---
title: "Lexicon, Letter Η"
title_greek: "Σοῦδα, Στοιχεῖον Η"
author: Suda
eul_wid: wus-ag
eul_aid: wus
canonical: "https://eulogikon.org/works/suda-eta-wus-ag"
period: Byzantine
domain: Grammar
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Letter Η

*Σοῦδα, Στοιχεῖον Η*

**Author:** Suda

**eul_wid:** `wus-ag` · [HTML page](https://eulogikon.org/works/suda-eta-wus-ag)

## Text

### η 1

Ἢ ἤ· παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις· ἢ ἤ, σιώπα, μηδὲν εἴπῃς νήπιον. συγκαταθετικῶς. μὴ εἴπῃς δὲ εὔηθες.

### η 2

ᾟ: ἀντὶ τοῦ ὥς, καθώς.

### η 3

Ἦ: ἔφη, εἶπεν.

### η 4

Ἦ: χωρὶς τοῦ ν ἀντὶ τοῦ ἦν. ἀλλ’ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. ἀντὶ τοῦ ἔα. Ἀριστοφάνης Ὄρνισι. καὶ ἐν Λυσιστράτῃ· ἦ δεκέτις. ἀντὶ τοῦ ἔα, κατὰ συναίρεσιν ἦ.

### η 5

Ἦ: ἀντὶ τοῦ ἤμην. καὶ χωρὶς τοῦ ν. Ἀριστοφάνης Πλούτῳ· ἃ κρύπτειν ἦ παρεσκευασμένος. τίθεται καὶ ἐπὶ τρίτου προσώπου. ὅτι δὲ καὶ ἐπὶ τοῦ ἤμην ἐκ τῆς Ὁμηρικῆς διαιρέσεως· ὣς ἔον, εἴποτ’ ἔηνγε. περὶ τοῦ ἢ συνδέσμου. ἢ γὰρ διαζευκτικός ἐστιν ἢ διασαφη‐ τικὸς ἢ ὑποδιαζευκτικός. καὶ διαζευκτικὸς μὲν ὁ τὰ ἐναντία ἐν τῇ συντάξει διϊστῶν· οἷον, ἡμέρα ἢ νύξ· ἢ νέος ἠὲ παλαιός. ὑποδια‐ ζευκτικὸς δέ ἐστιν ὁ διάφορα πράγματα τιθεὶς μηδὲν ἕτερον ἐν τῇ διαιτήσει διϊστῶν· οἷον, δός μοι χρυσὸν ἢ ἄργυρον ἢ λίθους τιμίους. διασαφητικὸς δέ, ὅταν τῶν δύο προτεθέντων τὸ ἓν ἀναιρῆται· οἷον, κρεῖσσον ἐν γῇ πένεσθαι ἢ πλουτοῦντα πλεῖν. καί, θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον.

### η 6

Ἧ: ὅπου· τοπικόν. ᾗ ἅμα μὲν στερεόν, ἅμα δὲ χθαμαλὸν ἦν.

### η 7

ᾟ νομίζεται: ὡς νενόμισται ἐπὶ τοῖς νεκροῖς. καὶ αὖθις· ᾗ ἀντὶ τοῦ ὅπου. ᾗ σὺ φιληδῶν οὕτως ἀρέσκῃ καὶ μένειν ἔγνως.

### η 8

ᾜα: δισυλλάβως τὸ ἐπορευόμην, σὺν τῷ ι γράφεται. οἱ γοῦν Ἴωνες ἤϊα λέγουσι, καὶ ἤϊσαν, τὸ ᾔεσαν. καὶ παρὰ Θουκυδίδῃ οὕτως ἀναγνωστέον, ὅτι ἀκμάζοντές τε ἤϊσαν ἐς αὐτόν. Ἴωνες ᾔεσαν καὶ ἤϊσαν. Ἀριστοφάνης Ὁλκάσιν. ἐπεὶ δ’ ἐγενόμην οἷπερ ἤϊ’ ἐπὶ ξύλα.

### η 9

Ἡ ἀγάπη οὐ περπερεύεται: ἀντὶ τοῦ οὐ προπετεῖ. καὶ ζήτει ἐν τῷ περπερεία.

### η 10

ᾘακότες: θρηνήσαντες.

### η 11

Ἡ ἀπὸ Σκυθῶν ῥῆσις: τέτακται ἡ παροιμία ἐπὶ τῶν ἀποτόμως οἰμώζειν τινὰ λεγόντων· παρ’ ὅσον οἱ Σκύθαι Δαρείῳ τῷ Πέρσῃ, μηνύσαντι περὶ τοῦ εἶξαι, ἀπεκρίναντο κλαίειν αὐτὸν εἰπόντες.

### η 12

Ἠάριζον: τὸ τοῦ ἔαρος ἔλεγον.

### η 13

Ἡβᾷ: ἀκμάζει, σφριγᾷ.

### η 14

Ἡβάσκει: ἀκμάζει.

### η 15

Ἠβαιαί. καὶ Ἠβαιόν, μικρόν, ὀλίγον.

### η 16

Ἥβη: νεότης, ἀκμή. σημαίνει δὲ καὶ ὄνομα θεᾶς.

### η 17

Ἡβηδόν: ἡβῶντας· ἢ τὰς στρατιάς, ἢ ἀθρόον ὅλα καθ’ ἡλι‐ κίας. οἱ δὲ ἡβηδὸν ἅπαντας ἀπέσφαξαν ὀργὴν ποιούμενοι τῷ μὴ τοῖς σφῶν ὑπαχθῆναι λόγοις.

### η 18

Ἡβηδόν: σὺν πάσῃ ἡλικίᾳ. παρὰ δὲ Ἡροδότῳ ἀντὶ τοῦ μετὰ αἰσχύνης, μετὰ ἀκολασίας.

### η 19

Ἡβήσαντες: ἀκμάσαντες. Εὐνάπιος· οἱ δὲ παῖδες ἡβήσαντες καὶ γενόμενοι θυμοῦ καὶ χειρῶν κύριοι. καὶ Ἐπὶ διετὲς ἡβῆσαι λέγεται ὅταν οἱ ἐπικλήρων υἱεῖς δοκῶσι γεγενῆσθαι ἁρμόδιοι τὰ πατρῷα παραλαμβάνειν. Ἰσαῖός φησιν· ἐνηγόμεθα μὲν ἐκείνῃ μὲν τὸν ἐγγυτάτω γένους δεῖ συνοικεῖν, τὰ δὲ χρήματα τέως μὲν τῆς ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ παῖδες ἐπὶ διετὲς ἡβῶσιν, ἐκείνους αὐτῶν κρατεῖν.

### η 20

Ἡβητήρ. καὶ Ἥβη, ἡ πρώτη ἔκφυσις τῶν τριχῶν. ἐν Ἐπιγράμμασι· οὐ καλὸν ἡβητῆρες. ἀπεχθαίρω γὰρ ἐκείνην τὴν τρίχα τὴν ταχὺ φυομένην.

### η 21

Ἡβητήριον: τὸ παιδευτήριον.

### η 22

Ἡβητήριον: ἡ κατάλυσις.

### η 23

Ἡβός: ὁ κυρτός. Ἱπποκράτης ὁ Κῷός φησιν.

### η 24

Ἐβουλόμην: ὡς Ἀττικώτερον, ἠβουλόμην δὲ πολλοί.

### η 25

ᾟ βούλονται: καθὸ βούλονται.

### η 26

Ἡβῶμαι καὶ Ἡβῷμι καὶ Ἡβώοιμι, αὐξάνοιμι.

### η 27

Ἡβώωσα: ἀκμάζουσα.

### η 28

Ἡβυλλιῶσαι: ἀκμάζουσαι τὴν ἡλικίαν. Ἀριστοφάνης Βατράχοις· ὀρχηστρίδες ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. λείπει τὰς τρίχας. αἱ γὰρ μελλόνυμφοι ἔτιλλον τὰς τρίχας.

### η 29

Ἠγαθέη: ἡ ἄγαν θεία.

### η 30

Ἤγαλλεν: ἐθεράπευεν. Δίων ἐν ιϛʹ λόγῳ Ῥωμαϊκῶν· διά τε οὖν ταῦτα, καὶ ὅτι τὸ θεῖον ἀκριβῶς ἤγαλλεν. κέχρηνται δὲ τῇ λέξει ταύτῃ ἄλλοι τε καὶ Εὐνόμιος ὁ δυσσεβής. καὶ αὐτὸς οὗτος πολλάκις.

### η 31

Ἠγαλέη: ἡ θεραπευτική.

### η 32

Ἡ γαμήλιος.

### η 33

Ἦ γάρ: ἀντὶ τοῦ οὐχ οὕτως;

### η 34

Ἠγάσαντο: ἐθαύμασαν. καὶ Ἠγάσθην, ἐθαύμασα. ὁ δὲ Καῖσαρ, ὡς ἔμαθε πάσας τὰς κατ’ αὐτὸν τύχας, ἠγάσθη τοῦ ἀνδρὸς καὶ ἔσχε σύμμαχον.

### η 35

Ἠγγέλη: ἀπηγγέλη.

### η 36

Ἡγέλοχος: τραγῳδὸς ὑποκριτής. ἔξεστι δ’ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν, ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ. ἐπὶ τῶν διαφυ‐ γόντων τὰ λυπηρά. ὁ γὰρ Ἡγέλοχος οὗτος καὶ ἐν τῷ Ὀρέστῃ τοῦ Εὐριπίδου προστάντος αὐτῷ τοῦ πνεύματος ἐν τῷδε τῷ στίχῳ, ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν’ ὁρῶ (γαλήνην γὰρ τὸ πλῆρες), αἰφνιδίως ὀφθῆναι συνελόντα τὴν συναλοιφήν. τοῦτον δὲ καὶ ὡς ἀτερπῆ τὴν φωνὴν Πλάτων σκώπτει. ἥμπουσα φρούδη.

### η 37

Ἡγεμονεύω: διοικῶ. καὶ Ἡγεμόνει, ὑπερσυντελικός.

### η 38

Ἦγε καὶ ἔφερεν: ἀντὶ τοῦ ᾐχμαλώτιζε, κατέτρεχεν. ὁ δὲ ἐκεῖθεν ὁρμώμενος ἦγε καὶ ἔφερε τῆς ὑπ’ ἐκείνῳ οὐκ ὀλίγην, καὶ αὐτὸς οὐδαμῆ ἦν αὐτῷ ἁλώσιμος.

### η 39

Ἡγεμονία δικαστηρίου· τοῖς ἄρχουσιν οὐ πάσας πᾶσιν ἐφεῖτο δίκας εἰσάγειν· ἀλλὰ τῷ μὲν Ἄρχοντι τὰς τῶν ὀρφανῶν καὶ τὰ τῆς παρανοίας καὶ τὰς τῶν ἀποκλήρων ἐπιδικασίας, τοῖς δὲ λογισταῖς τὰς κατὰ τῶν ἀρξάντων εὐθύνας, τῷ μέντοι γε Βασιλεῖ τάς τε φονικὰς καὶ τὰς τῆς ἀσεβείας καὶ ἄν τις ἱερωσύνης ἠμφισβήτει· πρότερον δὲ καὶ τὰς περὶ τῶν ἱερῶν τοῖς ἱερεῦσιν ἀμφισβητήσεις· προηγόρευε δὲ καὶ τῶν νόμων εἴργεσθαι τοὺς ἐναντία. τῷ πολεμάρχῳ δὲ ὅσαι ἀποστασίου γραφὴν ἔφερον· ἔτι μὴν καὶ ὅσα ὁ Ἄρχων ἐν τοῖς ἀστοῖς, ὁ πολέμαρχος τοῖς μετοίκοις διῄτει. οἱ θεσμοθέται συκοφαντίας καὶ δώρων καὶ ὕβρεων καὶ μοιχείας καὶ βουλεύσεως. τοῖς Ἕνδεκα ὅσαι λῃστὰς καὶ λωποδύτας καὶ ἀνδραποδιστὰς εἰσάγουσι. τῷ στρατηγῷ περὶ τριηραρχίας καὶ ἀντιδόσεως. οὕτως οὖν διαιτοῦντες ἡγεμονίαν δικαστηρίου ἔχειν λέγονται. ἀλλὰ γὰρ ὁ Βασιλεὺς καὶ τῶν μυστηρίων ἅμα τοῖς ἐπιμεληταῖς προΐσταται· ἔχει δὲ μόνος καὶ στέφανον.

### η 40

Ἡγεμονία δικαστηρίου· Αἰσχίνης κατὰ Κτησιφῶντος. ἀλλὰ καὶ πρὸς ἄλλους τῶν ἀρχόντων ἐλαγχάνοντο δίκαι· τὰς δὲ ἀπενεχθεί‐ σας αἱ ἀρχαὶ κατὰ τὸν αὐτὸν ἑκάστη νόμον εἰσῆγον εἰς δικαστήριον ἡγουμένη καὶ προεστῶσα. οἷον πρὸς μὲν τὸν Ἄρχοντα αἱ τῶν ὀρφα‐ νῶν καὶ τῶν ἐπικλήρων· πρὸς δὲ τὸν Βασιλέα αἱ τῆς ἀσεβείας· πρὸς δὲ πολέμαρχον ἀπροστασίου τε καὶ ἀπρονοησίου· πρὸς δὲ τοὺς θεσμο‐ θέτας αἱ τῆς ξενίας τε καὶ δωροξενίας καὶ συκοφαντίας καὶ ψευδεγ‐ γραφῆς καὶ ὕβρεως καὶ μοιχείας καὶ ἐπιβουλεύσεως καὶ ἄλλων.

### η 41

Ἡγεμονικόν: ὁ νοῦς. ἢ τὸ κυριώτατον τῆς ψυχῆς, ἐν ᾧ αἱ φαντασίαι καὶ αἱ ὁρμαὶ γίνονται, καὶ ὅθεν ὁ λόγος ἀναπέμπεται· ὅπερ εἶναι ἐν τῇ καρδίᾳ.

### η 42

Ἡγεμών, ἡγεμόνος καὶ ὦ ἡγεμών. ἡγεμόνας ἐδέοντο τῆς ἀτραποῦ σφίσι ξυναποστεῖλαι, ὡς ἂν αὐτοὶ ἡγήσοιντο τούτοις ἐπὶ τὸ Σίρμιον.

### η 43

Ἡγεμών: ὁ τῆς ὁδοῦ ἡγούμενος. Ξενοφῶν· καὶ τὸν ἡγεμόνα δήσαντες παραδιδόασιν αὐτοῖς.

### η 44

Ἡγεμὼν συμμορίας· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὁ προέχων πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημ‐ μένος.

### η 45

Ἦγεν: ἐτέλει. ὁ δὲ Ἰουλιανὸς ἐν Πέρσαις ὢν γυμνικοὺς ἀγῶνας ἦγεν.

### η 46

Ἠγερέεσθαι: συναθροίζεσθαι.

### η 47

Ἠγέριος: ὄνομα κύριον.

### η 48

Ἡγέτης: ὁ ἡγεμών. ὦ δισσαὶ ἀγέτα θηροσύναι.

### η 49

Ἠγηλάζω: ἄγω, φέρω. Ἠγηλάτουν ὁμοίως.

### η 50

Ἥγημα: βουλή, γνώμη. παρὰ τῷ προφήτῃ εἴρηται.

### η 51

Ἥγημαι: λελόγισμαι, ἔσχον.

### η 52

Ἡγήμων, ὁ Θάσιος, ὁ ἐπικληθεὶς Φακή.

### η 53

Ἡγήμων· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς ἦν τῶν Μακεδονιζόντων καὶ τῶν ἐπὶ δωροδοκίᾳ διαβεβλημένων. τῶν δρα‐ μάτων αὐτοῦ ἐστι Φιλίννα, ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς.

### η 54

Ἤγειρα: παρώξυνα.

### η 55

Ἡγείσθην: ἀντὶ τοῦ ἡγοῦντο.

### η 56

Ἡγήσανδρος: ὄνομα κύριον.

### η 57

Ἡγήσιππος· οὗτός ἐστιν ὁ Ἀρώβυλος ἐπικαλούμενος, οὗ δοκεῖ τις εἶναι ὁ ζʹ Φίλιππος Δημοσθένης ἐπιγραφόμενος. τῶν δραμάτων αὐτοῦ ἐστι Φιλέταιροι, ὡς Ἀθήναιος.

### η 58

Ἡγήσῃ: προηγήσοιτο.

### η 59

Ἡγήτορες: ἡγεμόνες. καὶ Ἡγητορία, ἡ ἡγεμονία.

### η 60

Ἡγίας· οὗτος ἀμείνω τοῦ πατρὸς ἦν τὰ πρὸς ἀρετὴν ἥκοντα καὶ τὰ πρὸς λόγους. ἔτι μὴν μειράκιον γεγονὼς ἐλπίδας ἔσχεν ἐφ’ ἑαυτῷ καὶ πᾶσι παρέσχεν ὡς οὐ πολύ τι ἀπολειπόμενος τοῦ μεγάλου Πλου‐ τάρχου. τοιγαροῦν ὁ Πρόκλος ἠξίωσεν αὐτὸν ἔτι νέον ὄντα τῆς τῶν Χαλδαϊκῶν λογίων ἀκροάσεως. φιλομαθία τις αὐτῷ καὶ ἐπιείκεια προσῆν κατὰ φύσιν. ἀλλὰ τοῦτο δὴ τὸ εἰωθὸς ὁ πλοῦτος μέγα κακὸν ταῖς ψυχαῖς ἔοικεν εἶναι, νομὴν ἄφθονον τοῖς κόλαξι παρεχόμενος, οὐ χρυσίου μόνον (οὔπω γὰρ τοῦτο δεινὸν), ἀλλὰ νέου ψυχῆς ἁπαλῆς καὶ ῥᾳδίως ὑπὸ τῶν τοιούτων θηρίων καταβοσκομένης, ὥσπερ ἀτε‐ χνῶς ἄρτι ἀνθούσης βοτάνης. οὗτοι διέφθειραν τὴν Ἡγίου ζωὴν πρός γε τὸ μὴ γνησίως φιλοσοφεῖν. ἄλλως δὲ φιλομαθὴς ὅσα τὴν φύσιν ἐξηγήσασθαι· ἐπεὶ κατὰ τὴν ἄλλην συνήθειαν ἔστιν ὅπη καὶ διεκπίπτει τῶν ὀρθῶν λογισμῶν. ἱερὸς δὲ εἴπερ τις ἄλλος εἶναι βουλόμενος τά τε τῶν κηδεστῶν ἱερὰ λαθὼν ἐτελειώσατο κατὰ τὴν Ἀττικήν, οὐ πείσας ἐκείνους, καὶ πολλὰ ἄλλα τῶν κειμένων τέως ἐκ πλείστου χρόνου πάλιν ἐκίνησε παραβολώτερον ἢ εὐσεβέστερον τῇ προθυμίᾳ χρησάμενος. ὅθεν ἐν τῇ πολιτείᾳ περιβόητος ἐγένετο καὶ χαλεποὺς ἐφ’ ἑαυτῷ τοὺς ἐχθροὺς ἐπεσπάσατο τούς τε μεγάλων χρημάτων ὀρεγομένους, ὧν κύριος ἦν, καὶ ἀπὸ τῶν καθεστώτων νομίμων ἐπι‐ βουλεύοντας· ἐνῆν γάρ τι τῷ Ἡγίᾳ καὶ τῆς Θεαγένους μεγαλόφρονος φύσεως ἐν ταῖς εὐεργεσίαις· ἀκριβέστερον δὲ ἐκείνου τοσοῦτον ὅσον ἐς φίλους καὶ δεομένους ἀναλίσκειν.

### η 61

Ἠγλαϊσμένη: χαίρουσα, λαμπρυνομένη.

### η 62

Ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται: τουτέστιν ἡ γλῶττα τῶν θυομένων τῷ Ἑρμῇ δίδοται. Καλλίστρατος δέ φησι τῶν θυομένων τὰς γλώσσας τοῖς κήρυξιν ἀπονέμεσθαι.

### η 63

Ἡ γλῶττ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.

### η 64

Ἠγμένως: πεπαιδευμένως. καὶ Ἀγωγή, ἡ παίδευσις.

### η 65

Ἠγμένος: τεθηρευμένος, καὶ πάντα πειθαρχῶν. ὁ δὲ ἠγάσθη τὸ μειράκιον ὥστε καὶ θυγάτριον ἔχων, ἠγμένον καὶ αὐτὸ φιλοσόφως, αὐτῷ κατεγγυῆσαι.

### η 66

Ἠγμένους: ἀγομένους.

### η 67

Ἡγνικότες: καθάραντες.

### η 68

Ἠγόμην: ἐτρεφόμην, ἐτύγχανον. ἠγόμην δ’ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη τοιάδ’ ἐπέστη.

### η 69

Ἠγορόωντο: ἐδημηγόρουν.

### η 70

Ἡγοῦμαί σου: ἄρχω σου· γενικῇ.

### η 71

Ἡγουμενεία διὰ διφθόγγου.

### η 72

Ἡγούμενος: προηγούμενος.

### η 73

Ἤγουν, Εἴτουν: ἐπιρρήματα διασαφητικά.

### η 74

Ἠγρίωσαι: ἀντὶ τοῦ σκληρύνῃ. Σοφοκλῆς· σὺ δ’ ἠγρίωσαι κοὔτε σύμβουλον δέχῃ, ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων, στυγεῖς πολέμιον δυσμενῆ θ’ ἡγούμενος.

### η 75

Ἠγροικισάμην: κακῶς ἐφθεγξάμην.

### η 76

Ἠγγύα: ἐβεβαίου.

### η 77

Ἡ δέ: ἀντὶ τοῦ ἡ αὐτὴ δέ.

### η 78

Ἤδεε: ᾔδει, ἠπίστατο.

### η 79

Ἠδέσθη· αἰτιατικῇ.

### η 80

ᾜδεσαν: ἔγνωσαν.

### η 81

Ἡδέσι: τοῖς γλυκέσιν.

### η 82

ᾜδει: ἠπίστατο. καὶ ᾜδεσαν ὁμοίως.

### η 83

Ἡδεῖα: γλυκεῖα.

### η 84

ᾜδεισθα: ᾔδεις.

### η 85

Ἢ δεῖ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν: τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει· ὅθεν τὴν παροιμίαν εἰρῆσθαι Δήμων. ἕτεροι δὲ ἐπὶ τῶν ἀποδύντων μὲν τὸ πρᾶγμα, στρατευομένων δέ. φασὶ δὲ αὐτὴν Τερψίωνος εἶναι.

### η 86

Ἤδη: ἀπάρτι.

### η 87

Ἤδη: πρὸ τούτου, λοιπόν, τὸ ἐγγὺς τοῦ παρόντος νῦν ἀτόμου. μέρος δὲ χρόνου, ἢ τοῦ μέλλοντος ἢ τοῦ παρεληλυθότος· ἤδη τε γὰρ βαδιεῖσθαι φαμέν· καὶ τὸ συνάπτον τῷ νῦν· ἤδη τε γὰρ βεβαδικέναι· οὐ πολὺ ἀφιστάντες τοῦ νῦν τὸν χρόνον.

