---
title: "Lexicon, Letter Ε"
title_greek: "Σοῦδα, Στοιχεῖον Ε"
author: Suda
eul_wid: wus-ae
eul_aid: wus
canonical: "https://eulogikon.org/works/suda-epsilon-wus-ae"
period: Byzantine
domain: Grammar
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Letter Ε

*Σοῦδα, Στοιχεῖον Ε*

**Author:** Suda

**eul_wid:** `wus-ae` · [HTML page](https://eulogikon.org/works/suda-epsilon-wus-ae)

## Text

### ε 1

Ἔα: συγχώρει.

### ε 2

Ἐάγη: ἐθραύσθη, ἐκλάσθη.

### ε 3

Ἔα δή: ἄγε δή.

### ε 4

Ἐαδότα: ἀρέσκοντα. ἥδω ἥσω ἧδα, διαλύσει ἔαδα, ἐαδὼς ἐαδότος ἐαδότα.

### ε 5

Ἐακότες: παρῃτημένοι, ἀποπεπαυκότες.

### ε 6

Ἑάλω: ἥλω, ἐκρατήθη. καὶ Ἑάλωκεν, ἐλήφθη. καὶ Ἑα‐ λωκὼς καὶ Ἑαλωκότων καὶ Ἑάλωσαν.

### ε 7

Ἐάν· ὁλοκλήρως οἱ περὶ Θουκυδίδην τότε λέγουσιν ὅτε προτέτακται ὁ η, ὅταν δὲ μὴ οὕτως ἔχῃ τάξεως, συνῃρημένως λέγει. ἐν δευτέρᾳ· ἢ ἐὰν οἱ πολέμιοι νηΐτῃ στρατῷ ἐπιπλέωσιν. ἢ ἐὰν βιασθῇ ὑπάρχει τοῖς ἀποστήσασι πολεμίοις.

### ε 8

Ἑανόν: τὸ λεπτόν.

### ε 9

Ἑανῷ λιτί: οὕτω κέκληκε τὸν λεπτόν. καὶ αὖθις· ἁ μεγάλα δ’ Αἴγυπτος ἑανῷ δάψατο χαίτην.

### ε 10

Ἔαρ: εὐκρασία τοῦ ἀέρος· ὥρα τοῦ ἔτους κατὰ τὴν πρὸς ἡμᾶς τοῦ ἡλίου πορείαν. κλίνεται δὲ ἔαρος καὶ κράσει ἦρος· καὶ ἡ δοτικὴ ἔαρι καὶ κράσει ἦρι. ἔαρ λέγεται καὶ τὸ αἷμα διὰ τὸ ἐν τῷ ἔαρι πλεονάζειν. ἧχι κονίστραι ἄξεινοι λύθρῳ τε καὶ εἴαρι πεπλή‐ θασι. πλεονασμῷ τοῦ ι.

### ε 11

Ἔαρος χρῄζει: ἐπειδὴ παλαιὸν χιτῶνα ἔχει. καὶ Ἀριστοφάνης· δεῖσθαι δ’ ἔοικεν οὐκ ὀλίγων χελιδόνων. μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ.

### ε 12

Ἐαρινὴ καὶ Ἐαρινῆσι: τοῦ ἔαρος.

### ε 13

Ἐαρινός: ὁ κατὰ τὸν καιρὸν τοῦ ἔαρος.

### ε 14

Ἕαται· ἑῶ ἕημι ἕεμαι ἧμαι, κάθημαι, ἧνται, ἕαται Ἰωνικῶς καὶ πλεονασμῷ εἵαται, ὡς μέμνηται μεμνέαται.

### ε 15

Ἑαυτῷ: ἐπὶ γʹ προσώπου. οἱ Ἀττικοὶ δὲ καὶ ἐπὶ βʹ προσώπου κέχρηνται.

### ε 16

Ἑαυτούς: ἀντὶ τοῦ ἀλλήλους οἱ Ἀττικοὶ λέγουσιν.

### ε 17

Ἑάφθη: ἐπηκολούθησεν. ἕπω, ἕψω, ἧφα, ἧμμαι, ἥφθην καὶ διαλύσει ἑάφθην, τὸ γʹ ἑάφθη.

### ε 18

Ἔβα με: κατέλαβέ με. Ἀριστοφάνης Νεφέλαις· τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;

### ε 19

Ἐβαρύνετο· κυριώτερον· οὐ δεῖ γὰρ λέγειν ἐβαροῦντο ἢ βαροῦμαι ἢ βαρούμενος οὐδὲ ἄλλην τινὰ κλίσιν ποιεῖσθαι τοῦ βα‐ ροῦμαι ῥήματος· ἀλλὰ βαρύνομαι καὶ βαρυνόμενος. καὶ αὖθις· ὁρῶν δὲ τοῦτο βαρυνομένην τὴν σύγκλητον.

### ε 20

Ἐβαρυώπησαν: βαρεῖς ἔσχον τοὺς ὀφθαλμούς.

### ε 21

Ἔβασον: ἔασον.

### ε 22

Ἐβάστασεν: ἀντὶ τοῦ ἐδοκίμασεν. πάσας δ’ ἰδέας ἐξήτασε πάντα δ’ ἐβάστασε φρενί, πυκνῶς τε ποικίλως λόγους ἀνεῦρεν.

### ε 23

Ἐβδελύχθησαν: ἀπερρίφησαν.

### ε 24

Ἑβδομάτη: ἑβδόμη.

### ε 25

Ἑβδομαῖος: ἕβδομος. ὅτι ἐπὶ ἓξ σελήναις βοῦν ἕβδομον ἔπεττον, κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρωτοφαοῦς σελήνης. ἕβδομον οὖν βοῦν, ἐπὶ τῶν ἀναισθήτων. τὸν ἕβδομον βοῦν ἡ σοφὴ παροιμία.

### ε 26

Ἑβδομευόμενα: τοῖς ἀποτεχθεῖσι παιδίοις τὰς ἑβδομάδας καὶ τὰς δεκάτας ἦγον καὶ τά γε ὀνόματα ἐτίθεντο αὐτοῖς, οἱ μὲν τῇ ἑβδόμῃ, οἱ δὲ τῇ δεκάτῃ.

### ε 27

Ἔβελος: τὸ ξύλον. καὶ Ἔβενος ὁμοίως.

### ε 28

Ἐβιάζοντο: καὶ ἐπὶ τῶν πασχόντων Θουκυδίδης.

### ε 29

Ἐβληχῶντο: ἐπὶ τῶν προβάτων.

### ε 30

Ἐβόησεν: ἐφώνησεν.

### ε 31

Ἐβόμβησεν: ἤχησεν.

### ε 32

Ἐβίσκος: κατὰ ἰατροὺς ἡ μαλάχη, ἡ καὶ ἀλθαία λεγομένη.

### ε 33

Ἐβούλετο· ἀλλ’ οὐκ ἠβούλετο· Ἀττικώτερον γὰρ τὸ ἐβούλετο.

### ε 34

Ἐβόων: ἔκραζον. καὶ Ἔβωσεν, ἔκραξεν.

### ε 35

Ἐβουλιμίασαν: λίαν ἐπείνησαν. καὶ ζήτει ἐν τῷ βουλιμιᾷ.

### ε 36

Ἐβραγχίασεν: κεκοπίακεν.

### ε 37

Ἔβρασεν: ἐκ τῆς θαλάσσης εἰς τὴν γῆν ἔρριψε. μυριόπουν σκολόπενδραν ὑπ’ Ὠρίωνι κυκηθεὶς πόντος Ἰαπύγων ἔβρας’ ἐπὶ σκοπέλους.

### ε 38

Ἑβραῖοι: ἀπὸ Ἕβερ υἱοῦ Σάλα, ὃς ἐμέρισε τοῖς ἔθνεσι τὴν γῆν τοὺς προσοίκους ὀνομάσας Ἑβραίους. οὗτος οὐ συνεπόνησε τοῖς πυργοποιοῖς, καὶ διέμεινεν ἡ διάλεκτος αὐτοῦ ἀμετάβλητος.

### ε 39

Ἐβρόμησεν: ἤχησεν.

### ε 40

Ἐβρόντησεν: ἤχησεν.

### ε 41

Ἕβρος, ποταμὸς Θρᾴκης, τὰ ῥεύματα ἔχων ἐκ Ῥοδόπης τοῦ Θρᾳκικοῦ ὄρους.

### ε 42

Ἐβρυάζοντο: εὐφραίνοντο.

### ε 43

Ἐβύνουν: ἐπλήρουν, ἔφραττον. Ἀριστοφάνης· χρυσίῳ τούτων ἐβύνουν τὸ στόμα. τουτέστι τῶν ῥητόρων.

### ε 44

Ἐγανώθην: ἐχάρην, εὐφράνθην. ἀπὸ τοῦ γάνυμαι. Ὅμηρος· γάνυται δέ τε φρένα ποιμήν. ἀπὸ μεταφορᾶς τῶν λαμπρυνομένων χαλκωμάτων.

### ε 45

Ἐγγαστρίμυθος: ἐγγαστρίμαντις· ὃ νῦν τινες Πύθωνα, Σοφο‐ κλῆς δὲ στερνόμαντιν, Πλάτων ὁ φιλόσοφος Εὐρυκλέα ἀπὸ Εὐρυκλέ‐ ους τοιούτου μάντεως. Ἀριστοφάνης Σφηξί· μιμησάμενος τὴν Εὐρυκλέ‐ ους μαντείαν καὶ διάνοιαν. Φιλόχορος δ’ ἐν γʹ περὶ μαντικῆς καὶ γυναῖκας ἐγγαστριμύθους. αὗται τὰς τῶν τεθνηκότων ψυχὰς ἐξεκα‐ λοῦντο. μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαούλ, ἥτις ἐξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου.

### ε 46

Ἐγεγήθει: ἔχαιρεν.

### ε 47

Ἐγγελῴη: γελάσοι.

### ε 48

Ἐγένετο: ἐγεγόνει. Ἐγεγώνει δὲ διὰ τοῦ ω μεγάλου, ἀντὶ τοῦ ἐβόησεν.

### ε 49

Ἐγένετο καὶ Μάνδρωνι συκίνη ναῦς: λέγεται ἐπὶ τῶν παρ’ ἐλπίδα καὶ παρ’ ἀξίαν εὐτυχησάντων, εἶτα θρυπτομένων ἐπὶ τοῖς παροῦσιν. ὁ γὰρ Μάνδρων παρ’ Ἀθηναίοις ναύαρχος ᾑρέθη, ἀνάξιος ὢν τῆς ἀρχῆς. ἡ δὲ συκίνη ναῦς τὸ εὐτελὲς δηλοῖ.

### ε 50

Ἐγενήθη: ἐπὶ τῆς ποιήσεως δι’ ἑνὸςν, ἐπὶ δὲ τῆς κυήσεως διὰ δύο. καὶ Δαβίδ· ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος. τουτέστιν οἷόν τινα τροφὴν ποιοῦμαι τὰ δάκρυα.

### ε 51

Ἔγγεον: τὸ ἀσφαλές.

### ε 52

Ἔγεστα: πολεμικὸν μηχάνημα, ἐκ λίθων καὶ ξύλων καὶ χοῦ ἐγειρόμενον. τοῦτο δὲ οἱ ἐργαζόμενοι προκάλυμμα τιθέασιν ἐξ αἰγείων τριχῶν, τῶν λεγομένων Κιλικίων, ἃ δὴ πάχους τε καὶ μήκους διαρκῶς ἔχοντα, ἀναρτήσαντες ἐκ ξύλων μακρῶν ἐπίπροσθεν ἐτίθεντο. ἐν‐ ταῦθα γὰρ οὔτε πυρφόροι ὀϊστοὶ οὔτε ἄλλα βέλη ἐξικνεῖσθαι εἶχον, ἀλλ’ αὐτοῦ ἐπὶ τῶν προκαλυμμάτων ἔμενον. οἱ δὲ διὰ τοῦ α ἄγεστά φασι τὸ τοιοῦτον μηχάνημα.

### ε 53

Ἐγεύσαντο· καί πού τινες ἀλλήλων ἐγεύσαντο. ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης καὶ Θουκυδίδης.

### ε 54

Ἐγγείνωνται: γεννήσωσιν. Ὅμηρος· εὐλὰς ἐγγείνωνται, ἀεικίσ‐ σωσι δὲ νεκρόν.

### ε 55

Ἔγγειον: χέρσον, ξηράν. Πισίδης· ταύτην, κράτιστε, τὴν ἀπε‐ ξενωμένην ὁδὸν περάσας, ὥσπερ ἔγγειον δρόμον. Ἔγγειον· ὁ δὲ κατεκληρούχει τὴν χώραν διδοὺς ἑκάστῳ ταλάντιον κλῆρον, οὕτως ὑπολαμβάνων στῆναι τὰ κατὰ τὴν πόλιν, προσδεθέντων τῶν ἀνθρώ‐ πων ταῖς ἐγγείοις κτήσεσι. τινὲς ἐπὶ τοῦ ἐγγυτέρω. οὐχ οὕτω δὲ οἱ ῥήτορες ἔτασσον, ἀλλ’ ὅταν τὸ ἐν γῇ θέλωσι δηλῶσαι· ὡς Δη‐ μοσθένης ἐν τῷ πρὸς Ἀπατούριον· οὐκ ὄντος ἐμοὶ πρὸς τοῦτον οὔτε ναυτικοῦ οὔτε ἐγγείου συμβολαίου. καὶ Λυσίας· τοῦ νόμου κελεύοντος τοὺς ἐπιτρόπους τοῖς ὀρφανοῖς ἔγγειον τὴν οὐσίαν καθιστάναι, οὗτος δὲ ναυτικοὺς ἡμᾶς ἀποφαίνει. Ἔγγιον δὲ διὰ τοῦ ι, τὸ ἐγγύτερον.

### ε 56

Ἔγγειον κτῆσιν: τὴν ἐπὶ γῆς.

### ε 57

Ἔγειραι: ἔγειραι σὺ αὐτός· διὰ διφθόγγου, ἀντὶ τοῦ ἐγέρθητι· ἔγειρε δὲ τὸν λίθον, διὰ τοῦ ε ψιλοῦ· ἐνέργειαν γάρ τινα σημαίνει.

### ε 58

Ἐγείρεται τῆς νυκτός: οὕτως οἱ Ἀττικοί.

### ε 59

Ἐγείρω· αἰτιατικῇ.

### ε 60

Ἐγήγαρτος: ὁ ἐπιχαρής.

### ε 61

Ἐγηγερμένος: διανιστάμενος.

### ε 62

Ἐγγίζω σοι· δοτικῇ.

### ε 63

Ἔγγιον: ἐγγύτερον. διὰ τοῦ ι.

### ε 64

Ἔγγιστα.

### ε 65

Ἐγκάθετος: δόλιος, κατάσκοπος. καὶ Ἐγκάθηνται, ἀντὶ τοῦ ἐγκεκρυμμένοι εἰσίν· οἱ γὰρ κρυπτόμενοι ὑποκάθηνται. μὴ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι. καὶ Ἐγκάθηται, ἐνεδρεύει.

### ε 66

Ἐγκαθειργνύντες: ἀποκλείοντες.

### ε 67

Ἐγκάθηται: ἐνεδρεύει. Δαβίδ· ἐγκάθηται ἐνέδρα μετὰ πλου‐ σίων. ἢ ἐν ἕδρᾳ.

### ε 68

Ἐγκαθιέμενοι: ἀφιέντες.

### ε 69

Ἐγκαθίζουσιν: ἐνεδρεύουσιν. οἱ δὲ ἐγκαθίζουσι λόχους ἐν τοῖς ἐπικαίροις τῶν χωρίων τόποις.

### ε 70

Ἐγκαλινδεῖσθαι σωματικοῖς παθήμασι.

### ε 71

Ἐγκαλῶ· δοτικῇ. ἐγκαλῶ σοι ῥᾳθυμίαν. Ἐγκαλοῦμαι δὲ αἰτιατικῇ. ἡμεῖς τὰς αἰσχίστας σχεδὸν ὡς πράξεις ἐγκαλούμεθα.

### ε 72

Ἐγκαλλωπισαμένου: ἐναβρυνομένου. εἴτε τοῦ βασιλέως τῷ ψεύσματι ἐγκαλλωπισαμένου.

### ε 73

Ἐγκάναξον: ἔνσεισον, προσένεγκε, ἔγχεον. πεποίηται δὲ ἡ λέξις. Ἀριστοφάνης· ἴθι νῦν ἄκρατον ἐγκάναξόν μοι πολύν. ἕλκυσον, ἐκρό‐ φησον, ἔκπιε.

### ε 74

Ἔγκαρπον: ἔγκυον. ὁ δὲ Φίλιππος Ἀρσενόῃ ὁμιλήσας, εἶτα ἐξ ἑαυτοῦ κατέλιπεν ἔγκαρπον, καὶ ὅγε τὴν Ὀλυμπιάδα ἄγεται.

### ε 75

Ἐγκάρσιον: πλάγιον.

### ε 76

Ἔγκασιν: ἐγκάτοις. ἐντέροις.

### ε 77

Ἐγκατελέγησαν λίθοι: ἀντὶ τοῦ ἐγκατῳκοδομήθησαν. καὶ Ὅμηρος· αἱμασιάς τε λέγων.

### ε 78

Ἐγκατῳκοδόμησεν· ὁ δὲ πατὴρ μηνίσας τὸν παῖδα ἐπὶ τῇ ἑαυτοῦ παλλακῇ ἐπήρωσεν αὐτὸν καὶ ἐγκατῳκοδόμησεν. ἱστορεῖ Ἱερώνυμος ἐν τῷ περὶ τραγῳδιοποιῶν.

### ε 79

Ἐγκαταζεύξας: συνθείς, συναρμόσας. νέας βουλὰς νέοις ἐγ‐ καταζεύξας τρόποις. Σοφοκλῆς.

### ε 80

Ἐγκατέσκηψαν: ἐφώρμησαν, ἐπέδραμον, ἐπεδράξαντο. Αἰγυπτίων κακά, τὰ ἐν τῇ Ἀλεξανδρείᾳ πόλει, ἐγκατέσκηψε καὶ τῇ Ῥώμῃ. Οὐάρων φησίν.

### ε 81

Ἐγκατειλεγμένος: τεταγμένος.

### ε 82

Ἐγκατειλημμένην: ληφθεῖσαν.

### ε 83

Ἐγκαυχῶμαι· δοτικῇ.

### ε 84

Ἐγκαίνια: ἑορτὴ καθ’ ἣν ἐκαινουργήθη τι.

### ε 85

Ἐγκαινίδες: μέρος τι τοῦ πλοίου. ξύλα ἰθυτενῆ καθά που ζυγὰ καὶ ἐγκαινίδας ὕπερθε κατὰ τὸ ἐγκάρσιον ἐνθέντες οὐ διὰ παν‐ τός, ἀλλὰ μόνον ἀμφὶ τὰ ἄκρα καὶ τὸ μεσαίτατον δεσμοῖς περι‐ σφίγξαντες.

### ε 86

Ἐγκεκορδυλημένος: ἐντετυλιγμένος, ἐγκεκαλυμμένος καὶ συν‐ εστραμμένος ὥστε μηδ’ ἀνθρώπου σχῆμα δηλοῦν, ἀλλ’ ἐξοχὴν φαίνεσθαι τῶν στρωμάτων. κορδύλη γὰρ ἰδίως λέγεται τὸ ἐν τῇ κεφαλῇ ἐξέχον οἴδημα, ὑπὸ πληγῆς εἰς ὕψος καὶ ὄγκον ἀρθέν, ὃ καλοῦμεν κόνδυλον. Κρέων δὲ ἐν τῷ αʹ τῶν ῥητορικῶν κορδύλην φησὶ καλεῖσθαι παρὰ Κυπρίοις τὸ πρὸς κεφαλῆς προσείλημα, ὃ δὴ παρ’ Ἀθηναίοις καλεῖται κρώβυλον, παρὰ δὲ Πέρσαις νιδάριον. ὅτι δὲ νῦν παρὰ Ἀριστοφάνει ἐγκεκορδυλημένος, ἀντὶ τοῦ ἐνειλημένος καὶ ἐγκρύψας ἑαυτόν, δῆλον ἐκ τῶν ἐπιφερομένων· ἀλλ’, εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι. ψῦχος γὰρ ἦν, ὡς εἰκός, καὶ περιεκαλύπτοντο. ὅθεν καὶ εʹ περιβόλαια περι‐ βεβλῆσθαι τὸν υἱὸν εἶπεν.

### ε 87

Ἐγκεκοισυρωμένην: ἀντὶ τοῦ περιττῶς κεκοσμημένην, τὰ Κοισύρας φρονοῦσαν. ἔστι δὲ Ἐρετριακὸν τὸ ὄνομα. οὗτοι δὲ εἰς τρυφὴν διαβάλλονται. αὕτη δὲ ἐγαμήθη Πεισιστράτῳ ἐπιχειρήσαντι τυραννεῖν. λέγει δὲ τὴν περιεργίαν τῆς κομμωτικῆς· πολλοῖς γάρ, οἷα εἰκός, ἐκέχρητο καλλωπίσμασιν, τουτέστι νίμμασι, καὶ τοῖς τῆς κεφαλῆς πλέγμασι καὶ τοῖς ἄλλοις, οἷς κοσμεῖσθαι γυναῖκας ἔθος. Ἐγκεκοισυρωμένη οὖν οἷον τρυφῶσα· ἀπὸ Κοισύρας γυναικὸς πλουσίας, Ἀλκμαίωνος γαμετῆς.

### ε 88

Ἐγκεκύκλησαι: ἀνέστρεψαι. Ἀριστοφάνης· οὐκ οἶδ’ ὅπη ἐγ‐ κεκύκλησαι.

### ε 89

Ἐγκελεύομαι· δοτικῇ.

### ε 90

Ἐγκέλευστοι: μετὰ προστάξεως. Ξενοφῶν· προσῆγον τῷ Κυαξάρει δῶρα οἱ μὲν καθ’ ἑαυτοὺς, οἱ δὲ ὑπὸ Κύρου ἐγκέλευστοι.

### ε 91

Ἐγκεντρωθείς: ἀσφαλισθείς.

### ε 92

Ἐγκεράσαι: ἐγχεῖν.

### ε 93

Ἐγκέχοδα: ἀπεπάτησα διὰ φόβον τινά, ἔχεσον. Ἀριστοφάνης Βατράχοις. κάλει θεὸν εἰς βοήθειαν.

### ε 94

Ἐγκεχρέα.

### ε 95

Ἐγκεχείρικα πάντα Τιμολέοντι.

### ε 96

Ἔγκειται: ἐπίκειται, λίαν ἐπιθυμητικῶς ἔχει. Λαχάρης δέ, ὁπηνίκα ἀπέδρα, ἁλώσεσθαι μέλλων, τῶν δαρεικῶν κατ’ ὀλίγους τοῖς ἐγκειμένοις μεθείς, τελεώτατα τῷ δελεάματι ἐξέφυγε τὸ δυσμενές.

### ε 97

Ἐγκιλικίζεται: κακοηθεύεται, κακοποιεῖ. διεβέβληντο γὰρ ἐπὶ πονηρίᾳ οἱ Κίλικες. ἐντεῦθεν λέγεται καὶ Κιλίκιος ὄλεθρος. ἐγ‐ κιλικίζειν γὰρ τὸ κακοηθίζεσθαι.

### ε 98

Ἐγκισσήσωσι: συλλάβωσιν, ἐπιθυμήσουσιν.

### ε 99

Ἔγκλητον· ἔγκλητον λέγοντες δικαστήριον καὶ δίκην ἔγκλητον, ἐγκαλέσασθαι οὐ λέγουσιν.

### ε 100

Ἐγκλημάτισιν.

### ε 101

Ἐγκλῖναι· αἰτιατικῇ.

### ε 102

Ἔγκλισις· Ἀναξαγόρας φησὶν ὥστε κατὰ κορυφὴν τῆς γῆς τὸν ἀεὶ φαινόμενον εἶναι πόλον, ὕστερον δὲ τὴν ἔγκλισιν λαβεῖν. τουτέστι παρατροπήν.

### ε 103

Ἐγκολεήσατο: καθῆκεν εἰς τὸν κολεὸν τὸ ξίφος.

### ε 104

Ἐγκολπίζονται· οἱ δὲ βάρβαροι τὸ πόλισμα ἐγκολπίζονται, προσχωρήσειν Ῥωμαίοις ὑποκρινάμενοι, οἱ υʹ τὸν ἀριθμόν.

### ε 105

Ἔγκομμα: τὸ πρόσκομμα.

### ε 106

Ἐγκομβώσασθαι· Ἀπολλόδωρος Καρυστίοις Ἀπολιποῦσι· τὴν ἐπωμίδα πτύξασα διπλῆν ἄνωθεν ἐνεκομβωσάμην. Ἐπίχαρμος· εἴγε μὲν ὅτι κεκόμβωται καλῶς. Ἀμύκῳ.

### ε 107

Ἐγκονέουσα: διεγείρουσα, ἐποτρύνουσα. δεινὸν μαιμώσαις ἐγκονέουσα κυσίν.

### ε 108

Ἐγκόνει: ἀντὶ τοῦ σπεῦδε· μέλλοντας γὰρ ἐσθίειν ἐπέχεις δειπνεῖν. κατακωλύεις πάλαι. καὶ Ἐγκονεῖν, ἐνεργεῖν.

### ε 109

Ἐγκονεῖτε: ἐνεργεῖτε, ταχύνατε. ἢ ἐπεὶ οἱ τρέχοντες κόνεως πληροῦνται ἢ ἀπὸ τῶν ἀθλητῶν· ἐν κόνει γὰρ ἐκείνων τὸ ἔργον· ἢ ὅτι πρὸ τοῦ τῆς κόνεως ἅψασθαι νικῶσιν. Ἀριστοφάνης Πλούτῳ· ἴτ’, ἐγκονεῖτε, σπεύδεθ’, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν, ἀλλ’ ἔστ’ ἐπ’ αὐτῆς τῆς ἀκμῆς.

### ε 110

Ἐγκονητί.

### ε 111

Ἐγκονίδες: αἱ ὑπηρέτιδες.

### ε 112

Ἐγκοπεύς: ἐργαλεῖον λιθοξόον.

### ε 113

Ἐγκοπή: ἔνεδρον, ἐμπόδιον. χωρὶς ἐγκοπῶν καὶ κλημακτή‐ ρων οὐκ ἦν ἐπιβῆναι τῆς πέτρας.

### ε 114

Ἐγκορδυλῶ· δοτικῇ.

### ε 115

Ἐγκοτῶ σοι· ἐνεκότει Ἠσαῦ Ἰακὼβ τῷ ἀδελφῷ αὐτοῦ.

### ε 116

Ἐγκώμιον: ἔνδημον. κώμη γὰρ τὰ τοῦ δήμου συστήματα. καὶ Ἐγκωμιάζω σε· αἰτιατικῇ.

### ε 117

Ἐγκώμιον ἐπαίνου διαφέρει· ἔπαινος μὲν γάρ ἐστι λόγος ἐπαινετικὸς μίαν πρᾶξιν ἐπαινῶν, ἐγκώμιον δὲ λόγος ἐγκωμιαστικὸς πολλὰς ἐν ἑαυτῷ πράξεις περιλαμβάνων. καὶ ἐπιστολὴ ἡ μίαν πρᾶξιν ἐπαινοῦσά τινος ἐπαινετικὴ καλεῖται, ἡ δὲ πολλὰς ἐγκωμιαστική.

### ε 118

Ἔγκοτον: ἐχθρόν, ἐνδιάθετον. καὶ Ἐγκότως, ὀργίλως. τίς φθόνος αἰὲν Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει; Ἔγκοτος οὖν ἡ ἐπίμονος ὀργή.

### ε 119

Ἐγκώπαια: τὰ περιδέρραια.

### ε 120

Ἐγκραγγάνειν: ἐμβοᾶν.

### ε 121

Ἐγκραγών: λόγοις κατεξαναστάς, διαλοιδορησάμενος. δοτικῇ συντάσσεται.

### ε 122

Ἐγκρατέστερος. Θουκυδίδης· τήν τε ἀρχὴν ἐγκρατεστέραν ἐποίησαν καὶ κατεστήσαντο, καὶ αὐτοὶ ἐπὶ μέγα δυνάμεως ἐχώρησαν.

### ε 123

Ἐγκράτεια: διάθεσις ἀνυπέρβατος τῶν κατ’ ὀρθὸν λόγον ἢ ἕξις ἀήττητος ἡδονῶν. ὅτι ἔστι δεικνύναι μεταλαβόντας, ὡς ποτὲ μὲν ὁ σπουδαῖος οὐ σώφρων, μεταλαβόντα τὸν σώφρονα εἰς τὸν ἐγκρατῆ· εἰ γὰρ τοῦ μὲν ἐγκρατοῦς οὐ συμφωνεῖ τὰ μέρη τῆς ψυχῆς πρὸς ἄλληλα, τοῦ δὲ σπουδαίου συμφωνεῖ, οὐκ ἂν εἴη ὁ σπουδαῖος ἐγκρατής· ὥστε οὐδὲ σώφρων, εἰ ταὐτὸν ἡ σωφροσύνη τῇ ἐγκρατείᾳ. πάλιν δ’ αὖ δύναταί τις δεικνύναι τὸν σπουδαῖον ἐγκρατῆ μεταλαβὼν τὴν ἐγκράτειαν εἰς τὴν σωφροσύνην, εἴ γε ὁ μὲν σπουδαῖος ἐν ὁμο‐ λογίᾳ τῶν τῆς ψυχῆς δυνάμεων 〈πρὸσ〉 ἀλλήλας εἴη, ἡ δὲ τῶν τῆς ψυχῆς δυνάμεων πρὸς ἄλληλα σωφροσύνη. οὕτω καὶ ὁ Δημοσθένης κατασκευάσαι βουληθείς, ὅτι μὴ δεῖ χάριν ἔχειν Φιλίππῳ ὑπὲρ ὧν ἔδωκε, μετέλαβε τὸ ἔδωκεν εἰς τὸ ἀπέδωκε· καὶ ὁ Θουκυδίδης βου‐ ληθεὶς παροξῦναι τοὺς Ἀθηναίους πρὸς τοὺς Μιτυληναίους, τὴν ἀπόστασιν αὐτῶν εἰς τὴν ἐπανάστασιν μετέλαβε. καὶ ἡ συνήθεια δὲ πλήρης τῆς τοιαύτης χρήσεως, μεταλαμβάνοντες ἀεὶ τὰ ὀνόματα πρὸς τὰ ἐμφαντικώτατα, τὸ τέμνειν εἰς τὸ κατατέμνειν, τὸ ἐσθίειν εἰς τὸ κατεσθίειν, τὸ μειδιᾶν εἰς τὸ γελᾶν· μεταλαμβάνουσι δὲ καὶ τὸν πανοῦργον εἰς τὸν φρόνιμον, τὸν δὲ τολμηρὸν εἰς τὸν ἀνδρεῖον, τὸν πρᾶον εἰς τὸν ἀργὸν καὶ ἀκίνητον, τὸν ἐλευθέριον εἰς τὸν ἄσωτον, τὸν οἰκονομικὸν εἰς τὸν ἀνελεύθερον. οὕτω καὶ Καλλικλῆς ἐν τῷ Γοργίᾳ παρὰ τῷ Πλάτωνι τοὺς σώφρονας ἠλιθίους μεταλαμβάνει. δεῖξαι δὲ θέλοντες ὅτι ὁ σώφρων οὐκ ἔστιν ἐγκρατής, μεταληψόμεθα τὸν ἐγκρατῆ εἰς τὸν αὐτοκρατοῦντα (τοῦτο γὰρ σημαίνει τὸ ὄνομα), καὶ δείξαντες ὅτι ἔνθα τὸ κρατοῦν, ἐνταῦθα καὶ κρατούμενόν τι ἔσται, τὸ δὲ κρατούμενον ἀντισπῶν καὶ μαχόμενον κρατεῖται, ἔνθα δὲ τὸ μὲν κρατοῦν τὸ δὲ κρατούμενόν ἐστι τῆς ψυχῆς, οὐκ ἔστιν ἐνταῦθα ὁμολογία, ὁ δὲ σώφρων ὁμολογοῦντα ἔχει τὰ τῆς ψυχῆς μέρη πρὸς ἄλληλα. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀκρατοῦς καὶ ἀκολάστου.

### ε 124

Ἐγκράτεια σωφροσύνης διαφέρει· ἡ μὲν γὰρ σωφροσύνη ἠρεμαίας ἔχει τὰς ἐπιθυμίας, ἡ δὲ ἐγκράτεια σφοδράς. ἐγκρατὴς λέ‐ γεται οὐ κατὰ ἀπάθειαν, ἀλλὰ διὰ τὸ πάσχειν μέν, μὴ ἄγεσθαι δὲ ὑπὸ τῶν παθῶν. καὶ Ἐγκρατής, ὁ ἐπικρατέστερος.

### ε 125

Ἐγκράτεια: ἡ τῶν κακῶν ἀποχή.

### ε 126

Ἐγκρατής· ὁ δὲ πολλάκις ἐνόσησε, καὶ ἀνέρρωσεν αὐτὸν ὁ θεός. ἐπεὶ δὲ ἐγκρατὴς ἐγένετο ἑαυτοῦ καὶ τῆς ὑγιείας, τοῦ σωτῆρος οὐδεμίαν ὤραν ἐτίθετο. καὶ αὖθις· ἔλεγε δὲ ὁ λεωργὸς τῶν φθανουσῶν ἰάσεων τύχῃ μᾶλλον ἢ βουλήσει θεοῦ ἐγκρατὴς γεγονέναι.

### ε 127

Ἐγκρίνει: συντάττει. οὔτι που τοὺς μὲν ἐγκρίνει, τοὺς δὲ ἀποκρίνει.

### ε 128

Ἐγκρίς: γλύκασμα ἐξ ἐλαίου ὑδαρές.

### ε 129

Ἔγκρισις: ἱερὸς ἀγών.

### ε 130

Ἐγκρυφῆ.

### ε 131

Ἐγκρυφίας: ἄρτος ἐν σποδῷ κεκρυμμένος. τὰ δὲ γʹ μέτρα τῆς σεμιδάλεως, ἐξ ὧν ὁ ἐγκρυφίας ἐγίνετο, τὴν τριήμερον τοῦ ἄρτου τῆς ζωῆς ταφὴν ὑπαινίττεται.

### ε 132

Ἐγκυκλήθητι· εἰ μὴ σχολὴν ἔχεις κατελθεῖν, ἐγκυκλήθητι, τουτέστι συστράφηθι. ἐγκύκλημα δὲ λέγεται μηχάνημα ξύλινον, τροχοὺς ἔχον, ὅπερ περιστρεφόμενον τὰ δοκοῦντα ἔνδον ὡς ἐν οἰκίᾳ πράτ‐ τεσθαι καὶ τοῖς θεαταῖς ἐδείκνυεν. λέγει οὖν, ὅτι κἂν φανερὸς γενοῦ.

### ε 133

Ἐγκύκλιον: ἁπανταχοῦ, καθολικόν. Εὐνάπιος περὶ Καρίνου φησίν· ἀλλ’ ἦν ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον τὸ τὰ τοιαῦτα ἁμαρ‐ τάνειν. τουτέστιν εἰς παῖδας ὑβρίζειν. οἱ δὲ ἀξιώματος ἀντιποιού‐ μενοι τὴν ἐγκύκλιον ἐπαιδεύοντο παιδείαν. ἡ δὲ ἐγκύκλιος παιδεία διὰ πάσης ἐχώρει παιδεύσεως καὶ ῥυθμοῦ καὶ παντὸς κινήματος.

### ε 134

Ἐγκύκλιος: ἡ ἐτήσιος τῶν χρημάτων δόσις. τοῦ δὲ Χαγά‐ νου τοῦ ἡγεμόνος τῶν Ἀβάρων ἐξαιτοῦντος τὸν ἐγκύκλιον πλοῦτον, ὃν ἀν’ ἔτος ἕκαστον παρὰ Ῥωμαίων ἐλάμβανον. καὶ αὖθις· ὁ δὲ στρατηγὸς τὰς ἐγκυκλίους διανομὰς τῶν χρημάτων αὐτοῖς ἐποιήσατο. Θεοφύλακτος Σιμοκάτης. καὶ αὖθις· ἡ ἐγκύκλιος τῶν χρημάτων ἐπίδοσις τῷ Ῥωμαικῷ ἐχεῖτο συντάγματι. Ἐγκύκλια λέγεται καὶ τὰ ποιητικά.

### ε 135

Ἔγκυκλον: ἱμάτιον. Ἀριστοφάνης· ἐγώ γ’ ἂν κἂν εἴ με χρεῖ’ ᾖ τοὔγκυκλον τουτὶ καταθεῖσαν. καὶ ἀλλαχοῦ· φέρ’ ἔγκυκλον τουτὶ λάμβαν’ ἀπὸ τῆς κλινίδος. καὶ δῆλον, ὡς τὸ μὲν ἔγκυκλόν ἐστιν ἱμάτιον, ὁ δὲ κροκωτὸς ἔνδυμα.

### ε 136

Ἐγκύμονος: ἐγκύου οὔσης. καὶ Ἔγκυος γυνή.

### ε 137

Ἐγκυρῆσαι: ἀντὶ τοῦ ἐντυχεῖν. οὕτως Κρατῖνος.

### ε 138

Ἐγκύρτια: τὰ ἐν τοῖς κύρτοις ἐνυφάσματα. Πλάτων δὲ χρῆται ἐν Τιμαίῳ ἐπὶ τῆς φάρυγγος τῇ λέξει.

### ε 139

Ἐγκυτί: ἀντὶ τοῦ ἐγγύς. οὕτως Καλλίμαχος.

### ε 140

Ἐγλιξάμην: ἐπεθύμησα. οὕτως Πλάτων.

### ε 141

Ἐγγλωττογάστωρ. Ἐγγλωττογάστορες, οἱ ἀπὸ τῆς γλώττης βιοτεύοντες, ὡς Ἐγχειρογάστορες, οἱ ἀπὸ τῶν χειρῶν.

### ε 142

Ἐγγλωττοτυπεῖν: τὴν γλῶτταν ψοφεῖν τὰ κατορθώματα καὶ σεμνολογεῖν τὰ ἐκείνων κατορθώματα καὶ ἀεὶ ἐπὶ τῆς γλώττης ἔχειν.

### ε 143

Ἔγνω: ἀντὶ τοῦ ἔκρινεν. ἔγνω οὖν αὐτοὺς ὁ βασιλεὺς ἀδικεῖν. οἱ δὲ φεύγουσι. καὶ Ἔγνωσαν, ἀντὶ τοῦ ἔκριναν. καὶ τὸν Μαγκῖνον ἐκδοθῆναι τοῖς Νομάνταις ἔγνωσαν.

### ε 144

Ἐγνώκειτε.

### ε 145

Ἐγνωμάτευεν· ὁ δὲ τῶν βαρβάρων ἡγούμενος ἐγνωμάτευε ξὺν τῷ ἀδελφῷ καὶ ἔλεξεν, ὡς ἐγὼ μὲν ἐνέδραν ποιήσομαι, σὺ δὲ χρῶ ἀκροβολισμοῖς καὶ τοξεύμασιν. ἀντὶ τοῦ βουλὰς ἐδίδου καὶ γνώμας. καὶ αὖθις· ὁ δὲ ἐγνωμάτευε πάντῃ ἀξύμφορον εἶναι Πέρσαις φιλίαν θέσθαι ὡς πρὸς Τούρκους.

### ε 146

Ἐγνωσμένον: βεβουλημένον. ὁ δὲ φράζει, ὡς ἐγνωσμένον αὐτῷ εἴη ἔτι νυκτὸς ἐμβαλεῖν εἰς τοὺς πολεμίους.

### ε 147

Ἐγνωσμένον: κεκριμένον. Ἀρριανός· ἐγνωσμένον δὲ εἶναι σφίσιν, ἐπειδὰν ἐλάσωσιν ἐπ’ αὐτοὺς οἱ Μαυρούσιοι, τοὺς μὲν κατὰ πρόσωπον αὐτῶν φεύγειν ὡς πεφοβημένους, τοὺς δὲ ἐφ’ ἑκάτερα τεταγμένους ἐς τὰ πλάγια ἐμβάλλειν τῶν διωκόντων.

### ε 148

Ἔγωγε: κατὰ εʹ τρόπους διαιρεῖται σύνθεσις ἀπὸ παραθέσεως· κατὰ τόνον, κατὰ γραφήν, κατὰ πνεῦμα, κατὰ εἰσβολὴν μορίου, κατὰ διάλεκτον. κατὰ τόνον ὥσπερ τὸ πάροδος· κατὰ γραφὴν ὥσπερ τρισχίλιοι· κατὰ πνεῦμα ὡς ἔνεστι καὶ ἔξεστι· κατὰ εἰσβολὴν μορίου ὡς τό, ὡσεὶ χνοῦς· κατὰ διάλεκτον ὥσπερ ἔγωγε.

### ε 149

Ἐγώγυον: ἀρχαῖον. Ὠγύγιον, τὸ ἀρχαῖον.

### ε 150

Ἐγᾦδα: ἐγὼ γινώσκω. περὶ Αἰσχύλου· ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι, ἄνθρωπον ἀγριοποιόν.

### ε 151

Ἐγὼ δὲ καὶ σὺ ταὐτὸν ἕλκομεν ζυγόν: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων.

### ε 152

Ἐγὼ δ’ ὁ πάντα κωφὸς ὁ πάντ’ ἄϊδρις κατημέλησα: ἀντὶ τοῦ ὁ ἀναίσθητος.

### ε 153

Ἐγᾦμαι: ἀντὶ τοῦ ἐγὼ οἶμαι.

### ε 154

Ἐγὼ μὲν ἐκ τοῦ καλοῦ εἰς καλὸν μετήνεγκα: ἐκ τοῦ κιθαρῳδικοῦ καλοῦ ὄντος εἰς τὸ τραγικόν. ἐπὶ τῶν ὁμοίως τι πρατ‐ τόντων.

### ε 155

Ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον: ὁ Νικόστρατος οὗτος κωμῳδίας ἦν ὑποκριτὴς δοκῶν κάλλιστα ὑποκεκρίσθαι.

### ε 156

Ἐγώ σου ὀναίμην: ἐγώ σου ἀπολαύσω.

### ε 157

Ἐγγώνιος τράπεζα: ἡ μὴ στρογγύλη καὶ μὴ ἄγαν περιφερής. ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν ὑπὸ τῇ κλισίᾳ, τὸ μέγεθος μεγίστη καὶ κάλλος ἄμαχος· καὶ οἷα εἰκὸς ἐπῄνουν ἄλλοι ἄλλως αὐτήν. ὁ δὲ Ἰόρτιος οὐκ ἔχων ὅτι παρ’ ἑαυτοῦ τερατεύσασθαι, σιγῆς γενομένης, ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶ καὶ ἄγαν περιφερής. ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ, ὡς τὸ εἰκός, γέλως κατερράγη. Πλούταρχος.

### ε 158

Ἐγρήγορεν: ἔνηφεν.

### ε 159

Ἐγρήγορος: ὁ νηφάλεος.

### ε 160

Ἐγρήγοροι: ἄγγελοι. οἱ τοῦ Σὴθ υἱοί.

### ε 161

Ἐγρηγορώς: ἄγρυπνος διατελῶν.

### ε 162

Ἔγρυπε· σεισμός, φησί, γέγονε, καὶ ἔγρυπεν ἡ γῆ. Μελάνθιος. καὶ ζήτει ἐν τῷ γρυπάνιον.

### ε 163

Ἐγγύη: ἡ ἀσφαλὴς ἀντιποίησις καὶ σταθηρά. ἀπὸ τοῦ γῆ, γύη, καὶ ἐγγύη. καὶ γὰρ ἡ γῆ τῶν ἄλλων στοιχείων παγιωτέρα.

### ε 164

Ἐγγύη: ἡ περί τινος ἀναδοχή.

### ε 165

Ἐγγυήσασθαι· αἰτιατικῇ. μνηστεύσασθαι. καὶ Ἐγγυητὴ γυνή, ἡ μεμνηστευμένη. Προκόπιος· ἡ δὲ ἐγγυητὴ ὕστερον Βελισαρίῳ γυνὴ γέγονεν ἤδη παίδων μήτηρ γενομένη πολλῶν. εὐθὺς οὖν ἠξίου μοιχεύτρια τὸ ἑξῆς εἶναι.

### ε 166

Ἐγγύθετος: ὁ προσεδρεύων τόπος.

### ε 167

Ἐγγυθήκη: σκεῦός τι πρὸς τὸ κρατῆρας ἢ λέβητας ἤ τι τοιοῦ‐ τον οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον εἶναι.

### ε 168

Ἔγγυον: ἀσφαλές. καὶ Ἔγγυος, ὁ ἐγγυητής. καὶ Ἐγ‐ γυωμένη, ἀσφαλιζομένη. Πισίδης· νῦν πανσέληνος ἡ σελήνη λαμπέτω, τοῦ Χοσρόου λήγοντος, ἐγγυωμένη Πέρσας τὸ λοιπὸν μὴ θεουργεῖν τὴν κτίσιν.

### ε 169

Ἐγγυῶ· δοτικῇ. ἐκδίδωμι.

### ε 170

Ἐγγυώμεθα: ἀντιφωνοῦμεν. Ἐγγυῶμαί σοι δὲ ἀντιφωνῶ.

### ε 171

Ἐγγυμνῶ· αἰτιατικῇ.

### ε 172

Ἐγχανών: ἀντὶ τοῦ καταγελάσας. Ἀριστοφάνης Νεφέλαις· σὺ δ’ ἐγχανὼν τεθνήξῃ. καὶ αὖθις· οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖ‐ ται τῇ πόλει, ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας.

### ε 173

Ἔγχεα: δόρατα.

### ε 174

Ἐγχέλεις θηρώμενος: ἐπὶ τῶν διὰ κέρδος ἴδιον ταραχὰς ποιούντων. ὅταν γὰρ τὸ ὕδωρ καταστῇ, οὐδὲν λαμβάνουσιν· ὅτε δὲ ἄνω καὶ κάτω τὸ ὕδωρ ταράξουσιν, αἱροῦσι καὶ λαμβάνουσιν. οὕτω καὶ οὗτοι ταράττοντες τὴν πόλιν.

### ε 175

Ἔγχελυς: Ἀττικῶς. παρὰ Βοιωτοῖς δὲ ἔγχελις.

### ε 176

Ἐγχεσίμορος: ὁ πολεμιστής.

### ε 177

Ἔγχει: ἔμβαλε.

### ε 178

Ἐγχεία. ἀντιβίων τε πολλάκις ἐγχείην γευσαμένην χολάδων.

### ε 179

Ἐγχεῖν: ἐγκεράσαι. Ξενοφῶν· ὁ δὲ τοῖς νεανίσκοις ἐγχεῖν ἐκέλευσεν εὔχεσθαί τε τοῖς θεοῖς. ἢ ἀντὶ τοῦ σπεῖσαι.

### ε 180

Ἐγχειρίδιον: ξίφος, ὄργανον, τμητικὸν ὄργανον.

### ε 181

Ἐγχειρογάστορες: οἱ ἀπὸ χειρῶν ζῶντες.

### ε 182

Ἐγχειρῶ ἐγώ· δοτικῇ. Ἐγχειρίζω δὲ ἕτερον. καὶ Ἐγχει‐ ρίζω· δοτικῇ.

### ε 183

Ἔγχος: δόρυ. Ὅμηρος· ἔγχος ἔχ’ ἑνδεκάπηχυ. τὸ γὰρ διπλάσιον, δύο καὶ εἰκοσίπηχυ.

### ε 184

Ἔγχος: ἀλληγορικῶς παρὰ Σοφοκλεῖ ἡ βοήθεια, παρὰ τὸ ἔχεσθαι. οὐδὲ νῷ φροντίδος ἔγχος. οἷον οὐκ ἔστι τῷ νῷ φροντίδος ἔγχος, τουτέστι βουλῆς καὶ προμηθείας ἔργον.

### ε 185

Ἐγχώριον: οἰκεῖον. ἐγχώριοι γὰρ οὐ μόνον τὰς τῶν ἀνέμων στάσεις κατὰ τὴν παροιμίαν, ἀλλὰ καὶ τὰ τῶν ἐγχωρίων ἀνθρώπων ἤθη κάλλιστα γινώσκουσιν.

### ε 186

Ἐγχρίπτεται: ἐγγίζει. τοῖς δὲ κριοῖς, ὁπότ’ ἐπιφέροιντο, ἐπέβαλλον βάρη, ὡς ἐγχριπτομένοις ὀλλύοιτο ἡ βία.

### ε 187

Ἐγχρίπτων: προσπελάζων, προστρίβων.

### ε 188

Ἐγχριμφθεῖσα: προσπελασθεῖσα. καὶ Ἐγχρίψαι παρ’ Ἡροδότῳ, ἐμπεσεῖν, παραπολαῦσαι.

### ε 189

Ἐγχρονίζω· δοτικῇ.

### ε 190

Ἐγχρόνων: οὐ πρὸ πολλοῦ χρόνου συντεθεισῶν. Ἀππιανός· κατεφρόνουν τῶν σπονδῶν ἔτι ἐγχρόνων οὐσῶν.

### ε 191

Ἐγχυτρίστριαι: αἱ τὰς χοὰς τοῖς τετελευτηκόσιν ἐπιφέρουσαι. Μίνως ἢ Περὶ νόμου. ἔλεγον δὲ καὶ τὸ βλάψαι καταχυτρίσαι, ὡς Ἀριστοφάνης. ἐγχυτριστρίας δὲ λέγεσθαι καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν αἷμα ἐπιχέουσαι ἱερείου, καὶ τὰς θρηνητρίας, ἔτι γε μὴν καὶ τὰς μαίας τὰς ἐκτιθείσας ἐν χύτραις τὰ βρέφη.

### ε 192

Ἐδάϊσεν: ἐμέρισεν.

### ε 193

Ἐδάμη: ἐδαμάσθη.

### ε 194

Ἐδάσαντο: διεμερίσαντο.

### ε 195

Ἔδαφος: γῆ.

### ε 196

Ἐδαστινός.

### ε 197

Ἔδαισεν: εὐώχησεν.

### ε 198

Ἐδαίσατο: κατέφαγεν.

### ε 199

Ἐδέατρος: τὸ μὲν ὄνομα Ἑλληνικόν, ἡ δὲ χρεία Περσική. ἦν δὲ προγεύστης τὸ πρῶτον καὶ προήσθιε τοῦ βασιλέως εἰς ἀσφάλειαν. ὕστερον δὲ ἐνομίσθη ἐδέατρον καλεῖν τὸν ἐπιστάτην τῆς ὅλης διακονίας καὶ παρασκευῆς.

### ε 200

Ἐδεδίεσαν: ἐφοβήθησαν. καὶ Ἐδεδίζειν.

### ε 201

Ἐδεδίσκετο: ἐξεφόβει.

### ε 202

Ἐδεδίξατο: ἐφοβήθη.

### ε 203

Ἐδέδμητο: ᾠκοδόμητο.

### ε 204

Ἔδεθλον: ἕδρασμα.

### ε 205

Ἐδέκαζε πολλούς: ἐδωροδόκει πολλούς.

### ε 206

Ἐδέμ: ὁ ἐν γῇ παράδεισος.

### ε 207

Ἔδεσα: πόλις Συρίας· εἰς ἣν ἀφικομένῳ Τραιανῷ ὑπαντιάζει πρὸ τῆς πόλεως Αὔγαρος ἵππους τε δῶρ’ ἄγων νʹ καὶ σʹ καὶ τοὺς καταφράκτους θώρακας ἱππεῦσι καὶ τοῖς ἵπποις νʹ καὶ σʹ καὶ βέλη ἑξακισμύρια. ὁ δὲ Τραιανὸς γʹ λαβὼν θώρακας τἄλλα ξύμπαντα αὐτὸν ἔχειν ἐκέλευσεν.

### ε 208

Ἐδεσηνός: ἀπὸ πόλεως Ἐδέσης. παρὰ τῷ Ἡρωδιανῷ δὲ διὰ τοῦ η.

### ε 209

Ἕδεσιν: ἱεροῖς. ἐκ τῆς Ἕδος εὐθείας.

### ε 210

Ἐδεστὰ κρέατα: τὰ τρωγόμενα.

### ε 211

Ἐδεστή: βρωτή.

### ε 212

Ἐδεύετο: ἐνδεὴς ἐγίνετο. ἐν ἑτέρῳ, ἐκορέννυτο, εὐφραίνετο, ἐβρέχετο.

### ε 213

Ἔδει: ἔπρεπεν.

### ε 214

Ἐδείματο: κατεσκεύασεν. ἐκ τοῦ δέμω, τὸ κατασκευάζω.

### ε 215

Ἐδείμαντο: ᾠκοδόμησαν. καὶ Ἐδειμάτουν, ἀντὶ τοῦ ἐξεφόβουν, εἰς πτοίαν ἦγον καὶ δέος. δράκοντες δὲ μεγέθει μέγιστοι συνέστελλον αὐτοὺς καὶ ἐδειμάτουν, τὰ οὐραῖα μέρη ἐς σπείρας ἑλί‐ ξαντες.

### ε 216

Ἐδείναζον: δεινῶς ἔφερον.

### ε 217

Ἐδεινολόγουν: ἐσχετλίαζον. οἱ δὲ ἐδεινολόγουν ἐπὶ τῇ τοῦ βασιλέως ῥᾳθυμίᾳ. καὶ Ἐδεινοπάθουν, ἀντὶ τοῦ δεινὰ πεπον‐ θέναι ἔλεγον. διὸ πρὸς ἀλλήλους ἐδεινοπάθουν, εἰ γυναικῶν τρόπον γυμνώσουσιν ἑαυτοὺς ὅπλων.

### ε 218

Ἔδειξεν: ὑπέδειξεν.

### ε 219

Ἔδειραν: ἐξέδειραν. Ἔδηραν δὲ ἀντὶ τοῦ ἔτυψαν διὰ τοῦ η.

### ε 220

Ἔδεισα: ἐφοβήθην.

### ε 221

Ἐδεῖτο: ἐδέετο τοῦ θεοῦ. σημαίνει δὲ καὶ τὸ ἐδεσμεῖτο.

### ε 222

Ἕδη: τὰ ἱερά. τὰ ἐδάφη. ἐκ τοῦ ἕδος.

### ε 223

Ἐδηδοκώς: καταφαγών. καὶ Ἐδήδοκα καὶ Ἐδηδώς.

### ε 224

Ἐδηλήσαντο: ἔβλαψαν.

### ε 225

Ἐδήμευσαν: δημόσιον ἐποίησαν. καὶ ἐκράτησεν ὁ φθόνος, καὶ τὴν οὐσίαν ἐδήμευσαν αὐτῷ. ὁ δὲ ὑπεξαιρεῖται χρυσίου ιʹ τάλαντα.

### ε 226

Ἐδημοσίωσαν: δημόσιον ἐποίησαν. ὁ δὲ Θευδέριχος ἐπὶ Ζήνωνος ἐδημοσιώθη χιλίας καμήλους προπέμψας χρυσίου καὶ ἀργυ‐ ρίου. καὶ αὖθις· ὁ δὲ Αἰσχίνης, ἐπειδὴ συναίρων ἐν δίκῃ τινὶ διέφθειρε τοὺς δικαστάς, ἐμβληθεὶς ἅμα αὐτοῖς ἐν δεσμωτηρίῳ καὶ κώνειον πιὼν ἀπέθανε, καὶ τὰ πράγματα αὐτῶν ὡς ἀτέκνων ἐδημοσιώθη.

### ε 227

Ἐδημώθη: ἐν τῷ δήμῳ διεδόθη, δῆλος πᾶσιν ἐγένετο. οὕτως Δίων ἐν Ῥωμαϊκῶν ἑπτακαιδεκάτῳ· καί τις λόγος περὶ αὐτῶν τοιόσδε ἐδημώθη.

### ε 228

Ἔδηξεν: ἔδακεν.

### ε 229

Ἐδῄουν: παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ διέκοπτον, διέφθειρον. ἅπασαν κατεδῄουν τὴν ἀνατολικὴν χώραν. καὶ Ἐδῄωσαν, ὁμοίως.

### ε 230

Ἔδησα: ἐδέσμευσα.

### ε 231

Ἐδητύος: βρώσεως.

### ε 232

Ἐδιδαξάμην: ἐπαιδευσάμην δι’ ἑτέρου, αὐτὸς ἐπιμεληθεὶς τού‐ του. παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. δύναται εἶναι μεσότητος Ἀττι‐ κῶς, ἀντὶ τοῦ ἐξεπαίδευσα.

### ε 233

Ἐδίδαξεν: ἔπεισεν, ἠρέθισεν. ἐδίδαξεν αὐτοὺς ἀνάγκη κατα‐ σκηνῆσαι, οὗ πρῶτον εἶδον κώμας.

### ε 234

Ἐδίδη: ἐδέσμευεν.

### ε 235

Ἐδίδοσαν.

