηκοέναι, καθάπερ Ἰσμηνίου.

### σ 230

Σεμπρώνιος: ὄνομα κύριον. πρῶτος Ῥωμαίων.

### σ 231

Σεννάτορες· ὁ Ῥωμύλος μετὰ τὴν τοῦ ἀδελφοῦ Ῥώμου ἀναίρεσιν ἐκ τῶν περιοίκων πόλεων ἀριθμὸν ἀνδρῶν ἐφειλκύσατο καὶ τούτων τοὺς πρεσβυτέρους καὶ ἐχέφρονας ρʹ ἐπιλεξάμενος προβούλους τε αὐτοὺς καὶ προέδρους τῶν κοινῶν ἀπέφηνε πραγμάτων, σεννάτοράς τε καὶ βουλευτὰς διὰ τὴν ἡλικίαν τοὺς ἄνδρας ὀνομάσας. ἐκ δὲ τού‐ των δέκα τοὺς ἀρίστους ἐπιλεξάμενος, πατρικίους τε αὐτοὺς ἐκ μετα‐ φορᾶς τῶν πατέρων ἐκάλεσε, καὶ πρὸς τὴν τοῦ δήμου προσκατέστησε διοίκησιν, τʹ τε ἱππεῖς καὶ ͵γʹ πεζοὺς πρὸς τὴν τῆς πόλεως φρουρὰν ἀπεγράψατο στρατιώτας· εἰς φυλὰς δὲ δʹ τὸ τοῦ δήμου διένειμε πλῆθος. καὶ Σεννάτον, τὸ βουλευτήριον.

### σ 232

Σεναχηρείμ: ὄνομα κύριον.

### σ 233

Σενύου: βασιλέως Αἰγύπτου.

### σ 234

Σεξστίλιος: ὁ Αὔγουστος. ὄνομα μηνὸς παρὰ Ῥωμαίοις.

### σ 235

Σέξστος, Χαιρωνεύς, ἀδελφιδοῦς Πλουτάρχου, γεγονὼς κατὰ Μάρκον Ἀντωνῖνον τὸν Καίσαρα, φιλόσοφος, μαθητὴς Ἡροδότου τοῦ Φιλαδελφαίου. ἦν δὲ τῆς Πυρρωνείου ἀγωγῆς καὶ τοσοῦτον πρὸς τιμῆς τῷ βασιλεῖ ἦν, ὥστε καὶ συνδικάζειν αὐτῷ. ἔγραψεν Ἠθικά, Ἐπισκεπτικὰ βιβλία ιʹ. ὅτι μετὰ θάνατον Κομοδοῦ ἐτόλμησέ τις Σέξ‐ στος τε εἶναι φῆσαι καὶ πρὸς ἀνάληψιν τοῦ τε πλούτου καὶ ἀξιώματος ὁρμῆσαι καὶ πολλά γε ὑπὸ πολλῶν ἀνακριθεὶς ἐκομψεύσατο, ὡς μέντοι καὶ τῶν Ἑλληνικῶν τι αὐτὸν ὁ Περτίναξ, ὧν ἐκεῖνος διεπεφύκει, ἀνήρετο, πλεῖστον ἐσφάλη, μηδὲ συνεῖναι τὸ λεγόμενον δυνηθείς. οὕτω που τὸ μὲν εἶδος ἐκ φύσεως καὶ τἄλλα ἐξ ἐπιτηδεύσεως αὐτῷ ἐῴκει, τῆς δὲ δὴ παιδείας αὐτοῦ οὐ μετεσχήκει.

### σ 236

Σέξστος, Λίβυς, φιλόσοφος. Σκεπτικὰ ἐν βιβλίοις ιʹ, Πυρ‐ ρώνεια.

### σ 237

Σεώκη: ὄνομα πόλεως.

### σ 238

Σεπφωραῖος: ὄνομα κύριον.

### σ 239

Σεπφώρα: ἡ τοῦ Μωσέως γυνή.

### σ 240

Σέπφωρις, Σεπφώρεως: ὄνομα κύριον. θηλυκῶς δὲ σημαίνει πόλιν. καὶ Σεπφωρία· καὶ Σεπφωρεῖται, ἔθνος.

### σ 241

Σεραφίμ: πληθυντικῶς διὰ τοῦ ι, ἐπὶ δὲ ἑνικοῦ Σεραφεὶμ διὰ διφθόγγου.

### σ 242

Σεραφίμ: ἐμπρηστάς, ἔμπυρα στόματα· ἢ θερμαίνοντας. γνώ‐ σεως πληθυσμός, ἢ σοφίας χύσις.

### σ 243

Σερβιλία· καὶ Σερβίλιος, ὄνομα κύριον. ὁ ὕπατος Ῥω‐ μαίων, Κόϊντος.

### σ 244

Σέρβιος: ὄνομα κύριον. οἱονεὶ δούλων.

### σ 245

Σερβωνῖτις λίμνη.

### σ 246

Σέργιος, Ζευγματεύς, Ἀφθονίου υἱός, ἀπὸ δικηγόρων τῶν ὑπάρχων, καὶ αὐτὸς ὕπαρχος πραιτωρίων γεγονώς, καὶ ἀπὸ ὑπάτων, καὶ πατρίκιος. Ἐπιτάφιον εἰς τὸν σοφιστὴν καὶ ἀδελφὸν αὐτοῦ Σα‐ βῖνον. ἔγραψε καὶ ἑτέραν βίβλον ὑπὲρ τῶν δικολόγων πρὸς Ἀρι‐ στείδην.

### σ 247

Σερδική: πόλις Δακίας.

### σ 248

Σέρρεις: εἶδος λαχάνων, τὰ παρ’ ἡμῖν σείρικα λεγόμενα. αἱ πικρίδες παρ’ ἄλλοις. ἢ μᾶλλον τἀληθέστερον εἰπεῖν, μακεδονήσια.

### σ 249

Σερῆνος, ὁ καὶ Ἀθηναῖος, ὁ Αἴλιος χρηματίσας, γραμματικός. Ἐπιτομὴν τῆς Φίλωνος πραγματείας περὶ πόλεων καὶ τίνες ἐφ’ ἑκά‐ στης ἔνδοξοι βιβλία γʹ, Ἐπιτομὴν τῶν Φιλοξένου εἰς Ὅμηρον αʹ.

### σ 250

Σέρριος: ὄνομα κύριον. καὶ Σέρρειον τεῖχος καὶ Σίρ‐ ρειον, ὀνόματα χωρίων.

### σ 251

Σέριφος. γραῦς, ἡ ἐν παρθενίᾳ γεγηρακυῖα. ἀπὸ μεταφορᾶς τῆς ἀρουραίας ἀκρίδος, ἣν καλοῦσι γραῦν Σερίφην καὶ μάντιν.

### σ 252

Σερουΐλιος: ὄνομα κύριον. ἦν δὲ ὕπατος. καὶ ζήτει ἐν τῷ Ἀπίκιος Μάρκος.

### σ 253

Σερούχ· οὗτος κατάγεται ἐκ τῆς φυλῆς τοῦ Ἰαφέθ, καὶ ἀπὸ τού‐ του ἤρξατο ἡ εἰδωλολατρία· ἐδογμάτισε γὰρ εἰκόσι καὶ ἀνδριάσι τιμᾶσθαι τοὺς πάλαι ἀριστεύσαντας καὶ τιμᾶσθαι ὡς εὐεργέτας. καὶ τοῦτο ἐπεκράτησε μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἀβραὰμ δὲ δίκαιος γενόμενος καὶ ἐς θεογνωσίαν ἐλθὼν καὶ λογισάμενος, ὅτι ὁ πατὴρ αὐτοῦ τοὺς ἀνθρώπους πλανᾷ, παρασκευάζων αὐτοὺς εἰδώλοις καὶ ἀγάλμασι προσκυνεῖν καὶ ποιητὴν ἁπάντων μὴ γνωρίζειν θεόν, συντρίψας τὰ τοῦ πατρὸς ἔργα ἀνεχώρησεν ἀπὸ Καρρῶν ὅρων Χαλ‐ δαίων τῆς μέσης τῶν ποταμῶν χώρας καὶ ᾤκησεν ἐς τὰ μέρη τῆς νυνὶ καλουμένης Παλαιστίνης πέραν τοῦ Ἰορδάνου ποταμοῦ, αὐτὸς καὶ οἱ αὐτοῦ συγγενεῖς καὶ Λὼτ ὁ υἱὸς τοῦ ἀδελφοῦ αὐτοῦ, εʹ καὶ οʹ ἔτει τῆς ἑαυτοῦ ζωῆς. εἰσὶν οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ ἔτη ͵αυγʹ, ἀπὸ δὲ τοῦ Ἀδὰμ ἕως τοῦ Ἀβραὰμ ἔτη ͵γψμεʹ. ἐγένετο δὲ Ἀβραὰμ πλούσιος σφόδρα ἐν κτήνεσι πολλοῖς, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ συνοικία αὐτῶν· καὶ ἔδωκε Λὼτ οἰκεῖν τὰ πέραν τοῦ Ἰορδάνου· καθ’ ὃν δὴ χρόνον ἀπώλοντο δύο πόλεις, Σόδομά τε καὶ Γόμορρα, θείου πυρὸς καταρραγέντος ἐπ’ αὐτάς, διότι τοὺς παριόντας ἐνύβριζον ξένους.

### σ 254

Σερούχ· οὗτος ἐκ τῆς τοῦ Ἰάφεθ φυλῆς καταγόμενος δόγμα παραδέδωκε τιμᾶσθαι τοὺς πάλαι τελευτήσαντας καὶ ἀριστεύσαντας ἄνδρας ἢ διὰ εἰκόνων ἢ διὰ ἀνδριάντων, καὶ τούτους προσκυνεῖσθαι κατ’ ἔτος ὡς ἔτι ζῶντας, καὶ μνήμας αὐτῶν ἐκτελεῖν καὶ ἐν ταῖς ἱερατικαῖς ἀναγράφεσθαι βίβλοις καὶ θεοὺς αὐτοὺς νομίζειν, ὡς εὐερ‐ γέτας. ἐντεῦθεν εἰσήχθη ἡ πολυθεΐα καὶ ἡ εἰδωλολατρία· τοῦτο δὲ διέμεινε παρ’ αὐτοῖς μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. ἦν γὰρ ἀγαλματοποιός, ἀπὸ διαφόρων ὑλῶν εἰκόνας ἐργαζόμενος καὶ λέγων τούτους εἶναι θεοὺς καὶ ὀφείλειν προσκυνεῖσθαι ὡς αἰτίους τῶν ἀγαθῶν. ἐντεῦθεν διέδραμεν ἡ τοιαύτη δόξα εἰς τὰ πλεῖστα τῶν ἐθνῶν γένη, μάλιστα δὲ ἐν Ἑλλάδι. ἤδη γὰρ ἦσαν οὗτοι τὴν τοιαύτην πλάνην ἀναδεξάμενοι καὶ τιμήσαντες Ἕλληνα τὸν γίγαντα, τὸν ἀπὸ τῆς φυλῆς τοῦ Ἰάφεθ καταγόμενον καὶ τῆς πυργοποιΐας κοινωνὸν γενόμενον, δι’ ἣν ἐμερίσθησαν αἱ γλῶσσαι τῶν ἀνθρώπων καὶ ἐκλήθησαν μέροπες.

### σ 255

Σερτώριος: ὄνομα κύριον. ὁ δὲ Σερτώριος, ὁ τῶν Ῥωμαίων στρα‐ τηγός, καίπερ θρασέως τῶν Ἰβήρων ἐκ τοῦ πλείω κατορθοῦν ἐχόντων, οὐκ ἀποκιν‐ δυνεῦσαί ποτε ἐτόλμησε.

### σ 256

Σέρφος: ζῷον μυρμηκῶδες. σέρφον ἐνόρχην σφαγιάζειν. καὶ παροιμία· ἔνεστι κἀν μύρμηκι κἀν σέρφῳ χολή. ἀρσενικῶς δὲ λέγεται ὁ σέρφος. ταῦτα δὲ νέμονται τὰ ὄρνεα. Νικοφῶν ἐν Ἀφροδίτης γοναῖς· ἅπερ ἐσθίει ταῦτα τὰ πονηρὰ ὀρνίθια, σέρφους ἴσως, σκώληκας, ἀκρίδας, πάρνοπας.

### σ 257

Σεσαγμένην: πεπληρωμένην, πεφορτωμένην. Ἀγαθίας· μίαν δὲ τῶν ἁμαξῶν χόρτῳ σεσαγμένην ἀγρίῳ τε καὶ γεγηρακότι παρεισ‐ άγει τῷ πύργῳ ξυλίνῳ ὄντι καὶ πῦρ ἐνίησι· καὶ ῥᾳδίως ἅπασα ἡ τύρσις ἐπίμπρατο. καὶ Σεσαγμένοι, πεπληρωμένοι. οἱ δὲ καὶ ὡς σεσαγμένοι τῇ λείᾳ εὐκλεῆ καὶ ἀγέρωχον ἀνεδήσαντο νίκην. καὶ αὖθις· οὕτω δὴ τῇ λείᾳ σεσαγμένοι ἐπορεύοντο. ἀντὶ τοῦ πεπληρω‐ μένοι.

### σ 258

Σέσελις: εἶδος λαχάνου.

### σ 259

Σεσέλλισαι: μάτην ἐπῆρσαι. ἀπὸ Αἰσχίνου τοῦ Σέλλου, ὃς ἦν κομπαστὴς καὶ ἀλαζὼν ἔν τε τῷ διαλέγεσθαι καὶ ἐν τῷ προσποιεῖσθαι πλουτεῖν. Λυκόφρων δ’ ἀπέδωκε τὸ σελλίζεσθαι ἀντὶ τοῦ ψελλίζεσθαι. ὁ γὰρ Αἰσχίνης πένης ὢν ἐθρύπτετο ἐπὶ πλούτῳ, λέγων ἑαυτὸν πλού‐ σιον. ἦν δὲ Αἰσχίνης Σέλλου. ἐκ μεταφορᾶς δὲ ἔλεγον τοὺς τοιού‐ τους Σέλλους καὶ τὸ ἀλαζονεύεσθαι σελλίζειν.

### σ 260

Σέσεικα: ἐνέβαλον.

### σ 261

Σεσημασμένῳ: ἀντὶ τοῦ ἐσφραγισμένῳ. Δημοσθένης ἐν τῷ Περὶ τοῦ ὀνόματος.

### σ 262

Σέσηρε: κέχηνε, διήνοιγε.

### σ 263

Σεσηρυῖα γραῦς: κεχηνυῖα.

### σ 264

Σεσηρώς, σεσηρότος: κεχηνότος.

### σ 265

Σεσοβημένος: ἄτακτος τὴν κίνησιν, τεθορυβημένος, τεταραγ‐ μένος. ὁ δὲ θᾶσσον ἢ βάδην τήν τε κεφαλὴν ἐπισείων καὶ βαρ‐ βαρικῶς τινα ἐπιφθεγγόμενος, ὅσα τῆς τε φωνῆς τῷ ἐντόνῳ καὶ τοῦ βαδίσματος τῷ σεσοβημένῳ εἰκάσαι, ἐπαπειλῶν.

### σ 266

Σεσόωσις: ὄνομα κύριον.

### σ 267

Σεσωρευμένον: βεβαρημένον.

### σ 268

Σέσωστρις, βασιλεὺς Αἰγύπτου, ὃς τὰ τῶν Αἰγυπτίων ἔθη μετέβαλε, θέλων αὐτοὺς ταπεινῶσαι· καὶ τὰ μὲν τῶν ἀνδρῶν ἔργα ταῖς γυναιξί, τὰ δὲ τῶν γυναικῶν τοῖς ἀνδράσιν ἐνομοθέτησεν ἐργά‐ ζεσθαι. ζήτει ἐν τῷ Σώστρης πλατύτερον.

### σ 269

Σέσωται καὶ Σεσωμένος: οἱ παλαιοὶ ἄνευ τοῦ ς. καὶ διεζω‐ μένοι φησὶ Θουκυδίδης. οἱ δὲ νεώτεροι σέσωσμαι. ἐπ’ ἐνίων δ’ ἁπλῶς παραλείπουσι τὸ ς· κεκλειμένον, πεπρημένον.

### σ 270

Σεύθης: εἷς τῶν ἐν Θρᾴκῃ βασιλέων.

### σ 271

Σευῆρος· οὗτος ἐφάνη μετὰ τὸν δυστυχῆ Εὐτυχῆ· ὃς ἁρπάσας τὸν θρόνον Ἀντιοχείας τὴν κατὰ Μάνεντα αὖθις Ἀπολινάριόν τε καὶ Εὐτυχέα διεκδικεῖν αἵρεσιν ἐπειρᾶτο, κυκῶν, ὅση δύναμις αὐτῷ, τὴν τῆς ἐκκλησίας εἰρήνην. ἐξελαθεὶς δὲ τῆς Ἀντιοχείας ὡς ταραχώδης καὶ ταραξίας τῇ Ἀλεξανδρέων κουφότητι λαίλαπος δίκην ἢ θυέλλης ἐνέσκηψεν, ἔνθα καὶ ἑτέρας καταιγίδος ἀντιπνευσάσης αὐτῷ τε καὶ τῷ λαῷ συνέχεε πάντα καὶ ἐθορύβησε. διεσκέδασε γὰρ αὐτοὺς Ἰουλιανός τις καλούμενος, Ἁλικαρνασεύς, τῆς Ἀσίας ἐπίσκοπος. καὶ ζήτει ἐν τῷ Ἰουλιανὸς Ἁλικαρνασεύς.

### σ 272

Σευητόνιος, ὁ Τράγγυλος χρηματίσας, γραμματικὸς Ῥωμαῖος.

### σ 273

Σειληνός: ὁ Διόνυσος. παρὰ τὸ σείεσθαι ἐν τῷ ληνῷ. Σειλινὸς δὲ ὁ γέρων, διὰ τοῦ ι. παρὰ τὸ σείεσθαι ἅλις.

### σ 274

Σειρά: ἡ ἅλυσις. ὁ δὲ βασιλεὺς δῶρα ἔστελλε τοῖς Ἀβάροις, σειρὰς χρυσῷ διαπεποικιλμένας, ἐσθῆτάς τε σηρικάς. Σειρὰ καὶ ἡ γενεαλογία. τοῖς γὰρ τοῦ φιλοσόφου μαντεύμασι περὶ τῆς οἰκείας σειρᾶς ἑπόμενος. οὐκ οἶδ’ ὅπως ἡ τοῦ λόγου ῥύμη κατ’ ἴχνος ἐπι‐ ζητοῦσα τὴν ἐν τῇ σειρᾷ τάξιν τῆς αὐτοῦ ψυχῆς οὐκ ἐν τῷ ἀκηράτῳ χορῷ, μετὰ δὲ τοῦτον, ὡς δέδεικται, τεταγμένης ἀφανοῦς, ἀπέστειλεν ὡς ἐμέ, τὰ σαφέστατα ἀπαγγεῖλαι προστάξας.

### σ 275

Σειραίνω: ξηραίνω. μεθ’ ὧν ἐστέφοντο πρὸς τὰς τῶν γάμων ἡμέρας.

### σ 276

Σείρ, σειρός: ὁ ἥλιος.

### σ 277

Σειραῖος ἵππος: ὁ ἔξω τοῦ ζυγοῦ, ὁ δεξιός. δεξιὸν ἀνεὶς σει‐ ραῖον ἵππον εἶργε τὸν προσκείμενον. τουτέστι τῷ καμπτῆρι, τὸν ἀρι‐ στερόν.

### σ 278

Σειραῖς: πλεκτοῖς ἱμᾶσι. καὶ γένος Πάρθων, οἱ σειροφόροι καλούμενοι. μάχονται δὲ ἀπὸ ἵππων, σειρὰς ἱμάντων ἑλίσσοντες· πελάσαντες δὲ τοῖς πολεμίοις ἐφιᾶσι τοὺς ἀπὸ τῶν ἱμάντων βρόχους ἀποστρέψαντές τε τοὺς ἵππους ὀπίσω βιαίως ἐλαύνουσι. τοὺς δὲ ἁλόντας τοῖς βρόχοις τῇ ῥύμῃ τοῦ ἵππου ἀποθανόντας ἢ ζῶντας ἕλκουσι.

### σ 279

Σειρὴν μὲν φίλον ἀγγέλλει, ξεῖνον δὲ μέλισσα: σειρὴν ζῷόν ἐστι κηροποιόν, μελίσσῃ παραπλήσιον.

### σ 280

Σειρῆνας: γυναῖκάς τινας εὐφώνους γεγενῆσθαι μῦθος πρὶν Ἑλληνικός, αἵ τινες ἐν νησίῳ καθεζόμεναι οὕτως ἔτερπον τοὺς παρα‐ πλέοντας διὰ τῆς εὐφωνίας, ὥστε κατέχειν ἐκεῖ μέχρι θανάτου. εἶχον δὲ ἀπὸ μὲν τοῦ θώρακος καὶ ἄνω εἶδος στρουθῶν, τὰ δὲ κάτω γυναικῶν. οἱ μυθολόγοι Σειρῆνας φασὶ θηλυπρόσωπά τινα ὀρνίθια εἶναι, ἀπατῶντα τοὺς παραπλέοντας, ᾄσμασί τισι πορνικοῖς κηλοῦντα τὰς ἀκοὰς τῶν ἀκροωμένων. καὶ τέλος ἔχει τῆς ἡδονῆς ἡ ᾠδὴ ἕτερον μὲν οὐδὲν χρηστόν, θάνατον δὲ μόνον. ὁ δὲ ἀληθὴς λόγος τοῦτο βούλεται, εἶναι τόπους τινὰς θαλαττίους, ὄρεσί τισιν ἐστενω‐ μένους, ἐν οἷς θλιβόμενον τὸ ῥεῖθρον λιγυράν τινα φωνὴν ἀποδίδωσιν· ἧς ἐπακούοντες οἱ παραπλέοντες ἐμπιστεύουσι τὰς ἑαυτῶν ψυχὰς τῷ ῥεύματι καὶ αὔτανδροι σὺν ταῖς ναυσὶν ἀπόλλυνται. αἱ δὲ παρὰ τῷ Ἠσαΐᾳ εἰρημέναι Σειρῆνες καὶ Ὀνοκένταυροι δαίμονές τινές εἰσιν, οὕτω χρηματιζόμενοι ἐπ’ ἐρημίᾳ πόλεως, ἥτις χόλῳ θεοῦ γίνεται. οἱ δὲ Σύροι τοὺς κύκνους φασὶν εἶναι. καὶ γὰρ οὗτοι λουσάμενοι καὶ ἀναπτάντες ἐκ τοῦ ὕδατος καὶ τοῦ ἀέρος ἡδύ τι μέλος ᾄδουσιν. ὁ οὖν Ἰὼβ λέγει, ἀδελφὸς γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. τουτέστιν ᾄδω τὰς ἐμαυτοῦ συμφοράς, ὥσπερ Σειρῆνες. στρουθοὺς δὲ λέγει, ὃν ἡμεῖς στρουθοκάμηλον λέγομεν, ὄρνεον μὲν ὄντα, πόδας δὲ καὶ τράχηλον ὄνου κεκτημένον. καὶ ἐν Ἐπιγράμμασι· καὶ τὸ λάλημα κεῖνο τὸ Σειρήνων γλυκύτερον. ὀνόματα Σειρήνων· Θελξιέπεια, Πεισινόη, Λιγεία· ἡ δὲ νῆσος ἣν κατῴκουν Ἀνθεμοῦσα.

### σ 281

Σειρῆνες: αἱ τῆς ψυχῆς ἐναρμόνιοι καὶ μουσικαὶ δυνάμεις.

### σ 282

Σειρήνειον μέλος.

### σ 283

Σείρινον· σείρινον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον· καθά φασιν οἱ γλωσσογράφοι. καὶ σειρὴν δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτών, εὔθετος τότε, ὅτε ἐστὶν ὁ σείριος. ἔστι δὲ καὶ Σεῖρις, πόλις Ἰταλική. καὶ τάχα τὰ ἔνθεν ὑφάσματα, εἴ τινα ἄλλα, Λυκοῦρ‐ γος εἶπεν ἐν τῷ Περὶ τῆς διοικήσεως. ἐν ἐνίοις μὲν χωρὶς τοῦ ι γράφεται δὲ σέρινα.

### σ 284

Σείριος: ὁ ἀστρῷος κύων. Αἰλιανός· λοιμῶν δὲ ἐπιδημίαν ἔσβεσεν ὅδε ἀνὴρ καὶ τὴν ἀμφὶ τὸν κύνα Σείριον πρωτίστην ἐπιτολὴν καὶ τὴν ὁρμὴν τὴν ἔμπυρον ἡμερῶσαι τοῦ ἄστρου. καὶ Σείρ, σειρός, ὁ ἥλιος.

### σ 285

Σείριον: τὸν κύνα, ὁτὲ δὲ καὶ τὸν ἥλιον. Ἴβυκος δὲ πάντα τὰ ἄστρα σείρια λέγει.

### σ 286

Σειρομάστης: εἶδος ἀκοντίου, λόγχη.

### σ 287

Σειροφόρος καὶ Ἄζυξ: ὁ λεγόμενος κέλης ἵππος.

### σ 288

Σειροί: αἱ ἐπαύλεις. ἢ ὀρύγματα εἰς ἀπόθεσιν σίτου.

### σ 289

Σεισάχθεια: χρεωκοπία δημοσίων καὶ ἰδιωτικῶν, ἣν εἰσηγήσατο Σόλων. εἴρηται δέ, παρ’ ὅσον ἔθος ἦν Ἀθήνησι τοὺς ὀφείλοντας τῶν πενήτων σώματι ἐργάζεσθαι τοῖς χρήσταις· ἀποδόντας δὲ οἱονεὶ τὸ ἄχθος ἀποσείσασθαι· ὡς Φιλοχόρῳ δὲ δοκεῖ, ἀποψηφισθῆναι τὸ ἄχθος.

### σ 290

Σεῖσαι: τὸ συκοφαντῆσαι, ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων. Τηλεκλείδης Ἀμφικτύοσιν· ἄλλως πάντων δὲ τῶν λῷστοι σεῖσαι καὶ προσκαλέσαντες παύσασθαι δικῶν ἀλληλοφάγων. Ἀριστοφάνης Δαιτα‐ λεῦσιν· ἔσειον, ᾔτουν χρήματ’, ἠπείλουν, ἐσυκοφάντουν πάλιν.

### σ 291

Σεισμός: πνεύματος εἰς τὰ κοιλώματα τῆς γῆς ἐγκαθειρχθέντος. εἶναι δ’ αὐτῶν τοὺς μὲν χασματίας, τοὺς δὲ βρασματίας. Αἰλιανός· σεισμοί τε ἐπεπόλασαν καὶ πολλὰ ἀνέτρεπον. Ἀριστοφάνης· γηγενεῖ φυσήματι· ἀντὶ τοῦ μεγάλῳ, ὥστε σεισμοὺς ποιεῖν· ἀρχαία γὰρ ὑπόνοια τὸ ὑπὸ πνευμάτων κατεχομένην σείεσθαι τὴν γῆν. ζήτει εἴδη σεισμῶν ἐν τῷ ἐκτιναγμός ζήτει ἐν τῷ Δίκτυς. Σισμὸς δὲ ὁ ποιὸς ἦχος σιδήρου πεπυρακτωμένου εἰς ὕδωρ βληθέντος· ἐκ τοῦ σίζω, τὸ ποιὸν ἦχον ἀποτελῶ.

### σ 292

Σείω: ῥῆμα. Σεῖο δέ, ἀντὶ τοῦ σοῦ.

### σ 293

Σεῖστρον· ὁ δὲ ξυρεῖ τὴν κεφαλὴν καὶ τὸ γένειον, λαθεῖν θέλων καὶ σκευὴν Αἰγυπτίαν ἀναλαβών, ἥνπερ οἱ τῆς Ἴσιδος θεραπευ‐ τῆρες ἤσθηνται, καὶ σεῖστρον ἐπισείων ἠλᾶτο.

### σ 294

Σηγώρ: ὄνομα πόλεως. ἐν ᾗ διεσώθη Λώτ, φεύγων τὸν τῶν Σοδομιτῶν ἐμπρησμόν.

### σ 295

Σήθ: υἱὸς Ἀδάμ. περὶ τούτου εἴρηται· καὶ εἰσῆλθον οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων. ἤτοι τὰς ἀπὸ τοῦ Κάϊν. θεὸν γὰρ τὸν Σὴθ οἱ τότε ἄνθρωποι προσηγόρευον διὰ τὸ ἐξευρηκέναι τά τε Ἑβραϊκὰ γράμματα τάς τε τῶν ἀστέρων ὀνομασίας· καὶ πρὸς τούτοις τὴν πολλὴν εὐσέβειαν αὐτοῦ θαυμάσαντες. ὅς γε καὶ πρῶτος ἐπικαλεῖσθαι θεὸς καὶ ὀνομάζεσθαι. καθὰ καὶ τῷ Μωϋσεῖ λέγει κύριος· θεὸν δέδωκά σε τῷ Φαραῴ. καὶ περὶ τῶν ἐναρέτων καὶ πνευματικῶν καὶ τῶν κριτῶν ἔφη· θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. εἰκότως οὖν οἱ τοῦ Σὴθ καὶ Ἐνὼς καὶ Ἐνὼχ παῖδες υἱοὶ θεοῦ ἢ υἱοὶ τῶν θεῶν κατὰ Σύμμαχον νοείσθωσαν, οἵτινες ἁλόντες ἀκολασίᾳ πρὸς τὰς θυγατέρας Κάϊν εἰσῆλθον, ἐξ ὧν οἱ τῆς καταλλήλου μιαιγαμίας γίνονται γίγαντες, διὰ μὲν τὸν δίκαιον ἰσχυροὶ καὶ μέγιστοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον πονηροὶ καὶ κάκιστοι.

### σ 296

Σήθοντες: κοσκινίζοντες.

### σ 297

Σήθων: ὄνομα κύριον.

### σ 298

Σήϊνος: ὄνομα κύριον.

### σ 299

Σήκαθεν: ὡς εἰς σηκὸν κατεκλείσθησαν· τουτέστι μάνδραν. καὶ Σηκασθέντας, ὡς ἐν σηκῷ περικλεισθέντας. καὶ γὰρ ἐν κύκλῳ μὲν ὥσπερ σηκασθέντας ἐδεδίει, μὴ διὰ πλῆθος βιάσαιντο σφᾶς, ἐς ἓν τὸ ἀσθενέστατον τῆς κυκλώσεως ἐντείναντες. καὶ αὖθις· ἔκ ποτέ τις φρικτοῖο θεᾶς σεσοβημένος οἴστρῳ.

### σ 300

Σηκίδες: τὰ οἰκογενῆ παιδισκάρια. κυρίως δὲ σηκύλη καὶ σηκίς, ἡ ἐν ἀγρῷ ταμιεῖον φυλάττουσα.

### σ 301

Σηκοκόρος: ὁ τοῦ σηκοῦ ἐπιμελούμενος.

### σ 302

Σηκός: ὁ ἐνδότερος οἶκος τοῦ ἱεροῦ, ναός, οἶκος, τάφος. παραγενόμενοι δὲ εἰς τὸν σηκὸν τῶν αἰχμαλώτων ἐκέλευον κηρύττειν. ἀντὶ τοῦ εἰς τὸν οἶκον. τάττουσι δὲ τὸ ὄνομα καὶ ἐπὶ ἐλαίας· λέγει γὰρ Λυσίας· ὃς δύο ἔτη ἐγεώργησεν οὔτε ἰδίαν ἐλαίαν οὔτε μορίαν οὔτε σηκόν. μήποτε οὖν τὰς μὲν ἰδιωτικὰς ἐλαίας καλοῦσι, τὰς δὲ δημοσίας μορίας. σηκὸν δέ, ὡς ἔοικε, καὶ μορίαν ὀνομάζουσι τὴν αὐτήν.

### σ 303

Σηκοί: αἱ τῶν βοσκημάτων ἐπαύλεις, παρὰ τὸ σῴζειν. ἢ στηκοί τινες ὄντες, παρὰ τὸ ἐκεῖσε στήκειν.

### σ 304

Σήκρητον. καὶ Πρωτοασηκρήτις.

### σ 305

Σήλεκτος: χαμαιδικαστής.

### σ 306

Σηλώμ: ὄνομα πόλεως.

### σ 307

Σηλυβρία: πόλις Θρᾳκική.

### σ 308

Σῆμα: ὁ τάφος.

### σ 309

Σημάντορες: ἐπιτάκτορες, ἡγεμόνες.

### σ 310

Σήμαντρα: σφραγῖδες.

### σ 311

Σημασία: φανέρωσις διὰ σάλπιγγος.

### σ 312

Σήματα: τέρατα, σημεῖα. Ἀττικοὶ δὲ καὶ τὰ μνήματα.

### σ 313

Σημαία, σπεῖρα, τάγμα: ταυτόν ἐστιν· οἱ δὲ ἡγεμόνες τού‐ των κεντυρίωνες καὶ ταξίαρχοι. καὶ Σημαιοφόρος, ὁ ἡγεμών.

### σ 314

Σημαία: τάξις πολεμική, δι’ ἧς τὸ Ἡράκλειον ἥλω ἰδίαν τινὰ ἅλωσιν. ἐχούσης τῆς πόλεως ἐφ’ ἑνὸς μέρους ἐπ’ ὀλίγον τόπον ταπεινὸν τεῖχος, οἱ Ῥωμαῖοι τρεῖς σημαίας προεχειρίσαντο, καὶ τῇ μὲν πρώτῃ τοὺς θυρεοὺς ὑπὲρ τῆς κεφαλῆς ποιήσαντες συνέφραξαν, ὥστε τῇ τῶν ὅπλων πυκνότητι κεραμωτῷ καταρρύτῳ γίνεσθαι παραπλήσιον. ἐφεξῆς δὲ ἕτεραι δύο.

### σ 315

Σημαῖαι: σίγνα, προτομαί. Πιλάτος εἰς τὴν Ἰουδαίαν τὰς Τιβερίου εἰκόνας, αἳ σημαῖαι καλοῦνται, κεκαλυμμένας εἰσήνεγκεν· οἱ δὲ ἐξεπλάγησαν, ὡς πεπατημένων αὐτοῖς τῶν νομίμων· οὐδὲν γὰρ ἠξίουν δείκηλον ἐν τῇ πόλει εἰσιέναι.

### σ 316

Σημαῖαι: τὰ παρὰ Ῥωμαίοις λεγόμενα σίγνα. πάντων γε μὴν τῶν Ῥωμαίων ἐπὶ τῶν σημαιῶν εἴδωλα φερόντων, ὁ Κωνσταντῖνος σταυροῦ τύπον ἔφερεν. αἱ δὲ σημαῖαι τῶν Ῥωμαίων συνεπεφεύ‐ γεσαν εἰς βουνόν· καὶ πάντων δόντων γνώμας ὁ Σκιπίων ἔφη, ὅταν ἐξ ἀκεραίου βουλεύωνται, καὶ πλείω ποιεῖσθαι πρόνοιαν τοῦ μηδὲν παθεῖν ἢ τοῦ δράσαι κακῶς τοὺς ἐχθρούς.

### σ 317

Σημαίνει: εἰς γνῶσιν ἐφέλκεται. σημαίνει δ’, ὅτι μόνης τόδ’ ἐστὶν Ἰσμήνης φίλον κάρα.

### σ 318

Σημαίνει: ἐπιτάττει.

### σ 319

Σημαίνομαι: σηματίζομαι, διὰ σημείων γινώσκω. Σοφοκλῆς· καὶ τὰ μὲν σημαίνομαι, τὰ δ’ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου. ἢ σημαίνομαι, ἀντὶ τοῦ σημεῖα ἑαυτῷ τινα συντίθημι ἀπὸ τοῦ ἴχνους, τὸ δὲ ἀπορῶ· ἐπεὶ τοιοῦτον συμβαίνει περὶ τοὺς ἰχνευτάς, ἐπιτατ‐ τομένων τῶν ἰχνῶν. διὰ δὲ τὴν μανίαν δυσίχνευτος καὶ ἐπιτεταραγ‐ μένη ἡ βάσις γέγονε τοῦ Αἴαντος.

### σ 320

Σημεῖα: μίλια.

### σ 321

Σημεῖα: οὕτως λέγουσι τὰς σφραγῖδας Δημοσθένης καὶ ἄλλοι.

### σ 322

Σημεῖα Σκυθικά, ἃ φέρουσιν ἐν τῷ πολέμω, ὑφάσματά εἰσι βαφῇ πεποικιλμένα, ἃ εἰς ἰδέαν μάλιστα ὄφεων εἴκασται, καὶ ἀπῃώρην‐ ται κοντῶν συμμέτρων. τὰ δὴ σοφίσματα ταῦτα, θεόντων ἢ καὶ ἵππους ἐπιβεβηκότων τῶν φερομένων αὐτά, ἐξογκοῦται, ὡς μάλιστα δοκεῖν τοῖς θηρίοις ἐοικέναι· καί τι καὶ ἠχεῖ πρὸς τὴν συγκίνησιν ὑπὸ τῇ πνοῇ διερχομένῃ βίᾳ.

### σ 323

Σημεῖα ἀρθῆναι ἑκατέροις: παρὰ Θουκυδίδῃ. σύμβολά τινα εἶχον, ἃ κατὰ τὸν καιρὸν τῆς μάχης δεικνύμενα. καὶ ὅτε μὲν ἀνετείνετο τὰ σύμβολα, ἤρχοντο τῆς μάχης· ὅτε δὲ κατεσπῶντο, ἐπαύ‐ οντο.

### σ 324

Σημεῖα· ζήτει ἐν τῷ σύμβολα.

### σ 325

Σημεῖον: δι’ οὗ τὰ ἄδηλα καταλαμβάνεται παρὰ τοῖς Σκεπτι‐ κοῖς, ὃ ἀναιροῦσι διὰ συλλογισμῶν. καὶ ὅτε δὲ ἔμελλε γίνεσθαι ἐκκλησία, σημεῖον ἐτίθετο. οὕτως οὖν καὶ τῶν γυναικῶν μελλουσῶν ἐν τοῖς Θεσμοφορίοις ἐκκλησιάζειν, σημεῖον ἐτέθη. Ἀριστοφάνης· ὡς τὸ τῆς ἐκκλησίας σημεῖον ἐν τῷ Θεσμοφόρῳ φαίνεται.

### σ 326

Σημήνας καὶ Σημάνας, τὸ αὐτό.

### σ 327

Σῆμος, Ἠλεῖος, γραμματικός. ἔγραψε Δηλιακῶν βιβλία ηʹ, Περιόδους βʹ, Περὶ Πάρου αʹ, Περὶ Περγάμου αʹ, Περὶ παιάνων. ἐν τούτῳ δὲ μνημονεύει μουσικῶν τινῶν ἰδεῶν τούτων· Αὐτοκαβάλων, Ἰθυφάλλων, Φαλλοφόρων. καὶ οἱ μέν, φησί, κιττοῦ στέφανον ἐφόρουν· ὠνομάσθησαν δὲ ὕστερον Ἴαμβοι· οἱ δὲ Ἰθύφαλλοι προσωπεῖα μεθυόν‐ των εἶχον καὶ χειρίδας ἀνθινὰς καὶ χιτῶνα μέχρι τῶν σφυρῶν. οἱ δὲ Φαλλοφόροι οὐ χωρὶς ἐξ ἑρπύλλου καὶ παιδέρωτος ἔσκεπον τὰς ὄψεις, κιττῷ καὶ ἴοις στεφανούμενοι.

### σ 328

Σήνωνες: οἱ Κελτοί, οἱ λεγόμενοι Γερμανοί.

### σ 329

Σηών: ὁ βασιλεὺς τῶν Ἀμορραίων.

### σ 330

Σηπεδόνος.

### σ 331

Σῆπες: οἱ σκώληκες.

### σ 332

Σηπία: ὁ ἰχθύς. Ἀριστοφάνης· κάθησο τοίνυν σηπίας μασώ‐ μενος. οἱονεὶ τρυφῶν διὰ τὴν ἐξουσίαν.

### σ 333

Σήραγγες: αἱ ὑπὸ γῆν ἐπιμήκεις ἐκρήξεις, οἱονεὶ φλέβες τινὲς οὖσαι τῆς γῆς, ἃς ὑποτρέχον τὸ ὕδωρ ζητεῖ διέξοδον. ἐντεῦθεν καὶ σηραγγώδης τόπος εἴρηται, ὁ διατετρημένος.

### σ 334

Σηράγγιον: χωρίον τοῦ Πειραιῶς.

### σ 335

Σήραγξ: χάσμα, κοιλάς· καὶ ὕφαλος πέτρα, ῥήγματα ἔχουσα.

### σ 336

Σῆρες: ἔθνος, ἔνθα ἡ μέταξα γίνεται. ἐξ οὗ καὶ σηρικὰ τὰ ἐκ μετάξης ὑφασμένα λέγεται. καὶ Σήρ, σηρός, ἡ εὐθεῖα.

### σ 337

Σηρική· ὅτι ἡ μέταξά ἐστιν, ἐξ ἧς εἰώθεσαν τὴν ἐσθῆτα ἐργά‐ ζεσθαι, ἣν πάλαι μὲν Ἕλληνες Μηδικὴν ἐκάλουν, τὰ δὲ νῦν σηρικὴν ὀνομάζουσιν. ἐπὶ δὲ Ἰουστινιανοῦ πρὸς Αἰθίοπας πρεσβεύονται Ῥω‐ μαῖοι, ὅπως Αἰθίοπες ὠνούμενοι τὴν μέταξαν ἐξ Ἰνδῶν, ἀποδόμενοι δὲ αὐτὴν ἐς Ῥωμαίους, αὐτοὶ μὲν κύριοι γένωνται μεγάλων χρημά‐ των, Ῥωμαίοις δὲ τοῦτο ποιήσωσι κερδαίνειν μόνον, ὅτι δὴ οὐκέτι ἀναγκασθήσονται τὰ σφέτερα αὐτῶν χρήματα ἐς τοὺς πολεμίους μετ‐ ενεγκεῖν. καὶ Σηρικὸν νῆμα, καὶ Σηρικὰ ἱμάτια.

### σ 338

Σής, σητός: ὁ σκώληξ.

### σ 339

Σήσαμα καὶ μήκωνα καὶ σισύμβρια: φύλλα τινά, οἷς στε‐ φανοῦνται οἱ νυμφίοι.

### σ 340

Σήσαμος· καὶ Σησαμούντια πόπανα.

### σ 341

Σησαμοῦς καὶ σησαμῆ διαφέρει· σησαμοῦς μὲν εἶδος πλακοῦν‐ τος, σησαμῆ δέ, ἣν ἡμεῖς φαμὲν σησαμίδα. καὶ Σησάμινον ἔλαιον καὶ σύεινον· ᾧ ἐχρίοντο οἱ σὺν Κύρῳ συστρατευθέντες.

### σ 342

Σησαμοῦσι: πλακοῦσι.

### σ 343

Σησάν: ὄνομα τόπου.

### σ 344

Σῆσις: ἡ τοῦ κοσκίνου.

### σ 345

Σηστός: πόλις ἐν Ἀβύδῳ.

### σ 346

Σητάνειος ἄρτος: ἐκ τοῦ σήθω, τὸ κοσκινίζω.

### σ 347

Σηταῖον: ὄνομα χωρίου.

### σ 348

Σητόβρωτος: σκωληκόβρωτος.

### σ 349

Σητώμενα: βιβρωσκόμενα. Σητάω, σητῶ, ῥῆμα.

### σ 350

Σῆψαι: ἐκ τοῦ σήπω.

### σ 351

Σιαγόνος: παρειᾶς.

### σ 352

Σίαλος: ὁ εὐτραφὴς χοῖρος. παρὰ τὸ ἅλις σεσιτεῦσθαι. σιαλὸς δὲ ὀξυτόνως, τὸ ἀκουσίως ἐκφερόμενον περίττωμα ἐκ τοῦ στόματος. κοχλίας αὐτομάτως βαδίζων προηγεῖτο τῆς πομπῆς αὐτῷ, σιαλὸν ἀποπτύων.

### σ 353

Σιάλωμα: σιδηρᾶ περιφέρεια τοῦ Ῥωμαϊκοῦ θυρεοῦ.

### σ 354

Σίβυλλα Δελφίς, ἣν καὶ Ἄρτεμιν προσηγόρευσαν. γέγονε δὲ αὕτη πρὸ τῶν Τρωϊκῶν, καὶ ἔγραψε χρησμοὺς δι’ ἐπῶν. ὅτι ὁ πατὴρ Σιβύλλης τῆς Χαλδαίας Βηρωσσὸς ἐκαλεῖτο, ἡ δὲ μήτηρ αὐτῆς Ἐρυμάνθη.

### σ 355

Σίβυλλα, Ἀπόλλωνος καὶ Λαμίας, κατὰ δέ τινας Ἀριστοκράτους καὶ Ὑδάλης, ὡς δὲ ἄλλοι Κριναγόρου, ὡς δὲ Ἕρμιππος Θεοδώρου. Ἐρυθραία, παρὰ τὸ τεχθῆναι ἐν χωρίῳ τῶν Ἐρυθρῶν, ὃ προσηγορεύετο Βάτοι· νῦν δὲ αὐτὸ τὸ χωρίον πολισθὲν Ἐρυθραὶ προσαγορεύονται. τινὲς δὲ αὐτὴν Σικελήν, ἄλλοι Λευκανήν, ἄλλοι Σαρδάνην, ἄλλοι Γεργιθίαν, ἄλλοι δὲ Ῥοδίαν, ἄλλοι Λίβυσσαν, ἄλλοι Σαμίαν ἐδόξασαν. γέγονε δὲ τοῖς χρόνοις τῆς Τρωϊκῆς ἁλώσεως μετὰ υπγʹ ἔτη, καὶ συνετάξατο βιβλία ταῦτα· Περὶ παλμῶν, μέλη, χρησμούς. λέγεται δὲ καὶ τρίγωνον εἶδος λύρας αὐτὴν πρῶτον εὑρεῖν.

### σ 356

Σίβυλλα Ἕλισσα· ἔγραψε μαντείας καὶ χρησμοὺς δι’ ἐπῶν.

### σ 357

Σίβυλλα Κολοφωνία, ἥτις ἐκλήθη καὶ Λάμπουσα, ἀπόγονος Κάλχαντος. καὶ αὐτὴ μαντείας καὶ χρησμοὺς δι’ ἐπῶν, καὶ ἄλλα.

### σ 358

Σίβυλλα Θετταλή, ἡ κληθεῖσα καὶ Μαντώ, ἀπόγονος Τειρεσίου.

### σ 359

Σίβυλλα Φρυγία, ἡ κληθεῖσα ὑπό τινων Σάρυσις, ὑπὸ δέ τινων Κασσάνδρα, ἄλλων δὲ Ταραξάνδρα. καὶ αὐτὴ χρησμούς.

### σ 360

Σίβυλλα Κυμαία καὶ Σίβυλλα Θεσπρωτίς· ὁμοίως χρησ‐ μούς.

### σ 361

Σίβυλλα Χαλδαία, ἡ καὶ πρός τινων Ἑβραία ὀνομαζομένη, ἡ καὶ Περσίς, ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη, ἐκ τοῦ γένους τοῦ μακαριωτάτου Νῶε· ἡ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα λεγομένων προειρηκυῖα· ἧς μνημονεύει Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου βίον ἱστορήσας· ἡ περὶ τοῦ δεσπότου Χριστοῦ μυρία προθεσπίσασα καὶ τῆς αὐτοῦ παρουσίας. ἀλλὰ καὶ αἱ λοιπαὶ συνᾴδουσιν αὐτῇ, πλὴν ὅτι ταύτης εἰσὶ βιβλία κδʹ, περὶ παντὸς ἔθνους καὶ χώρας περιέχοντα. ὅτι δὲ οἱ στίχοι αὐτῆς ἀτελεῖς εὑρίσκονται καὶ ἄμετροι, οὐ τῆς προ‐ φήτιδός ἐστιν ἡ αἰτία, ἀλλὰ τῶν ταχυγράφων, οὐ συμφθασάντων τῇ ῥύμῃ τοῦ λόγου ἢ καὶ ἀπαιδεύτων γενομένων καὶ ἀπείρων γραμματικῶν· ἅμα γὰρ τῇ ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεχθέντων μνήμη. καὶ διὰ τοῦτο εὑρίσκονται καὶ οἱ στίχοι ἀτελεῖς καὶ διάνοια σκάζουσα, εἴτε καὶ κατ’ οἰκονομίαν θεοῦ τοῦτο γέγονεν, ὡς μὴ γινώσκοιντο ὑπὸ τῶν πολλῶν καὶ ἀναξίων οἱ χρησμοὶ αὐτῆς. ὅτι Σίβυλλαι γεγόνασιν ἐν διαφόροις τόποις καὶ χρόνοις τὸν ἀριθμὸν δέκα. πρώτη οὖν ἡ Χαλ‐ δαία ἡ καὶ Περσίς, ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη. δευτέρα ἡ Λίβυσσα. τρίτη Δελφίς, ἡ ἐν Δελφοῖς τεχθεῖσα. τετάρτη Ἰταλική, ἡ ἐν Κιμμερίᾳ τῆς Ἰταλίας. πέμπτη Ἐρυθραία, ἡ περὶ τοῦ Τρωϊκοῦ προειρηκυῖα πολέμου. ἕκτη Σαμία, ἡ κυρίῳ ὀνόματι καλουμένη Φυτώ· περὶ ἧς ἔγραψεν Ἐρατοσθένης. ἑβδόμη ἡ Κυμαία, ἡ καὶ Ἀμαλθία, ἡ καὶ Ἱεροφίλη. ὀγδόη Ἑλλησποντία, τεχθεῖσα ἐν κώμῃ Μαρμισσῷ, περὶ τὴν πολίχνην Γεργίτιον, αἳ τῆς ἐνορίας ποτὲ Τρῳάδος ἐτύγχανον, ἐν καιροῖς Σόλωνος καὶ Κύρου. ἐνάτη Φρυγία. δεκάτη ἡ Τιγουρτία, ὀνόματι Ἀβουναία. φασὶ δὲ ὡς ἡ Κυμαία ἐννέα βιβλία χρησμῶν ἰδίων προσεκόμισε Ταρκυνίῳ Πρίσκῳ τῷ τηνικαῦτα βασιλεύοντι τῶν Ῥωμαίων· καὶ τούτου μὴ προσηκαμένου, ἔκαυσε βιβλία βʹ. ὅτι Σίβυλλα Ῥωμαϊκὴ λέξις ἐστίν, ἑρμηνευομένη προφῆτις, ἤγουν μάντις· ὅθεν ἑνὶ ὀνόματι αἱ θήλειαι μάντιδες ὠνομάσθησαν. Σίβυλλαι τοίνυν, ὡς πολλοὶ ἔγραψαν, γεγόνασιν ἐν διαφόροις τόποις καὶ χρόνοις τὸν ἀριθμὸν ιʹ.

### σ 362

Σιβυλλιᾷ: ἀντὶ τοῦ χρησμῶν ἐρᾷ καὶ ἐπιθυμεῖ· ἢ ἀπατᾶται καὶ μαντικῶς ἔχει, χρησμοὺς φαντάζεται· χρησμολόγος γὰρ ἡ Σίβυλλα. ἢ μέγα φρονεῖ καὶ ἐπαίρεται. Ἀριστοφάνης· ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ. ἢ οὕτως· χρησμῳδεῖ, φησίν, ἐπειδήπερ τὴν προθεσ‐ μίαν τῆς ἐπαγγελίας οὐκ ἐψεύσατο, ἀλλ’ ἐν ταὶς κʹ ἡμέραις, ἃς ἐπηγ‐ γείλατο, τοὺς Λακεδαιμονίους αἰχμαλώτους ἤγαγεν, ὥσπερ μαντευσά‐ μενος τὴν ὑπόσχεσιν. καὶ Σιβύλλειον λόγιον, τῆς Σιβύλλης.

### σ 363

Σιβύνη: ἀκόντιον Ῥωμαϊκόν.

### σ 364

Σιβύρτιος, Θεοδέκτου τοῦ Φασηλίτου ἀναγνώστης, καὶ οἰκέτης, ὃς ἐρρητόρευσεν οἰκετῶν πρῶτος. ἔγραψε τέχνας ῥητορικάς.

### σ 365

Σιγαλόεν: τὸ λαμπρόν. καὶ Σιγαλόεις.

### σ 366

Σιγγάροις: ἐθνικόν. τοῖς Σιγγάροις.

### σ 367

Σιγειεύς: ἀπὸ τόπου. καὶ Σίγειον, τὸ ἀκρωτήριον.

### σ 368

Σιγηλός: ἄφωνος, σιγηρός. σιγὴ δὲ ἦν βαθυτέρα πάσης ἐρημίας.

### σ 369

Σίγμα: τὸ γράμμα, στοιχεῖον.

### σ 370

Σιγύνη. καὶ Σιγύννους, τὰ δόρατα. παρὰ Μακεδόσιν. ἐν Ἐπιγράμμασι· τόνδε παρ’ Ἡρακλεῖ θῆκέ με τὸν σιγύνην ἐκ πολλοῦ πλειῶνος. καὶ ἀλλαχοῦ· τὸν κύνα τὰν πήραν τε καὶ ἀγκυλόδοντα σίγυνον.

### σ 371

Σιγῶ: τὸ καταπαύω, καὶ σιωπῶ. σιγᾷ μέν, ἐχθαίρει δέ, βού‐ λεται δ’ ἔχειν.

### σ 372

Σίγιον: πόλις ἔστι τῆς Τρῳάδος οὐκ ἄποθεν τῆς Ἰλίου.

### σ 373

Σίδειος καρπός.

### σ 374

Σίδη: πόλις.

### σ 375

Σιδηραῖ πύλαι.

### σ 376

Σιδηρέαν ψυχήν: τὴν ἀμείλικτον. καὶ σιδηρέους Ἄτλαντος ὤμους. ὅτι Γλαῦκός τις Σάμιος πρῶτος σιδήρου κόλλησιν ἐξεῦρε. καὶ παροιμία· Γλαύκου τέχνη, ἐπὶ τῶν ῥᾳδίως κατεργαζομένων. ὅτι οἱ μαλθακὸν εἶναι βουλόμενοι τὸν σίδηρον ἐλαίῳ βάπτουσιν, οἱ δὲ σκληρὸν ὕδατι.

### σ 377

Σιδήρειος ἦχος· Σιδήριον δέ, τὸ μικρὸν, ὑποκοριστικῶς, διὰ τοῦ ι.

### σ 378

Σιδηρίτης: εἶδος βοτάνης. Σιδηρῖτις δὲ θηλυκῶς λίθος. ἔστι καὶ λίθος σιδηρίτης θαυμασίους τινὰς ἐσχηκέναι λεγόμενος δυνάμεις παρὰ τὸν μαγνῆτιν.

### σ 379

Σιδηροῦς ἄνθρωπος, καὶ πολλὰ ὑπομένων κακά.

### σ 380

Σιδίῳ: κόκκῳ ῥόας.

### σ 381

Σίδια: τὰ λέπυρα τῶν ῥοιῶν. τὰ δὲ παιδία ἐκ μὲν τῶν δερμά‐ των περιέτεμνον τροχοὺς καὶ ἁμάξας· ἐκ δὲ τῶν ῥοιῶν, ὅταν κατα‐ φάγωσι τὰ ἐντός, ἐκ τῶν λεπύρων βατράχια γλύφουσιν. ἢ σιδίων, τῶν ῥοιῶν. Ἀριστοφάνης· κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς; ἐπὶ τῶν βουλομένων δεῖξαι εὐφυΐαν ἔχειν. παιδάριον ὂν τοιουτονὶ ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ’ ἔγλυφεν ἁμαξίδας τε σκυτίνας εἰργάζετο κἀκ τῶν σιδίων βατράχους ποίει, πῶς δοκεῖς;

### σ 382

Σιδόνιαι στολαί. καὶ τάπητες. καὶ Σιδόνιος, Φοῖνιξ.

### σ 383

Σιδών, Σιδῶνος: ὄνομα πόλεως.

### σ 384

Σιαίνεται· αἰτιατικῇ.

### σ 385

Σίελος: ὁ ἐκ τοῦ στόματος ἀφρός.

### σ 386

Σίζον: ποιὸν ἦχον ἀποτελοῦν. τάγηνον τευθίδων ἐφεστάναι σίζον.

### σ 387

Σίζουσα: ἀντὶ τοῦ ζέουσα· ὡς ἐπὶ τῆς ταγηνιζομένης. οἷον ποιὸν ἦχον ἀποτελοῦσα. Ὅμηρος· ὣς τοῦ σίζ’ ὀφθαλμὸς ἐλαΐνῳ ἀμφὶ πελέκει. Ἀριστοφάνης· ἥδ’ ὀπτωμένη σίζουσα πάραλος.

### σ 388

Σικάριοι: λῃστῶν γένος. σίκας δὲ τὰ ἐπικαμπῆ ξίφη Ῥωμαῖοι καλοῦσιν, οἷς οἱ χρώμενοι ἐλέγοντο σικάριοι. οὗτοι τοὺς παρα‐ τυγχάνοντας ἔκτεινον ἐπὶ Κλαυδίου δὲ τοῦ βασιλέως· οὓς Αἰγύπτιος λῃστὴς ἐπὶ τὴν ἔρημον ἐξήγαγεν· οὓς ἐτιμωρήσατο Φίληξ. Σικά‐ ριοι δὲ λέγονται οἱ Φαρισαῖοι, ὡς Ζηλωταί.

### σ 389

Σικελίζειν: τὸ αὐστηρεύεσθαι παρὰ Ἐπιχάρμῳ, οἱ δὲ πονηρεύ‐ εσθαι. φασὶν Ἀγησιλάου Ἀρχιδάμῳ γενέσθαι πυθόχρηστον, Σικελίαν φυλάττεσθαι. καὶ τὸν μὲν τὴν νῆσον ἔχειν δι’ εὐλαβείας· καὶ ἐς τὸν τρισκελῆ λόφον κατὰ τὴν Ἀττικήν, ᾧ κεῖται τοῦτο τὸ ὄνομα Σικελία, κατέλυσε τὸν βίον μαχόμενος.

### σ 390

Σικελικὴ τράπεζα: ἐπὶ τῶν πάνυ πολυτελῶν καὶ τρυφηλῶν.

### σ 391

Σικελιώτης.

### σ 392

Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν διὰ μικρὰ ὑποπτευόμενα κέρδη μεγάλως βλαπτομένων. δύναται δὲ καὶ ἐπὶ τῶν τὰ ὡραιότερα ἐκλεγομένων τάσσεσθαι.

### σ 393

Σικελικὸς τὴν θάλασσαν· ζήτει ἐν τῷ ὁ Σικελικὸς τὴν θάλασσαν.

### σ 394

Σίκερα: σκευαστὸν πόμα. καὶ παρ’ Ἑβραίοις οὕτω λεγό‐ μενον μέθυσμα· οἶνος συμμιγὴς ἡδύσμασιν· ἐκ τοῦ συγκεκρᾶσθαι.

### σ 395

Σίκιμα: ἡ τῷ Ἰωσὴφ ὑπὸ τοῦ Ἰακὼβ καταλειφθεῖσα πόλις.

### σ 396

Σίκιννις: ὄνομα κύριον. καὶ εἶδος ὀρχήσεως. καὶ οὐδέτερον Σίκιννον.

### σ 397

Σικίννιον καὶ Βροῦτον· ζήτει ἐν τῷ δήμαρχοι.

### σ 398

Σίκκον: ὄνομα κύριον. αὐθυπότακτον.

### σ 399

Σίκλον: ἀργυρίου εʹ. Μωϋσῆς δέ φησιν ἐν τῇ παλαιᾷ.

### σ 400

Σίκυον: ἀπὸ σίκυος. ἐν Ἐπιγράμμασι· καὶ σίκυον χνοάοντα, τὸν ἐν φύλλοις πεδοκοίτην. καὶ Σίκυος, ἀρσενικόν. Ἀριστοφάνης· κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον. καὶ αὖθις· σικύους ἐνταῦθά πη φυομένους οὐδενὶ κόσμῳ περιϊόντες κατήσθιον.

### σ 401

Σικυῖα: τὰ τετράγγουρα. ἢ ἰατρικὸν ἐργαλεῖον. καὶ Σικυή‐ λατον, ὁ κῆπος.

### σ 402

Σικυών: ἡ νῦν Ἑλλὰς καλουμένη, ἧς πρῶτος ἐβασίλευσεν Αἰγιαλεύς. καὶ διήρκεσεν ἡ βασιλεία ἔτη ϡπαʹ. φυλάττει.

### σ 403

Σικυώνιος· καὶ Σικυώνιον πεδίον οὕτω καλοῦσι. καὶ παροι‐ μία· Σικυώνιος ἐπαπέδυ.

### σ 404

Σίκυς: εἶδος ὀπώρας.

### σ 405

Σικχαντόν: ἀηδές.

### σ 406

Σικχός: σκώπτης. ἢ ὁ ἀνόρεκτος, καὶ ἀσθενής. Πλού‐ ταρχος· τὰ ῥωμαλεώτερα τῶν ζῴων τοὺς στομάχους σκορπίους καὶ ὄφεις ἐσθίοντα καταπέττει· οἱ δὲ σικχοὶ καὶ νοσώδεις ἄρτον καὶ ὕδωρ προσφερόμενοι ναυτιῶσιν.

### σ 407

Σικχός: ὁ μικρὸς σῖτος.

### σ 408

Σίλας: ὄνομα κύριον. καὶ Σίλα θηλυκόν, ὄνομα κύριον.

### σ 409

Σιλβανός, φιλόσοφος· ὃς ἐπιεικὴς μὲν ἦν τὰ ἄλλα καὶ ἱερός, ἁπλούστερος δὲ τὰ ἤθη καὶ ἐπιπόλαιος.

### σ 410

Σιλλαίνει: μυλλαίνει, διὰ τῶν ὀφθαλμῶν σκώπτει, καὶ μυλλί‐ ζει. Σίλλος γὰρ ὁ μῖμος, ἢ ὁ μῶμος, καὶ ἡ κακολογία. καὶ ὁ χλευασμός. καὶ ὁ ταύτας γράφων σιλλογράφος ἦν Τίμων Φλιά‐ σιος, φιλόσοφος τῆς Πύρρωνος ἀγωγῆς.

### σ 411

Σιλαίνω: τὸ τοὺς ἵππους κινῶ.

### σ 412

Σιλλεύς, Σιλλέως: ὄνομα κύριον.

### σ 413

Σιλζίβουλος, ὁ Τούρκων ἡγεμών. ἐσήμηνε Σιλζίβουλος ὁ Τούρ‐ κων ἡγεμών, ὡς ὁ Ῥωμαίων φίλος οὐχ ἧττον καὶ αὐτῷ ἐπιτήδειος, καὶ ὁ δυσμενὴς ὁμοίως. ἐπειδὴ τηνικαῦτα Ῥωμαῖοι Πέρσαις ἐπολέ‐ μουν, ἐπὶ τῇ προσρήσει δέον εἶναι ἐν καιρῷ καὶ αὐτὸν ἐπιθέσθαι Πέρσαις.

### σ 414

Σιληνός: ὁ σαλός, καὶ φλύαρος. ἐκ τοῦ σιλαίνω, τὸ φλυαρῶ.

### σ 415

Σίλλος: χλευασμός.

### σ 416

Σιλουανός: ὄνομα κύριον.

### σ 417

Σίλουρος: εἶδος ἰχθύος. καὶ ζήτει ἐν τῷ βλάκα.

### σ 418

Σιλωάμ.

### σ 419

Σίλωνος.

### σ 420

Σιλφαῖος ἄρτος.

### σ 421

Σίλφη: ὄνομα ζωϋφίου. καὶ Σίλφας λέγουσιν εἴδη ἀκατίων.

