---
title: "Lexicon, Letter Ι"
title_greek: "Σοῦδα, Στοιχεῖον Ι"
author: Suda
eul_wid: wus-ai
eul_aid: wus
canonical: "https://eulogikon.org/works/suda-iota-wus-ai"
period: Byzantine
domain: Grammar
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Letter Ι

*Σοῦδα, Στοιχεῖον Ι*

**Author:** Suda

**eul_wid:** `wus-ai` · [HTML page](https://eulogikon.org/works/suda-iota-wus-ai)

## Text

### ι 1

Ἴα: μία, ἢ φωνή, ἢ βία.

### ι 2

Ἰαβώκ: ὄνομα κύριον.

### ι 3

Ἰαβίν· ὡς τό, Ἰαβὶν ἐν τῷ χειμάρρῳ Κισσῶν.

### ι 4

Ἰάδμων, Ἰάδμονος. ἦν δὲ Σάμιος· οὗτινος καὶ ἡ Ῥοδῶπις δούλη ἦν, ἣν ἑταίραν γενομένην, Θρᾷσσαν τὸ γένος, Χάραξος ὁ ἀδελφὸς Σαπφοῦς ἔλαβε γυναῖκα καὶ ἐξ αὐτῆς γεννᾷ. καὶ ζήτει ἐν τῷ Αἴσωπος Σάμιος.

### ι 5

Ἰαζάρτης: ὁ Τάναϊς ποταμός.

### ι 6

Ἰαζύγων: ὄνομα ἔθνους.

### ι 7

Ἰάθωνος: ὄνομα κύριον.

### ι 8

Ἰακώβ: ὄνομα κύριον.

### ι 9

Ἰάειρος: ὄνομα κύριον.

### ι 10

Ἰακχάζουσι: λέγουσι, φυλάττουσιν. Ἡρόδοτος.

### ι 11

Ἴακχος: ὁ Διόνυσος· ἢ ὕμνος εἰς τὸν Διόνυσον.

### ι 12

Ἰάκωβος, Ἡσυχίου υἱὸς ἰατροῦ, ὁ ἐπικληθεὶς Ψύχριστος, ἐκ τοῦ ἐξάρχου Δαμασκηνοῦ. εἰς Ῥόδον δὲ γενομένου τοῦ πατρός, εἶτα εἰς Δρέπανον τὸ ἐν Ἄργει, ἐλθόντος κἀκεῖ γήμαντος τὴν ἐξ αὐτοῦ τεκοῦσαν τὸν Ἰάκωβον, καταλιπόντος δὲ τήν τε γαμετὴν καὶ τὸν παῖδα καὶ ἐκδημήσαντος ἐπὶ ἔτη ιθʹ εἴς τε Ἀλεξάνδρειαν καὶ Ἰταλίαν καὶ οὐδὲ περιεῖναι δοκοῦντος· ὅθεν γαμεῖται μὲν ἡ Ἰακώβου μήτηρ δευτέρῳ ἀνδρί. καὶ παίδων αὐτῇ γενομένων δύο καὶ θηλείας, τελευτᾷ τὸν βίον ὁ γαμήσας αὐτήν. ἐπάνεισι δὲ Ἡσύχιος ἐν Κωνσταντινου‐ πόλει· ὅπερ γνοὺς Ἰάκωβος ἦλθε πρὸς αὐτόν· καὶ τότε παιδείας ἤρξατο καὶ ἰάτρευσεν ἐν Κωνσταντινουπόλει ἐπὶ Λέοντος βασιλέως.

### ι 13

Ἰάκωβος, ἰατρός. ἀπὸ Δαμασκοῦ εἷλκε τὸ γένος καὶ ἐς τὸ ἀκριβέστατον ἀναβὰς τῆς ἐπιστήμης τέλειος ἦν, οὐ διαγινώσκων μόνον τὰς νόσους, ἀλλὰ καὶ ἰώμενος, ὁμοῦ μὲν κατὰ τὸν λόγον, ὁμοῦ δὲ κατὰ τὴν πεῖραν, ἐπιμελῶς τε καὶ ἱκανῶς· ὥστε τὰ πρωτεῖα τῆς ἰατρικῆς εὐκλείας ἀπενέγκασθαι τῶν καθ’ ἑαυτὸν ἰατρῶν, παραβάλ‐ λεσθαι δὲ ἤδη πρὸς τοὺς ἀρχαίους, ὑπερβάλλειν δὲ αὐτῶν τούς γε πλείους· οἷα δὲ ἔχοντα δύναμιν ἰσόθεον ἀγαπᾶσθαι καὶ προσκυνεῖσθαι ὑπὸ τῶν δεομένων· οὕτω δὲ θαρρεῖν ἐφ’ ἑαυτῷ καὶ ἐπὶ τῇ κρίσει τῶν οἰκείων μεθόδων, ὥστε εἰ ἀπελθὼν πρὸς τὸν ἄρρωστον καὶ τοῖς σημείοις τὸ νόσημα διαγνοὺς ἀπεφήνατο βιώσιμον εἶναι τὸν ἄνθρωπον, εὐέλπιδας γίνεσθαι πάντας, ὡς ὑγείας ἐσομένης· εἰ δὲ μὴ ὡς τελευτῆς· καὶ μηδένα πώποτε τῶν ἐλπίδων διαψευσθῆναι. ἔλεγε δὲ ὁ αὐτός, χρῆναι τὸν ἄριστον ἰατρὸν ἤτοι ἀπογνῶναι τῆς νόσου ἢ ἁψάμενον εὐθὺς εἰς ῥᾷον μεταβαλεῖν τὸν νοσοῦντα καὶ ἔχοντα μετριώτερον ἀπολείπειν· ἄλλως δὲ μὴ ἀποστῆναι πρότερον. πάντας δὲ ὡς εἰπεῖν ἀπήλλαττε τῶν ἐνοχλούντων παθῶν παραυτίκα ἢ μικρὸν ὕστερον. διόπερ οἱ μὲν ἄλλοι σωτῆρα τὸν Ἰάκωβον ἀπεκάλουν, οἷά ποτε καὶ τὸν Ἀσκληπιόν· οἱ δὲ ἰατροὶ διέβαλλον ἀεὶ καὶ ἐλοιδόρουν, ὡς οἷόν τινα οὐκ ἰατρόν, ἀλλὰ θεοφιλῆ τινα καὶ ἱερόν· καὶ οὐκ ἐψεύδοντο. ἦν γὰρ ἐπιεικὴς ὁ ἀνὴρ καὶ θεῷ τῷ ὄντι κεχαρισμένος. εἰ δὲ δεῖ τὸ τοῦ φιλοσόφου εἰπεῖν, Ἀσκληπιαδικὴν ᾤετο τὴν τοῦ Ἰακώβου ψυχὴν καὶ κατὰ φύσιν Παιώνειον· προσεῖναι δὲ καὶ τὴν ἐρωτικὴν τοῦ ἐπιτη‐ δεύματος ἐπιμέλειαν, ἣ μάλιστα φιλεῖ τοὺς τεχνίτας ἑκάστους οἰκειοῦν καὶ προσάγειν τοῖς ἐφόροις τῆς τέχνης. οὕτω καὶ Φειδίαν ἐνθουσιῶντα δημιουργεῖν, οὕτω καὶ Ζεῦξιν εἰκάζειν τὰ ἀγάλματα.

### ι 14

Ἰάκωβος· οὗτος πιὼν φάρμακον ἐπὶ Οὐάλεντος ἐτελεύτησεν. ἦν δὲ ὁ συμβουλεύσας αὐτῷ πιεῖν τὸ φάρμακον Λιβάνιος σοφιστής, διὰ τὸ ἐπιζητῆσαι, τίς ὁ διαδεξόμενος τὴν βασιλείαν Οὐάλεντος.

### ι 15

Ἴακχος: ὕμνος εἰς Διόνυσον. ᾄδουσι τὸν Ἴακχον, ὥσπερ Διαγό‐ ρας. τοῦτόν φασιν Ἄθεον κεκλῆσθαι. γέγονε δὲ καὶ ἕτερος, κωμῳ‐ δούμενος ἐπὶ μεγέθει. Ἕρμιππος ἐν Μοίραις· μείζων γὰρ ἦν. νῦν δ’ ἔστι καὶ δοκεῖ δή μοι, ἐάν τις ἐπιδιδῷ τῆς ἡμέρας, μείζων ἔσται Διαγόρου τοῦ Τερθρέως.

### ι 16

Ἴακχος: Διόνυσος ἐπὶ τῷ μαστῷ. καὶ ἥρως τις· καὶ ἡ ἐπ’ αὐτῷ ᾠδή· καὶ ἡ ἡμέρα, καθ’ ἣν εἰς αὐτὸν ἡ πανήγυρις. ἔνιοι δὲ καὶ θόρυβος. ὅ τε μυστικὸς Ἴακχος ἠκούσθη κατὰ τὴν ναυμαχίαν Περσῶν καὶ Ἑλλήνων. Ἴακχος οὖν παρὰ τὸ ἰάκχω. καὶ μέντοι καὶ ὁ Ἴακχος ἠκούσθη ἐκ τοῦ Ἀρείου πεδίου, ὑμνούμενός τε καὶ ᾀδό‐ μενος.

### ι 17

Ἰάλεμος: ὁ ἐπὶ τοῖς ἀπολωλόσιν ἀνίαν φέρων. καὶ παροιμία, Ἰαλέμου ψυχρότερος. Ἰάλεμον τὸν θρῆνόν φασι. λέγουσι δὲ αὐτὸν υἱὸν Καλλιόπης, κακοδαίμονα καὶ ὑστερούμενον καὶ ὀρφανόν.

### ι 18

Ἰαλεμώδη: τὰ ψυχρὰ καὶ οὐδενὸς ἄξια.

### ι 19

Ἰαληψός: χώρα.

### ι 20

Ἴαλλος: ὁ σκωπτόλης. καὶ Ἴαλλοι, τὰ σκώμματα.

### ι 21

Ἰάλλω: ἐκτείνω.

### ι 22

Ἴαμα.

### ι 23

Ἰαμβεῖος λόγος· καὶ τὸ οὐδέτερον Ἰαμβεῖον· Ἰάμβιον δέ, καὶ Ἰάμβιος, ὄνομα κύριον.

### ι 24

Ἰάμβη: ὄνομα κύριον.

### ι 25

Ἰαμβίζω. Ἰαμβίζω, τὸ ὑβρίζω. ὡς γὰρ ὁ ἴαμβος ἐκ βραχείας καὶ μακρᾶς, οὕτω καὶ ἡ ὕβρις ἐξ ὀλίγου ἀρχομένη πρόεισιν ἐπὶ μεῖζον. καὶ Ὅμηρος· ἥ τ’ ὀλίγη μὲν τὰ πρῶτα.

### ι 26

Ἰάμβλιχος· οὗτος, ὥς φασιν, ἀπὸ δούλων ἦν. ἔγραψε δὲ τὰ καλούμενα Βαβυλωνιακά· ἔστι δὲ Ῥοδάνου καὶ Σινωνίδος ἔρως ἐν βιβλίοις λθʹ. οὗτος λέγει περὶ Ζωβαρᾶ τοῦ εὐνούχου, τοῦ ἐραστοῦ τῆς Μεσοποταμίας τῆς εὐειδεστάτης.

### ι 27

Ἰάμβλιχος ἕτερος, Χαλκίδος τῆς Συρίας, φιλόσοφος, μαθητὴς Πορφυρίου τοῦ φιλοσόφου, τοῦ Πλωτίνου, γεγονὼς κατὰ τοὺς χρόνους Κωνσταντίνου τοῦ βασιλέως. ἔγραψε βιβλία φιλόσοφα διάφορα.

### ι 28

Ἰαμβρῆς: ὄνομα κύριον· καὶ κλίνεται Ἰαμβροῦ.

### ι 29

Ἰαμβύκαι: ὄργανα μουσικὰ τρίγωνα, ἐν οἷς τοὺς ἰάμβους ᾖδον. οἱ δὲ σαμβύκαι.

### ι 30

Ἰαμενής: ὄνομα κύριον. καὶ Ἰαμενός, ὄνομα κύριον.

### ι 31

Ἰάμνια: πόλις.

### ι 32

Ἴαμαι: τὰ ὕδατα ταῦτα. Ἰῶμαι δέ.

### ι 33

Ἰάνειρα: ὄνομα κύριον.

### ι 34

Ἰαννῆς, Ἰαννοῦ: ὄνομα Ἑβραϊκόν.

### ι 35

Ἰάνθη: ἥσθη, ἐχάρη, διεχύθη.

### ι 36

Ἰανοκρήδεμνος: ὁ στέμμα ἐξ ἴων φορῶν.

### ι 37

Ἰανόκροκον: τὸ λεπτόν.

### ι 38

Ἴανος· τὰς πύλας τοῦ Ἰάνου διαπετάσας ὁ βασιλεύς, αἵπερ ἐπὶ τῶν μεγίστων πολέμων διηνοίγοντο, ᾤχετο πρὸς τὴν ἕω.

### ι 39

Ἰαννουάριος: ἄγαλμα τετράμορφον διὰ τὰς δʹ τροπάς. οἱ δὲ πλάττουσιν αὐτὸν ἐν τῇ δεξιᾷ χειρὶ κλεῖδα κατέχοντα, ὡς ἀρχὴν τοῦ χρόνου καὶ ἄνοιξιν τοῦ ἐνιαυτοῦ καὶ θυρεόν. ἕτεροι δὲ τῇ δεξιᾷ τʹ, τῇ δὲ ἀριστερᾷ ξεʹ κατέχοντα, ὥσπερ τὸν ἐνιαυτόν. ὅθεν καὶ ὁ Λογ‐ γῖνος Αἰωνοάριον αὐτὸν ἑρμηνεῦσαι βιάζεται, ὡσανεὶ αἰῶνος πατέρα.

### ι 40

Ἰαολκός.

### ι 41

Ἰαπετός: ὄνομα κύριον. λῆρος, μωρός, ἀρχαῖος, εἷς τῶν Γιγάντων. μήδ’ Ἰαπετὸν καλέσαντα μνησικακῆσαι τὴν ἡλικίαν, ἐξ ἧς ἐνεοττοτροφήθης. οἷον ἐτράφης. τουτέστι λῆρον, μωρόν.

### ι 42

Ἰάπτων: βλάπτων, ὑβρίζων. Σοφοκλῆς· λόγοις ἰάπτων ἴδε τὴν ὁμευνέτιν Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ.

### ι 43

Ἰαπυγία: ὄνομα τόπου.

### ι 44

Ἰάπυξ: ἄνεμος ἐλαφρός. ἢ ὄνομα τόπου.

### ι 45

Ἰαρδάνης: ὄνομα ποταμοῦ.

### ι 46

Ἰάρχας: ὄνομα κύριον.

### ι 47

Ἱᾶσι: πέμπουσιν. Ἴασι δὲ πορεύονται.

### ι 48

Ἴασις καὶ ἄρηξις διαφέρει. τῶν γὰρ νοσημάτων, τὰ μὲν θερα‐ πεύεται προσκαίροις θεραπείαις, ὅπερ ἐστὶν ἄρηξις· τὰ δὲ θεραπεύεται παντελῶς, ὅπερ ἐστὶν ἴασις. φησὶν οὖν Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· πόθεν δ’ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων ἄρηξιν, οἷς ἴασις οὐκ ἔνεστιν ἰδεῖν; τουτέστι κατ’ οὐδένα τρόπον προκόπτει τὰ ἡμέτερα ἐπὶ τὸ βέλτιον.

### ι 49

Ἰάσονος: ὄνομα κύριον.

### ι 50

Ἴασος: ὄνομα τόπου. καὶ Ἰασίτης, ἀπὸ τόπου.

### ι 51

Ἰασώ: ὄνομα γαμετῆς, θυγατρὸς Φιλάρου.

### ι 52

Ἰάσων, Μενεκράτους, Νυσαεὺς ἐκ πατρός, ἀπὸ δὲ μητρὸς Ῥόδιος· φιλόσοφος, μαθητὴς καὶ θυγατριδοῦς καὶ διάδοχος τῆς ἐν Ῥόδῳ δια‐ τριβῆς Ποσειδωνίου τοῦ φιλοσόφου. ἔγραψε Βίους ἐνδόξων καὶ Φιλο‐ σόφων διαδοχὰς καὶ Βίον Ἑλλάδος ἐν βιβλίοις δʹ κατά τινας. οὗτος ἔγραψε καὶ περὶ Ῥόδου.

### ι 53

Ἰάσων, Ἀργεῖος, ἱστορικός, νεώτερος Πλουτάρχου τοῦ Χαιρωνέως, γραμματικός. ἔγραψε περὶ τῆς Ἑλλάδος βιβλία δʹ· ἔχει δὲ ἀρχαιολο‐ γίαν Ἑλλάδος καὶ τὰ ἀπὸ τῶν Μηδικῶν τά τε κατ’ Ἀλέξανδρον ἕως τελευτῆς αὐτοῦ καὶ τὰ μέχρι τῆς Ἀθηναίων ἁλώσεως, τῆς γενομένης ὑπὸ Ἀντιπάτρου τοῦ πατρὸς Κασάνδρου.

### ι 54

Ἴασπις: λίθος πολυτελής.

### ι 55

Ἰαστί: Ἑλληνιστί.

### ι 56

Ἰατταταττατατταταττατατταί: σχετλιαστικά. τοῦτο ἀλγή‐ σας φησίν.

### ι 57

Ἰατρεία μίξεως· ζήτει ἐν τῷ Ἁρμάτος.

### ι 58

Ἰατρὸς Δημοκήδης· ζήτει ἐν τῷ Δημοκήδης.

### ι 59

Ἰατατταιὰξ τῶν κακῶν, ἰατταταιάξ· φησὶν Ἀριστοφάνης.

### ι 60

Ἰατταταιάξ: θρηνητικὸν ἐπίρρημα.

### ι 61

Ἰᾶται.

### ι 62

Ἰατήρ, ἰατρός.

### ι 63

Ἰατρός: βραχὺ παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· τί δῆτ’ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει; παρὰ δὲ Ὁμήρῳ· ἰητρὸς γὰρ ἀνήρ. Ἰατρὸς δ’ ἐπιστήμων, οὐχ ὁ ἰώμενος μόνον, ἀλλ’ ὁ καὶ τὴν αἰτίαν καθ’ ἣν ἰᾶται γνωρίζων. Ἰατροτέχναι δέ. ὅτι καὶ ἰατροὶ περὶ ἀέρων, ὀρέων καὶ ὑδάτων ἔγραψαν. συντάγματα δέ εἰσιν Ἱπποκράτους οὕτως ἐπιγραφόμενα, περὶ ἀέρων, τόπων καὶ ὑδάτων. ὅτι εἰώθασιν οἱ ἰατροὶ ὑπ’ ἀλαζονείας πατρίδας ὀνομάζειν τῶν βοτανῶν, οἷον Κυρηναϊκὸν ὀπόν, τιθύ‐ μαλλος Λακωνικός. καὶ οἱ νῦν Ῥέον Ποντικὸν καὶ Ῥέον βάρβαρον. ζήτει περὶ ἰατρείας ἐν τῷ ὑγίεια.

### ι 64

Ἰατρίνη: θηλυκόν. ζήτει περὶ ἰατρείας ὑείων κρεῶν ἐν τῷ Δομνῖνος.

### ι 65

Ἰαῦ: καὶ τοῦτο σχετλιαστικὸν ἐπίρρημα.

### ι 66

Ἰαύειν: κοιμᾶσθαι, καὶ ἐνδιατρίβειν.

### ι 67

Ἰατρική· ζήτει ἐν τῷ ἄρχων Χρότιος.

### ι 68

Ἰαυθμοί: αἱ κοιμῆθραι, παρὰ τὸ ἰαύειν. λέγεται καὶ ἐπιαύειν. οὐδ’ ἐπιαύει ἠϊόσι μογερῷ γήραϊ τειρόμενος.

### ι 69

Ἴαχεν: ἐβόησεν.

### ι 70

Ἰαχείμ: ὄνομα κύριον.

### ι 71

Ἰαχή: κραυγή. βοή, ἦχος, ἢ θρῆνος. ἀπὸ τοῦ ἰάχω. τοῦτο παρὰ τὸ ἴα, ὃ σημαίνει τὴν φωνήν.

### ι 72

Ἰαχήματα: ᾠδαὶ Διονυσιακαί· καὶ Κορυβαντείων ἰαχήματα χάλκεα ῥόπτρων.

### ι 73

Ἰαχήν· οὗτος ἐγένετο Αἰγύπτιος, ἀνὴρ θεοφιλὴς καὶ ἐς πολλὰ λυσιτελής. ἦν δὲ ἐπὶ Σενύου βασιλέως Αἰγυπτίων, περιάπτων καὶ ἐπαοιδῶν ἀντίπαλος καὶ ἐν ταῖς ὀδύναις καὶ νόσοις σοφιστὴς ἄκρος· ὃς λοιμῶν ἐπιδημίαν ἔσβεσε καὶ τὴν ἀμφὶ τὸν κύνα τὸν Σείριον πρωτίστην ἐπιτολὴν καὶ ὁρμὴν τὴν ἔμπυρον ἡμέρωσε τοῦ ἀστέρος. διὸ καὶ πολυτελῶς ἐτάφη. καὶ εἴ ποτε δημοσία νόσος ἐπεπόλασεν, ἐπὶ τὸν σηκὸν τοῦδε φοιτῶντες οἱ ἱερογραμματεῖς καὶ τὰς δεούσας ἱερουργίας ἐπιτελοῦντες ἐκ τοῦ βωμοῦ πῦρ ἐναύονται, ἐξάπτοντες πυρὰς κατὰ πόλεις καὶ τοῦ δυσώδους ἀέρος τὴν φθοροποιὸν ἐκείνην νόσον μαραίνοντες καὶ κρατύναντες, τοῦτο δὴ τὸ καινότατον, τὴν νό‐ σον ἔσβεσαν τῷ πυρί.

### ι 74

Ἰάψαι: ἐπιβαλεῖν. καὶ Ἰάψῃς, ἐπιβάλῃς ἢ συλλάβοις ἡμῖν. ὀρχήματος αὐγὴν τοῦδ’ ἂν ξυνὼν ἰάψῃς. Σοφοκλῆς.

### ι 75

Ἴβηρες: ὄνομα ἔθνους. καὶ Ἰβηρία χώρα. ἔστι δὲ καὶ ἄλλη Ἰβηρία ἡ Ἑσπερία, ἡ καὶ Ἱσπανία λεγομένη. ὅτι ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου ἐβαπτίσθησαν οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες καὶ Ἀρμένιοι.

### ι 76

Ἶβις: ὄρνεον ὀφιοφάγον. καὶ κλίνεται ἴβιδος, τὰς ἴβεις.

### ι 77

Ἰβυκανητῶν: ἀπὸ Ἰβύκου εὑρετοῦ. ἰβυκανητῶν καὶ σαλπιγκτῶν πλῆθος.

### ι 78

Ἰβύκειον ῥησείδιον· ἀλλὰ τὸ Ἰβύκου ἔπος αὐτὸν ἐπῄει· μή τι παρὰ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψειν. ἔστι δὲ πρὸς ἱερωσύνην συνᾷδον τὸ Ἰβύκειον τουτὶ ῥησείδιον.

### ι 79

Ἰβύκινον: μουσικὸν ὄργανον, ἀπὸ Ἰβύκου. ὅτι κατὰ τὴν συμπλοκὴν τῶν Κελτῶν πρὸς Ῥωμαίους ἀναρίθμητον ἦν τὸ τῶν ἰβυκανητῶν καὶ σαλπιγκτῶν πλῆθος. οἷς ἅμα τοῦ παντὸς στρατοπέδου παιανίζοντος κραυγὴ ἦν συμμιγὴς ὡς καὶ τοὺς παρακειμένους τόπους ἠχεῖν καὶ δοκεῖν προΐεσθαι φωνὴν ἐκπληκτικήν.

### ι 80

Ἴβυκος, Φυτίου, οἱ δὲ Πολυζήλου τοῦ Μεσσηνίου ἱστοριογράφου, οἱ δὲ Κέρδαντος· γένει Ῥηγῖνος. ἐνθένδε εἰς Σάμον ἦλθεν, ὅτε αὐτῆς ἦρχεν ὁ Πολυκράτης τοῦ τυράννου πατήρ. χρόνος δὲ οὗτος ὁ ἐπὶ Κροίσου, ὀλυμπιὰς νδʹ. γέγονε δὲ ἐρωτομανέστατος περὶ μειράκια καὶ πρῶτος εὗρε τὴν καλουμένην σαμβύκην· εἶδος δέ ἐστι κιθάρας τριγώ‐ νου. ἔστι δὲ αὐτοῦ τὰ βιβλία ζʹ τῇ Δωρίδι διαλέκτῳ. συλληφθεὶς δὲ ὑπὸ λῃστῶν ἐπὶ ἐρημίας ἔφη, κἂν τὰς γεράνους, ἃς ἔτυχεν ὑπερ‐ ίπτασθαι, ἐκδίκους γενέσθαι. καὶ αὐτὸς μὲν ἀνῃρέθη· μετὰ δὲ ταῦτα τῶν λῃστῶν εἷς ἐν τῇ πόλει θεασάμενος γεράνους ἔφη· ἴδε, αἱ Ἰβύκου ἔκδικοι. ἀκούσαντος δέ τινος καὶ ἐπεξελθόντος τῷ εἰρημένῳ, τό τε γεγονὸς ὡμολογήθη, καὶ δίκας ἔδωκαν οἱ λῃσταί· ὡς ἐκ τούτου καὶ παροιμίαν γενέσθαι, αἱ Ἰβύκου γέρανοι.

### ι 81

Ἴβυξ: εἶδος ὀρνέου.

### ι 82

Ἴγδη: ἡ τριβαία.

### ι 83

Ἴγδισμα: λόγισμα.

### ι 84

Ἰγνάτιος, διάκονος καὶ σκευοφύλαξ τῆς μεγάλης ἐκκλησίας Κων‐ σταντινουπόλεως καὶ γεγονὼς μητροπολίτης Νικαίας, γραμματικός. ἔγραψε βίους Ταρασίου καὶ Νικηφόρου τῶν ἁγίων καὶ μακαρίων πατριαρχῶν· ἐπιτυμβίους ἐλέγους· ἐπιστολάς· ἰάμβους εἰς Θωμᾶν τὸν Ἀντάρτην, ἅπερ ὀνομάζουσι τὰ κατὰ Θωμᾶν· καὶ ἄλλα.

### ι 85

Ἰγνύη: ὁ ὑπὸ τὸ γόνυ τόπος ὀπίσω τοῦ γόνατος. καὶ τὸ πληθυντικὸν Ἰγνύες.

### ι 86

Ἴγγωρ: ἐθνικόν.

### ι 87

Ἰδάλιμον: εὐειδές. καὶ Ἰδάλιμος, ὁ ἱδρώς, καὶ Ἰδάλι‐ μον, τὸ καυστικόν.

### ι 88

Ἴδ’ ἀφύη πῦρ: παροιμία ἐπὶ τάχους. ἅμ’ ἔπος, ἅμ’ ἔργον.

### ι 89

Ἴδας: ὄνομα κύριον. καὶ ὁ μέγας.

### ι 90

Ἰδαῖον: ἄντρον ἐν Κρήτῃ.

### ι 91

Ἰδαῖος, Ῥόδιος, υἱὸς Λισσοῦ, ἐποποιός· παρεμβαλὼν στίχον στίχῳ ἐδίπλασε τὴν ποίησιν Ὁμήρου. ἔγραψε καὶ ἄλλα· Ῥόδια εἰς ἔπη ͵γʹ.

### ι 92

Ἰδαῖος δάκτυλος· Ἰδαῖος δὲ ἀπὸ τῆς Ἴδης.

### ι 93

Ἰδαίους: ψυχρούς. ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω.

### ι 94

Ἴδε: βλέψον. Ἰδέ, σύνδεσμος.

### ι 95

Ἰδέα. τότε δὲ πολλαὶ ἰδέαι κακῶν συνέσχον τὴν πόλιν. τουτ‐ έστιν ὑποθέσεις.

### ι 96

Ἰδέας: τὰς θεωρίας, διὰ τοῦ ι. καὶ Ἰδέαι. τὴν ἰδέαν ὁ Πλάτων καὶ εἶδος ὀνομάζει καὶ γένος καὶ παράδειγμα καὶ ἀρχὴν καὶ αἴτιον. Ἰδέα δὲ λόγου, ὁ χαρακτήρ.

### ι 97

Ἰδέαι μουσικαί· ζήτει ἐν τῷ σιμός.

### ι 98

Ἰδέρως: ὁ ἅμα τῷ ἰδεῖν ἐρῶν.

### ι 99

Ἴδει: τῷ ἱδρῶτι. ἣ εὐθεῖα τὸ ἴδος· καὶ ἴδει, σημαίνει τῷ θέρει παρ’ Ἡσιόδῳ.

### ι 100

Ἰδεῖν: βλέψαι.

### ι 101

Ἴδη: πᾶν σύμφυτον ὄρος. καὶ Ἰδαῖον, ἄντρον ἐν Κρήτῃ.

### ι 102

Ἰδίᾳ: χωρίς.

### ι 103

Ἰδίαν: ἀντὶ τοῦ ἰδιωτικήν. Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. καὶ ἴδιον, τὸ ἰδιωτικόν.

### ι 104

Ἰδιαίτατον: καταμόνας. καὶ Ἰδιαίτατον μένος.

### ι 105

Ἰδιαίτατος: ὁ μοναχός.

### ι 106

Ἰδιαίτερον: ἰδικώτερον.

### ι 107

Ἰδίειν: ἱδροῦν. κοπιᾶν. καὶ Ἴδεος, καύματος, ἱδρῶτος.

### ι 108

Ἰδίω: τὸ ἱδρῶ. ἴδιον, ὡς ἐνόησα. Ὅμηρος.

### ι 109

Ἰδίῃς: ἱδρώσῃς. Ἀριστοφάνης· μή μοι σοβαρῶς χώρει, πρὶν ἂν ἰδίῃς (τουτέστιν ἱδρώσῃς) καὶ διαλύσῃς ἄρθρων ἶνας πτερύγων ῥύμῃ. ἐπὶ τοῦ κανθάρου.

### ι 110

Ἰδικῶς: καταμόνας.

### ι 111

Ἴδιον: ἰδιωτικόν. τὸ γὰρ συμβαῖνον ἴδιον ἦν καὶ παρηλλαγ‐ μένον. τουτέστι σπανίως συμβὰν γενέσθαι. καὶ αὖθις· οἱ δὲ ἐπολυπραγμόνησαν ἀκριβῶς τά τε ἄλλα καὶ τὰς περὶ τὸν Φάρον ἰδιότητας.

### ι 112

Ἴδιον· τοῦτο διττόν ἐστιν, εἴτε ὡς μέρους ἴδιον· ὡς λέγομεν ἴδιον τοῦ ποδὸς τὸ βαδίζειν· οὐ γὰρ ὡς μὴ δεόμενον τοῦ ὅλου λέ‐ γομεν ἴδιον εἶναι τὸ βαδίζειν· δεῖται γάρ· ἀλλ’ ὡς τοῦ μορίου τούτου παρὰ τὰ ἄλλα μόρια ἴδιον ὄν· ἢ τὸ μὴ δεόμενον τοῦ ὅλου πρὸς ὕπαρξιν, ὡς εἴ τις εἴποι, ὅτι ἡ γλισχρότης ἡ ἐν τῷ ὑδρελαίῳ ἰδία ἐστὶ τοῦ ἐλαίου, ἢ ἡ γλυκύτης ἡ ἐν τῷ μέλιτι ἰδία ἐστὶ τοῦ μέλιτος. λέγει οὖν ὁ τοιοῦτος τὸ ἴδιον οὐχ ἁπλῶς ὡς μέρος, ἀλλ’ ὡς μὴ δεόμενον τοῦ ὅλου πρὸς ὕπαρξιν· οὐ γὰρ δεῖται τοῦ οἰνομέλιτος, ἵνα συστῇ ἡ γλυκύτης, ἀλλ’ ἔστι τοῦ ὅλου χωριστή· ἔστι γὰρ ἐν μόνῳ τῷ μέλιτι. καὶ ἴδιον ἔχουσιν οἱ Κελτίβηρες κατὰ τὸν πόλεμον· θεωροῦντες γὰρ τοὺς παρ’ αὐτῶν πεζοὺς πιεζομένους, παρακαταβάντες ἀπολεί‐ πουσι τοὺς ἵππους ἑστῶτας ἐν τάξει. ἄκροις γὰρ τοῖς ἀγωγεῦσι τῶν ἵππων πασσαλίσκους μικροὺς ἀπηρτηκότες ἐπιμελῶς πήξαντες πειθαρχεῖν διδάσκουσι τοὺς ἵππους ἑστῶτας ἐν τάξει, μέχρι ἀνακάμψαντες ἀνασπάσωσι τοὺς παττάλους.

### ι 113

Ἰδιοξενία. δεδιὼς μὴ διὰ τὴν ἰδιοξενίαν, ἣν ἔχει πρὸς Ἀρχίδαμον.

### ι 114

Ἰδιόξενος: ὁ ἰδίᾳ καθ’ ἑαυτὸν ξένος ὤν· πρόξενος δὲ ὁ νέηλυς πόλεως ξένης, παρ’ ᾧ καὶ οἱ πρέσβεις κατάγονται· καὶ προσάγει τὰς πρεσβείας οὗτος πρὸς τὸ δημόσιον καὶ τὰ ἄλλα διοικεῖ καὶ διαπράττει ἐν τῇ πατρίδι τῇ ἑαυτοῦ, τὰ τῇ πόλει ἐκείνῃ διαφέροντα, ἧς προξενεῖ. δορύξενος δὲ ὁ ἐκ πολέμου ξένος γεγονώς τινι· ἀστόξενος δὲ ὁ ἐκ προγόνων μὲν ἀστῶν, αὐτὸς δὲ ξένος καὶ ἀνανεώσεως δεόμενος· οἷον Ἀγαμέμνων ἐν Λυδίᾳ. Ἀππιανός· ὁ δὲ στρατηγὸς αἰσθόμενος παρ’ ἰδιοξένων ἐξήγγειλεν Ὁστιλίῳ.

### ι 115

Ἰδιοπραγεῖ: τὰ ἴδια πράσσει, ἡσυχάζει.

### ι 116

Ἰδιότης: ἡ συγγένεια· καὶ κλίνεται ἰδιότητος. καὶ Ἰδιοτεία.

### ι 117

Ἰδίω: κοπιῶ, ἱδρῶ.

### ι 118

Ἰδίωμα· τὸ δὲ τῆς χώρας ἰδίωμα συνήργει αὐτῷ· σύνδενδρος γὰρ ἦν.

### ι 119

Ἰδίως: καταμόνας, χωρίς.

### ι 120

Ἰδιώσασθαι: ἰδιοποιήσασθαι.

### ι 121

Ἰδιῶται: ἀντὶ τοῦ πολῖται. οὕτως Θουκυδίδης. Ἀριστοφάνης δὲ ἐν Βατράχοις ἰδιώτας τοὺς ἰδίους λέγει· περὶ τοὺς ξένους καὶ τοὺς ἰδιώτας· κατὰ παραγωγὴν ἴδιος, ἰδιώτης. ἰδιώτης δὲ λέγεται, ὁ πρὸς γένος ἴδιος, καὶ ὁ ἀμαθής. καὶ ἐν Πλούτῳ ἴδιον τὸ ἰδιωτικόν φησιν.

### ι 122

Ἰδιώτης: ὁ ἀγράμματος. Δαμάσκιος περὶ Ἰσιδώρου φησί· πάντων τῶν καθ’ αὑτὸν ἰδιωτῶν ὁμοίως καὶ φιλοσόφων ἐχέμυθος ἐς τὰ μάλιστα καὶ κρυψίνους ἦν, ἀλλ’ εἴς γε συναύξησιν τῆς ἀρετῆς καὶ τῆς κακίας μείωσιν ὅλην ἐξεκέχυτο τὴν ψυχήν. καὶ Ἰδιωτεία.

### ι 123

Ἴδμεν: οἴδαμεν.

### ι 124

Ἴδμονα: ἔμπειρον. καὶ Ἐπιΐδμονα. τὸν κύνα τὸν πάσης κρατερῆς ἐπιΐδμονα θήρης.

### ι 125

Ἰδνωθείς: καμφθείς.

### ι 126

Ἰδομενεύς, ἱστορικός. ἔγραψεν ἱστορίαν τῶν κατὰ Σαμοθρᾴκην.

### ι 127

Ἴδοσάν σε ὕδατα: δευτέρου ἀορίστου.

### ι 128

Ἰδού: ἀντὶ τοῦ λάβε, κράτει.

### ι 129

Ἰδού, θέασαι.

### ι 130

Ἰδριεύς· δυνάστης ἦν οὗτος ἐν Καρίᾳ, υἱὸς Ἑκατόμνου, ἀδελφὸς δὲ Μαυσώλου καὶ Ἀρτεμισίας.

### ι 131

Ἴδριας: ἐμπείρους. πολέμων τε γὰρ ἡμᾶς ἴδριας ὄντας ἁμωσγέ‐ πως εὑρήσοιτε ἄν. καὶ ἐν Ἐπιγράμμασι Ἰδρίτης· ἰδρίτα καὶ γαίης, ἰδρίτα καὶ πελάγευς. Σοφοκλῆς· εἰ γὰρ πέφυκα τῶνδε τῶν λόγων ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. τουτέστι ζηλῶ σε.

### ι 132

Ἱδρίω: ἱδρῶ.