### ε 236

Ἐδικανόωντο: ἐδεξιοῦντο.

### ε 237

Ἐδικαίου: δίκαιον εἶναι ἔλεγε. καὶ μὴ τὴν βασιλείαν ἑαυτῷ ἀποδίδωσί τις, ἀλλὰ τοῦ γε ἀπαλλάσσεσθαι κύριος ἐδικαίου εἶναι αὐτός. Ἀππιανός· Σύφαξ δὲ τῶν γινομένων πυνθανόμενος ἐπ‐ εχείρει διαιτᾶν διαλύσεις καὶ ἐδικαίου μήτε Ῥωμαίους Λιβύης μήτε Καρχηδονίους Ἰταλίας ἐπιβαίνειν ἐπὶ πολέμῳ. ἢν δέ τις ἀπειθῇ, τοῖς πειθομένοις ἔφη συμμαχήσειν. καὶ αὖθις· ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδὲ ἓν αὐτῶν ἐδικαίου. Ἐδικαίου τοίνυν ἀντὶ τοῦ ἔκρινε, δίκαιον εἶναι ἐνόμιζεν.

### ε 238

Ἐδικαιώθησαν: δίκαιοι ἐκρίθησαν. σημαίνει δὲ καὶ τὸ ἐναν‐ τίον, κατεδικάσθησαν δικαίως. Δίων ἐν Ῥωμαϊκοῖς πεντεκαιδεκάτῳ· ἔκ τε γὰρ τῆς ἀπὸ τοῦ πάνυ ἀρχαίου ἀξιώσεως καὶ ἐκ τῆς παλαιᾶς πρὸς τοὺς Ῥωμαίους φιλίας οὐκ ἤνεγκαν δικαιωθέντες, ἀλλ’ ἐπεχείρη‐ σαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου καὶ οἱ Συρακούσιοι τοῦ Μαρκέλλου κατηγορῆσαι, κατεδικαιώθησαν ἐν τῷ συνεδρίῳ. πολλαχοῦ δὲ οὗτος κέχρηται τῇ λέξει ταύτῃ ἐπὶ τοῦ εἰρημένου σημαινομένου, ὡς καὶ ἐν τῷ ιϛʹ· πάντες ἀποθανεῖν ἐστε ἄξιοι· οὐ μέντοι καὶ ἐγὼ πάντας ὑμᾶς θανατώσω, ἀλλ’ ὀλίγους μέν, οὓς καὶ συνείληφα ἤδη, δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι. καὶ ἀλλαχοῦ δὲ πολλαχοῦ ὁμοίως.

### ε 239

Ἐδικαίωσαν: ἀντὶ τοῦ κατέκριναν. οἱ δὲ Ῥωμαῖοι καταγα‐ γόντες αὐτὸν ἐδικαίωσαν θανάτῳ.

### ε 240

Ἐδίνευον: κύκλῳ περιῄεσαν, ὠρχοῦντο.

### ε 241

Ἐδίωσεν: ἐξέωσεν, ἐδίωξεν.

### ε 242

Ἐδίψησαν: ἐπεθύμησαν. ὁ δὲ ἐλευθερῶσαι τὴν πατρίδα ἐδίψησεν.

### ε 243

Ἕδνα: τὰ διδόμενα δῶρα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ.

### ε 244

Ἑδναία: ἡ καθέδρα.

### ε 245

Ἐδοκίμαζεν: ἔκρινε. σιωπηλὸς ἦν ἐπὶ τούτοις ἀποκρύπτειν ἐδοκίμαζε. καὶ Ἀππιανός· ὁ δὲ ἐπὶ τὰς οἰκίας χωρῶν συνελάμ‐ βανεν, ὅσους ἐδοκίμαζεν. ἀντὶ τοῦ ἔκρινεν ἐτάσεως εἶναι ἀξίους.

### ε 246

Ἐδοκίμασαν: προέκριναν, ἐκύρωσαν. πολλῶν δὲ ῥηθέντων εἰς ἑκάτερα λόγων οἱ πλείους γνῶναι τὴν προτέραν ἐδοκίμασαν.

### ε 247

Ἔδοξεν: εἰς ὑπόληψιν ἦλθεν.

### ε 248

Ἕδος: τὸ ἄγαλμα, καὶ ὁ τόπος ἐν ᾧ ἵδρυται.

### ε 249

Ἕδος: ἔδαφος, ἕδρασμα, ἱερόν, ναός. τό τε τῆς τύχης ἕδος τὸ πάτριον προσκυνήσας τὴν ἐπάνοδον αἰτεῖ.

### ε 250

Ἐδός: ὁ φαγᾶς.

### ε 251

Ἔδοσαν δίκην.

### ε 252

Ἐδοῦοι: ὄνομα ἔθνους.

### ε 253

Ἐδωδή: βρῶσις. τροφή.

### ε 254

Ἐδωδίμων: βρωσίμων. ἐπείπερ οὖν τὴν προπαρασκευὴν αὐτοῦ ἀγνοοῦντες οὐδὲν ἐδώδιμον ἐποίησαν ἐν ἀποθέτῳ, λυπρᾶς οὔσης αὐτῶν τῆς γῆς, καὶ πάσης ἀθρόον ἀγορᾶς διακλεισθέντες.

### ε 255

Ἑδώλια: τὰ σανιδώματα τῶν πλοίων· κυρίως, ἐφ’ ὧν οἱ ἐρέται καθέζονται. καθέδραι. ἢ ἑδράσματα, Σοφοκλῆς· ἀρχαιό‐ πλουτα πατρὸς ἑδώλια. ἀντὶ τοῦ ἀρχαῖα οἰκήματα.

### ε 256

Ἑδωλιάσαι: συγκαθίσαι.

### ε 257

Ἑδωλιάσαι καὶ Ἰκριῶσαι: ἑκατέρῳ αὐτῶν ἐχρήσαντο. τὸ μὲν οὖν ἑδωλιάσαι οἷον συνθεῖναι ἔκ τινων ξύλων ἁπλῶς πρὸς τόπον τινὰ συντιθέντων, τὸ δὲ ἰκριῶσαι δύναιτ’ ἂν καὶ ὡς κοινότερον λεχθὲν νοεῖσθαι· πολλοὶ γὰρ τῶν ἰδιωτῶν ἰκρίας καλοῦσι τὰς ἐκ τῶν μακρῶν ξύλων συντιθεμένας στέγας ὑπὸ στέγαις ἑτέραις. καὶ Ἑδωλίοισι παρὰ Ἡροδότῳ ὑποστρώμασι νηός. Σοφοκλῆς· ἄκροι‐ σιν ἤδη ναυτικοῖς ἑδωλίοις πυρὸς φλέγοντος.

### ε 258

Ἐδώμ: ὄνομα κύριον.

### ε 259

Ἔδων: ἐσθίων.

### ε 260

Ἐδωρεῖτο: δώροις ἐτίμα. ἐδωρεῖτο δ’ ἐσθῆτι καὶ τοῖς ἄλλοις κειμηλίοις.

### ε 261

Ἐδωρήσατο: ἐφιλοφρονήσατο. τὰ περιττὰ τῶν ὅπλων τοῖς ἐπιτηδείοις προσανέδωκε, τισὶ δὲ τῶν ἡγεμόνων σκηνὰς ἐδωρήσατο τῶν ἐπιτηδείων· καθόλου δὲ πᾶν τὸ πρόσφορον ἐπειρᾶτο ποιεῖν ἑκάστοις.

### ε 262

Ἕδρα: βάσις, καθέδρα. Ἕδρα καὶ ἡ προεδρία παρὰ Ἀρι‐ στοφάνει· καί ς’ ἀντὶ τούτων εἰς τὸ πρυτανεῖον καλῶ, ἐς τὴν ἕδραν θ’, ἵν’ ἐκεῖνος ἦν ὁ φαρμακός. καὶ Ἀρριανός· ὅτι με καὶ ὄμμασι καὶ φωνῇ καὶ ἕδρᾳ ἐτίμησας. ἀντὶ τοῦ καθέδρᾳ.

### ε 263

Ἕδρα: καὶ ὁ σφιγκτὴρ τῶν ἀνθρώπων. καὶ τοῦτό φησιν ὁ προφήτης· καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω, τῆς ἕδρας τὸ πάθος σημαίνουσα· σεμνότερον δὲ τοῦτο εἴρηκεν εἰπών, εἰς τὰ ὀπίσω. ὅτι ἕδραι λέγονται αἱ σέλλαι, σελλάρια, σωτήρια.

### ε 264

Ἕδραν: τὴν μονὴν εἴρηκεν εʹ Θουκυδίδης. καλοῦσι καὶ τὸ μέρος τοῦ σώματος ὡς ἡμεῖς ἕδραν.

### ε 265

Ἑδράνων: θρόνων. Σοφοκλῆς· ἀλλ’ ἄναξ ἑδράνων, ὅπου μακραίωνι στηρίζῃ σχολῇ. καὶ ἐν Ἐπιγράμμασι· νηῶν θ’ ἕδρανον ἀσταθέων ἄγκυραν. ἀντὶ τοῦ ἕδρασμα.

### ε 266

Ἔδρασεν: ἐποίησεν, ἐκάθισεν.

### ε 267

Ἑδραῖος καὶ Ἑδραίωμα.

### ε 268

Ἑδριόωντο: ἐκαθέζοντο.

### ε 269

Ἑδρῖται: οἰκέται. ἀπὸ τοῦ καταφεύγειν ἐπὶ τὴν ἑστίαν.

### ε 270

Ἐδύνατο ἢ ἠδύνατο.

### ε 271

Ἒ ἔ: ἐπίρρημα σχετλιαστικόν.

### ε 272

Ἑεδνωτής: ὁ προικιστής, ὁ πενθερός.

### ε 273

Ἐέλδωρ: ἐπιθύμημα, βούλημα.

### ε 274

Ἕεστο: ἐνεδέδυτο.

### ε 275

Ἐέσχατος: ὁ ἔσχατος.

### ε 276

Ἐετῶς: εὐχερῶς.

### ε 277

Ἐζεκίας, βασιλεὺς Ἱερουσαλήμ, υἱὸς Ἄχαζ, ἁπάντων εὐσεβέστε‐ ρος. οὐ γὰρ μόνον τὰ εἴδωλα κατέσκαψε καὶ τὰς στήλας αὐτῶν συνέτριψεν, ἀλλὰ καὶ τὰ ἐν τοῖς ὑψηλοῖς καθεῖλε καὶ τὰ ἄλση κατ‐ έκοψε καὶ τὸν ὄφιν, ὃν ἐκρέμασε Μωυσῆς (ἔτι γὰρ αὐτῷ πάντες ἐθυμίων) μετὰ λοιπῶν βδελυγμάτων ἠφάνισε τούς τε Ἰουδαίους εἰδωλολατροῦντας ἐτιμωρεῖτο ἐκκόπτων τὰ μνημόσυνα καὶ λείψανα τῆς ἀθεότητος. τοσοῦτον γὰρ θεοσεβείας ἀφεστήκεσαν ὡς ὄπισθεν τῶν θυρωμάτων ζωγραφεῖν τὰ εἴδωλα καὶ προσκυνεῖν, ἵν’, εἴ τινες τῶν παρ’ Ἐζεκίου ἐρευνῷεν, ἀνοιγνυμένων τῶν θυρῶν, σκέποιτο τὰ βδελύγματα. καὶ μόνος ἐβασίλευσεν Ἰουδαίας κατὰ προαίρεσιν θεοῦ. φέρεται δέ τι καὶ τοιοῦτον. ἦν Σολομῶνι βίβλος ἰαμάτων πάθους παντός, ἐγκεκολαμμένη τῇ τοῦ ναοῦ φλιᾷ. ταύτην ἐξεκόλαψεν Ἐζεκίας, οὐ προσέχοντος τοῦ λαοῦ τῷ θεῷ διὰ τὸ τὰς θεραπείας τῶν παθῶν ἐνθένδε τοὺς πάσχοντας αὐτοὺς κομίζεσθαι, περιορῶντας αἰτεῖν τὸν θεόν. ἐπολέμησε δὲ καὶ μέχρι Γάζης τοῖς ἀλλοφύλοις Ἀσσυρίων ἀποστάς, πρότερον ὑπήκοος ὤν.

### ε 278

Ἕζεσθαι: καθέζεσθαι. καὶ Ἕζετο.

### ε 279

Ἔζει: ἔβραζεν. Ἔζη δὲ διὰ τοῦ η, ἀντὶ τοῦ ζῶν ἦν.

### ε 280

Ἐζήλωσεν: ἐπεθύμησεν.

### ε 281

Ἐζημίωσεν: ἀνεῖλεν. ὁ δὲ Αὐρηλιανὸς ὁ βασιλεὺς τῶν πολι‐ τῶν θανάτῳ πολλοὺς ἐζημίωσεν. ἀντὶ τοῦ κατέκρινε, κατεδίκασεν.

### ε 282

Ἔζων: ἀντὶ τοῦ ζῶν ἦν.

### ε 283

Ἐζωσμένοι: ἐκδεδυμένοι.

### ε 284

Ἐζυγοστατεῖτο: ἐφ’ ἑκάτερα ῥοπὰς ἐλάμβανε. Πολύβιος· ἐζυγοστατεῖτο τοῖς Ῥωμαίοις ὁ πόλεμος.

### ε 285

Ἐεικόσορος ναῦς καὶ Ἐεικοσόροιο νηός: τῆς εἰκοσακώπου.

### ε 286

Ἐεισάμενος: ὁμοιωθείς.

### ε 287

Ἔηκα: συνεχώρησα.

### ε 288

Ἐήλακεν: ἐλήφθη.

### ε 289

Ἐῆος: τοῦ ἀγαθοῦ. ἀνδρὸς ἐῆος, Ὅμηρός φησιν.

### ε 290

Ἐϊκτόν: τὸ ὅμοιον.

### ε 291

Ἐΐση: ἡ ἴση. καὶ ἐΐσας ναῦς.

### ε 292

Ἐΐσκω: τὸ ὁμοιῶ. αἰτιατικῇ.

### ε 293

Ἐθαγενής: ἐγχώριος, ὁ ἐν τόπῳ ἰδίῳ γεγεννημένος.

### ε 294

Ἐθάδας: συνήθεις, φίλους. Ἐθὰς ἡ εὐθεῖα.

### ε 295

Ἐθανατώθη: ὡς ἔνοχος θανάτου ἐκρίθη.

### ε 296

Ἐθέλγετο: ἐπείθετο, ἐθηλύνετο. Αἰλιανός· οὐ μὴν ἐθέλγετο ὁ ὕπατος τοῖς ὑπηρέταις σὺν ὀργῇ βριμούμενος.

### ε 297

Ἐθελημός: ἥσυχος.

### ε 298

Ἐθελήσαι: ἀντὶ τοῦ ἐθελήσειεν.

### ε 299

Ἐθελήσει: δυνηθείη. Ὅμηρος· οὐδ’ ἔθελε προρρέειν. καὶ Ἀριστοφάνης· οὐδ’ ἐθελήσει μαθεῖν. ἀντὶ τοῦ οὐ δυνηθῇ.

### ε 300

Ἐθελοδουλία.

### ε 301

Ἐθελοθρησκεῖ: ἰδίῳ θελήματι σέβει τὸ δοκοῦν.

### ε 302

Ἐθελοκακῆσαι: ἑκουσίως ἑλέσθαι τὸ κακόν. καὶ Ἐθελο‐ κακοῦντα, ἑκουσίως τὸ κακὸν αἱρούμενον. ἐθελοκακοῦντα αὐτὸν περὶ τὴν πορείαν καὶ καταληφθῆναι παραμένοντα.

### ε 303

Ἐθελοκακία.

### ε 304

Ἐθελοκάκως: ἑκουσίως τὸ κακὸν ἐκλεγομένων. Ἀππιανός· τῷ δὲ στρατηγῷ στρατὸς ἦν δυσπειθὴς ὑπὸ μνησικακίας, ἐθελοκάκως τε ἠγωνίζοντο καὶ ἔφευγον ἐπιδησάμενοι τὰ σώματα ὡς τετρωμένοι καὶ τὰς σκηνὰς διέλυον καὶ ἀναχωρεῖν ἐπεχείρουν ἀπειρίαν ἐπικαλοῦντες τῷ στρατηγῷ. καὶ αὖθις· ἐθελοκακοῦντες αὐτῷ διὰ πλείους αἰτίας.

### ε 305

Ἐθελοκώφων: μὴ βουλομένων ἀκούειν, θελήσει παρακουόντων.

### ε 306

Ἐθελονταί: φερωνύμως ἐκλήθησαν οἱ δοῦλοι οἱ στρατευθέντες ἑκουσίως ὑπὲρ τῶν δεσποτῶν τῶν ἐν Κάνναις τελευτησάντων.

### ε 307

Ἐθελοντηδόν: Θουκυδίδης, διὰ τοῦ η.

### ε 308

Ἐθελοντήν: ἐπίρρημα. τοὺς παραβόλους κινδύνους ἐθελον‐ τὴν ἀναδεδεγμένος. καὶ Πολύβιος· τοῖς βουλομένοις πάντα κίνδυ‐ νον ἐθελοντὴν ὑπομένειν. καὶ αὖθις· ἐκ παντὸς ἐπέλεξε τοῦ στρατεύματος ἐθελοντὴν τοὺς ἀρίστους.

### ε 309

Ἐθελοντής: βουλόμενος. ἢ χωρητός. Ξενοφῶν· διερωτᾶν, εἴ τίς ἐστιν, ὅστις ἀνὴρ ἀγαθὸς ἐθέλοι ἂν γενέσθαι, ὑποστὰς ἐθελον‐ τὴς πορεύεσθαι. προσλαβὼν ἐθελοντὰς ἐκ παντὸς τοῦ στρατεύματος. λέγεται καὶ Ἐθελοντίους. προσεδόκησεν ἐθελοντίους τοὺς Ἀραβίους ὁμολογήσειν.

### ε 310

Ἐθελοντί: ἐπίρρημα.

### ε 311

Ἐθελοπρόξενος: ὁ ἀφ’ ἑαυτοῦ γενόμενος καὶ μὴ κελευσθεὶς ἐκ τῆς πόλεως. οἱ γὰρ πρόξενοι κελευόμενοι ἐκ τῆς ἑαυτῶν πόλεως ἐγίνοντο.

### ε 312

Ἐθελουργός: ἕτοιμος.

### ε 313

Ἐθελυμνοί: πυκνοί.

### ε 314

Ἐθέμην: ἔκρινα, ἐνόμισα. κἀγὼ ταύτην γνώμην ἐθέμην. οἷον κἀμοὶ τοῦτο δοκεῖ σύμφορον, τὸ μὴ εἶναι δικαστήρια. Ἀριστο‐ φάνης.

### ε 315

Ἔθεσαν: ἐποίησαν.

### ε 316

Ἔθει: ἔτρεχεν. ὁ δὲ ἐξελθὼν ἐκ τῆς πόλεως ἔθει δρόμῳ.

### ε 317

Ἔθει: ἔτρεχεν, ἔπλεεν. ὁ δὲ ἄνεμος τὰ ἱστία ἐπλήρου, ἡ δὲ ναῦς ἔθει καλῶς.

### ε 318

Ἔθειρ: ἡ θρίξ. ἡ αἰτιατικὴ ἔθειρα.

### ε 319

Ἔθειραι: αἱ ἐξ ἔθους ἐπιμελούμεναι τρίχες. πρώτας ὁππότ’ ἔπεξε καλὰς Εὔδοξος ἐθείρας. ἀντὶ τοῦ ἐκτένισε. καὶ ἐν Ἐπιγράμ‐ μασι· χρυσῆς εἰρύσασα μίαν τρίχα Δωρὶς ἐθείρης.

### ε 320

Ἐθείρει: ἐξ ἔθους ἐπιμελεῖται.

### ε 321

Ἐθηήσαντο: ἐθαύμασαν.

### ε 322

Ἔθηκεν: ἐποίησε, καὶ κυρίως. ὁ δὲ Ἰουλιανὸς καὶ ἱππικὸν ἀγῶνα ἔθηκεν.

### ε 323

Ἐθηλύνθην: ἐκηλήθην· βαφῇ σίδηρος ὡς ἐθηλύνθην στόμα. ἐν τῇ βαφῇ οὐκ ἀνίεται ὁ σίδηρος, ἀλλὰ σκληρύνεται· οὕτως οὖν διασταλτέον, κἀγὼ γάρ, φησίν, ὃς ἠπείλουν καὶ ἔζεον καὶ ἐβόων ὡς ἐν βαφῇ σίδηρος, νῦν ἐθηλύνθην ὑπὸ τῶν λόγων τῆς γυναικός· ἢ ὅτι δισσῶς βάπτεται ὁ σίδηρος· εἰ μὲν γὰρ μαλθακὸν βούλονται αὐτὸν εἶναι, ἐλαίῳ βάπτουσιν, εἰ δὲ σκληρόν, ὕδατι.

### ε 324

Ἐθημοσύνη: συνήθεια, ἐθισμός.

### ε 325

Ἔθιμος καὶ Ἐθιμοσύνη: συνήθεια, ἐθισμός.

### ε 326

Ἐθνῖται: οἱ ἐκ τοῦ αὐτοῦ ἔθνους.

### ε 327

Ἔθνος: τὸ πλῆθος. ἤγοντο μοιχοί, πόρνοι, τοιχωρύχοι, βαλαντιοτόμοι καὶ τὰ τοιαῦτα ἔθνη. Ἔθνος οὐ μόνον τὸ μέγα καὶ πολυάνθρωπον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ ἐν τῷ θʹ τῶν Φιλιππικῶν. ἐθνοπάγκτου ὁ Ἰώσηπος λέγει ἐν τῇ ἱστορίᾳ τῶν Μακκαβαίων.

### ε 328

Ἔθος: ἀντὶ τοῦ σημεῖον. ἢ νόμος ἄγραφος, νόμος δὲ ἔθος ἔγγραφον. ὅτι τὸ ἔθος οὐκ ἔστιν εὕρεμα ἀνθρώπων, ἀλλὰ βίου καὶ χρόνου. καὶ ὁ μὲν νόμος εἴκασται τυραννίδι· φόβῳ γὰρ ἕκαστα καὶ μετὰ προστάγματος διαπράττεται· τὸ δὲ ἔθος μᾶλλον τῇ φιλαν‐ θρωπίᾳ τῆς βασιλείας· βουλόμενοι γὰρ αὐτῷ πάντες δίχα ἀνάγκης ἕπονται. καὶ ὁ νόμος τοσαύτης δικαιοσύνης καὶ φιλανθρωπίας μεστός, ὥστε καὶ τοῖς ἀτυχοῦσι χρησιμώτερος καθέστηκε τῶν γένει προσηκόν‐ των καὶ τοῖς ἀδικουμένοις ἰσχυρότερος τῆς αὐτῆς ἐκείνων ῥώμης καὶ πατράσιν υἱέων εὐνούστερος καὶ παισὶ γονέων καὶ ἀδελφοῖς ἀδελφῶν. πολλοὶ γὰρ ὑπὸ τῶν φίλων ἀδικούμενοι πρὸς τοῦτον καταφεύγουσι. καὶ ἄλλα πλείονά εἰσι περὶ νόμου.

### ε 329

Ἔθω: τὸ ἐξ ἔθους τι διαπράττομαι. ὡς τό, ἔθων Οἰνῆος ἀλωήν.

### ε 330

Ἐθώπευον: ἐκολάκευον.

### ε 331

Ἐθωύμαζον: ἀντὶ τοῦ ἐθαύμαζον.

### ε 332

Ἐθρίγκωσεν: περιετρόχωσεν, περιεχαράκωσεν.

### ε 333

Ἔθρισεν: ἐκ τοῦ θερίζω.

### ε 334

Ἐθρυλλίχθη: ἐταράχθη.

### ε 335

Ἐθοινήσαντο: εὐωχήθησαν.

### ε 336

Ἔθυσας, ἀντιθύσῃ: τοῦτο παρὰ Φιλοξένῳ ὁ Κύκλωψ λέγει πρὸς τὸν Ὀδυσσέα. ἀπεκδέχονται γὰρ τό, ἔνθα δὲ πῦρ κείαντες ἐθύ‐ σαμεν, παρὰ τῷ ποιητῇ εἰρῆσθαι ἐπὶ τῶν ἀρνῶν, οὐχὶ δὲ τὸ ἀπεθύ‐ σαμεν νοεῖσθαι.

### ε 337

Ἑκάβη: ἡ ἕκαθεν βεβηκυῖα πρὸς τὸν ἄνδρα. ὁ γὰρ πατὴρ Δύμας, ὁ Φρύξ, εἰς Ἴλιον Πριάμῳ ἐξέδοτο. ὅθεν Πρίαμος Φρυξὶ συμμαχεῖ. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν. Ὅμηρος.

### ε 338

Ἑκαδημία: οὕτως πρότερον ἐκαλεῖτο ἡ Ἀκαδημία ἀπὸ Ἑκαδήμου τινὸς ἥρωος.

### ε 339

Ἕκαθεν: πόρρωθεν.

### ε 340

Ἐκκακῶ: ἀπειροκακῶ. πλειστάκις τοῦτο ποιῶ.

### ε 341

Ἐκκαλαμᾶται· ἡ θυγάτηρ παππίζους’ ἅμα τῇ γλώττῃ τριώβο‐ λον ἐκκαλαμᾶται.

### ε 342

Ἐκαλαμήσαντο: ἀπεθέρισαν.

### ε 343

Ἐκκαλέσασθαι: παραθῆξαι, παρορμῆσαι. ἐκκαλέσασθαι σπουδά‐ ζων τοὺς ἐπὶ πραγμάτων ταττομένους πρὸς τὰς τῶν Ῥωμαίων ἐλπίδας.

### ε 344

Ἐκκαλεῖται: προκαλεῖται. ὁ δὲ Κεκίλιος θεωρῶν αὐτὸν κατατεθαρρηκότα, βουλόμενος ἐκκαλεῖσθαι τὴν ὁρμὴν αὐτοῦ, συνεῖχε τοὺς στρατιώτας ἐντὸς τῶν πυλῶν. ἀντὶ τοῦ προκαλεῖσθαι. καὶ Ἐκκαλούμενοι, προκαλούμενοι ἢ προμηθούμενοι. τῆς δὲ βουλῆς οὐδὲν προθυμουμένης, εἴτε τὴν καθ’ αὑτῶν ἐκκαλούμενοι διαβολήν, ἵνα μὴ δοκοῖεν αὐτοὶ Μάρκιον ἐπάγειν ἐπὶ τὴν πόλιν, εἴτε τῷ δήμῳ φιλονεικοῦντες καὶ ἐθίζοντες αὐτὸν μὴ ῥᾳδίως ἀνδρὸς πατρικίου καταδικάζειν.

### ε 345

Ἑκάλη: ὄνομα κύριον. ἡ ἡρωὶς ἡ παρὰ Καλλιμάχῳ, ἡ πρὸς ἑαυτὴν καλοῦσα. ἔχε γὰρ τεῖχος ἀκλήϊστον.

### ε 346

Ἐκαλλίστρουν: Ἰακόν ἐστιν.

### ε 347

Ἑκαμήδη: ἡ Νέστορος παλλακίς. παρὰ τὸ ἑκὰς μήδεσθαι, ὅ ἐστι βουλεύεσθαι.

### ε 348

Ἔκαμον: ἐκοπίασαν.

### ε 349

Ἐκαπήλευσεν: ἐδόλωσεν.

### ε 350

Ἐκκαπηλεύειν: δολοῦν, πανουργεῖν.

### ε 351

Ἐκαραδόκησεν: ἀπέβλεψεν. ἢ ἐμοὶ προσέθετο τὴν κεφαλὴν μετεωρίσας. παρὰ τὸ Ὁμηρικόν· καί τ’ Ὠρίωνα δοκεύει.

### ε 352

Ἐκκαρπωσάμενοι: προσόδους μεγάλας λαβόντες.

### ε 353

Ἐκαρπώσαντο: μετειλήφασιν. οἱ ἡσσηθέντες φυγῇ ἐκαρπώ‐ σαντο τὸ εἶναι.

### ε 354

Ἑκάς: πόρρω. ὅτι μέντοι οὐχ ἑκὰς οὐδὲ ἀπὸ σφῶν τὸν κίνδυνον ἡγοῦντο, εἰ οἱ πολέμιοι κρατήσειαν, συνηγείροντο ἑκούσιοι καὶ οὐκ ἐπίκλητοι.

### ε 355

Ἑκαστάτω: πορρωτάτω. Προκόπιος· ἑκαστάτω τῆς τοῦ βαρβάρου ἐπιβουλῆς ὄντες.

### ε 356

Ἑκασταχῇ: ἀντὶ τοῦ πανταχοῦ. ταῦτα μὲν οὖν ἑκασταχῇ ἐπράσσετο.

### ε 357

Ἑκάστοτε: ἀντὶ τοῦ ἀεί. οὐ γὰρ λέγεται πάντοτε. Βάβριος· τῶν οὖν τριχῶν ἑκάστοθ’ ἡ μὲν ἀκμαία ἔτιλλεν, ἃς εὕρισκε λευκανθι‐ ζούσας. καὶ αὖθις· τοὺς μὲν φιλεῖν βουλομένους δεδοίκατε, τοὺς δ’ οὐκ ἐθέλοντας ἀντιβολεῖσθ’ ἑκάστοτε. ἀντὶ τοῦ ἀεί.

### ε 358

Ἐκ καταλόγου: τῶν εἰς στρατιώτας τελούντων. τὴν γάρ τοι πληθὺν καὶ τοὺς ἐκ καταλόγου ἐῶ νῦν. Αἰλιανός φησιν.

### ε 359

Ἑκαταῖος, Ἀβδηρίτης, φιλόσοφος· ὃς ἐπεκλήθη καὶ κριτικὸς γραμματικός, οἷα γραμματικὴν ἔχων παρασκευήν. γέγονε δ’ ἐπὶ τῶν διαδόχων. βιβλία αὐτοῦ ταῦτα· Περὶ τῆς ποιήσεως Ὁμήρου καὶ Ἡσιόδου.

### ε 360

Ἑκαταῖος, Ἡγησάνδρου, Μιλήσιος, γέγονε κατὰ τοὺς Δαρείου χρόνους τοῦ μετὰ Καμβύσην βασιλεύσαντος, ὅτε καὶ Διονύσιος ἦν ὁ Μιλήσιος, ἐπὶ τῆς ξεʹ Ὀλυμπιάδος· ἱστοριογράφος. Ἡρόδοτος δὲ ὁ Ἁλικαρνασεὺς ὠφέληται τούτου νεώτερος ὤν· γέγονε γὰρ μετ’ αὐτόν. καὶ ἦν ἀκουστὴς Πρωταγόρου ὁ Ἑκαταῖος. πρῶτος δὲ ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν δὲ Φερεκύδης· τὰ γὰρ Ἀγησιλάου νοθεύεται.

### ε 361

Ἑκάτειον: Ἑκάτης ἄγαλμα. καὶ παροιμία, Θεαγένους Ἑκάτειον· οὗ ἐπυνθάνετο πανταχοῦ ἀπιών. ὃς Καπνὸς ἐκαλεῖτο. ἦσαν δὲ Θεα‐ γένεις ἄλλοι βʹ· ὁ περὶ Ὁμήρου γράψας καὶ ὁ ἐπὶ μαλακίᾳ διαβεβλη‐ μένος.

### ε 362

Ἑκατηβελέτης: ὁ Ἀπόλλων, ὁ αὐτὸς καὶ ἑκατηβόλος.

### ε 363

Ἑκάτην· ἀπὸ ταύτης ἔστι μαθεῖν εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν ἐστι βέλτιον· φησὶ γὰρ αὕτη τοὺς μὲν ἔχοντας καὶ πλουτοῦν‐ τας δεῖπνον κατὰ μῆν’ ἀποπέμπειν, τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι. ἔθος γὰρ ἦν ἄρτους καὶ ἄλλα τινὰ κατὰ μῆνα τιθέναι τῇ Ἑκάτῃ τοὺς πλουσίους, λαμβάνειν ἐξ αὐτῶν τοὺς πένητας.

### ε 364

Ἑκάτην: οἱ μὲν τὴν Ἄρτεμιν, οἱ δὲ τὴν σελήνην, ἐν φάσμασιν ἐκτόποις φαινομένην τοῖς καταρωμένοις. τὰ δὲ φάσματα αὐτῆς δρακοντοκέφαλοι ἄνθρωποι καὶ ὑπερμεγέθεις, ὡς τὴν θέαν ἐκπλήττειν τοὺς ὁρῶντας.

### ε 365

Ἑκάτης νήσου: πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὃ ὑπ’ ἐνίων Ψαμίτη καλεῖται. καλεῖσθαι δὲ οὕτως φασὶν αὐτὴν διὰ τὸ τοῖς ψαμίτοις τιμᾶσθαι τὴν θεόν. ψάμιτον δέ ἐστι ψαιστῶν τις ἰδέα.

### ε 366

Ἑκατομβαιών: μὴν Ἀθηναῖος. ἐκλήθη δὲ οὗτος ἀπὸ τοῦ πλείστας ἑκατόμβας θύεσθαι τῷ μηνὶ τούτῳ.

### ε 367

Ἑκάτομνος: ὄνομα κύριον.

### ε 368

Ἑκατόμπεδος νεώς: ὁ Ἀθήνησι παρθενών. καὶ Ἑκατόμ‐ πεδον· Λυκοῦργος. ὁ παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος.

### ε 369

Ἑκατοστός: ὁ ἀριθμός.

### ε 370

Ἑκατοντάρχης.

### ε 371

Ἐκκαυλίζων: ἀποκλῶν, ἀνασπῶν. ἀπὸ μεταφορᾶς τῶν τὰ λάχανα ἀνασπώντων.

### ε 372

Ἐκβαλεῖν: λέγουσιν ἰδίως τὸ κροῦσαι ταῖς ναυσίν.

### ε 373

Ἐκβάλλω· αἰτιατικῇ. τὸν Ἀδὰμ ἐξέβαλε τοῦ παραδείσου. Ἐκβάλλομαι δὲ γενικῇ· ἐξεβλήθη Ἀδὰμ τοῦ παραδείσου.

### ε 374

Ἐκβακχευθείς: ἐκμανείς. ὁ δὲ Οὐάλης ἐκβακχευθεὶς ἐπὶ τοὺς πολεμίους ἀθρόαν παρήγγειλεν ἔξοδον.

### ε 375

Ἐκβεβόλβισται: ἐξορώρυκται.

### ε 376

Ἐκβιαστής. ἄμφω γάρ εἰσιν ἐκβιασταὶ τῆς δίκης, νύττουσιν ἡμᾶς πρὸς τὸ τῆς δίκης πέρας. περὶ Γρηγορίου καὶ Βασιλείου φησίν.

### ε 377

Ἐκβαίνω· αἰτιατικῇ. καὶ Ἐκβῇς: ἐξέλθῃς.

### ε 378

Ἐκβιβάσας: ἐξαγαγών. τὴν ἡδυμελῆ ξύμφωνον ἀηδόνα μούσης κατάλειφ’ ἡμῖν δεῦρ’ ἐκβιβάσας, ἵνα παίσωμεν μετ’ ἐκείνης. ἀντὶ τοῦ χορεύσωμεν.

### ε 379

Ἐκβρασθῇ: ἐκβληθῇ, ἐκριφῇ. λέγεται δὲ καὶ ἐπὶ τῶν ὑπὸ τῆς θαλάσσης ἐκριπτουμένων. λέγεται δὲ καὶ ἐξεπτύσθη ὑπὸ τῆς θαλάσσης.

### ε 380

Ἐκγαμηθῆναι· ὅταν εἰς ἕτερον γένος ἐκδοθῇ παρθένος, οἱονεὶ τοῖς μὴ προσήκουσι, τοῦτο ἐκγαμεῖσθαι λέγεται.

### ε 381

Ἐκγεγάμεν· Ὅμηρος· εὔχεται ἐκγεγάμεν. ἀντὶ τοῦ γεγενῆσθαι. ἀπὸ τοῦ γῶ, γήσω, γέγημι· ἀπαρεμφάτως γεγάναι καὶ Δωρικῶς γεγάμεν· ὡς τιθέναι, τιθέμεν.

### ε 382

Ἐκ γενετῆς τυφλός.

### ε 383

Ἐκ γειτόνων· ἐκ γειτόνων τῆς μεγαλοφροσύνης παροικοῦσαν τὴν ἀλαζονείαν ἐκφεύγει. ἀντὶ τοῦ γειτνιῶσαν.

### ε 384

Ἐκδεδαρμένον δέρεις: ἐπὶ τῶν μάτην πονούντων.

### ε 385

Ἐκδεές: ἀτελές, ἐλλιπές. ἔδοξε δὲ αὐτοῖς πρότερον, ὡς μηδὲν ἐκδεὲς εἴη τῶν θείων λογίων, εἰς τὴν πόλιν εἰσελθεῖν, 〈ὅπωσ〉 τὸ ἄγαλμα, εἰ δύναιντο, κλέψειαν τῆς Ἀθηνᾶς.

### ε 386

Ἐκδέξασθαι: οὐκ ἐπὶ τοῦ ἀναμεῖναι, ἀλλ’ ἐπὶ τοῦ ἀναδέξασθαι καὶ ἀναλαβεῖν. Ἐκδέξασθαί ἐστι τὸ παρ’ ἑτέρου λαβόντα αὐτὸν ἐγχειρεῖν τὸ δεύτερον. ἐπισκεπτέον δὲ τὸ ἐν τῷ εʹ Φιλιππικῷ ληφθέν· καὶ τὸ δοκεῖν ἐκδέχεσθαι τῶν ἐκείνῳ πεπραγμένων.

### ε 387

Ἔκδεξαι: ἀντὶ τοῦ ἀληθεύων οὐ ψεύδομαι, πίστευσον ὑποσχο‐ μένῳ τῷ δούλῳ σου, αὐτὸς ἐγγυητὴς γενοῦ τῆς ἐμῆς ὑποσχέσεως.

### ε 388

Ἐκδέχεσθαι: ἀπείργειν, κωλύειν. γέρρα τε παρατεταμένα ἦν εἰς τὸ ἐκδέχεσθαι τὰ τῶν βαρβάρων τοξεύματα.

### ε 389

Ἐκδέχῃ: νοεῖς, ὑπολαμβάνεις. Πολύβιος· οὐκ ὀρθῶς, ὦ στρα‐ τηγέ, τοὺς ἡμετέρους ἐκδέχῃ λόγους. καὶ Ἐκδέχομαι· αἰτιατικῇ.

### ε 390

Ἔκδεια: ἡ κεχρεωστημένη λοιπάς. ἔκδεια γάρ ἐστι τὸ μέρος καταβαλεῖν ὧν ὀφείλει τις, εἰ καὶ μὴ πάντα· ἔνδεια δὲ τὸ μηδὲν ὅλως καταβαλεῖν. ἢ ἔκδεια μέν ἐστι τὸ ἔχοντα μὴ καταβαλεῖν, ἔνδεια δὲ τὸ μηδὲν ἔχειν· ὡς εἶναι τὸ μὲν ἑκούσιον, τὸ δὲ ἀκούσιον. Ἔκδεια μέν ἐστιν ἑκούσιος στέρησις χρημάτων, ἔνδεια δὲ ἀκούσιος.

### ε 391

Ἐκδειματοῦντες: ἐκφοβοῦντες.

### ε 392

Ἐκ διαμέτρου.

### ε 393

Ἐκδιαιτηθῆναι: διαπραθῆναι.

### ε 394

Ἐκδιῄτησε: κακῶς διῴκησεν.

### ε 395

Ἐκδιαίτησις: ἡ τρυφή. ὁ δὲ τρυφαῖς μαλακαῖς καὶ ἐκδιαι‐ τήσεσι διαλυθεὶς ἐπανῄει, νωθείᾳ τε καὶ μαλακίᾳ καὶ ἀβουλίᾳ τὰς τῆς ἀρχῆς ἡνίας ἀφίησι. καὶ αὖθις· ἀπαγορεύει πρὸς τοὺς πόνους πόθῳ τῆς ἐν Συρίᾳ ἐκδιαιτήσεως. καὶ αὖθις· τὴν Νέρωνος ἐς τρυφὴν ἐκδιαίτησιν.

### ε 396

Ἐκδικάσασθαι: Ἰσαῖος, ἀντὶ τοῦ ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δικάσασθαι.

### ε 397

Ἐκδικία.

### ε 398

Ἔκδικον: τὸ ἔξω τοῦ δικαίου. Αἰλιανός· τετόλμητο μὲν αὐτῷ τὸ ἔκδικον ἐκεῖνο καὶ παράνομον ἔργον.

### ε 399

Ἐκδίκους: δικαίους καὶ ἔξω τοῦ δικαίου ὄντας. ὁ δὲ ἦν ἔκδικός τε καὶ ἔκνομος. ἀντὶ τοῦ ἄδικος. καὶ Σοφοκλῆς· Θῆβαι δ’ οὐκ ἐπαίδευσαν κακόν. οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν. σὺ δ’ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν τὴν αὐτὸς αὑτοῦ. καί ς’ ὁ πληθύων χρόνος γέρονθ’ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.

### ε 400

Ἐκδίκως· δεῖν χοὰς τοῖς ἐκδίκως τῶν Αἰτωλῶν τεθνεῶσιν ἐπάγειν. καὶ αὖθις· καὶ μεγάλα ἀνάρσια ἀνῃρημένος ἐκδίκως.

### ε 401

Ἔκδιος.

### ε 402

Ἔκδοσις: τὸ ναυτικὸν δάνεισμα, οἱονεὶ ἔξω δόσις. οὕτω καὶ Δημοσθένης κατὰ Ἀφόβου πρῶτον.

### ε 403

Ἔκδοτος: προδεδομένος.

### ε 404

Ἐκδοχεῖον: τὸ ταμιεῖον.

### ε 405

Ἐκ δυεῖν τρία βλέπεις: ἐπὶ τῶν διὰ γῆρας ἢ ἄλλο τι πάθος οὐκ ὀξυδορκούντων οὐδὲ εἰλικρινεῖς ἐχόντων τὰς ὁράσεις.

### ε 406

Ἑκκαιδεκάδωρα: ἑκκαίδεκα παλαιστῶν. δῶρον γὰρ καλεῖται ἡ παλαιστή. Ὅμηρος· τοῦ κέρα ἑκκαιδεκάδωρα πεφύκει.

### ε 407

Ἔκαινον: ἔκοπτον.

### ε 408

Ἐκκαίω· αἰτιατικῇ.

### ε 409

Ἐκκαίομαί σου δὲ γενικῇ. ἐρῶ σου.

### ε 410

Ἐκκέκοφθ’ ἡ μουσική: φασὶν ὅτι τῶν παλαιῶν ἐν τοῖς συμποσίοις φιλολόγῳ ζητήσει χρωμένων, οἱ ὕστερον τὰς μουσουργοὺς καὶ κιθαριστρίας καὶ ὀρχηστρίας ἐπεισήγαγον. ὅθεν τὴν καινοτομίαν τινὲς αἰτιώμενοι τῇ παροιμίᾳ ἐχρῶντο.

### ε 411

Ἐκεκράγεισαν: ἔκραζον.

### ε 412

Ἐκκεκρικώς: ἐκκεχωρικώς.

### ε 413

Ἐκκεκυμασμένους: ὑπὸ τῶν κυμάτων ἐκβρασθέντας. ὁ δὲ κατέλαβε τοὺς περὶ τὸν ἀδελφὸν νεκροὺς παρὰ τὸν αἰγιαλὸν ἐκκεκυ‐ μασμένους.

### ε 414

Ἐκκέλευστος· καὶ κατήγορος ἐκκέλευστος, ὃς ἂν μὴ γράψηται παρανομῶν, ἑάλωκεν.

### ε 415

Ἐκενώθησαν: ἠρημώθησαν.

### ε 416

Ἐκεράϊζον: κατέτρεχον, ἐληίζοντο, ἐπόρθουν.

### ε 417

Ἐκερουτίας: τὴν κεφαλὴν ἀνέτεινες δίκην τῶν κερατοφορούν‐ των ζῴων, ὅτι εὐειδῆ γίνεται μετεωρίζοντα τὴν κορυφήν. δηλοῖ δὲ τὸ γαυριᾶν. ὡς ἔλαφος, φησίν, ἠγάλλου τοῖς κέρασιν. Ἀριστοφάνης· ἀνωρτάλιζες, κἀκερουτίας.

### ε 418

Ἐκεύθαινον: ἔκρυπτον.

### ε 419

Ἐκεχειρία: ἄνεσις, ἀργία, συνθήκη, ἔνδοσις, ἀνοχὴ πολέμου. ἡ πρὸς ὀλίγον χρόνον τοῦ πολέμου ἀναβολὴ καὶ ἡσυχία. παρὰ τὸ ἔχειν τὰς χεῖρας, ἐχεχειρία τις οὖσα. Ἰώσηπος· ὥσπερ τοῖς ὅπλοις συμπεφυκότες οὐδέποτε τῆς ἀσκήσεως λαμβάνουσιν ἐκεχειρίαν.

### ε 420

Ἐκκεχιλωμένην: ἐψευσμένην· ἢ κεχερσωμένην. ὅτι ὁ χιλὸς ἐν χέρσῳ φύεται· τοῦτο δέ ἐστι χόρτος. οἷον ἐξημελημένην.

### ε 421

Ἔκζεσις: ἐκβρασμός. φασὶ δὲ αὐτὸν φθειρσὶν ἐκζέσαι.

### ε 422

Ἐκζητῶ· αἰτιατικῇ.

### ε 423

Ἐκζωπυρῆσαι: ἀνάψαι. κυρίως τὸ ἐκ μικροῦ φυσῶντα μεγά‐ λην φλόγα κινῆσαι. ἡ μεταφορὰ ἀπὸ τῶν ἀνθράκων.

### ε 424

Ἐκεῖ, ἐκεῖσε, ἐκεῖθεν, ἐκείνοθι, ἐκείνοθεν καὶ κατὰ συγκοπὴν ἐκεῖθεν τὴν ἐν τόπῳ σχέσιν δηλοῖ.

### ε 425

Ἐκκείμεθα· μόνῳ σοι τῶν ζώντων ἐκκείμεθα. οὐ γάρ ἐστιν ἡ ἀλήθεια πρᾶγμα ἐκκείμενον οὐδὲ καταβεβλημένον οὐδὲ θήρᾳ ληπτέον. ἀντὶ τοῦ καταπεφρονημένον.

### ε 426

Ἐκείνῃ: ἐπίρρημα. ἀντὶ τοῦ τὰς αὐτόθι. τὰς ἐκείνῃ νάπας διεξελθών. καὶ αὖθις· τοῖς τε Γέταις καὶ τοῖς ἐκείνῃ βαρβάροις.

### ε 427

Ἐκείνῃ: τὰ ἐκεῖσε. εἰς Παρθυαίαν ἐμβάλλειν καὶ τὰ ἐκείνῃ ἄγειν καὶ φέρειν καὶ τῇ στρατιᾷ σῖτα παρέχειν.

### ε 428

Ἐκεῖνος καὶ κεῖνος καὶ τὸ αὐτὸς ἀντὶ ὀνόματος παραλαμβάνου‐ σιν οἱ ποιηταί. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ εἴσιθ’, ἵνα μὴ κεῖνος ἡμῖν ἐπιτύχῃ. καὶ Ὅμηρος τὴν Θέτιν παρεισάγει λέγουσαν· τίπτε μ’ ἐκεῖνος ἄνωγε μέγας θεός; καὶ τό, αὐτὸς ἔφα, παρὰ τοῖς Πυθαγορείοις.

### ε 429

Ἔκηαν: ἔκαυσαν.

### ε 430

Ἑκηβολία.

### ε 431

Ἑκηβόλιος, σοφιστὴς Κωνσταντινουπόλεως. οὗτος ἐπὶ Κων‐ σταντίου διαπύρως χριστιανίζειν ὑποκρινόμενος ἐπὶ Ἰουλιανοῦ ἄλογος Ἕλλην ἐφαίνετο. ῥίψας γὰρ ἑαυτὸν πρὸ τῆς πύλης τοῦ εὐκτηρίου οἴκου, πατήσατέ με, ἐβόα, τὸ ἅλας τὸ ἀναίσθητον. τοιοῦτος ἦν κοῦφος καὶ εὐχερὴς Ἑκηβόλιος καὶ πρότερον καὶ ὕστερον.

### ε 432

Ἑκηβόλος: ὁ Ἀπόλλων.

### ε 433

Ἐκήδευσαν: κατ’ ἐπιγαμίαν συνήφθησαν. ἐκήδευσάν τε αὐτοῖς δόντες γυναῖκας καὶ αὐτοὶ παρ’ ἐκείνων λαβόντες.

### ε 434

Ἐκήκιεν: ἀνεφέρετο.

### ε 435

Ἕκηλος: ἥσυχος.

### ε 436

Ἐκήλει: σὺν ἡδονῇ ἔτερπεν. κηλῶ γὰρ τὸ ὑπ’ αὐλὸν ἥδομαι. οὕτω μὲν ὁ κατάρατος συνήθως τὸν ἄνθρωπον ἐκήλει. καὶ αὖθις· ὁ δὲ διηγεῖτο μυρία ὅσα, δι’ ὧν ἐκήλει τοὺς ἀκούοντας.

### ε 437

Ἐκηριώθην: ἐσκοτώθην, ἢ διὰ τὸ δέος κήρινος ἐγενόμην.

### ε 438

Ἐκκήρυκτον: ἀπόβλητον. καὶ Ἐξεκήρυξαν, ἀντὶ τοῦ ἀπεσκοράκισαν.

### ε 439

Ἕκητι: ἀντὶ τοῦ ἕνεκα. σημαίνει δὲ καὶ χωρίς.

### ε 440

Ἐκίσσησεν: ἐν γαστρὶ ἔσχεν, μεθ’ ἡδονῆς συνέλαβεν, ἐγέννησεν.

### ε 441

Ἔκθαμβος.

### ε 442

Ἐκθανεῖν: ἀποθανεῖν.

### ε 443

Ἐκθεατρίζουσιν: ἐκπομπεύουσιν, ἐκφαυλίζουσιν, ἐξελέγχουσιν. οἱ γὰρ πολλοὶ τὰ μὲν ἔργα τῶν εὐτυχούντων οὐ πειρῶνται μιμεῖσθαι, τὰ δὲ πάρεργα ζηλοῦντες ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν.

### ε 444

Ἔκθεσμον: παράνομον.

### ε 445

Ἔκθετα: ἐκριπτούμενα.

### ε 446

Ἐκθεῖ: ἔξεισιν, ἐξέρχεται. Ἀριστοφάνης· ἐσδραμὼν εἰς τὸ πρυ‐ τανεῖον κενῇ τῇ κοιλίᾳ ἐκθεῖ πλέᾳ. τουτέστιν ἔξεισιν ἐκ τῆς πόλεως, γενόμενος πλούσιος, προσελθὼν τῇ πολιτείᾳ. ἐμφαντικῇ δὲ λέξει κέχρηται, ἵνα δείξῃ αὐτὸν ἐπιπεπηδηκότα ἀναισχύντως τῇ πολιτείᾳ.

### ε 447

Ἐκθλίβω· αἰτιατικῇ.

### ε 448

Ἐκθειάσαι: θεοποιῆσαι.

### ε 449

Ἔκθορεν: ἐξεπήδησεν. Βάβριος· φρίξας δὲ χαίτην ἔκθορε φωλάδος κοίλης.

### ε 450

Ἐκθορεῖν: ἐκδραμεῖν, ἐκφυγεῖν.

### ε 451

Ἐκθρώσκειν: ἐκπηδᾶν.

### ε 452

Ἐκθυμία: ἡ προθυμία. ἐπεὶ δ’ ἔλαβε καιρὸν τῆς ἐκείνων ἐκθυμίας κατὰ τὴν μάχην πρὸς τοὺς πολεμίους, παρέσφαξεν αὐτούς.

### ε 453

Ἐκθύμως: προθύμως. ὁ δὲ ἠγωνίζετο πεζὸς ἐκθύμως.

### ε 454

Ἐκθύσασθαι: τὸ ἐξιλεώσασθαι καὶ ἐκμειλίξασθαι.

### ε 455

Ἐκλαβεῖν: ἀπολαβεῖν. Πολύβιος· ὅταν ᾖ τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν ἀδικησάντων ἢ κατὰ νόμους ἢ κατ’ ἄλλας τινὰς ὑποκειμένας δικαιοδοσίας.

### ε 456

Ἔκλαγξαν: ἤχησαν.

### ε 457

Ἐκλεγόμενος· αἰτιατικῇ. προκρίνων, προτιμῶν. ὁ δὲ κατα‐ πιστεύων τοῖς πράγμασιν ἔσπευδε δι’ αὑτοῦ κρῖναι τὰ ὅλα. διόπερ οὐ τὸν τῶν πραγμάτων ἐκλεγόμενος καιρὸν ἀλλὰ τὸν ἴδιον, ἔμελλε τοῦ δέοντος σφαλήσεσθαι.

### ε 458

Ἐκλέγοντες: ἀπαιτοῦντες.

### ε 459

Ἐκλεκτός· ὀξυτόνως· ἐπίλεκτος δὲ προπαροξυτόνως. διότι τὸ μὲν ἐκ τοῦ ῥήματος, τὸ δὲ ἐκ τοῦ ὀνόματος συντέθειται. ὁ δὲ Σολομῶν φησι· χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. τὸ μὲν γὰρ κρατεῖν ἐστιν ἴσως καὶ τῶν ἐπὶ πλεῖστον φαύλων ἢ φόβῳ ἢ αἰσχύνῃ τὴν διὰ τοῦ σώματος ἐνέργειαν κωλυόντων μετὰ πολλῆς τῆς ἀνάγκης, τὸ δὲ ἔρωτι τῶν ἄνω μὴ ἡττηθῆναι τοῖς κάτω μόνων ἐστὶ τῶν φιλοθέων καὶ οὓς ἡ γραφὴ ἐκλεκτοὺς ὠνόμασεν.

### ε 460

Ἐκλελάκτικεν: ἀποβέβληκεν, ἀπέφυγεν.

### ε 461

Ἐκκλείεται: ἐμποδίζεται. ἐκκλείεται ἡ πάροδος ἡ εἰς τὴν Χερρόνησον διὰ τῆς πόλεως ταύτης.

### ε 462

Ἐκκλείουσι: κωλύουσιν, εἴργουσιν. Πολύβιος· ἐπεὶ τὸν Φίλιπ‐ πον ἐκκλείουσιν οἱ καιροί, βούλεσθαι τὸν βασιλέα τὴν ἐπιγραφὴν τῆς πράξεως ἐκείνῳ περιποιῆσαι, ὡς ἐν εὐεργεσίᾳ προφέρων τούτῳ τοὺς λόγους.

### ε 463

Ἐκλειπία: ἡ συγχώρησις. ἄδικον ἡγεῖτο τὴν ἐκλειπίαν τῆς πρὸς τοὺς ὀμωμοκότας πίστεως καὶ σφάζει ἑαυτόν.

### ε 464

Ἔκλειψις καὶ Ἐξέλιπεν: ἑκάτερον αὐτῶν τέτακται ἐπὶ τῶν διαψηφίσεων τῶν γινομένων ἐν τοῖς δήμοις περὶ τῶν γινομένων εἰς τὸ ληξιαρχικὸν γραμματεῖον. ὅσοι μὲν ἐγκαλούμενοι, ὅτι μή εἰσιν ἀστοί, ἀπαντῶσι πρὸς τὰ ἐγκλήματα, περὶ τούτων οἱ δημόται ψῆφον φέρουσιν· ὅστις δὲ μὴ παρεγένετο κριθησόμενος, ἐξέλιπεν οὗτος τὴν περὶ αὐτοῦ διάγνωσιν. καὶ τοῦτο ἔκλειψις καλεῖται. ὅτι ἡ τοῦ ἡλίου ἔκλειψις ἐπιπροσθουμένου ὑπὸ τῆς σελήνης ἐναργῶς φαίνεται γίνεσθαι. ζήτει ἐν τῷ διαφανές.

### ε 465

Ἐκλειπέτωσαν.

### ε 466

Ἐκλῃδονίζετο: ἐμαντεύετο.

### ε 467

Ἐκληπτέον: δεῖ λαμβάνειν.

### ε 468

Ἐκκλήσεις· πρόδηλος γὰρ ἐγένετο φυγὴ καὶ τῶν ὑπεναντίων ἐκκλήσεις πρὸς ἐπίθεσιν.

### ε 469

Ἐκκλησιάζων: εἰς ἐκκλησίαν συγκαλῶν. ἡνίκα ἐκκλησιάζων ἐδίδου τὸ παράγγελμα.

### ε 470

Ἐκκλησία κυρία: οὕτω λέγεται κυρία, ἐν ᾗ ἐκύρουν τὰ ψη‐ φίσματα. εἰσὶ δὲ νόμιμοι ἐκκλησίαι, αἱ λεγόμεναι κύριαι, τρεῖς τοῦ μηνὸς Ἀθήνησιν, ἡ πρώτη καὶ ἡ ιʹ καὶ ἡ τριακάς. εἰσὶ δὲ καὶ προσ‐ κλητοῖς ἐναγόμεναι κατά τινα ἐπείγοντα πράγματα. αἱ μὲν οὖν νόμιμοι καὶ ὡρισμέναι κύριοι καλοῦνται, αἱ δὲ πρὸς τὸ κατεπεῖγον συναγόμεναι σύγκλητοι.