### σ 422

Σίλφιος: βοτάνη πολυτίμητος. ἡ δὲ αἰτία αὕτη. Βάττος, ὁ καὶ Ἀριστοτέλης, πόλιν ἐν Λιβύῃ Κυρήνην λεγομένην ἔκτισεν. οἱ δὲ Κυρηναῖοι βουλόμενοι ἀνταπόδοσιν τῆς εὐεργεσίας χαρίσασθαι τῷ βασιλεῖ ἐποίησαν δακτύλιον, ἐν ᾧ ἡ πόλις αὐτῶν προσφέρει τῷ βασιλεῖ τὸ σίλφιον. καὶ τὸ φύλλον δὲ αὐτοῦ καὶ ὁ καρπὸς καὶ ὁ κλάδος καὶ ὁ ὀπὸς πολλῆς τιμῆς ἐστιν ἄξιον. καὶ οἱ Ἀμπελιῶται, ἔθνη Λιβύης, εἰς Δελφοὺς ἀνέθεσαν καυλὸν σιλφίου. ζήτει ἐν τῷ Βάττου σίλφιον.

### σ 423

Σίλφιον: ῥίζα ἡδύοσμος, ἐν Λιβύῃ γινομένη, ἀρτυτικὴ καὶ θερα‐ πευτική· καλλίστη δὲ ἡ Κυρηναϊκή. ὅτι τῷ ὀπῷ καὶ τῇ ῥίζῃ καὶ τῷ καυλῷ τοῦ σιλφίου ἐχρῶντο· ἔστι δὲ φυτάριον. Ἀρισταῖος δὲ πρῶτος εὗρε τὴν τοῦ σιλφίου ἐργασίαν, ὥσπερ καὶ τοῦ μέλιτος.

### σ 424

Σίμβιος.

### σ 425

Σίμβλα: τὰ τῶν μελισσῶν ἀγγεῖα. καὶ Σιμβλήϊα.

### σ 426

Σίμβλοι: θῆκαι τῶν μελισσῶν. ἐν Ἐπιγράμμασι· Πειθοῖ καὶ Παφίᾳ πακτὰν καὶ κηρία σίμβλων Ἑρμοφίλας ἀνέθηκεν ὁ βουκόλος. καὶ Σιμβλεύω. ἠνὶ δὲ σιμβλεύει κηροτρόφα δῶρα μελισσῶν ἑσμῷ βομβητῇ κυκλόσε βριθόμενα.

### σ 427

Σιμά· ἐν Ἐπιγράμμασι· καὶ σιμὰ σεσηρὼς μυχθίζεις. ἀντὶ τοῦ χλευάζεις, μυκτηρίζεις.

### σ 428

Σιμαίθα: ὄνομα πόρνης Μεγαρικῆς, ἧς ἠράσθη καὶ Ἀλκιβιάδης.

### σ 429

Σιμικίνθιον: φακιόλιον, ἢ σουδάριον.

### σ 430

Σιμήσιον: τὸ παρ’ ἡμῖν. ἤτοι τοῦ σῴου τὸ ἥμισυ· σιμὸς γὰρ ὁ κολοβός· τὸ κεκολοβώμενον ἀπὸ τοῦ νομίσματος.

### σ 431

Σιμμίας, Ῥόδιος, γραμματικός. ἔγραψε Γλώσσας βιβλία γʹ· ποιήματα διάφορα βιβλία δʹ. ἦν δὲ τὸ ἐξαρχῆς Σάμιος· ἐν δὲ τῷ ἀποικισμῷ τῆς Ἀμοργοῦ ἐστάλη καὶ αὐτὸς ἡγεμὼν ὑπὸ Σαμίων. ἔκτισε δὲ Ἀμοργὸν εἰς τρεῖς πόλεις, Μινῴαν, Αἰγιαλόν, Ἀρκεσίμην. γέγονε δὲ μετὰ υϛʹ ἔτη τῶν Τρωϊκῶν· καὶ ἔγραψε κατά τινας πρῶ‐ τος ἰάμβους, καὶ ἄλλα διάφορα, Ἀρχαιολογίαν τε τῶν Σαμίων.

### σ 432

Σιμμίας, Θηβαῖος, φιλόσοφος, μαθητὴς Σωκράτους. ἔγραψε Περὶ σοφίας, Περὶ φιλίας, Περὶ ἀληθείας, Περὶ μουσικῆς, Περὶ αἱρετοῦ καὶ φευκτοῦ, Περὶ ἐπιμελείας ψυχῆς· καὶ ἄλλα φιλόσοφα.

### σ 433

Σιμμίχη.

### σ 434

Σιμόεις: ὄνομα ποταμοῦ. καὶ ἐξ αὐτοῦ Σιμοείσιον πεδίον.

### σ 435

Σιμοκάττης, ποιητής. ἐπώνυμον Θεοφυλάκτου σοφιστοῦ.

### σ 436

Σιμός: ὁ προσάντης τόπος. καὶ σιμὸν οὐδετέρως. Ἀριστοφάνης ἐν Βαβυλωνίοις· μέσην ἔρειδε πρὸς τὸ σιμόν. καὶ πλατύ. καὶ ἐν Νίκαις· τουτὶ προσαναβῆναι τὸ σιμὸν αἰεί.

### σ 437

Σιμός: ὁ ἐναντίος τῷ γρυπῷ. σιμὸς τὴν ῥῖνα. καὶ Φιλό‐ στρατος· ἀναπηδῶντι τῷ ἵππῳ πρὸς τὸ σιμὸν ἐφεῖναι τὸν χαλινόν.

### σ 438

Σῖμος· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς τῶν Ἀλευαδῶν οὗτός ἐστι, τῶν δοκούντων συμπράξαι τῷ Μακεδόνι.

### σ 439

Σιμωνίδης, Λεωπρεποῦς, Ἰουλιήτης τῆς ἐν Κέῳ τῇ νήσῳ πό‐ λεως, λυρικός, μετὰ Στησίχορον τοῖς χρόνοις· ὃς ἐπεκλήθη Μελικέρτης διὰ τὸ ἡδύ. καὶ τὴν μνημονικὴν δὲ τέχνην εὗρεν οὗτος· προσεξεῦρε δὲ καὶ τὰ μακρὰ τῶν στοιχείων καὶ διπλᾶ καὶ τῇ λύρᾳ τὸν τρίτον φθόγγον. γέγονε δ’ ἐπὶ τῆς πεντηκοστῆς ἕκτης ὀλυμπιάδος, οἱ δὲ ξβʹ γεγράφασι. καὶ παρέτεινε μέχρι τῆς οηʹ, βιοὺς ἔτη πθʹ. καὶ γέ‐ γραπται αὐτῷ Δωρίδι διαλέκτῳ ἡ Καμβύσου καὶ Δαρείου βασιλεία καὶ Ξέρξου ναυμαχία καὶ ἡ ἐπ’ Ἀρτεμισίῳ ναυμαχία, δι’ ἐλεγείας· ἡ δ’ ἐν Σαλαμῖνι μελικῶς· θρῆνοι, ἐγκώμια, ἐπιγράμματα, παιᾶνες καὶ τραγῳδίαι καὶ ἄλλα. οὗτος ὁ Σιμωνίδης μνημονικός τις ἦν, εἴπερ τις ἄλλος. τούτῳ δ’ ἦν ἐοικὼς Ἀπολλώνιος ὁ Τυανεύς· ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ εἰς μνήμην ἀνελέγετο· τό τε μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τις ἐς τὴν μνημοσύνην ᾔδετο· ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον παρὰ τῆς μνημοσύνης εἶναι.

### σ 440

Σιμωνίδης, λυρικός. οὗτος πρῶτος δοκεῖ μικρολογίαν εἰσενεγκεῖν εἰς τὸ ᾆσμα καὶ γράψει ᾆσμα. εἶχε δὲ καὶ βʹ κιβώτια, τὴν μὲν τῶν χαρίτων κενήν, τὴν δὲ ἑτέραν πλέαν. Ἀριστοφάνης· κατὰ τὰ Σιμωνίδου μέλη. τουτέστι κακότεχνα καὶ ποικίλα. Σιμωνίδης υἱὸς Θεοπρεποῦς εἶπεν· ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται.

### σ 441

Σιμωνίδης· ὅπως ἐτίμησάν τε καὶ ἐφίλησαν οἱ Διόσκουροι τὸν μελοποιὸν Σιμωνίδην, καὶ πῶς ἐρρύσαντο, καλέσαντες ἔξω τοῦ ἀνδρῶ‐ νος, ἔνθα κατώλισθεν, ἐρῶ ἀλλαχόθι· ἄξιον δὲ μηδὲ ταῦτα παραλιπεῖν· Ἀκραγαντίνων στρατηγὸς ἦν, ὄνομα Φοῖνιξ· Συρακουσίοις δὲ ἐπολέ‐ μουν οὗτοι. οὐκοῦν ὅδε ὁ Φοῖνιξ διαλύει τὸν τάφον τοῦ Σιμωνίδου μάλα ἀκηδῶς τε καὶ ἀνοίκτως, καὶ ἐκ τῶν λίθων τῶνδε ἀνίστησι πύρ‐ γον· καὶ κατὰ τοῦτον ἑάλω ἡ πόλις. ἔοικε δὲ καὶ Καλλίμαχος τούτοις ὁμολογεῖν. οἰκτίζεται γοῦν τὸ ἄθεσμον ἔργον, καὶ λέγοντά γε αὐτὸν ὁ Κυρηναῖος πεποίηκε τὸν γλυκὺν ποιητήν· οὐδὲ τὸ γράμμα ᾐδέσθη τὸ λεγόμενον υἱὸν Λεοπρεποῦς κεῖσθαι Κήϊον ἄνδρα. κᾆτ’ εἰπὼν ἄττα ἐπιλέγει· οὐδ’ ὑμέας, Πολύδευκες, ὑπέτρεσεν, οἵ με μελάθρου μέλλον‐ τος πίπτειν ἐκτὸς ἔθεσθέ ποτε δαιτυμόνων ἄπο μοῦνον, ὅτε Κραννω‐ νίων αἴας ὤλισθεν μέγας οἶκος ἐπὶ Σκοπάδας. τιμωροὶ μὲν δὴ θεοὶ τοῖς ἀξίοις, καὶ τιμῶσιν οἵ τε Ὀλύμπιοι, οἵ τε οἱ ἐπὶ τῆς τρίτης ἀρχῆς· οὔ μοι δοκεῖ πολυπραγμονεῖν. ἔστωσαν δὴ καὶ ταῦτα ὑπόμνη‐ σις τοῦ βιοῦν ὀρθῶς, ἵνα τε αὐτοὺς ἔχωμεν καὶ ἐνταῦθα κηδεμόνας, καὶ ἐκεῖθι, ὅταν τὴν εἱμαρμένην τε καὶ ἀναγκαίαν πορείαν ἔλθωμεν.

### σ 442

Σιμωνίδης, Κεῖος, θυγατριδοῦς κατά τινας τοῦ προτέρου, ὃς ἐπεκλήθη Μελικέρτης. γέγονε δὲ πρὸ τῶν Πελοποννησιακῶν· καὶ γέγραφε Γενεαλογίαν ἐν βιβλίοις γʹ, Εὑρήματα ἐν βιβλίοις γʹ.

### σ 443

Σιμωνίδης, Μάγνης Σιπύλου, ἐποποιός. γέγονεν ἐπὶ Ἀντιό‐ χου τοῦ Μεγάλου κληθέντος· καὶ γέγραφε τὰς Ἀντιόχου πράξεις καὶ τὴν πρὸς Γαλάτας μάχην, ὅτε μετὰ τῶν ἐλεφάντων τὴν ἵππον αὐτοῦ ἔφθειρεν.

### σ 444

Σιμωνίδης, Καρύστιος ἢ Ἐρετριεύς, ἐποποιός. τὴν εἰς Αὐλίδα σύνοδον τῶν Ἀχαιῶν, Τριμέτρων βιβλία βʹ, Περὶ Ἰφιγενείας αʹ.

### σ 445

Σιμωνίδης· οὗτος ἦν ἐπὶ Ἰοβιανοῦ τοῦ βασιλέως, διὰ φιλοσο‐ φίαν πᾶσιν ἐπισημότατος.

### σ 446

Σιμωνίδης, Κρίνεω, Ἀμοργῖνος, ἰαμβογράφος. ἔγραψεν ἐλε‐ γείαν ἐν βιβλίοις βʹ, ἰάμβους. γέγονε δὲ καὶ αὐτὸς μετὰ Ϟʹ καὶ υʹ ἔτη τῶν Τρωϊκῶν. ἔγραψεν ἰάμβους πρῶτος αὐτὸς κατά τινας.

### σ 447

Σίμων, Σίμωνος: ὄνομα κύριον. καὶ παροιμία· Σίμωνος ἁρπακτικώτερος. Ἀριστοφάνης· ὅταν ἴδωσι Σίμωνα, λύκοι ἐξαίφνης γίνονται. σοφιστὴς δὲ ἦν, ὃς τῶν δημοσίων ἐνοσφίζετο. Σίμων καὶ Θέωρος καὶ Κλεώνυμος, οὗτοι ἐπίορκοι. Ἀριστοφάνης· εἴπερ βάλλει τοὺς ἐπιόρκους ὁ κεραυνός, πῶς δῆτ’ οὐχὶ Σίμων’ ἐνέπρησεν οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καί τοι σφόδρα γ’ εἰσὶν ἐπίορκοι.

### σ 448

Σιμπλίκιος: ὄνομα κύριον.

### σ 449

Σιμύλος: ὄνομα κύριον. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶν‐ τός φησιν· ἀλλὰ μισθώσας ἑαυτὸν τοῖς βαρυστόνοις ὑποκριταῖς Σιμύλῳ καὶ Σωκράτει.

### σ 450

Σινά: ὄρος. ἔνθα καὶ τὸ παράδοξον τῆς βάτου θαῦμα κατεῖδεν ὁ Μωϋσῆς. καὶ Σίναιον λέγεται τὸ αὐτὸ ὄρος.

### σ 451

Σινάμωρον: πορνικόν. καὶ Σινάμωρος, ὁ κακόσχολος. Ἡρόδοτος. καὶ Σιναμωρουμένη, συνεχῶς ἀνδρὶ συνουσιάζουσα πρὸς μίξιν. ἀντὶ τοῦ γαμουμένη. οὕτως Ἀριστοφάνης.

### σ 452

Σινάτωρ, σινάτωρος: εἶδος ἀξιώματος.

### σ 453

Σινδαρωνεύεσθαι: ἀπὸ τοῦ τοὺς ἄνδρας σίνεσθαι, ὅ ἐστι βλάπτειν.

### σ 454

Σινδών, σινδόνος.

### σ 455

Σίναιθος: ὄνομα κύριον.

### σ 456

Σίνεσθαι: βλάπτεσθαι ἢ βλάπτειν. καὶ Σινοῦται, βλάπτεται.

### σ 457

Σίνηπι· καὶ σινάπεως ἡ γενική.

### σ 458

Σινιάσαι: σεῖσαι, κοσκινίσαι, θορυβῆσαι, ταράξαι, πειράσαι. ὁ Χριστὸς πρὸς τὸν Πέτρον· ἐζήτησέ σε ὁ Σατανᾶς τοῦ σινιάσαι σε ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περί σου, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. οὐ περὶ τοῦ Πέτρου μόνου δεδέηται ὁ Ἰησοῦς, ἀλλὰ περὶ πάντων τῶν τὴν πίστιν Πέτρου ἐχόντων, οὐδὲν ἕτερον αἰνισσομένου τοῦ κοσκίνου ἢ τὸν περίγειον κόσμον, ἡδονῶν καὶ ὀδυνῶν πεπληρωμένον, δι’ ὧν ὡς δι’ ὀπῶν ἐκπίπτουσιν οἱ γεώδεις ἀπὸ τοῦ τροφίμου σίτου ἐπὶ τὸν ᾅδην, ὡς ἀπὸ τρυπημάτων διαχωριζομένων, τῶν μὲν διαρ‐ ρεόντων ὡς δι’ ὀπῆς τῆς γαστριμαργίας, ὧν ὁ θεὸς ἡ κοιλία· τῶν δὲ διὰ φιληδονίας· περὶ ὧν ὁ προφήτης φησί· πνεύματι πορνείας ἐπλα‐ νήθησαν. τῶν δὲ διὰ φιλαργυρίας, τῶν δὲ δι’ ὀργῆς, τῶν δὲ δι’ ἄλλων παθῶν.

### σ 459

Σινίζω.

### σ 460

Σίνις: ὄνομα λῃστοῦ βλαπτικοῦ. ἦ γάρ ς’ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν ἔκτεινεν, λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.

### σ 461

Σίνις: ἡ πόλις.

### σ 462

Σίνος: βλάβη. καὶ Σινοῦται, βλάπτεται.

### σ 463

Σίνωνος. καὶ Σιννωνίς, ὀνόματα κυρία. ἄρτι δὲ ἀπηρκότος τοῦ Σοραίχου, ἡ Σιννωνὶς ἐφίσταται.

### σ 464

Σινωπεύς.

### σ 465

Σινώπη: πόλις. καὶ ἑταίρα, ἥτις καὶ Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. καὶ παροιμία, Σινωπίσαι. τοῦτο πεποίηται παρὰ τὴν ἑταίραν Σινώπην· ἐκωμῳδεῖτο γὰρ ἐπὶ τῷ κατασχημονῆσαι, κα‐ θάπερ Ἄλεξις ἔφη. καὶ Σινωπίτης.

### σ 466

Σίντης: βλαπτικός. καὶ Σίντωρ, ὁ βλαπτικός. ἐν Ἐπι‐ γράμμασι· ἐχῖνον, ῥαγολόγον, γλυκερῶν σίντορα θειλοπέδων. καὶ αὖθις· ἀλλὰ λύκοις σίντῃσιν ἀν’ οὔρεα μή τις ἐμεῖο αἰπόλος ἀγγείλῃ γήραος ἀδρανίην.

### σ 467

Σιντιάδα.

### σ 468

Σιών: ὄνομα πόλεως. Σιὼν ἐπουράνιος καὶ Ἱερουσαλὴμ χο‐ ροῖς ἁγίων κεκοσμημένη· ἧς πύλαι αἱ κάτω ἐκκλησίαι. Σιὼν καὶ ἡ εὐσεβὴς πολιτεία. καὶ Σιωνῖται, οἱ ἀπὸ τῆς Σιὼν πόλεως.

### σ 469

Σιωπή· παροιμία· καὶ σιωπηλότερος ἔσομαι καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. ἐπὶ τῶν πάνυ σιγώντων· παρόσον οἱ Πυθαγόρου φοι‐ τηταὶ παράγγελμα εἶχον σιγὴν ἀσκεῖν πενταετῆ χρόνον.

### σ 470

Σίπαλος: ὁ ἄμορφος.

### σ 471

Σιπύη: ἡ ἀρτοθήκη. οἱονεὶ σιτοβύη τις οὖσα· παρὰ τὸ ἐν αὐτῇ τὰ σιτία ἐμβάλλεσθαι. Ἀριστοφάνης Πλούτῳ· ἡ μὲν σιπύη μεστή ’στι λευκῶν ἀλφίτων. προὔχει δὲ τὰ λευκὰ τῶν ἀλφίτων. θείης εὐσιπύους ἐξ ὀλιγησιπύων.

### σ 472

Σιπυλήνη: πόλις.

### σ 473

Σίπυλος· τόπος, ἢ ποταμός.

### σ 474

Σιραίου· Ἀριστοφάνης· ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμίξας.

### σ 475

Σιρίκιος, Νεαπολίτης ἐκ Παλαιστίνης, σοφιστής, μαθητὴς Ἀν‐ δρομάχου, σοφιστεύσας χρόνον τινὰ κατὰ τὰς Ἀθήνας. προγυμνάσματα καὶ μελέτας.

### σ 476

Σῖρις: ὄνομα ποταμοῦ.

### σ 477

Σίρ: μεγάλη πόλις καὶ πολυάνθρωπος καὶ πρωτεύουσα τοῦ Ἰλ‐ λυριῶν ἔθνους.

### σ 478

Σιρομάστης: σκεῦός τι σιδηροῦν, λαβὴν ξυλίνην ἔχον παρὰ τοῖς τελώναις εἰς ἔρευναν. Εὐνάπιος· ὥστε ὁ σιρομάστης μᾶλλον εὐδο‐ κίμει τοῦ δόρατος.

### σ 479

Σιρός: ὁ λάκκος. καὶ Σιροῖς, ὀρύγμασιν, ἐν οἷς κατατίθεται τὰ σπέρματα.

### σ 480

Σισάν: ὄνομα πόλεως.

### σ 481

Σισίννιος, Ναυατιανῶν ἐπίσκοπος, ἀνὴρ ἐλλόγιμος καὶ ἄκρος φιλόσοφος. διαλεκτικῆς δὲ σφόδρα ἐπεμελεῖτο, ὡς καὶ τὸν Εὐνόμιον τὸν αἱρετικὸν πολλάκις αὐτοῦ φυγεῖν τὴν διάλεξιν. τὴν δὲ δίαιταν ἦν οὐ λιτός, ἀλλ’ ἐν ἄκρᾳ σωφροσύνῃ πολυτελεῖ ταύτῃ ἐκέχρητο, τρυφῶν τε ἐν ἐσθῆτι λευκῇ, καὶ δὶς τῆς ἡμέρας ἐν λουτροῖς δημοσίοις λουόμενος διετέλει. καί ποτε ἐρομένου αὐτόν τινος, τοῦ χάριν ἐπί‐ σκοπος ὢν δὶς λούοιτο τῆς ἡμέρας· ἐπειδὴ τὸ τρίτον οὐ φθάνει, ἀπε‐ κρίνατο. ἄλλοτε δὲ Ἀρσάκιον τὸν ἐπίσκοπον κατὰ τιμὴν ὁρῶν ἠρωτήθη ὑπό τινος τῶν περὶ Ἀρσάκιον, διατὶ ἀνοίκειον ἐπισκόπῳ ἐσθῆτα φοροίη, καὶ ποῦ γέγραπται, λευκὰ τὸν ἱερωμένον ἀμφιέννυσθαι; ὁ δέ, σὺ πρότερον, ἔφη, εἰπέ, ποῦ γέγραπται, μέλαιναν ἐσθῆτα φορεῖν τὸν ἐπί‐ σκοπον; τοῦ δὲ ἐρωτήσαντος ἐν ἀπόρῳ γενομένου πρὸς τὴν ἀντερώ‐ τησιν, ἐπήγαγεν ὁ Σισίννιος· ἀλλὰ σὺ μὲν οὐκ ἄν, ἔφη, δεῖξαι δυνήσῃ, ὡς δεῖ τὸν ἱερωμένον μέλαιναν ἀμφιέννυσθαι· ἐμοὶ δὲ καὶ ὁ Σολομὼν παρῄνεσε, λέγων· ἔστωσάν σοι ἱμάτια λευκά. καὶ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις φαίνεται λευκῇ ἐσθῆτι χρησάμενος. οὐ μὴν ἀλλὰ Μωσῆν καὶ Ἠλίαν λευκοφοροῦντας τοῖς ἀποστόλοις ἔδειξε. ταῦτα καὶ ἄλλα πολλὰ εἰπὼν ἐθαυμάσθη. Λεοντίου δὲ τοῦ Ἀγκύρας τῆς Γαλατίας ἐπι‐ σκόπου Ναυατιανῶν ἐκκλησίαν ἀφαιρουμένου καὶ τῇ Κωνσταντίνου πόλει ἐπιδημοῦντος, ὁ Σισίννιος ἐλθὼν παρ’ αὐτὸν παρεκάλει ἀπο‐ δοῦναι τὴν ἐκκλησίαν. ὁ δὲ θερμῶς ἀπήντησε καί φησιν· ὑμεῖς οἱ Ναυατιανοὶ οὐκ ὀφείλετε ἐκκλησίαν ἔχειν, τὴν μετάνοιαν ἀναιροῦντες καὶ τὴν φιλανθρωπίαν τοῦ θεοῦ ἀποκλείοντες. ὁ δὲ Σισίννιος ἔφη· καὶ μὴν οὐδεὶς οὕτω μετανοεῖ ὡς ἐγώ. τοῦ δὲ πάλιν ἐπάγοντος, πῶς μετανοεῖς; ἔφη ὁ Σισίννιος, ὅτι σε εἶδον. Ἰωάννου δὲ τοῦ ἐπισκόπου λέγοντος, ὅτι οὐ δύναται πόλις δύο ἐπισκόπους ἔχειν, ὁ Σισίννιος ἔφη, οὐδὲ γὰρ ἔχει. τοῦ δὲ Ἰωάννου χαλεπήναντος καὶ φήσαντος, ὁρᾷς, ὅτι μόνος εἶναι βούλει ἐπίσκοπος; καὶ ὁ Σισίννιος, οὐ τοῦτο, ἔφη, λέγω, ἀλλ’ ὅτι ἐγὼ παρὰ σοὶ μόνῳ οὔκ εἰμι ἐπίσκοπος, ὃς τοῖς ἄλλοις εἰμί. ὁ δὲ Ἰωάννης, ἀλλ’ ἐγώ σε, ἔφη, παύσω προσομιλεῖν· αἱρετικὸς γὰρ ὑπάρχεις. ὁ δὲ Σισίννιος χαριέντως· ἀλλ’ ἐγώ, ἔφη, καὶ μισθοὺς παρέξω, εἴ γε τηλικούτου καμάτου ἀπαλλάξειας. ὁ δὲ Ἰωάννης δια‐ μαλαχθείς, ἀλλ’ οὐκ ἄν σε, ἔφη, παύσω τοῦ προσομιλεῖν ἐγώ, εἴγε ὅλως τὸ λέγειν λυπεῖ σε. οὕτως ἦν χαρίεις ὁ Σισίννιος. πολλὰ δὲ αὐτῷ γέγραπται· λεξιθηρεῖ δὲ ἐν αὐτοῖς. λέγων δὲ μᾶλλον ἢ ἀνα‐ γινωσκόμενος ἐθαυμάζετο· προσῆν γὰρ αὐτῷ χάρις τῷ τε προσώπῳ καὶ τῇ φωνῇ καὶ τῷ βλέμματι καὶ τῇ ὅλῃ κινήσει τοῦ σώματος.

### σ 482

Σισίννιος· οὗτος ἐπίσκοπος ἐγένετο Ναυατιανῶν, ἀνὴρ ἐλλόγιμος ὅτι μάλιστα καὶ τῶν φιλοσόφων δογμάτων καὶ τῶν ἱερῶν βίβλων ἐπιστήμων καὶ πρὸς διαλέξεις ἕτοιμος· ὡς καὶ Εὐνόμιον ἐπὶ ταύταις εὐδοκιμοῦντα καὶ τοῦτο ἔργον ποιούμενον πολλάκις παραιτήσασθαι τοὺς πρὸς αὐτὸν διαλόγους. ἐγένετο δὲ σώφρων τὸν βίον, ὡς κρείτ‐ των εἶναι διαβολῆς· περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος, ὡς τοὺς ἀγνοοῦντας ἀπιστεῖν, εἰ σωφρονεῖν δύναιτο, τοσοῦτον τρυφῶν. τὸ δὲ ἦθος ἦν χαρίεις καὶ ἡδὺς ἐν ταῖς συνουσίαις, καὶ διὰ ταῦτα τοῖς ἐπι‐ σκόποις τῆς καθόλου ἐκκλησίας καὶ τοῖς ἐν ἀρχῇ καὶ λόγῳ καταθύμιος ἦν. σκώπτειν δὲ σὺν χάριτι καὶ σκωμμάτων ἀνέχεσθαι καὶ ἀπεχθείας ἐκτὸς ὑπομένειν κομψῶς τε σὺν τάχει πρὸς τὰς ἐρωτήσεις ἀπαντᾶν εὖ μάλα ἐπιτηδείως εἶχεν. ἐρωτηθεὶς οὖν ποτε, ὅτου ἕνεκα δεύτερον λούοιτο ἐπίσκοπος ὤν, ὅτι μὴ τρίτον, ἔφη, φθάνω. ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας. ὁ δὲ πρὸς αὐτόν· οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι. τοῦ δὲ ἀπορήσαντος, ὑπολαβὼν ἔφη· σὺ μέν, ἔφη, οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήσῃ· ἐμοὶ δὲ καὶ Σολομὼν ὁ σοφώ‐ τατος, ἔστωσάν σοι ἱμάτια λευκά, παραινεῖ, λέγων· καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς Εὐαγγελίοις φαινόμενος, Μωσῆν τε καὶ Ἠλίαν τοιούτους τοῖς ἀποστόλοις δεικνύς. οὐ μὴν ἀλλὰ κἀκεῖνο τῶν εἰρη‐ μένων Σισιννίῳ χάριεν οἶμαι. ἐνεδήμει μὲν γὰρ τῇ Κωνσταντινουπόλει Λεόντιος, ὁ τῆς παρὰ Γαλάταις Ἀγκύρας ἐπίσκοπος. ἐκκλησίας δὲ τῶν ἐκεῖσε Ναυατιανῶν ἀφῃρημένης, ἧκε πρὸς αὐτόν, ἀπολαβεῖν ταύτην δεόμενος. ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδορεῖτο δὲ τοῖς Ναυατιανοῖς ὡς οὐκ ἀξίως ἐκκλησιάζειν, μετάνοιαν καὶ τὴν παρὰ θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺς λέγων, ἀλλὰ μήν, ἔφη Σισίννιος, οὐδεὶς οὕτως ὡς ἐγὼ μετανοεῖ. ἐρομένου δὲ Λεοντίου τίνα τρόπον, ὅτι σε τεθέαμαι, ἀπεκρίνατο. καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ εὐστόχως εἰρημένα ἀπομνημο‐ νεύουσιν. οὐκ ἀκόμψους τε πολλοὺς λόγους αὐτοῦ φέρεσθαί φασιν. ἐπῃνεῖτο δὲ μᾶλλον λέγων, ὡς ἄριστα ὑποκρινόμενος, φωνῇ τε καὶ βλέμματι καὶ χαριεστάτῳ προσώπῳ τὸν ἀκροατὴν ἑλεῖν ἱκανός. τοιαύτης ἔλαχε φύσεως ἀγωγῆς τε καὶ βίου Σισίννιος.

### σ 483

Σισμός: ἐκ τοῦ σίζω, τὸ ἦχον ἀποτελῶ. ἀπὸ τοῦ ἐκ πυρὸς σιδήρου εἰς ὕδωρ βεβλημένου καὶ ποιὸν ἦχον ἀποτελοῦντος.

### σ 484

Σισόης: τὸ πλεξείδιον. ὁ θεὸς τῷ Μωϋσῇ ἐνετείλατο λαλῆσαι παντὶ τῷ λαῷ, μὴ τίλλειν τοὺς πώγωνας τῆς γενειάδος, ὅπως μὴ ποιήσωσιν ἑαυτοῖς σισόην.

### σ 485

Σισύμβροις.

### σ 486

Σισύρα: ἱμάτιον τραχὺ καὶ παχύ· περιβόλαιον ἀγροικικόν, δουλι‐ κόν, παλαιόν· ἢ χιτὼν δερμάτινος. βορέῃ λέγουσιν ἡλίῳ τε τοιαύτην ἔριν γενέσθαι, πότερος ἀνδρὸς ἀγροίκου ὁδοιποροῦντος τὴν σισύραν ἐκδύσει.

### σ 487

Σισύρα: χλαίνης εἶδος εὐτελοῦς, οἷον ἐξωμίς. οἱ δὲ ἐς Βυ‐ ζάντιον ᾔεσαν, σισύρας ἐπὶ τῶν ὤμων αὐτοὶ φέροντες, ἐν αἷς δὴ ἄλλο οὐδέν, ὅτι μὴ διπύρους ἄρτους οἴκοθεν ἐμβεβλημένοι ἀφίκοντο. καὶ Ἀριστοφάνης· χειμῶνος ὄντος τρεῖς σισύρας ἀφείλετο. καὶ αὖθις Ἀρι‐ στοφάνης· πῶς οὖν τις αὖ σώσειε τοιαύτην πόλιν, ᾗ μήτε χλαῖνα μήτε σισύρα; ᾗ μήτε χρηστὸς μήτε ὀχληρὸς πολίτης συμφέρει.

### σ 488

Σισύρα: χλαίνης εἶδος εὐτελοῦς, οἷον ἐξωμὶς ἢ διπλοῒς ἤ τι τοιοῦτον. ὁ δὲ νοῦς, μήτε χρηστὸς μήτε φαῦλος.

### σ 489

Σισύφειον: τὸ τοῦ Σισύφου. καὶ Σισύφειος λίθος.

### σ 490

Σίσυφος: ὄνομα κύριον. Ἀριστοφάνης· ἀλλ’ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου, ὡς σκῆψιν ἁγὼν οὗτος οὐ προσδέξεται. ὥρα ’στὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν. δριμύν τινα καὶ πανοῦργον παραδεδώκασιν οἱ ποιηταὶ Σίσυφον, διὰ μιᾶς λέξεως παρ’ Ὁμήρῳ δεδιδαγμένοι· ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν. καὶ Σισυφιδῶν γενεᾶς, τῆς τοῦ Ὀδυσσέως. εἴρηται δὲ ἐπὶ τῶν πανούργων καὶ κακοήθων· ἐκ γὰρ Σισύφου κατάγει τὸ γένος ὁ Ὀδυσσεύς. ὁ δὲ Σίσυφος Κορίνθου βασιλεύς, πανοῦργος ἀνήρ· περὶ οὗ φησιν Ὅμηρος· ὃ κέρ‐ διστος γένετ’ ἀνδρῶν. ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ μονογράμματα ἔγραψεν ὀνόματα. Αὐτόλυκος δὲ κατ’ ἐκεῖνο καιροῦ ἐκέκαστο κλεπτοσύνῃ θ’ ὅρκῳ τε, καὶ τὰ κλεπτόμενα παρ’ αὐτοῦ τὴν μορφὴν ἤλλασσε. κλέψας οὖν καὶ Σισύφου θρέμματα καὶ μεταβαλὼν ὅμως οὐκ ἔλαθε τὸν Σίσυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων. ἐπὶ τούτοις δὲ ἐξευμενιζόμενον τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὐτοῦ Ἀντίκλειαν συγκατέκλινεν αὐτῷ καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα συνῴκισε Λαέρτῃ· διὸ Σι‐ σύφου ὁ Ὀδυσσεύς.

### σ 491

Σῖτα· ὅτι Φιλοποίμην μετὰ δευτέραν ἡμέραν ἀπὸ τῆς πρὸς πόλεμον ἐξόδου παρήγγειλε τὰ βʹ σῖτα τρία ποιεῖν, ὅτε βούλοιτο μίαν ἡμέραν προσλαβεῖν· ποτὲ δὲ τὰ δύο, τέτταρα.

### σ 492

Σίττα: ὄνομα πόλεως. καὶ Σίττας, ὄνομα κύριον.

### σ 493

Σιτάκη: ὄνομα πόλεως.

### σ 494

Σίταλκος: ὁ τῶν Θρᾳκῶν βασιλεύς.

### σ 495

Σιτηρέσιον: τὸ διδόμενόν τισιν εἰς τροφήν. καὶ Σιτηρόν, ὁ σῖτος.

### σ 496

Σιτίσεων: τροφῶν, δαπανῶν.

### σ 497

Σιτίζω· αἰτιατικῇ.

### σ 498

Σιτοβολίοις: ἀποθήκαις. τὰς δὲ οἰκίας τῆς πόλεως ἀκεραίους διεφύλαξε καὶ τὰ τείχη, βουλόμενος σιτοβολίοις χρήσασθαι πρὸς παρα‐ χειμασίαν. καὶ Σιτοβολῶνος.

### σ 499

Σιτοδεία: λιμός, ἔνδεια.

### σ 500

Σιτολία: ὄνομα πόλεως.

### σ 501

Σιτομετρεῖν: τὸ σῖτον παρέχειν. καὶ Σιτομέτριον, ἡ σιτοδοσία. Πολύβιος· ὁ δὲ Φίλιππος διαδοὺς ὅτι μέλλει σιτομετρεῖν, ἐκήρυξεν, ὅσοι μὴ πλεῖον ἔχουσι λʹ ἡμερῶν σῖτον, ἀπογράφεσθαι πρὸς αὐτόν. καὶ Σιτοποιεῖσθαι παρὰ Ξενοφῶντι τὸ τροφὴν λαμ‐ βάνειν. σιτοποιεῖσθαί τε ἀνάγκη καὶ κοιμᾶσθαι. καὶ Σιτοπομπία.

### σ 502

Σῖτος: πᾶς ὁ σιτικὸς καρπός, οὐχ ὁ πυρὸς μόνον· καὶ αὐτὰ τὰ σιτία. Θουκυδίδης δʹ· καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον, αἱ μὲν σῖτον ἐν τῇ γῇ ᾑροῦντο, αἱ δὲ μετέωροι ὥρμων. ζήτει ἐν τῷ συνωνή. Σῖτος καλεῖται καὶ ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν τοῦ Σόλωνος πρώην τοῦ ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον· οὐκ ὀρθῶς ἡγούμενος.

### σ 503

Σίτου: τροφῆς. καὶ Σίτου δίκη· ὅταν γυνὴ ἀποδικεῖν ποιησα‐ μένη πρὸς τὸν ἄνδρα διὰ τοῦ ἄρχοντος ἢ καὶ ὑπὸ τοῦ ἀνδρὸς ἐκ‐ πεμφθεῖσα, μὴ ἀπολαμβάνῃ τὴν προῖκα, καὶ διαγένηται χρόνος, καὶ δίκην εἰσάγῃ πρὸς αὐτὸν καὶ ἀπαιτῇ προῖκα καὶ τροφάς, ἀφ’ ἧς ἀπηλ‐ λάγη ἡμέρας, αὕτη καλεῖται δίκη σίτου. καὶ Σίτου ἐκβολή· Θουκυ‐ δίδης, ὅταν ὁ στάχυς τῆς κάλυκος ἐκφύηται, οὐχ ὅταν ἐκ τῆς γῆς ἀναδίδοται τὰ σπέρματα.

### σ 504

Σιτούμενος: ἐσθίων.

### σ 505

Σιτοφύλακες: ἀρχή τις ἦν Ἀθήνησιν, ἥτις ἐπεμελεῖτο, ὅπως ὁ σῖτος δικαίως πραθήσεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν ιεʹ μὲν ἐν ἄστει, εʹ δὲ ἐν Πειραιεῖ. καὶ Σιτοφυλακεῖον.

### σ 506

Σιτώνης: ὁ προεστὼς τοῦ δημοσίου σίτου.

### σ 507

Σιφλός: μῶμος. ψόγος, μέμψις.

### σ 508

Σιφλώσειεν: μέμψειεν, ἐκφαυλίσειεν.

### σ 509

Σιφνεύς: ὄνομα κύριον.

### σ 510

Σιφνιάζειν: ἐπὶ τῶν τὰς χεῖρας προσαγόντων τοῖς ἰσχίοις· ὥσπερ Λεσβιάζειν ἐπὶ τῶν παρανομούντων ἐν τοῖς ἀφροδισίοις. Σιφνιάζειν καὶ Λεσβιάζειν, ἀπὸ τῆς νήσου Σίφνου, ὡς καὶ τὸ Κρητίζειν. καὶ τὸ Σίφνιος δὲ ἀρραβὼν ὁμοίως· Σιφνιάζειν γὰρ τὸ ἅπτεσθαι τῆς πυγῆς δακτύλῳ, Λεσβιάζειν δὲ τὸ τῷ στόματι παρα‐ νομεῖν.

### σ 511

Σίφνιοι· οὗτοι πλουσιώτατοι ἐγένοντο, οὐ μόνον τῶν νησιωτῶν, ἀλλὰ καὶ τῶν ἠπειρωτῶν εὖ μάλα συχνῶν. ἕως μὲν οὖν τὴν δεκάτην ἐς Δελφοὺς ἀπέστελλον εὐτάκτως καὶ ἐπείθοντο τῷ χρησμῷ τῷ τοῦτο προστάξαντι, τὰ τοῦ πλούτου αὐτοῖς ἐπίδοσιν εἶχε, φανέντων ἀργυ‐ ρείων μετάλλων. ἐπεὶ δὲ τὴν φορὰν τὴν τῆς ἀπαρχῆς ἐξέλιπον, θάλασσα ἐπιρρεύσασα καὶ ἐπικλύσασα ἠφάνισεν αὐτοῖς τὴν τοῦ πλούτου χορηγίαν, περιῆλθόν τε εἰς πενίαν νησιωτικὴν καὶ ἀπορίαν δεινήν. ἐκ τῶν Ἴωνος Φρουρῶν. φησὶ δὲ καὶ Ἀριστοφάνης· ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ’ ἔχειν. τουτέστιν ἡ πόλις τῶν Ἀθηναίων ποθεῖ μὲν ὡς δραστήριον τὸν Ἀλκιβιάδην, μισεῖ δὲ ὡς τυραννικόν. ἐπιφέρει γάρ, μισῶ πολίτην, ὅς τις ὠφελεῖν πάτραν βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς· καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον. καὶ τοῦτο περὶ Ἀλκιβιάδου, βραδέως μὲν ὠφελοῦντος τὴν πατρίδα, ταχέως δὲ βλάπτοντος.

### σ 512

Σιφωνίζειν: κυρίως ἐπὶ τῶν ὑγρῶν, τὸ ἀποσπᾶν. Ἀριστοφάνης δὲ κατεχρήσατο, εἰπών, σιφωνίζομεν τὸν σῖτον.

### σ 513

Σθεναρός: ἰσχυρός.

### σ 514

Σθένει: δύναται. Σθένει δὲ δοτική.

### σ 515

Σθενέβοια: Προίτου γυνή. αὕτη φιλήσασα τὸν Βελλεροφόντην καὶ μὴ ἐπιτυχοῦσα διὰ τὴν τούτου σωφροσύνην τοὐναντίον διέβαλεν αὐτὸν τῷ Προίτῳ, ὡς βουλόμενον αὐτὴν μοιχεῦσαι. καὶ ἀγανακτήσας ὁ Προῖτος ἔπεμψεν αὐτὸν τῷ Ἰοβάτῃ, τῷ πατρὶ τῆς Σθενεβοίας, ἵνα ἐκεῖνος αὐτὸν φονεύσῃ· ὁ γὰρ Προῖτος ἀνελεῖν αὐτὸν οὐκ ἠβουλήθη, ἐπειδὴ ἐν τάξει τέκνου ἀνεθρέψατο αὐτόν. αἰσθόμενος δὲ ὁ Ἰοβάτης ὅτι ψευδής ἐστιν ἡ κατ’ αὐτοῦ κατηγορία, ἐφείσατο τοῦ Βελλεροφόντου. μετὰ δὲ τὴν βασιλείαν τοῦ Προίτου Ἀκρίσιος ἐβασίλευσε. θάνατος Σθενεβοίας ἀνάπυστος ἐγένετο. ἀντὶ τοῦ φανερός.

### σ 516

Σθένης: ἰσχυρός, καρτερός.

### σ 517

Σθένις, Σθένιδος: ὄνομα κύριον.

### σ 518

Σθένος: δύναμις. καὶ ἡ δοτικὴ τῷ σθένει.

### σ 519

Σκάζει: χωλεύει.

### σ 520

Σκάλα: Ῥωμαϊστὶ ὁ ἀναβολεύς.

### σ 521

Σκαλαθῦραι: συνουσιάσαι. Ἀριστοφάνης· ἢν μείρακ’ ἰδὼν ἐπι‐ θυμήσῃ καὶ βούληται σκαλαθῦραι.

### σ 522

Σκαλαθυρμάτια: σκιάς τινας. καὶ σκαλεύματα. ἔγκειται δὲ τὸ ἄθυρμα, οἷον παίγνιον καὶ οὐδὲν ἀξιόπιστον. τουτέστι λεπτὰ καὶ παντάπασι μικρὰ νοήματα, καὶ μαθήματα, σκαριφεύματα.

### σ 523

Σκαλεύειν: ἀνακινεῖν, διαξαίνειν. Ἀριστοφάνης· ἐν εἰρήνῃ διάγειν ἔχωνθ’ ἑταίραν καὶ σκαλεύτους ἄνθρακας. ἀντὶ τοῦ ζωπυροῦντα τοὺς ἄνθρακας· ἢ ἐνθάδε τὸ γυναικεῖον αἰδοῖον ἄνθρακας εἶπεν· ἢ ἀντὶ τοῦ ἐν ἀγρῷ διατρίβων· ἐπεὶ οὗτοι ὀπτῶσι βαλάνους καὶ σκα‐ λεύουσι τοὺς ἄνθρακας ἐν τῷ ὀπτεῖν.

### σ 524

Σκαληνός: ἄνισος. καὶ Σκαληνόν, γεωμετρικὸν σχῆμα, δίκην σκάλας.

### σ 525

Σκαλμίδια· ἀσπαζόμεσθ’ ἐρετμὰ καὶ σκαλμίδια, φησὶν ὁ Κωμικός.

### σ 526

Σκάλλοντες: σκάπτοντες.

### σ 527

Σκάλοπας: μύας τινάς, οὓς φαμὲν ἀσπάλακας.

### σ 528

Σκάμανδρος: ποταμός. καὶ Σκαμανδριαίους, ποτα‐ μιαίους. καὶ Σκαμάνδριον ῥεῦμα.

### σ 529

Σκαμβή: διεστραμμένη.

### σ 530

Σκαμβὸν ξυλὸν οὐδέποτ’ ὀρθόν· ζήτει ἐν τῷ τὸ σκαμβόν.

### σ 531

Σκάμων: ὄνομα κύριον.

### σ 532

Σκαμμωνία: εἶδος βοτάνης.

### σ 533

Σκαμμωνίδαι: δῆμος τῆς Λεοντίδος.

### σ 534

Σκανδάληθρα: τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ ξύλα. ἀπὸ τοῦ συμπίπτειν καὶ κρατεῖν τὸ ἐμπεσόν. τὰ πέταυρα τῶν παγίδων, ἃ Ἀρ‐ χίλοχος ῥόπτρα ἐκάλεσεν. Ἀριστοφάνης· κᾆτ’ ἀνελκύσας ἐρωτᾷ, σκαν‐ δάληθρ’ ἱστὰς ἐπῶν. ἀντὶ τοῦ ἐρείσματα λόγων καὶ βάρη.

### σ 535

Σκάνδεια: ὄνομα πόλεως.

### σ 536

Σκάνδιξ: θηλυκόν. λάχανον ἄγριον· παρ’ ὃ καὶ σκανδικο‐ πώλην τὸν Εὐριπίδην λέγουσιν· ἐπεὶ λαχανοπωλητρίας υἱὸν αὐτὸν εἶναί φασι. σκάνδικά μοι δός, μητρόθεν δεδεγμένος. καὶ μή μοι τὰ τοῦ σκανδικοπώλου παρατραγῴδει, σεμνὸν τὸ τῆς Πειρήνης ὕδωρ ἀποκαλοῦντος. Σκάνδικα οὖν λάχανα, οὐ τὰ ἐκ τῶν κηπίων, ἀλλὰ τὰ αὐτομάτως φυόμενα, ὥς φησιν Ἀνδοκίδης. μὴ γὰρ ἴδοιμέν ποτε πάλιν ἐκ τῶν ὀρέων τοὺς ἀνθρακευτὰς ἥκοντας, καὶ πρόβατα καὶ βοῦς καὶ τὰς ἁμάξας εἰς τὸ ἄστυ, καὶ γύναια καὶ πρεσβυτέρους ἄνδρας καὶ ἐργάτας ἐξοπλιζομένους, μηδὲ ἄγρια λάχανα καὶ σκάνδικας ἔτι φάγοιμεν.

### σ 537

Σκαπάνη: σκάφιον, ὀρύγιον, δικέλλιον. ὁ παρ’ ἡμῖν τζόκος λεγόμενος.

### σ 538

Σκαρδαμύττει: πυκνὰ τοὺς ὀφθαλμοὺς κλείει καὶ ἀνοίγει. παρὰ τὸ σκαίρειν καὶ μύειν τοὺς ὀφθαλμοὺς καὶ πυκνῶς βλεφαρίζειν.

### σ 539

Σκαριφισμοῖς: οἷον σκαρισμοῖς, καὶ λεπτολογίαις, εὐτελείαις, σκιαγραφίαις· σκαριφεύειν γὰρ τὸ τοὺς ζωγράφους ὑποτυπῶσαι πρῶτον τοὺς γραφομένους.

### σ 540

Σκάριφον: τὸ κάρφος, καὶ φρύγανον. καὶ σκαριφήσασθαί ἐστι τὸ ἐπισεσυρ‐ μένως τι ποιεῖν καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν.

### σ 541

Σκάρος: ὄνομα ἰχθύος. Αἰλιανός· μόνος ὁ θαλάσσιος σκάρος τὴν τροφὴν ἀναπολεῖ, ὥσπερ καὶ τὰ βληχητά, ἃ δὴ μηρυκᾶται. ἀναπολεῖ οὖν ἀναπτύσσει, μηρυκίζεται.

### σ 542

Σκαφεία: ἡ σκάφευσις. καὶ Σκαφείδιον, τὸ λισγάριον. καὶ Σκαφεῖον ὁμοίως.

### σ 543

Σκάφη: πόλις. Σκάφη δὲ τὰ κοιλώματα τῶν νηῶν, ἃ ἡμεῖς γάστρας καλοῦμεν. ἀντὶ τοῦ γαστέρας.

### σ 544

Σκαφηφόροι· Δείναρχος ἐν τῷ κατὰ Ἀγησικλέους φησίν· οἱ ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρόπολιν ἀναβήσονται, οὐχ ὑμῖν ἔχοντες χάριν τῆς πολιτείας, ἀλλὰ τῷ ἀργυρίῳ. οὗτοι γὰρ ἐσκαφη‐ φόρουν Ἀθήνησι. Δημήτριος γοῦν ἐν γʹ Νομοθεσίας φησίν, ὅτι προσέτατ‐ τεν ὁ νόμος τοῖς μετοίκοις ἐν ταῖς πομπαῖς αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδεια.

### σ 545

Σκάφιον: εἶδος κουρᾶς. Ἀριστοφάνης· σὺ δὲ κοψίχῳ ἔοικας σκάφιον ἀποτετιλμένῳ

### σ 546

Σκαιᾷ: τῇ ἀριστερᾷ.

### σ 547

Σκαιεμβατεῖν: τὸ σκαιῶς καὶ ἀρύθμως ἐμβαίνειν ὀρχούμενον· τὸ ἐν τῇ συνηθείᾳ κενεμβατεῖν.

### σ 548

Σκαιός: ἀριστερός, ἄφωνος, κακός. οὕτως ἐκάλουν τοὺς ἀμαθεῖς καὶ δυσπαρακολουθήτους καὶ τοὺς μωρούς· ἀπὸ τῆς σκαιᾶς. Ἀριστοφάνης Νεφέλαις· οὐκ εἶδον οὕτως ἄνδρα ἀγροῖκον οὐδαμοῦ, οὐδ’ ἄπορον, οὐδὲ σκαιόν, οὐδ’ ἐπιλήσμονα. καὶ αὖθις Ἀριστοφάνης· οὐ σκαιὸς ἦν ἄνθρωπος· ἀλλ’ ἠπίστατο γραὸς καπρώσης τἀφόδια κατεσθίειν. ἀντὶ τοῦ κολακεύειν καὶ ἐσθίειν τὰ ἀναλώματα. καὶ αὖθις· ὁ δὲ ἐν μὲν ταῖς ἐντεύξεσι σκαιὸς ἦν, ἐν δὲ ταῖς πράξεσι καὶ μάλα ἐς τοὐναντίον ἤπιος καὶ τὸ ἀγχίνουν ἀποχρώντως ἔχων. καὶ Σκαιόθεν, ἐπίρρημα. λέγεται καὶ Σκαιοσύνη παρὰ Ἀριστοφάνει.

### σ 549

Σκαιότατον: ἀπαίδευτον. Ἀριστοφάνης Νεφέλαις· σκαιότατον γερόντιον.

### σ 550

Σκαιότης: μωρία, ἀπαιδευσία, ἀγριότης, ἀπάτη.

### σ 551

Σκαιωρία: ἡ κακὴ βουλή.

### σ 552

Σκαίροντες: χορεύοντες, σκαρίζοντες.

### σ 553

Σκεδάζει: σκορπίζει.

### σ 554

Σκεδάννυσθαι.

### σ 555

Σκελετός: ὁ ξηρός.

### σ 556

Σκελλίου υἱός: ὁ Ἀριστοκράτης. φησὶν οὖν Ἀριστοφάνης· καὶ τὸν Σκελλίου βδελύττομαι. ἤγουν τὸν Ἀριστοκράτην. διὰ τὸν Ἀριστο‐ κράτην οὕτω φησί, μισῶ τὴν ἀριστοκρατίαν, ὅτι καὶ τὸν Ἀριστοκράτην μισῶ· ὅτι κέκληται τῷ ὀνόματι τούτῳ.

### σ 557

Σκεμμούς: βουλάς, σκέψεις. τούτῳ δὲ τοῦ βασιλέως κατεμήνυον τοὺς σκεμμούς.

### σ 558

Σκέπανον: σκέπη. καὶ πῖλον κεφαλᾶς οὐχ ὁσίας σκέπανον. λέγεται καὶ Σκέπας. Καυσίη, τὸ πάροιθεν Μακηδόσιν εὔκολον ὅπλον, καὶ σκέπας ἐν νιφετῷ, καὶ κόρυς ἐν πολέμῳ.

### σ 559

Σκεπεινὸς τόπος.

### σ 560

Σκέπη: παρὰ Ἡροδότῳ θήκη, δέρμα.

### σ 561

Σκέρβολλε: λοιδόρει. μὴ σκέρβολλε πονηρά. τουτέστι μὴ λοιδόρει πικρά, μὴ ποίκιλλε. δηλοῖ δὲ ἡ λέξις καὶ τὸ κερτομεῖν.

### σ 562

Σκευή: ὅπλισις, ἢ στολή. ὁ δὲ ἱερεὺς σκευὴν ἐσκευάζετο τὴν τοῦ δημίου, μεταλαβὼν ἀντὶ τῶν σεμνοτάτων τὰ οἴκτιστα. τὰ δὲ πολλὰ τῶν θηρίων εἰς βάθος νηξάμενα, τῆς θαλάσσης αὐτοῖς εἰς τὰς σκευὰς ἐμπεσούσης, ἀπεπνίγη. ὁ δὲ Καρτερὸς τῆς τε σκευῆς τῇ λαμπρότητι διαφέρων ἦν.

### σ 563

Σκεῦος: χωρητικόν τινος εἴδους ἀγγεῖον. Πολύβιος· ἦν δὲ ὁ Δαμοκλῆς σκεῦος εὐφυές, πολλὰς ἔχων ἀφορμὰς εἰς πραγμάτων οἰκο‐ νομίαν. καὶ Σκευοποιοῦντα τὸ πρᾶγμα· Ὑπερίδης ἐν τῷ κατὰ Ἀντιθέτου. ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλαττόμενον.

### σ 564

Σκευοφορεῖον. καὶ Σιτοφυλακεῖον· σκευοφυλάκιον δέ, καὶ χαρτοφυλάκιον.

### σ 565

Σκευωρία: κατασκευή, ἐπιβουλή, βλάβη.

### σ 566

Σκειρωθέντος ἥπατος. Σκείρωμα γὰρ πάθος περὶ τὸ ἧπαρ ἀνίατον. διὰ τὸ ι γραπτέον.

### σ 567

Σκειρωνίδης. ὄνομα πατρωνυμικόν.

### σ 568

Σκείρωνος: ὄνομα λῃστοῦ. καὶ Σκειρωνὶς πέτρα, ἡ τραχεῖα. καὶ διφορεῖται.

### σ 569

Σκηνή. Σκηνή ἐστιν ἡ μέση θύρα τοῦ θεάτρου. παρασκήνια δὲ τὰ ἔνθεν καὶ ἔνθεν τῆς μέσης θύρας. ἵνα δὲ σαφέστερον εἴπω, μετὰ τὴν σκηνὴν εὐθὺς καὶ τὰ παρασκήνια ἡ ὀρχήστρα. αὕτη δὲ ἔστιν ὁ τόπος, ὁ ἐκ σανίδων ἔχων τὸ ἔδαφος· ἀφ’ οὗ θεατρίζουσιν οἱ μῖμοι. ἔστι μετὰ τὴν ὀρχήστραν βωμὸς τοῦ Διονύσου· ὃ καλεῖται θυμέλη [Omitted graphic marker] παρὰ τὸ θύειν, μετὰ δὲ τὴν θυμέλην ἡ κονίστρα, τουτέστι τὸ κάτω ἔδαφος τοῦ θεάτρου. καὶ Σκηνήτης, ὁ ἐπὶ τῇ σκηνῇ. αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις, σκηνίτης μαλακοὺς κισσὸς ἅλοιτο πόδας.

### σ 570

Σκηνίτης· Ἰσοκράτης Τραπεζιτικῷ· Πυθόδωρον γὰρ τὸν Σκηνίτην καλούμενον. ἔοικε δὲ ἐπωνύμιον εἶναι. μήποτε δὲ ὡς εἰς ἀγοραῖον λεγόμενον· ἐπεὶ ἐν σκηναῖς ἐπιπράσκετο πολλὰ τῶν ὠνίων. καὶ Σκηνήτης βίος, ὁ ἀπερινόητος. καί, Σκηνὴν δέ, ἣν ἔχουσιν· οὐδὲ γὰρ ταύτην λαβόντες ἀναφέρουσιν. Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. ἔοικε δὲ σκεῦός τι εἶναι· ὅπερ οἱ μὲν κόσμον τινὰ γυναικεῖον εἶναί φασιν, οἱ δὲ σκιάδιον. καὶ Σκηνὴν ἐπήξατο, τουτέστι τένδαν, κατὰ γλῶσσαν.

### σ 571

Σκηνημάτων: τῶν οἰκήσεων. χειμέριον νύκτα τηρήσαντες ἐξ‐ ῆλθον, ἐν ᾗ οὐδ’ ἄν τις τῶν βαρβάρων τῶν ἠθάδων ἄνευ τινὸς ἐξ‐ αισίου ἀνάγκης ἔξω τῶν σκηνημάτων ἐγένετο.

### σ 572

Σκηνορράφος: ὁ τὰ δέρματα συρράπτων.

### σ 573

Σκῆνος: σκήνωμα.

### σ 574

Σκήνωμα τοῦ θεοῦ: ὁ ναὸς τοῦ θεοῦ.

### σ 575

Σκηπάνιον: σκῆπτρον.

### σ 576

Σκήπιος: ὁ προφασιζόμενος.

### σ 577

Σκηπίων. ὅτι Σκηπίων ὁ Ῥωμαίων στρατηγὸς πρὸς Ἀννίβαν τὸν Καρχηδονίων στρατηγὸν ἐποιεῖτο συμβάσεις. ἦν δὲ δὴ συνελθόντων ἰδεῖν τὸν μὲν Σκηπίωνα ἐκπρεπῆ τε τὸ σῶμα καὶ ὑψηλόφρονα καὶ πρὸς τὸ χαρίεν μᾶλλον ἢ φοβερὸν πεφυκότα· Ἀννίβᾳ δὲ κάλλος κατα‐ πληκτικὸν ἦν τῷ δεινῷ τε καὶ συνεστραμμένῳ τοῦ προσώπου μεμιγμένον. οὐ συμβαινόντων δὲ ἐπὶ τοῖς εἰρημένοις· ἀλλὰ τάχος συμπίπτειν τοῖς Ῥωμαίοις διεκελεύοντο. ὅτι ἄνδρες τινὲς Καρχηδονίων ἐπὶ κατα‐ σκοπῇ τῶν ἐναντίων σταλέντες ὑπὸ Ἀννίβου τοῖς Ῥωμαίοις περι‐ πίπτουσιν· οὓς ἀχθέντας ὡς αὐτὸν ὁ Πόπλιος κακὸν μὲν οὐδὲν εἰργά‐ σατο, περινοστῆσαι δὲ κελεύει τὸ στρατόπεδον καὶ δεῖπνον ἑλομένους ἀποχωρεῖν σῴους, ἀπαγγελοῦντας Ἀννίβᾳ τὰ περὶ τὴν στρατιὰν ὡς ἔχοι Ῥωμαίοις.

### σ 578

Σκήπων: ῥόπαλον· παρ’ ὃ καὶ σκαπάνιον. ἦπου σοφὸς ἦν, ὃς ἔφασκε πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσαις, οὐκ ἂν δικάσαις. σὺ δ’ ἤδη πολλῷ νενίκηκας· ὥστ’ ἤδη τὴν ὀργὴν χαλάσας. τοὺς σκήπωνας καταβάλλω.

### σ 579

Σκήπτεται: προφασίζεται.

### σ 580

Σκηπτόμενος: ἐπερειδόμενος, στηριζόμενος. καὶ Σκηριπτό‐ μενος ὁμοίως.

### σ 581

Σκηπτός: κεραυνὸς ἄνωθεν διάπυρος. ὥσπερ τις λαίλαψ ἐπι‐ θαλάττιος ἢ ῥαγδαῖος σκηπτὸς ἐξαπιναίως ἐπεφοίτησε. καὶ αὖθις· σκηπτοὶ τοίνυν κατηνέχθησαν καὶ τὸ στρατόπεδον κατέπρησαν. καὶ αὖθις· νέφη συνέδραμε, καὶ ὑετοὶ πολλοὶ καὶ σκηπτοὶ κατώλισθον.

### σ 582

Σκηπτοῦχος: βασιλεύς. σκηπτροφόρος.

### σ 583

Σκῆπτρον: βασιλικὴ ῥάβδος.

### σ 584

Σκηριπτόμενος: ἐπερειδόμενος, στηριζόμενος.

### σ 585

Σκήρων: ὄνομα ἔθνους.

### σ 586

Σκηρωνεύς: ἐθνικόν.

### σ 587

Σκῆτις, Σκήτεως.

### σ 588

Σκήψας: ἐπιβάλλων, ἐπιφέρων. Σοφοκλῆς· ἐν δ’ ὁ πυρφόρος θεὸς σκήψας ἐλαύνει λοιμὸς ἔχθιστος πόλιν. καὶ σκηψαμένων τινῶν προδοσίαν ὁμογλώσσων τοῖς Σκύθαις, τοῖς καλουμένοις Γρουθίγγοις.

### σ 589

Σκῆψις: παρακάλυμμα. πρόφασις, ἢ φροντίς, ἀναβολή. καὶ Σκήπτομαι. Ἀριστοφάνης Πλούτῳ· σκήπτομαί γ’, ὅταν τύχω. ἀντὶ τοῦ προφασίζομαι. καὶ Σοφοκλῆς· ἀλλ’ εἰσόρα, μὴ σκῆψιν οὐκ οὖσαν τίθῃς.

### σ 590

Σκῆψις: πόλις ἐστὶν ἐν τῇ Τροίᾳ· ἧς μνημονεύει Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους.

### σ 591

Σκιά· ζήτει ἐν τῷ δεκάπους σκιά.

### σ 592

Σκιαγραφία: ἡ προτύπωσις.

### σ 593

Σκιαγραφῶ· αἰτιατικῇ.

### σ 594

Σκιάδειον: κατασκεύασμά τι, ὅπερ ἐφόρουν αἱ κανηφόροι ἀπι‐ οῦσαι εἰς τὰ Ἐλευσίνια, ἕνεκεν τοῦ μὴ καίεσθαι ὑπὸ τοῦ ἡλίου. ἢ ὅπερ ἡμεῖς καμελαύκιον λέγομεν.

### σ 595

Σκιαδίων: καρουχίων.

### σ 596

Σκιὰ θανάτου: οἱ πρὸς θάνατον ἄγοντες κίνδυνοι.