### η 88

Ἤδη: ἀντὶ τοῦ λοιπόν, ταχέως. Ἀριστοφάνης Νεφέλαις· φεύγοις ἂν ἤδη τοὺς πονηρούς. καὶ Ἰάμβλιχος· ἤδη γὰρ ἐλεῶ σε, ὅτι τὰ αὐτά σοι δυστυχῶ. ἀντὶ τοῦ ἐγγὺς τοῦ παρόντος. καὶ αὖθις· εἰ δὲ ἤδη μεταμέλει τούτων Ἀντωνίῳ, καὶ αὐτὸς ξυνομολογῶ οὐκ ἀπὸ θυμοῦ εἶναι φιλίαν ξυνάψαι Ῥωμαίοις. περὶ Πυθαγόρου· ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς λόγῳ μάτην θνῄσκοντας· εἶθ’ ὅταν δόμοις ἔλθωσι πάλιν, ἐκτετίμηνται πλέον. ὡς Πυθαγόρας καθείρξας ἑαυτὸν ἐν ὑπογείῳ λογοποιεῖν ἐκέλευσε τὴν μητέρα, ὡς ἄρα τεθνηκὼς εἴη. καὶ μετὰ ταῦτα ἐπιφανεὶς περὶ παλιγγενεσίας καὶ τῶν καθ’ ᾅδου τινὰ ἐτερατεύετο, διηγούμενος πρὸς τοὺς ζῶντας περὶ τῶν οἰκείων, οἷς ἐν ᾅδου συντετυχηκέναι ἔλεγεν. ἐξ ὧν τοιαύτην ἑαυτῷ δόξαν περιέθηκεν, ὡς πρὸ μὲν τῶν Τρωϊκῶν Αἰθαλίδης ὢν ὁ Ἑρμοῦ, εἶτα Εὔφορβος, εἶτα Ἑρμότιμος Σάμιος, εἶτα Πύθιος Δήλιος, εἶτα ἐπὶ πᾶσι Πυθαγόρας.

### η 89

Ἥδῃ: τέρπῃ σύ.

### η 90

Ἠδημόνουν.

### η 91

Ἥδιον: τὸ γλυκύ. Ἡδίων δὲ ἡδύτερος. ἀρσενικῶς διὰ τοῦ ω μεγάλου.

### η 92

Ἡδίονος· τὸ συγκριτικόν.

### η 93

Ἥδιστα: ἡδέως.

### η 94

Ἠδολέσχησα: διελάλουν ἐμαυτῷ προσδιαλεγόμενος.

### η 95

Ἥδομαί σοι: δοτικῇ. εὐφραίνομαί σοι. καὶ Ἥδομεν, εὐφραι‐ νόμεν.

### η 96

Ἡδόμενος: ἀρεσκόμενος.

### η 97

Ἐκ τῶν Πλωτίνου. Ἡδοναί, λύπαι, θάρρη, φόβοι, ἐπιθυμίαι, ἀποστροφαὶ καὶ τὸ ἀλγεῖν, τίνος ἂν εἶεν; ἢ γὰρ ψυχῆς, ἢ χρωμένης ψυχῆς σώματι ἢ τρίτου τινὸς ἐξ ἀμφοῖν. διχῶς δὲ καὶ τοῦτο. ἢ γὰρ τὸ μῖγμα ἢ ἄλλο τι ἐκ τοῦ μίγματος. Ὅροι ἡδονῆς, αʹ λεία κίνησις, βʹ ἢ γένεσις εἰς φύσιν αἰσθητή, γʹ ἢ ἄλογος διάχυσις, δʹ ἢ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, εʹ ἢ τὸ παρακολουθοῦν τέλος ταῖς τελευταίαις ἐνεργείαις. ἐκ τούτων τῶν ὅρων ἰσχύει τις ἀνα‐ σκευάζειν καὶ κατασκευάζειν, ὅτι ἀγαθὸν ἡ ἡδονή, καὶ ὅτι μή. Ἡδονὴ δέ ἐστι λεία κίνησις, πόνος δὲ τραχεῖα κίνησις. καὶ τὴν μὲν εὐδοκη‐ τὴν πᾶσι ζῴοις, τὸν δὲ ἀποκρουστικόν. ἡδονὴν μέντοι τὴν τοῦ σώμα‐ τος, ἣν καὶ τέλος εἶναι, οὐ τὴν καταστηματικὴν ἡδονὴν τὴν ἐπ’ ἀναιρέσει ἀλγηδόνων καὶ οἷον ἀοχλησίαν τέλος εἶναι φασί. διαφέρει δὲ τέλος εὐδαιμονίας. τέλος μὲν γὰρ εἶναι τὴν κατὰ μέρος ἡδονήν, εὐδαιμονίαν δὲ τὸ ἐκ τῶν μερικῶν ἡδονῶν σύστημα, αἷς συναριθμοῦνται καὶ αἱ παρῳχηκυῖαι καὶ αἱ μέλλουσαι. εἶναί τε τὴν μερικὴν ἡδονὴν δι’ αὑτὴν αἱρετήν, τὴν δὲ εὐδαιμονίαν οὐ δι’ αὑτήν, ἀλλὰ διὰ τὰς κατὰ μέρος ἡδονάς. Ἡδονὴ δέ ἐστιν ἄλογος ἔπαρσις ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν. ὑφ’ ἣν τάττεται κήλησις, ἐπιχαιρεκακία, τέρψις, διάχυσις. κήλησις μὲν οὖν ἐστιν ἡδονὴ δι’ ὤτων κατακηλοῦσα, ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς, τέρψις δὲ οἷον τρέψις, προτροπή τις ψυχῆς ἐπὶ τὸ ἀνειμένον· διάχυσις δὲ ἀνάλυσις ἀρετῆς. ἔστι δὲ περὶ ἑκατέρου μέρους τῆς ἀντιφάσεως συλλογισμὸς ἔνδοξος. ὅτι μὲν ἀγαθὸν ἡ ἡδονή, δείκνυσιν ὁ συλλογισμὸς οὗτος· οὗ πάντα ἐφίεται, ἀγαθόν· τῆς ἡδονῆς δὲ πάντα ἐφίεται· ἡ ἡδονὴ ἄρα ἀγαθόν. τὸ δὲ μὴ εἶναι αὐτὴν ἀγαθὸν ὁ τοιοῦτος· τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ· ἡ ἡδονὴ ἀγαθοὺς οὐ ποιεῖ· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἡ ἡδονὴ τοίνυν ἐστὶ κίνησις λεία· ἐνέργεια δὲ ἀτελὴς πᾶσα κίνησις· μηδὲν δὲ ἀγαθὸν ἀτελές· ἡ ἡδονὴ ἄρα οὐκ ἀγαθόν.

### η 98

Ἡδονή: ἡ ἀκάθαρτος καὶ ἡ φυσικὴ κατάστασις, ἣν Ἐπίκουρος ἐδογμάτιζε, τέλος παντὸς πράγματος τὴν ἡδονὴν εἶναι τιθέμενος. τουτέστι τὸ πρώτιστον ἀγαθόν, ὅ ἐστι θεός.

### η 99

Ἡδονῆς ἀκρότης: τὸ πρὸς λύπην ἄμικτον.

### η 100

Ἦ δ’ ὅς: οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ ὅς. διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντετάχθαι γὰρ ἄρθρον τὸ ὅς. καὶ ἦ, ἀντὶ τοῦ ἔφη· ἀλλὰ περιμενοῦμεν, ἦ δ’ ὃς ὁ Γλαύκων. καὶ ἦν δ’ ἐγώ, ἀντὶ τοῦ ἔφην δὲ ἐγώ. παρὸ δὴ καὶ Ἕρμιππος ἐν Ἀθηνᾶς γοναῖς ἠσὶν ἀντὶ τοῦ φησίν· ὁ Ζεὺς διδώνω πολλάς, φησί, τοὔνομα. Ἀρί‐ σταρχος δὲ τὸ μὲν ἦ δ’ ὃς ἀντὶ τοῦ ἔφη δὲ ὅς. τὸ δὲ ἦν δὲ ἐγώ, ἔφην δ’ ἐγώ. τὸ δὲ ἦ τῶν ἀρχαίων ἔφη εἶναι λεξειδίων, Ὅμηρον δ’ οὐ κατὰ πάντα χρῆσθαι αὐτῷ, οὐδὲ σχηματίζειν ἀπ’ αὐτοῦ τὸ ἀνάλογον μέν, ὡς ὅταν λόγου τελευτὴν σημαίνῃ· ᾖ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι. καί, ἦ, καὶ ἐπ’ Ἀντινόῳ. τοὺς δὲ μεθ’ Ὅμηρον ἀδιαφόρως αὐτὸ τάσσειν.

### η 101

Ἦ δ’ ὅς: ἔφη δὲ ὅς. τούτῳ χρῶνται καὶ ἐπὶ πλήθους καὶ ἐπὶ θηλυκοῦ καὶ ἀρσενικοῦ. καὶ παροιμία· Ἦ δ’ ὅς, οὐ μόνον ἀντὶ τοῦ ἔφη, ἀλλὰ καὶ ἐπὶ πολλῶν τίθεται ἀντὶ τοῦ ἔφασαν.

### η 102

Ἦδος: ὄφελος. ψιλοῦται. Ὅμηρος· ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ φίλος ὤλετο;

### η 103

Ἠδωνὰ ἱμάτια: Θρᾳκικά.

### η 104

Ἠδωνίς, Ἠδωνίδος. χώρα οὕτω λεγομένη. καὶ Ἠδωνοί, ὄνομα ἔθνους. Αἰσχύλος. ὁ δ’ αὐτὸς ἐν Ἠδωνῇ καὶ τὰς νεβρίδας οὕτως καλεῖ. καὶ ζήτει ἐν τῷ αἰγίζειν.

### η 105

Ἥδρασεν: ἐστήριξεν. καὶ Ἡδρασμένος, βέβαιος, πάγιος.

### η 106

Ἡδραίωται.

### η 107

Ἡδρυμένος: ηὐξημένος.

### η 108

Ἡδύγαιον: τὸ καλὴν ἔχον γῆν.

### η 109

Ἡδυεπής: ἡδυλόγος.

### η 110

Ἡδύλειον: ὄρος, ὅπερ ἐστὶν ἐν Βοιωτίᾳ.

### η 111

Ἡδύνομαι· δοτικῇ.

### η 112

Ἡδύοσμος: εἶδος βοτάνης.

### η 113

Ἡδυπαθής: φιλήδονος, πάθει χαίρων. καὶ Ἡδυπάθεια, ἡ πορνεία.

### η 114

Ἡδύς: εὐήθης. ἐκάλουν δὲ οὕτω καὶ τοὺς ὑπομώρους.

### η 115

Ἡδύσματα: βρώματα, ἢ εὐοσμία.

### η 116

ᾞε: ἐπορεύετο.

### η 117

Ἠέ: βαρυτόνως διαζευκτικὸς σύνδεσμος. ἠὲ διατμῆξαι κοῖλον δόρυ. περισπωμένως δὲ ἀπορηματικὸς περισπᾶται. ἦ μαχεούμενον. ἠὲ καὶ οὐκί.

### η 118

Ἠέλιος: ὁ ἥλιος. καὶ Ἠελιῶτις.

### η 119

Ἤεμεν: ᾔδειμεν.

### η 120

Ἦεν: ὑπῆρχεν.

### η 121

Ἢ ἐν ὁδῷ καθελών: ἀντὶ τοῦ ἐνεχθέντα ἑλών. τουτέστιν ἔν τινι ἐνέδρᾳ καταβαλών. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους.

### η 122

Ἠέρα: ἀορασία.

### η 123

Ἠερέθονται: ἀπαιωροῦνται.

### η 124

Ἠερίβοια: ὄνομα κύριον.

### η 125

Ἠέριαι· καὶ Ἠερίη, ἑωθινή. καὶ Ἠερινός, ὀρθρινός.

### η 126

Ἠερόεν καὶ Ἠεροειδές: σκοτεινόν.

### η 127

Ἠερόεις: ὁ σκοτεινὸς ᾅδης.

### η 128

Ἠέρος ὄγμοι: αἱ ὁδοί, οἱ τόποι. λέγεται δὲ θηλυκῶς ἐν Ἐπιγράμμασι· καὶ διὰ μέσης ἠέρος εὔαγρον τοῖσδε δίδου κάματον.

### η 129

Ἠεροφοῖτις: ἡ ἀοράτως ἐρχομένη κατὰ τὰ ἔργα.

### η 130

Ἤεσαν: ἐπορεύοντο.

### η 131

Ἠετίων: ὄνομα κύριον.

### η 132

Ἠετιώνεια: οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος. καὶ Ἠετιώνειος δίαιτα, ἡ τοῦ Ἠετίωνος.

### η 133

ᾜει: ἐπορεύετο.

### η 134

Ἤειρεν: ἔδησεν.

### η 135

Ἤϊα: ὑπῆρχον.

### η 136

Ἠΐθεος: ἄφθαρτος πρὸς γυναῖκας. καὶ ἐν Ἐπιγράμμασι· ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὁππόσος ἡμῖν ταῖς ἀταλοψύχοις. καὶ ὁ ἴσος τοῖς θεοῖς.

### η 137

Ἤϊκτο: ὡμοίωτο.

### η 138

Ἠϊόεντι: καλὸν αἰγιαλὸν ἔχοντι.

### η 139

Ἠϊόεις: ὁ αἰγιαλός.

### η 140

Ἤϊον: τὸ εἰς ὁδὸν βρῶμα.

### η 141

Ἠϊόνα: αἰγιαλόν, ὄχθην.

### η 142

Ἠϊονεύς: ὄνομα κύριον.

### η 143

Ἠϊών: ὁ αἰγιαλός.

### η 144

Ἠΐων: ἀχύρων. Ὅμηρος· ὡς δ’ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει. καὶ Βάβριος· οὔπω καιρός ἐστιν ἤϊα λύειν.

### η 145

Ἠΐσκομεν: ἀπεικάζομεν.

### η 146

Ἠΐστωσας: ἠφάνισας. σὺ γάρ μοι πατρίδ’ ἠΐστωσας δορί.

### η 147

Ἠΐχθη: ὥρμησεν.

### η 148

Ἠθάδων: συνήθων. χειμέριον νύκτα ἐτήρησαν, ἐν ᾗ οὐδ’ ἄν τις αὐτῶν τῶν βαρβάρων ἠθάδων ἄνευ τινὸς ἐξαισίου ἀνάγκης ἔξω τῶν σκηνωμάτων ἐγένετο.

### η 149

ᾘθαλωμένος: ὁ κεκαυμένος.

### η 150

Ἡθάμ: ὄνομα τόπου. Ἑβραϊστὶ δὲ λέγεται αἷμα.

### η 151

Ἤθεα: παρὰ Ἡροδότῳ οἱ τόποι, ἐν οἷς ἀναστρέφονται.

### η 152

ᾟ θέμις: ὡς νόμος, ὡς προσῆκον.

### η 153

Ἠθεῖε: τοῦτο οὔτε ψιλῶς ἐπὶ ἀδελφοῦ φέρεται οὔτε πρεσβύτου, ἀλλ’ ἐπὶ σεπτικῇ προσηγορίᾳ, καθ’ ἣν νέος πρεσβυτέρῳ ἀδελφῷ προσφωνεῖ. τὸ δὲ πλῆρες Ἠθεῖε. καὶ θηλυκὸν Ἠθεία.

### η 154

Ἠθλοθέτει: τοὺς ἀγῶνας διετίθει. ἕως ὁ μέγιστος Ἑλλανο‐ δίκης Γαϊνὰς τὸν Ῥωμαϊκὸν ὄλεθρον ἠθλοθέτει. τουτέστι τὸν ἀγῶνα διετίθει.

### η 155

Ἠθμός: ὁ διυλιστήρ. καὶ μέντοι καὶ διακριθὲν πρότερον ὑπὸ τοῦ λεγομένου ἠθμοῦ.

### η 156

Ἠθολόγος: θεατριστής.

### η 157

Ἠθοποιΐα: μίμησις ἤθους ὑποκειμένου προσώπου.

### η 158

Ἦκα: ἡσύχως.

### η 159

ᾜκαλλον: ἐθώπευον. ἀπὸ τοῦ αἰκάλλω θέματος.

### η 160

Ἡ κάμηλος ψωριῶσα πολλῶν ὄνων ἀνατίθεται φορτία.

### η 161

Ἤκαχες: ἐλύπησας, παρέτρεψας. ἆ πόσων ἠιθέων νόων ἤκαχες· ἀλλ’ ἴδε, Λήθην ναίεις ἀγλαΐην ἐν χθονὶ κατθεμένη. περὶ Λαΐδος τῆς ἑταίρας.

### η 162

Ἤκαχον· ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον ἤκαχον, ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι. ἀντὶ τοῦ ἐλύπησαν.

### η 163

Ἠκαιρεῖσθε: ἐκωλύεσθε, καιρὸν οὐκ εἴχετε.

### η 164

Ἧκεν: ἐφῆκεν.

### η 165

Ἠκέσατο: ἰάσατο, ἐθεράπευσεν.

### η 166

Ἠκέστης: ὁ ἀδάμαστος.

### η 167

Ἠκεστίδης: ὄνομα κύριον.

### η 168

Ἤκεστος.

### η 169

ᾜκει: ἀντὶ τοῦ ἐῴκει, ὡμοίωτο. ὄρτυξ καλεῖται, καὶ γὰρ ᾔκει ὄρτυγι. ἀπὸ τοῦ εἴκω, τὸ ὁμοιῶ.

### η 170

Ἥκεις· ἀλλ’ οὖν ἥκεις γ’ ὅθεν ἥκεις, φαύλως τ’ ἀποδρὰς οὐ λέξεις, οἷον δράσας διέδυς ἔργον; λήψῃ δὲ κακόν. ἥκεις, φησίν, εἰς τὰς χεῖρας ἡμῶν, ὅθεν οὐ φεύξῃ.

### η 171

Ἠκή: ἡ ὀξύτης τοῦ σιδήρου.

### η 172

Ἠκηδίασεν.

### η 173

ᾘκισμένους: ἠφανισμένους.

### η 174

Ἥκιστα: οὐδαμῶς, οὐχ ἧττον. καὶ Λιβάνιός φησιν· εἴ τινα ἄλλον τρόπον, ὃν ἥκιστα ὤφθη μετελθὼν ὁ ἐπὶ τῇ φιάλῃ ἔμπορος. ἥκιστα δ’ ἄν τις αὐτὸν ἐθεάσατο παρεκβαίνοντα τὸ ἀληθὲς ἔργῳ ἢ λόγῳ ποτέ. ὁ δὲ Δομετιανὸς ὕπατον αὐτὸν ἀποφήνας ὡς ἥκιστα ἐπιφανῆ πιστεύει τὴν στρατιὰν πρὸς Κελτούς. καὶ αὖθις· τὰ τῆς ἐμπορίας ἐπικερδῆ ἥκιστα αὐτῷ ἦν. Ξενοφάνης ἔφη· τοῖς τυράννοις ἐντυγχάνειν ὡς ἥκιστα ἢ ὡς ἥδιστα. καὶ αὖθις· ἥκιστα μελῆσαν αὐτοῖς τῆς ἀληθείας. ἀντὶ τοῦ οὐδαμῶς. Ἰάμβλιχος· ἀνὴρ ἐπιστάμενος ἥκιστα ψεύδεσθαι, φίλος δὲ εἴπερ τις ἄλλος ἀληθείᾳ. καὶ αὖθις· ἥτις δεινὸν ἡγησαμένη καὶ φορητὸν ἥκιστα ἑαυτὴν διέφθειρε. καὶ αὖθις· τὸ δαιμόνιον πάντα ἐφορᾷ καὶ ἥκιστα βούλεται ταῖς τιμωρίαις ἀπαραιτήτους τε καὶ ἀμειλίκτους εἶναι. Οὐχ ἥκιστα δὲ ἀντὶ τοῦ πάνυ, μάλιστα.

### η 175

Ἤκιστος: ἐλάχιστος. παρὰ τὸ ἦκα, ὅ ἐστιν ἡσυχῆ. καταστρέφει δὲ εἰς τὸ ἐλάχιστον. καὶ ψιλῶς προενεκτέον, οὐχ ὡς παρὰ τοῖς Ἀττικοῖς δασύνεται.

### η 176

Ἤκμαζεν: ἔρρωτο. ὁ δὲ Τραϊανὸς τῇ ψυχῇ ἤκμαζεν, ὥστε μήτε ὑπὸ νεότητος θρασύνεσθαι μήτε ὑπὸ γήρως ἀμβλύνεσθαι.

### η 177

Ἥκομεν: παρεγενόμεθα.

### η 178

Ἠκόνα τὴν προθυμίαν.

### η 179

Ἡκούσης: ἐχούσης, παρὰ Ἡροδότῳ.

### η 180

Ἥκω: ἦλθον.

### η 181

Ἥκω τοῦ κατέρχομαι διαφέρει. ἐλθεῖν μὲν εἰς τὴν πόλιν ἐστίν, ὅταν μετῇ τινι τῆς πατρίδος· ὅταν δὲ φυγὰς ἔλθῃ, κατέρχεται. Ἀρι‐ στοφάνης Βατράχοις· εἰς γῆν μὲν ἐλθεῖν ἔσθων ὅτῳ μετῇ πάτρας· χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν. φεύγων δ’ ἀνὴρ ἥκει τε καὶ κατέρχεται.

### η 182

Ἥκω: τὸ ἔρχομαι, διὰ τοῦ η, ἵκομαι δὲ παθητικὸν διὰ τοῦ ι.

### η 183

Ἠκροβολίζοντο.

### η 184

Ἠκρωτηριασμένος· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἠκρωτηριασμένοι τὰς αὑτῶν ἕκαστοι πατρίδας. ἀντὶ τοῦ λελυμασμένοι. οἱ γὰρ λυμαινόμενοί τισιν εἰώθασι περικόπτειν αὐτῶν τὰ ἄκρα. τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ τοῦ ἠκρωτηριακότες.

### η 185

Ἡκουσιάσθησαν: ἑκουσίως ἠθέλησαν ποιῆσαί τι.

### η 186

Ἦκτο: ἤγετο. ἐκ τοῦ ἄγω τὸ φέρω.

### η 187

Ἡ κύων ἐν τῇ φάτνῃ: ἐπὶ τῶν μήτε ἑαυτοῖς χρωμένων μήτε ἄλλους ἐώντων· παρόσον αὕτη κριθὰς οὐκ ἐσθίει καὶ τὸν ἵππον κωλύει.

### η 188

Ἠκύρουν: ἀβέβαια ἐποίουν. Ἐκύρουν δὲ ἐτύγχανον. βωμῷ θύων ἐκύρουν.

### η 189

Ἠλαζονεύετο: ἀντὶ τοῦ ἐψεύδετο. Ἀριστοφάνης Βατράχοις· ἠλαζονεύεθ’, ἵνα φοβηθείην ἐγώ, εἰδώς με μάχιμον ὄντα, φιλοτιμού‐ μενος.

### η 190

Ἠλακάτη: ἐργαλεῖον γυναικός. ἐργάτιν εὐκλώστου νήματος ἠλακάταν. καὶ Ἠλάκατα, λεπτὰ νήματα.

### η 191

Ἤλαλκον: ἀπεσόβουν.

### η 192

Ἤλασεν: ἔσκαψεν, ἔπληξεν.

### η 193

Ἠλάσκοντο: ἐπλανῶντο.