### ε 471

Ἐκκλησίαν: συναγωγὴν ὄχλου. Ἀριστοφάνης Πλούτῳ· ἐκ‐ κλησία δ’ οὐχὶ διὰ πλοῦτον γίνεται; ἐκκλησιάζομεν γὰρ ἢ τῶν ἰδίων τι σῶσαι βουλόμενοι ἢ τῶν ἀλλοτρίων τι σφετερίσασθαι. διαβάλλει δὲ τὸ ἐπὶ φιλοδικίᾳ τῶν Ἀθηναίων τριώβολον.

### ε 472

Ἐκκλησίαν: σῶμα ἑαυτοῦ τὴν ἐκκλησίαν καλεῖ ὁ Χριστός, καὶ διὰ ταύτης ἱερατεύει ὡς ἄνθρωπος· δέχεται δὲ τὰ προσφερόμενα ὡς θεός. προσφέρει δὲ ἡ ἐκκλησία τὰ τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος σύμβολα, πᾶν τὸ φύραμα διὰ τῆς ἀπαρχῆς ἁγιάζουσα. λύσις ὀνείρου· ἐκκλησίαις ἑστῶσιν ἔγκλησιν φέρει.

### ε 473

Ἐκκλητεύειν: τὸ εἰς κρίσιν ἄγειν, ἵνα ἐπάναγκές τις μαρτυρῇ. οὕτως Αἰσχίνης.

### ε 474

Ἐκκλητευθῆναι· τῶν ἐγκαταλιπόντων μαρτυρίαν τὰ ὀνόματα ἐν τῷ δικαστηρίῳ κηρύσσεται· ὅπερ ἔλεγον ἐκκλητευθῆναι καὶ ἐκ‐ κλητεύοι.

### ε 475

Ἐκλήτευσεν: ἐκάλεσεν.

### ε 476

Ἐκκλητικῶς: ἐκκαλούμενος. καὶ Ἐκκλήσεις· πρόδηλος γὰρ ἐγένετο φυγὴ καὶ τῶν ὑπεναντίων ἐκκλήσεις πρὸς ἐπίθεσιν.

### ε 477

Ἔκκλητον: τὴν ἐπὶ συνόδῳ παραίτησιν.

### ε 478

Ἐκκλίνω· αἰτιατικῇ.

### ε 479

Ἐκλιπαρεῖ: παρακαλεῖ.

### ε 480

Ἐκλογιστίαν: ἀρίθμησιν. καὶ Ἐκλογιζόμενος τὸ πλῆ‐ θος τοῦ στρατοῦ, ἀντὶ τοῦ ἀριθμῶν. καὶ ἀντὶ τοῦ διανοού‐ μενος. ἐμπείρως καὶ φρονίμως ἐκλογιζόμενος. ὁ δὲ καὶ ἐκλογισμοῖς καθυπεβάλλετο.

### ε 481

Ἐκλογεῖον: ἡ ἐκλογάς.

### ε 482

Ἐκλογεῖς: οἱ ἐκλέγοντες καὶ εἰσπράττοντες τὰ ὀφειλόμενα τῷ δημοσίῳ.

### ε 483

Ἐκλογεῖς· ὁπότε δέοι χρήματα τοὺς πολίτας εἰσφέρειν, τούτους κατὰ δύναμιν οἱ καλούμενοι ἐκλογεῖς διέγραφον. ἀλλὰ καὶ οἱ τοὺς φόρους ἀπὸ τῶν ὑπηκόων ἀθροίζοντες πόλεων οὕτως ἐλέγοντο.

### ε 484

Ἐκλόνησεν: ἐτάραξεν. Ἐκλώνισε δὲ κλῶνας ἔκοψεν.

### ε 485

Ἐκκλώζετο· κλωσμὸν ἔλεγον τὸν γινόμενον ἐν τῷ στόματι ψόφον, ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ἀκροαμάτων, ὧν οὐχ ἡδέως ἤκουον.

### ε 486

Ἐκλώπευον: ἀντὶ τοῦ ἔκλεπτον. Ξενοφῶν ἐν τῇ Ἀναβάσει.

### ε 487

Ἐκλωπίζω: ἐκδέρω.

### ε 488

Ἔκλυεν: ὑπήκουσεν, ἐκέλευσεν.

### ε 489

Ἐκλῦσαι.

### ε 490

Ἐκ λύκου στόματος: ἐπὶ τῶν ἀνελπίστως παρά τινών τι λαμβανόντων, κατὰ τὸν μῦθον τοῦ λύκου καὶ τοῦ γεράνου.

### ε 491

Ἐκμαγεῖον: ἐκτύπωμα, καὶ ἀποσφράγισμα. ξυνειληθέντα τε καὶ κατασφαλισθέντα ἐκμαγείοις κηρίνοις καὶ ἐκτυπώμασι δακτυλίων ἐπεδόθη.

### ε 492

Ἐκμαγῆσαι: ἐκτυπῶσαι.

### ε 493

Ἐκμαλθακῶσαι: ἐκμαλάξαι, χαυνῶσαι. ἄλλα τε πλεῖστα ἐκμαλθακῶσαι οἵας τε ὄντα ἀλαζονείας ἀνάπλεα φρονήματα.

### ε 494

Ἐκμαρτυρεῖν φασι τὸ λέγειν, οὐχ ἅπερ αὐτὸς εἶδεν, ἀλλ’ ἅπερ ἑτέρων ἤκουσε λεγόντων. ἐκμαρτυρία δὲ γεγραμμένη ἀναγινώσκεται, ὅταν τις ᾖ τελευτήσας ἢ ᾖ ὑπερόριος.

### ε 495

Ἐκμαρτυρία διαφέρει τῆς μαρτυρίας· ὅτι ἡ μὲν τῶν παρόντων ἐστίν, ἡ δὲ ἐκμαρτυρία τῶν ἀπόντων.

### ε 496

Ἐκμαρτυρίῳ: διαμαρτυρίῳ. οὐκ ὤκνησαν δὲ καὶ δευτέρῳ ἐκ‐ μαρτυρίῳ χρήσασθαι.

### ε 497

Ἐκμαίνω· αἰτιατικῇ.

### ε 498

Ἐκμελές: ἠμελημένον. ὁ δὲ δὴ Βῶνος οὐκ ἐς τὸ ἐκμελὲς αὐτῷ οὐδ’ ἐς τὸ ῥᾳθυμότερον ἐτράπη ὁ νοῦς, ἀλλὰ συντόνῳ τῷ τάχει πρὸς τὴν σωτηρίαν ἐχρῆτο. καὶ τἄλλα πάθη κατὰ τὴν ἐκμελῆ λύραν ἐθεραπεύετο. φησὶν Εὐνάπιος. Ἐκμελὴς οὖν ἢ κακόηχος. ὅτι καὶ Θεοδόσιος ὁ βασιλεὺς ἐκμελὴς ἦν καὶ πάσῃ ῥᾳθυμίᾳ ἐκ‐ κείμενος.

### ε 499

Ἐκ Μασσαλίας ἥκεις: ἐπὶ τῶν θηλυδριῶν καὶ τεθρυμμένων, παρόσον ἐκείνους φασὶ θηλύτερον στολίζεσθαι μεμυρισμένους καὶ τὰς τρίχας ἀναδουμένους, καὶ διὰ ταύτην τὴν μαλακίαν ἀσχημονεῖν.

### ε 500

Ἐκ μέσων νυκτῶν λέγουσι καὶ ἐκ μεσημβρίας.

### ε 501

Ἐκ μεταβολῆς· οἱ δὲ μετὰ ταῦτα ἐκ μεταβολῆς ὡς ἐπ’ Ὀλυμπίας. τουτέστι μεταμελείας τῆς προτέρας ὁρμῆς.

### ε 502

Ἐκμειλίσσεσθαι: καταπραΰνειν.

### ε 503

Ἑκμήνου: τῶν ἓξ μηνῶν. τῆς δ’ ἐπιφερομένης ἑκμήνου παρ‐ είλετο.

### ε 504

Ἑκμήνῳ: μηνῶν ἕξ. λαβὼν δούλους σὺν τροφῇ ἑκμήνῳ ἠλευ‐ θέρωσεν.

### ε 505

Ἐκμηρυομένους· δυσχερῶς ἐκμηρυομένους καὶ μακρῶς τὰς δυσχωρίας. ἀντὶ τοῦ ἀναλεγομένους.

### ε 506

Ἐκμηρυσάμενος: ἐξελκύσας, ἐπεκτείνας. ἀπὸ μεταφορᾶς τῶν μηρυμάτων. ὁ δὲ ἐκμηρυσάμενος τὴν δύναμιν ἐκ τῶν δυσχωριῶν κατεστρατοπέδευσε. καὶ αὖθις· ὁ δὲ ἐκμηρυσάμενος τῷ πλῷ τὸν ποταμὸν πάντα κατὰ Χαλδᾶνος ἦν. ἀντὶ τοῦ διαπλεύσας.

### ε 507

Ἐκμηχανώμενος: κατασκευάζων.

### ε 508

Ἐκμυζήσας: ἐκπιέσας, ἐκθλίψας.

### ε 509

Ἐκμυκτηριεῖ: βδελύσσεται.

### ε 510

Ἐκνάπτετο: ἐξύετο, ἐδαπανᾶτο.

### ε 511

Ἐκνενέμηται: ἐξῆλθεν. διαμεμέρισται.

### ε 512

Ἐκνευρίσας: ἀντὶ τοῦ ἀδυνάτους καταστήσας. ὁ δὲ ἀπεκρί‐ νατο κατακόψας πάντας, ἵνα πολλὴν δύναμιν τῆς Ῥώμης ἐκνευρίσῃ. καὶ αὖθις· εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι, διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος.

### ε 513

Ἐκνεφίας: ἐκ νεφῶν ἄνεμος.

### ε 514

Ἔκνιζεν: ἔδακνεν. ἀπὸ τῆς πόας. Ἡρόδοτος.

### ε 515

Ἔκνισεν: ἐκίνησε, καθήψατο. Ἀππιανός· Σύφακα δ’ ἄρα τὸν δυνάστην ἔρως ἔκνιζε τῆς παιδός. οἱ δὲ Καρχηδόνιοι ἔδωκαν αὐτήν.

### ε 516

Ἐκνομίως: ἀντὶ τοῦ μεγάλως, ὑπερβαλλόντως. κυρίως δὲ τὸ ὑπὲρ τὸ νενομισμένον. Ἀριστοφάνης Πλούτῳ· καὶ γὰρ ἐκνομίως μ’ ᾐσχύνετο. λέγεται δὲ καὶ Ἐκνόμως.

### ε 517

Ἐκνόμοις: παρανόμοις.

### ε 518

Ἔκνοον: παρανενοημένον, ἔξω τοῦ νοός, σαλόν.

### ε 519

Ἐκνοσηλεύων: ἐκθεραπεύων.

### ε 520

Ἔκνυεν: ἔξυεν ἠρέμα. παρὰ τὸ κνᾶν. Ἀριστοφάνης· οὗτος πόθῳ μου ’κνυεν ἐλθὼν τὴν θύραν.

### ε 521

Ἐκ ξυγκλύδων· ζήτει ἐν τῷ συγκλύδων.

### ε 522

Ἐκκοβαλικεύεται· ζήτει ἐν τῷ ὑπέρχεται.

### ε 523

Ἐκόησεν: ἐνόησεν. Ἰακῶς. παρὰ Καλλιμάχῳ.

### ε 524

Ἐκκοκκίσας: ἐρημώσας. ἀπὸ μεταφορᾶς τῶν ῥοιῶν, τῶν τοὺς κόκκους ἐκβαλλουσῶν· ὥσπερ γὰρ αἱ πόλεις σκέπαι τῶν ἀνθρώπων εἰσίν, οὕτω καὶ αἱ ῥοιαὶ τῶν κόκκων. ἐχρήσατο δὲ τῇ μεταφορᾷ ὁ ἄγροικος. Ἀριστοφάνης· ὦ Ζεῦ, λήσεις σεαυτοῦ τὰς πόλεις ἐκκοκ‐ κίσας.

### ε 525

Ἐκολάβησας: προσέκρουσας. τὸ δὲ ὅλον, κατεπάλαισας αὐτὸν καὶ ἐκπεριελθὼν καὶ διασείσας ἀργυρίζῃ. παρὰ τὸ ἐπὶ κόλαις βαίνειν. κόλα δὲ ἡ γαστήρ. ἢ ἔθραυσας, ἔκλασας, κατέπιες. ἀπὸ τοῦ κολ‐ λάβου, ὅ ἐστι ψωμός. βούλεται δὲ λέγειν, ὅτι ὃν ἂν παραλάβῃ, ἄρδην ἀπόλλυσιν.

### ε 526

Ἐκολῴα: ἐθορύβει.

### ε 527

Ἐκκομιδήν: ἐκφοράν.

### ε 528

Ἐκομπάσθη: ἠπάτηται, εἰς ὄγκον διετέθη.

### ε 529

Ἐκομπολάκουν: κομπώδεσιν ἐχρῶντο λόγοις.

### ε 530

Ἑκοντήν· Ἀρριανός· τὴν μέσην τῶν ποταμῶν γῆν ἑκοντὴν ἐν‐ διδόντων τῶν ἐποικούντων κατέσχεν.

### ε 531

Ἑκοντί: ἐθελοντί. καὶ παροιμία· ἑκὼν ἀέκοντί γε θυμῷ.

### ε 532

Ἑκόντων εἶναι: βουλομένων. οἱ δὲ ἐπεραιώσαντο τὸν Ἴστρον, δόντων ἑκόντων εἶναι τὴν δίοδον Ἰουθούγγων ἔχθει τῷ πρὸς Ῥω‐ μαίους. καὶ Ἑκών γε εἶναι. ὁ δὲ ἐξηπάτητο πρὸς τῆς γυναικὸς ἑκών γε εἶναι.

### ε 533

Ἐκόπασεν: ἐπαύσατο.

### ε 534

Ἐκκόπτω· αἰτιατικῇ.

### ε 535

Ἔκκοπος: κατάκοπος. ὁ δὲ διανύσας υʹ σταδίους καὶ γενό‐ μενος ἔκκοπος ἐπέμεινεν.

### ε 536

Ἐκκορακίζειν: ἀποδιώκειν.

### ε 537

Ἐκκορηθείης: παντελῶς ἀφανισθείης. Μένανδρος· ἐκκορηθείης σύ γε.

### ε 538

Ἐκορίζετο: ὑπεκορίζετο, εὐφημοτέροις ἐχρῆτο λόγοις.

### ε 539

Ἐκορίζετο: ἐκολάκευεν· οἷα τοῖς μικροῖς παιδίοις ἔθος χα‐ ριεντιζομένους προσπαίζειν τοὺς γονεῖς. Ἀριστοφάνης Νεφέλαις· τοῦτον τὸν υἱὸν λαμβάνους’ ἐκορίζετο.

### ε 540

Ἐκορωνία: ἐγαυρία. τὸ δὲ μειράκιον μετέωρον ὂν τῇ φύσει καὶ πάσης πονηρίας ἔμπλεων ἐκορωνία καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας.

### ε 541

Ἐκουρία: ἐδέετο κουρᾶς.

### ε 542

Ἑκούσια: ἃ οὐχ ὑπόκεινται νόμῳ, ἀλλὰ προαιρέσει. καὶ Βροχὴν ἑκούσιον· οὕτως οἱ οʹ, ὁ δὲ Ἀκύλας ὄμβρον ἑκούσιον, ὁ δὲ Σύμ‐ μαχος ὑετὸν ἑκούσιον. τὸ θηλυκὸν ἡ ἑκούσιος.

### ε 543

Ἑκουσιάζομαι: προσφέρω.

### ε 544

Ἐκκόψαντες αὐτοῦ τοὺς ὀφθαλμούς: τουτέστι πηρώ‐ σαντες, τυφλώσαντες.

### ε 545

Ἐκκόψαι: ἀντὶ τοῦ νικῆσαι. οὕτως Ἄλεξις. καὶ ἐπὶ τοῦ πηρῶσαι τὸν ὀφθαλμόν. καὶ Ἐξεκόπη ἐπὶ τοῦ ἐπηρώθη.

### ε 546

Ἐκωδωνίζοντο: περιβόητοι ἐγένοντο. τέτακται καὶ ἐπὶ τοῦ ἐπειράθησαν. οὕτως Λυσίας.

### ε 547

Ἐκωθώνιζον: ἔπινον.

### ε 548

Ἐκώμασε: μεθ’ ἡδονῆς ἦλθεν. θρῆνος δ’ εἰς ὑμέναιον ἐκώ‐ μασεν.

### ε 549

Ἑκὼν ἀέκοντί γε θυμῷ. ἔστω γάρ μοι νῦν τῆς ἐκείνου γνώμης ζωγράφος ὁμηρίζουσα γλῶττα.

### ε 550

Ἐκπαγλούμενος: ἐκπληττόμενος. Ῥωμαίοις μὲν γὰρ ἐκ‐ παγλούμενος ὁ Πύρρος ταῦτά φησιν. ἢ ἀντὶ τοῦ σεμνυνόμενος.

### ε 551

Ἐκπαγλούμενοι: θαυμάζοντες, ἐκπληττόμενοι. ἐν εἰρήνῃ ἔνε‐ μον ἐκπαγλούμενοι τὸν Ἡρακλέα.

### ε 552

Ἐκπαθεῖς: ὑγιεῖς, ἐκτὸς πάθους. ἵνα μὴ ὦσιν ἔκδιψοι καὶ προεκλελυμένοι, ἀλλ’ ἐκπαθεῖς καὶ κεκαινοπεποιημένοι.

### ε 553

Ἐκπαθής. Αἰλιανός· ἐκπαθῆ δὲ γεγονότα καὶ πρὸς τὰς ἀκρατοποσίας ὥστε καὶ μεθ’ ἡμέραν πλεονάκις μεθύοντα καταφανῆ γενέσθαι τοῖς φίλοις.

### ε 554

Ἐκ παντός: διόλου. εἴγε οὖν τοῦτο καταμαθόντες οἱ πολέμιοι ἐκ παντὸς ἀπίασιν, οὐδὲν ἂν ἐκώλυσεν ἀπολωλέναι τὴν στρατιὰν πᾶσαν.

### ε 555

Ἐκ παντὸς ξύλου: ἐλλείπει τὸ κοῦφον γένοιτ’ ἄν. λέγεται δὲ καὶ ἐπὶ τῶν ὁραθῆναι μὲν εὐκαταφρονήτων, ἀναγκαίων δέ. οἱ δὲ ἐπὶ τῶν δόξαν παρασχόντων ὡς ἀγαθῶν, εὑρεθέντων δὲ ἑτεροίων.

### ε 556

Ἐκ παραλλήλου: ἐξ ὁμοίου.

### ε 557

Ἐκ παραλόγου· ὁ δὲ διασωθεὶς ἐκ παραλόγου θαλασσίου κλύδωνος. ἀντὶ τοῦ παρ’ ἐλπίδα.

### ε 558

Ἐκπερᾶναι: ἐκπεπόνηται.

### ε 559

Ἐκπελλευθῆναι: ἐκβληθῆναι.

### ε 560

Ἐκπελματῶσαι.

### ε 561

Ἐκπεπολέμωται: ἐχθρωδῶς διάκειται.

### ε 562

Ἐκπερδικίσαι: τὸ διαδρᾶναι. ἐκ μεταφορᾶς τῶν περδίκων, πανούργων ὄντων.

### ε 563

Ἐκ περιουσίας: ἐκ περιττοῦ. ἐκ περιουσίας λέγει ὁ Ἀρι‐ στοτέλης. μεταπεμψάμενοι ἐκ περιουσίας καὶ Παμπρέπιον. ἐκ περιουσίας οὖν ἀντὶ τοῦ ἐκ πολλοῦ τοῦ περιόντος. ἐκ περιουσίας τοῦ ἀναγκαίου διαφέρει. ἀναγκαῖα μὲν οὖν ἐστιν ὧν χωρὶς ἀδύνατον εἶναι· ἐκ περιουσίας δὲ ὧν ἡ παρουσία οὐκ οὖσα ἀναγκαία, καὶ ὡς Ἀριστο‐ τέλης λέγει, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων ἄλλα τινὰ προσκατα‐ σκευάζηται τῶν καλῶν. οἷον τὸ μὲν ζῆν ἀναγκαῖον, ἐκ περιουσίας δὲ τὸ εὖ ζῆν· τῇ γὰρ τοῦ εὖ παρουσίᾳ, οὐκ οὔσῃ πρὸς τὸ εἶναι ἀν‐ αγκαίᾳ, ἐπικοσμεῖται τὸ ζῆν ἀναγκαῖον. βελτίω δὲ τὰ ἐκ περιουσίας τῶν ἀναγκαίων φησί· βέλτιον γὰρ τὸ εὖ ζῆν τοῦ ζῆν, τὸ δὲ εὖ λέγειν τοῦ λέγειν. οὐκ ἀεὶ μὲν αἱρετώτερα τὰ βελτίω, εἰ καὶ ἁπλῶς αἱρε‐ τώτερα· τὰ γοῦν ἡμῖν ἀδύνατα, εἰ καὶ βελτίω εἴη τῶν δυνατῶν, ἀλλ’ οὐχ αἱρετώτερα· βέλτιον μὲν γὰρ ἀθανασία μακροβιότητος, ἀλλ’ ἡμῖν οὐχ αἱρετωτέρα. καὶ τῶν ἐκ περιουσίας δὴ τὰ μὲν πρὸς τῷ βελτίω εἶναι καὶ αἱρετώτερά ἐστιν, ὥσπερ τοῦ λέγειν τὸ εὖ λέγειν, τὰ δὲ βελτίω ἐστίν, οὐ μὴν καὶ αἱρετώτερα. τὸ γὰρ φιλοσοφεῖν τε καὶ θεωρεῖν βέλτιον μέν ἐστι τοῦ χρηματίζεσθαι, οὐ μὴν καὶ αἱρετώτερον τοῖς ἐν ἐνδείᾳ οὖσι καὶ μὴ δυναμένοις ἄλλως εἶναι. οὕτω δὴ καὶ τὸ ὑγιαίνειν τοῦ φιλοσοφεῖν τῷ νοσοῦντι αἱρετώτερον. καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἐγὼ μὲν περὶ τῶν ἐσχάτων κινδυνεύω, οὗτος δὲ ἐκ περιουσίας κατηγορεῖ. ἀντὶ τοῦ ἐκ πολλοῦ τοῦ περι‐ όντος.

### ε 564

Ἐκ περιτροπῆς: ἐξ ἀποστροφῆς, ἐκ νίκης.

### ε 565

Ἐκπέρσαι: ἐκπορθῆσαι.

### ε 566

Ἐκπεσών: ῥηθείς, δοθείς. χρησμὸς δὲ ἐκπεσὼν περὶ Εὐτοκίου Θρᾳκός.

### ε 567

Ἐκπεφυσημένον: φιλοτίμως διατεθειμένον. ὁρῶν δὲ τὸν Μάρκον ἐκπεφυσημένον.

### ε 568

Ἐκπειράζω· δοτικῇ.

### ε 569

Ἐκπήγνυσθαι: τὸ ἐκπλήττεσθαι.

### ε 570

Ἐκπηδῶ σου. γενικῇ.

### ε 571

Ἐκπηνιεῖται: ἐξελκύσει. ἀπὸ τῶν τὴν κρόκα μηρυομένων εἰς πηνία. Ὅμηρος· πηνίον ἐξέλκουσα.

### ε 572

Ἐκπίπτω· γενικῇ.

### ε 573

Ἐκπίῃς· αἰτιατικῇ.

### ε 574

Ἐκπλαγεῖς: ἐκπλήξεως πλέοι. Πολύβιος· ἐκπλαγεῖς δὲ γενό‐ μενοι οἱ Λίβυες διὰ τὸ παράδοξον, ἐγκλίναντες ἔφευγον. καὶ αὖθις· οὕτως ἐκπλαγεῖς ἦσαν καὶ κατάφοβοι τὸ μέλλον. καὶ Ἐκπλαγεῖς θηλυκῶς, ἀντὶ τοῦ θαυμασταί. ποιμένες ἀγραυλοῦντες ἐκπλαγοῦς φωτο‐ φανείας ἔτυχον.

### ε 575

Ἔκπλεα: πλήρη. ἐσθῆτας δὲ καὶ τὰ ἐπιτήδεια ἔκπλεα παρ‐ εῖχεν. ἀντὶ τοῦ αὐτάρκη. καὶ αὖθις Αἰλιανός· οἱ δὲ κατάραντες εἰς αὐτόν, καὶ φιλοφροσύνης ἐκπλέας ἀπολαύσαντες.

### ε 576

Ἐκπλέω σου.

### ε 577

Ἐκπλεύσαντες: ἔξω γενόμενοι. οἱ δὲ ἐκπλεύσαντες τῶν φρενῶν, εἶτα ἐνεοὶ ἐγένοντο.

### ε 578

Ἐκπλεύσειν: ἔξω γενέσθαι. μὴ γὰρ ἂν ἐκπλεύσειν ποτὲ τῶν φρενῶν ἐς τοσοῦτον ὡς ἀνθρώπους προτιμῆσαι θεῶν.

### ε 579

Ἐκπλήγδην: ἐκπληκτικῶς.

### ε 580

Ἔκπληξις: φόβος.

### ε 581

Ἐκπλήξας· γενικῇ.

### ε 582

Ἐκπλήσει: πληρώσει.

### ε 583

Ἐκπλινθεύσας: Ἰσαῖος ἀντὶ τοῦ διαλύσας καὶ ἐξελὼν τὰς πλίνθους.

### ε 584

Ἔκπλυτον: ἐξίτηλον. ἀφανές.

### ε 585

Ἐκ ποδὸς εἵπετο κατόπιν: ἀντὶ τοῦ σύνεγγυς.

### ε 586

Ἐκποδών· γενικῇ. τὸ πρὸς ὀλίγον χρόνον ὑποστείλασθαι. Ἀρι‐ στοφάνης· οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς ἐκποδών. καὶ αὖθις· Ἀργεῖοι δὲ καὶ Θηβαῖοι ἐκποδὼν ἔστησαν. καὶ παροιμία· Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.

### ε 587

Ἐκποδὼν γενέσθαι: φυγεῖν, ἢ ἐξαλείφεσθαι, ἢ ἐκ τοῦ μέσου γενέσθαι.

### ε 588

Ἐκποκιῶ: τὰς τρίχας ἐκσπάσω. Ἀριστοφάνης· ἐκποκιῶ σου τὰς ποκάδας. ἐπὶ γυναικείων τριχῶν ὡς τὸ πολύ. παρετυμολογεῖ δὲ τὸν πόκον. Λυκόφρων δὲ ἁπλῶς τὰς τρίχας. ἐμπλοκὴ δέ τις φαίνεται καὶ πλοκαμίδες σπανίως ποτὲ ἐπὶ ἀνδρῶν λέγεται.

### ε 589

Ἐκπολεμῶσαι· αἰτιατικῇ. ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι. γράφεται δὲ καὶ διὰ τοῦ η ἐκπολεμῆσαι, ὡς καὶ παρὰ Ξενοφῶντι. Ἐκπολεμῆσαι συντάσσεται μετὰ αἰτιατικῆς. Ἐκπολεμῶσαι δὲ τὸ πολεμίους ποιῆσαι, οἷον ἐπὶ πόλεμόν τινας παροξῦναι.

### ε 590

Ἐκ πολλοῦ: ἐκ παλαιῶν τῶν χρόνων. ἄγαλμα ἦν τιμώμενον ὑπ’ αὐτοῦ ἐκ πολλοῦ.

### ε 591

Ἐκ πολλῶν ἀχύρων ὀλίγον καρπὸν συνήγαγον: ἐπὶ τῶν πολλὰ μὲν πονούντων, ὀλίγα δὲ καρπουμένων.

### ε 592

Ἐκπομπεύων: ἀχρειῶν, λοιδορῶν. ὁ δὲ ἐκπομπευθῆναι μὲν τὰ ἅγια τῶν ἁγίων ποιεῖ.

### ε 593

Ἐκπορίζομεν: ἐξευρίσκομεν.

### ε 594

Ἐκπορίσας: συλλέξας.

### ε 595

Ἐκπορποῦσθαι: ἐκφιβλοῦσθαι.

### ε 596

Ἐκπρεπεῖς: ἐπίσημοι.

### ε 597

Ἐκ προνοίας: ἑκουσίως.

### ε 598

Ἐκ προσαγωγῆς: ἀντὶ τοῦ πρὸς ἀνάγκην, καὶ οὐκ ἐκ φύσεως οὐδὲ ἁπλοϊκῶς.

### ε 599

Ἔκπωμα: φιάλη, ποτήριον. δῶρά τε λαμβάνει ἄλλα τε καὶ ἐκπώματα ἀπὸ ἀργυρίου.

### ε 600

Ἐκποίητον γενέσθαι: ἀποκηρυχθῆναι τοῦ γένους. οἱ δέ φασι διαφέρειν ἐκποίητον ἀποκηρύκτου, ὅτι ὁ μὲν ἀποκήρυκτος ἐπὶ κολάσει ἐκβάλλεται, ὁ δὲ ἐκποίητος ὑπὸ τοῦ φύσει πατρὸς εἰς ἕτερον οἶκον δίδοται τῇ προθέσει.

### ε 601

Ἔκπυστα: ἐξάκουστα. Ἔκπυστα καὶ Ἐκπύστου, ἀριηκόου, πανταχόσε ἀκουσθείσης. φαίνεται δὲ ἐκπύστου τῆς πράξεως γεγενη‐ μένης. καὶ αὖθις· ὁ δὲ παραγγείλας τῇ τοῦ ζῆν ἀντιδόσει ἔκ‐ πυστον μὴ ποιῆσαι τὴν πρᾶξιν ἀφῆκε πρὸς τὸν στείλαντα φοιτῆσαι.

### ε 602

Ἐκκραγγανομένων: μετὰ κραυγῆς λεγομένων.

### ε 603

Ἔκρεκες: ἀντὶ τοῦ ἤχει.

### ε 604

Ἐκρέαινεν: ἐτελείου.

### ε 605

Ἐκκρεμαννύμενοι: ἀπηρτημένοι. Θουκυδίδης· τῶν τε ξυσκή‐ νων ἤδη ἀπιόντων ἐκκρεμαννύμενοι.

### ε 606

Ἐκρήγματα: τὰ ἐκ τῶν χειμάρρων γινόμενα ἐν τοῖς πεδίοις κοιλώματα.

### ε 607

Ἐκρήμνισεν: κατήγαγεν.

### ε 608

Ἔκρηξις: ἡ ἐκραγή.

### ε 609

Ἐκκεκρικώς: ἐκκεχωρηκώς.

### ε 610

Ἔκρινεν: ἐχώρισεν, ἐπελέξατο.

### ε 611

Ἐκκρίνεται: ἐκρίπτεται, ἐκρέει. λαμβάνεται δὲ ἐπὶ τῆς ἀν‐ θρωπίνης γονῆς, ἔτι γε μὴν καὶ τῆς τῶν κτηνῶν.

### ε 612

Ἐκκρίνειν: δοκιμάζειν.

### ε 613

Ἐκρινόμεθα: ἐπὶ πολὺν χρόνον διεφερόμεθα καὶ διημφισβητοῦμεν. Ἀριστοφάνης Νεφέλαις· τέως μὲν οὖν ἐκρινόμεθα.

### ε 614

Ἐκκρούομαι· αἰτιατικῇ.

### ε 615

Ἐκκρουόμενος: παρεκτείνων, παρατρέπων. ὁ δὲ ἔστη ἐν μεταιχμίῳ οὐ μονομαχήσων, ἀλλὰ τὸν καιρὸν τοῦτον τοῖς ἐναντίοις ἐκκρουόμενος.

### ε 616

Ἐκριπισθέντες: ἐξαφθέντες. ῥιπίζειν γὰρ τὸ ὀπτᾶν, ἀπὸ τῶν ῥιπίδων.

### ε 617

Ἔκκριτον: ἐπίλεκτον, προκεκριμένον. οὐδενὶ δὲ ὅπλων διαλ‐ λάττουσιν οἱ περὶ τὸν στρατηγὸν ἔκκριτοι τῶν ἐν ταῖς ἴλαις ἱππέων.

### ε 618

Ἐκσάλευσον αὐτό: ἐξένεικον. ἦν δὲ ἐμπὶς ἐν τῷ ὀφθαλμῷ αὐτοῦ.

### ε 619

Ἐκσιφωνισθείη: ἐκρυῇ, διασκορπισθείη.

### ε 620

Ἐκσκέπτωρ, ἐκσκέπτωρος.

### ε 621

Ἔκσπονδος: ὁ τὰς σπονδὰς μὴ φυλάττων. ὁ τοίνυν τοὺς ὅρκους ἐκσπόνδους μὴ ποιήσας καλῶς μὲν ἐβίωσεν, ἐπὶ πολὺ δὲ ἤλασε δόξης.

### ε 622

Ἔκστασις: θαυμασμός, ἢ ἀλλοίωσις.

### ε 623

Ἔκστασις: ἡ ἁμαρτία. Δαβίδ· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, ἀπέρριμμαι. ᾤμην, φησί, τῇ ἁμαρτίᾳ περιπεσὼν πόρρω τῆς σῆς γεγενῆσθαι κηδεμονίας· τὴν γὰρ τῆς δικαιοσύνης ὁδεύων ὁδὸν ἐξέστη μὲν ἐκείνης καὶ ἐξετράπη. προσέπταισε δὲ καὶ περιέπεσε τοῖς ὠμο‐ βόροις γενέσθαι.

### ε 624

Ἐκστῆναι: παραχωρῆσαι. τῆς ἐπὶ τοῖς ἥττοσι ταλαιπωρίας ἑτέροις ἐκστῆναι. καὶ αὖθις· Μιθριδάτην ἐκστῆναι Βιθυνίας Νικο‐ μήδει.

### ε 625

Ἐκστρατεία.

### ε 626

Ἔκστρεψον: μετάβαλε. ἀπὸ μεταφορᾶς τῶν ῥυπουμένων καὶ ἐκστρεφομένων ἱματίων. ἐκστρέψαι γὰρ ἱμάτιον λέγεται τὸ ἀλλάξαι τὸ πρὸς τὸ σῶμα μέρος ἔξω. ἄλλαξον φησί, τοὺς τρόπους σου, μετάβαλε. Ἀριστοφάνης Νεφέλαις· ἔκστρεψον ὡς τάχιστα τὸν σαυτοῦ τρόπον.

### ε 627

Ἐκ συγκειμένου: προϋπηργμένου, προγεγυμνασμένου. τότε δὲ καὶ ἐς τάξιν τινὰ ὥσπερ ἐκ συγκειμένου κατέστησαν καὶ ἐν κόσμῳ τὸν ἀγῶνα ἐποίησαν.

### ε 628

Ἐκσφενδονῶ.

### ε 629

Ἐκταδόν: ἐκτεινόμενος.

### ε 630

Ἐκτάδην: ἐκτεταμένως, ἡπλωμένως.

### ε 631

Ἔκτακτοι ἢ Ἔκτατοι: τούτους τὸ μὲν παλαιὸν ἡ τάξις εἶχεν, ὡς καὶ τοὔνομα δηλοῖ, διότι τῆς τάξεως ἐξάριθμοι ἦσαν. εἰσὶ δὲ εʹ· στρατοκῆρυξ, σαλπιγκτής, σημειοφόρος, ὑπηρέτης, οὐραγός. νῦν δὲ καὶ τοῦ συντάγματος λέγονται καὶ τῶν ἄλλων. ἔχειν δὲ δεῖ τούτους τὴν τάξιν ἢ καὶ τὸ σύνταγμα, τὸν μὲν ὅπως τῇ φωνῇ σημαίνῃ τὸ προσ‐ ταττόμενον, τὸν δὲ ὅπως τῷ σημείῳ, εἰ μὴ ἡ φωνὴ κατακούοιτο διὰ θόρυβον, τὸν δὲ σαλπιγκτήν, ὁπότε μηδὲ σημεῖον βλέποιεν διὰ κονιορ‐ τόν, καὶ τὸν ὑπηρέτην, ὥστε τι τῶν εἰς τὴν χρείαν παρακομίσαι· τόν γε μὴν ἔκτατον οὐραγὸν πρὸς τὸ ἐπανάγειν τὸν λειπόμενον ἐπὶ τὴν τάξιν· ὃς τῶν τεσσάρων ἄνω τυπουμένων κατὰ μέτωπον κάτω τάσ‐ σεται.

### ε 632

Ἑκταῖος: ὁ ἕκτος.

### ε 633

Ἐκτεθνεῶτα: οἷον τὸν ἐν ἐσχάτοις ὄντα.

### ε 634

Ἐκτενές: ἐπιμελές. ἔργον δ’ ἦν αὐτῷ ἐκτενές. καὶ Ἐκ‐ τένουσα.

### ε 635

Ἐκτενέστερος: ἐνεργητικώτατος, ἐπιμελέστερος. ὁ δὲ ἔλεγεν ἔσεσθαι αὐτῷ σύμβουλος καὶ συναγωνιστὴς ἐκτενέστατος.

### ε 636

Ἐκτένεια: ἡ συνέχεια.

### ε 637

Ἐκτενῶς: ὁλοψύχως, προθύμως. Πολύβιος· ὁ δὲ Ἀχαιὸς προσδεξάμενος ἐκτενῶς καὶ φιλανθρώπως τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος.

### ε 638

Ἑκτέον: κρατητέον.

### ε 639

Ἐκτετηκυῖα: ἀπερρυηκυῖα. ἐκτετηκυῖα τὰς ὁράσεις ὑπὸ τῶν δακρύων.

### ε 640

Ἐκτετικότες: ἀποδεδωκότες.

### ε 641

Ἐκτετιναγμένων· οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. οἱ σφόδρα ταλαιπωρού‐ μενοι. ζήτει ἐν τῷ υἱοὶ θεοῦ.

### ε 642

Ἐκτετοξεῦσθαι: ἐκκεκενῶσθαι, ἀνηλῶσθαι. ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ τοξείᾳ ἀναλισκόντων τὰ βέλη. Ἀριστοφάνης Πλούτῳ· τὸν ἐμὸν ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον.

### ε 643

Ἐκ τετρημένης κύλικος πιεῖν: ἐπὶ τῶν διημαρτημένων ἐν πίστει.

### ε 644

Ἑκτεύς: μέτρον ἐστίν, ὃ ταυτὸν εἶναι λέγουσι τῇ χοίνικι. Ἀριστοφάνης· οἶσθ’ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα; τουτέστι τριώ‐ βολον.

### ε 645

Ἐκτείνω.

### ε 646

Ἐκτειχίσαι: τειχοποιῆσαι. ἐν ἐπικαίρῳ χωρίῳ ἐδόκει ἐκτειχίσαι τὴν πόλιν.

### ε 647

Ἑκτῆνες: οἱ Βοιωτοὶ οὕτως ὠνομάζοντο.

### ε 648

Ἐκτιθέναι τὰ βρέφη: ἀντὶ τοῦ εἰς βορὰν θηρίοις, ἢ καὶ ἄλλως εἰς διαφθορὰν παρατιθέναι ἐπ’ ἐρημίαις.

### ε 649

Ἑκτικός: σχετικός. καὶ Ἑκτικῶς, ἐπίρρημα, σχετικῶς.

### ε 650

Ἐκτῖλαι: ἀποσπάσαι.

### ε 651

Ἐκτιλούμενοι: συνήθεις. ἐπεὶ ὁ κτίλος ὁ ἡγούμενος τῆς ποίμνης κριὸς συνήθης τῷ ποιμένι.

### ε 652

Ἐκτιμᾶται: ἀντὶ τοῦ ἐπιτέταται· ηὔξηται κατὰ τιμήν.

### ε 653

Ἐκ τιμημάτων: δʹ Ἀθήνησι τιμήματα ὑπὸ Σόλωνος γέγονε, Πεντακοσιομεδίμνων, Ἱππέων, Ζευγιτῶν, Θητῶν.

### ε 654

Ἔκτιμος. καὶ Ἐκτίμους, ἔξω καὶ ἐκτὸς τῆς τιμῆς. ἐκ‐ τίμους ἴσχουσα πτέρυγας ὀξυτόνων γόων.

### ε 655

Ἐκτίνων· δοτικῇ. ἀποδιδούς. τῇ μητρὶ γῇ τὸ χρέος ἐκτίνων τὸν ναυηγὸν θάπτει. καὶ Ἐκτιννύων, ἀποδιδούς.

### ε 656

Ἐκτιναγμὸς καὶ ἀναβρασμὸς γῆς· ἀναβρασμὸς μὲν γῆς, ὅταν καχλάζῃ μετὰ κινήματος, ἐκτιναγμὸς δέ, ὅταν ἀναρριπτῆται.

### ε 657

Ἐκτῖσαι: ἀποδοῦναι.

### ε 658

Ἔκτισε: κατέστησε, κατέταξεν.

### ε 659

Ἐκτίσει: ἀποδώσει. ὁ δὲ καθ’ ὑμᾶς βασιλεὺς ἐκτίσει μοι δίκας ἐν δέοντι.

### ε 660

Ἐκ τιτυννῶν: ἐκ μικρᾶς ἡλικίας.

### ε 661

Ἐκτολυπεύσας: ἐργασάμενος. καὶ Ἐκτολυπεῦσαι, πλη‐ ρῶσαι. ἡ μεταφορὰ ἀπὸ τῆς τολύπης, τοῦ κατειργασμένου ἐρίου.

### ε 662

Ἐκτομίας: εὐνοῦχος.

### ε 663

Ἔκτοπα: ξένα.

### ε 664

Ἐκτόπια: τὰ κεχωρισμένα. ἐκτόπια πολισμάτια τῶν γραφομένων καὶ παραγγελλομένων.

### ε 665

Ἐκτοπίζω: πόρρω διάγω. τὸν πολιτισμὸν ἐκτοπίζων ἐν Ἀκαδημίᾳ διέτριβεν.

### ε 666

Ἐκτόπιος: ἀπὸ ξένου τόπου. ἐκτόπιος συθείς. τουτέστιν ὁρμήσας.

### ε 667

Ἐκτοπίσαι: μακρὰν καταστῆσαι. ἀεὶ διὰ τοῦ ι.

### ε 668

Ἐκτοπισμός: πόρρω διαγωγή. οἱ δὲ φοβούμενοι τὸν εἰς Ἰταλίαν ἐκτοπισμὸν ἐν ταῖς ὁδοιπορίαις διεδίδρασκον.

### ε 669

Ἔκτοπον: παρηλλαγμένον, βίαιον, μέγα. Ἀριστοφάνης· ἔστι τι δένδρον πεφυκὸς ἔκτοπόν τι, Καρδίας ἀπωτέρω, Κλεώνυμος· χρήσι‐ μον μὲν οὐδέν, ἄλλως δὲ δεινὸν καὶ μέγα. τοῦτο μὲν οὖν ἦρος ἀεὶ βλαστάνει καὶ συκοφαντεῖ, τοῦτο δὲ χειμῶνος πάλιν τὰς ἀσπίδας φυλ‐ λοροεῖ. δένδρῳ ἀπεικάζει τὸν Κλέωνα, ἢ ὡς μέγαν ἢ ὡς ἀναίσθητον, παρὰ τὸ Ὁμηρικόν. Καρδία δὲ πόλις. καὶ Καρδιανοί, οἱ πολῖται. διὰ τὸ ἀκάρδιον δὲ τοῦτό φησιν.

### ε 670

Ἔκτοπος: παρηλλαγμένη, ἀφόρητος. τοῖς δὲ Κελτοῖς παρέστη ἔκτοπος ἡλίκη πρὸς τὸ παράδοξον ὀργή. ἀντὶ τοῦ μεγίστη ὅση.

### ε 671

Ἐκτόπως: μεγάλως, ἀπρεπῶς. παρηλλαγμένως, ἀφορήτως. ἄρκτος φιλεῖν ἄνθρωπον ἐκτόπως ηὔχει. εἶθ’ ὕστερον ἐρασθεῖσα αὐτοῦ ἐν παραβύστῳ. Ἐκτόπως, ὑπερβαλλόντως. πρὸς τὴν ἐπι‐ πλοκὴν τῆς κόρης ἔχαιρεν ἐκτόπως.

### ε 672

Ἐκτοπώτατον: ἐξεστραμμένον.

### ε 673

Ἐκτορμεῖν: τὸ ἐκ τοῦ καθήκοντος δρόμου ἐκβαίνειν.

### ε 674

Ἐκτὸς ἰόντας: ἐξερχομένους.

### ε 675

Ἐκτὸς πηλοῦ πόδας ἔχειν: ἐπὶ τῶν ἔξω κινδύνου καθεστώ‐ των. ὅμοιόν ἐστι καὶ τό, ἐπὶ ξηροῦ.

### ε 676

Ἐκ τοῦ γεύματος γινώσκω: ἐπὶ τῶν ἐκ μικροῦ πολλά τινα καταλαμβανόντων.

### ε 677

Ἐκ τοῦ ἐπιπλεῖστον.

### ε 678

Ἐκ τοὔμπαλιν: ἐκ τοῦ ἐναντίου.

### ε 679

Ἐκ τοῦ παραχρῆμα: ἐκ τοῦ ταὐτομάτου.

### ε 680

Ἐκ τοῦ παρείκοντος: ἐκ τοῦ ἐνδιδοῦντος, ἐκ τοῦ ἐπιτυγχάνοντος.

### ε 681

Ἐκ τῶν παρόντων: ἐκ τῶν φθασάντων γενέσθαι. νικώμενοι οὖν ἐκ τῶν παρόντων ἄκος αἰτοῦσι παρὰ τοῦ θεοῦ καὶ ἐρωτῶσι τὴν Πυθίαν.

### ε 682

Ἐκ τῶν παρόντων καὶ ὡς ἐκ τῶν παρόντων: ἐκ τῶν ὑπαρχόντων καὶ ἐνεστηκότων καὶ εὐπορουμένων.

### ε 683

Ἕκτωρ: ὁ ἥρως. ἐχέτωρ τις ὤν. καὶ Ἑκτορίδης, ὁ υἱὸς τοῦ Ἕκτορος. ἐπὶ δὲ κλητικῆς, ὦ Ἕκτορ, διὰ τοῦ ο μικροῦ.

### ε 684

Ἐκτραορδιναρίου: Ῥωμαϊκὴ λέξις. δηλοῖ δὲ ἐπιλέκτους.

### ε 685

Ἐκτραγῳδῶ· αἰτιατικῇ.

### ε 686

Ἐκτραχηλίζω. καὶ Ἐκτραχηλισθῶσι, τοὺς τραχήλους συγκλασθῶσιν. ἱππασίας μετὰ θορύβου γενομένης πολλοὶ μὲν τῶν ἱππέων ἐκτραχηλισθῶσι, πλείους δὲ τῶν ἵππων ἐξαδυνατήσουσιν, οἱ μὲν ὑπερπνιγεῖς γενόμενοι, οἱ δὲ ὑπέρπονοι.

### ε 687

Ἐκτρέπω· αἰτιατικῇ.

### ε 688

Ἐκτριβήσεται: διατρίψει ἐν τοῖς κακοῖς· ἢ ἀπολεῖται. ἡ μετα‐ φορὰ ἀπὸ τῶν σμηχομένων ἀργυρῶν ἢ χαλκῶν ἢ ἄλλων τοιούτων σκευῶν, ἅπερ ἐν τῷ πλύνεσθαι σφόδρα τριβόμενα ἐλαττοῦται. Σοφο‐ κλῆς· σοῦ γὰρ οὐκ ἔστι βροτῶν κάκιον ὅστις ἐκτριβήσεταί ποτε.

### ε 689

Ἐκτρίβω· αἰτιατικῇ.

### ε 690

Ἐκ τριχὸς κρέμαται: παροιμία ἐπὶ τῶν σφόδρα κινδυνευόντων.

### ε 691

Ἐκτρυπῆσαι: ἐξελθεῖν μετὰ βίας.

### ε 692

Ἐκτρυχωθείς: ἐκπιασθείς, ἐκφθαρείς.

### ε 693

Ἐκτυπώτερον: φανερώτερον.

### ε 694

Ἐκτυποῖ: ἐξομοιοῖ.

### ε 695

Ἐκκυβεύειν: ῥιπτεῖν ἑαυτὸν εἰς κίνδυνον. οἰσάμενος κατὰ τὸν ποιητὴν δόλον εἶναι οὐδαμῶς ἔκρινεν ἐκκυβεύειν οὐδὲ παραβάλλεσθαι τοῖς ὅλοις· ἦγε τὴν ἡσυχίαν ἐπὶ τῷ χάρακι. καὶ αὖθις· ἔδοξε τοῖς Καρχηδονίοις ἐκκυβεύειν καὶ παραβάλλεσθαι. ἔστι δὲ καὶ παροιμία· Ἐρρίφθω κύβος.

### ε 696

Ἐκύει: ἐνεκυμόνει, ἐν γαστρὶ εἶχεν. ὁ δὲ ἔκρυπτε καὶ ἐξ‐ ειπεῖν τὴν ὠδῖνα ἣν ἐκύει οὐκ ἐτόλμα.

### ε 697

Ἐκύησεν: ἐγέννησεν.

### ε 698

Ἐκύκα: ἐτάρασσεν.

### ε 699

Ἐκκυκλεῖ: ἐκκαλύπτει. καὶ Ἐκκυκλούμενος, ἐκκύκλημα ἔχων.

### ε 700

Ἐκυλινδεῖτο πρὸ τῶν ποδῶν αὐτοῦ.

### ε 701

Ἔκυλος: εἶδος βοτάνης, ἄκυλος δὲ τῆς πρίνου ὁ καρπός.

### ε 702

Ἐκκυμανθῆναι: ἐκ τοῦ κύματος τῷ λιμένι προσορμισθῆναι.

### ε 703

Ἑκυρά: ἡ πενθερά. καὶ Ἑκυρός, ὁ πενθερός.

### ε 704

Ἐκύρουν: ἐτύγχανον. βωμῷ θύων ἐκύρουν. Ἠκύρουν δὲ ἀντὶ τοῦ ἀβέβαια ἐποίουν.

### ε 705

Ἐκφανεστάτας: πάνυ λαμπράς. Πολύβιος· τὸ γὰρ μάλιστα λυποῦν ἀεὶ τῶν ἐν χερσὶν ὄντων ἐκφανεστάτας ἔχει τὰς χαράς.

### ε 706

Ἐκφαντορία: ἐκφανῶς φανερῶσαι.

### ε 707

Ἐκφαυλίζων: εὐτελίζων.

### ε 708

Ἐκφέρεται: λέγεται, ἢ ἐκκομίζεται.

### ε 709

Ἐκφεύγω· αἰτιατικῇ.

### ε 710

Ἐκφθαρείς: ἐξελθών. οὕτω λέγεται τὸ ἐπὶ κακῷ ἐξελθεῖν. Εἰσφθαρεὶς δὲ τὸ ἐπὶ κακῷ εἰσελθεῖν που.

### ε 711

Ἐκφοβῶ· αἰτιατικῇ.

### ε 712

Ἐκφοράν: ταφήν. ἐκ τοῦ ἐπὶ μνήματος ἐκφέρεσθαι.

### ε 713

Ἔκφορος· αἰσθάνομαι γινόμενος ὑπὸ τοῦ πάθους ἔκφορος. τουτέστι παράφορος.

### ε 714

Ἐκφορούμενοι: ἐκκενούμενοι.

### ε 715

Ἐκφρησθέντων: ἐκβληθέντων. ἐκφρησθέντων δὲ τῶν Ἐπι‐ κούρων ἐκ τῆς πόλεως τοὺς ἱερεῖς ἐκκαθῆραι τὰ ἱερά. οἱ δὲ περι‐ χαρείας αὐτίκα ὑπεπλήσθησαν τῷ μὴ ἐκφρησθῆναι ἐκφαυλισθέντα καὶ ἀτιμασθέντα ὑπὸ τοῦ θεοῦ αὐτόν.

### ε 716

Ἐκφρονῶ· γενικῇ.

### ε 717

Ἐκφρόνως: ἀνοήτως.

### ε 718

Ἔκφρων: ἐξεστηκώς, παραπαίων, ἔξω φρενῶν. ὁ δὲ ὑπὸ μέθης ἔκφρων γενόμενος.

### ε 719

Ἔκφυλον: ἀλλόφυλον. ἄηθες, ξένον. ὀθνεῖον καὶ πάντη ἔκφυλον.

### ε 720

Ἔκφυλος: ξένος, παρηλλαγμένος. Αἰλιανός· ἑκάτερος δι’ ἁρπαγῆς τὴν κόρην ποιήσασθαι ἐμαίνοντο. πόλεμος οὖν ἔκφυλος ἐγένετο καὶ ἐνακμάζει καὶ μάλα ἀδόκητος, οὐκ ἔχων οὔτε γενναίαν οὔτε εὐπρεπῆ τὴν ὑπόθεσιν.

### ε 721

Ἐκφυλλοφορεῖν: οἱ ἀρχήν τινα ἄρξαντες, ἂν εὐθυνόμενοι ὑπὸ τῆς βουλῆς ἁλῶσιν, ἐν φύλλοις ἐλαίας τὰ ὀνόματα αὐτῶν ἐν‐ έγραφον οἱ βουλευταί, καὶ καθιᾶσιν εἰς τοὺς ἐχίνους. ἅμα τε ἡ περὶ αὐτῶν πίστις προσενεγράφετο τοῖς φύλλοις.

### ε 722

Ἐκφυλλοφορῆσαι καὶ Ἐκφυλλοφορία· εἴ ποτέ τις τῶν πολιτῶν ἀδικεῖν ἐδόκει καὶ ἀνάξιος εἶναι τοῦ συνεδρίου τῶν φʹ, ἐσκόπει ἡ βουλὴ περὶ αὐτοῦ, εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν, ἀλλ’ ἐλαθῆναι καὶ τοῦ συνεδρίου. ἀντὶ δὲ τῆς ψήφου φύλλοις ἐπεσήμαινε τὴν αὑτοῦ γνώμην ἕκαστος, ὥσπερ ὀστράκῳ ἐπὶ τοῦ ὀστρακισμοῦ, καὶ ἐλέγετο τοῦτο ἐκφυλλοφορῆσαι καὶ ἐκφυλλοφορία. οὕτω Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας.

### ε 723

Ἐκφῦναι: ἐκγεννηθῆναι.

### ε 724

Ἐκφύς.

### ε 725

Ἔκφυσιν: βλάστησιν, ἢ γονήν.

### ε 726

Ἐκφοιτᾷ: ἐξέρχεται.

### ε 727

Ἐκ χειρὸς βοηθεῖν τοῖς πράγμασι· Πολύβιος. ἀντὶ τοῦ μετὰ πάσης ἐπιμελείας, ἐπιτεταμένως, συντόνως.

### ε 728

Ἐκχοΐζω: τὸ σκάπτω.

### ε 729

Ἐλάα: ὁ καρπός, Ἐλαία δὲ τὸ δένδρον. ὅτι τὴν ἐν τῷ δένδρῳ πεπανθεῖσαν ἐλάαν γιγέριμον ἔλεγον· παρ’ ἡμῖν δὲ ῥουπάταν.

### ε 730

Ἐλάαν: ἐλαύνειν. καὶ Ἐλάειν ὁμοίως.

### ε 731

Ἐλαγοθήρει: ἐκυνηγέτει, λαγοὺς ἐθήρα.

### ε 732

Ἑλλάδιος, Ἀλεξανδρεύς, γραμματικός, γεγονὼς κατὰ Θεοδόσιον τὸν βασιλέα τὸν νέον. Λέξεως παντοίας χρῆσιν κατὰ στοιχεῖον, Ἔκ‐ φρασιν φιλοτιμίας, Διόνυσον ἢ Μοῦσαν, Ἔκφρασιν τοῦ λουτροῦ Κων‐ σταντιανῶν, Ἔπαινον Θεοδοσίου τοῦ βασιλέως.

### ε 733

Ἐλαΐδας: ἐλαίας δένδρη.

### ε 734

Ἐλαϊτή: πόλις.

### ε 735

Ἐλάκησε: μέσος ἐσχίσθη. Ἐλάκησε δὲ ἐκτύπησεν, ἀνεκροτάλησεν. Ἐλάκκισε δὲ λάκκους ὤρυξεν.

### ε 736

Ἐλακωμάνουν: τῆς τῶν Λακώνων ἤρων πολιτείας. ἐμνήσθη δὲ αὐτῶν διὰ τὸ ὑπερέχειν τότε τοὺς Λάκωνας τῷ πολέμῳ.

### ε 737

Ἔλαμψαν αὐτῶν τὰ ἔργα: ἀντὶ τοῦ φανεροὺς αὐτοὺς ἐποίησαν.