### ι 133

Ἴδρις: ἔμπειρος. ἀπὸ τοῦ ἴδω, ἴσω. καὶ ἴδιος, ὁ ἐν γνώσει ἡμῖν ὤν. παρὰ τὸν μέλλοντα αὐτοῦ ἴστωρ. καὶ εἰδήμων ἀπὸ τοῦ εἰδῶ, εἰδήσω. γίνεται δὲ καὶ ἀπὸ τοῦ εἴδω, εἴσω, εἶσος καὶ ἶσος. κυρίως γὰρ ἶσος ἐστὶν ὁ ὅμοιός τινι.

### ι 134

Ἱδρώοντας: ἱδροῦντας.

### ι 135

Ἱδρῶτι· λελείψεται ἡμῖν ἱδρῶτι πολλῷ λούεσθαι. ἱδρῶτι περιρρεόμενοι ὥρᾳ θέρους ὑπὸ τροφῆς ὄντες βαρεῖς καὶ δυσκίνητοι.

### ι 136

Ἱδρυμένος: τεθεμελιωμένος.

### ι 137

Ἱδρύω· αἰτιατικῇ. καὶ Ἱδρυνθέντι.

### ι 138

Ἱδρύσαντο: ἐκάθισαν, ἵδρυσαν. ὁ δὲ ἐπὶ κολώνης τινὸς ἱδρύσας τοὺς περὶ αὐτὸν ἱππεῖς ἐσκόπει τὴν θέσιν τοῦ στρατοπέδου. ἀντὶ τοῦ στήσας.

### ι 139

Ἵδρυσις: ἑδραία ἀσφάλεια.

### ι 140

Ἵδρυται.

### ι 141

Ἰαίνεσθαι: εὐφραίνεσθαι. καὶ Ἰαινόμενοι.

### ι 142

Ἴαιρα: ὄνομα κύριον.

### ι 143

Ἰεβοῦς: ὄνομα κύριον. καὶ ὄνομα πόλεως. καὶ ἐξ αὐτοῦ Ἰεβου‐ σαῖος.

### ι 144

Ἰεζάβελ, γυνὴ τοῦ Ἀχαὰβ βασιλέως, γύναιον δραστήριον καὶ τολμηρόν, εἰς τοσαύτην ἀσέβειαν καὶ μανίαν προέπεσεν ὥστε καὶ ναὸν τῷ Τυρίων καὶ Σιδωνίων θεῷ κατασκευάσαι. καὶ αὐτὸς δὲ ὁ Ἀχαὰβ ἀνοίᾳ καὶ πονηρίᾳ πάντας τοὺς πρὸ αὑτοῦ ὑπερβέβηκεν. ἐπὶ τού‐ των ἦν Ἠλίας ὁ προφήτης.

### ι 145

Ἰεζάβελ, τοῦ Ἀχαὰβ βασιλέως γυνή· ὑφ’ ἧς διωκόμενος Ἠλίας ἐν ἅρματι πυρὸς μετετέθη· ἣν Ἰοῦς ὁ βασιλεὺς ῥίπτει ἀπὸ τοῦ τείχους καὶ κυσὶ παραδίδωσι βρῶσιν.

### ι 146

Ἰεζεκίηλ: ὄνομα κύριον.

### ι 147

Ἰεμενεί: ὄνομα κύριον.

### ι 148

Ἱέμενοι: ἐπιθυμοῦντες· προθυμούμενοι.

### ι 149

Ἱέμην: ἐπορευόμην. εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ’ ἱέμην.

### ι 150

Ἰέναι: πορεύεσθαι, ἢ πορευθῆναι.

### ι 151

Ἵενται: ὁρμῶσιν. οἱ δὲ γευσάμενοι τῆς νίκης τέλεον ἵεντο κρατηθῆναι· ἐφίεντο.

### ι 152

Ἱέντες: ἀφιέντες. Ἀππιανὸς περὶ τῶν Κελτῶν φησιν· οὓς γυμνοὺς ἐπεδείκνυε Ῥωμαίοις. οὗτοί εἰσιν οἱ τὴν βοὴν τὴν βαρεῖαν ἱέντες ὑμῖν ἐν ταῖς μάχαις καὶ τὰ ὅπλα παταγοῦντες καὶ ξίφη μακρὰ καὶ κόμας αἰωροῦντες, ὧν τὸ ἄτολμον ὁρῶντες καὶ τὸ σῶμα μαλακὸν καὶ ἄτονον προσίετε τῷ ἔργῳ.

### ι 153

Ἵεντο: προεθυμοῦντο, προῃροῦντο.

### ι 154

Ἱερὰ νόσος: αὕτη τῇ σελήνῃ ἀνάκειται· ὑπὸ γὰρ ταύτην γίνεσθαί φασιν.

### ι 155

Ἱέραξ: εἶδος ὄρνιθος. λύσις ὀνείρου· κίρκος κατασχὼν οὗ θέλεις πάντως τύχῃς. χειρὸς πετασθεὶς κίρκος ἄρχουσι βλάβη.

### ι 156

Ἱέραξ: εἷς ἦν τῶν Ἀμφιπολιτῶν πεμφθέντων πρέσβεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις παραδοῦναι τὴν πόλιν καὶ τὴν χώραν.

### ι 157

Ἱερὰ ὁδός: ἣν οἱ μύσται πορεύονται ἀπὸ τοῦ Ἄστεος ἐπ’ Ἐλευσῖνα.

### ι 158

Ἱερᾶσθαι: ἱερουργεῖν. ἢ Ἱερᾶσθαι, τοὺς ἱεροὺς νενομίσθαι.

### ι 159

Ἱερατικὴ καὶ φιλοσοφία οὐκ ἀπὸ τῶν αὐτῶν ἄρχονται ἀρχῶν. ἀλλ’ ἡ μὲν φιλοσοφία ἀπὸ τῆς μιᾶς τῶν πάντων αἰτίας εἰς τὴν ὑποστάθμην τῶν ὄντων καθήκουσα, διὰ μέσων τῶν ὅλων γενῶν, θείων τε καὶ τῶν μετὰ θεοὺς κρειττόνων καὶ ἐν τρίτῳ, φασί, βήματι φαινο‐ μένων. ἓν γὰρ οὐδέν ἐστι τῶν καθόλου προειρημένων τοῖς ἑκατέρωθι φιλοσόφοις, ὥστε καὶ ῥᾳδίαν εἶναι τὴν ἐφαρμογὴν τῷ βουλομένῳ προσαρμόττειν τοῖς Αἰγυπτίοις τὰ τῶν Ἑλλήνων. τὴν δὲ ἱερατικήν, ἥ ἐστι θεῶν θεραπεία, ἐντεῦθέν ποθεν ἀπὸ τῶν περικοσμίων αἰτιῶν ἄρχεσθαι καὶ περὶ ταῦτα πραγματεύεσθαι, ψυχῶν περὶ ἀθανασίας, ὅτι κατὰ τὰ αὐτὰ καὶ Αἰγυπτίοις φιλοσοφεῖται· τῶν τε ἐν ᾅδου μυρίων λήξεων παντοίων πρὸς ἀρετὴν καὶ κακίαν ἀφωρισμένων, ἔτι τῶν περὶ τὸν βίον μυρίων μεταβολῶν, ὡς ἄλλοτε ἐν ἄλλοις σώμασιν ἢ γένεσιν ζῴων καὶ φυτῶν διατριβουσῶν. Αἰγύπτιοι δὲ ταῦτά εἰσιν οἱ πρῶτοι φιλοσοφοῦντες· ἀπὸ γὰρ τῶν Αἰγυπτίων ἕκαστα τούτων οἱ Πυθαγόρειοι ἐξήνεγκαν εἰς τοὺς Ἕλληνας.

### ι 160

Ἱέρατο: ὑπερσυντελικὸς διὰ τοῦ ο μικροῦ. Ἱεράτω δὲ κατὰ νόμον ὀργιαζέτω καὶ θυέτω· ὀργεῶνες γὰρ οἱ θύται.

### ι 161

Ἱερὰ τριήρης λέγοιτ’ ἂν ἡ Πάραλος.

### ι 162

Ἱερεμίας: ὄνομα κύριον. ζήτει περὶ τῶν ἁγίων ὀστῶν τοῦ προ‐ φήτου ἐν τῷ Ἀργόλαι.

### ι 163

Ἱέρευσεν: ἔθυσεν.

### ι 164

Ἱέρεια: θύτρια.

### ι 165

Ἱερείας ἐνύπνιον: ἄλλοι δέ φασι δεῖν μᾶλλον Ἱμεραίας ἐνύπνιον λέγεσθαι. Ἱμεραία δὲ γραῦς τις ὥς φασιν ὁρᾶν ἑαυτὴν ἐδόκει ἀναγομένην εἰς οὐρανούς· καὶ δῆτα ἐλθοῦσαν εἰς τὰ τοῦ Διὸς οἰκήματα θεάσασθαι ἄνδρα πυρρὸν δεδεμένον ἁλύσει σιδηρᾷ, ὑπὸ τὸν βασίλειον θρόνον· πυθομένην δὲ τίς εἴη, ὁ ἀλάστωρ, ἀκοῦσαι, τῆς Σικελίας. τὸ μὲν ἐνύπνιον ἐν τούτῳ. ὕστερον δὲ χρόνοις ἰδοῦσα τυραννοῦντα τὸν Διονύσιον τό τε ὄναρ πολλοῖς διηγήσατο καὶ αὐτὸν εἶναι τὸν τεθεαμένον ἀπήγγειλεν· ἣν ὀργισθεὶς ἀπέκτεινε Διονύσιος.

### ι 166

Ἱερεῖον: θῦμα, πᾶν τὸ θυόμενον θεῷ.

### ι 167

Ἱερείτης: ὁ ἱερεύς.

### ι 168

Ἱερή: θαυμαστή.

### ι 169

Ἱεριχώ: ὄνομα πόλεως. καὶ Ἱεριχούντια τείχη.

### ι 170

Ἱεριχούντια τείχη διὰ τοῦ ι· Σεμιράμεια δέ.

### ι 171

Ἱεροβάαλ: οὕτως ἐκαλεῖτο ὁ Γεδεὼν διὰ τὸ καταβαλεῖν τὸ ἱερὸν τοῦ Βάαλ.

### ι 172

Ἱεροβοάμ, ἀδελφὸς Γεδεών, πλείστας εἶχε γυναῖκας, ἐξ ὧν υἱοὺς οʹ πεποίητο καὶ ἕνα ἐκ παλλακῆς. ὅτι Ἰωνάθαν εἰς Γαριζὶν ἀνελθὼν (ὅπερ ἅγιον ὄρος ἑρμηνεύεται) μῦθόν τινα διηγησάμενος προεδήλωσε τοῦ τε Ἀβιμέλεχ καὶ τῶν ὑπηκόων τὴν μέλλουσαν ἔχθραν ἀποβήσεσθαι. ὅτι Ἱεροβοὰμ ὑπονοήσας, εἰ ἀνέρχοιτο ὁ λαὸς εἰς Ἱερουσαλὴμ προσκυνήσων, ἐπιστρέψειν αὐτοὺς ἀπὸ τῆς ἀποστασίας ἐπὶ τὸ Δαβὶδ γένος, δαμάλεις δύο χρυσᾶς, τὴν μὲν ἐν Βεθήλ, τὴν δὲ ἐν φυλῇ Δὰν ἀναθείς, ἐκέλευε τούτους ἡγεῖσθαι θεούς, οἳ ἐξήγαγον τοὺς πατέρας ἐκ γῆς Αἰγύπτου· κἀνταῦθα προσκυνεῖν ἐδικαίου παραιτου‐ μένους Ἱερουσαλήμ, προφάσει πορείας τῆς πολλῆς· ἱερεῖς τε ὡς ἔτυχεν ἐπέστησε· τοὺς γὰρ Λευίτας ἐξέωσεν εἰς Ἱερουσαλήμ, ἑορτὰς δὲ τὰς αὐτὰς ἔταξε ταῖς ἐν τῷ ναῷ. καὶ ὁ λαὸς εὐδιάφθορος ὢν ἐξηκολούθησεν οὐκ ἄκων.

### ι 173

Ἱεροβοάμ· οὗτος κατασκευάσας βασίλειον ἐν Σικίμῳ πόλει ἐν ταύτῃ τὴν δίαιταν ἔσχε, κατεσκεύασε δὲ καὶ ἐν Φανουὴλ πόλει λεγο‐ μένῃ. μετ’ οὐ πολὺ δὲ τῆς σκηνοπηγίας ἑορτῆς ἐνίστασθαι μελλούσης, λογισάμενος, ὡς, ἐὰν ἐπιστρέψῃ τῷ πλήθει προσκυνῆσαι τὸν θεὸν εἰς Ἱεροσόλυμα πορευθέντι καὶ ἐκεῖ τὴν ἑορτὴν διαγαγεῖν, μετανοῆσαν ἴσως καὶ δελεασθὲν ὑπὸ τοῦ ναοῦ καὶ τῆς θρησκείας τῆς ἐν αὐτῷ τοῦ θεοῦ, καταλείψει μὲν αὐτόν, προσχωρήσει δὲ τῷ πρώτῳ βασιλεῖ καὶ κινδυνεύσει τούτου γενομένου τὴν ψυχὴν ἀποβαλεῖν, ἐπιτεχνᾶταί τι τοιοῦτον. δύο ποιήσας δαμάλεις χρυσᾶς καὶ οἰκοδομήσας ναΐσκους τοσούτους, ἕνα μὲν ἐν Βεθὴλ πόλει, τὸν δὲ ἕτερον ἐν Δάμῃ (ἥ ἐστι πρὸς ταῖς πηγαῖς τοῦ μικροῦ Ἰορδάνου), τίθησι τὰς δαμάλεις ἐν ἑκατέρῳ τῶν ἐν ταῖς πόλεσι ναΐσκων καὶ παραινεῖ αὐτοὺς θῦσαι ταύταις.

### ι 174

Ἱεροβοάμ, βασιλεὺς ἕτερος τῶν Ἰσραηλιτῶν ἔτη μʹ. ὃς τὰ μὲν εἰς θεὸν ὑβριστὴς ἦν καὶ παράνομος δεινῶς ἐγένετο, εἴδωλά τε σεβό‐ μενος καὶ πολλοῖς ἀτόποις καὶ ξένοις ἐγχειρῶν ἔργοις· ὃς τῷ λαῷ τῶν Ἰσραηλιτῶν μυρίων κακῶν αἴτιος ὑπῆρχεν. ζήτει περὶ αὐτοῦ ἐν τῷ Ἀχίας.

### ι 175

Ἱερογλυφικὰ ἔγραψεν ὁ Χαιρήμων.

### ι 176

Ἱερογραμματεῖς· οὗτοι παρ’ Αἰγυπτίοις ἦσαν δεινοὶ περὶ τῶν μελλόντων τὴν ἀλήθειαν εἰπεῖν. καὶ τούτων τις ἀγγέλλει τῷ βασιλεῖ τεχθήσεσθαί τινα κατ’ ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς τα‐ πεινώσει μὲν τὴν Αἰγυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφεὶς ἀρετῇ τε πάντας ὑπερβαλεῖ καὶ δόξαν ἀείμνηστον κτήσεται· περὶ Μωϋσέως λέγων. καὶ αὖθις· Συήνης, Αἰγυπτίων βασιλεύς, δίκαιος πάνυ. ἕπεται δὲ τῷ τρόπῳ τοῦ ἀνδρὸς τοῦδε ἄλλα μὲν ἐκ θεοῦ ἀγαθά, καὶ μέντοι καὶ ἱερογραμματέα ᾄδουσιν οἱ Αἰγύπτιοι λόγοι κατ’ αὐτὸν γενέσθαι θεοφιλῆ τε καὶ ἐς πολλὰ λυσιτελῆ, ὄνομα αὐτῷ Ἰαχίμ· ὅν φασι περιάπτων καὶ ἐπαοιδῶν ἔμπειρον γενέσθαι.

### ι 177

Ἱεροκήρυξ.

### ι 178

Ἱεροκλῆς, φιλόσοφος, Ἀλεξανδρεύς. οὗτος μετὰ τοῦ ἀτρέπτου καὶ μεγαλοπρεποῦς εὔρους τε τὴν διάνοιαν εἰς ὑπερβολὴν καὶ διαφέ‐ ρων εὐγλωττίᾳ καὶ εὐπορίᾳ τῶν καλλίστων ὀνομάτων καὶ ῥημάτων κατέπληττε πανταχοῦ τοὺς ἀκροωμένους. ἦν δὲ αὐτῷ καὶ μαθητὴς Θεοσέβιος, ἀνήρ, εἴπερ τις ἕτερος ὧν ἡμεῖς ἴσμεν, εἰωθὼς ἀποβλέπειν εἰς τὰς τῶν ἀνθρώπων ψυχάς. ἔλεγε δὲ ὁ αὐτὸς Θεοσέβιος ἐξηγού‐ μενον φάναι ποτὲ τὸν Ἱεροκλέα, κύβοις ἐοικέναι τοὺς Σωκράτους λόγους· ἀπτῶτας γὰρ εἶναι πανταχοῦ, ὅπῃ ἂν πέσωσι. τοῦ δὲ Ἱερο‐ κλέους τὸ ἀνδρεῖον καὶ μεγαλόθυμον ἦθος ἀπέδειξεν ἡ συμβᾶσα τύχη περὶ αὐτόν. εἰς γὰρ τὸ Βυζάντιον ἀνελθὼν προσέκρουσε τοῖς κρατοῦσι καὶ εἰς δικαστήριον ἀχθεὶς ἐτύπτετο τὰς ἐξ ἀνθρώπων πληγάς. ῥεό‐ μενος δὲ τῷ αἵματι, βάψας κοίλην τὴν χεῖρα προσραίνει τὸν κριτὴν ἅμα λέγων· κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα. φυγὴν δὲ κατακριθεὶς καὶ ἐπανελθὼν χρόνῳ ὕστερον εἰς Ἀλεξάνδρειαν συνεφιλοσόφει τὰ εἰωθότα τοῖς πλησιάζουσιν. ἔξεστι δὲ μαθεῖν τὴν Ἱεροκλέους μεγαλογνώμονα φρόνησιν ἀπὸ τῶν συγγραμμάτων, ὧν γέγραφεν εἰς τὰ Χρυσᾶ ἔπη τῶν Πυθαγορείων καὶ ἑτέρων βιβλίων περὶ προνοίας συχνῶν· ἐν οἷς φαίνεται ὁ ἀνὴρ τὴν μὲν ζωὴν ὑψηλόφρων, τὴν δὲ γνῶσιν οὐκ ἀκριβής.

### ι 179

Ἱερολογία: ἡ θεία λειτουργία.

### ι 180

Ἱερομηνία: ἱερὰ ἑορτὴ κατὰ μῆνα.

### ι 181

Ἱερομηνίαι· ἑορτώδεις ἡμέραι ἱερομηνίαι καλοῦνται. Δημοσθέ‐ νης κατὰ Τιμοκράτους.

### ι 182

Ἱερομνήμονες: οἱ εἰς Πυλαίαν ἐκπεμπόμενοι γραμματεῖς.

### ι 183

Ἱερομνήμονες: οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμφικτυόνων συν‐ έδριον ἐξ ἑκάστης πόλεως τῶν τοῦ συνεδρίου μετεχουσῶν οὕτω καλοῦνται.

### ι 184

Ἱερομύστης: ἱερὰ μυστήρια εἰσηγούμενος, ἅγιος.

### ι 185

Ἱερόν: ἅγιον, τῷ θεῷ ἀνατεθειμένον. Ἱερὸν γὰρ λέγουσι πᾶν τὸ ἀνατιθέμενον τοῖς θεοῖς. καὶ παροιμία· Ἱερὸν ἡ συμβουλή, παροιμία ἐπὶ τῶν δεινῶν συμβουλεύειν.

### ι 186

Ἱερὸν ἰχθῦν: Ὅμηρος τὸν ἄνετον καὶ αὐτεξούσιον λέγει, οὐ τὸν κάλλιχθυν ἢ τὸν πομπίλον, ὥς τινες.

### ι 187

Ἱερόν τι νεωκορήσας: ἀντὶ τοῦ εὐφημότερον ἱερατεύσας.

### ι 188

Ἱερόντιον: ὄνομα πόλεως.

### ι 189

Ἱεροποιός.

### ι 190

Ἱεροσόλυμα: ὄνομα πόλεως.

### ι 191

Ἱερὸς πόλεμος· δύο ἐγένοντο ἱεροὶ πόλεμοι· Ἀθηναίοις πρὸς Βοιωτοὺς βουλομένους ἀφελέσθαι Φωκέων τὸ μαντεῖον, νικήσαντες δὲ Φωκεῦσι πάλιν ἀπέδωκαν· ὁ δὲ ἕτερος Ἀθηναίοις πρὸς Λακεδαιμονίους ὑπὲρ Φωκέων, διὰ τὸ ἐν Δελφοῖς ἱερόν.

### ι 192

Ἱερὸς λέγεται καὶ ὁ εὐσεβής.

### ι 193

Ἱερουργῶ· αἰτιατικῇ.

### ι 194

Ἱερουσαλήμ: ὄνομα πόλεως. ζήτει τὴν ἅλωσιν αὐτῆς ἐν τῷ Ἀντίοχος.

### ι 195

Ἱεροφάντης: μυσταγωγός, ἱερεύς. καὶ ὡς οὐ μέλει τῶν Ἀθηναίων θεῷ δεῖξαι φλεγόμενος, ὤθησεν ἑαυτὸν φέρων ἐς τὸ μέγα‐ ρον· ἔνθα δήπου τῷ μὲν ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν κατὰ τὸν τῆς τελετῆς νόμον, ἐκείνῳ δὲ οὐκ ἐξῆν. ἐπεὶ δὲ ἐτολμήθη οἱ τὸ τόλμημα, φρίκη τις αὐτὸν περιέρχεται καὶ νοσεῖ νόσῳ μακροτάτῃ.

### ι 196

Ἱεροφάντης: οὕτως ὠνομάσθαι φασὶ τὸν πρῶτον ἱεροφάντην, τὸν ἀποφήναντα ἐκ τοῦ πολέμου ἀπιόντα τὰ ἱερά.

### ι 197

Ἱεροφώνων: μεγαλοφώνων.

### ι 198

Ἱερῷ: θείῳ, ἤτοι μεγάλῳ.

### ι 199

Ἱέρων· οὗτος τύραννος ἦν, ὃς πρῶτον μὲν δι’ ἑαυτοῦ κατεκτή‐ σατο τὴν τῶν Συρακουσίων βασιλείαν καὶ τῶν συμμάχων ἀρχήν, οὐ πλοῦτον οὐ δόξαν οὐχ ἕτερον οὐδὲν ἐκ τῆς τύχης ἕτοιμον παραλαβών, καὶ μὴν οὐκ ἀποκτείνας οὐ φυγαδεύσας οὐ λυπήσας οὐδένα τῶν πολιτῶν. καὶ διεφύλαξε τὸν αὑτοῦ τρόπον· ἔτη γὰρ πεντήκοντα καὶ τέτταρα βασιλεύσας διετήρησε μὲν τῇ πατρίδι τὴν εἰρήνην, διεφύλαξε δ’ αὑτῷ τὴν ἀρχὴν ἀνεπιβούλευτον, διέφυγε δὲ τὸν ταῖς ὑπεροχαῖς παρεπόμενον φθόνον· ὅς γε πολλάκις ἐπιβαλλόμενος ἀποθέσθαι τὴν δυναστείαν ἐκωλύθη κατὰ κοινὸν ὑπὸ τῶν πολιτῶν. εὐεργετικώτατος δὲ καὶ φιλοδοξότατος, ἐν περιουσίᾳ δὲ καὶ τρυφῇ καὶ δαψιλείᾳ πολλῇ διαγενόμενος ἐβίωσε πλείω τῶν Ϟʹ ἐτῶν, διεφύλαξε δὲ τὰς αἰσθήσεις πάσας καὶ τὰ μέρη τοῦ σώματος ἀβλαβῆ. τοῦτο δέ μοι δοκεῖ σημεῖον οὐ μικρόν, ἀλλὰ παμμέγεθες εἶναι βίου σώφρονος.

### ι 200

Ἱερώνυμος· τύραννος γέγονεν οὗτος. τινὲς δὲ τῶν λογογράφων τῶν ὑπὲρ τῆς καταστροφῆς αὐτοῦ γεγραφότων πολύν τινα πεποίηνται λόγον καὶ τῶν δεινῶν τῶν περὶ τὴν καταστροφὴν αὐτοῦ συμβάντων, ὥστε μήτε Φάλαριν μήτ’ Ἀπολλόδωρον μήτ’ ἄλλον μηδένα γεγονέναι τύραννον ἐκείνου πικρότερον. καὶ παῖς παραλαβὼν τὴν ἀρχήν, εἶτα μῆνας οὐ πλείω τριῶν ἢ δώδεκα ζήσας μετήλλαξε τὸν βίον. κατὰ δὲ τὸν χρόνον τοῦτον ἕνα μέν τινα καὶ δεύτερον ἐστρεβλῶσθαι καί τινας τῶν φίλων καὶ τῶν ἄλλων Συρακουσίων ἀπεκτάνθαι δυνατόν, ὑπερ‐ βολὴν δὲ γεγονέναι παρανομίας καὶ παρηλλαγμένην ἀσέβειαν οὐκ εἰκός. καὶ τῷ μὲν τρόπῳ διαφερόντως εἰκαῖον αὐτὸν γεγονέναι καὶ παράνο‐ μον φατέον, οὐ μὴν εἴς γε σύγκρισιν ἀκτέον οὐδενὶ τῶν προειρημένων τυράννων. ἀλλά μοι δοκοῦσιν οἱ τὰς ἐπὶ μέρους γράφοντες πράξεις, ἐπειδὰν ὑποθέσεις εὐπεριλήπτους ὑποστήσωνται καὶ στενάς, πτωχεύον‐ τες πραγμάτων ἀναγκάζεσθαι τὰ μικρὰ μεγάλα ποιεῖν καὶ περὶ τῶν μηδὲ μνήμης ἀξίων πολλούς τινας διατίθεσθαι λόγους. ἔνιοι δὲ καὶ δι’ ἀκρισίαν εἰς τὸ παραπλήσιον τούτοις ἐμπίπτουσιν. ὅσῳ γὰρ ἄν τις εὐλογώτερον καὶ περὶ ταῦτα τὸν ἀναπληροῦντα τὰς βίβλους καὶ τὸν ἐπιμετροῦντα λόγον τῆς διηγήσεως εἰς Ἱέρωνα καὶ Γέλωνα διάγοιτο, παρεὶς Ἱερώνυμον. καὶ γὰρ τοῖς φιληκόοις ἡδίων οὗτος καὶ τοῖς φιλομαθέσι τῷ παντὶ χρησιμώτερος.

### ι 201

Ἱερώνυμος, Καρδιανός, ὃς τὰ ἐπ’ Ἀλεξάνδρῳ πραχθέντα συνέγραψε. Καρδία δὲ ὄνομα πόλεως.

### ι 202

Ἱερῶς: μεγάλως.

### ι 203

Ἱερῶσθαι· φησὶ Θουκυδίδης· νομίσαντες κατὰ δή τινα παλαιὰν αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι. σημαίνει γὰρ τὸ ἱεροὺς νενομίσθαι, καὶ οἷον καθιερῶσθαι.

### ι 204

Ἰεσσαί: ὄνομα κύριον.

### ι 205

Ἱέσθην: προεθυμοῦντο, ἐπορεύοντο.

### ι 206

Ἵεται: προθυμεῖται, πορεύεται. καὶ Ἵετο.

### ι 207

Ἰεφθάε, κριτὴς Ἰουδαίας, ὁ ῥυσάμενος τὸν Ἰσραὴλ ἐκ χειρὸς Φυλιστιείμ· ὃς ηὔξατο τῷ θεῷ τὸ πρῶτον ὑπ’ αὐτοῦ ὑπαντώμενον καταθύειν. ἐπεὶ οὖν τὴν ἑαυτοῦ θυγατέρα ἐπὶ τοῖς νικητηρίοις ὀρχου‐ μένην ἐθεάσατο, ταύτην εὐθέως ἀνεῖλε. διὸ δὴ αἱ τῶν Ἰουδαίων παρθένοι τετραήμερον αὐτῆς κατ’ ἔτος ἐπετέλεσαν μνήμην.

### ι 208

Ἰεχονίας: ὄνομα κύριον.

### ι 209

Ἱζάνω: καθέζομαι.

### ι 210

Ἵζει: καθίζει, ἢ κάθηται.

### ι 211

Ἱζήσας: καθήσας.

### ι 212

Ἰζηματίας: εἶδος σεισμοῦ.

### ι 213

Ἵει: πέμπει, ἀφίησιν. ὁ δὲ ἵει ἑαυτὸν εἰς ὕδωρ ψυχρὸν φάσκων, γῆρας ἀνθρώπων εἶναι τὰ βαλανεῖα.

### ι 214

Ἱείη κατὰ λαιμόν.

### ι 215

Ἱείς: ἀφιείς, τοξεύων. Σοφοκλῆς· ἀπὸ κοινοῦ τὸ τίς. κατὰ μὲν τῶν μεγάλων ψυχῶν ἱείς τις οὐκ ἂν ἁμάρτοι· κατ’ εὐτελοῦς δὲ ἱείς τις οὐκ ἂν πείθοι τὸν ἀκούοντα, πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει. τροπικῶς ἀπὸ τοξευόντων κατὰ μεγάλου σώματος, οἳ οὐχ ἁμαρτάνουσι. πιστὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν μεγάλων διὰ τὸν φθόνον.

### ι 216

Ἱείς: ἀφιείς. πάσας δ’ ὑμῖν φωνὰς ἱείς. Ἀριστοφάνης φησίν.

### ι 217

Ἰή: τοῦτο ψιλοῦται, ὅταν μὴ ᾖ ἐν ὕμνῳ· ἐκεῖ γὰρ δασύ ἐστιν. ὡς ἐφυμνίῳ δὲ κέχρηται Εὐριπίδης τῷ, ἰήκοπον οὐ πελάθεις ἐπ’ ἀρωγάν.

### ι 218

Ἰή, ἰή, ἰή: πρόσφθεγμά ἐστι καταφρονοῦντος. σημαίνει δὲ μῆκος τοῦτο λεγόμενον. φησὶ γάρ· ὅτου δὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν.

### ι 219

Ἰῇ μιᾷ: μιᾷ φωνῇ.

### ι 220

Ἴῃ: ἐπὶ μέλλοντος· ἀντὶ τοῦ ἔλθῃ.

### ι 221

Ἰήϊος: ὁ τοξότης, ὁ Ἀπόλλων. καὶ Ἤϊε Φοῖβε.

### ι 222

Ἰηοῦ, βασιλεὺς Σαμαρείας· ὃς ἀνεῖλεν Ἰεζάβελ καὶ τοὺς υἱοὺς Ἀχαὰβ κατὰ τὸ ῥῆμα Ἠλιοῦ τοῦ προφήτου. ὃς συναθροίσας πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἔφη μετὰ πανουργίας· Ἀχαὰβ μὲν ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰηοῦ δὲ πολλὰ δουλεύσει αὐτῷ. καὶ νῦν πάντας καλέσατε πρός με τοὺς προφήτας καὶ ἱερεῖς τοῦ Βάαλ, ὅτι μεγάλη μοι θυσία τῷ Βάαλ. πᾶς γάρ, ὃς ἂν ἀπολείψῃ, οὐ ζήσεται. συναθροισθέντες οὖν ἅπαντες, καὶ τοῦ εἰδωλείου πλησθέντος στόμα πρὸς στόμα, ἔφη· ἐρευνή‐ σατε, εἰ ἔστι τῶν δούλων κυρίου τις. καὶ μὴ εὑρεθέντος, ἀνέκτεινε πάντας καὶ τὸν Βάαλ ἐνέπρησε. πλὴν οὐκ ἐφύλαξεν εἰς τέλος πορεύεσθαι ἐν νόμῳ κυρίου.

### ι 223

Ἰηΐων: τῶν μετ’ εὐχῆς γινομένων· ἢ τῶν λοιμικῶν· Ἰήϊος γὰρ Ἀπόλλων, εἰς ὃν ἡ ἁγνεία τῶν λοιμῶν ἀναφέρεται· ἢ ὅτι ἐπίφθεγμα κοινόν ἐστι καὶ Ἀρτέμιδος. αἱ δὲ γυναῖκες ἐν ταῖς ἀνάγκαις τὰς τοι‐ αύτας ἀφιᾶσι φωνάς. οἱ δὲ ἀκούουσι τῶν θρηνητικῶν. Σοφοκλῆς· οὐδὲ ἰηΐων καμάτων ἀνέχουσι γυναῖκες. τουτέστιν οὐ περιγίνονται τῶν πόνων.

### ι 224

Ἴηλα: ἐδέσμευσα. καὶ Ἰῆλαι, ἐπικάμψαι.

### ι 225

Ἰηλεμῆσαι: θρηνῆσαι. καὶ Ἰηλεμῆσθαι, τεθρηνῆσθαι.

### ι 226

Ἵησιν: ἀφίησιν. σχίζων τις ξύλα, ὡς εἶδε τὸν Κλέαρχον προσιόντα, ἵησι τῇ ἀξίνῃ. Ξενοφῶν.

### ι 227

Ἴῃσιν: ἀπέλθῃ.

### ι 228

Ἰησονίδης: Ἰάσονος παῖς.