### σ 597

Σκίαθος: νῆσός ἐστι πλησίον Εὐβοίας, ἧς μέμνηται Δημοσθένης ἐν Φιλιππικοῖς.

### σ 598

Σκιαμαχῶ: ἐπὶ τῶν ἀδυνάτων. τῇ σκιᾷ μάχομαι.

### σ 599

Σκιὰ ὀνείρων: ἐπὶ τῶν ἀδήλων πραγμάτων. Δαμάσκιος· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα συγγραφώμεθα, σκιὰν ὀνεί‐ ρων, κατὰ Πίνδαρον.

### σ 600

Σκιάποδες: ἐν Λιβύῃ ἔθνος, πλατεῖς ἔχον τοὺς πόδας· οἳ ἐν τῷ καύματι ἐκ τῶν ποδῶν ἑαυτοῖς σκιὰν ποιοῦσι. περὶ τὸν δυτικὸν ὠκεανόν, πρὸς τῇ κεκαυμένῃ ζώνῃ Σκιάποδες· τούτους ἔχειν βήματά φασι τοῦ παντὸς σώματος μείζονα· διὰ δὲ τὸ μὴ ἔχειν οἴκους, ἀλλ’ ὑπὸ τοῦ καύματος ἀναλίσκεσθαι, τετραποδηδὸν βαδίζοντας, ἀνορθοῦν τὸν ἕτερον τῶν ποδῶν καὶ κατασκιάζειν τὸ λοιπὸν σῶμα. τοῦτο γὰρ αὐτοῖς ἐχαρίσατο ἡ φύσις, ἴσης οὔσης τῆς γῆς αὐτῶν καὶ τραχείας καὶ κατάδυσιν μὴ ἐχούσης εἰς ἀποφυγὴν τοῦ καύματος.

### σ 601

Σκιάποδες: Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν. Κτησίας ἐν τῷ Περίπλῳ Ἀσίας φησίν· ὑπὲρ δὲ τούτων Σκιάποδες, οἳ τούς τε πόδας ὡς χῆνες ἔχουσι κάρτα πλατέας, καὶ ὅταν θέρμη ᾖ, ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη σκιάζονται τοῖς ποσίν.

### σ 602

Σκιάς: ἀναδενδράς. σημαίνει δὲ καὶ τὴν παρὰ Ἀθηναίοις λεγο‐ μένην θόλον.

### σ 603

Σκιδνάμενος: σκορπιζόμενος.

### σ 604

Σκιερά· Ἀριστοφάνης· πάρες, ὦ σκιερά.

### σ 605

Σκίλλα: εἶδος βοτάνης πικρᾶς καὶ θανατηφόρου τοῖς ἐσθίουσι.

### σ 606

Σκιμαλίσω: ἐξουδενώσω, χλευάσω, τῷ μικρῷ δακτύλῳ ὡς τῶν γυναικείων πυγῶν ἅψομαι. λέγεται δὲ σκιμαλίζειν κυρίως τὸ τῷ μικρῷ δακτύλῳ ἀποπειρᾶσθαι, εἰ ᾠοτοκοῦσιν αἱ ἀλεκτορίδες. δυοῖν ὑπερ‐ ανακειμένοιν ἐν πότῳ τοῦ Ζήνωνος, καὶ τοῦ ὑπ’ αὐτὸν τὸν ὑφ’ ἑαυτὸν σκιμαλίζοντος τῷ ποδί, αὐτὸς ἐκεῖνον τῷ γόνατι. ἐπιστραφέντος δέ, τί οὖν, οἴει, τὸν ὑποκάτω σου πάσχειν ὑπὸ σοῦ;

### σ 607

Σκίμπους: κράββατος· ἢ σκάμνος. καὶ Σκίμποδος. ἱερὸν σκίμποδά φησιν Ἀριστοφάνης ἐν Νεφέλαις ἢ τὴν τῶν φιλοσόφων καθέδραν ἢ τὸν κράββατον. φασὶ δὲ σκιμπόδιον ἰδίως λέγεσθαι τὸ χωλοκράββατον· σκιμβάζειν γὰρ τὸ χωλαίνειν παρὰ τοῖς παλαιοῖς. ἢ τὸν σκαμβοὺς ἔχοντα πόδας.

### σ 608

Σκινδάλαμοι: τὰ τῶν καλάμων ἀποξύσματα, ἢ σκόλοπες. ἡ ἐπεξεργασία τῶν ἀκριβῶν σκινδάλαμοι· τοῦτο δὲ ἐπὶ μὲν εὐθείας ὀξύνεται, ἐπὶ δὲ τῶν πλαγίων παροξύνεται. σκινδαλάμους οὖν λεπτολογίας. Ἀρι‐ στοφάνης Νεφέλαις· λόγων ἀκριβῶν σκινδαλάμους μαθήσομαι. καὶ Σκινδαλμῶν παραξόνια· σκινδαλμὸς κυρίως τὸ περὶ τὸν φλοιὸν τοῦ καλάμου ξέσμα· παραξόνια δὲ οἷον κινδυνώδη καὶ παράβολα, περὶ τὸν τροχὸν ἑλκόμενα.

### σ 609

Σκινδαψός: ὄργανον μουσικόν. περὶ Ζήνωνος τοῦ Κιτιέως· ὁ δ’ ἔρρει γύργαθος αὐτοῦ μικρὸς ἰών· νοῦν δ’ εἶχεν ἐλάσσονα σκιν‐ δαψοῖο.

### σ 610

Σκινδαψός: ἀφάνα.

### σ 611

Σκινθίζεται: λακτίζεται.

### σ 612

Σκιόεις, σκιόεντος κλίνεται. καὶ Σκιόεντα, σύσκια.

### σ 613

Σκιόθηρα: εἶδος πλοίου.

### σ 614

Σκιώνην· ἦ μοι κρεῖττον ἦν τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.

### σ 615

Σκιωρεῖται: λόχος ἀνδρῶν ἑξακοσίων Ἀρκαδικός, ὁ ἀρχόμενός τε ἐν τοῖς πολεμίοις καὶ τελευταῖος ἀναχωρῶν.

### σ 616

Σκιπίων· οὗτος στρατηγὸς γέγονε Ῥωμαίων, ὃς χρησμὸν εἴρηκεν, οὐ λόγον. καὶ γὰρ μετὰ τὴν τῆς Καρχηδόνος καθαίρεσιν θαρσούντων Ῥωμαίων, ὡς εἰρήνῃ καὶ ἡσυχίᾳ τὸ λοιπὸν διάξονται τοῦ χρόνου, παρελθὼν εἰς μέσους, νῦν μέντοι χρὴ νομίζειν, ἔφη, πολέμων ἀρχὰς τὰ παρόντα· κινδυνεύσομεν γὰρ μήτε οὓς φοβήσομεν, μήτε οὓς φοβη‐ θῶμεν ἀπολελοιπότες. ἀλλὰ Ῥωμαίοις μέν, καὶ Καρχηδονίων ἀνῃρη‐ μένων, ἐπικλυσθέντες ἕτεροι πόλεμοι πρὸς τὸ σωφρονεῖν ἤρκεσαν αὐτούς. τῷ γὰρ βασιλεῖ ἐς ἄδειαν προσελθόντι τοῦ ποιεῖν ὅ τι ἂν βούληται, παράλογοί τινες ἀρχαὶ παθῶν τὴν ψυχὴν ὑπολαβοῦσαι, πρὸς ὑπερορίους ἔτι καὶ ἀτοπωτέρας ὁρμάς τε καὶ ἐνεργείας τὴν ὅλην βασιλείαν ἐξέωσαν. ζήτει ὀπίσω ἐν τοῖς τοῦ η περὶ Σκηπίωνος.

### σ 617

Σκίρρα: γῆ λευκή, ὥσπερ γύψος.

### σ 618

Σκίπωνος: τῆς ῥάβδου. καὶ Σκίπτωνος.

### σ 619

Σκιράδος: τῆς Ἀθηνᾶς.

### σ 620

Σκιραφεῖον: κυβευτήριον. ἐπειδὴ διέτριβον Σκίρῳ οἱ κυ‐ βεύοντες, ὡς Θεόπομπος.

### σ 621

Σκίρρον· κυνῶν ἁπάντων μονοφαγίστατον, ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ ἐκ τῶν πόλεων τὸ σκίρρον ἐξεδήδοκε.

### σ 622

Σκιρρόν: τὸ ξηρόν.

### σ 623

Σκίρον: Σκίρα, ἑορτὴ παρ’ Ἀθηναίοις, ἀφ’ ἧς καὶ ὁ μὴν Σκιρο‐ φοριών. φασὶ δὲ οἱ γράψαντες περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθή‐ νησιν, ὡς τὸ σκίρον σκιάδιόν ἐστι, μεθ’ οὗ φερόμενοι ἐξ ἀκροπόλεως εἴς τινα τόπον, καλούμενον Σκίρον, πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου. κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι. σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας δὲ ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν· καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν βʹ Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν βʹ Μεγαρικῶν ἀπὸ Σκίρωνος.

### σ 624

Σκῖρος: σκιάδιον. ἑορτή τις ἀγομένη τῇ Ἀθηνᾷ, ὅτε σκιαδείων ἐφρόντιζον ἐν ἀκμῇ τοῦ καύματος. σκίρα δὲ τὰ σκιάδεια. οἱ δὲ οὐ διὰ τοῦτό φασιν, ἀλλὰ διὰ τὴν ἀπὸ σκίρων Ἀθηνᾶν, ἣν Θησεὺς ἐποίησεν, ὅτε ἐπανῄει ἀποκτείνας τὸν Μινώταυρον. ἡ σκίρα δέ ἐστι γῆ λευκή, ὥσπερ γύψος. οἱ δὲ φασὶν ἀπὸ Σκίρου τοῦ Ἐλευσινίου μάντεως γενέσθαι τὴν ἐπωνυμίαν ταύτην, ἄλλοι δὲ ἀπὸ Σκίρου τοῦ συνοικίσαντος Σαλαμῖνα.

### σ 625

Σκίρρος: ὁ γύψος.

### σ 626

Σκιροφοριών: μὴν Ἀθηναίων δωδέκατος. ὠνομάσθη δὲ ἀπὸ τῆς Σκιράδος Ἀθηνᾶς.

### σ 627

Σκιροφορίων· ζήτει ἐν τῷ Διὸς κῴδιον.

### σ 628

Σκίρωμα: πάθος περὶ τὸ ἧπαρ ἀνίατον. ὅθεν καὶ ἧπαρ ἀποσκιρωθέν, οὕτω σκιρωθὲν τῇ πάθους ἀχθηδόνι.

### σ 629

Σκιρτάλος· ὅτι Διογένης ὁ Σινωπεὺς γηραιὸς γεγονὼς ὑπὸ πειρατοῦ Σκιρ‐ τάλου ἐλήφθη.

### σ 630

Σκίταλοι: παρὰ Ἀριστοφάνει οἱ εὐτελεῖς καὶ πονηροί. ἦν Σκίτων κναφεύς τις καὶ εὐτελής, ἐπὶ πονηρίᾳ κωμῳδούμενος. Ἀριστοφάνης· ἄγε δὴ Σκύταλοί τε καὶ Φένακες, ἦν δ’ ἐγώ, Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθωνες, ἀγορά τ’, ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην· νῦν μοι θράσος τε καὶ γλῶτταν εὔπορον δότε φωνήν τ’ ἀναιδῆ. ὠνοματοποίησεν ἀνα‐ πλάσας δαίμονάς τινας ἀναιδεῖς ἐπὶ χλεύῃ καὶ προφέρεται αὐτὰ ὡς θεῶν· οἷον προτρεπόμενος αὑτὸν καὶ θαρσύνων εἰς εὐτολμίαν καὶ ἀναίδειαν. Σκίταλοι μὲν οὖν οἱ εὐτελεῖς καὶ πονηροί· ἦν γὰρ Σκίτων κναφεύς τις καὶ εὐτελὴς ἐπὶ πονηρίᾳ κωμῳδούμενος. Βερέσχεθοι δὲ οἱ ἀνόητοι· πέπλασται δὲ ἡ λέξις. Κοάλεμοι δὲ οἱ ἀνόητα κοοῦντες καὶ νοοῦντες. Μόθων δὲ ὁ εὐτελής· Μόθωνας γὰρ ἐκάλουν οἱ Λάκωνες τοὺς παρεπομένους τοῖς ἐλευθέροις. ἔστι καὶ γένος ὀρχήσεως. τὸ δὲ ἦν δ’ ἐγὼ ἀντὶ τοῦ ἔφην δὲ ἐγώ, ὡς παρὰ Πλάτωνι.

### σ 631

Σκίφη· καί τινος ποιητοῦ τοὺς στίχους ἔφη Κράντωρ ὁ φιλό‐ σοφος σκίφης εἶναι μεστούς.

### σ 632

Σκίφος: ὁ παρ’ ἡμῖν λεγόμενος. σκνιπός ἢ τὸ ξίφος.

### σ 633

Σκὶψ καὶ Σκνίψ: εἴδη ζωϋφίων. καὶ αἱ σκνῖπες.

### σ 634

Σκλαβηνόν: ἔθνος τὸ πέραθεν τοῦ Ἴστρου.

### σ 635

Σκληρὰ βροντή· καὶ ἐν τούτῳ βροντάς τε σκληρὰς κτυπεῖν καὶ ὕδωρ λαβρὸν ἐξ οὐρανοῦ ἐμπίπτον χαλάσαι τοῖς βαρβάροις τὰς νευράς.

### σ 636

Σκληρᾶς ἀοιδοῦ: τῆς Σφιγγός. τουτέστι τῆς δυσκόλου, διὰ τὸ αἴνιγμα. ἢ τῆς φονικῆς. ὅς γ’ ἐξέλυσας ἄστυ Καδμείων μολὼν σκληρᾶς ἀοιδοῦ δασμόν, ὃν παρείχομεν.

### σ 637

Σκληραύχενας: ἀκαμπεῖς. Αἰλιανός· οἱ ἄνεμοι οἱ σκληροί τε καὶ ἐχθροὶ παραχρῆμα ἐκόπασαν, τὸ δὲ κῦμα ἐστορέσθη. καὶ παροιμία· σκληρότερον ὑλακτῶν Ἠπειρώτου κυνὸς συμφορὰς προσετρί‐ βετο καὶ ἐμεμήνει.

### σ 638

Σκληρόκηροι δέλτοι: αἳ μόλις μὲν γράφονται, διατηροῦσι δὲ τὰ γρα‐ φέντα.

### σ 639

Σκληφρός: ὁ σκληρὸς καὶ παρηβηκώς, ὁ τὰ σκληρὰ φέρειν δυνάμενος. ὅτι ἐκωμῳδοῦντο οἱ Ἀχαρνεῖς ὡς ἄγριοι καὶ σκληροί. καὶ ζήτει ἐν τῷ δραχαρνεῦ.

### σ 640

Σκνίψ: ζῷον κωνωπῶδες. καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. καὶ παροιμία· Σκνὶψ ἐκ χώρας. ἐπὶ τῶν ταχὺ μετα‐ κινούντων ἡ παροιμία· ἔστι γὰρ ὁ σκνὶψ ζῷον μικρὸν ξυλοφάγον.

### σ 641

Σκοΐπας: ὄνομα κύριον.

### σ 642

Σκολιά· Μελήτου, Καρικῶν αὐλημάτων. ὁ Μέλητος οὗτος τρα‐ γικὸς ποιητής, ὁ Σωκράτην γραψάμενος. κωμῳδεῖται δὲ ὡς ψυχρὸς ἐν τῇ ποιήσει καὶ ὡς πονηρὸς τὸν τρόπον. τὰ δὲ Καρικὰ αὐλήματα μέλη θρηνώδη ἐστί.

### σ 643

Σκολιόν: ἡ παροίνιος ᾠδή. ὡς μὲν Δικαίαρχος ἐν τῷ Περὶ μουσικῶν ἀγώνων, ὅτι τρία γένη ἦν ᾠδῶν· τὸ μὲν ὑπὸ πάντων ᾀδόμενον καθ’ ἕνα ἑξῆς· τὸ δ’ ὑπὸ τῶν συνετωτάτων, ὡς ἔτυχε, τῇ τάξει· ὃ δὴ καλεῖσθαι διὰ τὴν τάξιν σκολιόν. ὡς δ’ Ἀριστόξενος καὶ Φύλλις ὁ μουσικός, ὅτι ἐν τοῖς γάμοις περὶ μίαν τράπεζαν πολλὰς κλίνας τιθέντες, παρὰ μέρος ἑξῆς μυρρίνας ἔχοντες ᾖδον γνώμας καὶ ἐρωτικὰ σύντονα. ἡ δὲ περίοδος σκολιὰ ἐγίνετο, διὰ τὴν θέσιν τῶν κλινῶν. Σκολιόν· ὑπόμνημα ἔγραψεν Τυραννίων περὶ τοῦ σκολιοῦ μέτρου, ὃ προετάθη αὐτῷ ὑπὸ Γαΐου Καίσαρος.

### σ 644

Σκολιόν: τὸ ῥᾴδιον, κατ’ ἀντίφρασιν. μέλος τι ὀλιγόστιχον. τῶν ἀγαθῶν τῶν ἀνθρωπικῶν τὸ μὲν πρεσβύτερον, τὸ δὲ δεύτερον· ὡς καὶ Πλάτων φησὶ καὶ τὸ σκολιὸν ᾄδει. οἷον πλοῦτος καὶ ὑγίεια.

### σ 645

Σκολιόν· Τιμοκρέων ὁ Ῥόδιος, ἐποποιός, τοιοῦτον ἔγραψε σκολιὸν κατὰ τοῦ πλούτου, οὗ ἡ ἀρχή· ὤφελες, ὦ τυφλὲ Πλοῦτε, μήτε ἐν γῇ μήτε ἐν θαλάττῃ μήτε ἐν ἠπείρῳ φανήμεναι· ἀλλὰ Τάρταρόν τε ναίειν κἀχέροντα· διὰ σὲ γὰρ πάντ’ ἐν ἀνθρώποις κακά. τούτοις ἔοικε τὰ ὑπὸ Περικλέους εἰσηγηθέντα· ἔγραψε γὰρ ψήφισμα τοιοῦτον ὁ Περι‐ κλῆς· Μεγαρέας μήτ’ ἀγορᾶς μήτε θαλάττης μήτ’ ἠπείρου μετέχειν· ὅμοια τιθεὶς σκολιὰ τοῖς Τιμοκρέοντος. καὶ αὖθις· νόμους ἐτίθει ὥσπερ σκολιὰ γεγραμμένους. περὶ Περικλέους· ὃς ἦν Ῥόδιος, μελῶν ποι‐ ητής. καὶ Σκολιός, ὁ πανοῦργος.

### σ 646

Σκολόπενδρα: ἑρπετόν.

### σ 647

Σκόλοψ: ξύλον ὀξύ. καὶ οἱ τῶν φοινίκων.

### σ 648

Σκόλοψ αὐτοῖς καὶ σχοῖνος ἀντεμπαγῶ: παροιμία. σχοῖνος, εἶδος φυτοῦ, κατὰ τὸ ἄκρον ὀξέος. λέγει οὖν, ὅτι τρώσω αὐτοὺς ὡς σχοῖνος ὀξὺς καὶ ὀδυνηρός. ἐπειδὴ εἰώθασι σκόλοπας ἐγκρύπτειν ἐν ταῖς ἀμπέλοις, ἵνα μηδεὶς ἐξ ἐπιδρομῆς καὶ εὐχερῶς κακουργῇ. σκόλοψ αὐτοῖς καὶ σχοῖνος ἀντεμπαγῶ· ἵνα μηκέτι πατῶσι τὰς ἀμπέλους τὰς ἐμάς. καὶ τοὺς σκόλοπας, οἳ ἀνεῖχον ἀπὸ τῆς ὑλοτομίας, προσεκ‐ κόπτειν καὶ τὰ ἐδάφη ὁμαλίζειν.

### σ 649

Σκολύθρια: ὑποπόδια.

### σ 650

Σκόλυθρον: σκνιπόν, καὶ ἀνελεύθερον.

### σ 651

Σκομβρίζει: γογγύζει.

### σ 652

Σκομβρίσαι: παρὰ Ἰόβᾳ ἐν βʹ φθορᾶς λέξεως παιδιᾶς ἀσελγοῦς εἶδος ἀποδίδοται, καὶ κατὰ τὸ ἦτρον πλατεῖ τῷ ποδὶ πλήσσοντος, ὡς ψόφον ἐργάσασθαι.

### σ 653

Σκόπας, Αἰτωλῶν στρατηγός, ὃς ἀποτυχὼν τῆς ἀρχῆς, ἧς χάριν ἐτόλμα γράφειν τοὺς νόμους, μετέωρος ἦν ἐς τὴν Ἀλεξάνδρειαν, ταῖς ἐκεῖθεν ἐλπίσι πεπεισμένος ἀναπληρώσειν τὰ λείποντα τοῦ βίου, καὶ τὴν τῆς ψυχῆς πρὸς τὸ πλεῖον ἐπιθυμίαν, ἀλλ’ ἀκόρεστος ἦν· ἀφικο‐ μένῳ γὰρ ἐς Ἀλεξάνδρειαν πρὸς ταῖς ὠφελείας, ὧν ἦν αὐτὸς κύριος διὰ τὸ πιστεύεσθαι περὶ τῶν ὅλων, καὶ τῆς ἡμέρας ἑκάστης ὀψώνιον ἐξέθηκεν ὁ βασιλεὺς αὐτῷ δεκαμναιαῖον, τοῖς δὲ ἐπί τινος ἡγεμονίας μετὰ ταῦτα τεταγμένοις μναιαῖον. ἀλλ’ ὅμως οὐκ ἠρκεῖτο τούτοις, οἷς τὸ πρότερον προσκαρτερῶν τῷ πλείονι διετέλεσε μέχρι διὰ τὴν ἀπληστίαν καὶ παρ’ αὐτοῖς τοῖς διδοῦσι φθονηθεὶς τὸ πνεῦμα προσέθηκε τῷ χρυσίῳ.

### σ 654

Σκόπας: ὄνομα κύριον. ὁ μὲν Σκόπας ἠδόξει, τῆς πολιορκίας ῥεμβώδους γενομένης. τουτέστιν ἠμελημένης.

### σ 655

Σκοπελιανός, Κλαζομένιος, σοφιστής, γεγονὼς ἐπὶ Νέρβᾳ, σο‐ φιστεύσας ἐν Σμύρνῃ. ἀκροατὴς δ’ ἐγένετο Νικήτου, συγχρονῶν Ἀπολ‐ λωνίῳ τῷ Τυανεῖ· πρὸς ὃν καὶ ἐπιστολὰς ἔγραψεν Ἀπολλώνιος.

### σ 656

Σκοπέλῳ: ὑψηλῷ τόπῳ.

### σ 657

Σκοπιά: ὑψηλὸς τόπος. καὶ ἕτεροι τὰς ὑπερδεξίους τῶν πεδίων καταλαμβάνουσι σκοπιάς. Αἰλιανός· οὐκ ἐπαινεῖ θεὸς οὐδὲ τοὺς τὰ μέτρα πατοῦντας, γλιχομένους γε μὴν τῶν ὑπὲρ ἑαυτούς τε καὶ ὑψηλὰς σκοπιάς.

### σ 658

Σκοπιάζων: σκοπῶν, ἀποβλέπων. καὶ Σκοπιαζέμεν.

### σ 659

Σκοπιήτης: κατάσκοπος. ἐν Ἐπιγράμμασι· σοὶ δὲ τάδε, Πὰν σκοπιῆτα, παναίολα δώρα σύναιμοι τρίζυγες ἐκ τρισσῆς θέντο λινο‐ στασίης.

### σ 660

Σκοπιμώτατον· ζήτει ἐν τῷ γεννητική.

### σ 661

Σκοπιωροῦνται: φυλακτικῶς σκοποῦσιν ἀπὸ μετεώρου.

### σ 662

Σκοπόν: τύπον, ᾧ στοιχοῦσι καὶ ἀκολουθοῦσι.

### σ 663

Σκοπός: κατάσκοπός τις, καὶ ἔφορος, καὶ ἀποσκοπῶν τὰ πόρρω.

### σ 664

Σκοπῶν: ἀντὶ τοῦ ἀκριβῶς καὶ ἐπιμελῶς καταμερίζων, περὶ οὗ ἂν τὴν σκέψιν ποιῇ. καὶ Ἄσκοπος, οὗ μὴ ἔστι τύπος. ἄσκο‐ πον, ἀγγελίαρχον, ἀσώματον, εἴδεϊ μορφῆς ἆ μέγα τολμήεις κηρὸς ἀνεπλάσατο.

### σ 665

Σκοπῶ: τὸ βλέπω· αἰτιατικῇ.

### σ 666

Σκορακίζειν: οἷον ἐς κόρακας ἀποπέμπειν· ἀπὸ τούτου γὰρ εἴρηται, ὡς καὶ τὸ οἰμώζειν ἀπὸ τοῦ οἴμοι. καὶ Σκορακισμός.

### σ 667

Σκορδινᾶσθαι: τὸ παρὰ φύσιν ἀποτείνειν τὰ μέλη μετὰ τοῦ χασμᾶσθαι διακλώμενον. Ἀριστοφάνης Ἀχαρνεῦσι· στένω, κέχηνα, σκορ‐ δινῶμαι, πέρδομαι. τινὲς δὲ περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτείνουσι τὰ μέλη· ὅπερ συμβαίνει καὶ περὶ τοὺς ἄλλως πως βασανιζομένους καὶ διαστρεφομένους τὰ μέλη.

### σ 667b

Σκορδινῶμαι: ἀντὶ τοῦ κλῶμαι, σπασμῷ συνέχομαι· οἱ γὰρ ἀπὸ πληθωρίας σκορόδων ἐμοῦντες διὰ τὴν δριμύτητα μᾶλλον σπῶνται. τὸ δὲ ἐμεῖν καὶ τὸ ὁπωσοῦν κενοῦσθαι σκορδινᾶσθαί ἐστιν. οἱ δὲ κυρίως τὸ σκορδινᾶσθαί φασιν ἐπὶ τῶν κυνῶν τῶν ἐξ ὕπνου ἀνιστα‐ μένων, ὅταν τὰ μέλη καὶ ὅλους αὐτοὺς διατείνωσιν. ἔστιν οὖν σκορ‐ δινᾶσθαι τὸ ἀνακλᾶσθαι μετὰ χάσμης. γίνεται δὲ ἀπὸ ἀλογίας τὸ τοιοῦτον.

### σ 668

Σκοροδίοις: τοῖς τῶν σκορόδων φύλλοις. Ἀριστοφάνης Πλούτῳ· ἀποψώμεσθα δ’ οὐ λίθοις ἔτι, ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῶν. γελοίως ἀντὶ τοῦ σαβάνοις. ἐπειδὴ δὲ ἤσθιον ἑκάστοτε σκόροδα, τοῦτό φησιν, ὅτι ὡς πλουτήσαντες κατεφρόνησαν τῆς παλαιᾶς διαίτης. εἴρηται δὲ σκόροδον ἴσως σκαιὸν ῥόδον τι ὄν· παρὰ τὸ σκαιὸν ὄζειν. τινὲς δὲ σκοροδίοις τοῖς τῶν σκορόδων καυλοῖς. λιμῷ δὲ περιπεσόντες οἱ Ἀθηναῖοι τούτοις ἐχρήσαντο. οὐχ ἁπλῶς δὲ τοῦτο, ἀλλ’ ἵνα δείξῃ, ὅτι τοσαύτῃ μεταβολῇ κεχρήμεθα, ὥστε, ἃ πρότερον ἠσθίομεν ἀγαπητῶς, τούτοις νῦν ἀφοδεύοντες ἀποματτόμεθα. μήποτε δὲ τοῦ σκορόδου λέγει τὸν καυλόν. ἔστι γὰρ ἀσφοδέλῳ ὅμοιος κἀκεῖνος, ἐπιτήδειος εἰς τοῦτο. εἰ δ’ ἄρα δηκτικόν τι ἔχει, τάχα ἂν εἴη παρὰ τὴν ὑπόνοιαν εἰρηκώς. καὶ αὖθις· ἀπόλλυμαι τὰ σκόροδα πορθούμενος. ἐκ τῶν ἀγρῶν ἔρχεται ἔχων φορτίον σκόροδα καὶ ἐπηρεάζεται ὑπὸ τῶν ξένων λιμωττόντων καὶ διαρπαζόντων αὐτά· παρ’ ὅσον οἱ πορθούμενοι ἀπόλλυνται. ἀρέσκονται δὲ τοῖς σκορόδοις οἱ Θρᾷκες οὐκ ἀπεικότως· θερμὰ γάρ ἐστιν, οἱ δὲ Θρᾷκες ψυχρὰν χώραν νέμονται. καὶ παροιμία· Σκόροδον ἐν δικτύοις. οἱ Ἀθηναῖοι μέλλοντες πλεῖν καὶ ἐξιέναι ταῦτα ὠνοῦντο, καὶ ἐν λίνοις ἔβαλλον. ζήτει σκόροδον ἐν τῷ βασανίσας.

### σ 669

Σκορπίδια: μηχανικὸν ἀλέξημα. ὁ δὲ Ἀρχιμήδης πάλιν ἑτέραν ἡτοιμάκει παρασκευὴν πρὸς τοὺς ἀπομαχομένους ἐκ τῶν πλοίων. ὡς ἀνδρομήκους ὕψους κατεπύκνωσε τρήμασι τὸ τεῖχος, ὡς παλαιστιαίοις τὸ μέγεθος κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν· οἷς τοξότας καὶ σκορπίδια παραστήσας ἐντὸς τοῦ τείχους, διὰ τούτων ἀχρήστους ἐποίει τοὺς ἐπιβάτας.

### σ 670

Σκορπιαίνεσθαι: ἀποθηριοῦσθαι, τραχύνεσθαι, ἀπαυθαδίζεσθαι. ἐς μέντοι τὰς συνθεατρίας εἰώθει ἐσαεὶ σκορπιαίνεσθαι· βασκανίᾳ γὰρ πολλῇ εἴχετο. Προκόπιος· ἦν δὲ ἄρα ἡ Θεοδώρα σκορπιώδης (τουτ‐ έστι πληκτική) καὶ ὀργὴν σκοτεινή.

### σ 671

Σκορπίζω· αἰτιατικῇ.

### σ 672

Σκορπίος.

### σ 673

Σκοταῖος (ἔτι σκοτίας οὔσης) ἐλθών. οἱ δὲ στρατιῶται ἐλθόντες σκοταῖοι εἶδον τὰ σώματα καὶ νόμῳ τῶν Βαβυλωνίων ἐπέρ‐ ριψαν αὐτοῖς, ὁ μὲν κάνδυν, ὁ δὲ χλαμύδα, ὁ δὲ ψωμούς, ὁ δὲ ἀκρόδρυα· καὶ μέγα κεφάλαιον ἠθροίσθη μικρῶν κερματίων. οἱ δὲ ὕστεροι σκοταῖοι προσιόντες ηὐλίζοντο.

### σ 674

Σκοτεινόν: ἀφεγγές.

### σ 675

Σκοτίζω· αἰτιατικῇ.

### σ 676

Σκότιος· ἦν δὲ Ἰουστινιανὸς δολερός, κατάπλαστος, σκότιος ὀργήν. καὶ Σκότιος, ὁ τοῦ σκότους. φεύγεθ’ ὑπ’ ἐκ καλύβης σκότιοι μύες. οὔτι πενιχρὴ μῦς σιπύη βόσκειν οἶδε Λεωνίδεω. σκότιον δέ ἑ γείνατο μήτηρ. τουτέστιν ἐκ λαθραίας μίξεως. Σκότιος οὖν, ὅπερ ἐστὶ λαθραῖος. Παρθένιος δὲ ὁ ἀπὸ παρθένου δοκούσης γεγονώς.

### σ 677

Σκοτοδινιᾷ: σκοτοῦται· μετὰ σκότους ὀφθαλμῶν συστροφή, ὅ ἐστιν ἰλιγγιᾷν.

### σ 678

Σκοτόμαινα: σκότωσις.

### σ 679

Σκοτομήνη: νὺξ ἀσέληνος. καὶ Σκοταῖος, ὁ ἔτι σκότους ὄντος παραγενόμενος.

### σ 680

Σκότος: ἀρσενικόν. Αἰλιανός· καὶ διὰ πάσης ἡμέρας σκότος ἦν βαθύτατος, καίτοι τὰ τῆς ὥρας οὐδαμῆ χειμέρια ἦν.

### σ 681

Σκότος· ζήτει ἐν τῷ ἀόρατον.

### σ 682

Σκότος: αἱ θλίψεις, φῶς δὲ ἡ τούτων ἀπαλλαγή· Δαβίδ· φωτιεῖς τὸ σκότος μου.

### σ 683

Σκότος: παρὰ τῇ θείᾳ γραφῇ ποτὲ μὲν ἡ ἄγνοια, ποτὲ δὲ καὶ αἱ συμφοραί. καὶ φῶς ὡσαύτως ἡ γνῶσις καὶ ἡ τῶν κακῶν ἀπαλλάγη.

### σ 684

Σκώληξ: εἶδος ζωϋφίου.

### σ 685

Σκώλια· τὰ Σκώλια ἑορτὴν ἦγον Ἀθηναῖοι, ἐν ᾗ ἥλλοντο τοῖς ἀσκοῖς εἰς τιμὴν τοῦ Διονύσου. καὶ ζήτει ἐν τῷ ἀσκῷ μορμολύττεσθαι.

### σ 686

Σκῶλος: εἶδος ἀκάνθης, ἢ σκάνδαλον. τοῦ μὲν ἐγὼ ζώοντος ἀναιδέσιν ἐμπήξαιμι σκώλους ὀφθαλμοῖσι, καί, εἰ θέμις, ὠμὰ πασαίμην. καὶ αὖθις· ἔκ μοι σκῶλον ἔρυσον, ὅ μοι κακὸν ἔμπεσεν ὁπλῇ. ὁ ὄνος φησὶ πρὸς τὸν λύκον.

### σ 687

Σκωμμάτιον. καὶ σκώμματα· σκωμμάτιον, σκάτον. Ἀριστοφάνης· οὐδὲν ἄρ’ ἐμοῦ μέλον, οἷον δὲ μόνον εἰδέναι σκωμμάτιον εἴ ποτέ τι θλιβόμενος ἐκβαλῶ. ταυτὶ κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκασα.

### σ 688

Σκώπτης: ὁ λοίδορος. καὶ Σκωπτόλης, ὁ Λυσίστρατος. ὅτι ἡ κωμῳδία τὸν σκωπτικὸν ἐπίχαριν καλεῖ. καὶ ζήτει ἐν τῷ ἀνασεσυρμένην.

### σ 689

Σκωπτόλαι: φιλοσκώμμονες. σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες, καὶ δε‐ δώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ σοφίᾳ Ἀθηναῖοι.

### σ 690

Σκῶρ: κόπρος, ἀποπάτημα. καὶ κλίνεται σκατός.

### σ 691

Σκῶρ ἀείνων: τινές φασι τῷ σκῶρ πρῶτον κεχρῆσθαι Στράττιν ἐν Ἀτάλαντος δράματι· ψεῦδος δέ· πολλῷ γὰρ ὕστερον τῶν Βατράχων. σκῶρ δὲ ἀείνων τὸ ἀεὶ ῥέον· νάον, νῶν. σκῶρ δὲ ἀποπάτημα, κόπρος. καὶ ἔστιν ἑτερόκλιτον· ἡ γὰρ γενικὴ σκατός. Ἀριστοφάνης Βατράχοις· εἶτα βόρβορον πολὺν καὶ σκῶρ ἀείνων.

### σ 692

Σκωραμίς: ἀμὶς μὲν ἐν ᾧ οὐροῦσι, σκωραμὶς δὲ ἐν ᾧ ἀπο‐ πατοῦσιν. ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική. καὶ Σκωροποιῶ ἐξ αὐτοῦ.

### σ 693

Σκωρεία: οὕτως ἡ παράδοσις.

### σ 694

Σκώψ: εἶδος ὀρνέου νυκτερινοῦ.

### σ 695

Σκρίβας.

### σ 696

Σκρίβων: κατὰ Λατίνους ὁ τῶν σωματοφυλάκων ὑπερφερόμενος.

### σ 697

Σκρινιάριος: ὁ χαρτουλάριος τοῦ ἐπάρχου· ὁ αἴρων τὸ σκρινίον ἤτοι τὸ κιβώτιον.

### σ 698

Σκυβαλίζεται: ἀποδοκιμάζεται, ἀτιμάζεται. ὡς σκύβαλον. κυρίως δὲ σκύβαλον, κυσίβαλόν τι ὄν, τὸ τοῖς κυσὶ βαλλόμενον. ἐν Ἐπιγράμμασι· οὐδ’ ἀποδειπνιδίου γευόμενος σκυβάλου, σπεύδων εἰς ἄλλους οἴκους ἴθι.

### σ 699

Σκυδμαίνω: ὀργίζομαι.

### σ 700

Σκυζᾶν: ἐπὶ συνουσίαν ὁρμᾶν. ἡ κάμηλος κύει μῆνας ιʹ, τῷ δὲ ιαʹ τίκτει, καὶ πάλιν διαλιποῦσα ἐνιαυτὸν σκυζᾷ.

### σ 701

Σκύζομαι: ὀργίζομαι.

### σ 702

Σκύθαινα: ἡ ὑπηρέτις. Ἀριστοφάνης· ποῦ’ σθ’ ἡ Σκύθαινα.

### σ 703

Σκύθαι· ὅτι ἐπὶ Κλαυδίου βασιλέως Ῥωμαίων Σκυθῶν οἱ περι‐ λειφθέντες ἐκ τῶν προλαβουσῶν ἐπαρθέντες ἐφόδων ἐπὶ Γαλλιηνοῦ τοῦ μικροῦ, Ἐρούλους καὶ Πευκέστας καὶ Γότθους παραλαβόντες καὶ περὶ τὸν Τύραννον ποταμὸν ἀθροισθέντες εἰσέβαλον εἰς τὸν Πόντον. ναυπηγησάμενοι δὲ πλοῖα ἐννακόσια καὶ τούτοις ἐμβιβάσαντες βʹ καὶ λʹ μυριάδας, ἄραντες διὰ τοῦ Πόντου, πόλει Τόμει προσβαλόντες ἀπεκρούσθησαν. ὡσαύτως καὶ Μαρκιανουπόλει. ἐπεὶ δὲ τὰ στενὰ τῆς Προποντίδος κατέλαβον, ἐκ τοῦ ῥεύματος τὰ πλοῖα ἀλλήλοις προσ‐ ήραττε, καὶ ἐφέρετο τὰ σκάφη σὺν οὐδενὶ κόσμῳ, τῶν κυβερνητῶν μεθιέντων τοὺς οἴακας· ὥστε τὰς μὲν καταδῦναι αὐτάνδρους τινὰς δὲ καὶ ἀνδρῶν ἐρήμους ὀκεῖλαι· καὶ πλεῖστοι ἀπώλοντο. οἱ δὲ περι‐ λειφθέντες τὴν ἐπὶ Κύζικον ἔπλεον καὶ ἄχρι τοῦ Ἄθω παρενεχθέντες καὶ τῶν πλοίων ἐπιμέλειαν ποιησάμενοι Κασσάνδρειαν καὶ Θεσσαλονίκην ἐπολιόρκουν. ἀποκρουσθέντες δὲ εἰς τὴν μεσόγειον ἀναβάντες πᾶσαν χώραν ἐληΐζοντο καὶ κατὰ διαφόρους χώρας διεφθείροντο. ὅσοι δὲ διεσώθησαν, Ῥωμαίοις συνηριθμήθησαν καὶ πρὸς γεωργίαν ἐτράποντο.

### σ 704

Σκύθης: ὁ Ῥῶς. καὶ παροιμία· Σκύθης τὸν ὄνον· ἐπὶ τῶν ἀκκιζομένων τῷ λόγῳ, ἔργῳ δὲ ἐφιεμένων· ἰδὼν γάρ τις νεκρὸν ὄνον, ἔφη· δεῖπνόν τοι, ὦ Σκύθα. ὁ δὲ ἐμυσάξατο μὲν πρῶτα, αὖθις δὲ πολυπραγμονήσας περὶ αὐτὸν ἐπονεῖτο. καὶ ζήτει ἐν τῷ τὸν ἵππον ὁ Σκύθης. ὅτι Ἀνάχαρσις Σκύθης ἦν, μητρὸς δὲ Ἑλληνίδος· διὸ καὶ δίγλωσσος ἦν· ὃς ἔθηκε νόμους Σκύθαις.

### σ 705

Σκυθικαί: εἶδός τι ὑποδήματός εἰσιν, ὡς Ἀλκαῖος ἐν ηʹ· Σκυ‐ θικὰς ὑποδησάμενος.

### σ 706

Σκυθρωπάζω: τὸ στυγνάζω. μεταφορικὴ ἡ λέξις ἀπὸ τῶν Σκυθῶν· καὶ τὸ ὤψ, ὠπός, ὃ σημαίνει τὸ πρόσωπον· ὂψ γὰρ ἡ φωνή, διὰ τοῦ ο μικροῦ. ὦ Πλάτων, ὡς οὐδὲν ἦσθα πλὴν σκυθρωπάζειν μόνον, ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.

### σ 707

Σκῦλα: τὰ ἀπὸ τῶν πολέμων ἀνῃρημένα. τὰ ἐκ τῶν νεκρῶν, λάφυρα δὲ τὰ ἐκ τῶν ζώντων. καὶ ἐν Ἐπιγράμμασι Σκυλοφόρος. Ἑσπερίου Μάρκελλος ἀνερχόμενος πολέμοιο σκυλοφόρος κραναῆς τέρμα παρ’ Ἰταλίης.

### σ 708

Σκυλοδεψῶν· Ἀριστοφάνης· ὅσοις δὲ κλίνη μή ἐστι μηδὲ στρώματα, ἰέναι καθευδήσοντας ..... ἐς τῶν σκυλοδεψῶν. ἐπὶ τῶν λαθεῖν μὴ δυναμένων.

### σ 709

Σκύλλα: ἐν τῷ Τυρρηνικῷ πελάγει θηρίον ἐμυθεύετο εἶναι, μέχρι μὲν ὀφθαλμῶν γυναικὸς περικαλλοῦς σχῆμα ἔχον· ἑκατέρωθεν δὲ κυνῶν κεφαλὰς ἕξ· τὸ δὲ ἄλλο σῶμα ὀφιῶδες.

### σ 710

Σκύλαξ, Καρυανδεύς (πόλις δ’ ἐστὶ τῆς Καρίας πλησίον Ἁλι‐ καρνασσοῦ τὰ Καρύανδα), μαθηματικὸς καὶ μουσικός. Περίπλουν τῶν ἐκτὸς τῶν Ἡρακλέους στηλῶν, Τὰ κατὰ Ἡρακλείδην τὸν Μυλασσῶν βασιλέα, Γῆς περίοδον, Ἀντιγραφὴν πρὸς τὴν Πολυβίου ἱστορίαν.

### σ 711

Σκυλεύω· αἰτιατικῇ.

### σ 712

Σκυμνεία γονή: ἡ τῶν σκύμνων.

### σ 713

Σκύμνος: σκύλαξ λέοντος. οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν. μάλιστα μὲν λέοντα μὴ ’ν πόλει τρέφειν· ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. Αἰσχύλος λέγει περὶ Ἀλκιβιάδου, μὴ ἀνα‐ τρέφειν φρόνημα, ἐὰν δὲ ἀνατραφῇ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθασσεῦσαι. καὶ ὁ μὲν Εὐριπίδης συμβεβούλευκε μὴ δέξασθαι· ὁ δὲ Αἰσχύλος τοιαύτην τινὰ διάνοιαν, μὴ καταδέξασθαι ἢ καταδεξάμενον τροποφορεῖν. καὶ ὁ μὲν Αἰσχύλος σοφῶς εἶπεν, ὁ δὲ Εὐριπίδης σαφῶς.

### σ 714

Σκυρίαν δίκην: οἱ σκηπτόμενοι ἐν ταῖς δίκαις ἔφασκον εἰς Σκύρον ἀποδημεῖν. Σκύρος γὰρ νῆσός ἐστι.

### σ 715

Σκυρίττω: κερατίζω.

### σ 716

Σκυτάλαι: στρογγύλα καὶ λεῖα ξύλα. παρὰ δὲ Ἡροδότῳ ῥάβδος.

### σ 717

Σκυτάλη: βακτηρία ἀκροπαχής, ἢ φραγέλλιον.

### σ 718

Σκυτάλη: ἐπιστολὴ Λακωνική. ἦν δὲ ἡ σκυτάλη ξύλον ἐξεσμένον ἐπίμηκες. δύο δὲ παρὰ Λακεδαιμονίοις ὑπῆρχον σκυτάλαι· καὶ τὴν μὲν μίαν κατεῖχον οἱ ἔφοροι τῶν Λακεδαιμονίων, τὴν δὲ ἑτέραν τῷ ἐκ‐ πεμπομένῳ παρ’ αὐτῶν στρατηγῷ παρεῖχον. καὶ ὁπότε ἐβούλοντό τι ἐπιστεῖλαι αὐτῷ, φέροντες ἱμάντα λευκὸν περιείλουν τὴν σκυτάλην καὶ ἐπὶ τοῦ ἱμάντος ἔγραφον. καὶ ἀνελίττοντες παρεῖχον τὸν ἱμάντα τῷ ἀποφέροντι. τοῦτο δὲ ἐποίουν, ἵνα μὴ μανθάνωσιν οἱ ἀποφέροντες τὸ δηλούμενον ἐν αὐτῷ. ὁ δὲ στρατηγὸς δεχόμενος τὸν ἱμάντα τῇ ἑαυτοῦ σκυτάλῃ περιέλιττε καὶ ἐγίνωσκεν οὕτως τὰ γεγραμμένα. λέγεται οὖν καὶ ἡ ἐπιστολή, καὶ αὐτὸ τὸ ξύλον, ἀφ’ οὗ καὶ ἡ ἐπιστολή. Διοσκορίδης δ’ ἐν τοῖς Περὶ νομίμων τοὺς δανείζοντας ἐν Σπάρτῃ διαιρεῖν σκυτάλην, δύο παρόντων μαρτύρων, καὶ γράφειν τὸ συμβόλαιον ἐν ἑκατέρῳ τμήματι· καὶ τὸ μὲν ἑνὶ τῶν μαρτύρων διδόναι, τὸ δὲ δι’ ἑαυτοῦ ἔχειν. ἐχρῶντο δ’ αὐτῷ καὶ ἀλλοίως, ὡς Ἀριστοτέλης ἐν τῇ Ἰθακησίων πολιτείᾳ μβʹ.

### σ 719

Σκυταλίδες: πυροβόλα ἐργαλεῖα. ἦσαν δὲ τοιαῦτα σκυτάλια ξύλινα, τὰ μὲν ποδιαῖα, τὰ δὲ πηχυαῖα· πάντα δὲ ταῖς κατασκευαῖς ἦσαν ἀκροθιγῆ. ταῦτα κέντροις σιδηροῖς διείληπτο τὰς κεφαλάς· διὰ δὲ τῶν κεντρῶν διεπέπλεκτο στίππυον καὶ δᾷδες, κατὰ δὲ τῶν αὐτῶν πίττα κατεκέχυτο. καὶ οἱ μὲν ἀνεδίδοσαν ἐνάπτοντες, οἱ δὲ ἔβαλλον ἀπὸ τόνου ταῦτα πρὸς τὰς πρώτας οἰκίας· ὧν προσπιπτόντων μετὰ βίας καὶ τῶν κέντρων ταῖς σανίσι πηγνυμένων, προσέμενε τὸ πῦρ καὶ ταχέως ᾖθε.

### σ 720

Σκυτάλι’ ἐφόρουν: ἀντὶ τοῦ ἐλακώνιζον.

### σ 721

Σκύταλον: τὸ ῥόπαλον. ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην. Ἡρόδοτος· καὶ τοῖς σκυτάλοισιν ἔπαιον τοὺς Πέρσας. ὅ ἐστι βακτηρία ἀκροπαχής. Ἀριστοφάνης· τὸ σκύταλον ἐξήνεγκα τὸ τοῦ Λαμίου. ἦν δὲ πένης, ἀπὸ ξυλοφορίας ζῶν· διὸ καὶ βακτηρίαν ἐξ‐ ενέγκας αὐτοῦ φησιν εἶναι· κωμῳδεῖται γὰρ ὡς δεσμοφύλαξ. τουτέστιν ἐκείνων τῶν σκυταλῶν, ὧν πέρδεται. ἀντὶ τοῦ ὧν φέρει. ἢ ἴσως ὑπὸ τοῦ βάρους ἐπέρδετο.

### σ 722

Σκύτινος: κοίτη ἢ δέρμα. Ἀριστοφάνης Νεφέλαις· ἁμαξίδας τε σκυτίνας εἰργάζετο. τουτέστι δερματίνας ἁμάξας ἐποίει. ἐπὶ τῇ κεφαλῇ κράνη σκύτινα, οἷά περ Παφλαγονικά, κρώβυλον ἔχοντα κατὰ μέσον ἐγγυτάτω τιαροειδῆ.

### σ 723

Σκυτίς, σκυτίδος.

### σ 724

Σκυτοδέψης: Ἀττικόν· βυρσοδέψης δὲ Ἀσιανόν.

### σ 725

Σκυτοδέψης: δερματομαλάκτης. καὶ βυρσοδέψης. ὅτι Κλέων ὁ Ἀθηναῖος, ὁ Κλεαινέτου, στρατηγός, μανιώδης ἀνήρ, βυρσοδέψου παῖς.

### σ 726

Σκύτος: πᾶν δέρμα. ἀφ’ οὗ καὶ σκυτεύς. ὁ δὲ εἰς τὸ κράνος φέρει τὸ δόρυ, οὐ μέντοι διεῖλέ γε, περιολισθούσης τῆς αἰχμῆς περὶ τὸ σκύτος.

### σ 727

Σκυτοτόμος: σκυτεύς, λωροτόμος. Ἀριστοφάνης· καὶ δῆτα πάντας σκυτοτόμοις εἰκάζομεν. ἀλλ’ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡ ἐκκλησία. περὶ τῶν γυναικῶν λέγει, ὅτι ἦσαν λευκαί. ἐπειδὴ οἱ σκυτοτόμοι ἐν σκιᾷ καθεζόμενοι ἐργάζονται καὶ εἰσὶν ἐσκιατραφη‐ μένοι, τοῦτο εἴρηκε.

### σ 728

Σκύφος: ποτήριον. καὶ σκύφον Ἡρακλέους προπιόντος, ἀπνευστὶ πιὼν ἔσχε κακῶς. προπιόντος ἀντὶ τοῦ προτιμῶντος.

### σ 729

Σμάραγδος: θηλυκῶς λέγεται. ἔστι δὲ εἶδος λίθου πολυτίμου. ἔλεγχος δὲ βεβαιότατος τῆς θεοσεβείας Πολυκράτους τοῦ Σαμίου ἡ τῆς σμαράγδου τῆς ἐμβληθείσης εἰς τὸ πέλαγος εὕρεσις, καὶ θηραθεὶς ὁ ἰχθὺς ὁ ταύτην καταπιών. καὶ Σμαράγδειον, μέταλλον γῆς.

### σ 730

Σμερδαλέον: καταπληκτικόν.

### σ 731

Σμέρδις: ὄνομα κύριον.

### σ 732

Σμῆγμα: καθαρτικόν, τὸ ἀποσμῆχον.

### σ 733

Σμηκύθης: ὄνομα κύριον. διεβέβλητο δὲ ὡς γυναικώδης τὸν τρόπον. τὸ δὲ πλῆρες Σμηκύθης κύριος· ὥσπερ ἐν ταῖς εἰσαγωγαῖς τῶν ἐγκλημάτων κηρύττειν εἰώθασιν, ἐπειδὰν γυναικὶ ἐπιφέρηται ἔγ‐ κλημα. οὕτω γὰρ προσκαλεῖσθαι εἰώθασιν ἐν τῷ δικαστηρίῳ· ἢ ὁ δεῖνα καὶ ὁ κύριος, τουτέστιν ὁ ἀνήρ. ἅμα οὖν ὡς γυναικώδη τὸν Σμήκυθον κωμῳδεῖ καὶ ἔχοντα κύριον, ὡς αἱ θήλειαι. εἴρηται οὖν ἐπὶ τῶν γυναικωδῶν. ἦν δὲ Θρᾳκῶν βασιλεύς, κίναιδος. κύριον δέ, ὡς εἴρηται, τὸν ἄνδρα λέγει. οὕτω γὰρ ἀπεγράφοντο ἐν τοῖς δικαστηρίοις· Ἀσπασία καὶ κύριος.

### σ 734

Σμήνη: τὰ τῶν μελισσῶν πλήθη. ἐς Κόλχους ἐμβαλόντες οὐδὲν ὅ τι καὶ ἐθαύμασαν. τὰ δὲ σμήνη πολλὰ ἦν αὐτόθι, καὶ τῶν κηρίων ὅσοι ἔφαγον τῶν στρατιωτῶν, πάντες ἄφρονές τε ἐγένοντο καὶ ἤμουν καὶ ἔκειντο πολλοὶ καὶ τῇ ὑστεραίᾳ ἀνίσταντο ὥσπερ ἐκ φαρμακοποσίας. σμήνεος ἔκ με ταμὼν γλυκερὸν θέρος ἀντινομαίων γηραιὸς Κλειτῶν σπεῖσε μελισσοπόνος.

### σ 735

Σμῆνος: πλῆθος μελισσῶν. οἱονεὶ ἐσμός. ἰδίως δὲ σμῆνος καλεῖται τὸ σύστημα τῶν μελισσῶν. Ὁμηρικῶς οὖν κέχρηται τῇ τροπῇ· φησὶ γὰρ περὶ τοῦ Νέστορος, τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή. ἡ δοτικὴ τῷ σμήνει. καὶ Σμηνουργεῖν, ῥῆμα.

### σ 736

Σμῆξις: τρῖψις. ἐκ τοῦ σμήχω. καὶ Σμῆξαι, καθᾶραι.

### σ 737

Σμήρινθοι: σπάρτα, σχοινία λεπτά.

### σ 738

Σμικρολόγος: ὁ φειδωλός. πολλάκις κατ’ οἶκον ἑστιῶντα ἡμᾶς ἀπολύειν ἔτι πεινῶντας.

### σ 739

Σμικυθίων: ὄνομα κύριον.

### σ 740

Σμῖλαξ: εἶδος βοτάνης.

### σ 741

Σμιλεύματα: ἐκβαλλόμενα ἀπὸ σμίλης. ἀντὶ τοῦ διαγλύμματα, ἐρεθίσματα. σμιλεύματά τ’ ἔργων φωτὸς ἀμυνομένου.

### σ 742

Σμίλη: ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· καὶ σμίλαν δονάκων ἀκροβελῶν γλυφίδα. μακρὸν τὸ ι. καὶ Σμίλης ὁλκοί, ἀντὶ τοῦ γραφείου. τὰ σημεῖα τῶν γραμμάτων. ἄγε δὴ πινάκων ξεστῶν δέλτοι, δέξασθε σμίλης ὁλκούς.

### σ 743

Σμιλίον.

### σ 744

Σμινύην: σκαφεῖον, ἢ δίκελλαν. ἢ ἀξίνην. ὁ δὲ ὀρύττειν ἐκέλευε σμινύαις (δικέλλαις) ὑπὸ λαμπρᾷ τῇ σελήνῃ. καὶ αὖθις· τοῦτ’ αὐτὸ καὶ βούλομαι, ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας. ἀντὶ τοῦ μὴ κλασθῇ.

### σ 745

Σμώδιγγες: μώλωπες. καὶ Σμῶδιξ, μώλωψ, τὸ ἐκ πληγῶν οἴδημα.

### σ 746

Σμώχετε: ἀντὶ τοῦ μασᾶσθε. Ἀριστοφάνης· ἀνδρικῶς ἐμβάλ‐ λετον, καὶ σμώχετ’ ἀμφοῖν ταῖν γνάθοιν. οὐδὲν γάρ, ὦ πόνηροι, λευκῶν ὀδόντων ἔργον ἐστίν, ἢν μή τι καὶ μασῶνται.

### σ 747

Σμώχειν: τὸ λοιδορεῖν. ἀπὸ τοῦ καθάπτεσθαι τῶν σμωμένων.

### σ 748

Σμοιός: ὄνομα κύριον. αἰσχροποιὸς εἰς γυναῖκας. Σμοιὸς δ’ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων τὰ τῶν γυναικῶν διακαθαίρει τρυβλία.

### σ 749

Σμυγεράν.

### σ 750

Σμῦξαι: καῦσαι.

### σ 751

Σμύραινα: εἶδος ἰχθύος.

### σ 752

Σμύρνα: ὁ τάφος τοῦ Χριστοῦ, ἡ ἐνταφίασις· νεκροῖς γὰρ αὕτη διαφερόντως προσφέρεται.

### σ 753

Σμυχόμενος: καιόμενος, ἀναλισκόμενος.

### σ 754

Σοβάδες: διώκουσαι πόρναι.

### σ 755

Σοβαρὰ αὖρα: σεσοβημένη, εὔκρατος. ἐν ὅσῳ θεόθεν σοβαρὰ κατέχει πολέμου μετάτροπος αὖρα. καὶ Σοβαρὸν ἄγαλμα, τῇ πλάσει καὶ τῇ τέχνῃ σοβαρόν.

### σ 756

Σοβαρός: ὁ ὑπερήφανος· τοὺς γὰρ Συβαρίτας φασὶ πλούτῳ καὶ τρυφῇ ὑπερέχειν. ἐκ τοῦ Συβαρίτου οὖν σοβαρός.

### σ 757

Σοβαρός: λαμπρός, ἐπαιρόμενος, τολμηρός, αὐθάδης, ἔξω τοῦ δέοντος φερόμενος. Αἰλιανός· ἔθαψάν τε αὐτοὺς σεμνῶς τε καὶ σοβαρῶς. καὶ αὖθις· καὶ ἐτιμᾶτο τιμαῖς τῆς ἐς ἀνθρώπους αἰδοῦς τε σοβαρωτέραις.

### σ 758

Σοβαρός: ἀπὸ τῆς τῶν Συβαριτῶν ἀρχῆς μετήχθη τὸ ὄνομα, οἱ δέ φασιν παρὰ τὸ σέβας, ἄλλοι δὲ ἀπὸ τοῦ σοβεῖν, ὅπερ ἐστι μετὰ σεμνότητος προϊέναι. Αἰλιανός· ἀναθήμασι σοβαροῖς ἐκόσμησε τὸν νεών.

### σ 759

Σοβαρός· τοιοῦτον ἀναζωγραφῶ, ὡς εἰκός, καὶ οὐκ ἄπο τρόπου τὸν παραβλῶπα καὶ φιλοκερδῆ καὶ κερδαλέον, βραδίστατον πρὸς τὰ κρείττονα· λιχνωδέστατον δέ, πρὸς πανωλεθρίαν τῶν ἐντυγχανόντων ἐκβεβακχευμένον ὅτι μάλιστα. ἀλλ’ ἐξώλης καὶ προώλης προπηλακισθεὶς ἐς κόρακας ᾤχετο, κατάλληλα τἀπίχειρα τῆς βδελυρίας ὁ ἀποτρόπαιος καὶ οἷον ἀποφρὰς ἀποισάμενος, ὃς ἀνάρσια δικάζων ἀδίκως πολλοὺς κατεδίκαζεν, ὄπιν οὐ δεδοικώς, οὐκ ἀλέγων Ἀδράστειαν, οὐδὲ Νέμεσιν ἐμπαζόμενος. ἀλλὰ ταῦτα τεκμήρια ἐναργῆ τῆς Ταρταρώδους καὶ Τανταλείου αὐτοῦ τιμωρίας· ὃς κακὰ πόλλ’ ἔρδεσκεν, ὃς κακὰ πόλλ’ ἀποτίσεται.

### σ 760

Σοβαρῶς: ἐκθύμως, σπουδαίως.

### σ 761

Σοβεῖ: διώκει, κομπάζει. ἐν Ἐπιγράμμασι· καὶ πολὺ κιχάζουσα σοβεῖς ἐς βόστρυχον αἴγλην.

### σ 762

Σοβεῖν: μετὰ σεμνότητος προϊέναι.

### σ 763

Σόβη: ὄνομα θηλυκόν. ἡ ἐξ ἱππείων τριχῶν περικεφαλαία.

### σ 764

Σόδομα καὶ Γόμορρα: ὀνόματα πόλεων αἰσχρῶν καὶ βεβήλων. καὶ Σοδομηνός, ὁ πολίτης. καὶ Σοδομίτης ὁμοίως.

### σ 765

Σόεμος: ὄνομα κύριον.

### σ 766

Σοκέλιος: ὄνομα ἀνδρὸς Ῥωμαίου.

### σ 767

Σολέα: ὄνομα κύριον. τὸν Σολέα αἰτιατική.

### σ 768

Σολέμνιον: ἡ παρὰ βασιλέως ἀναφαίρετος δωρεὰ διδομένη ταῖς ἐκκλησίαις.

### σ 769

Σολήν, Σολῆνος: ποταμός.

### σ 770

Σολία: ὄνομα πόλεως.

### σ 771

Σολόεις: ποταμός.

### σ 772

Σολομῶν, βασιλεὺς Ἱερουσαλήμ, υἱὸς Δαβὶδ ἐκ τῆς Οὐρίου γυναικὸς Βηρσαβέε· ὅστις γυναῖκας ἐξ ἐθνῶν ἠγάγετο παρὰ τὴν ἐν‐ τολὴν τοῦ θεοῦ. αἱ δὲ ἦσαν αὐτῷ αἱ σύμπασαι γαμεταὶ μὲν ἅμα ταῖς Ἰσραηλίτισι ψʹ, παλλακαὶ δὲ τʹ. ἤδη δὲ προβεβηκὼς τὴν ἡλικίαν ὑπὸ τῶν ἐθνικῶν γυναικῶν διεστρέφετο τὸν νοῦν πρὸς εἰδωλολατρίαν· ἐλάτρευσε γὰρ τῇ Ἀστάρτῃ, θεῷ Σιδωνίων, καὶ τῷ Χαμώς, θεῷ Ἀμμα‐ νιτῶν. κἀκ τῶν χιλίων αὐτῷ γυναικῶν μόνος ἄρσεν ἐγένετο Ῥοβοὰμ υἱός, καὶ αὐτὸς ἐξ ἀλλοφύλου Νααμμὰς τῆς Ἀμμανίτιδος, ἀνάξιος τῆς ἀρχῆς. οὐ γὰρ ἡ πολυγαμία τὴν εὐτεκνίαν ποιεῖ.

### σ 773

Σολομῶν, υἱὸς Δαβίδ, βασιλεὺς Ἰουδαίων, φρονήσει καὶ δυνάμει καὶ πλούτῳ δυνατὸς καὶ περιφανής, δικάζων τε τὸν λαὸν ἐν φρονήσει καὶ σοφίᾳ τοῦ κρείττονος οὐ διέλειπεν ἤσκει τε πᾶσαν σοφίαν θείας χάριτος γέμουσαν καὶ τῆς διδασκαλίας ἀκροατὰς πλείστους ἐποιεῖτο. ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενος, τῷ τῆς φύσεως εὐαλώτῳ περὶ τὰς τοῦ σώματος ἡδονὰς ὑπαγόμενος ἄγεται μὲν γυναῖκας χιλίας τὸν ἀριθμόν, πείθεται δὲ ὑπ’ αὐτῶν εἰδωλολάτρης γενέσθαι. διὸ προσ‐ έταξεν ὁ θεὸς μερισθῆναι τὴν αὐτοῦ βασιλείαν, οὐκ ἐπὶ τῶν χρόνων αὐτοῦ, διὰ μνήμην Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ μετὰ τὴν αὐτοῦ τελευτήν. ὅτι τοῖς κραταιοῖς, ὥς φησι Σολομῶν, ἰσχυρὰ ἐφίσταται ἔρευνα. τουτέστι τοὺς ἐν ἀρετῇ τελείους τὴν ἀκρίβειαν ἀπαιτεῖ· καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμεῖ· τοῖς δὲ ἁγίοις ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης. καὶ αὖθις ὁ Σολομῶν· ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Σολομῶν οὖν Σολομῶντος κλίνεται, Σολομῶν δὲ Σολο‐ μῶνος παρ’ ἡμῖν. ὅτι ἡ παλαιὰ τὸν Σολομῶντα Σαλομῶντα καλεῖ, ἀπὸ τῆς Σαλὴμ πόλεως, ὅ ἐστιν εἰρήνη· ἐν γὰρ τοῖς χρόνοις αὐτοῦ εἰρήνη ἦν.