### ε 738

Ἑλλάνικος, Μιλήσιος, ἱστορικός. Περίοδον γῆς, καὶ ἱστορίας.

### ε 739

Ἑλλάνικος, Μιτυληναῖος, ἱστορικός, υἱὸς Ἀνδρομένους, οἱ δὲ Ἀριστομένους, οἱ δὲ Σκάμωνος· οὗ ὁμώνυμον ἔσχεν υἱόν. διέτριψε δὲ Ἑλλάνικος σὺν Ἡροδότῳ παρὰ Ἀμύντᾳ τῷ Μακεδόνων βασιλεῖ κατὰ τοὺς χρόνους Εὐριπίδου καὶ Σοφοκλέους· καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐπέβαλε, γεγονότι κατὰ τὰ Περσικὰ καὶ μικρῷ πρός. ἐξέτεινε δὲ καὶ μέχρι τῶν Περδίκκου χρόνων καὶ ἐτελεύτησεν ἐν Περπερηνῇ τῇ κατ’ ἀντικρὺ Λέσβου. συνεγράψατο δὲ πλεῖστα πεζῶς τε καὶ ποιητικῶς.

### ε 740

Ἑλλανοδίκαι: οἱ κριταὶ οἱ καθήμενοι εἰς τοὺς ἀγῶνας. Εὐνάπιος· οὕτω καὶ τότε ὁ μέγιστος Ἑλλανοδίκης Γαϊνᾶς τὸν Ῥω‐ μαϊκὸν ὄλεθρον ἠθλοθέτει.

### ε 741

Ἑλλανοδίκαι: τὸ μὲν πρῶτον ἕνα καθίστων Ἑλλανοδίκην οἱ Ἠλεῖοι, εἶτα δύο, τελευταῖον δὲ θʹ. Ἀριστόδημος δὲ ὁ Ἠλεῖος τοὺς τελευταίους τιθέντας τὸν ἀγῶνα ιʹ εἶναι Ἑλλανοδίκας, ἀφ’ ἑκάστης φυλῆς αʹ.

### ε 742

Ἐλαολόγοι· ὥσπερ ἐλαολόγοι χωρεῖθ’ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.

### ε 743

Ἐλαολόγοι: οἱ τὰς ἐλάας συλλέγοντες. Ἐλαία, τὸ δένδρον, Ἐλάα δὲ ὁ καρπός.

### ε 744

Ἐλάσαι καὶ Εἰσελάσαι.

### ε 745

Ἐλασίβροντ’ ἀναρρηγνὺς ἔπη· Ἀριστοφάνης. τῆς ἀρχῆς Πινδάρου· ἐλασίβροντε παῖ Ῥέας· ἀντὶ τοῦ ὡς ὑπὸ βροντῆς ἐλαυνό‐ μενα, τουτέστι μεγαληγορῶν καὶ ὑπερόγκοις χρώμενος ῥήμασι καὶ γέμουσι ψόφου. ἤτοι διὰ τὴν φωνὴν σκώπτει τὸν Κλέωνα, ὅτι τραχέως ἐφθέγγετο, ἢ ὡς ταχέως.

### ε 746

Ἐλασμὸς μολίβδου· εἰς ἐλασμοὺς μολίβδων γράφοντες.

### ε 747

Ἐλαστρηθείς: βιασθείς, κινηθείς. Ζανὸς ἐλαστρηθεὶς γυιοπαγεῖ νιφάδι.

### ε 748

Ἐλάτεια: πόλις μεγίστη τῶν ἐν Φωκεῦσιν. ἔνιοι δὲ διὰ τοῦ ρ προφέρουσιν Ἐλάτρειαν δοκοῦντες ἄμεινον γράφειν.

### ε 749

Ἐλάτειραν: ἀπελαστικήν.

### ε 750

Ἐλατήρ: πλακουντῶδες πέμμα πλατύ· ἔνθεν καὶ ἡ ἐπωνυμία παρὰ τὸ ταῖς χερσὶν ἐλαύνεσθαι εἰς πλάτος. ἢ ἄρτος πλατύς, ἐν ᾧ τὸ ἔτνος ἐτίθεσαν καὶ προσῆγον τοῖς βωμοῖς. εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν μουσῶν ἐννέ’ ἀριθμὸς ἔχει. εἰσὶ δὲ καὶ λαγαρώδεις παρὰ τὸ λαγαρόν. καὶ πέλανοι παρ’ Εὐρι‐ πίδῃ. καὶ Ἐλατῆρος, πέμματος εἶδος ἀζύμου. Εὐριπίδης δὲ πεπτά.

### ε 751

Ἐλατῆρι: ἡνιόχῳ.

### ε 752

Ἐλαττοῦμαι· γενικῇ.

### ε 753

Ἐλαύνωσιν· αἰτιατικῇ. ὄγμον ἐλαύνωσι. τύπτωσι. τίθησιν ἐπὶ τῆς ἐκ χειρὸς πληγῆς τὸ ἐλάσαι Ὅμηρος.

### ε 754

Ἐλάφειον: τὸ τῆς ἐλάφου κέρας καὶ κρέας. καὶ Ἐλάφειος ἀνήρ, ἐπὶ τοῦ δειλοῦ. ἐκ μεταφορᾶς τοῦ ζῴου· δειλὸν γὰρ ἡ ἔλαφος.

### ε 755

Ἐλαφηβόλος: ὁ κυνηγός. καταχρηστικῶς.

### ε 756

Ἐλαφρία: ἡ ὀλιγότης.

### ε 757

Ἐλαφρίζω: ἀνασηκῶ.

### ε 758

Ἐλαφροτάτους: ἐν ἐπαίνῳ λέγουσι τὸ ὄνομα οἱ παλαιοί· ἀντὶ τοῦ πραοτάτους, κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτου καὶ φορτικωτάτου.

### ε 759

Ἐλάχεια.

### ε 760

Ἐλάχιστος: οὕτως ἐκάλεσεν ὁ Χριστὸς τὸν ἐπίγειον πλοῦτον. φησὶ γάρ· ὁ πιστὸς ἐν ἐλαχίστῳ. τουτέστιν ὁ καλῶς εἰδὼς βιοῦν καὶ τὸν πλοῦτον τὸν ἐπίγειον, ὃν καὶ Μαμωνᾶν ἐκάλεσεν, εἰς τοὺς ἐνδεεῖς δαπανῶν, ὁ τοιοῦτος ὁ ἐν τῷ ἐλαχίστῳ πιστὸς εὑρισκόμενος καὶ ἐν πολλῷ πιστὸς ἔσται, τουτέστιν ἐν τοῖς θείοις χαρίσμασιν. ὁ δὲ ἐν τῷ πλούτῳ τούτῳ ἄδικος γενόμενος καὶ εἰς ἑαυτὸν μόνον συντηρῶν αὐτόν, δηλονότι καὶ ἐν τοῖς θείοις χαρίσμασιν ἄδικος εὑρεθήσεται. ἀλλότριον δὲ τὴν τῶν χρημάτων περιουσίαν ὠνόμασεν· ἐπειδὴ οὐ γεγεννήμεθα μετὰ πλούτου, γυμνοὶ δὲ μᾶλλον· καὶ ὡς ἀληθῶς οὐδὲν εἰσηνέγκαμεν καὶ οὐδὲν ἐξενεγκεῖν δυνάμεθα.

### ε 761

Ἔλγη: πόλις.

### ε 762

Ἐλδυνομένους· πρωίοις ἰούλοις ἐλδυνομένους καὶ γενείοις ταχέσιν.

### ε 763

Ἐλαιᾷ: διεγείρει. καὶ Ἐλαιώμενος, διεγειρόμενος.

### ε 764

Ἐλαία: τὸ δένδρον. Ἐλάα δὲ ὁ καρπός.

### ε 765

Ἐλαιόδευστος: ἡ ἐλαίῳ διάβροχος.

### ε 766

Ἔλαιον ἄγριον: τὸν ἀγριέλαιον.

### ε 767

Ἐλαιών, ἐλαιῶνος: τὸ περιεκτικόν. λύσις ὀνείρου· ὁρῶν ἔλαιον ἐκφύγῃς πᾶσαν βλάβην.

### ε 768

Ἐλέα, ὄνομα πόλεως. πατρὶς Ζήνωνος. αὕτη πρότερον Ὕλη ἐκαλεῖτο, Φωκαέων οὖσα ἀποικία, πόλις εὐτελὴς καὶ μόνον ἀγαθοὺς ἄνδρας τρέφειν δυναμένη· ἣν ἠγάπησε μᾶλλον τῆς Ἀθηναίων μεγαλ‐ αυχίας, οὐκ ἐπιδημήσας τὰ πολλὰ πρὸς αὐτούς, ἀλλ’ αὐτόθι κατα‐ βιούς. τὸ δὲ ἐθνικὸν Ἐλεάτης· λέγεται δὲ καὶ ἑτέρα πόλις Ἐλαία διὰ διφθόγγου, ἧς ὁ πολίτης Ἐλαΐτης. καὶ κόλπος οὕτω καλούμενος.

### ε 769

Ἕλεα: τὰς πόλεις τὰς ἱδρυμένας ἐφ’ ἕλεσι. καὶ Ἑλεάτης, ὁ ἀπὸ τῆς πόλεως.

### ε 770

Ἑλλεβοριᾶν: τὸ ἐλλεβόρου δεῖσθαι ὡς φαρμάκου. οὕτω Καλ‐ λίας. καὶ Ἑλλεβορίζω· αἰτιατικῇ.

### ε 771

Ἑλλέβορον: εἶδος βοτάνης φαρμάκου, τὸ παρὰ τοῖς ἰατροῖς καρπὶν λεγόμενον.

### ε 772

Ἐλεγείνειν: τὸ παραφρονεῖν τινες τῶν παλαιῶν, καὶ τὸ ἐλεγεῖον μέτρον ἀπὸ τούτου κληθῆναί τινες νομίζουσιν, ὅτι Θεοκλῆς Νάξιος ἢ Ἐρετριεὺς πρῶτος αὐτὸ ἀνεφθέγξατο μανείς.

### ε 773

Ἐλεγεῖον: μέτρον τι. καὶ Ἐλεγείαν θηλυκῶς.

### ε 774

Ἔλεγος: θρῆνος. ἀπὸ τοῦ ἒ ἒ λέγειν. ἢ οἱ πρὸς αὐλὸν ᾀδόμενοι θρῆνοι· τὸν γὰρ αὐλὸν πένθιμον ὑπειλῆφθαι. ἢ ὅτι πρὸς αὐλὸν ᾔδοντο οἱ θρῆνοι, τουτέστιν οἱ ἔλεγοι. τὸν δὲ αὐλὸν ὕστερον ἐπικήδειον Μίδαν, φασί, τὸν Γορδίου βασιλεύοντα περιβώμιον ποιῆσαι βουλόμενον τὴν ἑαυτοῦ μητέρα ἀποθεῶσαι τελευτήσασαν.

### ε 775

Ἐλέγχεια.

### ε 776

Ἐλέγχιστος: ἐπονείδιστος.

### ε 777

Ἐλέγχομεν: ἀντὶ τοῦ κακολογοῦμεν. νυκτὶ δ’ ὅλῃ βασιλῆας ἐλέγχομεν. καὶ ἔργα δὲ χεῖρας ἐλέγχει.

### ε 778

Ἔλεγχος: αἰσχύνη. καὶ Ἐλέγχω σε.

### ε 779

Ἐλεδανός: ὁ δεσμός.

### ε 780

Ἐλεδώνη: εἶδος πολύποδος. ἥτις ἔχει μίαν κοτυληδόνα καί ἐστιν ἑπτάπους, ὥς φησιν Αἰλιανός. ἔστι δὲ τὸ λ περισσόν. καλεῖται δὲ ἐλεδώνη ἀπὸ τοῦ ἑαυτὴν ἔδειν, ὅ ἐστιν ἐσθίειν. καὶ Ἡσίοδος· ὅτ’ ἀνόστεος ὃν πόδα τένδει.

### ε 781

Ἐλεεινός: ὁ ἐλέους ἄξιος. ἐλεεινοὶ τοῦ πάθους, ἀξιέπαινοι τῆς ἀρετῆς γενόμενοι, μέγα γὰρ πάθος Ῥωμαίοις τοῦτο ἐγένετο καὶ πλήθους ἕνεκα καὶ πανωλεθρίας, καὶ τὴν ἡμέραν ἀποφράδα τίθενται.

### ε 782

Ἐλεεινῶς: οἰκτρῶς, ἀθλίως.

### ε 783

Ἐλεηλάτουν: ἠφάνιζον.

### ε 784

Ἐλεήμων, ἐλεήμονος. ἀντὶ τοῦ ἥττων. οἴμ’, ὡς ἐλεήμων εἴμ’ ἀεὶ τῶν χρυσίδων. καὶ συστέλλει.

### ε 785

Ἐλεημοσύνη· ὅτι ἀποστέρησίς ἐστι, τὸ τὰ ἀλλότρια λαβόντας κατέχειν· καὶ ὅταν ἐλεημοσύνην μὴ παράσχωμεν, ἐν ἴσῳ τοῖς ἀποστεροῦσι κολαζόμεθα.

### ε 786

Ἐλελεῦ: ἐπίφθεγμα πολεμικὸν τὸ ἐλελεῦ. καὶ γὰρ οἱ προσιόντες εἰς πόλεμον τὸ ἐλελεῦ ἐφώνουν μετά τινος ἐμμελοῦς κινήσεως· καθὸ καὶ Ἀχαιὸς Ἐρετριεὺς ἐν τῷ Φιλοκτήτῃ ποιεῖ τὸν Ἀγαμέμνονα παρ‐ αγγέλλοντα τοῖς Ἀχαιοῖς· ὥρα βοηθεῖν ἐστίν· ἐγὼ δ’ ἡγήσομαι. προσλαβέτω τις χεῖρα φασγάνου λαβῆς, σάλπιγγι δ’ ἄλλος ὡς τάχος σημαινέτω· ὥρα ταχύνειν, ἐλελεῦ. μήποτε καὶ τὸ Καλλιμάχειον, θεῷ τ’ ἀλάλαγμα νομαῖον δοῦναι, τοιοῦτόν ἐστιν. Ἀριστοφάνης Ὄρνισιν· ἐλελεῦ. χώρει, κάθες τὸ ῥύγχος, οὗ μένειν ἐχρῆν.

### ε 787

Ἐλελιξάμενος: ἐπιστραφείς.

### ε 788

Ἐλελίχθησαν: συνεστράφησαν.

### ε 789

Ἑλένη, βασίλισσα, μήτηρ τοῦ μεγάλου Κωνσταντίνου, πάσῃ ἀρετῇ κεκοσμημένη. εἶχε δὲ καὶ χριστομίμητον ταπεινοφροσύνην πρὸς πάντας μέν, διαφερόντως δὲ πρὸς τὸ ἱερὸν τῶν μοναζόντων σχῆμα. τὰς γάρ τοι διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρουσα πολλάκις καὶ ἐπὶ στιβάδος κατακλίνουσα αὐτὴ δι’ ἑαυτῆς καθυπούργει ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ ὕδωρ ταῖς χερσὶν αὐτῶν ἐπιχέουσα θερα‐ παίνης ἔργον ἐπλήρου. οὕτω καὶ τὸν ἀείμνηστον υἱὸν αὐτῆς ἐξ‐ επαίδευεν ἄτυφον ἔχειν φρόνημα, ἀρετῆς καὶ πολιτείας ἀκριβοῦς ἐπι‐ μελεῖσθαι καὶ δουλεύειν τῷ θεῷ μετὰ φόβου καὶ τρόμου. ἐπὶ γὰρ τοῦ μεγάλου Κωνσταντίνου ἐβαπτίσθησαν καὶ οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες καὶ Ἀρμένιοι. ὅτι ἐν τῇ ἁψῖδι τῆς καμάρας τοῦ φόρου ἵστανται βʹ στῆλαι Ἑλένης καὶ Κωνσταντίνου καὶ σταυρὸς ἐν μέσῳ αὐτῶν γράφων· εἷς ἅγιος. καὶ βʹ ταχυδρόμων ὁμοίως στῆλαι· ἀνετέ‐ θησαν δὲ ὑπὸ τοῦ τὸν φόρον ἐπέχοντος.

### ε 790

Ἕλενος· ὃς συνέγραψε τὸ χειροσκοπικὸν οἰώνισμα, ὡς ὅταν τῆς ἐκτάσεως τῶν χειρῶν τῆς παλάμης ἀπὸ τῶν ῥυτίδων εἴπωμεν, παιδο‐ ποιεῖ ἤ τι τοιοῦτον.

### ε 791

Ἑλεόθρεπτον: τὸ ἐν ἕλει τεθραμμένον.

### ε 792

Ἐλεοκόπους: Λυσίας τοὺς τὰ ἕλη κόπτοντας, τοῦ ε παρεμβε‐ βλημένου, ὡς τὸ ἑλεόθρεπτον σέλινον παρὰ Ὁμήρῳ. μήποτε δὲ παρὰ τὸ ἐλεόν, ὅπερ ἐστὶ ξύλινον, γεγένηται τοὔνομα.

### ε 793

Ἔλεος: ἀρσενικῶς ἡ ἐλεημοσύνη. Ἐλεὸς δὲ ὀξυτόνως, ἡ μαγειρικὴ τράπεζα. Ἀριστοφάνης· ἴθι δή, κάθελ’ αὐτοῦ τοὐλεόν. τουτέστι τὸ μαγειρικὸν τραπέζιον. Ὅμηρος· βάλλον δ’ εἰν ἐλεοῖσιν. ἔστι δὲ ἐλεὸς καὶ εἶδος ὀρνέου.

### ε 794

Ἐλεοῦντα: πόλις ἐστὶν ἐν Χεροννήσῳ τῆς Θρᾴκης. Ἐλεοῦς δέ ἐστιν ἡ εὐθεῖα.

### ε 795

Ἐλέου βωμός.

### ε 796

Ἐλεπτύνθαι.

### ε 797

Ἐλεών: ὄνομα πόλεως.

### ε 798

Ἐλεῶ σε· αἰτιατικῇ,

### ε 799

Ἑλεπόλεις: μηχανήματα πόλεις πορθοῦντα.

### ε 800

Ἔλλερα ἔργα: φόνια, χαλεπά, κακά.

### ε 801

Ἑλέσθαι: θέλειν.

### ε 802

Ἑλετή: αἱρεθῆναι δυναμένη.

### ε 803

Ἐλεύθεραι αἶγες ἀρότρων: παροιμία ἐπὶ τῶν βάρους τινος ἢ κακῶν ἀπηλλαγμένων.

### ε 804

Ἐλευθέριος: ὁ Ζεὺς διὰ τοῦτο ἐκλήθη, διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ. οὕτως μὲν Ὑπερίδης. ὁ δὲ Δίδυμος οὐ διὰ τοῦτό φησιν, ἀλλὰ διὰ τὸ τῆς Μηδικῆς δουλείας καὶ ἐπικρατείας ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. τὸν ἐλευθέριον τινὲς εἰς τὸν ἄσωτον μεταλαμβάνουσιν· καὶ ζήτει ἐν τῷ ἐγκράτεια.

### ε 805

Ἐλευθεριότης: ἡ μὴ κατὰ κιβδηλείαν χάρις. διὰ τὴν πρὸς τὰς δωρεὰς ἐλευθεριότητα· φησὶν Οὐεσπασιανὸς βασιλεὺς Ῥωμαίων. ὁ δὲ τοσοῦτον ἐλευθεριότητος ἐληλάκει ὥστε οὐδὲ ἀπὸ τῆς πολιτείας ἠνέσχετο σίτησιν αὐτῷ παρασκευάσαι καὶ τῆς οἰκίας οὐκ οὔσης μονήρους, ἀλλὰ συχνῆς ἀμηγέπη.

### ε 806

Ἐλευθεριώτερος Σπάρτης: διὰ τὸ ἀνυπότακτον καὶ γεν‐ ναῖον φρόνημα. διὸ οὐδὲ τείχη περιεβάλλοντο, νόμοις παιδευόμενοι. ἀλλ’ οὐδὲ ἠθέλησαν ἐκ μάχης ἡττημένοι ὑποστρέψαι οὐδὲ ἐτυραν‐ νήθησαν.

### ε 807

Ἐλεύθερος: μόνος ἐλεύθερος ὁ σπουδαῖος, οἱ δὲ φαῦλοι δοῦλοι· εἶναι γὰρ τὴν ἐλευθερίαν ἐξουσίαν αὐτοπραγίας. Ἐλεύθερος γὰρ ὁ ἐλεύθων ὅπου ἐρᾷ. ὅτι τὸν ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεσθαι, πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν τῇ πόλει· οἷος ἦν Γάγγης βασιλεὺς Αἰθιόπων.

### ε 808

Ἐλευθεροστομῶ: παρρησιάζομαι. καὶ ἁπλῶς φάναι λόγοις ἐλευθερίοις προσέχειν λʹ ἐτῶν ἤρξατο.

### ε 809

Ἐλευθερῶ σε· αἰτιατικῇ. Ἐλευθεροῦμαι δὲ γενικῇ.

### ε 810

Ἐλευθήρ: τόπος.

### ε 811

Ἐλευσίνια· τοῖς νικῶσι τὰ Ἐλευσίνια ἐδίδοτο ἆθλον. ὠνομάσθη δὲ ἡ πόλις ἀπὸ Ἐλευσίνου τοῦ Ἑρμοῦ. ἄλλοι δὲ ἄλλην αἰτίαν φασὶ καὶ ἑορτὴν εἶναι μόνον τὰ Ἐλευσίνια.

### ε 812

Ἐλευσῖνος: ὄνομα κύριον.

### ε 813

Ἐλεύσιος καὶ Μαραθώνιος, ὁ μὲν Κυζικηνὸς ὁ δὲ Κωνσταντι‐ νουπολίτης ἤστην, τῆς μὲν ἐν τῷ λέγειν δυνάμεως οὐκ ἐπὶ τοσοῦτον ἀνήκοντες ὥστε μέγα τι καὶ λαμπρὸν ἀπ’ αὐτοῦ δυνηθῆναι εἰς ὄχλων προαγωγήν, τῷ γε μὴν κατεσκληκότι τοῦ βίου καὶ τῇ εἰς μετριότητα πλάσει τῶν ἠθῶν οὕτω δυνηθέντες, ὥστε οὐκ ἐλάχιστα καὶ οὗτοι πλήθη περιεβάλοντο ἀσκητήρια πολυάνθρωπα συστησάμενοι ἀνδρῶν τε καὶ γυναικῶν καὶ ἄλλων οὐχ ἥκιστα πολλῶν εἰς αὑτοὺς ἀνήρτησαν ὄχλον, τῶν τὸ αὐχμηρῶς ζῆν καὶ τὴν ἐν τῇ διαίτῃ σκληραγωγίαν αὐταρκέστατον εὐσεβείας ἔνδειγμα λογιζομένων.

### ε 814

Ἐλέφαντα ἐκ μυίας ποιεῖν: ἐπὶ τῶν τὰ ἐλάχιστα ἐπαιρόν‐ των τῷ λόγῳ καὶ μεγάλα ποιούντων. Λουκιανοῦ Μυίας ἐγκωμίῳ· μὴ καὶ δόξω κατὰ τὴν παροιμίαν ἐλέφαντα ἐκ μυίας ποιεῖν.

### ε 815

Ἐλεφαντόκωπον: ἀπὸ τῆς λαβῆς τὴν μάχαιραν ἔφη.

### ε 816

Ἐλέφαντος οὐδὲν διαφέρεις: ἐπὶ τῶν μεγάλων καὶ ἀν‐ αισθήτων· παρόσον καὶ τὸ ζῷον τοιοῦτον. καὶ Ἐλέφαντα ἐκ μυίας, ἐπὶ τῶν τὰ ἐλάχιστα ἐπαιρόντων τῷ λόγῳ καὶ μεγάλα ποιούντων. ὅτι σούκινοι καὶ ἐλεφάντινοι δακτύλιοι γυναιξίν εἰσι σύμφοροι.

### ε 817

Ἐλεφαίρετο: ἐπλανᾶτο, ἐβλάπτετο.

### ε 818

Ἐλεφῆραι: βλάψαι, ἀπατῆσαι.

### ε 819

Ἔλεψεν: ἐλέπισεν.

### ε 820

Ἑλείας πρὸς αὐλῶνας: τουτέστι τὰς ἑλώδεις διώρυχας. ἢ ἑλώδεις τόπους στενούς. ἀπὸ τοῦ ἕλος, ἕλειος, ἑλεία.

### ε 821

Ἑλειβάτης.

### ε 822

Ἑλεῖν: λαβεῖν.

### ε 823

Ἑλειονόμος.

### ε 824

Ἕλειος: ὁ κάθυγρος καὶ σύνδενδρος τόπος. καὶ Ἕλειος ὄρνις. καὶ Ἕλειος ᾠδή. σημαίνει καὶ ὄνομα ὄρους.

### ε 825

Ἐλλεῖπον: τὸ ἐνδεές. Ἐλλιπὲς δὲ διὰ τοῦ ι. καὶ Ἐλλεί‐ ποντες, Ἐλλιπόντες δέ.

### ε 826

Ἐλλείπω· αἰτιατικῇ.

### ε 827

Ἐλειποψύχησεν.

### ε 828

Ἕλη: ἡ θερμασία. καὶ Ἕλη τυφλά, τὰ ἀπρόοπτα.

### ε 829

Ἐληγάτευσε: κατὰ Ῥωμαίους ἀπένειμεν.

### ε 830

Ἐλήθετο: ἐπελάθετο.

### ε 831

Ἐληΐζοντο: ἐλῃστεύοντο.

### ε 832

Ἐλήκτευσε: κατὰ Ῥωμαίους ἀναγνοὺς διώρθωσεν.

### ε 833

Ἐλήλακεν: ἐλήλυθεν.

### ε 834

Ἐλήλαται: συνέχεται.

### ε 835

Ἐληλεγμένον: κατῃσχυμμένον.

### ε 836

Ἐληλέδατο: ἐκ τοῦ ἐλεύθω.

### ε 837

Ἕλλην: φρόνιμος.

### ε 838

Ἑλληνικόν γ’ ἐπένευσαν ἄνδρες οὑτοιΐ: Ἀριστοφάνης. ὡς διαφέροντος καὶ τοῦ νεύματος τοῦ Ἑλληνικοῦ.

### ε 839

Ἑλλήνιος στρατός. καὶ Ἑλλήνιος γλῶσσα.

### ε 840

Ἑλληνοκοπεῖν.

### ε 841

Ἑλληνοταμίαι: οἱ τὰ ἐκ τῶν φόρων χρήματα φυλάσσοντες, ἃ πρότερον κοινῇ οἱ Ἕλληνες ἐν Δήλῳ ἀπετίθεντο, οὕτως ἐκαλοῦντο.

### ε 842

Ἑλληνοταμίαι· παραλαβόντες γὰρ οἱ Ἀθηναῖοι τὴν ἡγεμονίαν ἑκόντων τῶν ξυμμάχων διὰ τὸ Παυσανίου μῖσος, ἔταξαν ἅς τε ἔδει παρέχειν τῶν πόλεων χρήματα πρὸς τὸν βάρβαρον καὶ ἃς ναῦς· πρόσχημα γὰρ ἦν ὧν ἔπαθον δῃοῦντες τὴν βασιλέως χώραν. καὶ Ἑλληνοταμίαι κατέστη τοῖς Ἀθηναίοις πρώτη ἀρχή.

### ε 843

Ἑλληνοταμίαι: ἀρχή τις ἦν· οἳ διεχείριζον τὰ πράγματα. υʹ τάλαντα καὶ ξʹ ἐτάχθη ὁ φόρος ὑπὸ Ἀριστείδου τοῦ δικαίου.

### ε 844

Ἕλῃς: αὐθυπότακτον.

### ε 845

Ἑλλήσποντος.

### ε 846

Ἐλιάσθη: ἐξέκλινεν.

### ε 847

Ἑλιγμός: ἡ συστροφή.

### ε 848

Ἕλικας: τὰ περὶ τοὺς καρποὺς ψέλια, ἢ ἐνώτια.

### ε 849

Ἑλίκη: πόλις.

### ε 850

Ἑλικών: ὄρος.

### ε 851

Ἑλικώνιος, σοφιστής, Βυζάντιος. χρονικὴν ἐπιτομὴν ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῶν χρόνων Θεοδοσίου τοῦ μεγάλου ἐν βιβλίοις ιʹ.

### ε 852

Ἑλικώνιος, ἀστρονόμος. Ἀποτελεσματικά, Περὶ διοσημείων καὶ ἄλλα πολλά.

### ε 853

Ἑλικῶπις: εὐόφθαλμος. καὶ Ἑλίκωψ, εὐόφθαλμος.

### ε 854

Ἑλικώτατον ὕδωρ: τὸ ἑλικοειδῆ ἔχον τὴν ῥεῦσιν· ἢ διαυγές.

### ε 855

Ἑλίκωψ.

### ε 856

Ἑλλικτήρ· εἶδος ἐνωτίου. Καὶ Ἑλλικτῆρες ὁμοίως.

### ε 857

Ἐλλιμενίζω.

### ε 858

Ἐλινιῶ: ὑμνῶ.

### ε 859

Ἔλινος καρπός.

### ε 860

Ἐλινύειν: ἡσυχάζειν. βραδύνειν.

### ε 861

Ἐλινύειν: στρατεύειν. διατρίβοντας ἢ ἐγχρονίζοντας. καὶ πότμον ἐλινύσειεν. ἀντὶ τοῦ τὴν δυστυχίαν παύσειεν. Ἡρόδοτος· διέβη δὲ ὁ στρατὸς ἐν ζʹ ἡμέρῃσι καὶ ζʹ εὐφρόνῃσιν ἐλινύσας καὶ οὐ‐ δένα χρόνον. καὶ Ἀρριανός· αἱ δὲ κατασκοπαὶ οὐδέν τι ἐλινύουσαι ἐγίνοντο. καὶ αὖθις· ὁ δὲ ἀπῆγε τὴν στρατιὰν μηδέν τι ἐλινύσας. τουτέστι χρονίσας. καὶ ἐν Ἐπιγράμμασι· εὖτε δ’ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος. καὶ αὖθις· ἐλινύοντα καὶ βλακεύοντα κλάειν ἐῶσι. καὶ αὖθις· μήποτε ἄρα ἐν τῷ ἐλινύειν καὶ μέλλειν διαρρυῇ ὁ καιρός.

### ε 862

Ἕλιξ, ἕλικος.

### ε 863

Ἑλίξας: συστρέψας.

### ε 864

Ἕλιξος: εἷς τῶν ἐπιφανῶν ἀνδρῶν παρὰ Μεγαρεῦσιν.

### ε 865

Ἐλίπανας: λιπαρὸν ἐποίησας.

### ε 866

Ἐλιπάρησε: παρεκάλεσε λιπαρῶς.

### ε 867

Ἐλλιπές: τὸ ἐνδεές. καὶ Ἐλλιπὴς ὁμοίως.

### ε 868

Ἐλλιπόντες.

### ε 869

Ἐλισσαιέ: ὄνομα κύριον. καὶ Ἐλισσαῖος.

### ε 870

Ἑλισθεαῖος.

### ε 871

Ἐλίσσετο: παρεκάλει λιτανεύων. καὶ Ἐλίσσοντο, ἱκέτευον.

### ε 872

Ἑλισσόμενος: ἀναστρεφόμενος.

### ε 873

Ἑλλιχθέντων: συστραφέντων.

### ε 874

Ἑλίχρυσος: τὸ τοῦ κισσοῦ ἄνθος. ἄνθει ἑλιχρύσῳ ἐναλίγκιος.

### ε 875

Ἔλθεμος: ὄνομα κύριον.

### ε 876

Ἐλθεῖν: τὸ γυμνῇ τῇ παρρησίᾳ χρήσασθαι. Παρεισελθεῖν δὲ τὸ μετ’ ἄλλου πλαγιάσαντος συνεισελθεῖν. διὰ τοῦτό φησιν ὁ Ἀπό‐ στολος· παρεισῆλθεν ὁ νόμος.

### ε 877

Ἔλθῃ: ἀντὶ τοῦ ἐλθέτω. Νόμων θʹ· μήτε εἰς ἱερὸν ἔλθῃ μηδέν.

### ε 878

Ἔλθωμεν: αὐθυπότακτον.

### ε 879

Ἑλκεσίπεπλοι: ἐφελκόμεναι τοὺς πέπλους ἐν τῷ φορεῖν. ὅτι τὸ ο ἐν ταῖς συνθέσεσι πολλάκις εἰς τὸ ε μεταβαλλόμενον καὶ τὴν σι συλλαβὴν προσλαμβάνει. ἕλκω, ἑλκόπεπλος, ἑλκέπεπλος, ἑλκε‐ σίπεπλος· πρῶτος, πρωτόλαος, πρωτέλαος, Πρωτεσίλαος· πηγός, πηγό‐ μαλλος, πηγέμαλλος, πηγεσίμαλλος. ἔνιοι δὲ αὐτὰ ἀπὸ μέλλοντος σχηματίζουσι τῶν διπλῶν μὲν ἀναλυομένων τοῦ δὲ ε παρεμπίπτοντος· οἷον ἕλξω, ἑλξίπεπλος, ἑλκεσίπεπλος· πήξω, πηξίμαλλος, πηγεσίμαλλος.

### ε 880

Ἕλκει μοιχὸς εἰς μοιχόν· παροιμία.

### ε 881

Ἑλκηθμός: ἑλκυσμός, σπαραγμός.

### ε 882

Ἕλκος: τὸ τραῦμα τὸ χρονίσαν. ἀπὸ τοῦ μετὰ τὴν τρῶσιν ἕλκεσθαι τὸ σῶμα. καὶ τὸ σῶμα αὐτοῦ πᾶν ἑλκῶν ἐξέζεσεν.

### ε 883

Ἐλμησός.

### ε 884

Ἕλξει: ἑλκύσει.

### ε 885

Ἐλλώβια: τὰ ἐνώτια, διὰ τὸ ἐν τοῖς λωβοῖς τῶν ὤτων εἶναι. ὁ δὲ Τραιανὸς λέγει τῷ Αὐγάρου παιδί· μέμφομαί σε, ὅτι μὴ πρόσθεν ἧκες παρ’ ἐμὲ συστρατεύσων καὶ τῶν πόνων συμμετασχών, καὶ ἐπὶ τῷδε ἂν ἡδέως τῶν ἐλλωβίων τούτων τὸ ἕτερόν σου ἀποσπάσαιμι· ἐφαψάμενος ἅμα τοῦ ὠτὸς τοῦ ἑτέρου. τῷ δὲ ἦν ἄμφω τὰ ὦτα τετρημένα καὶ ἐξ ἀμφοῖν χρυσᾶ ἐνώτια ἐξηρτημένα.

### ε 886

Ἐλωβήσατο: ὕβρισεν.

### ε 887

Ἐλλόγιμος: τίμιος, σεβάσμιος. καὶ Χωρίον ἐλλόγιμον, τὸ τίμιον.

### ε 888

Ἐλογίσατο: ἐλάλησεν. ἐφθέγξατο. Δαβίδ· ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου.

### ε 889

Ἐλογοποίουν: πρὸς ἀλλήλους λόγους διετίθεντο. οἱ δὲ ἐς ἀλλήλους ἐλογοποίουν τερατευόμενοί τε καὶ κομπάζοντες ὡς εἰς πολλὰ γὰρ τοῦ τόπου κατάληψις τούτους ὀνήσει.

### ε 890

Ἔλλογος: ὅταν ᾖ δῆμος ἔλλογος τὸ ἀρχόμενον.

### ε 891

Ἑλώδης: ὁ κάθυγρος τόπος.

### ε 892

Ἐλωΐ: Ἑβραϊστί.

### ε 893

Ἕλωμαι: ἀφέλωμαι, λήψομαι.

### ε 894

Ἑλόμενοι: βουλόμενοι. Ξενοφῶν· ὁ μὲν ἦρχεν, οἱ δὲ ἐπεί‐ θοντο οὐχ ἑλόμενοι, ἀλλ’ ὁρῶντες ὅτι μόνος ἐφρόνει οἷα ἔδει τὸν ἄρχοντα.

### ε 895

Ἑλόμενος: θέλων.

### ε 896

Ἕλωμεν: αὐθυπότακτον.

### ε 897

Ἑλόντες: λαβόντες.

### ε 898

Ἐλῶν: ἐλάσας. Ἡρόδοτος. καὶ Ἐλῶντες δὲ ἐλαύνοντες.

### ε 899

Ἔλλοπες: οἱ ἰχθύες.

### ε 900

Ἕλος: δίυλον δάσος· ἢ ὕδατος ἰλὺς ἐπικεχυμένου πηλοῦ καὶ βαθείας ὕλης ἢ παπύρου ἢ καλάμου ἐκφυομένης ἀεὶ τοῦ πηλοῦ καὶ ὑπερανεστηκυίας τοῦ ὕδατος.

### ε 901

Ἔλλουροι: ἐθνικόν.

### ε 902

Ἔλουσεν: ἀντὶ τοῦ ἐβάπτισεν. τὸν δὲ Εὐνομιανὸν ἔλουσε Βελι‐ σάριος τὸ θεῖον λουτρόν, χερσὶ δὲ οἰκείαις ἀνελόμενος εἰσποίητον ἐποιήσατο παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος.

### ε 903

Ἐλοχεύθη: ἐγεννήθη, ἢ ἐγαμήθη.

### ε 904

Ἐλόχησεν: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ εἰς λόχους κατέταξεν.

### ε 905

Ἐλόχων: ἐνήδρευον. ὁ δὲ ἔχων κοινωνοὺς τῶν ἀσεβημάτων, ἐλόχων τὰ κατὰ τὰς ὁδούς.

### ε 906

Ἕλωρ: τὸ λῆμμα.

### ε 907

Ἑλώρια: ἑλκύσματα, σπαράγματα.

### ε 908

Ἐλῶσα: ἐλαύνουσα.

### ε 909

Ἕλωσι: καταλάβωσιν.

### ε 910

Ἐλώφησεν: ἐπαύσατο. ἀπὸ τῶν ὑποζυγίων. ὅθεν καὶ τὸ εὐ‐ λόγως φέρειν.

### ε 911

Ἐλπιδηφόρος: ὄνομα κύριον.

### ε 912

Ἐλπίσας: οὐ μόνον ἐπ’ ἀγαθῷ, ἀλλ’ ἁπλῶς ἐπὶ τῇ τοῦ μέλ‐ λοντος ἐκβάσει λέγεται παρὰ Ἀττικοῖς.

### ε 913

Ἐλπίς: προσδοκία ἀγαθῶν. καὶ ὁ φοβούμενος προσδοκᾷ, ἀλλ’ οὐκ ἀγαθά· κακῶν γὰρ προσδοκία ἐστὶν ὁ φόβος, ἀγαθῶν δὲ ἡ ἐλπίς. ἐπεὶ οὖν οὐχ ὑφεστώτων πραγμάτων οἱ ἀσεβεῖς προσδοκῶσιν, ἀπόλ‐ λυται αὐτῶν ἡ ἐλπίς· ὡς μένουσι τοῖς ἡδέσι χρῶνται.

### ε 914

Ἐλπωρή: ἐλπίς.

### ε 915

Ἑλσεμών.

### ε 916

Ἐλοιδόρησε: διέβαλεν, ἐσυκοφάντησεν. Αἰλιανός· ὁ δὲ Κλέαν‐ δρος ἐλοιδόρησε τὸν ὕπατον τῆς ἐν Αἰγύπτῳ ἀρχῆς Κομόδῳ καὶ παρα‐ λύει αὐτὸν τῆς ἀρχῆς οὐδὲν ἀδικοῦντα.

### ε 917

Ἐλοιδορούμεθα: ἐστασιάζομεν, ὡς ὑπὸ τῆς φιλονεικίας ἐς λοιδορίας τραπῆναι. Ἀριστοφάνης Νεφέλαις· περὶ τοὐνόματος ἐλοι‐ δορούμεθα. Ἀγαθίας· καὶ δὴ τῷ Ναρσῇ πάντες ἐλοιδοροῦντο ἀλα‐ ζόνα τε ἀποκαλοῦντες καὶ ἀτάσθαλον, καὶ ἔργῳ μὲν αὐτὸν εἶναι λέ‐ γοντες βίαιόν τε καὶ μιαιφόνον, τὴν δὲ τοῦ εὐσεβεῖν ἀεὶ καὶ τὸ θεῖον θεραπεύειν δόξαν ἄλλως αὐτῷ κεκομψεῦσθαι.

### ε 918

Ἕλοιτο: θέλοιτο.

### ε 919

Ἐλύγωσεν: ἔκαμψεν. καὶ Δανάης ἐλύγωσεν ὅδε φρένα, τουτ‐ έστιν ὁ χρυσός.

### ε 920

Ἔλυμα, Ἐλυμαῖος.

### ε 921

Ἐλυμήνατο: ἔβλαψεν. οἱ δὲ σύστημα γενόμενοι ἐλυμαίνοντο πολλοῖς ὁδίταις ἐμπίπτοντες εἰς τὰ καταλύματα.

### ε 922

Ἐλυσάμην: ἀπέδωκα.

### ε 923

Ἐλύσατο: ἐλυτρώσατο.

### ε 924

Ἔλυτρον: κάλυμμα, ἐκπέτασμα. ἐνείλημμα ὁμοίως. καὶ ἡ θήκη τοῦ δόρατος. σημαίνει καὶ τὸ τοῦ ὀστρέου ὄστρακον.

### ε 925

Ἐμαλάκισεν: μαλακὸν ἐποίησε.

### ε 926

Ἐμάλθαξαν· ἐν δὲ τῷ πρανεῖ καὶ ὀλισθηρῷ τόπῳ ξύλα σταυ‐ ροῦντες τῇ καταβάσει, καὶ τὸ μέσον ἄλλοις ἐγκαρσίοις στεριφοποιοῦντες καὶ φορμοὺς ἐπιβαλόντες ὕλης, ἐμάλθαξαν τὸ πάνυ πρανές τε καὶ ὀλισθηρόν. τουτέστι κατεπράϋναν, καθωμάλισαν.

### ε 927

Ἐμμαπέως: σπουδαίως.

### ε 928

Ἐμασχαλίσθη: ἔθος ἦν τοῖς ἀρχαίοις, ὁπότε φονεύσειαν ἐξ ἐπιβουλῆς τινα, τὸ ἔργον ἀφοσιουμένοις ἀκρωτηριάζειν τὸν νεκρὸν καὶ τῶν μορίων ὁρμαθὸν ποιήσαντας κρημνάναι κατὰ τοῦ τραχήλου, κατὰ τῶν μασχαλῶν διείροντας. ἀφ’ οὗ δὴ καὶ μασχαλίσματα προσ‐ ηγόρευσαν αὐτά. καὶ Σοφοκλῆς ἐν Τρωίλῳ πλήρη μασχαλισμάτων εἴρηκε τὸν μασχαλισμόν. καὶ ἐν Ἠλέκτρᾳ.

### ε 929

Ἐμματάζων: ματαιολογῶν.

### ε 930

Ἐματαίασε: μάταια ἐλάλησεν.

### ε 931

Ἐμάτησεν: ἠμέλησεν, ἐματαιοπόνησεν.

### ε 932

Ἐμαυτῷ βαλανεύσω: οἱονεὶ ἐμαυτῷ διακονήσω. εἴρηται δέ, ὅταν ὁ βαλανεὺς ἑαυτῷ λαμβάνῃ τὴν ῥυταίνην καὶ διακονῇ. ἢ ἀπὸ τῶν τὰς βαλάνους ἐγκρυπτόντων εἰς πῦρ.

### ε 933

Ἐμβαδόν: διὰ τοῦ εἰς ναῦν ἐμβῆναι. καὶ αὖθις· ἢ τὸ ἐμ‐ βαδὸν ὑπονοοῦντες εἶναι κρυπτήρια ἔστρεφον τοὺς οἴκους.

### ε 934

Ἐμβαλεῖς: εἰσελεύσῃ. ἰδίως δὲ ἐμβαλεῖν, τὸ ταῖς ναυσὶ κροῦσαι ἢ ταῖς κώπαις. ῥυππαπαῖ· τίς ἐμβαλεῖ; ἔστι δὲ καὶ τὸ ῥυπ‐ παπαῖ μίμημα ψόφου ναυτικοῦ, ἀπὸ τῶν κωπῶν ἀποτελουμένου.

### ε 935

Ἐμβαλόντα· ὁ δὲ παῖς ὢν ἔτι, τὸν διδάσκαλον Λῖνον πληγὰς αὐτῷ ἐμβαλόντα ἐν τῇ διδασκαλίᾳ δυσανασχετήσας καὶ οὐκ ἐθέλων ἄρ‐ χεσθαι λίθῳ βαλὼν ἀπέκτεινεν.

### ε 936

Ἐμβάλλουσι: καταντῶσιν, ἀπέρχονται. ἐμβάλλουσι δὲ ὁ μὲν βασιλεὺς ἐς Λυδίαν ὁ δὲ Προκόπιος ἐς Φρυγίαν τὴν ἄνω.

### ε 937

Ἔμβαρός εἰμι: νουνεχής, φρόνιμος. ἦν πρότερον ὁ Πειραιεὺς νῆσος· ὅθεν καὶ τοὔνομα εἴληφεν ἀπὸ τοῦ διαπερᾶν· οὗ τὰ ἄκρα Μούνυχος κατασχὼν Μουνυχίας Ἀρτέμιδος ἱερὸν ἱδρύσατο. ἄρκτου δὲ γενομένης ἐν αὐτῷ καὶ ὑπὸ τῶν Ἀθηναίων ἀναιρεθείσης λιμὸς ἐπεγένετο· οὗ τὴν ἀπαλλαγὴν ὁ θεὸς ἔχρησεν, ἄν τις τὴν θυγατέρα θύσῃ τῇ θεῷ. Βάρος δὲ μόνος ὑποσχόμενος ἐπὶ τῷ τὴν ἱερωσύνην αὐτοῦ τὸ γένος διὰ βίου ἔχειν, διακοσμήσας αὐτοῦ τὴν θυγατέρα αὐ‐ τὴν μὲν ἀπέκρυψεν ἐν τῷ αὐτῷ, αἶγα δὲ ἐσθῆτι κοσμήσας ὡς τὴν θυγατέρα ἔθυσεν. ὅθεν καὶ εἰς παροιμίαν περιέστη. τάττεται δὲ ἐπὶ τῶν παραπαιόντων καὶ μεμηνότων.

### ε 938

Ἐμβάς: τὰ ὑποδήματα τὰ ἀνδρεῖα. παρὰ τὸ ἐμβαίνειν. Ἀριστοφάνης Πλούτῳ· ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προ‐ βήμασιν. ἀντὶ τοῦ πηδήμασιν.

### ε 939

Ἐμβατεύων: ἐπιβαίνων. καὶ Ἐμβατεύσαντες, εἰσελθόντες. οἱ δὲ Οὖννοι ἐς τὴν προκειμένην νησίδα τῆς πόλεως ἐμβατεύσαντες, τῶν βοσκημάτων περιττῶν διὰ τὸν πόλεμον φρουρᾶς ἕνεκα ἐς αὐτὴν διακομισθέντων.

### ε 940

Ἐμβαίῃ: κατέλθῃ.

### ε 941

Ἔμβαινε. καὶ Ἐμβαίνειν, ἀρχὴν λαμβάνειν. τὸ δοκεῖν δικαίως ἐμβαίνειν εἰς τὸν πόλεμον. οἱ γὰρ Ῥωμαῖοι πρόνοιαν ἐποι‐ οῦντο τοῦ μηδέποτε πρότεροι τὰς χεῖρας ἐπιβάλλειν τοῖς πέλας, μηδ’ ἄρχοντες φαίνεσθαι χειρῶν ἀδίκων, ἀλλ’ ἀεὶ δοκεῖν ἀμυνόμενοι ἐμβαίνειν εἰς τοὺς πολέμους. ἢ Συμβαίνειν, τὸ συμπλέκεσθαι.

### ε 942

Ἐμβαίνοντες: ἐπιβαίνοντες. οἱ δὲ Ἀράβιοι ἀρετῇ πολὺ τῶν ἄλλων διαφέρουσιν· οἱ βέλεσιν ἀνδρομήκεσι χρώμενοι, ἀντὶ τῶν χειρῶν τῷ ποδὶ ἐμβαίνοντες εἰς τὴν νευρὰν κυκλοῦσι τὸ τόξον.

### ε 943

Ἐμβεβλημένα: ἐγκεκεντρισμένα. Ἀριστοφάνης δὲ καὶ ἐμβο‐ λάδας ἀπίους τὰς τοιαύτας λέγει.

### ε 944

Ἐμβεβροντημένος: μάταιος γενόμενος.

### ε 945

Ἐμβελές· ὁ δὲ Ἀρχιμήδης παρεσκευάσατο ὄργανα πρὸς ἅπαν ἐμβελὲς διάστημα, πόρρωθεν μὲν ἐπιπλέοντας τοῖς εὐτονωτέροις καὶ μείζοσιν· ὅτε δὲ ταῦθ’ ὑπερπετῆ γίγνοιτο, τοῖς ἐλάττοσιν.

### ε 946

Ἔμβιον: Ἀντιφῶν τὸ ζῶν καὶ μὴ ξηρανθέν, μηδὲ ἐναποθανόν. ἔμβιόν τι ψυχῆς πάθος ἐνέσταξέ μοι κομίσασα.

### ε 947

Ἔμβολα: μοχλοί, ἀσφάλειαι. ἔμβολά τε νηῶν γενόμενοι οὐδὲν ὤνησαν οἱ ἀνδριάντες. ἐν Ἐπιγράμμασι· ἔμβολα χαλκογένεια, φιλό‐ πλοα τείχεα νηῶν, Ἀκτιακοῦ πολέμου κείμεθα μαρτύρια. Ἀριστο‐ φάνης· ἔμβολον δέ φασι χρημάτων ἔχειν αὐτόν.

### ε 948

Ἐμβολάς: ὁρμάς, ἐπιδρομάς.

### ε 949

Ἐμβολή: τὸ ἄκρον τοῦ κριοῦ τοῦ μηχανικοῦ ὀργάνου. τῷ ἐπιφερομένῳ ἄχθει ἀποκαυλίζειν τὸ προέχον τῆς ἐμβολῆς.

### ε 950

Ἐμβολήν: κλεισούραν, εἴσοδον, πληθύν, ὁρμήν. καὶ τὸ βίαιον τῆς ἐμβολῆς ἐδόκει παραλογώτερον.

### ε 951

Ἐμβόλιμος: ἀτελής. Ἱπποκράτους παῖδες ἐμβόλιμοί τινες.

### ε 952

Ἔμβολος: χάλκωμα πεπυρωμένον, περιτιθέμενον κατὰ πρώραν ταῖς ναυσίν.

### ε 953

Ἔμβολον: παρατάξεως ὄνομα. ἔστι δὲ τὸ ἥμισυ τοῦ ῥόμβου· ὀνομάζεται δὲ καὶ σφενδονοειδές. ῥομβώδης δὲ παράταξις. καὶ τῆς νηὸς τὸ πολεμικὸν σιδήριον. τὸν δὲ παρακαλοῦντα πρὸς τὸν πόλεμον στρατηγὸν κατασπάσας ἀπὸ τῶν ἐμβόλων ἐποιεῖτο τοὺς λόγους. Ἔμβολον δὲ καλεῖται, ὅταν ἡ ἀμφίστομος διφαλαγγία τὰ μὲν ἡγούμενα κέρατα ἀλλήλοις συνάψῃ, τὰ δὲ ἑπόμενα δια‐ στήσῃ. Ἀγαθίας δέ φησιν· ἦν δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως οἷον ἐς ἔμβολον· δελτωτῷ γὰρ ἐῴκει καὶ τὸ μὲν ἐμπρόσθιον ὅσον ἐς ὀξὺ ἔληγε, στεγανόν τε ἦν καὶ πεπυκνωμένον τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι, φαίης τε ἂν αὐτοὺς συὸς κεφαλὴν τῇ συνθέσει ἀποτυ‐ πώσασθαι· τὰ δὲ σκέλη ἑκατέρωθεν κατὰ στίχους τε καὶ λόχους ἐς βάθος ξυγκείμενα καὶ ἐπιπλεῖστον εἰς τὸ ἐγκάρσιον παρατεταμένα διΐστατο ἀλλήλων ἠρέμα καὶ διεκέκριτο, καὶ προϊόντα ἐς μέγιστον εὖρος ἀπετελεύτα, ὡς καὶ τὸ μεταξὺ χωρίον κενὸν καθεστάναι καὶ τὰ νῶτα γυμνὰ τῶν ἀνδρῶν στοιχηδὸν διαφαίνεσθαι. ἀπεστραμμένοι γὰρ σφᾶς αὐτοὺς ἐτύγχανον, ὅπως ἂν τοῖς μὲν πολεμίοις ἀντιπρόσωποι εἶεν καὶ ἐκ τοῦ ἀσφαλῶς ἀγωνίζοιντο τὰς ἀσπίδας προβεβλημένοι, τὰ δὲ ὀπίσθια διὰ τὸ ἀλλήλοις ἀντιτετάχθαι διαφυλάττοιντο. [Start of a diagram]σχῆμα ἐμβόλου. λ θ θ θ ζ ζ ζ ζ ζ δ δ δ δ δ δ δ β β β β β β β β β α α α α α α α α α α α γ γ γ γ γ γ γ γ γ ε ε ε ε ε ε ε η η η η η κ κ κ μ[End of a diagram]

### ε 954

Ἐν βραχεῖ: Ἀντιφῶν. ἀντὶ τοῦ ἁπλῶς, καὶ ἐν κεφαλαίῳ.

### ε 955

Ἔμβραχυ: ἁπλῶς, ὅλως, συντόμως. καὶ οὐδὲν ἦν εἴς τινα ἔμβραχυ ἀγαθὸν ὃ μὴ ἐκείνου κατέτεινε ψυχήν. ἀντὶ τοῦ ἐλάχιστον. ποῦ δ’ οὐχὶ διαβέβληχ’ ὅπου περ ἔμβραχυ εἰσὶ θεαταί;

### ε 956

Ἔμβραχυ: τὸ μικρόν, καὶ εὐτελές. μαρτύρεται ὁ θεός, ὅτι μηδὲν αὐτὸν λαθεῖν δύναται ἔμβραχυ.

### ε 957

Ἔμβραχυ: συντόμως, καὶ οἷον ἐν βραχεῖ.

### ε 958

Ἐμβριθές: στερρόν, στιβαρόν. τὴν περὶ βασιλέως Ἰουστίνου κρατήσασαν δόξαν, ὥς ἐστι μάλα ἐμβριθής τε καὶ κατηκριβωμένος. καὶ Πέτρος ὁ ῥήτωρ καὶ μάγιστρος ἐμβριθής τε ἦν καὶ ἀνάλωτος ἐν τῷ ῥητορεύειν καταμαλάξαι φρονήματα βαρβαρικά.

### ε 959

Ἐμβριθεστάτη: στερροτάτη. εἷλε δὲ πόλιν Ὀρτόβριγα, δο‐ κοῦσαν κατὰ τὸ μέγεθος καὶ κατὰ τὸ πλῆθος τῶν ἀνθρώπων ἐμβρι‐ θεστάτη εἶναι.

### ε 960

Ἐμβριθέστατος. καὶ γὰρ ἐν τοῖς λόγοις ἐμβριθέστατος καὶ φιλογράμματος ἱκανῶς γενόμενος ἥπτετο καὶ ποιητικῆς.

### ε 961

Ἐμβρίθεια.

### ε 962

Ἐμβριθῆ νοῦν: στερεὸν καὶ ἔμφρονα λογισμόν. Πισίδης· ἔσω τῶν ἀσπίδων ἦλθες ἐμβριθεῖ τάχει. Μένανδρος· ὁ δὲ Ταν‐ χοσδρώ, ὁ τοῦ Χοσρόου στρατηγός, οὐχὶ ἐλέφαντάς τε καὶ ἀγροίκων ὅμιλον καὶ ἕτερα ἄττα φόβητρα κόμπῳ μὲν ἁρμόδια, ἐνεργὰ δὲ καὶ ἐμβριθῆ οὐδαμῶς, ἀλλὰ τοὺς μαχιμωτάτους τε καὶ εὐοπλοτάτους ἀγείρας πλήθους τε ἀγεννοῦς ἀντάλλαγμα, τοὺς τὰ πολέμια δεινοὺς ἀπο‐ κρίνας. καὶ αὖθις· ἑστάναι τε ἐμβριθέστατα καὶ ἐπαμύνειν τῇ πόλει.

### ε 963

Ἐμβριμᾶται: μετὰ αὐστηρότητος ἐπιτιμᾷ. καὶ ἅμα γινόμενοι μανιώδεις καὶ ἐμβριμούμενοι τὰ πονηρὰ ἀπελαύνειν ἐδόκουν. καὶ Ἐμβριμῆσαι, μετ’ ὀργῆς λαλῆσαι.

### ε 964

Ἐμβρίμημα: τὸ μετ’ ὀργῆς λάλημα.