### η 194

Ἠλάστρεον: ἐδεινοπάθουν.

### η 195

Ἥλατο: ἐπήδησεν. Ἠλᾶτο δὲ ἐπλανᾶτο. καὶ ὁ μὲν τῶν νόμων ἡττώμενος ἠλᾶτο.

### η 196

Ἤλαυνε δ’ ἔσχατος Ὀρέστης τῷ τέλει πίστιν φέρων. οἷον πιστεύων, ὅτι ἐπὶ τῷ τέλει τοῦ δρόμου παρελεύσεται.

### η 197

Ἤλεγχον: ἐφανεροποίουν· ἢ ἀνέκρινον, ὡς Ξενοφῶν. οἱ δὲ τοὺς αἰχμαλώτους συναγαγόντες ἤλεγχον τὴν κύκλω πᾶσαν χώραν, τίς ἑκάστη εἴη.

### η 198

Ἠλέκτρα: ὄνομα κύριον. καὶ πόλις Θηβῶν.

### η 199

Ἤλεκτρα: ἰδίως τὰ ταῖς κλίναις ἐπιβαλλόμενα ἐλεφάντινα οὕτως ἐκάλουν, ἤλεκτρα. Ἀριστοφάνης· ἐκπιπτουσῶν τῶν ἠλέκτρων, καὶ τοῦ τόνου οὐκ ἔτ’ ὄντος. ἀκολούθως μετὰ τὴν κλίνην ἐμνημόνευσε καὶ τοῦ τόνου. τόνος δὲ τῆς κλίνης τὰ σχοινία, τροπικῶς δὲ δηλοῖ τὴν τῆς φωνῆς τάσιν. αἱ γὰρ ἀρχαῖαι κλῖναι τοὺς πόδας εἶχον ὠφθαλμισμέ‐ νους ἄνθραξι καὶ ἠλέκτροις, ὥσπερ νῦν ἀργύρῳ ἢ καττιτέρῳ. ἁρμονίας δὲ τὰ συμπησσόμενα τῶν κραββάτων μέρη. ἐπέμεινε δὲ τῇ τροπῇ.

### η 200

Ἤλεκτρον: ἀλλότυπον χρυσίον, μεμιγμένον ὑέλῳ καὶ λιθίᾳ. οἵας ἐστὶ κατασκευῆς ἡ τῆς ἁγίας Σοφίας τράπεζα.

### η 201

Ἠλέκτωρ: ὁ ἥλιος. ἥλιος δέ ἐστιν ἄστρον ἡμεροφανές. λέ‐ γεται δὲ ἠλέκτωρ, ὅτι ἄληκτός ἐστι καὶ ἀκάμας. ἀλλ’ ἡ ἐτυμότης ὅλη σφαιρική. ἔνιοι δὲ ἀπὸ τῆς λαμπρότητος τοῦ ἠλέκτρου· ἢ ὅτι ἐγείρει ἡμᾶς ἀπὸ τοῦ ὕπνου ἀπὸ τοῦ ἀλέκτορος. πολυόχευτον γὰρ τὸ ζῷον, ὅτι ἐκ τῶν λέκτρων ἡμᾶς ἐγείρει. ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυ‐ λος ἠώς, ὄρνυτ’ ἄρ’ ἐξ εὐνῆφιν.

### η 202

Ἠλεκτρυών: ὄνομα κύριον. καὶ Ἠλεκτρυώνη, ὄνομα κύριον.

### η 203

Ἠλέματος: ὁ μάταιος.

### η 204

Ἠλεός: ὁ μάταιος, καὶ μωρός.

### η 205

Ἠλεύατο: ἐξέκλινεν.

### η 206

Ἠλεί, ἱερεὺς Ἰσραήλ. υἱοὶ αὐτοῦ Ὀφνεὶ καὶ Φινεές· οὓς τῇ παροινίᾳ καὶ τῇ ἀταξίᾳ τῇ ἐπὶ τῶν θυσιῶν μετῆλθεν ἡ θεία δίκη. οἱ μὲν γὰρ ἐν πολέμῳ δεινῶς ἀνῃρέθησαν, ὁ δὲ τῆς θείας ἀκούσας φωνῆς λεγούσης· εἶπα, ὁ οἶκός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος. καὶ νῦν οὐχ οὕτως, ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξου‐ θενοῦντές με ἀτιμασθήσονται, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου ἐκ τοῦ θυσιαστηρίου μου. καὶ πάλιν· ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν οἶκον Ἠλεὶ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ.

### η 207

Ἠλεῖος: ὁ πολίτης, καὶ τὸ ἐθνικόν.

### η 208

Ἠλήλατο: ἐνεπάγη.

### η 209

Ἠληλίμμην: ἐχριόμην.

### η 210

Ἠλί, ἠλί, λιμᾶ σαβαχθανί: θεέ μου, θεέ μου.

### η 211

Ἠλία: χώρα. καὶ κλίνεται Ἠλίου.

### η 212

Ἠλίας, ὁ προφήτης, ἐπὶ Ἀχαὰβ βασιλέως ἦν. ὁ δὲ υἱὸς Ἀχαὰβ Ὀχοζίας ἀσεβέστατος ἦν· ὃς ἐχρήσατο Μυίᾳ εἰδώλῳ τῷ ἐν Ἀκκάρων. ἐντυχὼν δ’ αὐτοῖς Ἠλίας ὁ προφήτης ὠνείδισε τὴν εἰδω‐ λολατρίαν. καὶ μεταπεμφθεὶς διὰ πεντηκοντάρχου διέφθειρεν αὐτὸν οὐρανίῳ πυρί, ἅμα πεντήκοντα τοῖς σὺν αὐτῷ· καὶ δεύτερον ὁμοίως. ὁ δὲ τρίτος γονυπετῶν ἐσώθη καὶ παρέλαβε τὸν προφήτην.

### η 213

Ἡλίασις: ἡ τοῦ ἡλίου θέρμη.

### η 214

Ἡλιασταί: οἱ ἐν Ἡλιαίᾳ δικασταί· Ἡλιαία δὲ τὸ μέγιστον δικαστήριον Ἀθήνησιν· οἵτινες ὑπὸ τῶν δημοτῶν ἐτρέφοντο τριώβο‐ λον λαμβάνοντες μισθὸν δικαστικὸν μετὰ τὸ κρῖναι. ὡς δημαγωγὸς οὖν ἐπικαλεῖ οὓς ἔτρεφε. συγγενεῖς δὲ αὐτοὺς εἶπε τοῦ τριωβόλου, οἷον προσῳκειώμενοι καὶ προσπεφυκότες τῷ τριωβόλῳ· λέγει γάρ, ὡς γέροντες ἡλιασταὶ φράτορες τριωβόλου.

### η 215

Ἡλιαστής: δικαστής· ἀπὸ μεγάλου δικαστηρίου τῆς Ἡλιαίας. οὕτω δὲ ἐκλήθη διὰ τὸ ἐν ὑπαίθρῳ εἶναι τόπῳ καὶ ὑπὸ τοῦ ἡλίου βάλλεσθαι. Ἀριστοφάνης· μάλα ἀθατέρου. πέπονθε δὲ τοῦτο. ἀντὶ τοῦ οὐκ ἄλλως θατέρου τρόπου· τουτέστι μισόδικος. εἰπὼν γὰρ ἀπηλιαστής, ἀντὶ τοῦ μισόδικος· οἱ γὰρ ἄγροικοι οὐ φιλοδικασταί. καὶ Φιληλιαστής, ὁ φιλόδικος. Ἀριστοφάνης· φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ. ὅτι πάντες Ἀθηναῖοι δημοσίᾳ ὤμνυον τὸ παλαιὸν τὸν ὅρκον τὸν Ἡλιαστικόν.

### η 216

Ἠλίβατα.

### η 217

Ἡλιαία: τὸ μέγα δικαστήριον ἐν τῇ Ἀττικῇ. καὶ οἱ δικασταὶ Ἡλιασταὶ ἐκαλοῦντο.

### η 218

Ἡλιαία καὶ Ἡλιάζεσθαι: βουλὴ συνεστῶσα ἐξ ἀνδρῶν χιλίων. ἐλέγετο δὲ καὶ ὁ τόπος οὕτως, ἐν ᾧ συνηθροίζοντο. Ἡλιάζεσθαι δὲ καὶ Ἡλίασίς ἐστι τὸ ἐν Ἡλιαίᾳ δικάζειν.

### η 219

Ἡλιαία καὶ Ἡλίασις: Ἡλιαία μέν ἐστι τὸ μέγιστον δικαστή‐ ριον Ἀθήνησιν, ἐν ᾧ τὰ δημόσια τῶν πραγμάτων ἐκρίνετο, χιλίων δικαστῶν ἢ χιλίων καὶ πεντακοσίων συνιόντων. συνίασι δὲ οἱ μὲν χίλιοι ἐκ δυοῖν δικαστηρίων, οἱ δὲ χίλιοι πεντακόσιοι ἐκ τριῶν.

### η 220

Ἠλιθιάζω: ἀναισθητῶ, μωραίνω, προσποιοῦμαι ἠλίθιος εἶναι· ἀναίσθητοι γὰρ οἱ λίθοι, ἀφ’ οὗ καὶ τὸ ἠλίθιος· ἀντὶ τοῦ ἀνοη‐ ταίνω. καὶ παροιμία· Ἠλιθιώτερος τοῦ Πραξίλλης Ἀδώνι‐ δος, ἐπὶ τῶν ἀναισθήτων.

### η 221

Ἠλιθιάζω: ἑκουσίως μωρὸν ὑποκρίνομαι. νοῦς οὐκ ἔνι ταῖς κόμαις ὑμῶν, ὅτε μ’ οὐ φρονεῖν νομίζετ’· ἐγὼ δ’ ἑκὼν ταῦτ’ ἠλιθιάζω.

### η 222

Ἠλιθίκεισαν.

### η 223

Ἠλίθιος: ἄφρων, ὁ σκληρὸς ἢ ἀναίσθητος. ἠλίθιός τε γὰρ ὑπερφυῶς ἦν καὶ νωθής, ὄνῳ ἐμφερὴς μάλιστα, καὶ οἷος τῷ χαλινὸν ἕλκοντι πείθεσθαι, συχνά οἱ σειομένων τῶν ὤτων. τὸ δὲ ἁπλοῦν καὶ ἀληθὲς ἐνομίζετο αὐτῷ ἠλίθιον εἶναι.

### η 224

Ἥλικες: οὕτως ἐλέγοντο οἱ Ἀντιόχου τοῦ Ἐπιφανίου Μακε‐ δόνων στῖφος· ὑψηλοὶ πάντες, ὀλίγον ὑπὲρ ἀντίπαιδας, τὸν Μακεδονι‐ κὸν τρόπον ὡπλισμένοι τε καὶ πεπαιδευμένοι· ὅθεν καὶ τὴν ἐπίκλησιν εἶχον.

### η 225

Ἡλικία τῆς πόλεως: ἀντὶ τοῦ ἐν ἡλικίᾳ, οἱ νέοι. οὕτω Λυσίας καὶ Δημοσθένης ἐν Φιλιππικοῖς.

### η 226

Ἡλικιῶται: συμπράκτορες.

### η 227

Ἡλικιώτης: τῆς αὐτῆς μετεσχηκὼς ἡλικίας. λέγεται δὲ καὶ θηλυκὸν διὰ τοῦ ι. Ἰσιδώρῳ τῷ φιλοσόφῳ ἡλικιώτης ἔτη ιηʹ γεγονώς.

### η 228

Ἡλίκον: μέγα, πηλίκον. ὅτι Φάβιος ἐνετέλλετο μὴ τοιαύτην ποιεῖσθαι σπουδὴν ὑπὲρ τοῦ βλάψαι τοὺς πολεμίους, ἡλίκην ὑπὲρ τοῦ μηδὲν αὐτοὺς παθεῖν δεινόν.

### η 229

Ἠλινδημένον: ἀντὶ τοῦ ἀνεστραμμένον. Δείναρχος ἐν τῷ κατὰ Φορμισίου. ὅπερ Ἰσοκράτης καλινδεῖσθαι λέγει.

### η 230

Ἠλινδῆσθαι: κεκυλίσθαι.

### η 231

Ἥλιξ ἥλικα τέρπει· μόνος ἀνθρώπων ὧν ἀκοῇ ἴσμεν τὴν παλαιὰν παροιμίαν ἔργῳ διήλεγξεν· οὐ γὰρ ἐκεῖνόν γε ἥλιξ ἔτερπεν ἥλικα ὄντα, ὁ νέος τὸν νέον, ἀλλά τινι λόγῳ ἑτέρῳ κατακολουθοῦσα ἡ φύσις τοῖς ὁμοίοις αὐτὸν συνῆπτε κατὰ τὸ ὅμοιον οὐ τῶν ἐτῶν τοῦ σώματος, ἀλλὰ τῶν τρόπων τῆς ψυχῆς.

### η 232

Ἡλιομανής: ὁ τέττιξ· ἐπιμαίνεται γὰρ τῷ ἡλίῳ.

### η 233

Ἥλιον κρύπτεσθαι, ἄστρα δείκνυσθαι: ταῦτα οἱ μὲν ῥήτορες καλοῦσι γοργά, γραμματικοὶ δὲ ὁμοιοκατάληκτα, φιλόσοφοι δὲ πάρισα.

### η 234

Λύσις ὀνείρου. Ἥλιος· φωστῆρας ἰδεῖν πραγμάτων δηλοῖ φάος.

### η 235

Ἥλιος· μετὰ τὴν τελευτὴν Ἡφαίστου, τοῦ βασιλέως Αἰγύπτου, Ἥλιος ὁ υἱὸς αὐτοῦ τὴν ἀρχὴν διεδέξατο, ζήσας ἡμέρας ͵δυοζʹ, ὡς γίνεσθαι ἔτη ιβʹ, μῆνας γʹ, ἡμέρας εʹ. οἱ μὲν γὰρ τὰς ἡμέρας ἐνιαυ‐ τοὺς ἐψήφιζον, οἱ δὲ τὰς περιόδους τῆς σελήνης, ἕτεροι δὲ τοὺς δʹ καιρούς. οἱ γὰρ μετὰ ταῦτα δυναστεύσαντες καὶ ὑποτελεῖς τὰς χώρας ποιήσαντες ἀπὸ τῆς αὐξήσεως τῶν καρπῶν τοὺς χρόνους διέκριναν καὶ ἐνιαυτοὺς κυρίως ἐκάλεσαν. ὁ τοίνυν Ἥλιος τὴν τοῦ πατρὸς φυλάττων νομοθεσίαν, εὑρηκὼς μοιχευομένην γυναῖκα ταύτην ἐθριάμβευ‐ σεν. ὅπερ μετέβαλε ποιητικῶς Ὅμηρος, ὅτι ὁ ἥλιος τὴν Ἀφροδίτην ἔδειξε μιγνυμένην τῷ Ἄρει· Ἀφροδίτην μὲν τὴν ἐπιθυμίαν καλέσας, Ἄρεα δὲ τὸν μετ’ αὐτῆς καταληφθέντα στρατιώτην.

### η 236

Ἥλιος: δασύνεται. Ἠλίας δὲ ψιλοῦται καὶ κλίνεται Ἠλιοῦ.

### η 237

Ἥλιος: ἀπὸ τῆς ἁλὸς γενικῆς.

### η 238

Ἥλιος· Ἡλίους τὰ τέκνα ὑποκοριζόμενοι φασὶν οἱ γονεῖς. ἥλιον καὶ τὴν ἐλευθερίαν καλοῦσιν.

### η 239

Ἥλιος: ἀπὸ τοῦ ἀολλίζεσθαι ἐν ταῖς ἡμέραις. καὶ ἐν Ἀθήναις δὲ δικαστήριον ἦν Ἡλιαία, ἀπὸ τῆς συναγωγῆς τῶν ἀνθρώπων. ὁ δὲ ἥλιος ἀπὸ τοῦ ἀλεαίνειν, ὅ ἐστι θερμαίνειν καὶ διαχεῖν. τινὲς δὲ ἀπὸ τῆς γινομένης διαπνεύσεως ἐκ τοῦ στόματος πρὸς τοὺς δακτύλους, ὃ λέγεται αὔειν καὶ ἄξειν κατὰ μίμησιν τῆς φωνῆς τῆς θάλψεως τοῦ στόματος. Ἐμπεδοκλῆς· ἁλεῖσθαι μέγαν οὐρανὸν ἀμφιπολεύει.

### η 240

Ἡλιοστερὴς κυνῆ: σκιαστική, πλατύπιλος κυνῆ, καλύπτουσα καὶ ἀφαιρουμένη τὴν ἡλίωσιν. Θεσσαλὶς δέ, διότι περισσοὶ ἦσαν οἱ Θεσσαλικοὶ πῖλοι.

### η 241

Ἡλιοτρόπιον: ὡρολογεῖον. ὅτι γνώμων ἐστὶ τὸ ἐν τοῖς ἡλιο‐ τροπίοις πηγνύμενον, ὅπερ ἐφεῦρεν Ἀναξίμανδρος καὶ ἔστησεν ἐπὶ τῶν σκιοθήρων.

### η 242

Ἡλιούπολις καὶ Ἡλιουπολίτης.

### η 243

Ἦλις, Ἤλιδος: ὄνομα πόλεως.

### η 244

Ἠλιοῦ: τοῦ προφήτου. γενικῆ.

### η 245

Ἠλισγήθην: ἐταράχθην.

### η 246

Ἠλισγημένος: μεμιασμένος, μεμολυσμένος, ἠρτυμένος.

### η 247

Ἥλισεν: ἅλατι ἤλειψεν. Ἥλισε δὲ συνήθροισεν.

### η 248

Ἡλίσκοντο: ἐπόρθουν, ἢ ἠλέγχοντο.

### η 249

Ἤλιτεν: ἥμαρτεν. καὶ Ἠλίτησας ὁμοίως.

### η 250

Ἠλιτενὴς πέτρα: ὑψηλή.

### η 251

Ἠλιτοεργός: ὁ τοῦ ἔργου ἀποτυχών. ὣς θάνεν ἠλιτοεργός.

### η 252

Ἠλιτόμηνον: τὸ παρὰ μῆνα γεννηθέν.

### η 253

Ἥλκωσαι: τέτρωσαι. καὶ Ἡλκωμένος.

### η 254

Ἠλογήθησαν: ἠμελήθησαν, κατεφρονήθησαν. οἱ δὲ ἠλογήθησαν εἰς τὴν εἴσοδον καὶ κατεπατήθησαν. καὶ αὖθις· πάντων ἠλόγουν. τουτέστι κατεφρόνουν.

### η 255

Ἠλόησεν· ἢ μητέρ’ ἠλόησεν. ἀντὶ τοῦ ἔτυψεν. οὕτως Ἀριστο‐ φάνης ἐν Βατράχοις.

### η 256

Ἠλοκίσατο: ἠροτρίασεν.

### η 257

Ἧλος: τὸ ἡλάριον.

### η 258

Ἥλω: ἐλήφθη, ἐφανερώθη, ἐπορθήθη. λύσις ὀνείρου· ἥλους κρατῶν τὰ κέντρα τῶν ἐχθρῶν βλέπε.

### η 259

Ἥλῳ τὸν ἧλον ἐκκρούει: παροιμία. ἀντὶ τοῦ ἁμαρτήματι τὸ ἁμάρτημα σπεύδεις ἐξελάσαι· τὸ δὲ οὐχ οἷόν τε.

### η 261

Ἥλωκεν: ἐκράτησεν.

### η 262

Ἠλώκισεν: ἀλλαχοῦ ᾤκισεν.

### η 263

Ἡλωκότος: κρατηθέντος. καὶ Ἡλωκόσιν.

### η 264

Ἥλω· γενικῇ. ταύτης ὁ μέγας ἥλω Κυπριανός.

### η 265

Ἠλώμην: ἐπλανώμην.

### η 266

Ἤλων: ἤλαυνον.

### η 267

Ἠλώνη: πόλις. καὶ Ἠλωνιαῖος, ὁ πολίτης.

### η 268

Ἥλωσαν: ἐνικήθησαν, ἐλήφθησαν.

### η 269

Ἠλλοιωμένος: μεταβληθείς, ταπεινωθείς. οὐδὲν ἠλλοιωμένος ὑπὸ τῶν συμβεβηκότων δυστυχημάτων, ἔτι δὲ βεβαιότερον μένων ἐπὶ τῆς ἐξ ἀρχῆς διαλήψεως.

### η 270

Ἠλύγη: τὸ σκότος, καὶ ἠλυγισμένον, τὸ ἐσκιασμένον. βαρύνεται δέ· παρὰ γὰρ τὴν λύγην. πλεονάζει τὸ η. Ἀριστοφάνης Ἀχαρνεῦσιν· οὐδὲν ὁρῶντες, εἰ μὴ τῆς δίκης τὴν ἠλύγην. ἀντὶ τοῦ τῶν ἀνθρώ‐ πων. καὶ ἐξ αὐτοῦ Ἠλυγαία.

### η 271

Ἡ λύκου δεκάς: παροιμία. Λύκος Ἀθήνησι πρὸς τῷ δικαστηρίῳ ἥρως, μορφὴν ἔχων θηρίου. δεκὰς δὲ τὸ δεκάζεσθαι, πρὸς ὃ ἡ παροιμία. καὶ οἱ πρῶτοι δικασταὶ πρὸς τῷ λυκοειδεῖ ἥρωϊ ἐκλήθησαν.

### η 272

Ἠλύσιον: ἱερὸν περὶ τὸν ᾅδην. οἱ δὲ περὶ Αἴγυπτον, οἱ δὲ περὶ Λέσβον, οἱ δὲ τὸ κεκεραυνωμένον χωρίον ἢ πεδίον· τὰ δὲ τοιαῦτά ἐστιν ἄβατα. καλεῖται δὲ καὶ ἐνηλύσια. Πολέμων δὲ Ἀθηναίους φησὶ τὸ κατασκαφὲν χωρίον καλεῖν.

### η 273

Ἠλύσιον πεδίον: ἐν ᾧ οἱ παρ’ Ἕλλησι δίκαιοι αὐλίζονται, μετὰ θάνατον ἐκεῖσε ἐλευσόμενοι· οἱ δὲ κολάσεων ἄξιοι ἐν τῷ Κωκυτῷ καὶ τῷ Πυριφλεγέθοντι ἀπελεύσονται. ποταμοὶ δὲ οὗτοι, ὁ μὲν Κω‐ κυτὸς ψυχρότατος, ὁ δὲ Πυριφλεγέθων θερμότατος.

### η 274

Ἤλυσις: ἔλευσις, ἄφιξις, ἔφοδος, πορεία.

### η 275

Ἠλυσκάζειν: ἐκκλίνειν.

### η 276

Ἧμα: ἀκόντισμα.

### η 277

Ἠμαθία: ἡ τὸ παλαιὸν Παιονία προσαγορευομένη. Ἠμαθίων, Ἠμαθίωνος, ὄνομα κύριον.

### η 278

Ἠμαθόεις. Ἠμαθόεντος, ἀμμώδους.

### η 279

Ἠμάκτεον: ἀντὶ τοῦ ἐδυσφόρουν.

### η 280

Ἠμακτέων: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ δυσφορῶν.

### η 281

Ἠμάλαψεν: ἔβλαψεν.