### ι 229

Ἰησοῦς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν· ὅτι ἐν τοῖς χρόνοις τοῦ εὐσεβεστάτου βασιλέως Ἰουστινιανοῦ γέγονεν ἄνθρωπός τις, ἀρχηγὸς τῶν Ἰουδαίων, Θεοδόσιος ὄνομα αὐτῷ, ὃς πλείστοις τῶν Χριστιανῶν γνωστὸς ὑπῆρχε καὶ αὐτῷ τῷ μνημονευθέντι πιστῷ βασιλεῖ. κατὰ δὲ τοὺς χρόνους ἐκείνους ἦν τις ἄνθρωπος Χριστιανὸς (Φίλιππος ὄνομα αὐτῷ) τὴν μέθοδον ἀργυροπράτης. οὗτος γνωστῶς ἔχων τὰ πρὸς τὸν Θεοδόσιον καὶ πολλὴν πρὸς αὐτὸν σῴζων τὴν γνησιότητα προετρέπετο αὐτὸν καὶ ἐνουθέτει γενέσθαι Χριστιανόν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὁ προλεχθεὶς Φίλιππος πρὸς τὸν λεχθέντα Θεοδόσιον τοιαῦτά τινα ἔλεγε· τί δή ποτε σοφὸς ἀνὴρ ὑπάρχων καὶ ἀκριβῶς ἐπιστάμενος τὰ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένα τοῦ δεσπότου Χριστοῦ οὐ πιστεύεις αὐτῷ καὶ γίνῃ Χριστιανός; πέπεισμαι γὰρ περὶ σοῦ, ὅτι οὐκ ἀγνοῶν τὰ τῶν θεοπνεύστων γραφῶν προλεχθέντα περὶ τῆς περὶ τοῦ κοινοῦ ἡμῶν δεσπότου Χριστοῦ παρουσίας παραιτῇ τοῦ γενέσθαι Χριστιανός. σπεῦσον οὖν σῶσαι τὴν σεαυτοῦ ψυχήν, πιστεύων εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα μὴ ἐπιμένων τῇ ἀπιστίᾳ κρίσεως αἰωνίου ὑπεύθυνον σεαυτὸν καταστήσῃς. ταῦτα ἀκούσας ὁ Ἰουδαῖος παρὰ τοῦ Χριστιανοῦ λεγόμενα πρὸς αὐτὸν ἀπεδέξατο αὐτὸν εὐχαριστίας τε αὐτῷ τὰς διὰ λόγων προσήγαγε καὶ τοιαῦτα πρὸς αὐτὸν ἀπεκρίνατο· ἀποδέχομαι τὴν κατὰ θεόν σου ἀγάπην, ὅτι τὰ ὑπὲρ τῆς σωτηρίας τῆς ἐμῆς ψυχῆς σπουδάζων ἀγωνίζῃ Χριστιανόν με γενέσθαι προτρεπόμενος. διὸ ὡς ἐπὶ τοῦ θεοῦ τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἐπισταμένου καὶ θεωροῦντος ἀδόλως καὶ ἀνυποκρίτως καὶ μετὰ πάσης ἀληθείας τοὺς πρός σε λόγους ποιήσομαι. ὅτι μὲν οὖν παραγέγονεν ὁ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένος Χριστός, ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος, πεπληροφόρη‐ μαι καὶ ὁμολογῶ τεθαρρηκώς, ὡς πρὸς γνήσιόν μου φίλον, ὡς καὶ τὰ πρὸς εὐεργεσίαν μοι ἀεὶ σπουδάζοντα· ἀλλὰ ἀνθρωπίνῳ λογισμῷ κρατούμενος οὐ γίνομαι Χριστιανὸς καὶ ἐν τούτοις καταγινώσκω ἑαυ‐ τοῦ. νῦν γὰρ Ἰουδαῖος ὑπάρχων ἀρχηγός εἰμι τῶν Ἰουδαίων καὶ τιμῆς πολλῆς καὶ δώρων πολλῶν καὶ πάντων τῶν πρὸς τὴν ζωὴν ταύτην ἐπιτηδείων ἐν ἀπολαύσει τυγχάνων. ὑπολαμβάνω δέ, ὅτι οὐδὲ εἰ πατριάρχης τῆς καθολικῆς ἐκκλησίας γένωμαι ἢ ἀρχὰς μείζονας καὶ ὑπεροχὰς λαμβάνω παρ’ ὑμῶν, τοσαύτης θεραπείας ἀξιωθήσομαι. ἵνα οὖν μὴ τῶν δοκούντων τερπνῶν εἶναι ἐν τῷ βίῳ τούτῳ ἐκπέσω, καταφρονῶ τῆς μελλούσης ζωῆς κακῶς τοῦτο ποιῶν. ἵνα δὲ τοὺς λόγους μου ἀληθεῖς τῇ σῇ ἀγάπῃ παραστήσω, θαρρῶ σοι μυστήριον, ὅ ἐστι παρ’ ἡμῖν τοῖς Ἑβραίοις ἀποκεκρυμμένον, ἐξ οὗ ἀκριβῶς ἐπι‐ στάμεθα, ὅτι ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος Χριστὸς αὐτός ἐστιν ὁ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένος· οὐ μόνον ἐξ αὐτῶν τῶν προγεγραμμένων, ἀλλὰ καὶ ἐκ τοῦ παρ’ ἡμῖν ἐναπογράφου καὶ ἀποκεκρυμμένου μυστηρίου. ἔστι δὲ ὁ λόγος τοῦ μυστηρίου τοιοῦτος. κατὰ τοὺς ἀρχαίους χρόνους, ἡνίκα ὁ ἐν Ἱερο‐ σολύμοις νεὼς ἐκτίζετο, συνήθεια ἦν παρὰ τοῖς Ἰουδαίοις, ἰσαρίθμους τῶν παρ’ ἡμῖν γραμμάτων εἰκοσιδύο τυγχανόντων ἱερεῖς ἐν τῷ ναῷ καθίστασθαι· ὅθεν καὶ τὰ θεόπνευστα βιβλία εἰκοσιδύο ἀπαριθμούμεθα. κῶδιξ οὖν ἀπέκειτο ἐν τῷ ναῷ, ἐν ᾧ ἐπεγράφετο ἑκάστου ἱερέως τῶν κβʹ ἡ προσηγορία καὶ τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς μητρός. ἑνὸς οὖν τελευτήσαντος τῶν ἱερέων οἱ λοιποὶ συνήρχοντο ἐν τῷ ναῷ καὶ ἐκ κοινοῦ ψηφίσματος καθίστων ἀντὶ τοῦ τελευτήσαντος ἕτερον ἱερέα, πληροῦντες τὸν ἀριθμὸν τῶν κβʹ ἱερέων. καὶ ἐπεγράφετο ἐν τῷ κώδικι, ὅτι τῇδε τῇ ἡμέρᾳ ἐτελεύτησεν ὁ δεῖνα ἱερεύς, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ ἀντ’ αὐτοῦ προεχειρίσθη ὁ δεῖνα. τούτου οὖν τοῦ ἔθους κρατοῦντος ἐν τῷ ἔθνει τῶν Ἰουδαίων, συνέβη κατὰ τοὺς χρόνους ἐκείνους, καθ’ οὓς ὁ Ἰησοῦς ἐν τῇ Ἰουδαίᾳ διέτριβε, τελευτῆσαι ἕνα ἐκ τῶν κβʹ ἱερέων, πρὶν ἄρξηται ἐμφανίζειν ἑαυτὸν ὁ Ἰησοῦς καὶ διδάσκειν πιστεύειν τοὺς ἀνθρώπους εἰς αὐτόν. συνῆλθον οὖν οἱ λοιποὶ ἱερεῖς ἐπὶ τῷ ποιῆσαι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως ἕτερον ἱερέα· καὶ ἑκάστου προβαλλομένου τὸν νομιζόμενον αὐτῷ ἄξιον τοῦ γενέσθαι οἱ λοιποὶ τοῦτον ὡς ἐλλιπῶς ἔχοντα πρὸς ἀρετήν, ἐξ ἧς ὀφείλει καταστῆναι ἱερεύς, ἀπεδοκίμαζον. εἰ γὰρ σοφὸς ἦν, ἤθει τε καὶ βίῳ χρηστός, ἐν ἀγνοίᾳ δὲ τοῦ νόμου καὶ τῶν προφητῶν ἐτύγχανεν, ἀπρόσφορος ἱερατείας ἐκρίνετο. οὕτως οὖν πολλῶν ἱερέων ψηφισθέν‐ των καὶ πάντων ἀποδοκιμασθέντων, εἷς τις ἱερεὺς ἐγερθεὶς ἔστη εἰς τὸ μέσον καὶ λέγει τοῖς λοιποῖς· ἰδού, πολλοὶ ὑφ’ ἡμῶν ὀνομασθέντες ἀνεπιτήδειοι εὑρέθησαν πρὸς ἱερωσύνην· δέξασθε οὖν κἀμὲ λέγοντα περὶ ἑνὸς ἀνθρώπου ὀφείλοντος προχειρισθῆναι ἀντὶ τοῦ τελευτήσαν‐ τος ἱερέως. ὑπολαμβάνω γάρ, ὅτι οὐδεὶς ἐξ ὑμῶν ἀπαρεσθήσεται τῷ παρ’ ἐμοῦ γενομένῳ ψηφίσματι. ἐπιτρεψάντων δὲ τῶν λοιπῶν ἱερέων εἶπεν, ὅτι βούλομαι ἐγὼ γενέσθαι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως Ἰησοῦν, τὸν υἱὸν Ἰωσὴφ τοῦ τέκτονος· ὅστις νέος μὲν τῇ ἡλικίᾳ ἐστί, λόγῳ δὲ καὶ βίῳ καὶ ἤθεσι χρηστοῖς κεκόσμηται, καὶ ὑπολαμβάνω μηδένα ποτὲ τῶν ἀνθρώπων ὀφθῆναι ἐν λόγῳ ἢ ἐν βίῳ ἢ ἐν ἤθεσι τοιοῦτον, ὡς ἐστὶν οὗτος· καὶ οἶμαι καὶ ὑμῖν πᾶσι τοῖς οἰκοῦσιν ἐν Ἱερουσαλὴμ τοῦτο γνωστὸν καὶ ἀναντίρρητον ὑπάρχειν. ἀκούσαντες δὲ τὸν λόγον τοῦτον οἱ λοιποὶ ἱερεῖς ἀπεδέξαντο τὸν ἄνδρα καὶ ἐβεβαιώσαντο ψήφισμα, ἐπιτήδειον εἶναι ὑπὲρ πάντα ἄνθρωπον εἰς ἱερωσύνην τὸν Ἰησοῦν εἰρηκότες. ἔλεγον δέ τινες περὶ αὐτοῦ μὴ εἶναι ἐκ φυλῆς Λευΐ, ἀλλ’ ἐκ φυλῆς Ἰούδα τυγχάνειν· τοῦ Ἰωσήφ τε υἱὸν αὐτὸν ὑπολαμβάνοντες εἶναι (οὕτως γὰρ παρὰ Ἰουδαίοις ἐχρηματίζετο), τὸν Ἰωσὴφ ἐκ φυλῆς Ἰούδα, οὐκ ἐκ φυλῆς Λευῒ ἐμαρτύρουν πάντες. καὶ τούτου ἕνεκα, ὡς τῷ δοκεῖν μὴ ὄντα αὐτὸν ἐκ φυλῆς Λευϊτικῆς, ἐκώλυον γενέσθαι ἱερέα. ὁ δὲ τοῦτον ὀνομάσας ἱερεὺς ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε μικτὸν εἶναι τὸ γένος αὐτοῦ· πάλαι γὰρ ἐν γενεαῖς ἀρχαίαις ἐπιμιξία τις γέγονε τῶν δύο φυλῶν κἀκεῖθεν κατάγεσθαι τὸ γένος τοῦ Ἰωσήφ. τοῦτο οὖν ἀκούσαντες οἱ λοιποὶ ἱερεῖς συνῄνεσαν τῷ ψηφίσματι· καὶ κοινῇ βουλῇ πᾶσι τοῖς συνελθοῦσιν ἱερεῦσιν ἔδοξεν ἀντὶ τοῦ τελευτήσαντος ἱερέως τὸν Ἰησοῦν καταστῆσαι. τῆς δὲ συνηθείας ἐχούσης μὴ μόνον τὸ ὄνομα τοῦ γινομένου ἱερέως ἀπογραφῆναι ἐν τῷ κώδικι, ἀλλὰ καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, εἶπόν τινες αὐτῶν ὀφείλειν αὐτοὺς πρῶτον καλέσαι τοὺς γονεῖς αὐτοῦ καὶ παρ’ αὐτῶν μαθεῖν τὰ ὀνόματα αὐτῶν, λαβεῖν δὲ καὶ κατάθεσιν αὐτῶν, εἰ υἱὸς αὐτῶν ἐστιν ὁ πρὸς ἱερωσύνην προχειριζόμενος· καὶ ἤρεσε τοῦτο πᾶσιν. ὁ οὖν προονομάσας τὸν Ἰησοῦν γενέσθαι ἱερέα ἔλεγε τετελευτηκέναι Ἰωσὴφ τὸν πατέρα Ἰησοῦ, μόνην δὲ τὴν τούτου ζῆν μητέρα. συνῆκαν οὖν ἅπαντες ἀγαγεῖν τὴν μητέρα αὐτοῦ εἰς τὸ συνέδριον καὶ μαθεῖν παρ’ αὐτῆς, εἰ μήτηρ τυγχάνει τοῦ Ἰησοῦ καὶ εἰ αὐτὴ ἔτεκεν αὐτόν, καὶ τὸ ὄνομα τοῦ ἀνδρὸς αὐτῆς ἀκοῦσαι, ἐξ οὗ ἔτεκε τὸν Ἰησοῦν· καὶ δὴ τούτου πᾶσιν ἀρέσαντος ἐκάλεσαν τὴν μητέρα τοῦ Ἰησοῦ καὶ εἶπον πρὸς αὐτήν· ἐπειδήπερ ὁ δεῖνα ὁ ἱερεὺς ἐτελεύτησεν, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ βουλόμεθα ἀντ’ ἐκείνου ποιῆσαι τὸν υἱόν σου Ἰησοῦν, ἔθος δέ ἐστιν ἀπογράφεσθαι τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς μητρός· εἰπὲ ἡμῖν, εἰ ὁ Ἰησοῦς υἱός σου ἐστί, καὶ εἰ σὺ ἔτεκες αὐτόν. ἡ δὲ Μαρία ἀκούσασα ταῦτα ἀπεκρίνατο λέγουσα πρὸς τοὺς ἱερεῖς· ὅτι μὲν υἱός μου ἐστὶν ὁ Ἰησοῦς, ὁμολογῶ· ἐγὼ γὰρ ἐγέννησα αὐτόν, καὶ μαρτυροῦσί μοι οἱ εὑρεθέντες καὶ αἱ εὑρεθεῖσαι γυναῖκες τικτούσης μου αὐτόν· ὅτι δὲ οὐκ ἔχει ἐπὶ τῆς γῆς πατέρα, πληρο‐ φορίαν λάβετε παρ’ ἐμοῦ, ὡς βούλεσθε. παρθένου γὰρ τυγχανούσης μου καὶ ἐν τῇ Γαλιλαίᾳ διατριβούσης, ἄγγελος θεοῦ, ἐγρηγορώσης μου οὐ καθευδούσης, εἰσελθὼν ἐν ᾧ ἤμην οἰκήματι, εὐηγγελίσατό μοι ἐκ πνεύματος ἁγίου τεκεῖν υἱόν· οὗ τὸ ὄνομα ἐνετείλατο καλέσαι Ἰησοῦν· παρθένος τοίνυν ὑπάρχουσα, ταύτην ἰδοῦσα τὴν ὀπτασίαν συνέλαβον καὶ ἐγέννησα τὸν Ἰησοῦν μείνασα παρθένος μέχρι τῆς σήμερον καὶ μετὰ τὸ τεκεῖν με. ταῦτα ἀκούσαντες οἱ ἱερεῖς ἐκέλευσαν ἐλθεῖν μαίας πιστὰς καὶ ἐπέτρεψαν αὐταῖς πολυπραγμονῆσαι, εἰ ἔτι ἀληθῶς παρθέ‐ νος ἐστὶν ἡ Μαρία. αἱ δὲ ἐκ τῶν πραγμάτων λαβοῦσαι πληροφορίαν διεβεβαιώσαντο παρθένον αὐτὴν ὑπάρχειν. παρεγένοντο δὲ καὶ αἱ παρευρεθεῖσαι καὶ θεασάμεναι αὐτὴν τίκτουσαν, μαρτυροῦσαι ὅτι υἱὸς αὐτῆς ἐστιν ὁ Ἰησοῦς. ἔκθαμβοι δὲ γενόμενοι οἱ ἱερεῖς ἐπὶ τοῖς λεγο‐ μένοις παρὰ τῆς Μαρίας καὶ τῶν μαρτυρησάντων περὶ τοῦ τόκου αὐτῆς, ἀποκριθέντες εἶπον τῇ Μαρίᾳ· εἰπὲ ἡμῖν παρρησίᾳ, ἵνα ἐκ τοῦ στόματός σου ἀκούσωμεν, τίνος ἐστὶ καὶ τίνος υἱός, ἵνα οὕτως ἀπο‐ γραψώμεθα αὐτόν· οὓς γὰρ εἴπῃς ἡμῖν γονέας τούτους ἡμεῖς καὶ οὐχ ἑτέρους ἀπογραψόμεθα. ἡ δὲ ἀποκριθεῖσα εἶπεν, ὅτι ἐν ἀληθείᾳ ἐγὼ αὐτὸν ἐγέννησα, πατέρα αὐτοῦ ἐπὶ γῆς μὴ ἐπισταμένη, ἀλλὰ παρὰ τοῦ ἀγγέλου ἤκουσα, υἱὸν θεοῦ εἶναι αὐτόν. υἱὸς οὖν ἐμοῦ τῆς καλου‐ μένης Μαρίας ἐστὶ καὶ υἱὸς τοῦ θεοῦ, καὶ μὴ γημαμένη παρθένος ὑπάρχω. ταῦτα ἀκούσαντες οἱ ἱερεῖς ἤγαγον τὸν κώδικα καὶ ὑπέγραψαν οὕτως· τῇδε τῇ ἡμέρᾳ ἐτελεύτησεν ὁ ἱερεὺς ὁ δεῖνα, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ γέγονεν ἀντ’ αὐτοῦ κοινῇ ψήφῳ πάντων ἡμῶν ἱερεὺς Ἰησοῦς, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος καὶ Μαρίας τῆς παρθένου. καὶ οὗτος ὁ κώδιξ ἐσώθη ἀπὸ τοῦ ναοῦ σπουδῇ τῶν τὰ πρῶτα φερόντων παρὰ τοῖς Ἰουδαίοις κατὰ τὸν καιρὸν τῆς ἁλώσεως τοῦ ναοῦ καὶ τῶν Ἱεροσολύμων καὶ ἀπόκειται ἐν Τιβεριάδι· καὶ τὸ μυστήριον τοῦτο ὀλίγοις πάνυ καὶ πιστοῖς τοῦ ἔθνους ἡμῶν ἔγνωσται. διὸ καὶ ἐμοὶ ὡς ἄρχοντι καὶ διδασκάλῳ τοῦ ἔθνους τῶν Ἰουδαίων ἀπεκαλύφθη. οὐ μόνον γὰρ ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν πεπληροφορήμεθα, ὅτι ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος Χριστὸς αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ ἐπὶ σωτηρίᾳ τοῦ κόσμου ἐλθὼν ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐκ τῆς ἀπογραφῆς, ἥτις καὶ σέσωσται μέχρι τῆς σήμερον καὶ ἀπόκειται ἐν Τιβεριάδι. ταῦτα ἀκούσας ὁ Χριστιανὸς παρὰ τοῦ Ἰουδαίου πρὸς αὐτὸν λελεγμένα, τῷ θείῳ ζήλῳ κινηθεὶς ἔλεγε τῷ Ἰουδαίῳ, ὅτι εὐθὺς καὶ παραχρῆμα ἀναφέρω τῷ πιστῷ καὶ εὐσεβεῖ βασιλεῖ τὰ ὑπὸ σοῦ λεγόμενα, ἵνα πέμψῃ ἐν Τιβεριάδι καὶ φανερώσῃ τὸν κώδικα, ὃν λέγεις, εἰς ἔλεγχον τῆς ἀπιστίας τῶν Ἰου‐ δαίων. ὁ δὲ Ἰουδαῖος πρὸς τὸν Χριστιανὸν ἔλεγε· τί θέλεις κρίμα τῇ ἑαυτοῦ ψυχῇ προσαγαγεῖν καὶ ἀναγαγεῖν τῷ βασιλεῖ καὶ μὴ τυχεῖν τοῦ σπουδαζομένου; εἰ γάρ τι τοιοῦτον γένηται, πόλεμος μέγας μέλλει συνίστασθαι, καὶ φόνοι παρακολουθήσουσι· καὶ τότε, ἐὰν ἴδωσιν ἑαυτοὺς καταπονουμένους, ἐμπρήσουσι τὸν τόπον, ἐν ᾧ ἀπόκειται ὁ κῶδιξ, καὶ μάτην κοπιῶμεν τοῦ σπουδαζομένου ἡμῖν μὴ κατορθουμένου, μόνον ἐκχύσεως αἱμάτων πρόξενοι γενόμενοι. ταῦτα γὰρ ὡς γνησίῳ φίλῳ φανερὰ πεποίηκα τῇ σῇ ἀγάπῃ, ἵνα πιστώσω σε, ὅτι οὐκ ἐξ ἀγνοίας παραιτοῦμαι τὸν Χριστιανισμόν, ἀλλ’ ἐκ κενῆς δόξης. ταῦτα ἀκούσας παρὰ τοῦ Ἰουδαίου ὁ Χριστιανὸς καὶ ἀληθῆ εἶναι πιστεύσας τὰ λεγό‐ μενα παρ’ αὐτοῦ, τῷ μὲν πιστῷ βασιλεῖ Ἰουστινιανῷ τὸν τοιοῦτον λόγον οὐκ ἐγνώρισεν, ἵνα μὴ τῷ θείῳ ζήλῳ ὁ πιστὸς ἐκεῖνος καὶ μέγας βασιλεὺς κινούμενος ἔκχυσιν αἱμάτων παρασκευάσῃ γενέσθαι, καὶ τότε μηδὲ τοῦ σπουδαζομένου κατορθωθέντος· πολλοῖς δὲ τῶν γνωρί‐ μων καὶ φίλων τὸν λόγον τοῦτον ἐποίησε δῆλον· ὃν ἡμεῖς παρὰ τῶν ἀκουσάντων ὑπὸ τοῦ προεξονομασθέντος Φιλίππου τοῦ ἀργυροπράτου μεμαθηκότες φροντίδα οὐ μικρὰν ἐθέμεθα, γνῶναι βουλόμενοι, εἰ ἄρα ἀληθῶς τοὺς λόγους τούτους ὁ Ἰουδαῖος εἴρηκε περὶ τῆς τοιαύτης ἀπογραφῆς. εὕρομεν οὖν Ἰώσηπον, τὸν συγγραφέα τῆς ἁλώσεως Ἱεροσολύμων, οὗ μνήμην πολλὴν Εὐσέβιος ὁ Παμφίλου ἐν τῇ ἐκκλη‐ σιαστικῇ αὐτοῦ ἱστορίᾳ ποιεῖται, φανερῶς λέγοντα ἐν τοῖς τῆς αἰχμαλω‐ σίας αὐτοῦ ὑπομνήμασιν, ὅτι Ἰησοῦς ἐν τῷ ἱερῷ μετὰ τῶν ἱερέων ἡγίαζε. τοῦτο οὖν εὑρόντες λέγοντα τὸν Ἰώσηπον, ἄνδρα ἀρχαῖον ὄντα καὶ οὐ μετὰ πολὺν χρόνον τῶν ἀποστόλων γενόμενον, ἐζητή‐ σαμεν εὑρεῖν καὶ ἐκ τῶν θεοπνεύστων γραφῶν τὸν τοιοῦτον λόγον βεβαιούμενον. εὕρομεν οὖν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ, ὅτι εἰσῆλθεν ὁ Ἰησοῦς ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων καὶ ἐδόθη αὐτῷ βιβλίον καὶ ἀνέγνω Ἠσαΐαν τὸν προφήτην λέγοντα· πνεῦμα κυρίου ἐπ’ ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. ἀνελογισά‐ μεθα δέ, ὅτι εἰ μὴ τάξιν τινὰ λειτουργικὴν παρὰ τοῖς Ἰουδαίοις εἶχεν ὁ Χριστὸς Ἰησοῦς, οὐκ ἂν ἐν τῇ συναγωγῇ ἐδόθη αὐτῷ βιβλίον ἀναγνῶναι εἰς ἀκοὰς τοῦ λαοῦ· οὐδὲ γὰρ παρ’ ἡμῖν τοῖς Χριστιανοῖς ἐπ’ ἐκκλησίας ἔξεστί τινα ἀναγνῶναι τῷ λαῷ βίβλους τῶν θεοπνεύστων γραφῶν, εἰ μή τις ἐν κλήρῳ καταλέγηται. καὶ ἐκ τῶν ὑπὸ Ἰωσήπου γραφέντων καὶ ἐκ τῶν ὑπὸ τοῦ εὐαγγελιστοῦ Λουκᾶ ἱστορηθέντων ἔγνωμεν, ὅτι Θεοδόσιος ὁ Ἰουδαῖος τὸ προλεχθὲν διήγημα εἰπὼν τῷ μνημονευθέντι Φιλίππῳ τῷ ἀργυροπράτῃ οὐκ ἐπλάσατο τοῦτο, ἀλλ’ ἀληθῶς ὡς γνησίῳ φίλῳ τῷ Φιλίππῳ τὸ παρὰ Ἰουδαίοις ἀποκεκρυμ‐ μένον μυστήριον ἐθάρρησεν. ὁ δὲ Χρυσόστομος οὐδ’ ὅλως παραδέχεται τὴν ἱερωσύνην ταύτην ἐπὶ Χριστοῦ.

### ι 230

Ἰητήρ: ὁ ἰατρός. καὶ Ἰητρός.

### ι 231

Ἰθαγενής: αὐτόχθων, γνήσιος παῖς. ὁ ἰθὺ καὶ ἀδιάστροφον ἔχων τὸ γένος. Ἀγαθίας· τοὺς γοῦν ἐκ παλαιοῦ οἰκήτορας καὶ ἰθαγενεῖς ἀνέκαθεν ἡγεμόνας τὴν γῆν ἀνακομίσασθαι.

### ι 232

Ἰθάκη: πόλις. καὶ Ἰθακήσιος, ὁ πολίτης.

### ι 233

Ἴθακος: ὄνομα κύριον.

### ι 234

Ἰθάμαρ: ὄνομα κύριον.

### ι 235

Ἰθαιγενής: ἀντὶ τοῦ ἐνταῦθα γεννηθείς.

### ι 236

Ἰθαιμένεος: ὄνομα κύριον.

### ι 237

Ἰθέως: ὀρθῶς.

### ι 238

Ἰθεῖα: εὐθεῖα, ὀρθή. οὐ γὰρ ἀφαυρῶς ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης.

### ι 239

Ἴθι: ἔρχου, ἢ πορεύου. Ἀριστοφάνης Νεφέλαις· ἴθ’ ἀντιβολῶ σε. πορεύου. νῦν δὲ πείσθητί μοι. ἀντιβολῶ σε, παρακαλῶ σε, Ἀττι‐ κῶς. ὁ αὐτὸς ἐν Βατράχοις· ἴθι νῦν, ἐπειδὴ ληματιᾷς. ἀντὶ τοῦ ἄγε. συνωνυμεῖ γὰρ τῷ δεῦρο. σημαίνει καὶ τὸ ἄγε.

### ι 240

Ἴθματα: ἴχνη, βήματα, δικαιώματα, ὁρμάς. τὸ δὲ σίνηπι διεκρίθη ὑπὸ τοῦ λεγομένου ἠθμοῦ.

### ι 241

Ἴθορος: παροιμιῶδες, ἐπὶ τῶν παρακελευομένων.

### ι 242

Ἴθρις: ὁ ἐκτομίας. οὗ ἡ ἰσχὺς τεθέρισται· καὶ ζήτει ἐν τῷ ἄρρεν.

### ι 243

Ἰθώμη: ὄνομα πόλεως.

### ι 244

Ἰθωμήτης: ὄνομα κύριον.

### ι 245

Ἰθὺ καὶ Ἰθὺς ἐπ’ εὐθείας. Ἡρόδοτος· ἐκ μὲν δὴ τῆς ἰθείας στρατὸν ἐπ’ αὐτὸν οὐκ ἐδόκεε πέμπειν, ἅτε οἰδεόντων ἔτι τῶν πραγμάτων. ἀντὶ τοῦ ἐκ τοῦ προφανοῦς, παρευθύ.

### ι 246

Ἰθύνει· αἰτιατικῇ. διοικεῖ, κατευθύνει, ὀρθοῖ.

### ι 247

Ἰθυντήρ: ὁδηγός, κυβερνήτης, χαλινός, πηδάλιον.

### ι 248

Ἴθυσεν: ἐπ’ εὐθείας ὥρμησεν.

### ι 249

Ἰθυτενές: εἰς εὐθεῖαν τεταμένον.

### ι 250

Ἰθύφαλλοι: οἱ ἔφοροι Διονύσου καὶ ἀκολουθοῦντες τῷ φαλλῷ, γυναικείαν στολὴν ἔχοντες. λέγεται δὲ φαλλὸς ὁτὲ μὲν τὸ ἐντετα‐ μένον αἰδοῖον, καὶ ποιήματα δὲ καλεῖσθαι, ἃ ἐπὶ τῷ ἱσταμένῳ φαλλῷ ᾄδεται μετ’ ὀρχήσεως.

### ι 251

Ἰθύφαλλοι: οἱ εἰς τοὺς μηροὺς μόνον, οὐχὶ δὲ καὶ ἐν τοῖς τραχήλοις ἐπ’ εὐθείας δεσμούμενοι, ἐξ ἐρυθρῶν δερμάτων. εἴρηται ἐν τῷ περὶ φαλλοῦ.

### ι 252

Ἵκανε: παρεγένετο.

### ι 253

Ἱκανός: ὁ ἀρκῶν. ὁ γὰρ ἱκάνων, ὅ ἐστι παραγινόμενος, ἤρκεσε πρὸς τὴν ὁδόν. Ἀριστοφάνης Πλούτῳ· ἱκανοὺς νομίζεις δῆτα θανά‐ τους εἴκοσι; καὶ Ἱκανός, ὁ θεός.

### ι 254

Ἱκανῶς ἔχω· γενικῇ.

### ι 255

Ἰκαριεύς: δῆμος φυλῆς τῆς Αἰγηΐδος.

### ι 256

Ἰκάριος: ὄνομα κύριον.

### ι 257

Ἴκαρος: ὄνομα κύριον.

### ι 258

Ἱκεσία: ἡ ἱκέτευσις.

### ι 259

Ἱκέσιος: ὁ ἱκέτης.

### ι 260

Ἱκέσθην: παρεγένοντο.

### ι 261

Ἱκετάονος: ὄνομα κύριον.

### ι 262

Ἱκέτευμα: τὸ δουλοπρεπῶς παρακαλεῖν καὶ ἱκετεύειν. ὁ δὲ Αὔγαρος ἀπήντησε Τραϊανῷ προσιόντι καὶ συγγνώμης ἔτυχεν· ὁ γὰρ παῖς λαμπρόν οἱ ἱκέτευμα ἦν.

### ι 263

Ἱκετεύω· αἰτιατικῇ.

### ι 264

Ἱκετεία, ἡ ἱκεσία. Ἱκετεία δὲ ἱκετηρίας διαφέρει. ἱκετεία μέν ἐστιν ἣν ποιεῖταί τις διὰ τῶν λόγων, ὅταν δέηται συγγνώμης τυχεῖν ἢ ἐλέους. Ἀντιφῶν· περὶ τοῦ μὴ ἐλεεῖν ὑμᾶς ἐμὲ ἐδεήθη δείσας, μὴ ἐγὼ δάκρυσι καὶ ἱκετείαις πειρῶμαι ὑμᾶς ἀναπείθειν. ἱκε‐ τηρία δέ ἐστιν, ἣν οἱ δεόμενοι κατατίθενταί που ἢ μετὰ χεῖρας ἔχουσιν.

### ι 265

Ἱκετηρία: ὁ θαλλὸς τῆς ἐλαίας. ὁ δὲ Αἰσχίνης ἐν τῇ Ἀπο‐ λογίᾳ. ἱκετηρία καλεῖται ἐλαίας κλάδος, στέμματι ἐστεμμένος.

### ι 266

Ἱκέτης: ὁ δουλοπρεπῶς παρακαλῶν καὶ δεόμενος περί τινος ὁτουοῦν.

### ι 267

Ἱκέτω: παραγενέσθω.

### ι 268

Ἰκμάζω: ὑγραίνω. καὶ Ἰκμάς, ἡ ὑγρασία.

### ι 269

Ἴκμενον: πορευτικὸν ἄνεμον.

### ι 270

Ἱκνοῦμαι: ἔρχομαι, ἱκετεύω. καὶ Ἱκνούμενος, παρακαλῶν.

### ι 271

Ἰκόνιον: ὄνομα πόλεως. καὶ Ἰκονιαῖος.

### ι 272

Ἵκοντο: παρεγένοντο.

### ι 273

Ἵκου: ἐλθέ. ἀλλ’, ὦ ταλαίπωρ’ Οἰδίπους, κλύων ἐμοῦ ἵκου πρὸς οἴκους.

### ι 274

Ἵκω: καταλαμβάνω.

### ι 275

Ἰκρία: ὀρθὰ ξύλα, ἢ σανιδώματα τῆς νηός. καὶ τὰ τῶν θεάτρων, ἃ ἦσαν καὶ ἐν ταῖς ἐκκλησίαις· ἐπὶ ξύλων γὰρ ἐκάθηντο. πρὶν γένηται τὸ θέατρον, ξύλα ἐδέσμευον καὶ οὕτως ἐθεώρουν. Ἀρι‐ στοφάνης Θεσμοφοριαζούσαις· ὥστ’ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων ὑποβλέπους’ ἡμᾶς. προβλήματα δὲ ξύλων κατὰ τῶν ἡμιτελέστων ἐφίστασαν καὶ ἴκρια προσπήξαντες διαβάσεις παρὰ σφᾶς ἐμηχανῶντο.

### ι 276

Ἴκριον. ἰκρίῳ Ἰουδαῖοι τὸν σωτῆρα προσήλωσαν. ἴκριον γὰρ ἐπὶ τοῦ τάφου κεῖσθαι τοῦ κενοταφίου. Θουκυδίδης. γνώρισμα ἐπιχώριον καὶ νόμιμον Ἀττικὸν τῶν ἐπὶ δυστυχίᾳ τετελευτηκότων καὶ μὴ ἐν Ἀθήναις ταφέντων.

### ι 277

Ἶκταρ: πλησίον. ἐγγύς· εἴρηται δὲ παρὰ τὸ ἐφικνεῖσθαι. καὶ παροιμία· οὐδ’ ἶκταρ βάλλει. εἴρηται δὲ κατὰ γλῶτταν ὥσπερ τὸ διω‐ λύγιον.

### ι 278

Ἰκτεριᾶν· ὅτι τοῖς ἰκτεριῶσι πᾶς χυμὸς δοκεῖ πικρὸς εἶναι διὰ τὸ τὴν ὑγρότητα τὴν περὶ τὴν γλῶτταν τοῦτον ἔχειν τὸν χυμόν, οὗ πρῶτον γευομένη οὐκ ἀντιλαμβάνεται τῶν προσφερομένων. ζητήσειε δ’ ἄν τις· εἰ πικρὸς ὁ περὶ τὴν γλῶτταν χυμός, ἔδει, ὁπηνίκα προσφέ‐ ρεται τὸ μέλι, ἧττον δοκεῖν πικρὸν εἶναι, ἐμμιγμένου τοῦ γλυκέος καὶ κολάζοντος τὴν ἀμετρίαν τοῦ πικροῦ· νῦν δέ, ὅταν προσφέρηται τὸ γλυκύ, τότε τῆς πικρίας μᾶλλον ἀντιλαμβάνεται. ἀλλὰ διὰ τὸ ἠρεμεῖν πρὸ τούτου τὴν αἴσθησιν οὐκ ἀντιλαμβάνεται τοῦ περὶ αὐτὴν χυμοῦ· ἐπεὶ ἐὰν μηδενὸς προσενεχθέντος κινηθῇ, μᾶλλον αἰσθήσεται τῆς πικρό‐ τητος. ὥσπερ οὖν ὁ ὑγρὰν ἔχων τὴν γλῶτταν ἧττον αἰσθάνεται, οὕτω καὶ ὁ ἄγαν ξηράν· δεῖ γὰρ παθεῖν τι τὸ αἰσθητήριον ὑπὸ τοῦ γευστοῦ, ὑγροῦ ὄντος. τὸ δὲ ἄγαν ξηρὸν ἧττον πάσχει ὑπὸ τοῦ ὑγροῦ καὶ διὰ πλείονος χρόνου. δηλοῦσι δὲ αἱ κατεξηραμέναι τῶν βυρσῶν ἐπὶ πολὺν χρόνον μὴ πάσχουσαι ὑπὸ τοῦ ὑγροῦ.

### ι 279

Ἴκτερος: νόσος ἐκ χολῆς συνισταμένη. τοὺς ἰκτέρῳ χρωσθέν‐ τας ὥσπερ χρυσίῳ. λέγουσι δὲ εἶναι πόνον ὠχροειδῆ ἀπὸ θυμοῦ ἐγειρόμενον ὥστε τοὺς ὀφθαλμοὺς τῶν κεκρατημένων ὠχροὺς καὶ μέλανας ποιεῖν, ὡς καὶ τῶν ἰκτίνων, ἀφ’ οὗ καὶ καλεῖται. ὅτι οἱ ἰκτεριῶντες ῥᾷον ἀπαλλάττονται πρὸς ὄρνιν τὸν χαραδριὸν ἀποβλέψαντες. καὶ ζήτει ἐν τῷ χαραδριός.

### ι 280

Ἱκτῆρας: ἱκετευτικούς. ἵστασθε, τούσδ’ ἄραντες ἱκτῆρας κλάδους.

### ι 281

Ἴκτις, ἴκτιδος. εἶδος ζῴου, ὡς οἱ κάστορες. ἢ ἔνυδρόν ἐστιν, ἰχθυοφάγον. καὶ Κτιδέα, τὸ τοῦ αἰλούρου δέρμα.

### ι 282

Ἴκτινα: ὄνομα κύριον.

### ι 283

Ἴκτινος: εἶδος ὄρνιθος ἁρπακτικοῦ ἐν ἔαρι φαινομένου. καὶ παροιμία· προκυλινδεῖσθαι ἰκτίνοις. ἔαρος γὰρ ἀρχομένου ἴκτινος φαί‐ νεται· ἐφ’ ᾧ ἡδόμενοι ἐκυλινδοῦντο, ὡς ἐπὶ γόνυ πίπτοντες εἰς βα‐ σιλέα· ἴδιον γὰρ βασιλέων τὸ ἐξ ἀνθρώπων γονυπετεῖσθαι. ἢ ὅτι τὸ διὰ μεταβολῆς καιροῦ γινόμενον εἰς βασιλικὴν ἐπέτρεψε τιμήν· οἱ γὰρ ἴκτινοι τὸ ἔαρ σημαίνουσιν. οἱ πένητες οὖν ἀπαλλαγέντες χειμῶ‐ νος προεκυλινδοῦντο καὶ προσεκύνουν αὐτούς.

### ι 284

Ἴκτινος: εἶδος ὀρνέου. οὐ γὰρ οἶμαι ῥᾴδιον ἐν γήρᾳ μετα‐ τιθεμένῳ διαφυγεῖν τὸν λεγόμενον ὑπὲρ τοῦ ἰκτίνου μῦθον· ὃς ὄρνις ὤν, ἐπιθέμενος τῷ χρεμετίζειν ἀμφοῖν ἁμαρτεῖν, ἀγροικίας τε ἅμα καὶ δεξιότητος.

### ι 285

Ἰλλάδες: οἱ δεσμοί.

### ι 286

Ἰλαδόν: ἐν ἀθροίσει, κατὰ ἴλας. δηλοῖ δὲ καὶ τὸ δασύ.

### ι 287

Ἵλαθι: ἵλεως ἔσο.

### ι 288

Ἵλαος: ὁ ἵλεως, καὶ εὐμενής.

### ι 289

Ἰλαπινάζω: εὐωχοῦμαι.

### ι 290

Ἰλαπίνας: θυσίας, ἑορτάς, εὐωχίας.