### σ 774

Σολομώντειος λόγος.

### σ 775

Σόλον: δίσκον. καὶ Σόλος, ὄνομα βουνοῦ.

### σ 776

Σόλων, Ἐξηκεστίδου, Ἀθηναῖος, φιλόσοφος, νομοθέτης καὶ δημ‐ αγωγός. γέγονε δὲ ἐπὶ τῆς μζʹ Ὀλυμπιάδος, οἱ δὲ νϛʹ. ἐπιβουλευθεὶς δ’ ὑπὸ Πεισιστράτου τοῦ τυράννου ἀπεδήμησεν ἐν Κιλικίᾳ καὶ ἔκτισε πόλιν, ἣν Σόλους ἐκάλεσεν ἐξ αὑτοῦ. οἱ δὲ καὶ τοὺς ἐν Κύπρῳ Σόλους ἐξ αὐτοῦ φασι καὶ τελευτῆσαι αὐτὸν ἐν Κύπρῳ. ἔγραψε νόμους Ἀθη‐ ναίοις, οἵ τινες Ἄξονες ὠνομάσθησαν διὰ τὸ γραφῆναι αὐτοὺς ἐν ξυλίνοις ἄξοσιν Ἀθήνησι· ποίημα δι’ ἐλεγείων, ὃ Σαλαμὶς ἐπιγράφεται· Ὑποθήκας δι’ ἐλεγείας· καὶ ἄλλα. ἔστι δὲ καὶ οὗτος εἷς τῶν ζʹ ὀνο‐ μαζομένων σοφῶν. καὶ φέρεται αὐτοῦ ἀπόφθεγμα τόδε, μηδὲν ἄγαν, ἢ τό, γνῶθι σαυτόν.

### σ 777

Σόλων· τοῦτον εἵλοντο οἱ Κιρραίοις πολεμεῖν ᾑρημένοι σύμ‐ βουλον. χρωμένοις δὲ σφίσι περὶ νίκης ἀνεῖπεν ἡ Πυθώ· οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζοι, κελαδοῦν ἐπὶ οἴνοπα πόντον. ἔπεισεν οὖν ὁ Σόλων καθιερῶσαι τῷ θεῷ τὴν Κίρραιαν, ἵνα δὴ τῷ τεμένει τοῦ Ἀπόλλωνος γένηται γείτων ἡ θάλαττα. εὑρέθη δὲ καὶ ἕτερον τῷ Σόλωνι σόφισμα ἐς τοὺς Κιρραίους· τοῦ γὰρ ποταμοῦ τὸ ὕδωρ ῥέον δι’ ὀχετοῦ ἐς τὴν πόλιν ἀπέστρεψεν ἀλλαχόσε. καὶ οἱ μὲν πρὸς τοὺς πολιορκοῦντας ἔτι ἀντεῖχον ἔκ τε φρεάτων καὶ τὸ ὕδωρ τὸ ἐκ θεοῦ πίνοντες. ὁ δὲ τοῦ ἑλλεβόρου τὰς ῥίζας ἐμβαλὼν ἐς τὸν ποταμόν, ἐπειδὴ ἱκανῶς τοῦ φαρμάκου τὸ ὕδωρ ᾔσθετο ἔχον, ἀντέστρεψεν αὖθις ἐς τὸν ὀχετόν, καὶ ἐνεφορήσαντο ἀνέδην οἱ Κιρραῖοι τοῦ ὕδατος. καὶ οἱ μὲν ὑπὸ τῆς διαρροίας ἐξέλιπον, οἱ δὲ ἐπὶ τοῦ τείχους τῆς φρουρᾶς Ἀμφικτύονες εἷλον τὴν φρουρὰν καὶ τὴν πόλιν.

### σ 778

Σόλος: ὄνομα βουνοῦ.

### σ 779

Σόλων· ὅτι Σόλων ὁ νομοθέτης Ἀθηναίων, φίλων ἡττώμενος ὀφειλόντων, χρεῶν εἰσηγήσατο ἀποκοπάς.

### σ 780

Σολπίκιος, ὕπατος, Ῥοῦφος ἐπίκλησιν, ἀνὴρ ἦν ἔν τε ταῖς πολεμικαῖς πράξεσιν ἐπιφανὴς καὶ πολιτείας προαίρεσιν ἐζηλωκὼς τὴν διὰ μέσου.

### σ 781

Σόλοι, πόλις Σικελίας καὶ Κύπρου· ἀφ’ ὧν ὁ σολοικισμός· βαρ‐ βαρίζοντες κατὰ τὴν ἰδίαν γλῶσσαν. Σόλων δὲ ταύτην κτίζει, ἀφ’ οὗ τὴν ἐπωνυμίαν ἴσχει. ἢ Σολοικισμός, ὁ τοῦ σῴου λόγου αἰκισμός. σόος καὶ διὰ τοῦ ο μικροῦ. ἔνθεν καὶ λαοσσόος, ἡ τὸν λαὸν σῴζουσα.

### σ 782

Σολοικισμός· ὅτι βαρβαρισμός ἐστιν ἐκ τῶν κακιῶν λέξις, παρὰ τὸ ἔθος τῶν εὐδαιμονούντων Ἑλλήνων, σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συν‐ τεταγμένος· ὡς τό, ἐγὼ περιπατῶν ὁ τοῖχος ἔπεσε.

### σ 783

Σόλοικος: ὄνομα κύριον.

### σ 784

Σόλυμα: πόλις.

### σ 785

Σολυμᾶς: ὄνομα κύριον.

### σ 786

Σόλυμοι: ὄνομα ἔθνους.

### σ 787

Σομφῶδες: τὸ χαῦνον.

### σ 788

Σόος· διὰ τοῦ ο μικροῦ· ἔνθεν καὶ λαοσσόος.

### σ 789

Σόραιχος· ἄρτι δὲ ἀπηρκότος τοῦ Σοραίχου, ἡ Σιννωνὶς ἐφί‐ σταται.

### σ 790

Σορός: μνῆμα, θήκη. ὦ οὗτος, τυφεδανὲ καὶ χοιρόθλιψ, ποθεῖς ἐρᾶν τ’ ἔοικας ὡραίας σοροῦ. καὶ Σοροπηγός. Ἀριστοφάνης· ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω; τοῖς τὰς σοροὺς τῶν ἀποθνησκόντων ποιοῦσι. τούτεστιν ἄλλην ἴασιν οὐχ ἕξει ἢ τὸν θάνατον· καὶ δέον αὐτῷ πρὸς τὴν ταφὴν τὰ ἐπιτήδεια κατασκευάζειν.

### σ 791

Σοσσιανὸς καὶ Σόσσιος: ὀνόματα κύρια.

### σ 792

Σοῦ· Ἀριστοφάνης Σφηξί· ποῦ, ποῦ ’στι μοῦ τὸ δίκτυον; σοῦ, σοῦ, πάλιν σοῦ. ἐπὶ ὀρνέων. καὶ αὖθις Ἀριστοφάνης· σοφοῦ πρὸς ἀνδρός, ὅς τις ἐν βραχεῖ πολλοὺς καλὼς οἷός τε συντεμεῖν λόγους. ἐγὼ δὲ κοινῇ ξυμφορᾷ πεπληγμένος ἱκέτης ἀφῖγμαι πρὸς σέ.

### σ 793

Σουβαρμάχιος· οὗτος τῶν δορυφόρων ἦν ἡγεμών, πιστότατος τῷ εὐνούχῳ Εὐτροπίῳ, εἴπερ τις ἄλλος. ἔπινε δὲ πλείονα οἶνον ἢ ὅσον ἠδύνατο χωρεῖν· ἀλλ’ ὅμως τὰ περὶ γαστέρα διὰ συνήθειαν οὕτω καὶ γυμνασίαν ἰσχυρὰν καὶ νεανικὴν πάντα φέρειν ἐπὶ τὴν φυσικὴν τῶν ὑγρῶν ἔκκρισιν. ἀεὶ γοῦν ἦν, πεπωκώς τε καὶ οὐ πεπωκώς, μεθύων. τὴν δὲ μέθην παρεκάλυπτε σφαλερὸν διαβαίνων τοῖς ποσί, καὶ πρὸς τὴν πτῶσιν πολεμῶν ὑφ’ ἡλικίας διὰ νεότητα καὶ συνιστάμενος. ἦν δὲ βασιλικοῦ μὲν γένους, Κόλχος ἀκριβὴς τῶν ὑπὲρ Φᾶσιν καὶ Θερμώ‐ δοντα, τοξότης ἄριστος, εἴγε μὴ κατετόξευεν αὐτὸν τὸ περιττὸν τῆς τρυφῆς.

### σ 794

Σούκινοι καὶ ἐλεφάντινοι δακτύλιοι γυναιξίν εἰσι σύμφοροι.

### σ 795

Σοῦ γ’ εἵνεκα: τοῦτο λέγειν εἰώθασιν οἱ ναῦται τῷ ἐπιβάτῃ. Ἀριστοφάνης Βατράχοις.

### σ 796

Σουμανῖτις γυνή.

### σ 797

Σούνιον· καὶ ἐν ὁδῷ τῇ ἐκ Πειραιῶς εἰς Σούνιον φυγούσῃ.

### σ 798

Σούπερβος: παρὰ Ῥωμαίοις ὁ ὑπερήφανος. οὕτως ἐκλήθη Ταρκύνιος Σούπερβος, ἕβδομος καὶ ἔσχατος βασιλεὺς Ῥωμαίων· ὃς πᾶσαν μετεκίνησε τὴν ἀρχὴν ἐπὶ τὸ αὐθαδέστερον καὶ βαρυτέραν τὴν πολιτείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν ἐπὶ τὴν ἡγημονίαν δραμάτων· τούς τε νόμους μεταθεὶς καὶ ἄρχοντας παρὰ τὸ σύνηθες προβαλλόμενος καὶ δι’ αὐτῶν τὸν δῆμον αἰκιζόμενος, δεσμά τε καὶ μάστιγας, κλοιοὺς ξυλίνους καὶ σιδηροῦς, πέδας, ἁλύσεις, μέταλλα, ἐξορίας ἐφευρών· ὑπερόπτης τε καὶ ἀλαζών. ὅθεν καὶ τὴν ἐπωνυμίαν ἔσχε. λέγεται οὖν ὁ ἀλαζὼν καὶ σοῦπερ εἶναι τῶν ἄλλων θέλων· σοῦπερ γὰρ τὸ ἐπάνω δηλοῖ.

### σ 799

Σουπηριανός, σοφιστής, τὸ γένος Ἴσαυρος, τῆς Λαχάρου διατριβῆς. ἐγένετο δὲ οὗτος ὁ Σουπηριανὸς ὀψιμαθὴς μὲν ἱκανῶς καὶ τὴν φύσιν ὑπονωθέστερος, οὕτω δὲ ἐπίπονος καὶ σπουδαῖος, ὥστε πλειόνων ἢ λʹ ἐτῶν ἀρξάμενον ἀναγινώσκειν τὰ τῶν ῥητόρων βιβλία, καὶ ἁπλῶς φάναι, λόγοις ἐλευθέροις προσέχειν τὴν διάνοιαν, ἑαυτὸν ἀπαιτεῖν πρὸς ἀνάγκης, οὐδὲ ἐπιτιμήσεων οὐδὲ μαστίγων φειδόμενον, ἐκμανθάνειν ἐν τῷ τηλικούτῳ τῆς ἡλικίας, ἅπερ οἱ ἄλλοι πάντες ἐν τῇ νεότητι ἀπαιτοῦνται παῖδες ἔτι ὄντες ὑπὸ παιδαγωγῶν τε καὶ διδασκάλων. ἀλλ’ ὅγε Σουπηριανὸς αὐτὸς ὑφ’ ἑαυτοῦ μεμαστιγωμένος ἑωρᾶτο πολλάκις ἐν τοῖς βαλανείοις. οὔκουν οὐδὲ διήμαρτεν ἐλπίδος· ἀλλὰ μικρὸν ὕστερον ἐν ταῖς λιπαραῖς καὶ ἀοιδίμοις Ἀθήναις ἀνη‐ γορεύετο σοφιστής, οὐ πάνυ τῆς Λαχάρου δόξης ἀπολειπόμενος. οἶδα γὰρ καὶ Λαχάρην γεγονότα σοφιστὴν ἐξ ἐπιμελείας τὸ πλέον ἢ φύσεως· ἐνέτυχον γὰρ αὐτοῦ λόγοις. καί μοι ἔδοξεν ἀπὸ τοῦ λόγου εἰκάζοντί μοι τὴν πρώτην ἐπιμελὴς μὲν εἶναι σφόδρα, τὴν δὲ φύσιν ἀγεννέστερος. εἶδον δὲ καὶ εἰκόνα τοῦ ἀνδρός, ἄντικρυς ἀπαγγέλλουσαν οἷος ἦν Λαχάρης τὴν φύσιν· ὅτι βραδύτερος μὲν πρὸς τοὺς λόγους, καλὸς δὲ καὶ ἀγαθὸς τὴν ὄψιν πρὸς ἀρετήν, φιλόσοφος ἄξιος καλεῖσθαι μᾶλλον ἢ σοφιστής. ἐπεὶ καὶ ἄλλως θεοφιλὴς ἀνὴρ ἦν ὁ Λαχάρης, ὅσγε τὰς ὄψεις ἀποβαλὼν πάλιν ἀνεκτήσατο.

### σ 800

Σουρήνας.

### σ 801

Σουσιανή: ὄνομα τόπου. καὶ Σούσινον, τὸ μύρον. ἢ τὸ κρίνον.

### σ 802

Σούσιοι: ὄνομα ἔθνους. τὸν νεκρὸν καύσαντες οἱ Σούσιοι τὰ ὀστᾶ κομίζουσι τῷ πατρὶ Τιθωνῷ.

### σ 803

Σουφείρ: χώρα ἐν Ἰνδίᾳ.

### σ 804

Σοφάκας: ὄνομα κύριον.

### σ 805

Σοφίαν: κοινῶς ἁπάντων μάθησιν, καὶ τὴν τέχνην, τὴν φρόνη‐ σιν, καὶ ἐπιστήμην, τὸν νοῦν. ἅπαξ ἐχρήσατο Ὅμηρος σοφίᾳ, οὐ καθάπερ νῦν τὴν διὰ λόγου καὶ πραγμάτων ἐπισκευὴν τοῦ ἤθους, ἀλλὰ τὴν τεκτονικὴν τέχνην. εὖ εἰδῇ σοφίης.

### σ 806

Σοφία· καὶ σοφός, ὁ ταύτην ἐπαγγελλόμενος, ὃς ἂν εἴη κατὰ ἀκρότητα ψυχῆς ἀπηκριβωμένος, φιλόσοφος δὲ ὁ σοφίαν ἀσπαζόμε‐ νος. Σοφία καὶ ἡ εὐγλωττία καὶ ἡ τῶν θείων ἐπίγνωσις.

### σ 807

Σοφίαν Πλάτων ἡγεῖται ἰδιαίτατα μὲν τὴν τῶν νοητῶν καὶ ὄντως ὄντων ἐπιστήμην· ἥν φησι περὶ θεὸν καὶ ψυχὴν σώματος κε‐ χωρισμένην. ἰδίᾳ δὲ σοφίαν καὶ τὴν φιλοσοφίαν καλεῖ, ὄρεξιν οὖσαν τῆς θείας φιλοσοφίας. κοινῶς δὲ λέγεται παρ’ αὐτῷ σοφία καὶ ἡ πᾶσα ἐμπειρία, οἷον ὅταν σοφὸν λέγῃ τὸν δημιουργόν.

### σ 808

Σοφία μωροῦ: ἀδιεξόδευτοι λόγοι.

### σ 809

Σοφία. ὅτι ἀπὸ τοῦ πλευροῦ τῆς ἁγίας Σοφίας στῆλαι ἀφῃρέθησαν Ἑλληνικαὶ υκζʹ θεῶν Ἑλληνικῶν καὶ Κάρου πατρῳοῦ Διοκλητιανοῦ καὶ τῶν ιβʹ ζῳδίων· βασιλέων δὲ Χριστιανῶν στῆλαι πʹ, ἃς Ἰουστινιανὸς μερίσας τῇ πόλει τὸν μέγαν ναὸν ᾠκοδόμησε.

### σ 810

Σοφίζω· αἰτιατικῇ.

### σ 811

Σοφιστεία.

### σ 812

Σοφιστής: ἀπατεών. παρὰ τὸ σοφίζεσθαι, ὅ ἔστι λόγοις ἀπα‐ τᾶν. λέγεται δὲ σοφιστὴς καὶ ὁ διδάσκαλος, ὡς σοφίζων. τὸ δὲ πα‐ λαιὸν σοφιστὴς ὁ σοφὸς ἐκαλεῖτο. ὀδύναις τε καὶ νόσοις γενέσθαι σοφιστὴν ἄκρον. καὶ Ἀριστοφάνης λέγει σοφίζῃ, ἀντὶ τοῦ τεχνάζῃ. σοφίας γὰρ καὶ σοφίσματα τὰς τέχνας ἔλεγον.

### σ 813

Σοφιστής: πᾶς τεχνίτης. καὶ ὁ τὸ λεκτικὸν ἠσκηκώς· καὶ ὁ ἐπηρεάζων ἑκὼν ἐν τοῖς λόγοις.

### σ 814

Σοφιστής. κομιεῖ τοῦτον σοφιστὴν δεξιόν. οὕτως ἔλεγον πάν‐ τας τοὺς πεπαιδευμένους. οἱ δὲ παλαιοὶ σοφίαν ἔλεγον, καὶ σο‐ φιστὰς τοὺς περὶ μουσικήν. καὶ Φιλόστρατος ὁ Λήμνιος· σοφοὶ μὲν ὑμεῖς, ἀλλ’ οὐ πάντα σοφισταί. Ἀριστοφάνης Νεφέλαις· πλείστους ὁτιὴ βόσκουσι σοφιστάς. τοὺς μετεωρολέσχας νῦν λέγει, καταχρηστι‐ κῶς δὲ καὶ πάντας τοὺς ἀπὸ τῶν μαθημάτων ὁρμωμένους. καὶ θαυ‐ μαστὸν οὐδέν, ὅπου μηδὲ τοὺς αὐλητὰς προσαγορεύειν ὤκνησεν οὕτω. Πλάτων γοῦν ὁ κωμῳδιοποιὸς ἐν δράματι Σοφισταῖς καὶ τὸν Ὀπούν‐ τιον ποιητὴν Βακχυλίδην εἰς τοὔνομα κατέταξε τῶν σοφιστῶν. σο‐ φισταὶ δὲ πάντες, ὅσοι πεπαιδευμένοι. καταχρηστικῶς δὲ Ἀριστοφάνης ἐπὶ πάσης τέχνης ἔλαβε τὸ τῶν σοφιστῶν ὄνομα. ὅτι σοφιστής ἐστιν ὁ δυνάμενος ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι· καὶ ζήτει ἐν τῷ δύναμις.

### σ 815

Σοφοκλῆς, Σωφίλου, Κολωνῆθεν, Ἀθηναῖος, τραγικός, τεχθεὶς κατὰ τὴν ογʹ Ὀλυμπιάδα, ὡς πρεσβύτερος εἶναι Σωκράτους ἔτη ιζʹ. οὗτος πρῶτος τρισὶν ἐχρήσατο ὑποκριταῖς καὶ τῷ καλουμένῳ τριτα‐ γωνιστῇ, καὶ πρῶτος τὸν χορὸν ἐκ πεντεκαίδεκα εἰσήγαγε νέων, πρό‐ τερον δυοκαίδεκα εἰσιόντων. προσηγορεύθη δὲ Μέλιττα διὰ τὸ γλυκύ. καὶ αὐτὸς ἦρξε τοῦ δρᾶμα πρὸς δρᾶμα ἀγωνίζεσθαι, ἀλλὰ μὴ στρατο‐ λογεῖσθαι. καὶ ἔγραψεν ἐλεγείαν τε καὶ Παιᾶνας καὶ λόγον καταλογά‐ δην περὶ τοῦ χοροῦ, πρὸς Θέσπιν καὶ Χοιρίλον ἀγωνιζόμενος. παῖ‐ δας δὲ οὓς ἔσχεν οὗτοι, Ἰοφῶν, Λεωσθένης, Ἀρίστων, Στέφανος, Με‐ νεκλείδης. τελευτᾷ δὲ μετὰ Εὐριπίδην, ἐτῶν Ϟʹ. ἐδίδαξε δὲ δράματα ρκγʹ, ὡς δέ τινες καὶ πολλῷ πλείω, νίκας δὲ ἔλαβε κδʹ.

### σ 816

Σοφοκλῆς, Ἀρίστωνος, υἱωνὸς δὲ τοῦ προτέρου Σοφοκλέους πρεσβυτέρου, Ἀθηναῖος, τραγικός. ἐδίδαξε δὲ δράματα μʹ, οἱ δέ φασιν ιαʹ· νίκας δὲ εἷλεν ζʹ. ἔγραψε καὶ ἐλεγείας. ὅτι Ἀπολλώνιος ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους· ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας· ὁ δὲ Ἀπολλώνιος ὁ Τυανεὺς ὑπ’ ἀρετῆς τε καὶ σωφροσύνης οὐδ’ ἐν μειρακίῳ ἡττήθη τούτων, ἀλλὰ καὶ νέος ὢν καὶ τὸ σῶμα ἐρρωμένος ἐκράτει τε καὶ λυττῶντος ἐδέσποζεν. ἀλλ’ ὅμως συκοφαντοῦσί τινες ἐπ’ ἀφροδισίοις αὐτόν, ὡς διαμαρτίᾳ ἐρωτικῇ χρησάμενον καὶ διὰ τοῦτο ἀπενιαυτί‐ σαντα ἐς τὸ Σκυθῶν ἔθνος· οὔκουν οὐδὲ Εὐφράτης ποτὲ ἐσυκοφάν‐ τησεν ἐπ’ ἀφροδισίοις τὸν ἄνδρα, καίτοι ψευδῆ γράμματα κατ’ αὐτοῦ ξυνθείς· διεφέρετο γὰρ πρὸς τὸν Ἀπολλώνιον, ἐπειδὴ πάνθ’ ὑπὲρ χρημάτων αὐτὸν πράττοντα ἔσκωπτεν οὗτος καὶ ἀπῆγε τοῦ χρηματί‐ ζεσθαι καὶ τὴν σοφίαν καπηλεύειν.

### σ 817

Σοφοκλῆς, Ἀθηναῖος, τραγικὸς καὶ λυρικός, ἀπόγονος τοῦ παλαιοῦ. γέγονε δὲ μετὰ τὴν Πλειάδα, ἤτοι μετὰ τοὺς ζʹ τραγικοὺς οἵτινες ὠνομάσθησαν καὶ Πλειάς. δράματα αὐτοῦ ιεʹ.

### σ 818

Σοφονίας: ὄνομα κύριον.

### σ 819

Σοφός: ὁ θηρεπῳδός. Δαβίδ· φαρμακοῦται φαρμακευομένη παρὰ σοφοῦ. ὡς τό, σοφοί εἰσι τοῦ κακοποιῆσαι. καί, ποῦ σοφός; ποῦ γραμματεύς; οὐ γὰρ τοὺς ὡς ἀληθῶς σοφοὺς ὀνομάζει, ἀλλὰ τούς τισιν εἶναι δοκοῦντας.

### σ 820

Σοφὸς Σοφοκλῆς, σοφώτερος δ’ Εὐριπίδης, ἀνδρῶν δὲ πάν‐ των Σωκράτης σοφώτερος.

### σ 821

Σόφων, Σόφωνος: ὄνομα ὄρους.

### σ 822

Σοφώτατε: ἀντὶ τοῦ κλεπτίστατε. καὶ τοὺς κλέπτας γὰρ σο‐ φοὺς ἔλεγον.

### σ 823

Σοφοὶ τύραννοι τῇ τῶν σοφῶν συνουσίᾳ.

### σ 824

Σῷ: μονοσυλλάβως οἱ σῷοι· καὶ παρὰ Θουκυδίδῃ. οἱ δὲ συνη‐ θέστερον γράφουσι σῷοι. καὶ Σῶν, μονοσυλλάβως, ἀντὶ τοῦ σῳζο‐ μένων, ὁλοκλήρων. ὁλόκληρόν τε καὶ σῶν καὶ ἀρτεμῆ ἐργασάμενον.

### σ 825

Σωβάλ.

### σ 826

Σωγάνη: ὄνομα πόλεως.

### σ 827

Σῴζω· αἰτιατικῇ.

### σ 828

Σωκλῆς: ὄνομα κύριον.

### σ 829

Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀρι‐ στόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βού‐ λονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδη‐ μαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγα‐ ρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν δια‐ λεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροα‐ τὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρ‐ ρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλή‐ θη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσ‐ βευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενο‐ φῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμ‐ προκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδη‐ σεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου.

### σ 830

Σωκράτης, Σωκράτους. Σωκράτης ὁ Μήλιος καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη. ἐπὶ τῶν ἀπόρρητά τινα λεγόντων. ἔστι δὲ παρ’ ἱστορίαν· Ἀθηναῖος γὰρ ὁ Σωκράτης· ἀλλ’ ἐπεὶ Διαγόρας Μήλιος ὢν διεβάλλετο ὡς θεομάχος, καὶ τὸν Σωκράτην ὡς ἄθεον διαβάλλει. διὰ δὲ τὴν ζήτησιν, ὁπόσους ἅλλοιτο ἡ ψύλλα πόδας ἔχουσα. ἢ Μή‐ λιος, ὥς τινες ἐξεδέξαντο, ὁ τὰς τῶν εἰσιόντων ψυχὰς ὀξύνων, πρὶν εἰσελθεῖν ἠγριωμένας, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων θηρίων· μῆλα γὰρ τὰ θρέμματα. οἱ δὲ εἰς τὸ δασὺ καὶ αὐχμηρὸν νοοῦσιν αὐτό· οἱ δὲ παρέλαβον αὐτό. Διαγόρας· ὁ Μήλιος, ὃς τὸ μὲν πρότερον ἦν θεο‐ σεβής, παρακαταθήκην δὲ ὑπό τινος ἀποστερηθεὶς ἐπὶ τὸ ἄθεος εἶναι ἔδραμεν. ἐφ’ ᾧ καὶ οἱ Ἀθηναῖοι ἀγανακτήσαντες τὴν Μῆλον ἐκάκω‐ σαν. ἐγένετο δὲ καὶ Ἀρισταγόρας Μήλιος, διθυραμβοποιός· ὃς τὰ Ἐλευσίνια μυστήρια ἐξορχησάμενος καὶ ἐξειπὼν ἀσεβέστατος ἐκρίθη. καὶ ἀπ’ ἐκείνου τοὺς Μηλίους ἀσεβείᾳ κωμῳδοῦσι. τάττεται δὲ καὶ ἐπὶ τῶν βλασφήμων.

### σ 831

Σῶκος: ὁ Ἑρμῆς.

### σ 832

Σωκῶ: ἰσχύω, δύναμαι· οἱ δὲ ἀντὶ τοῦ σῴζω. Σοφοκλῆς· μόνη γὰρ οὐκέτι σωκῶ λύπης ἀντίρροπον ἄχθος. οἷον καταβαροῦν με, καὶ καταφερόμενον.

### σ 833

Σωλήν, σωλῆνος: τὸ παρ’ ἡμῖν σωληνάριον.

### σ 834

Σωλῖνος: ὄνομα ποταμοῦ.

### σ 835

Σῶμα: πᾶν τὸ τεθνηκός. τὸ δὲ τοῦ ζῶντος δέμας λέγεται, διὰ τὸ συνδεδέσθαι τῇ ψυχῇ, ὡς εἶπεν Ὅμηρος. ὅτι πᾶν τὸ ποιοῦν σῶμά ἐστι· ποιεῖ δ’ ἡ φωνῆ προσιοῦσα τοῖς ἀκούουσιν ἀπὸ τῶν φω‐ νούντων· ὥστε σῶμά ἐστι. λύσις ὀνείρου· σῶμα ὅλον καθαίρειν φροντίδων δηλοῖ λύσιν.

### σ 836

Σωμανῖτις γυνή.

### σ 837

Σωμασκεῖν: συγκροτεῖν, εὐτρεπίζειν, ὠδίνειν, ἑτοιμάζειν.

### σ 838

Σωμασκία. ὁ δὲ ἤσχαλλεν, ὡς παρευδοκιμούμενος ἐκ νέου, τριχῶν μόνον καὶ τῆς ἄλλης φροντίζοντος σωμασκίας.

### σ 839

Σωματοποιεῖν: σωμασκεῖν. οὐκ ἐβούλετο ἀληθινῶς σωματο‐ ποιεῖν τὸν Φίλιππον. καὶ αὖθις· ἐσωματοποίησε δὲ τοὺς ἵππους, ἀνεκτήσατο δὲ τὰ σώματα καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων.

### σ 840

Σωματοποιεῖν: τὸ παρέχειν τὰς τοῦ σώματος χρείας. ὁ δὲ Ζεῦξις ὑπεκρίνατο μὲν ποιεῖν τὰ κατὰ τὰς συνθήκας, οὐκ ἐβούλετο δὲ σωματοποιεῖν ἀληθινῶς τὸν Φίλιππον. οἱ δὲ ἠναγκάζοντο παντὶ τῷ λεγομένῳ προσέχειν καὶ πᾶσαν ἐλπίδα σωματοποιεῖν καὶ προσδέ‐ χεσθαι.

### σ 841

Σωματοποιήσαντες: κυρώσαντες, βεβαιώσαντες. ἐμοῦ δὲ ταχέως συγκαταθεμένου καὶ σωματοποιήσαντος τὴν ἐπιβολὴν, τῷ βλέ‐ πειν διότι ὀρέγεται τῆς τοιαύτης ὑποθέσεως.

### σ 842

Σωματοποιῆσαι, ὁ δὲ ἔφασκε δεῖν μὴ προΐεσθαι τοὺς ἐχ‐ θροὺς ἐκ τῶν χειρῶν μηδὲ σωματοποιεῖν τὴν τόλμαν αὐτῶν φυγο‐ μαχοῦντας. ὁ δὲ βραχείας ἐπιλαβόμενος ἐλπίδος ἐκ τῶν πολιορκου‐ μένων ἐσωματοποίει ταύτην. καὶ αὖθις Πολύβιος· ὁ δὲ ὡς κηδεμο‐ νικὸς φίλος πᾶν ἐμηχανᾶτο, δι’ οὗ τὰ τῶν ἐχθρῶν σωματοποιήσει, τοῖς δὲ σφετέροις πράγμασι περιστήσει τοὺς μεγίστους κινδύνους.

### σ 843

Σωνάρτης: ὄνομα κύριον.

### σ 844

Σῷος: ὁ ὑγιής.

### σ 845

Σώπατρος, Ἀπαμεύς, σοφιστὴς καὶ φιλόσοφος, μαθητὴς Ἰαμ‐ βλίχου· ὃν ὁ Καῖσαρ Κωνσταντῖνος ἀνεῖλεν εἰς πίστιν τοῦ μὴ ἑλληνί‐ ζειν ἔτι τὰ κατὰ θρησκείαν· ἦν γὰρ αὐτῷ συνήθης πρότερον. ἔγραψε Περὶ προνοίας καὶ τῶν παρὰ τὴν ἀξίαν εὐπραγούντων ἢ δυσπραγούν‐ των. ὅτι τὸν Σώπατρον Κωνσταντῖνος ἀνεῖλεν, οὐ καλῶς ποιῶν· ὁ γὰρ Χριστιανὸς ἐξ ἀγάπης, οὐκ ἐκ ἀνάγκης.

### σ 846

Σώπατρος, κωμικός· τῶν δραμάτων αὐτοῦ ἐστιν Ἱππόλυτος, Φυσιολόγος, Σιλφία ἢ Κνιδία, Νεκυῖα, Πύλαι, Ὀρέστης, Φακῆ· ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς.

### σ 847

Σώπατρος, παρῳδός· τούτου ἐστὶ δρᾶμα Βακχίς, ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς.

### σ 848

Σώπατρος, Ἀπαμεύς, σοφιστής, ἢ μᾶλλον Ἀλεξανδρεύς. ἐπι‐ τομὰς πλείστων. τινὲς δὲ καὶ τὴν ἐκλογὴν τῶν ἱστοριῶν τούτου εἶναί φασι.

### σ 849

Σώπιθος: ὄνομα κύριον.

### σ 850

Σωράκους· Βάβριος· ποῦ δ’ ὀσπρίων ἦν σωρὸς ἢ πίθος σύκων στάμνοι τε μέλιτος σώρακοί τε φοινίκων;

### σ 851

Σωρανός, Μενάνδρου καὶ Φοίβης, Ἐφέσιος, ἰατρός, διατρίψας ἐν Ἀλεξανδρείᾳ καὶ ἐν τῇ Ῥώμῃ δὲ ἰατρεύσας ἐπὶ Τραϊανοῦ καὶ Ἀδριανοῦ τῶν βασιλέων βιβλία τε συντάξας πλεῖστα καὶ κάλλιστα.

### σ 852

Σωρανός, Ἐφέσιος, ἰατρὸς νεώτερος. Γυναικεῖα βιβλία δʹ, Βίους ἰατρῶν καὶ αἱρέσεις καὶ συντάγματα βιβλία ιʹ· καὶ ἄλλα διάφορα. ὅτι Ἀσκληπιόδοτος ὁ φιλόσοφος, καὶ τὴν ἰατρικῆν ἐκμαθὼν τῶν μὲν νεωτέρων οὐδένα ἀπεδέχετο πλὴν Ἰάκωβον, τῶν δὲ πρεσβυτέρων μετὰ τὸν Ἱπποκράτην Σωρανὸν τὸν Κίλικα, τὸν Μαλλώτην ἐπίκλην.

### σ 853

Σωρεία: πλῆθος. καὶ Σωρεός, ὁ σωρός.

### σ 854

Σωρὸν χρημάτων ἀγγέλλεις: κυρίως σωρὸς τὸ ἐκ μικρῶν σπερμάτων συναγόμενον πλῆθος, παρὰ τὸ σῶ, ὅ ἐστι σῴζω, συνάγω. κα‐ λῶς οὖν ἀπὸ τῶν καρπῶν εἰρήκασιν· οἱ γὰρ εὐθηνοῦντες καὶ πλούσιοί εἰσιν. Ἀριστοφάνης· ὦ χρυσὸν ἀγγείλας ἐπῶν. πῶς φῆς; πάλιν φρά‐ σον μοι. δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.

### σ 855

Σῶς: ἀντὶ τοῦ σῷος. Ἀριστοφάνης· ὦ φίλτατ’ ἀνδρῶν καὶ νεανικώτατε, ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα. καὶ νῦν, ἐπειδὴ σῶς ἐλήλυθας πάλιν, ἄγγειλον ἡμῖν, πῶς τὸ πρᾶγμ’ ἠγωνίσω.

### σ 856

Σωσάννα· ὅτι κατὰ τοῦ Ἀφρικανοῦ Σέξστου ἔγραψεν Ὠριγένης, ἔνστασιν ποιησάμενος περὶ τοῦ τῆς Σωσάννης βιβλίου, τοῦ εἰς τὸν Δανιήλ.

### σ 857

Σῶσαι· ὅτι ἔφη τις τῶν ὁσίων· ἄλλους μὲν γὰρ οὐ πάντες ἀπαιτούμεθα σῶσαι, ἑαυτοὺς δὲ πάντες πάντως. καὶ ἄλλος, σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν.

### σ 858

Σωσθένιον.

### σ 859

Σωσίβιος, Λάκων, γραμματικός, τῶν Ἐπιλυτικῶν καλουμένων. ἐν τούτοις δὲ ἱστορεῖ καὶ τοῦτο, ὅτι εἶδός τι κωμῳδίας ἐστὶ καλού‐ μενον Δικηλιστῶν καὶ Μιμηλῶν. Περὶ τῶν Μιμηλῶν ἐν Λακωνικῇ ἱστορουμένων παλαιῶν. καὶ ἄλλα. καὶ ἕτερος Σωσίβιος, ψευδεπί‐ τροπος Πτολεμαίου, σκεῦος ἀγχίνουν καὶ πολυχρόνιον, ἔτι δὲ κακο‐ ποιὸν ἐν βασιλείᾳ, καὶ πρῶτον μὲν ἀρτύσαι φόνον Λυσιμάχῳ, ὃς ἦν υἱὸς Ἀρσινόης. ἔπειτα πολλῆς ἐπαγομένης ὕβρεως, ἀνεθυμιᾶτο πάλιν ἐν τοῖς πολλοῖς τὸ προϋπάρχον μῖσος.

### σ 860

Σωσίθεος, Συρακούσιος ἢ Ἀθηναῖος, μᾶλλον δὲ Ἀλεξανδρεὺς τῆς Τρωϊκῆς Ἀλεξανδρείας· τῶν τῆς Πλειάδος εἷς, ἀνταγωνιστὴς Ὁμήρου τοῦ τραγικοῦ τοῦ υἱοῦ Μυροῦς τῆς Βυζαντίας· ἀκμάσας κατὰ τὴν ρξδʹ Ὀλυμπιάδα· γράψας δὲ καὶ ποιήματα καὶ καταλογάδην.

### σ 861

Σωσίπατρος: ὄνομα κύριον.

### σ 862

Σῶσις: ὄνομα κύριον.

### σ 863

Σωσιφάνης, Σωσικλέους, Συρακούσιος, τραγικός. ἐδίδαξε δρά‐ ματα ογʹ, ἐνίκησε δὲ ζʹ. ἔστι δὲ καὶ αὐτὸς ἐκ τῶν ζʹ τραγικῶν, οἵ‐ τινες ὠνομάσθησαν Πλειάς. ἐγένετο δὲ ἐπὶ τῶν τελευταίων χρόνων Φιλίππου, οἱ δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος. τελευτᾷ δὲ ριαʹ ὀλυμ‐ πιάδι, οἱ δὲ ριδʹ· οἱ δὲ ἀκμάσαι αὐτὸν γράφουσι.

### σ 864

Σῶσπις.

### σ 865

Σῶστρα: σωτήρια, μήνυτρα, λύτρα.

### σ 866

Σώστρατος, Σικυώνιος, ἐπίκλην ἀκροχερσίτης. ἐπιλαμβανό‐ μενος γὰρ ἄκρων χειρῶν τοῦ ἀνταγωνιστοῦ ἔκλα καὶ οὐ πρότερον ἠφίει, πρὶν αἴσθοιτο ἀπαγορεύσαντος. ἦν δὲ καὶ Λεοντίσκος Μεσσήνιος ἐκ Σικελίας, παραπλησίως ἀγωνιζόμενος Σωστράτῳ· ὃ γὰρ ἐκεῖνος ἐποίει παγκρατιάζων, τοῦτο ὁ Λεοντίσκος παλαίων. διδαχθῆναι δὲ αὐτὸν παρὰ Κλεάρχῳ μαθητῇ Εὐχείρου τοῦ Κορινθίου καὶ Χίλωνος Πατρέως.

### σ 867

Σῶστρις, βασιλεὺς τῶν Αἰγυπτίων, ἐκ τῆς φυλῆς τοῦ Χάμ· ὅσ‐ τις ὑπέταξε τοὺς Ἀσσυρίους καὶ πᾶσαν τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην· καὶ κατῴκισεν ἐν τῇ Ἀσσυρίων χώρᾳ Σκυθῶν ἄνδρας μυριάδας ͵εʹ, οἵτινες ἐκλήθησαν Πάρθοι, ὅ ἐστι Περσικῇ γλώσσῃ Σκύθαι. καὶ μέχρι σήμερον ἔχουσι καὶ τὴν στολὴν καὶ τὴν λαλιὰν καὶ τοὺς νόμους τῶν Σκυθῶν.

### σ 868

Σωτάδεια: Σωτάδου ποιήματα.

### σ 869

Σωτάδας, Βυζάντιος, φιλόσοφος. ὡς ἐν τῷ ϛʹ περὶ φιλοσοφίας Ἀριστοκλῆς.

### σ 870

Σωτάδης, Ἀθηναῖος, κωμικὸς τῆς μέσης κωμῳδίας.

### σ 871

Σωτάδης, Κρής, Μαρωνείτης, δαιμονισθείς, ἰαμβογράφος. ἔγραψε Φλύακας ἤτοι Κιναίδους διαλέκτῳ Ἰωνικῇ· καὶ γὰρ Ἰωνικοὶ λόγοι ἐκαλοῦντο οὗτοι. ἐχρήσατο δὲ τῷ εἴδει τούτῳ καὶ Ἀλέξανδρος ὁ Αἰτωλὸς καὶ Πύρης ὁ Μιλήσιος καὶ Θεόδωρος καὶ Τιμοχαρίδας καὶ Ξέναρχος. εἰσὶ δὲ αὐτοῦ εἴδη πλεῖστα· οἷον Εἰς ᾅδου κατάβασις· Πρίηπος· Εἰς Βελεστίχην· Ἀμαζών· καὶ ἕτερα. καὶ Ἐγκλειόμεναι, καὶ Παραλυτρούμενος· ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς.

### σ 872

Σωτάδης, Ἀθηναῖος, φιλόσοφος, ὁ γράψας Περὶ μυστηρίων βιβλίον αʹ.

### σ 873

Σωτέος: σωθῆναι ἄξιος.

### σ 874

Σωτήρ: ὁ θεὸς ἡμῶν. καὶ Σώτειρα. Φωσφόρος ὦ σώτειρ’, ἐπὶ Παλλάδος ἕσταθι κλήρων, Ἄρτεμι, καὶ χάριεν φῶς ἑὸν ἀνδρὶ δίδου.

### σ 875

Σωτηρίδας, γραμματικός, ἀνὴρ Παμφίλης, ᾗ καὶ τὰς ἱστορίας περιῆψεν. ἔγραψεν Ὀρθογραφίαν, Ζητήσεις Ὁμηρικάς, ὑπόμνημα εἰς Μένανδρον, Περὶ μέτρων, Περὶ κωμῳδίας, εἰς Εὐριπίδην.

### σ 876

Σωτηρίδας, Ἐπιδαύριος, πατὴρ Παμφίλης, ἧς τὰ ὑπομνήματα ἐπέγραψεν, ὡς ὁ Διονύσιος ἐν λʹ τῆς μουσικῆς ἱστορίας, βιβλία γʹ.

### σ 877

Σωτήριχος, Ὀασίτης, ἐποποιός, γεγονὼς ἐπὶ Διοκλητιανοῦ. Ἐγκώμιον εἰς Διοκλητιανόν, Βασσαρικὰ ἤτοι Διονυσιακὰ βιβλία δʹ, Τὰ κατὰ Πάνθειαν τὴν Βαβυλωνίαν, Τὰ κατὰ Ἀριάδνην, Βίον Ἀπολλωνίου τοῦ Τυανέως, Πύθωνα ἢ Ἀλεξανδριακόν· ἔστι δὲ ἱστορία Ἀλεξάνδρου τοῦ Μακεδόνος, ὅτε Θήβας παρέλαβε· καὶ ἄλλα.

### σ 878

Σωφανηνή.

### σ 879

Σωφάνης: ὄνομα κύριον.

### σ 880

Σώφαξ: ὄνομα κύριον.

### σ 881

Σώφιλος, Σικυώνιος ἢ Θηβαῖος, κωμικὸς τῆς μέσης κωμῳδίας. δράματα αὐτοῦ Κιθαρῳδός, Φύλαρχος, Τυνδάρεως ἢ Λήδα, καὶ Δηλία. ὥς φησιν Ἀθήναιος, καὶ Χειρίδιον καὶ Παραθήκη.

### σ 882

Σωφρονεῖν· Σοφοκλῆς· μὴ κρῖνε, μὴ ’ξέταζε· σωφρονεῖν καλόν. νῦν τὸ μὴ περιεργεῖν· ἐν τούτοις γὰρ μάλιστα ἡ σωφροσύνη ταῖς γυναιξὶ διασῴζεται, εἰ μὴ περιεργάζονται ὅ τι πράττει ὁ ἀνήρ.

### σ 883

Σωφρονεῖς: ἀντὶ τοῦ μόλις ἐστράφης, ἢ καλῶς λέγεις. Ἀριστοφάνης Πλούτῳ.

### σ 884

Σωφρονίζω σε· αἰτιατικῇ.

### σ 885

Σωφρονικῶς: ἀντὶ τοῦ μετὰ λογισμοῦ καὶ σκέψεως. οὐκ ἀνοήτως, οὐδὲ ἐκ τοῦ προχείρου.

### σ 886

Σωφρονισθέντας: ἀντὶ τοῦ ταπεινωθέντας. τοὺς δὲ ἀπειρη‐ κότας καὶ ταῖς ἔναγχος ἥτταις σωφρονισθέντας.

### σ 887

Σωφρονῶ ἐγώ· Σωφρονίζω δὲ ἕτερον. καὶ Σωφρονι‐ στῆρες.

### σ 888

Σώφρονος.

### σ 889

Σωφρονῶ· δοτικῇ. αὐτὴ αὐτῷ ἀκριβῶς σωφρονοῦσα. αἰτιατικῇ δέ· σωφρο‐ νισάτω σε τὸ τῶν παρθένων ὑπόδειγμα.

### σ 890

Σωφροσύνη: ἡ ἰδιωτεία παρὰ Θουκυδίδῃ καὶ ἡ ἀπραγμοσύνη.

### σ 891

Σωφροσύνη: ἄλλη παρὰ τὴν πολιτικὴν ἀρετήν, μείζων· τῷ δὲ αὐτῷ ὀνόματι χρώμεθα ἐν ὁμολογίᾳ τινὶ καὶ συμφωνίᾳ ἐπιθυμητικοῦ πρὸς λογισμόν. τὸ γὰρ ἐς σωφροσύνην ἐγὼ δικαιότατον κἂν τῷ Βελλεροφόντῃ σωφροσύνης ἀμφισβητήσαιμι. ὃ φησὶν Ἀριστοτέλης· ἃ γὰρ ποιοῦντες μανθάνομεν, ταῦτα μανθάνοντες ποιοῦμεν. ἤγουν τὸ κρατεῖν ἡδονῶν μανθάνοντες σώφρονες γινόμεθα, καὶ γενόμενοι σώ‐ φρονες κρατοῦμεν τῶν ἡδονῶν.

### σ 892

Σωφροσύνη· ταύτην μεταφορικῶς τινες ὁρίζονται συμφωνίαν. ἔστι δὲ ἡ σωφροσύνη ποιότης καὶ ἕξις· ἡ δὲ συμφωνία κυρίως ἐπὶ μέλους· καί ἐστι τῶν πρός τι. καὶ ἐπὶ φθόγγων δὲ τάττεται ἡ συμ‐ φωνία. Σωφροσύνη δὲ λέγεται ἡ ἀντιδιαστελλομένη τῇ μανίᾳ, παρὰ τὸ σῴας ἔχειν τὰς φρένας. καὶ ὁ Ἀπόστολος παρὰ τοῦ ἡγεμό‐ νος ἀκούσας, μαίνῃ Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περι‐ άγει· οὐ μαίνομαι, φησίν, ἀλλὰ σωφροσύνης καὶ ἀληθείας ῥήματα φθέγγομαι, τῇ μανίᾳ τὴν σωφροσύνην ἀντιδιαστείλας. σωφροσύνη μὲν οὖν πᾶν τὸ ἀναμάρτητον. νέμουσι δ’ αὐτῆς τὴν προσηγορίαν κατ’ ἐξοχὴν εὖ ποιοῦντές τινες τῷ τῆς ἁγνείας πράγματι, ἐξοχωτάτῳ τῶν ἄλλων ὑπάρχοντι. εἰ μὲν οὖν τῇ μανίᾳ ἀντιδιασταλείη, τὸ καθεστάναι μηνύει· εἰ δὲ τῇ λαγνείᾳ, τὴν ἐγκράτειαν καὶ τὴν ἁγνείαν δηλοῖ.

### σ 893

Σώφρων, Συρακούσιος, Ἀγαθοκλέους καὶ Δαμνασυλλίδος. τοῖς δὲ χρόνοις ἦν κατὰ Ξέρξην καὶ Εὐριπίδην. καὶ ἔγραψε Μίμους ἀν‐ δρείους, Μίμους γυναικείους· εἰσὶ δὲ καταλογάδην, διαλέκτῳ Δωρίδι. καί φασι Πλάτωνα τὸν φιλόσοφον ἀεὶ αὐτοῖς ἐντυγχάνειν, ὡς καὶ καθεύδειν ἐπ’ αὐτῶν ἔσθ’ ὅτε.

### σ 894

Σώφρων, κωμικός. τούτου ἐστὶ δράματα καὶ κωμῳδίαι, Πεν‐ θερά· ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς.

### σ 895

Σώχουσι: τρίβουσιν. Ἡρόδοτος.

### σ 896

Σπαδών: ὀξυτόνως τὸ σπάσμα. βαρυτόνως δὲ ὁ ἐκτομίας. καὶ Νεοσπάδα, τὴν νεωστὶ ἀποσπασθεῖσαν. καὶ Σπαδονίσματα. ἱστία δ’ αἰωρητὰ χαλᾷ σπαδονίσματα μαστῶν. καὶ φυλάττει.

### σ 897

Περὶ Σπαδώνων ἤτοι ἀποκόπων. Σπάδων: εὐνοῦ‐ χος. ταύτην τὴν ἀκόλαστον καὶ ἀκάθαρτον γνώμην καὶ πρᾶξιν τῶν αὐθαιρέτως πασχόντων, θριαμβεύων εὖ μάλα καὶ στηλιτεύων ὁ μέγας Κύριλλος οὕτω φάσκει· ἀκολασίας γὰρ ἕνεκεν οἱ τάλανες τοῦτο δρῶσι, τὰ τῶν γυναικῶν πάσχειν ἄνδρες ὄντες βουλόμενοι. οὐδενὸς γὰρ χρησίμου χάριν τὴν φύσιν μετατιθέντες ἢ ἀσελγείας ἕνεκεν τὴν θεόπλαστον καὶ ἀνδροπρεπῆ μορφὴν διαφθείρουσιν ἑκουσίως πολλάκις, ἢ ὑπ’ ἄλλων ὑπομένειν ἀναγκαζόμενοι τοῦτο ὡς λοιμοὶ τῆς φύσεως καὶ τοῦ γένους πολέμιοι καὶ σπῖλοι πολιτείας καὶ ζωῆς ἐφύβριστοι γίνονται. δίκην μαινάδων πορνευθέντες ἀμέτρως, ἐν τοῖς αἰσχίστοις ὀρχοῦνται πάθεσι μιαρᾷ πολιτείᾳ καὶ πεφθαρμένῃ τὴν ἀθλίαν ζωὴν συγκεράσαντες, ἀμφίβολα καὶ μεμισημένα πρόσωπα περιφέροντες καὶ πρᾶγμα νενοθευμένον. ἱερῶν περιβόλων μακρὰν ἀποιχέσθωσαν. ἐπειδὴ γὰρ αἰσχίστῃ καὶ κακίστῃ γνώμῃ τὸ καλὸν καὶ θεῖον ἔργον εἰς τὸ κακὸν καὶ διαβεβλημένον δόγμα παραλλάξαντες καὶ μεταποιήσαντες καὶ τὴν πνευματικὴν εὐνουχίαν ἀπηγορευμένῃ πράξει λειτουργεῖν ἀναγκάσαντες οὐ μόνον ἄξιοι νομικῆς ψήφου λαμβάνειν τιμωρίαν, ἀλλὰ καὶ ἐξ ἀγγελικῆς καὶ ἀποστολικῆς ἀποφάσεως εἰς τὸ λεγόμενον ἐξώτερον σκότος ἄρδην ἀπελαύνεσθαι. περὶ γὰρ τῶν τοιούτων ἔφη Μωϋσῆς, θλαδίας καὶ ἀπόκοπος οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου. ἔστι γοῦν ἰδεῖν πεπληρωμένας οἰκίας τῶν μεγιστάνων τοιούτων τερα‐ τομόρφων προσώπων, χρυσοῦς μηνίσκους ἐπὶ τραχήλου φοροῦντας, φύσιν μὲν ἄρρενος, θηλείας δὲ ὄψιν ἔχοντας καὶ κεκλασμένως βαδί‐ ζοντας καὶ τεθρυμμένως φθεγγομένους. ὥσπερ ἑταιρίδες ἀπρεπῶς ὧδε κἀκεῖσε τὴν κεφαλὴν περισείουσι καὶ γελῶσιν ἀκρατῶς τε καὶ ἀναιδῶς, οἰστρηλασίαν πρόδηλον ὑπεμφαίνοντες. ὅθεν μετ’ ἀνδρῶν μὲν ὡς γυναῖκες μαλακῶς εὐναζόμενοι καὶ μαλακιζόμενοι φθείρονται, μετὰ γυναικῶν δέ, ὡς φύλακες ἅμα καὶ σωφροσύνης δῆθεν ἰνδάλματα, καθεύδοντες ἀναισχύντως καὶ ἀπηρυθριασμένως αἰσχροπραγοῦσι. καὶ οὗτοι μὲν οὕτως ὑπ’ ἀνδρῶν ἀνοσίων καὶ βεβήλων φθειρόμενοι καὶ μαλακιζόμενοι καταμιαίνουσι καὶ καταμιαίνονται διὰ τῆς παρὰ φύσιν ἀνοσιουργίας καὶ βδελυρίας, αὐτοὶ δὲ γυναικαρία ταλαίπωρα καὶ σεσο‐ βημένα κατὰ τὸ εἰρημένον ἁμαρτίαις καταμολύνουσι καὶ καταβλάπτουσιν οἷα λυσσώδεις κύνες, καὶ τὸ δὴ χαλεπώτερον ἐντεῦθεν αἴτιοι γίνονται καὶ πρόξενοι τε καὶ μέτοχοι τῆς ἀπεράντου κολάσεως, οἵ τε φθείροντες καὶ οἱ φθειρόμενοι. ἀλλ’ ὢ τῆς ἀφροσύνης, ὢ τῆς ἀπάτης καὶ παρα‐ πληξίας· τούτους γὰρ ἄνθρωποι καὶ μάλιστα προὔχοντες ὡς σώφρονας παραδεχόμενοι, πιστεύουσι καὶ εἰσοικίζουσιν, οἵ γε εἰσοικιζόμενοι καὶ παρρησίας τυγχάνοντες τοὺς ὄντως δικαίως ἀρετῆς ἐπιμελουμένους σώφρονας ἄνδρας καταμικρὸν δελεάσαντες εἰς τὸ τῶν Σοδόμων αἰσχρὸν βάραθρον κατηκόντισαν ἐλεεινῶς καὶ τῷ αἰωνίῳ πυρὶ παρέπεμψαν. διὸ δὴ λοιπὸν ἀραρότως πάνυ γε τούτους καὶ νόμος καὶ λόγος εὐαγγελικὸς καὶ ἄριστος βίος καὶ εὐσεβὴς πολιτεία βδελύττεται λίαν ὡς θεομισεῖς καὶ ἀκαθάρτους. οὗτοι γὰρ τοιαύτην ἐξάγιστον ζωὴν προτιμήσαντες καὶ πυθήσαντες, ὅσον ἧκεν ἐπ’ αὐτοῖς, πόλεις μὲν ἠφάνισαν, τὸν σπερ‐ ματικὸν τῆς φύσεως λόγον παραφθείροντες καὶ φθειρόμενοι, εὐαν‐ δροῦσαν δὲ ῥώμην ἀνδρὸς καὶ ἡλικίαν καὶ τὴν ἀρρενωπὴν καὶ γενναίαν ἰσχὺν δεινῶς ἐξανάλωσαν καὶ ἁπλῶς τὴν σύντονον καὶ σφριγῶσαν ἀκμὴν τῆς νεότητος λυμηνάμενοι φανερῶς ἀθλίους καὶ καταγελάστους ἐποιήσαν τοὺς ἁλόντας. οὕς γε φευκτέον προτροπάδην καὶ βδελυκτέον ἐνδίκως ὡς ψυχοκτόνους καὶ σωματοφθόρους καὶ ἐναγεῖς ὄντας καὶ τῆς φύσεως παραχαράκτας. οὐδὲν γὰρ ἀληθῶς μυσαρώτερον ἢ ἀκα‐ θαρτότερον τῶν οὕτω πορνευομένων τε καὶ πορνευόντων. εἰώθασι γάρ, ὡς ἀκριβῶς μεμαθήκαμεν, οὐ μόνον οἱ σπάδωνες καὶ τὰ μόρια τῆς αἰσχρουργίας ποσῶς ἔχοντες ἀσελγαίνειν ἀμέτρως καὶ ἀκολασταίνειν ἀναιδῶς καὶ ἀκορέστως, ἀλλά γε καὶ οἱ τέλεον ἀπόκοποι καὶ ἐκτετμη‐ μένοι. καθάπερ οὖν καὶ οἱ ἐκ γεννητῆς ἐστερημένοι ταῦτα (φεῦ τῆς ἐσχάτης ἀτοπίας καὶ φρενοβλαβείας) διὰ χειρὸς καὶ δακτύλου φθείρειν τὰς ἀθλίας γυναῖκας καὶ τὴν ἀνοσιουργίαν οὕτως ἐμμανῶς οἱ ἀνόσιοι κατεργάζεσθαι. καὶ τοῦτο δηλῶν ὁ σοφὸς ἀριδήλως ἔφη· μακάριος εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα, καὶ παρθένος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. εἰκότως οὖν ἄθηλοι, ἄνανδροι, ἀν‐ δρόγυνοι, σιδηροκατάδικοι καὶ γυναικομανεῖς προσηγορεύθησαν. ἀκου‐ έτωσαν τοίνυν οἱ καθαροὺς καὶ σώφρονας τούτους ὑποτοπάζοντες μάτην καὶ μὴ πιστευέτωσαν τῷ ψεύδει καὶ τῇ κατεσχηματισμένῃ καθα‐ ρότητι καὶ σωφροσύνῃ. ἀπὸ γὰρ ἀκαθάρτου τί καθαρισθήσεται, καὶ ἀπὸ ψεύδους, τί ἀληθεύσει; καὶ εἴθε ὁ χειροτονηθεὶς εὐνοῦχος διὰ βίου σεμνοῦ ἦν ἠγμένος, καὶ ἡμίκακον ἦν τὸ κακόν. νυνὶ δὲ γῆς ἔντερον, γαστρίδουλον, θηλυμανές, ἰταμόν, μέθυσον, πορνοκόπον, ἀργυρώνητον, ἀνελεύθερον, ἀργυρόδουλον, πρὸς αὐτῇ τῇ γενέσει σιδηρο‐ κατάδικον, ἄνανδρον, ἄθηλυ, ἐπιμανές, πολλάκις τὰ θεατρικὰ κοράσια ἐπ’ ὤμων βαστάσαν ἐν σατυρικοῖς συμποσίοις, κισσῷ τὴν κεφαλὴν ἐστεμμένον, καὶ κρατῆρα τῇ χειρὶ ἐνημμένον, ᾠνοχοηκέναι ἐν προσχή‐ ματι τοῦ μυθικοῦ Διονύσου. οὕτως σωφρονεῖ μὲν ἄμισθα διὰ σιδήρου, μαίνεται δὲ ἄκαρπα δι’ οἰκείαν αἰσχρότητα. καὶ τὸ πληθυντικὸν σπά‐ δωνες. ὅτι ἐπὶ Εὐτροπίου τοῦ εὐνούχου, τοῦ ἐπιτρόπου Θεοδοσίου τοῦ βασιλέως, τὸ τῶν εὐνούχων ἔθνος διὰ τὴν ἐκείνου βαρύτητα καὶ δυναστείαν ἐς τοσοῦτον ἐπέδωκε καὶ παρετάθη πλήθους, ὥστε τινες ἤδη καὶ τῶν γενειάδας ἐχόντων, εὐνοῦχοι βουληθέντες καὶ Εὐτρόπιοι γενέσθαι προσελπίζοντες τῆς ψυχῆς ἀφῃρέθησαν σὺν τοῖς ὄρχεσι, τὸν Εὐτρόπιον ἀπολέσαντες. χρυσοῖ τε ἀνδριάντες ἀνίσταντο πανταχοῦ, καὶ οἰκοδομήματα διηγείρετο καὶ κατελαμπρύνετο παρ’ αὐτοῦ σεμνό‐ τερα τῆς ὅλης πόλεως.

### σ 898

Σπαθᾶν: εἰκῇ λέγειν, ἢ ἀναλίσκειν ἀσώτως. ἢ ἐργάζεσθαι. Ἀριστοφάνης Νεφέλαις· ἔφασκον, ὦ γύναι, λίαν σπαθᾷς. ἀντὶ τοῦ ἐργάζῃ. ἐς τοῦτο γὰρ ἦλθον ἀνάγκης τῶν ἐπιτηδείων σπάνει, ὡς τοὺς ὀρόφους βρέχοντας διδόναι εἰς τροφὴν τοῖς ὑποζυγίοις.

### σ 899

Σπάθημα φρενῶν: τὸν ἄγαν φρόνιμον.

### σ 900

Σπαθῶσι: κατασπαταλῶσι, σκορπίζουσι. καὶ Σπάθησις, σπα‐ τάλη.

### σ 901

Σπαλίωνος: πλέγμα μηχανικόν. Ἀγαθίας· οἱ δὲ Ῥωμαῖοι τοὺς σπαλίωνας ἐσκεύαζον καὶ τὰ τῶν μεγάλων λίθων ἀκοντιστήρια. ἔστι δὲ ὁ σπαλίων πλέγμα ἐκ λύγων, ἐς ὀροφῆς τύπον ἐξειργασμένον, στεγανόν τε τῇ πυκνώσει καὶ ἀμφηρεφές, τῷ ἑκατέρωθεν τὰ πλευρὰ καὶ ἐς τὰ κάτω παρατετάσθαι καὶ περιβάλλειν τὸ ἐπερχόμενον. δέρρεις δὲ ὕπερθεν καὶ διφθέρας ἐπιβάλλοντες πάντοθεν περικαλύπτουσι τὸ μηχάνημα, τοῦ μᾶλλον ἔρυμα εἶναι καὶ ἀποκρούειν τὰ βέλη. ἄνδρες δὲ ἔνδον ἐν τῷ ἀσφαλεῖ ὑποκρυπτόμενοι αἴρουσί γε αὐτὸ ἀφανῶς, καὶ ᾗ βούλονται διακομίζουσιν. ἐπειδὰν δὲ προσενεχθείη πύργῳ τυχὸν ἢ περιβόλῳ, τότε δὴ νέρθεν ἐκεῖνοι τὴν προσκειμένην γῆν ἀνορύττοντες καὶ τὸν χοῦν ἀνιμώμενοι ἀπογυμνοῦσι τὰ θεμέλια, καὶ εἶτα μοχλοῖς τε καὶ σφύραις ἐνδελεχέστατα πλήττοντες κατασείουσι τὴν οἰκοδομίαν. παρὰ δὲ Μενάνδρῳ σπαλίωνες εἰσὶ μηχανήματα, καλύπτραι τινὲς βοείοις δέρμασιν ἐκτάδην ξυντεθειμέναι ξύλοις τε ἀνδρομήκεσιν αἰωρούμεναι· ὧν ἔνερθεν ὑπεισδύντες ὁπλῖται, ἐν χρῷ τε τῷ τείχει προσπελάζοντες, ὄργανά τε λαοτόμα καὶ τοιχωρύχα μεταχειριζόμενοι ὑπὸ γῆν αὐλῶνας ἐργάζονται, ἐγκείμενοί τε καὶ διορύττοντες, εἴ που τοῦ τείχους μέρος τι καταρρίψαιεν, ἢ ἄλλῳ τινὶ τρόπῳ ἐντὸς κενωμάτων γενόμενοι δυοῖν ἀνύσουσί γε τὸ ἕτερον, ἢ τὴν γῆν ἀναρρήξαντες τοῦ περιβόλου γενήσοιντο εἴσω, ἤγουν κατὰ τὸ ἔνδον φρέατος τοὺς σήραγγας ἀγα‐ γόντες ἐπ’ εὐθείας ἐκκενώσαιεν ἐφελκύσαντες τὸ ὕδωρ εἰς τὰ γλαφυρά τε καὶ κοῖλα τοῦ ὀρύγματος.