### η 282

Ἡμαντήριον καλοῦσί τινες τὸ ἀργυροκοπεῖον, ἐν ᾧ κόπτεται τὸ νόμισμα.

### η 283

Ἦμαρ: ἡμέρα. τὸ ἦμαρ ψιλοῦται· τὰ γὰρ ἀπὸ δασέων μετασχηματιζόμενα ψιλοῦται, οἷον ἡδονή, ἦδος· ἅμα, ἄμυδις· οὕτως ἡμέρα, ἦμαρ. ὁ δὲ Ἡρωδιανός φησιν, ὅτι τὰ εἰς ος οὐδέτερα, εἰ ἀπὸ φύσει μακρᾶς ἄρχονται, ψιλοῦνται· οἷον αἶσχος, εὖχος, εὖρος, ἦθος· οὕτω καὶ ἦμος καὶ ἦμαρ. Σοφοκλῆς· τί γὰρ παρ’ ἦμαρ ἡμέρα τέρπειν ἔχει, προσθεῖσα κἀναθεῖσα τοῦγε κατθανεῖν; σχόλια· τὶ γὰρ ἡμέρα μία ἔχει, προσθεῖσα τὸ ζῆν καὶ ἀναβαλλομένη τοῦ θανεῖν, τέρπειν τὸν ἄνθρωπον.

### η 284

Ἤματα: ἡμέρας. ἢ ἱμάτια. διὰ διφθόγγου καὶ δασύνεται.

### η 285

Ἤμβλω: παραλόγως εἰς πέρας ἤχθη. οἱ δὲ σπασάμενοι τὰ ἐγχειρίδια τοῦτον ἀπέσφαξαν, καὶ ἐξήμβλω μὲν ἡ ἔννοια τῆς θεοσυλίας τῷ ἀνοσίῳ, ἐπαύσαντο δὲ τοῦ δέους οἱ Δελφοί.

### η 286

Ἤμβροτεν: ἀπέτυχεν.

### η 287

Ἧμαι: κάθημαι.

### η 288

Ἡμεδαπός: ἀντὶ τοῦ ἡμέτερος. Ἀριστοφάνης· ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων. καὶ αὖθις· καί τι καὶ παίσωμεν παρασίτου μνημονεύσαντες ἡμεδαποῦ. καὶ Ἡμεδαπῶν, ἰδίων, ἐγχωρίων, αὐτοχθόνων· δάπεδον γὰρ τὸ ἔδαφος. ὅθεν καὶ τὸ ποδαπὸς ἀντὶ τοῦ ποῖος λαμβάνεται, ἢ ποίας χώρας ἢ τίνος πατρίδος.

### η 289

ᾞμεν: ἐπορευόμεθα. ἀπὸ τοῦ εἴω· διὸ καὶ τὸ ι προσγεγραμ‐ μένον. Ἀριστοφάνης Πλούτῳ· ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.

### η 290

Ἡμένη πελειάς: ἐπὶ τῶν ἁπλουστάτων, κατὰ ἀντιπαρεξέτασιν τῆς παλευτρίας. αἱ γὰρ ἐξιπτάμεναι ἀπατῶσιν ἑτέρας· παλεῦσαι γὰρ τὸ ἀπατῆσαι σημαίνει.

### η 291

Ἦ μὲν κλέος ἠδὲ καὶ ἦσθα: παροιμία ἐπὶ τῶν ὁμοίων τῇ περὶ αὐτῶν φήμῃ.

### η 292

Ἠμέν μοι πρόφρων ἔπεσι καὶ χερσὶν ἀρῆξαι: ἓν μέρος λόγου ἐστί· τὸ δὲ ἐντελέστερον ἠμήν. ἔστι δὲ ὁρκικὸν ἐπίφθεγμα.

### η 293

Ἥμενος: ὁ καθήμενος. Ἡμμένος δὲ ὁ ἐξημμένος, καὶ ἀνηρτη‐ μένος.

### η 294

Ἡμμένοι: συνημμένοι. ἀντὶ τοῦ ἀνηρτημένοι. οἱ δὲ καταρ‐ ράκται, οὓς εἶχον ὀλίγον ἐξωτέρω διὰ μηχανημάτων ἀνημμένους, αἰφνίδιον καθῆκαν καὶ ἐπεβάλοντο. καὶ τούτους κατασχόντες πρὸ τοῦ τείχους ἀνεσκολόπισαν.

### η 295

Ἡμέρα· ζήτει ἐν τῷ ἀξίωμα.

### η 296

Ἡμέρα δυνάμεως: ἡ δευτέρα τοῦ Χριστοῦ ἐπιφάνεια. Δαβίδ· μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου.

### η 297

Ἡμέρα ἐπαγωγῆς: παρὰ τὸ ἐπάγεσθαι ἡμῖν τὰ ἄξια τῶν βεβιωμένων.

### η 298

Ἡμέραν πονηρὰν ἡ Γραφὴ τὴν τῆς τιμωρίας καλεῖ, ὥσπερ καὶ ἀγγέλους πονηροὺς τοὺς τῆς τιμωρίας ὑπουργούς· ὀργὴν δὲ καὶ θυμὸν καὶ θλῖψιν ἐπὶ θεοῦ τὰς πικρὰς τιμωρίας καλεῖ. οὐ γὰρ φύσιν οὐδὲ προαίρεσίν φησιν.

### η 299

Ἡμέρα πονηρά: ἡ τῆς κρίσεως ἡμέρα, ἡ αἰωνία κόλασις. Δαβίδ· τοῦ πραῧναι αὐτὸν ἀφ’ ἡμερῶν πονηρῶν. ὁ γὰρ μικρὰν παιδείαν κατὰ τὸν παρόντα δεχόμενος πραότερον τὸ κριτήριον ἕξει.

### η 300

Ἡμέραι πλήρεις: τὸ γῆρας.

### η 301

Ἡμερήσιον: τὸ καθ’ ἡμέραν διδόμενον.

### η 302

Ἡμερινὰ ζῷα: τὰ πᾶσι φαινόμενα καθ’ ἡμέραν. νυκτερινὰ δὲ γλαῦξ, ἐλεός, βύας, νυκτικόραξ, ἐπολιός, σκώψ. θαλάσσια δὲ ἀλκυών, ἀηδών, κήρυκες, αἴθυιαι, λάρος, χαραδριός, καταρράκτης, κέγκλος.

### η 303

Ἡμερινῶν σιτίων: ἀντὶ τοῦ θνητῶν καὶ ἐπιγείων.

### η 304

Ἡμερίς: ἄμπελος· ἀπὸ τοῦ ἡμεροῦν ἡμᾶς. καὶ ἡ κνίδη. τινὲς δὲ ἀναδενδράδα καὶ ἐλαίαν. καὶ ἡ ἥμερος ὕλη, λεπτόφυλλος δρῦς ἢ οἰνάνθη. ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε, μῆτερ ὀπώρας, οὐ λήγῃ σκολιὸν πλέγμα φύης ἕλικος.

### η 305

Ἡμεροδρόμος: ὁ ἥλιος. λέγονται δὲ καὶ οἱ ταῖς βασιλικαῖς διατάξεσι ταχύτατα διακονούμενοι. οἱ ἡμεροδρόμοι νέοι δ’ εἰσίν, ἐφήβων ὀλίγον πρεσβύτεροι, πρωτογενείων ἐγγύς, ταῖς τοιαύταις ὑπηρετούμενοι χρείαις· τόξων καὶ βελῶν, ἀκοντίων καὶ πυροβόλων λίθων ἐπιφερόμενοι πλέον οὐδέν· ταῦτα γὰρ αὐτοῖς πρὸς τὴν ὁδοιπορίαν γίνεται χρήσιμα.

### η 306

Ἡμεροκαλλές: εἶδος ἄνθους.

### η 307

Ἡμερόκοιτος: ὁ κλέπτης.

### η 308

Ἡμερόλεγδον.

### η 309

Ἥμερος: ὁ πρᾶος.

### η 310

Ἡμεροσκόποι: οἱ ἐν ἡμέρᾳ φρουροῦντες.

### η 311

Ἡμερῶ· αἰτιατικῇ.

### η 312

Ἡμερωρεῖν: ἡμεροφυλακεῖν.

### η 313

Ἡμετέρειος: κτητικόν.

### η 314

Ἠμείβετο: ἀνταπεκρίνετο.

### η 315

Ἠμείδηκε· καὶ Ἠμειδηκώς, μὴ γελάσας. ἀμειδῶ γὰρ τὸ οὐ γελῶ.

### η 316

Ἠμείφθη: ἠλλάγη.

### η 317

Ἤμειψα: ἤλλαξα.

### η 318

Ἠμημένον: τεθερισμένον.

### η 319

Ἡ μὴ ’μπειρία: ἡ μὴ ἐμπειρία, τουτέστιν ἡ ἀπειρία. Ἀριστο‐ φάνης· δεινόν ἐστιν ἡ μη’μπειρία.

### η 320

Ἦ μήν: ὄντως δή. καὶ ἀλλ’ οὖν, καὶ ἀλλ’ ὅμως. ὄμνυμι τοὺς βασιλείους θεούς, ἦ μὴν ἐγὼ ὑμᾶς σώσω.

### η 321

Ἤμην: ὑπῆρχον, ἢ ἐκαθήμην.

### η 322

Ἠμί: φημί, λέγω.

### η 323

Ἡμιδαής: ἡμίκαυστος. ἐν Ἐπιγράμμασι· ἡμιδαὲς πέμψαι, χοῦς γὰρ ἔνεισι δύω.

### η 324

Ἡμιδαπής: ἡμιτελής.

### η 325

Ἡμιδιπλοίδιον: γυναικεῖον ἱμάτιον, ἀναβόλαιον γυναικῶν. ὁ σπέληξ.

### η 326

Ἡμιεκτέον: μέτρον, τουτέστι τεσσάρων χοινίκων· ὁ γὰρ μέδιμνος μηʹ χοινίκων ἐστί. τούτων οὖν τὸ ἕκτον εἰσὶν ηʹ χοίνικες, τὸ δὲ ἡμίεκτον, τουτέστι τὸ δωδέκατον τῶν μηʹ χοινίκων, δʹ. ἡμι‐ εκτέον δὲ διὰ τοῦ ε λεκτέον καὶ οὐχὶ ἡμιεκταῖον.

### η 327

Ἡμίεκτον: τὸ ἥμισυ τοῦ ἕκτου.

### η 328

Ἡμίεκτον καὶ ἡμιμέδιμνον: τοῦ μεδίμνου ἔχοντος χοίνικας μηʹ, τὸ ἡμιμέδιμνον δηλονότι τὰς κδʹ εἶχεν. ἡμίεκτον δὲ τὸ χωροῦν δʹ χοίνικας· τὸ γὰρ ἕκτον χοίνικες ηʹ.

### η 329

Ἡμίεργον: ἡμιτέλεστον. Ἀντωνίῳ δὲ ᾠκοδόμει νεὼν μέγαν, ὅσπερ οὖν ἡμίεργος ἀπελείφθη· τῷ Σεβαστῷ δὲ ἐτελέσθη.

### η 330

Ἡμικάδιον: τὸ ἡμίμετρον.

### η 331

Ἡμίκαυτος: ἡμίφλεκτος.

### η 332

Ἡμικλεῖς· ἐξαίφνης ἀνοίξαντες τὰς ἡμικλεῖς πύλας ἐξελαύνουσι τῆς πόλεως αὐτῶν Παρθυαίων καὶ Μήδων ὅ τι περ ὄφελος ἦν τῆς ἱππικῆς δυνάμεως, ἱππεῖς ὡς χʹ.

### η 333

Ἡμίκρανον: τὸ ἥμισυ τῆς κεφαλῆς.

### η 334

Ἡμίκραιρα: τὸ ἥμισυ τῆς κεφαλῆς. τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων.

### η 335

Ἡμικύκλιον: τὸ ἥμισυ τοῦ κύκλου.

### η 336

Ἡμιμάλλονες: μαινάδες, νύμφαι, ἢ βάκχαι.

### η 337

Ἡμιμέδιμνον: μέτρον χοινίκων κδʹ.

### η 338

Ἡμῖν: ἀντωνυμία, ἀντὶ τοῦ τοῖς ἡμετέροις.

### η 339

Ἡμίνα: μέτρον.

### η 340

Ἡμιολία: τὸ ἥμισυ τοῦ κεφαλαίου. δίδοσθαι δὲ ὀψώνιον τοῖς στρατεύειν αἱρουμένοις παρ’ αὐτῷ, ἡμιόλιον τοῦ νῦν διδομένου. καὶ Ἡμιολίας, ἡμίσεως.

### η 341

Ἡμιολιασμός: Ἀντιφῶν ἀντὶ τοῦ τὰ ἡμιόλια δοῦναι.

### η 342

Ἡμιολίαις: πειρατικοῖς πλοίοις. ταχὺ δὲ τοὺς κέλητας καὶ τὰς ἡμιολίας ὑπερισθμίσας ἀνήχθη σπεύδων καταλαβεῖν τὴν τῶν Ἀχαιῶν σύνοδον. καὶ αὖθις· λῃσταί τινες εἰς πολυχειρίαν καὶ πειρατικαῖς ἡμιολίαις τῇ Λακωνικῇ προσενεχθέντες, ἐς τὰ χωρία ἐστωσάμενοι λείαν ἀπήγαγον.

### η 343

Ἡμιόλιος: ἔστιν ἀριθμός, ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐτοῦ.

### η 344

Ἡμιόνειον ζεῦγος. καὶ Ἡμιονείη, ἡ κόπρος τοῦ ἡμιόνου.

### η 345

Ἡμιωβόλιον: τὸ ἥμισυ τοῦ ὀβολοῦ.

### η 346

Ἡμιωβόλιον. καὶ παροιμία. τὸ Πάσητος ἡμιωβόλιον. ὅπερ ἔχων ὁ Πάσης ἐδίδου τοῖς πιπράσκουσι, παρ’ ὧν ἤθελεν ὠνεῖσθαι, καὶ πάλιν παρ’ αὐτῷ εὑρίσκετο. οὗτος ὁ Πάσης μαλακὸς μὲν ἦν τὴν φύσιν, πάντας δὲ τοὺς ἐν μαγείᾳ διενήνοχεν, ὥστε ἐκ τῶν ἐπαοιδιῶν αὐτοῦ καὶ δεῖπνον πολυτελῆ ὁρᾶσθαι καὶ διακονουμένους τινάς, καὶ πάλιν ἀφανῆ πάντα γίνεσθαι.

### η 347

Ἡμιπαίδευτος: ὁ ἀπαίδευτος.

### η 348

Ἡμιπέλεκα: αἱ μονόστομοι ἀξίναι.

### η 349

Ἡμιπέλεκυς, ἡμιπελέκεως.

### η 350

Ἡμίσεια. Ἥμισυ παντός. Ἡσίοδος· νήπιοι, οὐδ’ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός. ἔστι δὲ οὕτως· ἀδελφὼ δυὸ ἤστην. ὁ τοίνυν ἕτερος ἀποθνήσκων καὶ παῖδα ὀρφανὸν ἀπολείπων τὸν ἀδελ‐ φὸν ἐγγράφει καὶ τοῦ υἱοῦ ἐπίτροπον καὶ τῶν χρημάτων, ὧν ἐκείνῳ κατέλιπε, μελεδωνόν. ὁ δὲ ἀνόσιος ὢν τὰ τοῦ παιδὸς σφετερίσασθαι γλιχόμενος, εἶτα μέντοι καὶ τὰ οἰκεῖα προσαπώλεσε. δεομένῳ δὲ πολυωρίας τινὸς καὶ ῥοπῆς τυχεῖν τῆς ἐς τὸ κρεῖττον ἀπεκρίνατο, νήπιος, οὐκ ἐνόησεν ὅσῳ πλέον ἥμισυ παντός. παιδεύσεως ταῦτα ἔχεται καὶ ψυχὴν καθαίρει καὶ βίον κοσμεῖ καὶ σωφροσύνην ἐντίθησι καὶ δικαιοσύνην νομοθετεῖ.

### η 351

Ἥμισυς: ὁ βραχύς. ἥμισυς ἀνὴρ Προυσίας ὁ βασιλεὺς κατὰ τὴν ἐπιφάνειαν καὶ πρὸς τὰς πολεμικὰς χρείας ἀγεννὴς καὶ γυναικώδης.

### η 352

Ἥμισυς, ἡμίσεος. καὶ τὸ Ἥμισυ, τοῦ ἡμίσεος.

### η 353

Ἡμιτύβιον: δίκροσσον. Ἀριστοφάνης Πλούτῳ· ἔπειτα καθαρὸν ἡμιτύβιον λαβών.

### η 354

Ἡμιτύμβιον: ὁ μικρὸς τάφος.

### η 355

Ἡμιφάριον: τουτέστιν ἥμισυ ἱματίου.

### η 356

Ἡμίφωνον.

### η 357

Ἥμονες: οἱ ἀκοντισταί.

### η 358

Ἢ Μορσίμου τὶς ῥῆσιν ἐξεγράψατο: ἐπὶ τῶν ἀποβλήτων καὶ διαβεβλημένων. ὁ γὰρ Μόρσιμος τραγῳδὸς ἦν, ποιητὴς ὑπόψυχρος, Φιλοκλέους, ὀφθαλμῶν ἰατρός, μικρός· υἱὸν δὲ ἔσχεν Ἀστυδάμαντα.

### η 359

ᾙμωδιῶ: ἀντὶ τοῦ αἱμωδιῶ.

### η 360

Ἠμωδὸν ὄρος.

### η 361

Ἤμων: ἐθέριζον.

### η 362

Ἠμπέσχετο: περιεβάλλετο. καὶ Ἠμπίσχετο· δοτικῇ. Ἠμ‐ πείχετο δέ.

### η 363

Ἠμπόληκας: ἐπώλησας, ἐκέρδανας. λέγεται δὲ καὶ ἐπὶ φαύλου τροπικῶς, ἀντὶ τοῦ περιεποίησας. ἆρ’ ἠμπόληκας, ὥσπερ ἡ φάτις κρατεῖ;

### η 364

Ἠμοιρηκώς: μὴ μετέχων.

### η 365

Ἠμύω: κλίνω. Ἠμύσσετο δὲ τὴν καρδίαν, ἀντὶ τοῦ ἐταράσσετο.

### η 366

Ἦν: ἀντὶ τοῦ ἤμην. Ἀριστοφάνης Πλούτῳ· ἐγὼ δὲ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ κακῶς ἔπραττον καὶ πένης ἦν. καὶ Πισίδης· κἀγὼ γὰρ εἷς ἦν τῶν βοᾶν ἠπειγμένων. καὶ Ἦν, ὑπῆρχον. δοτικῇ.

### η 367

Ἤν: ἀντὶ τοῦ ἐάν. Ἀριστοφάνης· τοῦτ’ αὐτὸ καὶ βούλομαι, ἢν ἡ σμινύη μὴ προδῷ τὰς ἐλπίδας. ἂν μὴ κλασθῇ. ταῦτα δὲ ἔλεγεν ἐμπιπρῶν τὴν σχολὴν τοῦ Σωκράτους.

### η 368

Ἦν ἄρα καὶ πυρὸς ἕτερα θερμότερα καὶ λόγων ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι: ἐπὶ τῶν καθ’ ὑπερβολὴν γινομένων.

### η 369

Ἠνάρισεν: ἐφόνευσεν, ἐσκύλευσεν. οὔ τινα γὰρ τοιόνδε νέον ὁ φιλαίματος Ἄρης ἠνάρισε στυγερῆς μάχης.

### η 370

Ἥνδανεν: ἤρεσκεν.

### η 371

Ἦν δ’ ἐγώ: ἔφην δὲ ἐγώ. παρὰ Πλάτωνι καὶ Ἀριστοφάνει.

### η 372

Ἠνδρίσατο: ἄνδρα ἐπάλαισεν.

### η 373

Ἠνδρώθησαν: ἀνδράσιν ὡμίλησαν. οὕτως Δίων πολλάκις ἐχρήσατο.

### η 374

Ἠνδρωμένος: ηὐξημένος.

### η 375

Ἠναιδηκότες.

### η 376

Ἠναίνετο: ἀπηρνεῖτο, ἀπεστρέφετο. καὶ ὑπὲρ ὧν ἐδίψ’ ἀκοῦ‐ σαι ἠναίνετο.

### η 377

Ἤνεγκον: ἀπὸ τοῦ ἐνέγκω. ἤνεγκα δὲ ἀπὸ τοῦ ἐνέγκας.

### η 378

Ἠνεμόεσσαν: ὑψηλήν. καὶ Ἠνεμῶσθαι, τὸ περὶ ἔρωτα ἐπτοῆσθαι. Αἰλιανός· καὶ ἐδόκει περὶ τὴν ἄνθρωπον ἀκρατῶς ἠνε‐ μῶσθαι.

### η 379

Ἢν ἐμπνέω: ἕως οὗ ζῶ.

### η 380

ᾘνέσαμεν: ἠσπασάμεθα, ἠγαπήσαμεν. ἐν Ἐπιγράμμασι· ἐκ πατέ‐ ρων ταύτην ᾐνέσαμεν βιοτήν.

### η 381

Ἠνεσχέθην: ὑπέμεινα. καὶ Ἠνέσχετο· γενικῇ.

### η 382

Ἤνεικα: ἐκόμισα.

### η 383

Ἠνείχοντο: ἐβούλοντο, ἤθελον. Δαμάσκιος· οὔτε ἐπεγγελᾶν ἠνείχοντο τοῖς εἰρημένοις.

### η 384

ᾘνήσαμεν: ᾐνέσαμεν.

### η 385

Ἠνί: ἀντὶ τοῦ ἰδού. Δωρικῶς. ἠνὶ δὲ σιμβλεύει κηροτρόφα δῶρα μελισσῶν ἐσμῷ βομβητῇ κυκλόσε βριθόμενα.

### η 386

ᾘνιγμένος: μετὰ αἰνίγματος λελεγμένος. αὐτόθι φανερὸν ἔχων τὸν νοῦν, παρ’ ὅσον οἱ χρησμοὶ λοξῶς ἐξεφέροντο. καὶ ποικί‐ λως πως καὶ σοφῶς ᾐνιγμένος. οἷον ἄλλα μὲν λέγων, ἄλλα δὲ νοῶν.

### η 387

Ἡνίαι: λῶροι χαλινῶν. ὁπότερος σφῶν εὖ με μᾶλλον ἂν ποιῇ, τούτῳ παραδώσω τῆς Πνυκὸς τὰς ἡνίας. τουτέστι τὴν ἐξουσίαν. τροπικῶς ἀπὸ τῶν ἁρμάτων. ταῖς γὰρ ἡνίαις ἡνιοχοῦντο οἱ ἵπποι, οἱ δὲ δῆμοι διὰ τῶν πολιτευομένων.

### η 388

Ἠνιμᾶσθαι: ἀντλεῖσθαι.

### η 389

Ἡνίκα: ὁπότε.

### η 390

ᾘνιξάμην: αἰνιγματωδῶς εἶπον.

### η 391

Ἡνίοχος καὶ Ἡνιοχεία.