### ι 291

Ἱλάριος, Ἀντιοχεύς, τῆς ἐν Συρίᾳ πόλεως, ἐν τῷ βουλευτηρίῳ τὰ πρωτεῖα φέρων· ἐπιεικὴς δὲ τὴν φύσιν ὢν καὶ φιλομαθὴς καὶ προσέτι ὀξὺς ἐν τοῖς λόγοις καὶ βιβλίων παντοδαπῶν εὐπορώτατος, ὅμως ὀψιμαθὴς ἐγεγόνει λόγων φιλοσόφων. πολιτεύεσθαι γὰρ ἀναγκα‐ ζόμενος τὰ κοινὰ πολιτεύματα τῆς πατρίδος οὐδεμίαν εἶχε σχολὴν πρὸς φιλοσοφίαν. ἐνῆν δὲ αὐτῷ δυσάγωγον ἦθος ἐν τῇ νεότητι πρὸς σωφροσύνην· ὥστε καὶ τοῦτο πολλὴν ἀσχολίαν παρείχετό οἱ πρὸς καλλίω βίον. ἀλλὰ γὰρ ἡ τύχη σοφώτερον τούτῳ κατέστη καὶ ὁ καιρός, ἅμα παρηκούσης ἤδη τῆς ἀκρατοῦς ἡλικίας. ἀτύχημα γάρ τι συνέβη κατὰ τὸν οἶκον, ὅπερ εὐτύχημα ἀπέβη κατὰ τὸ ἀληθέστερον· ἡ γὰρ γυνὴ αὐτοῦ τῶν οἰκείων τινὶ συμφθειρομένη κατείληπτο. ὁ οὖν οἰκοφθόρος τὸ ἐπιτήδευμα ῥήτωρ ἐγεγόνει, Μόσχος δὲ ὄνομα. τυγχά‐ νων δὲ τοῦ Ἱλαρίου τινὸς εὐνοίας καὶ οἰκειότητος ἄδικος ἐφάνη περὶ τὸν εὐεργέτην· ἑάλω γὰρ συνὼν τῇ γυναικί. καὶ ὃς οὐδὲν ταραχθεὶς ἐπὶ τῇ συμφορᾷ πρᾶγμα ἐποίησεν ἀνδρείας τε καὶ φρονήσεως ἐχό‐ μενον. τὸν γὰρ ἄνδρα παραλαβὼν ἐξέστη μὲν αὐτῷ τῆς γυναικός, ἐξέστη δὲ τοῦ σφετέρου κλήρου, ἐφ’ ᾧ τε κατὰ τὸν νόμον ἐκεῖνον βουλεύειν· αὐτὸς δέ, καὶ γὰρ ἄπαιδα βίον τῇ γυναικὶ συμβεβίωκεν, ἀπολιπὼν τὴν πατρίδα μετεσκευάσατο τὸν βίον πρὸς τοὺς φιλοσόφους, εἰς Καρίαν τε καὶ Λυδίαν μεταναστάς. Ἀθήναζε γὰρ ἀφικόμενος ἠβούλετο τοῦ Πρόκλου ἀκροάσασθαι καὶ λόγων φιλοσόφων. ὡς δὲ οὐκ ἤνεγκεν αὐτοῦ τὴν τρυφὴν ὁ Πρόκλος, ἀκηκοὼς αὐτὸν ἐληλυθέ‐ ναι μετὰ τῶν παλλακίδων καὶ τῆς συνήθους ἔτι ἐκδιαιτήσεως, ἀναχω‐ ρήσας Ἀθήνηθεν ὁ Ἱλάριος ἄλλον μετεδίωκε τρόπον ὠφελείας τὸν συμμετρότερον ἢ κατὰ τὸν Πρόκλειον.

### ι 292

Ἱλάριος, ὁ ἐκ Φρυγίας, ἐπὶ Ἰοβιανοῦ βασιλέως Ῥωμαίων. κατὰ παιδείαν μὲν ἦν ἀνὴρ οὐ γνώριμος, κοινωνεῖν δὲ αὐτῷ θεὸς ἐδόκει τῆς κοινωνίας τοῦ μέλλοντος, ὥστε ἦν μάντις ἄριστος.

### ι 293

Ἱλαρίων, Ἱλαρίωνος.

### ι 294

Ἱλαρός: εὔχαρις, ἀστεῖος, ἡδύς. Ἀππιανός· σὺν βοῇ ἱλαρᾷ καὶ θορύβῳ χρηστῷ παρέπεμπον αὐτὸν καὶ θαρρεῖν ἐκέλευον. ἐπ‐ έπρεπε δὲ αὐτῷ μάλιστα τὸ τῆς ψυχῆς ἱλαρόν.

### ι 295

Ἱλαροῖς· ἀφορῶντες τὴν πόλιν ἱλαροῖς τοῖς προσώποις εὔθυμοι τὴν τελευτὴν προσδέχεσθαι ἔλεγον.

### ι 296

Ἱλαρώτερος: εὐπροσιτότερος.

### ι 297

Ἴλας: ἀγέλας, ἢ τάξεις. καὶ ἰλάρχας, ταξιάρχας. Ἴλη γὰρ συστροφή, τάξις ὄχλου ἱππικοῦ.

### ι 298

Ἰλλάς: τὸ σχοινίον. καὶ Ἰλλάσι, τοῖς δεσμοῖς.

### ι 299

Ἱλάσθητι· δοτικῇ. ἵλεώς μοι γένοιο.

### ι 300

Ἱλάσκεσθαι: ἐξιλεοῦσθαι.

### ι 301

Ἰλάσκονται: περὶ τὸν αὐτὸν εἰλοῦνται τόπον, ἢ ἐν κύκλῳ πλανῶνται.

### ι 302

Ἱλασμός: εὐμένεια, πραότης, συγχώρησις. εἴτε διαλλαγή.

### ι 303

Ἱλαστήριον: θυσιαστήριον.

### ι 304

Ἰλεδανοί: οἱ δεσμοί.

### ι 305

Ἰλεός: ἡ κατάδυσις τοῦ ὄφεως, ὁ φωλεός. σημαίνει δὲ καὶ ὄνομα νόσου περὶ τοὺς ἵππους γινόμενον.

### ι 306

Ἱλεοῦμαι· αἰτιατικῇ.

### ι 307

Ἵλεω: πρᾶον. καὶ Ἵλεως, τὸ Ἀττικόν, εὐμενής.

### ι 308

Ἱλεωτήριον: ἱλαστήριον.

### ι 309

Ἰλεύς: ὄνομα κύριον.

### ι 310

Ἴλλειν: συνέχειν.

### ι 311

Ἴλη: σύστημα. συστροφή, τάξις ὄχλου ἱππικοῦ. κυρίως δὲ φατρία. μία δ’ ἐκκλησίας ἀνδρῶν ἴλη. Εὐνάπιος· τότε δὲ ἴλη τῶν καταφράκτων ἱππέων ὑπὲρ τοὺς υʹ ἐς τοὺς ὀπισθοφύλακας κατερράγη.

### ι 312

Ἱλήκοις: ἵλεως καὶ εὐμενὴς γενοῦ. ἐν Ἐπιγράμμασι· ἱλήκοις, Διόνυσε, τεῆς ἀμέλησα χορείης.

### ι 313

Ἰλιάς: τὸ πλῆθος.

### ι 314

Ἰλιὰς κακῶν: ἐπὶ τῶν μεγάλων κακῶν.

### ι 315

Ἰλιβηνοί: ὄνομα ἔθνους.

### ι 316

Ἰλιγγιᾷ: ὅταν περὶ τὴν καρδίαν στρόφος γένηται, ἐπακολουθεῖ σκότος· καὶ τοῦτο καλοῦσι τὸ πάθος ἴλιγγον. ἰστέον ὅτι εἰλιγγιῶ διὰ διφθόγγου, ἴλιγγος δὲ διὰ τοῦ ι.

### ι 317

Ἰλιεύς: ὁ ἀπὸ τῆς Ἰλίου πόλεως. καὶ Ἰλιέων.

### ι 318

Ἰλίεια Ἀθηνᾶ: ἡ παρ’ Ἰλιεῦσι τιμωμένη.

### ι 319

Ἰλλίζω: διανεύω.

### ι 320

Ἴλιον: ἡ τῆς Φρυγίας πόλις. ὅτε τὰ κατὰ τοὺς Ἀργοναύτας ἐπράχθη, τηνικαῦτα παρ’ Ἕλλησιν ἐχρημάτιζε καὶ Ἐρυθρὰ Σίβυλλα· κατὰ δὲ τὴν Φρυγῶν χώραν Τρώς, ὁ πατὴρ Ἴλου καὶ Γαννυμήδους, ἐβασίλευσε κτίσας τὴν μὲν Τροίαν εἰς ἴδιον ὄνομα, τὸ δὲ Ἴλιον εἰς ὄνομα τοῦ υἱοῦ αὐτοῦ. καὶ πληρώσας τὰς πόλεις πάντας τοὺς τοπάρχας ἐν τοῖς ἐγκαινίοις προετρέψατο δίχα Ταντάλου τοῦ βασι‐ λέως τῆς Θρᾴκης. καὶ μετά τινα χρόνον ἀπέστειλε τὸν υἱὸν αὐτοῦ Γαννυμήδην τὸν ἀγαπώμενον ὑπ’ αὐτοῦ σφόδρα θυσίαν ἀπάγειν καὶ δῶρα τῷ Εὐρωπαίῳ Διῒ ὑπὲρ εὐχαριστίας, δεδωκὼς αὐτῷ ἄνδρας πεντήκοντα. νομίσας οὖν ὁ Τάνταλος ὅτι κατάσκοπος ἐπέμφθη τῆς αὐτοῦ βασιλείας, ἐκράτησεν αὐτὸν πρὶν ἢ καταλαβεῖν τὸ ἱερόν. καὶ μαθὼν τὴν αἰτίαν ἐθεράπευσεν. ὁ δὲ μικρὸν διατρίψας καὶ νόσῳ πιεσθεὶς ἐτελεύτα. λυπηθεὶς δὲ ὁ Τάνταλος αὐτὸν μὲν ἔθηκεν ἐν σορῷ, τοὺς δὲ σὺν αὐτῷ ἀπέστειλεν ἀπαγγελοῦντας τῷ πατρὶ τὸν ἐκείνου θάνατον. οἱ δὲ ποιηταὶ ἁρπαγῆναι τὸν Γαννυμήδην ὑπὸ τοῦ Διὸς ἔγραψαν, τὸ ὀξὺ τοῦ θανάτου μυθολογήσαντες.

### ι 321

Ἰλισσός: ὄνομα τόπου, καὶ ποταμοῦ.

### ι 322

Ἰλλόμενος: δεσμευόμενος.

### ι 323

Ἴλλον: στρεβλόν, στραβόν· ἢ τυφλόν. Ἀριστοφάνης· ἴλλος γε‐ γένημαι· ὁ δ’ οὐδέπω. καὶ τὸ πληθυντικὸν Ἴλλοι.

### ι 324

Ἴλλος: ὄνομα κύριον. ὃς ἦν μάγιστρος Ζήνωνος.

### ι 325

Ἰλλοῦστον· εὑρὼν δὲ Ἰλλοῦστον φθορέα ἐκρέμασεν ἐπὶ διδύμου ξύλου. τουτέστιν εἰς φοῦρκαν.

### ι 326

Ἰλλώπτειν. ἐν Ἐπιγράμμασι· τῷ γλυκερὸν καὶ θῆλυ κατιλ‐ λώπτοντι Πριήπῳ.

### ι 327

Ἰλλυριοί: βάρβαροι Θρᾳκικοί, οἱ δὲ Περσίδος αὐτούς φασιν. καί φησιν Ἀριστοφάνης· Ἰλλυριοὶ κεκριγότες. ἀντὶ τοῦ ποιὰν φωνὴν ἀποτελοῦντες. κεκριγότες οὖν διὰ τὴν ἀσάφειαν τῆς φωνῆς αὐτῶν. κρίγη γὰρ ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινόμενος.

### ι 328

Ἰλύς: βόρβορος. καὶ Ἰλύσι τὸ πληθυντικόν.

### ι 329

Ἰλυσπῶντες: συνειλούμενοι. εἰς τέλμα βοῦν ἐμπεσόντα καὶ ἰλυσπώμενον ἕως τεθνάναι.

### ι 330

Ἰλυοῖσι: ταῖς καταδύσεσιν. ἑρπετὰ δ’ ἰλυοῖσιν ἐνέκρυφεν.

### ι 331

Ἱμᾶν καὶ Ἱμεῖν: ἀντλεῖν· ἀνέλκειν, ἀνασπᾶν.

### ι 332

Ἱμάντες: λῶροι, δεσμοί. ἱμάντι τε πολλῷ ξυνδεθῆναι ἐντει‐ λάμενος ἑκάστῳ ἀνδρί.

### ι 333

Ἱμάντωσις: δέσις ξύλων ἐμβαλλομένων ἐν τοῖς οἰκοδομήμασιν.

### ι 334

Ἱμάς: ὁ λῶρος.

### ι 335

Ἵμασεν: ἐμάστιξεν.

### ι 336

Ἱμάσθλην: μάστιγα. ἐν Ἐπιγράμμασι· κώπην θ’ ἅμα νηὸς ἱμάσθλην.

### ι 337

Ἱμάσσω: πλήξω, πατάξω.

### ι 338

Ἱματίδιον: τὸ μικρὸν ἱμάτιον.

### ι 339

Ἱματισμένος: ἐνδεδυμένος. ἱματισμένον καὶ σωφρονοῦντα. διὰ τοῦ ι.

### ι 340

Ἱματισμός: ἡ ἐσθής.

### ι 341

Ἴμβρασος: ὄνομα κύριον.

### ι 342

Ἴμβρος: ποταμός, μικρόν· Ἴμβρως δὲ κύριον, μέγα.

### ι 343

Ἱμαῖον ᾆσμα: τὸ ἐπὶ τῇ ἀντλήσει λεγόμενον· παρὰ τὸ ἱμᾶν. οἱ δὲ τὸ μυλωθρικόν. καὶ πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον ἔγρει. Καλλίμαχος Ἑκάλῃ.

### ι 344

Ἱμαῖος: ἡ ἐπιμύλιος ᾠδή. δηλοῖ δὲ καὶ ὄνομα κύριον.

### ι 345

Ἱμέρα: ὄνομα πόλεως.

### ι 346

Ἱμεραία: γραῦς τις. καὶ πόλις· ἐκ δὴ τούτων νόσοι καὶ τροφῶν ἀπορίαι τὴν Ἱμεραίαν κατέσχον.

### ι 347

Ἱμεραῖος: ὁ ἀπὸ τῆς πόλεως Ἱμέρας.

### ι 348

Ἱμέριος, Ἀμεινίου ῥήτορος, Προυσιάδος τῆς Βιθυνίας, σοφιστὴς τῶν ἐπὶ Ἰουλιανοῦ τοῦ βασιλέως, ἀντιπαιδεύσας Προαιρεσίῳ ἐν Ἀθή‐ ναις· πηρὸς τὰς ὄψεις ἐν γήρᾳ. ἔγραψε μελέτας.

### ι 349

Ἱμερίας: ποταμός.

### ι 350

Ἱμερόεντα: ἐράσμιον. λάμποντα. ἐν Ἐπιγράμμασι· αὐτή σοι Κυθέρεια τὸν ἱμερόεντ’ ἀπὸ μαστῶν κεστὸν ἔδωκεν ἔχειν. καὶ Ἱμερόεις, ὁ ἐπιθυμητικός.

### ι 351

Ἵμερος: ἡ ἐπιθυμία. ἵμερος αὐτὸν εἰσῆλθε διάπυρος ἰδεῖν Μάρκελλον νεκρόν.

### ι 352

Ἱμερτής: ὁ ἐπιθυμητής.

### ι 353

Ἱμερτός: καλός, ἐπέραστος, ποθεινός.

### ι 354

Ἱμείρω· γενικῇ. καὶ Ἱμείρομαι· γενικῇ. ἐπιθυμῶ. τὸ ἱμεί‐ ρειν τοῦ βίου καὶ φιλοζωεῖν τῆς μεγίστης ἀγεννείας ἐστὶ σημεῖον καὶ κακίας.

### ι 355

Ἱμητόν: τὸ ἀντλητόν. Ἱμονιὰ γὰρ τὸ τοῦ ἀντλήματος σχοινίον. οἱ δὲ Ἄβαροι ἐχώρουν ἵνα ὁ Δάναπρις ἔρρει ποταμός.

### ι 356

Ἱμονιά. τὸ δὲ φρέαρ ἅτε ὀρεινὸν ὂν κοῖλον ἦν καὶ βαθὺ ὥστε δεῖν ἱμονιᾶς μακρᾶς. οἱ δὲ αὐτὸ τὸ ἀντλητήριον· παρὰ τὸν ἱμάντα.

### ι 357

Ἱμονιοστρόφου μέλη· ἱμονιὰ καλεῖται τὸ ἀντλητήριον τῶν φρεάτων. ἱμαῖον δὲ τὸ ᾆσμα. ἱμονιοστρόφου δὲ τοῦ εὐτελοῦς.

### ι 358

Ἱμονιᾶν: ἀποπατεῖν· ἀντὶ τοῦ μακρὰ χέζειν· ἀπὸ τοῦ σχοινίου, δι’ οὗ τὰ ὕδατα ἀρύονται, ὃ καλοῦσιν ἱμονιάν. καὶ Ἀριστοφάνης· πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη; ᾖδον δὲ ᾆσμα οἱ ἀντληταὶ ἱμαῖον.

### ι 359

Ἱμῶσα: γεμίζουσα, ἀντλοῦσα.

### ι 360

Ἵνα: ὅπου. Ἀντιφῶν ἐν τῷ περὶ τῆς ὁμονοίας· ὀκνεῖν, ἵνα οὐδὲν ἔργον ὀκνεῖν. καὶ Ἀρριανὸς ἀντὶ τοῦ ὅπου· ἵνα ἐπιμαχώ‐ τατον τοῦ τείχους ἐφαίνετο, ἐστρατοπεδεύσατο. Ἶνα δὲ τὴν δύνα‐ μιν, αἰτιατική, καὶ ψιλοῦται καὶ περισπᾶται· ἀπὸ τῆς ἴς εὐθείας.

### ι 361

Ἵνα: τούτῳ χρῶνται ἀντὶ τοῦ ἄν. Ὅμηρος· ἵνα μὴ ῥέξωμεν ὧδε.

### ι 362

Ἶνα: πόλις.

### ι 363

Ἵνα μή σε βάψω βάμμα Σαρδινιακόν: τουτέστιν ἵνα μή σε ἐρυθρὸν ποιήσω τῷ βάμματι μαστίξας· οἷον ἵνα μή σε φοινίξω. νῆσος γάρ ἐστι μεγίστη ἡ Σαρδὼ πρὸς τῇ Ἰταλίᾳ· γίνονται δὲ ἐν αὐτῇ πορφύραι διάφοροι καὶ ὀξύταται. βούλεται οὖν δηλοῦν, ἵνα μή σοι πληγὰς ἐντρίψω. ἐν Σαρδοῖ γὰρ τῆς Ἰταλίας βάμματα πυρρὰ γίνεται.

### ι 364

Ἵνα μὴ φάγῃ σκόροδα μηδὲ κυάμους: τουτέστιν ἵνα μὴ δικάσῃ μηδὲ πολεμήσῃ. εἰς γὰρ τὸν πόλεμον ἔφερον σκόροδα· οἱ δὲ δικασταὶ ἔτρωγον κυάμους, ἵνα μὴ κοιμηθῶσιν.

### ι 365

Ἰνάρωνος.

### ι 366

Ἰνάσσω: ἰσχὺν παρέχω.

### ι 367

Ἰνάχειον ἄστυ: τὸ τοῦ Ἰνάχου.

### ι 368

Ἴνδακος: ὄνομα κύριον. ἤκμαζε δὲ ἐπὶ Λέοντος τοῦ μετὰ Μαρκιανὸν βασιλέως, λαμπρὸς τὴν τόλμαν καὶ τοῖς ποσὶ χρήσασθαι δυνατώτατος, τῶν χειρῶν τὴν ἀριστερὰν ἀμείνων, ταχύτητι ποδῶν διαφέρων. Εὐχίδου γὰρ καὶ Ἀσσάπου καὶ Χρυσομάζου καὶ Ἐχίονος καὶ εἴ τις ἕτερος ἐπὶ ποδῶν ὠκύτητι διεβοήθη, ὀξύτατος ἦν. οὗτος γὰρ ἐξεφαίνετο ὁδεύων καὶ ἠφανίζετο αὖθις, οἷά τις ἀστραπή, κατὰ κρημνῶν οὐ τρέχοντι μᾶλλον ἀλλὰ πετομένῳ ἐοικώς. ἣν γὰρ κέλευθον ἀνὴρ δι’ ἵππων ἀμοιβῆς αὐθημερὸν οὐκ ἔσθενε δρᾶσαι, τοῖς ἰδίοις αὐτὸν ποσὶν ἰσχυρίζοντο ἀναλγήτως διατρέχειν. ἀπὸ γὰρ τοῦ ἐρύματος Χέρεως διὰ μιᾶς ἐφοίτα ἐς τὴν Ἀντιόχειαν, καὶ πάλιν τῇ ἑξῆς ἐς τὸ ῥηθὲν εὑρίσκετο φρούριον· ἐκ δὲ τούτου αὖθις μὴ ἀναπαύλης δεόμενος διὰ μιᾶς ἡμέρας εἰς Νεάπολιν ἐγίνετο Ἰσαυρίας.

### ι 369

Ἰνγρουσία: παρὰ Ῥωμαίοις τὸ τοῖς ἀσθενέσι διδόμενον σιτίον, ὁ οὔτε ζῆν οὔτε ἀποθνήσκειν ποιεῖ.

### ι 370

Ἴνδακος.

### ι 371

Ἰνδάλλεται: καταφαίνεται, ὁμοιοῦται.

### ι 372

Ἰνδάλματα: φαντάσματα, ὀνείρατα, ἅπερ μὴ παρόντα ὑπονοεῖ τις, ὁμοιώματα, ἀπεικονίσματα. Αἰλιανός· ὄψις οὖν ἰνδάλματος ἱεροῦ ὄναρ ἐπιστᾶσα λέγει ποιήσασθαι μεταβολὴν βίου.

### ι 373

Ἰνδικτιὼν καὶ Ἴνδικτος λέγεται.

### ι 374

Ἰνδοί: ἔθνος βάρβαρον. κατὰ δὲ τὸν πόλεμον ἦσαν αὐτοῖς σημαῖαι τῶν ἱππέων καθ’ ἑκάστην χιλιοστὺν δράκων ἐπὶ κάμακος ἀνατεταμένος, οὗ ἀργυρᾶ μὲν ἡ κεφαλὴ πεποίηται, σεσηρότων ὀδόντων καὶ τοῦ χάσματος ἀπειλὴν ἔχοντος· τὸ δὲ ἄλλο σῶμα σηρικόϋφον ἦν, ἔς τε μῆκος καὶ βάθος καὶ τὸ ποικίλον τῆς χρόας ἐς ἀληθινὸν δρά‐ κοντα. τοῦτον φέρων ἱππεύς, μετεωρίσας ἐς τὸν ἀέρα τὴν κάμακα ῥύμῃ διώκει τὸν ἵππον. καὶ ἐμπίπτει μὲν ὥσπερ εἰκὸς ἐλαυνόμενον βίᾳ τὸ πνεῦμα· εἰλούμενον δὲ ἐν τοῖς κόλποις τοῦ κοίλου ὕφους καὶ διέξοδον εὑρεῖν διὰ τὸ στεγανὸν οὐ δυνάμενον κυμαίνει τε εἰς τὸν ἀέρα καὶ μετεωρίζον τὸ ποικίλον ἤτριον πάσας ἑλίσσει τροπάς, ὥσπερ ὁλκὸς δράκοντος ἀληθινοῦ. ὅτι ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου ἐβαπτίσθη‐ σαν οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες καὶ Ἀρμένιοι,

### ι 375

Ἰνδοὶ οὔτε σώμασιν οὔτε χρήμασι συνεμάχησαν κατὰ Ῥωμαίων τῷ βασιλεῖ. οὐ γὰρ ὅσιον αὐτοῖς πολεμεῖν πρὸς ἄνδρας ἀδικουμένους.

### ι 376

Ἶνες: νεῦρα. καὶ τὸ πληθυντικὸν Ἰσί.

### ι 377

Ἵν’ εἰδῇς: ἵνα μάθῃς. Εἰδῶ περισπωμένως. Ἵν’ εἰδῆτε, ὅπως μάθητε. ἀλλὰ τούτων μὲν τάχ’ ἡμῖν δώσεις δίκην οὐκ ἐς μακράν, ἵν’ εἰδῆθ’ οἷός ἐστι τρόπος ἀνδρῶν ὀξυθύμων τε καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.

### ι 378

Ἰνίον: νεῦρον. ἀπὸ τῆς τοῦ ἐγκεφάλου βάσεως ἐπὶ τὰ πλατέα νεῦρα, ἃ δὴ τὴν ἰσχὺν ἡμῶν ἔχειν δοκεῖ.

### ι 379

Ἶνις: ὁ νέος, ὁ υἱός.

### ι 380

Ἴνις: τοὺς ἑτέρους. καὶ Ἴνις, χώρα.

### ι 381

Ἰνοῦς ἄχη: αὕτη δύο παῖδας ἔσχε, Λέαρχον καὶ Μελικέρτην, οἳ κατετοξεύθησαν ὑπὸ Ἀθάμαντος. ὕστερον δὲ ἐκλήθη Λευκοθέα.

### ι 382

Ἰνώ: ὄνομα θεᾶς.

### ι 383

Ἰνωπός: ὄνομα τόπου. λοῦσαι δ’ Ἰνωπῷ καθαρὸν χρόα, βᾶθι δ’ ἐς οἴκους.

### ι 384

Ἴνωψ: ὄνομα κύριον.

### ι 385

Ἰννοί: οἱ κολοβοὶ τῶν ἵππων, νάννοι δὲ οἱ κολοβοὶ τῶν ἀνθρώ‐ πων. καὶ ναννοφυεῖς.

### ι 386

Ἰνοῖ κρεμαμένῃ πρὸ ποδῶν Εὐριπίδου.

### ι 387

Ἴξαλος: πηδητικός. ἐν Ἐπιγράμμασι· ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ, Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήταν τόνδ’ ἀνέθηκε τράγον. καὶ αὖθις· πρόσθε μὲν ἀγραύλοιο διατριχὸς ἰξάλου αἰγὸς δοῖον ἐπὶ χώροις ἐστεφόμην πετάλοις.

### ι 388

Ἷξε, καὶ Ἷξον· οἳ δ’ ἷξον κοίλην Λακεδαίμονα.

### ι 389

Ἰξευτής: ἰξευτικός.

### ι 390

Ἰξιονίδης.

### ι 391

Ἰξίονος.

### ι 392

Ἰξιόεν.

### ι 393

Ἰξιῶδες.

### ι 394

Ἰξίων· οὗτος ἠράσθη τῆς Ἥρας· ἣ δὲ προσαγγέλλει τῷ Διΐ, ὃς βουληθεὶς γνῶναι τοῦτο ἐξομοιοῖ νεφέλην τῇ Ἥρᾳ καὶ ἔστησεν. ὁ δὲ Ἰξίων μίγνυται αὐτῇ. καὶ ὀργισθεὶς ὁ Ζεὺς κολάζει αὐτὸν τροχῷ διατείνων ἀεὶ φερομένῳ καὶ ἀνακυκλουμένῳ.

### ι 395

Ἴξιρος: ποταμός.

### ι 396

Ἰξός: ᾧ χρῶνται εἰς ἄγρευσιν πτηνῶν.

### ι 397

Ἰξύν: τὴν ὀσφύν. ἐπ’ ἠϊόνι ψυχόμενον χηλάς τε καὶ ἰξύας. τουτέστι τὴν ῥάχιν. καὶ αὖθις· ἔκρεκες εὐτάρσοις δι’ ἰξύος, ἀχέτα, μολπάν, τέττιξ, οἰονόμοις τερπνότερον χέλυος.

### ι 398

Ἰόβακχος: ὄνομα κύριον.

### ι 399

Ἰόβας, Λιβύης καὶ Μαυρουσίας βασιλεύς, ὃν λαβόντες καὶ μαστιγώσαντες ἐπόμπευσαν οἱ Ῥωμαῖοι· οὐ μὴν ἀνεῖλον διὰ τὴν παί‐ δευσιν. ἦν δὲ ἐπὶ Αὐγούστου Καίσαρος καὶ τὴν Κλεοπάτρας θυγατέρα Σελήνην, ἣν ἐκ τοῦ Καίσαρος Γαΐου γενομένην ἐπεποίητο, γυναῖκα εἰλήφει. συνήκμαζε δὲ αὐτῷ Δίδυμος ὁ Χαλκέντερος, ὁ καὶ πολλὰ γράψας κατ’ αὐτοῦ. ἔγραψε πάνυ πολλά.

### ι 400

Ἰοβάτης: ὄνομα κύριον. ὁ πατὴρ Σθενεβοίας, ὃς ἐπετράπη γράμμασι Προίτου ἀνελεῖν τὸν Βελλεροφόντην.

### ι 401

Ἰοβιανός, βασιλεὺς Ῥωμαίων ὀρθόδοξος, ὃς ἐπιμέλειαν καὶ φροντίδα πολλὴν ἐποιεῖτο τῶν ἐκκλησιῶν καὶ τοὺς ἐν ἐξορίαις ἐπι‐ σκόπους πάντας ἀνεκαλέσατο τῷ τε ἁγίῳ Ἀθανασίῳ ἀπέστειλε τῆς ἀμωμήτου πίστεως ἐγγράφως αὐτῷ σημᾶναι τὴν ἀκρίβειαν. ὁ δὲ ἀπέστειλεν ἐπιστολὴν πλήρη ὀρθοδοξίας. οὗτος μετὰ Ἰουλιανὸν ἦρξεν· ὃς ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις ἐτίθει, θύειν ἢ ἀπο‐ στρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι ἐβούλετο. ἐλθὼν δὲ ἐς Νίσιβιν πόλιν πολυάνθρωπον δύο μόνον ἡμερῶν ἐνδιατρίψας αὐτῇ, ὅσα περ εἶχε χρήματα κατανάλωσε τοῖς ἐνοικοῦσι μηδενὸς μεταδοὺς ἢ λόγου φιλανθρώπου ἢ πράξεως ἀγαθῆς· ἄνθρωπος οὐ δι’ ἀρετὴν οἰκείαν, ἀλλὰ διὰ τὴν τοῦ πατρὸς δόξαν ἐς τοσοῦτον ἀρχῆς προελθών. ἦν μὲν γὰρ οὐδὲ παντάπασιν ἀσθενὴς τὸ σῶμα οὔτε πολεμικοῖς ἔργοις ἀγύμναστος· ἀμελέτητος δὲ ὢν καὶ ἄγευστος παιδεύσεως, καὶ ἣν εἶχε φύσιν διὰ ῥᾳθυμίαν ἠμαύρου καὶ ἠφάνιζεν. οὗτος μετὰ Ἰουλιανόν, ὡς εἴρηται, τῆς Ῥωμαίων βασιλείας ἐγκρατὴς γενόμενος, πάντων καταφρονήσας ἐσπούδαζε τοῦ συμβάντος αὐτῷ ἀξιώματος ἀπολαῦσαι, καὶ φεύγων ἐκ Περσίδος ἔσπευδε γενέσθαι τῶν Ῥωμαϊκῶν ἐθῶν ἐντὸς εἰς ἐπίδειξιν τῆς τύχης, καὶ τὴν Νίσιβιν πόλιν τοῖς Πέρσαις, πάλαι Ῥωμαίοις οὖσαν κατήκοον, ἐκδίδωσιν. ἀπέσκωπτον οὖν αὐτὸν ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς καλουμένοις φαμώσσοις, διὰ τὴν τῆς Νισίβιδος προδοσίαν. ὁ δὲ Ἰοβιανός, ἐκ τῆς γυναικὸς αὐτοῦ κινηθεὶς τὸν ὑπὸ Ἀδριανοῦ τοῦ βασιλέως κτισθέντα ναὸν χαριέστατον ἐς ἀποθέωσιν τοῦ πατρὸς Τραϊανοῦ, παρὰ δὲ τοῦ Ἰουλιανοῦ κατασταθέντα βιβλιοθήκην εὐνούχῳ τινὶ Θεοφίλῳ, κατέφλεξε σὺν πᾶσιν οἷς εἶχε βιβλίοις, αὐτῶν τῶν παλλακίδων ὑφαπτουσῶν μετὰ γέλωτος τὴν πυράν. οἱ δὲ Ἀντιοχεῖς ἠγανάκτησαν κατὰ τοῦ βασιλέως καὶ τὰ μὲν ἀπέρριπτον τῶν βιβλίων ἐς τὸ ἔδαφος, ὥστε ἀναίρεσθαι τὸν βουλόμενον καὶ ἀναγινώσκειν, τὰ δὲ τοῖς τοίχοις προσεκόλλιζον. ἦν δὲ τοιαῦτα· ἤλυθες ἐκ πολέμου, ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι· καί, Δύσπαρι, εἶδος ἄριστε· καὶ τὰ ἑξῆς. καί, εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, χλαῖνάν τ’ ἠδὲ χιτῶνα, τά τ’ αἰδῶ ἀμφικαλύπτει, αὐτὸν δὲ κλαίοντα θοῶς ἐπὶ Πέρσας ἀφήσω. γραῦς δέ τις μέγαν καὶ καλὸν αὐτὸν θεασαμένη μαθοῦσά τε ἀνόητον εἶναι ἐφθέγξατο· ὅσον μῆκος καὶ βάθος ἡ μωρία. καὶ ἄλλος δὲ ἰδιώτης ἀποτολμήσας, μεγάλῃ τῇ φωνῇ βοήσας ἐν τῷ ἱπποδρομίῳ γέλωτα παρέσχε πᾶσιν εἰπὼν κενὰ καὶ ψυχρὰ τῇ ἡλικίᾳ αὐτοῦ. καὶ ἐπράχθη ἂν ἄτοπα, εἰ μὴ Σαλούστιός τις ἔπαυσε τὴν στάσιν. ὁ δὲ Ἰοβιανὸς χειμῶνος ὄντος ὡδοιπόρει ἐπὶ Κιλικίαν καὶ Γαλατίαν καὶ ἐν Δαδαστάνοις ἀπέθανε μύκητα πεφαρ‐ μαγμένον φαγών. κατὰ δὲ τὴν ἡγεμονίαν κοινὸς καὶ ἐλευθέριος ἔδοξεν εἶναι. ὅτι ἐπὶ Ἰοβιανοῦ ἦν Ἀκάκιος ἐπίσκοπος Καισαρείας Παλαι‐ στίνης, ὃς λίβελλον ἔγραψε περὶ ὀρθοδόξου πίστεως, ἀποδεχόμενος τὴν ἐν Νικαίᾳ σύνοδον.

### ι 402

Ἰόβις: παρὰ Ἰταλοῖς ὁ Ζεύς.

### ι 403

Ἰόβειοι καὶ Ἑρκούλειοι: ὀνόματα τάξεων. τάγματα γάρ τινα ἦσαν δαίμονος ἐπώνυμα. Ἰόβις γὰρ παρὰ Ἰταλοῖς ὁ Ζεύς, Ἑρκούλιος δὲ ὁ Ἡρακλῆς.

### ι 404

Ἰοβόλος: ὁ ὄφις.

### ι 405

Ἰόδδας: ὄνομα κύριον.

### ι 406

Ἰοδόκη: βελοθήκη.

### ι 407

Ἰόεντα σίδηρον: τὸν μέλανα· ὡς ἰοειδέα πόντον, τὸν μέλανα. βέλτιον δὲ εἰς ἰοὺς εὐθετοῦντα.

### ι 408

Ἰοειδές: τὸ μέλαν. καὶ Ἰοειδής.

### ι 409

Ἰοθόρ: ὁ πενθερὸς Μωϋσέως.

### ι 410

Ἰοκάστη: ὄνομα κύριον. καὶ ζήτει ἐν τῷ Οἰδίπους.

### ι 411

Ἰόλαος: ὄνομα κύριον. ἥρως τις τιμώμενος παρὰ Ἀθη‐ ναίοις. Ἰόλεως δὲ Ἀττικῶς.

### ι 412

Ἰόλεια.

### ι 413

Ἰόλη: ὄνομα κύριον.

### ι 414

Ἰόμωρος.

### ι 415

Ἴον: τὸ ἄνθος.

### ι 416

Ἴονθος: ἡ πρώτη ἔκφυσις τῶν τριχῶν, ἀπὸ τοῦ ἰέναι καὶ ἀνθεῖν.

### ι 417

Ἰόνιον πέλαγος: ὁ νῦν Ἀδρίας. καὶ Ἰόνιος κόλπος.

### ι 418

Ἰόντες: πορευόμενοι.

### ι 419

Ἰόπη: ὄνομα κύριον.

### ι 420

Ἰόππη: ὄνομα τόπου.

### ι 421

Ἰορδάνεια ῥεῖθρα.

### ι 422

Ἰορδάνης ὁ ποταμὸς ἐκλήθη διὰ τὸ συμμίγνυσθαι δύο ἅμα ποταμούς, Ἴορ καὶ Δάνην.

### ι 423

Ἰόρτιος: ὄνομα κύριον. ὁ τοίνυν Ἰόρτιος οὐκ ἔχων ὅ τι παρ’ ἑαυτοῦ τερατεύσασθαι, σιγῆς γενομένης· ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶν ἡ τράπεζα καὶ ἄγαν περιφερής; ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ ὡς τὸ εἰκὸς γέλως κατερράγη· ἐγγώνιος γὰρ ἦν καὶ οὐ στρογγύλη ἡ τοῦ Μαικήνα τράπεζα. Πλού‐ ταρχος.

### ι 424

Ἰοστέφανοι· Πίνδαρος· αἱ λιπαραὶ καὶ ἰοστέφανοι Ἀθῆναι.

### ι 425

Ἰότητι: βουλήσει, γνώμῃ. Ἄρτεμι, σῇ δ’ ἰότητι γάμος θ’ ἅμα καὶ γένος εἴη τῇ Λυκομηδείου παιδὶ φιλαστραγάλῃ.

### ι 426

Ἰού: σχετλιαστικὸν ἐπίρρημα, ἀντὶ τοῦ οἴμοι. καὶ Ἰού, ἰού, σχετλιαστικὸν ὁμοίως ἐπίρρημα.

### ι 427

Ἰοῦ, ἰοῦ: τὸ ἰοῦ ἐπὶ χαρᾶς περισπᾶται.