### σ 902

Σπανίζω· γενικῇ.

### σ 903

Σπάνις: ἔνδεια. ὥρης χειμερίης σπάνιον γέρας. περὶ μήλου ὁ λόγος. καὶ Σπανιώτατον, ὀλίγον. καὶ Σπανιστοῖς, τοῖς εὐτελέσι. Σοφοκλῆς· σπανιστοῖς δέξεται δωρήμασι; τοῖς κατὰ σπάνιν τοῦ αἰτοῦντος διδομένοις. σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ μικροῦ δέ τι μεῖον φέροντα, καὶ τόδ’ ἐξαρκοῦν ἐμοί. βραχύτερον ἀποφερόμενον τοῦ αἰτηθέντος. οὐ γὰρ ὅσον αἰτεῖ τις, λαμβάνει.

### σ 904

Σπαράσσω· αἰτιατικῇ.

### σ 905

Σπάργανα: τὰ ἱμάτια, κυρίως δὲ τὰ ῥάκη.

### σ 906

Σπαργῶσα: ἀνθοῦσα, ἡ σπαραττομένη ὑπὸ θλίψεως καὶ δεομένη ἐκκρίσεώς τινος. πάλαι βουλομένους καὶ σπαργῶντας βοηθεῖν τοῖς οἰκείοις. καὶ αὖθις· οἷα πάλαι σπαργῶντες ἐπὶ τοὺς πολεμίους.

### σ 907

Σπάρτα: σχοινία.

### σ 908

Σπαρτιάτης: ἀπὸ Σπάρτης. καὶ Σπαρτιητέων.

### σ 909

Σπαρτωλός: πόλις ἐστὶ τῆς Βοττικῆς ἡ Σπαρτωλός.

### σ 910

Σπασάμενος ἀκράτου: οἴνου ἐκπιών.

### σ 911

Σπατάλη: ἡ τρυφή. οἱ δὲ μύες νῦν ὀρχοῦνται, τῆς σῆς δραξάμενοι σπατάλης. κάττου φησὶν ἤτοι αἰλούρου κατοικιδίου.

### σ 912

Σπατίλη: ἡ τῶν ἀνδρῶν κόπρος. καὶ τὰ μικρὰ δέρματα, τὰ ἐκβαλλόμενα ὑπὸ τῶν σκυτέων. σπατίλη γὰρ τὸ δέρμα, παρὰ τὸ σπᾶσθαι. σκατοφάγος δὲ ὁ Κλέων, ἐπεὶ βυρσοδέψης ἦν· ἐπεὶ μετὰ κόπρου τὰς βύρσας εἰργάζοντο.

### σ 913

Σπατῖνος: ὄνομα κύριον.

### σ 914

Σπαίρει: ἅλλεται, σκαρίζει, ἐκπνεῖ τὴν ψυχήν. καὶ ἐν Ἐπι‐ γράμμασι· θρέψον ἔτι σπαῖρον τὸ γερόντιον· ἀλλ’ ἀπὸ γαίης, ὡς ἐθέλεις.

### σ 915

Σπέκλον: τὸ ὑέλιον, τὸ σπέτλον.

### σ 916

Σπεκουλάτωρος: τοῦ δορυφόρου.

### σ 917

Σπέλεθος· Ἀριστοφάνης· κατεάξαι βουλόμενος, ἐν σκότῳ λάβοι τῇ χειρὶ σπέλεθον ἀρτίως κεχεσμένον. ζήτει ἐν τῷ βόλιτος.

### σ 918

Σπέληξ: γυναικεῖον ἱμάτιον, ἡμιδιπλοίδιον.

### σ 919

Σπένδεται· δοτικῇ. θύεται, ἢ θυμιᾷ, ἢ φιλιοῦται.

### σ 920

Σπένδομαι· δοτικῇ. θύομαι, ἢ θεῷ ἀνατίθεμαι. καὶ Σπένδον‐ τας, θύοντας, προσφέροντας. παρὰ τὴν σπονδὴν καὶ τὸ φιλιοῦσθαι. οὕτως γὰρ ἐκάλουν τὰς ἐπὶ τῶν πολεμίων συμβάσεις καὶ σπονδὰς ἐνόρκους.

### σ 921

Σπερμαίνειν: γεννᾶν.

### σ 922

Σπερμολόγος: εὐρυλόγος, ἀκριτόμυθος, καὶ ὁ τὰ σπέρματα συλλέγων. Σπερμολόγος λέγεται μικρὸν ὀρνιθάριον κολοιῶδες, σπερμολόγος ὠνομασμένον· ἔοικε δὲ ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν. λέγεται οὖν ἀπὸ τούτου ὁ εὐτελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος, καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν, σπερμολόγος.

### σ 923

Σπερχειός.

### σ 924

Σπέρχις καὶ Βοῦλις, ἄνδρες Ἀθηναῖοι, αὐθαίρετοι ἐς Πέρσας ἦλθον, δίκην δώσοντες Ξέρξῃ τῷ Περσῶν βασιλεῖ ὑπὲρ τῶν κηρύκων τῶν ὑπ’ αὐτοῦ πεμφθέντων καὶ καταχωσθέντων παρὰ τῶν Ἀθηναίων.

### σ 925

Σπερχθείς: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ταραχθείς, θυμωθείς.

### σ 926

Σπερχόμενος: ἐπειγόμενος.

### σ 927

Σπεύδειν: παρ’ Ὁμήρῳ οὐκ ἐπὶ τοῦ ταχύνειν, ἀλλ’ ἐπὶ τοῦ ἐνεργεῖν καὶ κακοπαθεῖν. καὶ παροιμία· σπεύδειν ἀπὸ ῥυτῆρος. ἀπὸ ὑποδήματος. ἀντὶ τοῦ ὡς ἔχει σχήματος. ἀπὸ τῆς βλάστης. Σοφο‐ κλῆς· οὐκοῦν τις ὡς τάχιστα προσπόλων μολών. πάντα δ’ ἀναγκάσει λεὼν ἄνιππον ἱππότην τε θυμάτων ἄπο σπεύδειν ἀπὸ ῥυτῆρος.

### σ 928

Σπεύσιππος, Εὐρυμέδοντος, ἀδελφιδοῦς Πλάτωνος τοῦ φιλο‐ σόφου ἀπὸ Ποτώνης τῆς αὐτοῦ ἀδελφῆς, ἀκουστὴς αὐτοῦ Πλάτωνος καὶ διάδοχος γενόμενος τῆς Ἀκαδημίας ἐπὶ τῆς ρηʹ Ὀλυμπιάδος. συν‐ έγραψε πλεῖστα, καὶ μάλιστα φιλόσοφα. αὐστηρὸς τὴν γνώμην καὶ εἰς ἄκρον ὀξύθυμος.

### σ 929

Σπεῖος: σπέος, σπήλαιον.

### σ 930

Σπειώ: ὄνομα κύριον.

### σ 931

Σπεῖρα.

### σ 932

Σπειράω, σπειρῶ. ἐξ οὗ καὶ συνεσπειραμένος καὶ σπειρώμενος τοῖς ῥακίοις.

### σ 933

Σπεῖραι: πλήθη στρατευμάτων, φάλαγγες, νούμερα, λεγεών. Σπεῖραι καὶ αἱ συστροφαὶ τοῦ σχοινίου. καὶ παροιμία· Ἐπὶ σπείρᾳ σχοινίον, τὸ ἀναγκαιότατον. Σπεῖραι καὶ οἱ ὁλκοὶ τοῦ ὄφεως. καὶ Αἰλιανός· ὁ δὲ δράκων ταῖς σπείραις τοὺς νεκροὺς συναγαγὼν ἐφύλαττεν ἀπαθεῖς, ὡς ἂν μήτε τι τῶν χερσαίων, μήτε μὴν τῶν πτηνῶν ἐπὶ λύμῃ προσέλθοι. ἀντὶ τοῦ τοῖς ὁλκοῖς. καὶ Σπειρη‐ δόν, παραπεπλεγμένως. καὶ Σπείρημα, τὸ τοῦ ὄφεως εἴλιγμα.

### σ 934

Σπείρου: ἱματίου, ῥάκους. ἡ εὐθεῖα τὸ σπεῖρον.

### σ 935

Σπείρωνος.

### σ 936

Σπείσασθαι: φιλίαν καὶ εἰρήνην θέσθαι. ἐθέλειν Πάρθοις ὑπὲρ εἰρήνης σπείσασθαι.

### σ 937

Σπήλυγγες: σπήλαια, κοιλώματα. ἐν Ἐπιγράμμασι· σπήλυγγες Νυμφῶν εὐπίδακες, αἳ τόσον ὕδωρ εἴβουσαι.

### σ 938

Σπήλυγξ: σπήλαιον. Βάβριος· κοιάσω σπήλυγγος, οἷά τις νούσῳ κάμνων ἐβέβλητ’, οὐκ ἀληθὲς ἀσθμαίνων.

### σ 939

Σπήλυγξ· σπήλυγγας, ῥαγάς.

### σ 940

Σπήλαιον.

### σ 941

Σπιθαμή: τροπικῶς ἐπὶ τοῦ θεοῦ ὁ προφητικὸς λόγος ὠνόμασεν, ὅτι συνέχει τὴν κτίσιν, καὶ περιδεδραγμένος αὐτῆς εἰς τάξιν ἅπαντα καὶ διακόσμησιν ἄγει, καὶ ὄρεσιν ἰσορροπίαν καὶ μέτρα, πᾶσι τοῖς ἐν τῷ κόσμῳ τὴν οἰκείαν τάξιν ἀποκληρώσας. ὁ τὸν οὐρανὸν ὅλον μικρῷ μέρει τῆς ὅλης αὐτοῦ δυνάμεως περιέχων· ἣν σπιθαμὴν τροπικῶς ὁ λόγος ὠνόμασε.

### σ 942

Σπιθαμή: τοῦ βίου τὸ ἐλάχιστον.

### σ 943

Σπιλάδες: αἱ ἐν ὕδατι κοῖλαι πέτραι, ὡς Ἀπίων. Ἡλιόδωρος δὲ τὰς παραθαλασσίας πέτρας καὶ ἐπειλημμένας ὑπὸ τῶν κυμάτων. καὶ Σπιλάζων. ἐπὶ ταύτην τὴν πόλιν οἷα διᾴττοντες οἱ βάρβαροι κατεσπίλαζον.

### σ 944

Σπίλος: μιασμός, ῥύπος.

### σ 945

Σπίνθαρος, Ἡρακλεώτης. ἦν δὲ τραγῳδίας ποιητής. δράματα δὲ αὐτοῦ ἐστι ταῦτα, Περικαιόμενος Ἡρακλῆς, Σεμέλη κεραυνουμένη.

### σ 946

Σπίνθαρος· οὗτος κωμῳδεῖται ὡς βάρβαρος καὶ Φρύξ.

### σ 947

Σπινθήρ.

### σ 948

Σπίνος: εἶδος στρουθοῦ.

### σ 949

Σπίτταλος: ἰατρὸς παρὰ Ἀθηναίοις δόκιμος. Ἀριστοφάνης· ἄπελθε πρὸς τοῦ Σπιττάλου. σὺ δ’ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἔν‐ σταξον τουτονί. τουτέστι χαλκοῦν ἢ ἀργυροῦν· οἵους ἔχουσιν οἱ ἰατροί.

### σ 950

Σπληδόνος: ὄνομα πόλεως.

### σ 951

Σπλήν: σπληνὸς κλίνεται.

### σ 952

Σπογγιά: ὀξυτόνως Ἀττικοί. Ἀριστοφάνης Βατράχοις· ἀλλ’ οἶσε πρὸς τὴν καρδίαν μου σπογγιάν. καὶ αὖθις Ἀριστοφάνης· σπογγίῳ βεβυσμένον. ἢ ὅτι χύτραν ἔφερον, ἐν ᾗ ἦν σπόγγος μέλιτος πεπλη‐ ρωμένος.

### σ 953

Σπόγγος. σπόγγον ἔχειν καλάμων ψαίστορα ἀπὸ Κνιδίων. φασὶ τὴν Ἀκκὼ μωρὰν οὖσαν σπόγγῳ πάτταλον κρούειν.

### σ 954

Σποδεῖν: τύπτειν. ὁμοθυμαδὸν σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ. Ἀριστοφάνης Ὄρνισι.

### σ 955

Σποδός· Βακχυλὶς ἡ Βάκχου κυλίκων σποδὸς ἔκ ποτε νούσῳ κεκλιμένη.

### σ 956

Σπολάς: διφθέρα. Σοφοκλῆς Αἴαντι Λοκρῷ· καταστίκτου κυνὸς σπολὰς Λίβυσσα, παρδαληφόρον δέρος. οἱ δὲ ἐφαπτὸν δερμάτινον. παρήχθη δὲ ἴσως ἐκ τοῦ ἐπιφέρεσθαι. Ἀριστοφάνης· οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶν’ ἔχεις, ἀπόδυθι, καὶ δὸς τῷ ποιητῇ. καὶ αὖθις· ὃς ὑφαντοδόνητον ἔσθος οὐ πέπαται· ἀκλεὴς δ’ ἔβα σπολὰς ἄνευ χιτῶνος.

### σ 957

Σπονδεῖα: ἀγγεῖα, ἐν οἷς σπένδουσι.

### σ 958

Σπονδή: οἴνου ἔκχυσις ἐπὶ τιμῇ δαιμόνων· ἢ φιλίᾳ. καὶ Σπονδῖτις. ἐν Ἐπιγράμμασι· καὶ σταγόνα σπονδῖτιν ἀεὶ θυέεσσιν ὀπηδόν.

### σ 959

Σπορά: ἡ διανομή.

### σ 960

Σποράδα γῆς: κονιορτόν· ἢ χνοῦν γῆς.

### σ 961

Σποράδες νῆσοι: ἃς ἔνιοι Κυκλάδας λέγουσιν, αἱ ἐν τῷ Αἰγαίῳ. εἰσὶ δὲ ιβʹ.

### σ 962

Σποράδην: διεσπαρμένως ὧδε κἀκεῖσε.

### σ 963

Σποράκης: ὄνομα κύριον. Ἀρριανός· Σποράκης μαθὼν τὸν στόλον βασι‐ λέως ἐπὶ τὴν ἑαυτοῦ ἐπικράτειαν γενόμενον ἔφυγε. τινὲς δὲ Σφωράκιος.

### σ 964

Σποργίλος: ὃς ἦν κουρεύς. καὶ ὁ Πλάτων φησί· τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος.

### σ 965

Σπόρος: ὁ Νέρωνος ἐρώμενος, ὃς καὶ Σαβίνα ἐκαλεῖτο, οὐ μόνον διὰ τὴν ὁμοιότητα τῆς γυναικός, ὅτι ἐξετέτμητο, ἀλλ’ ὅτι καὶ ἐγήματο αὐτῷ ὥσπερ κἀκείνη.

### σ 966

Σπόρτουλλα: δῶρα ἐπὶ πάντων διδόμενα παρρησίᾳ. οἶδας δέ, ὅτι καὶ σπόρτουλλα ἡμῖν χρεωστεῖς· ἀλλ’ ὅμως τῶν πτωχῶν ἕνεκεν εἰς τοῦτό σοι διαλυόμεθα.

### σ 967

Σπουδάζω περὶ τὸν ἄνδρα· Δημοσθένης κατὰ Μειδίου. ἐπὶ δὲ τοῦ κατεπείγομαι Θεόπομπος ἐπιτομῇ τῶν Ἡροδότου. ἐπὶ δὲ τοῦ βούλομαι ὁ αὐτὸς ἐν τῇ ἐπιτομῇ. ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς, ἀλλ’ ἐσπουδασμένως Πλάτων Πολιτείας γʹ. ἐπὶ δὲ τοῦ λίαν θέλω Ἀπολ‐ λόδωρος Καρύστιος Ἀποκαρτεροῦσιν. ἐπὶ δὲ τοῦ σεμνολογεῖν τὸ σπου‐ δαιολογῆσαι Ξενοφῶν Συμποσίῳ. τίνι σπεύδεις; ἀντὶ τοῦ τίνι σπου‐ δάζεις; οὕτως καὶ Ἄλεξις. καί τινα τῶν μακρῶν πλοίων ἐξαπέστειλε, σπουδάζων τῷ στρατοπέδῳ τὰ πρὸς τὴν χρείαν. Πολύβιος.

### σ 968

Σπουδαρχιάσας: ἐπιθυμήσας ἄρξαι, σπουδάσας, ἐπιμεληθεὶς τυχεῖν τῆς ἀρχῆς. καὶ Σπουδαρχίδης, σπουδάζων περὶ ἀρχῆς· Αἰολέων δὲ ἴδιον τὰ ἐπίθετα πατρωνυμικῷ τύπῳ φράζειν, οἷον στρα‐ τωνίδης, μισθαρχίδης.

### σ 969

Σπουδαιολογῶ. ὁ δὲ Κῦρος ἐσπουδαιολογεῖτο, προσκαλῶν τοὺς φίλους.

### σ 970

Σπουδαῖος: σοφός. ἐνάρετος, εὐδόκιμος, ὁ ἀντιδιαστελλό‐ μενος τῷ φαύλῳ. ὡς δὲ ἔμαθεν ἱερὸν εἶναι τὸν χῶρον ἐκ τοῦ ἐν αὐτῇ σπουδαζομένου δαίμονος. τουτέστι τιμωμένου. σύνταξις. πλούσιον μὲν ἀκούω, σπουδαῖον δὲ οὐδὲν ὄντα.

### σ 971

Σπουδή: ἡ περὶ τὰ καλὰ σύντονος ἀγωνία. Ἰσίδωρος ἔφη τὴν μὲν ἐν φιλοσοφίᾳ σπουδὴν ἀνδρὶ νεωτέρῳ καὶ ἄρτι λόγων ἁπτο‐ μένῳ φιλοσόφων εἶναι πρεπωδεστέραν, τὴν δὲ εὐσεβῆ προθυμίαν καὶ φιλόθεον προσήκειν μαλίστα τοῖς ἤδη προβεβηκόσι καὶ πόρρωθεν ἐλαύνουσι, τοῦτο μὲν ἡλικίας, τοῦτο δὲ φιλοσοφίας.

### σ 972

Σπουδῇ: παρ’ Ὁμήρῳ, ἀντὶ τοῦ μόλις. καὶ ὁμοίως ἡμῖν.

### σ 973

Σπώμενος: συντριβόμενος.

### σ 974

Σπῶντες· γενικῇ. ῥοφοῦντες. εἶτα ὑπέβρεχον, θαμινὰ πίνοντες, καὶ ἀκράτου σπῶντες. καὶ Σπῶσι, κατακόρως ἐμφοροῦνται. οἱ δὲ ἄδην καὶ ἀπείρως σπῶσι τοῦ οἴνου καὶ ἀνατραπέντες ἔκειντο ὡς ἔτυχον ἕκαστοι.

### σ 975

Σπυρίδιον διακεκαυμένον λύχνῳ. οἱ γὰρ πρεσβύτεροι, διὰ τὸ μόλις βαδίζειν, ἐν σπυρίδι ἔκρυπτον τὸν λύχνον, ὥστε σῴζειν τὸ πῦρ.

### σ 976

Σπυρίδων, Σπυρίδωνος, ὄνομα κύριον. μιᾶς τῶν ἐν Κύπρῳ πόλεων Τριμηθοῦντος ἐπίσκοπος· ὃς δι’ ἀτυφίαν πολλὴν ἐχόμενος τῆς ἐπισκοπῆς ἐποίμαινε καὶ τὰ πρόβατα· καὶ μέσης νυκτὸς κλέπται ταῖς ἐπαύλεσι τῶν θρεμμάτων ἐπελθόντες λαθραίως ἀφαιρεῖσθαι τῶν θρεμ‐ μάτων ἐσπούδαζον· οἱ δὲ ἀοράτῳ δυνάμει παρὰ ταῖς ἐπαύλεσιν ἐδέδεντο. ὄρθρος τε ἦν, καὶ παρῆκεν ἐπὶ τὰ ποίμνια. ὡς δὲ εἶδε συνδεδεμένους καὶ ἔγνω τὸ γεγονός, λύει τοὺς κλέπτας, πολλά τε παραινέσας ἐκ δικαίων πόνων μὴ μὴν ἐξ ἀδίκων λαμβάνειν, κριόν τε αὐτοῖς χαρισάμενος ἀπέλυσε, χαριέντως ἐπιφθεγξάμενος· ἵνα μή, φησί, μάτην ἠγρυπνηκότες φανῆτε. καὶ ἄλλα δὲ πάμπολλα θαύματα εἰργά‐ σατο· ὃς καὶ παρῆν ἐν τῇ συνόδῳ τῇ ἐν Νικαίᾳ.

### σ 977

Στάγειρα: ὄνομα τόπου. καὶ Γάδειρα, καὶ Τόπειρα, Ἄβδηρα δέ, καὶ Φάληρα, καὶ Κύθηρα.

### σ 978

Σταγείριος: ὄνομα κύριον.

### σ 979

Σταγειρίτης: ὁ Ἀριστοτέλης, ἀπὸ τόπου κληθείς. Πισίδης· ποίους στρατηγοὺς ἢ Σταγειρίτας ἔχων ἐπῆλθες εἰς γῆν εὐτυχούντων βαρβάρων. διόλου τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον, ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλώρου. τουτέστιν ὁ Δημοσθένης τὸν Θου‐ κυδίδην.

### σ 980

Σταγόνος: ῥανίδος ὕδατος.

### σ 981

Στάδιον: ὁ τόπος τοῦ ἀγῶνος. καὶ μέρος τι τοῦ λεγομένου μιλίου· ἑπτὰ γὰρ ἥμισυ στάδια ποιοῦσι μίλιον. λέγεται στάδιον καὶ ἁπλῶς τὸ ἵστασθαι καὶ ἀκινητίζειν. Δίων ἐν λθʹ Ῥωμαϊκῶν· τῷ δὲ δὴ σταδίῳ τῶν σκαφῶν προδιδόμενοι δεινῶς ἤσχαλλον. ἀντὶ τοῦ τῇ στάσει καὶ ἀκινησίᾳ τῶν σκαφῶν προδιδόμενοι σφόδρα ἠνιῶντο. καὶ Στάδιος χιτών, ὁ ποδήρης, ὁ τέλειος· παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ. καὶ Ἀριστοφάνης· δέομαι ὑμῶν τουτὶ πάνυ μικρόν, εἶναί με τῶν Ἑλ‐ λήνων ἑκατὸν σταδίοισιν ἄριστον. καὶ Σταδίᾳ μάχη. οὐδενὸς δὲ αὐτὸν ἐν σταδίᾳ μάχῃ ὑφισταμένου. ὅτι τὰ ἑπτὰ ἥμισυ στάδια ποιοῦσι μίλιον ἕν, τὰ δὲ δέκα μίλια ἔχουσι στάδια πʹ. ἄλλως· ὅτι τὸ στάδιον ἔχει πόδας χʹ, τὸ δὲ μίλιον πόδας ͵δσʹ, τὸ δὲ πλέθρον πόδας ρʹ, ἡ ἄρουρα πόδας νʹ, ὁ ποῦς δακτύλους ιϛʹ, ὁ πῆχυς πόδα αʹ ἥμισυν. ἐν Ἐπιγράμμασι· ἐν σταδίοις Ἰσθμοθήκην Νεμέᾳ. ὅτι Φιλιππίδης ὁ ἡμερόδρομος ͵αʹ καὶ φʹ στάδια ἤνυσε διὰ μιᾶς νυκτός. καὶ ζήτει ἐν τῷ Ἱππίας.

### σ 982

Σταθερόν: ὀξύ, ἰσχυρόν, θερμόν, στάσιμον, τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν. Πλάτων ἐν Φαίδρῳ· μήπως, ὦ Σώ‐ κρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ. οὐχ ὁρᾷς, ὡς σχεδὸν ἤδη μεσ‐ ημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά; δύναται μέντοι καὶ θερμο‐ τάτη εἶναι ἡ σταθερά, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον, ὅταν μᾶλλον ἐκκαῇ, ὀξὺν εἰώθασι λέγειν. σημαίνοι δ’ ἂν καὶ τὸ στάσιμον, τῷ μέσον τι εἶναι τῆς ἡμέρας, καὶ μηδ’ ἐφ’ ἕτερον κλίνειν. καὶ Κρατῖνος δ’ ἐν Σερίφοις ἐπὶ τοῦ ὀξέος ἢ ἰσχυροῦ· οὕτω σταθερὸς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει. Ἀντίμαχος· θέρεος σταθεροῖο. τινὲς καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγωγοῖς· σταθεροῦ χεύματος. καὶ Ἀριστοφάνης ἐν Προαγῶνι· σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης. σημαίνει καὶ τὸ μόνιμον. Ἰώσηπος· καὶ σταθερὰν τὴν ἡλικίαν μετ’ ἐμπειρίας ὁρῶν προβάλλεται στρατηγόν. καὶ Εὐνάπιος· ὁ δὲ πόλεμος τῇ τοῦ βασιλέως ὀξύτητι καὶ προνοίᾳ κατηνέχθη ἐπὶ τὸ σταθερόν τε καὶ ἀσφαλέστερον. τουτέστιν ἰσχυρόν, βέβαιον. ὅτι Σταθερὸς ἀπὸ τοῦ σταθῆναι, ἀπὸ δὲ τούτου σταθερός, καὶ σαθρὸς κατὰ ἀντίφρασιν. ἢ ἀπὸ τοῦ σείεσθαι ῥᾳδίως· ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρθρα.

### σ 983

Στάθευε: ὄπτα. Ἀριστοφάνης· τὰς σηπίας στάθευε.

### σ 984

Σταθήσεται· ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθήσεται πᾶν ῥῆμα. ἐκ τοῦ Εὐαγγελίου.

### σ 985

Σταθμά· οἱ δὲ ὡμολόγησαν ἀργυρίου σταθμὰ δισχίλια δώσειν.

### σ 986

Σταθμᾶσθαι: δοκιμάζειν. οὐ ῥήμασιν, ἀλλ’ ἔργοις ἀεὶ εἰώθασι τὴν ἐς ἀλλήλους σταθμᾶσθαι στοργὴν οἱ ἄνθρωποι.

### σ 987

Σταθμεύσας ἐπὶ τοῦ ῥεύματος βραχὺ φρούριον ἐκ διαστήματος ἐς ἐφεδρείαν δύο χιλιαρχίας ἔταξεν: ἀντὶ τοῦ στρατεύσας.

### σ 988

Στάθμη: τὸ σπαρτίον. στάθμην ἰθυτενῆ μολιβαχθέα. ὡς οὐκ ἂν εὑρόντες ἄνδρα φιλίας ἐν τῇ τῶν Φαλίσκων στάθμῃ δοκιμώ‐ τατον.

### σ 989

Σταθμησάμενος: δοκιμάσας. Ἡρόδοτος· σταθμησάμενος γάρ, ὅκως ἐλελεύσεταί οἱ τὸ λοιπὸν τοῦ ποδός, ἀπέταμε τὸν ταρσὸν ἑωϋτοῦ.

### σ 990

Σταθμητόν: μετρητόν. Ἀρριανός· ἦν δὲ καὶ καμήλων οὐ σταθμητόν τι πλῆθος. καὶ αὖθις· πέτραι τε οὐ σταθμηταὶ τὸ μέγεθος ἀπὸ κεραιῶν μετέωροι αἰωρούμεναι πρὸς τοὺς ὑπιέναι ὁρμῶντας τὸ τεῖχος ἐβάλλοντο.

### σ 991

Στάθμια καὶ σταθμά: διχῶς λέγονται. εἰσὶ δὲ τὰ ἐμβαλλόμενα ταῖς πλάστιγξι τοῦ ζυγοῦ.

### σ 992

Σταθμίζω· αἰτιατικῇ. ἐπὶ ἐνεστῶτος μόνου. Ἐστάθμησα δέ.

### σ 993

Σταθμός: τὸ πανδοκεῖον. καὶ Σταθμοῦχος, ὁ πανδοκεύς. καὶ Ναζιανζός, σταθμὸς Καππαδοκίας.

### σ 994

Σταθμός: στρατιωτικὴ κατάλυσις. Σταθμοὶ καὶ αἱ κατα‐ λύσεις καὶ τὰ καταγώγια τῶν ἀγγελιαφόρων ἀπὸ πόλεως εἰς πόλιν.

### σ 995

Σταθμώμενον· αἰτιατικῇ. δοκιμάζοντα.

### σ 996

Σταθμῶν: τῶν παραστάδων τῆς θύρας.

### σ 997

Στακτή: εἶδος ἀρώματος. Πολύβιος· κυρωθείσης δὲ τῆς ἐλευθερίας τοῖς Γερραίοις, ἐστεφάνωσαν παραχρῆμα τὸν Ἀντίοχον τὸν βασιλέα πεντακοσίοις ἀργυρίου ταλάντοις, χιλίοις δὲ λιβανωτοῦ καὶ διακοσίοις τῆς λεγομένης στακτῆς. καὶ ἐποίει τὸν πλοῦν ἐπὶ Τύλον τὴν νῆσον καὶ ἐποίει τὸν ἀπόπλουν ἐπὶ Σελευκείας. ἦσαν δὲ τὰ ἀρώματα ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ.

### σ 998

Στακτὴ καὶ κασία: ἡ ἀπὸ τοῦ πάθους εὐωδία.

### σ 999

Στακτοῖς: τοῖς ὑγροῖς, καὶ δοκίμοις· πρὸς ἀντιδιαστολὴν τῶν ξηρῶν. Ἀριστοφάνης Πλούτῳ· οὔτε μύροισι μυρίσαι στακτοῖς, ὁπόταν νύμφην ἀγάγησθον.

### σ 1000

Σταλάζω· αἰτιατικῇ.

### σ 1001

Σταλέντος: παυσαμένου. σταλέντος δὲ τοῦ αἵματος, τὰ οἰκεῖα αὖθις διαπράττεσθαι τῶν βασιλέων.

### σ 1002

Στάλικας: πασσάλους. ἔμπαλιν ἰθυτόνων Δᾶμις ἀπὸ σταλί‐ κων. ἐν Ἐπιγράμμασιν. ἡ εὐθεῖα στάλιξ.

### σ 1003

Σταμίνεσσι: τοῖς ἐπιμήκεσι ξύλοις.

### σ 1004

Στάσεις: τὰ ἀναχώματα τῶν ποταμῶν. καὶ τῆς στάσεως παρα‐ σύρων ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους προθελύμνους.

### σ 1005

Στάσις: ἐπὶ πνοῆς βιαίου ἀνέμου. γίνεταί τις ἀνέμου στάσις, ἔχουσα τηλικαύτην φοράν, ὥστε τὰς στοὰς σαλεύειν.

### σ 1006

Στάσις: ὁ ἐμφύλιος, πόλεμος δὲ ὁ τῶν ἀλλοτρίων. στασιώτου ἑκάτερος προαιροῦνται. Στασιῶται δὲ οἱ στάσεις ἐγείροντες. καὶ Στασιώτης· Ἀντιφῶν ἐν τῷ Περὶ τῆς μεταστάσεως· περὶ τοίνυν ὧν Ἀπόληξις κατηγόρηκεν, ὁ στασιώτης ἦν ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός. ἔοικεν ἰδίως νῦν ὁ ῥήτωρ ἐπὶ τοῦ δορυφόρου κεχρῆσθαι τῷ ὀνόματι. ἐν γοῦν τοῖς ἑξῆς φησιν, ὅτι, οὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνή‐ θησαν οἱ πρόγονοι καλέσαι, τοὺς δὲ δορυφόρους ἠδυνάτησαν.

### σ 1007

Στάσιμον: εἶδος μέλους, ὅπερ ἱστάμενοι ᾖδον οἱ χορευταί. ἢ Στάσιμον, τὸ ταραχῶδες. καὶ Στάσιμος, ὄνομα κύριον.

### σ 1008

Στατήρ: τὸ ἐκ χρυσοῦ νόμισμα. τῶν βαλαντίων ἡ συνωρίς, τὸ μὲν εἶχεν ὀβολοὺς ἐκ χαλκοῦ, τὸ δὲ στατῆρας χρυσίου, τῶν Εὐμήλου ἵππων πολὺ μᾶλλον ἀλλήλοις ἐοικότα.

### σ 1009

Στατήρ: τετράγραμμον νόμισμα· καὶ τὸ ἑξάγιον, καὶ τὸ ζύγιον. ἢ εἶδος νομίσματος. Ἀριστοφάνης Πλούτῳ· στατῆρσι δ’ ἀρτιάζομεν. τουτέστι νομίσμασι παίζομεν ἄρτια ἢ περιττά. ὁρᾶτε μέν με δεόμενον σωτηρίας τετραστατήρου. Ἀριστοφάνης.

### σ 1010

Σταυρός· ἐπὶ τὸ Βόρειον τοῦ Φόρου μέρος σταυρὸς ἵστατο, ὡς εἶδεν αὐτὸν Κωνσταντῖνος ἐν τῷ οὐρανῷ, χρυσέμπλαστος, ἐν τοῖς ἀκρωτηριακοῖς στρογγύλοις μήλοις· ἔνθα καὶ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ καθορῶντο χρυσέμβαφοι.

### σ 1011

Σταυροί: τὰ ὀρθὰ πεπηγότα ξύλα. ὅτι ἐπὶ Θεοδοσίου τοῦ μεγάλου βασιλέως καθαιρομένων τῶν Ἑλληνικῶν ἱερῶν, εὑρέθησαν ἐν τῷ τοῦ Σαράπιδος νεῷ ἱερογλυφικὰ γράμματα, σταυρῶν ἔχοντα τύπους, ἅπερ θεασάμενοι οἱ ἐξ Ἑλλήνων χριστιανίσαντες, ἔφασαν, σημαίνειν τὸν σταυρὸν παρὰ τοῖς ἱερογλυφικὰ γινώσκουσι γράμματα ζωὴν ἐπ‐ ερχομένην.

### σ 1012

Σταφυλή: παρὰ τὸ σήπω σαπυλὴ καὶ σταφυλή. πεπανθείσης γὰρ τῆς ἀμπέλου, τότε καὶ ἡ σταφυλὴ γίνεται. καὶ Σταφυλο‐ βολεῖον, τὸ καλούμενον πατητήριον. λύσις ὀνείρου· βότρυς κατέσθειν ὀμβρικὴν δηλοῖ κλύσιν.

### σ 1013

Σταχάνη· ἡ τρυτάνη. παρὰ τὴν στάσιν. καὶ παροιμία· Δι‐ καιότερος σταχάνης.

### σ 1014

Σταῖς: ἡ ζύμη. τρία εἰσὶν εἰς αις· παῖς ἀρσενικόν, δαῖς θηλυκόν, σταῖς οὐδέτερον.

### σ 1015

Σταιτίτης: εἶδος ἄρτου.

### σ 1016

Στέαρ: παρὰ τῷ Δαβὶδ εὔνοια καὶ φιλαδελφία. τὸ στέαρ αὐτῶν συνέκλεισαν· τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.

### σ 1017

Στέαρ παρὰ τῇ θείᾳ γραφῇ ἡ εὐπάθεια καὶ ἡ εὐκληρία λέγεται. ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτοῦ. ἀντὶ τοῦ μετὰ πάσης ἀδείας τὴν ἀδικίαν τολμῶσι.

### σ 1018

Στέαρ πυροῦ: ὁ κάλλιστος σῖτος καὶ ἄρτος.

### σ 1019

Στέατα: ἄλευρα. καὶ Εὐνάπιος· ὁ δὲ φέρων γράμματα ἐν χαλκῷ στέατι περιπεπλασμένα, καθεὶς ἐν πήρᾳ ἐπιθείς τε καὶ ἄλλους ἄρτους ὁμοίους, ὡς μή τινα γνῶναι τὸ ἀπόρρητον.

### σ 1020

Στεγανὰ πλοῖα: στερεά.

### σ 1021

Στεγανόν: πυκνόν, σφιγκτόν. καὶ Διόδωρος· οἱ δὲ Ῥω‐ μαῖοι στεγανὰ ποιήσαντες παρεχείμαζον. καὶ παροιμία· Βάκχης τρόπον. ἐπὶ τῶν στεγανῶν καὶ σιωπηλῶν· αἱ γὰρ Βάκχαι ἐσίγων.

### σ 1022

Στεγανόποδα· στεγανόποδα ζῷα λέγεται καὶ πλατυώνυχα κύκνος, χήν, πελεκὰν καὶ τὸ τῶν νηττῶν πᾶν γένος· οἷς συμβέβηκε φιλύδροις εἶναι.

### σ 1023

Στεγανώτερον: στερεώτερον, πεπυκνωμένον, συνεχέστερον. ἐν Ἐπιγράμμασι· ἀλλά τι καὶ φρονέοις στεγανώτερον. οἱ δὲ τοὺς ἀσκοὺς κεντήσαντες ὁμίχλῃ στεγανωτάτῃ συνεσκίασαν τὸν ἀέρα, τῇ αἰθάλῃ. καὶ Αἰλιανός· ὁ δὲ ἔλεγε στεγανωτάτους εἶναι τοὺς βου‐ λευτὰς καὶ φυλάττειν τὰ τῆς σκέψεως ἀπόρρητα.

### σ 1024

Στέγει: καρτερεῖ, ὑπομένει. τὸν καυστικὸν δὲ τοῦτον ἥλιον στέγει, ἱδρῶτι θερμῷ πανταχοῦ βεβρεγμένος. καὶ Στεγόμενα, κρυπτόμενα. καὶ Στεγόντων, ἀνεχόντων, βασταζόντων. Ἰώσηπος· οἶκος ἦν, δύο κιόνων στεγόντων αὐτοῦ τὸν ὄροφον. καὶ Ἀριστο‐ φάνης· ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς κεράμῳ τὸ νῶτον, ὥστε τὰς πλευρὰς στέγειν. καὶ αὖθις· πάτερ Οἰδίπους, πύργοι μέν, οἳ πόλιν στέγουσιν, ὡς ἀπ’ ὀμμάτων πρόσω. τουτέστιν ὡς ἄν τις τὰ ὄμματα πρόσω ἔχων.

### σ 1025

Στέγγις.

### σ 1026

Στεγναί: στερεαί.

### σ 1027

Στέγω· αἰτιατικῇ.

### σ 1028

Στελγίδες καὶ καταμάγια: τὰ εἰς τὸ λούεσθαι χρειώδη. καὶ ξύστραι καὶ λέκυθος καὶ ξυστροφύλαξ, εἴδη λουτροῖς ἐπιτήδεια.

### σ 1029

Στελεόν: τὸ τοῦ πελέκεως ξύλον.

### σ 1030

Στελεός. εἰ μὴ γὰρ ὑμεῖς στελεὰ πάντα τίκτητε, οὐκ ἂν γεωργὸς πέλεκυν ἐν δόμοις εἶχε. Βάβριος φησὶν ὁ μυθογράφος.

### σ 1031

Στέλεχος: εἰ μὲν ὁ κορμός, ἤγουν ἡ ῥίζα, παρὰ τὸ τέλος ἔχειν ἢ παρὰ τὸ στερεόν· εἰ δὲ οἱ ἄνω τῆς κορυφῆς κλάδοι, παρὰ τὸ εἰς τέλος ἔχεσθαι.

### σ 1032

Στελίχων: ὄνομα κύριον. ὃς σὺν Ῥουφίνῳ ἐπὶ Ἀρκαδίου καὶ Ὁνωρίου ἄμφω τὰ πάντα συνήρπαζον.

### σ 1033

Στέμμα: στεφάνη, πλήρωμα.

### σ 1034

Στέμφυλον: τὸ ἔκδυμα τῆς σταφυλῆς· ἢ τῶν ἐλαῶν· οἷς ἀντὶ ὄψων ἐχρῶντο.

### σ 1035

Στενά μοι πάντοθεν. ζήτει ἐν τῷ Δαυίδ.

### σ 1036

Στένει: στενάζει.

### σ 1037

Στενοκωκύτους τρίχας: ἐφ’ αἷς στενάζει τιλλόμενος. Ἀρι‐ στοφάνης· ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας. ἐκκοκκιῶ δὲ ἐκτιλῶ, ἀνασπάσω.

### σ 1038

Στενολεσχεῖν περὶ καπνοῦ: τὸ λεπτολογεῖν· στενὸς γὰρ καὶ ἀμενηνὸς ὁ καπνός. παρὰ δὲ τὸ στενὸν εἴληπται τὸ στενολεσχεῖν.

### σ 1039

Στενολέσχης: λεπτολόγος. καὶ Στενολεσχία, τὸ αὐτό.

### σ 1040

Στενόχωρος: ὁ ἐστενωμένος τόπος.

### σ 1041

Στενωπός: στενορύμη διόδων. καὶ Στενωπεῖον.

### σ 1042

Στεντόρειος φωνή: ἡ τοῦ Στέντορος.

### σ 1043

Στερρὰ καὶ Στερεά: ἡ ἰσχυρά.

### σ 1044

Στέργηθρος: ὁ πόθος.

### σ 1045

Στέργω· δοτικῇ. ἐκεῖνος οἶμαι δυνάμει στέργειν ἠναγκάζετο τούτοις. αἰτιατικῇ δέ· ὁ μὲν στέργει τὴν κάτω χώραν. καί, στέργειν μὲν ἡμᾶς ὡς ἀκίν‐ δυνον φόβῳ.

### σ 1046

Στερέμνιον: στερεόν, ἰσχυρόν.

### σ 1047

Στερεομετρία.

### σ 1048

Στερέωμα.

### σ 1049

Στερίφη: στείρα, μὴ τεκοῦσα. καὶ Στεριφοποιοῦντες, ἀντὶ τοῦ στερεοῦντες.

### σ 1050

Στέριφος: στεῖρος, καὶ ἄγονος. παρὰ τὸ στερεὰν ἔχειν τὴν ὑστέραν. αὐτὸς δὲ διὰ τοῦ ἕλους, ᾗ στεριφότατός τε ἦν καὶ ἥκιστα ἀπὸ τῶν ἐναντίων ἑωρᾶτο, ὑπερέβη. καὶ Θουκυδίδης· τὰς πρώρας τῶν νεῶν ξυντεμόντες ἐς ἔλασσον στεριφοτέρας ἐποίησαν. ἀντὶ τοῦ στερεωτέρας.

### σ 1051

Στερίφοις: στερεοῖς, ἢ πικροῖς. εἰ δέ τι ὑπεράγαν ἦν τελματῶδες, τοῦτο βαθείαις τάφροις στέριφον πάντῃ ἐπεδείκνυτο. καὶ Στεριφοποιῶ, τὸ ἰσχυροποιῶ. καὶ Στεριφόπεπλος, ὁ μικρὸς πέπλος.

### σ 1052

Στερκτέον· ἂν μὴ παρῇ κρέα, ταρίχῃ στερκτέον. ζήτει ἐν τῷ ταρίχη.

### σ 1053

Στέρνα χθονὸς καὶ νῶτα χθονός: τὰ πεδιώδη, καὶ εὐρέα· καθάπερ αὖ πάλιν αὐχένας τὰ στενά. Σοφοκλῆς· στερνούχου χθονός. ἀντὶ τοῦ γῆς ἐπιπέδου.

### σ 1054

Στερνοτύπτης: ὁ τὸ στῆθος τύπτων. καὶ στερνοτυπτόμενος.

### σ 1055

Στέρνοις: στήθεσι. τόν τε περὶ στέρνοις κόσμον ὀδοντο‐ φόρον.

### σ 1056

Στέρξω: ὑπομενῶ. Σοφοκλῆς· τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ· ἀλλ’ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι ἔσται τολοιπόν, ὥστε τέρπεσθαι μόνῳ. Πολύβιος· νῦν δὲ (οὐ πρὸς ἡμῶν γὰρ ἐπι‐ ορκεῖν) τὰ παρόντα στέργωμεν.

### σ 1057

Στερρὸν ἀντικνήμιον: φησὶν Ἀριστοφάνης περὶ Λακρατίδου. τὸ σκληρὸν καὶ γεγηρακὸς καὶ αὖον· ὥσπερ κατὰ ἀντίθεσιν ἐπὶ τῶν ἀκμαζόντων, τὸ χλωρόν. Θεόκριτος· γόνυ χλωρόν. ἀντὶ τοῦ ἀκμαῖον καὶ νέον. ἀπὸ μεταφορᾶς τῶν καλάμων, οἳ ὄντες μὲν χλωροὶ ἁπαλοί εἰσι, ξηραινόμενοι δὲ ἰσχυροὶ γίνονται. εὐφήμως οὖν εἶπε στερρόν, ἀντὶ τοῦ ξηρόν.

### σ 1058

Στερόπη: ὄνομα κύριον.

### σ 1059

Στεροπή: ἀστραπή, λαμπηδών. λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς ἀΐξας ὀξὺς νότος ὣς λήγει, καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει. ἀντὶ τοῦ οὐ κατέχει αὐτὸν ἡ μανία, ἀλλὰ λήγει, ὡς ὀξὺς νότος ταχέως λήγει. ὡς γινομένων τινῶν σημείων ἐπὶ τοῖς πνεύμασιν, ὥστε παρα‐ τείνειν αὐτὰ ἢ ταχέως πεπαῦσθαι. ὡς ἐν τῇ κωμῳδίᾳ· ἀλλ’ ἐπέσχε ταχέως· δειλινὸς γὰρ ἤρξατο ἀλγεῖν.

### σ 1060

Στερρός: στερεός, ἰσχυρός.

### σ 1061

Στεροῦμαι· γενικῇ. Στερῶ δὲ αἰτιατικῇ.

### σ 1062

Στέρφος: δέρμα, σκέπασμα. καὶ στερφόπεπλος γὰρ ὁ Ἡρα‐ κλῆς. καὶ ἐν Ἐπιγράμμασι· πήρην, κἀδέψητον ἀπεσκληρυμμένον αἰγὸς στέρφος.

### σ 1063

Στεφαναῖος.

### σ 1064

Στεφάνη: ὁ στέφανος. σημαίνει καὶ ὄρους ἐξοχή.

### σ 1065

Στεφάνη: πόλις.

### σ 1066

Στεφανηφόρος· Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. Στεφανη‐ φόρου ἡρῷον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις. εἴη δ’ ἂν ὁ Στεφανη‐ φόρος ἤτοι τῶν Ἡρακλέους υἱέων εἷς, τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων· ἢ μήποτε τοῦ ἀστικοῦ Στεφανηφόρου τὸ ἡρῷον ἦν, ὥς φησιν Ἑλλάνικος ἐν βʹ Ἀτθίδος.

### σ 1067

Στεφανικὸν τέλεσμα: παρὰ Ῥοδίοις οὕτως ἐκαλεῖτο, ἐπειδὴ αὐτόνομοι ἦσαν οἱ Ῥόδιοι· βραχὺ δέ τι μέρος Ῥωμαίοις ἐπὶ τιμῇ πέμποντες ἐτήσιον, ὡς οὐ φόρον ἡγεμόσι μᾶλλον ἢ στέφανον φίλοις διδόντες. τοῦτο καὶ Ἑλληνογαλάταις τοῖς Ἀγκυρανοῖς ἐπιχωριάζει τὸ λόγιον. στεφανικὸν γὰρ λέγουσι πᾶν τὸ ἐν χάριτος λόγῳ διδόμενον.

### σ 1068

Στεφανίτης.

### σ 1069

Στέφανος· Ἀριστοφάνης· φέρε παῖ στέφανον, κατὰ χειρῶν ὕδωρ φερέτω τις. τὸ γὰρ παλαιὸν τοῖς εὐωχουμένοις περιέκειντο στέφανοι, καταψύχοντες τὸ κρανίον ἀπὸ τῆς τοῦ οἴνου θέρμης.

### σ 1070

Στεφανοπώλης: ὁ τοὺς στεφάνους πωλῶν.

### σ 1071

Στεφανῶν τοὺς νενικηκότας· αἰτιατικῇ. ἀντὶ τοῦ τιμῶν. ὡς Δημοσθένης. καὶ γὰρ Λυκοῦργός φησιν· ἀλλὰ μὴν καὶ Καλλισθένην ἑκατὸν μναῖς ἐστεφανώσατε.

### σ 1072

Στεφανωσάμενος καλάμῳ: λιτὸς γὰρ καὶ ἀπερίεργος ὁ τοιοῦτος στέφανος. ἦν δὲ τῶν Διοσκούρων ἴδιον στεφανοῦσθαι καλάμῳ.

### σ 1073

Στεφάνωσις: ἐπὶ οἰκοδομῆς οἴκου.

### σ 1074

Στέφος καὶ Στέφη. καὶ Αἴθρια στέφη, τὰ ἐξ Ὑπερβορέων κομι‐ ζόμενα, ὡς ἀεὶ ἐν ὑπαίθρῳ τιθέμενα.

### σ 1075

Στείβοντες: πατοῦντες.

### σ 1076

Στειλάμενοι: στείλαντες. καὶ Στείλασθαι, ἀντὶ τοῦ κρύψαι. ὀλίγοι δέ τινες δεδιότες, μήποτ’ οὐ δυνάμενοι στείλασθαι καταφανεῖς γένωνται, ἀνέφερον τὸ χρυσίον. καὶ αὖθις· ὁ δὲ Περσεὺς ἐβουλεύετο μὲν στέλλεσθαι τὸ γεγονός, οὐ μὴν ἐδύνατό γε κρύπτειν τὸ γεγονός.

### σ 1077

Στειλάμενος: εὐσταλῶς ἐπελθών.

### σ 1078

Στείλασθαι: ὁδεῦσαι, πλεῦσαι.

### σ 1079

Στειλειός: τὸ τῆς ἀξίνης ξύλον. τί γὰρ σθένος ἔσκε σιδήρῳ ὑμείων, εἰ μή οἱ ἐνὶ στειλειὸν ἀρήρει;

### σ 1080

Στείρα: ἡ ἄτεκνος, καὶ ἡ τρόπις τοῦ πλοίου. Ὅμηρος· ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ’ ἴαχε. καὶ Στειριεύς, ὁ στεῖρος. καὶ Στείριον, ὄνομα ποταμοῦ. καὶ Στειριεύς, δῆμος τῆς Πανδιο‐ νίδος, ἧς ὁ δημότης Στειριεύς· οἷον Στειριεὺς τῶν δήμων.

### σ 1081

Στείχειν: πορεύεσθαι. καὶ Στείχοντες, πορευόμενοι. λόγος δ’, ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ στείχοντι δεῦρο, συμβαλοῦ γνώ‐ μην· ἐπεὶ σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι.

### σ 1082

Στῆθος καὶ Στηθίδιον· καὶ Στηθύνιον, τὸ μικρὸν στῆθος. καὶ Στηθίδην.

### σ 1083

Στήλας: θεμελίους. Στήλη καὶ ὁ λίθος, ὁ καμπτήρ. Σο‐ φοκλῆς· κεῖνος δ’ ὑπ’ αὐτὴν ἐσχάτην στήλην ἔχων. Στήλη δὲ οὐ τάφοις ἐπιτίθεται μόνοις, ἀλλὰ καὶ νικῶσιν ἀνίσταται, καὶ ἐπιγράμματα ἐπιδέχεται.

### σ 1084

Στήλη τοῦ φόρου· ζήτει ἐν τῷ φόρος. ὅτι ἐν τῇ ἁψῖδι τῆς καμάρας τοῦ φόρου ἵστανται δύο στῆλαι, Ἑλένης καὶ Κωνσταντίνου, καὶ σταυρὸς ἐν μέσῳ αὐτῶν, γράφων εἷς ἅγιος· καὶ δύο ταχυδρόμων ὁμοίως στῆλαι. ἀνετέθησαν δὲ ὑπὸ τοῦ τὸν φόρον ἐπέχοντος. Στήλη σταυροῦ· ὀπίσω ἐν τῷ σταυρός. ζήτει στήλην τῆς μητρὸς τοῦ μεγάλου Κωνσταντίνου ἐν τῷ Αὐγουστεῖον. ζήτει περὶ στηλῶν Ἡρακλείων ἐν τῷ Γάδειρα. ὅτι ἐν τῷ Περιπάτῳ ἔφιπποι στῆλαι ἵσταντο Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ Θεοδοσίου καὶ κυρτοῦ Φιρμιλιανοῦ πρὸς γέλωτα. ζήτει στήλην Ἡρακλέους ἐν τῷ Βασιλική, καὶ ἑτέρας στήλας διαφόρους. ζήτει στήλην ἐν τῷ Βηρίνη. ζήτει στήλην Πολυχερίας ἐν τῷ Πολυχερία. ζήτει στήλην ἐν τῇ Χελώνη ἐν τῷ Προκόπιος. ὅτι Ἀρκαδίας τῆς δευτέρας γυναικὸς Ζήνωνος στήλη ἐστὶν ἐν Ἀρκαδιαναῖς, ἐν τοῖς πλησίον μέρεσι τῶν βάθρων, τῶν λεγομένων Τόπων, ἐν τῷ τοῦ Ἀρχιστρατήγου· ἔνθα Ζήνων ἔκρινε τοὺς μετὰ Βασιλίσκου καὶ Σέκρετον τὸν τόπον ἐποίησεν. ἡ δὲ πρώτη τοῦ Ζήνωνος γυνὴ ἡ Ἀριάδνη ἦν, ἧς ἡ στήλη μετὰ τοῦ ἀνδρὸς αὐτῆς ἵσταται ἐν τῇ Βασιλικῇ. ὅτι ἐν τῷ Τριβουναλίῳ τοῦ Παλατίου στήλη ἦν Εὐδοκίας, τῆς γυναικὸς Θεοδοσίου, καὶ αὐτοῦ δὲ Θεοδοσίου Μαρκιανοῦ τε καὶ Κωνσταντίνου. ἔνθα ὀρχήσεις τῶν δύο μερῶν ἐγίνοντο ἕως Ἡρακλείου. ζήτει στήλην τὴν Ἰουστινιανοῦ παρὰ τοῦ Αὐγουστείου ἐν τῷ Ἰουστινιανός.

### σ 1085

Στήλη. καὶ Στηλιτευτικὸς λόγος ἐστὶν ὁ παρά τινι τῶν πεπλασμένων προερχόμενος διὰ μόνων τῶν πράξεων, εἰ τύχοι δὲ καὶ συγκρίσεως. τούτου δὲ διαφέρει ὁ ψόγος, ὅτι διὰ τῶν ἐγκωμιαστι‐ κῶν κεφαλαίων προσάγεται, οἷον γένους, ἀναστροφῆς, πράξεως, συγ‐ κρίσεως. στηλιτευτικὸς δὲ κέκληται ἐκ μεταφορᾶς τῆς στήλης, ἥ ἐστι λίθος ἢ χαλκὸς ἐπιμήκης, τετραγώνῳ σχήματι ἱδρυμένος· ἐν ᾗ γέγραπται ἡ τοῦ στηλιτευομένου ὕβρις. πολλάκις δὲ καὶ εὐεργετῶν εὐεργεσίαι ἀναγράφονται.

### σ 1086

Στηλίς, στηλίδος: ἡ μικρὰ στήλη.

### σ 1087

Στηλιτευθῆναι: φανερῶς δημοσιευθῆναι. ἐκ τῶν στηλῶν τῶν δημοσίᾳ προτιθεμένων μεταφορικῶς.

### σ 1088

Στηλιτεύω· αἰτιατικῇ. Στηλοῦμαι· δοτικῇ.

### σ 1089

Στήνια καὶ Σκίρα: ἑορταὶ γυναικῶν.

### σ 1090

Στήωσι: στῶσι.

### σ 1091

Στήριγμα ἄρτου: οὐ μόνον σῖτος καὶ κριθή, ἀλλὰ πᾶν τὸ τρέφειν δυνάμενον.

### σ 1092

Στηριγμός: ὁ ἑδρασμός.

### σ 1093

Στησάμενος: ποιήσας. περί τε Καλλίνικον καὶ Βάρρας τὸν ἀγῶνα στησάμενος.

### σ 1094

Στησιχόρειος: ἡ τοῦ Στησιχόρου πύλη.

### σ 1095

Στησίχορος, Εὐφόρβου ἢ Εὐφήμου, ὡς δὲ ἄλλοι Εὐκλείδου ἢ Ὑέτους ἢ Ἡσιόδου· ἐκ πόλεως Ἱμέρας τῆς Σικελίας· καλεῖται γοῦν Ἱμεραῖος· οἱ δὲ ἀπὸ Ματαυρίας τῆς ἐν Ἰταλίᾳ· οἱ δὲ ἀπὸ Παλαντίου τῆς Ἀρκαδίας φυγόντα αὐτὸν ἐλθεῖν φασιν εἰς Κατάνην κἀκεῖ τελευτῆσαι καὶ ταφῆναι πρὸ τῆς πύλης, ἥτις ἐξ αὐτοῦ Στησιχόρειος προσηγόρευται. τοῖς δὲ χρόνοις ἦν νεώτερος Ἀλκμᾶνος τοῦ λυρικοῦ, ἐπὶ τῆς λζʹ Ὀλυμ‐ πιάδος γεγονώς. ἐτελεύτησε δὲ ἐπὶ τῆς νϛʹ. εἶχε δὲ ἀδελφὸν γεω‐ μετρίας ἔμπειρον Μαμερτῖνον, καὶ ἕτερον Ἡλιάνακτα νομοθέτην. γέγονε δὲ λυρικός. καί ἐστιν αὐτοῦ τὰ ποιήματα Δωρίδι διαλέκτῳ ἐν βι‐ βλίοις κϛʹ. φασὶ δὲ αὐτὸν γράψαντα ψόγον Ἑλένης τυφλωθῆναι, πάλιν δὲ γράψαντα Ἑλένης ἐγκώμιον ἐξ ὀνείρου, τὴν παλινῳδίαν, ἀναβλέψαι. ἐκλήθη δὲ Στησίχορος, ὅτι πρῶτος κιθαρῳδίᾳ χορὸν ἔστησεν· ἐπεί τοι πρότερον Τισίας ἐκαλεῖτο.

### σ 1096

Στιβάδες: τράπεζαι, ἢ στρωμναί.

### σ 1097

Στιβάδες Φορμίωνος: ἐπὶ τῶν εὐτελῶν. στρατηγὸς δὲ ἦν ὁ Φορμίων. στιβάδες δέ, ἐπεὶ οἱ στρατιῶται χαμευνοῦσι· λιτὸς δὲ ἦν καὶ πολεμικός. καὶ Στιβάς, χαμαικοίτιον, ἀκούβιτον ἀπὸ ῥάβδων· καὶ οἱ τῶν δένδρων ἀκρεμόνες. ὡς δὲ παρῆλθον ἐπὶ τὸ δεῖπνον, κατεκλίνοντο μὲν ἐπὶ στιβάσιν, ἐπὶ ταπίδων βαρβαρικῶν.

### σ 1098

Στιβαρόν: ἰσχυρόν. Ἰώσηπος· ὁ δὲ ἐλάσας τὸν ἵππον ἁρπάζει τινὰ νεανίαν, στιβαρὸν τὸ σῶμα.

### σ 1099

Στίβη: πηγυλίς, ἢ πάχνη. Ὅμηρος· στίβη ὑπηοίη. τουτέστιν ὀρθρινή. καὶ Στιβήεις, ἡ ὑπὸ τὴν ἕω γινομένη ψυχρότης τοῦ ἀέρος.

### σ 1100

Στιβία καὶ Στίβος: ἡ ὁδός. αὐτὸν προπέμψας τὸν ἐκείνου στίβον ᾔει. ἀρσενικὸν ὁ στίβος. καὶ Ἡρόδοτος· οἱ δὲ δὴ Πέρσαι τὸν πρότερον ἑωϋτῶν γενόμενον στίβον, τοῦτον φυλάσσοντες ἦσαν. καὶ Πολύβιος· κατὰ τὸν αὐτὸν στίβον.

### σ 1101

Στίβωνος: ὄνομα κύριον.

### σ 1102

Στιβότης: ὄνομα ποταμοῦ.

### σ 1103

Στιγεύς: τὸ κεντητήριον.

### σ 1104

Στίγματα: πληγαί, τραύματα· ἢ ποικίλματα. Αἰλιανός· τὰ βιβλία καταφλέξας τῶν ἀθέων τε καὶ ἀσεβῶν καὶ ἐκτεθηλυμμένων στιγμάτων, τὴν σποδὸν ἀναδεύσει κηρῷ ὑγρῷ καὶ ἐπιπλάσαιτο.

### σ 1105

Στιγμή· στιγμή ἐστι γραμμῆς πέρας, ἥτις ἐστὶ σημεῖον ἐλά‐ χιστον. Στιγμὴ δέ ἐστιν ἀρχὴ γραμμῆς, μονὰς δὲ ἀρχὴ ἀριθμοῦ· ἑκάτερον γὰρ ἀρχή. προσθετέον δὲ τὸ οὗ ἔστιν ἀρχή.

### σ 1106

Στιδαῖος.

### σ 1107

Στιζόμενος: τυπτόμενος. Ἀριστοφάνης· ἐγὼ δ’ ἀπόλωλα, στι‐ ζόμενος τῇ βακτηρίᾳ.

### σ 1108

Στιλβίδης: μάντις ἄριστος τῶν τοὺς παλαιοὺς χρησμοὺς ἐξ‐ ηγουμένων, εὐδόκιμος καὶ περιβόητος.

### σ 1109

Στιλβωνίδης: ὁ λαμπρὸς ἀπὸ βαλανείου, καὶ κεκαλλωπισμένος. ἢ ὄνομα κύριον. Ἀριστοφάνης Ὄρνισιν· ὦ Στιλβωνίδη.

### σ 1110

Στιλβηδόνος: λαμπηδόνος.

### σ 1111

Στιλβηδόν: ἐπίρρημα, ἐκ τοῦ στίλβω, τὸ λάμπω.

### σ 1112

Στίλη· τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην; τὸ παρ’ ἡμῖν πιλωτὸν καὶ κιβώτιον.

### σ 1113

Στιλπνόν: λαμπρόν, στίλβον.

### σ 1114

Στίλπων, Μεγαρεύς, φιλόσοφος, γεγονὼς παρὰ τῷ πρώτῳ Πτο‐ λεμαίῳ, μαθητὴς Πασικλέους τοῦ Θηβαίου· ὃς ἠκροάσατο Κράτητος τοῦ ἀδελφοῦ καὶ Διοκλείδου τοῦ Μεγαρέως· ὁ δὲ Εὐκλείδου τοῦ Πλάτωνος γνωρίμου. προέστη δὲ καὶ τῆς Μεγαρικῆς σχολῆς καὶ ἔγραψε διαλόγους οὐκ ἐλάττους τῶν κʹ.

### σ 1115

Στίξ, στιχός: ἡ τάξις.