### η 392

Ἡνίοχος, Ἀθηναῖος, κωμικὸς τῆς μέσης κωμῳδίας. ἔστι τῶν δραμάτων αὐτοῦ τάδε· Τροχίλος, Ἐπίκληρος, Γοργόνες, Πολυπράγμων, Θωρύκιον, Πολύευκτος, Φιλέταιρος, Δὶς ἐξαπατώμενος. κατὰ Πολυ‐ εύκτου· ἐγένετο καὶ καθ’ ἡμᾶς Πολύευκτος, ἀποφράς, ἡμιγύναιος, θεοστυγής, βαρυόργητος, Κωκυτοῦ καὶ Στυγὸς δεινὸν καὶ ὀλέθριον τῷ βίῳ ἐκλόχευμα.

### η 393

Ἠνίπαπεν: ἐκακολόγησεν.

### η 394

Ἦνις: ὁ ἐνιαύσιος, ὁ ἀκέντριστος.

### η 395

Ἠνθισμένον· οὐ γάρ σε μακρῷ χρόνῳ γνῶς’, οὐδ’ ὑποπτεύ‐ σουσιν ὧδ’ ἠνθισμένον. τινὲς τὸ ἠνθισμένον ἐπὶ τῇ κεφαλῇ ἤκουσαν, οἷον ταῖς πολιαῖς ἠνθισμένον. τοῦτο δὲ ἀπίθανον· ἐγνώσθη γὰρ ἄν, εἰ καὶ τοσοῦτον ἤλλαξε τὴν κεφαλήν. δοκεῖ οὖν μοι τὸ ἠνθισμένον, ἀντὶ τοῦ ἠσκημένον. οὐ μὴ οὖν σε ἐπιγνῶσι τοιαῦτα πλαττόμενον. εἰ δὲ τὸ ἠνθισμένον ἐπὶ ἡλικίας δεξαίμεθα, ἔστιν οὐκ ἐπὶ τῶν τριχῶν, ἀλλ’ ἐπὶ παντὸς τοῦ σώματος.

### η 396

Ἢν κατεργάσῃ: ἐὰν διαπράξῃ ἅπερ αὐτοῖς ἐπηγγείλω.

### η 397

Ἠνορέη: ἀνδρεία. ἄγγελλ’ ἠνορέην Κρητὸς Ἐχεκρατίδα. ἐν Ἐπιγράμμασι.

### η 398

Ἠνοπίδην: ὄνομα κύριον.

### η 399

Ἤνοψ: ὁ λαμπρός. οὐρανὸς ἤνοψ. καί, ἤνοπα πυρὸν ἔδουσι. τουτέστι πυρρὸν σῖτον. καὶ ἡ δοτικὴ Ἤνοπι.

### η 400

Ἠνώχλησα: ἐβιασάμην.

### η 401

Ἤντετο: συνήντησεν.

### η 402

Ἠντιβόλει: ἱκέτευεν, ἐδεῖτο, ἐλιπάρει.

### η 403

Ἠνύσατε: ἐφθείρατε. καὶ Ὅμηρος· ἦ θήν ς’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας. καὶ Σοφοκλῆς· ἠνύσατε ἐκτοπίαν φλόγα πήμα‐ τος. ἐκτοπίαν δὲ ἀντὶ τοῦ ξένην καὶ ἀκόλαστον. ἀντὶ τοῦ ἐκτοπίαν γενέσθαι, ὅ ἐστιν ἐκτὸς καὶ ἀπὸ τῶν τόπων τῆς πόλεως.

### η 404

Ἤνυστρον: τὸ παχὺ μέρος τῆς κοιλίας ἐν ἐντέρῳ· εἰς τρία γὰρ τέτμηται ἡ γαστήρ· ἤνυστρον, ἐχῖνον, κεκρύφαλον. ἐγὼ δ’ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν καταβροχθίσας.

### η 405

Ἧξε: παρεγένετο.

### η 406

Ἠξίου: διὰ φροντίδος εἶχε. Προκόπιος· οὐ γὰρ ἠξίου τοῖς καιροῖς ἐναρμόζειν τὰς πράξεις, ἀλλ’ ἀπὸ καιροῦ παντὸς εἰργά‐ ζετο. καὶ Ἠξίων.

### η 407

Ἠξίωτο: ἐπεπίστευτο. ἐπεὶ δὲ καὶ συμμαχικῶν χρημάτων ἠξίωτο, ταῦτα μὲν ἀφῃρέθη, αὐτὸς δὲ ἀνεπέμφθη παρὰ τὸ ἔθνος τῶν Ἰα‐ ζύγων.

### η 408

ᾜομεν: ἐπορεύθημεν. Ὅμηρος. ᾔομεν, ὡς ἐκέλευσας. ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι Δωρικῶς, τροπῇ τῆς ει διφθόγγου εἰς η. Ἀππιανός· Ἀλλόβριγες, Γαλατῶν ἔθνος. δύσμαχοι δ’ αὐτῶν ἦσαν αἱ πόλεις ὑπὸ τῆς ἀμπώτεως ἐφ’ ἡμέραν ἠπειρούμεναί τε καὶ νησού‐ μεναι· οἱ δὲ πλοίοις ἐπολέμουν. τοῦ δὲ Καίσαρος Γαΐου περὶ τὰς πόλεις σταυροὺς πηξαμένου ὑψηλοὺς καὶ τοῖς σταυροῖς ἐπιθέντος γεφυρώματα, ὁ μὲν κλύδων ἐχώρει διὰ τῶν σταυρωμάτων ὑπὸ τοῖς γεφυρώμασι, Ῥωμαίοις δὲ ἀδεὲς καὶ ἐπίμονον ἦν τὸ ἔργον.

### η 409

Ἠοῦς: ὄρθρου, ἡμέρας· ἢ ἀνατολῆς.

### η 410

Ἠώη: ὄνομα πόλεως.

### η 411

Ἠῶθεν: ἕωθεν, ὄρθρου.

### η 412

Ἠώκοιτος: ὁ πρωϊνὸς ὕπνος.

### η 413

Ἤων· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. πόλις ἐστί, Μεν‐ δαίων ἀποικία.

### η 414

Ἠωρείμ: ὄνομα κύριον.

### η 415

ᾘωρημένω: κρεμαμένω. καὶ ᾘώρησεν, ἐκρέμασεν, ἀνῆψεν. ἐν Ἐπιγράμμασι· ταῦτά σοι, ὦ Διόνυσε, πρὸ παστάδος ᾐώρησε τὰ κάλλευ κόσμια καὶ μανίης.

### η 416

ᾘώρουν: ἐβάσταζον, ἀνεῖχον. τὴν δὲ κλίνην ταῶνες τέσσαρες χρυσοῖ ᾐώρουν. Αἰωρῶ τὸ ῥῆμα.

### η 417

Ἠώς: πρὸ ἡμέρας ὄρθρος. ἐπὶ μὲν τῆς θεᾶς· Ἠὼς δ’ ἐκ λεχέων. ἐπὶ δὲ ὅλης ἡμέρας· ἥδε μοι νῦν ἠὼς ἑνδεκάτη. ἐπὶ δὲ τῆς πρωΐας ἕως ἕκτης ὥρας· ἔσσεται ἦμαρ ἢ ἠὼς ἢ δείλης ἢ μέσον ἦμαρ. λέ‐ γεται δὲ ἡμέρα κοινῶς ἠώς, Ἰωνικῶς ἕως, Δωρικῶς ἀώς, Αἰολικῶς ἐκ τούτου αὐὼν καὶ τροπῇ τοῦ υ αἰών.

### η 418

Ἡπαλύνθησαν.

### η 419

Ἧπαρ. Ἡπατοσκοπία. ζήτει ἐν τῷ Πέρσαι. καὶ Ἠπατο‐ σκοπία, ἡ τῶν ἐγκάτων ἀνατομή, δι’ ὧν προεμήνυον τὰ συμβησό‐ μενα· ἀνατέμνοντες γὰρ σημεῖά τινα ἐθεώρουν ἐν τοῖς ἐγκάτοις.

### η 420

Ἠπεδανός: ἀσθενής. ἐν Μύθῳ· ἐγγύθι δ’ ἔστη ἠπεδανοῖο λέοντος.

### η 421

Ἠπέδιζον· ἄπεδα γὰρ τὰ ἰσόπεδα. Κλείδημος· καὶ ἠπέδιζον τὴν ἀκρόπολιν, περιέβαλον δὲ ἐννεάπυλον τὸ Πελασγικόν.

### η 422

ᾟπερ: ἀντὶ τοῦ ὥσπερ. ἀλλ’ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω, θὲς δεῦρο τοὐπίξηνον, ἐγχείρει λέγειν. Ἀριστοφάνης.

### η 423

ᾟπερ: ὥσπερ. εἰσεποιήσατο αὐτὸν χερσὶν οἰκείαις εἰς παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος.

### η 424

ᾟπερ: καθότι. ἐδόκει δὲ τῷ βασιλεῖ ἀρκεῖσθαι τοῖς παροῦσι καὶ μὴ σφόδρα ἐπαίρεσθαι· ᾗπέρ ἐστιν ἄριστον πολέμῳ καὶ τοῖς ἐκ τοῦ πολέμου συμβαίνουσιν ὁμιλεῖν, ὡς οὐδενὸς ἐν αὐτοῖς βεβαίου καὶ πιστοῦ πάντως ὑπάρχοντος.

### η 425

Ἡ Περγαία Ἄρτεμις: τάσσεται ἐπὶ τῶν ἀγυρτῶν καὶ πλανη‐ τῶν. παρ’ ὅσον ἡ θεὸς αὕτη νομίζεται ἀγυρτεύειν ἀεὶ καὶ πλανᾶσθαι.

### η 426

Ἠπεροπεύειν: ἐξαπατᾶν. παραλογίζεσθαι, καὶ τὰ τούτοις ἐπακολουθοῦντα. Ἀριστοφάνης· σὸν ἔργον ἐστὶ τοῦτ’ ὀπτᾶν καὶ τρέφειν κἐξηπεροπεύειν καὶ πάνθ’ ὑπέχειν, πλὴν ὧν σύνοιδεν ἡ κύλιξ. περὶ Κινησίου φησίν, ὅτι κατωφερὴς ἦν εἰς συνουσίαν· πλὴν ὧν συνωμοσά‐ μεθα μὴ ποιεῖν ἐπὶ τῆς κύλικος. τουτέστι συνουσιάζειν. ἔστι δὲ ὅρκος ὁ ἐπὶ τῆς κύλικος· οὐδέποθ’ ἑκοῦσα τἀνδρὶ τῷ ’μῷ πείσομαι. οὐδέ μ’ ἄκουσαν βιάσεται βίαν, κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

### η 427

Ἠπεροπευτής: ὁ ἀπατεών. καὶ Ἠπεροπῆας.

### η 428

Ἤπειρον: τῷ Ἰσοκράτει σύνηθές ἐστι τὴν ὑπὸ βασιλεῖ τῶν Περσῶν γῆν οὕτω καλεῖν.

### η 429

Ἤπειρος: χέρσος γῆ· οἷον ἄπειρός τις οὖσα. ἤπειρος δὲ λέ‐ γεται παρὰ τοῖς ποιηταῖς ἡ γῆ καταχρηστικῶς, κυρίως δὲ ἡ εἰς ἄπειρον ἐκβάλλουσα, ὡς Εὐριπίδης· ἤπειρον εἰς ἄπειρον ἐκβαλλὼν πόδα. καὶ Ἠπειρωτὴ θάλασσα.

### η 430

Ἠπειρώτης.

### η 431

Ἠπῃνημένων: ἐπαίνου τυχόντων. ὁ δὲ ἐκέλευε παρὰ τῷ ἠπῃνημένῳ πολλῷ πλείονα μισθὸν κομίζεσθαι.

### η 432

Ἠπήτρια: ἡ ῥάπτρια. καὶ Ἠπήτριον, τὸ σουβλίον, μεθ’ οὗ ῥάπτουσι τὰ βυρσάρια. οἱ δὲ Ἀττικοὶ ἀκέστριαν.

### η 433

Ἠπίαλος: ὁ ῥιγοπύρετος. καὶ Ἠπιαλῶν, μετοχή. Ἀρι‐ στοφάνης· ἠπιαλῶν γὰρ οἴκαδ’ ἐξ ἱππασίας βαδίζων. ἠπιαλῶν, ῥιγοπυρέτῳ περιπεσών· ἠπίαλος γὰρ κυρίως ὁ μετὰ ῥίγους πυρετός. ἐξ ἱππασίας δὲ ἀντὶ τοῦ ἱππικῆς. καὶ γὰρ ἕως ἑσπέρας διέτριβον οἱ ἵπποι ἐν τῇ δοκιμασίᾳ.

### η 434

Ἠπιόδωρος: ἤπια καὶ προσηνῆ δωρουμένη, χρηστή.

### η 435

Ἠπιόνη: γυνὴ Ἀσκληπιοῦ. καὶ θυγάτηρ αὐτῆς Ὑγεία, Αἴγλη, Ἰασώ, Ἀκεσώ, Πανάκεια.

### η 436

Ἤπιος: πρᾶος, ἢ λιπαρός. καὶ Ἠπιώτατος.

### η 437

Ἡ ’πίτριπτος: ἡ ἐπίτριπτος, ἡ ἀξία τοῦ ἐπιτριβῆναι· ἢ ἡ μεγάλα φθεγγομένη. Ἀριστοφάνης Πλούτῳ περὶ τῆς Πενίας· αὕτη μὲν ἡμῖν ἡ ’πίτριπτος οἴχεται.

### η 438

ᾟ ποδῶν εἶχεν ἕκαστος ἔθεον: ἀντὶ τοῦ ὡς εἶχον δυνά‐ μεως.

### η 439

Ἦ πολλοῦ γε δεῖ: ἀντὶ τοῦ οὐδὲ ὅλως.

### η 440

Ἦπου: ἴσως, σχεδόν. ἦπου δεόμενοι δυσωπεῖν.

### η 441

Ἦπού γε: πολλῷ πλέον.

### η 442

Ἠπύει: φωνεῖ. καὶ Ἤπυον.

### η 443

Ἠπύτης: ὁ φωνητικός, ὁ κήρυξ.

### η 444

Ἠπυτίδης.

### η 445

Ἤπυτον: ὄρος Θρᾴκης.

### η 446

Ἤρ: ὄνομα κύριον Ἑβραϊκόν.

### η 447

Ἤρα: ἐπεθύμει, ἐγλίχετο, ἐρωτικῶς εἶχεν. ὁ δὲ Ἀβραὰμ ἤρα Ῥωμαϊκῆς παρατάξεως ἀεί πως αὐτῷ γελᾶν τὴν τύχην οἰόμενος. αἰσχρᾶς τις ἤρα καὶ κακοτρόπου δούλης. Βάβριος. καὶ αὖθις· ἤρα νεκρὸν ἰδεῖν βάρβαρον καὶ ὑπ’ ἄλλου πεφονευμένον.

### η 448

Ἤρα: ἐπεθύμει. Ἱππαρχία ἤρα τῶν λόγων Κράτητος, οὐδενὸς ἄλλου ἐπιστρεφομένη πράγματος. ἥτις ἐς συμπόσιον ἐλθοῦσα σὺν Κράτητι Θεόδωρον τὸν ἄθεον ἤλεγξεν σόφισμα προτείνασα τοιοῦτο· ὃ ποιῶν Θεόδωρος οὐκ ἂν ἀδικεῖν λέγοιτο, οὐδ’ Ἱππαρχία ποιοῦσα τοῦτο ἀδικεῖν λέγοιτο ἄν· Θεόδωρος τύπτων ἑαυτὸν οὐκ ἀδικεῖ, οὐδ’ Ἱππαρχία Θεόδωρον τύπτουσα ἀδικεῖ. ὁ δὲ πρὸς τὸ λεχθὲν οὐκ ἀπήντησεν, ἀνεσύρατο δ’ αὐτῆς τὸ ῥημάτιον.

### η 449

Ἥρα: ὁ ἀήρ. καὶ ἐπεὶ ὁ ἀὴρ καθαίρει, τὸ εἴδωλον αὐτῆς ἀντι‐ βαστάζει ψαλίδα χαλκῆν, ἀπὸ μεταφορᾶς τῆς κειρούσης ψαλίδος τὰς τρίχας καὶ καθαρὸν ἀποδεικνυούσης τὸ σῶμα.

### η 450

Ἡραΐσκος· ὅτι τὴν μὲν φύσιν θεοειδέστερος ἦν Ἡραΐσκος, ὁ δὲ τὴν Αἰγυπτίων σοφίαν δαημονέστερος, ὁ Ἀσκληπιάδης, ἅτε τοσοῦ‐ τον χρόνον οὗτος μὲν τῇ Αἰγυπτίων προσδιατρίβων, ἐκεῖνος δὲ ἀπο‐ δημῶν· ὁ δ’ ἕτερος ὅμως τῆς τοῦ ἑτέρου κατὰ πολὺ ἐλείπετο φύσεως ἢ ἐπιστήμης. ὁ μὲν δὴ Ἡραΐσκος αὐτοφυὴς ἐγένετο διαγνώμων τῶν τε ζώντων καὶ τῶν μὴ ζώντων ἱερῶν ἀγαλμάτων. εὐθὺς γὰρ ἐμβλέ‐ πων ἐτιτρώσκετο τὴν καρδίαν ὑπὸ τοῦ θειασμοῦ καὶ ἀνεπήδα τό τε σῶμα καὶ τὴν ψυχήν, ὥσπερ ὑπὸ τοῦ θεοῦ κατάσχετος. εἰ δὲ μὴ κινοῖτο τοιοῦτον, ἄψυχον ἦν ἐκεῖνο τὸ ἄγαλμα καὶ ἄμοιρον θείας ἐπιπνοίας. οὕτω διέγνω τὸ ἄρρητον ἄγαλμα τοῦ Αἰῶνος ὑπὸ τοῦ θεοῦ κατεχόμενον, ὃν Ἀλεξανδρεῖς ἐτίμησαν, Ὄσιριν ὄντα καὶ Ἄδωνιν ὁμοῦ κατὰ μυστικὴν ὡς ἀληθῶς φάναι θεοκρασίαν. ἐνῆν δὲ τοῦ Ἡραΐσκου τῇ φύσει καί τι τοὺς μολυσμοὺς τῆς φύσεως ἀναινόμενον. εἰ γοῦν αἴσθοιτο φθεγγομένης ὅπως δὴ καὶ ὅθεν γυναικὸς ἀκαθάρτου τινός, ἤλγει παραχρῆμα τὴν κεφαλήν· καὶ τοῦτο σημεῖον ἐποιεῖτο τῆς ἀφεδρείας. οὕτω μὲν ζῶντι συνῆν ἀεί τι θεοειδές· ἀποθανόντι δέ, ἐπειδὴ τὰ νομιζόμενα τοῖς ἱερεῦσιν ὁ Ἀσκληπιάδης ἀποδιδόναι παρ‐ εσκευάζετο τά τε ἄλλα καὶ τὰς Ὀσίριδος ἐπὶ τῷ σώματι περιβολάς, αὐτίκα φωτὶ κατελάμπετο πανταχῇ τῶν σινδόνων ἀπόρρητα διαγράμ‐ ματα, καὶ περὶ αὐτὰ καθεωρᾶτο φασμάτων εἴδη θεοπρεπῆ ἐπιδεικνύν‐ των τὴν ψυχὴν ἐναργῶς, ποίοις ἄρα θεοῖς γεγόνει συνέστιος. ἦν δὲ αὐτοῦ καὶ ἡ πρώτη γένεσις τῷ ὄντι μυστική. λέγεται γὰρ κατελθεῖν ἀπὸ τῆς μητρὸς ἐπὶ τοῖς χείλεσιν ἔχων τὸν κατασιγάζοντα δάκτυλον, οἷον Αἰγύπτιοι μυθολογοῦσι γενέσθαι τὸν Ὦρον καὶ πρὸ τοῦ Ὤρου τὸν Ἥλιον. τοιγαροῦν ἐπεί οἱ συνεπεφύκει τοῖς χείλεσιν ὁ δάκτυλος, ἐδεήθη τομῆς, καὶ διέμεινεν ἀεὶ τὸ χεῖλος ὑποτετμημένον ἰδεῖν ἅπασι φανερὸν τὸ σημεῖον τῆς ἀπορρήτου γενέσεως. ὅθεν αὐτῷ καὶ ὁ βίος ἐς τοῦτο προῆλθεν, ἐν ἀδύτοις ἑκάστοτε καὶ τελεστήριον ἐνδιαιτᾶσθαι τὴν ψυχήν, οὔτι κατ’ Αἴγυπτον μόνην κινοῦντι τὰς πατρίους τελετάς, ἀλλὰ καὶ τῆς ἀλλοδαπῆς, εἴπου τι κατελέλειπτο τῶν τοιούτων. καὶ ἐγεγόνει ὁ Ἡραΐσκος Βάκχος, ὡς ὄνειρος αὐτὸν κατεμήνυσεν. ὁ δὲ Ἀσκληπιάδης ἐπιπλεῖον ἐν τοῖς Αἰγυπτίοις βιβλίοις ἀνατραφεὶς ἀκρι‐ βέστερος ἦν ἀμφὶ θεολογίαν τὴν πάτριον, ἀρχάς τε αὐτῆς καὶ μέσα διεσκεμμένος καὶ τὴν ἀπειρίαν ἀτεχνῶς τῶν ἐσχάτων περάτων πολυ‐ πραγμονήσας, ὡς ἔξεστιν εἰδέναι σαφῶς ἀπό τε τῶν ὕμνων, ὧν συγ‐ γέγραφεν εἰς τοὺς Αἰγυπτίων θεούς, καὶ ἀπὸ τῆς πραγματείας, ἣν ὥρμησε γράφειν, περιέχουσαν τῶν θεολογιῶν ἁπασῶν τὴν συμφωνίαν. καὶ συγγραφὴν δὲ ἔγραψεν Αἰγυπτίων ὠγυγίων πράγματα περιέχουσαν οὐκ ἐλαττόνων ἐτῶν ἢ τριῶν μυριάδων, ἀλλὰ πλειόνων ὀλίγῳ. ὁ δὲ Ἡραΐσκος οὐ μόνον ἀγαθὸς ἦν καὶ ἤπιος, ἀλλ’ εἶχέ τι καὶ πρὸς τὴν πονηρίαν θυμούμενος καὶ πρὸς τὰς ἐπιβουλὰς τῶν ἀνθρώπων ἀνδρι‐ ζόμενος, οὐδαμοῦ δὲ παρεκβαίνων τὸ μέτρον τῆς δικαιοσύνης. ὅ τε γὰρ Ἀμμώνιος καὶ Ἐρύθριος ὁ Αἰγύπτιος διεμάχοντο πρὸς ἀλλήλους ἐν Βυζαντίῳ, καὶ διετέλει προωθῶν ἀεὶ ὁ ἕτερος τὸν ἕτερον εἰς τοὺς ἐσχάτους κινδύνους. ζήτει περὶ Ἡραΐσκου ἐν τῷ Γέσιος.

### η 451

Ἡραΐσκος, ἀνὴρ Αἰγύπτιος· οὗτος ἦν μὲν συνεῖναι δεινότατος, ἀγωνιστὴς δὲ οὐκ ἰσχυρὸς ἀπὸ τῆς ἀληθείας, οὐδὲ τὰς ἔξω φερούσας ἀπὸ ταύτης ὁδοὺς ἀνιχνεῦσαι καὶ διεξελθεῖν. οὗτος γὰρ ἐς τοὐναντίον ἐκεκλήρωτο τὴν εὐμοιρίαν.