### ι 428

Ἰουβενάλιος, ποιητὴς Ῥωμαῖος. οὗτος ἦν ἐπὶ Δομετιανοῦ βασιλέως Ῥωμαίων. ὁ δὲ Δομετιανὸς ἐφίλει τὸν ὀρχηστὴν τοῦ πρα‐ σίνου μέρους, τὸν λεγόμενον Πάριν, περὶ οὗ καὶ ἐλοιδορεῖτο ἀπὸ τῆς συγκλήτου καὶ Ἰουβεναλίου τοῦ ποιητοῦ. ὅστις βασιλεὺς ἐξώρισε τὸν Ἰουβενάλιον ἐν Πενταπόλει ἐπὶ τὴν Λιβύην, τὸν δὲ ὀρχηστὴν πλουτί‐ σας ἔπεμψεν ἐν Ἀντιοχείᾳ· ὃς κτίσας οἶκον καὶ λουτρὸν ἔξω τῆς πόλεως ἐκεῖ τελευτᾷ.

### ι 429

Ἰούδας καὶ Ἰουδαῖος. ὅτι Δαμόκριτος ἱστορικὸς περὶ Ἰουδαίων φησί· χρυσῆν ὄνου κεφαλὴν προσεκύνουν καὶ κατὰ τριετίαν ξένον ἀγρεύοντες προσέφερον καὶ κατὰ λεπτὰ τὰς σάρκας διέξαινον καὶ οὕτως ἀνῄρουν.

### ι 430

Ἰουδήθ· ὅτι ἐπὶ Ξέρξου, τοῦ βασιλέως Περσῶν, οἱ τῶν Αἰθιό‐ πων βασιλεῖς ἐπανίστανται Πέρσαις, καὶ τοῦ βασιλέως κατ’ ἐκείνων στρατεύσαντος, οἱ Ἰουδαῖοι πρὸς ἀπόστασιν εἶδον καὶ καταφρονήσαντες αὐτοῦ ἐπὶ τὴν Ἱερουσαλὴμ ἀνῆλθον. οὗτος δὲ περιγενόμενος τῶν Αἰθιόπων ἐπὶ τοὺς Ἰουδαίους στρατεύει Ὁλοφέρνῃ τὸν κατ’ αὐτῶν πόλεμον ἐπιτρέψας. πολιορκοῦντος τοίνυν Ὁλοφέρνου τὴν Ἱερου‐ σαλήμ, γυνή τις, ὄνομα Ἰουδήθ, προσποιησαμένη τὴν φιλοῦσαν αὐτόν, ὡς ἐκάθευδε, νυκτὸς ἀπέτεμεν αὐτοῦ τὴν κεφαλὴν καὶ ἀνασκολοπίσασα ταύτην ἐπὶ τοῦ τείχους φυγεῖν παρεσκεύασε τοὺς Πέρσας· οὕτω τε τῆς πολιορκίας λυθείσης ἀπηλλάγησαν οἱ Ἰουδαῖοι τοῦ φόβου. ὁ δὲ τῶν Ἰουδαίων ἱερεὺς Νεμεσίας παρρησίαν ἔχων πρὸς αὐτὸν ἔπεισεν αὐτὸν εἰρήνην σπείσασθαι πρὸς αὐτοὺς καὶ συγχωρῆσαι αὐτοῖς ἀνακτί‐ σασθαι τὴν Ἱερουσαλήμ, Ἔσδρα προηγουμένου αὐτῶν. Ἰούλιος δὲ Ἀφρικανὸς λέγει, ὅτι Ναβουχοδονόσορ, ὁ καὶ Καμβύσης, ἀναιρεῖται ὑπ’ αὐτῆς.

### ι 431

Ἰουδήθ, Ἑβραία ἡ τὸν Ὁλοφέρνην, τὸν ἀρχιστράτηγον Καμ‐ βύσου τοῦ υἱοῦ Κύρου, ἀνελοῦσα, τὰ τοῦ Ὁλοφέρνου πάντα λαβοῦσα ταῦτα ἀνέθηκε τῷ θεῷ· καὶ ὑποστρέψασα ἐν τῷ οἴκῳ αὐτῆς, ἀρετὴν καὶ ἄσκησιν ἔχουσα ἐτελεύτησεν ρεʹ ἔτη βιώσασα.

### ι 432

Ἰουθοῦγγοι: ὄνομα ἔθνους. οἱ δὲ ἐπεραιώσαντο τὸν Ἴστρον, δόντων ἑκόντων εἶναι τὴν δίοδον Ἰουθούγγων ἔχθει τῷ πρὸς Ῥω‐ μαίους.

### ι 433

Ἰουλιανός, Χαλδαῖος, φιλόσοφος, πατὴρ τοῦ κληθέντος θεουργοῦ Ἰουλιανοῦ. ἔγραψε περὶ δαιμόνων βιβλία δʹ. ἀνθρώπων δέ ἐστι φυ‐ λακτήριον πρὸς ἕκαστον μόριον, ὁποῖα τὰ τελεσιουργικὰ Χαλδαϊκά.

### ι 434

Ἰουλιανός, ὁ τοῦ προλεχθέντος υἱός, γεγονὼς ἐπὶ Μάρκου Ἀντωνίνου τοῦ βασιλέως. ἔγραψε καὶ αὐτὸς Θεουργικά, Τελεστικά, Λόγια δι’ ἐπῶν· καὶ ἄλλα ὅσα τῆς τοιαύτης ἐπιστήμης κρύφια τυγχά‐ νουσιν. ὅτι τοῦτόν φασι δίψει ποτὲ καμνόντων τῶν Ῥωμαίων, ἐξαίφνης ποιῆσαι νέφη τε ἀγερθῆναι ζοφώδη καὶ ὄμβρον ἀφεῖναι λάβρον ἅμα βρονταῖς τε καὶ σέλασιν ἐπαλλήλοις· καὶ τοῦτο σοφίᾳ τινὶ ἐργάσασθαι Ἰουλιανόν. οἱ δέ φασιν Ἄρνουφιν, τὸν Αἰγύπτιον φιλόσοφον, τοῦτο πεποιηκέναι τὸ θαυμάσιον.

### ι 435

Ἰουλιανός, Δόμνου, ἀπὸ Καισαρείας Καππαδοκίας, σοφιστής, σύγχρονος Καλλινίκου τοῦ σοφιστοῦ· γεγονὼς ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως.

### ι 436

Ἰουλιανός, Ἁλικαρνασεύς, ἀναρρῶσαι ἠβουλήθη τὴν Σεβήρου κακοδοξίαν, ἄφθαρτον εἶναι φάσκων τὸ σῶμα τοῦ Χριστοῦ καὶ θεοῦ, αὐτῆς γε δήπου τῆς ἐν τῇ νηδύϊ τῆς θεότητος ἑνώσεως καὶ τοῦ σώ‐ ματος, καὶ πρώην γε τῆς ἐκ τῶν κατοιχομένων τοῦ Χριστοῦ ἀναστά‐ σεως. λοιπὸν ἐκ τοῦ τοιοῦδε εἰσάγεσθαι, οὐκ ἐνεργείᾳ τινὶ τοὺς Ἰουδαίους αἰκίσασθαί τε καὶ θανατῶσαι τὸν Χριστόν. ἅτε οὖν σκάζουσά τε καὶ οὐκ ἐρρωμένη ἡ δόξα, πρὸς τῶν πάλαι θεσπεσίων πατέρων ἐξωθισθεῖσα ἐτύγχανε. τότε δὴ Ἰουλιανὸς εἴτε ὑπὸ τοῦ γήρως τὰ καιριώτατα οὐ φρονῶν εἴτ’ οὖν ὑπερβολῇ τῆς πρὸς Χριστὸν ἐπιμε‐ λείας, τῆς ἀληθοῦς τε καὶ ἀπταίστου δόξης ἐπέκεινα ἐκπεσών, εἴτε καὶ ἑτέρου τινὸς ἀναδιδάξαντος· ὑποψιθυρίζεται γὰρ καὶ τοῦτο, ὡς πόλεώς τινος ἱερεὺς ταύτην δήπου τὴν κακίστην δόξαν Ἰουλιανῷ εἰσηγήσατο· ἔμελλεν οὖν τὴν ὀρθογνώμονα τοῦ Χριστοῦ δόξαν διακη‐ ρύττειν· καὶ δὴ Μαρῖνον τὸν ἀπὸ Κάρρων τῆς ἐν Συρίᾳ πόλεως ἔστειλεν ἀνὰ τὴν ἕω βεβαιῶσαι τὸ δόγμα, εἰ μὴ μετὰ βραχὺν χρόνον ᾤχετο ἐξ ἀνθρώπων. ὅτι ὁ Ἰουλιανὸς οὗτος τῆς Σευήρου κακο‐ δοξίας προστάτης ἐγένετο εὐθυμότατος, Σευήρου μὲν μίαν φύσιν λέ‐ γοντος τὸν Χριστὸν καὶ τὴν ἐν τῷ Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ μίαν μὲν κατὰ Σεβῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφοράν.

### ι 437

Ἰουλιανός, ὁ παραβάτης καὶ ἀποστάτης, Ῥωμαίων βασιλεύς, Κωνσταντίνου βασιλέως τοῦ μεγάλου ἀνεψιός, ἀπὸ Δαλμάτου ἀδελφοῦ αὐτοῦ καὶ μητρὸς Γάλλας τοὔνομα. ἔγραψε τοὺς καλουμένους Καίσα‐ ρας· περιέχει δὲ τοὺς ἀπὸ Αὐγούστου Ῥωμαίων βασιλεῖς· ἑτέραν βίβλον περὶ τῶν τριῶν σχημάτων· καὶ τὰ καλούμενα Κρόνια· καὶ τὸν Μισοπώγωνα ἢ Ἀντιοχικόν· Περὶ τοῦ πόθεν τὰ κακά, καὶ Πρὸς τοὺς ἀπαιδεύτους· Πρὸς τὸν κύνα Ἡράκλειτον πῶς κυνιστέον· ἐπιστολὰς παντοδαπάς, καὶ ἄλλα. ὅτι περὶ τοῦ Ἐμπεδοτίμου λέγει ὁ παραβάτης οὕτως ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη, καὶ μικρῷ πρό‐ τερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος. ὅτι ἐπὶ τὸν Ἰουλιανὸν πολλαὶ δίκαι ἐχώρουν, χανδὸν ἐμφορουμένων τῶν ἀνθρώ‐ πων τῆς δικαιοσύνης τοῦ κρίνοντος· ἀναβολαί τε οὐκ ἦσαν ἐπ’ αὐταῖς, ὅσαι νόμιμον ἐκ τῶν συνήθων γραμμάτων τὸ ἄδικον ἴσχουσιν εἰς βοήθειαν τῶν ἀδικούντων καὶ προειληφότων· ἀλλ’ ἢ παραχρῆμα ἔδει τὸ ἶσον ἐλέγχεσθαι κατὰ φύσιν, ἢ τὸ μέλλον καὶ διωθούμενον εἰς τὸν χρόνον ὕποπτον ἦν. βαρὺς μὲν οὖν καὶ λυπηρὸς ἐτύγχανε, καὶ ἐπὶ τοῖσδε καὶ τὸ τῶν πονηρῶν ἔθνος καὶ ἀδικούντων διηγείρετο. οὐ γὰρ ἀδικεῖν ἐξῆν οὐδὲ λανθάνειν ἀδικοῦσι. βαρύτερον δὲ αὐτὸν ἀπεδείκνυε τοῖς μοχθηροῖς καὶ τὸ εὐπρόσοδον. οἷα γὰρ προϊόντος μὲν πολλάκις διὰ τὰς ἱερομηνίας καὶ θυσίας, ἡμέρου δὲ φύσει πρὸς πᾶσαν ἔντευξιν τυγχάνοντος, ἀκώλυτον τοὺς δεομένους λόγου τυχεῖν. ὁ μὲν οὖν ἐλάχιστον τῆς ὑπὸ τῶν πονηρῶν ταύτης βλασφημίας τε καὶ ὀργῆς ᾐσθάνετο καὶ ἐφρόντιζε. περὶ τῆς τελευτῆς Ἰουλιανοῦ τοῦ παρα‐ βάτου, τοῦ ἀθέου· ἀλλ’ ὁπόταν σκήπτροισι τεοῖς Περσήϊον αἷμα ἄχρι Σελευκείης κλονέων ξιφέεσσι δαμάσσῃς, δὴ τότε σε πρὸς Ὄλυμπον ἄγει πυριλαμπὲς ὄχημα, ἀμφὶ θυελλίῃσι κυκώμενον ἐν στροφάλιγξι, ῥίψαντα βροτέων ἐθέων πολύτλητον ἀνίην. ἥξεις δ’ αἰθερίου φάεος πατρώϊον αὐλήν, ἔνθεν ἀποπλαγχθεὶς μεροπήϊον ἐς δέμας ἦλθες. ἔστι δὲ καὶ ὁ χρησμὸς ὁ δοθεὶς αὐτῷ, ὅτε περὶ Κτησιφῶντα διῆγεν. γη‐ γενέων ποτὲ φῦλον ἐνήρατο μητιέτα Ζεύς, ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ’ ἔχουσι. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δὲ δάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα, ὅρρα καὶ Ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας ὑσμίναις πυκι‐ ναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας.

### ι 438

Ἰουλιανός, ὁ ὕπατος, ὠνησάμενος τὴν βασιλείαν, ἐπεὶ παρῆλθεν εἰς τὴν ἀρχήν, εὐθέως τρυφαῖς καὶ κραιπάλαις ἐσχόλαζε, τῇ μὲν τῶν δημοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, ἐς δὲ τὸ ἁβροδίαιτον ἐπιδιδοὺς ἑαυτόν. εὑρίσκετο δὲ καὶ τοὺς στρατιώτας ψευσάμενος· οὔτε γὰρ οἴκοθεν ἦν αὐτῷ τοσαῦτα χρήματα, καὶ οἱ δημόσιοι θησαυροὶ ἐκεκένωντο ὑπὸ Κομόδου. ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος ἐν τῷ θεάτρῳ ἐν καταφρονήσει αὐτὸν ἐποίει.

### ι 439

Ἰουλία Αὐγούστα, τοῦ Σεβήρου γαμετὴ τοῦ βασιλέως, ἣν ὁ Πλαυτιανὸς πολλὰ καὶ δεινὰ κακὰ εἰργάσατο· πάνυ γὰρ αὐτῇ ἤχθετο καὶ σφόδρα αὐτὴν πρὸς τὸν Σεβῆρον διέβαλλεν, ἐξετάσεις τε κατ’ αὐτῆς καὶ βασάνους κατ’ εὐγενῶν γυναικῶν ποιούμενος. καὶ ἡ μὲν αὐτή τε φιλοσοφεῖν διὰ ταῦτα ἤρξατο καὶ σοφισταῖς συνημέρευεν.

### ι 440

Ἰούλιος: μήν. καὶ ὄνομα κύριον.

### ι 441

Ἰουλόπεζα: ἡ ναῦς.

### ι 442

Ἴουλος: ὁ ἐν ταῖς ἀμπέλοις σκώληξ· πολύπουν δέ τι ζῷον. καὶ τὸ ἐξάνθημα τὸ ἐπὶ τῶν γενείων, καὶ τὸ ἐπὶ ταῖς καρύαις ἄνθος, καὶ ᾠδῆς τι γένος ἴουλος, καὶ ὁ προσφιλὴς τῇ Ἀρτέμιδι. ἔνιοι δὲ καὶ τὸν ἐπὶ ταῖς ὑδρίαις γινόμενον πολύποδα καὶ συστρεφόμενον ἴουλον καλοῦσιν. ἐν Ἐπιγράμμασι· ὥριον ἀνθήσαντας ὑπὸ κροτά‐ φοισιν ἰούλους κειράμενος, γενύων ἄρσενος ἀγγελίας, Φοίβῳ θῆκε Λύκων πρῶτον γέρας.

### ι 443

Ἴουλος: ἀπὸ τοῦ ὅλον εἶναι πυκνόν, καὶ συνεστράφθαι καὶ ἰέναι. λέγεται ἡ πρώτη ἐξάνθησις τοῦ γενείου.

### ι 444

Ἰούνιος: ὄνομα. εἰς τὴν ἱππάδα τελῶν, διὰ τὸ καὶ φαγεῖν ζῶν, συνήθης ἦν τρισὶ πλουσίοις, κοιλιοδαίμων τε καὶ ταγηνοκνισοθή‐ ρας· βούλομαι γὰρ τὰ τῆς κωμῳδίας εἰς τοὺς τοιούτους εἰπεῖν, οὐδε‐ μιᾷ μὰ τὸν ἀπειροκαλίᾳ· ὃς ἔνεμε τὴν γαστέρα ταῖς τρισὶ τραπέζαις, καὶ τοσαύταις ἐπιπηδῶν τραπέζαις λύκου τινὸς δίκην ἢ ἰκτίνου ἢ ἁρπυίας, ἵνα τι καὶ παίσω.

### ι 445

Ἰοῦσαν: πορευομένην.

### ι 446

Ἰουστινιανός· οὗτος κτίσας τὴν ἁγίαν Σοφίαν ἐκάθηρε τὴν αὐλὴν καὶ ἐμαρμάρωσεν αὐτήν, τὸ πρὶν οὖσαν Αὐγουστεῖον, ὁ ἑρμη‐ νεύεται ὀψοπώλιον· καὶ ἔστησε τὴν ἑαυτοῦ εἰκόνα ἐπὶ κίονος ἔφιππον· καὶ τῇ μὲν ἀριστερᾷ χειρὶ φέρει σφαῖραν, ἐμπεπηγότος σταυροῦ ἐν αὐτῇ, ὑποσημαίνοντος, ὡς διὰ τῆς εἰς τὸν σταυρὸν πίστεως τῆς γῆς ἐγκρατὴς γέγονε· σφαῖρα μὲν γὰρ ἡ γῆ διὰ τὸ σφαιροειδὲς τοῦ αὐτῆς σχήματος, πίστις δὲ ὁ σταυρὸς διὰ τὸν ἐν αὐτῷ σαρκὶ προσηλωθέντα θεόν. τὴν δὲ δεξιὰν χεῖρα ἀνατεταμένην ἔχων κατὰ ἀνατολάς, στάσιν τῶν Περσῶν σημαίνων καὶ μὴ μεταβαίνειν ἐπὶ τῆς Ῥωμαϊκῆς γῆς, διὰ τῆς ἀνατάσεως καὶ ἀπώσεως τῶν χειρῶν βοῶν· στῆτε καὶ μὴ πρόσω χωρεῖτε· οὐ γὰρ συνοίσει ὑμῖν.

### ι 447

Ἰουστινιανός, ὁ Ῥινότμητος, βασιλεὺς Ῥωμαίων, υἱὸς Κων‐ σταντίνου· ὃς πρὸς τοῖς ἄλλοις κακοῖς καὶ ἐς τὰς πολιτικὰς ἀρχὰς καθίστη ἄνδρας ἀπηνεῖς καὶ ὠμοτάτους, ὧν ἦν Στέφανος ὁ εὐνοῦχος, Πέρσης, ταμίας τῶν βασιλικῶν χρημάτων. καὶ πολλὰ τοὺς ὑπὸ χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὡς οἱ γραμματισταὶ τοὺς παῖδας ἐπιθέμε‐ νος. καὶ Θεόδοτόν τινα ἔγκλειστον γεγονότα κατὰ τὰ Θρᾳκῷα τοῦ στενοῦ τῶν δημοσίων λογιστήν, ὃν τὸ δημῶδες γενικὸν λογοθέτην, ἐποίησεν. ὃς ὑπερβολῇ ὠμότητος τὰ χρήματα ἔπραττε, μετεώροις σχοινίοις ἀναρτῶν καὶ περικαπνίζων ἀχύροις τοὺς περιφανεστάτους ἀπέκτεινε. καὶ Λεόντιον στρατηγὸν τῶν ἀνατολικῶν, καὶ Πατρίκιον Ἴσαυρον τρισὶν ἔτεσιν ὑποφρούριον ἐποίησεν Ἰουστινιανός, ὕστερον δὲ στρατηγὸν Ἑλλάδος ἀπέδειξεν. ὃν Παῦλος, τῆς Καλλιστράτου μονῆς μοναχός, ἀστρονόμος, καὶ Γρηγόριος Καππαδόκης, ἡγούμενος τῆς τοῦ Φλώρου μονῆς, προεμαντεύσαντο, καὶ ἐγκρατὴς τῆς βασιλείας ἐγένετο.

### ι 448

Ἰουστῖνος, φιλόσοφος, καὶ τῷ σχήματι τῶν φιλοσόφων χρώ‐ μενος, ἀπὸ τῆς Νεαπολιτῶν ἐπαρχίας τῆς Παλαιστίνης, ἐκ πατρὸς Πρίσκου τοῦ Βακχίου. οὗτος ὑπὲρ τῆς θρησκείας τῶν Χριστιανῶν πάνυ ἐκοπίασεν, ὥστε καὶ Ἀντωνίνῳ, τῷ ἐπίκλην Πίῳ, καὶ τοῖς τού‐ του υἱέσι καὶ τῇ συγκλήτῳ Ῥωμαίων βίβλον κατὰ τῶν ἐθνῶν συντα‐ γεῖσαν ἐπιδοῦναι, τὸν ὀνειδισμὸν τοῦ σταυροῦ μὴ αἰσχυνόμενος. ἔγραψε καὶ ἑτέραν βίβλον, ἣν καὶ ἐπέδωκε τοῖς Ἀντωνίνου διαδόχοις, τουτέστι Μάρκῳ Ἀντωνίνῳ καὶ Λουκίῳ Αὐρηλίῳ Κομόδῳ. ἔστι καὶ ἄλλη αὐτοῦ βίβλος κατὰ τῶν ἐθνῶν, ἐν ᾗ περὶ τῆς φύσεως τῶν δαιμόνων δια‐ λέγεται· καὶ τετάρτη βίβλος ὁμοίως κατὰ τῶν ἐθνῶν, ἣν ἐπέγραψεν Ἔλεγχος· καὶ ἄλλην Περὶ τῆς τοῦ θεοῦ μοναρχίας. καὶ ἄλλην, ἣν ὠνόμασε ψάλτην, καὶ ἑτέραν Περὶ ψυχῆς· διάλογόν τε κατὰ τῶν Ἰουδαίων, ὃν ἐσχεδίασε κατὰ Τρύφωνος, ἀρχηγοῦ τῶν ἐν Ἐφέσῳ Ἰουδαίων. οὐ μὴν ἀλλὰ καὶ κατὰ Μαρκίωνος ἐπίσημα τεύχη ἐξέδωκε· καὶ ἄλλην βίβλον κατὰ πασῶν τῶν αἱρέσεων, ἧς μέμνηται ἐν τῷ Ἀπολογητικῷ, ὃ ἐπέδωκεν Ἀντωνίνῳ τῷ Πίῳ. οὗτος ἐν τῇ Ῥώμῃ ἔχων τὰς διατριβάς, εὐθύνων Κρίσκην τὸν Κυνικὸν τὸν κατὰ τῶν Χριστιανῶν βλασφημοῦντα καὶ καλῶν αὐτὸν λαίμαργον ἄσωτόν τε καὶ ἀκόλαστον καὶ τὸν θάνατον φοβούμενον, τέλος τῇ τούτου ἐνεργείᾳ καὶ ἐπιβουλῇ ὡς Χριστιανὸς ὑπὲρ Χριστοῦ ἔπαθεν.

### ι 449

Ἰουστῖνος, ὁ βασιλεὺς Ῥωμαίων, ὀρθοδοξότατος. ἦν δὲ ἀμάθη‐ τος γραμμάτων ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητος. οὗτος κτίζει καὶ τὸν ἐν τῷ Παλατίῳ χρυσὸν τρίκλινον καὶ τὸν ἅγιον Παῦ‐ λον, τὸ ὀρφανοτροφεῖον. καὶ αὔθις· τὴν περὶ βασιλέως Ἰουστίνου κρατήσασαν δόξαν, ὥς ἐστι μάλα ἐμβριθής τε καὶ κατηκριβωμένος.

### ι 450

Ἰοῦστος, Τιβερεύς, ἐπαρχίας Γαλιλαίας· ἐπεχείρησε μὲν καὶ αὐτὸς Ἰουδαϊκὴν ἱστορίαν συντάξαι καί τινα ὑπομνήματα περιγράφειν· ἀλλὰ τοῦτον Ἰώσηπος ἐλέγχει ψευσάμενον. καὶ γὰρ ἐν ἐκείνῳ τῷ καιρῷ συνέγραφεν ὅτε καὶ Ἰώσηπος.

### ι 451

Ἰοφῶν, Ἀθηναῖος, τραγικός, υἱὸς Σοφοκλέους τοῦ τραγικοῦ γνήσιος ἀπὸ Νικοστράτης· γέγονε δὲ αὐτῷ καὶ νόθος υἱὸς Ἀρίστων ἀπὸ Θεοδωρίδος Σικυωνίας. δράματα δὲ Ἰοφῶν ἐδίδαξε νʹ· ὧν ἐστιν Ἀχιλλεύς, Τήλεφος, Ἀκταίων, Ἰλίου πέρσις, Δεξαμενός, Βάκχαι, Πενθεύς, καὶ ἄλλα τινὰ μετὰ τοῦ πατρὸς Σοφοκλέους.

### ι 452

Ἰοχέαιρα: ἡ τοῖς ἰοῖς χαίρουσα, ὑποδεχομένη. ἐν Ἐπιγράμ‐ μασι· σοὶ μὲν καμπύλα τόξα καὶ ἰοχέαιρα φαρέτρα, δῶρα παρὰ Προ‐ μάχου, Φοῖβε, τάδε κρέμαται.

### ι 453

Ἰώ: ὄνομα. Ἴναχος, Ἀργείων βασιλεύς, κτίζει πόλιν εἰς ὄνομα τῆς σελήνης Ἰοῦ· οὕτω γὰρ τὴν σελήνην ἐκάλουν Ἀργεῖοι. ἔσχε δὲ καὶ θυγατέρα Ἰώ, ἥντινα Πῆκος ὁ καὶ Ζεὺς ἥρπασε καὶ ἔσχε θυγα‐ τέρα ἐξ αὐτῆς Λιβύην. ἡ δὲ Ἰὼ λυπηθεῖσα ἐπὶ τῇ διαφθορᾷ ἔφυγεν εἰς τὸ Σίλπιον ὄρος κἀκεῖ τελευτᾷ. ὁ δὲ πατὴρ καὶ οἱ ἀδελφοὶ τοῦτο μαθόντες κτίζουσιν αὐτῇ ἱερὸν καὶ ἐκάλεσαν τὸν τόπον Ἰώπολιν καὶ ἔμειναν ἐκεῖ μέχρι τελευτῆς, ἐπιτελοῦντες τὴν μνήμην καὶ κρούοντες εἰς τὰς ἀλλήλων θύρας κατ’ ἔτος ἔλεγον, ἰώ, ἰώ.

### ι 454

Ἰώ: σχετλιαστικόν. ἰὼ Νέμεσι, βαρύβρομοί τε βρονταί. καὶ αὖθις· ἰώ, ἰώ, τραυμάτων ἐπωδύνων.

### ι 455

Ἰώ· Ἀριστοφάνης· ἰὼ μακάριαι χελῶναι τοῦ δέρματος, καὶ τρισμα‐ κάριαι τοὐπὶ ταῖς πλευραῖς, ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς.

### ι 456

Ἰὼ Πρασιαὶ τρισάθλιαι καὶ πεντάκις, καὶ πολλῷ δεκάκις ἀπο‐ λεῖσθε τήμερον. ἔστι δὲ πόλις Λακωνική.

### ι 457

Ἰὼ σκότος, ἐμὸν φάος, Ἔρεβος ὦ φαεννότατον ἐμοί· ἕλεσθέ μ’, ἕλεσθέ μ’ οἰκήτορα, ἕλεσθέ μ’· οὔτε γὰρ θεῶν γένος οὔθ’ ἁμερίων ἔτ’ ἄξιος βλέπειν τίν’ εἰς ὄνησιν ἀνθρώπων: τουτέστιν οὔτε θεῶν οὔτ’ ἀνθρώπων γένος ὁρᾶν ἄξιός εἰμι εἰς ὠφέλειαν· ἄξιον τοίνυν ἐξιέναι τοῦ βίου. ἢ οὕτως· εἰς ὠφέλειαν οὐκ εἰσὶν οὔτε ἄνθρωποι οὔτε θεοί· τί οὖν ζῶ; ὡς ἂν εἴ τις θάνατον σωτηρίαν νομίσειεν.

### ι 458

Ἰωάβ: ὄνομα κύριον.

### ι 459

Ἰωακείμ: ὄνομα κύριον.

### ι 460

Ἰωάθαμ: ὄνομα κύριον. ζήτει ἐν τῷ Ἀβιμέλεχ.

### ι 461

Ἰωάννης: ὄνομα κύριον. ὅτι ὁ θεολόγος Ἰωάννης καὶ εὐαγγελιστὴς ἀπὸ τῆς ἐν Πάτμῳ ἐξορίας ἐπανελθὼν συντάττει τὸ εὐαγγέλιον ὢν ἐτῶν ρʹ, διαρκέσας ἕως ἄλλων ἐτῶν ρκʹ. ἐκεῖσε διάγων καὶ συγγράφεται τὴν θεολογίαν. δέχεται δὲ ὁ Χρυσόστομος καὶ τὰς ἐπιστολὰς αὐτοῦ τὰς τρεῖς καὶ τὴν ἀποκάλυψιν. ἔχει δὲ τίτλους δε‐ καοκτώ, κεφάλαια διακόσια τριάκοντα δύο.

### ι 462

Ἰωαννίκιος: ὄνομα κύριον.

### ι 463

Ἰωάννης, Ἀντιοχεύς, ὁ ἐπικληθεὶς Χρυσόστομος· πρεσβύτερος μὲν ἐν πρώτοις Ἀντιοχείας, Εὐσεβίου δὲ τοῦ Ἐμεσηνοῦ φιλοσόφου καὶ Διοδώρου ἀκόλουθος. οὗτος πολλὰ συγγράψαι λέγεται, ἀφ’ ὧν οἱ περὶ ἱερωσύνης ὑπερβάλλουσι λόγοι τῷ τε ὕψει καὶ φράσει καὶ τῇ λειότητι καὶ τῷ κάλλει τῶν ὀνομάτων. τούτοις ἐφάμιλλοι καὶ οἱ εἰς τοὺς ψαλμοὺς τοῦ Δαβὶδ λόγοι καὶ ἡ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου σημασία καὶ τὰ εἰς Ματθαῖον καὶ Μάρκον καὶ Λουκᾶν ὑπομνήματα. τὰ δὲ λοιπὰ αὐτοῦ συγγράμματα κρείττονα ἀριθμοῦ τυγχάνει· ἅπασαν γὰρ Ἰουδαϊκὴν γραφὴν καὶ Χριστιανικὴν ὑπεμνημάτισεν ὡς ἄλλος οὐδείς. τὰς τῶν μαρτύρων δὲ πανηγύρεις ἐπηύξησεν ἐν τῷ σχεδιάζειν ἀνεμποδίστως, καὶ τὴν γλῶσσαν αὐτοῦ καταρρεῖν ὑπὲρ τοὺς Νειλῴους καταρράκτας. οὐδεὶς οὖν τῶν ἀπ’ αἰῶνος τοιαύτην λόγου ηὐπόρησεν εὔροιαν, ἣν μόνος αὐτὸς ἐπλούτησε, καὶ μόνος ἀκιβδήλως τὸ χρυσοῦν τε καὶ θεῖον παρὰ πάντας ἐκληρονόμησεν ὄνομα. τῶν δὲ συγγραμμά‐ των αὐτοῦ καταλέγειν τὸν ἀριθμὸν οὐκ ἀνθρώπου, θεοῦ δὲ μᾶλλον τοῦ τὰ πάντα γινώσκοντος. οὗτος ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστο‐ μος ἀσκητὴς ἦν ἄκρως καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν καὶ διὰ ζῆλον σωφροσύνης εὐπαρρησίαστος καὶ ἀκρόχολος· θυμῷ γὰρ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο καὶ ἐλευθεροστομίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο. καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς αὐτὸν ἀγνοοῦσι. διὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο πρὸς διόρθωσιν ἑκάστου καὶ σωτηρίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων. οὐ τοίνυν εἰ μή τις εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομιστέον, οὐδ’ αὖ πάλιν, εἰ κόλαξ εἴη καὶ ἀγεννής, τοῦτον μετριόφρονα λεκτέον, ἀλλὰ τὸν ἐν τῇ προσηκούσῃ τάξει τῇ ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα· μεγαλόψυχον μὲν εἶναι προσήκει οὐχ ὑπερήφανον, ἀνδρεῖον οὐ θρασύν, ἐπιεικῆ οὐ δουλοπρεπῆ, μετριόφρονα οὐ ταπεινοφροσύνην ὑποκρινόμενον, ἐλευ‐ θέριον οὐκ ἀνδραποδώδη· ὡς καὶ αὐτὸς λέγει· διὰ τοῦτο ποικίλον εἶναι δεῖ τὸν ποιμένα καὶ διδάσκαλον. ποικίλον δὲ λέγω, οὐχ ὕπου‐ λον οὐδὲ κόλακα καὶ ὑβριστήν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παρρησίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἀπαιτῇ τοῦτο ἡ τῶν πραγμάτων ὑπόθεσις, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. οὐ γὰρ ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασι δέον, ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ μόνῳ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης. ἐννόησον οὖν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα πρὸς χειμῶνα τοσοῦτον ἀνθέξειν καὶ τοιαύτην ζάλην καὶ τοσαῦτα κύματα πρὸς τὸ γενέσθαι τοῖς πᾶσι πάντα, ἵνα πάντας κερδήσῃ. καὶ γὰρ σεμνὸν εἶναι δεῖ τὸν τοιοῦτον καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχοντι‐ κὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ φαιδρὸν καὶ ἥμερον, ἵνα ταῦτα εὐκόλως δύναται μάχεσθαι. οὐκοῦν δεῖ τὸν ἐνεργέστατον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, μήτε ἀλαζονικὸν εἶναι μήτε κόλακα, ἀλλ’ ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμετρίαν, καὶ ἐλεύθερον εἶναι μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα μήτε εἰς δουλοπρέ‐ πειαν καταπίπτοντα. πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρχειν δεῖ, πρὸς δὲ θρασεῖς ὑψηλόν. ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρείαν τὴν θρασύτητα, ἐκείνοις μὲν τὴν ταπεινο‐ φροσύνην προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητος δόξαν· ἵνα τοὺς μὲν ὠφελήσῃς, τῶν δὲ ταπεινώσῃς τὸ φρόνημα. καιρὸς γὰρ τῷ παντὶ πράγματι, φησὶ Σολομῶν· τουτέστι ταπεινότητος, ἐξουσίας, ἐλέγχου, παρακλήσεως, φειδοῦς, παρρησίας, χρηστότητος, ἀποτομίας καὶ ἁπαξαπλῶς παντὸς πράγματος· ὥστε ποτὲ μὲν τὸ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖ‐ σθαι ἐν ταπεινώσει τὰ παιδία κατὰ τὴν κυριακὴν φωνήν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παρρησίαν· καὶ ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμφαίνειν καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔγκριτον καὶ δίκαιον λογισμὸν ἀποφέρεσθαι. λογισμοὶ γὰρ δικαίων κρίματα. καὶ Ἰσίδωρος· τὸν ἄρχοντα δίκαιον εἶναι δεῖ καὶ φοβερόν, ἵν’ οἱ μὲν εὖ βιοῦντες θαρροῖεν, οἱ δ’ ἁμαρτάνοντες ὀκνοῖεν. θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλόν ἐστιν ἢ ἀρχή. εἰ μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης· εἰ δὲ φιλαμαρτήμονες, φόβου. ἐπειδὴ δὲ καὶ ἀγαθοί εἰσι καὶ κακοί, ἀμφότερα καταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ.

### ι 464

Ἰωάννης, γραμματικός, Ἀλεξανδρεύς, ὁ ἐπικληθεὶς Φιλόπονος. τούτου συγγράμματα πάμπολλα, γραμματικά, φιλόσοφα, ἀριθμητικά, ῥητορικά, τῆς τε θείας γραφῆς καὶ κατὰ τῶν δεκαοκτὼ Προκλείων ἐπιχειρημάτων καὶ κατὰ Σεβήρου. πλὴν ὅτι παρὰ τῶν τῆς ἐκκλησίας διδασκάλων ὡς τριθεΐτης ἐκβάλλεται καὶ τοῦ καταλόγου τῶν ὀρθοδόξων ἀποδιώκεται.

### ι 465

Ἰωάννης, Φιλαδελφεὺς Λυδός. οὗτος ἔγραψε Περὶ μηνῶν βιβλίον ἕν· καὶ Περὶ Διοσημειῶν ἕτερον· καὶ ἄλλων τινῶν ὑποθέσεων μαθη‐ ματικῶν. προσομιλεῖ δὲ ταῦτα Γαβριηλίῳ τινὶ ὑπάρχῳ.

### ι 466

Ἰωάννης, ὁ ἐπονομαζόμενος Στοβεύς. Ἀνθολόγιον, περιέχον τὰς παρὰ πᾶσι πολλῶν δόξας ἐν βιβλίοις τέσσαρσιν, ἐνάρετα πάνυ καὶ γέμοντα πάσης παιδεύσεως. γράφει δὲ ταῦτα πρὸς Ἐπίμιον υἱὸν αὑτοῦ.

### ι 467

Ἰωάννης ὁ Δαμασκηνός, ὁ ἐπικληθεὶς Μανσούρ, ἀνὴρ καὶ αὐτὸς ἐλλογιμώτατος, οὐδενὸς δεύτερος τῶν κατ’ αὐτὸν ἐν παιδείᾳ λαμψάν‐ των. συγγράμματα αὐτοῦ πάνυ πολλὰ καὶ μάλιστα φιλόσοφα· εἴς τε τὴν θείαν γραφὴν Παράλληλοι κατ’ ἐκλογήν, καὶ οἱ ᾀσματικοὶ κανό‐ νες, ἰαμβικοί τε καὶ καταλογάδην. συνήκμαζε δ’ αὐτῷ καὶ Κοσμᾶς ὁ ἐξ Ἱεροσολύμων, ἀνὴρ εὐφυέστατος καὶ πνέων μουσικὴν ὅλως τὴν ἐναρμόνιον. οἱ γοῦν ᾀσματικοὶ κανόνες Ἰωάννου τε καὶ Κοσμᾶ σύγ‐ κρισιν οὐκ ἐδέξαντο οὐδὲ δέξαιντο, μέχρις ἂν ὁ καθ’ ἡμᾶς βίος περαιωθήσεται.