### ε 965

Ἐμβρόντητος: καρδιόπληκτος, μαινόμενος, ἔκφρων.

### ε 966

Ἔμβρυον: νεογνὸν βρέφος· ἢ τὸ ὠμὸν καὶ ἄπεπτον.

### ε 967

Ἐμαί: λείπει τὸ αἱ ἄρθρον, ἵν’ ᾖ αἱ ἐμαὶ πόλεις.

### ε 968

Ἐμαίμασε: προεθυμήθη.

### ε 969

Ἔμελλε: παρ’ Ὁμήρῳ ἀντὶ τοῦ ἐῴκει. ἅ ρ’ οὐ τελέεσθαι ἔμελλε. καὶ Σοφοκλῆς· ἔμελλες, ἔμελλες, τάλας. ἀντὶ τοῦ ἐῴκεις, δῆλος ἦς.

### ε 970

Ἐμμελέστερον: συνετόν, εὔρυθμον.

### ε 971

Ἐμμέλεια: εἶδος ὀρχήσεως. ἔστι δὲ ἡ τῶν τραγῳδῶν.

### ε 972

Ἐμμέλεια: χορικὴ ὄρχησις. διχῶς, Ἐμμέλεια καὶ Ἐμμελία, ἡ εὐρυθμία. οἶσθα γάρ, ὅπως διακείμεθα περὶ τὴν ἐμμελίαν τὴν σήν. καὶ ἡ μετὰ μέλους τραγικὴ ὄρχησις καὶ ἡ πρὸς τὰς ῥήσεις ὑπόρχησις.

### ε 973

Ἐμέλλησεν: ὑπερέθετο. ὁ δὲ οὐδὲν ὧν ἔχρῃζε μαθεῖν ἀπεκρύψατο ἢ λέγων ἐμέλλησεν. ἢ ἀντὶ τοῦ ἐβράδυνε. καὶ Ἰώσηπος· οὐδεὶς δ’ ἐνέδωκεν, οὐδ’ ἐμέλλησεν εἰπεῖν. Ἐμέλησε δὲ ἀντὶ τοῦ ἐφρόντισεν.

### ε 974

Ἐμμελῶς: συνετῶς, εὐρύθμως. καὶ Ἐμμελής, συνετός, εὔ‐ ρυθμος. Αἰλιανός· οἱ δὲ ὁμολογίας ἐμμελεῖς ποιησάμενοι πρὸς τοὺς Ἀρκάδας τοὺς αἰχμαλώτους ἐκομίσαντο.

### ε 975

Ἔμετος: ἡ τῶν περιττωμάτων κένωσις, Ἐμετὸς δὲ αὐτὸ τὸ κενωθέν.

### ε 976

Ἐμεχωνῖται: ὄνομα ἔθνους παρὰ Ἰωσήπῳ.

### ε 977

Ἔμεια: τόπος πλησίον Μυκηνῶν.

### ε 978

Ἐμειδίασα: ἐγέλασα.

### ε 979

Ἐμήδισαν: τὰ τῶν Μήδων εἵλοντο. ὅτι μετὰ τὴν ἐν Μαρα‐ θῶνι μάχην Θετταλοὶ ἐμήδισαν δείσαντες τὴν ἀπόφραξιν τῶν Τεμπῶν.

### ε 980

Ἐμηκῶντο.

### ε 981

Ἐμημεκώς: ἐμέσας.

### ε 982

Ἔμμηνα: κατὰ μῆνα. μηλοσφαγεῖ θεοῖσιν ἔμμην’ ἱερὰ σωτη‐ ρίοις. καὶ Ἔμμηνοι δίκαι, αἵ τε ἐμπορικαὶ καὶ ἐρανικαί.

### ε 983

Ἐμήνιεν: ὠργίζετο. ἐμνησικάκει. ἐπ’ αὐτὸν δὲ τὸν στρα‐ τηγὸν ἀφῆκαν βέλη· διὸ καὶ πλέον ἐμήνιεν.

### ε 984

Ἐμηνίων: ὠργίζοντο.

### ε 985

Ἐμὴν χάριν: συντάσσεται ἀντὶ τοῦ ἐμοῦ χάριν παρὰ Πλάτωνι.

### ε 986

Ἐμηχανᾶτο: ἐτεχνάζετο. οὐ μόνον τοῖς ὀθνείοις, ἀλλὰ καὶ τοῖς ὑπηκόοις ἀνέμβατα τὰ ὄρη ἐμηχανᾶτο φαίνεσθαι. μηχάνημα γὰρ τὸ στρατήγημα. οὐ μόνον τῷ ἀνεφίκτῳ, ἀλλὰ καὶ ὑπὸ τῶν δυσ‐ χωριῶν.

### ε 987

Ἔμισα: πόλις. καὶ Ἐμισαῖος, ὁ πολίτης.

### ε 988

Ἔμμισθοι: οἱ ὀφείλοντες λαβεῖν μισθόν. οἱ δὲ Οὖννοι οὐδέν τι ἧσσον ἔμμισθοι ἐγίνοντο ληϊζόμενοι τὰ Ῥωμαίων.

### ε 989

Ἐμιτρώσατο: ἐζώσατο. καὶ Ἀριστοφάνης ἐν Θεσμοφορια‐ ζούσαις· κ’ Ἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν ἐμιτροφόρουν τε καὶ διεκίνουν Ἰωνικῶς. ἀντὶ τοῦ μίτραις τουτέστι ζώναις διαζωσάμενοι ἁβρῶς περιεπάτουν.

### ε 990

Ἐμνώοντο: μνήμην ἐποίουν, ἢ ἐμνηστεύοντο.

### ε 991

Ἐμόγησα: ἐμόχθησα.

### ε 992

Ἔμμορεν: ἔλαχεν.

### ε 993

Ἐμπάζεται: ἀναβάλλεται, ἐνθυμεῖται· ἢ ἐντρέπεται, ἢ φροντίζει.

### ε 994

Ἐμπαλασσόμενοι: ἐμπίπτοντες εἰς τὸ ὕδωρ. Θουκυδίδης· οἱ δὲ ἐμπαλασσόμενοι κατέρρεον ἐς τὰ ἐπὶ θάτερα τοῦ ποταμοῦ. παραστάντες δὲ οἱ Συρακούσιοι ἔβαλλον τοὺς Ἀθηναίους.

### ε 995

Ἔμπαλιν: ἐναντίον· ἢ εἰς τοὐπίσω. ὁ δὲ ἔμπαλιν διελθεῖν παρεσκεύασε τὸν Ἴστρον, ἐν ταῖς λεγομέναις ὁλκάσι μικραῖς διαβιβάσας τὰ βαρβαρικὰ πλήθη.

### ε 996

Ἐμπαράθετος.

### ε 997

Ἐμπαροινοῦντες: ἐνυβρίζοντες. καὶ Ἰώσηπος· οὕτως ἐμ‐ παροινοῦσι τοῖς πράγμασιν.

### ε 998

Ἐμπαιγμός.

### ε 999

Ἔμπαιος: ὁ ἔμπειρος.

### ε 1000

Ἔμπεδα: βέβαια.

### ε 1001

Ἐμπεδοκλῆς, θυγατριδοῦς τοῦ προτέρου, τραγικός. τραγῳ‐ δίαι αὐτοῦ κδʹ.

### ε 1002

Ἐμπεδοκλῆς, Μέτωνος, οἱ δὲ Ἀρχινόμου, οἱ δὲ Ξενέτου· καὶ ἀδελφὸν δὲ ἔσχε Καλλικρατίδην. ἠκροάσατο δὲ πρώτου Παρμε‐ νίδου, οὗτινος, ὥς φησι Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ, καὶ ἐγένετο παιδικά. οἱ δὲ ἔφασαν μαθητὴν Τηλαύγους τοῦ Πυθαγόρου υἱοῦ τὸν Ἐμπεδοκλέα γενέσθαι. Ἀκραγαντῖνος, φιλόσοφος φυσικὸς καὶ ἐποποιός. ἦν δὲ κατὰ τὴν οθʹ Ὀλυμπιάδα. ὃς στέμμα ἔχων ἐπὶ τῆς κεφαλῆς χρυσοῦν καὶ ἀμύκλας ἐν τοῖς ποσὶ χαλκᾶς καὶ στέμματα Δελφικὰ ἐν ταῖς χερσὶν ἐπῄει τὰς πόλεις, δόξαν περὶ αὑτοῦ κατα‐ σχεῖν ὡς περὶ θεοῦ βουλόμενος. ἐπεὶ δὲ γηραιὸς ἐγένετο, νύκτωρ ἔρριψεν ἑαυτὸν εἰς κρατῆρα πυρὸς ὥστε μὴ φανῆναι αὐτοῦ τὸ σῶμα. καὶ οὕτως ἀπώλετο, τοῦ σανδαλίου αὐτοῦ ἐκβρασθέντος ὑπὸ τοῦ πυρός. ἐπεκλήθη δὲ καὶ Κωλυσανέμας, διὰ τὸ ἀνέμου πολλοῦ ἐπιθεμένου τῇ Ἀκραγαντίᾳ ἐξελάσαι αὐτὸν δορὰς ὄνων περιθέντα τῇ πόλει. γέγονε δὲ τούτου μαθητὴς Γοργίας ὁ ῥήτωρ ὁ Λεοντῖνος. καὶ ἔγραψε δι’ ἐπῶν περὶ φύσεως τῶν ὄντων βιβλία βʹ· καὶ ἔστιν ἔπη ὡς δισχίλια. Ἰατρικὰ καταλογάδην, καὶ ἄλλα πολλά.

### ε 1003

Ἐμπεδοκλῆς· τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν ὁδὸν Πυθαγόρου, ἣν καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἐζήλωσε. ξυν‐ εῖναι γὰρ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, Ἀπολλωνίῳ δὲ τόν τε Ἀπόλλωνα ἥκειν ὁμολο‐ γοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δ’ ἂν καὶ μὴ ὁμολογοῦντα Ἀθηνᾶν τε καὶ Μοῦσαν καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γινώσκειν. καὶ ὅ τι ἀποφήνοιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρ‐ ρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. ὅτι δὲ καὶ Ἐμπεδοκλῆς τὸν βίον τοῦτον ἤσκητο, δηλοῖ τό, χαίρετ’, ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός. καί, ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε. καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν.

### ε 1004

Ἐμπεδοκλέους ἔχθρα: ἐπὶ τῶν ἐπιμόνως ἐχθρωδούντων πρός τινας. Λυσίας· ᾤμην δὲ ἔγωγε τοιαύτῃ φιλίᾳ συνηρμόσθαι, ὥστε μηδ’ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἐμποδὼν ἡμῖν γενέσθαι.

### ε 1005

Ἔμπεδον: ἀσφαλές. ἀπὸ τῶν ἐμ πεδίῳ θεμελίων κειμένων.

### ε 1006

Ἐμπεδορκεῖν: ἐμπέδως τηρεῖν τὰ ὅρκια. ἡ δὲ Φερετίμα τὸν ὄροφον ὑποσπάσασα τοῦ βόθρου, ὡς ἂν ἐμπεδορκοίη, ἤλαυνεν εἰς τὴν πόλιν.

### ε 1007

Ἐμπεδότιμος· οὗτος ἔγραψε περὶ φυσικῆς ἀκροάσεως· περὶ οὗ λέγει ὁ Παραβάτης ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν Ἡρα‐ κλείδης ὁ Ποντικὸς ἔφη καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος.

### ε 1008

Ἐμπεδωθῆναι: ἀσφαλισθῆναι.

### ε 1009

Ἐμπεδοῖ: βεβαιοῖ, ἀσφαλίζεται, διδάσκει.

### ε 1010

Ἐμπερονῆσαι: διατρῆσαι.

### ε 1011

Ἐμπεσὼν τοῖς πράγμασιν: ἄρξας τῶν πραγμάτων. ὃς ἐμπεσὼν τοῖς πράγμασι τοῖς ὑπὸ χεῖρα, τὸν θυμὸν καὶ τὴν ὀργὴν ἀφεὶς καὶ ἐκχέων καὶ μόνην ἀρετὴν ἡγούμενος τὸ ἀδωροδόκητον ἐκάκωσε τὰ πράγματα.

### ε 1012

Ἐμπειρεῖν: πεπειραμένως ἔχειν. φήσας γεγονέναι πλείω χρόνον ἐν ταῖς Σάρδεσι καὶ τῶν τόπων ἐμπειρεῖν.

### ε 1013

Ἐμπειρία.

### ε 1014

Ἐμπηδῆσαι. Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς. οὐκ ἐτολμης’ αὖθις ἐμπηδῆσαι αὐτῷ κειμένῳ. τουτέστιν ἐκορέσθην.

### ε 1015

Ἔμπηρα: πεπηρωμένα. αἱ δὲ γυναῖκες ἔτικτον ἔμπηρα καὶ τέρατα. οἱ δὲ τῶν τετολμημένων σφίσι λήθην καταχέαντες ἧκον ἐς Δελφούς.

### ε 1016

Ἔμπης: Ἰωνικῶς. ἔμπας δὲ καὶ ἔμπα, Ἀττικῶς. Σοφοκλῆς· δύστηνον ἔμπης, καίπερ ὄντα δυσμενῆ.

### ε 1017

Ἐμπίπλασθαι: κορέννυσθαι, τὸ ἀποβαλεῖν ὑγιείαν.

### ε 1018

Ἐμπίπραται: ἐμπυρίζεται.

### ε 1019

Ἐμπίπλη: Ἀττικόν· ἦν γὰρ τὸ κοινὸν ἀπὸ τοῦ πίπλημι, πί‐ πλαθι, ὡς ἵσταθι. ὅμοιον δέ ἐστι καὶ τό, κύκλωψ τῆ πίε οἶνον, παρὰ τῷ ποιητῇ. Ἀττικοὶ γὰρ οὐ τρέπουσιν ἐπὶ τῶν εἰς μι τὸ μ εἰς θ ἐν τοῖς προστακτικοῖς καὶ συστέλλουσι τὴν παραλήγουσαν ὡς ἡ κοινή· ἵστημι, ἵσταθι, αὐτοὶ δὲ ἵστη· πίπλημι, πίπλαθι· Ἀττικοὶ δὲ τελείαν ἀποβολὴν τῆς μι ποιοῦσι πίπλη λέγοντες καὶ ἐμπίπλη. οὕτω καὶ ἀπὸ τοῦ τῆμι τὸ τῆ, ἀντὶ τοῦ λάβε.

### ε 1020

Ἐμπίς: κώνωψι παραπλήσιον. ζωύφιον παρὰ τοῖς ὕδασι γινό‐ μενον ὅμοιον κώνωπι, μεῖζον δὲ τῇ περιοχῇ καὶ κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον. Ἀριστοφάνης· ἐμπίδες κάμπτετε. ἀντὶ τοῦ ἐσθίετε. Πισίδης· κύκλῳ περισφίγξαντες ἐμπίδων δίκην. λέγεται ἐμπὶς Τρικο‐ ρυσία, ὡς ἐν Τρικορύσῳ πολλῶν ἐμπίδων γινομένων. ἔστι γὰρ ἀλσώδης καὶ κάθυγρος ὁ τόπος.

### ε 1021

Ἐμπλασσόμενοι: ἐπεμβαίνοντες, συρρηγνύμενοι. Αἰλιανός· τοῖς φίλοις καὶ οἰκείοις ἐμπλασσόμενοι ἀπέσφαττον αὐτοὺς ὡς πολε‐ μίους.

### ε 1022

Ἐμπλασσόμενοι: προσκρούοντες, προσπελάζοντες. οἱ δὲ Καρ‐ χηδόνιοι ἀλλήλοις ἐμπλασσόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπ‐ έθνησκον.

### ε 1023

Ἐμπλατειάσασα: τρυφερευσαμένη.

### ε 1024

Ἔμπλεως: πλήρης, μεστός.

### ε 1025

Ἐμπλείμην: ἀντὶ τοῦ κορεσθείην. Ἀριστοφάνης Ἀχαρνεῦσι· βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλείμην λίθοις. εὐκτικῆς ἐγκλίσεως τετύ‐ χηκεν. ἔστι γὰρ τὸ ἐμπιπλῶ, ὃ κατὰ ἀναδιπλασιασμὸν κέκλιται· ἀφ’ οὗ παράγωγον τὸ ἐμπίπλημι. ἀπὸ τούτου γίνεται τό, πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου. τοῦτο δὲ ἑτέρᾳ παραγωγῇ, ἀφ’ οὗ τὸ πλήθω, ὡς ἀπὸ τοῦ νῶ νήθω. ἀπὸ δὴ τοῦ πλῶ, πλείμην, ὡς ἀπὸ τοῦ βλῶ, βλείμην· οὗ τὸ δεύτερον, εἴπερ γάρ κε βλεῖο πονεύμενος. Πλεί‐ μην οὖν καὶ Ἐμπλείμην.

### ε 1026

Ἔμπληκτοι: μεμηνότες. ὡς δεινός τε ἦν καὶ αὐθάδης, καὶ οἷος τὸ μανιῶδες καὶ ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι.

### ε 1027

Ἔμπληκτοι: κοῦφοι, εὐμετάβλητοι. καὶ Ὅμηρος· ἐμπλήγδην ἕτερον μὲν τίει βροτόν. καὶ Σοφοκλῆς· τοιοίδε μέν τοι φῶτες ἔμ‐ πληκτοι βροτῶν. τουτέστιν οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ φιλίᾳ καὶ ἀρετῇ.

### ε 1028

Ἐμπλημένος: πεπληρωμένος. Ἀριστοφάνης· ἔβηττε τὴν νύχθ’ ὅλην τριχίδα ἐμπλημένος.

### ε 1029

Ἔμπλην: ὅμως.

### ε 1030

Ἐμποδοστάτης: ἐμποδίζων.

### ε 1031

Ἔμπλην: ἐπλησίαζον. ἔστι ῥῆμα πλῶ, τὸ πλησιάζω, παρά‐ γωγον πλῆμι, ὁ βʹ ἀόριστος ἔπλην. γίνεται δὲ καὶ ἀπὸ τοῦ πλῶ κατὰ ἀναδιπλασιασμὸν πιπλῶ, πίπλημι, ὡς στῶ, ἱστῶ, ἵστημι. καὶ πλῶ, πλήσω, πλήτης, καὶ συνθέσει τειχεσιπλήτης· ὡς βῶ, βήσω, βήτης καὶ δια‐ βήτης καὶ ἐμπυριβήτης. πλῶ, πλήσω, πλῆτος καὶ πλάτος. πλῶ ἐκ τοῦ πέλω, πλῶ, ὡς κέλω, κλῶ. παρὰ δὲ τὸ πλῶ πλήν, καὶ μετὰ τῆς ἐν προθέσεως ἔμπλην, ἐπίρρημα σημαντικὸν τοῦ πλησίον. τὸ δὲ πλήν, τὸ χωρίς, κατ’ ἀντίφρασιν ἐξηνέχθη.

### ε 1032

Ἐμποδών: Θουκυδίδης ηʹ ἀντὶ τοῦ προχείρους. φησὶ γάρ· τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν, πορρωτέρω δὲ μηδὲν ἐπορέ‐ γεσθαι ταῖς διανοίαις. Λυκοῦργος δὲ ἐν τῷ κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν. Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ. Ἰσαῖος δὲ ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερσί· φησὶ γὰρ ἐν τῇ ὑπὲρ Εὐμαθοῦς εἰς ἐλευθερίαν ἀφαιρέσει, ἀλλὰ τὸ πρωϊζόν, ὦ ἄνδρες Ἀθηναῖοι· τουτὶ γὰρ παντελῶς ἐμποδὼν εἶναι. ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου· φησὶν ἐν βʹ φιλοσοφουμένων περὶ τῶν φιλοσόφων· τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημε καὶ παῖδας ἀνείλατο καὶ οὐσίας ἐπε‐ μελήθη, μηδενὸς ἐμποδὼν ὄντος; ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει. φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ λογιώτερον πάντων ἔκρινε παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν αὐτῷ δίδωσι παραμυθίαν ἐκ τῶν δη‐ μοσίων.

### ε 1033

Ἐμποδών· Ἡρόδοτος· τῶν Λυδῶν μὴ φειδομένους κτείνειν πάντα τὸν ἐμποδὼν γινόμενον, Κροῖσον δὲ μὴ κτείνειν. ἀντὶ τοῦ προχείρους.

### ε 1034

Ἐμποδών: Ἀντιφῶν τοὺς ἐμπεσόντας. λέγει γάρ· τοὺς ἐμ‐ ποδὼν ἐκολάσατε. ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ἐξελκύσαι· Ἀριστοφάνης. περιττὸν τὸ μή· ἤρκει γὰρ εἰπεῖν τὸ ἐμποδών. χρῶνται δὲ τῷ τοιούτῳ, ἐν ᾧ δοκεῖ περιττεύειν τὸ μή, ὡς καὶ τοιαῦτα, ἀπ‐ αγορεύω σοι μὴ εἰσιέναι.

### ε 1035

Ἐμπολᾷ: πραγματεύεται.

### ε 1036

Ἐμπολαῖος: πραγματευτικός.

### ε 1037

Ἐμπολέμια: τὰ εἰς πόλεμον ἐπιτήδεια καὶ εὔχρηστα.

### ε 1038

Ἐμπολεμῶσαι: τὸ πολεμίους ποιῆσαι. οἷον ἐπὶ πόλεμόν τινας παροξῦναι. Ἐμπολεμῆσαι δὲ τὸ ἐκπορθῆσαι.

### ε 1039

Ἐμπολή: φορτίον. ἢ τὸ τῆς πραγματείας κέρδος. ἡ συν‐ αγωγὴ τοῦ κέρδους. τὸ δὲ ῥῆμα ἐμπολᾶν. Ἀριστοφάνης· ἀλλ’ οὐδὲν ἠμπόληκά πω, οὔτ’ ἄλφιτ’ οὔτε πυρόν, ὡς ἀπολούμενος. ὡσεὶ ἔφη, ἀποδημῶν ἢ στρατευσόμενος· οἱ γὰρ στρατευόμενοι πυρὸν καὶ ἄλφιτα ἑαυτοῖς ὠνοῦντο.

### ε 1040

Ἐμπόλημα καὶ Ἐμπολήσαντες.

### ε 1041

Ἐμπολήσωμεν: ἐμπορευσώμεθα, συνάξωμεν, πωλήσαντες τὸν καρπόν.

### ε 1042

Ἔμπολιν: ἐν τῇ αὐτῇ πόλει ὄντα. ἄνδρα, σοὶ μὲν ἔμπολιν οὐκ ὄντα, συγγενῆ δέ.

### ε 1043

Ἐμπομπεύων: ἐπιφαίνων, θριαμβεύων.

### ε 1044

Ἐμπόριον.

### ε 1045

Ἔμπορος: ὁ πραγματευτικὸς ἄνθρωπος· κυρίως δὲ ὁ πλέων θάλασσαν. παρὰ τὸ πόρος· πόρος δὲ κυρίως ἐπὶ ὑγρῶν λέγεται. καὶ εὔπορος, ὁ ἔχων ἀεὶ τὸν ἐπιρρέοντα πλοῦτον, ἐκ μεταφορᾶς τοῦ ὑδατικοῦ πόρου.

### ε 1046

Ἔμπορος: ὁ ναύλου πλέων ἐπ’ ἀλλοτρίας νεώς, ἢ πραγμα‐ τευτής.

### ε 1047

Ἔμπορός εἰμι σκηπτόμενος· Ἀριστοφάνης. ἐπὶ τῶν προ‐ φασιζομένων ψευδῆ διὰ δειλίαν. εἰσάγεται γάρ τις λέγων, ὅτι ὅτε πέμπομαι εἰς πόλεμον, σκήπτομαι ἔμπορος εἶναι· ὡς τῶν ἐμπόρων μὴ ἐξιόντων ἐπὶ τὰς στρατείας διὰ τὸ εὔχρηστον τὰ πρὸς τροφὴν φέροντας.

### ε 1048

Ἐμπορπῶ: τὸ συμβάλλω. καὶ Ἐμπορποῦσθαι, τὸ συμ‐ βάλλεσθαι.

### ε 1049

Ἔμπουσα: φάντασμα δαιμονιῶδες ὑπὸ τῆς Ἑκάτης ἐπιπεμπό‐ μενον καὶ φαινόμενον τοῖς δυστυχοῦσιν. ὃ δοκεῖ πολλὰς μορφὰς ἀλλάσσειν. Ἀριστοφάνης Βατράχοις. Ἔμπουσα δὲ παρὰ τὸ ἑνὶ ποδί‐ ζειν, ἤγουν τοῦ τὸν ἕτερον πόδα χαλκοῦν ἔχειν. ἢ ὅτι ἀπὸ σκοτεινῶν τόπων ἐφαίνετο τοῖς μυουμένοις. ἐκαλεῖτο δὲ αὕτη καὶ Οἰνοπώλη. οἱ δέ, ὅτι ἐξηλλάττετο τὴν μορφήν. δοκεῖ δὲ καὶ ταῖς μεσημβρίαις φαντάζεσθαι, ὅταν τοῖς κατοιχομένοις ἐναγίζωσιν. ἔνιοι δὲ τὴν αὐτὴν τῇ Ἑκάτῃ. Ὀνοκώλη δέ, ὅτι ὄνου πόδα ἔχει· ὃ λέγουσι βολίτινον, τουτέστιν ὄνειον. βόλιτος γὰρ κυρίως τῶν ὄνων τὸ ἀποπάτημα. Ἀριστοφάνης Βατράχοις· καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα. ποῖόν τι; δεινόν· παντοδαπὸν γοῦν γίνεται· τοτὲ μέν γε βοῦς, νυνὶ δ’ ὀρεύς, τοτὲ δ’ αὖ γυνὴ ὡραιοτάτη τις. ποῦ ’στίν; ἐπ’ αὐτὴν ἴω. ἀλλ’ οὐκέτ’ αὖ γυνή ἐστιν, ἀλλ’ ἤδη κύων. Ἔμπουσα τοίνυν ἐστί. πυρὶ γοῦν λάμπεται ἅπαν τὸ πρόσωπον καὶ σκέλος χαλκοῦν ἔχει.

### ε 1050

Ἐμπρήσαντες: καύσαντες.

### ε 1051

Ἐμπρησμός: ὁ διὰ πυρὸς ἀφανισμός.

### ε 1052

Ἐμπρίσαντες: συσφίγξαντες, προσαρμόσαντες. οἱ δὲ ἐμπρί‐ σαντες τοὺς ὀδόντας, τοῦ εἶξαι τῷ τυράννῳ γεγόνασι κρείττους.

### ε 1053

Ἔμποιμνον εἷμα: τὸ ἔνδυμα. ἀπό ...

### ε 1054

Ἐμποίνιμον: θέσιμον, ἐπιζήμιον.

### ε 1055

Ἐμποίνιμος: ἐμποίνιος, τουτέστιν ἔνοχος ποινῇ, οἷον ἐφ’ οἷς ἥμαρτε δοὺς τιμωρίαν. καὶ ποινὴ λέγεται ἡ ἐπὶ φόνῳ κλασθέντι κόλασις. ὅτι Σατορνῖνος ὁ ὕπατος τυραννίδι ἐπέθετο. οἱ τοίνυν Ῥωμαῖοι ἀναγκαίαν αὐτῷ πίστιν ὑπισχνοῦνται μᾶλλον ἤπερ ἀληθε‐ στέραν καὶ καταγαγόντες ἐδικαίωσαν θανάτῳ, ὅρκους οὐκ ἐμποινίμους ἡγησάμενοι εἶναι, οὕσπερ πρὸς τὸν κοινὸν ἀλάστορα ἐποιήσαντο.

### ε 1056

Ἔμπυον: τὸ ἕλκος.

### ε 1057

Ἐμπύρευμα: ἔναυσμα, σπέρμα πυρός.

### ε 1058

Ἐμπύρου: θερμῆς. καὶ Ἔμπυρα, τὰ καιόμενα ἱερεῖα. ἔστι δὲ σημεῖα ἐν τούτοις ἀποδεδειγμένα.

### ε 1059

Ἐμπυρώτατος: ὁ κατάπυρος.

### ε 1060

Ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις: λέγουσιν, ὅτι βαρβάρων τινῶν στρατευομένων ἐπὶ Δελφούς, ἐρωτώμενος ὁ θεὸς ἔφησεν· ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις. ὕστερον δὲ ἐφάνη μετὰ Ἀθηνᾶς καὶ Ἀρτέμιδος, ὧν καὶ ἱερά εἰσιν ἐν Δελφοῖς, ἀπαντῶν τοὺς πολεμίους.

### ε 1061

Ἐμοὶ δὲ τοιοῦτον ἔργον ἔστ’ εἰργασμένον, ὥστε ἁπαξ‐ άπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν: θρυλεῖ πάλιν ὁ Κλέων τὰ περὶ Πύλον καὶ Σφακτηρίαν. ἔθος δὲ ἦν τὰ ἀπὸ τῶν πολέμων ὅπλα τοῖς ἱεροῖς ἀνατιθέναι. ἕως οὖν, φησίν, ἀνάκειται τὰ ὅπλα Πύλου καὶ Σφακτηρίας, ἅπερ ἀνέθηκα, οὐδεὶς τολμήσει κατ’ ἐμοῦ λέγειν.

### ε 1062

Ἐμοί τε ἐπιστολαί ἐπαρθεὶς ἢ χαυνωθείς, ὧν οὐθεὶς ἔγραψεν ὑψηλοτέρας τοῦ Καπανέως, ὑπὲρ ὧν τοὺς θεοὺς θεοὺς πολλάκις ὑπομιμνήσκω, καὶ τό, Ἰὼ Νέμεσι καὶ τὸ Διὸς βαρύβρομοι βρονταί, βοήσας, ἀπηγό‐ ρευσα αὐτῷ μὴ φοιτᾶν.

### ε 1063

Ἐμυκᾶτο: ἐβρυχᾶτο, ἐμήνιεν. Ἀριστοφάνης Βατράχοις· ἔβλεψεν εἰς ἐμὲ δριμύ, κἐμυκᾶτό γε.

### ε 1064

Ἐμύξατο: ἔξεσεν.

### ε 1065

Ἐμυωπίασεν: ἄκροις τοῖς ὀφθαλμοῖς προσέσχε. μυωπάζω γὰρ τὸ καμμύω.

### ε 1066

Ἐμφαλκωμένοις: περιπεπλεγμένοις. ἔπειτα κάλοις ἐμφαλ‐ κωμένοις ἀπὸ τοῦ ἀνωτάτω ἀνήρτησαν διὰ πήγματος. περὶ κριοῦ μηχανικοῦ.

### ε 1067

Ἐμφανές: ἐπίθετον τῆς ἡμέρας· ὡς καὶ τὸ τῆς νυκτός, νύκτα μέλαιναν. Σοφοκλῆς· εἶρξαι κατ’ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε αἴανθ’ ὑπὸ σκηναῖσιν.

### ε 1068

Ἐμφανίζω σοι: φανερῶ σοι.

### ε 1069

Ἔμφασιν: προσποίησιν, ἐννόησιν· ἢ τὸ μέγεθος. Πολύ‐ βιος· ὁ δὲ Φίλιππος ἀνεχώρησε διαταραχθείς, ποιῶν δὲ ἔμφασιν, ὡς ἐπί τινα τῶν ἐν Πελοποννήσῳ πράξεων ἐπεστροφώς. ταύτην δὲ τὴν ἀπολογίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ’ οὐδὲ τῶν ἀπὸ τέγους ἄχρι τοῦ σώματος εἰργασμένων οὐδείς.

### ε 1070

Ἔμφασις: ἔνδειξις. Πολύβιος· ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ’ οὐδὲ τῶν ἀπὸ τέγους ἄχρι τοῦ σώματος εἰργασμένων οὐδείς. ὁ δ’ ἵνα πιστὸς φανῇ κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ἄλλην ἀναισχυντίαν καὶ προσκατέψευσται τἀνδρὸς κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώνυμον.

### ε 1071

Ἐμφαντικῶς: ἐννοητικῶς. ὁ δὲ παρεκάλει βραχέως μέν, ἐμφαντικῶς δὲ τοῦ παρόντος κινδύνου. ἀντὶ τοῦ πρεπόντως.

### ε 1071b

Ἐμφαίνει: σημαίνει.

### ε 1072

Ἐμφέρεια: ὁμοιότης.

### ε 1073

Ἐμφερεῖς: ἀντὶ τοῦ ὁμοίους. ὁ δὲ ἐμφερεῖς παῖδας τοῖς ἐπι‐ ζητηθεῖσι κοσμήσας ὑπὸ πεπλασμένης τιμῆς καὶ σηρικῆς ἐσθῆτος.

### ε 1074

Ἐμφερίστατος· τοὺς τρόπους καὶ τὴν δίαιταν σφιγξὶν ἐμ‐ φεριστάτους. παρὰ Ἀριστοφάνει ἐν Σφηξίν.

### ε 1075

Ἐμφιλοσοφῶ· δοτικῇ.

### ε 1076

Ἐμφωλεύω· δοτικῇ.

### ε 1077

Ἐμφοροῦμαι· γενικῇ.

### ε 1078

Ἐμφιλοχωρῶν: τὴν χώραν ἀγαπῶν.

### ε 1079

Ἐμφορούμενος: κορεννύμενος.

### ε 1080

Ἐμφρεάτοι: δικαστήριον τῶν ἀκουσίων φόνων ἐν Ἀθήναις. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος ἀκριβῶς διέρχεται περὶ αὐτά. ὠνομάσθαι δὲ τὸ δικαστήριον ἔοικεν ἀπό τινος Φρεάτου ἥρωος, ὡς Θεόφραστος ἐν ιϛʹ νόμῳ μαρτυρεῖ.

### ε 1081

Ἔμφυλος πόλεμος: ὁ ἐκ τοῦ αὐτοῦ ἔθνους.

### ε 1082

Ἐμφύς: ἐμπλακείς, ἐμπεσών. ὁ δὲ Κελτὸς προθυμίαν εἶχεν, ἐμφὺς τῷ πολεμίῳ, καὶ χερσὶ καὶ στόματι δίκην θηρίου διασπάσαι αὐτόν.

### ε 1083

Ἔμφυτον: ἐγκάρδιον. διὰ τὸ προϋπάρχον αὐτῷ μῖσος ἔμφυτον.

### ε 1084

Ἔμψοφον φίλημα: τὸ μετὰ ψόφου γινόμενον.

### ε 1085

Ἐναβρύνεται: μεγαλοφρονεῖ, καυχᾶται.

### ε 1086

Ἐναγές: τὸ σεβάσμιον καὶ ἁγνόν. ἄγος γὰρ τὸ ἱερὸν σέβας. ἔνθεν καὶ τό, ἄγη μ’ ἔχει. καί, ὡς σέ, γύναι, ἄγαμαι. κατ’ εὐφη‐ μισμὸν δὲ καὶ τὰ μιάσματα ἄγη λέγεται, καὶ οἱ μιαροὶ ἐναγεῖς κα‐ λοῦνται.

### ε 1087

Ἐνάγει: ἐμβιβάζει, ἐνάπτει, ἐφέλκεται· ἢ προτρέπεται.

### ε 1088

Ἐναγεῖς: βεβήλους, ἀποτροπαίους. Δαμάσκιος· τοὺς δὲ παντά‐ πασιν ἀπεωθεῖτο ὡς ἐναγεῖς ὄντας καὶ ἀνιάτους, οὐδέν τε αὐτὸν ἐδυσώπει προσδέχεσθαι σφῶν τὴν ὁμιλίαν, οὐ πλοῦτος ἐξαίσιος, οὐ περιφάνεια πολιτείας, οὐ δυναστεία ἄμαχος, οὐ κακοήθεια τυραν‐ νική τις.

### ε 1089

Ἐναγεῖς: διὰ τοῦ ε τοὺς ἐνόχους ἄγει καὶ μιάσματι. ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· διὰ δὲ τοῦ α ἀναγεῖς, τοὺς ἀνάγνους.

### ε 1090

Ἐναγής: σεβάσμιος, ἢ καὶ βέβηλος. ἐκ τούτων ἐκεῖνος τῇ τελετῇ προσῄει ἐναγής.

### ε 1091

Ἐναγῆ φίλων: τὸν μηδέποτε ὑπὸ φίλων ἐν ἀφανεῖ αἰτίᾳ γενόμενον, ἀλλὰ καθαρὸν ὄντα. δεόμεθα μὴ λόγων ἄτιμον βαλεῖν, ἀλλὰ προσδέξασθαι αὐτοῦ τὴν ἀπολογίαν. εἴτε ἐναγῆ, τὸν ἐνεχόμενον μύσει, οὕτως· θεώμεθα, τὸν μηδέποτε ἐναγῆ γενόμενον εἰς φίλους μὴ ἐν ἀφανεῖ αἰτίᾳ ἄτιμον ποιήσῃς τῶν λόγων.

### ε 1092

Ἐναγίζειν: παρὰ Ἡροδότῳ τὸ χοὰς φέρειν, ἢ θύειν τοῖς κατοιχομένοις, ἢ τὸ διὰ πυρὸς δαπανᾶν.

### ε 1093

Ἐναγίζων: φονεύων, κατακαίνων. ἐναγίζουσιν οὖν τῷ Ξανθῷ Μακεδόνες καὶ καθαρμὸν ποιοῦσι σὺν ἵπποις ὡπλισμένοις.

### ε 1094

Ἐναγισμοί: ὁλοκαυτώματα. ἐναγισμῶν ἐνεστηκότων Ῥω‐ μαίοις. ὀλίγαις δὲ ὕστερον ἡμέραις Χαιρέαν μοίραις ἐτίμησαν εἰς τὸ πῦρ τιθεμέναις. καὶ αὖθις· ταῦτα γὰρ ἡμῖν ζῶσιν ἔτι τὰ ἐναγίσματα Βιτέλλιος καὶ Οὐεσπεσιανὸς διδοῦσιν, ἵν’ ἡμᾶς τοῖς πάλαι νεκροῖς κατα‐ θύσωσιν.

### ε 1095

Ἐναγωγή: ἡ ἔγκλησις. καὶ πάντα ἄνθρωπον ἀδικηθέντα ὑπ’ αὐτοῦ ἀδεῶς καὶ ἀζημίως ἐναγωγαῖς κεχρῆσθαι.

### ε 1096

Ἐναγωγὴ οἰκέτου: τοῦ πραθέντος οἰκέτου, εἴ τι ἔχει νόσημα, εἰ μὴ προείποι ὁ πωλῶν, ἐφίησιν ὁ νόμος τῷ ὠνησαμένῳ διακρίνεσθαι πρὸς τὸν πεπρακότα, πρότερον ἀπογραψάμενον πρὸς τὰς ἀρχὰς τὴν αἰτίαν.

### ε 1097

Ἔναγχος: πρὸ ὀλίγου, ἐν τῷ ἔγγιστα παρελθόντι χρόνῳ. ὃν ἦν καταψευσάμενος ἔναγχος καὶ μεγάλα ἀνάρσια ἀνῃρημένος ἐκ‐ δίκως.

### ε 1098

Ἐν ᾅδου: οἱ Ἀττικοὶ χρῶνται τῇ ἔν ἀντὶ τῆς εἴς· ἐν διδα‐ σκάλου, ἐν κιθαριστοῦ.

### ε 1099

Ἐναέριον: πνεῦμα ἀκάθαρτον.

### ε 1100

Ἐνναέται: οἰκήτορες. ἐν Ἐπιγράμμασι· τὸν θρασὺν ὑψι‐ κόμων ἐνναέτην δονάκων. περὶ κάπρου φησί.

### ε 1101

Ἐνάκ: ὄνομα κύριον. καὶ ἡ νόσος.

### ε 1102

Ἐν ἀκαρεῖ: ἐν βραχεῖ, ἐν ὀλίγῳ. ἐν ἀκαρεῖ χρόνῳ ἐκιν‐ δύνευον διαφθαρῆναι.

### ε 1103

Ἐνακμάζων: ἐνισχύων.

### ε 1104

Ἐναλλάγδην: συμπεπλεγμένως. Ἀγαθίας· παρήγαγε δὲ τοὺς πρέσβεις ἐς μέσον ἐναλλάγδην τὼ χεῖρε ὑπὸ τὴν ἰξὺν περι‐ εσφιγμένους, κάτω δὲ τὸ κάρα ἐπινενευκότας.

### ε 1105

Ἐναλλαγῆναι: τὸ ἀπὸ φιλίας εἰς φιλίαν ἄλλου μεταπηδῆσαί τινος, ἐχθροῦ ὄντος τὸ πρότερον· διαλλαγῆναι δὲ τὸ δι’ αὐτοῦ τοῦ ἐχθροῦ παρακληθῆναι καὶ φιλωθῆναι.

### ε 1106

Ἐναλλάξ: ἐνηλλαγμένως.

### ε 1107

Ἐνάλια: θαλάσσια. καὶ Ἔναλον, θαλάσσιον.

### ε 1108

Ἐναλίγκιος: ὅμοιος.

### ε 1109

Ἐναλόντες: ἐμπεσόντες.

### ε 1110

Ἐν ἅλῳ κρύπτῃ: ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν, παρόσον περίοπτος ἡ ἅλως.

### ε 1111

Ἐν ἅλῳ δρακάζεις: τουτέστι κρύπτῃ. ἐπὶ τῶν ἀδυνάτων.

### ε 1112

Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται.

### ε 1113

Ἐνανθρωπῶ σύνθετον, καὶ μόνον διὰ τοῦ η.

### ε 1114

Ἐναντία· ὅτι τὰ ἐναντία κατ’ Ἀριστοτέλην συμπέπλεκται μὲν ἀλλήλοις ἑξαχῶς, ἐναντίωσιν δὲ ποιεῖται τετραχῶς συμπλεκόμενα. ἐναντία δὲ λέγονται τὰ πολὺ ἀλλήλων διεστῶτα ἢ τὰ ἀλλήλων ἀν‐ αιρετικά. τούτου δὲ λεγομένου οὐχ οἷός τε ὁ ἀπὸ τούτων ὁρμώ‐ μενος δεῖξαι ἓν ἑνὶ ἐναντίον· δύνανται γὰρ καὶ πολλὰ πολὺ ἀφεστῶτα ἀλλήλων λαμβάνειν, τοῦτο μὲν ἐν τῷ αὐτῷ γένει· τὸ γὰρ ξανθὸν καὶ τὸ ὠχρὸν πολὺ λευκοῦ διεστάναι, ἀλλὰ καὶ ἀναιρετικά ἐστι τοῦ λευκοῦ κἀκεῖνο τούτων. ἔστι δὲ πολὺ διεστῶτα καὶ ἐν διαφόροις γένεσι λαβεῖν. ἓν γὰρ ἑνὶ τὰ δύο διέστηκεν.

### ε 1115

Ἐναντίον· γενικῇ. Ἐναντιῶ σοι δὲ δοτικῇ.

### ε 1116

Ἐναντιοῦμαί σοι.

### ε 1117

Ἐν ἀωρίᾳ.

### ε 1118

Ἐναπερείσασθαι: ἐμπῆξαι.

### ε 1119

Ἐναπήρεισται: ἐντετίναχεν. εἴρηται δὲ ἀπὸ τοῦ διατεινο‐ μένους ἐμπίπτειν.

### ε 1120

Ἐναποματτόμενοι: ἐντυποῦντες.

### ε 1121

Ἐναπομόρξεται Πρέμις τὴν εὐρυπρωκτίαν σοι: τουτ‐ έστι τὴν μαλακίαν ἐναποψήσεται, ἀπομάξει. καταπύγων δὲ ἐκωμῳ‐ δεῖτο ὁ Πρέμις. Ἀριστοφάνης φησίν.

### ε 1122

Ἐναπομόργνυνται: ἐναποτίθενται.

### ε 1123

Ἐνάπτοντες: ἐκδεσμοῦντες. ἠσφαλίζοντο δὲ τὰς σχεδίας τοῖς ἀπὸ τῆς γῆς ἐπιγύοις εἰς τὰ περὶ τὸ χεῖλος πεφυκότα τῶν δένδρων ἐνάπτοντες πρὸς τὸ συμμένειν.

### ε 1124

Ἔναρα: τὰ σκῦλα. οἷά περ οὐκ ἐνοπιᾶς, ἀλλὰ χορῶν ἔναρα, οἷς θάλαμον κοσμεῖτε γαμήλιον. καὶ Ἐναίρειν, τὸ τὰ ὅπλα σκυλεύειν.

### ε 1125

Ἔναρα: κυρίως ἔναρα, ὅσα ἄραρε καὶ συνήρμοσται τῷ σώματι, οἷον θώραξ, κυνέα. περιληπτικῶς δὲ εἴρηται καὶ τὰ τόξα ἔναρα.

### ε 1126

Ἐνάργεια: ἡ τῶν λόγων λευκότης καὶ φανότης. Ἐνέργεια δὲ ἡ ἐν λόγοις, ἢ ἡ ἀθρόα προσβολή.

### ε 1127

Ἐναργής: φανερός.

### ε 1128

Ἐναρίζειν καὶ Ἐναριζέμεναι.

### ε 1129

Ἐνάρθρως: ἠκριβωμένως.

### ε 1130

Ἐναρμόνιον: ἐμμελές.

### ε 1131

Ἐν ἄστει: ἐν τῇ πόλει.

### ε 1132

Ἐνασχολοῦμαι: δοτικῇ.

### ε 1133

Ἐνατενίζω· δοτικῇ.

### ε 1134

Ἕνατος δασύνεται. ἐκ τοῦ εἷς, ἑνός.

### ε 1135

Ἔνατος καὶ ἐνάτη. δι’ ἑνὸς ν. Ἐννέα δὲ διὰ δύο νν.

### ε 1136

Ἐναύειν: πυρὸς μεταδιδόναι. Πολύβιος· εἰ δέ τις λειπόμενος μὴ θάνοι, φύγοι δὲ τὸν κίνδυνον, τοῦτον μήτε πόλει δέχεσθαι μήτε πῦρ ἐναύειν. περὶ τούτων ἀρὰς ἐποιήσαντο πᾶσι μέν, μάλιστα δὲ τοῖς Ἠπειρώταις, εἰς τὸ μηδένα τῶν φυγόντων δέξασθαι τῇ χώρᾳ. καὶ αὖθις Αἰλιανός· εἴ ποτε δημοσία νόσος ἐπεπόλασεν, ἐπὶ τὸν σηκὸν τοῦδε φοιτῶντες οἱ ἱερογραμματεῖς, εἶτα μέντοι τὰς δεούσας ἱερουργίας ἐπιτελοῦντες ἐκ τοῦ βωμοῦ πῦρ ἐναύονται καὶ ἐξῆπτον πυρὰς κατὰ πόλεις καὶ τοῦ δυσώδους ἀέρος τὴν φθοροποιὸν ἐκείνην νόσον μαραί‐ νουσι καὶ λεπτύναντες τοῦτο δὴ τὸ καινότατον τὴν νόσον ἔσβεσαν τῷ πυρί. καὶ αὖθις· Καλλίξενος ὁ Ἀθηναῖος διὰ συκοφαντίαν ἆθλα ἀπη‐ νέγκατο τῆς ἀναισχυντίας καὶ ἀσεβείας, ἐν ἄστει μισούμενος καὶ πε‐ νόμενος καὶ ἀποκλειόμενος λιμῷ ἀποθανεῖν· ἐπεὶ μήτε ὕδατος ἐκοινώ‐ νουν αὐτῷ, μήτε πυρὸς ἐναύειν ἐβούλοντο, ὥσπερ οὖν κοινωνεῖν τοῖς βουλομένοις καὶ δεομένοις.

### ε 1137

Ἐναύειν: τὸ ἱκετεύειν πρὸς τοῖς ναοῖς. εἰ δὲ ἐντεῦθεν Εὐρι‐ πίδης ἐναυσάμενος τὸν λόγον ἅπαντα, εἶτα μέντοι Φοίνικι περι‐ τίθησιν.

### ε 1138

Ἐναυλήματα: ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευμένα. ἔνιοι δὲ καὶ αὐτὰ τὰ ἄλφιτα ἐναυλήματα καλοῦσιν.

### ε 1139

Ἐναυλισθῆναι: ἐνοικισθῆναι.

### ε 1140

Ἐναύλισμα: οἴκημα.

### ε 1141

Ἔναυλον: οὐ πρὸ πολλοῦ μνημονευόμενον, ἔτι ἐνηχούμενον. Πισίδης· ἀεὶ γάρ, ὡς ἔοικεν, αἱ περιστάσεις ἐκ τῶν ἐναύλων ἠρεθισμέναι πόνων τίκτουσιν ὁρμὰς κρείττονας βουλευμάτων.

### ε 1142

Ἐναύλους: τοὺς χειμερινοὺς ποταμούς. παρὰ τὸ αὐλεῖν.

### ε 1143

Ἐναύσματα: ἀρχάς, ἐμπυρεύματα, ὑπεκκαύματα. καί τινα ἐξ αὐτοῦ διδασκαλίαν ἐναυσάμενοι κᾆτα ἐμιμήσαντο ἐς τὸ εὖ καὶ καλῶς. Αἰλιανός φησιν.

### ε 1144

Ἐν αὐτῇ γὰρ καταφεύγοντες: ἐν τοῖς τοιούτοις πρὸς τὸ πρωτότυπον ἡ σύνταξις ἐπανάγεται· ἔστι γὰρ ἡ σκέπη. θὲς οὖν, εἴ τι βούλει, γένος ἀρσενικόν, θηλυκόν, οὐδέτερον, πάλιν ἐπὶ τοῦτο θέλεις ἐλθεῖν. ὅμοιον τούτῳ καὶ τό, ῥάβδον δυνάμεως κεκτημένοι τὸν σταυρόν. ὀφείλεις οὖν εἰπεῖν ἐν αὐτῷ, πρὸς τὸν σταυρόν.

### ε 1145

Ἐναφῆκαν: ἐνέβαλον. ἐναφῆκαν τῇ δρυῒ σφῆνας, ὡς διασταίη.

### ε 1146

Ἐν βραχεῖ: Ἀντιφῶν ἀντὶ τοῦ ἁπλῶς καὶ ἐν κεφαλαίῳ.

### ε 1147

Ἐν γὰρ ἀμηχανίῃ καὶ Καρκίνος ἔμμορε τιμῆς: ἐπὶ τῶν εὐτελῶν τῶν διὰ περιπέτειάν τινα τιμῆς ἀξιουμένων.

### ε 1148

Ἐν γεννητοῖς γυναίκων.

### ε 1149

Ἐν γειτόνων: τῶν πλησιαζόντων.

### ε 1150

Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν.

### ε 1151

Ἐν γήρει πίονι: ἐν πλήθει ἐτῶν.

### ε 1152

Ἐν γυάλοισιν: ἐν τοῖς κοιλώμασι. χαῖρε μελαμπέπλοις, Εὐ‐ ριπίδη, ἐν γυάλοισι Πιερίας.

### ε 1153

Ἐνδατούμενος· τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος. Σο‐ φοκλῆς Τραχινίαις.

### ε 1154

Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμαρχεῖ: παρ‐ οιμία ἐπὶ τῶν εὐτελῶν, τῶν διὰ περιπέτειάν τινα τιμῆς ἀξιουμένων. τοιαύτη δέ ἐστι καὶ ἡ λέγουσα, ἐν γὰρ ἀμηχανίῃ καὶ Καρκίνος ἔμμορε τιμῆς. ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς. καὶ γὰρ ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται.

### ε 1155

Ἐνδεέστερος: ἐλλειπέστερος. ἐνδεέστερος δὲ ἦν ἀεὶ τῆς συμβαινούσης χρείας. διὸ καὶ ὅσα ἔγραφεν, εὕροι τις ἂν τὸ μὲν ὑψηλόνουν καὶ τελεσιουργὸν ἔχοντα, τοῖς δὲ ἔπεσιν οὐ πάνυ συν‐ ηρμοσμένα.

### ε 1156

Ἕνδεκα: ἀρχὴ ἐν Ἀθήναις, ἐπιμελομένη τῶν ἐν τῷ δεσμω‐ τηρίῳ κατακρίτων· ἐφ’ ἣν ἀνήγοντο οἱ κλέπται καὶ οἱ ἀνδραποδισταί.

### ε 1157

Ἐνδεκάζοντας: ἀντὶ τοῦ ἐνεορτάζοντας, ἐν τῷ αὐτῷ τὴν δεκάτην ἄγοντας. Δημοσθένης ἐν τῷ κατὰ Θεοκρίνου.

### ε 1158

Ἐνδελεχισμός: ἐπιμονή. ἡ συνήθης θυσία ἡ καθημερινή. ἔθος γὰρ ἦν τοῖς Ἑβραίοις καὶ πρωῒ καὶ ἐν ἑσπέρᾳ καὶ καθ’ ἑκάστην ἡμέραν τῷ θεῷ θύειν. πράγμασιν ἐνδελεχεστάτοις ἀπὸ τῆς πενίας μαχόμενοι ἀπαλλαξείοντες ἐς Βυζάντιον ᾔεσαν.

### ε 1159

Ἐνδελεχῶς: συνεχῶς.

### ε 1160

Ἐνδέξασθαι: παραλαβεῖν, ἀκροάσασθαι. οὔκουν πρόσθεν ἔτι ἀποκρίνεσθαι περὶ σπονδῶν οὐδὲ φίλιον λόγον ἐνδέξασθαι περὶ τῶν τὰ πολέμια ἔργα δρώντων.

### ε 1161

Ἐνδέξια: αἴσια, καλά.

### ε 1162

Ἐν δέοντι: ἐν τῷ χρησίμῳ. Ἀριστοφάνης· εὖγε ποῶν ἀπό‐ λωλε, κἂν δέοντι τῇ πόλει, ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι. τουτέστι πρὶν ταράξαι ἡμᾶς.

### ε 1163

Ἐνδέχεσθαι: παραδέχεσθαι, πείθεσθαι. ὁ δὲ ἐλπίσι κεναῖς αὐτοὺς ἔβοσκεν, οὐκ ἐῶν τοὺς Βελισαρίου λόγους ἐνδέχεσθαι. καὶ λόγους ὑπὲρ αὐτοῦ θειοτέρους ἀναπλάττειν καὶ φήμας ἐνδέχεσθαι τερατωδεστέρας.

### ε 1164

Ἐνδείκνυμι· ἐνδεικνύναι ἔλεγον τὸ καταγγέλλειν τινὰ κακ‐ ουργοῦντα περὶ τὰ κοινά. καὶ Ἐνδείξασθαι, ἐπὶ τοῦ κατηγο‐ ρῆσαι. Ἰώσηπος· πολλοὺς γὰρ διὰ τὰ οἰκεῖα μίση καὶ διαφορὰς ἰδίας ἐνδείξασθαι τοὺς ἀναιτίους.

### ε 1165

Ἐνδεῖκται. σπαράττεται γὰρ ὑπὸ ἐνδεικτῶν, κακῶς ἐπι‐ φύντων τῇ Κυρήνῃ. συκοφαντῶν, κατηγόρων.

### ε 1166

Ἐνδεῖκται: οὗτοι ἦσαν κατὰ τὴν Ἀσίαν. μὴ ἐάσῃς ἔργον γενέσθαι συκοφαντῶν, ἐνδεικτῶν, κοινῶν ἀλαστόρων τῆς χώρας.

### ε 1167

Ἐνδεῖν: χρῄζειν.

### ε 1168

Ἐνδειξαμένῳ: ἀντὶ τοῦ ἀπολογησαμένῳ. καὶ Ἔνδειξις, ἡ ἀπολογία.

### ε 1169

Ἔνδειξις: δίκη κατὰ τῶν ὀφειλόντων καὶ δημηγορούντων. οὐ γὰρ ἐξῆν λέγειν, οὐδ’ ὅλως ἐπίτιμον εἶναι ὀφείλοντα. ὥστε εἰ καὶ ἦρχέ τις ὀφείλων, ἐνεδείκνυτο. ἤδη δὲ καὶ ἐπὶ τῶν φυγάδων ὅπου μὴ ἔξεστι κατιόντων, ἡ ἔνδειξις.

### ε 1170

Ἔνδειξις: ἐάν τις ἄτιμος ὢν ἢ ὠφληκὼς τῷ δημοσίῳ καὶ μὴ ἐκτετικὼς ἄρχειν ἢ δικάζειν ἐπιχειροίη, τοῦτον ἐνδείκνυσιν ὁ βουλόμενος τῶν πολιτῶν. ὁμοίως καὶ τὸν ἀντιποιούμενον πράξεων ἢ τόπων ἀπηγο‐ ρευμένων τοῖς νόμοις, οἷον τὸν ἡταιρηκότα τῆς ἀγορᾶς, καὶ τοῦ λέγειν ἐν τῷ δήμῳ, ἔτι τὸν κακῶς λέγοντα τοὺς τετελευτηκότας ἀδίκως. ἔπειτα τοῖς ἁλοῦσι τούτων τινὸς τιμῶσιν οἱ δικασταί, τί χρὴ παθεῖν ἢ ἀποτῖσαι.