### η 452

Ἡρακλεοπολίτης.

### η 453

Ἡρακλέος. γενική.

### η 454

Ἡρακλέους ἄγαλμα, βαστάζων ἐν τῇ ἀριστερᾷ χειρὶ μῆλα τρία, διὰ τὸ τριμερὲς τῆς ψυχῆς κεκοσμῆσθαι αὐτόν. ὁ Ἡρακλῆς Πήκου, τοῦ καὶ Διός, φιλόσοφος ἄριστος. γράφεται δὲ δορὰν λέοντος φορῶν καὶ ῥόπαλον φέρων καὶ τρία μῆλα κρατῶν, ἅπερ ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν τῆς ἐπιθυμίας λογισμόν, καὶ οὕτως ἔχοντα τὰ γʹ μῆλα, τουτέστι τρεῖς ἀρετάς, μὴ ὀργίζεσθαι, μὴ φιλαργυρεῖν, μὴ φιληδονεῖν· καὶ τὸ περιβόλαιον τοῦ λέοντος, τὸ γενναῖον περιβεβλημένον φρόνημα.

### η 455

Ἡρακλέων, Αἰγύπτιος, ἀπὸ κώμης Τιλώτεως οὔσης ὑπὸ τῇ Ἡρακλέους πόλει, γραμματικός. ἐπαίδευσε δὲ ἐν Ῥώμῃ. ἔγραψεν ὑπόμνημα εἰς Ὅμηρον κατὰ ῥαψῳδίαν καὶ εἰς τοὺς λυρικούς, Περὶ τῶν παρ’ Ὁμήρῳ προστακτικῶν ῥημάτων.

### η 456

Ἡρακλεωτικός.

### η 457

Ἡράκλεια: πόλις περὶ Σικελίαν, ἡ λεγομένη Μινῴα.

### η 458

Ἡράκλεια: πολλῶν ὄντων τῶν κατὰ τὴν Ἀττικὴν Ἡρακλείων, Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ἤτοι τῶν ἐν Μαραθῶνι ἢ τῶν ἐν Κυνοσάργει μνημονεύει. ταῦτα γὰρ διὰ τιμῆς μάλιστα ἦγον Ἀθηναῖοι.

### η 459

Ἡρακλεία λίθος: ἡ Μαγνῆτις, ἑλκυστικὴ τοῦ σιδήρου. Πι‐ σίδης· πάντας ὑφέλκων, οἷα Μαγνῆτις λίθος, ἢ μᾶλλον εἰπεῖν Ἡρα‐ κλείαν τὴν λίθον· φύσιν γὰρ αὐτὸς ἑλκτικωτέραν ἔχει. Ἡρακλείαν λίθον τινὲς τὴν Μαγνησίαν ἀπέδοσαν, διὰ τὸ τὴν Ἡράκλειαν τῆς Μαγνησίας εἶναι. οἱ δέ, ὅτι ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον Ἡρακλεῶ‐ τις, ἡ δὲ Μαγνῆτις ἀργύρῳ ὁμοία ἐστίν· ὡς Εὐριπίδης ἐν Οἰνεῖ· τὰς βροτῶν γνώμας σκοπῶν, ὥστε Μαγνῆτις λίθος τὴν δόξαν ἕλκει καὶ μεθίστησιν πάλιν. οὐ λέγει νῦν ὑπὸ τῆς Μαγνήτιδος λίθου τὸν σίδη‐ ρον, ἀλλὰ τὴν τῶν θεωμένων δόκησιν ἕλκεσθαι, πλανωμένων ὡς ἐπὶ ἀργύρῳ. ὅτι ἄποικοι Ἡρακλειῶται.

### η 460

Ἡράκλεια λουτρά: τὰ θερμά. κατὰ δωρεὰν γὰρ ὁ Ἥφαιστος ἀνέδωκεν αὐτὰ τῷ Ἡρακλεῖ. ἐξ ὧν τὰ θερμά.

### η 461

Ἡρακλείδης, Εὔφρονος, φιλόσοφος, Ἡρακλείας τῆς Πόντου, τὸ δὲ γένος ἄνωθεν ἀπὸ Δάμιδος, ἑνὸς τῶν ἡγησαμένων τῆς εἰς Ἡράκλειαν ἐκ Θηβῶν ἀποικίας, Πλάτωνος γνώριμος· ἐκδημήσαντος δὲ Πλάτωνος εἰς Σικελίαν, προεστάναι τῆς σχολῆς κατελείφθη ὑπ’ αὐτοῦ. οὗτος καὶ δράκοντα ἔθρεψε καὶ ἡμέρωσε καὶ εἶχε συνδιαιτώμενον αὐτῷ καὶ συγκαθεύδοντα· ὃς καὶ μόνος ἐπὶ τῆς κλίνης εὑρέθη, τοῦ Ἡρακλεί‐ δου κατακλιθέντος μὲν ὑγιοῦς, οὐχ εὑρεθέντος δέ. καὶ ἄλλοι μὲν αὐτὸν ἀπηθανατείσθαι ἐνόμισαν, ἄλλοι δὲ ἐν φρέατι αὑτὸν ἐμβεβληκέναι, ὡς ἂν δόξῃ τοῖς ἀνθρώποις ἀπηθανατείσθαι. ἔγραψε πολλά.

### η 462

Ἡρακλείδης, Ὀξυρυγχίτης, φιλόσοφος, ὁ τοῦ Σαραπίωνος, ὃς ἐπεκλήθη Λέμβος, γεγονὼς ἐπὶ Πτολεμαίου τοῦ ἕκτου, ὃς τὰς πρὸς Ἀντίοχον ἔθετο συνθήκας. ἔγραψε φιλόσοφα καὶ ἄλλα. ὅτι Ἡρα‐ κλείδης ὁ Λύκιος σοφιστὴς ἔφη, Νικήτης ὁ κεκαθαρμένος ἀγνοήσας ἀκροθίνια Πυγμαίων Κολοσσῷ ἐφαρμόζειν.

### η 463

Ἡρακλείδης, Ἡρακλείδου, Ποντικός, ἀπὸ Ἡρακλείας τῆς Πόν‐ του, γραμματικός· ὅστις Διδύμῳ τῷ πάνυ κατὰ τὴν Ἀλεξανδρέων ἐφοίτησεν. οὗτος ἐπειδὴ ἤκουσεν Ἄπερως, τοῦ Ἀριστάρχου μαθητοῦ, εὐδοκιμοῦντος κατὰ τὴν Ῥώμην, πολλά τε τοὺς Δίδυμον διασύροντας, ἔγραψε μέτρῳ Σαπφικῷ ἤτοι Φαλαικίῳ βιβλία γʹ, δυσερμήνευτα καὶ πολλὴν τὴν ἀπορίαν ἔχοντα προβαλλομένων ζητημάτων, ἅτινα Λέσχας ἐκάλεσεν. εἰς Ῥώμην δὲ κομίσας καὶ τοῦ Ἄπερως καταφανεὶς κατέμεινε σχολαρχῶν ἐν αὐτῇ ἐπὶ Κλαυδίου καὶ Νέρωνος. ἔγραψε δὲ καὶ ποιήματα ἐπικὰ πολλά.

### η 464

Ἡράκλειαι στῆλαι.

### η 465

Ἡράκλειος, βασιλεὺς Ῥωμαίων. οὗτος ὑπὸ Ἀθανασίου, πατρι‐ άρχου Ἰακωβιτῶν, καὶ Σεργίου τοῦ Σύρου, Κωνσταντινουπόλεως, εἰς τὴν αἵρεσιν τῶν Μονοθελητῶν ἐξεκυλίσθη. ὅτι Ἡρακλείῳ τῷ βασιλεῖ ὄντι ἐν Περσίδι ἐτελεύτησαν δύο υἱοὶ καὶ δύο θυγατέρες. αὐτὸς δὲ λαβὼν τὰ ζωοποιὰ ξύλα ἐσφραγισμένα, καθάπερ ἐλήφθησαν διαμείναντα, εἰς τὰ Ἱεροσόλυμα ἀφίκετο καὶ Μοδέστῳ τῷ ἀρχιερεῖ καὶ τῷ αὐτοῦ κλήρῳ ταῦτα ὑπέδειξεν. οἱ δὲ τήν τε σφραγῖδα σώαν ἐπεγίνωσκον καὶ ἀνέπαφον, τήν τε κλεῖδα τὴν παρ’ αὐτῷ ἤγαγε, καὶ προσεκύνη‐ σαν καὶ ὕψωσαν. καὶ ἐς τὸ Βυζάντιον ἐξέπεμψεν ὁ βασιλεύς· ἃ δὴ Σέργιος ἀρχιερεὺς εἰς Βλάχερνας ὑπεδέξατο. καὶ μετ’ οὐ πολὺ Ἡράκλειος ἐς Βυζάντιον ἐχώρει δεχθεὶς μετὰ πολλῆς εὐφημίας. ὅτι ὁ αὐτὸς Ἡράκλειος ἐκ Περσῶν εἰς τὸ Βυζάντιον τέσσαρας ἦγεν ἐλέφαντας, οὓς δὴ καὶ εἰς τοὺς ἱππικοὺς ἀγῶνας ἐθριάμβευσεν ἐπὶ τῇ τῆς πόλεως τέρψει πάσαις δωρεαῖς φιλοτιμησάμενος. ἐπεὶ δὲ ἦν ἑλὼν ἐκ τῆς οὐσίας τῆς μεγάλης ἐκκλησίας, ἐκ τοῦ βασιλικοῦ ταμιείου αὐτῇ τε καὶ τῷ κατ’ αὐτὴν κλήρῳ ἐτήσια χρήματα παρέχεσθαι. καὶ Κωνσταντῖνον υἱὸν αὑτοῦ παρασκευάζει ὑπατεῦσαι Ἡράκλειόν τε τὸν ἀπὸ Μαρτίνης Καίσαρα προχειρίζεται. πυθόμενος δὲ ἀποθανεῖν ἐν τοῖς εἰς τὰ Ἠρία παλατίοις διέτριβε. καὶ συναγαγὼν ὁ ὕπαρχος καὶ συζεύξας πλοῖα εἰς τὸν πορθμὸν τοῦ καλουμένου Στενοῦ διέβη κατὰ τὰς ἀκτὰς τοῦ καλουμένου κόλπου Φειδαλίας καὶ διὰ τῆς γεφύρας τοῦ Βαρυβύσσου ποταμοῦ εἰς τὴν πόλιν εἰσῄει. ὑδέρῳ δὲ τὸν βίον καταστρέφει. ὅτι ἐπὶ Ἡρακλείου βασιλέως σʹ χιλιάδες ἀνδρῶν διεφθάρησαν ἐν τῷ πρὸς Ἰσαύρους πολέμῳ. ὁ δὲ βασιλεὺς Ἡράκλειος χρήματα πλεῖστα καὶ χρυσὸν καὶ ἄργυρον καὶ λίθους πολυτελεῖς πέμπει, ἅπερ βρύχια γέγονεν ἐπὶ Σεργίου πατριάρχου. βρύχια ἤγουν βυθιζόμενα ὕδατι.

### η 466

Ἡράκλειος, στρατηγὸς γεγονὼς ἐπὶ Ζήνωνος, οἷος μὲν τολμῆ‐ σαι καὶ πρόθυμος ἐγχειρεῖν ἐς πολέμους ἑτοίμως, οὐ μέντοι τὸ προμηθὲς εἶχεν ἐν τοῖς κινδύνοις, οὐδὲ βουλὴν πρότερον ποιησάμενος ὥρμα πρὸς ὃ ἔσπευδε πράττειν, ἀλλ’ ἔξω τοῦ λογισμοῦ πρὸς τὰ ἔργα ἐχώρει καὶ τὸ ἐμπλήκτως ὀξὺ ἐν ἀνδρὸς μοίρᾳ ἐτίθετο. ὅπερ δὴ καὶ μάλιστα αὐτὸν ὕστερον ἔσφηλεν.

### η 467

Ἡράκλειος ψώρα: ἡ δυσθεράπευτος, ἡ Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν. ἡ γὰρ Ἀθηνᾶ τῷ Ἡρακλεῖ πολλὰ ἀνῆκε λουτρὰ πρὸς ἀνάπαυσιν τῶν πόνων.

### η 468

Ἡρακλειώτης: ἀπὸ Ἡρακλείας.

### η 469

Ἡράκλεις: σχετλιαστικὴ φωνή. οὗτος γὰρ ὁ Ἡρακλῆς εἰς ἐπι‐ κουρίαν ἐκαλεῖτο, ὡς ἀλεξίκακος τοῖς σχέτλια πάσχουσιν.

### η 470

Ἡράκλεις: ἐπίφθεγμα θαυμαστικόν. τὸ δὲ Ἥρακλες κλητικὴ πτῶσις, ὥσπερ τὸ ὦ Δάματερ τοῦ ἡ Δήμητερ διαφέρει. ἐπικαλοῦνται δὲ τοὺς Ἡρακλείδας ὁμοίως. Μένανδρος· ἀλλ’ ὦ Ἡρακλεῖδαι καὶ θεοί.

### η 471

Ἡράκλειτος: ὄνομα κύριον. ὅτι Ἡράκλειτος ἔφη, ὀλιγωρεῖν πάντη τοῦ σώματος καὶ νομίζειν αὐτὸ κοπρίων ἐκβλητότερον· ἐκ τοῦ ῥᾴστου δὲ αὐτῷ τὰς θεραπείας ἀποπληροῦν, ἕως ἂν ὁ θεὸς ὥσπερ ὀργάνῳ τῷ σώματι χρῆσθαι ἐπιτάττῃ.

### η 472

Ἡράκλειτος, Βλόσωνος ἢ Βαύτωρος, οἱ δὲ Ἡρακῖνος· Ἐφέσιος, φιλόσοφος φυσικός, ὃς ἐπεκλήθη Σκοτεινός. οὗτος ἐμαθήτευσεν οὐδενὶ τῶν φιλοσόφων, φύσει δὲ καὶ ἐπιμελείᾳ ἠσκήθη. οὗτος ὑδρωπιάσας οὐκ ἐνεδίδου τοῖς ἰατροῖς, ᾗπερ ἐβούλοντο θεραπεύειν αὐτόν· ἀλλ’ αὐτὸς βολβίτῳ χρίσας ὅλον ἑαυτὸν εἴασε ξηρανθῆναι τοῦτο ὑπὸ τῷ ἡλίῳ, καὶ κείμενον αὐτὸν κύνες προελθοῦσαι διέσπασαν· οἱ δὲ ἄμμῳ χωσθέντα φασὶν ἀποθανεῖν. τινὲς δὲ αὐτὸν ἔφασαν διακοῦσαι Ξενοφά‐ νους καὶ Ἱππάσου τοῦ Πυθαγορείου. ἦν δὲ ἐπὶ τῆς ξθʹ Ὀλυμπιάδος, ἐπὶ Δαρείου τοῦ Ὑστάσπου, καὶ ἔγραψε πολλὰ ποιητικῶς. ζήτει ἐν τῷ Δηλίου κολυμβητοῦ.

### η 473

Ἡρακλείτειος λόγος καὶ Ἡρακλείτεια θηλυκῶς.

### η 474

Ἡρακλείη βίη: τοῦ Ἡρακλέους.

### η 475

Ἡρακλῆς, Ἀλκμήνης υἱός. τοῦτον φιλόσοφον ἱστοροῦσι καὶ γράφουσι δορὰν λέοντος φοροῦντα καὶ ῥόπαλον φέροντα καὶ τρία μῆλα κρατοῦντα· ἅπερ τρία μῆλα νικήσαντα τὸν πολυποίκιλον τῆς πονηρᾶς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου τῆς φιλοσοφίας ἀφελέσθαι ἐμυθολόγησαν, ἔχοντα περιβόλαιον φρόνημα, ὡς δορὰν λέοντος. καὶ οὕτως φονεύσας τῷ ῥοπάλῳ τὸν δράκοντα τῆς ἐπιθυμίας ἀφείλετο τὰ τρία μῆλα, ὅ ἐστι τὰς τρεῖς ἀρετάς· τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιλαργυρεῖν καὶ τὸ μὴ φιληδονεῖν. διὰ γὰρ τοῦ ῥοπάλου τῆς καρτε‐ ρικῆς ψυχῆς καὶ τῆς δορᾶς τοῦ θρασυτάτου καὶ σώφρονος λογισμοῦ ἐνίκησε τὸν υἱὸν τῆς φαύλης ἐπιθυμίας, φιλοσοφήσας ἄχρι θανάτου.

### η 476

Ἡρακλῆς: ὄνομα κύριον. Ἡρακλῆς ἀέριον κλέος ἔσχεν. οἷον μέγα καὶ περιβόητον. ἀνεφάνη δὲ ἐπὶ Μίνωος Ἡρακλῆς Τύριος, ὃς εὗρε τὴν βαφὴν τῆς καλουμένης κογχύλης ἀπὸ κυνὸς αἱμαχθέντος τὰς σιαγόνας καὶ προσήγαγε Φοίνικι τῷ βασιλεῖ, ὃς πρῶτος ἐφόρεσε πορφύραν.

### η 477

Ἡρακλῆς ξενίζεται: παροιμία ἐπὶ τῶν βραδυνόντων. οἱ γὰρ ὑποδεχόμενοι τὸν Ἡρακλέα βραδύνουσι· πολυφάγος γὰρ ὁ ἥρως. ἡ ἐτυμολογία τῆς κλήσεως ἀπό τινος χρησμοῦ· Ἡρακλῆν δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει· ἦρα γὰρ ἀνθρώποισι φέρων, κλέος ἄφθιτον ἕξεις.

### η 478

Ἤρανος· Παῦλος Σελεντιάριος· ἵλαθι τολμήεντι μεγασθενὲς ἤρανε γαίης. πρὸς βασιλέα Ἰουστινιανὸν ἐν τῇ ἐκφράσει τῆς ἁγίας Σοφίας.

### η 479

Ἤραρεν: ἥρμοσεν.

### η 480

Ἠρασάμην: ἠράσθην.

### η 481

Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος· Πλάτων Πολιτείας βʹ. οὕτω γραπτέον· παρὰ Πινδάρῳ γὰρ ὑπὸ Ἡφαίστου δεσμεύεται ἐν τῷ ὑπ’ αὐτοῦ κατασκευασθέντι θρόνῳ· ὅ τινες ἀγνοήσαντες γράφουσιν ὑπὸ Διός. καί φασι δεθῆναι αὐτὴν ἐπιβουλεύσασαν Ἡρακλεῖ. Κλήμης. ἡ ἱστορία καὶ παρ’ Ἐπιχάρμῳ ἐν Κωμασταῖς ἢ Ἡφαίστῳ.

### η 482

Ἤρασσον: ἔκρουον, ἔπληττον, ἐβλασφήμουν. μαθόντες ἀμφέστη‐ σαν, εἶτ’ ὀνείδεσιν ἤρασσον ἔνθεν κἄνθεν. ἀντὶ τοῦ πάντες ὁμοφρό‐ νως. καὶ αὖθις· αὐτὰρ ὃ πεπταμένῃ μέγα τύμπανον ἔσχετο χειρί, ἤραξεν, καναχῇ δ’ ἴαχεν ἄντρον ἅπασαν.

### η 483

Ἠρᾶτο: ηὔξατο.

### η 484

Ἠργολαβηκώς.

### η 485

Ἠρδαλωμένος: λεπρός, καὶ μεμιασμένος. καὶ Ἠρδάλω‐ σεν, ἠσβόλωσεν.

### η 486

Ἥρδιον: περιφανὲς ἅρμα σκεπαστόν.

### η 487

Ἡραία: πόλις.

### η 488

Ἡραῖον: ὁ τῆς Ἥρας ναός.

### η 489

Ἡραῖον τεῖχος: χωρίον ἐστὶν ἐν Θρᾴκῃ· ὑπὸ Σαμίων δὲ ᾠκίσθη. καὶ Ἥραιον.

### η 490

Ἠραιωμένῳ: ἀραιῷ ὄντι.

### η 491

Ἠρέμα: ἀτρέμας. καὶ Ἠρεμαίως καὶ Ἠρεμεῖ, ἡσύχως.

### η 492

ᾝρημαι· αἰτιατικῇ.

### η 493

Ἠρεμία: ἀτρεμία τὶς οὖσα, κατὰ στέρησιν τοῦ τρέμειν, οἷον ἡ ἀκινησία.

### η 494

ᾙρετισάμην· αἰτιατικῇ. εἱλόμην, ἐξελεξάμην.

### η 495

Ἤρετο: ἠρώτα, ἔλεγεν. ἠρώτησε. κεῖται δὲ καὶ ἐπὶ τοῦ ἐπαίρεσθαι τῷ φρονήματι.

### η 496

ᾝρει: ἐλάμβανεν.

### η 497

Ἤρειδεν: ἤφιεν, ἔπεμπεν. ἔπη ἤρειδε κατὰ τῶν ἱππέων.

### η 498

Ἤρεικον: ἔσχιζον. ἤρεικον χθόνα δῖαν.

### η 499

Ἠρεικώς: σθενώσας, καὶ ὑπακουμβίσας. καὶ Ἤρεισεν, ἠκούμ‐ βισεν.

### η 500

ᾙρεῖτο: ἐπεθύμει, ἐλάμβανε. πολλάκις γὰρ οὐ μόνον τῆς ἡμέ‐ ρας ἀλλὰ καὶ τῆς νυκτὸς ἐσιτοποιεῖτο καὶ ὑπὲρ τὰς τῶν δείπνων παρασκευὰς τὰ πολυτελῆ τῶν δημοσίων ἀπετρύετο.

### η 501

ᾙρεῖτο: ἐξελέγετο, προέκρινεν. ᾑρεῖτο δὲ ὁπόσον κάχληκος τοῦ ἐμφερομένου τοῖς ἐδάφεσιν.

### η 502

ᾙρεῖτο: ἐπορθεῖτο.

### η 503

Ἥρη: ἡ Ἥρα. καὶ κλίνεται Ἥρης.

### η 504

ᾙρήκασι· πεπορθήκασι. καὶ ᾙρηκότες, πεπορθηκότες.

### η 505

ᾙρημένην: κεχειροτονημένην. καὶ ᾙρημένον, ἐπικριθέν, ἐκλελεγμένον. ἐπειδὴ ἐτύγχανον ἐκ πλείστου τὰ Περσῶν ᾑρημένοι, προπηλακίζεσθαί τε ὑπὸ Κόλχων αὐτῶν καὶ Ῥωμαίων καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι.

### η 506

Ἠρήρειστο: ἥρμοστο. τὸ δὲ δὴ στῖφος εὖ μάλα ἠρήρειστο τῷ συνασπισμῷ καὶ ἀκριβῶς ὑπῆρχε στερρόν τε καὶ ἀπερίσπαστον.

### η 507

Ἥρης: τῆς Ἥρας.

### η 508

Ἠρήσαντο: ηὔξαντο.

### η 509

Ἤρρησεν: ἐφθάρη, ἦλθεν. ὅθεν καὶ τὸ εἰσήρρησεν.

### η 510

Ἦρι: ὄρθρου, ἕωθεν· ἢ ἔαρι.