### σ 1116

Στιπτοί: ἀντὶ τοῦ πυκνοί. εἴρηται δὲ ἀπὸ τῶν ἐσθήτων, αἵ‐ τινες ὑφανθεῖσαι εἰς πυκνότητα συνάπτονται. ἢ στερεοὶ καὶ πεπιλη‐ μένοι. ἀπὸ τοῦ στείβειν, ὅ ἐστι πατεῖν. καὶ Σοφοκλῆς· στιπτή γε φυλλάς, ὡς ἐναυλίζοντί τῳ· τὰ δ’ ἄλλ’ ἔρημα;

### σ 1117

Στίππυον: τὸ ἄκλωστον λίνον. καὶ ζήτει ἐν τῷ στυππεῖον.

### σ 1118

Στιρεύς: δῆμος φυλῆς τῆς Πανδιονίδος ἡ Στιρία.

### σ 1119

Στῖφος: τάξις πολεμική, ἢ φάλαγξ, συστροφή, πλῆθος συστάσεων.

### σ 1120

Στιχάει: περιπατεῖ.

### σ 1121

Στιχάριον.

### σ 1122

Στιχίδιον: ὁ μικρὸς στίχος.

### σ 1123

Στίχος: τάξις.

### σ 1124

Στίχος: ὁ κατὰ τὸ κοινὸν ἔθος ὀνομαζόμενος στίχος, ἀπὸ ἀριστερῶν ἐπὶ δεξιὸν ἀναγινωσκόμενος.

### σ 1125

Στλεγγίς: ἡ ξύστρα. καὶ στλεγγιζόμενος, ἀποξυόμενος. Ἀρι‐ στοφάνης Γήρᾳ· εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ, σφαῖραν καὶ στλεγγίδ’ ἔχοντα. Δαιταλεῦσιν· οὐδέ ἐστιν αὕτη στλεγγὶς οὐδὲ λήκυθος. καλεῖται στλεγγὶς καὶ χρυσοῦν ἔλασμα, τὸ περὶ τῇ κεφαλῇ τῶν γυναικῶν. ἡ δὲ στλεγγὶς τῶν πρὸς τί ἐστι καὶ τῶν οὐ πρὸς τί. τὰ μὲν πρὸς ἕν τι μόνον ἐστί, καὶ οὐκ ἄν τις αὐτοῖς πρὸς ἄλλο τι χρήσαιτο, ὥσπερ τῇ ὄψει πρὸς μόνον τὸ ὁρᾶν· τὰ δὲ καὶ πρὸς ἄλλο τι, πρὸς ὃ οὐ πέφυκε, χρήσαιτο ἄν τις. τῇ γοῦν στλεγγίδι οὐ πρὸς τὸ περιξύεσθαι ἄν τις χρήσαιτο μόνον, ἀλλὰ καὶ πρὸς τὸ ὕδωρ ἀρύσασθαι.

### σ 1126

Στοά: τὸ ταμιεῖον· διὰ τὸ παράμηκες εἶναι. στοάς τε καρποῦ βακχείου τε νάματος. ἐν αἷς ὁ σῖτος καὶ ὁ οἶνος. Ἀριστοφάνης. Στοά, ἡ ἐν Ἀθήναις διατριβή· διὰ τοῦ ο μικροῦ· Στωϊκοὶ δὲ οἱ ἀπ’ αὐτῆς, διὰ τοῦ ω μεγάλου. ἥτις ὠνομάζετο Πεισιανάκτειος, ὕστερον δὲ ζωγραφηθεῖσα Ποικίλη ἐκλήθη. ὅτι τὴν στοὰν τὴν ἐκτὸς Ἐφέσου ἀποτεινομένην ἐς τὸ ἱερὸν θολικὴν κατεσκεύασε Δαμιανός, Ἐφέσιος σοφιστής.

### σ 1127

Στόβηρα: πόλις.

### σ 1128

Στολάς. Ξενοφῶν· τοξευθεὶς διὰ τῆς ἀσπίδος καὶ τῆς στο‐ λάδος εἰς τὰς πλευράς. ζήτει περὶ στολῆς Νουμᾶ ἐν τῷ χλαμύς.

### σ 1129

Στόλιον: ἡ στολή. καὶ Στολίς, στολίδος. ἄκρητον θλίβων ἢ νέκταρ ἀπὸ στολίδων. καὶ αὖθις· μὴ ἐν στολίῳ κατ’ οἶκον περι‐ πατεῖν. λύσις ὀνείρων Νικηφόρου πατριάρχου· στολὴν λευκὴν κάλλιστον ἐν ὕπνῳ φέρειν. στολὴν φορεῖν μέλαιναν οὐ καλὴ θέα. στολὴν δ’ ἁλουργὸν εἰς μακρὰν νόσον φέρει. στολὴν ἐρυθρὰν εἰς καλὴν πρᾶξιν φέρει. στολὴν φορεῖν ἄνακτος ἐλπίδων λύσις.

### σ 1130

Στόλος: καὶ τὸ πεζικὸν στράτευμα. Ἀρριανός· Σποράκης μαθὼν τὸν στόλον βασιλέως ἐπὶ τὴν αὐτοῦ ἐπικράτειαν γενόμενον ἔφυγεν. οὕτω πεπραγότων αὐτῷ τῶν ἐκπεμφθέντων τῷ πρώτῳ στόλῳ, τὸν παῖδα τῆς στρατηγίας κατεμέμφετο. καὶ αὖθις· τοὐμὸν ἐν σμικρῷ μέρος ποιούμενοι τὸν οἴκαδ’ ἤπειγον στόλον. κυρίως δὲ ὁ ναυτικός.

### σ 1131

Στόλων: ὄνομα κύριον.

### σ 1132

Στόμα: τὸ ἔμπροσθεν μέρος τοῦ στρατοῦ. Ξενοφῶν· κελεύει ἀπὸ τοῦ στόματος συμπέμψαι ἄνδρας· μακρὰν γὰρ ἦν ἀπὸ τῆς οὐρᾶς λαβεῖν.

### σ 1133

Στόμα: ἡ φωνὴ παρὰ τοῖς παλαιοῖς. Ὅμηρος· πολέμου στόμα. καὶ αὖθις· ὁ δὲ ἀνθίσταται καὶ κατὰ στόμα παίων βιαζομένους ἀνῄρει. τουτέστι κατὰ πρόσωπον.

### σ 1134

Στόμα: παρὰ τῇ θείᾳ γραφῇ τῆς διανοίας ἡ προθυμία.

### σ 1135

Στόμαργος: φλύαρος. Ἠλέκτρα φησί· κήρυσσέ μ’ εἰς ἅπαντας, εἴτε χρὴ κακὴν εἴτε στόμαργον εἴτ’ ἀναιδείας πλέαν.

### σ 1136

Στόμαχος: λαιμός. ὅτι οἱ παλαιοὶ ἰατροὶ τὸν στόμαχον καρδίαν ἐκάλουν. ἔνθεν καὶ καρδιωγμός.

### σ 1137

Στόμις ἵππος: ἀπειθὴς καὶ βίαιος· ὅν τινες ἄστομόν φασι.

### σ 1138

Στομώσῃς: παροξύνεις. Ἀριστοφάνης· δίδασκε καὶ κόλαζε καὶ μέμνης’, ὅπως εὖ μοι στομώσῃς αὐτόν, ἐπὶ μὲν θἄτερα οἵαν δικιδίοις, τὴν δ’ ἑτέραν αὐτοῦ γνάθον στομώσεις οἵαν ἐς τὰ μείζω πράγματα. ἀντὶ τοῦ ὀξυνεῖς· ὡς ἐπὶ σιδήρου, μεταφορικῶς· ἀντὶ τοῦ ἀκονήσεις. ἡ μεταφορὰ ἀπὸ τῶν μαχαιρῶν. οἵαν δέ, τουτέστι δυνατὴν καὶ ἔμ‐ πειρον εἰς τὸ λέγειν δίκας. μείζω δὲ πράγματα τὰ ἄδικα, τὰ ἐμφιλό‐ σοφα. ὑποκοριστικῶς δὲ εἶπε δικιδίοις.

### σ 1139

Στόμωσις: δείνωσις, πανουργία. τὸ σὸν δ’ ἀφῖκται δεῦρ’ ὑπό‐ βλητον στόμα, πολλὴν ἔχον στόμωσιν. καὶ Στόμωσον, ἀντὶ τοῦ ὄξυνον.

### σ 1140

Στόμφακα: τραχύν. ἢ κομπαστήν. καὶ στομφάσαι τὸ ἀλα‐ ζονεύεσθαι. σύνθετος ἡ λέξις ἀπὸ τοῦ στόματος καὶ τοῦ ὄμφακος, ἵνα ᾖ λέγων, ὄμφακας ἔχων ἐν τῷ στόματι τοὺς μύθους. λέγει δὲ περὶ Αἰσχύλου τοῦ ποιητοῦ.

### σ 1141

Στόναχος: στεναγμός.

### σ 1142

Στονόεσσα: στεναγμὸν ἔχουσα. καὶ Στόνος, στεναγμός.

### σ 1143

Στορέσαι: στρῶσαι.

### σ 1144

Στόρθυγξ: τὸ ἄκρον τοῦ δόρατος· ἢ τὸ τοῦ βέλους σιδήριον.

### σ 1145

Στόρνῃσι: ζώναις. αἱ δὲ γυναῖκες στόρνῃσιν ἀνέστεφον. περὶ Θησέως.

### σ 1146

Στορνύντες.

### σ 1147

Στούδιος, δυνάστης· ὃς καὶ τὴν περιβόητον μονὴν ἔκτισε. ὅτι ἡ τῶν Στουδιτῶν μονὴ πρότερον καθολικῆς ἐκκλησίας, ὕστερον δὲ μετῆλθεν εἰς μονήν. ὅτι ὁ αὐτὸς Στούδιος δυνάστης κτίζει τὸν ναὸν τοῦ Ἀρχιστρατήγου Νακωλείας, ἐν ᾧ φέρονται καὶ στίχοι ἡρωϊκοί· Στούδιος ἀγλαὸν οἶκον ἐδείματο, καρπαλίμως δὲ ὧν κάμεν, εὕρατο μισθόν, ἑλὼν ὑπατηΐδα ῥάβδον.

### σ 1148

Στοχασμός: συλλογισμός.

### σ 1149

Στωβύσσω: ῥῆμα.

### σ 1150

Στωϊκοί· Ζήνων ὁ Κιτιεὺς ἀνακάμπτων ἐν τῇ Ποικίλῃ στοᾷ καὶ Πεισιανακτείῳ, ὕστερον δὲ ἀπὸ τῆς γραφῆς τοῦ ζωγράφου Πολυ‐ γνώτου Ποικίλῃ κληθείσῃ, διετίθετο τοὺς λόγους. ἐπὶ τῶν λʹ πολιτῶν πρὸς τοῖς χιλίοις υʹ ἀνῄρηντο ἐν αὐτῷ. προσῄεσαν δὴ λοιπὸν ἀκού‐ οντες αὐτοῦ· καὶ διὰ τοῦτο Στωϊκοὶ ἐκλήθησαν καὶ οἱ ἀπ’ αὐτοῦ ὁμοίως, πρότερον καὶ Ζηνώνειοι καλούμενοι.

### σ 1151

Στωμύλεθρος.

### σ 1152

Στωμυλία: ἡ κατὰ ἀστειότητα ἀπάτη προερχομένη.

### σ 1153

Στωμυλιοσυλλεκτάδη: τουτέστι στωμύλα ῥήματα συλλέγων. Ἀριστοφάνης Βατράχοις.

### σ 1154

Στωμύλος: λάλος, πολύκομψος, πιθανολόγος, εὐτράπελος, ἔφεδρος τῶν λόγων, ἀπατεών, κόλαξ. φλύαρος. Ἀριστοφάνης· ἐπιφυλλίδες ταῦτ’ ἐστὶ καὶ στωμύλματα. ἀντὶ τοῦ λάλοι καὶ πιθανο‐ λόγοι. καὶ Στωμυλλόμεθα, ἀντὶ τοῦ φλυαροῦμεν. καὶ Στω‐ μύλλεσθαι, ἀντὶ τοῦ φλυαρεῖν. τὰ μειράκια ταῖς τίτθαις ἀποπέμψατε, καὶ θρυπτόμενα παρὰ ταύταις στωμύλλεσθαι καὶ λαλεῖν περὶ κρόκης καὶ στημόνων καὶ πλαγγόνων ἐάσωμεν. καὶ αὖθις Ἀριστοφάνης· παῦσον ἡμῶν τὰς ὑπονοίας τὰς περικόμψους, αἷς στωμυλλόμεθ’ εἰς ἀλλήλους. καὶ συγγνώμῃ τινὶ πραοτέρᾳ κέρασον τὸν νοῦν. καὶ Στωμυλώτατος, φλυαρώτατος.

### σ 1155

Στράτων, Ἀμασεύς, φιλόσοφος. γέγονεν ἐπὶ Τιβερίου Καίσαρος. ἔγραψε Γεωγραφίαν ἐν βιβλίοις ζʹ.

### σ 1156

Στράβαξ: ὄνομα κύριον.

### σ 1157

Στραγγαλίδες: τὰ δύσλυτα ἅμματα. Φερεκράτης Αὐτομόλοις· ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε.

### σ 1158

Στραγγαλιῶδες: διεστραμμένον. καὶ Στραγγαλωτὴ μάστιξ. ὁ δὲ ἐκέλευσεν αὐτὸν μαστιγοῦσθαι τῇ μάστιγι τῇ στραγ‐ γαλωτῇ. ὁ δὲ ἔξαρνος ἦν μηδὲν εἰρηκέναι.

### σ 1159

Στραγεύει: διαβάλλει, οὐκ εὐθὺς πορεύεται, ὥσπερ νεάζει καὶ χρονίζει καὶ ῥᾳθυμεῖ. κυπτάζεις ἔχων περὶ τὴν θύραν. Ἀττικῶς περιττεύει τὸ ἔχων· τὸ δὲ κυπτάζεις ἀντὶ τοῦ στραγεύῃ καὶ διατρίβεις. καὶ Στραγεύομαι, ἀναβάλλομαι, διατρίβω. ἅπαξ οὖν, φησί, δόξαν, τί παρέλκω, καὶ μέλλω, καὶ διατρίβω, καὶ ἀναδύομαι;

### σ 1160

Στραγός: ἀναιδής, σκολιός, στρεβλός, δύσκολος.

### σ 1161

Στραγότερος: ἀναιδέστερος. ὁ ἅγιος Βασίλειος ἐν τῷ Κατὰ μεθυόντων· μήπως ὁ μὲν ἀνυπότακτος στραγότερος γένηται, ὁ δὲ κατανενυγμένος τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ.

### σ 1162

Στραγγουρία: ἡ δυσουρία. σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον ἐξεῦρ’ ἀτεχνῶς φάρμακον στραγγουρίας.

### σ 1163

Στραγγουριῶ· Ἀριστοφάνης· στραγγουριῶ· χθὲς γὰρ ἔφαγον κάρδαμα. ἐπισχετικὰ γάρ ἐστιν οὔρων τὰ κάρδαμα καὶ πτύσματος· καὶ διὰ τοῦτό φασι τοὺς Πέρσας χρῆσθαι· φυλάττονται γὰρ πολλὰ πτύειν καὶ οὐρεῖν καὶ ἀπομύττεσθαι.

### σ 1164

Στρατεύω· δοτικῇ.

### σ 1165

Στρατεία ἐν τοῖς ἐπωνύμοις· Αἰσχίνης ἐν τῷ Περὶ τῆς παραπρεσβείας. Ἀριστοτέλης τοίνυν δεδήλωκεν ἐν Ἀθηναίων πολιτείᾳ, τὶς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία· εἰσὶ γάρ, φησίν, ἐπώνυμοι ιʹ μὲν αἱ τῶν φυλῶν, βʹ δὲ καὶ μʹ αἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφό‐ μενοι πρότερον μὲν εἰς λελευκασμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρχων, ἐφ’ οὗ ἐπεγράφησαν, καὶ ἐπώνυμος ὁ τῷ προτέρῳ ἐπιδεδημηκώς. νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται. καὶ μετ’ ὀλίγα· χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσιν, ὡς γράφουσιν, ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι.

### σ 1166

Στρατεία: τὸ ἀξίωμα.

### σ 1167

Στρατήγημα: σόφισμα, ἡ τοῦ στρατοῦ ἡγεμονία, ἡ κατόρθωσις.

### σ 1168

Στρατηγία: τὸ ἀξίωμα. τρεῖς τρόποι εἰσὶ καθ’ οὓς ἐφίεταί τις στρατηγίας, κατὰ λόγον αὐτῇ προσιών· εἷς μὲν ὁ διὰ τῶν ὑπο‐ μνημάτων καὶ τῆς ἐκ τούτων κατασκευῆς, ἕτερος δὲ ὁ μεθοδικὸς καὶ ἡ παρὰ τῶν ἐμπείρων ἀνδρῶν παράδοσις, τρίτος δὲ ὁ διὰ τῆς ἐπ’ αὐτῶν τῶν πραγμάτων ἕξεως καὶ τριβῆς. οὕτω φησὶ Πολύβιος. ὅτι τριῶν ὄντων τρόπων, καθ’ οὓς ἐφίενται πάντες στρατηγίας, οἱ κατὰ λόγον αὐτῇ προσιόντες· πρώτου μὲν διὰ τῶν ὑπομνημάτων καὶ τῆς ἐκ τούτων κατασκευῆς, ἑτέρου δὲ τοῦ μεθοδικοῦ καὶ τῆς παρὰ τῶν ἐμπείρων ἀνδρῶν παραδόσεως, τρίτου δὲ τοῦ διὰ τῆς ἐπ’ αὐτῶν τῶν πραγμάτων ἕξεως καὶ τριβῆς· πάντων ἦσαν τούτων ἀνεννόητοι οἱ τῶν Ἀχαιῶν στρατηγοὶ ἁπλῶς.

### σ 1169

Στρατηγιᾶν: ἐπιθυμεῖν τῆς στρατηγίδος. καὶ Στρατηγι‐ ῶντα, στρατηγίας ὀρεγόμενον. Ἰώσηπος· ἤδη δ’ αὐτὸν στρατηγιῶντα καὶ μειζόνων ἐφιέμενον ἔνδεια χρημάτων κατεῖχε.

### σ 1170

Στρατήγιον: τὸ στρατόπεδον. Ἀττικῶς. Σοφοκλῆς· μέσον δὲ προσμολὼν στρατήγιον. καὶ αὖθις· συνηθροισμένοι περὶ τὸ στρατήγιον.

### σ 1171

Στρατήγιον: ὁ τόπος τοῦ στρατοῦ. οἱ μὲν ἡγεμόνες πρὸς τὸ στρατήγιον, ἡ δὲ πληθὺς ἐπὶ τὰς ἰδίας σκηνὰς ἔθεον.

### σ 1172

Στρατηγὶς ναῦς.

### σ 1173

Στρατηγῶ· γενικῇ.

### σ 1174

Στρατηγοί: οἱ καθ’ ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ ιʹ ἦσαν. Δημοσθένης ἐν Φιλιππικοῖς. στρατηγὸν εἶχον τῷ μὲν ἀόκνῳ τε καὶ θρασεῖ ἐς τοὺς κινδύνους λαμπρόν, τἄλλα δὲ ἀφανῆ καὶ ἐκ ταπεινοῦ ηὐξημένον καὶ τοῖς δοκιμωτάτοις ὕποπτον καὶ τῷ παρ’ ἀξίαν εὐδοκιμεῖν ἐπίφθονον.

### σ 1175

Στρατιά: τὸ τῶν στρατιωτῶν ὑπὸ ἕνα ἔπαρχον τάγμα. Στρατεία δὲ τὸ ἀξίωμα. ὅτε δὲ λέγει ἡ Γραφὴ περὶ Μανασσῆ, ὅτι ἐλάτρευσε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας λέγει.

### σ 1176

Στρατιά: ἡ ἐνέργεια καὶ ὥσπερ πάλη.

### σ 1177

Στρατιώτης: ἀρσενικόν. θηλυκὸν δὲ διὰ τοῦ ι.

### σ 1178

Στράττις, Ἀθηναῖος, τραγικός. τῶν δραμάτων αὐτοῦ ἐστι ταῦτα· Ἀνθρωπορέστης, Ἀταλάντη, Ἀγαθοὶ ἤτοι Ἀργυρίου ἀφανισμός, Ἰφιγέρων, Καλλιππίδης, Κινησίας, Λιμνομέδων, Μακεδόνες, Μήδεια, Τρωΐλος, Φοίνισσαι, Φιλοκτήτης, Χρύσιππος, Παυσανίας, Ψυχασταί· ὥς φησιν Ἀθήναιος ἐν τῷ βʹ βιβλίῳ τῶν Δειπνοσοφιστῶν.

### σ 1179

Στράττις, Ὀλύνθιος, ἱστορικός. Περὶ τῶν Ἀλεξάνδρου ἐφη‐ μερίδων βιβλία εʹ, Περὶ ποταμῶν καὶ κρηνῶν καὶ λιμνῶν, Περὶ τῆς Ἀλεξάνδρου τελευτῆς.

### σ 1180

Στρατοπεδευσάμενοι.

### σ 1181

Στρατοπεδεία.

### σ 1182

Στρατόπεδον ἐποιήσαντο: ἀντὶ τοῦ σκηνάς· δύο γὰρ ση‐ μαίνει ἡ λέξις, καὶ τὸ στράτευμα καὶ τὸν τόπον τοῦ στρατεύματος. ἐτυμώτερον δέ ἐστιν ἐπὶ τοῦ τόπου λέγεσθαι, οἷον τοῦ στρατοῦ τὸ πέδον. στρατόπεδον σημαίνει δύο, τόν τε λαὸν καὶ τὸν τόπον.

### σ 1183

Στρατός: τὸ πλῆθος τῶν πολεμούντων, ὁ δὲ τόπος στρατό‐ πεδον· λέγεται γὰρ τοῦ στρατοῦ τὸ πέδον.

### σ 1184

Στράτων, κωμικὸς τῆς μέσης κωμῳδίας. τῶν δραμάτων αὐτοῦ ἦν Φοῖνιξ.

### σ 1185

Στράτων, Λαμψακηνός, φιλόσοφος, Θεοφράστου γνώριμος καὶ διάδοχος, υἱὸς δὲ Ἀρκεσιλάου ἢ Ἀρκεσίου· ὃς ἐπεκλήθη Φυσικὸς διὰ τὸ παρ’ ὁντιναοῦν ἐπιμεληθῆναι τῆς φυσικῆς θεωρίας. καθηγήσατο δὲ καὶ Πτολεμαίου τοῦ ἐπικληθέντος Φιλαδέλφου. καὶ ἔγραψε βιβλία πολλά.

### σ 1186

Στράτων ἀεὶ ἐξυρᾶτο καὶ Κλεισθένης ἐπὶ τὸ φαίνεσθαι ἀεὶ νέοι. Ἀριστο‐ φάνης· ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε· τοιόνδε δ’, ὦ πίθηκε, τὸν πώγων’ ἔχων, εὐνοῦχος ἡμῖν ἦλθες ἐξυρημένος; ὁδὶ δὲ τίς ποτ’ ἐστιν; οὐ δήπου Στράτων;

### σ 1187

Στράτων, Ἀμασεύς, φιλόσοφος. γέγονεν ἐπὶ Τιβερίου Καίσαρος, καὶ ἔγραψε Γεωγραφίαν ἐν βιβλίοις ζʹ.

### σ 1188

Στράτωρ, στράτωρος: εἶδος ἀξιώματος.

### σ 1189

Στρεβλός: δύσκολος.

### σ 1190

Στρεβλός: καμπύλος. στρεβλοῖσι παλαίσμασι. τοῖς μετὰ σκέψεως εὑρισκομένοις, καὶ ἀφανέσι.

### σ 1191

Στρεβλούμενος: δεσμούμενος, μαστιζόμενος. Αἰλιανός· καὶ τοὺς ὑπηρέτας αὐτῷ περιβαλόντες εἰς τὸ θέατρον καλοῦσι τὸ πλῆθος καὶ ἐκεῖνον παράγουσι καὶ στρεβλοῦσι· καὶ κατατεινόμενος ἀληθῆ λέγει καὶ πυρὶ παραδίδοται. ὁ δὲ οὐκ ἔστι τῶν δεινῶν ὃ παρέλειπε, τοὺς μὲν στρεβλούμενος, χάριτι τῶν ὑπαρχόντων.

### σ 1192

Στρεπταίγλαν· Ἀριστοφάνης· ταῦτ’ ἄρ’ ἐποίουν ὑγρᾶν νε‐ φελᾶν στρεπταίγλαν δάϊον ὁρμάν. τοῦτο Φιλόξενος ὁ διθυραμβοποιὸς εἶπεν. ἐπεὶ οὖν συνθέτοις καὶ πολυπλόκοις οἱ διθυραμβοποιοὶ χρῶνται λέξεσι, κατὰ τὸν ἐκείνων ζῆλον καὶ αὐτὸς τοιαύταις χρῆται. δηλοῖ οὖν ἄντικρυς τὸ ἐξεστραμμένον διὰ τὴν ἀηδίαν τούτων ἐν τοῖς συν‐ θέτοις. στρεπταίγλαν δὲ τὴν στρέφουσαν τὴν αἴγλην καὶ ἀφανίζουσαν.

### σ 1193

Στρεπτός: περιδέραιος κόσμος. ὁ δὲ λαβόμενος τῇ λαιᾷ τοῦ στρεπτοῦ, ὃν δὴ χρυσοῦν ἔφερεν ἀμφὶ τῇ δέρῃ. καὶ αὖθις· στρεπτὸν Βασσαρικοῦ ῥόμβον θιάσοιο μύωπα.

### σ 1194

Στρεπτούς: πλακούντων εἶδος. ὡς Δημοσθένης ὑπὲρ Κτησι‐ φῶντος.

### σ 1195

Στρεφεδίνηθεν.

### σ 1196

Στρεφοδικοπανουργία: συντέθειται ἡ λέξις παρὰ τὸ στρεβλὸν ἦθος καὶ συκοφαντικόν. Ἀριστοφάνης Ὄρνισι· πικρὰν τάχ’ ὄψει στρε‐ φοδικοπανουργίαν.

### σ 1197

Στρέψα: πόλις τῆς Θρᾴκης. καὶ οἱ πολῖται Στρεψαῖοι.

### σ 1198

Στρεψίμαλλος ἄνθρωπος: ὁ μὴ ἁπλοῦς. ἀπὸ τῶν ἐρίων τῶν συνεστραμμένους τοὺς μαλλοὺς ἐχόντων.

### σ 1199

Στρεψοδικῆσαι: ἀντιστρέψαι τὰς δίκας. Ἀριστοφάνης Νε‐ φέλαις· ἀλλ’ ὅς’ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν. τουτέστι τοὺς δανειστὰς ἐκφυγεῖν.

### σ 1200

Στρῆνος· εἰς τὴν Παλαιὰν τοῦτο κεῖται. τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσί μου. τουτέστι ....

### σ 1201

Στρηνιῶ: ἀτακτῶ.

### σ 1202

Στρικτόν: οὕτω καλεῖται παρὰ Ῥωμαίοις τὸ ἐστενωμένον, καὶ ἀπλατές, ἐπὶ παντὸς εἴδους· κυρίως δὲ ἐπὶ ὑποδήματος.

### σ 1203

Στριφνός: σφιγκτός, στερεός.

### σ 1204

Στρίφνος: τὸ νευρῶδες κρέας τῶν βοῶν· ἔστι δὲ καὶ βοτάνη ἄβρωτος. Ἰώβ· στρίφνος ἀμάσσητος, ἀκατάποτος.

### σ 1205

Στροβεῖ: ταράττει, κινεῖ, περιφοβεῖ, καταπονεῖ.

### σ 1206

Στρόβει: τουτέστιν ἀνάκρινε, δοκίμαζε· περίφερε τῇδε κἀκεῖσε, πυκνόν τι καὶ συνετὸν ποιήσας, φρόνιμον σκεψάμενος. Ἀριστοφάνης Νεφέλαις· φρόντιζε δὴ καὶ διάθρει καὶ πάντα τρόπον σαυτὸν στρόβει πυκνώσας. καὶ αὖθις· ἀλλ’ ἔπιθι καὶ στρόβει. νῦν γὰρ ἔχεται μέσος. ἡ μεταφορὰ ἀπὸ τῶν παλαιστῶν τῶν τὰ μέσα λαμβανόντων καὶ ἐκ τοῦ κρείττονος γενομένων.

### σ 1207

Στρόβιλος: ἡ νῆσος. καὶ εἶδος ὀρχήσεως, καὶ ὁ τοῦ δένδρου καρπὸς τῆς πίτυος. ἐν Ἐπιγράμμασι· καὶ ξανθοὶ μυελοὶ ἐκ στροβί‐ λων. καὶ εἶδος ἀνέμων. τότε πνεῦμα κατελθὸν εἰς τὸ πεδίον πολὺ θύελλάν τε καὶ στροβίλους ἤγειρεν, ὥστε τὸ καθεστηκὸς νυκτὸς διαφέρειν οὐδέν.

### σ 1208

Στρόβιλοι: Καρκίνου τοῦ ποιητοῦ υἱοί, ὡς Ἀριστοφάνης· οὓς καὶ γυλιοτραχήλους εἴρηκε. καὶ παροιμία· εὐδαιμονέστερος τῶν Καρ‐ κίνου στροβίλων. ἀντὶ τοῦ κακοδαιμονέστερος· ἐν εἰρωνείᾳ. Στρό‐ βιλοι καὶ οἱ κοχλίαι καὶ οἱ θαλάσσιοι κήρυκες.

### σ 1209

Στρογγύλοις· στρογγύλοις ῥήμασι· πιθανοῖς, ἢ πανούργοις. Ἀριστοφάνης· ἐς τάχος παίει, ξυνάπτων στρογγύλοις τοῖς ῥήμασι.

### σ 1210

Στρομβιχίδης: ὄνομα κύριον.

### σ 1211

Στρόμβος: ῥόμβος. ἀπὸ τοῦ περιστρέφεσθαι.

### σ 1212

Στρόμφιδες νῆσοι: μεταξὺ Ζακύνθου καὶ Ἰλίαδος κείμεναι.

### σ 1213

Στρούθης: σατράπης τις βασιλικὸς ἦν.

### σ 1214

Στρουθίζων: τρίζων.

### σ 1215

Στρουθός: οὕτως Ἀττικοί. Σοφοκλέους μελῶν, κιχλῶν. στρουθῶν. δοκοῦσι πρὸς τρυφὴν ἐκ τῶν ἄλλων πετεινῶν περισπούδαστα εἶναι μᾶλλον. ἀεὶ δὲ τὸν Σοφοκλέα Ἀριστοφάνης σεμνολογεῖ. τὸ γὰρ κάλλιστον τῶν ἐδεσμάτων μετὰ τὴν αὐτοῦ μνήμην εὐθὺς ἐπήγαγεν, ἐνδεικνύμενος ὡς πάντων τῶν ποιημάτων ἀναγκαιότερά ἐστι τὰ αὐτοῦ ποιήματα, τῇ χρήσει τῶν κιχλῶν παραβαλλόμενα. λύσις ὀνείρου· στρουθὸν κρατῶν φεύγοντα προσδόκα βλάβην.

### σ 1216

Στροφάλιγγι: τῇ συστροφῇ.

### σ 1217

Στροφάς: ἀντιλογίας.

### σ 1218

Στροφαῖος: οὕτως ἐκάλουν τὸν παρὰ τῇ θύρᾳ ἱδρυμένον δαίμονα, ἅμα δὲ παρὰ τὸ στρέφειν τὰ πράγματα· οἱ δὲ τοῦτο ποιοῦντες πανοῦργοι λέγονται. Ἀριστοφάνης Πλούτῳ· παρὰ τὴν θύραν Στρο‐ φαῖον ἱδρύσασθέ με. ἐπωνυμία δέ ἐστιν Ἑρμοῦ, παρὰ τὸ ταῖς θύραις ἱδρύσθαι ἐπὶ φυλακῇ τῶν ἄλλων κλεπτῶν· οὗτοι γὰρ ὀπίσω τῶν θυρῶν εἰώθασι καὶ ἀναδύεσθαι καὶ ὅλως πανουργεύεσθαι.

### σ 1219

Στροφή· ἐκ τῶν Ἀριστοφάνους Ὀρνίθων. ᾠδή, ἤτοι στροφή· Μοῦσα λοχμαία, ποικίλη, μεθ’ ἧς ἐγὼ νάπαισι κορυφαῖς τ’ ἐν ὀρείαις ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου· καὶ τὰ ἑξῆς.

### σ 1220

Στρόφιγξ: στροφή, κίνησις. ἢ ἀπὸ τοῦ συστρέφειν καὶ παν‐ ουργεύεσθαι.

### σ 1221

Στρόφιον: τὸ στρογγύλον ζωνάριον. Ἀριστοφάνης· τὸ στρόφιον ἤδη λυόμενον. ἁλουργῆ ἀμπεχόμενος καὶ κόμην τρέφων χρυσῷ στρόφῳ κεκοσμημένην. ἢ οὐκ ἐξείρηται, ὡς στρόφιον διαδήματι καὶ λαγὼς ἐλάφῳ καὶ κάμηλος ἐλέφαντι καὶ κρόκος μύροις καὶ ὅσα ἄλλα ἐστὶν εὐώδη, καὶ χοῖρος καὶ ὄρνιθες ταῖς ἑαυτῶν σαρξὶ τὸν αὐτὸν οὐκ ἔχουσι λόγον. λέγεται καὶ στρόφος τὸ περὶ τὴν κεφαλὴν στρόφιον, ὅ ἐστιν ἐρεοῦν. Ἡρόδοτος.

### σ 1222

Στρόφιον: ὃ οἱ ἱερεῖς φοροῦσι.

### σ 1223

Στρόφις: ὁ εὔστροφος ἐν τοῖς πράγμασιν· ἀπὸ τοῦ στροφέως ἡ μεταφορά· καὶ ὁ εὐκίνητος.

### σ 1224

Στροῦθος: ὁ λελωβημένος.

### σ 1225

Στρωμνή: ἡ κλίνη.

### σ 1226

Στρωννύω.

### σ 1227

Στρῶτες: ἔθνος.

### σ 1228

Στρωτήρ: τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δοροδόκων τιθέμενα στρωτῆρας ἔλεγον.

### σ 1229

Στρωφᾶσθαι. στρέφεσθαι.

### σ 1230

Στρυγγαῖος: ὄνομα κύριον.

### σ 1231

Στρύμη: νῆσος, ἄποικος Θασίων. ἔστι δὲ ἐμπόριον Θασίων.

### σ 1232

Στρυμόνος: ὄνομα ποταμοῦ.

### σ 1233

Στρυφνόν: σκληρόν. παῦσον αὐτοῦ τὸ στρυφνὸν καὶ πρί‐ νινον ἦθος.

### σ 1234

Στοιβάζω: συνάγω.

### σ 1235

Στοιβήν: σωρόν. Ἀριστοφάνης· κἄν που δὶς εἴπω ταυτὸν ἢ στοιβὴν ἴδῃς ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον. ἀντὶ τοῦ κἄν τι ἐλάχιστον ῥῆμα ἢ περισσόν τι εὕροις καὶ παρέλκον ἐν τῷ λόγῳ. ἀπὸ τῆς στοιβῆς τῶν φορτίων ἡ μεταφορά.

### σ 1236

Στοιχεῖα: ἀρχαί. Δαμάσκιος· στοιχεῖα πρῶτα καὶ μέγιστα τῆς τῶν ὄντων πολυθεάμονος ἱστορίας, ἔρως, φιλοπονία, ἀγχίνοια.

### σ 1237

Στοιχεῖα: αἱ εἰκόνες καὶ διαπλάσεις τῶν ὀνείρων, αἱ δι’ ὀλίγου ἢ πολλοῦ χρόνου τὴν ἔκβασιν ἔχουσαι.

### σ 1238

Στοιχεῖον· στοιχεῖόν ἐστιν, ἐξ οὗ πρώτου γίνεται τὰ γινόμενα, καὶ εἰς ὃ ἔσχατον ἀναλύεται. τὰ δὴ δʹ στοιχεῖα εἶναι ὁμοῦ τὴν ἄποιον οὐσίαν, τὴν ὕλην. εἶναι δὲ τὸ μὲν πῦρ θερμόν, τὸ δὲ ὕδωρ ὑγρόν, τὸν ἀέρα ψυχρόν, τὴν γῆν ξηράν· οὐ μὴν ἀλλὰ καὶ ἔτι ἐν τῷ ἀέρι εἶναι τὸ αὐτὸ μέρος. ἀνωτάτω μὲν οὖν εἶναι τὸ πῦρ, ὃ δὴ αἰθέρα καλεῖσθαι, ἐν ᾧ πρώτην τὴν τῶν ἀπλανῶν σφαῖραν γεννᾶσθαι· εἶτα τὴν τῶν πλανωμένων· μεθ’ ἣν τὸν ἀέρα· εἶτα τὸ ὕδωρ. ὑποστάθμην δὲ πάντων τὴν γῆν, μέσην ἁπάντων οὖσαν.

### σ 1239

Στοιχειοῦσι· δοτικῇ. διατυποῦσι.

### σ 1240

Στοιχειώδη: τὰ εἰσαγωγικά, τὰ πρῶτα, καὶ τὰ τῆς ἀρχῆς.

### σ 1241

Στοιχείωσις: ἀκριβεστάτη ἐπιτομή· ἡ πρώτη μάθησις, ἤτοι διάταξις.

### σ 1242

Στοιχηδόν. κατὰ τάξιν.

### σ 1243

Στοίχημα. βούλημα, κοινὴ κρίσις.

### σ 1244

Στοιχίζω: τὸ περικυκλῶ τὴν πόλιν· Στοιχῶ δὲ δοτικῇ τὸ συμφωνῶ.

### σ 1245

Στοιχομυθεῖν: ἐφεξῆς λέγειν.

### σ 1246

Στοῖχος: ἡ τάξις.

### σ 1247

Στοιχῶμεν: πειθώμεθα, ἀρεσκώμεθα. μὴ στοιχῶμεν ἑαυτοῖς, φασὶν οἱ πατέρες.

### σ 1248

Στύγαξ, Εὐκράτης, στρατηγὸς Ἀθηναίων, δωροδόκος καὶ προδότης· ὃς ἀπώλετο ὑπὸ τῶν λʹ. οἱ δὲ ὡς πιὼν κώνειον.

### σ 1249

Στυγερῆς· καὶ Στυγερός, ὁ μισητός.

### σ 1250

Στυγερῷ: μισητῷ, ἢ φοβουμένῳ.

### σ 1251

Στυγερωπός: ὁ μισητός.

### σ 1252

Στυγεῖ: μισεῖ, ἢ φοβεῖται. ἀπὸ τῆς Στυγός, ἥτις ἐστὶ πηγὴ ἐν ᾅδου.

### σ 1253

Στυγητός: μισητός.

### σ 1254

Στυγὸς μελανοκάρδιος πέτρα: διὰ τὸ τῆς λέξεως σφοδρὸν εἶπε μελανοκάρδιον· οὐ γὰρ ἔχει καρδίαν ἡ πέτρα. Ἀριστοφάνης Βα‐ τράχοις. Στὺξ γὰρ κρήνη ἐν ᾅδου, ὅρκος θεῶν. ἀπὸ τῆς στυγ‐ νότητος.

### σ 1255

Στυλίτης: ὁ ἐπὶ κίονος ἱστάμενος.

### σ 1256

Στύλος· λύσις ὀνείρου· στύλον κρατῶν ἔλπιζε τὴν θείαν χάριν.

### σ 1257

Στύππαξ, στρατηγὸς Ἀθηναίων, Εὐκράτης, δωροδόκος καὶ προδότης· ὃς καὶ ἀπώλετο ὑπὸ τῶν λʹ. οἱ δὲ ὡς πιὼν κώνειον.

### σ 1258

Στύπη· πηγνύντες εἰς τὴν γῆν ὀρθὰ τὰ στύπη, ψαύοντα ἀλ‐ λήλοις, ἐν ἡμικυκλίου σχήματι.

### σ 1259

Στύππη: τὸ στίππυον. Ἰώσηπος· πληρώσαντες τὴν στοὰν στύππης, πρὸς δὲ ἀσφάλτου τε καὶ πίσσης. Στυπεῖον δέ.

### σ 1260

Στυπεῖον· Στύππιον δέ. καὶ τὸ μὲν σημαίνει τὸ τῆς ἐλαίας ὀστοῦν, τὸ δέ, ὅθεν τὸ λίνον νήθεται.

### σ 1261

Στύραξ: ὁ σαυρωτὴρ καλούμενος· ἡ τοῦ δόρατος ἀρχή, ἐφ’ ᾗ στηρίζεται.

### σ 1262

Στύραξ: τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασι. καὶ Θουκυδίδης φησί· στυρακίῳ ἀκοντίῳ ἀντὶ βα‐ λάνου χρησάμενος εἰς τὸν μοχλόν. καὶ Στυρακίζω, ἕλκω.

### σ 1263

Στυφεδανός· ὦ οὗτος στυφεδανὲ καὶ χοιρόθλιψ, ποθεῖς, ἐρᾶν τ’ ἔοικας ὡραίας σοροῦ.

### σ 1264

Στυφελίξαι: σεῖσαι, κακῶσαι, διῶξαι. καί ποτέ μιν στυφελιζο‐ μένου σκύλακος παριόντα φασὶν ἐποικτεῖραι καὶ τόδε φάσθαι ἔπος· παῦσαι μηδὲ ῥάπιζ’, ἐπειὴ φίλου ἀνέρος ἐστί.

### σ 1265

Στυφελισμούς: ὀργάς, ὕβρεις, μέμψεις, λοιδορίας. οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελισμούς. Ἀριστοφάνης Ἱπ‐ πεῦσι. ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπε. καὶ ἐν Μυθικοῖς· ὅθι στυφελῶν ἀπὸ πετρῶν ὀστρακόεντα νῶτα καὶ ἀγκύλα γυῖα κεάσθη.

### σ 1266

Στυφοκόμπος: ὁ μάχιμος ὄρτυξ. παρὰ τὸ στερεῶς κόπτειν. ὑπὸ στυφοκόμπου τὴν κεφαλὴν πεπληγμένος.

### σ 1267

Σοί· δοτική.

### σ 1268

Συάκιον: εἶδος ἰχθύος.

### σ 1269

Συβάρεως.

### σ 1270

Συβαρίτης· ἀρσενικόν· θηλυκὸν δὲ διὰ τοῦ ι.

### σ 1271

Συβαριτικαῖς καὶ Συβαρικαῖς: τρυφηλαῖς, λαμπραῖς, πο‐ λυτελέσι· τρυφηταὶ γὰρ οἱ Συβαρῖται. οὗτοι γὰρ οὕτω διῆγον τρυ‐ φηλῶς, ὡς καὶ τοὺς ἵππους διδάσκειν πρὸς αὐλὸν ὀρχεῖσθαι. καὶ Συβαρίζειν, τὸ τρυφᾶν, ἢ τὸ θορυβεῖν. καὶ Συβάρεια ἐπιφθέγματα παρ’ Ἐπιχάρμῳ. καὶ Συβαριτικοὶ λόγοι, οἱ Αἰσώπειοι. καὶ Συβαρίσαι, τὰ τῶν Συβαριτῶν ποιῆσαι. καὶ παροιμία· Συβα‐ ρίτης διὰ πλατείας, ἐπὶ τῶν σοβαρῶς διαπορευομένων. Συβα‐ ρῖται δὲ γάστριες ἦσαν καὶ τρυφηταί. τοσοῦτος δὲ ἦν ζῆλος παρ’ αὐτοῖς τρυφῆς, ὥστε καὶ τῶν ἔξωθεν ἐθνῶν μάλιστα ἠγάπων Ἴωνας καὶ Τυρρηνούς, διότι συνέβαινεν αὐτοὺς τοὺς μὲν τῶν Ἑλλήνων, τοὺς δὲ τῶν βαρβάρων προέχειν τῇ κατὰ τὸ ζῆν πολυτελείᾳ. παρὰ τού‐ τοις δὲ Μινδυρίδης λέγεται περιουσιάσαι τρυφῇ· οὗτος γὰρ Κλεισθένους τοῦ Σικυωνίων τυράννου νικήσαντος ἅρματι καὶ κηρύξαντος παρα‐ γενέσθαι τοὺς προαιρουμένους γαμεῖν αὐτοῦ τὴν θυγατέρα, δοκοῦσαν κάλλει διαφέρειν, ἀναχθῆναί τινα ἐκ Συβάρεως νηῒ πεντήκοντα τοὺς ἐρέτας ἔχοντα ἰδίους οἰκέτας, τοὺς μὲν ἁλιεῖς, τοὺς δὲ ὀρνιθοθήρας. παραγενόμενος δὲ εἰς Σικυῶνα, ταῖς κατὰ τὴν οὐσίαν παρασκευαῖς οὐ μόνον τοὺς ἀντιμνηστεύοντας, ἀλλὰ καὶ τὸν τύραννον αὐτὸν ὑπερᾶραι, καίπερ τῆς πόλεως αὐτῷ πάσης συμφιλοτιμουμένης. ἐν δὲ τῷ μετὰ τὴν ἄφιξιν δείπνῳ προσιόντος τινός, ὅπως κατακλιθῇ πρὸς αὐτόν, εἰπεῖν, ὅτι κατὰ τὸ κήρυγμα πάρεστιν ἢ μετὰ Κλεισθένους γυναικὸς ἢ μόνος κατακλιθησόμενος.

### σ 1272

Συβαρῖται μαίνονται. ζήτει ἐν τῷ Ἄμυρις μαίνεται.

### σ 1273

Συβήνη: ἡ δερματίνη αὐλοθήκη. ἢ ἡ φαρέτρα. Θεσμοφορια‐ ζούσαις Ἀριστοφάνης· ἀλλ’ οὐκ ἔχω οὐδέν. ἀλλὰ συβήνην λάβε.

### σ 1274

Συβόσιον: τὸ χοιροφορβεῖον.

### σ 1275

Συβώτης: χοιροβοσκός.

### σ 1276

Συγγένεσθε: συμμαχήσατε, συνεργήσατε, συμπράξατε. Σοφο‐ κλῆς· ὦ θεοὶ πατρῷοι, συγγένεσθε γ’ ἀλλὰ νῦν. ἀντὶ τοῦ συμμαχή‐ σατε ἡμῖν κἂν νῦν.

### σ 1277

Συγγενής: καὶ ἐπὶ ἀνδρὸς καὶ γυναικὸς ἡ αὐτὴ γραφὴ φυ‐ λάττεται.

### σ 1278

Συγγίνομαι· δοτικῇ.

### σ 1279

Συγγινώσκω· δοτικῇ.

### σ 1280

Συγγνώμη: συγχώρησις. ὅτι οὐ δεῖ τὸν σπουδαῖον ἔν τινι συγγνώμην ἔχειν, μηδὲ παριέναι τὰς ἐπιβαλλούσας ἐκ τοῦ νόμου κο‐ λάσεις, ἐπεὶ τό γε εἴκειν καὶ ὁ ἔλεος αὐτή τε ἡ ἐπιείκεια οὐδεμία ἐστὶ ψυχῆς πρὸς κολάσεις προσποιουμένη χρηστότητα· μηδ’ οἴεσθαι σκληροτέρας αὐτὰς εἶναι. λαμβάνεται δὲ τὸ ὄνομα καὶ ἐπὶ τῆς ἀφέσεως καὶ συγχωρήσεως. ὅτι ἐπειδὴ ὁ γνοὺς ἑαυτόν, τουτέστιν ὁ μὴ ἐπὶ τοῖς πταίσμασιν ἀγνοῶν ὅτι ἔπταισεν, ἀλλὰ φυλάττων τὸ γνῶθι σαυτόν, μὴ τοῖς κατορθώμασιν εἰ καί ποτε ὀλίγον ἐπινυστάξας εἰς ἀλαζονείαν ἤρθη μέγα φρονῶν, ἀλλὰ τὴν οἰκείαν φύσιν καὶ ἀσθέ‐ νειαν καταμανθάνων γνωσιμαχεῖ, ὁ συγγνούς, τουτέστιν ὁ συννοήσας, ὅτι ἐκεῖνος ἔργῳ παλινῳδίαν ᾄδει, συγχωρεῖ τῷ γνόντι ἑαυτόν, ὁ μὴ συγγνοὺς οὐ συγχωρεῖ. διὸ καὶ ὁ μὲν μέμψεώς ἐστιν ἄξιος, μὴ γνοὺς ἑαυτόν, ὁ δὲ μὴ συγγνοὺς τῷ γνόντι ἑαυτόν.

### σ 1281

Συγγνώμονα: συμπαθῆ, οἰκτίρμονα. οὐ χρὴ πικρὸν εἶναι καὶ ἀπαραίτητον καὶ συγγνώμονά τε ἥκιστα ἄνθρωπον ὄντα καὶ τοῖς αὐ‐ τοῖς περιπεσεῖν δυνάμενον, ἐξ ὧν κωλύει πικρῶς ἄλλον. ὀρθῶς γὰρ εἴρηται, τὸ μὲν μηδὲν ἁμαρτεῖν θεοῦ ἐστι καὶ πάντα κατορθοῦν. ἄνθρωπος δὲ οὐκ ἂν εἴποι ἐπ’ οὐδενί, ὅτι μὴ πείσεται τόδε τι· μυρίαι γὰρ κῆρες ἡμῖν ἐφεστᾶσιν, οὐ μόνον θανάτου, ἀλλὰ καὶ κακῶν ἄλλων.

### σ 1282

Συγγραφεύς· φησὶν ὁ μέγας Μάξιμος, ὅτι ὁ λόγους συγγρα‐ φόμενος ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται ἢ πρὸς ὠφέλειαν ἑτέρων, ἢ καὶ ἄμφω· ἢ πρὸς βλάβην τινῶν ἢ πρὸς ἐπίδειξιν ἢ ἐξ ἀνάγκης.

### σ 1283

Συγγραφεῖς· εἰθισμένον ἦν παρ’ Ἀθηναίοις, ὁπότε δέοι πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσέφερε γνώμας εἰς τὸν δῆμον, ὡς Ἰσοκράτης φησί. τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν νῦν ἐγίνετο, καθὰ Θουκυδίδης ἐν τῇ ηʹ· ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ τὸν Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο. καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην, ιʹ ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας, τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν εἰς τὸν δῆμον ἐς ἡμέραν ῥητήν, καθότι ἄριστα ἡ πόλις οἰκήσεται. ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λʹ οἱ τότε αἱρεθέντες, ὥς φησιν Ἀνδροτίων καὶ Φιλόχορος. ὁ δὲ Θουκυδίδης τῶν ιʹ ἐμνημόνευσε μόνων τῶν προ‐ βούλων.

### σ 1284

Συγγράφω· αἰτιατικῇ. καὶ τοὺς πολιτικοὺς λόγους συγγράφων. ὅτι Ἑκαταῖος πρῶτος ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν δὲ Φερεκύδης· τὰ γὰρ Ἀγησιλάου νοθεύεται.

### σ 1285

Συγκαλεῖς: συνήγαγες.

### σ 1286

Συγκαλύπτω· αἰτιατικῇ.

### σ 1287

Συγκατάβασις· ὅταν μὴ ὡς ἔστιν ὁ θεὸς φαίνηται, ἀλλ’ ὡς ὁ δυνάμενος αὐτὸν θεωρεῖν οἷός τε ἐστὶν οὕτως ἑαυτὸν δεικνύει, ἐπι‐ μετρῶν τῇ τῶν ὁρώντων ἀσθενείᾳ τῆς ὄψεως τὴν ἐπίδειξιν.

### σ 1288

Συγκάταινον: συγκατατιθέμενον, συνευδοκοῦντα.

### σ 1289

Σύγκαιρον: ἐπιτήδειον. χειμῶνος ὥρα ἦν, καὶ τὸ πῦρ ἐξ‐ έκαυσε τῇ ὥρᾳ σύγκαιρον.

### σ 1290

Συγκεκυφός: συνελθόν. Ἀριστοφάνης· τοῦτο δ’ εἰς ἕν ἐστι συγκεκυφός. οἷον ὁμονοοῦσιν ἑαυτοῖς καὶ συμπνέουσιν. ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι, τυροπῶλαι.

### σ 1291

Σύγκεισθε: ὁμονοεῖτε.

### σ 1292

Σύγκλητος ἐκκλησία: τῶν ἐκκλησιῶν αἱ μὲν ἔξωθεν καὶ μετὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν, ὥστε γενέσθαι ἐκκλησίαν, αὐτὴ ἐκαλεῖτο σύγκλητος ἐκκλησία. Δημοσθένης κατ’ Αἰ‐ σχίνου.

### σ 1293

Συγκλείω· αἰτιατικῇ.

### σ 1294

Συγκλώδης: ὄνομα κύριον.

### σ 1295

Συγκλύδων ἀνθρώπων: συμμίκτων, ἐπηλύδων, παρεισάκτων. τοῦ δὲ ἀσήμου καὶ σύγκλυδος ὄχλου ταχέως πρὸς αὐτὸν συνισταμένου, δισμυρίων οὐ πολὺ ἀποδέοντας ἔσχε.

### σ 1296

Συγκομιδή: ὡς ἐπὶ καρπῶν. Θουκυδίδης ἐν γʹ· καὶ ἐν συγ‐ κομιδῇ καρποῦ ἦσαν. καὶ Λυσίας ἐν τῷ πρὸς Ξενοφῶντα· συγκομίσας δὲ δῶρα καὶ ἀποδόμενος τὸ ἀργύριον. ἡ σὺν πρόθεσις, κατὰ διάστασιν συγκομιδή.

### σ 1297

Συγκορυβαντιῶμεν: ἀντὶ τοῦ συμμαινόμεθα, συνορχούμεθα συνενθουσιῶμεν.

### σ 1298

Συγκόψαι: ἐπὶ τοῦ πληγαῖς αἰκίσασθαι. οὕτως Μεταγένης.

### σ 1299

Συγκρητίσαι: τὰ τῶν Κρητῶν φρονῆσαι.

### σ 1300

Σύγκριμα: ἡ ἐκ πολλῶν εἰς ἄλληλα συμφωνία, οἵα ἡ τῶν δʹ στοιχείων κοινωνία.

### σ 1301

Σύγκρισις: ἡ ἑνὸς πρὸς ἕνα ἢ πλείονας. ἑνὶ γὰρ οὐ γίνεται σύγκρισις, εἰ μὴ κατὰ χρόνον, ὅταν ζητῶμεν τότε λευκότερον τόδε τι νῦν, ἢ πρότερον. ὅτι ἡ σύγκρισις κατὰ πολλοὺς τρόπους γίνεται, ἢ γὰρ ποτέρῳ μᾶλλον τῶν ὑποκειμένων κατηγορούμενον, ὡς ἐπὶ τοῦ, πότερον ὁ πλοῦτος ἢ ἡ ὑγεία αἱρετώτερον· ἢ πότερον μᾶλλον τῷ ὑποκειμένῳ ὑπάρχει, οἷον τῇ ὑγείᾳ τὸ ἡδὺ ἢ τὸ χρήσιμον· πότερον τῷδε τόδε ἢ τόδε τῷδε, οἷον πότερον τῇ ὑγείᾳ μᾶλλον ὑπάρχει τὸ ἀγαθὸν ἢ τῇ νόσῳ τὸ κακόν· ὅπως γὰρ ἂν αἱ συγκρίσεις γίνωνται, ἀπὸ τοῦ συμ‐ βεβηκότος λέγονται. καὶ κατὰ τὸ μᾶλλον δὲ γίνεται καὶ κατὰ τὸ ἧτ‐ τον καὶ κατὰ τὸ ὁμοίως ἡ σύγκρισις· συγκριτικὰ γὰρ καὶ τὰ τοιαῦτα· εἰ ἡ ὑγεία μᾶλλον πλούτου οὖσα αἱρετὴ μὴ ἔστι δι’ αὑτὴν αἱρετή, οὐδὲ ὁ πλοῦτος. καὶ εἰ ἡ ἡδονὴ μᾶλλον οὖσα ἀγαθὸν ἢ τέλος μή ἐστιν ἀγαθόν, οὐδ’ ἂν τέλος εἴη. καὶ πάλιν, εἰ ὁ πλοῦτος ἥττων ἢ ὑγείας ὢν ἀγαθὸς ἀγαθόν ἐστι, καὶ ἡ ὑγεία. καὶ εἰ ἡ ὑγεία ἧττον οὖσα ἀγαθὸν τοῖς ἐν εἰρήνῃ οὖσιν ἢ τοῖς πολεμοῦσιν, ἀγαθόν ἐστιν ἢ τούτοις κἀ‐ κείνοις.

### σ 1302

Συγκριτικῶς: ὁμοίως.

### σ 1303

Συγκροτεῖ· δοτικῇ. συνάγει, αὔξει, συνιστᾷ, καὶ συνδεῖ, πρὸς ἁρμονίαν ἄγει. συνέχει, συμπράττει, οὐδένα καιρὸν παραλείπει. Ἀγαθίας· συνεκροτοῦντο αἱ δυνάμεις ὑπὸ Ναρσοῦ, καὶ ἅπαντα ἤθροιστο τὰ στρατεύματα.

### σ 1304

Συγκρούειν: συναθροίζειν. καὶ Σύγκρουσις, παραλο‐ γισμός. Κρούσειν, τὸ ἀπατῆσαι τὸν ἀκούοντα· οἷον παρακρού‐ σασθαι καὶ συναρπάσαι.

### σ 1305

Συγκυκῶν: συνταράσσων.

### σ 1306

Συγκυροῦντα: διαφέροντα, συνεγγίζοντα.

### σ 1307

Συγχαίρω· γενικῇ συντάσσεται. ὁ μὲν συνέχαιρε τῆς νίκης, ὁ δὲ ἀνθυπεκρίνετο.

### σ 1308

Συγχέω· αἰτιατικῇ.

### σ 1309

Συγχεῖ: ἀφανίζει, συμμιγνύει.

### σ 1310

Συγχίδα· ἐν Ἐπιγράμμασι· καὶ μονόπελμον συγχίδα καὶ στε‐ γανὰν κρατὸς ἐρημοκόμου. ὡς ἔοικε, κτένα λέγει.

### σ 1311

Συγχωρῶ· δοτικῇ.

### σ 1312

Συγχρῶμαι· δοτικῇ.

### σ 1313

Συγχρωτίζεσθαι: πλησιάζειν. Ζήνωνι γὰρ τῷ Κιτιεῖ ἐχρήσθη, πυνθανομένῳ περὶ βίου, πῶς ἂν εὐδαίμων γένοιτο, εἰ συγχρωτίζοιτο τοῖς νεκροῖς· ὅ ἐστι τοῖς βιβλίοις τοῖς τῶν ἀρχαίων. τουτέστι μελέτην ἀσκεῖν καὶ λόγοις τρέφειν ψυχὴν τὴν βασίλειαν. καὶ ζήτει 〈ἐν τῷ〉 Αἰγυπτία κληματίς.

### σ 1314

Συγχυθείς: συνταραχθείς.

### σ 1315

Σὺ δὲ μὴ πρὸς ὀργήν, ἀλλὰ πραόνως ἔλεγχ’, ἐλέγχου. λοιδορεῖσθαι δ’ οὐ πρέπει ἄνδρας ποιητάς, ὥσπερ ἀρτοπώλιδας. σὺ δ’ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς. καὶ γὰρ ἡ πρῖνος καιομένη ψόφον ποιεῖ.

### σ 1316

Συέδρων· ὅτι Αἰλιανὸς ἐπὶ Οὐάλεντος ἐστρατήγησεν. ἦν δὲ ἐκ Συέδρων, ἐλεύθερος ἄγαν καὶ ἀνεστηκώς. καὶ ζήτει ἐν τῷ Αἰλιανός.

### σ 1317

Συηναῖος· καὶ Συήνη, ἡ δερματοθήκη. Συΐνη δὲ ἡ συκέα.

### σ 1318

Συηνία καὶ Κυηνία: ἀμαθία, σκαιότης. παρὰ Φερεκράτει. καὶ συηνεῖν Πλάτων ὁ φιλόσοφος τὸ ἀμαθῶς ἀναστρέφεσθαι καὶ συῶδές τι ποιεῖν. καὶ Συηνία, πόλις. Συΐνη δὲ συκέα.

### σ 1319

Σύινον ἔλαιον καὶ σησάμινον, ᾧ ἐχρίοντο οἱ σὺν Κύρῳ στρατευθέντες.

### σ 1320

Συκάζειν: οὕτω τὸ ἐπηρεάζειν ἔλεγον οἱ παλαιοί. ζήτει ἐν τῷ ἀποσυκάζεις.

### σ 1321

Συκάμινον: εἶδος δένδρου. καὶ σάρκωμά τι ἢ ἕλκος γινόμενον ἐπί τε τοῖς ὀφθαλμοῖς καὶ ταῖς ἕδραις, ὃ καὶ σῦκον λέγεται.

### σ 1322

Συκέα: τὸ δένδρον. Σῦκον δὲ ὁ καρπός.

### σ 1323

Συκῆ· ζήτει ἐν τῷ ὄλυνθος.

### σ 1324

Σύκινον: ἀσθενές. καὶ παροιμία· Συκίνη μάχαιρα, ἀντὶ τοῦ συκοφάντις. καὶ ἑτέρα παροιμία· Συκίνη ἐπικουρία, ἐπὶ τῶν ἀνωφελῶν. ἡμεῖς δὲ οἱ καθήμενοι τὴν συκίνην ἐπικουρίαν, τοὺς στρατιώτας, προσδεχόμενοι. ὅτι συκίνη ναῦς τὸ εὐτελὲς δηλοῖ. καὶ ζήτει ἐν τῷ ἐγένετο καὶ Μάνδρωνι.

### σ 1325

Συκομορρέα. ὅτι τῆς συκομόρρου ὁ καρπὸς οὐ πεπαί‐ νεται, εἰ μή τινα βραχεῖαν τομὴν δέξηται.

### σ 1326

Σῦκον αἰτεῖν: κολακεύειν· νεωστὶ γὰρ τῶν σύκων φαινομέ‐ νων, ὡς ἂν εἰς ὥρας ἥκοντες, ἐλιπάρουν τοὺς συκωροὺς δοῦναι. ζήτει περὶ ἐρινεοῦ τοῦ καρποῦ τῆς ἀγρίας συκῆς ἐν τῷ ἐρινεός.

### σ 1327

Σῦκον αἰτεῖς: ἐπὶ τῶν κολακευόντων· οἱ γὰρ Ἀθηναῖοι ἐκο‐ λάκευον τοὺς γεωργούς, βουλόμενοι παρ’ αὐτῶν λαβεῖν πρώϊμα σῦκα· οἰωνίζοντο γὰρ αὐτοῖς καὶ πάλιν ἐλθεῖν ἐς νέωτα. καὶ πάλιν ἑτέρα παροιμία· Σῦκον ἐφ’ Ἑρμῇ· ἐπὶ τῶν προκειμένων ἐπ’ ὠφελείᾳ τοῖς βουλομένοις· ὁπότε γὰρ φανείη σῦκον, τῷ Ἑρμῇ τοῦτο ἀνετίθεσαν, καὶ ὁ βουλόμενος ἐλάμβανε. καὶ ἑτέρα παροιμία· Ὥσπερ τὰ σῦκ’ ἐπὶ τοὺς ὀφθαλμοὺς ἔφυ· ἐπὶ τῶν προσφυῶς τινος πράγματος ἐχομένων. σῦκα λέγων τὰ σαρκώματα, ἢ ἕλκος γινόμενον ἐπὶ τοῖς ὀφθαλμοῖς. σῦκον λέγει τὰ ἐπὶ τοὺς ὀφθαλμοὺς σαρκώματα, ἢ ἕλκος γινόμενον ἐπὶ τοῖς ὀφθαλμοῖς. Ἀριστοφάνης· ὥσπερ τὰ σῦκ’ ἐπὶ τοὺς ὀφθαλμοὺς ἔφυ.