### ε 1171

Ἔνδειξις: εἶδος δίκης δημοσίας· ὑφ’ ἣν τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον. Δημοσθένης κατὰ Ἀριστογείτονος.

### ε 1172

Ἐνδιάει: ἔνεστι, διατρίβει. ὄμμασι μούνοις θέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει. καὶ Ἔνδιος παρὰ Ὁμήρῳ, ὁ μεσημβρινός. καὶ Ἔνδια· τρισσὰ μὲν ἀντολικῶν ἀναπέπταται ἔνδια κύκλων.

### ε 1173

Ἐνδιαβάλλω· αἰτιατικῇ.

### ε 1174

Ἐνδιαεριανερινηχέτους: λέξεις συνθετικὰς διθυραμβοποιῶν· οἷος ἦν Ἴων ὁ Χῖος ποιητής. καὶ ζήτει ἐν τῷ διθυραμβοποιοὶ διδάσκαλοι.

### ε 1175

Ἐνδιατρίψας τῇ πόλει ἡμερῶν τινῶν.

### ε 1176

Ἐνδιαίτημα: διατριβή.

### ε 1177

Ἐν δίκῃ: ἀντὶ τοῦ δικαίως, καὶ μάλα εἰκότως.

### ε 1178

Ἔνδικον: δίκης ἄξιον. ἢ δίκαιον. καὶ γὰρ ὁ Μιθριδάτης τά τε ἄλλα ἔνδικος βασιλεὺς ἦν.

### ε 1179

Ἐν Διομίοις Ἡράκλειον: ἡ ἐν Διομίοις ἀγομένη τῷ Ἡρα‐ κλεῖ ἑορτή.

### ε 1180

Ἔνδιος: μεσημβρινός. ὄφρα μὲν οὖν ἔνδιος ἔην ἔτι, θέρμετο δὲ χθών, τόφρα δ’ ἔην ὑάλοιο φαάντερος οὐρανὸς ἤνοψ. τουτέστιν ὁ λαμπρός.

### ε 1181

Ἐνδόμυχος: σκοτεινός, ἀπόκρυφος. Δαμάσκιος· οὕτω δὲ ἐν‐ δόμυχος ἐγεγόνει καὶ σιωπηλὸς ἐπὶ τούτοις, ἃ κρύπτειν ἐδοκίμαζεν, ὥστε μηδὲ ἐρωτώσῃ τῇ μητέρι λέγειν ὅπη ἀπίοι.

### ε 1182

Ἔνδοξα· φησὶν Ἀριστοτέλης συλλογισμὸν διαλεκτικὸν εἶναι τὸν δι’ ἐνδόξων γινόμενον. ἔνδοξα δέ ἐστι, δι’ ὧν ὁ διαλεκτικὸς γίνεται συλλογισμός· τουτέστι τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρι‐ μωτάτοις καὶ ἐνδόξοις. καὶ εἴη ἂν κυριώτατα μὲν καὶ πρῶτα τὰ πᾶσιν ἢ τοῖς πλείστοις δοκοῦντα. πᾶσι μὲν τὸ αἱρετὸν ἀγαθὸν εἶναι, τὸ δὲ αἱρετὸν εἶναι ὑγείαν, πλοῦτον, ζωήν· οἱ γὰρ ἄλλως λέγοντες οὐχ ὡς διακείμενοι λέγουσιν, ἀλλὰ θέσει παρίστανται. μαρτυροῦσι δὲ αὐτοῖς ὡς τοιούτοις διὰ τῆς αἱρέσεως αὐτῶν. τοιοῦτο καὶ τό, τὸ ἀγαθὸν ὠφελεῖν καὶ τὸ δεῖν τοὺς γονεῖς τιμᾶν. τοῖς δὲ πλείστοις τὸ τὴν φρόνησιν πλούτου αἱρετωτέραν εἶναι ἢ τὸ ψυχὴν σώματος τι‐ μιωτέραν καὶ τὸ θεὸν εἶναι. οἱ δὲ σοφοὶ ὡς ὁ Πλάτων, ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ Ἀριστοτέλης, ὡς ὁ οὐρανὸς πέμπτου σώματος καὶ ἡ εὐδαιμονία ὑπ’ ἀρετῆς γίνεται, καὶ τὴν ἀρετὴν δι’ αὑτὴν αἱρετὴν εἶναι. ἐπεὶ δὲ οὗτοι ἔνδοξοι κατὰ σοφίαν, ἔνδοξα καὶ τὰ εἰρημένα. διαφέρει δὲ ἔνδοξον τοῦ ἀληθοῦς, οὐ τῷ ψευδὲς εἶναι (ἔστι γάρ τινα ἔνδοξα καὶ ἀληθῆ), ἀλλὰ τῇ ἐπικρίσει, ὅτι ἐστὶν ἀληθές. τῷ δὲ ἐνδόξῳ ἀπὸ τῶν ἀκουόντων καὶ τῶν τούτων ὑπολήψεων, ἃς ἔχουσι περὶ τῶν πραγμάτων. ἔνδοξα ἁπλῶς τὰ κατὰ τὴν πάντων δόξαν ἢ τῶν πλείστων, ὡς τὸ τὴν ὑγίειαν αἱρετὸν εἶναι, ὡρισμένως δὲ ἔνδοξα τὰ τῷδέ τινι τῶν ἐνδόξων ἑπόμενα, οἷον Πλάτωνι ἢ Ἀριστοτέλει ἢ Γαληνῷ· ἄδοξα δὲ ἁπλῶς μὲν τὰ τοῖς ἐνδόξοις ἀντικείμενα· ταῦτα δ’ ἂν εἴη τὰ παρὰ τὰς τῶν πάντων ἢ τῶν πλείστων δόξας λεγόμενα· ὡρισμένως δὲ ἄδοξα, τὰ μαχόμενα τοῦδε τινὸς ἐνδόξου τῇ δόξῃ, ὡς φέρε εἰπεῖν, τὸ μὴ εἶναι τὴν ψυχὴν ἀθάνατον, ἐπεὶ μάχεται τῇ Πλάτωνος δόξῃ· οὔτε δὲ ἔνδοξον οὔτε ἄδοξόν ἐστι πρόβλημα, περὶ οὗ οὗτοι οὐδετέρως δοξάζουσιν, οἷον τὸ περιττοὺς εἶναι τοὺς ἀστέρας ἢ ἀρτίους, ἢ τὰς τρίχας τῆς κεφαλῆς, ἢ περὶ οὗ ἐπ’ ἴσης ἀμφοτέρως, οἷον περὶ τοῦ ἄπειρον εἶναι καὶ μὴ εἶναι, ἢ τὸ εἶναι ἐπιστήμας τὰς ἀρετὰς ἢ πάλιν μὴ εἶναι.

### ε 1183

Ἐνδόσιμον· οἱ δὲ κελευσταὶ τοῖς ἐρέταις τὸ ἐνδόσιμον ἐν‐ έδοσαν, οἱ δὲ ἐπὶ τῇ ἐνδόσει ἀθρόοι τῷ ῥοθίῳ ἐπηλάλαξαν. καὶ Ἔνδοσις ἐπὶ τούτῳ. Ἐνδόσιμον, κινήσεως καὶ ἀρχῆς αἴτιον. ὁ δὲ ψαλμὸς οἷος ἐνδόσιμος εἶναι τῇ ᾠδῇ.

### ε 1184

Ἐνδοῦναι: προδοῦναι. παραδοῦναι, ἢ καὶ εἶξαι.

### ε 1185

Ἐνδούς: ἀραιώσας.

### ε 1186

Ἐνδώσειν: ὁρίσαι, προστάξαι. καιρὸν δὲ τῆς διαβάσεως καὶ τόπον αὐτὸς ἐνδώσειν ἔφη.

### ε 1187

Ἐνδρανής: πρακτικός.

### ε 1188

Ἐνδοιαστόν: ἀμφίβολον.

### ε 1189

Ἐνδοιάζω.

### ε 1190

Ἐνδύεταί μοι τὴν λεοντῆν: ἐπὶ τῶν μεγάλοις ἐπιχειρούν‐ των πράγμασιν. ἐκ μεταφορᾶς τοῦ Ἡρακλέους.

### ε 1191

Ἐνδυκέως: ἐπιμελῶς.

### ε 1192

Ἐνδυμίωνος ὕπνον καθεύδεις: ἐπὶ τῶν ὑπνηλῶν εἴρηται ἡ παροιμία· διὰ τὸ τὸν Ὕπνον ἐρασθῆναι Ἐνδυμίωνος καὶ ἔτι καθεύδειν, καὶ σὺν αὐτῷ εἶναι φασί.

### ε 1193

Ἔνδυο: τὸ ταχέως, ὡς ἡμεῖς. Μένανδρος Ἐφεσίῳ· παρέσομαι γὰρ ἔνδυο.

### ε 1194

Ἐνδυομενία. τὴν μὲν ἐνδυομενίαν ἅπασαν ἐκ τῶν οἰκιῶν ἐξήρπασαν. τὰ ἔπιπλα.

### ε 1195

Ἐνδύω· αἰτιατικῇ. Ἐνδῦναι καὶ Ἐνδῦσαι.

### ε 1196

Ἐνδυτά· ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους. τουτέστι περιβλήματα.

### ε 1197

Ἕναι· ἀρχαὶ αἱ παρῳχημέναι. Δημοσθένης κατὰ Ἀριστογεί‐ τονος.

### ε 1198

Ἔναιεν: ᾤκει.

### ε 1199

Ἐν αἰθρίᾳ: ἐν φανερῷ.

### ε 1200

Ἔναιμος: πλήρης αἵματος.

### ε 1201

Ἔνναιον: τόπος.

### ε 1202

Ἔναιον: ᾤκουν.

### ε 1203

Ἐναίρειν: τὸ τὰ ὅπλα σκυλεύειν. μοῦνος ἐναιρομένοισιν ὑπέρμαχον ἀσπίδα τείνας νηυσὶ βαρὺν Τρώων αἰὲν ἔμεινας Ἄρη. Ἐναίρειν καταχρηστικῶς καὶ ἐπὶ θηρίων. Ὅμηρος· θῆρας ἐναίρειν. θῆρες γὰρ οὐκ ἔχουσιν ὅπλα ὥστε σκυλευθῆναι. κυρίως δὲ ἐπὶ ἀν‐ θρώπων.

### ε 1204

Ἐναίσιμος: δίκαιος, καθήκων. ἐναισίῳ δὲ συντύχοιμι. μηδέ τῳ πονηρῶν συντυχών.

### ε 1205

Ἐννέα ὁδοί: τόπος Θρᾳκικὸς παρὰ τὴν Ἀμφίπολιν.

### ε 1206

Ἔνατος καὶ Ἐνιαυτὸς δέ, καὶ Ἐνάτη δι’ ἑνὸς ν.

### ε 1207

Ἐνεαρίζω· δοτικῇ.

### ε 1208

Ἐννεάκρουνον· κρήνη Ἀθήνησιν ἦν δωδεκάκρουνος. Θουκυδίδης δὲ ἐννεάκρουνος.

### ε 1209

Ἐννεάκρουνον: κρήνη τις Ἀθήνησι, Καλλιρρόη καλουμένη πρότερον.

### ε 1210

Ἐνέβαλεν: ἔτυψεν. ὁ δὲ κρίνας τοῦτον ἀδικεῖν πληγὰς ἐν‐ έβαλεν. καὶ αὖθις· τοῖς μὲν τραύματα ἐνέβαλεν.

### ε 1211

Ἐνέβη: ἀντὶ τοῦ εἰσῆλθε. τῶν δὲ συνήθων τις αὐτῷ ἐνέβη τῷ ποδὶ λακτίσας κείμενον τὸν ταῦρον. καὶ ἀκούω τὸν πόδα ἐκεῖνον εἰς οἴδημα ἀρθῆναι καὶ φλεγμήναντα σφακελίσαι. καὶ αὖθις· ἐνέβη δὲ ναῦν ἀποχρῶσαν τοῖς ἑταίροις.

### ε 1212

Ἐνεβριμήσατο: ὠργίσθη. μετ’ ὀργῆς ἐλάλησεν.

### ε 1213

Ἐνεβριμήσατο: μετ’ αὐστηρότητος ἐπετίμησεν.

### ε 1214

Ἐνεγκαμένη πατρίς.

### ε 1215

Ἐνέγκασθαι: ἐνέγκαι.

### ε 1216

Ἔνεγκε, Ἐνέγκαι δέ.

### ε 1217

Ἐνεγκοῦσα: πατρίς· ἢ μήτηρ.

### ε 1218

Ἐνέγκωμεν: αὐθυπότακτον. καὶ Ἐνέγκῃς.

### ε 1219

Ἐνεγύησεν· ὁ δὲ ἐνεγύησε κατὰ τὸ καρτερὸν τὰ κέρατα περι‐ σχίσαι αὐτίκα, οὕτω τε τοὺς βαρβάρους εἰσδέξασθαι. ἀντὶ τοῦ παρ‐ ήγγειλεν.

### ε 1220

Ἐνεδέχοντο: παρελάμβανον, εἰσεδέχοντο. οἱ δὲ τὸν Κιννέαν ἐνεδέχοντο. καὶ παρελθὼν ἐς τὴν πόλιν ἐσεμνολόγει περὶ Πύρρου.

### ε 1221

Ἐνέδει: ἐνέλειπεν. ὅσοις ἐνέδει, ἐδίδοσαν. εἴ τῳ που τὶ ἐνέδει, ἐξεπλήρου.

### ε 1222

Ἐνεδοίαζεν: ἠμφίβαλλεν.

### ε 1223

Ἐνεδρεύω· δοτικῇ.

### ε 1224

Ἔνεδρον: ἔγκρυμα δολερόν.

### ε 1225

Ἐνεδίδου καὶ Μετεδίδου· γενικῇ.

### ε 1226

Ἐνεθουσία: ἐμαίνετο.

### ε 1227

Ἐνέκαψα· κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα.

### ε 1228

Ἐνέκειντο: ἐπιμόνως ἠσχολοῦντο. εἰ δή τι ἐλέλειπτο, ἁρπα‐ σάμενοι ἐνέκειντο τῇ πολιορκίᾳ.

### ε 1229

Ἐνεκότει· δοτικῇ. ἐμνησικάκει, ὠργίζετο. ὁ οὖν Χαγάνος ἐν‐ εκότει εὐδοκιμηθείσαις ταῖς Ῥωμαίων δυνάμεσιν.

### ε 1230

Ἐνεκότουν· Δαβίδ· καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. τουτέστι μετ’ ὀργῆς ἠναντιώθησάν μοι.

### ε 1231

Ἐνέκρινον: τοῖς καλοῖς συνηρίθμησαν· ὡς ἀπέκρινον, ἀπεδο‐ κίμαζον. Αἰλιανός· Ῥωμαῖοι πολεμοῦντες οὐδένα τόπον οὔτε ἐν‐ έκρινον οὔτε ἀπέκρινον, ἀλλ’ ἔνθα ἔτυχον, ἠγωνίζοντο.

### ε 1232

Ἐνελίξας.

### ε 1233

Ἐνελόχισαν: ἐνήδρευσαν.

### ε 1234

Ἐνέμοντο: ἐκαρποῦντο, ᾤκουν.

### ε 1235

Ἐνεμημένων· τῶν δὲ ἄλλων τῶν περὶ βασιλέως τοῖς ἐρύμασιν ἐνεμη‐ μένων. Κρίτων ἐν Γετικοῖς.

### ε 1236

Ἐνενηκονταεννέα.

### ε 1237

Ἐνένιπεν: ἐκακολόγησεν.

### ε 1238

Ἐνεός: ἄφωνος, κωφός, ἐξεστηκώς, νωδός, νωχελής, μετέω‐ ρος. Ξενοφῶν· τοῖς δὲ παισὶν ἐδείκνυσαν ὥσπερ ἐνεοῖς ὅ τι δέοι ποιεῖν. τοσόσδε διὰ τῆς νυκτὸς ἐνέπεσε σεισμός, ὥστε ἐξέθορον ἐκ τῆς κοίτης. σημαίνει δὲ καὶ ὄνομα κύριον.

### ε 1239

Ἐνεώλκησαν: τὰς ναῦς εἵλκυσαν.

### ε 1240

Ἐννέωρος: ἐνναετής.

### ε 1241

Ἐνεώχμωσε: νεωστὶ κατεσκεύασεν, ἐκίνησεν.

### ε 1242

Ἐνεώχμωσεν: ἠλλοίωσεν, ἐκαινοποίησεν.

### ε 1243

Ἐνεπάρην: ἐνέπεσον.

### ε 1244

Ἐνέπασσεν: ἐνέβαλλεν, ἐνεποίκιλλεν.

### ε 1245

Ἐνέπεσε: συνέβη, ἐγένετο. Πολύβιος· ἐνέπεσε δέ τις ὁρμὴ τῷ Σκιπίωνι καὶ διαπόρησις, εἰ δεῖ συμβαλεῖν καὶ μονομαχῆσαι πρὸς τὸν βάρβαρον.

### ε 1246

Ἐν ἐπηκόῳ: εἰς ἐπήκοον πάντων.

### ε 1247

Ἐνεπίπρων καὶ Ἐνεπίπραντο καὶ Ἐνεπίπλαντο καὶ Ἐνεπίπλα.

### ε 1248

Ἐνεπίσκημμα καὶ Ἐνεπισκήψασθαι· ὁπότε δημευθείη τινὸς οὐσία, ἐξῆν προελθεῖν τῷ φάσκοντι γεγενῆσθαι δανειστῇ τοῦ ἀνδρὸς καὶ λέγειν, ὡς ὀφείλεται αὐτῷ ἐν τῇ οὐσίᾳ χρέος· καὶ τοῦτο λέγεται ἐπίσκημμα καὶ ἐνεπισκήψασθαι.

### ε 1249

Ἐνεπισκήψασθαι καὶ Ἐγγύην καταβαλεῖν· καταδικα‐ σθέντων τινῶν δημεύεσθαι τὰς οὐσίας, εἰ λέγοιέν τινες, ὡς εἴησαν δανεισταὶ τῶν δημευομένων, ἀπογράφεσθαι τούτους ἐκέλευον, πότε καὶ πόσον ἐδάνεισαν ἀργύριον· ὅπερ ἐλέγετο ἐπισκήψασθαι. εἰ μέντοι γε παρίστων ἐγγυητὰς τοῦ μὴ ἂν διαψεύσασθαι περὶ τοῦ δανείσματος οἱ δανείσαντες, τοῦτο ἐγγύην καταβολῆς ἔλεγον.

### ε 1250

Ἐνεπορπήθησαν: συνεβλήθησαν.

### ε 1251

Ἐνέργεια· ὅτι ἡ ἐνέργεια καθολικωτέρα ἐστὶ τῆς κινήσεως, ἡ δὲ κίνησις τοῦ πάσχειν. πᾶν μὲν γὰρ τὸ πάσχον καὶ κινεῖται, πᾶν δὲ τὸ κινούμενον καὶ ἐνεργεῖ, οὐκέτι μέντοι τὸ ἐνεργούμενον κινεῖται. ἐνέργεια μὲν γάρ ἐστιν ἡ ἀθρόα προσβολὴ ἀπὸ τῆς ἕξεως, κίνησις δέ ἐστιν ἀτελὴς ἐνέργεια. ἡ γὰρ ἀπὸ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν ὁδὸς κίνησίς ἐστιν. πᾶσα δὲ γένεσις καὶ πᾶσα ἐνέργεια ἄλλου τινὸς γίνεται τέλους χάριν· τέλος γὰρ τῆς γενέσεως καὶ τοῦ γινομένου τὸ εἶναι, καὶ τῆς ἐνεργείας καὶ τοῦ ἐνεργεῖν τὸ ἐνηργηκέναι. οὐκ ἐπὶ πάντων δὲ τοῦτο ἀληθές· ἡ γὰρ εὐδαιμονία ἐν τῷ ἐνεργεῖν κατ’ ἀρετήν, οὐκ ἐν τῷ ἐνεργηκέναι. δεῖ οὖν σκοπεῖν, πότερον ἐνέργεια τὸ τέλος τῆς δυνάμεως, ἢ ποίημά τι καὶ ἔργον. ἐφ’ ὧν μὲν οὖν ποίημα πταίουσιν οἱ πρὸς τὴν ἐνέργειαν ἀποδόντες· τέλος γὰρ ἐπὶ τούτων τὸ ἔργον καὶ βέλτιον τῆς ἐνεργείας. ἐφ’ ὧν δὲ ἐνέργεια ψιλή, ἐνέργειαν μόνην θετέον· πολλῶν γὰρ οὐ τὸ γεγενῆσθαι τέλος, ἀλλὰ τὸ γίνεσθαι. καὶ γὰρ ἥδεσθαι μᾶλλον αἱρούμεθα ἢ πεπαῦσθαι τῆς ἡδονῆς, καὶ θεωρεῖν ἢ τεθεωρηκέναι.

### ε 1252

Ἐνεργόν: ἐπιτεταμένην, σύντομον. Πολύβιος· οἱ δὲ ἐξανα‐ στάντες ἐνεργὸν ἐποιήσαντο τὴν πορείαν καὶ τὴν ἔφοδον.

### ε 1253

Ἐνερευθής: ἀντὶ τοῦ ἐρυθρός. τῷ χρώματι γενόμενος ἐνερευθής.

### ε 1254

Ἐνερείδοντες: ἐμπηγνύντες. καὶ Ἐνερείσας, ἐμπήξας.

### ε 1255

Ἔνερθεν: ὑποκάτωθεν.

### ε 1256

Ἐνέρσει: τὸ ξύλον σιδήρῳ διέφθειραν, ᾧπερ ἐνέρσει τείχους ἑκατέρου ἐναρμοσθέντι τὰς πύλας ἐπιζευγνύναι εἰώθασιν.

### ε 1257

Ἐνέρσει κρώβυλον ἀναδούμενοι: τουτέστιν ἐν εἰσέρσει ἢ συμπλοκῇ. κρώβυλος δέ ἐστιν εἶδος πλέγματος τῶν τριχῶν, ἀπὸ ἑκατέρων εἰς ὀξὺ καταλῆγον.

### ε 1258

Ἐνέρτερος: κατώτερος.

### ε 1259

Ἐνέροις: νεκροῖς. ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ κεῖσθαι.

### ε 1260

Ἐνεσκευασμένην: ἀντὶ τοῦ διεσκευασμένην, καὶ πεπλασμένην. Ἰσαῖος καὶ Δημοσθένης.

### ε 1261

Ἐνεσκηρώθησαν.

### ε 1262

Ἐνέσκηψαν: ἐνώρμησαν, ἐνέπηξαν.

### ε 1263

Ἐνεσκιρρώθη: ἐκ τοῦ σκίρρος, ὃ σημαίνει τὸν γύψον.

### ε 1264

Ἐνεστήσαντο καὶ μετῆλθον: ἀντὶ τοῦ ἔκριναν ποιῆσαι. ὅσαι τὸ πρᾶγμα τοῦτο ἐνεστήσαντο καὶ μετῆλθον.

### ε 1265

Ἐνεσκίμφθη: ἐνεπάγη.

### ε 1266

Ἔνεστι κἂν μύρμηκι χολή: παρεγγυᾷ μηδὲ τῶν μικρῶν καταφρονεῖν.

### ε 1267

Ἐνεστώς, ἐνεστῶτος.

### ε 1268

Ἐνέτῃσι: περόναις. χρυσείῃσιν ἐεργομένην ἐνέτῃσιν.

### ε 1269

Ἐνετιμᾶτο διαφέρει τοῦ ἀπετιμᾶτο· ὅταν μὲν γάρ τις ὥς τι ποσὸν ἀργύριον ἀποτίμημα λαμβάνῃ, ἀποτιμᾶσθαι λέγεται· ὅταν δὲ ἐν εἴδεσί τισι λογίσηταί τις μέρος τι τοῦ ἀργυρίου, τοῦτο λέγεται ὡς ἐνετιμήσατο.

### ε 1270

Ἐνετολμήσατο: ἀπεθάρρησεν. εἶτα μέντοι ἐνετολμήσατο τη‐ λικοῦτον τόλμημα.

### ε 1271

Ἐνετρύλλισε: κατεῖπεν. Ἀριστοφάνης· προαγωγὸς οὖς’ ἐν‐ ετρύλλισε τῷ δεσπότῃ.

### ε 1272

Ἐνετοί: ἐθνικόν, Παφλαγόνες.

### ε 1273

Ἔνευ: ἐπιφώνημα.

### ε 1274

Ἐνεχείρισε ποιμαίνειν τοὺς μαθητάς.

### ε 1275

Ἐν εὐσήμῳ ἡμέρᾳ: ἐν ἀγαθῇ, ἐν καλῇ.

### ε 1276

Ἐνέχεις: ἐκίρνας. Ἀριστοφάνης· εἰ Θάσιον ἐνέχεις εἰκότως γε, νὴ Δία. ὡς τοῦ Θασίου οἴνου εὐόσμου ὄντος. ὁ γὰρ Στάφυλος, ὁ ἐρώμενος Διονύσου, ἐν Θάσῳ ᾤκει· καὶ διὰ τοῦτο διαφέρει ὁ Θά‐ σιος οἶνος.

### ε 1277

Ἐνέχυρον· ζήτει ἐν τῷ ἀποτιμηταί.

### ε 1278

Ἐνείη: ἀντὶ τοῦ ἔνεστιν. Ἀριστοφάνης· εἰ μή ς’ ἀπολέσαιμ’, εἴ τι τῶν αὐτῶν ἐμοὶ ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῆ. οἷον δια‐ μαρτήσαιμι τῆς ἐλπίδος, εἴ σε μὴ ἀπολέσαιμι, εἴ τι τῶν ἐμῶν ὑπο‐ κρίναιο ψευσμάτων. ἐπεὶ αὐτὸς ἀντιψευδόμενος ἔδοξεν ὁ ἀλλαντο‐ πώλης αὐτὸν παρευδοκιμεῖν. ἄλλως. εἴ τι τῶν ἐμῶν ψευδῶν σῴ‐ ζεται, τούτεστι τῶν ἐνόντων μοι. εἰ μὴ ἀπολώλεκα τὸ ψεύδεσθαι, διαπέσοιμι πανταχοῦ, εἰ μή σε ἐξ ἀνθρώπων ποιήσαιμι.

### ε 1279

Ἐνείκασθαι: ἐνεγκεῖν.

### ε 1280

Ἐνεῖκαι: ἀπὸ τοῦ ἐνέκω, ἐνέξω, ἤνεκα, πλεονασμῷ τοῦ ι ἤνεικα καὶ ἐνεῖκαι. ἐπλεόνασε δὲ τὸ ι, διότι πᾶς ἀόριστος μὴ ἔχων ς ἢ ξ ἢ ψ μακρᾷ θέλει παραλήγεσθαι, οἷον ἔκειρα, ἔνειμα, ἤνεικα.

### ε 1281

Ἐνείκησεν: ἐκακολόγησεν, ὕβρισεν.

### ε 1282

Ἐνείλλοντες· Θουκυδίδης· ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλ‐ λοντες ἐσέβαλλον ἐς τὸ διῃρημένον τοῦ τείχους.

### ε 1283

Ἐνείμαντο: ἐμέρισαν.

### ε 1284

Ἐνειός.

### ε 1285

Ἐνείραντες: ἐμπερονήσαντες.

### ε 1286

Ἐνειρμένος πέδαις: ἀντὶ τοῦ συμπεπλεγμένος.

### ε 1287

Ἐνεῖσα: ἐμβαλοῦσα. σαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλον.

### ε 1288

Ἔνεισιν: ἐμβάλλει.

### ε 1289

Ἐνεχώρουν· οἱ δὲ ἱερεῖς καταπεπληγμένοι τῷ δέει ἐξίσταντο καὶ ἐνεχώρουν αὐτῇ ἅπαντες. ἀντὶ τοῦ συνεχώρουν.

### ε 1290

Ἐνέχραυε. τὸ σῶμα ἐπέπληττεν. Ἡρόδοτος· τὸ σῶμα ἐόντα ὑπομαργότερον. ὅκως γὰρ ἐντύχοι Σπαρτιητέων ἐνέχραυε τὸ πρόσω‐ πον τῷ σκήπτρῳ. περὶ Κλεομένους τοῦ Σπαρτιάτου λέγων.

### ε 1291

Ἐνέχυρον: τὸ διδόμενον ὑπὲρ χρέους. οὐ μόνον ἐνέχυρα φασίν, ἀλλὰ καὶ ἐνέχυρον. φαίνεται δὲ καὶ τῶν ἀπηγορευμένων εἶναι μὴ θεῖναι τὰ ὅπλα ἐνέχυρα. λέγει οὖν περὶ τῆς Πενίας, ὅτι αὐτὴ τῇ ἑαυτῆς βίᾳ ἀναγκάζει καὶ τοὺς νόμους παραβαίνειν τοὺς θεσπί‐ σαντας, ὅπλα ἐνέχυρα μὴ τιθέναι.

### ε 1292

Ἔνη καὶ νέα: ἡ τριακὰς καλουμένη. ἔνον τὸ παλαιὸν καὶ νέον τὸ νέον. ἐν ᾗ ἂν ὁ τοιοῦτος βρότος ἐγγένηται. νῦν ὡς βρότον αἱματόεντα τὸν φονικὸν σημαίνων λέγει.

### ε 1293

Ἔνη καὶ νέα: οὕτω παρ’ Ἀθηναίοις ἡ παρ’ ἡμῖν τριακάς, ἡ νεομηνία, ἐπειδὴ συμβαίνει ἐν αὐταῖς καὶ λήγειν τὴν σελήνην καὶ γεν‐ νᾶσθαι. τότε δὲ μὴ ταχέως ἀποδιδόντας τοὺς τόκους ἢ τὰ δάνεια ἀπῄτουν, ὡς ὑπερόρους γενομένους. διὸ λυπεῖσθαί φησιν ὁρῶν ἐνι‐ σταμένην ἔνην τε καὶ νέαν. ἡ δὲ πέμπτη ἐστὶ κϛʹ φθίνοντος. τὰς γὰρ λʹ ἡμέρας τῆς σελήνης εἰς γʹ δεκάδας διῄρουν οἱ Ἀθηναῖοι καὶ τὴν μὲν πρώτην ὡς ἡμεῖς, αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ θʹ ιʹ ἀπαριθμοῦντες, τὴν δὲ δευτέραν οὕτως· πρώτη ἐπὶ δέκα, ιαʹ· δευτέρα ἐπὶ δέκα, ιβʹ· τρίτη ἐπὶ δέκα ἄχρι τῆς ιθʹ· τὴν γὰρ εἰκάδα οὕτω καλοῦσι. τὴν δὲ καʹ ὑστέραν δεκάδα καὶ τὴν μετ’ αὐτὴν ἐνάτην φθίνοντος ἕως δευτέ‐ ρας φθίνοντος. τὴν γὰρ τριακάδα ἔνην καὶ νέαν φασίν.

### ε 1294

Ἔνη· παρεῖναι δ’ εἰς ἔνην. οἷον εἰς τρίτην. μηδ’ ἀναβάλλεσθαι ἔστ’ αὔριον ἔστ’ ἔνηφι. τινὲς δὲ εἰς τριακάδα. Ἀττικοὶ δὲ καλοῦσιν ἔνην καὶ τὴν παλαιάν. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος· τὰς ἔνας ἀρχὰς ταῖς νέαις ὑπεξιέναι.

### ε 1295

Ἔνη· ἡ τρίτη τῆς σελήνης. Ἀριστοφάνης· θάρσει, κατατεύξῃ, κἂν ἔνης ἔλθῃς. ἀντὶ τοῦ εἰς τρίτον. οἶδα γὰρ τούτους χειροτο‐ νοῦντας μὲν ταχὺ ἅττ’ ἂν δόξῃ καὶ ταῦτα πάλιν ἀρνουμένους.

### ε 1296

Ἔνην καὶ νέαν τὴν ὑφ’ ἡμῶν τριακάδα καλουμένην Ἀθηναῖοι λέγουσιν, ἀπὸ τοῦ τὴν τελευτὴν ἔχειν τοῦ προτέρου μηνὸς καὶ τὴν ἀρχὴν τοῦ ὑστέρου. Πολέμων δέ φησιν, ὅτι ἐκάλεσεν αὐτήν ποτε Δημητριάδα ἐπὶ τιμῇ Δημητρίου τοῦ Μακεδόνος. ἔνης δὲ καὶ εἰς ἔνην τὸ εἰς τρίτην λέγουσι· καὶ ἁπλῶς τὸ ἕνον δασυνόμενον τὸ πρό‐ τερον καὶ παρεληλυθὸς δηλοῖ.

### ε 1297

Ἕνη: Ἀττικοὶ τὸ ἕνη περιττὸν ἔθεσαν, ὡς τὸ ἔχων, πλῆρες ἔχον. οἱ δὲ λείπειν φασὶ τὸ δύο. ἐρωτῶν δὲ λέγει, ἓν ἢ δύο. Ἀρι‐ στοφάνης Ἀχαρνεῦσιν· ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἕνη;

### ε 1298

Ἐνή: ὀξυτόνως ἡ νέα.

### ε 1299

Ἐνηβητήρια: ἐνευωχητήρια παρὰ Ἡροδότῳ.

### ε 1300

Ἐνηβρύνετο: ἠλαζονεύετο.

### ε 1301

Ἐνῆγεν: ἐκίνει, παρέπειθεν. Προκόπιος· ἐνῆγε δὲ αὐτὸν ἐς τοῦτο Χριστιανῶν λόγος καὶ ἔδακνεν αὐτοῦ τὴν διάνοιαν, ὅτι ἀνά‐ λωτον Ἔδεσσαν ἰσχυρίζοντο εἶναι. καὶ αὖθις· ἐνῆγε δὲ πάντας εἴς τε τὰς εὐχὰς τὰς ὑπὲρ αὐτοῦ καὶ τὴν ὀφειλομένην εὔνοιαν, ἥ τε χρεία τῆς στρατείας ἀναγκαία οὖσα, ἣν ὑπὲρ πάντων κοινῇ ποιού‐ μενος δῆλος ἦν, τό τε κάλλος τὸ τοῦ σώματος καὶ τὸ μέγεθος.

### ε 1302

Ἐνηγκυλωμένα· πεφωραμένοι ὅτι ἐπὶ κατασκοπῇ παρεγέ‐ νοντο, τῷ καὶ τὰ τόξα ἐνηγκυλωμένα φέροντας ἁλῶναι. ἀντὶ τοῦ ἐντεταμένα, ηὐτρεπισμένα.

### ε 1303

Ἐνηέος: τοῦ πράου. καὶ Ἐνηής, ὁ πρᾶος.

### ε 1304

Ἐνήεια: ἡ πραότης.

### ε 1305

Ἐνήθλει: ἐνεκαρτέρει. καὶ ὁ μὲν ἐπὶ τούτοις τῇ πενίᾳ ἐνήθλει.

### ε 1306

Ἐνῆκαν: ἐνέβαλον,

### ε 1307

Ἐνῄκισεν: ἔπληξεν, ἐτιμωρήσατο.

### ε 1308

Ἐνήλατα: τῆς κλίνης μέρος τι.

### ε 1309

Ἐνήλατο· Ἀριστοφάνης· ἐνήλατ’, ἐσκίρτα, πεπόρδει, κατεγέλα, ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον.

### ε 1310

Ἐνηλινδῆσθαι: κεκυλίσθαι. καὶ Ἐνηλινδοῦντο, ἐκυλίοντο.

### ε 1311

Ἔνηλυς.

### ε 1312

Ἐνημμένος: περιβεβλημένος. τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος. καί, ὁ Ἡρακλῆς ἐχρῆτο τῇ λεοντῇ περὶ τὸ σῶμα ἐνημ‐ μένος.

### ε 1313

Ἐνῆν: δυνατόν, ἐνδεχόμενον. ὁ δὲ μάστιξιν, ὡς ἐνῆν, ἀν‐ ετάσας διέγνω ὡς ἔχει τὸ πολέμιον. ἀντὶ τοῦ ὡς δυνατόν.

### ε 1314

Ἐνῆν: ὑπῆρχεν.

### ε 1315

Ἐνηνθρώπησεν: ἀντὶ τοῦ ἐν ἀνθρώπῳ γέγονεν. αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.

### ε 1316

Ἐνῆος.

### ε 1317

Ἐνήρατο: ἀπέκτεινεν.

### ε 1318

Ἐνήρεισε: προσεπέλασεν.

### ε 1319

Ἐνήρης ναῦς: πληθυντικῶς δὲ διαφέρει. Ἐνήρεις, μίαν εἰρεσίαν ἐχούσας. ὁ δὲ Σύλλας συνῆλθε τῷ Μιθριδάτῃ ἐν Δαρδάνῳ τῆς Τρῳάδος ἔχων ναῦς σʹ ἐνήρεις.

### ε 1320

Ἐν ἦρι: ἐν τῷ ἔαρι.

### ε 1321

Ἐνῆρσεν: ἐφήρμοσεν.

### ε 1322

Ἐνήσομεν: ἐμβαλοῦμεν.

### ε 1323

Ἐνισχημένος: κατεχόμενος.

### ε 1324

Ἐνηυλισμένον: ἐμπεριειλημμένον.

### ε 1325

Ἔνηφι: μετὰ τρίτην.

### ε 1326

Ἔνι: ἔστιν, ὑπάρχει. Ἀριστοφάνης ἀντὶ τοῦ ἔνεστιν. ἐθέλω δ’ ἐπὶ πᾶν ἰέναι μετὰ τῶνδ’ ἀρετῆς ἕνεχ’, οἷς ἔνι φύσις, ἔνι θράσος, ἔνι δὲ σοφόν, ἔνι φιλόπολις ἀρετὴ φρόνιμος.

### ε 1327

Ἔνια: τινά.

### ε 1328

Ἐνιαυσιαῖος.

### ε 1329

Ἐνιαυτίζω: ἐνιαυτόν που διατρίβω.

### ε 1330

Ἐνιαυτός· οἱ Ἑβραῖοι τὸν ἐνιαυτὸν κατὰ τὸν σεληνιακὸν δρόμον ἀριθμοῦσιν, ὥστε τὸν μῆνα ἡμερῶν εἶναι παρ’ αὐτοῖς κθʹ ἥμισυ, ὡς τοῦ μὲν ἡλιακοῦ κύκλου ὑπάρχοντος τξεʹ, τοῦ δὲ σεληνιακοῦ τνδʹ, ὡς τὸν ἡλιακὸν παραλλάσσειν ἐνιαυτὸν ἡμέρας ιαʹ τοῦ σεληνια‐ κοῦ ἐνιαυτοῦ. ὥστε Ἕλληνες καὶ Ἰουδαῖοι μῆνας τρεῖς ἐμβολίμους ὀκτὼ παρεμβάλλουσιν.

### ε 1331

Ἐνιαυτὸς Μέτωνος: ἡ ἐννεακαιδεκαετηρίς. Μέτων γὰρ ὁ μαθηματικὸς περίοδον ἐκτιθεὶς χρόνου ἐνέταξε ιθʹ.

### ε 1332

Ἐνιαχοῦ: πολλαχοῦ. καὶ Ἐνιαχῆ, ὁμοίως.

### ε 1333

Ἑνίγυος: ὁ ἓν μέλος ἔχων, ὁ κυλός.

### ε 1334

Ἐνιδρυνθείς, Ἐνηδρυθεὶς δέ.

### ε 1335

Ἐνίδρυται: ἐγκάθηται.

### ε 1336

Ἑνιαία: ἡ μοναδική.

### ε 1337

Ἐνίεται: ἐμβάλλει.

### ε 1338

Ἐνίεσαν: ἐνέβαλον. καὶ τοῖς πύργοις πῦρ ἐνίεσαν.

### ε 1339

Ἐνιζάνει· ὁ δὲ κατ’ ἴχνος ἑπόμενος τῷ τυράννῳ καὶ ἐς τὸν Ὀργῶνά ποτε ἐνιζάνει τῷ προκαταλαβεῖν τὰ εὐέφοδά τε καὶ ἱπ‐ πήλατα τῶν πεδίων.

### ε 1340

Ἐνιζῆσαι· δοτικῇ. καθίσαι.

### ε 1341

Ἐνίει: ἐμβάλλει. καὶ Ἐνιεῖσα, ἐμβάλλουσα.

### ε 1342

Ἐνιῆνες.

### ε 1343

Ἐνίησιν: ἐμβάλλει.

### ε 1344

Ἐνίκησε: τὸ ὑπερέβαλεν.

### ε 1345

Ἐνικλᾶν: ἐμποδίζειν.

### ε 1346

Ἔνικμα· ὅτι τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ εἶναι ἔνικμα καὶ διερά.

### ε 1347

Ἐνιλλωπῶ ἢ Ἐνιλλώπω: τὸ τοὺς ὀφθαλμοὺς συστρέφω.

### ε 1348

Ἔννιος, Ῥωμαῖος ποιητής· ὃν Αἰλιανὸς ἐπαινεῖν ἄξιόν φησι. Σκιπίωνα γὰρ ᾄδων καὶ ἐπὶ μέγα τὸν ἄνδρα ἐξᾶραι βουλόμενός φησι μόνον ἂν Ὅμηρον ἐπαξίους ἐπαίνους εἰπεῖν Σκιπίωνος. δῆλον δὲ ὡς ἐτεθήπει τοῦ ποιητοῦ τὴν μεγαλόνοιαν καὶ τῶν μέτρων τὸ μεγαλεῖον καὶ ἀξιάγαστον· καὶ ὡς ἐπαινέσαι δεινὸς Ὅμηρός ἐστι καὶ κλέος ἀνδρὸς πυργῶσαί τε καὶ ἆραι, ἐξ ὧν ἐπῄνεσε τὸν Ἀχιλλέα, καλῶς ἠπίστατο ὁ ποιητὴς ὁ Μεσσάπιος.

### ε 1349

Ἐνιπή: ἡ διὰ τῶν λόγων ἀτιμία, ἐπίπληξις.

### ε 1350

Ἐπισκήφθη: κατηνέχθη.

### ε 1351

Ἐνίσπω: ἐπιπλήξω.

### ε 1352

Ἐνίστασθαι: εὐτρεπίζεσθαι, παρασκευάζεσθαι. μὴ διαμέλλειν, ἀλλ’ ἐνίστασθαι τῷ πολέμῳ, ὡς μὴ προπαθόντες ἀμύνασθαι δέοι ἐπὶ κατειργασμένοις. καὶ αὖθις· ὁ δὲ Τραιανὸς ἐδυσχέραινε καὶ πολὺ πλέον ὥρμητο τῷ πολέμῳ ἐνίστασθαι.

### ε 1353

Ἐνισχηθέντας: κατασχεθέντας.

### ε 1354

Ἐνισχύω· αἰτιατικῇ.

### ε 1355

Ἔνιοι: φανεροί· ἢ οἱ μέν, ἢ τινές.

### ε 1356

Ἔνθα: τότε.

### ε 1357

Ἔνθα: ἔνθεν τοι.

### ε 1358

Ἔνθεν: διὰ τοῦτο.

### ε 1359

Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων.

### ε 1360

Ἔνθεσις: ὁ ἄκολος, ὁ ψωμός. Ἀριστοφάνης· εἴθε φαύλως, ὥσπερ εὗρες, ἐκβάλοις τὴν ἔνθεσιν. ἐπὶ τῶν παρὰ προσδοκίαν εὐδο‐ κιμησάντων. τὸ δὲ εὗρες, τὸ καμάτῳ καὶ πόνῳ περιγενέσθαι τινός, τῆς τοῦ κάμνοντος γνώμης καὶ προαιρέσεως ἐστὶν ἔλεγχος· τὸ δὲ εὑρεῖν ἁπλῶς τῆς παρασχούσης τύχης, καὶ 〈οὐ〉 τῆς τοῦ εὑρόντος γνώμης ἔργον. ὡς οὐκ ἐκ προνοίας κατορθώσαντος, ἃ διεπράξατο, ἀλλ’ ἁπλῶς εὑρόντος τὸ εὕρεμα.

### ε 1361

Ἔνθεσμον: νόμιμον.

### ε 1362

Ἔνθου, ῥόφησον: παρὰ τὸ ἐντίθεσθαι τῷ στόματι.

### ε 1363

Ἔνθους: τεθεοφορημένος, ἐνθουσιῶν. συναλοιφὴ δὲ τοῦ ἔνθεος. Ἀππιανός· ὁ δὲ Σκιπίων καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα διαθεὶς ὥσπερ ἔνθους, ἔφη τὸ δαιμόνιον ἥκειν τὸ σύνηθες αὐτῷ καὶ καλεῖν ἐπὶ τοὺς πολεμίους. τουτέστι θεόληπτος.

### ε 1364

Ἐνθουσιᾷ: ὑπὸ ἐνθέου κατέχεται πνεύματος.

### ε 1365

Ἐνθουσιαζόμενοι: ἐφορμῶντες, ἢ ἐλλαμπόμενοι.

### ε 1366

Ἐνθουσιασμός: ὅταν ἡ ψυχὴ ὅλη ἐλλάμπηται ὑπὸ τοῦ θεοῦ.

### ε 1367

Ἐνθουσιώσας· Πισίδης· καὶ τὰς ἀθέσμους ἡδονὰς τοῦ Σαρ‐ βάρου ἐνθουσιώσας τῇ πυρώσει τῆς μέθης ἐπεξανῆπτον. ἀντὶ τοῦ ἐξανεγειρούσας, μαινομένας.

### ε 1368

Ἔνθ’ οὔτε μίμνειν ἀνέμους, οὔτ’ ἐκπλεῖν ἐᾷ: ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων τοῦτο λέγεται. φησὶ δὲ αὐτὸ παρ’ Αἰσχύλῳ ὁ Φιλοκτήτης.

### ε 1369

Ἔνθρυπτον: τὸ ἐκ πέμματος, ὅ ἐστι πλακοῦς. ἢ τὸ ἐνθρυ‐ βόμενον βρῶμα. ἔνιοι ταῖς τελεταῖς αὐτὸ προσοικειοῦσι. καὶ Ἀπόλλων δὲ παρ’ Ἀθηναίοις Ἔνθρυπτος.

### ε 1370

Ἐνθύμημα: οὕτω λέγονται οἱ ῥητορικοὶ συλλογισμοί· ἐν ἐκείνοις γὰρ διὰ μιᾶς προτάσεως δοκεῖ γίνεσθαι ὁ συλλογισμὸς τῷ τὴν ἑτέραν γνώριμον οὖσαν ὑπὸ τῶν δικαστῶν ἢ τῶν ἀκροατῶν προστίθεσθαι. οἷον, οὗτος ἄξιός ἐστι κολάσεως· προδότης γάρ ἐστι. προστίθησι γὰρ ὁ δικαστὴς ὡς ἐναργὲς τὸ πάντα τὸν προδότην κολάσεως ἄξιον εἶναι. ἐφ’ ὧν οὖν μὴ γνώριμόν ἐστι τὸ παραλειπόμενον, οὐκέτι ἐπὶ τούτων οἷόν τε τὸν δι’ ἐνθυμήματος γίνεσθαι συλλογισμόν· ὁ γὰρ συλλογισμὸς σύνθεσίν τινα λόγων ἔοικε σημαίνειν.

### ε 1371

Ἐνθυμήσιον: ἄπειρον, ἔννομον.

### ε 1372

Ἐνθυμιζόμενοι: λογιζόμενοι. οὕτως Δίων ἐν ἑπτακαιδεκάτῳ Ῥωμαϊκῶν.

### ε 1373

Ἐνθύμιον: ἄπορον, σεμνόν. κατὰ νοῦν. καὶ δὴ τὰ πραχθέντα ἔθετο ἐνθύμιον καὶ γενόμενος τῶν Μυρμιδόνων ἐγκρατὴς παραλύει τὸν Ἄκαστον τῆς ἀρχῆς.

### ε 1374

Ἐνθύμιον καὶ Ἐγκατάλειμμα ἐνθυμίου: βραχύ τι μόριον.

### ε 1375

Ἐνθυμοῦμαι: γενικῇ. μή ποτε τῶν κοινῶν βίων ἐνθυμηθείς. καὶ αἰ‐ τιατικῇ δέ· εἰ μή τι γε ἄλλο, ἐκεῖνο ἐνθυμούμενος.

### ε 1376

Ἐνθυμιστόν: ὕποπτον.

### ε 1377

Ἐν Καρὶ τὸν κίνδυνον: ἐπὶ τῶν μισθοῦ πωλούντων τὰ οἰκεῖα δυσχερῆ. διὰ τὸ τοὺς Κᾶρας πρώτους ἀνθρώπων μισθοῦ στρα‐ τεύσασθαι. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν ἐν ἀλλοτρίοις κινδυ‐ νευόντων.

### ε 1378

Ἐν Καρὸς εἵπετο τάξει: ἀντὶ τοῦ ἐμισθοφόρου. ἐπειδὴ πρῶτοι Κᾶρες ἐμισθοφόρησαν.

### ε 1379

Ἓν κηρίον: ἐπὶ πολλῶν ὁμοφωνούντων, ἢ στασιαστῶν, ἢ συνωμοτῶν.

### ε 1380

Ἐν Κλάρῳ: ὅτι σύνηθες τοῖς παλαιοῖς τὸ λέγειν ἐπὶ μὲν τῶν θεῶν, ὁ ἐν Μελίτῃ, ὁ ἐν Κλάρῳ· ἐπὶ δὲ ἀνθρώπων, ὁ ἐκ Μελίτης, ὁ ἐκ Κλάρου. ὡσαύτως καὶ ἐπὶ πάσης πόλεως καὶ χώρας.

### ε 1381

Ἐν Λίμναις Διονύσιον: τόπος ἐστὶν ἐν Ἀθήναις Λίμναι, ἐν ᾧ ὁ τιμώμενος Διόνυσος.

### ε 1382

Ἐν λόγῳ: ἐν τῇ ὑποθέσει. Ἀριστοφάνης Ὄρνισιν· ἡμεῖς γὰρ ἄνδρες οἱ παρόντες ἐν λόγῳ.

### ε 1383

Ἐν μετεώρῳ ἦν ἡ ναῦς: ἀντὶ τοῦ πελάγιος καὶ μὴ ἐπ’ ἀγκυρῶν ἱσταμένη, ἀλλὰ ἀπέχουσα τῆς γῆς.

### ε 1384

Ἐν μύρτου κλαδὶ τὸ ξίφος κρατήσω· ὅ τε Ἁρμόδιος καὶ Ἀριστογείτων ἐν μύρτοις ῥίψαντες τὸ ξίφος Ἵππαρχον τὸν τύραννον ἀπέκτειναν.

### ε 1385

Ἐνόδιον: τὸ ἐπὶ τῆς ὁδοῦ. Ἐνῴδιον δὲ τὸ ἐνώτιον· παρὰ τὸ οἰδεῖν τὰ ὦτα.

### ε 1386

Ἐν ὁδῷ ἦσαν: ἐν ἔργῳ, ἐν ἔργοις, ἐν βίῳ, ἐν πίστει.

### ε 1387

Ἐν ὅλμῳ ἐκοιμήθη: οἱ μὲν ὅλμον φασὶ μαντεῖον, οἱ δὲ τοὺς ἐν ὅλμῳ κοιμηθέντας μαντικοὺς γίνεσθαι. ὅτι καὶ οἱ τρίποδες τοῦ Ἀπόλλωνος ὅλμοι καλοῦνται.

### ε 1388

Ἐνόν: δυνατόν· ἢ ἐνυπάρχον. οἱ δὲ οἷα δήπου θυσίαν λιτὴν ἐκ τῶν ἐνόντων καὶ παρόντων προσαχθεῖσαν αὐτοῖς ἐπαινοῦντες.

### ε 1389

Ἐννοῶ· αἰτιατικῇ.

### ε 1390

Ἐνοπή: πόλεμος, μάχη. Ὅμηρος· Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ’ ἴσαν, ὄρνιθες ὥς. καὶ αὖθις· οἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα, οἷς θάλαμον κοσμεῖτε γαμήλιον.

### ε 1391

Ἔνοπτρον: τὸ κάτοπτρον.

### ε 1392

Ἐνόρσας· ἐμβαλών.

### ε 1393

Ἔνορχα: ἄρσενα.

### ε 1394

Ἔνος: ὁ ἐνιαυτός.

### ε 1395

Ἐνόσει: ἠρρώστει. ὁ δὲ ἔπραττε κακῶς, καὶ πᾶσα ἡ οἰκία αὐτῷ ἐνόσει, καὶ τὰ τῆς ἐμπορίας ἐπικερδῆ ἥκιστα αὐτῷ ἦν.

### ε 1396

Ἐννοσίγαιος: ὁ κινῶν τὴν γῆν, σεισμοὺς ποιῶν.

### ε 1397

Ἔνοσις: ἡ κίνησις.

### ε 1398

Ἐνοσίχθων: σείων τὴν γῆν.

### ε 1399

Ἑνοῦμαι· δοτικῇ.

### ε 1400

Ἔννους: ὁ συνετός. Σοφοκλῆς· ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται. ἔννους ἀνὴρ διὰ τῶν φθασάντων τὰ παρόντα γινώσκει. εἰ γὰρ ὁ ὑπὸ Ἀπόλλωνος δοθεὶς χρησμὸς ἠκύρωται, δηλονότι καὶ τὰ νῦν, ἃ ἐμαντεύσατο ὁ Τειρεσίας. καὶ αὖθις· ταῦτα δράσας ὕστερον ἔννους ἐγένετο, καὶ ἐσωφρόνησεν.

### ε 1401

Ἐνοφθαλμισμῶν: θεαμάτων.

### ε 1402

Ἐνοχλῶ σοι. δοτικῇ. ἔστι δὲ καὶ αἰτιατικῇ. ὁ δὲ ὠκυτάτοις ἵπποις αὐτὸν ἠνώχλει καὶ ὑπέφευγεν.

### ε 1403

Ἔνοχος: ὑπαίτιος. Τίμαιος κατὰ τοῦ Ἐφόρου πεποίηται καταδρομήν, αὐτὸς ὢν δυσὶν ἁμαρτήμασιν ἔνοχος, τῷ μὲν ὅτι πικρῶς κατηγορεῖ τῶν πέλας ἐπὶ τούτοις οἷς αὐτὸς ἔνοχός ἐστι, τῷ δὲ ὅτι καθόλου διέφθαρται τῇ ψυχῇ, τοιαύτας ἀποφάσεις ἐντιθέμενος τοῖς ὑπομνήμασι.

### ε 1404

Ἐνῴδιον: τὸ ἐνώτιον. παρὰ τὸ οἰδεῖν τὰ ὦτα.

### ε 1405

Ἐνώμα: ἐκίνει.

### ε 1406

Ἐνωμόρξατο: ἀπεμάξατο, ἀπεψήσατο.

### ε 1407

Ἐνωμοτάρχης: τάξεώς τινος στρατιωτικῆς ἄρχων παρὰ Λακε‐ δαιμονίοις.

### ε 1408

Ἐνωμοτία: τάξις τις στρατιωτικὴ ἀνδρῶν εʹ καὶ κʹ παρὰ Λακε‐ δαιμονίοις. εἴρηται δὲ ἀπὸ τοῦ ὀμνύναι αὐτοὺς μὴ λείψειν τὴν τάξιν. οἱ δὲ ἐνωμοτίαν τὸ ἥμισυ τοῦ λόχου· τὸ αὐτὸ δὲ καὶ δε‐ κανία· οἱ δὲ τὸ τέταρτον τοῦ λόχου ἐνωμοτίαν φασί. καὶ Ἐνωμο‐ τάρχης, ὁ αὐτῆς ἄρχων.

### ε 1409

Ἐνωμοτία: ἡ ἀνταρσία.

### ε 1410

Ἐνώμοτος: ἔνοχος τοῖς ὅρκοις, βέβαιος. καὶ ὁ ἀντάρτης.

### ε 1411

Ἐνωμότως: ἐπιρρηματικῶς ὁμοίως.

### ε 1412

Ἐνών: ἐνυπάρχων. παρήγγειλε μὴ ἄρα πού τις ἀπὸ τῆς ἄλλης στρατείας ἐνὼν ἐπηρεάζοι αὐτοῖς.

### ε 1413

Ἐνωπή: ἡ πρόσοψις.

### ε 1414

Ἐνώπια: εὐθέα.

### ε 1415

Ἐνώπιον καὶ Ἐνώπιος καὶ Ἐνωπίως: ἔμπροσθεν.

### ε 1416

Ἐνωρμίσθη: προσωρμίσθη.

### ε 1417

Ἐννώσας: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ διανοηθείς.