### η 511

Ἠρία: τὰ ἐν τῇ γῇ μνήματα. ἡνίκα καὶ δυσδάκρυτα κατὰ χθονὸς ἠρία τεύχων, ἕως ἂν ἀπεφθιμένου κεῖθι δέμας κτερίσω. καὶ αὖθις· ἠρίον ἐκ βώλου διψάδος ἐκτισάμην, ὄφρα σε καὶ φθίμενον Δηοῦς σταχυητρόφος αὖλαξ θέλγῃ, ἀροτραίῃ κείμενον ἐν θαλάμῃ.

### η 512

Ἠρία: οἱ τάφοι. φασὶ δέ τινες κοινότερον μὲν πάντας τοὺς τάφους οὕτως ὀνομάζεσθαι, κατ’ ἐξαίρετον δὲ τοὺς μὴ ἐν ὕψει ᾠκοδομημένους. ὠνομάσθαι δὲ παρὰ τὴν ἔραν.

### η 513

Ἠριγένειαν: τὴν τὸν ὄρθρον γεννῶσαν. οὐδ’ ὑπὸ μαρμα‐ ρυγῇ θαλερώπιδος ἠριγενείης ἄκρα παραιθύσσεις θαλπομένην πτερύγων.

### η 514

Ἠριγόνειος τάφος.

### η 515

Ἠρίθμησεν: ἀπεδειλίασε, μεθ’ ἡσυχίας ἤγαγε. τοὺς ἐναντίους ἰδὼν οὐκ ἠρίθμησεν, ἀλλ’ εὐθὺς ἦν ἀμυνίας. ἑτοίμως πρὸς ἄμυναν.

### η 516

Ἠριδανός: ποταμός.

### η 517

Ἠρικαπαῖος: ὄνομα κύριον.

### η 518

Ἠρικνωμένον: ἐρρυτιδωμένον, παλαιόν.

### η 519

Ἠρικώς: ἐξισώσας, καὶ φιλονεικήσας.

### η 520

Ἤριον: ὄνομα τόπου. Ἠρίον δὲ ὁ τάφος.

### η 521

Ἤριννα, Τεΐα ἢ Λεσβία, ὡς δὲ ἄλλοι Τηλία· Τῆλος δέ ἐστι νησίδιον ἐγγὺς Κνίδου· τινὲς δὲ καὶ Ῥοδίαν αὐτὴν ἐδόξασαν. ἦν δὲ ἐποποιός. ἔγραψεν Ἠλακάτην· ποίημά δ’ ἐστιν Αἰολικῇ καὶ Δωρίδι διαλέκτῳ, ἐπῶν τʹ. ἐποίησε δὲ ἐπιγράμματα. τελευτᾷ παρθένος ἐν‐ νεακαιδεκέτις. οἱ δὲ στίχοι αὐτῆς ἐκρίθησαν ἶσοι Ὁμήρῳ. ἦν δὲ ἑταίρα Σαπφοῦς καὶ ὁμόχρονος.

### η 522

Ἠρινὸν ἄνθος: ἐαρινόν.

### η 523

Ἠρινὸς καιρός: ὁ τοῦ ἔαρος.

### η 524

Ἤριον: ὁ τάφος.

### η 525

Ἤριπεν: εἰς τὴν ἔραν κατέπεσεν. ἤριπεν ἐσχαρίου λαῦρον ἐπ’ ἆσθμα πυρός.

### η 526

Ἠριπόλη: ἡ ἡμέρα. ἐν Ἐπιγράμμασι· οὐδὲ φαεινῆς φέγγος ἰδεῖν ἐθέλω χρύσεον Ἠριπόλης.

### η 527

Ἠριπώθη: ἔπεσεν.

### η 528

Ἤρισεν: ἐφιλονείκησεν.

### η 529

Ἤρθη: ηὐξήθη, ὑψώθη.

### η 530

Ἤρκεσεν: ἐβοήθησεν. ὁ δὲ τὸν θώρακα αὐτοῦ διέρρηξεν, ὃς ἤρκεσέν οἱ ἀμῦναι λυγρὸν ὄλεθρον.

### η 531

Ἡρματισμένον: ἠσφαλισμένον.

### η 532

Ἡρμόσαντο: εὐφυῶς διετέθησαν. οἱ δὲ ἡρμόσαντο πρὸς τὴν βούλησιν καὶ συνέθεντο δέκα τάλαντα δώσειν. Πολύβιος· οἱ δὲ στρατιῶται πάντα ἡρμόζοντο πρὸς τὴν εἰς οἶκον ἐπάνοδον. ἀντὶ τοῦ ἐγίνοντο, παρεσκευάζοντο.

### η 533

Ἡρμόσθησαν: φιλικῶς διετέθησαν. λόγους οὖν προσοίσαντος καὶ ἥδιστα προσεμένου, ἡρμόσθησαν ἄμφω.

### η 534

Ἡρμοττόμην: ἐπαιδευόμην. Ἀριστοφάνης· ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην. ἀπὸ τῆς μουσικῆς τὸ ἡρμοττόμην.

### η 535

Ἡρόδικος: ὄνομα κύριον.

### η 536

Ἡρόδοτος, Λύξου καὶ Δρυοῦς, Ἁλικαρνασεύς, τῶν ἐπιφανῶν, καὶ ἀδελφὸν ἐσχηκὼς Θεόδωρον. μετέστη δ’ ἐν Σάμῳ διὰ Λύγδαμιν τὸν ἀπὸ Ἀρτεμισίας τρίτον τύραννον γενόμενον Ἁλικαρνασσοῦ· Πισίν‐ δηλις γὰρ ἦν υἱὸς Ἀρτεμισίας, τοῦ δὲ Πισινδήλιδος Λύγδαμις. ἐν οὖν τῇ Σάμῳ καὶ τὴν Ἰάδα ἠσκήθη διάλεκτον καὶ ἔγραψεν ἱστορίαν ἐν βιβλίοις θʹ, ἀρξάμενος ἀπὸ Κύρου τοῦ Πέρσου καὶ Κανδαύλου τοῦ Λυδῶν βασιλέως. ἐλθὼν δὲ εἰς Ἁλικαρνασσὸν καὶ τὸν τύραννον ἐξελάσας, ἐπειδὴ ὕστερον εἶδεν ἑαυτὸν φθονούμενον ὑπὸ τῶν πολι‐ τῶν, εἰς τὸ Θούριον ἀποικιζόμενον ὑπὸ Ἀθηναίων ἐθελοντὴς ἦλθε κἀκεῖ τελευτήσας ἐπὶ τῆς ἀγορᾶς τέθαπται. τινὲς δὲ ἐν Πέλλαις αὐτὸν τελευτῆσαί φασιν. ἐπιγράφονται δὲ οἱ λόγοι αὐτοῦ Μοῦσαι. περὶ Ἡροδότου λέγει ὁ Παραβάτης ἐν ἐπιστολῇ· τίς οὖν ἀγνοεῖ τὸν Αἰθιόπων ὑπὲρ τοῦ παρ’ ἡμῖν τροφιμωτάτου σιτίου λόγον; ἁψάμενοι γὰρ τῆς μάζης θαυμάζειν ἔφασαν, ὅπως κόπρια σιτούμενοι ζῶμεν, εἴ τῳ πιστὸς ὁ Θούριος εἶναι λογοποιὸς δοκεῖ. ἰχθυοφάγων δὲ καὶ σαρκοφάγων ἀνθρώπων γένη μηδ’ ὄναρ ἰδόντα τὴν παρ’ ἡμῖν δίαιταν οἱ τὴν οἰκουμένην περιηγούμενοι γῆν ἱστοροῦσιν· ὧν εἴ τις παρ’ ἡμῖν ζηλῶσαι τὴν δίαιταν ἐπιχειρήσει, οὐδὲν ἄμεινον διακείσεται τῶν τὸ κώνειον προσενεγκαμένων ἢ τὴν ἀκόνιτον ἢ τὴν ἑλλέβορον.

### η 537

Ἠρομένης: ὄνομα κύριον.

### η 538

Ἤροσα: ἠροτρίασα.

### η 539

Ἡρόστρατος: ὄνομα κύριον.

### η 540

ᾙροῦντο: ἐλάμβανον. οἱ δὲ ὡς εἶχον χαμαὶ δεῖπνον ᾑροῦντο.

### η 541

Ἡροφίλα, ἡ καὶ Σίβυλλα Ἐρυθραία, Θεοδώρου θυγάτηρ. ἔγραψε βιβλία γʹ μαντικὰ ἐπικῶς· καὶ ἦλθεν εἰς Ῥώμην ἐν τοῖς χρόνοις τῶν ὑπάτων, ἄλλοι δὲ Ταρκυνίου, δοκοῦσα χρηματισθήσεσθαι δι’ αὐτῶν. ὡς δὲ κατεφρονήθη, τὰς δύο κατέφλεξε βίβλους, ἃς καὶ ἔτυχεν ἐπιφερομένη· περιεσώθη δὲ ἡ λοιπὴ μία, ἥτις καὶ παρὰ τῶν Ῥωμαίων ἐξωνήθη πολλοῦ τιμήματος.

### η 542

Ἥρωας: τὰς ὑπολελειμμένας τῶν σπουδαίων ψυχάς.

### η 543

Ἡρώδειον: τόπος.

### η 544

Ἡρώδης, ὁ πρῶτος βασιλεὺς Ἰουδαίων. ἔσχεν υἱοὺς ὁμωνύμους αὐτῷ καὶ διωνύμους τρεῖς· Ἡρώδην Ἀντίπαν τὸν καὶ τὸν Πρόδρομον ἀποτεμόντα, ἐφ’ οὗ καὶ ὁ Κύριος ἐσταυρώθη· καὶ Ἡρώδην Φίλιππον, ᾧ πρῶτον Ἡρωδιὰς συναφθεῖσα θυγατέρα Σαλώμην ἔσχε τὴν καὶ ὀρχησαμένην· καὶ Ἡρώδην Ἀγρίππαν τὸν καὶ Ἰάκωβον ἀνελόντα τοῦ Ζεβεδαίου. πρὸς ὃν τοῦ δήμου ἐπιφωνοῦντος τότε· φωνὴ θεοῦ καὶ οὐκ ἀνθρώπου, δίκην ἔδωκεν αὐτίκα. στολὴν γὰρ ἐξ ἀργύρου πεποιη‐ μένην περιθέμενος καὶ εἰς τὸ θέατρον ἐλθὼν καὶ ἐφ’ ὑψηλοῦ βήματος καθίσας ἐδημηγόρει. τῆς δὲ ἡλιακῆς ἀκτῖνος προσπεσούσης τῷ ἐνδύ‐ ματι λαμπηδὼν τῇ αὐγῇ τῆς ἐσθῆτος ἀνακραθεῖσα τὰς ὄψεις τῶν περιεστώτων κατήστραψε. καὶ αἰωρηθέντων ἐπὶ τούτῳ καὶ ὡς θεὸν αὐτὸν εὐφημησάντων ἐπαίρεται πλέον ὁ δείλαιος· ὃν εὐθὺς ἄγγελος Κυρίου ἐπάταξεν ἀθρόως, καὶ ἀνεπήδησε τῆς καθέδρας ἐκ τοῦ σπαράτ‐ τεσθαι δεινῶς τὴν γαστέρα αὐτοῦ. τὸν δὲ Ἰάκωβον ἰδὼν ἀπαγόμενον τὴν ἐπὶ θάνατον ὁ κατήγορος αὐτοῦ καὶ μεταμεληθεὶς προσέπεσε τοῖς ποσὶ τοῦ ἀποστόλου λέγων· συγχώρησόν μοι, ἄνθρωπε τοῦ θεοῦ, ὅτι μεταμεμέλημαι ἐφ’ οἷς ἐλάλησα κατὰ σοῦ. ὁ δὲ μακάριος παραυτίκα τοῦτον καταφιλήσας εἶπεν αὐτῷ· εἰρήνη σοι τέκνον, εἰρήνη σοι καὶ συγχώρησις τοῦ πταίσματος. ὁ δὲ μετὰ φωνῆς μεγάλης εὐθέως Χριστιανὸν ἑαυτὸν ἐπὶ πάντων ἀνηγόρευσεν, ὡς καὶ τὸ τοῦ μαρτυρίου βραβεῖον ἀπενέγκασθαι. ὁ δὲ ἄθλιος Ἡρώδης ἐπὶ ἡμέρας φθειρόμενος καὶ σκώληκας ἐκβράζων ἐλεεινῶς τὸν βίον κατέλυσεν ὡς καὶ ὁ δυσσε‐ βέστατος αὐτοῦ πατήρ. κἀκεῖνος γὰρ τἀπίχειρα τῆς κατὰ Χριστοῦ καὶ τῶν ὁμηλίκων αὐτοῦ τόλμης ἔτι περιὼν τῷ βίῳ κομισάμενος αἰσχίστῳ μόρῳ τὸν βίον κατέστρεψεν.

### η 545

Ἡρώδης, Ἰούλιος χρηματίσας, υἱὸς Ἀττικοῦ τοῦ Πλουτάρχου, γένος Αἰακίδης, Ἀθηναῖος, τῶν δήμων Μαραθώνιος, σοφιστής, πλού‐ σιος ἐκ θησαυροῦ γενόμενος σφόδρα, ὥστε καὶ στάδιον κατεσκευάσατο Ἀθηναίοις καὶ θέατρον ὑπωρόφιον. ἦρξε τῆς Ἀσίας ὁ αὐτοῦ πατὴρ καὶ τοῖς δισυπάτοις συγκατελέχθη. ἦν δὲ ἐπί τε Τραϊανοῦ καὶ Ἀδριανοῦ καὶ Μάρκου Ἀντωνίνου τῶν αὐτοκρατόρων, διδαχθεὶς ὑπὸ Φαβωρίνῳ καὶ Πολέμωνι. καὶ ἔγραψεν Ἐφημερίδας, σύγγραμμα πολυμαθές, καὶ ἐπιστολάς, καὶ λόγους αὐτοσχεδίους· ὧν μέμνηται Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν. διεδέξατο δὲ αὐτοῦ τὴν σχολὴν Ἀδριανὸς ὁ σοφιστής. σύγχρονος δὲ ἦν Ἡρώδης Ἀριστείδῃ τῷ σοφιστῇ. φέρονται δὲ αὐτοῦ καὶ ἄλλα πλεῖστα, ἐν οἷς τὸ μεγαλοφυὲς καὶ ὑψίνουν τοῦδε τοῦ ἀνδρὸς κατανοεῖται καὶ διαδείκνυται. τελευτᾷ δὲ ἀμφὶ τὰ ἓξ καὶ ἑβδομήκοντα ἔτη ξυντακὴς γενόμενος.

### η 546

Ἡρωδιανός, Ἀλεξανδρεύς, γραμματικός, υἱὸς Ἀπολλωνίου τοῦ γραμματικοῦ, τοῦ ἐπικληθέντος Δυσκόλου. γέγονε κατὰ τὸν Καίσαρα Ἀντωνῖνον, τὸν καὶ Μάρκον, ὡς νεώτερον εἶναι καὶ Διονυσίου τοῦ τὴν Μουσικὴν ἱστορίαν γράψαντος καὶ Φίλωνος τοῦ Βυβλίου. ἔγραψε πολλά.

### η 547

Ἡρωδιάς: ὄνομα κύριον.

### η 548

Ἡρωδίωνος.

### η 549

Ἡρωελεγεῖον: μέτρον τι.

### η 550

Ἠρώησεν: ἔπαυσεν.

### η 551

Ἡρωΐνη: ὄνομα κύριον.

### η 552

Ἥρων, Κότυος, Ἀθηναῖος ῥήτωρ, τὰς ἐν Ἀθήναις δίκας γεγρα‐ φώς· εἶτα ἐξήγησιν Δεινάρχου, ὑπομνήματα εἰς Ἡρόδοτον, Ξενοφῶντα, Θουκυδίδην, Κεκριμένων ὀνομάτων βιβλία γʹ, Ἐπιτομὴν τῶν Ἡρα‐ κλείδου ἱστοριῶν, Περὶ τῶν ἀρχαίων ῥητόρων καὶ τῶν λόγων, οἷς ἐνίκησαν πρὸς ἀλλήλους ἀγωνιζόμενοι. ὅτι Ἥρωνι ἐπέτρεψεν ἑαυτὸν ὁ Πρόκλος ἀνδρὶ θεοσεβεῖ καὶ τελείαν παρασκευὴν ἐσχηκότι τῶν κατὰ τὴν παίδευσιν ὁδῶν Ἀλεξανδρείας.

### η 553

Ἡρῶναξ: ὄνομα κύριον.

### η 554

Ἡρῷναι· Ἀριστοφάνης Νεφέλαις· ἡρῷναί τινές εἰσι. τρισυλλάβως τὸ ἡρῷναι προήνεγκαν, ὡς ἠΐθεοι, ᾔθεοι. Αἰλιανός· γενναῖον ἔργον καὶ τολμηρὸν ἡρωΐνης ἄντικρυς τοῦτο δράσασα.

### η 555

Ἡρῷον: μνημεῖον.

### η 556

Ἥρως: ἡμίθεος, δυνατός, γενναῖος. δισυλλάβως δὲ κέχρηται Ὅμηρος ἥρῳ, ἅπαξ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ.

### η 557

Ἠρώτα: παρεκάλει, ἔθυεν, ηὔχετο, ἱκέτευεν. ἠρώτα. ἐρωτῶ σε, ἔχε με παρῃτημένον.

### η 558

Ἤρτηται· γενικῇ. κρέμαται. ὁ δὲ τὰ μὲν πρῶτα ἐδεῖτο τῆς ἀνθρώπων ἰατρικῆς καὶ ἐκείνων ἤρτητο.

### η 559

ᾞρτο: ὑψοῦτο, ἠγείρετο. τὸ δὲ χῶμα ἐπὶ τοσοῦτον ᾖρτο, ὥστε ἐπὶ ἰσοπέδου ἐπὶ τὰς ὀφρύας τοῦ ὄρους τὰ βλήματα ἐξικνεῖτο. αὐταῖς ψυχαῖς ἀλλήλων ἠρτημέναι.

### η 560

Ἠρτύνετο: παρεσκεύαζεν.

### η 561

Ἠρύγγανεν: ἐμεγαλαύχει, ἐνηβρύνετο, ἐπιπράσκετο. εἰ καὶ περίβλεπτον καὶ δόκιμον ἠρύγγανε γένος. Ἠρύγγανεν οὖν κυρίως ἐρεύγετο.

### η 562

Ἤρυγεν: ἐβόα.

### η 563

Ἠρύγιον: ὄνομα τόπου.

### η 564

Ἠρυγγίτης: εἶδος βοτάνης.

### η 565

Ἠρυθροδανωμένον: ἐρυθρῷ βάμματι βεβαμμένον.

### η 566

Ἥρυλλος: ὁ Ἡρακλῆς.

### η 567

Ἤρυον: ἤντλουν. καὶ Ἠρύσατο, ἤντλησεν.

### η 568

Ἦς: ὑπῆρχες.

### η 569

Ἠσαΐας: ὄνομα κύριον.

### η 570

Ἠσαΐνον: ὄρος.

### η 571

ᾞσαν: ἀντὶ τοῦ ὕμνησαν, ἐδόξασαν.

### η 572

Ἦσαν, πότ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: παροιμία ἀπὸ χρη‐ σμοῦ. ἐπὶ τῶν ποτε εὖ, εἶτα ἑτέρως γεγονότων.

### η 573

ᾞσαν: ᾔδεισαν, ἐγίνωσκον. οὐδ’ ἀφιγμένον τὸ πάμπαν ᾖσαν.

### η 574

Ἧσας: χάριν ἐποίησας, ἐδόξασας.

### η 575

Ἥσατο: ηὐφράνθη.

### η 576

Ἠσαῦ: ὄνομα κύριον.

### η 577

Ἥσειν: πέμψειν.

### η 578

Ἡσσηθῆναι: ἡττηθῆναι.

### η 579

Ἡσσηκότες: ἡττήσαντες.

### η 580

Ἥσσηντο: ἥττηντο.

### η 581

Ἡσσῆσθαι: παρακείμενος. ἀντὶ τοῦ ἡττῆσθαι.

### η 582

Ἠσί: φησίν.

### η 583

Ἡσίοδος, Κυμαῖος· νέος δὲ κομισθεὶς ὑπὸ τοῦ πατρὸς Δίου καὶ μητρὸς Πυκιμήδης ἐν Ἄσκρῃ τῆς Βοιωτίας. γενεαλογεῖται δὲ εἶναι τοῦ Δίου, τοῦ Ἀπελλίδος, τοῦ Μελανώπου· ὅν φασί τινες τοῦ Ὁμή‐ ρου προπάτορος εἶναι πάππον, ὡς ἀνεψιαδοῦν εἶναι Ἡσιόδου τὸν Ὅμηρον, ἑκάτερον δὲ ἀπὸ τοῦ Ἄτλαντος κατάγεσθαι. ποιήματα δὲ αὐτοῦ ταῦτα· Θεογονία, Ἔργα καὶ Ἡμέραι, Ἀσπίς, Γυναικῶν ἡρωϊνῶν κατάλογος ἐν βιβλίοις εʹ, Ἐπικήδειον εἰς Βάτραχόν τινα, ἐρώμενον αὐτοῦ, περὶ τῶν Ἰδαίων Δακτύλων· καὶ ἄλλα πολλά. ἐτελεύτησε δὲ ἐπιξενωθεὶς παρ’ Ἀντίφῳ καὶ Κτιμένῳ, οἳ νύκτωρ δόξαντες ἀναιρεῖν φθορέα ἀδελφῆς αὐτῶν, ἀνεῖλον τὸν Ἡσίοδον ἄκοντες. ἦν δὲ Ὁμήρου κατά τινας πρεσβύτερος, κατὰ δὲ ἄλλους σύγχρονος· Πορφύριος καὶ ἄλλοι πλεῖστοι νεώτερον ἑκατὸν ἐνιαυτοῖς ὁρίζουσιν, ὡς λβʹ μόνους ἐνιαυτοὺς συμπροτερεῖν τῆς πρώτης Ὀλυμπιάδος.

### η 584

Ἡσιόνη: ὄνομα κύριον.

### η 585

Ἧσις: τέρψις.

### η 586

Ἦσθα: ἦς, ὑπῆρχες. ἦσθα γὰρ εὐχωλῇσι κατήκοος, ἔνθα κελεύθοις ἵλαος.

### η 587

Ἡσθείη: χαρήσεται. ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών. τὴν κύλικά φησιν, ἐπεὶ μεγάλη ἦν καὶ πλέα. καὶ Ἡσθείς, χαρείς.

### η 588

Ἥσθην: ἐχάρην.

### η 589

ᾜσθηνται: ἔγνωσαν. Ἀριστοφάνης· οἱ δὲ σύμμαχοι ὡς ᾔσθην‐ ται τὸν σύρφακα ἐκ κηθαρίου λαγαριζόμενον. καὶ ᾜσθετο ὁμοίως.

### η 590

Ἧσθαι: καθῆσθαι.

### η 591

Ἠσθῆσθαι: περιβεβλῆσθαι. θριαμβίδα τε ἠσθῆσθαι στολὴν αὐτόν.