### σ 1328

Σῦκον: στύκον τί ὄν, τὸ ἑστηκὸς καὶ μὴ ῥιπτόμενον, ὡς ὁ ὄλυνθος. ὄλυνθος δὲ παρὰ τὸ ὅλος ἀνθεῖν, ἤγουν ἐκ πρώτης ἀνθή‐ σεως τὸ αὐτὸ ἔχειν. ὅτι τὸ σῦκον ἀλεξιφάρμακόν ἐστι, καὶ μόνον· καὶ ἰσχάδες σὺν πηγάνῳ ὀπτώμεναι καὶ νήσταις διδόμεναι, ὁμοίως γλήχωνι. καί, σῦκόν τε μελαντραγές. λύσις ὀνείρου· βρῶσις σύκων δείκνυσι φληνάφων ψόφους.

### σ 1329

Συκοφαντεῖν: κνίζειν ἐρωτικῶς. οὕτως Πλάτων καὶ Μέναν‐ δρος.

### σ 1330

Συκοφαντεῖν: τὸ ψευδῶς τινος κατηγορεῖν. κεκλῆσθαι δέ φασι τοῦτο παρ’ Ἀθηναίοις πρῶτον εὑρεθέντος τοῦ φυτοῦ τῆς συκῆς καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ σῦκα. τῶν δὲ φαινόντων τοὺς ἐξάγοντας συκοφαντῶν κληθέντων, συνέβη καὶ τοὺς ὁπωσοῦν κατ‐ ηγοροῦντας τινῶν φιλαπεχθημόνως οὕτω προσαγορευθῆναι. Ἀριστο‐ φάνης· καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια. ἴδιον γὰρ Ἀθηναίων τὸ συκοφαντεῖν. Αἰλιανός· ὁ δὲ ἐσυκοφάντει τὸν θεὸν ὀλιγωρίας. ἐκ δὴ τούτων νόσοι καὶ τροφῶν ἀπορίαι τὴν Ἱμεραίων κατέσχον.

### σ 1331

Συκοφάντης: λιμοῦ γενομένου ἐν τῇ Ἀττικῇ, τινὲς λάθρα τὰς συκᾶς τὰς ἀφιερωμένας τοῖς θεοῖς ἐκαρποῦντο· μετὰ δὲ ταῦτα εὐθηνίας γενομένης, κατηγόρουν τούτων τινές. ἐκεῖθεν οὖν συκοφάντης λέγεται. ζήτει ἐν τῷ ἀποσυκάζεις.

### σ 1332

Συκοφάντης: ὁ διάβολος· τὸν γὰρ θεὸν ἐσυκοφάντησε, φήσας κεκωλυκέναι τοῦ ξύλου τὴν μετάληψιν· καὶ κατὰ τοῦ Ἰώβ· μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν θεόν; καὶ Συκοφαντία, ἡ ψευδὴς κατηγορία. καὶ ῥῆμα Συκοφαντῶ· αἰτιατικῇ.

### σ 1333

Συκοφάσους: συκοφάντας. ἦν ἄρα νικῆσαι συκοφάσους ἀδίκους.

### σ 1334

Συκυαῖσι· Φερεκράτης Τυραννίδι· ἆρ’ ἀραχνία, ὥσπερ ταῖς συκυαῖσι ταῖς κεναῖς. ζήτει ἐν τῷ ἀράχνη.

### σ 1335

Συλλαβών: εἰς νοῦν λαβών. ὁ δὲ Πεισίστρατος συλλαβὼν τὸ χρηστήριον καὶ φὰς δέκεσθαι τὸ χρησθέν.

### σ 1336

Σύλας: τὰς συλλήψεις. Δημοσθένης ἐν τῷ Περὶ στεφάνου· ὁπόταν μὴ σύλαι ὦσιν Ἀθηναίοις. ἐν δὲ τοῖς ἑξῆς ὥσπερ ἐξηγούμενος αὐτό φησι· σεσυλήμεθα δὲ τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φασηλιτῶν, δεδο‐ μένων συλῶν Φασηλίταις κατὰ Ἀθηναίων. ἐπειδὰν γὰρ μὴ θέλωσιν ἀποδοῦναι, ἃ ἔλαβον, τί ἄν τις ἔχοι ἄλλο ὄνομα θέσθαι τῷ τοιούτῳ, ἢ ὅτι ἀναιροῦνται τὰ ἀλλότρια; ἀντὶ τοῦ τὰς συλλήψεις σύλας ἔλεγον.

### σ 1337

Σύλλας, Σύλλου: ὄνομα κύριον. ὅτι ἐπὶ Σύλλα τοῦ ὑπάτου ὁ ἐμφύλιος Ῥωμαίων ἀνήφθη πόλεμος. ἐπισημῆναι δὲ τὴν τῶν μελ‐ λόντων κακῶν φορὰν Λίβιός φησι καὶ Διόδωρος. ἐξ ἀνεφέλου τοῦ ἀέρος καὶ αἰθρίας πολλῆς ἦχον ἀκουσθῆναι σάλπιγγος, ὀξὺν ἀποτει‐ νούσης καὶ θρηνώδη φθόγγον. καὶ τοὺς μὲν ἀκούσαντας ἅπαντας ἔκ‐ φρονας ὑπὸ δέους γενέσθαι· τοὺς δὲ Τυρρηνῶν μάντεις μεταβολὴν τοῦ γένους καὶ μετακόσμησιν ἀποφήνασθαι σημαίνειν τὸ τέρας. εἶναι μὲν γὰρ ἀνθρώπων ηʹ γένη, διαφέροντα τοῖς βίοις καὶ τοῖς ἤθεσιν ἀλ‐ λήλων· ἑκάστῳ δὲ ἀφωρίσθαι χρόνον ὑπὸ τοῦ θεοῦ, συμπεραινόμενον ἐνιαυτοῦ μεγάλου περιόδῳ. τῆς γοῦν προτέρας περιόδου τελευτώσης καὶ ἑτέρας ἐνισταμένης, κινεῖσθαί τι σημεῖον ἐκ γῆς ἢ οὐρανοῦ θαυ‐ μάσιον, ὃ δῆλον εὐθὺς τοῖς τὰ τοιαῦτα σοφοῖς γίνεσθαι, ὅτι καὶ τρό‐ ποις ἄλλοις καὶ βίοις ἄνθρωποι χρώμενοι γεγόνασι καὶ θεοῖς ἧττον τῶν προτέρων μέλονται. ταῦτα μὲν οὖν εἴτε οὕτως εἴτε ἄλλως πως ἔχει, σκοπεῖν παρίημι. ὅτι Σύλλας ὁ ὕπατος ἀπάρας ἐξ Ἐφέσου προσ‐ σχών τε ταῖς Ἀθήναις ἐνδιέτριψε τῇ πόλει χρόνου τινὸς καὶ τὴν Ἀπελ‐ λικῶντος τοῦ Τηΐου καταλαβὼν ἐνταῦθα βιβλιοθήκην ἀνείλετο· ἐν ᾗ πλεῖστα τῶν Ἀριστοτέλους καὶ Θεοφράστου βιβλίων ἦν, οὔπω τότε τοῖς πολλοῖς, ᾗ φησι Πλούταρχος, γνωριζόμενα, ἀλλ’ ἐντεῦθεν ἐς τὴν τῶν ἀνθρώπων ἐκφοιτήσαντα γνῶσιν. ὅτι Σύλλας ὁ ὕπατος ἐπιλο‐ γισμὸν τῶν ἑαυτοῦ πράξεων ποιήσας Εὐτυχῆ ἑαυτὸν ἐκάλει καὶ ἔγραφε. καί ποτε Λαβερία, Ῥωμαία γυνὴ οὐκ ἀφανής, ἐξόπισθεν τοῦ Σύλλου πορευομένη ἐπιβάλλει τὴν χεῖρα καὶ κροκύδα τοῦ ἱματίου σπᾷ. τοῦ δὲ ἐπιστραφέντος, οὐδὲν δεινόν, εἰπεῖν, αὐτόκρατορ· ἀλλὰ βούλομαι τῆς σῆς κἀγὼ μικρὸν εὐτυχίας μεταλαβεῖν. τὸν δὲ ὑπερησθῆναί τε τῷ ῥηθέντι καὶ μετὰ μικρὸν ἀγαγέσθαι ταύτην γυναῖκα, τῆς Μετέλλης ἤδη τεθνηκυίας.

### σ 1338

Συλλαῖος: ὄνομα κύριον. καὶ Σύλαιον, πόλις.

### σ 1339

Συλλέγω· αἰτιατικῇ.

### σ 1340

Συλλήβδην: συλλαβών, ἀθρόως. ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω. ἐπὶ τῶν εὐδαιμονίαν ἐπαγγελλομένων.

### σ 1341

Συλλήπτορα: βοηθόν.

### σ 1342

Σύλλιον: πόλις, πλησίον Σίδης.

### σ 1343

Συλλογιμαῖα.

### σ 1344

Συλλογῆς: ὄνομα ἀρχῆς.

### σ 1345

Συλλογισμός· ἀπ’ αὐτοῦ τοῦ ὀνόματος ὁ συλλογισμὸς σύν‐ θεσίν τινα λόγων ἔοικε σημαίνειν, ὥσπερ καὶ ὁ σύμψηφος ψήφων. ὄργανον δέ ἐστιν ὁ συλλογισμὸς πρὸς τὸ φανερόν τι ποιῆσαι μὴ δο‐ κοῦν εἶναι γνώριμον διά τινων γνωρίμων τε καὶ φανερῶν. ἐπεὶ δὲ πᾶν ὄργανον χρήσιμον, καὶ ὁ συλλογισμὸς ἄρα χρήσιμος. πᾶν δὲ ὄρ‐ γανον, ὃ μὴ τὴν χρείαν αὑτοῦ παρέχεται, ἀναιρεῖται. ἔστι δὲ συλλο‐ γισμὸς προτάσεις μετὰ συμπεράσματος.

### σ 1346

Σύλλογος: ἄθροισις. ἐνδήμων δὲ σύλλογος ἀμήχανος γίνεται.

### σ 1347

Συλλογισμός: ὅταν τῷ πρώτῳ λόχῳ ἕτερος λόχος ἐπιτεθῇ· ὥστε λοχαγὸν λοχαγῷ καὶ οὐραγὸν οὐραγῷ καὶ τοὺς μεταξὺ τοῖς ὁμοζύγοις παρίστασθαι.

### σ 1348

Συλόνυχας· ἐν Ἐπιγράμμασι· καὶ ψῆκτραν ἄκιτιν ἀπέπτυσε καὶ λιποκόπους φασγανίδας καὶ τοὺς συλόνυχας ὄνυχας.

### σ 1349

Συλοσῶντος: ὄνομα κύριον. γενικῆς πτώσεως.

### σ 1350

Συλῶ· αἰτιατικῇ. τὸ συ μακρόν. ἀμφοτέρους ᾔσχυνε· σεσύληται μὲν ὁ Βάκχος. ἐν Ἐπιγράμμασι.

### σ 1351

Συλῶντος χλαμύς· παροιμία. ζήτει ἐν τῷ χλαμύς.

### σ 1352

Συμμαθεῖν: οἷον μεμαθηκότα τὸ γεγονός. οὐδείς με οἶδε τό‐ πος, ἀλλὰ μάτην περιῆλθον· ἢ ἀντὶ τοῦ διδάξαι, εἰς μάθησιν ἀγαγεῖν τοῦ ζητουμένου. Σοφοκλῆς· κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος. καὶ Συμμαθόντι, συνεθισθέντι. καὶ πάνυ ἡδὺ ἦν συμμαθόντι τὸ πόμα τὸ ἐκ κριθῶν.

### σ 1353

Συμμαχία. Συμμαχία ἐπιμαχίας διαφέρει. καί ἐστιν μὲν συμμαχία, ὅταν τις τὸν αὐτὸν ἔχῃ τῷ συμμαχουμένῳ ἐχθρὸν καὶ φί‐ λον· ἐπιμαχία δέ, ὅταν τις μόνῳ τῷ συμμαχουμένῳ ἀδικουμένῳ βοηθῇ οὐ μέντοι καὶ ἀδικοῦντι συμπράττοι.

### σ 1354

Συμβαλεῖν: διακρῖναι, νοῆσαι, συγκρῖναι.

### σ 1355

Συμβάλλειν: μεταδιδόναι, κιχρᾶν. ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη, ἱμάτια, χρυσίον, ἀργύριον, ἐκπώματα, μόνας μόναις, οὐ μαρτύρων γ’ ἐναντίον. συμβαλεῖν οὐδεὶς εἶχε τὸ γενόμενον. ἀντὶ τοῦ νοῆσαι.

### σ 1356

Συμβαλόντα: τουτέστι τὸν δανεισάμενον. ὁ δὲ ἦλθε παρὰ τὴν βασίλισσαν, τὸν συμβαλόντα αἰτιασάμενος, καὶ δεηθῆναι αὐτῷ βοηθῆσαι τὰ δίκαια. Ἀρριανός· συνέκειτο γὰρ τὸν μὲν σημῆναι, τὸν δὲ συμβαλόντα ποιέειν τὸ τεταγμένον.

### σ 1357

Σύμβαμα: κατὰ γραμματικοὺς πρότασις ἐξ ὀνόματος καὶ ῥή‐ ματος, αὐτοτελῆ διάνοιαν ἀπαρτίζουσα· οἷον, Ἰωάννης περιπατεῖ. παρασύμβαμα δὲ πρότασις ἐξ ὀνόματος καὶ ῥήματος, οὐκ αὐτοτελῆ διάνοιαν ἀπαρτίζουσα· οἷον Ἰωάννῃ μέλει. φήσας γὰρ Ἰωάννης περι‐ πατεῖ, οὐδενὸς ἑτέρου ἔχρῃζεν, εἰπὼν δὲ Ἰωάννῃ μέλει, περὶ τίνος παρέλειψεν εἰπεῖν.

### σ 1358

Συμβάς: συμφωνήσας, πεισθείς. Τραιανὸς δὲ μὴ συμβὰς ἐπὶ ταῖς ὁμολογίαις ἐν παρασκευῇ ἦν.

### σ 1359

Σύμβασις: φιλία, συντυχία, καταλλαγή. γνώμη· σύμβασις δὲ φίλων κατὰ τὸν αὐτὸν γινομένη τρόπον τῶν ὑπ’ ἀνάγκης συγχωρη‐ θέντων βεβαιοτέρα.

### σ 1360

Συμβατήριοι: εἰρηνικοί, φιλικοί. βούλομαι διαλεχθῆναι αὐτοῖς συμβατηρίοις.

### σ 1361

Συμβαίνει: ἔοικεν, ἐξωμοίωται, συμφωνεῖ. τοῦτο δὲ σκοπεῖν, εἰ συμβαίνει τοῖς λόγοις τὰ πράγματα.

### σ 1362

Συμβαίνοντα: συμφωνοῦτα. τὸ συμβαίνειν λέγομεν, ὡς τοὺς τετραγώνους λίθους ἐν τοῖς τείχεσι καὶ ἐν ταῖς πυραμίσι συμβαίνειν οἱ τεχνῖται λέγουσι, συναρμόζειν ἀλλήλοις τῇ ποιᾷ θέσει.

### σ 1363

Συμβαίνουσι: συμπράττουσι, συμφωνοῦσι. χρησμοί τε συμ‐ βαίνουσι καὶ τὸ Πυθικόν. ἄλλα τε γάρ τινα οὐ συμβαίνοντα τῷ τῆς ἀρχῆς ὄγκῳ διεπράττετο. ἀντὶ τοῦ ἁρμόζοντα.

### σ 1364

Συμβεβηκός: ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκει‐ μένου φθορᾶς. πῶς ὁ ἑκτικὸς πυρετὸς κατὰ συμβεβηκὸς ἀναμφιβό‐ λως ὢν φθείρει τὸ σῶμα; ἐκ τῶν προσεχῶς εἰρημένων λύεσθαί φασιν. ἔστι γὰρ εἰπεῖν, ὅτι οὐκ ἔστι συμβεβηκὸς ὁ πυρετός, ἀλλ’ οὐδὲ ἀλ‐ λοίωσις τοῦ ὑποκειμένου, ἀλλὰ παρὰ φύσιν θερμότης διαλυτικὴ τῆς ἁρμονίας τοῦ ζῴου.

### σ 1365

Συμβῆναι: συμφωνῆσαι. οἱ δὲ ἠξίουν τὸν βασιλέα ἐφ’ ὧν συμβῆναι Γαβίοις, ἐφ’ οἷς ἂν δικαιῶσι Γάβιοι.

### σ 1366

Συμβιβάζων: συλλαλῶν, διδάσκων.

### σ 1367

Συμβιβάσει: εἰς συμβίβασιν καὶ ὁμολογίαν ἐλθεῖν περί τινος.

### σ 1368

Συμβιβῶ: διδάξω, ἐπιστήσω, νοῆσαι ποιήσω.

### σ 1369

Συμβιοτὴς καὶ Συμβιοτεύω.

### σ 1370

Συμβλητά: τὰ σύγκρισιν ἐπιδεχόμενα.

### σ 1371

Συμβλητῇ: δυναμένῃ ἐπιγνωσθῆναι. βουλῇ κρείττονι καὶ ἀν‐ θρωπίνῃ γνώμῃ οὐδαμῶς συμβλητῇ τρόπον τινὰ τοῦ Ἀλφειοῦ ἀπο‐ θανόντος.

### σ 1372

Σύμβολα: σημεῖα, μέτρα. οἷον σημεῖον τοῦ φθαρτὸν γενέσθαι τὸν ἄνθρωπον πρὸ θανάτου οἱ δερμάτινοι χιτῶνες. εἰ γένοιτό τι σύμβολον ἐπετέλουν τὰ δόξαντα. σεισμὸς εἰ γένοιτο, ἢ πῦρ ἀπότροπον, ἢ διαΐξειε γαλῆ, ἤ τι τοιοῦτον.

### σ 1373

Σύμβολα: τὰς συνθήκας, ἃς ἂν ἀλλήλαις αἱ πόλεις θέμεναι τάττωσι τοῖς πολίταις, ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια. πολλάκις ἐν τῷ ζʹ Φιλιππικῷ Δημοσθένης.

### σ 1374

Συμβόλαιον: τὸ γραμματεῖον.

### σ 1375

Σύμβολον: ὃ ἐλάμβανον οἱ δικασταὶ εἰς τὸ δικαστήριον εἰσι‐ όντες, εἶτα τοῦτο δόντες τὸ δικαστικὸν ἐκομίζοντο. ἦσαν δὲ τὸν ἀριθμὸν ἀπὸ τοῦ αʹ ἕως τοῦ κʹ. τὸ σύμβολον λαβόντες, ἔπειτα πλησίοι καθεδούμενοι. ζήτει ἐν τῷ βακτηρία.

### σ 1376

Σύμβολον: οἰώνισμα, σημεῖον, μάντευμα. λέγεται δὲ καὶ ἀρ‐ σενικῶς ὁ σύμβολος. ὁ σύμβολος δὲ Μελάμποδος ἢ Πόλλητος ἐδέετο. οὗτοι γὰρ ἦσαν μαντικῶν εἰδήμονες.

### σ 1377

Σύμβολον· περὶ Βίωνος τοῦ πατρός· ἔχων οὐ πρόσωπον, ἀλλὰ συγγραφὴν ἐπὶ τοῦ προσώπου, τῆς τοῦ δεσπότου πικρίας σύμβολον. μήτηρ δὲ οἵαν ὁ τοιοῦτος γήμαι, ἀπ’ οἰκήματος.

### σ 1378

Συμβουλεύω· δοτικῇ.

### σ 1379

Συμβραβεύσω: συνδιοικήσω.

### σ 1380

Συμεών, ὁ θαυμαστός. περὶ οὗ οἱ ἐν Αἰγύπτῳ μοναχοὶ μα‐ θόντες ὅτι ἐπὶ κίονος ἵσταται, μεμψάμενοι τῷ ξένῳ (πρῶτος γὰρ αὐτὸς τοῦτο ἐπενόησεν) ἀκοινωνησίαν αὐτῷ ἔπεμψαν. εἶτα ἐγνωκότες τὸν βίον τοῦ ἀνδρὸς καὶ τὸ ἄτυφον πάλιν αὐτῷ ἐκοινώνησαν. ὁ δὲ Μαρκιανὸς ὁ βασιλεὺς ἐν σχήματι ἰδιώτου πρὸς αὐτὸν ἀφανῶς παρ‐ εγένετο.

### σ 1381

Συμμετρία: ὁμώνυμον, ὥσπερ καὶ τὸ σύμμετρον· σύμμετρα γὰρ τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα καὶ τὰ οἰκεῖα ἑκάστῳ καὶ ἀρ‐ κοῦντα, ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὸ μέγεθος ἢ κατὰ ποιότητα, καὶ κατὰ τὰς δυνάμεις ἀνάλογον ἔχοντα.

### σ 1382

Συμμετέχω· γενικῇ.

### σ 1384

Σύμμικος.

### σ 1385

Συμμορία: σύνταγμα. ἢ φατρία. ἀνδρῶν τε ἀρίστων συμ‐ μορίαι πολλαὶ χρόνου τε μῆκος τοσοῦτον ἤγειραν ἔργον.

### σ 1386

Συμμορία· Δημοσθένης κατὰ Ἀφόβου. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παρ’ ἡμῖν, διῄρητο εἰς τὰς συμμορίας Ἀθήνησιν, ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῇ πόλει δυνάμενοι. ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶ περὶ τῶν ͵αʹ καὶ σʹ ἀνδρῶν τῶν πλουσιω‐ τάτων· ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆσαι συμμορίας κʹ ναῦς εἰσιν ξʹ σώματα ἑκάστην ἔχουσαν. Ὑπερίδης δὲ ἐν τῷ πρὸς Πολύευκτόν φησιν· εἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ ἑκάστῃ ιεʹ ἄνδρες. οὐ δεῖ δὲ θαυ‐ μάζειν, πῶς ὁ μὲν Δημοσθένης φησὶν ξʹ ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερίδης ιεʹ· ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων ταυτί· ἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σὺν εʹ καὶ ϛʹ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατεῖδε Δημοσθένης, νόμους ἔθηκε τοὺς τʹ τριηρ‐ αρχεῖν, καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι. ὅτι δὲ καὶ οἱ δημο‐ ποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας, δεδήλωκεν Ὑπερίδης ἐν τῷ κατὰ Πολυεύκτου. συμμορῖται δ’ εἰσὶν οἱ τῆς αὐτῆς αὑτοῖς μετέχοντες συμμορίας. διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυ‐ σινίκου ἄρχοντος, ὡς Φιλόχορος.

### σ 1387

Σύμπαν· ὃ λέγομεν κόσμον, τὸ σύμπαν τόδε.

### σ 1388

Συμπαραινέσας ἔχω: ἀντὶ τοῦ παρῄνεσα.

### σ 1389

Συμπαρομαρτῶν: συνακολουθῶν.

### σ 1390

Συμπάσχω· δοτικῇ.

### σ 1391

Συμπαίστορα: συμπαίζοντα. Πανὶ μὲν ἀρτίτοκον χίμαρον, συμ‐ παίστορα ματρός.

### σ 1392

Συμπίνω· δοτικῇ.

### σ 1393

Συμπίπτειν: μάχην συνάπτειν. οἱ δὲ ὥπλιζον αὐτοὺς καὶ ἐκέλευον ἐς μάχην συμπίπτειν.

### σ 1394

Συμπλάττεται: ψεύδεται.

### σ 1395

Συμποδίζω· αἰτιατικῇ.

### σ 1396

Συμποδίσας: συνδήσας τοὺς πόδας. Ἀριστοφάνης· στίξας αὐτοὺς καὶ συμποδίσας, μετ’ Ἀδειμάντου τοῦ Λευκολόφου κατὰ γῆς ταχέως ἀποπέμψω.

### σ 1397

Συμπόσιον· ζήτει ἐν τῷ Ἀθήναιος περὶ τῶν δοξάντων μεγαλοψύχως ἑστιᾷν.

### σ 1398

Συμπότης.

### σ 1399

Συμπράκτωρ ὁδοῦ: ὁ ἀκόλουθος. οὐδ’ ἄγγελός τις, οὐδὲ συμπράκτωρ ὁδοῦ.

### σ 1400

Συμπράττω· δοτικῇ.

### σ 1401

Σύμπτωμα: συμβεβηκός.

### σ 1402

Σύμπτωσις: συμβολή, σύμμιξις ἐκ δύο μερῶν γινομένη. οἱ δὲ ἐκ παραπλησίας προθέσεως ὁμοίαν ἐποιήσαντο τὴν ἔφοδον. γινο‐ μένης δὲ τῆς συμπτώσεως ἐξ ἀμφοῖν βιαίας, αὐτῶν μὲν ἥμαρτον ἀμ‐ φότεροι, τοὺς δὲ ἵππους ἔτρωσαν τοῖς δόρασι τοὺς ἀλλήλων.

### σ 1403

Συμφανές: δῆλον, φανερόν. καὶ συμφανὲς ἦν αὐτοῖς καὶ ὡμολογημένον τὸ νικᾶν.

### σ 1404

Συμφέρεται: συναρμόττει, συμφωνεῖ, ὁμονοεῖ. καὶ ἐπὶ τοῦ συνάπτειν μάχην. Σεμπρώνιος δὲ Ἀννίβᾳ συμφέρεται· ἐλαττωθεὶς δὲ κατὰ τὴν μάχην πολλοὺς τῶν οἰκείων ἀπέβαλεν. ὅτι τὸ συμφέρεσθαι ἐναντίον πρὸς τὸ διαφέρεσθαι καὶ τὸ συμφωνεῖν πρὸς τὸ διαφωνεῖν καὶ τὸ δια‐ γορεύειν πρὸς τὸ συναγορεύειν.

### σ 1405

Συμφέρον: ἀγαθόν. λέγεται δὲ συμφέρον, ὅτι φέρει τοιαῦτα ὧν συμβαινόντων ὠφελούμεθα.

### σ 1406

Σύμφημι: συνερῶ.

### σ 1407

Συμφορά: ἀτυχία, κακῶν συντυχία.

### σ 1408

Συμφορά: τῶν μέσων ἐστί. διὸ λέγει Σιμωνίδης· πῖνε, πῖν’ ἐπὶ συμφορᾷ. οἱ δὲ λέγουσι, πῖνε, πῖν’ ἐπ’ ἐσθλοῖς. δηλοῖ δὲ ἡ συμ‐ φορὰ καὶ τὸ καλὸν καὶ τὸ κακόν. διὸ λέγει, ἐπὶ συμφοραῖσιν ἀγαθαῖς. καὶ τοῦτο εἰπὼν οὐκ εἴασεν ἐπὶ τοῦ κακοῦ νοεῖσθαι. Σοφοκλῆς δέ φησιν· ἔν τε συμφοραῖς βίου πρῶτον κρίνοντες. ἀντὶ τοῦ ἐν ταῖς βιωτικαῖς συντυχίαις. καὶ αὖθις· ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν. ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.

### σ 1409

Συμφορὰ καὶ ἡ ὁμοῦ ἐπιφορά. Πισίδης· ἐκ τῆς ἀμέτρου συμ‐ φορᾶς τῶν συρμάδων. περὶ χιόνος.

### σ 1410

Συμφράδμονες: σύμβουλοι.

### σ 1411

Συμφυλετῶν: ὁμοεθνῶν, συγγενῶν.

### σ 1412

Συμφυοῦς: συγγενοῦς.

### σ 1413

Συμφύρεται· δοτικῇ. συμμίγνυται, συνανακρᾶται, συμμιαίνεται.

### σ 1414

Συμψήσας: συντρίψας. Ἡρόδοτος· τῶν τις ἱερῶν ἵππων τῶν λευκῶν ὑπὸ ὕβριος ἐσβὰς ἐς τὸν ποταμὸν διαβαίνειν ἐπειρᾶτο· ὁ δέ μιν συμψήσας ὑποβρύχιον οἰχώκεε φέρων. καὶ Ἰάμβλιχος· βιαζομένους δὲ τοὺς κολυμβητὰς συμψήσας ὁ ποταμὸς ἔφερε κάτω, καὶ οὐκέτι ἀπενόστησαν.

### σ 1415

Συμψῆσαι: συντρίψαι. Ἀριστοφάνης Νεφέλαις· εἶτ’ αὖθις ἀνισταμένους τοὺς παῖδας συμψῆσαι καὶ προνοῆσαι εἴδωλον τοῖσιν ἐρασταῖς τῆς ἥβης μὴ καταλείπειν. κατέψων τὸν τόπον, ὅπου ἐκάθηντο, ἵνα μὴ σημεῖον τῆς ἥβης ἑαυτῶν καταλείψωσι τοῖς ἐρασταῖς.

### σ 1416

Σύμψηφα: σύμφωνα.

### σ 1417

Συμησθείς: βλαβείς, τρωθείς.

### σ 1418

Συναγείρων: συνάπτων, συνάγων.

### σ 1419

Συναγηγερμένοι: συνηγμένοι.

### σ 1420

Συνάγω· αἰτιατικῇ.

### σ 1421

Συνάγκεια: ὁ σύνδενδρος τόπος.

### σ 1422

Συναγομένων: στενοχωρουμένων. συναγομένων δὲ λιμῷ τῶν Καρχηδονίων διὰ τὸ πλῆθος τῶν συγκεκλεισμένων ἀνδρῶν ἐν τῇ πόλει. τουτέστι συγκλειομένων. καὶ Συνήγοντο· ἐς γὰρ τοῦτο συνήγοντο σιτοδείᾳ καὶ σπάνει τῶν ἀναγκαίων, ὥστε βουλεύεσθαι περὶ τοῦ λύειν τὴν πολιορκίαν. τουτέστι συνεκλείοντο.

### σ 1423

Συναγορεύειν: συνηγορεῖν. ὑπὲρ αὐτοῦ λέγειν.

### σ 1424

Συναγωνίζομαι· δοτικῇ.

### σ 1425

Συναγυρμός· οὐδένα ἠξίου ἀτιμάζειν πρὸς συναγυρμὸν τῆς ἀληθοῦς ἐπιστήμης.

### σ 1426

Συναδικῶ· δοτικῇ.

### σ 1427

Συνᾴδων: ἁρμόττων, συντρέχων συμφωνῶν. καὶ Σύναδα, μητρόπολις. Συνᾷδον δὲ οὐδετέρως.

### σ 1428

Σὺν Ἀθηνᾷ καὶ χεῖρας κίνει: παροιμία ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν. τίθεται δὲ ἐπὶ γυναικῶν, καὶ μάλιστα ὀφειλουσῶν ἐργάζεσθαι. παροιμία ὁμοία τῇ αὐτός τι νῦν δρῶν, εἶτα τοὺς θεοὺς κάλει.

### σ 1429

Συναΐγδην: ὁρμητικῶς, ἢ ὁμοῦ.

### σ 1430

Συναλλαγαῖς: κοινωνίαις, φιλίαις. Σοφοκλῆς· ἔν τε δαιμό‐ νων συναλλαγαῖς. τουτέστι ταῖς πρὸς τὸ θεῖον κοινωνίαις καὶ ὁμιλίαις στοχάζεσθαι τῆς τῶν θεῶν διανοίας. καὶ αὖθις· πότερα δόλοισι τέθνη‐ κεν, ἢ νόσου συναλλαγῇ;

### σ 1431

Συναλγῶ· δοτικῇ.

### σ 1432

Συναλίσας: συνάξας, ἀθροίσας.

### σ 1433

Συναλισθείσης: συναχθείσης. συναλισθέντες οὖν οἱ σύμ‐ μαχοι, βλασφημοῦντες αὐτὸν ἠπείλουν προσθήσεσθαι τῇ μοίρᾳ τῶν ὑπεναντίων.

### σ 1434

Συναλοιφή.

### σ 1435

Συναλωνιάζειν: καθ’ ἕκαστον ἔτος ἐν ἀκμῇ τοῦ θέρους ἑορτὴν ἦγον καὶ θυσίας ἐποίουν.

### σ 1436

Συνάμα: ἐπίρρημα. συνάμα ἐπισκόποις χειροτονήσας αὐτόν.

### σ 1437

Συναναστρέφομαι· δοτικῇ.

### σ 1438

Συνανέσχον: συνανέτεινον.

### σ 1439

Συναντῶ· δοτικῇ.

### σ 1440

Συνάορος: τῆς γαμετῆς.

### σ 1441

Συναπεχθάνομαι· δοτικῇ.

### σ 1442

Συναπηρτισμένον: πεπληρωμένον.

### σ 1443

Συνάπτω· αἰτιατικῇ.

### σ 1444

Συναραμένου: συνεργήσαντος.

### σ 1445

Συνάρασθαι· δοτικῇ.

### σ 1446

Συναρπάζω· αἰτιατικῇ.

### σ 1447

Συναρτήσαντες: συνάψαντες.

### σ 1448

Συνασπισμός· συνασπισμός ἐστιν ὅταν ἕκαστος ἀνὴρ ἐν τῇ φάλαγγι κατέχῃ πῆχυν ἕνα, τότε τοῦτο καλεῖται συνασπισμός.

### σ 1449

Συναυλίαν: συμφωνίαν.

### σ 1450

Συνάφεια: σύζευξις.

### σ 1451

Συνάχθομαι· δοτικῇ.

### σ 1452

Σύγγονος: ὁ ἀδελφός.

### σ 1453

Συνδάϊξον: σφάξον σὺν τοῖς θρέμμασι.

### σ 1454

Σὺν δὲ θεοὶ μάκαρες: τοῦτο ἐπέλεγον οἱ ῥαψῳδοί, ὡς οἱ κιθαρῳδοὶ ἀλλ’ ἄναξ χαῖρε· εἰσὶ γὰρ ἐπιφωνήματα παρὰ τοῖς παλαιοῖς ποιηταῖς.

### σ 1455

Συνδέτας: συνδεδεμένους. κακοὺς γὰρ εἶχον τοὺς λογισμοὺς συνδέτας, μορφῶν τὸ κάλλος τοῦ σοφοῦ Γεωργίου.

### σ 1456

Συνδιέφερε: συνεκρότει. συνηγωνίζετο. τὰ μὲν πρῶτα συν‐ διέφερεν αὐτῷ τὸν πόλεμον· ἔπειτα παλλακῆς ἐρασθεὶς συνέθετο προ‐ δοσίαν ἐπὶ χρήμασι.

### σ 1457

Συνδικάζω· δοτικῇ.

### σ 1458

Σὺν δίκῃ: ἀντὶ τοῦ δικαίως. ἐπειδὴ ἔμαθεν ὁ βασιλεὺς τὰ συμβάντα τῷ προδότῃ Καπίτωνι σὺν δίκῃ.

### σ 1459

Σύνδικος: ὁ συνήγορος· ὅταν πλείονες βοηθοὶ καὶ συνήγοροι τῷ πράγματι παρῶσι, σύνδικοι καλοῦνται.

### σ 1460

Συνδιοίσεις: συνδιάξεις, συμβιώσεις. καὶ συνδιοίσεις τὰ παρόντα αὐτῷ.

### σ 1461

Σὺν δορί, σὺν ἀσπίδι: ἐπὶ τῶν παντὶ τρόπῳ πρᾶξαί τι πειρωμένων.

### σ 1462

Σύνδουλος: οὐ μόνον δούλους ἔλεγον, ἀλλὰ καὶ συνδούλους. Ἀριστοφάνης· ἵν’ ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς ἐπανέροιτο, ὦ κακόδαιμον, τί τὸ δέρμ’ ἔπαθες; μῶν ὑστριχὶς εἰσέβαλέ σοι;

### σ 1463

Συνδούμενος: συνδεδεμένος.

### σ 1464

Σύνδρομος: σύμφωνος.

### σ 1465

Συνδυασμός. καὶ Συνδυάσω, συζευχθῶ, κοινωνήσω, συμ‐ πράξω. Ἐνδοιάζω δέ.

### σ 1466

Συναίμονος: ἀδελφοῦ.

### σ 1467

Συναιρόμενος: συμβαλλόμενος, συνερχόμενος, συμβοηθῶν.

### σ 1468

Σύναιχμος: ὁ σύμμαχος.

### σ 1469

Συνεβάλλοντο: παρεῖχον. ὥστε καὶ συνεβάλλοντο αὐτῷ εἰς τὴν τροφὴν τῶν στρατιωτῶν αἱ Ἑλλησποντιακαὶ πόλεις.

### σ 1470

Συνέβαινεν: οὐκ ἤρεσκον ὡς φαύλων περὶ τὰς ἀποκρίσεις ὄντων. Ἀριστοφάνης Βατράχοις· οὐ γὰρ Ἀθηναίοισι συνέβαινεν Αἰσχύλος. ἀντὶ τοῦ οὐκ ἐστοίχησεν.

### σ 1471

Συνέβη: συνεφωνήθη. ὁ δὲ λιθουργῷ χειρουργίας τεχνίτῃ δί‐ δωσι χρυσίον, ὅσον συνέβη.

### σ 1472

Συνέβησαν: ἐστοίχησαν, ὡμολόγησαν. συνέβησαν οὖν ὥστε ἀπαθῆ μετὰ τῶν ἐπιτηδείων ὑπεξελθόντας ἑτέραν μεταδιῶξαι χώραν.

### σ 1473

Συνεγείρω· αἰτιατικῇ.

### σ 1474

Συνεγγίζω· δοτικῇ.

### σ 1475

Συνεγόμφου· ζήτει ἐν τῷ Φράβιθος.

### σ 1476

Συνεδεῖσθαι: συγκαθῆσθαι.

### σ 1477

Συνεδρία: ἡ καθέδρα.

### σ 1478

Συνέθει: συνέτρεχε.

### σ 1479

Συνέθηκεν: ὑπέλαβεν, ὑπενόησε. τοῦτο συνέθηκεν ὁ βασιλεὺς καὶ ἐκ λογισμῶν εἴκασε τὸ γινόμενον.

### σ 1480

Συνεθίζω· δοτικῇ.

### σ 1481

Συνεκδοχικῶς: συλληπτικῶς.

### σ 1482

Συνεκόμισαν: συνήγαγον.

### σ 1483

Συνεκπομπεύειν ἐστὶ καὶ τὴν τρύγα σοι: ἐπὶ τοῦ ἀρξα‐ μένου τινὸς πράγματος, εἶτα ὀλιγωρήσαντος. πολλάκις δὲ τρύγα καὶ τὸν νέον οἶνον ἐκάλουν, νῦν δὲ τὴν ὑποστάθμην.

### σ 1484

Συνεκτικώτατα: κεφαλαιωδέστατα, συνέχοντα, διακρατοῦντα.

### σ 1485

Συνεκύρησε: συνέτυχε.

### σ 1486

Συνελέξατο: ἀνεκτήσατο. ὥστε ἐπὶ τῷδε τὸν θυμὸν συνελέξατο ὁ βάρβαρος καὶ τοῦ πάλλεσθαι ὑπὸ τῷ τρόμῳ ἔληξε.

### σ 1487

Συνελόντι φράσαι: συντόμως εἰπεῖν.

### σ 1488

Συνελόχισε: συνήθροισε.

### σ 1489

Συνέμπορος: συνοδοιπόρος.

### σ 1490

Συνενηνεγμένοι: συνελθόντες.

### σ 1491

Συνέντες καὶ Συνιέντες.

### σ 1492

Συνεορτάζω· δοτικῇ.

### σ 1493

Συνεωσμένους: συγκεκλεισμένους. ἠποροῦντο τί χρὴ πράττειν εἰς ὀξὺν οὕτω καιρὸν συνεωσμένους.

### σ 1494

Συνέπαινοι: συγκατατιθέμενοι. Ἡρόδοτος· συνέπαινοι γὰρ ἦσαν οἱ Πέρσαι. τουτέστιν ὁμόφρονες. καὶ αὖθις· δεῖ δὲ καὶ αὐτὸν βασιλέα συνέπαινον γίνεσθαι.

### σ 1495

Συνέπεσε γενέσθαι: ἀντὶ τοῦ συνέβη. οὕτως Ἰσοκράτης. καὶ ἐξ ἀμφοτέρων τῶν μερῶν φόνος συνέπιπτε πολύς, φύρδην ἐπ’ ἀλλήλοις μαχομένων. καί, συνέπεσε τῷ στρατηγῷ πρὸς τὰ γόνατα. ἀντὶ τοῦ προσέπεσε. καὶ αὖθις· τοῖς μὲν πρὸς τὰ γόνατα πιπτόντων.

### σ 1496

Συνεπιλαμβάνομαι· γενικῇ.

### σ 1497

Συνεπισπεῦσαι: ἐπιταχύναι. ὁ δὲ ἐκέλευε τοὺς κρατίστους συνεπισπεῦσαι τὰς ἁμάξας.

### σ 1498

Συνεπίσταμαι· δοτικῇ.

### σ 1499

Συνεπισχύσας: συναγωνισάμενος, δύναμιν παρασχών. κωλύειν δὲ τὸν Ἀντίοχον παραπλεῖν, οὐκ ἀπεχθείας χάριν, ἀλλ’ ὑφορώμενος μὴ Φιλίππῳ συνεπισχύσας ἐμπόδιον γένηται τῇ τῶν Ἑλλήνων ἐλευ‐ θερία.

### σ 1500

Συνεπλήθυσεν: ἐπλημμύρησε. χειμὼν ἐξαίσιος νυκτὸς γενό‐ μενος τὸ ῥεῦμα συνεπλήθυσεν.

### σ 1501

Συνεπνευσάτην: ὁμόφρονες ἐγένοντο. Χαρίτων καὶ Μελάν‐ ιππος εἰς ἔρωτα ἀλλήλοιν συνεπνευσάτην, ὁ μὲν ἐραστής, ὁ δὲ ἐρώ‐ μενος.

### σ 1502

Συνερράγη· ἐπὶ τῶν Φαβίων πόλεμος συνερράγη Ῥωμαίοις πρὸς Τυρρηνοὺς μέγιστος τῶν πρὸ αὐτοῦ.

### σ 1503

Συνερανίζεται: συνεισφέρεται.

### σ 1504

Συνεργῶ· δοτικῇ.

### σ 1505

Συνερέσθαι: συνερωτᾶν.

### σ 1506

Συνερίζω: τὸ φιλονεικῶ· δοτικῇ.

### σ 1507

Συνέριθος: συνεργός, συνυφαίνουσα. λέγεται δὲ καὶ ἐπὶ ἄρρενος. ὁ δὲ Χαγάνος παράδοξόν τι ἕρμαιον τὴν σωτηρίαν εὐτύχησε καὶ φυγῇ συνέριθος ἦν· ἐλάνθανε γὰρ νῆσος ἐν τῇ λίμνῃ τὸν βάρβαρον διασῴζουσα.

### σ 1508

Συνερκτικός: συνείρειν τοὺς λόγους καὶ συντιθέναι δυνά‐ μενος εὐκόλως.

### σ 1509

Συνερρώγει: εἰς χεῖρας ἦλθον. πόλεμον συνῆψαν τὰ στρα‐ τόπεδα, ὅσον οὔπω συνερρώγει, περὶ πλήθουσαν ἀγοράν· καὶ ἀκροβο‐ λισμοί τινες τῶν ψιλῶν ἐγίνοντο βέλη τε ἐξικνεῖτο καὶ ἀσπὶς ἐψόφει.

### σ 1510

Συνέρχομαι· δοτικῇ.

### σ 1511

Συνέσιος, Πενταπόλεως τῆς ἐν Λιβύῃ Θηβαΐδος, φιλόσοφος, ἐπίσκοπος Πτολεμαΐδος, τῶν ἱερατικῶν γενόμενος. ἔγραψε βιβλία διά‐ φορα, γραμματικά τε καὶ φιλόσοφα· καὶ λόγους βασιλικούς, πανηγυ‐ ρικοὺς ἢ ἐπιδεικτικούς· Ἐγκώμιόν τε φαλάκρας, καὶ Περὶ προνοίας λόγον θαυμάσιον Ἑλληνικῷ χαρακτῆρι· καὶ ἄλλα πλεῖστα καὶ διάφορα βιβλία συνέταξε καὶ τὰς θαυμαζομένας ἐπιστολάς.

### σ 1512

Συνεσκευάσθαι: συνεπιφέρεσθαι. ὄψα δὲ χρὴ συνεσκευάσθαι, ὅσα ἐστὶν ὀξέα καὶ δριμέα καὶ ἁλμυρά· ταῦτα γὰρ ἐπὶ σῖτόν τε ἄγει καὶ ἐπὶ πλεῖστον ἀρκεῖ.

### σ 1513

Συνεσπειραμένοι: συγκεκλεισμένοι. εἰς στενότητα συνεσπει‐ ραμένοι ἀμύνεσθαι οὐκ ἠδύναντο, οὔτε τοξεύειν αὐτοῖς εὐπετὲς ὑπῆρχε, τῷ μηδὲ χώραν εἶναι τοῖς βέλεσι. καὶ αὖθις· εἰσὶ δὲ οἳ καὶ συσπειρα‐ θέντες ἀναχωρῆσαι σῷοι πάλιν ἐς τὸ στρατόπεδον ἠδυνήθησαν. ἀντὶ τοῦ συστραφέντες, συνελιχθέντες. καὶ αὖθις· τό τε πυκνὸν καὶ συνεσπειραμένον ἐπὶ ταῖς ἀνελίξεσιν οὐκ ἔξω τινὸς ἀπονοίας καὶ τόλ‐ μης κατεφαίνετο· ταραχή τε ἐπεῖχε καὶ παρακελευσμὸς τοῖς κατ’ οὐρὰν τεταγμένοις, αἵ τε ἀναστροφαὶ τῶν κοντοφόρων, ἄλλοτε ἀλ‐ λαχοῦ τὰς ἐμβολὰς ποιούμεναι, πολυσχιδῆ καὶ ποικίλον ἀπειργάζοντο τὸν πόλεμον.

### σ 1514

Συνεστιᾶται: συναριστᾷ.

### σ 1515

Συνετάττετο· πᾶσι συνετάττετο ποιήσασθαι τοὺς χρηματισμούς. ἀντὶ τοῦ καθυπέσχετο.

### σ 1516

Συνετίζω· αἰτιατικῇ.

### σ 1517

Συνετιμήθη: πολλῆς τιμῆς ἐγένετο τὰ ὤνια. καὶ Συντι‐ μηθῆναι. Δημοσθένης ἐν τῷ πρὸς Διονυσόδωρόν φησιν· οἱ μὲν γὰρ αὐτῶν ἀπέστελλον ἐς τὴν Αἴγυπτον τὰ χρήματα, οἱ δ’ ἔπλεον τοῖς ἐμπόροις· οἱ δ’ ἐνθάδε μένοντες συνετίμων τὰ ἀποστελλόμενα.

### σ 1518

Συνετρίβησαν ταῖς ψυχαῖς: ἀντὶ τοῦ ἐθορυβήθησαν, συν‐ εχύθησαν.

### σ 1519

Συνευνέτης: σύγκοιτος.

### σ 1520

Συνεύνιον: σύγκοιτον.

### σ 1521

Συννέφεια: ἡ ταραχή.

### σ 1522

Συνεφόρει: ἐσώρευεν. ὁ δὲ συνεφόρει χοῦν αὐτόθεν ἀπὸ τῶν ἐρριμμένων οἰκοδομημάτων ἐν τῷ κόλπῳ φέρων.

### σ 1523

Συνεχές· τὸ συνεχὲς ποσὸν ἐπὶ πλειόνων κατηγορεῖται· γραμ‐ μῆς, ἐπιφανείας, σώματος, χρόνου, τόπου· τὸ δὲ μὴ ἐξ ἐχόντων θέσιν κατὰ τριῶν, ἀριθμοῦ, χρόνου, λόγου.

### σ 1524

Συνέχεια: ἡ πυκνότης.

### σ 1525

Συνεχῆ: ἀκατάπαυστον. συνεχῆ δὲ φύλακας ἐπιστήσας ἐξετρύχω‐ σεν ἄρα ἐς τοσοῦτον, ὡς βρόχῳ τὰς κόρας τὸν λιμὸν ἀποδρᾶναι.

### σ 1526

Συνεχόμενος; ἀρρωστῶν, ἢ κρατούμενος.

### σ 1527

Συνέχον· τὸ δὲ συνέχον ἡγεμόνα καὶ προστάτην ἀξιόχρεων. ἀντὶ τοῦ κατεπεῖγον, τὸ ἀναγκαιότερον. καὶ αὖθις· ἦν δὲ τὸ συνέχον τῆς ὑποθέσεως αὐτῶν ὡς οὔτε φρουρὰν οὔτε ὕπαρχον εἰσδέξαιντο καὶ τῆς κατὰ τοὺς νόμους πολιτείας οὐκ ἂν ἐκχωρήσειαν.

### σ 1528

Συνεψήσθη: συνελεπτύνθη.

### σ 1529

Συνεψιάζουσα: συμπαίζουσα. ἐν Ἐπιγράμμασι· ἐξότε μοι πίνοντι συνεψιάουσα Χαρικλώ.

### σ 1530

Συνείδησις.

### σ 1531

Συνείθισμαι· δοτικῇ.

### σ 1532

Συνείκοντος: ὑποκλινομένου. μελίνας εἶχον σαρίσσας, ἵνα συνείκοντος τοῦ ξύλου πρὸς τὴν πληγήν, καὶ μὴ κλωμένου ῥᾳδίως.

### σ 1533

Συνειλεγμένα: συνηγμένα.

### σ 1534

Συνειλόχασι: συνήθροισαν. καὶ Συνειληχότες.

### σ 1535

Σύνειμι· δοτικῇ.

### σ 1536

Συνεῖναι· γενικῇ. νοῆσαι. ὁ δὲ Ἡραΐσκος ὁ Αἰγύπτιος ἦν μὲν συνεῖναι δεινότατος, ἀγωνιστὴς δὲ οὐκ ἰσχυρὸς ὑπὲρ τῆς ἀληθείας, οὐδὲ τὰς ἔξω φερούσας ἀπὸ ταύτης ὁδοὺς ἀνιχνεῦσαι καὶ διεξελθεῖν. οὗτος γὰρ ἐς τοὐναντίον ἐκεκλήρωτο τὴν εὐμοιρίαν. καὶ Συνεῖναι, ἐνσταθῆναι. καὶ Συνῆκα δέ.

### σ 1537

Συνείπετο: συνηκολούθει.

### σ 1538

Συνειπόντος.

### σ 1539

Συνείρει: συνάπτει. καὶ Συνειρόμεθα, ἀντὶ τοῦ συνηπτό‐ μεθα. ἴστε ὅτι πολὺ πλέον ἂν ὑμῖν ἐν ταῖς εὐτυχίαις συνειρόμεθα τῶν τότε τὰ ἐναντία φορούντων. καὶ αὖθις· ἐγκώμια τοῦ ἐρημικοῦ βίου πολλὰ συνείροντο.

### σ 1540

Συνειρημένον: συμπεπλεγμένον.

### σ 1541

Συνεῖρκτο: συνεφυλάττετο, συνεδέδετο.

### σ 1542

Συνεισάκτους.

### σ 1543

Συνεισέφρησε: συνεισήνεγκε.

### σ 1544

Συνεῖχεν: ἐξήσκει, ἐγύμναζε. Διόδωρος· ὁ δὲ συνεῖχεν αὐτοὺς εἶναι στρατιώτας, παράδειγμα ὑποθεὶς ἑαυτόν.

### σ 1545

Συνηβολία.

### σ 1546

Συνήγορος: προστάτης, ὑπέρ τινων λέγων.

### σ 1547

Συνήγοροι· ἐοίκασι παρ’ Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συν‐ ήγοροι, ἐπὶ τὸ συναγορεύειν, ὡς Ἀντιφῶν φησι.

### σ 1548

Συνηγορῶ· δοτικῇ.

### σ 1549

Συνῄδεσαν: ἠπίσταντο.

### σ 1550

Συνήδομαι: συγχαίρω. Ἀππιανός· οἱ δὲ πρέσβεις ἔπεμψαν, συνηδόμενοι τῶν γεγονότων.

### σ 1551

Συνηδόμενος· γενικῇ.

### σ 1552

Συνῄεσαν: συνῆλθον.

### σ 1553

Συνῆκεν: ἐνόησε.

### σ 1554

Συνήκμαζε: συνηύξανε.

### σ 1555

Συνηλλάγην σοι. καὶ Συνηλλάχθης ἐμοί, ἀντὶ τοῦ συναλλαγὰς ἔχεις, γάμῳ συνεζεύχθης.

### σ 1556

Συνήλασε: συνεχώρησε, συνεδίωξε.

### σ 1557

Συνηλίζοντο: συνηθροίζοντο.

### σ 1558

Συνηλίχασι: συνήθροισαν. καὶ συνηλοχότες.

### σ 1559

Συνηλωκότες.

### σ 1560

Συνημερεύω· δοτικῇ.

### σ 1561

Συνήμονας: συνθήκας. ἤτοι παρὰ τὸ ἧσθαι, ἵν’ ᾖ συνέδρους· ἢ παρὰ τὴν ἕσιν, ἵν’ ᾖ συναγωνιστάς, ὃ καὶ βέλτιον. συνήθεις, καὶ ἑταίρους, καὶ ὁμοήθεις.

### σ 1562

Συνημοσύνη: συμβουλία.

### σ 1563

Συνήνεγκε: λυσιτελέστερον γέγονε. συνήνεγκε δὲ τοῦτο Ῥω‐ μαίοις ἐς ὅτι μάλιστα. καὶ Συνήνεγκε.

### σ 1564

Συνήορος: συνηρμοσμένη, συνήθης.

### σ 1565

Συνήρης.

### σ 1566

Συνηρεφές: τὸ ἐστεγασμένον.

### σ 1567

Συνῃρημένον: συνεστραμμένον.

### σ 1568

Συνήρτυες: συνήρμοττες.

### σ 1569

Συννήσας: συσσωρεύσας. Ἡρόδοτος· συννήσας πυρὴν μεγάλην ἐσέβαλεν ἐς τὸ πῦρ. καὶ Δαμάσκιος· καὶ ἄλλους ἐν μέσῳ τοῦ χρό‐ νου πολὺν θησαυρὸν συννήσαντας.

### σ 1570

Συνησθέντες: συγχαρέντες.

### σ 1571

Συνησθῶσι: συγχαρῶσι.

### σ 1572

Συνιδών.

### σ 1573

Συνιέντες· γενικῇ.

### σ 1574

Συνίζησις.

### σ 1575

Συνίεισαν: ἐγίνωσκον. Συνίημι γὰρ τὸ συνιῶ, νοῶ. ἐπεὶ δ’ ἔμπαλιν τῆς ἀληθείας συνίει τὰ λεγόμενα καὶ τὸ ἑαυτῷ φίλον τε καὶ κεχαρισμένον ἑώρα μόνον, ἐπέθετο καταλῦσαι τὴν Περσῶν βα‐ σιλείαν. καὶ αὖθις ἐπὶ τοῦ σκόπει, βλέπε. συνίει δή, ὁποῖά σοι τῶν πραχθέντων ἕψεται τὰ ἐπίχειρα.

### σ 1576

Συνίημι· γενικῇ. εἶπες ἂν αὐτὸν τῶν τοῦ δεσπότου συνιέναι ἱματίων. αἰτιατικῇ δέ· οὐ συνῆκας δεσμὸν Πλειάδος ἢ φραγμὸν Ὠρίωνος.

### σ 1577

Συνίημι· ἐπὶ μὲν τῶν ἔξω γενικῇ· ἐπὶ δὲ τῶν ἔσω αἰτιατικῇ. ὡς τό, καὶ σὺ συνῆκας τοὺς διαλογισμούς μου.

### σ 1578

Συνιόντες: συνερχόμενοι.

### σ 1579

Συνισταμένους: τουτέστι συνηγόρους· ἢ τοὺς συμπεπλεγ‐ μένους καὶ πιλοῦντας· ἀπὸ μεταφορᾶς τῶν ἐρίων· ὥσπερ γὰρ πολ‐ λάκις τὸ ἕτερον τῷ ἑτέρῳ κολλᾶται ἐρίῳ, καὶ διαχωρίζουσιν αὐτὰ ἀπ’ ἀλλήλων, οὕτως ἐπὶ τῶν κεκολλημένων ταῖς ἀρχαῖς ὀφείλετε ἀποχω‐ ρίζειν καὶ εὔνοιαν πρὸς ἀλλήλους ἔχειν ἅμα.

### σ 1580

Συνίστη· ὁ γὰρ Ἄβελ τὰ πρωτότοκα τῷ θεῷ καθιερῶν φιλόθεον μᾶλλον ἢ φίλαυτον ἑαυτὸν συνίστη.

### σ 1581

Συνιστορεῖ: σύνοιδε.

### σ 1582

Συνίστωρ: συνόμιλος, γνωστός, μάρτυς, συνειδὼς ἐπὶ πράγματι. Ἀππιανός· ὁ δὲ συνίστορας ἡγούμενος αἰσχροῦ φόβου καὶ ἑτέρους ἐπεξαγγέλλειν ἀπέκτεινεν ἀθεμίστως.

### σ 1583

Σύνθακος: σύνθρονος.

### σ 1584

Σύνθεμα· πρὸς τοῖς ἄλλοις τὸ μήτ’ εὐδιάλλακτον, μήτ’ ἄλλο μηδὲν εἶναι σύνθεμα φιλανθρωπίας.

### σ 1585

Σύνθεο: ἄκουσον.

### σ 1586

Συνθεσία: συνθήκη, ἀσφάλεια. ἐν Μυθικοῖς· μετὰ δὲ σφίσι πιστώσαντο συνθεσίην.

### σ 1587

Συνθῆκαι: αἱ πίστεις αἳ διὰ τριῶν ἐτελοῦντο· λόγων, ἔργων, χειρῶν. λόγων μὲν οἷον δι’ ὅρκων, ἔργων δὲ οἷον τῶν ἐν τοῖς βω‐ μοῖς θυσιῶν, χειρῶν δὲ ἐπεὶ αἱ πίστεις διὰ χειρῶν ἐγίνοντο. καὶ Ὅμηρος· καὶ δεξιαί, ᾗς ἐπέπιθμεν. καὶ τρία ἐγκλήματα παραβασίας, βωμός, πίστις, ὅρκος.

### σ 1588

Συνθήκη: ὁμολογία. Ξενοφῶν· οἱ δὲ σὺν Κύρῳ ἀναβάντες Ἕλληνες πρὸς Πέρσας συνθήκας ἔθεντο, σφάξαντες ταῦρον καὶ λύκον καὶ κάπρον καὶ κριόν· εἰς ἀσπίδα βάπτοντες οἱ μὲν Ἕλληνες ξίφος, οἱ δὲ βάρβαροι λόγχην, ὀμόσαντες, μὴ προδώσειν ἀλλήλους, σύμμαχοί τε ἔσεσθαι. οἱ δὲ βάρβαροι προσώμοσαν καὶ ἡγήσεσθαι ἀδόλως.

### σ 1589

Συνθήκη: συγκατάθεσις. ὥστε εἰρήνην κρατύνασθαι, ἢ τὰ εἰς τὸν πόλεμον ἐκ συνθήκης ἐξαρτύεσθαι.

### σ 1590

Σύνθημα: συνθήκη, σύσσημον, λόγος ἐν πολέμῳ ἐπὶ γνωρισμῷ τῶν οἰκείων διδόμενος. σύνθημα φιλίας ἦν τοῖς βαρβάροις συναν‐ τᾶν στεφάνους ἔχοντας καὶ θαλλούς, ὥσπερ τὸ κηρύκειον ἐν τοῖς Ἕλλησι, διασαφοῦντες, ὅτι πάρεισι διὰ ταῦτα, βουλόμενοι μήτε ποιῆσαι μήτε παθεῖν τι δυσχερὲς μηδέν. αἱ δὲ ἀθρόαι ὑφ’ ἑνὶ συνθήματι ἐπὶ τὸν Βάττον ᾖξαν, ἵνα αὐτὸν ἀφέλωνται τὸ ἔτι εἶναι ἄνδρα. οἱ δὲ δι’ ἀλλήλων ἐποιοῦντο, καὶ τὸ σύνθημα μετὰ σπουδῆς ἕκαστος τὸν πλησίον ἐπηρώτα.

### σ 1591

Συνθηματιαίους: οὓς ἡμεῖς λέγομεν ἐκδοτικούς. Ἀριστο‐ φάνης· δεῖ γὰρ ἀνδράσι πλέξαι στεφάνους συνθηματιαίους εἴκοσι.

### σ 1592

Συνθηματικῶς: συμβολικῶς. ἐπιστολὰς ἔγραψε συνθηματικῶς, καθάπερ ἔθος ἦν αὐτοῖς· ὥστε τὸν κυριεύσαντα τῆς ἐπιστολῆς μὴ δύνασθαι γνῶναι μηδὲν τῶν ἐν αὐτῇ γεγραμμένων. καὶ αὖθις· τὸν Αὔγουστον ἐπευφημῶν πολλάκις καὶ τοῖς ἄλλοις τοῦτο διδοὺς σύνθημα.

### σ 1593

Συνθυμεῖν. συνοργίζεσθαι, ἢ συμψυχεῖν.

### σ 1594

Συνοδεία: τὸ μετά τινος συμπεριπατεῖν. Συνῳδία δὲ ἡ ψαλμῳδία.

### σ 1595

Συνόδοντα ζῷα: βοῦς, πρόβατον, αἲξ καὶ εἴ τι συμβέβηκεν ἄλλο στέαρ ἔχειν, ἀλλ’ οὐ πιμελήν.

### σ 1596

Σύννομε: ὡς μετέχουσα τοῦ αὐτοῦ βίου καὶ τῆς αὐτῆς νομῆς. τοῦτο δὲ ὡς ἐπὶ ὀρνέων. λέγει δὲ τοῦτο ὁ ἔποψ πρὸς τὴν ἀηδόνα.

### σ 1597

Συννόμων: μεγάλων ὁμοίων. ἐξηριθμήσατο τοὺς δόμους· ἦν γὰρ ἐκ συννόμων λίθων ᾠκοδομημένος, ὥστε καὶ λίαν εὐσυλλόγιστον εἶναι τὴν ἀπὸ γῆς τῶν ἐπάλξεων ἀπόστασιν.

### σ 1598

Συνόμοσις· Συνωμοσία δέ.

### σ 1599

Σύννομοι: ἀδελφοὶ ἢ γυναῖκες. αἱ σύννομοι τὰ ἔξω βίου τρο‐ φεῖα πορσύνους’ ἀεί.

### σ 1600

Συνορία: ἡ πλησιότης.

### σ 1601

Συνουσία: τὸ συνεῖναι μετὰ ἀλλήλων. Πολύβιος· ὡς ἂν ὑποκρινόμενοι τοὺς ἐκ συνουσίας ἐπανάγοντας, ἔτι δὲ μᾶλλον ἠλλοιω‐ μένους ὑπὸ τῆς μέθης.

### σ 1602

Συνουσιασμός: συμμιξία. ὅτι οἱ συνεχῶς συνουσιάζοντες βλάπ‐ τονται. καὶ ζήτει ἐν τῷ βληχωνία.

### σ 1603

Συνοχή· εἶδος τῆς συνάψεως ἡ συνοχή· ὥστε ἁμαρτάνει ὁ τῆς συνάψεως γένος τὴν συνοχὴν ἀποδιδούς. οὐ γὰρ πᾶν τὸ συναπτό‐ μενον συνέχεται· συνάπτεται γὰρ καὶ τὰ ἁπτόμενα μόνον, οὐ μὴν καὶ συνέχεται. οὐ πᾶν μέντοι τὸ συνεχόμενον συνάπτεται· ὥστε ἐπὶ πλέον τὸ συνάπτεσθαι τοῦ συνέχεσθαι.

### σ 1604

Συνοχωκότε: παρ’ Ὁμήρῳ, διὰ τὸ μέτρον.