### ε 1418

Ἕνωσις: διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή. κατὰ δέκα δὲ τρόπους εἴρηται παρὰ τῇ θείᾳ γραφῇ. ἕνωσις δὲ εἴρηται διὰ τὸ εἰς ἓν συνωθεῖσθαι τὰ πράγματα. γίνεται δὲ κατὰ δέκα τρόπους. κατ’ οὐσίαν, ὡς ἐπὶ τῶν ὑποστάσεων, τουτέστι τῶν ἀτόμων. καθ’ ὑπόστασιν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. κατὰ σχέσιν, ὡς ἐπὶ τῶν γνωμῶν, ὡς εἰς ἓν θέλημα. κατὰ παράθεσιν, ὡς ἐπὶ τῶν σανίδων. κατὰ ἁρμονίαν, ὡς ἐπὶ τῶν λίθων. κατὰ κρᾶσιν, ὡς ἐπὶ τῶν ὑγρῶν, οἴνου καὶ ὕδατος. κατὰ φύρσιν, ὡς ἐπὶ τῶν ξηρῶν καὶ ὑγρῶν, ἀλεύρου καὶ ὕδατος. κατὰ σύγχυσιν, ὡς ἐπὶ τῶν τηκτῶν, κηροῦ καὶ πίσσης. κατὰ σωρείαν, ὡς ἐπὶ τῶν ξηρῶν, σίτου καὶ κριθῆς. κατὰ συναλοιφήν, ὡς ἐπὶ τῶν ἀποσπωμένων καὶ αὖθις ἀποκαθισταμένων, οἷον λαμπάδος πυρὸς προερχομένης, καὶ πάλιν ἀποκαθισταμένης.

### ε 1419

Ἐνώτια: κόσμος περὶ τὰ ὦτα. ὁ δὲ ἐνωτίοις ἐκ μαργάρων κεκοσμημένοις δωρεῖται αὐτῷ.

### ε 1420

Ἐνωτίζω· αἰτιατικῇ. τὸ ἀκούω. καὶ Ἐνώτισαι, ἄκουσον, εἴσω τῶν ὤτων γενέσθαι ποίησον. Ἐνώτισε δὲ τὰ νῶτα περι‐ εσκέπασεν.

### ε 1421

Ἐν παντὶ μύθῳ καὶ τὸ Δαιδάλου μύσος· Πασιφάην φασὶν ἐρασθεῖσαν ταύρου Δαίδαλον ἱκετεῦσαι ποιῆσαι ξυλίνην βοῦν καὶ κατασκευάσαντα αὐτὴν ἐνθεῖναι· ἣν ἐπιβαίνων ὡς βοῦν ὁ ταῦρος ἐγκύ‐ μονα ἐποίησεν. ἐξ ἧς ἐγεννήθη ὁ Μινώταυρος. Μίνως δὲ διά τινας αἰτίας ὀργιζόμενος τοῖς Ἀθηναίοις ἑπτὰ παρθένους καὶ ἴσους νέους ἐξ αὐτῶν ἐδασμολογεῖτο· οἳ παρεβάλλοντο τῷ θηρίῳ. εἰς Δαίδαλον οὖν ἀρχηγὸν τούτων τῶν κακῶν καὶ αἴτιον γενόμενον καὶ μυσαχθέντα ἐξηνέχθη εἰς παροιμίαν.

### ε 1422

Ἐν παραβύστῳ: ἐν μυστηρίῳ. ἠράσθη αὐτοῦ τὰ μὲν πρῶτα ἐν παραβύστῳ, τελευτῶσα δὲ καὶ οἰκετῶν παρόντων. Ἐν παρα‐ βύστῳ, ἐν ἀποκρύφῳ. Προκόπιος· ὕβριζον ἐς αὐτὸν οὐ σιγῇ οὐδὲ ἐν παραβύστῳ, ἀλλ’ ἐς ὄψιν.

### ε 1423

Ἐν παρενθήκης μέρει: ἐν περισσείας μέρει.

### ε 1424

Ἐν παιδοτρίβου: εἰς τὸν τόπον, ὅπου γυμνάζονται καὶ δια‐ τρίβουσιν οἱ παῖδες. Ἀριστοφάνης Νεφέλαις· ἐν παιδοτρίβου δὲ βαδί‐ ζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι. τουτέστιν εὐκόσμως καθεσθῆναι ὡς μηδὲν τοῖς περιεστῶσιν ὑποδεῖξαι ἄκοσμον.

### ε 1425

Ἐν πέντε κριτῶν γόνασι: παρ’ ὅσον τὸ παλαιὸν εʹ κριταὶ ἔκρινον τοὺς κωμικούς, ὡς φησὶν Ἐπίχαρμος. σύγκειται δὲ παρ’ Ὁμήρῳ, θεῶν ἐν γούνασι κεῖται. ἐπειδὴ οἱ κριταὶ ἐν τοῖς γόνασιν εἶχον, ἃ νῦν εἰς γραμματεῖα ἐγγράφεται.

### ε 1426

Ἐν πίθῳ τὴν κεραμίαν μανθάνειν: παροιμία ἐπὶ τῶν τὰς πρώτας μὲν μαθήσεις ὑπερβαινόντων, ἁπτομένων δὲ τῶν μειζόνων. τουτέστι τῶν παριέντων τὰς πρώτας μαθήσεις καὶ ἐφιεμένων τῶν τε‐ λευταίων.

### ε 1427

Ἐν προσχήματι: ἐν ὑποκρίσει.

### ε 1428

Ἐν Πυθίῳ κρεῖττον ἦν ἀποπατῆσαι: οἷον κινδυνεῦσαι. καταφρονούντων γάρ τινων Ἀπόλλωνος καὶ ἐν τῷ τεμένει αὐτοῦ ἀποπατούντων Πεισίστρατος ἔγραψε νόμον, τὸν ἁλόντα ἐπὶ τούτῳ θνήσκειν. καταγελώντων δὲ τοῦ γράμματος καὶ πλειόνων μᾶλλον τοῦτο ποιούντων ἔστησε φύλακας. ληφθέντος δέ τινος ἐκέλευσε δήσαντας αὐτὸν παρὰ τὴν ὁδὸν μαστιγοῦν, κηρύσσοντας· ὅδ’ ἁνὴρ κολασθεὶς ἀποθανεῖται, ὅτι ὀλιγωρεῖ τοῦ γράμματος. κτανθέντος δέ, οὕτω ἐνέδυ τὸ γενόμενον τοῖς Ἀθηναίοις, ὥστε ἔτι νῦν τοὺς κακοπαθοῦντας ἢ τιμωρίαις ἐνεχομένους διά τινα αὐτῶν πλημμέλειαν ἐπιλέγειν· ἐν Πυ‐ θίῳ κρεῖττον ἦν αὐτὸν ἀποπατῆσαι.

### ε 1429

Ἐν πυρὶ βέβηκας: τοῦτο ἐπιλέγειν χρὴ τοῖς ἐν ἐπισφαλέσι καὶ ἐπικινδύνοις πράγμασιν ἐμφιλοχωρεῖν ἐθέλουσι. καὶ ὅτι χρὴ τὸν ἐν πυρὶ ταχέως ἐκβαίνειν.

### ε 1430

Ἐνράσσει: ὁρμητικῶς ἐφορμᾷ. Ἰώσηπος· ὁ δὲ Σαμψὼν ἐν‐ ράσσει ταῖς πύλαις αὐταῖς καὶ φλιαῖς καὶ μοχλοῖς, ὅση τε ἄλλη περὶ αὐταῖς ἦν ξύλωσις.

### ε 1431

Ἐνσείει τὴν ἵππον αὐτοῖς: ἀντὶ τοῦ ἐπιτίθησιν. ἐπάρας ἐνσείει τὴν ἵππον αὐτοῖς ἀθρόαν.

### ε 1432

Ἐνσεισθείς: ἐντιναχθείς. ὁ δὲ Σαμψὼν ἐνσεισθεὶς τοῖς κίοσιν ἐπικαταβάλλει τὸν οἶκον.

### ε 1433

Ἐνσημαινόμενος: ἀντὶ τοῦ ἐνδεικνύμενος, καὶ ἐμφαίνων.

### ε 1434

Ἐν Σιναΐ: Ἑβραϊκόν.

### ε 1435

Ἐνσκειραμένη: ἐκλεληκυῖα, λελιθωμένη, σεσαρκωμένη.

### ε 1436

Ἐνσκειρωθείς: ἐμπαγείς· σκείρωμα γὰρ τὸ ἀνίατον πάθος.

### ε 1437

Ἐνσκήπτω· δοτικῇ.

### ε 1438

Ἐν σκότῳ ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων, ὧν τὸ ἔργον ἀφανές.

### ε 1439

Ἔνσπονδος: ὁ ἀπὸ πολέμου γινόμενος φίλος. Ἀππιανός· Λατῖνοι ἔνσπονδοι Ῥωμαίοις ὄντες ἐστράτευον ἐπ’ αὐτούς. καὶ αὖθις· ὡς παλαιὸν δή τι νόμιμον καὶ ἔνσπονδον ἐκλείποντι ἐπικαλῶν.

### ε 1440

Ἔνστασις. κατὰ τὴν ἐξ ἀρχῆς αἱρεθεῖσαν ἔνστασιν τῆς ζωῆς. τουτέστιν .... καὶ πᾶσαν ἔνστασιν θάμνου καὶ πᾶσαν πέτρας προσβολὴν διερευνησάμενοι. ἔνστασιν οὖν τὴν συνηρεφῆ ἔκφυσιν καὶ πυκνὴν τῶν θάμνων λέγει.

### ε 1441

Ἐνστάτης: ὁ κατὰ πάντα ἐνιστάμενος, ἰδικῶς δὲ ἐπὶ τῆς κρί‐ σεως, οἷον ἀντίδικος· κυρίως δὲ ἐνστάτης λέγεται, ὁ ἐν τῇ ὁδῷ ἀντι‐ στήκων τινί, ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου ἐνστάτην γεγε‐ νημένον. καὶ Αἰλιανὸς ἐν τῷ Περὶ θείων ἐναργειῶν φησί· κατά τινα χρησμὸν βουληθεὶς ἱλεώσασθαι τὸν τῷ οἴκῳ αὐτῷ γεγενημένον ἐνστάτην δαίμονα. καὶ αὖθις· πικρότατος αὐτοῖς ἐνστάτης ἦν.

### ε 1442

Ἐνστατικός· ὁ δὲ Ἰσίδωρος ἐνστατικὸς ὢν ἀήττητος ἔμενεν. ἀντὶ τοῦ ἔνστασιν πρός τινα ποιούμενος.

### ε 1443

Ἐνστερνισάμενος: περιπτυξάμενος.

### ε 1444

Ἐνστομισμάτων· ἔπρασσε δὲ ταῦτα ὁ βασιλεὺς χρῄζων ἐν‐ στομισμάτων τῇ ἀρετῇ τῶν Ἰουδαίων ἀδελφῶν εἰς φιλίας κτήσασθαι.

### ε 1445

Ἐνστροβιλήσας: ἀντὶ τοῦ συντρίψας.

### ε 1446

Ἐντακείς: ἐμφυείς.

### ε 1447

Ἔντασις: ἡ ἐπίτασις. καθ’ ὅσον ἡ τοῦ βίου ἔντασις ἐπε‐ δέχετο κυνικωτέρα προελθοῦσα καὶ φύσει καὶ ἐπιτηδεύσει.

### ε 1448

Ἔνταξίς ἐστιν, ἐπειδάν τις προαιρῆται τοὺς ψιλοὺς εἰς τὰ διαστήματα τῆς φάλαγγος ἐντάσσειν, ἄνδρα παρ’ ἄνδρα. ἔνιοι δὲ τοῦτο καὶ παρένταξιν ὀνομάζουσιν.

### ε 1449

Ἐνταφιάζω· αἰτιατικῇ.

### ε 1450

Ἔντεα: οὐ πάντα τὰ ὅπλα, ἀλλ’ ἀσπὶς καὶ περικεφαλαία· τὰ δὲ δόρατα κατ’ ἐπικράτειαν.

### ε 1451

Ἐντεθηλόντων: θαλλόντων.

### ε 1452

Ἐντεθρίωται: ἐνεσκεύασται. ἀπὸ τῶν θρίων. ἢ τὸ ἐντετυ‐ λίχθαι λέγεται ἐντεθριῶσθαι ἀπὸ τοῦ σκευάσματος, ὃ ἐν τοῖς φύλλοις τῆς συκῆς εἱλεῖται, ἃ λέγεται θρία.

### ε 1453

Ἐντελέστερον: τελειότερον.

### ε 1454

Ἐντελέχεια: ἡ τελειότης καὶ τὸ εἶδος τοῦ ὑποκειμένου· τουτ‐ έστι, τὸ εἶδος τὸ ἐπιγινόμενον ἐκ τῆς τοιᾶσδε συνθέσεως τῶν στοι‐ χείων τῇ ὕλῃ· ἤτοι τὸ ἀχώριστον εἶδος τοῦ σώματος. καὶ γὰρ ἐντε‐ λέχειά ἐστι τὸ εἶδος καὶ ἡ τελειότης τοῦ σώματος. λέγεται δὲ ἐντε‐ λέχεια τὸ κεχωρισμένον τοῦ σώματος, ὡς ὁ πλωτὴρ τοῦ πλοίου. ἥτις ἐντελέχεια ἔξωθέν τε οὖσα τάττει καὶ διακοσμεῖ καὶ τελειοῖ τὸ ὑπο‐ κείμενον. ὅταν οὖν ἐντελέχειαν λέγῃ τὴν ἄλογον καὶ φυσικὴν ψυχήν, τὸ ἀχώριστον εἶδος τῆς ἐντελεχείας λέγει· ὅταν δὲ τὴν λογικὴν ψυχὴν ἐντελέχειαν λέγῃ, τὸ κεχωρισμένον. ὅτι ἐντελέχειά ἐστι τὸ εἶδος παρὰ τὸ ἓν καὶ τὸ τέλειον καὶ τὸ συνέχον. καὶ γὰρ ἑνώσεώς ἐστι τῇ ὕλῃ τὸ εἶδος αἴτιον καὶ τελειώσεως· ἐπεὶ καὶ τελειότης ἐστὶ τοῦ ὑποκει‐ μένου καὶ συνέχει αὐτό. ἀπὸ γὰρ τῆς οἰκείας ἐντελεχείας μάλιστα ἕκαστον, ὅ ἐστι, καὶ κατ’ ἐκεῖνο λέγεται· ἐπεὶ καὶ ὁ ἀνδριὰς αὐτὸ τοῦτο ἀνδριὰς λέγεται καὶ οὐ χαλκός. ἐντελέχειαν λέγει ὁ Πορφύριος τὴν ψυχήν, ὁ κατὰ Χριστιανῶν γράψας Τύριος φιλόσοφος.

### ε 1455

Ἐν τέλει: ἐν ἀρχῇ.

### ε 1456

Ἐντελεῖς: οἱ ἄρχοντες, καὶ οἱ ἄρξαντες. πανοπλίας ἐντελεῖς κατασκευάσαντες. τουτέστιν ἀρχοντικάς. Ἀππιανός· ναυμαχίας δὲ γενομένης καὶ βοῆς παμμιγοῦς ὡς ἐν τῷδε λοιπὸν Καρχηδονίοις τῆς σωτηρίας οὔσης, Ῥωμαίοις δὲ τῆς νίκης ἐντελοῦς.

### ε 1457

Ἐντελής: ὅστις οἴεται ἄνευ φύσεως ἐντελὴς ἔσεσθαι, ἀτελὴς καὶ ἀπέραντος τόσῳ μᾶλλον, ὅσῳ πλείονα ἕξιν ἔχει, διατελέσει. ἀντὶ τοῦ τέλειος. ἐντελῆ στρατόπεδα ἐκάθητο δύο Ῥωμαϊκά.

### ε 1458

Ἐντέλλομαι· δοτικῇ.

### ε 1459

Ἐντελόμισθος. ὁ δὲ ἔπλεε νηῒ οἰκείᾳ ναύτας ἔχων ἐν‐ τελομίσθους, οἴκοθεν Κρῆτας. τουτέστιν ἐντελῶς μεμισθωμένους.

### ε 1460

Ἐντεριώνη: ὁ φλοιὸς τοῦ δένδρου.

### ε 1461

Ἔντερον: ἕτερον, καὶ οὐχ ὅμοιον. ἢ παρὰ τὸ ἐντὸς ῥεῖν.

### ε 1462

Ἐντερόνεια· τὰ ἐγκοίλια, τὰ ἀπὸ τῆς τρόπιδος ἀνερχόμενα ξύλα, ἐντερόνεια καλεῖται· οἱ δὲ τὸ τῶν νεῶν ἔδαφος· οἱ δὲ τὰ ἐγ‐ κοίλια. βέλτιον δὲ τὴν τῶν ἐγκοιλίων ὕλην λέγειν. Ἡρωδιανὸς συ‐ στέλλει καὶ προπαροξύνει. οὗ δὲ τὴν ἐντεριώνην Ἀριστοφάνης φησίν, ὅπερ ἐστὶ τὸ μεσαίτατον τῆς νεώς· ὅ ἐστι συνεκτικώτατον, ἥτις ἐστὶ τρόπις. καλεῖται δὲ καὶ μήτρα. φησὶ δὲ ὁ κωμικός, ὅτι εἰς τὰς τρι‐ ήρεις ἡ θεὸς ἐντερόνειαν ἔπεμψεν.

### ε 1463

Ἐντετευτλανωμένης: μετὰ τεύτλων ἑψηθείσης· μετὰ γὰρ τεύτλων ἤσθιον τὰς ἐγχέλυς. λέγονται γὰρ τεύτλοις συνεψόμεναι ἥδισται εἶναι. Ἀριστοφάνης· μηδὲ γὰρ θανών ποτε σοῦ χωρισθείην ἐντετευτλανωμένης.

### ε 1464

Ἐντέτηκεν: ἐγκεκόλληται, πέπηγεν. τούτοις ἀντ’ ἀληθοῦς ψευδὴς ἐντέτηκε δόξα.

### ε 1465

Ἐντέτικε.

### ε 1466

Ἐντετριμμένη: ἀντὶ τοῦ σμηχθεῖσα. ἢ εἰδυῖα. ὅπως ἐντε‐ τριμμένη κανηφορῇς. τὰ κανίσκια ἔχουσα. πολλοὺς δὴ θυλάκους κάτω στρέψασα ἐμούς. ἀντὶ τοῦ κλέψασα.

### ε 1467

Ἐντεῦθεν: ἐκ τούτου.

### ε 1468

Ἔντευξις: ἐντυχία. φησὶν ὁ Ἀριστοτέλης, ὡς ἔστιν ἡ δια‐ λεκτικὴ φιλοσοφία πρὸς γυμνασίαν, καὶ πρὸς τὰς κατὰ φιλοσοφίαν ἐντεύξεις. περὶ γυμνασίας προεγράφη ἐν τῷ γ στοιχείῳ· ἐνταῦθα δὲ περὶ ἐντεύξεως. ἐντεύξεις λέγει τὰς πρὸς τοὺς πολλοὺς συνουσίας, οἷς δεῖ μὲν ἐντυγχάνειν κοινωνικούς τε ὄντας καὶ φιλανθρώπους, καὶ ἐντυγχάνειν ὠφελίμως. διὰ μὲν οὖν ἀληθῶν καὶ ἀποδεικτικῶν οὐχ οἷόν τε κοινολογεῖσθαι πρὸς αὐτούς· οὐδὲ γὰρ τὴν ἀρχὴν τῶν τοιού‐ των συνιέναι δύνανται· ἀλλ’ οὐδὲ μανθάνειν ὑπομένουσι. διὰ οὐδὲ ὠφελεῖσθαι δύναιντ’ ἂν διά τινος τῶν τοιούτων, ὧν γε τὴν ἀρχὴν μηδὲ συνιέναι δύνανται. εἰ δὲ διὰ τῶν ἐνδόξων τε καὶ δοκούντων καὶ αὐτοῖς ἐκείνοις τὰς πρὸς αὐτοὺς συνουσίας ποιούμεθα, παρακολου‐ θοῖέν τε ἂν τοῖς λεγομένοις καὶ ῥᾳδίως μεταβιβάζοιντο διὰ τῶν τοιούτων λόγων, εἴ τι μὴ εἶεν ὀρθῶς τιθέμενοι. τῷ γὰρ τὴν ἡδονὴν ἀγαθὸν ἡγουμένῳ καὶ δουλεύοντι ταύτῃ ἂν μέν τις διὰ τοῦ λέγειν τὴν ἡδονὴν γένεσιν εἰς φύσιν αἰσθητὴν εἶναι, τὴν δὲ τοιαύτην φύσιν μὴ δύνασθαι ἀγαθὸν εἶναι τῷ τὴν γένεσιν ἀτελῆ εἶναι, μηδὲν δὲ ἀγαθὸν ἀτελές, ἂν δὴ διὰ τοῦτό τις δεικνύναι θέλῃ τῷ τοιούτῳ ὅτι μή ἐστιν ἡ ἡδονὴ ἀγαθόν, οὐδὲν ἂν πλέον ποιοῖτο τῷ μηδὲ τὴν ἀρχὴν εἰδέναι τί ποτέ ἐστι τὸ λεγόμενον. ἂν δὲ ἀπὸ τῶν κοινῶν τε καὶ ἐνδόξων ὁρμώμενος ἐξετάζῃ αὐτὸν εἰ μὴ δοκεῖ αὐτὸ τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖν, ὥσπερ καὶ τὸ λευκὸν λευκοὺς καὶ τὸ θερμὸν θερμοὺς καὶ τότε τοῦ τεθέντος προανέρηται, εἰ ἡδονὴ δοκεῖ αὐτῷ ἀγαθοὺς ποιεῖν, λήψεται μὲν ὅτι 〈μὴ〉 ποιεῖ· ἐναργὲς γὰρ τοῦτο· συνάξει δὲ ὅτι μὴ ἀγαθὸν ἡ ἡδονὴ ἐκ τῶν ἐκείνου δοξῶν τε καὶ ἀποκρίσεων. διὸ καὶ μεταπείσειεν ἂν αὐτόν· εἴκει γάρ πως πᾶς τῷ ὑπ’ αὐτοῦ τεθέντι.

### ε 1469

Ἐντευξόμενος: διαλεχθησόμενος.

### ε 1470

Ἐντεῖλαι: προστάξαι. καὶ Ἐντείλῃς αὐθυπότακτον καὶ Ἐντείλωμαι ὁμοίως.

### ε 1471

Ἐντείνας ἑαυτόν· Διόδωρος· ἐς τὸν στρατιωτικὸν καὶ εὐτελῆ βίον ἐντείνας. ἀντὶ τοῦ ἐπιδούς. καὶ Ἐντεῖναι, τανύσαι. καὶ Ἐντείναντες, ἐπιθέντες. πληγάς τε ἐντείναντες τῆς κεφαλῆς ἀπετέμοντο. ἀντὶ τοῦ αἰκισάμενοι. καὶ αὖθις· πληγάς τε τοῖς προσ‐ πίπτουσιν ἐντεινόμενοι.

### ε 1472

Ἐντήκων: ἐμβάλλων, ἐνιείς. καὶ αὐτοῦ τῷ στόματι ἐντήκων χρυσὸν καὶ ταῖς ἀκοαῖς ἄργυρον καὶ ἐς τὰς ῥῖνας ἐγχέων τῆς ὕλης αὐτῆς ἀποκτεῖναι.

### ε 1473

Ἐντήξας: ἀντὶ τοῦ ἐμβαλών, ἐμφυτεύσας, διδάξας. καὶ ἐντήξας αὐτῶν ταῖς ψυχαῖς ἰσχὺν λόγων ἄμαχον καὶ σειρῆνα εὐγλωττίας ἐφολ‐ κοτάτην.

### ε 1474

Ἐντομίας: ὁ εὐνοῦχος. Θλαδίας δὲ ὁ τεθλασμένος.

### ε 1475

Ἐντομίδαι: οἱ τοῖς σώμασιν ἐντεμνόμενοι. τοιαῦτα εἰώθασι ποιεῖν ἐπὶ τοῖς νεκροῖς. ὅτι τοῖς νεκροῖς τὰ ἔντομα ἔθυον τῶν τε‐ τραπόδων ὡς ἄγονα, τὰ δὲ ἔνορχα τοῖς θεοῖς. οἷον σφήξ, μύρμηξ, μέλιτται· ἃ οὔτε ἀναπνεῖ οὔτε πνεύμονα ἔχει.

### ε 1476

Ἐντομίς: ἡ ἐγχάραξις. ἡ γενικὴ ἐντομίδος.

### ε 1477

Ἔντονος: ἰσχυρά.

### ε 1478

Ἐντοπίζω.

### ε 1479

Ἐντός: οἱ λογισμοὶ καὶ αἱ ἐνθυμήσεις καὶ πάντα τὰ τῆς ψυχῆς κινήματα. Δαβίδ· καὶ πάντα τὰ ἐντός μου.

### ε 1480

Ἐντὸς καὶ Ἐκτὸς γενικῇ.

### ε 1481

Ἐντὸς ἑβδόμης: Ἀθήνησιν ἀπείρητο ἐντὸς ἑβδόμης στρατιὰν ἐξάγειν.

### ε 1482

Ἐν τῷ μέρει τις καὶ τὸ πῦρ σκαλευσάτω: παροιμία ἐπὶ τῶν εἰς κοινὸν μὴ τὰ ἴσα παρεχομένων. πλείονα δῶρα δοὺς καὶ ἀντιλαβὼν ἐν τῷ μέρει.

### ε 1483

Ἐν τῷ μέρει: ἀντὶ τοῦ κατά τι μέρος διαδεχόμενος ἕτερος τὸν ἕτερον. καὶ αὖθις· ἰδὼν κἀκεῖνος (ἐν μέρει γὰρ ἡλώκει) γαμεῖν ἔμελλεν.

### ε 1484

Ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος: Σοφοκλῆς. ἐν τῷ μὴ ἀντιλαμβάνεσθαι τῶν κακῶν, ἐπεὶ ἔσται γελοιότατον, ὡς τι‐ μῶντος τὴν ἀφροσύνην.

### ε 1485

Ἐντραπεζίτιδος: παρασίτου.

### ε 1486

Ἐντρέπῃ: ἐπιστρέφῃ. καὶ Ἐντρέπω· αἰτιατικῇ.

### ε 1487

Ἐντρεπομένους· αἰτιατικῇ. ἐγκλίνοντας. οἱ δὲ Λίβυες θεω‐ ροῦντες τοὺς Ἴβηρας ἐντρεπομένους καὶ δεδιότες μὴ λάθωσιν ἐγκατα‐ λειφθέντες, ὥρμησαν ἐπὶ τὸ παραπλήσιον.

### ε 1488

Ἐντριβής: συνήθης. ἄνθρωπος ἐντριβὴς τῆς χώρας.

### ε 1489

Ἐν τριόδῳ εἰμὶ λογισμῶν: παροιμία ἐπὶ τῶν ἀδήλων καὶ ἀμφιβόλων πραγμάτων. ἐπειδὴ γὰρ ὁ ἐν τριόδῳ γενόμενος οὐκ οἶδε ποίᾳ χρήσεται ὁδῷ.

### ε 1490

Ἐντροπαλιζόμενος: ἐπιστρεφόμενος.

### ε 1491

Ἐντροπίας: εὐμετάβολος. καὶ Ἐντροπίας οἶνος, ὁ ὀξίνης.

### ε 1492

Ἔντροφος: ἡ ἐντεθραμμένη. ἦ που παλαιᾷ μὲν ἔντροφος ἡμέρᾳ λευκῷ τε γήρᾳ μάτηρ νιν. ἀντὶ τοῦ ὄντως που ἡ τῇ παλαιᾷ ἡμέρᾳ, τουτέστι τῷ παλαιῷ χρόνῳ ἔντροφος μήτηρ.

### ε 1493

Ἐντρυφῶ· γενικῇ. οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες. δοτικῇ δέ· ἵν’ εὐπορήσωμεν καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφῆσαι.

### ε 1494

Ἐν τοῖς ἱματίοις: ἄνευ ὅπλων. οἱ δὲ πολιτικοὶ ἔθεον ἐν τοῖς ἱματίοις.

### ε 1495

Ἐντυγχάνειν καὶ Συντυγχάνειν· δοτικῇ. ταὐτόν ἐστιν. ἐντυγχάνειν ἥρωσι.

### ε 1496

Ἐντυπὰς ἐν χλαίνῃ: ἀντὶ τοῦ ἐπικεκαλυμμένως, ὥστε διὰ τοῦ ἱματίου τοὺς τοῦ σώματος τύπους εὐδήλους εἶναι.

### ε 1497

Ἐνοικέτις τῶν νήσων: ἡ Ἀφροδίτη. ἐξαιρέτως γὰρ ἐν αὐταῖς ἐτιμᾶτο.

### ε 1498

Ἐνυάλιος: πολεμικός. Σοφοκλῆς. διαστέλλει γὰρ τὸν Ἄρεα ἀπὸ τοῦ Ἐνυαλίου, ὡς ἕτερον δαίμονα ὑπουργὸν τοῦ μείζονος θεοῦ. Ἀρριανός· οἱ δὲ τῷ Ἐνυαλίῳ ἀλαλάξαντες ἐναντίοι ἐφέροντο. καὶ αὖθις· φάλαγγα ἐκ σφῶν ποιησάμενοι δρόμῳ ἐπῄεσαν, ἀλαλάζοντες τῷ Ἐνυαλίῳ.

### ε 1499

Ἐνυδροβίων· καὶ πολιῶν χηνῶν ζεῦγος ἐνυδροβίων.

### ε 1500

Ἐν νυκτὶ βουλή: διὰ τὸ τὴν νύκτα κατὰ σχολὴν διδόναι λογισμοὺς τοῖς περὶ τῶν ἀναγκαίων βουλευομένοις.

### ε 1501

Ἔνυξεν: ἔπληξεν.

### ε 1502

Ἐνυώ: πολεμικὴ θεός.

### ε 1503

Ἐνύπνιον: ἐφ’ ὅσον τις ὑπνοῖ. ὄνειρον δὲ παυομένων τῶν ὕπνων, ἐγεῖρον καὶ ὀρῖνον τὴν ψυχήν. ἢ παρὰ τὸ εἴρειν, ὅ ἐστι λέγειν. ὅτι ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας.

### ε 1504

Ἔνυστρον: τὸ μετὰ τὴν κοιλίαν ἔντερον· τὸ τῶν βρωμάτων δοχεῖον.

### ε 1505

Ἐν φρέατι κυσὶ μάχεσθαι: ἐπὶ τῶν μοχθηρῷ τινι προσ‐ μαχομένων καὶ ἀποφυγεῖν μὴ δυναμένων. τί δὲ ἄν τις ἔχοι ποιεῖν οὐκ ἐν φρέατι συνεχόμενος ὑπὸ τοῦ παροιμιαζομένου κυνός, ἀλλ’ ἐν βάθει μέν τινι ζητήσεως ὑπὸ θαυμαστῆς οὐδὲν ἧττον ἀπορίας, οὐ μὴν ἐφικτῆς γε οὐδενὶ ἀνθρώπων, πλὴν εἴ τῳ θεὸς αὐτὴν μηνύσειεν.

### ε 1506

Ἐν χρῷ: εἰς χρῶτα, πάνυ ἐγγύς, ὡς καὶ ἐφάπτεσθαι. παρὰ δὲ Καλλιμάχῳ ἐγκυτί, ἀντὶ τοῦ ἐγγύς, ἐν χρωτί, πλησίον τοῦ χρωτός. τὺ δ’ ἐγκυτί, τέκνον, ἐκέρσω. καὶ Ἀγαθίας· περισφίγξαντες ξυνῆπτον αὐτὰς ἀλλήλαις καὶ συνεμίγνυον λίαν ἐν χρῷ πεπιεσμένα.

### ε 1507

Ἐν χρῷ κεκαρμένος: πρὸς αὐτῷ τῷ χρωτί, οἷον σύνεγγυς καὶ πλησίον τοῦ δέρματος τὰς τρίχας ἐξυρημένος. καὶ αὖθις· ἦν δὲ ἄρα αὐτῷ ἐν χρῷ φίλος. ὁ χρώς, τοῦ χρῶ, Ἀττικῶς, ὡς γέλως, γέλω. οἱ δὲ ἀπὸ τοῦ χρώς, χρωτί, ἀποκοπῇ τῆς τι συλλαβῆς.

### ε 1508

Ἐν χρῷ παραπλέων: παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ πλησίον. ἔστι γὰρ ἡ ἀποκοπή, ἦν γὰρ ἐν χρωτί. εἴρηται δὲ ἀπὸ τῆς κουρᾶς τῆς ἄχρι τοῦ χρωτὸς γινομένης.

### ε 1509

Ἐξάγιστος: ἀκάθαρτος, ἢ πονηρός. ὁ δὲ τὸ ψεῦδος ἀπεστρέφετο καθάπερ ἄλλο τι τῶν ἐξαγίστων. καὶ αὖθις· διὰ τὴν ἐξάγιστον ἡδονὴν καθάπαξ οἱ θηλυδρίαι τριχοπλάσται πάντες εἰσίν.

### ε 1510

Ἐξάγιστος: ἀντὶ τοῦ λίαν ἐναγής. Αἰσχίνης δὲ ἐπί τινος λιμένος εἴρηκε τοὔνομα.

### ε 1511

Ἐξαγοράζω· αἰτιατικῇ.

### ε 1512

Ἐξ ἀγορᾶς εἶ: ἀντὶ τοῦ ἀγόραιος. Ἀριστοφάνης· ἐξ ἀγορᾶς εἶ καὶ θρασύς.

### ε 1513

Ἐξαγορεύω· αἰτιατικῇ.

### ε 1514

Ἐξαγωγή· ἆρά γε χρὴ κολάσαι τὸν δοῦλον καὶ ἐπ’ ἐξαγωγῇ ἀποδόσθαι, ἢ ἐᾶσαι τοῖς περικειμένοις δεσμοῖς ἐναποθανεῖν; ἀντὶ τοῦ τῶν δεσμῶν ἀφέσει. ὁ δὲ τὴν δεξαμένην αὐτὸν φυγόντα, ἀξιοῦσαν εὐπαθεῖν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακεν.

### ε 1515

Ἐξαγώνιος: ἔξω τοῦ ἀγῶνος. οἱ μὲν πολλοὶ τοὺς ἐν ταῖς σκηναῖς ἀγωνιζομένους οἴονται καλεῖσθαι δεῖν, ὅταν ἢ παραλείπωσί τι τῶν ἐξ ἀνάγκης ῥήσεων ἢ ποιεῖν τι παρὰ τὸ προσῆκον. Αἰσχίνης δὲ ἐπὶ τῶν ἔξω τοῦ ἀγῶνος λεγομένων λόγων, τουτέστιν οὐ προσηκόν‐ των εἰρῆσθαι.

### ε 1516

Ἐξάδιος: ὄνομα κύριον. ὁ ἐξέχων ἐν τῷ διώκειν.

### ε 1517

Ἐξαγκωνιῶ: τοὺς ἀγκῶνας ὑπὸ ταῖς πλευραῖς ποιήσω· οὐδέ‐ ποτε γὰρ οὕτω μέση ληφθήσομαι ἢ παραδώσω, ἵνα τῶν χειρῶν ἕλκῃ με καὶ μὴ μέσην ἀράμενος γνῷ, ὅτι γυνή εἰμι ἐκ τῶν τιτθίων.

### ε 1518

Ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο: ἐκ τοῦ ἡσύχως ῥέοντος διὰ τὸ βαθύ.

### ε 1519

Ἐξ ἀκεραίου: ἀντὶ τοῦ εὐχερῶς, εὐμαρῶς. Πολύβιος· οὔτε τοὺς ἐξ ἀκεραίου συμπειθομένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, οὔτε τοὺς κατὰ περιστάσεις μετατιθέντας τὰς αὑτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμμαχίας, οὐδὲ τούτους. πολλοῦ γε δεῖ· ἐπείτοιγε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν γε‐ γόνασιν αἴτιοι ταῖς πατρίσι. καὶ τὰ παραδείγματα ἐξ αὐτῶν τῶν ἐν‐ εστώτων καιρῶν.

### ε 1520

Ἐξ ἀκεραίου· οὐ δυνάμενος δὲ πείθειν ἐξ ἀκεραίου διὰ τὴν εὐλάβειαν καὶ ἀπραγίαν τοῦ βασιλέως.

### ε 1521

Ἐξακριβωθέντες: ἐρευνηθέντες. Διόδωρος· ἄνδρες ἐξακρι‐ βωθέντες ὑπὸ βασιλέως εἰς μέγεθός τε καὶ ὕψος σωμάτων καὶ τόλμης ὀξύτητα καὶ ἀγερωχίαν.

### ε 1522

Ἐξαλλάττω· αἰτιατικῇ.

### ε 1523

Ἐξαλλάξαι: ἀντὶ τοῦ τέρψαι. Μένανδρος· ἄνθρωπον ἐξαλ‐ λάξομεν, κακόν τί σοι δώσοντα.

### ε 1524

Ἐξάλειπτρον: τὴν τοῦ μύρου λήκυθον, τὸ ἀλάβαστρον, ἐξ οὗ ἀλείφονται οἱ δειπνοῦντες. Ἀριστοφάνης· ὕπεχ’ ὧδε δεῦρο τοὐξά‐ λειπτρον, ὦ γύναι.

### ε 1525

Ἐξαληλιμμένος: ἠλειμμένος.

### ε 1526

Ἐξαλίσας: ἐκκυλισθῆναι ποιήσας εἰς τὴν κόνιν. ἀλινδήθρα δὲ ὁ τόπος, ἐν ᾧ τιθέντες ἑαυτοὺς οἱ ἵπποι τοῦτο ποιοῦσιν. ὡς Ἀρι‐ στοφάνης ἐν Βατράχοις· πολλὰς ἀλινδήθρας τε καὶ ἐκκυλίσματα.

### ε 1527

Ἐξαλλομένους: ἀνασκιρτῶντας. Ἰώσηπος· οὐκ ἀξίους εἶναι σωτηρίας τοὺς φλεγομένης δι’ αὐτοὺς τῆς πατρίδος ἐξαλλομένους.

### ε 1528

Ἔξαλλος καὶ Ἐξάλλως: ἐπίρρημα. ἀντὶ τοῦ κατὰ ἄλλον τρόπον, παραδόξως. Πολύβιος· τὸ γὰρ ἅμα τε θύειν καὶ ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τοὺς βωμοὺς ἐξάλλως, καὶ πάλιν ταῦτα διαφθείρειν μανίας ἐστίν.

### ε 1529

Ἐξάλλως: καθ’ ὑπεροχήν. τὸ γὰρ ἅμα μὲν θύειν καὶ ἐξ‐ ιλάσκεσθαι τὸ θεῖον, λιπαροῦντα τοὺς βωμοὺς ἐξάλλως, ὅπερ εἴωθε Προυσίας ὁ βασιλεὺς ποιεῖν γονυπετῶν καὶ γυναικιζόμενος, ἅμα δὲ ταῦτα λυμαίνεσθαι καὶ διὰ τῆς τούτων καταφθορᾶς τὴν ἐς τὸ θεῖον ὕβριν διατίθεσθαι, λυττῶντος ἔργα καὶ ψυχῆς ἐξεστηκυίας καὶ λο‐ γισμῶν.

### ε 1530

Ἐξ ἁμάξης: ἡ λεγομένη ἑορτὴ παρ’ Ἀθηναίοις Λήναια, ἐν ᾗ ἠγωνίζοντο οἱ ποιηταὶ συγγράφοντές τινα ᾄσματα τοῦ γελασθῆναι χάριν· ὅπερ Δημοσθένης ἐξ ἁμάξης εἶπεν. ἐφ’ ἁμαξῶν γὰρ οἱ ᾄδοντες καθήμενοι ἔλεγόν τε καὶ ᾖδον τὰ ποιήματα. λέγεται καὶ Ληναΐτης χορός, ὁ τῶν Ληναίων.

### ε 1531

Ἐξαμβλίσκειν: ἐκτιτρώσκειν. Αἰλιανός· καὶ τὴν τῶν τετρα‐ πόδων ἀγέλην ἐξαμβλίσκειν ἔφασαν.

### ε 1532

Ἐξ ἀμβιτίωνος: ἐκ περιδρομῆς τι πράττων παρὰ Ῥωμαίοις.

### ε 1533

Ἑξαμέτροις τόνοις· ζήτει ἐν τῷ τόνον. ἔστι δὲ Πυθικὸν προ‐ μάντευμα.

### ε 1534

Ἐξαμήσω: ἐξανύσω, ἐξοίσω. τοὺς πνεύμονας καὶ τἄντερ’ ἐξ‐ αμήσω.

### ε 1535

Ἔξαμμον μιλίου· ζήτει ἐν τῷ Βασιλική.

### ε 1536

Ἐξ ἄμμου σχοινίον πλέκεις: ἐπὶ τῶν ἀδυνάτων.

### ε 1537

Ἐξαμυστίσαι: ἀμυστί, τουτέστιν ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πίνειν.

### ε 1538

Ἐξ ἀναγκαίας τύχης: οἷον ἀναγκαστῷ μόρῳ, καὶ οὐκ ἐκ ταὐτομάτου. ἐκ βίας, οὐκ ἰδίῳ θανάτῳ. Σοφοκλῆς· τέθνηκ’ Ὀρέστης ἐξ ἀναγκαίας τύχης.

### ε 1539

Ἐξαναστάς: μετοικίσας. ὁ δὲ Θεσπιάδης ἐξαναστὰς ἐξ Ἀθηνῶν Θεσπίαν ἐν Βοιωτίᾳ ἔκτισεν.

### ε 1540

Ἐξαναχωρεῖ· Θουκυδίδης.

### ε 1541

Ἐξανδρούμενος: τὴν ἡλικίαν ἔχων εἰς ἄνδρα.

### ε 1542

Ἐξανεμοῦσθαι: ἐπαίρεσθαι.

### ε 1543

Ἐξανθίζω: τὸ βάπτω· ὡς τό, ποικίλας ἐξηνθίκατε τὰς βαφάς. Ἐξανθῶ δὲ τὸ ἀναβλαστάνω· ὡς τό, ἐξήνθησεν ἡ ἔρημος.

### ε 1544

Ἐξανθρωπίζω.

### ε 1545

Ἐξάντεις: ἔξω ἄτης καὶ βλάβης. καὶ οἱ μὲν ἔδρασαν ταῦτα. εἶτα μέντοι ἐξάντεις γίνονται τοῦ κακοῦ.

### ε 1546

Ἐξάντη: ὑγιῆ, καὶ ἔξω ἄτης. ὦ Ζεῦ, γενέσθαι με τῆσδ’ ἐξάντη νούσου. τὸ ν ἔγκειται δι’ εὐστομίαν. ἀτὰρ ἐξάντης τοῦ πτώματος ὁ τραυματίας γενόμενος καὶ τρίτον ἆθλον ἀσπάζεται. καὶ Αἰλιανός· θυγάτηρ δέ, ἥπερ ἦν οἱ τῶν ἐκείνου μηχανῶν τε καὶ ἐπιβουλῶν ἀμαθής, ἐξάντης γίνεται τοῦ κακοῦ. ἔστι δὲ καὶ ἐπιφώνημα. ἐξ‐ άντης λεύσω τοὐμὸν κακὸν ἄλλον ἔχοντα. Πλάτων ἐν Φαίδρῳ.

### ε 1547

Ἐξανύω: κατεργάζομαι.

### ε 1548

Ἐξαπάτη· ὁ Λογοθέτης ἐν τῷ μαρτυρίῳ τοῦ Καλικελάδου· ἐν ὀλίγῳ δὲ συνιδόντες ὡς οὐκ ἐξαπάτη καὶ ὄνειρος τὰ ὁρώμενα, ἀλλ’ ἐγρήγορσις καὶ ἀλήθεια.

### ε 1549

Ἐξάπινα: ἐξαίφνης. ἢ κυκλόθεν. Δαβίδ· ἐξάπινα κατατοξεύ‐ σουσιν.

### ε 1550

Ἐξαπίναιον: ἐξαίφνης. οὐ μέγα τι συνέβη τὸ τῆς ἐπιθέσεως ἐξαπίναιον οὔτε βλάψαι Ῥωμαίους, οὔτ’ ὠφελῆσαι. καὶ Ἐξαπι‐ ναίως, ἐξαίφνης. καὶ Ἐξαπίνης.

### ε 1551

Ἐξαπλῶν: διπλασιάζων, πολυπλασιάζων. ἀντὶ τοῦ πότερα ἂν ἕλοιο, εἴ σοι δοίη τις αἵρεσιν, λυπῶν τοὺς φίλους αὐτὸς ἐν ἡδονῇ διάγειν ἢ κοινωνεῖν τοῦ παντὸς καὶ οὐ τοὺς φίλους λυπεῖν. περὶ Αἴαντός φησιν· ἀνὴρ ἐκεῖνος, ἡνίκ’ ἦν ἐν τῇ νόσῳ, αὐτὸς μὲν ἥδεθ’ οἷς εἴχετ’ ἐν κακοῖς, ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών. νῦν δ’, ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου, κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ· ἡμεῖς θ’ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος. ἆρ’ ἐστὶ ταῦτα δὶς ἐξαπλῶν κακά;

### ε 1552

Ἐξ ἀπόπτου: ἐξ ὑψηλοῦ τόπου.

### ε 1553

Ἐξάπτεσθαι: ἐξαρτᾶσθαι, ἀντιλαμβάνεσθαι.

### ε 1554

Ἐξάραντες: ἔξω ποιήσαντες.

### ε 1555

Ἐξαράξειν· καὶ ἔτι μᾶλλον ἐξήπτοντο εἰς ὀργὴν καὶ ἠπείλουν τὰς θύρας ἐξαράξειν. τουτέστι συντρίψειν, καταβαλεῖν.

### ε 1556

Ἐξαράσασθαι: τὸ ἐκτελέσαι τὰς ἀράς, τουτέστι τὰς εὐχάς, ἃς ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν εἰώθασι ποιεῖσθαι.

### ε 1557

Ἐξᾶραι.

### ε 1558

Ἐξαργυρῶσαι, οὐκ ἐξαργυρίσαι· Θουκυδίδης ηʹ· οὐδ’ ἢν δέῃ τελευτῶντα τὴν ἑαυτοῦ στρωμνὴν ἐξαργυρῶσαι.

### ε 1559

Ἔξαρθρος: ἐκμελής, ἐξωστεϊσμένος.

### ε 1560

Ἔξαρνος: ὁ τῷ ἀρνεῖσθαι ἐπιμένων, καὶ ἀρνούμενος καθόλου. ὁ δὲ μαστιγωθεὶς ἔξαρνος ἦν μηδὲν εἰρηκέναι.

### ε 1561

Ἐξάρξαντες: ἐκρήξαντες, κρούσαντες.

### ε 1562

Ἐξάρξατε: ἄρξασθε μελῳδίας, ὑμνήσατε. προκατάρξατε, καταλλάξατε.

### ε 1563

Ἐξάρσεις: ἐπάρσεις. ὁ δὲ θρασύτερον προεκθέων ἐξάρσεις τε τῶν ποδῶν καὶ περιδινήσεις ποιούμενος, βέλει τρωθεὶς ἀπέλιπε τὸν βίον.

### ε 1564

Ἐξαρτήσας: ἀντὶ τοῦ ἐφευρίσκων, ἢ κρεμάσας. καὶ Ἐξαρ‐ τῶμαι, συμπέπαρμαι. Ἀριστοφάνης· κἀξαρτῶμαι, κἀπεμπίπτω καὶ σπουδάζω. καὶ αὖθις· ἐν μὲν εἰρηνικαῖς σπονδαῖς ἐξαρτούμενος ἀεὶ νῷ δολερῷ ἐπὶ τοὺς πέλας πολέμου αἰτίας.

### ε 1565

Ἐξαρτίζει: τελειοῖ, πληροῖ, παρασκευάζει.

### ε 1566

Ἐξαρτύσας: ἐκπληρώσας, ἢ ἑτοιμάσας.

### ε 1567

Ἐξάρτυσις. πυθόμενος δὲ τὴν ἐξάρτυσιν τοῦ στόλου τῶν Ἰώνων. τουτέστι τὴν παρασκευήν.

### ε 1568

Ἐξάρχοντες: ᾄδοντες. οἱ δὲ Τρῶες μετὰ θορύβου καὶ ἡδονῆς παιᾶνας ἐξάρχοντες.

### ε 1569

Ἐξατμίσθη: ἐξελεπτύνθη.

### ε 1570

Ἐξατωρεία: ἐλευθερία ἀπὸ στρατείας.

### ε 1571

Ἐξαυδᾷ: ἐκφωνεῖ, ὁμολογεῖ.

### ε 1572

Ἐξαυτῆς: παραυτίκα, εὐθέως. ἐξ αὐτῆς οἱ προειρημένοι βιβλιαφόρον ἔπεμπον πρὸς τὸν Περσέα διασαφοῦντα τὸ γεγονός. καὶ αὖθις· ὁ δὲ ἐξ αὐτῆς προῆγε βάδην τῇ πορείᾳ χρώμενος.

### ε 1573

Ἐξαψάμενος: κατασχών, περιπλακείς.

### ε 1574

Ἐξαιθριασθέν: λαμπρυνθέν.

### ε 1575

Ἔξαιμοι: οἱ λείφαιμοι, οἱ πλεῖστον αἷμα κενώσαντες.

### ε 1576

Ἐξαιρέσεως δίκη: ὁπότε τις ἄγοι μέν τινα ὡς δοῦλον, ἄλλος δέ τις αὐτὸν ὡς ἐλεύθερον ἐξαιροῖτο, ἐξῆν τὸν ἀντιποιούμενον τοῦ ἀνθρώπου ὡς δούλου λαγχάνειν ἐξαιρέσεως δίκην τῷ εἰς τὴν ἐλευ‐ θερίαν αὐτὸν ἐξαιρουμένῳ.

### ε 1577

Ἐξαιρετέα: ἀξία τοῦ καταστραφῆναι. ἡ Καρχηδὼν πολλοῖς Ῥωμαίων ἐξαιρετέα ἐδόκει εἶναι καὶ Κορνηλίῳ ὑπάτῳ· καὶ ἔλεγον, ὅτι ἀδύνατόν ἐστι συνεστώσης αὐτῆς ἀδεεῖς σφᾶς εἶναι.

### ε 1578

Ἐξαίρετον: τὸ ἐπίλεκτον. Ἐξαιρετὸν δὲ ὀξυτόνως, τὸ ἐκ‐ βαλλόμενον.

### ε 1579

Ἐξαίρει: ὑψοῖ.

### ε 1580

Ἐξαιρεῖται: ἀφαιρεῖται, λαμβάνει. καὶ Ἐξαιρήσομεν, ὁμοίως.

### ε 1581

Ἐξαίροντες: ἀνατρέποντες. πρὸς ταῦτα τί λέγουσιν οἱ τὴν πρόνοιαν ἐξαίροντες;

### ε 1582

Ἐξαιρούμενος: ἀποκομιζόμενος.

### ε 1583

Ἐξαιροῦσιν: ἐκβάλλουσιν, ἀφανίζουσι. φθίνοντα γὰρ Λαΐου θέσφατ’ ἐξαιροῦσιν ἤδη.

### ε 1584

Ἐξαίσια: παντὸς ἐπέκεινα θαύματος, ὑπερβαλλόντως. πλοῦτος ἐξαίσιος. Πολύβιος· ἐπιγίνεται χειμῶνος μέγεθος ἐξαίσιον.

### ε 1585

Ἐξαίτης: ἀφαιρέτης.

### ε 1586

Ἔξαιτον: τὸ ἐξαίρετον. ἔξαιτα προτέρης ἀπὸ ληΐδος, ἦμος ἀτειρεῖς πέρσεν ὑπερθύμους Γέτας.

### ε 1587

Ἐξεβοήθη: τὸ ἐλαλήθη, Ἐξεβοήθει δὲ τὸ ἐβοήθησεν.

### ε 1588

Ἐξεγραψάμην: ἀντὶ τοῦ ἐμνημόνευσα. Ἀριστοφάνης Ὄρ‐ νισιν· ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην.

### ε 1589

Ἐξεγρόμενος: ἐγερθείς.

### ε 1590

Ἐξεγγύησις: τὸ ἐκτελέσαι τινὰ διὰ τῆς τῶν ἐγγυητῶν κατα‐ στάσεως. οὕτως Δημοσθένης.

### ε 1591

Ἐξεδιῄτησε: κακῶς διῴκησεν.

### ε 1592

Ἐξέδισεν. ἐξεζήτησεν. ἐκ τοῦ δίζω, τὸ ζητῶ.

### ε 1593

Ἐξέδοτο.

### ε 1594

Ἐξέδρα. ὁ δὲ κατῆρχε χωμάτων, τὸ μὲν κατὰ τὴν Βόρειον ἐξέδραν, ἣ μεταξὺ τῶν δύο πυλῶν ἦν. καὶ αὖθις· κατῴκουν πλη‐ σίον τοῦ μουσείου καὶ τῆς ἐξέδρας.

### ε 1595

Ἐξέδραμον· αἰτιατικῇ.

### ε 1596

Ἔξεδρος· ἔξεδρον χρόαν ἔχων. τουτέστι παρηλλαγμένην. καὶ Σοφοκλῆς· οὐκ ἔξεδρος, ἀλλ’ ἔντοπος ἀνήρ. οἰωνοὶ ἐλέγοντο ἔξεδροί τε εἶναι καὶ μηδαμῆ χρηστοί.

### ε 1597

Ἐξέζεσεν: ἐπληρώθη. καὶ τὸ σύμπαν αὐτῆς σῶμα ἑλκῶν ἐξ‐ έζεσεν.

### ε 1598

Ἐξεθεάτρισαν: ἐστηλίτευσαν, ἐξεπόμπευσαν. οὐ μόνον ἑαυ‐ τοὺς ἐξεθεάτρισαν, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν κατέστρεψαν.

### ε 1599

Ἐξέθει: ἐξέτρεχεν.

### ε 1600

Ἐξεθύσαντο: ἐμαντεύσαντο. οἵγε μάντεις ἐξεθύσαντο, ὡς ἥκιστα ὅσιον ὂν τοῦτο.

### ε 1601

Ἐξέθορεν.

### ε 1602

Ἐξεκάκησα: ἀπηγόρευσα.

### ε 1603

Ἐξεκαρυκεύθη: ὠψοποιήθη, συνεκόπη.

### ε 1604

Ἐξεκεκλήκει: ἐκ τοῦ δείπνου ἀνίστη. νυκτὸς δὲ γενομένης τοὺς οἰκέτας ἐξεκεκλήκει τοὺς Ναννάρου.

### ε 1605

Ἐξεκέκλητο: προεκαλεῖτο. ταχὺ δὲ ἐξεκέκλητο αὐτοὺς πρὸς τὴν πρᾶξιν, ἅτε οἰκείους ὄντας τῶν τοιούτων ἐγχειρημάτων.

### ε 1606

Ἐξεκίνησεν: ἐξεδίωξε. Σοφοκλῆς· παίζων κατ’ ἄλσος ἐξεκίνησε ποδοῖν στικτὸν κεράστην ἔλαφον.

### ε 1607

Ἐξεκκλησίασε: συνήθροισεν.

### ε 1608

Ἐξέκνισεν: ἐξέκοψεν. Ἡρόδοτος· δελτίον δίπτυχον λαβὼν τὸν κηρὸν αὐτοῦ ἐξέκνισεν.

### ε 1609

Ἐξεκόκκισεν: ἀντὶ τοῦ ἐξέκλασεν, ἐξέβαλεν. ἡ μεταφορὰ ἀπὸ τῶν κόκκων.

### ε 1610

Ἐξεκόπη τὸν ὀφθαλμόν: ἐπηρώθη. Ὡράτιος ὁ Ῥωμαῖος καὶ ἐπεκλήθη Κόκλης· τὸν γὰρ ὀφθαλμὸν ὀκολοὺμ καλοῦσι Ῥωμαῖοι.

### ε 1611

Ἐξεκώμασεν: ἐξεπόρνευσεν.

### ε 1612

Ἐξεκύκλησαν: ἐξήνεγκαν. Αἰλιανός· ἐπεὶ δὲ εἰς τὸ θέατρον ἐξεκύκλησαν αὐτόν, ἐπηλυγασάμενος τὴν κεφαλὴν ἦν τὸ ἄσωτον.

### ε 1613

Ἐξέλαθον: λαθεῖν ἠδυνήθησαν.

### ε 1614

Ἐξελέγχειν: φανεροποιεῖν. ὁ δὲ ἠξίου ᾗ τάχος τὰ πραχθέντα βασάνοις ἐξελέγχειν.

### ε 1615

Ἐξέλεξε: συνήθροισε. χρήματα δὲ παρὰ τῶν Λιβύων πολλὰ μὲν ἐς τὸ κοινόν, πολλὰ δὲ καὶ ἐς τὸ ἴδιον ἐξέλεξεν.