### ι 468

Ἰωάννης, ὁ τυραννήσας εἰς Ῥώμην ἐπὶ Θεοδοσίου, πρᾶος ἦν καὶ ξυνέσεως εὖ ἥκων καὶ ἀρετῆς μεταποιεῖσθαι ἐξεπιστάμενος. ὃς τὴν τυραννίδα μετρίως ἐξηγήσατο, οὐδὲ τοῖς διαβάλλουσι τὴν ἀκοὴν ὑπέσχεν οὐδὲ φόνον ἄδικον εἰργάσατο ἑκών γε εἶναι οὐδὲ χρημάτων ἀφαιρέσει ἐπέθετο.

### ι 469

Ἰωάννης, ὁ Καππαδοκίας ἔπαρχος Ἰουστινιανοῦ, λόγων μὲν τῶν ἐλευθερίων καὶ παιδείας ἀνήκοος ἦν. οὐ γὰρ ἄλλο οὐδὲν ἐς γραμματιστοῦ φοιτῶν ἔμαθεν ὅτι μὴ γράμματα, καὶ ταῦτα κακὰ κακῶς γράψαι. φύσεως δὲ ἰσχύϊ πάντων γέγονε δυνατώτατος ὧν ἡμεῖς ἴσμεν· γνῶναί τε γὰρ τὰ δέοντα ἱκανώτατος ἦν καὶ λύσιν τοῖς ἀπόροις εὑρεῖν. πονηρότατος δὲ πάντων ἀνθρώπων γεγονὼς τῇ τε τῆς φύσεως δυνάμει ἐς τοῦτο ἐχρῆτο, καὶ οὔτε θεοῦ λόγος οὔτε ἀνθρώπων αὐτὸν αἰδώς τις εἰσῄει, ἀλλὰ βίους τε αὐτῷ ἀνθρώπων πολλῶν ἀπολλύναι κέρδους ἕνεκα καὶ πόλεις ὅλας καθελεῖν ἐπιμελὲς ἦν. χρόνου γοῦν ὀλίγου χρήματα μεγάλα περιβαλόμενος ἐς κραιπάλην τινὰ ἐκλελάκτικεν ὅρον οὐκ ἔχουσαν· ἄχρι μὲν ἐς τὸν τοῦ ἀρίστου καιρὸν ληϊζόμενος τὰς τῶν ὑπηκόων οὐσίας, μέθῃ δὲ τὸ λοιπὸν καὶ σώματος ἔργοις ἀσελγέσιν ἠσχολημένος. κατέχειν δὲ αὑτὸν οὐδαμῇ ἴσχυεν, ἀλλὰ τά τε βρώματα μέχρι ἐς ὅσον ἤσθιε καὶ τὰ χρήματα κλέπτειν μὲν ἦν ἐσαεὶ ἕτοιμος, προΐεσθαι δὲ καὶ δαπανᾶν ἑτοιμότερος. οὗτος δὲ ὁ Ἰωάννης πᾶσιν ἀνθρώποις βαρὺς ἦν ὁμοίως καὶ χαλεπός, πληγάς τε τοῖς προσ‐ πίπτουσιν ἐντεινόμενος καὶ τὰ χρήματα ἁπαξάπαντα λόγῳ οὐδενὶ ληϊζόμενος, τὴν δίκην ὀρθῶς καὶ δικαίως τῆς ἐς τὴν δίκην παρανομίας ἐξέτισεν.

### ι 470

Ἰώανος, βασιλεὺς Ἱεροσολύμων, μετὰ θάνατον Ἰωδαὲ τοῦ ἀρχιερέως προέδωκε τὴν ἐπιμέλειαν τὴν πρὸς τὸν θεόν. συνδιεφθάρη‐ σαν δὲ αὐτῷ καὶ οἱ τοῦ πλήθους πρωτεύοντες ὥστε πλημμελεῖν εἰς τὰ δίκαια καὶ νενομισμένα παρ’ αὐτοῖς ἄριστα εἶναι. δυσχεράνας δὲ ὁ θεὸς ἐπὶ τῇ μεταβολῇ τοῦ βασιλέως καὶ τῶν ἄλλων πέμπει τοὺς προφήτας διαμαρτυρησομένους τε τὰ πραττόμενα καὶ παύσοντας τῆς πονηρίας αὐτούς. οἱ δὲ ἰσχυρὸν ἔρωτα καὶ δεινὴν ἐπιθυμίαν ἄρα ταύτης εἶχον. ἀλλὰ καὶ Ζαχαρίαν, υἱὸν τοῦ ἀρχιερέως Ἰωδαέ, κατέλευσαν λίθοις ἐν τῷ ἱερῷ, διότι προεφήτευσεν, αὐτοὺς τιμωρίαν μεγάλην ὑφέξειν μὴ πειθομένους.

### ι 471

Ἰώβ, ὁ μέγας ὄντως ἐκεῖνος καὶ γενναῖος τῆς ἀληθείας ἀγωνι‐ στής, ὁ πρῶτος ἀνοίξας τὸ γυμνικὸν ἐκεῖνο καὶ παγκόσμιον στάδιον, ὁ τὸν ἀντίπαλον πάσαις ταῖς πάλαις καταβαλών, ὁ μέχρι καὶ τῶν ὀστέων τὰς πληγὰς καὶ τοὺς μώλωπας εἰσδεξάμενος καὶ μείνας ἀήτ‐ τητος, ὁ σκωλήκων πλήρης καὶ στεφανίτης· ὃν οὐδὲ θάνατος ἴσχυσε καταστρῶσαι καὶ κονίσαι τὰ ὄπισθεν, ἀλλ’ ἔτι ἕστηκεν ὥσπερ τις ἀνδριὰς ἀπερίτρεπτος ἢ καὶ ἄκμων ἀνήλατος, δι’ ὅλου τοῦ βίου καταπαλαίων καὶ καταράσσων τὸν ἀντικείμενον. οὗτος πρῶτος κατε‐ πάτησε τὸν Διάβολον· οὗτος ἤρατο κατὰ τοῦ πονηροῦ νίκης τρόπαια, οὐ Νέμεα καὶ Ὀλύμπια Ἴσθμιά τε καὶ Πύθια καὶ ὅσα Ἑλληνικοὶ δια‐ κομπάζουσι λόγοι ἀγωνιζόμενος, ἀλλὰ πρὸ παίδων καὶ κτήσεως καὶ βοσκημάτων καὶ θεραπείας καὶ πάσης τοῦ βίου διαγωγῆς καὶ πτω‐ μάτων οἰκίας τάφους τὰς αὐτὰς καὶ πολυάνδρια τῶν ἑαυτοῦ παίδων γεγενημένας ὁ καρτερόψυχος θεασάμενος, οὓς ἐν μιᾷ ἡμέρᾳ καὶ ὥρᾳ ἐπὶ τῆς τραπέζης εὐωχουμένους καὶ συνεσθίοντας κατέστρωσε σωρηδὸν ὁ παμμίαρος, ἐπισείσας αὐτοῖς τὸ δωμάτιον, οὐ δύο καὶ τρεῖς ἢ τέτταρας, ἀλλὰ δέκα τοὺς πάντας καὶ πάσας καταβαλών. καὶ οὐδὲ μέχρι τούτων ἡ λύσσα καὶ βασκανία ἠρκέσθη τοῦ ἀντιπάλου, ἕως αὐτὸν τὸν ἀθλητὴν γυμνὸν ἐπὶ τῆς κοπρίας ἐκκαλεσάμενος καὶ κατάστικτον ὅλον τοῖς ἕλκεσι καὶ πλήρη σκωλήκων ἀπεργασάμενος, θέαμα φρικτόν τε καὶ ξένον ὅλῃ τῇ ὑφ’ ἡλίῳ κατέστησεν, ἔτεσιν ἑπτὰ τοῖς ὀδοῦσι δαρδάπτων καὶ τῇ γλώσσῃ λικμώμενος ὅλον τὸ σῶμα τοῦ μάκαρος· μέχρις ὅτου τὴν ἧτταν ἐφ’ ἑαυτὸν ὁ παμμίαρος ἐπεσπάσατο καὶ τὴν αἰσχύνην τέλεον ἐκληρώσατο. ἔχεις τὸ λοιπὸν καὶ τούτου τοῦ φιλοσόφου τὰ ἔπαθλα. ἔχεις καὶ τούτου τὴν βίβλον πολὺ τῆς Ὁμήρου καὶ Πλάτωνος ἀηδόνος λιγυρώτερον ᾄδουσαν, οὐ μύθων καὶ παθῶν ἀλλοτρίων ὑφηγήσεις διαγορεύουσαν, ἢ τὸν θρασύτατον Ἀχιλλέα ἢ τὸν Ὀδυσσέα τὸν πολυμήχανον, ὧν αἱ σφαγαὶ τυγχάνουσι τρόπαια καὶ γυναικῶν φθοραὶ κατορθώματα, ἀλλὰ τὸν Σατανᾶν ὑπὸ γυμνοῦ τινος καὶ ἀόπλου καὶ μόνου καταρασσόμενον, καὶ φίλων συμπαθῶν δημη‐ γορίας καὶ δάκρυα καὶ φυσιολογίαν ὅλης τῆς κτίσεως καὶ ζῴων καὶ ὀρνέων φύσεις καὶ λαμπρά τινα διηγήματα, καὶ αὐτοῦ δὲ τοῦ δρά‐ κοντος τὴν εἰκόνα τοῦ σκολιοῦ καὶ πολλὰς ἔχοντος τὰς ἑλίξεις καὶ τοὺς ὀφθαλμοὺς ὡς πῦρ ἀποστίλβοντας· καὶ τὴν εἰς ᾅδου καὶ τῶν καταχθονίων τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ συγκατάβασιν καὶ τὴν ἐξ ᾅδου καὶ τῶν νεκρῶν ἀναβίωσιν καὶ πάλιν τὸν δίκαιον στεφανίτην ἀναγορεύουσαν καὶ παῖδας καὶ κτῆσιν ὅλην πολυπλασίως λαμβάνοντα καὶ χρόνον ζωῆς διπλασιαζόμενον καὶ θυγατέρων ὀνόματα ἐξαλλάσ‐ σοντα, οὐ Λήδης ἢ τῆς Εὐρώπης καὶ Ἀντιόπης, ἃς ὁ τῶν θεῶν ὕπατος Ζεὺς διεκόρησεν, ἀλλ’ Ἡμέρας τε καὶ Κασίας καὶ Ἀμαλθείας προσωνυμίας λαμβάνουσαι καὶ τὸ κριθῆναι πασῶν γυναικῶν τῶν ὑπὸ τὸν οὐρανὸν ἐκπρεπέστεραι, καὶ τὸ δὴ μέγιστον τοῦ νικηφόρου καὶ στεφανίτου Ἰὼβ τὴν εὐγένειαν ὥσπερ τι γνώρισμα καὶ κλῆρον λαχού‐ σας ἐξαίρετον. μόνος γὰρ οὗτος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν, ὁ κλεινὸς καὶ τριπόθητος, ὁ τοῦτο κερδάνας τῶν ἑαυτοῦ ἄθλων τὸ τελευταῖον καὶ ἔσχατον, τὸ μετὰ Χριστοῦ συναναστῆναι καὶ τὸν τῇδε κόσμον θεάσασθαι πάλιν μετὰ τοῦ σώματος, οὐ κατὰ τὸν Ἡρακλέους μῦθον καὶ τὴν Ἀδμήτου Ἄλκηστιν, ἣν ὁ καλλίνικός τε καὶ τριέσπερος ὑπὲρ τοῦ ἀνδρὸς τελευτήσασαν ἤγειρε, κἂν ἔσχατον πυρός τε καὶ γυναικὸς γέγονε παρανάλωμα, ἀλλὰ κατὰ τὴν ἄρρητον τοῦ σωτῆρος ἡμῶν δύναμιν, τοῦ τὸν ᾅδην σκυλεύσαντος καὶ τοὺς νεκροὺς ἐκ τῶν καταχθονίων ἁρπάσαντος, ὃς ἐκάθισεν ἐκ δεξιῶν τοῦ γεννήτορος μετὰ τοῦ προσλήμματος καὶ βασιλεύει πάσης ἀοράτου τε καὶ ὁρατῆς κτίσεως.

### ι 472

Ἰωβηλαῖος: μήν. παρὰ Ἰουδαίοις τιμώμενος. ἰστέον δέ, ὅτι τὸ ἀργὸν ἔτος κατὰ ἑπταετίαν ἠργεῖτο παρὰ Ἰουδαίοις ὁμοίως ταῖς ἑβδομάσιν ἡμέραις.

### ι 473

Ἰωγή: σκέπη.

### ι 474

Ἰωδαέ· οὗτος ἱερεὺς ἦν, ὃς διὰ τὴν πολλὴν αὐτοῦ εὐσέβειαν ἐβίωσεν ἔτη ρλʹ.

### ι 475

Ἰώεσδρος: ὄνομα κύριον.

### ι 476

Ἰωή: πνοή.

### ι 477

Ἰωήλ: ὄνομα κύριον.

### ι 478

Ἰωθάμ: ὄνομα κύριον.

### ι 479

Ἰώθη: ἐχολώθη.

### ι 480

Ἰώθων: ὄνομα κύριον.

### ι 481

Ἰωκάς: ὁρμάς, διώξεις.

### ι 482

Ἰῶκά τε δακρυόεσσαν: Ὅμηρος ἰῶκα λέγει τὴν ἰωκήν, ὡς Ἡσίοδος κρόκα τὴν κρόκην· καὶ αὐτὸς Ὅμηρος τὴν ἀλκῇ, ἀλκί· ἀλκὶ πεποιθώς. λέγει δὲ ἰωκὴν ἀπὸ μέρους τὴν μάχην, ἐπεὶ διώξεως αἰτία γίνεται· ὅθεν καὶ βοὴν τὸν πόλεμον ἀπὸ τοῦ ἀλαλαγμοῦ.

### ι 483

Ἰώ, κλάετ’ ὀβολοστάται, αὐτοί τε καί τ’ ἀρχαῖα καὶ τόκοι τόκων. οὐδὲν γάρ με φλαῦρον ἐργάσεσθ’ ἔτι. οἷος ἐμοὶ τρέφεται τοῖσδ’ ἐνὶ δώμασι παῖς, ἀμφήκει γλώττῃ λάμπων, πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη, λυσανίας πατρῴων μεγάλων κακῶν.

### ι 484

Ἰῶλκα: αὔλακα.

### ι 485

Ἰῶμαι· αἰτιατικῇ.

### ι 486

Ἰώμενος: θεραπεύων.

### ι 487

Ἴων, Χῖος, τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγῳδίας διδάσκειν ἐπὶ τῆς πβʹ ὀλυμπιάδος. δράματα δὲ αὐτοῦ ιβʹ, οἱ δὲ λʹ, ἄλλοι δὲ μʹ φασιν. οὗτος ἔγραψε περὶ μετεώρων, καὶ συνθέτους λόγους. ὃν παίζων Ἀριστοφάνης ὁ κωμικὸς Ἀοῖόν φησι. οὗτος τραγῳδίαν νικήσας Ἀθήνη‐ σιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον.

### ι 488

Ἰῶν: βελῶν. Ἰὼν δὲ ὀξυτόνως ἀντὶ τοῦ πορευθείς.

### ι 489

Ἴων, τραγῳδίας ποιητής· Χῖος τὸ γένος.

### ι 490

Ἰωνάθης: ὄνομα κύριον.

### ι 491

Ἰωνᾶς: ὄνομα κύριον.

### ι 492

Ἴωνες: Ἀσιῶται καὶ Ἀττικοὶ Ἀθηναῖοι. διὰ τοῦ ω μεγά‐ λου. εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, εὖχος Ἰώνων.

### ι 493

Ἰωνιά: ὁ λειμὼν τῶν ἴων. ὥσπερ ῥοδωνιά, ὁ τῶν ῥόδων, καὶ κρινωνιά, ὁ τῶν κρίνων.

### ι 494

Ἰωνία: χώρα. καὶ Ἰωνίας πόλεις ιβʹ, ἃς ἐνοικίζει Νηλεὺς ὁ Κόδρου. εἰσὶ δὲ Ἔφεσος Ἀνδρόκλου, Μίλητος, Μυοῦς, Πριήνη, Κολο‐ φῶν, Τέως, Λέβεδος, Ἐρυθραί, Φώκαια, Κλαζομεναί, Χῖος, Σάμος. ταύτας Δαρεῖος ἐπὶ Σκύθας ἰὼν αὐτοῖς φύλαξιν ἐπὶ τοῦ Ἴστρου ἐχρήσατο, ἐκτομίας δὲ αὐτῶν τοὺς εὐγενεστάτους ἐποίει καὶ παλλακὰς τὰς θυγατέρας.

### ι 495

Ἰωνικός: Ἑλληνικός, Ἀθηναῖος, ἀρχαῖος. καὶ Ἰωνικῶς, ἀντὶ τοῦ ἁβρῶς. ἐμιτροφόρουν τε καὶ διεκίνουν Ἰωνικῶς. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις.

### ι 496

Ἰωνίς: χώρα.

### ι 497

Ἴωξις: ἡ δίωξις.

### ι 498

Ἰωράμ, Ὀχοζίου υἱὸς βασιλέως Ἰσραήλ, πάσης κακίας καὶ πονη‐ ρίας ἀνάπλεως καὶ ἀσεβής. ἦν δὲ τὰ ἄλλα δραστήριος.

### ι 499

Ἰώραμος: ὄνομα κύριον.

### ι 500

Ἰωρός: θυρωρός, φύλαξ. καὶ παροιμία· οὐδ’ ἐντὸς ἰωροῦ. καὶ ὁ νόμος ὁ παρ’ Ἀθηναίοις ἐκτὸς ἰωροῦ ἐκέλευεν εἶναι τοὺς ἀνδροφόνους. ἐπὶ τοίνυν τῶν ἀπειλούντων καὶ σοβαρευομένων τῇ παροιμίᾳ ἐκέχρητο.

### ι 501

Ἰωσαφάτ, βασιλεύς. οὗτος εὐηρέστησε τῷ θεῷ· διὰ δὲ τὴν πρὸς Ἀχαὰβ φιλοστοργίαν ἔφη πρὸς αὐτὸν Ἰηοῦ ὁ προφήτης, ὁ τοῦ Ἀνανή· βασιλεῦ Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ κυρίου φιλιάζεις, διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ κυρίου, εἰ μὴ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί· καὶ ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον, καὶ εὑρέθη ἡ καρδία σου τελεία πρὸς κύριον, διὰ τοῦτο ἐφείσατό σου κύριος, πλὴν ὅτι διεκόπη τὰ ἔργα σου καὶ συνετρίβησαν τὰ πλοῖά σου. κἀντεῦθεν διδασκόμεθα, ὡς ἐλαττοῖ τὰς ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίας τὰ προ‐ γεγενημένα κατορθώματα. ὁ γὰρ θεὸς ταῦτα ἐκείνοις ἀντιμετρῶν οὕτως ἐκφέρει τὴν ψῆφον.

### ι 502

Ἰωσεδέκ: ὄνομα κύριον.

### ι 503

Ἰώσηπος, Ἰουδαῖος, φιλαλήθης, λέγων περὶ τοῦ Προδρόμου, καὶ περὶ τοῦ κυρίου ἡμῶν καὶ θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Ματθίου παῖς, ἱερεὺς ἐξ Ἱεροσολύμων, ὁ γράψας τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν ἐν βιβλίοις εἴκοσιν. οὗτος ἁλοὺς παρὰ Οὐεσπασιανοῦ μετὰ Τίτου τοῦ υἱοῦ αὐτοῦ ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἁλώσει κατελείφθη καὶ σὺν αὐτῷ εἰς Ῥώμην ἐλθὼν ἑπτὰ λόγους τῆς Ἱεροσολύμων ἁλώ‐ σεως τοῖς βασιλεῦσι προσήνεγκεν, οἵτινες τῇ δημοσίᾳ βιβλιοθήκῃ παρεδό‐ θησαν, καὶ διὰ τὴν δόξαν τῆς συγγραφῆς ἀνδριάντος ἠξιώθη. ἔγραψε δὲ καὶ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας λόγους εἴκοσιν, ἀπὸ τῆς τοῦ κόσμου ἀρχῆς ἕως τεσσαρεσκαιδεκάτου ἔτους Δομετιανοῦ Καίσαρος. καὶ δύο βίβλους ἑτέρας ἀρχαιότητος κατὰ Ἀππίωνος γραμματικοῦ Ἀλεξανδρέως, ὃς ἐπὶ Καλλιγόλᾳ πρεσβευτὴς ἀπεστάλη παρὰ τοῦ μέρους τῶν Ἑλλήνων κατηγορήσων Φίλωνος διὰ λόγου τινὸς κατά‐ γνωσιν περιέχοντος τοῦ Ἰουδαίων ἔθνους. ἔστι καὶ ἄλλος αὐτοῦ λόγος Περὶ αὐτοκράτορος λογισμοῦ, ἐνάρετος πάνυ, ἐν ᾧ καὶ τοῦ πάθους τῶν Μακκαβαίων ἐμνήσθη. οὗτος ἐν τῇ ὀκτωκαιδεκάτῃ τῆς Ἀρχαιο‐ λογίας βίβλῳ φανερῶς ὁμολογεῖ διὰ τὸν ὄγκον τῶν σημείων τὸν Χριστὸν ἐσφάχθαι παρὰ Ἰουδαίων καὶ Ἰωάννην τὸν βαπτιστὴν ἀληθῶς γεγενῆσθαι προφήτην καὶ διὰ τὴν σφαγὴν Ἰακώβου τοῦ ἀποστόλου τὰ Ἱεροσόλυμα πεπορθῆσθαι. γράφει δὲ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτως· γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τἀληθῆ δεχομένων, καὶ πολλοὺς μὲν τῶν Ἰουδαίων, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγά‐ γετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτα καὶ ἄλλα μυρία θαυμαστὰ περὶ αὐτοῦ εἰρηκότων, εἴς τε νῦν τὸ τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένον οὐκ ἀπελείπετο φῦλον. τοσαῦτα Ἰώσηπος περὶ Χριστοῦ ἐν τῷ ιηʹ λόγῳ φησίν.

### ι 504

Ἰώσηπος, Ἰουδαῖος, ἱστοριογράφος. τοῦτον φρουρεῖσθαι κελεύει Οὐεσπασιανός, ἀναπέμψων αὐτίκα Νέρωνι. τοῦτο ἀκούσας Ἰώσηπος μόνῳ τι διαλεχθῆναι θέλειν ἔλεγεν αὐτῷ. μεταστησαμένου δὲ ἐκείνου πάντας πλὴν τοῦ παιδὸς Τίτου καὶ δυεῖν φίλων· σὺ μέν, ἔφη, Οὐεσπασιανέ, νομίζεις αἰχμάλωτον εἰληφέναι Ἰώσηπον· ἐγὼ δὲ ἄγγε‐ λος ἥκω σοι μεγάλων. μὴ γὰρ οὐχ ὑπὸ θεοῦ προπεμπόμενος ᾔδειν τὸν Ἰουδαίων μόρον; Νέρωνί με πέμπεις; τί γάρ; οἱ μετὰ Νέρωνα μέχρι σου διάδοχοι μενοῦσι; σὺ δὲ Καῖσαρ καὶ σὸς παῖς οὗτος. δέσμει δέ με ἀσφαλεστάτως καὶ τήρει σεαυτῷ. δεσπότης σὺ καὶ γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων γένους. ἐγὼ δὲ φρουρᾶς μείζονος δέομαι, εἰ κατασχεδιάσω καὶ θεοῦ. ὁ δὲ Οὐεσπασιανὸς παραχρῆμα μὲν ἀπιστεῖν ἐδόκει καὶ τὸν Ἰώσηπον ἐδόκει πανουργεῖν· ἀτρεκῆ δὲ τὸν Ἰώσηπον εὑρηκὼς ἐδωρεῖτο ἐσθῆτι καὶ τοῖς ἄλλοις κειμηλίοις.

### ι 505

Ἰωσήφ, ὁ πάγκαλος. οὗτος ἐτῶν ιζʹ φθονηθεὶς ὑπὸ τῶν ἀδελφῶν καὶ πραθείς, γενόμενος ἐτῶν λʹ ἄρχων τῆς Αἰγύπτου καθίσταται. ἐν ᾗ γεννήσας δύο υἱούς, Ἐφραὶμ καὶ Μανασσῆ, ἀπέθανεν ἐτῶν ριʹ. τὰ δὲ ὀστᾶ Ἰωσὴφ Μωσῆς ἐξήγαγε μεθ’ ἑαυτοῦ. ὅρκῳ γὰρ ὥρκωσεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων· ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ’ ὑμῶν.

### ι 506

Ἰωσίας, βασιλεὺς Ἱερουσαλήμ. ἐπὶ τούτου Χελκίας ὁ ἱερεὺς εὗρεν ἐν τῷ ναῷ βιβλίον νόμου καὶ κοινωσάμενος τῷ γραμματεῖ ἐπέδειξε τῷ βασιλεῖ. ὁ δὲ εὐλαβὴς ὢν καὶ δίκαιος, ὡς ἀνεγνώσθη αὐτῷ, περιέρρηξε τὴν ἐσθῆτα τόν τε ναὸν ἐκάθηρε τοῦ θεοῦ ἀπὸ τῶν βδελυγμάτων καὶ τὰ εἰδωλεῖα ἐκπορθήσας ταῦτα καὶ τὰ ἐν Σαμαρείᾳ ἀνέζευξεν εἰς Ἱερουσαλήμ· ὅτε καὶ πάσχα ἤχθη πολλῷ ἐπιλεῖψαν χρόνῳ.

### ι 507

Ἰωσίας, βασιλεὺς Ἰσραήλ, δικαιότατος ὑπὲρ τοὺς ἔμπροσθεν αὐτοῦ βασιλεῖς γενόμενος. ὃς τὸν νόμον κυρίου ἀναγινωσκόμενον ἀκριβῶς ἀκούσας καὶ λίαν ἀθυμήσας, εἰδὼς τοῦτον ἐν τοσούτοις ἔτεσι καταπατούμενον, τὰ ἱμάτια διαρρήξας καὶ ἔμφοβος γενόμενος ἀπέστειλε πρὸς Ὀλδὰν τὴν προφῆτιν, πυνθανόμενος τί βούλεται κύριος περὶ αὐτοῦ καὶ παντὸς τοῦ λαοῦ. ἡ δὲ φησί· τάδε λέγει κύριος· ἀνθ’ ὧν ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκου‐ σας, ὅτι ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, ἰδού, προστίθημί σε πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψει πᾶσι τοῖς κακοῖς, οἷς ἐπάξω ἐπὶ τὸν τόπον τοῦτον. ὁ δὲ ζήλῳ θείῳ κινούμενος οὐ μόνον τὰ πανταχοῦ εἴδωλα καὶ σεβάσματα κατέστρεψεν ἐκ βάθρων, ἀλλὰ καὶ τοὺς εἰδωλο‐ λάτρας μαστίζων ἐξωλόθρευσε, τοὺς δὲ ἤδη τεθνηκότας ἐν τοῖς τάφοις κατέκαυσε. καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ εἶπε· τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ βλέπω; καί φασιν οἱ ἄνδρες τῆς πόλεως· ὁ ἄνθρωπος τοῦ θεοῦ ἐστιν, ὁ προφή‐ της, τοὺς λόγους τούτους ἐπὶ τὸ θυσιαστήριον Βεθήλ. καὶ εἶπεν· ἄφετε αὐτόν· μηδεὶς κινήσῃ τὰ ὀστᾶ αὐτοῦ. καὶ μέντοι καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς ψευδοπροφήτας καὶ πᾶν βδέλυγμα καὶ προσόχθισμα ἐν Ἱερουσαλὴμ ἐξῆρε καὶ ἐπέστρεψε πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ καὶ ἰσχύϊ καὶ ψυχῇ αὐτοῦ κατὰ τὸν νόμον Μωσέως καὶ τὸ πάσχα ἐποίησεν, οἷον οὐ γέγονεν ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ Ναυῆ καὶ Σαμουήλ. ἐν ᾧ βόας ἔθυσε χιλιάδας ιβʹ, πρόβατα χιλιάδας ληʹ. καὶ κατωρθώθη τὰ ἔργα Ἰωσίου ἐνώπιον κυρίου ἐν καρδίᾳ πλήρει εὐσεβείας. πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ, οὗ ἐθυμώθη ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς.

### ι 508

Ἰῶτα: τὸ στοιχεῖον, τὸ γράμμα.

### ι 509

Ἰωτάπατα: τόπος τις. καὶ Ἰωταπατηνός.

### ι 510

Ἰωτόμης. ἐδεῖτο δὲ τὸ πλῆθος προσωτάτω Ἀρμενίας ἀπαλ‐ λάξαι Ἰωτόμην, ὡς οὔποτ’ ἂν ἀποσχόμενον τοῦ νεωτερίζειν, εἰ τύχοι ὢν ἔνδημος.

### ι 511

Ἰώϋμος.

### ι 512

Ἰωχμός: θόρυβος.

### ι 513

Ἴωψ: ἰχθὺς ποιός.

### ι 514

Ἱππαγωγούς: τὰς ἵππους καὶ ἄνδρας ἀγούσας ναῦς.

### ι 515

Ἱππάζεται: οὐχ ἁπλῶς τὸ περὶ ἱππικὴν ἔχειν, ἀλλὰ ἐφ’ ἑνὸς ἵππου ὀχεῖσθαι· ὃ νῦν κέλητα καλοῦσιν.

### ι 516

Ἱππαλεκτρυόνος: εἶδος ζῴου.

### ι 517

Ἱππαρχία, ἀδελφὴ Μητροκλέους τοῦ Κυνικοῦ, Μαρωνεῖτις, φιλόσοφος Κυνική, γυνὴ Κράτητος τοῦ Κυνικοῦ, ὃς ἦν Ἀθηναῖος, Βρύσωνος μαθητὴς τοῦ Ἀχαιοῦ ἢ ὥς τινες Διογένους. ἔγραψε φιλο‐ σόφους ὑποθέσεις καί τινα ἐπιχειρήματα καὶ προτάσεις πρὸς Θεόδωρον τὸν ἐπικληθέντα Ἄθεον. ἤκμαζεν ἐπὶ τῆς ριαʹ Ὀλυμπιάδος.

### ι 518

Ἱππαρχίων ἄφωνος: δύο ἐγένοντο κιθαρῳδοί, Ἱππαρχίων καὶ Ῥουφῖνος· καὶ ἀγῶνος ἐνστάντος ὁ Ἱππαρχίων ἄφωνος ἔστη.

### ι 519

Ἵππαρχος, κωμικὸς τῆς ἀρχαίας κωμῳδίας. δράματα αὐτοῦ περὶ γάμων.

### ι 520

Ἵππαρχος, Σταγειρίτης, φιλόσοφος, Ἀριστοτέλους γνώριμος καὶ συγγενής. Τί τὸ ἄρρεν καὶ θῆλυ παρὰ θεοῖς, καὶ Τίς ὁ γάμος, καὶ ἄλλα τινά.

### ι 521

Ἵππαρχος, Νικαεύς, φιλόσοφος, γεγονὼς ἐπὶ τῶν ὑπάτων. ἔγραψε περὶ τῶν Ἀράτου Φαινομένων, Περὶ τῆς τῶν ἀπλανῶν συντάξεως καὶ τοῦ καταστηριγμοῦ, Περὶ τῆς κατὰ πλάτος μηνιαίας τῆς σελήνης κινήσεως, καὶ εἰς τὰς ἀρίστους.

### ι 522

Ἵππαρχος: ὁ τῶν ἱππέων ἄρχων. πρῶτος αἱρεθεὶς δικτά‐ τωρ Μάρκιος προσαιρεῖται ἵππαρχον Σπόριον, πρῶτον κατὰ τοῦτον καὶ τῆς ἱππαρχικῆς ἐπινοηθείσης ἡγεμονίας, δευτερευούσης κατὰ τὴν ὑπεροχὴν τοῦ δικτάτωρος.

### ι 523

Ἵππαρχος, τύραννος Ἐρετρίας. ἕτερος δὲ Ἵππαρχος ὁ Πεισι‐ στράτου. ἄλλος δὲ Ἵππαρχος, ὁ Χάρμου, ὃς συγγενὴς ἦν Πεισιστράτου τοῦ τυράννου καὶ πρῶτος ὑπέστη τὸν ἐξοστρακισμὸν διὰ τὴν ὑποψίαν τοῦ Πεισιστράτου, ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν. ἄλλος δέ ἐστιν Ἵππαρχος ὑποκριτής, οὗ μνημονεύει Δημοσθένης. λέ‐ γεται δὲ ἵππαρχος παρ’ Ἀθηναίοις καὶ ὁ τῶν ἱππέων ἄρχων. δύο δὲ ἦσαν οὗτοι.

### ι 524

Ἱππάρχου πίναξ: ἐπεὶ παρὰ Συρακουσίοις οἱ ἵππαρχοι ἐν πίναξι τὰ ὀνόματα γράφοντες τῶν ἀτακτούντων παρεσημειοῦντο.

### ι 525

Ἱππάς: ὁ Σόλων τοὺς νόμους Ἀθηναίοις γράψας εἰς εʹ τέλη τὸ πᾶν πλῆθος αὐτῶν διέταξε τῶν κατὰ τὰς οὐσίας τιμημάτων. καὶ τῷ πρώτῳ ὄνομα ἦν Πεντακοσιομεδίμνων, τῷ δευτέρῳ Ἱππέων, τῷ τρίτῳ Ζευγιτῶν, τῷ τετάρτῳ Θητῶν, τῷ εʹ Ἱππάς.

### ι 526

Ἱππαφέσεων: τῆς ἀφετηρίας. Πολύβιος· παραπλήσιόν τι πάθος ἔφασκε τοῖς ἐπὶ τῶν ἱππαφέσεων· οἷον εἰκὸς ἐφιστάμενοι ἐκ τῶν αἰρομένων πυρσῶν.

### ι 527

Ἱππέας εἰς πεδίον προκαλῇ: δηλονότι ἔνθα ἂν εὐημερῇ τις· τὰ γὰρ ἱππικὰ ἐν πεδίῳ κρατεῖ.

### ι 528

Ἵππεροι: ὡς ἴκτερος. ὁ περὶ τοὺς ἵππους τὸν ἔρωτα ἔχων. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ ἵππερόν μου κατέχεε τῶν χρημάτων. ἔπαιξε παρὰ τὸν ἴκτερον, ὃς περιχεῖται ταῖς ὄψεσι τῶν νοσούντων. οὕτως ἐπιβεβλῆσθαι τοῖς χρήμασιν ἀντὶ ἵππερον.

### ι 529

Ἶπες: θηρίδια λυμαντικὰ ξύλων καὶ τῶν καρπῶν.

### ι 530

Ἵππευε: ἵππων φρόντιζε.

### ι 531

Ἵππευμα: πορείαν. Ἀριστοφάνης· ὡς μακρὸν ἵππευμα διώκεις ἀστεροειδέα νῶτα διφρεύους’ αἰθέρος.

### ι 532

Ἱππεύς.

### ι 533

Ἱππεία: ἡ ἵππευσις. καὶ Ἱππεία φάτνη καὶ οὐρά.

### ι 534

Ἵππειον κράτος: ἡ τοῦ ἵππου ἰσχύς. καὶ Ἵππειον θράσος. καὶ Ἵππειος ζυγός.

### ι 535

Ἱππιολόφος.

### ι 536

Ἱππείων ὁπλέων: τῶν ὀνύχων τῶν ἵππων.

### ι 537

Ἱππεῖς: εἰς τέσσαρα μέρη διῄρητο ὁ δῆμος τῶν Ἀθηναίων, εἰς Πεντακοσιομεδίμνους, εἰς Ἱππέας, εἰς Ζευγίτας, εἰς Θῆτας. καὶ τοὺς μὲν Πεντακοσιομεδίμνους διὰ τὸ γεωργεῖν τοσαῦτα μέτρα οὕτως ὠνόμαζον· καὶ ἦσαν οὗτοι εὔποροι. οἱ δὲ Ἱππεῖς ἥττους μὲν τῶν Πεντακοσιομεδίμνων, μέχρι δὲ τῶν τʹ ἐγεώργουν μέτρων. Ἱππεῖς δὲ αὐτοὺς ὠνόμαζον διὰ τὸ δύνασθαι, εἴ ποτε χρεία γένοιτο, ἵππον ἕκαστον αὐτῶν τρέφειν. ἦσαν δὲ τὸ μὲν πρῶτον χʹ τὸν ἀριθμόν· οὗτοι δὲ μετὰ ταῦτα, τῆς πόλεως πληθυνούσης, ἐγένοντο σʹ πρὸς τοῖς χιλίοις. ὅθεν καὶ τὰς θυσίας, ἃς αὐτοὶ πέμποιεν ταῖς πομπαῖς, ἐκάλουν ἱππάδας. ἐξῆν δὲ αὐτοῖς ἐπιτιμᾶν καὶ κομᾶν. ἦσαν δὲ οἱ Θῆτες παρ’ αὐτοῖς οἷς οὐκ ἐφεῖτο ἄρχειν ἢ δικάζειν ἢ ἐκκλησιάζειν μόνον, ἵν’ ἔκ τε τοῦ δικαστικοῦ καὶ τοῦ ἐκκλησιαστικοῦ τρέφοιντο.