### σ 1605

Σύνοψις: ἡ κατὰ πρόσωπον ὁμιλία. ὁ δὲ ἐβουλεύσατο κα‐ ταστρατοπεδεῦσαι τοῖς Καρχηδονίοις ἐν συνόψει· μάλιστα γὰρ οὕτως ἐκφοβήσειν αὐτοὺς ὑπελάμβανε.

### σ 1606

Συνῳδά: σύμφωνα. μετὰ δοτικῆς. καὶ Συνῳδόν. Αἰλιανός· ὁ δὲ ἀλεκτρυὼν συνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει, συνῳδόν τε καὶ συμμελὲς ἀναμέλπων.

### σ 1607

Συνῳδηκῶς: συντραγῳδῶν.

### σ 1608

Συνῳδία: ἡ ψαλμῳδία.

### σ 1609

Συνωθούμενος. συνερχόμενος.

### σ 1610

Συνῴκησε: τὸ σύνοικον μετ’ αὐτοῦ ἔλαβε· Συνῳκίσατο δὲ μεθ’ ἑαυτοῦ ἦξε.

### σ 1611

Συνωμοσάμην.

### σ 1612

Συνωμοσία: ἡ μεθ’ ὅρκου φιλία. παρὰ δὲ Ἀττικοῖς συνωμο‐ σία τάξις τις.

### σ 1613

Συνωμότης.

### σ 1614

Συνωνή. ὅτι ἐπὶ Ἰουστινιανοῦ ἡ τοῦ σίτου φορὰ ἐσπάνιζε, καὶ ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ὁ σιταγωγὸς στόλος ἀφίκετο. ἀπορούμενος δὲ τοῖς παροῦσιν, ἔν τε Βιθυνίᾳ καὶ Φρυγίᾳ καὶ Θρᾴκῃ χωρίων πειρᾶσθαι μέγα τι χρῆμα σίτου ἠξίου. ἦν τε ἀναγκαῖον τοῖς ταύτῃ οἰκοῦσι μέχρι μὲν εἰς τὴν θάλασσαν πόνῳ πολλῷ τὰ φορτία φέρειν, ἐς Βυζάντιον δὲ ξὺν κινδύνῳ ταῦτα ἐσκομίζεσθαι καὶ βραχέα μὲν τιμήματα δῆθεν τῷ λόγῳ πρὸς αὐτοῦ φέρεσθαι, τὴν ζημίαν δὲ αὐτοῖς ἐς τοσόνδε μεγέθους καθίστασθαι, ὥστε ἀγαπᾶν, ἤν τις αὐτοὺς ἐῴη τόν τε σῖτον οἴκῳ δημοσίῳ χαρίζεσθαι, καὶ τίμημα ἕτερον ὑπὲρ αὐτοῦ κατατιθέναι. τοῦτό ἐστι τὸ ἄχθος, ὅπερ συνωνὴν καλεῖν νενο‐ μίκασι.

### σ 1615

Συνώνυμος· συνώνυμος κατηγορία ἐστίν, ὅτε τὸ ὄνομα καὶ τὸν ὅρον δέχεται τὸν αὐτὸν τοῦ ὀνόματος. οἷον τὸ ζῷον κατηγο‐ ρεῖται τοῦ ἀνθρώπου, καὶ δέχεται ὁ ἄνθρωπος καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος, αἰσθητική· καὶ ὁ ἄνθρωπος ἐπιδέχεται τὸν ὅρον τοῦτον· καὶ οὐσία γάρ ἐστιν ὁ ἄνθρω‐ πος καὶ ἔμψυχος καὶ αἰσθητική. ὁμώνυμος δὲ κατηγορία, ὅτε τὸν μὲν ὅρον οὐ δέχεται, ἀλλὰ μόνον τὸ ὄνομα· ὡς ἐπὶ τῆς εἰκόνος τοῦ ἀνθρώπου.

### σ 1616

Συνωριγνώμενοι: ἐπιθυμοῦντες, ἐπεκτεινόμενοι. οἱ δὲ τοῦ πλείονος καὶ πρόσω συνωριγνώμενοι προῆγον ἐπὶ Παμφυλίας.

### σ 1617

Συνωρίς: συζυγία, δυάς. κυρίως δὲ δύο ἵπποι συνεζευγμένοι. Κέλης δὲ ὁ μόνος ἵππος.

### σ 1618

Συνώσαντες: συνεισφρήσαντες. ἐξ αὐτῆς δὲ συνώσαντες ἐπὶ τὴν πυλίδα ἐσῆλθον.

### σ 1619

Σύνταγμα: ἔνιοι παράταξιν. αἱ δύο τάξεις ἄνδρες σνϛʹ· καὶ ὁ ἡγούμενος συνταγματάρχης. τοῦτο δὲ ἔνιοι καὶ ξεναγίαν καλοῦσι καὶ ξεναγὸν τὸν ἡγούμενον.

### σ 1620

Συντακτήριος. συντακτικὸς ὁ Ὡριγένης, διὰ τὸ πεποιηκέναι πολλὰ βιβλία.

### σ 1621

Συντάξας: ὁρίσας. συντάξας τοῖς κυβερνήταις ἀνακομίζειν τὰς ναῦς κατὰ δύναμιν εἰς τὴν Ἐλαίαν.

### σ 1622

Συντάξας: ἐντειλάμενος. Πολύβιος· συντάξας ἐλαύνειν κατὰ σπουδὴν ὅσον ἔχει δυνάμεως.

### σ 1623

Σύνταξις: δευτέρων πραγμάτων ἕνωσις. καὶ τὸ λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα. τοὺς στρατευομένους ἀποστερῶν τὰς συντάξεις ἁπάσας οὐκ ᾐσχύνετο. καὶ Μάλχος· τῶν συντάξεων στερηθέντες πολ‐ λάκις οἱ στρατιῶται καὶ παρακοπτόμενοι τῆς τροφῆς τῆς συνήθους ἐς ἀπόνοιαν ἦλθον. καὶ αὖθις Μάλχος· ὁ δὲ τὸν Παμπρέπιον λαμπρῶς τε ἐτίμησε καὶ σύνταξιν ἔδωκε. Προκόπιος· ἅμα δὲ καὶ μεμφόμενοι, ὅτι δὴ σφίσι χρόνου τὰς συντάξεις πολλοῦ τὸ δημόσιον ὦφλε. τουτέστι τὰ διδόμενα.

### σ 1624

Σύνταξις: ἡ συγγραφή, ἡ ἱστορία. Πολύβιος· ταῦτα ἐν ταῖς πρὸ τοῦ συντάξεσι δεδηλώκαμεν.

### σ 1625

Σύνταξις: ἀντὶ τοῦ συντεταγμένη οἴκησις. Δημοσθένης Φιλιπ‐ πικοῖς· καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα. ἔλεγε δὲ ἑκάστους φόρους συντάξεις, ἐπειδὴ χαλε‐ πῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτως καλέσαντος. καὶ Ὑπερίδης δέ φησι· σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν.

### σ 1626

Συντάσσομαι· δοτικῇ.

### σ 1627

Συντεθεῖσθαι. καὶ Συντέθηκα, συνεθέμην.

### σ 1628

Συντεκμηράμενος: συμβαλών, καταστοχασάμενος. Εὐνάπιος· τὸν πάντα βίον αὐτοῦ συντεκμηράμενος ἐκ τῶν ἐναργῶν περὶ αὐτὸν συμβόλων τε καὶ σημείων.

### σ 1629

Συντέλειᾳ: αἱ παντοδαπαὶ τιμωρίαι. Δαβίδ· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ.

### σ 1630

Συντέλεια: πᾶν τὸ πρὸς ζωήν. Ἰώβ· ἐπ’ αὐτοὺς ἀπώλετο συντέλεια. ἀντὶ τοῦ οὐδέποτέ τι χρηστὸν συνετέλεσαν.

### σ 1631

Συντελεῖς· ὅτε οἱ τριηραρχοῦντες νεὼς μιᾶς ἅμα ἐπεμελοῦντο, συντελεῖς ἐλέγοντο. Συντελεῖς οὖν οἱ συνδαπανῶντες καὶ συνεισφέ‐ ροντες· τὸ δὲ πρᾶγμα συντέλεια καλεῖται.

### σ 1632

Συντελής: χρήσιμος.

### σ 1633

Συντέμνω· αἰτιατικῇ.

### σ 1634

Συντέρμων: πλησιόχωρος.

### σ 1635

Συντεταγμένως: Ἀριστοφάνης Πλούτῳ. ἀντὶ τοῦ γοργῶς καὶ μετὰ συγκροτήματός τινος. ἀσπάζομαι δ’, ὁτιὴ προθύμως ἥκετε καὶ συντεταγμένως.

### σ 1636

Συντετάσθαι: διατετάσθαι.

### σ 1637

Συντέτηκεν: ἀντὶ τοῦ συγκεκόλληται, συμπέπηγε. ψευδὴς ἀντ’ ἀληθοῦς συντέτηκε δόξα. καὶ Σύντηξις, ἡ τοῦ σώματος φθορὰ καὶ ἰσχνότης. τοσαύτη δὲ ἄρα ἡ σύντηξις τοῦ σώματος ἦν αὐτῷ, ὡς ἀδύνατον εἶναι καὶ τὴν τῶν ἱματίων φέρειν ἐπιβολήν.

### σ 1638

Σύντευξις: συντυχία.

### σ 1639

Συντεύξομαι: συντύχω.

### σ 1640

Συντιμηθῆναι· τὸ πολλῆς τιμῆς γενέσθαι τὰ ὤνια συντιμη‐ θῆναι. οὕτως Δημοσθένης.

### σ 1641

Συντομάχη· οἱ δὲ ἐκυρίευσαν τῆς Συντομάχης.

### σ 1642

Συντόμισον: συνάγαγε συντόμως.

### σ 1643

Σὺν τῷ κυνὶ καὶ τὸν ἱμάντα.

### σ 1644

Συντρέχω· δοτικῇ.

### σ 1645

Σύντρητος.

### σ 1646

Συντρίβω· αἰτιατικῇ.

### σ 1647

Συντροχάσαι: καταντλῆσαι, πληρωθῆναι, ἐκ μεταφορᾶς τῶν τροχῶν.

### σ 1648

Συντυγχάνω· δοτικῇ.

### σ 1649

Συντυρούμενα: συμπηγνύμενα.

### σ 1650

Συντυχία: ἡ αἰφνίδιος τῶν πραγμάτων μεταβολή. ὑπολα‐ βὼν οὖν οὐ κατὰ συντυχίαν, ἀλλ’ ἀπό τινος ἕξεως τοιαύτην εἶναι περὶ αὐτὸν διάθεσιν.

### σ 1651

Συνοίμιον: τὸ προοίμιον.

### σ 1652

Συνοίσειν: συνενεγκεῖν.

### σ 1653

Συνοῖσον: συμφέρον. ἐν ὑμῖν τε κείσθω προτιμῆσαι τὸ συνοῖσον καὶ τὰ εἰρηναῖα πρὸ τοῦ πολέμου ἑλέσθαι. καὶ αὖθις· αὐτός τε γὰρ τῷ ἐπηβόλῳ τῆς φύσεως ἐγίνωσκε τὸ συνοῖσον εὐστο‐ χώτατα.

### σ 1654

Συνοιχήσεται: συναναιρεθήσεται.

### σ 1655

Συφόρβια: ἀγέλη χοίρων.

### σ 1656

Συώδεις: ἀπὸ τοῦ τοῖς ὑσὶν ἐπιφωνουμένους.

### σ 1657

Σύρα: παρὰ Ῥωμαίοις ἡ θεία ἐπιστολή.

### σ 1658

Συράκουσα: πόλις Σικελῶν.

### σ 1659

Συρακουσία τράπεζα: ἡ πολυτελής· ἐδόκουν γὰρ οἱ Σικε‐ λιῶται ἁβροδίαιτοι εἶναι μᾶλλον πάντων. καὶ Συρακουσίων δε‐ κάτη.

### σ 1660

Σύρβη: τάραχος.

### σ 1661

Συρβηνεύς: ὁ ταραχώδης. ἀπὸ τῶν αὐλούντων μετὰ θορύ‐ βου· ἢ πένης διὰ τὸ τὰς αὐλοθήκας καὶ φαρέτρας κενὰς ἔχειν. καὶ Συρβηνέων χορός, ὁ τεταραγμένος καὶ συώδης· ἀπὸ τοῦ τοῖς ὑσὶν ἐπιφωνουμένου. διὸ τέτακται ἡ παροιμία, Συρβήνης χορός, ἐπὶ τῶν ἀτάκτων χορῶν.

### σ 1662

Συριανός, Ἀλεξανδρεύς, φιλόσοφος, Ἰσοκρατίων, ἡγησάμενος τῆς ἐν Ἀθήναις σχολῆς τε καὶ διατριβῆς καὶ διδάσκαλος γενόμενος Πρόκλου, ὃς καὶ διάδοχος αὐτοῦ ἐγένετο. ἔγραψεν εἰς Ὅμηρον ὅλον ὑπόμνημα ἐν βιβλίοις ἑπτά, εἰς τὴν πολιτείαν Πλάτωνος βιβλία τέσ‐ σαρα, εἰς τὴν Ὀρφέως Θεολογίαν βιβλία δύο, [εἰς τὰ Πρόκλου] Περὶ τῶν παρ’ Ὁμήρῳ θεῶν, Συμφωνίαν Ὀρφέως, Πυθαγόρου, Πλάτωνος περὶ τὰ λόγια βιβλία δέκα· καὶ ἄλλα τινὰ ἐξηγητικά. ὅτι Ἰσίδωρος ὁ φιλόσοφος, ὥς φησι Δαμάσκιος, πάντα τὰ τῶν παλαιῶν ἐξετάζων οὐκ ἀνίει πρὸς τὸ ἀκριβέστατον· προσεῖχε δὲ τὸν νοῦν ἐς τὰ μάλιστα μετὰ Πλάτωνα τῷ Ἰαμβλίχῳ, καὶ τοῖς Ἰαμβλίχου φίλοις δὴ καὶ ὀπα‐ δοῖς. ὧν ἄριστον εἶναι διϊσχυρίζετο τὸν ἑαυτοῦ πολίτην Συριανόν, τὸν Πρόκλου διδάσκαλον. ἀτιμάζειν δὲ οὐδένα ἠξίου πρὸς συναγυρμὸν ἀληθοῦς ἐπιστήμης.

### σ 1663

Συριγμός: φωνὴ ἄσημος. τοὺς δὲ συριγμοὺς τοὺς ἐν ταῖς κοιναῖς πανηγύρεσι καὶ τοὺς χλευασμοὺς τίς ἐξηγήσαιτο ῥᾳδίως; καὶ αὖθις· οἱ δὲ Ῥωμαῖοι κατεχειροτόνουν συρίττοντες καὶ ταραχὴν ταῖς βοαῖς ἐνεποίουν.

### σ 1664

Σύριγξ: τὸ εἰς τὴν ὀπὴν τοῦ τροχοῦ ἐμβαλλόμενον μέρος τοῦ ἄξονος. καὶ ἡ ὀπὴ τοῦ τροχοῦ οὕτω καλεῖται. Σοφοκλῆς· κεῖνος δ’ ὑπ’ αὐτὴν ἐσχάτην στήλην ἔχων ἔγχριμπτ’ ἀεὶ σύριγγα. Σύριγξ καὶ ἡ ἐπιμήκης διώρυξ. καὶ τούτους κελεύει σύριγγα βαθεῖαν ὑπὸ τὸν λόφον τρήσασθαι. καὶ Σύριγγος, αὐλοῦ, ἢ δορατοθήκης. Πισίδης· τίς τὴν μέλιτταν τὴν σοφὴν τὴν ἐργάτιν γεωμετρεῖν ἔπεισεν Εὐκλείδου νόμος, ποιεῖν δὲ τὰς σύριγγας οὐκ ἐπ’ εὐθείας;

### σ 1665

Συρίξας: ἀπὸ τοῦ συρίζω ἐνεστῶτος.

### σ 1666

Συρμαΐζειν: καθαίρειν πόματι ἐκ ζειῶν καὶ ὕδατος. καὶ Συρμαίη παρὰ τῷ αὐτῷ, λάχανον σελίνῳ ἐοικός.

### σ 1667

Συρμαία: τὸ καθαρτικὸν δι’ ἐμέτων καὶ κοιλίας. καὶ Συρ‐ μαΐζειν τὸ κενοῦσθαι, ἐκ ζειῶν καὶ ὕδατος. οὕτως Ἡρόδοτος. ἢ λάχανον σελίνῳ ἐοικός· ἢ βρῶμα διὰ στέατος καὶ μέλιτος.

### σ 1668

Συρμός: τοῦ νιφετοῦ ἡ φορά. οὐκέτι κοιμάσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν, οὐ νιφετῶν συρμούς, οὐ παταγεῦσαν ἅλα. περὶ Ὀρφέως ὁ λόγος.

### σ 1669

Σύρω: τρέχω. Πισίδης· σύρει πρὸς ἡμᾶς ὁ στρατὸς μετὰ δρόμου.

### σ 1670

Σύροι πρὸς Φοίνικας: ἑκάτερα τὰ ἔθνη διαβέβληται ὡς πανοῦργα· ἢ ὅτι ἑκάστοτε δι’ ἔχθρας ἀλλήλοις ὄντα οὐδέποτε πιστῶς διαλλάττεται.

### σ 1671

Σύρφαξ: συρφετώδης, ὀχλώδης. ἐξῆρε δὲ αὐτὸν πλείω πρὸς τοιαύτην μαίνεσθαι δόξαν, τὸ ὑπὸ δήμου σύρφακος ἐν εὐφημίαις ἀνα‐ καλεῖσθαι Πύρρον· ὃς εἰ μὲν οὕτως ἐβόα διὰ τὸ ἐρυθροπρόσωπον εἶναι, ἔλεγεν εἰκότα, εἰ δ’ ὡς πρὸς ἔπαινον ἀνδρείας, ἔθελγεν ὡς νέον. οὐ γὰρ ἥρωας ἔβαλλεν, ὡς Πύρρος ὁ Ἀχιλλέως, ἀλλὰ γυναικομανὴς ἦν, ὡς Πάρις.

### σ 1672

Συρφετός: ἀγυρτώδης ὄχλος, ἢ λόγος· ἢ ἐξ ἀνέμου συλλε‐ γομένη κόπρος, καὶ φρυγανώδης. ἤτοι κονιορτὸς μετὰ κοπρίων. τινὲς δὲ χειμὼν καὶ συρμός. ταῦτα δὲ ἄγνωστα τῷ συρφετῷ.

### σ 1673

Σῦς: ὁ χοῖρος. ὅτι ὗς ἐπὶ θηλείας, σῦς δὲ ἐπὶ ἄρρενος. κέχρηνται δὲ ἀδιαφόρως· ὅπως δὲ δόξητ’ ἦμεν ἀγαθὰ συός.

### σ 1674

Συσσεισμός: λαίλαψ, συστροφὴ ἀνέμου.

### σ 1675

Συσσημαίνεσθαι: ὃ καλοῦσι κατασφραγίσασθαι, τοῦτο οἱ ῥή‐ τορες συσσημαίνεσθαι λέγουσι. Λυκοῦργος ἐν τῷ Περὶ ἱερείας· ὥστε προστεταγμένον ἐπὶ ψηφίσματος καὶ τὴν ἱέρειαν συσσημαίνεσθαι τὰ γραμματεῖα. καὶ Σύσσημον, τὸ σημεῖον.

### σ 1676

Συσσιτία. καὶ Συσσίτιον, εὐωχία ἄριστον.

### σ 1677

Σύσσιτος: σύντροφος, συνδιαιτητής. τοῦ δὲ κεκληκότος ἐφ’ ἑστίασιν τοὺς ὁμοτίμους, ἔτυχε κἀμὲ προτραπῆναι ἐν τῷ συσσιτίῳ, ἀμφὶ τὸ μέσον τοῦ δείπνου τῶν δαιτυμόνων τὸν ἑστιάτορα ἐκθεια‐ ζόντων.

### σ 1678

Συσκευάζει: λόγῳ ἐπιβουλεύει. καὶ Συσκευή, ἡ ἐπιβουλή. Συσκευάζεσθαι δὲ τὸ πρὸς τὴν ὁδὸν εὐτρεπίζεσθαι. ὄναρ ἐφίσταται θεία τις ὄψις, καὶ λέγει, δεῖν συσκευάζεσθαι· καλεῖν γὰρ τὸ χρεὼν αὐτόν.

### σ 1679

Συσκευάζεσθαι: ἐπιφέρεσθαι. Ξενοφῶν· ὁ Κῦρος ἔφη τοῖς στρατιώταις συσκευάζεσθαι σῖτα ἡμερῶν εἴκοσιν, οἶνον δὲ τοσοῦτον ἕκαστον χρή, ὅσος ἱκανός ἐστιν ἐθίσαι ἡμᾶς αὐτοὺς ὑδροποτεῖν.

### σ 1680

Συσκηνία: συνοικία. Ξενοφῶν· ὅτι ἐν τῷ ὁμοῦ σκηνοῦν τοὺς στρατιώτας ἐδόκουν ὠφελεῖσθαι πρὸς τὸν μέλλοντα ἀγῶνα· ἑώρων γὰρ ἀλλήλους ὁμοίως τρεφομένους, καὶ οὐκ ἦν πρόφασις μειονεξίας, ὥστε ὑφίεσθαί τινα κακιώτερον ἑτέρου εἶναι πρὸς τοὺς πολέμους. καὶ ὅτι ἐγίνωσκον ἀλλήλους, καὶ τὸ αἰσχύνεσθαι πᾶσιν ἐδόκει ἐγγίνεσθαι· οἱ δὲ ἀγνοοῦντες ῥᾳδιουργοῦσιν ὥσπερ ἐν σκότει ὄντες.

### σ 1681

Σύσκια: τὰ δασέα. πρῶτα μὲν τὰ σύσκια τῶν χωρίων ἀνεκάθ‐ αιρεν, ἔπειτα τοὺς βασιλικοὺς παραδείσους ἐξέτεμεν.

### σ 1682

Συσπειραθέντες: συστραφέντες. οἱ δὲ πρὸς τὴν φήμην συσπειραθέντες καὶ διελιχθέντες παρά τε ἀλλήλους ἔτρεχον καὶ συνίσταντο.

### σ 1683

Σύστασις: ἀγάπη, ὁμόνοια. ἀπὸ μεταφορᾶς τῶν ἵππων τῶν ὁμοῦ ἱσταμένων, τῶν συντρόφων. Πολύβιος· ὁ δὲ οἰκείως διέκειτο πρὸς τοὺς Καρχηδονίους, πατρικὴν ἔχων σύστασιν.

### σ 1684

Σύστασις. καὶ Συσταθῆναι, ὁμοδίαιτον καὶ φίλον γενέσθαι. ἐλθόντα δι’ ἀπορίαν ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δ’ Ἀριστίπ‐ που συσταθῆναι.

### σ 1685

Συστέλλω· αἰτιατικῇ.

### σ 1686

Συστήσας: παραδούς, προσμίξας. Πολύβιος· τοῦτον ἐξαπέ‐ στειλε, συστήσας ἱππεῖς φʹ, δυναμένους ἔτι πονεῖν.

### σ 1687

Συστομώτερον σκάφης: τάσσεται ἐπὶ τῶν διὰ τὸ ἀγεννὲς σιωπώντων· Θεόφραστος γὰρ ἐν τῷ Περὶ νόμων εἰρῆσθαι ἀπὸ τοῦ τοὺς μετοίκους Ἀθήνησιν ἐν ταῖς δημοτελέσι πομπαῖς σκάφας φέρον‐ τας πομπεύειν· καὶ ὁπότε δὲ ἐβούλοντο μέτοικον δηλῶσαι, ἢ σκάφην ἔλεγον ἢ σκαφηφόρον. διὰ δὲ τὸ ἀπαρρησίαστον εἶναι, συστομώτερον ποιήσειν ἀπειλεῖν σκάφης.

### σ 1688

Συστρέμματα: στασιαστῶν πλήθη.

### σ 1689

Συστροφή: ἡ ὁμόνοια, καὶ ἡ ἐπὶ κακῷ συμφωνία. Δαβίδ· σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων.

### σ 1690

Συστοιχία. ὁ δὲ ἐν τῇ στάσει ἐγίνετο τῆς χείρονος συ‐ στοιχίας, ἀποστὰς μὲν ἀπὸ τῶν πρώτων μαθημάτων, προσρυεὶς δὲ τοῖς ἄλλοις.

### σ 1691

Σύστοιχα· σύστοιχα καὶ παρώνυμα καὶ πτώσεις παρακεῖσθαι μὲν ἀλλήλοις δοκοῦντα, διαφέροντα δέ. σύστοιχα λέγεται ἀλλήλοις καὶ τὰ ὁμοίως ἔχοντα πρός τινα, ἃ καὶ κατὰ ἀναλογίαν εἴη ἄν· ὡς ἐπιστήμη καὶ αἴσθησις· ἑκάτερον γὰρ αὐτῶν ὁμοίως ἔχει πρὸς τὰ ὑφ’ αὑτά. ὁμοίως καὶ τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητόν· ἑκάτερον γὰρ αὐτῶν ὁμοίως ἔχει πρὸς τὰ ὧν ἐστί. σύστοιχα λέγουσι καὶ πάντα τὰ ὁμοίως παρωνομασμένα ἀλλήλοις τε καὶ ἐκείνῳ ἀφ’ οὗ παρωνόμασται· οἷον ἀπὸ τῆς δικαιοσύνης παρωνόμασται ὁ δίκαιος, τὸ δίκαιον, τὸ δι‐ καίως. ταῦτα δὴ καὶ ἀλλήλοις ἐστὶ σύστοιχα καὶ αὐτῇ τῇ δικαιοσύνῃ. παρώνυμα δὲ μόνα τὰ ἀπό τινος παρωνομασμένα ἐκείνῳ λέγουσιν, ᾧ παρωνόμασται, ἀλλ’ οὐκ ἀλλήλοις, οὐδὲ ἐκεῖνα τούτοις· τῇ γραμ‐ ματικῇ ὁ γραμματικός, οὐκέτι δὲ ἡ γραμματικὴ τῷ γραμματικῷ.

### σ 1692

Σύτο: ὡρμᾶτο, ἔτρεχε. σύτο δέμας ἀκέντητον ἐν δρόμοις.

### σ 1693

Σύφαξ· ὄνομα. Ἀππιανός· Σύφαξ δὲ τῶν γινομένων πυνθανόμενος ἐπεχείρει διαιτᾶν διαλύσεις. καὶ αὖθις· Σύφακα δ’ ἄρα τὸν δυνάστην ἔρως ἔκνιζε τῆς παιδός, οἱ δὲ Καρχηδόνιοι ἔδωκαν αὐτήν.

### σ 1694

Σύφαρ: τὸ δέρμα, ἡ ἀνθρωπῆ. ναὶ μὰ τὸ ῥικνὸν σύφαρ ἐμόν, ναὶ τοῦτο τὸ δένδρεον αὖον ἐόν περ. Καλλίμαχος ἐν Ἑκάλῃ. ὅτι τὸ σύφαρ ἔνδυμα τοῦ ὄφεως καὶ τοῦ τέττιγος, παρὰ τὴν λεπίδα.

### σ 1695

Συφεός: τόπος ὅπου αἱ σύες τρέφονται. λέγεται καὶ Συ‐ φεών. Ἀγαθίας· εἰ μὴ καταγέλαστον εἰπεῖν, ὥσπερ ἐν συφεῶσι καὶ μάνδραις τὰ τῶν Ῥωμαίων μεμενήκει στρατεύματα.

### σ 1696

Συφόλης, Συφόλου.

### σ 1697

Συχέμ: πόλις.

### σ 1698

Συχνάζεις: πυκνάζεις.

### σ 1699

Συχναῖς: συνεχέσι. καὶ Συχνὴν οὐσίαν, τὴν πολλήν. καὶ Συχνὸς χρυσός, ὁ πολύς. καὶ τῆς οἰκίας οὐκ οὔσης μονήρους, ἀλλὰ συχνῆς ἀμηγέπη. καὶ Ἰάμβλιχος· παρεσκεύασε πομπὴν ἐπι‐ φανῆ καὶ λαμπράν, ἐσθῆτα σοβαρὰν καὶ θεραπείαν συχνὴν εὐνούχων τε καὶ θεραπαινίδων.

### σ 1700

Συχνόν: πολύ, πυκνόν. Ξενοφών· ἅρματα διαλείποντα συχνὸν ἀπ’ ἀλλήλων. ἀντὶ τοῦ πολύ. ὁ δὲ συχνοὺς τῶν ἐπισήμων τῆς βουλῆς ἐφόνευσεν. ἀντὶ τοῦ πολλούς. πίονα τυρὸν δρέψεσθε, αὔην ἰσχάδα καὶ δεῖπνον συχνὸν ἀπὸ σκυβάλων.

### σ 1701

Σφαγάς: τὰς κατακλεῖδας. Θουκυδίδης· καὶ ὀϊστοὺς καθίεσαν ἐς τὰς σφαγάς.

### σ 1702

Σφαγεῖον: τὸ τοῦ αἵματος δεκτικὸν ἀγγεῖον, ὃ εἶπεν ὁ ποιητὴς ἀμνίον.

### σ 1703

Σφαγιάζειν: τὸ θυσίας ἐπιτελεῖν. Ἡρόδοτος· ὅς, ἐπεὶ ἐσφαγιάζετο Παυσανίης, καθήμενος ἐν τῇ τάξει ἐτραυματίσθη τοξεύματι τὰ πλευρά.

### σ 1704

Σφαγιαζόμενος: διὰ σφαγίων θυσίαν ἐπιτελῶν. ὁ δὲ εἴτε διοσημίαν οἰηθεὶς εἶναι εἴτε σφαγιαζόμενος, οὐκ ἀγαθὴν τὴν ἀπόβασιν σημαίνειν λογιζόμενος τὰ θύματα, συμφέρειν ἐλογίζετο φυλάξασθαι τὸν καιρόν.

### σ 1705

Σφαγίδιον: τὸ τῶν μαγείρων μαχαίριον. καὶ Σφαγίς, σφα‐ γίδος, τὸ αὐτό.

### σ 1706

Σφαδάζειν: θράσσειν, δυσθανατεῖν, ματαίως σπᾶσθαι, χαλε‐ παίνειν, μετ’ ὀργῆς στενάζειν. Σφαδάζειν καὶ τὸ πηδᾶν, ἀπὸ τοῦ σπᾶσθαι. καὶ σφακελίζειν.

### σ 1707

Σφαδάζοντες: σπώμενοι, ἢ δυσφοροῦντες. καίπερ σφα‐ δάζων ἔνδοθεν πολλοῖς λόγοις, ὥσπερ τις ἀσκὸς δέσμιος γλεύκους ζέων.

### σ 1708

Σφαδάζουσα: πανουργεύουσα.

### σ 1709

Σφακελίζοντες: διασπῶντες, πηδῶντες, ὑποτρέμοντες. ὅτι τὸ σφακελίζειν φλεγμαίνειν ἐστί, καὶ διὰ τοῦτο σπᾶσθαι. Κρατῖνος.

### σ 1710

Σφακελισμός: παραπληξία. καὶ Σφάκελος, τὸ βέλος τὸ σφάζον.

### σ 1711

Σφακελισμός: ἡ σῆψις τοῦ μυελοῦ σφακελισμὸς καλεῖται. γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός. λέγεται δὲ καὶ ὁ σφυγμὸς καὶ ὁ παλμός. σφάκελον δ’ ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων. Αἰλιανός· καὶ ἀκούω τὸν πόδα ἐκεῖνον [αὐτὸν] ἐς οἴδημα ἀρθῆναι καὶ φλεγμήναντα σφακελίσαι καὶ ἀποκτεῖναι τὸν ἄνδρα. λέγεται δὲ καὶ σφάκελος ὁ μέσος τῆς χειρὸς δάκτυλος. καὶ παροιμία· Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν· Πεισίστρατος γὰρ ὁ τύραννος δε‐ κάτην τῶν γεωργουμένων ἀπῄτει τοὺς Ἀθηναίους. παριὼν δέ ποτε καὶ ἰδὼν πρεσβύτην πέτρας ἐργαζόμενον καὶ τόπους λιθώδεις ἤρετο τὸν πρεσβύτην, τίνας ἐκ τῶν τόπων κομίζοιτο τοὺς καρπούς· ὁ δὲ ἀπεκρίνατο ὀδύνας καὶ σφακέλους, καὶ τούτων δεκάτην Πεισίστρατος φέρει. θαυμάσας δὲ ὁ Πεισίστρατος τὴν παρρησίαν αὐτοῦ τῆς δε‐ κάτης ἀτέλειαν ἔδωκε. καὶ ἐκ τούτου Ἀθηναῖοι τῇ παροιμίᾳ ἐχρή‐ σαντο.

### σ 1712

Σφάκον: ἀντὶ τοῦ ἐλελίσφακον. Ἀριστοφάνης· κᾆθ’ ὁ μὲν ἔτριβε κεδρίδας, ἄνηθον, σφάκον. ὡς ἐπιτήδεια παῦσαι στρόφον.

### σ 1713

Σφακτηρία: τόπος στενὸς τῆς Λακωνικῆς, διείργων καὶ ἀπο‐ χωρίζων καὶ ἀποφράττων τὰς ἀπὸ τῆς Θεσσαλίας καὶ Λακεδαιμονίας εἰσβολάς. ἔνθα καὶ Λεωνίδης πρότερον Λακεδαιμονίων βασιλεύς ....

### σ 1714

Σφάκτριαι: ἱέρειαι. μετὰ τῆς ἱερᾶς στολῆς ὅλαι τελούμεναι μυστικῶς σφάκτριαι καταλειφθεῖσαι καὶ αἴρουσαι τὰ ξίφη γυμνά, καὶ αὗται καταπλέας ἔχουσαι τοῦ αἵματος τὰς χεῖρας καὶ τὰ πρόσωπα μέντοι, ἦσαν δὲ ἐκ τῶν ἱερείων χρισάμεναι, ἀθρόαι ὑφ’ ἑνὶ συνθήματι ἐπὶ τὸν Βάττον ᾖξαν, ἵνα αὐτὸν ἀφέλωνται τοῦ ἔτι εἶναι ἄνδρα.

### σ 1715

Σφαλείς: ἀποτυχών. καὶ Σφαλεῖεν.

### σ 1716

Σφάλλω· αἰτιατικῇ.

### σ 1717

Σφάραγον: ὁ Ἀπίων φάρυγγα. ἀπὸ τοῦ περὶ αὐτὸν γινο‐ μένου ψόφου.

### σ 1718

Σφᾶς: ἑαυτούς· ἢ τὰς ἑαυτῶν.

### σ 1719

Σφαῖρα: τὰ περιφερῆ καὶ στρογγύλα. καὶ Σφαιροπαικ‐ τεῖν, τὸ διὰ σφαίρας παίζειν. καὶ σχίζας καὶ σφαῖραν ἀείβολον. τὴν ἀεὶ βαλλομένην. καὶ Σφαιρηδόν, διὰ σφαίρας. τὴν δὲ σφαιριστικὴν ἔπαιξεν Ἀριστόνικος ὁ Καρύστιος, ὁ Ἀλεξάνδρου τοῦ βασιλέως συ‐ σφαιριστής.

### σ 1720

Σφαῖρα· ὅτι τὴν τῆς σφαίρας εὕρεσιν Ἀνάγαλλις ἡ Κερκυραία, γραμμα‐ τική, Ναυσικάᾳ τῇ Ἀλκινόου θυγατρὶ ἀνατίθησιν.

### σ 1721

Σφαιρίζω: τὸ τῇ σφαίρᾳ παίζω. φιλονείκως γὰρ οἱ σφαι‐ ρίζοντες παίζουσι.

### σ 1722

Σφαιρωτήρ: σανδαλίου ζινίχιον. οἷον τὸ λωρίον τοῦ ὑπο‐ δήματος.

### σ 1723

Σφεδανῶν: στερρῶν, ἰσχυρῶν. ὄμμα δ’ ἑλίξας βρυχᾶτο σφε‐ δανῶν ὄβριμον ἐκ γενύων.

### σ 1724

Σφενδάμνινοι: ἰσχυροί· τοιοῦτο γὰρ τὸ τῆς σφενδάμνου ξύλον· ἀντὶ τοῦ σφενδονῆται. τὸ δὲ σφενδάμνινοι ταὐτόν ἐστι τῷ πρίνινοι· σφένδαμνος γὰρ εἶδος ξύλου σκληροῦ. ἔστι δὲ καὶ εἶδος καννάβεως ἡ σφένδαμνος· ἡ γὰρ σφενδόνη ἀπὸ καννάβεως γίνεται.

### σ 1725

Σφενδονᾶσθαι: ἀπορρίπτεσθαι.

### σ 1726

Σφενδόνη: τοῦ δακτυλίου ἡ περιφέρεια· καὶ ἡ εἰς λίθου βολὴν ἐπιτηδεία χρῆσις. ὅτι Κῦρος τοὺς πολλοὺς τῶν Λυδῶν σφεν‐ δονᾶν ἐκέλευσεν, ὡς τὸ ὅπλον τοῦτο δουλικώτατον εἶναι νομίζων· σὺν μὲν γὰρ ἄλλῃ δυνάμει μάλα ἔστιν ἔνθα ἰσχυρῶς ὠφελοῦσι σφενδονῆται παθόντες· αὐτοὶ δὲ καθ’ ἑαυτοὺς οὐδ’ ἂν οἱ πάντες σφενδονῆται μεί‐ νειαν πάνυ ὁμόσε ὀλίγους ἰόντας ὅπλοις ἀγχεμάχοις. καὶ Σφεν‐ δονῶ· αἰτιατικῇ.

### σ 1727

Σφενδόνη Γύγου· ζήτει ἐν τῷ Γύγου δακτύλιος.

### σ 1728

Σφενδονῆται· Βαλιαρίδων νήσων σφενδονῆται εὔστοχοι.

### σ 1729

Σφέτερα: τὰ ἑαυτῶν.

### σ 1730

Σφετερίζεται· αἰτιατικῇ. λαμβάνει, ἰδιοποιεῖται.

### σ 1731

Σφέτερον: τὸ ἑαυτῶν, ἢ τὸ ἴδιον. καὶ Σφετέρῳ, τῷ ἑαυτῶν.

### σ 1732

Σφηκιά: εἶδος ζῴου. καὶ παροιμία· ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζει. Ἀριστοφάνης. ἀπὸ τῶν μελιττῶν μετενήνοχε· βλίττειν γὰρ τὸ ἐκπιέζειν τὸ μέλι.

### σ 1733

Σφηκώδεις: σκληροί. κάτισχνοι τοῖς σώμασι· καὶ γὰρ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην ἔχουσιν. καὶ Ἀριστοφάνης Πλούτῳ· μέγαν λαβόντες ἡμμένον σφηκίσκον. ξύλον ὠξυμμένον· ἐπεὶ καὶ ὁ σφὴξ ὀξὺς ἐκ τῶν ὄπισθεν. ἐπιτετήδευται ἡ λέξις παρὰ τὸν σφῆκα· τὰ γὰρ μικρὰ τῶν ξύλων καὶ εἰς ὀξὺ συνηγμένα σφηκίσκους καλοῦσιν· ἐπεὶ καὶ τοὺς λαγαροὺς τοῖς σώμασιν ἀνθρώπους καὶ μὴ προκοιλίους σφηκώδεις φασί. λύσις ὀνείρου· σφῆκες φανεῖσαι δυσμενῶν εἰσι βλάβαι. ὅτι ἵπποι σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν.

### σ 1734

Σφήκωμα: τὸ λεπτὸν σχοινίον.

### σ 1735

Σφηκῶντες.

### σ 1736

Σφήλας: καταβαλών, προσουδίσας. ὁ δὲ σφήλας ἐπὶ τὴν γῆν τὸν ἄνθρωπον, ἐπιβοηθησάντων ἐκείνῳ τῶν οἰκείων, οὗτος αὐτὸς πάλιν ἐπανῆλθε πρὸς τοὺς Ῥωμαίους.

### σ 1737

Σφῆλαι: πλανῆσαι, βλάψαι, ἀπατῆσαι.

### σ 1738

Σφῆλος: ὄνομα κύριον.

### σ 1739

Σφήν, σφηνός: τὸ σφηνάριον.

### σ 1740

Σφηνωθείς· Τιμαγένης οὗτος κληθεὶς ἐπὶ δεῖπνον καὶ σφη‐ νωθεὶς ἀπέθανεν. καὶ Σφηνούμενος, στρεβλούμενος, βασανιζό‐ μενος.

### σ 1741

Σφήξ, σφηκός: εἶδος μελισσῶν. Σφὶγξ δέ, Σφιγγός.

### σ 1742

Σφῇσι: θηλυκόν. ἀντὶ τοῦ αὐταῖς. Σφίσι δὲ ἀρσενικόν.

### σ 1743

Σφήττιος: ὄνομα κύριον. καὶ Σφήττιος, δῆμος.

### σ 1744

Σφηττοῖ: Δημοσθένης τῆς Ἀκαμαντίδος ὁ Σφηττός.

### σ 1745

Σφιγανόν: πολεμικόν.

### σ 1746

Σφιγγὸς πράγματα παρέχων πολλὰ ἐπὶ πολλαῖς ταῖς ζητήσεσι τῶν ἀτόπων τούτων αἰνιγμάτων, οὐ τῆς Καδμείας Σφιγγός, ἀλλὰ Σφιγγὸς μέν τινος ἀτεχνῶς, ἔτι δὲ θειοτέρας καὶ πολὺ σοφωτέρας.

### σ 1747

Σφίγξ· ζήτει ἐν τῷ Οἰδίπους.

### σ 1748

Σφίγγω· αἰτιατικῇ.

### σ 1749

Σφίν: αὐτοῖς. καὶ ἀντὶ τῆς οἷ ἀντωνυμίας παρὰ Σοφοκλεῖ· ἔδει γὰρ τελεσφόρον χάριν δοῦναι σφίσιν. οἱ αὐτῷ.

### σ 1750

Σφίσιν: αὐτοῖς, ἢ τοῖς ἑαυτῶν.

### σ 1751

Σφοδελὸν τὸν ἀσφόδελον καλοῦσι, τὸ α ἀφαιροῦντες, ὥσπερ καὶ ἐπ’ ἄλ‐ λων· μαυρὸν γὰρ τὸ ἀμαυρόν.

### σ 1752

Σφοδρίας, στρατηγὸς Λακεδαιμονίων. φασὶ δὲ αὐτὸν εὐήθη τε εἶναι λίαν καὶ κοῦφον πρὸς τὰς ἐλπίδας.

### σ 1753

Σφοδροῦ: λαμπροῦ, πολυδαπάνου. σφοδροῦ τε πότου γενο‐ μένου, ἐνεδρεύων ὁ Παρσώνδης αὐτὸς μὲν ὀλίγον ἔπινεν, ἐκείνοις δὲ πολὺν ἐγχεῖν τῷ θεράποντι ἐκέλευε.

### σ 1754

Σφῶε καὶ Σφῶϊν.

### σ 1755

Σφῶν: αὐτῶν. ἢ ὑμᾶς, ἰδίους, ἰδίας.

### σ 1756

Σφωράκιος.

### σ 1757

Σφραγίς, σφραγῖδος: τὸ ἐπισημαῖνον διὰ χαρακτήρων τὰ φυλατ‐ τόμενα. ὁρῶσα ἡ Ταρπηΐα σφραγῖδας ἀπὸ χρυσοῦ καὶ ψέλια ταῖς χερσὶν ἐπεθύμησε τοῦ χρυσοῦ. καὶ Σφραγιδονυχαργοκομήτας, τοὺς κόμαις καὶ περιττοῖς δακτυλίοις τὰς χεῖρας κοσμουμένους μέχρι τῶν ὀνύχων ὑπὸ τῶν δακτυλίων σκέπεσθαι τοὺς δακτύλους. ἢ καὶ τοὺς τῶν ὀνύχων, ἐπιμελουμένους καὶ ὁσημέραι ξέοντας αὐτοὺς τοῦ ἐκλάμ‐ πειν ἄγαν· ὃ πάσχουσιν οἱ τῷ καλλωπίζειν σχολάζοντες μόνον. Ἀριστο‐ φάνης Νεφέλαις.

### σ 1758

Σφριγῶν: νεάζων, αὔξων, σφύζων, βράζων, εὐσωματῶν, ἀκμά‐ ζων, ἀνθῶν. ὡς δ’ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου, κἂν ταῦ‐ ρον ἄγχοις. ἀντὶ τοῦ εὐσωματεῖς. νεάζοντός τε καὶ τῇ ἀκμῇ τῆς ἡλικίας σφριγῶντος τὸ σῶμα. καὶ αὖθις· οὕτω μὲν ἐσφρίγα ὁ πό‐ λεμος. Ἀριστοφάνης Νεφέλαις, περὶ τοῦ υἱοῦ αὐτοῦ. εὐσωματεῖ γὰρ καὶ σφριγᾷ. τουτέστιν ἰσχυρότερός μου ἐστί. καὶ Σφριγῶν‐ τες, ἀκμάζοντες.

### σ 1759

Σφρυγμός: φλεγμονή, παλμός, ζέσις φλεβὸς ἢ ἀρτηρίας.

### σ 1760

Σφύζει: ἐπείγει· ἢ αἱ φλέβες ἅλλονται. ἐπὶ ταῦτα δὲ αὐτοῖς σφύζουσι καὶ ἀνεστηκόσι συνάπτουσι μάχην. καὶ Πισίδης· σφύζεις, Ἀχιλλεῦ, καὶ μεθύσκῃ τὰς φρένας.

### σ 1761

Σφυρά: τὰ περὶ τοὺς ἀστραγάλους. Σφῦρα δὲ τὸ τεκτο‐ νικὸν ἐργαλεῖον. δουριτυπῆ τε σφῦραν.

### σ 1762

Σφυράδες: τῶν αἰγῶν καὶ προβάτων τὰ ἀποπατήματα. Ἀρι‐ στοφάνης· ὄρτυγας οἰκογενεῖς, γυλιαύχενας ὀρχηστάς, ναννοφυεῖς, σφυράδων ὑποκνίσματα, μηχανοδίφας. Καρκίνος ποιητὴς ἦν. οἰκογενεῖς δὲ ἀντὶ τοῦ ἐσκιατραφημένους· ὡς ἂν εἴποις ὄρνιθας οἰκογενεῖς. ὄρ‐ τυγας δὲ διὰ τὸ ἐριστικόν· τοιοῦτοι γὰρ οἱ ὄρτυγες. γυλιαύχενας δέ, τουτέστι μακροτραχήλους· γύλιος γὰρ στρατιωτικόν ἐστι πλέγμα, ἐπί‐ μηκες, εἰς ὀξὺ λῆγον. κολοβὸν οὖν εἰκὸς εἶναι τὸ ὅλον σῶμα καὶ μόνον τὸν τράχηλον μακρόν. ἢ αὐχένας οὐκ ἔχοντας, καθάπερ ὁ γύλιος. ἢ σμικροὺς δὲ καὶ γογγυλώδεις σκώπτει. ἐχόρευον δὲ οὗτοι τῷ πατρί. ναννοφυεῖς δέ, ὅτι νάννοι λέγονται οἱ κολοβοὶ τῶν ἀν‐ θρώπων· οἱ δὲ κολοβοὶ τῶν ἵππων ἰννοί. ὀρχηστὰς δέ, ἐπεὶ εἰσέφε‐ ρεν αὐτοὺς ὁ πατὴρ ἐν τοῖς δράμασιν ὀρχουμένους. σφυράδων δὲ ἀποκνίσματα ἀντὶ τοῦ ταπεινούς· σφυράδες γὰρ τὰ τῶν αἰγῶν καὶ τῶν προβάτων ἀποπατήματα. ἡ δὲ σφυρὰς κυάμου ἔχει τὸ μέγεθος. ταύταις οὖν ἀπεικάζει αὐτούς· μᾶλλον δὲ οὐ ταύταις, ἀλλὰ τοῖς ἀπο‐ κνίσμασιν αὐτῶν καὶ ἀποτυχήμασιν. εὐτελίζει οὖν αὐτοὺς διὰ τὸ βραχύ· ἡ γὰρ τοῦ μικροῦ μερὶς μικρὰ ἢ οὐδὲν ἂν εἴη. μηχανοδίφας δὲ ἀπὸ μέρους. Ξενοκλῆς γὰρ ὁ Καρκῖνος δοκεῖ μηχανὰς καὶ τερα‐ τείας εἰσάγειν ἐν τοῖς δράμασι. Πλάτων Δωδεκαμήχανον αὐτόν φησιν· ἐμιμεῖτο γὰρ θεοὺς ἀνερχομένους ἢ κατερχομένους.

### σ 1763

Σφυρήλατος· σφύραις ἐληλαμένος.

### σ 1764

Σφυρόμαχος· οὗτος ψήφισμα εἰσηγήσατο, ὥστε τὰς γυναῖκας καὶ τοὺς ἄνδρας χωρὶς καθέζεσθαι.

### σ 1765

Σχαδόνας: τὰ τῶν κηφήνων κηρία· καὶ ζῷον ἄπτερον, ἄπουν.

### σ 1766

Σχαλίσαι: θηλάσαι. καὶ ἀνίσχαλον, τὴν ἄτοκον καὶ ἀθήλαστον.

### σ 1767

Σχάσαντα: τεμόντα. ἔλεγον σχάσαντα ἐκ τῶν βραχιόνων τὰς φλέβας, λειποψυχήσαντα ἀποθανεῖν. οὕτως Ἀρριανός.

### σ 1768

Σχάσον: κατάπαυσον, μετάβαλε. Ἀριστοφάνης Νεφέλαις· σχασάμενος τὴν ἱππικήν. ἀντὶ τοῦ παυσάμενος τῆς ἱππικῆς. ἢ ἀποχω‐ ρήσας καὶ ἀποστὰς τοῦ παρόντος ἐπιτηδεύματος· ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων· σχάσαι γὰρ δὴ καὶ ὥσπερ διαστεῖλαι καὶ διασχίσαι τὸ ὕδωρ τὴν κώπην ἐρέσσουσαν. καὶ Πίνδαρος· κώπαν ἤδη ἔσται μοι σχάσαις. καί, σχάσας τὴν φροντίδα. τουτέστι παύσας, στήσας, ἀτρεμή‐ σας. καὶ αὖθις· κώπην σχάσας. ἀντὶ τοῦ τὴν εἰρεσίαν καταπαύσας. ἔνιοι δὲ σχάσας, ἀντὶ τοῦ ἁπλώσας.

### σ 1769

Σχεδάριον: δέλτος, πινακίδιον, τιτλάριον.

### σ 1770

Σχέδην: ἀντὶ τοῦ σύνεγγυς. ἐκ τοξευμάτων ἐβλάπτοντο καὶ ὅτε σχέδην συμφέροιντο. σχέδην καὶ ἐγγὺς μαχομένῳ μεθεῖναι μὲν αὑτὸν οὐκ ἠξίωσεν, ὡς μὴ τὸ κτῆμα ἢ φόρημα τοῦ πολεμίου γένοιτο.

### σ 1771

Σχεδία: ἡ ἐκ τῶν παρατυχόντων ἢ εἰκαίως πεποιημένη ναῦς· καὶ γέφυρα, καὶ ζεῦγμα.

### σ 1772

Σχεδιάζει: ἐκ τοῦ παρατυχόντος λέγει.

### σ 1773

Σχεδιάζειν: ἐγγίζειν, πλησιάζειν, τὸ εἰκῇ ἀποφαίνεσθαι. ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐσχεδιάσθαι καὶ διημαρτῆσθαι.

### σ 1774

Σχεδιασθείς: παραχρῆμα ῥηθείς.

### σ 1775

Σχέδιον: ἐκ τοῦ ἑτοίμου. καὶ Ἀριστοφάνης· ταῦτα δὲ σχεδίοις ἔοικε. τουτέστιν ἐκ τοῦ παρατυχόντος εἴρηται.

### σ 1776

Σχέδιοι: εὐτελεῖς.

### σ 1777

Σχεδίως ἐκτράφηθι.

### σ 1778

Σχεδόν: πλησίον, πέλας, ἢ ἐκ χειρός.

### σ 1779

Σχελίδες: βοὸς πλευρά. ἢ ἁπλῶς τὰ πλευριμαῖα τῶν κρεῶν. Ἀριστοφάνης· ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.

### σ 1780

Σχέσις: ὁρμή, συνάφεια. Σχέσις ἐπὶ τῶν πρὸς τὶ λέγεται, οἷον πατρὸς πρὸς υἱόν, φίλου πρὸς φίλον· ταῦτα γὰρ καὶ ἔχει καὶ ἔχεται ὑπ’ ἀλλήλων· διὸ καὶ σχέσεις προσείρηνται. πρός τι δέ εἰσι καὶ τὰ κατὰ σύγκρισιν λεγόμενα, οἷον μικρόν, μεῖζον, διπλάσιον, καὶ ἐπιστήμη, καὶ αἴσθησις. καὶ ὁ Θεολόγος· ὡς μόνας τὰς σχέσεις λεί‐ πεσθαι ὀρφανὰς τῶν πραγμάτων. ἀφίεμεν γὰρ τὴν μητέρα, καὶ ἀφιέμεθα ὑπ’ αὐτῆς· ὥστε μερίζεσθαι εἰς υἱοὺς καὶ πατέρας. τὸ δὲ θεῖον ἀμέριστον.

### σ 1781

Σχετικῶς: οἰκειωτικῶς.

### σ 1782

Σχετλιάζει: δυσχεραίνει, ἢ βλασφημεῖ.

### σ 1783

Σχέτλιος: ὀδυνηρός, χαλεπός, ἀγνώμων, ἀτυχής, δεινοπαθής, ἄδικος, ἄπορος, θλιβόμενος, τλήμων, ἐπαχθής.

### σ 1784

Σχῆμα: ἡ τοιάδε τῶν προτάσεων κοινωνία· οἷά εἰσι τὰ παρ’ Ἀριστοτέλει τρία καλούμενα σχήματα· μέρος γὰρ ἡ πρότασις τῆς συμ‐ πλοκῆς. αὕτη δὲ οἷον ὕλη παρὰ τοῦ σχήματος εἰδοποιεῖται, καὶ καθάπερ τινὰ μορφὴν ἀπολαμβάνουσα, τὴν πρὸς τὸ μέσον ποιὰν συν‐ άρτησιν.

### σ 1785

Σχηματιζόμενος: προσποιούμενος, ἢ συνταττόμενος. λέ‐ γεται καὶ Παρασχηματίζειν, τὸ διεστραμμένα λέγειν.

### σ 1786

Σχήσεσθαι: ἐπισχεθήσεσθαι.

### σ 1787

Σχήσειν: ἀνθέξειν.

### σ 1788

Σχήσουσι: σχῶσι, κρατήσουσιν, ὑφέξουσι.

### σ 1789

Σχίδακας: σχίζας.

### σ 1790

Σχίζας: κυρίως ἔλεγον οἱ παλαιοὶ τὰ ἐπὶ ταῖς θυσίαις τιθέ‐ μενα ξύλα· ὡς καὶ Ὅμηρος· καῖε δ’ ἐπὶ σχίζαις ὁ γέρων.

### σ 1791

Σχίζω· αἰτιατικῇ.

### σ 1792

Σχίζουσα: ἡ ὁδός, ἢ τρίοδος.

### σ 1793

Σχῖνον διατρώγειν: ἐπὶ τῶν καλλωπιζομένων καὶ λευκαι‐ νόντων τοὺς ὀδόντας. ὅθεν καὶ σχινοτρὼξ λέγεται ὁ τοιοῦτος. ἐπὶ τῶν καλλωπιζομένων. διὰ γὰρ τὸ λευκαίνειν τοὺς ὀδόντας ἤσθιον σχῖνον. καὶ Σχινέλαιον.

### σ 1794

Σχίσις: ἡ Τρίκκη. ὄνομα κύριον.

### σ 1795

Σχολάζειν καὶ σχολὴν ἄγειν, οὐκ εὐκαιρεῖν λέγουσιν Ἀττικοί.

### σ 1796

Σχολάζω· δοτικῇ.

### σ 1797

Σχολάριοι ͵γφʹ ἐπὶ φυλακῇ τοῦ Παλατίου ἦσαν τεταγμένοι, ἀριστίνδην ἀπολεχθέντες ἐξ Ἀρμενίων, οἷς συντάξεις ἀνέκαθεν πλείους ἢ τοῖς ἄλλοις ἅπασι τὸ δημόσιον ἐχορήγει.

### σ 1798

Σχολαρχήσας: σχολῆς ἄρξας, τουτέστι διατριβῆς. περὶ Ἐπι‐ κούρου φησί.

### σ 1799

Σχολαῖον: ἀργόν, διατριβὴν ποιούμενον. καὶ σχολαίτερον ἢ σχολαιότερον, τὸ ἠρεμαιότερον. ὁμοίως καὶ σχολαιότης. καὶ Σχο‐ λαῖος, ὁ ἀργός· καὶ Σχολαιότης. καὶ ὁ Μακεδονικὸς ἄρχων οὐ διὰ σχολαιότητος ἀφικνεῖται. ἀντὶ τοῦ οὐκ ἀργίας.

### σ 1800

Σχολαίτερον: ἀργότερον. μαστιγοφόροι τε παριόντες ἐπε‐ τάχυνον τῆς ὁδοῦ τοὺς σχολαίτερον προσιόντας. ὁ δὲ ἀπεφθέγγετο παροιμιῶδές τι καὶ βαρβαρικόν τε καὶ ἀφελές, ἐνεργὸν δὲ ὅμως καὶ χρήσιμον· ὡς δεῖ πρότερον ἀποσοβεῖν τὰς μελίττας, καὶ ἔπειτα τὸ μέλι σχολαίτερον αἱρεῖσθαι. Σχολαιότης λέγεται ἡ μέλλησις, καὶ ἡ ἐπιμονή. Θουκυδίδης· ἡ δὲ ἐν τῷ Ἰσθμῷ γενομένη ἐπιμονὴ καὶ κατὰ τὴν ἄλλην πορείαν ἡ σχολαιότης διέβαλεν αὐτόν.

### σ 1801

Σχολεῖον: τὸ διδασκαλεῖον. σχόλιον δέ.

### σ 1802

Σχολή: οὐχὶ ὁ τόπος ἐν ᾧ σχολάζουσι καὶ διατρίβουσι περὶ παιδείαν, οὐδὲ αὐτὴ ἡ ἐν λόγοις εὐμουσία καὶ διατριβή, ἀλλὰ ἣν οἱ πολλοὶ ἀκύρως καλοῦσιν εὐκαιρίαν· τὸ δὲ εὐκαιρεῖν βάρβαρον· ἀλλ’ ἀντὶ μὲν τοῦ εὐκαιρεῖν σχολὴν ἄγειν λέγουσιν. ἡ δὲ εὐκαιρία βάρβα‐ ρον μὲν οὐκ ἔστιν ὄνομα, τάττεται δὲ οὐκ ἐπὶ σχολῆς, ἀλλ’ ἐπὶ καιροῦ τινὸς εὐφυΐας καὶ ἀρετῆς. καὶ ἀντὶ τοῦ οὐδαμῶς. Σχολὴ οὖν τὸ μηδὲν δρᾶν, ἢ τὸ περί τι σχολάζειν. καὶ ἀντὶ τοῦ σχολάζειν λέγουσιν εὐκαιρεῖν. καὶ Αἰλιανός· ἐγὼ δὲ ταῦτα περιῆλθον, οὔτι που σχο‐ λὴν ἄγων τὰ τῶν προστυχόντων κακὰ τοῖς ἐμαυτοῦ λόγοις τιμᾶν, ἀλλ’ ὑπὲρ τοῦ μὴ πράττειν ἄλλους παραπλήσια. Ἡ Σχολὴ οὖν ἡ παρὰ πολλοῖς ἄκαιρος εὐκαιρία.

### σ 1803

Σχολῇ γ’ ἄν: ἀντὶ τοῦ οὐδ’ ὅλως, βραδέως, οὐδαμῶς. Σοφο‐ κλῆς· ἐπεὶ σχολῇ ς’ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.

### σ 1804

Σχόλια· σεμνολογήματα· ἢ ὑπομνήματα, καὶ ἑρμηνεῖαι.

### σ 1805

Σχόμενος: κατασχών, ἢ κατασχεθείς.

### σ 1806

Σχόντες· δοτικῇ. ὀκείλαντες, προσορμισθέντες. Θουκυδίδης· καὶ σχόντες ἐς τὰ καταντικρὺ Κυθήρων τῆς Λακωνικῆς, τῆς τε γῆς ἔστιν ἃ ἐδῄωσαν, καὶ ἐτείχισαν ἰσθμῶδές τι χωρίον.

### σ 1807

Σχών: κατασχών.

### σ 1808

Σχοίητε: νομίσοιτε, ἢ ὑπολάβοιτε.

### σ 1809

Σχοινία: αἱ ἐπιβουλαὶ παρὰ τῷ Δαβίδ.

### σ 1810

Σχοινίον μεμιλτωμένον: εἰ βραδύνοιεν ἐπὶ τὴν ἐκκλησίαν, οἱ τοξόται σχοινίον μιλτοῦντες συνήλαυνον καὶ τὰ πρατήρια διέκλειον. καὶ παροιμία· τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. ὑπὲρ τοῦ ἐξ ἀνάγκης αὐτοὺς εἰς τὰς ἐκκλησίας ἰέναι τοῦτο ἐμηχανῶντο καὶ πολλὰ ἄλλα. ἀνεπετάννυσαν γὰρ τὰ γέρρα καὶ ἀπέκλειον τὰς ὁδοὺς τὰς μὴ φερούσας εἰς τὴν ἐκκλησίαν, καὶ τὰ ὤνια ἀνῄρουν ἐν ταῖς ἀγοραῖς, ὅπως μὴ περὶ ταῦτα διατρίβοιεν· ἔτι μὴν καὶ μεμιλτωμένῳ σχοινίῳ περιβάλλοντες αὐτοὺς συνήλαυνον εἰς τὴν ἐκκλησίαν. τοῦτο δὲ ἐποίουν ὑπὲρ τοῦ μὴ βραδύνειν· ὅσοι γὰρ ἐχρίοντο ζημίαν ἐξέτινον. ἄλλως· ἐπεὶ ὀκνηρῶς εἶχον οἱ Ἀθηναῖοι πρὸς τὰς συνόδους, εἰώθεισαν ὑπη‐ ρέται δύο μεμιλτωμένον σχοινίον ἐκτείνοντες, διὰ τῆς ἀγορᾶς διώκειν τὸν ὄχλον εἰς τὴν ἐκκλησίαν, ὥς φησι Πλάτων ὁ κωμικός. ὅσοι δὲ ἐχρίοντο ἐξέτινον ζημίαν.

### σ 1811

Σχοίνισμα: μέτρου μέρος, κληρουχία. ἡ τῆς γῆς δεσποτεία· ἴδιον γὰρ τῶν κεκτημένων μέτρῳ τὴν γῆν ὑποβάλλειν.

### σ 1812

Σχοῖνος: μέτρον γεωργικόν· ὥς φησιν Ἡρόδοτος ἐν τῇ βʹ τῶν ἱστοριῶν.

### σ 1813

Σχοῖνος: εἶδος φυτοῦ, κατὰ τὸ ἄκρον ὀξέος, ἐοικότος βελόνῃ. λέγεται δὲ ἀρσενικῶς. Ἀριστοφάνης Ἀχαρνεῦσι· πρὶν ἂν σχοῖνος αὐ‐ τοῖσιν ἀντεμπαγῶ. τουτέστιν πρὶν αὐτοὺς τρώσω ὡς σχοῖνος ὀξὺς καὶ ὀδυνηρός.

### σ 1814

Σχοίνου συμβολεῖς: οἱ ψιαθοπλόκοι. καὶ σχοῖνος, ἡ ψίαθος.

### σ 1815

Σχοινοτενές: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ μακρόν, ὀρθόν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: wus-ar`.