### η 592

Ἤσθητο: ἀντὶ τοῦ περιεβέβλητο. καὶ ἤσθητο κροκωτὸν χιτῶνα, ὑπὲρ τοῦ πλείονας ἐς αὐτὸν ἐπιστρέφειν. ὁ τοίνυν ἕτερος ἀποθνῄσκων καὶ ἕτερον ἀδελφὸν ἀπολείπων.

### η 593

Ἤσθιον: ἔτρωγον.

### η 594

Ἤσκει: ἔκαμεν.

### η 595

Ἠσκημένον: κατεσκευασμένον· ἀσκήματα γὰρ τὰ κατασκευάσματα. ἀλλ’ οὐκ Ὀρέστου, πλὴν λόγῳ γ’ ἠσκημένον.

### η 596

Ἠσμένισας: ἐχάρης.

### η 597

Ἧσο: κεῖσο. οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν ἧσο, Πανομφαίῳ Ζηνὶ μένους’ ἱερά. καὶ αὖθις· ἧσο κατ’ ἠγάθεον τόδ’ ἀνάκτορον, ἀσπὶ φαεννά.

### η 598

Ἧσσον ἑτοίμως κατέχειν: ἀντὶ τοῦ οὐδὲ ὁμοίως. καὶ αὖθις· ἧσσον δὲ ταῦτα τοὺς παραπεπτωκότας ἠνία ἢ τὰ πρὸς Ἰουστι‐ νιανὸν ἐς τὴν πόλιν.

### η 599

Ἡσσῶνται: ἡττῶνται.

### η 600

Ἤσπαιρεν· Ἡρόδοτος· ὁ Κορίνθιος στρατηγὸς τῶν λοιπῶν ἤσπαιρε μοῦνος φάμενος ἀποπλεύσεσθαι ἀπὸ Ἀρτεμισίου.

### η 601

Ἠσπικότες: συνελθόντες.

### η 602

Ἧσται: καθέζεται. ᾞσται δὲ ὠνόμασται.

### η 603

Ἠστεΐσκει: ἐκ τοῦ ἀστεΐζω ῥήματος.

### η 604

Ἥστην: ἐκαθέζοντο, δυϊκῶς. Ἀριστοφάνης Ὄρνισι· τὼ δ’ οὐκ ἄρ’ ἥστην. τινὲς διὰ τοῦ ι ἴστην, ἀντὶ τοῦ ᾔδεσαν. οὐδὲν ἄλλο ἦσαν ἢ δάκνειν.

### η 605

Ἤστην: ἀντὶ τοῦ ὑπῆρχον, δυϊκῶς. ἀδελφὼ δύο ἤστην ἡμαρτημένα. καὶ αὖθις· ἐπηρμένω τε ἤστην ἄμφω ταῖς ἐλπίσιν.

### η 606

Ἡστόν: ἡδύ.

### η 607

Ἠσυνθέτηκας: ἃ συνέθου καὶ ὡμολόγησας. παρέβης.

### η 608

Ἡ συκάμινος συκαμίνῳ ῥύπτεται: πρὸς τοὺς ἑαυτοῖς τὰ ὠφέλιμα λαμβάνοντας ἐξ ἑαυτῶν.

### η 609

Ἡ Συρακουσῶν δεκάτη: ἐπὶ τῶν σφόδρα πλουσίων.

### η 610

Ἡσυχάζω· δοτικῇ.

### η 611

Ἡσύχιος Μιλήσιος, υἱὸς Ἡσυχίου δικηγόρου καὶ Φιλοσοφίας, γεγονὼς ἐπὶ Ἀναστασίου βασιλέως. ἔγραψεν Ὀνοματολόγον ἢ Πίνακα τῶν ἐν παιδείᾳ ὀνομαστῶν, οὗ ἐπιτομή ἐστι τοῦτο τὸ βιβλίον· καὶ Χρονικὴν ἱστορίαν, ἥντινα διεῖλεν εἰς ϛʹ διαστήματα· οὕτω γὰρ καλεῖ ἕκαστον βιβλίον· ἐν οἷς ἐμφέρονται αἱ κατὰ καιροὺς πράξεις τῶν Ῥωμαίων βασιλέων καὶ αἱ δυναστεῖαι τῶν κατὰ ἔθνος κρατησάντων τυράννων καὶ τὰ κατὰ τὸ Βυζάντιον πραχθέντα ἕως τῆς βασιλείας Ἀναστασίου τοῦ ἐπονομαζομένου Δικόρου. εἰς δὲ τὸν Πίνακα τῶν ἐν παιδείᾳ λαμψάντων ἐκκλησιαστικῶν διδασκάλων οὐδενὸς μνημονεύει· ὡς ἐκ τούτου ὑπόνοιαν παρέχειν μὴ εἶναι αὐτὸν Χριστιανόν, ἀλλὰ τῆς Ἑλληνικῆς ματαιοπονίας ἀνάπλεων. καὶ Ἡσυχῇ, ἡσυχῶς.

### η 612

Ἤσχαλλον: ἐλυποῦντο.

### η 613

Ἠσχάτισεν: ὑστέρησεν.

### η 614

Ἦτα: τὸ στοιχεῖον, τὸ γράμμα.

### η 615

Ἧττα. ἡ ἥττησις.

### η 616

Ἢ τὰν ἢ ἐπὶ τάν: ἢ ταύτην ἢ ἐπὶ ταύτῃ. ἢ ἐκείνην. γυνὴ Λάκαινα τῷ παιδὶ δοῦσα τὴν ἀσπίδα τοῦτο εἶπεν.

### η 617

Ἡταίρηκεν: ἠτάκτησεν. ἡταιρηκέναι δὲ τοῖς ἄνω μέρεσι τοῦ σώματος· οὐκ εἶναι δ’ ἄξιον τὸ ἱερὸν πῦρ φυσᾶν.

### η 618

Ἡταιρηκώς: ἐπὶ τῆς πορνείας. Ἡταιρικὼς δὲ ἐπὶ τοῦ ἑταίρου.

### η 619

Ἡττηθεὶς (ἀντὶ τοῦ ἧττον ἔχων) ἀπένθοι.

### η 620

Ἡττήθης τῆς ἀληθείας καὶ Ἡττήθης τινὸς ἀλεκτρυόνος: ἐπὶ τῶν δούλων ἢ θεραπόντων ἑπομένων τοῖς δεσπόταις. φυσικόν ἐστι τοῦτο· ἐπεὶ ἐν ταῖς συμβολαῖς τῶν ἀλεκτρυόνων οἱ ἡττηθέντες ἕπονται τοῖς νενικηκόσι. καὶ Θεόκριτος· ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.

### η 621

Ἥττημαί σου· γενικῇ.

### η 622

ᾘτημένην: ἀντὶ τοῦ κεχρημένην. καὶ γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κίχρασθαι.

### η 623

Ἡττημένος: ὁ νενικημένος.

### η 624

ᾜτησεν: ἐζήτησεν.

### η 625

Ἠτίμησεν: ἠτίμασεν, ὕβρισεν.

### η 626

Ἧττον· τῶν ἄλλων ἁπάντων ἧττόν μοι μέλει. ἀντὶ τοῦ οὐδαμῶς.

### η 627

Ἦτορ: ψυχή. Ὅμηρος· ἁπαλόν τέ σφιν ἦτορ ἀπηύρα. ὅπερ ἐκίνησε τοὺς Στωϊκούς, ὅτι συναύξεται τῷ σώματι ἡ ψυχὴ καὶ συμ‐ μειοῦται πάλιν.

### η 628

Ἤτω: ὑπαρχέτω. ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας. τρίτον πρόσωπόν ἐστι προστακτικόν, ἀπὸ τοῦ εἰμί, τὸ ὑπάρχω· ἡ μετοχὴ εἴς, ἔντος· τὸ προστακτικὸν ἔθι, ἔτω· ἐπεκτάσει ἤτω καὶ πλεονασμῷ τοῦ ς ἔστω. ἢ ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω, ἦεν, ἦες, ἦε· καὶ τὸ προστακτικὸν ἔε, ἐέτω· καὶ κράσει τῶν δύο εε εἰς η ἤτω.

### η 629

Ἡττώμενος· γενικῇ. νικώμενος.

### η 630

Ἥττων: ἐλάττων, ὑποχείριος. οὕτω δὲ ἦν Ἐπίκουρος ἡδονῆς ἥττων, ὡς διὰ τῶν ἐσχάτων ἐν ταῖς διαθήκαις αὑτοῦ ἔγραψε, τῷ μὲν πατρὶ καὶ τῇ μητρὶ ἐναγίζειν ἅπαξ τοῦ ἔτους, ἑαυτῷ δὲ δισσῶς, τῆς ἀσωτίας τὸ πλέον προτιμῶν.

### η 631

Ἠτρέμιζεν: ἐκαρτέρει, ἡσύχαζεν.

### η 632

Ἤτρια: οἱ στήμονες. τόντε πρόσεργον ἄτρακτον καὶ τὰν ἄτρια κριναμέναν κερκίδα, τὰν ἱστῶν μολπάτιδα.

### η 633

Ἠτριαῖα καὶ Ἠτραῖον.

### η 634

Ἤτριον: ἔνδυμα ὑμενῶδες. μετεωρίζον τὸ ποικίλον ἤτριον πάσας ἑλίσσει τροπάς. λέγει περὶ τοῦ δρακοντοειδοῦς σημείου τοῦ ἐν πολέμῳ. Ἠτρίον δὲ τὸ ἄτρωτον.

### η 635

Ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι: τὸ μὲν τρὶς ἓξ τὴν παντελῆ νίκην δηλοῖ, τὸ δὲ τρεῖς κύβοι τὴν ἧτταν.

### η 636

Ἦτρον: τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος.

### η 637

Ἦτρον: τὸ κάλυμμα τῆς μήτρας, ὃ καλοῦσιν ἔλυτρον. Ἀριστο‐ φάνης· τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν. ἐν χύτραις γὰρ τὰ παιδία ἐξετίθεσαν.

### η 638

Ἠϋγένειος: ὁ καλὸν γένειον ἔχων.

### η 639

Ηὔγισεν.

### η 640

Ηὔδα: ἔλεγεν, εἶπεν. ἔφη.

### η 641

Ηὐδάξαντο: ἐφήμισαν.

### η 642

Ηὔδησα: ἐφώνησα.

### η 643

Ηὐδόκησα: ἠθέλησα.

### η 644

Ηὔλησα: ὠργάνισα.

### η 645

Ηὐλήσαντο: ἐταράχθησαν, ἐστράφησαν, πεφύσηνται. Ηὐλί‐ σαντο δὲ κατέλυσαν, ἠπλίκευσαν.

### η 646

Ηὐλόγησα: ηὐξάμην. καὶ Εὐλόγησα, ὡς Ἀττικώτερον.

### η 647

Ηὐμοίρησα: ἐπέτυχον.

### η 648

Ηὐπόρησα: ἐν εὐπορίᾳ εἰμί.

### η 649

Ηὑρῆσθαι καὶ Εὑρῆσθαι: παρακείμενος.

### η 650

Ἠΰς: ὁ ἀγαθός.

### η 651

Ἤϋσεν: ἐφώνησεν.

### η 652

Ηὐτομόλησεν: ἀφ’ ἑαυτοῦ παρεγένετο.

### η 653

Ηὐτρέπισα: ἡτοίμασα.

### η 654

Ηὐχένιζε: τὸν τράχηλον ἀπέκοπτεν, ἐλαιμοτόμει. ὅπερ Ὅμηρος ἀνερύειν φησί.

### η 655

Ἡ Φάνου θύρα: τὸν Φάνον φησὶ Δήμων ὀβολοστάτην εἶναι, ἄλλως δὲ τυφλόν. ὑπανοιγομένης δὲ αὐτῷ τῆς τοῦ ταμιείου θύρας κατασκευάσαι τοιαύτην, ἣν οὐκ ἄν τις ἤνοιξε μὴ ψόφον ποιήσας. ἐνίους δὲ λέγειν, ὡς μοιχευομένης αὐτῷ τῆς γυναικός, τὴν αὔλειον θύραν εἰργάσατο ὡς μὴ ἄνευ ψόφου ἀνοίγεσθαι. τῆς δὲ κατὰ τοῦ στέγους δεχομένης τὸν μοιχόν, χλευάζοντας τοὺς γείτονας ἐπὶ τῶν μηδὲν ἀνυόντων ἐν τῷ φυλάττειν, τὴν Φάνου θύραν εἶναι λέγειν.

### η 656

Ἥφαιστε πρόμολ’ ὧδε: οὕτως ὡς ἔχεις παρελθών, μηδὲν ὑπερθέμενος.

### η 657

Ἡφαίστειος δεσμός: ἐπὶ τῶν ἀφύκτων. ὁ δὲ συγκατειλημ‐ μένος πάθεσιν, ὥσπερ Ἡφαιστείοις δεσμοῖς, ἀρρήκτοις, ἀλύτοις, ἔμενέ γε ἐν αὐτοῖς ἔμπεδον· τὰ δὲ ἦν ἐρωτομανία καὶ μέθη καὶ πλεονεξία.

### η 658

Ἡφαιστία· δύο πόλεις ἦσαν τῆς Λήμνου, Μυρρίνα τε καὶ Ἡφαιστία.

### η 659

Ἡφαιστίων, Ἀλεξανδρεύς, γραμματικός. ἔγραψεν Ἐγχειρίδιον διὰ μέτρων καὶ μετρικὰ διάφορα, Περὶ τῶν ἐν ποιήμασι ταραχῶν, Κωμικῶν ἀπορημάτων λύσεις, Τραγικῶν λύσεων καὶ ἄλλα πλεῖστα, καὶ τῶν μέτρων τοὺς ποδισμούς.

### η 660

Ἡφαιστίων, ἑταῖρος Μακεδὼν τοῦ Ἀλεξάνδρου. λόγος δὲ ἔχει Ἀλέξανδρον ἐλθεῖν ἐπὶ τὴν σκηνὴν τῶν γυναικῶν Δαρείου τοῦ Πέρσου καὶ παρελθεῖν εἴσω ξὺν Ἡφαιστίωνι μόνῳ τῶν ἑταίρων· καὶ τὴν μητέρα τὴν Δαρείου ἀγνοήσασαν ὅστις ὁ βασιλεὺς εἴη αὐτοῖν· ἐστάλθαι γὰρ ἄμφω τῷ αὐτῷ κόσμῳ· τὴν δὲ Ἡφαιστίωνι προσελθεῖν καὶ προσκυνῆσαι, ὅτι μείζων αὐτῇ ἐφάνη ἐκεῖνος. ὡς δὲ ὁ Ἡφαιστίων τε ὀπίσω ὑπεχώ‐ ρησε καί τις τῶν ἀμφ’ αὐτὴν τὸν Ἀλέξανδρον δείξας ἐκεῖνον ἔφη εἶναι Ἀλέξανδρον, τὴν μὲν καταιδεσθεῖσαν τῇ διαμαρτίᾳ ἀποχωρεῖν, Ἀλέξανδρον δὲ οὐ φάναι αὐτὴν ἁμαρτεῖν· καὶ γὰρ ἐκεῖνον εἶναι Ἀλέξανδρον. καὶ ταῦτα ἐγὼ οὔτε ὡς ἀληθῆ οὔτε ὡς πάντῃ ἄπιστα ἀνέγραψα· ἀλλὰ εἴτε οὕτως ἐπράχθη, ἐπαινῶ Ἀλέξανδρον ὅτι ὡς καὶ ταῦτα ἂν πράξας καὶ εἰπών, ἐπὶ τῷδε ἐπαινῶ Ἀλέξανδρον. οὕτως φησὶν Ἀρριανός. ὅτι τῆς τε ἐς τὰς γυναῖκας κατοικτίσεως καὶ τῆς ἐς τὸν ἑταῖρον πίστεως καὶ τιμῆς. εἴτε πιθανὸς δοκεῖ τοῖς συγγράψασιν Ἀλέξανδρον.

### η 661

Ἥφαιστος: ὁ θεὸς καὶ τὸ πῦρ. ὅτι Ἑρμοῦ βασιλεύσαντος εἰς Αἴγυπτον καὶ θανόντος, Ἥφαιστος παραλαμβάνει τὴν βασιλείαν, ἡμέρας ͵αχπʹ· ὡς γίνεσθαι ἔτη δʹ, μῆνας ζʹ, ἡμέρας ηʹ. οὐκ ᾔδεισαν γὰρ τότε Αἰγύπτιοι ἐνιαυτοὺς μετρῆσαι, ἀλλὰ τὴν περίοδον τῆς ἡμέρας ἐνιαυτὸν ἔλεγον. ἦν δὲ μυστικὸς καὶ πολεμικός· διὸ καὶ θεὸν αὐτὸν ἐκάλουν· ὅστις πολεμῶν ἐπλήγη τὸν πόδα καὶ γέγονε χωλός. ἔθηκε δὲ καὶ νόμον τοῖς Αἰγυπτίοις σωφροσύνης· οὐκ ᾔδεισαν γὰρ μονανδρεῖν αἱ τούτων γυναῖκες. ὑπὸ δὲ μυστικῆς εὐχῆς τὴν ὀξυλάβην ἀπὸ τοῦ ἀέρος ἐδέξατο, δι’ ἧς κατεσκεύασεν ἀπὸ σιδήρου ὅπλα πολεμικὰ καὶ γεωργικὰ ἐργαλεῖα· πρὸ γὰρ αὐτοῦ μετὰ ῥοπάλων καὶ λίθων ἐπολέμουν.

### η 662

Ἠφειδήκεισαν. καὶ Ἠφειδηκότες, καταπαύσαντες, μὴ φεισάμενοι.

### η 663

Ἠφείθη: ἐάθη, συνεχωρήθη.

### η 664

Ἠφηνιακόσιν.

### η 665

Ἠφίεισαν: ἔπεμψαν.

### η 666

Ἠφλυσμός: ἀφρός.

### η 667

Ἠφωρίσθαι: διακεχωρίσθαι.

### η 668

Ἠφώρισεν: ἐχώρισεν.

### η 669

Ἠφρόνησε: κακῶς ἐφρόνησεν.

### η 670

Ἡ φῦσα· καὶ ὁ φύς, ὁ γεννήσας.

### η 671

Ἤφυσεν: ἤντλησεν.

### η 672

Ἡ χάραξ τὴν ἄμπελον: ἐπὶ τῶν ὑπὸ χεῖρα.

### η 673

Ἦχεν: ἐγεγαμήκει.

### η 674

Ἦχεν ἐπὶ τὸν οἶκον: ἀντὶ τοῦ ἐκόμισεν.

### η 675

Ἠχέτης: ὁ ἄρρην τέττιξ. ἀλλά σε γηρύοντα κατήναρεν, ἠχέτα τέττιξ, παιδὸς ἀπ’ ἠϊθέου χειρί με πεπταμένα.

### η 676

Ἠχήεις: ὁ ἦχον ἀποτελῶν.

### η 677

Ἠχήν: ἦχον ἢ φήμην.

### η 678

Ἠχήσας: βοήσας.

### η 679

Ἠχητικόν: θορυβητικόν.

### η 680

ᾟχι: ὅπου.

### η 681

Ἤχθαιρεν: ἐμίσει.

### η 682

Ἤχθοντο: ἠγανάκτουν. ἤχθοντο τὸ στρατιωτικὸν ἐκατηγόρουν τε αὐτόν.

### η 683

Ἤχλυσε: συνεσκότασεν.

### η 684

Ἦχος: κραυγή.

### η 685

Ἠχώ· ὅτι γίνεται ἡ ἠχὼ κατὰ ἀντανάκλασιν τὴν ἀπὸ τῶν ἀντιτύπων καὶ λείων σωμάτων, μάλιστα δὲ κοίλων, τοῦ πληγέντος ὑπὸ τῆς φωνῆς ἀέρος. ὁ γὰρ διαλεγόμενος ὠθεῖ μὲν σχεδὸν πάντα τὸν πέριξ ἀέρα, μάλιστα δὲ τὸν ἔμπροσθεν· διὸ μᾶλλον ἀκούομεν πρὸς ἡμᾶς ὁρῶντος τοῦ διαλεγομένου ἢ ἀπεστραμμένου. οὗτος δὴ ὁ ἔμπρο‐ σθεν ἀὴρ ὠθούμενος, ὅταν ἐνεχθῇ ἐπί τι ἀντίτυπον ἔχον κοιλότητα, οἷά ἐστι τὰ ἄντρα, συνεχὴς ὢν καὶ ἀδιασκέδαστος μείνας διὰ τὸ περιέχεσθαι ὑπὸ τοῦ κοιλώματος, προσπεσὼν αὐτῷ ἀντιτύπῳ ὄντι σώματι ὠθεῖται εἰς τὸ ἔμπαλιν, ὥσπερ ἡ ῥιπτομένη κατὰ τοῦ τείχου σφαῖρα, καὶ οὕτω χωρεῖ ἐπὶ τὸν πλήξαντα, ἐνεργοῦντος δηλονότι τοῦ ἀέρος δι’ ἀμφότερα κατὰ τὴν διηχῆ αὐτοῦ δύναμιν. οὐ μόνον γὰρ διὰ τὸ μὴ συγχωρεῖσθαι ὑπὸ τοῦ κοίλου τόπου διασκεδασθῆναι, οἷος ἠνέχθη ὑπὸ τῆς ἀντιτυπίας τοῦ σκληροῦ σώματος εἰς τοὐναντίον ἀπωθεῖται, ἀλλ’ ὅτι καὶ τῷ κοίλῳ τούτῳ, ᾧ προσπίπτει, οὐ κενῷ ὄντι προσπίπτει, ἀλλ’ ἀέρος πλήρει, ὥσπερ ἀὴρ συνεχής ἐστι καὶ ἡνωμένος διὰ τὸ περιέχον. τοῦτον οὖν ὑπὸ τοῦ φωνήσαντος πληγεὶς ὁ ἀὴρ καὶ ψόφων διελὼν τῇ φορᾷ καὶ κωλυθεὶς ὑπ’ αὐτοῦ, συνεχοῦς ὄντος καὶ ἡνωμένου, διασκεδασθῆναι προσπταίει τῷ σκληρῷ σώματι, καὶ μὴ δυνάμενος πρόσω χωρῆσαι ἀντανακλᾶται εἰς τοὐπίσω μετὰ τῆς οἰκείας ἐνεργείας, λέγω δὴ τοῦ ψόφου, καὶ οὕτω συμβαίνει παλινδρομεῖν τὸν ψόφον. Ἀλέξανδρος δὲ ἑτέρως φησίν.

### η 686

Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια: ἀντὶ τοῦ εἰωθυῖα γελᾶν, γελάστρια.

### η 687

Ἠχώ· καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν ὥσπερ ἀπὸ σκήπτρου θεμιστευ‐ όμενα.

### η 688

Ἠχρειώθησαν: ἀχρεῖοι ἐγένοντο. καὶ ἄχρηστοι.

### η 689

Ἢ χρὴ τραγῳδεῖν ἢ μελαγχολᾶν: ἐπὶ τοῦ μήτε λυπεῖσθαι μήτε χαίρειν.

### η 690

Ἥψατο: ἐκράτησεν.

### η 691

Ἡ ψελλὴ οὐ πιττεύω: ἐπὶ τῶν τὰ οἰκεῖα ἐλαττώματα πειρω‐ μένων ἀποκρύπτειν.

### η 692

Ἧψεν: ἀνῆψεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: wus-ag`.