### ι 538

Ἱππεῖς λευκοθώρακες. καὶ παροιμία· ἱππεῖς μὲν ἐν Θετταλίᾳ καὶ Θρᾴκῃ, τοξόται δὲ καὶ τὰ κουφότερα τῶν ὅπλων ἐν Ἰνδίᾳ καὶ Κρήτῃ καὶ Καρίᾳ.

### ι 539

Ἱππήλατον: εὐρύχωρον, πλατύ, λεῖον, ἐψιλωμένον.

### ι 540

Ἱππημολγός: ὁ τοὺς ἵππους ἀμέλγων.

### ι 541

Ἰπί: σκώληκι. ἴψ ἡ εὐθεῖα, ἰπός, ἰπί.

### ι 542

Ἱππεία Ἀθηνᾶ: ταύτην Ποσειδῶνος εἶναί φασι θυγατέρα καὶ Πολύφης τῆς Ὠκεανοῦ· ἅρμα δὲ πρώτην κατασκευάσασαν διὰ τοῦτο Ἱππείαν κληθῆναι.

### ι 543

Ἱππίας, Διοπείθους, Ἠλεῖος, σοφιστὴς καὶ φιλόσοφος, μαθητὴς Ἡγησιδάμου, ὃς τέλος ὡρίζετο τὴν αὐτάρκειαν. ἔγραψε πολλά.

### ι 544

Ἱππίας· οὗτος τῆς εἰς Ἀθηναίους ὀργῆς καὶ τῆς ὕστερον ὠμό‐ τητος προΐσχετο αἰτίαν τὸν Ἱππάρχου φησὶ θάνατον. καὶ πικρὸς ἐκ τούτων δεσπότης κάτω τοῦ χρόνου γενόμενος ὅμως οὐκ ἀπώνητο· ἤλασαν γοῦν οἱ Κεκροπίδαι αὐτόν. ὁ δὲ ἐκπεσὼν τῆς πατρίδος ἐπή‐ γετο τοὺς Πέρσας συμμάχους, ὁρῶν ὃν εἶχεν ἔρωτα Δαρεῖος τῆς Ἀττικῆς, διὰ τὴν ἄτοπον ἐκείνην σπουδήν, ἵνα τὰ σῦκα τὰ Ἀττικὰ μὴ ἐν ἐλευθέρᾳ γῇ ἔτι, ἀλλὰ δούλῃ γένηται τῇ ἐκείνου. ἰὼν μὲν οὖν ὅδε Ἱππίας ἐπὶ τὴν ἑαυτοῦ πατρίδα σὺν τοῖς Πέρσαις καὶ ἐκπλήττων τοὺς βαρβάρους μέγα ἔπταρε, καὶ ἅτε γέρων ἤδη εἶχε τοὺς ὀδόντας κραδαινομένους. ἐκ τοίνυν τῆς βίας εἷς ὀδοὺς ἐξεκρούσθη καὶ κατ‐ ώλισθεν εἰς τὴν ψάμμον καὶ εὑρεθῆναι ἀδύνατος ἦν. ἐπεὶ δὲ ἡττήθη‐ σαν οἱ βάρβαροι, φεύγων αὖθις εἰς Λῆμνον ἀφικνεῖται καὶ κάμνει νόσῳ καὶ τὴν ὄψιν τυφλοῦται, αἵματος ἐπιρρεύσαντός οἱ διὰ τῶν ὀφθαλμῶν, καὶ ἀλγεινῶς ἀπέθανε, δίκας ταύτας δοὺς τῇ πατρίδι, ἐπεὶ τοὺς βαρβάρους ἦγεν ἐπὶ καταδουλώσει αὐτῆς, μηνῖσαί τε τοὺς πατρίους θεούς.

### ι 545

Ἱππίας, Ἀθηναίων στρατηγός. οὗτος Δαρεῖον παροξύνας ἐπὶ τοὺς Ἀθηναίους στρατεῦσαι καὶ τὴν Ἑλλάδα, διὰ Ἰνταφέρνους καὶ Δάτιδος σατραπῶν καὶ λʹ μυριάδων στρατοῦ, καὶ αὐτὸς σὺν αὐτοῖς κατῄει γηραιὸς ἤδη ὤν. καὶ ἐλθόντες ἐσαγήνευσαν μὲν Ἐρέτριαν καὶ τοὺς ληφθέντας τῷ βασιλεῖ ἔστειλαν. ὁ δὲ αὐτοὺς παρὰ τὰ Σοῦσα κατοικίζει, ἐφ’ οἷς καὶ Πλάτωνός ἐστιν ἐπίγραμμα· Εὐβοέων γένος ἐσμὲν Ἐρετρικόν· ἄγχι δὲ Σούσων κείμεθα, φεῦ γαίης ὅσσον ἀφ’ ἡμετέρης. ἐντεῦθεν ἐπὶ Μαραθῶνα ἦλθον. Ἀθηναῖοι δὲ ὑπὸ Μιλτιάδῃ στρατηγούμενοι τῷ Κίμωνος τοῖς βαρβάροις ἐπολέμησαν. ἐκάλουν δὲ ἐπὶ συμμαχίᾳ καὶ Λακεδαιμονίους διὰ Φιλιππίδου τοῦ ἡμεροδρόμου, ὃς τοὺς χιλίους καὶ πεντακοσίους σταδίους ἤνυσε διὰ μιᾶς νυκτός. καὶ ὅτι ὁ νόμος οὐκ εἴα στρατεύειν αὐτοὺς πρὸ πανσελήνου, καὶ παρ‐ ῃτήσαντο. τῷ Φιλιππίδῃ δὲ ἐπανιόντι κατὰ τὸ Παρθένιον ὄρος τῆς Ἀρκαδίας ὁ Πὰν ἐντυχὼν ἐμέμψατο μὲν Ἀθηναίοις, ὡς μόνος θεῶν ἀμελούμενος, καὶ συμμαχήσειν ὑπέσχετο. οἱ δὲ Ἀθηναῖοι, συμβουλεύ‐ σαντος ἑνός, ἦσαν γὰρ δέκα, περιμεῖναι τοὺς Λακεδαιμονίους, Μιλτιά‐ δου δὲ παραινοῦντος ἐξιέναι καὶ Καλλιμάχου, ἐξῆλθον αὐτοὶ μὲν ὄντες ͵θʹ, Πλαταιέας ἔχοντες ͵αʹ. καὶ ἐν αὐτῇ φασὶ τῇ ἡμέρᾳ ἐνίκησαν. ἐν τούτοις Καλλίμαχος ἐπὶ δοράτων εἱστήκει νεκρός, Πολύζηλος δὲ πηρωθείς, ὡς φάσμα θεασάμενος τῷ πώγωνι κρύπτων τὴν ἀσπίδα (σύμμαχον τὸν Πᾶνα δ’ εἰκάζουσιν εἶναι), ἐμάχετο ὡς ὁρῶν, καὶ διέκρινε τῇ φωνῇ τοὺς ἰδίους καὶ τοὺς πολεμίους.

### ι 546

Ἱππική· ὅτι εἰσὶ καὶ τῆς ὀχηματικῆς δυνάμεως τρεῖς διαφοραί. ἡ μὲν γάρ ἐστιν ἱππική, ἡ δὲ δι’ ἁρμάτων, ἡ δὲ δι’ ἐλεφάντων. τοῦ δὲ ἱππικοῦ τὸ μὲν ἁπλῶς οὕτω καλεῖται ἱππεῖς καὶ ἱππικόν, τὸ δὲ ἄφιπποι. καὶ ἄφιπποι μὲν οἱ ἐπὶ δυοῖν ἀστρώτοιν συνδεδεμένοιν ὀχού‐ μενοι· οἳ καὶ μεταπηδῶσιν ἀπ’ ἄλλου ἐπ’ ἄλλον, ὅταν ἡ χρεία καλῇ. τοῦ δὲ κυρίως ἱππικοῦ τὸ μέν ἐστι κατάφρακτον, ὃ καὶ τοὺς ἵππους καὶ τοὺς ἱππέας πεφραγμένους παρέχεται· τὸ δὲ ἀκατάφρακτον· οἱ μὲν δορατοφόροι ἢ κοντοφόροι ἢ ξυστοφόροι· καλοῦνται γὰρ τοῖς τρισὶν ὀνόμασιν. οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῶν ἵππων καὶ πλησίον τοῖς πολεμίοις δόρασι μαχόμενοι. τοῦτο δὲ οἱ μὲν δορατίοις χρῶνται, οἳ καλοῦνται Ταραντῖνοι· οἱ δὲ τόξοις, οἳ καλοῦνται ἱπποτοξόται· οἱ δὲ ἀκροβολισταί, οἷον οἱ πόρρωθεν βάλλοντες. οἱ μὲν μόνον ἀκοντίζουσιν, εἰς δὲ χεῖρας τοῖς πολεμίοις οὐκ ἔρχονται· καὶ καλοῦνται ἱππακοντισταὶ καὶ ἰδίως Ταραντῖνοι. οἱ δὲ τὰ μὲν πρῶτα ἐλαφροῖς ἀκοντίοις ἀκοντίζουσι πόρρωθεν, ἔπειτα δὲ καὶ πλησιάζοντες συμπλέκονται τοῖς πολε‐ μίοις ἢ σπάθαις ἢ πελέκεσιν ἀπομαχόμενοι· οὕς φασιν ἐλαφρούς.

### ι 547

Ἱππιολόφος.

### ι 548

Ἱππιόθων: ὄνομα κύριον.

### ι 549

Ἵππιος: Ποσειδῶν.

### ι 550

Ἴπνια: τὰ ἀποκαθάρματα τοῦ ἰπνοῦ, τοῦ λεγομένου φούρνου. ἢ τὰ πρὸς τὴν κάμινον ἐπιτήδεια καύσιμα. λέγει δὲ τὴν κόπρον τῶν ζῴων Καλλίμαχος· σὺν δ’ ἄμυδις φορυτόν τε καὶ ἴπνια λύματ’ ἄειρεν. ἢ Ἰπνός, τὸ μαγειρεῖον, ἡ καπνοδόκη, ἢ ὁ φανός. Ἀριστοφάνης Πλούτῳ· ὁ δ’ ἰπνὸς γέγον’ ἐξαπίνης ἐλεφάντινος. καὶ Ἰπνοί, οἱ λαμπτῆρες, οἱ φανοί, οἱ λύχνοι.

### ι 551

Ἰπνοπλάσθαι.

### ι 552

Ἰπνός: ὁ φοῦρνος, ἡ κάμινος· ἢ ὁ φανός. καταχρηστικῶς δὲ ἡ ἐσχάρα. ἰπνέστα πιαλέου φθόϊς. τουτέστι πλακοῦντος. ἢ μέρος τι τῆς οἰκίας, τὸ λεγόμενον παρ’ ἡμῖν μαγειρεῖον. λέγεται δὲ κυρίως ἰπνὸς ἡ κάμινος.

### ι 553

Ἱπποβότος: μεγάλην γῆν ἔχων, δυνάμενος ἵππους τρέφειν.

### ι 554

Ἱππόβοτος, φιλόσοφος, ὃς ἔφησεν θʹ αἱρέσεις εἶναι τῶν φιλοσόφων. καὶ ζήτει ἐν τῷ αἵρεσις.

### ι 555

Ἱπποδάμεια: ἀγορὰ ἐν Πειραιεῖ, οὕτω καλουμένη ἀπὸ Ἱππο‐ δάμου Μιλησίου ἀρχιτέκτονος, τοῦ οἰκοδομησαμένου τοῖς Ἀθηναίοις τὸν Πειραιᾶ.

### ι 556

Ἱππόδαμοι: ἐφ’ ἵπποις ἀναστρεφόμενοι.

### ι 557

Ἱπποδασείης: ἐξ ἱππείων τριχῶν λόφον ἐχούσης, ὃ δὴ δασύ ἐστιν.

### ι 558

Ἱπποθόων: τῆς Ἱπποθοωντίδος φυλῆς ἐπώνυμος.

### ι 559

Ἱππόθωνος: ὄνομα κύριον.

### ι 560

Ἱπποκόμος: ὁ τῶν ἵππων ἐπιμελούμενος.

### ι 561

Ἱπποκόωντος.

### ι 562

Ἱππόλυτος· οὗτος ἔγραψεν εἰς τὰς ὁράσεις τοῦ Δανιὴλ ὑπό‐ μνημα καὶ εἰς τὰς παροιμίας Σολομῶντος.

### ι 563

Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφροσύνην ἐπαγγελλομένων.

### ι 564

Ἱπποκράτης, Κῷος, ἰατρός, Ἡρακλείδου υἱός. προτετάχθω γὰρ καὶ τοῦ πάππου, τοῦ Ἡρακλείδου πατρός, εἰ καὶ ὁμώνυμος ἦν, διὰ τὸ ἀστέρα καὶ φῶς τῆς βιωφελεστάτης ἰατρικῆς γενέσθαι. ἀπόγο‐ νος δὲ Χρύσου τοὔνομα καὶ Ἐλάφου, τοῦ ἐκείνου παιδός, ἰατρῶν καὶ αὐτῶν. οὗτος μαθητὴς γέγονε τὸ μὲν πρῶτον τοῦ πατρός, μετὰ δὲ ταῦτα Ἡροδίκου τοῦ Σηλυβριανοῦ καὶ Γοργίου τοῦ Λεοντίνου, ῥήτορος καὶ φιλοσόφου· ὡς δέ τινες Δημοκρίτου τοῦ Ἀβδηρίτου, ἐπιβαλεῖν γὰρ αὐτὸν νέῳ πρεσβύτην· ὡς δέ τινες καὶ Προδίκου. διέτριψε δὲ ἐν Μακεδονίᾳ, φίλος ὢν σφόδρα τῷ βασιλεῖ Περδίκκᾳ. παῖδας δὲ σχὼν δύο, Θεσσαλὸν καὶ Δράκοντα, κατέστρεψε τὸν βίον ἐνιαυτῶν γεγονῶς τεσσάρων καὶ ἑκατὸν καὶ τέθαπται ἐν Λαρίσσῃ τῆς Θετταλίας. ἐν δὲ ταῖς εἰκόσιν ἱστορεῖται τὸ ἱμάτιον ἐπὶ τὴν κεφαλὴν ἀναβεβλημένος καὶ σκεπόμενος· ἢ ὅτι τοῦτο ἔθος ἦν αὐτῷ ἢ διὰ τὸ φιλαπόδημον ἢ τὸ ἴδιον ἐν ταῖς χειρουργίαις. οὗτος ἔγραψε πολλὰ καὶ πᾶσιν ἐγένετο διάδηλος· ὥστε καὶ τὸν τῶν Περσῶν βασιλέα, τὸν καλούμενον Ἀρτα‐ ξέρξην, γράψαι πρὸς Ὑστάνην, τῆς τοῦ ἀνδρὸς σοφίας δεόμενον· βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Ὑστάνῃ Ἑλλησπόντου ὑπάρχῳ χαίρειν. Ἱπποκράτους ἰητροῦ Κῴου, ἀπὸ Ἀσκληπιοῦ γεγονότος, ἐς ἐμὲ κλέος ἀφῖκται τέχνης. δὸς οὖν αὐτῷ χρυσόν, ὁπόσον ἂν βούλη‐ ται, καὶ τἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε πρὸς ἡμέας. ἔσται γὰρ ἰσότιμος Περσέων τοῖσιν ἀρίστοισι. καὶ εἴ τις ἄλλος ἐστὶν ἀνὴρ κατ’ Εὐρώπην ἀγαθός, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενος ὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥᾴδιον. ἔρρωσο. αἱ μὲν οὖν γραφεῖσαι παρ’ Ἱπποκράτους βίβλοι πᾶσι τοῖς μετερχομέ‐ νοις τὴν ἰατρικὴν ἐπιστήμην ἔκδηλοι· καὶ οὕτως αὐτὰς κατασπάζονται ὡς θεοῦ φωνὰς καὶ οὐκ ἀνθρωπίνου προελθούσας ἐκ στόματος. πλὴν τῶν ἐν πρώτοις καὶ ἡμεῖς ἀπομνημονεύσωμεν. πρώτη μὲν οὖν βίβλος ἡ τὸν ὅρκον περιέχουσα, δευτέρα δὲ ἡ τὰς προγνώσεις ἐμφαίνουσα, τρίτη ἡ τῶν ἀφορισμῶν ἀνθρωπίνην ὑπερβαίνουσα σύνεσιν· τετάρτην τάξιν ἐχέτω ἡ πολυθρύλλητος καὶ πολυθαύμαστος Ἑξηκοντάβιβλος, ἡ πᾶσαν ἰατρικὴν ἐπιστήμην τε καὶ σοφίαν ἐμπεριέχουσα.

### ι 565

Ἱπποκράτης, Γνωσιδίκου υἱός, Κῷος, πατὴρ Ἡρακλείδου τοῦ πατρὸς Ἱπποκράτους, ἰατρὸς καὶ αὐτός, τοῦ γένους τῶν Ἀσκληπιαδῶν· ἰατρικά.

### ι 566

Ἱπποκράτης, Θεσσαλοῦ, Κῷος, ἰατρός· ἔγγονος δὲ Ἱπποκρά‐ τους τοῦ δευτέρου, τοῦ υἱοῦ Ἡρακλείδου. ἔγραψε καὶ αὐτὸς ἰατρικά.

### ι 567

Ἱπποκράτης τέταρτος, ὁ Δράκοντος, ἰατρός, Κῷος καὶ αὐτός, τοῦ αὐτοῦ γένους, ὃς ἰάτρευσε μὲν Ῥωξάνην, ὑπὸ δὲ Κασάνδρου τελευτᾷ, τοῦ υἱοῦ Ἀντιπάτρου. ἔγραψε καὶ αὐτὸς ἰατρικά.

### ι 568

Ἱπποκράται δύο, εʹ καὶ ϛʹ, ἰατροί, Θυμβραίου παῖδες, Κῷοι καὶ αὐτοί, τοῦ γένους αὐτοῦ. ἔγραψαν ἀμφότεροι εἰς τὴν αὐτὴν ἐπιστήμην.

### ι 569

Ἱπποκράτης ζʹ, Κῷος καὶ αὐτός, ἰατρός, Πραξιάνακτος παῖς, καὶ αὐτὸς ἐκ τοῦ γένους τοῦ αὐτοῦ. ἔγραψε καὶ αὐτὸς εἰς τὸν αὐτὸν τρόπον.

### ι 570

Ἱππομανές: οὕτω λέγεται τὸ ἐπιπεφυκὸς ἐπὶ τοῦ μετώπου τοῦ πωλαρίου, ὅπερ εὐθέως ἡ μήτηρ κατέδεται· ἔστι δὲ τοῦτο τῷ μεγέθει ἔλαττον ἰσχάδος, μέλαν, πλατύ, περιφερές. ἔστι δὲ εἰς πολλὰ δόκιμον.

### ι 571

Ἱππομανῆ: μεγάλως μαινόμενον· ἢ τὸν ἐπὶ ἵππους μαινόμενον καὶ ἱππικόν· ἢ πρὸς τὸν λειμῶνα ἐκληπτέον. τὸ δὲ ἵππος ἐπὶ τοῦ μεγάλου τάσσεται· ὡς ἱπποσέλινον καὶ ἱππογνώμων, ὁ μεγαλογνώμων. εἰ δὲ ἐπὶ τοῦ λειμῶνος, τὸν ἄγαν ἀνθοῦντα καὶ ἐνυβρίζοντα τῇ χλόῃ διὰ τὸ πλῆθος. ἢ ὁ εὐανθής, ἐφ’ ᾧ οἱ ἵπποι μαίνονται. Σοφοκλῆς· σὲ τὸν ἱππομανῆ λειμῶν’ ἐπιβάντα.

### ι 572

Ἱππόμαχος, Ἠλεῖος, κατεμαχέσατο τρεῖς ἀνταγωνιστὰς οὐδὲ πληγὴν δεξάμενος. καὶ Πολίτης τις ἐκ Κεράμου, τῆς ἐν Θρᾴκῃ Καρίας, τὴν ἀρετὴν ἀναφαίνων τῶν ποδῶν ἀπὸ μηκίστου καὶ διαρκεστάτου· καὶ δι’ ὀλιγίστου δὴ καιροῦ μεθηρμόσατο ἐπὶ τὸ βραχύτατον ὁμοῦ καὶ ὤκιστον.

### ι 573

Ἱππομένης, Ἀθηναίων ἄρχων, ὃς ἐξέπεσε τῆς ἀρχῆς δι’ αἰτίαν τοιάνδε. ἦν αὐτῷ θυγάτηρ, ἥντινα τῶν ἀστῶν τινος αἰσχύναντος λάθρᾳ, ὑπ’ ὀργῆς καθεῖρξεν εἰς οἴκημα δήσας σὺν ἵππῳ καὶ τροφὴν οὐδετέρῳ εἰσέπεμπε. πιεσθεὶς οὖν λιμῷ ὁ ἵππος, ἐφορμήσας τῇ παιδὶ ἀναλώσας τε αὐτήν, καὶ αὐτὸς ὕστερον ἀπέθανε. μετὰ ταῦτα ἐπισκα‐ φείσης αὐτοῖς τῆς οἰκήσεως, ἀπ’ ἐκείνου ὁ χῶρος ἐκαλεῖτο ἵππου καὶ κόρης.

### ι 574

Ἵππον εἰς πεδίον ἄξεις: ἀντὶ τοῦ ὅπου μοι ἐστὶ λυσιτελές.

### ι 575

Ἱππόπορνε: ἀντὶ τοῦ μεγαλόπορνε· σπανίως. Ἀριστοφάνης· καὶ Καλλίαν γέ φασι τὸν Ἱπποβίνου κύσθου λεοντῆν ναυμαχεῖν ἐνημ‐ μένον. παρεγραμμάτισε διὰ τὴν ἀσέλγειαν παρὰ τὸ Ἱππονίκου εἰς πορνομανῆ. τὸ δὲ ἵππος πολλαχοῦ ἐπὶ τοῦ μεγάλου λαμβάνουσιν· ἱππόπορνε. κωμῳδεῖται δὲ ὁ Καλλίας πανταχοῦ, ὡς σπαθῶν τὴν πατρι‐ κὴν οὐσίαν καὶ μάλιστα ἐπὶ γυναιξὶ μεμηνώς. ὀνοματοποιεῖ δὲ πάντα πρὸς μαλακίαν αὐτοῦ.

### ι 576

Ἱπποποτάμιοι: ζῷα ἀδικώτατα. καὶ ζήτει ἐν τῷ ἀντιπελαργεῖν.

### ι 577

Ἵππος· Δέξιππος· ὁ δὲ ἵππος αὐτῷ ἤσκητο ἄρα καὶ ἄνευ ἡνίας ἐλαυνόμενός τε ὠκύτατα φέρεσθαι καὶ βάδην προϊόντος πραότατα ἵστασθαι καὶ ἐκκλίνοντος, ὅπως περιοίσεται καὶ κυκλώσεται, εὐκαμπέ‐ στατα ἐπιστρέφειν. ὅτι ἵπποι σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν. λύ‐ σις ὀνείρου· ἵππους μελαίνας οὐ καλὸν πάντως βλέπειν. ἵππων δὲ λευκῶν ὄψις ἀγγέλων φάσις. ὅτι τὸ ἵππους τρέφειν δοκεῖ δαπανηρὸν εἶναι. ὅπερ καὶ τῇ Λακωνικῇ προσέζευκται κατάρᾳ. καὶ γὰρ δὴ τούτους οἱ Λακεδαιμόνιοι ἐν κατάρας ἔθεσαν μέρει. ἔστι δὲ αὕτη· οἰκοδομά σε λάβοι καὶ ἀμβολά, ὁ δὲ ἵππος καὶ ἁ γυνά τοι μοιχὸν ἔχοι· ὡς τούτων πάντων δαπανηρῶν ὄντων καὶ ἐπιζημίων.

### ι 578

Ἵππος Νισαῖος: μεταξὺ τῆς Σουσιανῆς καὶ τῆς Βακτριανῆς τόπος ἐστὶ Καταστιγώνα, ὅπερ Ἑλλάδι γλώσσῃ Νῖσος καλεῖται· ἐνταῦθα ἵπποι διάφοροι γίνονται. οἱ δὲ ἀπὸ Ἐρυθρᾶς θαλάσσης· εἶναι δὲ ξανθὰς πάσας. ὁ δὲ Ἡρόδοτος τῆς Μηδίας εἶναι τὸν τόπον Νισαῖον. ὁ δὲ Πολέμων κακῶς φησι λευκὸν ἵππον Νισαῖον. ἐν δὲ Δίκτυϊ Ὀρφεὺς λέγει. ὅτι ἡ Νίσα τόπος ἐστὶν ἐν Ἐρυθρᾷ κείμενος.

### ι 579

Ἱπποσύνη: ἡ περὶ τοὺς ἵππους ἐμπειρία.

### ι 580

Ἱπποστράτηγος Ἀλεξάνδρου Ἀλκέτας ἦν.

### ι 581

Ἱππότης: ἱππεύς, ἔφιππος. εἶδε νεκρὸν κείμενον ἱππότην ἄριστον καὶ κατὰ χεῖρα πλῆξαι δυνάμενον, κείμενον αὐτῷ ἵππῳ.

### ι 582

Ἰππούμενος: πιεζόμενος, ἀναγκαζόμενος. Ἀριστοφάνης Ἱπ‐ πεῦσιν· ἰππούμενος ταῖς συμφοραῖς.

### ι 583

Ἵππουριν: τὴν ἐξ ἱππείων τριχῶν κατεσκευασμένον λόφον ἔχουσαν.

### ι 584

Ἱπποφορβός: ἱπποτρόφος· φορβὴ γὰρ ἡ τροφή. καὶ Ἱπ‐ ποφόρβιον, ἔνθα οἱ ἵπποι τρέφονται.

### ι 585

Ἴπτω: βλάπτω. μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν. Ἰπῶ δὲ περισπω‐ μένως ἀντὶ τοῦ θλίβω. καὶ Ἀριστοφάνης· ἰπούμενος ταῖς συμ‐ φοραῖς.

### ι 586

Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλον ἐπίβαλλε: ἐπὶ τῶν διὰ γῆρας δεομένων ῥᾳστώνης τινὸς καὶ ἀναπαύλης.

### ι 587

Ἵππων, Ἵππωνος: ὄνομα κύριον. σημαίνει δὲ καὶ τὸν τόπον, ἐν ᾧ οἱ ἵπποι ἵστανται. Ἱππῶν δὲ περισπωμένως.

### ι 588

Ἱππώναξ, Πύθεω καὶ μητρὸς Πρωτίδος, Ἐφέσιος, ἰαμβογράφος. ᾤκησε δὲ Κλαζομενὰς ὑπὸ τῶν τυράννων Ἀθηναγόρα καὶ Κωμᾶ ἐξελαθείς. γράφει δὲ πρὸς Βούπαλον καὶ Ἄθηνιν ἀγαλματοποιούς, ὅτι αὐτοῦ εἰκόνας πρὸς ὕβριν εἰργάσαντο.

### ι 589

Ἵπταται: πέτεται.

### ι 590

Ἴπτω: βλάπτω· αἰτιατικῇ.

### ι 591

Ἵπυς, Ῥηγῖνος, ἱστορικός, γεγονὼς ἐπὶ τῶν Περσικῶν, καὶ πρῶτος ἔγραψε τὰς Σικελικὰς πράξεις, ἃς ὕστερον Μύης ἐπετέμετο· Κτίσιν Ἰταλίας, Σικελικῶν βιβλία εʹ, Χρονικὰ ἐν βιβλίοις εʹ, Ἀργολικῶν γʹ. οὗτος πρῶτος ἔγραψε παρῳδίαν καὶ χωλίαμβον καὶ ἄλλα.

### ι 592

Ἱρά: ἐκκλησία· καὶ πληθυντικὸν ἱραί. ἱράων προπάροιθεν. Ὅμηρος.

### ι 593

Ἱρέων: ἐθνικόν.

### ι 594

Ἱρεῖον: θυσία.

### ι 595

Ἱρεῖς: ἐθνικόν.

### ι 596

Ἱρή: πόλις.

### ι 597

Ἰριδανός: ποταμός.

### ι 598

Ἶρις: νέφους ὑγρότης κατ’ ἔμπτωσιν ἡλίου πεποικιλμένου, οἷον τὸ τόξον. ἢ αὐγαὶ ἀφ’ ὑγρῶν νεφῶν ἀνακεκλασμέναι. ἢ ἔμφασις ἡλίου τμήματος ἢ σελήνης, ἐν νέφει δεδροσισμένῳ κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν, ὡς ἐν κατόπτρῳ φανταζομένην, κατὰ κύκλου περι‐ φέρειαν. τῆς Ἴριδος τὸ χλωρὸν ἀέρος σημαντικόν, τὸ πυρρὸν πνευμάτων, τὸ δὲ μελανίζον ὑδάτων.

### ι 599

Ἶρις: ἀρσενικὸν ὄνομα ποταμοῦ. θηλυκὸν δὲ σημαίνει τὴν ἄγ‐ γελον τῶν θεῶν.

### ι 600

Ἶρος: ὁ πτωχός· διὰ μακροῦ τοῦ ι. Ἱρὸς δὲ ὁ ἱερός, κατὰ κρᾶσιν. χῶρος ὅδ’ ἱρός, ὡς ἀπεικάσαι, βρύων δάφνης, ἐλαίας, ἀμπέλου· πυκνότεροι δ’ εἴσω κατ’ αὐτὸν εὐστομοῦς’ ἀηδόνες.

### ι 601

Ἱρῶν μηνίσας· παρὰ Ὁμήρῳ.

### ι 602

Ἵρτιος: ὄνομα κύριον.

### ι 603

Ἴς: δύναμις, νεῦρα.

### ι 604

Ἴσα: πόλις. Ἶσα δὲ τὰ ὅμοια.

### ι 605

Ἴσσα: ἐπίφθεγμα ἐπὶ τῶν ἀπολαχόντων καὶ ὅλως δυσπραγούν‐ των. ἔστι καὶ ἐν Μεσσηνίᾳ Μενάνδρου καὶ ἑτέρωθι.

### ι 606

Ἰσαάκ: ὄνομα κύριον. ὅτι ἐπιξενωθεὶς ὁ θεὸς τῷ Ἀβραὰμ ἐπηγγεί‐ λατο τέξεσθαι Σάρραν αὐτῷ παῖδα. ἡ δὲ ἐμειδίασε, καὶ Ἰσαὰκ τὸ γεννηθὲν προσ‐ ηγορεύθη φερωνύμως τῷ μεθ’ ἡδονῆς γέλωτι κατὰ τὴν Ἑβραΐδα διάλεκτον.

### ι 607

Ἶσα βαίνων Πυθοκλεῖ: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου· ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μὴ βραχὺ ἀφιστάμενος. καὶ Μένανδρος· παρ’ αὐτὸν ἴσα βαίνουσα ἑταίρα πολυτελής. ἶσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν, ἐπὶ τῶν ἀμφιβόλων πραγμάτων καὶ δυσελπίστων. Ἀρι‐ στοφάνης Ὄρνισι.

### ι 608

Ἰσάγγελος: ἶσος ἀγγέλῳ.

### ι 609

Ἰσακίῳ: ἀνδρείῳ.

### ι 610

Ἴσακος: Ἑλληνιστὶ εἴρηται ὁ Ἰσαάκ.

### ι 611

Ἴσαμεν καὶ Ἴσασι, γινώσκουσιν.

### ι 612

Ἴσαν: ἐπορεύθησαν. παρ’ Ὁμήρῳ, καὶ μόνον· σημαίνει δὲ καὶ τὸ ἔγνωσαν.

### ι 613

Ἴσανδρος: ὄνομα κύριον.

### ι 614

Ἴσας δ’ ὑσμίνῃ κεφαλὰς ἔχον: ἥ τε τῶν Ἑλλήνων, φησί, καὶ ἡ τῶν βαρβάρων μάχη ἰσοκέφαλος ἦν.

### ι 615

Ἴσασι: γινώσκουσιν. οἱ γὰρ κακοί, γνώμαισι τἀγαθὸν χεροῖν ἔχοντες, οὐκ ἴσασι πρίν τις ἐκβάλῃ.

### ι 616

Ἴσαυροι· ζήτει ἐν τῷ βρύχιος.

### ι 617

Ἴσατο: καθίδρυσεν.

### ι 618

Ἰσδιγέρδης: ὄνομα κύριον.

### ι 619

Ἰσραηλίτης: Ἑβραῖος.

### ι 620

Ἰσαῖος: εἷς μέν ἐστι τῶν δέκα ῥητόρων, μαθητὴς δὲ Ἰσοκρά‐ τους, διδάσκαλος δὲ Δημοσθένους, Ἀθηναῖος τὸ γένος. Δημήτριος δὲ Χαλκιδέα φησὶν αὐτὸν εἶναι. οὗτος ἐπαινεῖται καὶ ὡς ῥήτωρ καὶ ὡς Δημοσθένην ἀμισθὶ προαγαγών. ὅτι Ἰσαίου τοῦ ῥήτορος νεωτέ‐ ρου ἀσωτευομένου, ὕστερον δὲ σωφρονήσαντος, ἤρετο αὐτόν τις· τίς ἄριστος τῶν ἰχθύων καὶ τῶν ὀρνέων εἰς βρῶσιν; πέπαυμαι, ἔφη ὁ Ἰσαῖος, ταῦτα σπουδάζων· ξυνῆκα γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν· ἐνδεικνύμενος δήπου τῷ ἐρομένῳ ταῦτα, ὅτι σκιὰ καὶ ὀνείρατα αἱ ἡδοναὶ πᾶσαι.

### ι 621

Ἰσσαῖος: ὁ πολίτης.

### ι 622

Ἰσαιών, Ἰσαιῶνος: ὄνομα κύριον.

### ι 623

Ἴσαι ψῆφοι: ἐπὶ τῶν παρ’ ὀλίγον ἐν τοῖς δικαστηρίοις ἁλισκο‐ μένων. ἀναλύονται γὰρ οἱ διωκόμενοι ἀπὸ τῶν δικαζομένων, ἂν ἶσαι γένωνται ψῆφοι, ἐν αἷς ἀπολύεται ὁ ἐγκαλούμενος.

### ι 624

Ἴσαι ψῆφοι· Αἰσχίνης κατὰ Κτησιφῶντος· ἕτερος δὲ πλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀνάνδρως ἤνεγκε, πρῴην μέν ποτε εἰσηγγέλθη, καὶ ἶσαι αἱ ψῆφοι αὐτῷ ἐγένοντο. εἰ δὲ μία ψῆφος ὑπερέπεσεν, ὑπερώριστο ἂν καὶ ἀπέθανεν.

### ι 625

Ἶσαι ψῆφοι· ὡς ἀπόλοιτο, κἂν ἶσαι ψῆφοι γένωνται. ὑπερβολι‐ κῶς εἴρηται. ὅταν γὰρ αἱ ψῆφοι ἶσαι γένωντο, ἀπελύετο ὁ κατηγο‐ ρούμενος.

### ι 626

Ἰσηγορεῖ: ἐπίσης λέγει, ἰσολογεῖ. Πολύβιος· οὔσης δημο‐ κρατίας παρὰ τοῖς Μεσσηνίοις καὶ τῶν μὲν ἀξιολόγων ἀνδρῶν πεφυ‐ γαδευμένων, τῶν δὲ κατακεκληρουχημένων τὰς τούτων οὐσίας ἐπικρα‐ τούντων τῆς πολιτείας, δυσχερῶς ὑπέφερον τὴν τούτων ἰσηγορίαν οἱ μένοντες τῶν ἀρχαίων πολιτῶν.

### ι 627

Ἰσηλίκων: τῆς αὐτῆς ἡλικίας. γυναικῶν ἰσηλίκων χορὸν ἑαυτὴν περιχέασα· γηραιαὶ αὗται, χορὸς θεοφιλής· καὶ καθεῖσαι τὰς παλαιὰς ἐκείνας κόμας ἐθεοκλύτουν.

### ι 628

Ἴσημι: γινώσκω.

### ι 629

Ἰσίδωρος, πρεσβύτης, ὁ Πηλουσιώτης, ἀνὴρ ἐλλογιμώτατος, φιλόσοφός τε καὶ ῥήτωρ. ἐπιστολὰς ἑρμηνευούσας τὴν θείαν γραφὴν τρισχιλίας γέγραφε, καὶ ἄλλα τινά.

### ι 630

Ἰσίδωρος· καὶ ζήτει ἐν τῷ Ἀπίκιος Μάρκος.

### ι 631

Ἰσίδωρος, φιλόσοφος· ὃς ἐφιλοσόφησε μὲν ὑπὸ τοῖς ἀδελφοῖς, εἴπερ τις ἄλλος ἐν τοῖς μαθήμασιν ἐπιμελής τε ἐν ἱεροῖς καὶ τὰ πρὸς ταῦτα κατασκευάζειν ἅπαντα, ὡς ἔπος εἰπεῖν, ἱκανώτατος εἰς ὑπερ‐ βολήν. ἐμοί τε δοκεῖν τὴν ζωὴν μὲν ἦν φιλόσοφος, τὰ δὲ πρὸς ἐπιστήμην οὐ διεξητασμένος, ἀγύμναστος ὢν μᾶλλον ἢ ἀφυὴς τὰ δια‐ λεκτικά. νέῳ δὲ ὄντι θαυμαστόν τι συμβέβηκεν. ἀδελφῆς γὰρ υἱὸς αὐτῷ καὶ ἡλικιώτης, ἔτη ιηʹ γεγονώς, ἐπιδειξάμενος εὐθὺς ἐκ νέων φύσεώς τινα ῥώμην δαιμονίαν, ἀπὸ τοῦ τέγους πεσὼν ἐτελεύτα παραχρῆμα τὸν βίον· καὶ πένθους ἐπ’ αὐτῷ μεγάλου συνεστῶτος, ἐπιφοιτῶν ἐνύπνιος τῷ Ἰσιδώρῳ τοῦτον παρεμυθεῖτο.

### ι 632

Ἰσίδωρος, ὁ ἐν Χίῳ μαρτυρήσας ὑπὲρ Χριστοῦ καὶ περιβόητος ἐν τοῖς θαύμασιν γεγονώς· ἦν δὲ ἐξ Αἰγύπτου.

### ι 633

Ἰσσικὸς κόλπος.

### ι 634

Ἰσσινίας: ὄνομα κύριον.

### ι 635

Ἴσις, Ἴσιδος. ὄνομα δαίμονος. καὶ ἡ κλητική, ὦ Ἴσι. σὺ δέ, ὦ Ἴσι τάλαινα, μενεῖς ἐπὶ χεύματα νήσου.

### ι 636

Ἴσις· αὕτη λέγεται Ἰώ· ἣν ἥρπασεν ὁ Ζεὺς ἐξ Ἄργους καὶ τὴν Ἥραν φοβούμενος μετέβαλεν αὐτὴν ποτὲ μὲν εἰς λευκὴν βοῦν, ποτὲ δὲ εἰς μέλαιναν, ποτὲ δὲ ἰάζουσαν· μεθ’ ἧς πλανώμενος ἦλθεν εἰς Αἴγυπτον. τιμῶσιν οὖν Αἰγύπτιοι τὴν Ἴσιν· διὸ ἐπὶ τῆς κεφαλῆς τοῦ ἀγάλματος αὐτῆς κέρατα βοὸς γλύφουσι, δηλοῦντες τὴν ἐπὶ βοῦν τῆς κόρης μεταβολήν.

### ι 637

Ἴσθι: γίνωσκε.

### ι 638

Ἴσθμια: περιστόμια, περιδέραια, περιτραχήλια. λέγονται δὲ καὶ ἑορταὶ Ἑλλήνων. καὶ παροιμία· Ἰσθμιάζειν, ἐπὶ τῶν κακῶς βιούντων. ἐπίνοσος γὰρ ὁ τῶν Ἰσθμίων καιρός. Ἴσθμιον ἀμ‐ φιφορῆ, ὁ τράχηλος τοῦ κεράμου, διὰ τὸ στενὸς εἶναι.

### ι 639

Ἰσθμικὴ πίτυς: ἆθλον ἐπινίκιον.

### ι 640

Ἰσθμός: θάλασσα μεταξὺ δύο γαιῶν· πορθμὸς γὰρ γῆ μεταξὺ δύο θαλασσῶν. Ἀριστοφάνης· ἰσθμόν τιν’ ἔχεις, ἄνθρωπ’, ἄνω τε καὶ κάτω τὸ πέος διέλκεις, πυκνότερον Κορινθίων. ἐπεὶ τὰς ναῦς διὰ τοῦ Ἰσθμοῦ εἷλκον οἱ Κορίνθιοι, ὥστε μὴ περιέρχεσθαι. τοῦτο δὲ διϊσθμονίσαι ἐκάλουν.

### ι 641

Ἰσκαριώτης: σκηνὴ θανάτου.

### ι 642

Ἴσκεν· ὡς τό, ἴσκε ψεύδεα πολλὰ λέγων. καὶ Ἴσκειν, εἰκάζειν.

### ι 643

Ἵσμα: ἵδρυμα.

### ι 644

Ἰσμαήλ: ὁ μεθ’ ἡδονῆς γέλως Ἑβραϊστί. καὶ Ἰσμαηλίτης, ὁ ἀπὸ Ἰσμαήλ.

### ι 645

Ἰσμαρικὸς οἶνος· Ἀρχίλοχος· ἐν δορὶ δ’ οἶνος Ἰσμαρικός· πίνω δ’ ἐν δορὶ κεκλιμένος. Ἴσμαρος δὲ πόλις, ἡ νῦν Μαρώνεια λεγομένη.

### ι 646

Ἴσμεν: οἴδαμεν.

### ι 647

Ἰσμηνίας: εἷς παρ’ Ἀθηναίοις ἦν πολέμαρχος ἐπιφανής.

### ι 648

Ἰσοδαίτης: ξενικός τις δαίμων, ᾧ τὰ δημώδη γύναια καὶ μὴ πάνυ σπουδαῖα ἐτέλει.

### ι 649

Ἰσοκλέης: ἰσόδοξος.

### ι 650

Ἰσμήνης· ζήτει ἐν τῷ σημαίνει.

### ι 651

Ἰσόκωλον: τὸ ἶσα μέρη ἔχον. λέγει δὲ Ἀριστοτέλης ὅτι, ἐὰν συνθέτου τινὸς λόγος ἀποδοθῇ τοσαῦτα μέρη ἔχων, ὅσα καὶ τὸ σύνθε‐ τον ἔχει, οὗ ὁ ὁρισμὸς ἀποδίδοται, οὐκ ἔσται οὗτος ὁ λόγος ὁρισμὸς ἐκείνου. ἐν γὰρ τοῖς οὕτως ἀποδιδομένοις λόγοις ἀναγκαῖον ὀνομά‐ των εἰς ὄνομα τὴν μετάληψιν γεγονέναι.

### ι 652

Ἰσοκράτης, Θεοδώρου αὐλοποιοῦ, Ἀθηναῖος, ῥήτωρ, γενόμενος ἐπὶ τῆς πϛʹ ὀλυμπιάδος, ὅ ἐστι μετὰ τὰ Πελοποννησιακά. καὶ διὰ μὲν τῆς φωνῆς τὴν ἀτονίαν καὶ τὸ ἀπαρρησίαστον δίκας οὐκ εἶπεν, ἐδίδαξε δὲ πλείστους, καὶ λόγους γέγραψε λβʹ· βιώσας δὲ ἔτη ϛʹ πρὸς τοῖς ρʹ ἐτελεύτησεν. ἀδελφοὶ δὲ αὐτῷ ἐγένοντο Τίσιππος καὶ Θεόμνη‐ στος καὶ Θεόδωρος· διδάσκαλος δὲ Γοργίας, οἱ δὲ Τισίαν φασίν, οἱ δὲ Ἐργῖνον· οἱ δὲ Πρόδικον ἔφασαν, οἱ δὲ Θηραμένην. οἱ δὲ λόγοι αὐτοῦ πλεῖστοι.

### ι 653

Ἰσοκράτης, Ἀμύκλα τοῦ φιλοσόφου, Ἀπολλωνίας τῆς ἐν τῷ Πόντῳ, ἢ Ἡρακλείας, ὡς Καλλίστρατος ὁ ῥήτωρ· μαθητὴς καὶ διά‐ δοχος τοῦ μεγάλου Ἰσοκράτους, διακούσας δὲ καὶ Πλάτωνος τοῦ φιλο‐ σόφου. οὗτος δὲ ὁ Ἰσοκράτης καὶ Θεοδέκτῃ τῷ ῥήτορι καὶ τραγῳδιο‐ ποιῷ καὶ Θεοπόμπῳ τῷ Χίῳ, ἅμα τῷ Ἐρυθραίῳ Ναυκρατίτῃ διηγωνίσατο περὶ λόγων εἰς τὸν ἐπιτάφιον Μαυσώλου τοῦ βασιλέως Ἁλικαρνασσοῦ. καὶ λόγοι αὐτοῦ εʹ· Ἀμφικτυωνικός, Προτρεπτικός, Περὶ τοῦ τάφον μὴ ποιῆσαι Φιλίππῳ, Περὶ τοῦ μετοικισθῆναι, Περὶ τῆς ἑαυτοῦ πολιτείας.

### ι 654

Ἰσοκράτης εἶπεν· ὁ γὰρ φαύλως διανοηθεὶς περὶ τῶν ἰδίων, οὐδέποτε καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων.

### ι 655

Ἰσολογία: ἰσοτιμία. διαψευσθεὶς δὲ τῆς κρίσεως ἐν οὐδενὶ τῶν ἀμφισβητουμένων ἰσολογίαν ἕξειν οὐδέποτε πρὸς τὸ συνέδριον.

### ι 656

Ἴσον καὶ ἄνισον. ζήτει ἐν τῷ ἀμπλάκημα, καὶ ζήτει ἐν τῷ ἴσον.

### ι 657

Ἴσοξ: ὄνομα ἔθνους.

### ι 658

Ἰσοπαλῆ: ἶσα ἐν κλήρῳ. πάλος γὰρ ὁ κλῆρος.

### ι 659

Ἰσόπεδον: εἰς ὁμαλὸν τόπον.

### ι 660

Ἰσόρροπον: ἰσοβαρές, ἰσοστάσιον.

### ι 661

Ἰσός: ὄνομα ποταμοῦ.

### ι 662

Ἰσσός: ὄνομα πόλεως. Ἶσος δὲ ὁ ὅμοιος· καὶ περισπᾶται. ἐξ οὗ καὶ ἰσότερος.

### ι 663

Ἰσοσθενής: ἰσοδύναμος.

### ι 664

Ἰσοστάσιον: ἰσόσταθμον.

### ι 665

Ἰσοτελεῖς: οἱ ἀπὸ τοῦ μετοικεῖν κατά τινα τιμὴν παρὰ τοῦ δήμου γενομένην κατὰ ψήφισμα μεταβαίνοντες εἰς τὸ τῶν δημοποιή‐ των δίκαιον ἰσοτελεῖς ὠνομάζοντο. ἐγίνετο δὲ τοῦτο τοῖς μετοίκοις ὑπὸ τῆς πόλεως, ὅταν ἔδοξαν εὖ πεποιηκέναι τὸ κοινόν.

### ι 666

Ἰσοτελεῖς: ἶσα τελοῦντες. ἶσα τοῖς ἀστοῖς, ὅ ἐστι τοῖς πολί‐ ταις, τέλη διδόντες.

### ι 667

Ἰσοτελὴς καὶ Ἰσοτέλεια: πολλάκις τιμή τις ἐδίδοτο τοῖς ἀξίοις φανεῖσι τῶν μετοίκων, καθ’ ἣν τοῦ μετοικίου ἄφεσις αὐτῶν ἐγίγνετο. ὅτι δὲ καὶ τῶν ἄλλων, ὧν ἔπραττον οἱ μέτοικοι, ἄφεσιν εἶχον ἰσοτελεῖς Θεόφραστος λέγει. καὶ πόλεσι δὲ ὅλαις ἐψηφίζοντο τὴν ἀτέλειαν Ἀθηναῖοι, ὥσπερ Ὀλυνθίοις καὶ Θηβαίοις. ὁ δὲ ἰσοτελὴς ὡρισμένον τι τέλος ἐδίδου.

### ι 668

Ἰσότης φιλότης: αὕτη γνωμικὴ δηλοῦσα ὡς ἰσότης τὴν φιλίαν συνέχει.

### ι 669

Ἰσουργός: ἴσα ἐργαζόμενος.

### ι 670

Ἰσοϋψεῖς οἰκίαι καὶ παράλληλοι τῷ τείχει, ἐν Σιφλῷ οὖσαι καταλύματα τοῖς ἐργαζομένοις τὰ χρύσεια μέταλλα. ἰσοϋψὴς οὖν ἰσοϋψοῦς κλίνεται.

### ι 671

Ἰσοφαρίζειν: ἐξισοῦσθαι.

### ι 672

Ἰσοφωνία.

### ι 673

Ἰσοφυᾶ: ἶσα.

### ι 674

Ἰσοχειλεῖς: μέχρι χείλους πεπληρωμένοι. ἦσαν δὲ κρατῆρες οἴνου ἰσοχειλεῖς.

### ι 675

Ἴσῳ ζυγῷ: ἀντὶ τοῦ ἐξίσης. ὁ δὲ ἀγαπήσας αὐτὸν καὶ φιληθεὶς τὸ λεγόμενον ἴσῳ ζυγῷ παρ’ ἐκείνου, ἡδέως μὲν αὐτῷ συνῆν, ἔπραττε δὲ οὐδὲν ὧν μὴ πρότερον ἐκεῖνος πύθοιτο καὶ φήσειεν εἶναι πρακτέον.

### ι 676

Ἰσωνία: ἰσοτιμία. ἢ ἡ ἴση ἀγορά.

### ι 677

Ἴσωτο.

### ι 678

Ἱσπανία: χώρα. ἣ καὶ Ἰβηρία καὶ Ἑσπερία καλεῖται.

### ι 679

Ἰσραηλίτης: Ἑβραῖος.

### ι 680

Ἴστε: γινώσκετε.

### ι 681

Ἰστέον: δεῖ γινώσκειν.

### ι 682

Ἵσταμαι· γενικῇ.

### ι 683

Ἵστη: ἵστανε, στῆσον, προστακτικῶς.

### ι 684

Ἵστημι· αἰτιατικῇ.

### ι 685

Ἱστία: ἡ καθέδρα.

### ι 686

Ἱστιατορίαν: δειπνητορίαν.

### ι 687

Ἱστιαία: πόλις. καὶ Ἱστιαῖος, ὄνομα κύριον.

### ι 688

Ἱστίαιτον: ὄνομα τόπου.

### ι 689

Ἱστίον: ἄρμενον. πλήρεσιν ἱστίοις ἐς τὴν αὐτοῦ σοφίαν καθῆκεν. ἀντὶ τοῦ παντὶ σθένει, πάσῃ δυνάμει, ὅλῃ ψυχῇ. καὶ παροιμία· Θύειν Ἱστίᾳ. εἴρηται ἡ παροιμία κατὰ τῶν μηδενὶ ῥᾳδίως μεταδιδόντων. δι’ ἔθους γὰρ ἦν τοῖς παλαιοῖς, ὁπότε ἔθυον Ἱστίᾳ, μηδενὶ μεταδιδόναι τῆς θυσίας.

### ι 690

Ἱστίον σαπρόν: ἄρμενον παλαιόν, τρίβακον ἢ μὴ ἁρμόζον. Ἀριστοφάνης· ἀντὶ τοῦ ἱστίον σαπρόν. ὥσπερ ἐπιγνούσης ὀψὲ τῆς φύσεως αὐτοῦ τὸ οἰκεῖον ἔργον, οὐ κατὰ μικρόν, ἀλλ’ ὅσοις ἱστίοις ἀπηνέχθη τῆς σοφιστικῆς προαιρέσεως, ἐπειδὴ τὸ πρῶτον ἐφιλοσό‐ φησεν.

### ι 691

Ἱστιορράφος: πανοῦργος. ἀπὸ μεταφορᾶς τῶν τὰ ἄρμενα ῥαπτόντων. καὶ οἱ Αἰγύπτιοι δὲ λινοποιοί εἰσιν. Ἀριστοφάνης· ὀλίγου ταύτην ἱστιορράφος.

### ι 692

Ἱστίοις: τοῖς τοῦ πλοίου λαίφεσιν. Ἀριστοφάνης· μὴ πρὸς ὀργὴν ἀντιλέξεις, ἀλλὰ συστείλας, ἄκροισι χρώμενος τοῖς ἱστίοις, εἶτα μᾶλλον μᾶλλον ἄξεις, ἡνίκ’ ἂν τὸ πνεῦμα λεῖον, καθεστηκὸς λάβῃς.

### ι 693

Ἱστιοφόρος: ἀρμενοφόρος.

### ι 694

Ἱστοδόκη: ἡ ὑποδεχομένη τὸν ἱστόν.

### ι 695

Ἱστοπέδη: ξύλον ὀρθὸν ἀπὸ τῆς τρόπιδος, ᾧ προσδέδεται ὁ ἱστός.

### ι 696

Ἱστορημέναι: πρὸς θέαν ἱστάμεναι. οὕτω γὰρ ἦσαν ἱστορη‐ μέναι μόνον, ὡς ζωγραφοῦσιν οἱ γραφεῖς τὰς εἰκόνας.

### ι 697

Ἱστορῆσαι: θεάσασθαι. ὅτι ὁ Ἑκαταῖος πρῶτος ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν Φερεκύδης· τὰ γὰρ Ἀγησιλάου νοθεύεται.

### ι 698

Ἵστορι: μάρτυρι, ἢ κριτῇ.

### ι 699

Ἱστορία: ἡ θέα. οὐ γὰρ τί που παραπλήσιον ἢ μυστηρίων ἱστορίαν ἢ τὴν Περσεφόνην ἐθελῆσαι ἁρπάσαι αὐτήν;

### ι 700

Ἵστορος: ἐπιστήμονος.

### ι 701

Ἱστός: τὸ κατάρτιον.

### ι 702

Ἴστω: γινωσκέτω. καὶ Ἵστω, ἀντὶ τοῦ ἵστασο. ἵστω παρ’ αὐτήν, δεῦρ’ ἴθι κομμώτρια.

### ι 703

Ἱστῶκος καὶ Ἱστῶνος: ἐν ᾧ οἱ ἱστοί.

### ι 704

Ἵστωρ: ὁ ἐπ’ ἄκρῳ τῷ ῥυμῷ ἐμπεπηγμένος πάτταλος.

### ι 705

Ἴστωρ, ὑπερίστωρ, πανσύρτῳ, παμμήνῳ πολλῶν δεινῶν στυγ‐ νῶν τ’ ἀχέων· Σοφοκλῆς. κἀγὼ τοῦδ’ ἴστωρ, ἀντὶ τοῦ κἀγὼ τούτου ἐπιστήμων εἰμί, ὅτι ταλαίπωρός εἰμι· οἶδα, ὅτι δειλαία εἰμί, αὐτῷ τούτῳ τῷ πανσύρτῳ τῶν πολλῶν ἀχέων, τουτέστι τῷ πάντα σύροντι τὰ κακά. ἢ πανσύρτῳ, τῷ μετὰ πάσης ὁρμῆς τῶν κακῶν ὡρμημένῳ. παμμήνῳ δὲ τῷ πολυχρονίῳ καὶ διηνεκεῖ. δειλαία οὖν εἰμι, ὅτι πάντα τὰ ἄχη εἰς ἡμᾶς συνεσύρη καὶ διηνεκῆ παρέμεινεν.

### ι 706

Ἴστρος, Μενάνδρου, Ἴστρου, Κυρηναῖος ἢ Μακεδών, συγγραφεύς, Καλλιμάχου δοῦλος καὶ γνώριμος. Ἕρμιππος δὲ αὐτόν φησι Πάφιον ἐν τῷ βʹ τῶν διαπρεψάντων ἐν παιδείᾳ δούλων. ἔγραψε δὲ πολλὰ καὶ καταλογάδην καὶ ποιητικῶς.

### ι 707

Ἴσχανα: ἔξυσα, ἐλέπτυνα. Ἀριστοφάνης· ἴσχανα τὴν τέχνην ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς· ἀντὶ τοῦ διατριβαῖς, ὡς ἐπὶ ἀσθενοῦντος. χυλὸν δοὺς ἐγὼ μυλμάτων ἀπὸ βιβλίων ἀπὸ ἠθῶν· οὐκ ἀπὸ πτισάνης, ἀλλ’ ἀπὸ ἠθῶν ἀνδρῶν καὶ βιβλίων.

### ι 708

Ἴσχανδρος, τραγικὸς ὑποκριτής.

### ι 709

Ἰσχάνει: κωλύει.

### ι 710

Ἰσχανόωσα: κωλύουσα. καὶ Ἰσχανόωσι, κωλύουσι, κατέχου‐ σιν. Ἰσχανόω δὲ τὸ ἐπιθυμῶ· γενικῇ.

### ι 711

Ἰσχάς: ἰσχνάς τις οὖσα· ἐπειδή, πρὶν ἢ δοθῆναι τὴν κρεωφαγίαν τοῖς Ἀθηναίοις, ἐχρῶντο τῇ ἰσχάδι. ἢ ἐπειδὴ μέχρι τούτου προ‐ βαίνει· πρῶτον γὰρ ὄλυνθος, εἶτα φίληξ, εἶτα σῦκα, εἶτα ἰσχάς, ἴσχειν ποιοῦσα τὴν αὔξησιν. πάντα δὲ τὰ τραγήματα ἰσχάδας ἐκάλουν. Ἀριστοφάνης Πλούτῳ· ἀνίσταθ’ ὡς ἁρπασόμενος τῶν ἰσχάδων. οὗ καὶ πίονα τυρὸν δρέψεσθε καὶ αὔην ἰσχάδα. καὶ Ἀριστοφάνης· κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας. ὥσπερ, φησίν, οἱ τὰς ἰσχάδας ἐσθίοντες ἀνεμποδίστως καὶ λάβρως αὐτὰς ἐσθίουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ δῆμος, ἐπειδὰν ἐν τῇ Πνυκὶ καθεσθῇ, κατακρίνει καὶ δημεύει.

### ι 712

Ἴσχε: κάτεχε. καί, ἴσχε, τέκος. καὶ Ἴσχειν, τὸ ἔχειν.

### ι 713

Ἴσχενος.

### ι 714

Ἴσχεο: πέπαυσο.

### ι 715

Ἴσχεσθαι: παύσασθαι.

### ι 716

Ἰσχέτω: κατεχέτω. ἴωμεν ἤδη, μηδὲν ἡμᾶς ἰσχέτω.

### ι 717

Ἴσχειν: τὸ ἔχειν. οὐκ ἐξῆν κιχλίζειν οὐδὲ τὼ πόδε ἴσχειν ἐναλλάξ. Ἀριστοφάνης φησί· τοὺς δὲ ξενίζειν οὐδέποτ’ ἴσχει γ’ ἡ θύρα. ἀντὶ τοῦ κωλύει, ἀποκλείει. ἐπὶ τῶν πολλοὺς ξένους ἀποδεχο‐ μένων.

### ι 718

Ἰσχιάζειν: τὸ ἐν τῷ βαδίζειν ἐπιπολὺ ἑκατέρως ἑαυτὸν μετα‐ φέρειν.

### ι 719

Ἰσχίον: τὸ κοῖλον τοῦ γλουτοῦ, ἐν ᾧ ἡ κοτύλη στρέφεται. παρὰ τὸ ἴσχειν τοὺς καθημένους.

### ι 720

Ἰσχνομυθίας: λεπτολογίας.

### ι 721

Ἰσχνομυθοῦντες: ἀκριβολογοῦντες. Ἰσχνὸς γὰρ ὁ ξηρός.

### ι 722

Ἴσχω· αἰτιατικῇ· κρατῶ.

### ι 723

Ἰσχύων· ὃς καὶ πτερόεντ’ ἀετὸν κίχε καὶ θαλασσαῖον παρα‐ μείβεται δελφῖνα· Πίνδαρος τοῦτό φησιν.

### ι 724

Ἰσχύων· αἰτιατικῇ. ὅταν τις θεῶν βλάπτῃ, δύναιτ’ ἂν οὐδ’ ἂν ἰσχύων φυγεῖν.

### ι 725

Ἰσχυρὰν θέρμην εἶχεν ὁ βασιλεύς· διὸ καὶ πλειόνων ἡμερῶν ἐν τῇ πόλει διέτριψεν.

### ι 726

Ἰσχυρίζετο: ἀντὶ τοῦ διεβεβαιοῦτο. ὁ δὲ πρηνὴς κείμενος ἰσχυρίζετο οὐδὲν τοῖς Βεροιαίοις ὑπολελεῖφθαι τῶν πάντων χρημά‐ των. καὶ αὖθις· ταῦτα γράφω οὐκ αὐτὸς θεασάμενος, ἀλλὰ τῶν θεάσασθαι ἰσχυριζομένων ἀκούσας.

### ι 727

Ἰσχυρίσκος: ἀντὶ τοῦ ἰσχυρός. οὕτως Ἄλεξις.

### ι 728

Ἰσχυρογνώμων· ὁ δὲ ἐπὶ τοῖς ἁμαρτανομένοις ἰσχυρογνώμων. ἔξαρνος, σκληρός. ὁ δὲ Σωκράτης ἰσχυρογνώμων ἦν καὶ δημο‐ κρατικός.

### ι 729

Ἰσχυρόν: μέγα, βαθύ. ἀλλ’ οὐκ οἶμαι ζῆν αὐτὴν ἔτι, ἰσχυρὸν τραῦμα λαβοῦσαν ὑπ’ ἐμοῦ. καὶ αὖθις· πνευμάτων δὲ ἐπιγενομένων ἰσχυρῶν, ἔνιοι σὺν τοῖς ὑποζυγίοις εἰς τὴν ὑποκειμένην θάλασσαν κατηνέχθησαν.

### ι 730

Ἰσχυρός: ἰσχύος καὶ δυνάμεως εὖ ἔχων. Ἰώσηπος· ὁ δὲ Σαμψών, ἔτι γὰρ φρονεῖν ἰσχυρὸς ἦν, ἀντηπάτα τὴν γυναῖκα. καὶ αὖθις· ἰσχυρῶς εἴχετο τοῦ ἀνδρός. ἐρωτικῶς. καὶ Αἰλιανός φησιν· οὕτως ἄρα αἱ ἰσχυραὶ τιμωρίαι πολλάκις εἰς τοὺς εὑρόντας αὐτὰς περιτρέπονται, καὶ ὅσα προσέταξαν παθεῖν ἕτερον, αὐτοὶ πεπόνθασιν.

### ι 731

Ἰσχυρότατος.

### ι 732

Ἰσχύς· ἰσχύς ἐστι συμμετρία τῶν ὁμοιομερῶν, νεύρων τε καὶ ὀστῶν καὶ πνεύματος. τὰ χωρία ἰσχυρῶς ὄρθια ἦν καὶ λίθων περιβολαῖς ὠχύρωτο.

### ι 733

Ἰταβύριον: ὄρος οὕτω καλούμενον.

### ι 734

Ἰταλιώδης: ὁ ἀλαζών. ἀπὸ τῶν Πυθαγορικῶν. διὰ τὴν Σύβα‐ ριν, ὁ λάγνος.

### ι 735

Ἰταλία ἡ Ῥώμη. Ἀττάλεια δέ.

### ι 736

Ἰταμός: ἀναιδής, σκληρός, ὠμός· παρὰ τὸ ἵεσθαι, ὅ ἐστιν ὁρμᾶν· τοιοῦτοι γὰρ καὶ οἱ ἀναιδεῖς. ἡ δὲ νῦν μὲν ἐγέλα ἰταμόν τε καὶ ἀναίσχυντον ἢ ἀκόλαστον γέλωτα, νῦν δὲ ἐφθέγγετο ῥήματα αὐθάδη. καὶ αὖθις· τὸ γὰρ μὴ ἐρυθριᾶν ἐπὶ τοῖς εἰρημένοις πάσης ἰταμότητος καὶ ἀναισχυντίας. ὁ αὐτὸς μένων ἐπὶ τὸ χρῶμα οὐκ ἐρυθριᾷ. καὶ Ἰταμώτατα.

### ι 737

Ἴτε: δεῦτε, ἢ ἀπέλθετε. Σοφοκλῆς· ἴτε, ὦ ταχεῖαι ποίνιμοί τ’ Ἐριννύες.

### ι 738

Ἰτέα, ἀφ’ ἧς ὁ δημότης Ἰτεαῖος.

### ι 739

Ἰτεαῖς: δῆμος τῆς Ἀκαμαντίδος.

### ι 740

Ἰτέον: πορευτέον.

### ι 741

Ἴτην: ἐπορεύθησαν.

### ι 742

Ἴτης: ἰταμός, σκληρός, τολμηρός, καὶ δι’ αὐτῶν τῶν χωρῶν τῶν πραγμάτων. παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις.

### ι 743

Ἴτης: ὁ ὁρμητικός.

### ι 744

Ἰτητέον· παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις· ἰτητέον· τί ταῦτ’ ἔχων στρατεύομαι;

### ι 745

Ἰτρία: καπυρώδη πλάσματα. τὰ δ’ ἄλλ’ ἐστὶ παρεσκευασμένα, τράπεζαι, προσκεφάλαια, στρώματα, στέφος, μύρον, τραγήμαθ’, αἱ πόρναι πάρα, ἄμυλοι, πλακοῦντες, ἰτρία, ὀρχηστρίδες. ἀλλ’ ὡς τάχιστα σπεῦδε.

### ι 746

Ἰτρόγαλα.

### ι 747

Ἴτρον: τὸ ὑποκάτω τοῦ ὀμφαλοῦ μέρος. ἐξ οὗ καὶ ἴτρα· καὶ μίτρα, ἡ περὶ αὐτὴν ζώνη.

### ι 748

Ἴτω: ἰέτω, ἐρχέσθω. ἀλλ’ ἴτω, χαιρέτω, γῆν πρὸ γῆς, ὅποι βούλοιτο.

### ι 749

Ἰτώνη καὶ Ἰτωνία, ἡ Ἄρτεμις.

### ι 750

Ἰτωνίς, Ἰτωνίδος: χώρα.

### ι 751

Ἰτυκαῖος χώρα. τῶν Ἰτυκαίων.

### ι 752

Ἰτύλος: ὀρφανός.

### ι 753

Ἰτυμονῆα: τὸν Ἰτυμονέα.

### ι 754

Ἴτυξ: ὄρνεον.

### ι 755

Ἴτυς: περιφέρεια ὅπλου. Ξενοφῶν· ὁ δὲ Καλλίμαχος, ὡς ὁρᾷ αὐτὸν παριόντα, ἐπιλαμβάνεται αὐτοῦ τῆς ἴτυος. ἐν δὲ τούτῳ παραθεῖ αὐτοὺς Ἀριστώνυμος. καὶ ἐν Ἐπιγράμμασι· γυρῶν τ’ ἀγκί‐ στρων καμπυλόεσσαν ἴτυν.

### ι 756

Ἴτυς. ἀσπὶς γηραλέα μὲν ἴτυν πολέμων ὕπο, γηραλέα δὲ ὀμφαλόν· ἀλλ’ ἀρετᾷ λάμπομαι, αἷς ἔκιχον. καὶ αὖθις· ἀλλ’ ὄλετ’ ἀμφ’ ἑτάρῳ ἐχὼν κυκλόεσσαν ἴτυν.

### ι 757

Ἰτύς, Ἰτέα.

### ι 758

Ἴϋγγες: λεπτοὶ πόροι, καὶ αἱ τέρψεις.

### ι 759

Ἴϋγξ, Ἠχοῦς ἢ Πειθοῦς θυγάτηρ, ἱερονίκης καὶ Ἀφροδίτης· καταφαρμάττουσα δὲ τὸν Δία ἐπὶ τοιούτοις ἀπελιθώθη ὑπὸ Ἥρας. καλεῖται δὲ ὑπ’ ἐνίων κιναίδιον. ἔστι δὲ καὶ ὀργάνιόν τι ἴϋγξ καλού‐ μενον, ὅπερ εἰώθασιν αἱ φαρμακίδες στρέφειν, ὡς κατακηλούμεναι τοὺς ἀγαπωμένους. ἔστι δὲ καὶ ὄρνεόν τι, ᾧ πρόσειται τὴν αὐτὴν δύναμιν ἔχειν. ὅθεν δεσμεύουσι τοῖς τροχίσκοις.

### ι 760

Ἴϋγξ: τὸ ὄρνεον, τὸ λεγόμενον σεισοπυγής.

### ι 761

Ἴϋγξ: τὸ ἐφέλκον τὴν διάνοιαν εἰς ἐπιθυμίαν καὶ ἔρωτα. ἐν Ἐπιγράμμασι· ἴϋγξ, ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἄνδρα καὶ ἐκ θαλά‐ μων παῖδας ἐπισταμένη. δεῖ δή σε νυνὶ γενέσθαι δεινήν, ἀγαθήν, φαύλην, σεμνήν, ἀγανήν, πολύπειρον· ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴϋγγι κοινῇ πάντ’ ἐπέτρεψαν. ἀντὶ τοῦ τῷ σῷ πόθῳ, τῇ σῇ θελήσει. οἱ δέ, ὅτι ὄρνεόν ἐστιν ἐπιτήδειον πρὸς τὰς τῶν φίλτρων κακίας, ἥν φασιν Ἠχοῦς εἶναι θυγατέρα, ἔνιοι δὲ Πει‐ θοῦς. καὶ Ἴϋγξιν. ἡ δὲ Κλεοπάτρα ᾤετο ταῖς αὐταῖς ἴϋγξιν, αἷσπερ οὖν Καίσαρος καὶ Ἀντωνίου, καὶ μέντοι καὶ τοῦ Σεβαστοῦ κρατήσειν τρίτου. καὶ αὖθις· τοιαύτη τις προσῆν ἴϋγξ Διογένους τοῖς λόγοις τοῦ Κυνός.

### ι 762

Ἰϋγμός: βοή, φωνή.

### ι 763

Ἰΰζει: βοᾷ, κράζει.

### ι 764

Ἶφι: ἰσχυρῶς. ἡ εἰς φι συλλαβὴ κατὰ πᾶσαν πτῶσιν φυλάτ‐ τεται. εὐθείᾳ· ὁδὸς δ’ ἑτέρηφι. γενικῇ· ἀπὸ χαλκόφι. δοτικῇ· παραφροσύνηφι. αἰτιατικῇ· ἐπὶ δεξιόφι. κλητικῇ· οὐρανίαφι λίγαινε. τὸ δὲ νόσφι καὶ ἶφι μόνα μετέπεσον εἰς ἐπιρρηματικὴν σύνταξιν.

### ι 765

Ἰφιάλου: τοῦ ἐφιάλτου.

### ι 766

Ἴφια μῆλα: ἰσχυρῶς βαδίζοντα. Ἴφιον γὰρ τὸ λιπαρόν.

### ι 767

Ἰφιγένεια: ὄνομα κύριον.

### ι 768

Ἰφικλῆς: ὄνομα κύριον.

### ι 769

Ἴφικλος: ὄνομα κύριον. ἰφίκωλός τις ὤν. ἱστορεῖται γὰρ ταχύτατος εἶναι.

### ι 770

Ἰφικρατίδες: εἶδος ὑποδήματος, ἀπὸ Ἰφικράτους. Δαμά‐ σκιος ἐν Φιλοσόφῳ ἱστορίᾳ· εἴποτε δὲ τὰς Ἀττικὰς Ἰφικρατίδας ἢ τὰ συνήθη σάνδαλα περιδεδεμένος περιενόστει.

### ι 771

Ἰφικρατίδης: ὄνομα κύριον.

### ι 772

Ἰφικράτης, σκυτέως πατρός, Ἀθηναῖος, ῥήτωρ καὶ στρατηγός· ὃς πρῶτος ἐν τοῖς λαφύροις τὸ ἐπίγραμμα ἐποίησε μεμνημένον τοῦ στρατηγοῦ, πρότερον μόνης τῆς πόλεως ἐπιγραφομένης.

### ι 773

Ἰφίνοος: ὄνομα κύριον.

### ι 774

Ἴφις, Ἴφιδος: ὄνομα κύριον. ἢ ὁ ταχύς.

### ι 775

Ἰφίστιος: ὄνομα κύριον.

### ι 776

Ἴφιτος: ὄνομα κύριον.

### ι 777

Ἰφθίμη: ἰσχυρά. καὶ Ἴφθιμος, ἰσχυρός. καὶ Ἰφθιμό‐ τατος.

### ι 778

Ἰφύη: εἶδος ἀγρίου λαχάνου. Ἀριστοφάνης· ἐγὼ δὲ Μενέλεων ὅσον ἐκ τῶν ἰφύων.

### ι 779

Ἰφύς: ὀφρύς.

### ι 780

Ἰχθυάᾳ: ἰχθῦς ἀγρεύει. καὶ παροιμία· Ἰχθῦν νήχεσθαι διδάσκεις. ἐπὶ τῶν διδασκόντων ἃ ἐπίστανται.

### ι 781

Ἰχθυοβολεὺς καὶ Ἰχθυουλκός: ὁ ἁλιεύς.

### ι 782

Ἰχθυόκεντρον: ἡ τρίαινα.

### ι 783

Ἰχθῦς: περισπᾶται. ὅτι Αἴσωπος, ὁ Μιθριδάτου ἀναγνώστης, ἔγραψε περὶ Ἑλένης, ἐν ᾧ φησι Πᾶνα ἰχθῦν καλεῖσθαι κητώδη· ἐν τούτῳ δὲ τὸν ἀστερί‐ την λίθον εὑρίσκεσθαι, ὃς ὑπὸ τῷ ἡλίῳ ἀνάπτεται. ποιεῖ δὲ πρὸς φίλτρα.

### ι 784

Ἴχλα: ἡ κίχλα.

### ι 785

Ἰχναίη: ἡ Μακεδονία.

### ι 786

Ἰχνᾶται: ἰχνοσκοπεῖ.

### ι 787

Ἰχνεύει: ἐρευνᾷ, ζητεῖ.

### ι 788

Ἰχνεύμονος: εἶδος ζῴου καὶ ἰχθύος.

### ι 789

Ἴχνη· ὅτι τοὺς κατὰ σάρκα προγόνους τοῦ Χριστοῦ ἀντάλλαγμα καὶ ἴχνη ἐκάλεσαν οἱ οʹ ἑρμηνευταί.

### ι 790

Ἰχνηλατῆσαι: κατ’ ἴχνος ἀναζητῆσαι.

### ι 791

Ἴχνια: σημεῖα ποδός.

### ι 792

Ἰχνᾶται: ἰχνοσκοπεῖ.

### ι 793

Ἴχνος: ὁδόν, πορείαν, βῆμα.

### ι 794

Ἰχώρ, ἰχῶρος: τὸ πεπηγὸς αἷμα.

### ι 795

Ἴψ: ὁ σκώληξ· καὶ κλίνεται ἰπός. καὶ τὸ πληθυντικὸν ἰψί.

### ι 796

Ἴψω: ἔβλαψας. μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: wus-ai`.