### ε 1616

Ἐξελιγμῶν ἰδέαι διτταί, ἡ μὲν κατὰ λόχους, ἡ δὲ κατὰ ζυγά. εἴδη δὲ ἀνὰ ἑκατέρου αὐτῶν τρία. καλεῖται γὰρ ὁ μὲν Μακεδών, ὁ δὲ Λάκων, ὁ δὲ Χώριος, ὃν καὶ Κρητικὸν καὶ Περσικὸν καλοῦσι. Μα‐ κεδὼν δὲ ἐξελιγμός ἐστιν ὁ κατὰ λόχους, ὁ μεταλαμβάνων τῆς φά‐ λαγγος τὸν ἔμπροσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν ὄπισθεν. Λάκων δέ ἐστιν ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω τόπον, ὁμοίως δὲ ἀντὶ τῆς ἔμπροσθεν ἐπιφανείας τὴν ὄπισθεν. Χώριος δέ ἐστιν ὁ τὸν αὐτὸν ἐπέχων τόπον τῆς φάλαγγος, τῶν κατὰ μέρος ὁπλιτῶν ἀνθ’ ὧν προκατεῖχον τόπων ἑτέρους μεταλαμβανόντων, τοῦ μὲν λοχαγοῦ τὸν τοῦ οὐραγοῦ, τοῦ δὲ οὐραγοῦ τὸν τοῦ λοχαγοῦ, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἔμπροσθεν ἐπιφανείας, ὄπισθεν. οἱ δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίνονται, ἐπειδὰν ἐπὶ τῶν ἀποτομῶν βουληθῇ τις τὰ κέρατα καθιστάνειν, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, χάριν τοῦ καὶ τὰ μέσα ἰσχυροποιεῖσθαι· καὶ ὁμοίως τὰ δεξιὰ ἐν τοῖς εὐω‐ νύμοις καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς.

### ε 1617

Ἐξελίξαντες· εἶτα ὑμεῖς τὰς φάλαγγας ἐξελίξαντες, ἀγχίστροφοι γενόμενοι ἀντιμέτωποι γίνεσθε τοῖς διώκουσιν. καὶ αὖθις· κᾆτα ἐνόπλιοι διαδρομαί τινες ἐγίνοντο καὶ ἐξελίξεις καὶ περίοδοι.

### ε 1618

Ἐξέλιπε φυσητήρ, ἐξέλιπε μόλιβδος: φυσητὴρ καὶ τὸ ὄργανον, ᾧ ἐμφυσᾷ ὁ χρώμενος, καὶ ὁ ἄνθρωπος ὁ τὸ ὄργανον μετα‐ χειριζόμενος. συγκαίουσι δὲ τῷ ἀργύρῳ μόλιβδον, ἵνα συγκαιόμενος ἀνιμᾶται καὶ ἀναλαμβάνῃ εἰς αὐτὸν τὸ νόθον.

### ε 1619

Ἐξελίσσουσι: κινοῦσιν.

### ε 1620

Ἐξελοφίζετο· ἡ δὲ γῆ ἐκ τῶν Δικαιαρχείας γεωλόφων ἐξε‐ λοφίζετο.

### ε 1621

Ἐξεμεῖν: ἐκκενοῦσθαι. Ἀριστοφάνης· μὴ δῆθ’ ἱκετεύω· τουτ‐ έστι μὴ ὅλως εἴπῃς· πλήν γ’ ὅτε μέλλω ἐξεμεῖν. τότε, φησίν, λέγε, ἐπιτηρήσας ὅτε μέλλω ἐξεμεῖν· ῥᾷστα γὰρ ἂν μᾶλλον ἐξεμέσαιμι.

### ε 1622

Ἐξέμηναν· αἰτιατικῇ.

### ε 1623

Ἐξεμηρύσατο: διεξῆλθεν. ὁ δὲ Ἀννίβας ἐν ὅλῃ τῇ νυκτὶ μόλις ἐξεμηρύσατο τῆς χαράδρας.

### ε 1624

Ἐξ ἐμοῦ: παρ’ ἐμοῦ.

### ε 1625

Ἐξ ἐναντίας: ἐπίρρημα.

### ε 1626

Ἐξένευσαν: παρῃτήσαντο, ἀπηρνήσαντο. οἱ δὲ μὴ θέλοντες βοηθεῖν αὐτοῖς, ὡς πρὸς ἄλλους πόλεμον ἔχοντες, ἐξένευσαν τὴν βοή‐ θειαν.

### ε 1627

Ἐξένευσαν: ἐξεκολύμβησαν. Θουκυδίδης· τὰς δὲ ἄλλας ναῦς ἐπικαταλαβόντες ἐξέωσάν τε πρὸς τὴν γῆν καὶ πολλοὺς ἀπέ‐ κτειναν, ὅσοι μὴ ἐξένευσαν αὐτῶν.

### ε 1628

Ἐξένιζεν: ἀντὶ τοῦ ξένος ἦν. Δίδυμος δέ φησιν ἀντὶ τοῦ, οὐκ Ἀττικοῖς ἀλλὰ ξένοις ῥήμασι διελέγετο.

### ε 1629

Ἐξένισεν: ἐξενοδόχησε. καὶ ἀντὶ τοῦ ἀπέκτεινεν. Ἠλέκτρα φησίν· ὁ δὲ Ἄρης, φησίν, οὐκ ἐξένισεν αὐτόν. τουτέστιν οὐκ ἀπέκτεινε· ξενία γὰρ Ἄρεως τραύματα καὶ φόνοι. καὶ Ἀρχίλοχος· ξείνια δυσ‐ μενέεσι λυγρὰ χαριζόμενος. ταῦτα θρηνεῖ ἀδελφὴ τοῦ Ὀρέστου.

### ε 1630

Ἐξ ἑνὸς τὰ πάνθ’ ὁρᾶν: ἐπὶ τῶν παρορώντων.

### ε 1631

Ἐξέπεσον: πόρρω ἀπέφυγον. καὶ τελευτῶντες τῆς νήσου ἐξέπεσον. ἀντὶ τοῦ ἐξεβλήθησαν.

### ε 1632

Ἐξ ἐπιμέτρου· ἡ τῶν Ἐσσαίων αἵρεσις, οἵ εἰσιν Ἰουδαῖοι, τῶν Φαρισαίων καὶ γραμματέων τὴν δικαιοσύνην ἐξ ἐπιμέτρου διανέστηκεν.

### ε 1633

Ἐξεπιώκατον: θλίβουσιν, ἢ ἐθλίψατε. ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξεπιώκατον. Ἀριστοφάνης Λυσιστράτῃ.

### ε 1634

Ἐξ ἐπιπέδου.

### ε 1635

Ἐξ ἐπιπολῆς: οἷον οὐκ εἰς βάθος, ἀλλ’ εἰς ὄψιν.

### ε 1636

Ἐξ ἐπιτάγματος· καὶ ὁ Καῖσαρ παρῆν ἐξ ἐπιτάγματος, ἀλλ’ ἐσιώπα καὶ εἵπετο.

### ε 1637

Ἐξεπίτηδες καὶ Ἐπίτηδες: ἑκατέρως λέγουσιν Ἀττικοί. ἀντὶ τοῦ μάτην, ἐξ ἀνάγκης, ἀργῶς. οὐκ ἐξεπίτηδες ἡ πόλις ἄρχειν καθίστησι δικαστάς.

### ε 1638

Ἐξέπλευσεν: ἐξώκειλε, παρετράπη. ὁ δὲ ἐξέπλευσε τῶν φρενῶν πολλὰ εἰς τὸ ἄγαλμα παρῴνησεν.

### ε 1639

Ἐξέπλωσας· Ἡρόδοτος· πῶς οὐκ ἐξέπλωσας τῶν φρενῶν σεωυτὸν διαφθείρας; ἀντὶ τοῦ ἐξέπλευσας, τουτέστι παρετράπης καὶ ἐξώκειλας.

### ε 1640

Ἐξεπολέμωτο: ἐνικήθη.

### ε 1641

Ἐξέπραξεν: ἀντὶ τοῦ ἀνεῖλεν. οὔτε πυρφόρος θεοῦ κεραυνὸς ἐξέπραξεν.

### ε 1642

Ἐξεπρέμνιζον: ἀντὶ τοῦ κατέβαλλον τὰ πρέμνα. τουτέστι μέχρι ῥιζῶν τὰ στελέχη. οὕτως Δημοσθένης.

### ε 1643

Ἐξεράσατε τοὺς λίθους: ἐκκενώσατε, ἐκβάλετε, ἀπορρίψατε. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς.

### ε 1644

Ἐξερέων: ἀντὶ τοῦ ἐρευνῶν.

### ε 1645

Ἐξερεύξεται: ἐκφέρῃ, ἐξενέγκῃ.

### ε 1646

Ἐξερήσομεν: ἐρωτήσομεν.

### ε 1647

Ἐξεριθεύονται: πρὸς κακίαν ἐκκαλοῦσι. Πολύβιος· οἱ τῆς στρατηγίας ὀρεγόμενοι ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον.

### ε 1648

Ἐξέρκετον: κατὰ Ῥωμαίους τὸ στρατόπεδον.

### ε 1649

Ἐξερῶ: ἐξοίσω.

### ε 1650

Ἐξερρωγυῖα: διεφθαρμένη. Προκόπιος· γυνὴ τὸν τρόπον ἐξερρωγυῖα. καὶ οἱ θυμοὶ τῶν ὑπασπιστῶν τῆς Εὐδοξίας κατὰ τοῦ Χρυ‐ σοστόμου ἐξερρώγησαν.

### ε 1651

Ἐξ ἔρωτος· ὅτι ἐξ ἔρωτος ἐνίοτε νόσος ἐπισυμβαίνει· ὅπερ Ἀντίοχος ὁ Σελεύκου παῖς ἔπαθεν. εἶτα ὑπὸ ἰατρῶν ἐφωράθη τὸ πάθος.

### ε 1652

Ἐξερπύσασι: βαδίσασιν.

### ε 1653

Ἐξερρύησαν: ἠφανίσθησαν. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἐν πόλει φευγόντων.

### ε 1654

Ἐξέρχομαι· δοτικῇ. τὸ δὲ τιμωρῶ αἰτιατικῇ.

### ε 1655

Ἐξεσάλαξας: μετεκίνησας. ἐν Ἐπιγράμμασι· τὴν δ’ ἐνὶ θυμῷ ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην.

### ε 1656

Ἐξεσία: ἡ πρεσβεία.

### ε 1657

Ἐξεσκληκός: τὸ ὑποξηρανθέν.

### ε 1658

Ἐξεσόβησα: ἐξεδίωξα. ἐν Ἐπιγράμμασι· ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον. καὶ αὖθις· καὶ πτῶκας πολλάκις ἐξεσόβει.

### ε 1659

Ἐξεστεμμένοι: ἀντὶ τοῦ κεκοσμημένοι. εἰώθασι γὰρ τῷ στέφειν χρῆσθαι ἀντὶ τοῦ κοσμεῖν. στέμμα δέ ἐστι τὸ προσειλημμένον ἔριον τῷ θαλλῷ. Σοφοκλῆς· ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι.

### ε 1660

Ἐξέστηκε: μαίνεται. ὁ δὲ τῇ πολυχρονίῳ τριβῇ τῶν πολε‐ μικῶν οὐδόλως ἐξέστη τῶν φρενῶν.

### ε 1661

Ἐξέστησαν: ὑπεχώρησαν. οἱ δὲ βάρβαροι ἐξέστησαν αὐτοῖς ὡς κρείττοσιν.

### ε 1662

Ἔξεστιν· δοτικῇ.

### ε 1663

Ἐξέστω: ἐξουσίαν ἐχέτω.

### ε 1664

Ἐξέσσυτο: ἐξώρμησεν.

### ε 1665

Ἐξέσχεν· τούτου τὴν πλευρὰν λόγχη διήλασε καὶ ὑπὸ ῥύμης τῆς αἰχμῆς ἐξέσχεν ἐπὶ θάτερα. ἀντὶ τοῦ διήλασε, διῆλθεν.

### ε 1666

Ἐξέσχεν· ἠκοντίσθη τὸν δεξιὸν ὦμον διαμπερὲς καὶ ἐξέσχε τὸ βέλος. ἀντὶ τοῦ διῆλθεν.

### ε 1667

Ἐξετάζω· αἰτιατικῇ.

### ε 1668

Ἐξεταζόμενος: ἐρευνώμενος, δοκιμαζόμενος, ἢ συναριθμού‐ μενος. ἐν πράξεσι μεγίσταις ἐξεταζόμενος. καὶ αὖθις· ἐρρύετο τὴν πόλιν ἔνδον ἐξεταζόμενος Φουρτωνίων ὑποστράτηγος τῶν ἐπὶ τῆς Μυσίας, οὓς δοῦκας καλοῦσιν.

### ε 1669

Ἐξεταζόμενοι πρὸς τοῖς βασιλείοις: ἀριθμούμενοι ἐν τοῖς βασιλείοις.

### ε 1670

Ἑξέτει: ἑξαέτει. βαρυτόνως, Ἀττικῶς. Ἀριστοφάνης Νεφέ‐ λαις· οἶδ’ ἑξέτει σοι τραυλίσαντι πειθόμενος. καί, ἓξ ἐτῶν ἄλουτος. Ἀττικὴ σύνταξις.

### ε 1671

Ἐξέτηξεν: ἠφάνισεν.

### ε 1672

Ἐξευγενίζω· αἰτιατικῇ.

### ε 1673

Ἐξ εὐθείας: ἐπιστολὴν δὲ ἐξ εὐθείας πρὸς αὐτὸν ἐπιθεῖναι ἐνάρκησα. τουτέστιν ἰδιάζουσαν, ἐκ τοῦ παραυτίκα.

### ε 1674

Ἐξευμενίζεσθαι: πείθεσθαι.

### ε 1675

Ἐξεφαύλισαν: παρ’ οὐδὲν ἐλογίσαντο. οἱ δὲ οὐκ ἐξεφαύλισαν τὴν τῶν Κρητῶν αὐτοσχέδιον ἐκείνην μοῦσαν, οἷα δή που λιτήν τινα θυσίαν.

### ε 1676

Ἐξ ἐφόδου: ἐκ τοῦ παραχρῆμα, χωρὶς πόνου. ὡς ἔγνω μὴ ἐξ ἐφόδου οἷόν τε ἐξελεῖν τὴν Θεοδοσίου πόλιν, ἀναχωρεῖ.

### ε 1677

Ἐξεφωνεῖτο· ὁ δὲ Ἀττικός, ἐπίσκοπος Κωνσταντινουπόλεως, οὐκ ἐπαύετο διανυκτερεύων περὶ τὰ τῶν παλαιῶν ἀναγνώσματα. διὸ καὶ οὐκ ἐξεφωνεῖτο παρὰ τῶν φιλοσόφων σοφιστῶν.

### ε 1678

Ἐξεφοίτα: ἐθριάμβευεν. ὁ δὲ παρὰ τοὺς ἀτελέστους καὶ βε‐ βήλους ἐξεφοίτα τὰ τῶν Σαμοθρᾳκῶν ὄργια· ὃς φωραθεὶς ἀπέδρα πρὸς τοὺς Κυζικηνούς.

### ε 1679

Ἐξέφυ: ἐβλάστησεν.

### ε 1680

Ἐξεφύρθης: ἐμιάνθης.

### ε 1681

Ἐξεφύσησα: διεσκόρπησα, ἐβδελυξάμην.

### ε 1682

Ἐξεφύσησεν: ἐκίνησεν, ἐτάραξεν. ἀπὸ τοῦ σπινθῆρος δὲ τὸ φυσῆσαι ἔλαβεν Ἀριστοφάνης· ἐμβαλὼν σπινθῆρα Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησε τοσοῦτον πόλεμον, ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δα‐ κρῦσαι.

### ε 1683

Ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου: τουτέστι διεχύθην καὶ ἐκινήθην εἰς ὀδυρμούς, ἄπαυστον ἔχω τὸν θρῆνον.

### ε 1684

Ἐξέχειν τὸν ἥλιον: τὸ ἐπιτεταλκέναι. ἔξεχε, ὦ φίλ’ ἥλιε. κωλάριόν τι παροιμιῶδες ὑπὸ τῶν παιδίων λεγόμενον, ὅταν ἐπινέφῃ ψύχους ὄντος. Ἀριστοφάνης Νήσοις· λέξεις ἄρ’, ὥσπερ τὰ παιδία, ἔξεχε, ὦ φίλε ἥλιε. καὶ ἐν Σφηξί· καὶ ταῦτα μὲν νῦν εὐλόγως, ἢν ἐξέχῃ εἵλη κατ’ ὄρθρον, ἡλιάσῃ πρὸς ἥλιον.

### ε 1685

Ἐξεχώρησεν· ὁ γάρ οἱ ἀστράγαλος ἐξεχώρησεν ἐκ τῶν ἄρθρων.

### ε 1686

Ἐξέχρη· οἴμοι τὰ πολλὰ ἐξέχρη κακά, ἐλθόντι χώραν τερμίαν· ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον.

### ε 1687

Ἔξει: τουτέστιν ἔξελθε, παρὰ Ἀριστοφάνει.

### ε 1688

Ἕξει: παρέξει· οὐχ ὑποτάσσει, ἐὰν ἕξῃ.

### ε 1689

Ἑξείδιον.

### ε 1690

Ἐξείη: συνεκεχώρητο, εἴθιστο. Ξενοφῶν· ᾔδεσαν γὰρ πάντες, ὅτι ἐξείη αὐτῷ καὶ ἀριστῶντι καὶ δειπνοῦντι προσελθεῖν, καὶ εἰ καθ‐ εύδει ἐπεγειροῦντα εἰπεῖν, εἴ τις τι ἔχοι πρὸς πόλεμον.

### ε 1691

Ἑξείης: παρὰ ποιηταῖς ἐφεξῆς, ἐπὶ στίχον.

### ε 1692

Ἐξεικασμένον· θεραπεύοντι τὸν νεὼν καὶ γεραίροντι πᾶν ὁτιοῦν ἄγαλμα ἐξεικασμένον αὐτῷ καὶ τετιμημένον. ἀντὶ τοῦ ἐξω‐ μοιωμένον.

### ε 1693

Ἐξεικασμένος: πεπλασμένος. Ἀριστοφάνης· μὴ δείδιθ’· οὐ γάρ ἐστιν ἐξεικασμένος. ἀντὶ τοῦ πεπλασμένος πρὸς ὁμοιότητα. ἔθος γὰρ ἦν τοῖς κωμικοῖς ὅμοια τὰ προσωπεῖα ποιεῖν τοῖς κωμῳδουμένοις ὑπ’ αὐτῶν καὶ περιτιθέναι τοῖς ὑποκριταῖς.

### ε 1694

Ἐξεικονισμένον: μεμορφωμένον.

### ε 1695

Ἐξειλεγμένον: ἐκλεκτόν.

### ε 1696

Ἐξείλετο: ἔλαβεν.

### ε 1697

Ἐξειμένοι: ἀφειμένοι.

### ε 1698

Ἔξειμι, οὐκ ἐξελεύσομαι λέγουσιν Ἀττικοί.

### ε 1699

Ἐξεῖναι: δυνατὸν εἶναι.

### ε 1700

Ἐξείνισαν: ἐξενοδόχησαν.

### ε 1701

Ἐξείραντες: ἐξελκύσαντες, ἐξελόντες. Ἀριστοφάνης· τὴν γλῶσσαν ἐξείραντες αὐτοῦ ἐκκοψόμεθα.

### ε 1702

Ἐξείργειν: ἀπείργειν, κωλύειν.

### ε 1703

Ἐξείρετο: ἠρώτα.

### ε 1704

Ἐξείρπυσεν: ἐξεσύρθη, ἐξῆλθεν. ἡ δὲ ἔχιδνα ἐξείρπυσεν ὑπὸ τοῦ πυρὸς ἀναγκασθεῖσα.

### ε 1705

Ἔξεισιν: ἐξέρχεται.

### ε 1706

Ἐξειστήκει: ἐξηλλάττετο. καὶ τρόμῳ εἴχετο, καὶ ἡ χρόα αὐτοῦ ἐξειστήκει, καταδείσαντι τὸ πλῆθος τῆς στρατιᾶς καὶ τῶν ὅπλων τὴν λαμπρότητα.

### ε 1707

Ἐξεῖρψεν: ἀνέδωκεν.

### ε 1708

Ἐξῇ: αὐθυπότακτον. ἀντὶ τοῦ δυνατὸν ὑπάρχῃ.

### ε 1709

Ἐξηγήσασθαι τοῦ διηγήσασθαι διαφέρει. διηγήσασθαι μὲν γάρ ἐστιν εἰπεῖν ἁπλῶς, ἅ τις αὐτὸς ἐπίσταται, ἤτοι πρὸς ἀγνοοῦντας τοὺς ἀκροωμένους λέγων ἢ καὶ πρὸς εἰδότας. τὸ δὲ ἐξηγήσασθαι ἅμα λέγειν τε περὶ ὧν ἀγνοοῦσιν οἱ ἀκούοντες, καὶ διδάσκειν αὐτούς, περὶ ὧν πυνθάνονται.

### ε 1710

Ἐξηγηταί: οἱ τοὺς νόμους τοῖς ἀγνοοῦσιν ὑποδεικνύοντες καὶ διδάσκοντες περὶ τοῦ ἀδικήματος, οὗ ἕκαστος γράφεται.

### ε 1711

Ἐξηγηταί: τρεῖς γίνονται πυθόχρηστοι, οἷς μέλλει καθαίρειν τοὺς ἄγει τινὶ ἐνισχηθέντας. καὶ οἱ ἐξηγούμενοι τὰ πάτρια. καὶ Ἡρόδοτος· σὺ ἐς οἶκον τὸν βασιλέως ἐξηγητὴς γίνεται πρηγμάτων ἀγαθῶν, καὶ ταῦτα εὖ παρανέεις πάντα. Ἐξηγητής, ἰδίως ὁ ἐξ‐ ηγούμενος τὰ ἱερά. ἔστι δὲ καὶ ἃ πρὸς τοὺς κατοιχομένους ὀνομα‐ ζόμενα ἐξηγοῦντο τοῖς δεομένοις.

### ε 1712

Ἐξηγορία: ἐπαγγελία.

### ε 1713

Ἐξηγοῦμαι· δοτικῇ.

### ε 1714

Ἐξηγρόμην: ἐξηγειρόμην. Ἀριστοφάνης· κᾆτ’ ἔγωγ’ ἐξ‐ ηγρόμην. ἐπὶ τῶν ψευδομένων. εἰρηκότος γὰρ τοῦ Διονύσου, ναυ‐ μαχήσας ναῦς τῶν πολεμίων ιγʹ· ἐπιφέρει ὁ Ἡρακλῆς, κᾆτ’ ἔγωγ’ ἐξηγρόμην. σκώπτων τὸν Διόνυσον, καὶ ἐγώ, φησίν, ἀνέστην ἐξ ὀνείρων· δηλῶν, ὅτι ταῦτα ὄναρ ἔπραξε. τῶν ἐπίτηδες ψευδομένων λεγόντων τοῦτο, καθὸ δηλοῦται, ὅτι ἐνυπνίῳ ἐῴκει τὸ λεγόμενον.

### ε 1715

Ἐξῄεσαν: ἐξεπορεύοντο.

### ε 1716

Ἐξ ἠθέων: ἐκ τῶν συνήθων τόπων, ἐν οἷς συναναστρέφονται.

### ε 1717

Ἐξηκεστίδης καὶ κλίνεται Ἐξηκεστίδου. Ἀριστοφάνης· ἐπὶ τῶν ἀμηχάνων. τοῦτον γὰρ ὡς ξένον διαβάλλουσι καὶ πλάνον. οἱ δὲ ξένοι μᾶλλον ἴσασι τὰς ὁδούς. ἐξαπορήσαντες οὖν τῆς ὁδοῦ καὶ ἀποπλανηθέντες εἶπον· οὐδ’ ἂν Ἐξηκεστίδης εὕροι τὴν εὐθεῖαν ὁδόν. εἴρηται οὖν ἐπὶ τῶν ὁδοῦ ἀποπλανηθέντων.

### ε 1718

Ἐξήκεστος: ὄνομα κύριον.

### ε 1719

Ἐξήκει: παρῴχηκεν. Ξενοφῶν· ὁ δὲ χρόνος ἐξήκει. καὶ αὖθις· ὁ δὲ συνεῖδεν ἐξήκειν τοῦ χρησμοῦ τὴν φήμην.

### ε 1720

Ἐξῆκον: Αἰλιανός. ἀντὶ τοῦ ὑπερέχον. καὶ ἑώρων φάσμα τὸ μέγεθος ἐξῆκον πέρα καὶ ἀνωτέρω τοῦ ἱστοῦ.

### ε 1721

Ἐξήκοντος: παρερχομένου. ἐξήκοντος τοῦ χρόνου, οὗπερ ἐντὸς ἔδει ἐπανιέναι πρὸς τὸν σφῶν ἄρχοντα.

### ε 1722

Ἐξήλασμα: ἡ δίωξις.

### ε 1723

Ἐξήλατο: ἐπήδησεν.

### ε 1724

Ἐξηλιασμένων: κεκαυμένων.

### ε 1725

Ἐξηλιθιότης: ἐπίτασις τῆς μωρίας.

### ε 1726

Ἐξήλικας: ἐξέβαλες, ἐξέωσας. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’, ὦ μέλ’, ἐξήλικας ἐμέ γ’ ἐκ τῶν ἐμῶν.

### ε 1727

Ἐξῆλθεν: ἐξέβη, ἐτελέσθη. ὅτι Ζήνωνι παρ’ ἣν εἶχε δόξαν ἐξῆλθε τὸ μάντευμα· ἀντὶ γὰρ τῆς βασιλίδος, ὡς ᾤετο, πόλεως, εἰς λόφον συγκλεισθέντι τὸ αὐτὸ ὄνομα ἔχοντα, συνέβη τὸ πέρας τοῦ βίου.

### ε 1728

Ἐξήλυσις: ἐξέλευσις.

### ε 1729

Ἐξήμβλωκας: ἡμιτελῆ ἐξέωσας. ἐξαμβλῶσαι δὲ ἰδίως ἐπὶ τῶν γυναικῶν λέγεται τῶν ἀποτικτουσῶν θᾶττον, οὐ κατὰ τὸν τῶν ὠδίνων καὶ τῆς κυοφορίας νόμον. καὶ τὸ φάρμακον δὲ τὸ αἴτιον τοῦ ἐξαμ‐ βλοῦν τὰς γυναῖκας ἀμβλώθριον καλεῖται.

### ε 1730

Ἐξημβλωμένον· Ἀριστοφάνης· ἀλλ’ εἶπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον. τουτέστι τὸ παραπολωλὸς καὶ διεφθαρμένον.

### ε 1731

Ἐξήμβλωσεν: ἐξέτρωσεν. Ἀριστοφάνης Νεφέλαις· ἐξήμ‐ βλωκας, ἀντὶ τοῦ ἀτελῆ ἐποίησας. καὶ αὖθις· καὶ οὐκ ἐξήμβλωτό οἱ ἡ ἐλπίς. ἀντὶ τοῦ ἀτελὴς ἐγένετο. οὕτω φησὶν Αἰλιανός· ἀλλ’ αὕτη γε ἡ ἐλπὶς ἐξήμβλω αὐτῇ. καὶ αὖθις Αἰλιανός· ἐξήμβλωτο δὲ ἡ ἔννοια τῆς θεοσυλίας τῷ ἀνοσίῳ ἀποσφαγέντος αὐτοῦ. καὶ τὰ ἐξημ‐ βλωμένα ἔμβρυα.

### ε 1732

Ἐξῆμμαι· γενικῇ.

### ε 1733

Ἐξημμένοι: ἐκδεδυμένοι. ἢ ἐξαφθέντες.

### ε 1734

Ἐξημημένος: ἀφῃρημένος. Σοφοκλῆς· εἰ δέ τις στρατοῦ βίᾳ ς’ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ, κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός, γένους ἅπαντος ῥίζαν ἐξημημένος.

### ε 1735

Ἐξῆν: ἐξεγένετο, δυνατὸν ἦν.

### ε 1736

Ἐξηνδραποδισμένον· πλείστας δὲ πόλεις ἐξηνδραποδισμένον καὶ πεπραξικοπηκότα. ἀντὶ τοῦ προδώσαντα.

### ε 1737

Ἐξήνθησεν: ἀνεβλάστησεν, ἀνέθαλλεν. Ἐξήνθισε δὲ τὸ ἄνθη συνέλεξεν. καὶ Ἐξανθίζω δὲ τὸ βάπτω· ὡς τό, ποικίλας ἐξηνθίκατε τὰς βαφάς.

### ε 1738

Ἐξηνθισμέναι: ἄνθεσι κεκοσμημέναι, οἷον ψιμυθίῳ, φύκει καὶ τοῖς ὁμοίοις. αἳ καθήμεθ’ ἐξηνθισμέναι, κροκωτὰ φοροῦσαι καὶ κεκαλ‐ λωπισμέναι, καὶ κιμβερίκ’ ὀρθοστάδια καὶ περιβαρίδας· κἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.

### ε 1739

Ἐξήνιον: ἔξω ζυγοῦ, ἀνυπότακτον. Ἐξήνυον δὲ ἐκ τοῦ ἀνύω.

### ε 1740

Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον: ὅταν ὑπὸ τοῦ σῴ‐ ζοντος τὸ σῷζον ἐξαπατηθῇ.

### ε 1741

Ἐξήπαφεν: ἐξηπάτησεν.

### ε 1742

Ἐξῆπται: ἐξῆρται, κρεμᾶται. καὶ Ἐξῆπτο, διεγήγερτο φλόξ.

### ε 1743

Ἐξήρετο: ἠρώτα.

### ε 1744

Ἐξῆρεν: ἀπῆρεν.

### ε 1745

Ἐξῄρηνται: ἐκβέβληνται.

### ε 1746

Ἐξήρκει: ἐξίσχυεν. οὐ γὰρ ἐξήρκει τὰ ὑποζύγια πρὸς τῆς ὁδοῦ τὴν χαλεπότητα, ὥστε αἰρόμενοι τὰς ἁμάξας ἐξέφερον ἐκ τῶν δυσπόρων.

### ε 1747

Ἐξηρμένην: ὑψουμένην.

### ε 1748

Ἐξήρτα: ἐξῆπτεν, ἀπεκρέμα. τὰ δὲ γράμματα τὰ βασιλικὰ ἀπὸ τῶν ἀνδριάντων ἐξήρτα. καὶ Ἐξηρτῆσθαι ὁμοίως. Ἐξ‐ ηρτίσθαι δὲ ἑτοιμάζεσθαι, εὐτρεπίζεσθαι. καὶ ἐς παρασκευὴν ἐξ‐ ηρτίσθαι πολέμου.

### ε 1749

Ἐξήρτημαι· γενικῇ.

### ε 1750

Ἐξηρτυμένος: παρὰ Ἡροδότῳ κατεσκευασμένος, ἡτοιμασμένος.

### ε 1751

Ἑξῆς: μετὰ ταῦτα.

### ε 1752

Ἐξησθενηκότας: τεταλαιπωρηκότας, παρειμένους. οἱ δὲ Κελτοὶ ἰδόντες τοὺς Ῥωμαίους μάχεσθαι παρεσκευασμένους καὶ δόξαντες ἐξ‐ ησθενηκότας τὰ σώματα ὑπὸ λιμοῦ τὸν τάχιστον αἱρεῖσθαι τῶν θα‐ νάτων.

### ε 1753

Ἐξήσκει: ἐπαίδευεν, ἐγύμναζεν. καὶ πλὴν ἀγαθῆς ψυχῆς σῶμα οὐκ ἔχων ὅμως ἔκαμνε καὶ τὰς δυνάμεις ἐξήσκει καὶ κατεκόσμει πρὸς τὸ ἀνδρικώτερον.

### ε 1754

Ἐξησκηκότες: καμόντες.

### ε 1755

Ἐξητάσθης: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου καὶ κατὰ Ἀν‐ δροτίωνος ἀντὶ τοῦ ὤφθης, ὡράθης.

### ε 1756

Ἐξητασμένον: ἠκριβωμένον. οὐκ ἂν εὕροι τις οὔτε δαψιλὲς οὔτε πρὸς τὸ δίκαιόν τε καὶ ἴσον ἐξητασμένον.

### ε 1757

Ἐξηχεῖτο: ἐξηκούετο.

### ε 1758

Ἐξιάλλειν: ἐκβάλλειν.

### ε 1759

Ἐξίδισεν: ἀπεπάτησεν. Ἀριστοφάνης· εἴτε Πατροκλείδης τις ὑμῶν χεζητιῶν οὐκ ἂν ἐξίδισεν εἰς θοιμάτιον, ἀλλ’ ἔπτατο.

### ε 1760

Ἐξίῃ: μέλλοντος σημασίαν.

### ε 1761

Ἐξίησιν: ἐξέρχεται.

### ε 1762

Ἐξικμασμένη: ἐξηραμμένη. ἄλλως τε ἐν ξηρᾷ χώρᾳ ὑπὸ τοῦ θέρους ἐξικμασμένῃ δεινῶς ἐσπάνισεν ὕδατος.

### ε 1763

Ἐξίλασμα: ἡ δυσώπησις, ἡ παράκλησις.

### ε 1764

Ἐξιλάσομαι· αἰτιατικῇ. δυσωπήσω.

### ε 1765

Ἐξιλεοῦσθαι.

### ε 1766

Ἐξίλλειν: ἐκφεύγειν.

### ε 1767

Ἕξις· ἕξις ἐστὶν ἡ κατὰ φύσιν ἑκάστου ἐνέργεια καὶ ὁλοκληρία. οἷον ἐπὶ μὲν ψυχῆς αἱ ἀρεταί, ἐπὶ δὲ σώματος τὸ ἐντελὲς τῶν μελῶν καὶ ἀνάλογον καὶ ὑγεία. ἡ δὲ τούτων ἀτευξία καὶ διαμάρτησις καὶ καθόλου ἀναίρεσις λέγεται στέρησις. διαφέρει δὲ ἕξις διαθέσεως· ἡ μὲν γὰρ ἕξις δυσμετάθετός ἐστιν, ἡ δὲ διάθεσις εὐμετάβλητος. διάθεσις δὲ ἡ κατὰ συμβεβηκὸς τοιάδε ἑκάστου ποιότης· λέγομεν γάρ, ὅτι πολεμίως ἢ φιλικῶς διάκειται ὁ δεῖνα πρὸς τόνδε, ἢ ὁ δεῖνα ἄν‐ θρωπος ὑγιεινοτέρως διάκειται πρὸς ἑαυτὸν νῦν ἢ πρότερον. διαφέρει ἕξις διαθέσεως· ἡ μὲν γὰρ ἕξις δυσκίνητος, ἡ δὲ διάθεσις εὐκίνητος. ζήτει ἐν τῷ διάθεσις.

### ε 1768

Ἕξις: δυσμετακίνητος τρόπος. ἤτοι διάθεσις. διαιρεῖται δὲ ἡ ἕξις εἰς ἀρετὴν καὶ κακίαν. ἕξεως δὲ εἴδη ἀρετή τε καὶ κακία.

### ε 1769

Ἐξισωτής: ὁ ἐπόπτης.

### ε 1770

Ἐξίσταμαι· γενικῇ. καὶ ἐξιστάμενος.

### ε 1771

Ἐξιστάμενος: ἀντὶ τοῦ παραχωρῶν. ὁ οὖν Μάρκελλος κύριος ἦν τῶν πραγμάτων, ὀνόματος μόνου καὶ σχήματος τῷ Ἰουλιανῷ ἐξ‐ ιστάμενος, τὴν δὲ ἀληθεστέραν αὐτὸς ἀρχὴν μεταχειριζόμενος. τάτ‐ τεται δὲ καὶ ἐπὶ τοῦ ἐκπληττόμενος.

### ε 1772

Ἐξίστασθαι: διαχωρίζεσθαι. ὁ δέ, ὅσοι τῆς στάσεως ἐναγεῖς ἐκέλευσεν ἐξίστασθαι, οὓς κατηκόντισεν. εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροις χοροῖσιν. ἀντὶ τοῦ ἐκχωρεῖν. ὅς τις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύοι. καὶ αὖθις· ἐξίστασθαι μύσταισι χοροῖσιν. Ἀριστοφάνης. ὑπὲρ τοῦ ἐξίστασθαι μηδὲ ὀξίνην τὸν οἶνον εὐχερῶς ἅλις τοῖς κεράμοις ἐμβάλλονται.

### ε 1773

Ἐξίστησιν: ἐκπλήττει. οὔτε δέος ἐξίστησιν αὐτοὺς οὔτε δα‐ πάναι οὔτε πόνος.

### ε 1774

Ἐξιστορήσαντες· αἰτιατικῇ. ἀναζητήσαντες, διηγησάμενοι. τούτους οἱ Ἕλληνες ἐξιστορήσαντες ἃ ἐβούλοντο πυθέσθαι ἀπὸ τῆς Ξέρξου στρατιᾶς, ἀποπέμπουσι δεδεμένους.

### ε 1775

Ἐξισοῖ: ἴσα πράσσει. Σοφοκλῆς· μήτηρ καλεῖται, μητρὶ δ’ οὐδὲν ἐξισοῖ. ἀντὶ τοῦ οὐκ ἴσα πράσσει τῷ τῆς μητρὸς ὀνόματι.

### ε 1776

Ἐξισοῦμαι· δοτικῇ.

### ε 1777

Ἐξιτηλία.

### ε 1778

Ἐξίτηλα: ἀφανῆ, εὐτελῆ, χαῦνα.

### ε 1779

Ἐξιτηρίους: εὐχὰς ἐφοδίους τοῖς πρὸς ἔξοδον ἰοῦσιν, ἢ πρὸς θάνατον.

### ε 1780

Ἐξιτήρια καὶ Ἐξαγγέλια: κατὰ Ῥωμαίους τὰ ὑπὲρ τῆς ἐξόδου παρεχόμενα.

### ε 1781

Ἐξιχωρίζεσθαι: ἐκπιέζεσθαι, τὸν ἰχῶρα ἐκβάλλειν. καὶ οἷον εἰς γάρον ἐξιχωρίζεσθαι.

### ε 1782

Ἐξοδία· ἡ ἔξοδος. Πολύβιος· τὸ μὲν οὖν πρῶτον ὡς ἐπ’ ἐξοδίαν ὁρμήσαντες ἐκ τῆς πόλεως παρὰ τὴν ὁδὸν ἔμειναν.

### ε 1783

Ἐξοδίαν· πάνδημον ἐξοδίαν ποιησάμενοι καθῆκαν ἐνέδραν.

### ε 1784

Ἐξόδιοι νόμοι: αὐλήματα δι’ ὧν ἐξῄεσαν οἱ χοροὶ καὶ οἱ αὐληταί. οὕτως Κρατῖνος· τοὺς ἐξοδίους ὑμῖν ἵν’ αὐλῶ τοὺς νόμους.

### ε 1785

Ἐξόδων: ἀνατολῶν. Δαβίδ· οὔτε ἐξ ἐξόδων οὔτε ἀπὸ δυσμῶν.

### ε 1786

Ἐξοκέλλει.

### ε 1787

Ἐξολίσθῃ: ἐκπέσῃ. μεμνημένας ἀεὶ λέγειν τοῦτο τὸ ῥῆμα, ὡς μήποτ’ ἐξολίσθῃ ἡμᾶς. ὁ γὰρ κίνδυνος οὐχὶ μικρός, ἢν ἁλῶμεν.

### ε 1788

Ἐξολῶν: ἐκβάλλειν μέλλων καὶ ἐξωθεῖν τῆς πολιτείας. ἀλ‐ λαντοπώλης ἐσθ’ ὁ τοῦτον ἐξολῶν.

### ε 1789

Ἐξομηρευσάμενος: καλῶς διοικήσας. τὴν δὲ πόλιν ἐξομη‐ ρευσάμενος ἠσφαλίσατο φρουρᾷ. Ἐξομηρευσάμενος οὖν ἀντὶ τοῦ συμφωνήσας.

### ε 1790

Ἐξομηρευσάμενοι: ὁμογνώμονας ποιήσαντες. ἐξομηρευσά‐ μενοι δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς πλείους τῶν δυναστῶν ἐνέβαινον εὐθαρσῶς εἰς τὸν πόλεμον.

### ε 1791

Ἐξομιλῶ· δοτικῇ.

### ε 1792

Ἐξόμνυσιν. καὶ Ἐξόμνυσθαι, ἀρνεῖσθαι.

### ε 1793

Ἐξομολόγησις: εὐχαριστία.

### ε 1794

Ἐξ ὁμολόγου: προφανοῦς. διὰ τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας πολλοὶ ἔπιπτον ἐξ ἀμφοτέρων. καὶ αὖθις· εἰς ὁλοσχερῆ δὲ κρίσιν ἐξ ὁμολόγου καταβαίνειν οὐχ οἷός τ’ ἦν. κατὰ πρόσωπον.

### ε 1795

Ἐξομολογοῦμαι· δοτικῇ.

### ε 1796

Ἐξομόργνυνται: ἀπομάττονται, ἀφοσιοῦνται.

### ε 1797

Ἐξομόσασθαι· οἱ μαρτυρήσειν τισὶν ἐν δικαστηρίῳ ὑπισχνού‐ μενοι, εἰ μετὰ ταῦτα μὴ βούλοιντο καταμαρτυρεῖν, ὤμνυον μηδὲν ἐπί‐ στασθαι. καὶ τοῦτό ἐστιν ἐξομόσασθαι.

### ε 1798

Ἐξομόσαιτο: παντελῶς ἀρνήσαιτο. δημοσίᾳ δὲ κἂν ἐξομό‐ σαιτο τοῦ εἶναι τῆς Κότυος.

### ε 1799

Ἐξόν: δυνατόν. Ἰώσηπος· νῦν δὲ Ἰουδαίους ἐλπίσας δυσω‐ πήσειν ἐν τῷ κακοῦν ἐξὸν μὴ θέλειν.

### ε 1800

Ἐξόν· τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθ’ ἄν, ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν; ἐπὶ τῶν πορνικῶν καὶ ἀσελγῶν γραῶν. καὶ ὁ ἀπόστολος Πέτρος· ἄν‐ δρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς.

### ε 1801

Ἐξονομήνῃς: ἐξείπῃς ἐξ ὀνόματος.

### ε 1802

Ἐξονυχίζειν: ἐξετάζειν τοῖς ὄνυξι. βλάβην νομίζομεν τὸ μὴ περὶ ἑκάστου ἀκριβοῦν καὶ ἐξονυχίζειν. ἢ τὸ ἀκριβολογεῖσθαι.

### ε 1803

Ἐξ ὄξους δίκη· οὔτοι καταπροίξῃ, μὰ τὸν Ἀπόλλω, ταὐτὸ δρῶν, ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.

### ε 1804

Ἐξόπλους· ἅμα δὲ λαμβάνειν ἐξόπλους τοὺς πολεμίους κατὰ τὴν ἐπὶ τοὺς Μακεδόνας ἔφοδον.

### ε 1805

Ἐξοργιεῖν: εἰς ὀργὴν ἐμβαλεῖν. ταῦτα δὲ ἔπραξεν ὁ Καῖσαρ, οὐχ ὅτι καταπλήξειν αὐτόν, ἀλλ’ ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου λήψεσθαι.

### ε 1806

Ἐξορευγμία: ἡ ὀρυγή. Ὀξυρευγμία λέγεται, ὅταν ἡ τροφὴ ἐποξίσῃ.

### ε 1807

Ἐξορίζομαι· γενικῇ· Ἐξορίζω δὲ αἰτιατικῇ.

### ε 1808

Ἐξόριστον: ἀντὶ τοῦ φυγάδα. Δημοσθένης.

### ε 1809

Ἐξορχησάμενος· αἰτιατικῇ. ἀντὶ τοῦ φυγὼν καὶ ἀποδράς. Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος.

### ε 1810

Ἐξοστρακίζω· γενικῇ.

### ε 1811

Ἐξοστρακισμός: ἐξορισμός. ζήτει ἐν τῷ ὀστρακισμός.

### ε 1812

Ἐξότου: ἐπίρρημα.

### ε 1813

Ἐξ οὗ: οὐ σημαίνει τὴν ὕλην, ὡς τοῖς ἔξω δοκεῖ· ἀλλὰ συν‐ ηθέστερον τῇ γραφῇ ἐπὶ τῆς ἀνωτάτω αἰτίας τὴν φωνὴν ταύτην παραλαμβάνειν, ὡς ἐπὶ τοῦ, εἷς θεός, ἐξ οὗ τὰ πάντα. κέχρηται μέντοι καὶ ὁ τῆς ἀληθείας λόγος τῇ λέξει καὶ ἐπὶ τῆς ὕλης πολλάκις, ὡς ὅταν λέγῃ· ποιήσεις τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων. καί, ποιήσεις τὴν λυχνίαν ἐκ χρυσοῦ καθαροῦ. καί, ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός. καί, ἐκ πηλοῦ διήρτησαι σὺ ὡς κἀγώ.

### ε 1814

Ἐξουθενῶ σε: ἀντ’ οὐδενός σε λογίζομαι.

### ε 1815

Ἐξούλης: κατὰ τῶν ἐλασάντων τοὺς ἑλόντας ἐκ τῶν τοῦ ὀφλόντος καὶ κατὰ τῶν ὀφλούντων τοῖς ἁλοῦσιν. ἐπειδάν τις κατα‐ δικασθεὶς μὴ ἐκτίνῃ τὴν καταδίκην, εἰσεπράττετο ὑπὸ τοῦ δήμου καὶ ἄλλο τῷ δήμῳ τοσοῦτον λελογισμένως πάνυ. εἰ γὰρ τῷ ἰδιώτῃ δι‐ πλάσιον ἐπράττετο, παραιτήσεως ἂν ἐτύγχανε δεόμενος ὁ ἁλοὺς καὶ ἁπλοῦν ἂν ἐξέτινε. νυνὶ δὲ ἀπαραίτητόν ἐστι τὸ δημόσιον. δηλοῖ δὲ καὶ Δημοσθένης· δίκην δὲ τούτῳ λαχὼν τῆς κατηγορίας εἷλον ἐρήμην· οὐ γὰρ ἀπήντα. λαβὼν δὲ ὑπερήμερον εἰσελθεῖν δεδύνημαι. τὸ δὲ κωλύειν ἐξέλλειν ἔλεγον οἱ παλαιοί. ἔστιν οὖν ἐξίλλειν κατὰ τὸ ἔτυμον τὸ ἐκφεύγειν καὶ περιπλέκειν, μὴ παρέχοντα τὴν τιμωρίαν, καὶ τούτῳ τῷ τρόπῳ διακωλύειν.

### ε 1816

Ἐξούλης: ὄνομα δίκης, ἣν ἐπάγουσιν οἱ φάσκοντες ἐξείργεσθαι τῶν ἰδίων κατὰ τῶν ἐξειργόντων. εἴρηται μὲν οὖν τοὔνομα ἀπὸ τοῦ ἐξίλλειν, ὅπερ ἐστὶν ἐξείργειν καὶ ἐξωθεῖν καὶ ἐκβάλλειν. δικάζονται δὲ ἐξούλης κἀπὶ τοῖς ἐπιτιμίοις οἱ μὴ ἀπολαμβάνοντες ἐν τῇ προσ‐ ηκούσῃ προθεσμίᾳ, ὑπερημέρων γινομένων τῶν καταδικασθέντων. οἱ μὲν τῇ ἐξούλης ἁλόντες καὶ τῷ ἑλόντι ἐδίδοσαν, ἃ ἀφῃροῦντο αὐτοῦ, καὶ τῷ δημοσίῳ κατετίθεσαν τὰ τιμηθέντα. ἐδικάζετο δὲ ἐξούλης καὶ ὁ χρήστης, κατέχειν ἐπιχειρῶν κτῆμα τοῦ χρεωστοῦντος καὶ κωλυόμενος ὑπό τινος. καὶ ἀπεργασίας δέ τις εἰ εἴργοιτο, δίδωσιν ὁ νόμος δικά‐ ζεσθαι πρὸς τὸν εἴργοντα ἐξούλης. καὶ περὶ ἀνδραπόδου δὲ καὶ παντὸς οὗ φησί τις αὐτῷ μετεῖναι. Δείναρχος δὲ ἰδίως κέχρηται τῷ τῆς ἐξούλης ὀνόματι ἀπὸ τῆς ἱερείας τῆς μὴ βουλομένης τὰ ἴδια δρᾶν.

### ε 1817

Ἐξούλης δίκη· οἱ δίκην νικήσαντες ὥστε ἀπολαβεῖν χωρίον ἢ οἰκίαν, ἔπειτα ἐμβατεύειν κωλυόμενοι, μὴ ἐμβατεύσαντες ἐξελαυνό‐ μενοι, δίκην εἰσάγουσι πρὸς τοὺς ἐξελαύνοντας ἢ οὐκ ἐῶντας ἐμβα‐ τεύειν. καὶ αὕτη ἡ δίκη ἐξούλης καλεῖται. εἴρηται δὲ ἀπὸ τοῦ ἐξ‐ έλλειν. οἱ παλαιοὶ γὰρ τὸ κωλύειν καὶ ἀπελαύνειν ἐξέλλειν ἔλεγον.

### ε 1818

Ἐξ οὐρίου: ἐξ ἐπιτηδείου ἀνέμου. κἂν ἐξ οὐρίων φέρηται τὴν ἄκραν ἔχων εὐημερίαν, ταλανίζειν τοῦτον χρή.

### ε 1819

Ἐξουσιάζω· γενικῇ.

### ε 1820

Ἐξοχετευόμενα: ἐκρέοντα.

### ε 1821

Ἐξόχως: πάνυ.

### ε 1822

Ἔξω βελῶν καθῆσθαι: παραινεῖ ἔξω κινδύνου εἶναι.

### ε 1823

Ἐξώγκωσεν: ὕψωσε. καὶ χῶμα ἐξώγκωσαν αὐτῷ καὶ ἐπι‐ γράμματι τιμῶσι τῷδε.

### ε 1824

Ἔξω Γλαῦκε: χειμῶνα γὰρ σημαίνει ὁ θαλάττιος.

### ε 1825

Ἐξῳδήκει: ὠγκώθη.

### ε 1826

Ἐξῳδηκώς: ὁ ὠγκωμένος.

### ε 1827

Ἐξῳδηκυῖα.

### ε 1828

Ἐξωθοῦμαι· γενικῇ.

### ε 1829

Ἐξωκέλης: τὸ λῃστρικὸν πλοῖον, ἢ ἄστρωτος ἵππος.

### ε 1830

Ἐξώκειλεν: ἐξῆλθεν, ἔπεσεν· ἐπὶ νηός, ἐξέβαλεν, ἐξέρριψεν. ἡ δὲ Κλεοπάτρα βασίλειαν βασιλέων ἑαυτὴν ἀνεῖπεν· ἐς τοσοῦτον ἄρα φρονήματος ἐξώκειλεν.

### ε 1831

Ἐξῳκοδόμηται τὸ τεῖχος, ὡς ὅταν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς καὶ Θεαγένης, ἀμφότεροι κομπασταί, ἐναντίω δύ’ ἅρματε, ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος, ὑπὸ τοῦ πλάτους ἂν παρ‐ ελασαίτην. Ἡράκλεις. τὸ δὲ μῆκος ἑκατοντόργυιον.

### ε 1832

Ἐξωλέστερον· Ἀριστοφάνης Πλούτῳ· πενία γάρ ἐστιν, ἧς οὐδὲν θηρίον ἐξωλέστερον. ἀντὶ τοῦ ἀπολέσθαι ὀφεῖλον, ἢ ἐξολοθρευ‐ τικώτερον, ἢ χεῖρον. Αἰλιανός· σύνοδοί τινες εἰς αὐτῆς ἐγίνοντο καὶ συμφοιτήσεις ἀκολάστων ἀνδρῶν καὶ γυναικῶν ἀσελγῶν καὶ μει‐ ρακίων ἐξώλη βίον προῃρημένων.

### ε 1833

Ἐξώλεια: πανωλεθρία. καὶ ἐξώλειαν ἑαυτῷ προσεπαρα‐ σάμενος, καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ. τουτέστιν ἀπηγορευμένον κακῶν.

### ε 1834

Ἐξώλης: εὐθείας πτώσεως· καὶ Προώλης καὶ Πανώλης, ἀπολλύμενος, κίναιδος. καὶ Ἐξώλεια, ἡ παντελὴς ἀπώλεια. τῷ γε μὴν πατρὶ ἐπαρωμένου ἐξώλειαν ἐπίπλαστον. καὶ αὖθις· ὅπως ἂν ἐπ’ ἐξωλείᾳ τῶν Ἰσραηλιτῶν ἀρὰς ποιήσηται ὁ μάντις.

### ε 1835

Ἐξώλισθεν: ἐξερρίφη, ἐξέπεσε. Διονύσιος ὁ δεύτερος ἐξώλισθε τῆς ἀρχῆς καὶ ἐς Κορινθίους ἧκε φυγάς.

### ε 1836

Ἐξωλόθρευσας πάντα τὸν πορεύοντα ἀπὸ σοῦ· οὕτω γραπτέον καὶ μὴ πορνεύοντα.

### ε 1837

Ἐξωμμάτωται: ἐπιτεταμένως ὁρᾷ. ἡ γὰρ ἔξ πρόθεσις ἐπί‐ τασιν δηλοῖ· ὡς, ἐκ θυμοῦ φιλέων. ἢ μᾶλλον παίζων ἐπὶ στερήσεως λέγει. Ἀριστοφάνης Πλούτῳ· ἐξωμμάτωται καὶ λελάμπρυται κόρας.

### ε 1838

Ἐξωμίς: Ἀττικὸν λεξείδιον. σημαίνει δὲ χιτῶνα ἐλευθέριον, οὐκ ἐπισκεπάζοντα τοὺς βραχίονας, εὐτελῆ.

### ε 1839

Ἐξωμισάσαις: ἄχρι τῶν ὤμων γυμνωσάσαις. χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. Ἀριστοφάνης.

### ε 1840

Ἔξωμος. καὶ Ἐξωμόσατο, ἀπηγόρευσε. καὶ Ἐξομό‐ σασθαι· τὸ μεθ’ ὅρκου ἀπαρνήσασθαι πρᾶξίν τινα, διὰ νόσον ἢ πρό‐ φασιν ἑτέραν τινά, ἐξομόσασθαί ἐστιν. οὕτως Δημοσθένης.

### ε 1841

Ἐξωμοσία: ἔνορκος παραίτησις, δι’ εὔλογον αἰτίαν. Ἐξω‐ μοσία, ὅταν τις φάσκῃ ἢ ὑπὲρ ἑαυτοῦ ἢ ὑπὲρ ἑτέρου ἐγκαλούμενος, μὴ δεῖν εἰσάγεσθαι δίκην· εἶτα καὶ τὴν αἰτίαν, δι’ ἣν οὐκ εἰσαγώγιμος ἡ δίκη· εἰ δοκεῖ κατὰ λόγον ἀξιοῦν, ἐδίδοτο αὐτῷ ἐξωμοσίᾳ χρῆσθαι. καὶ οὕτως διεγράφετο ἡ δίκη.

### ε 1842

Ἐξώμοτος.

### ε 1843

Ἐξωνήσατο: ἐξηγόρασεν, ἐπορίσατο. χρυσίον δίδωσιν, οὐ μὴν ἐξωνήσατο τὸ μηδὲν παθεῖν.

### ε 1844

Ἐξονυχίζω.

### ε 1845

Ἐξωπτῆσθαι: ὠπτημένον ὑπάρχειν.

### ε 1846

Ἔξωρα· Σοφοκλῆς· ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσηκότα.

### ε 1847

Ἐξωραϊσμένον: κεκαλλωπισμένον.

### ε 1848

Ἐξώργισεν: ἐξεθύμωσεν.

### ε 1849

Ἐξωρίσθω: ὑπερσυντελικός.

### ε 1850

Ἔξωρος: ὁ γεγηρακώς. ἢ ἄκαιρος. ὅσοι ἀπόλεμοι ἦσαν καὶ ἔξωροι τὴν ἡλικίαν, ἐξωθοῦνται. Ἄωρος γὰρ καὶ Ἔξωρος ἡλικία.

### ε 1851

Ἐξωρχησάμην· πρὸς ὃν ἐξωρχησάμην τὰ τέως ἀνέκπυστα. ἐξεφαύλισα, κατέπαιξα. καὶ αὖθις· ὁ δὲ μεθυσθεὶς ἐν τῇ οἰκίᾳ Πουλτίωνος τοῦ παρασίτου τὰ μυστήρια ἐξωρχήσατο. ἀντὶ τοῦ ἐξ‐ εμυκτήρισεν, ἔκπυστα ἐποίησεν.

### ε 1852

Ἐξώστης ἄνεμος: ὁ τραχύς.

### ε 1853

Ἐξώστοα.

### ε 1854

Ἐξωστρακίσθη: ἐξωρίσθη. ἐπειδὴ εἰς ὄστρακον ἔγραφον. ζήτει ἐν τῷ ὀστρακισμός.

### ε 1855

Ἐξώτερος: ὁ ἐξώτατος.

### ε 1856

Ἐξωφρυωμένοι: ἐξηρμένοι, ὑπερηφανευόμενοι.

### ε 1857

Ἐξπέδιτα: τὰ στρατιωτικὰ πλήθη. τῶν ἐξπεδίτων ταλαι‐ πωρούντων τῷ μήκει τοῦ χρόνου· τέταρτος γὰρ ἐνιαυτὸς ἐτύγχα‐ νεν ὤν.

### ε 1858

Ἐξπλοράτωρ. οὗτοι οἱ ἐξπλόρατοι τῶν βασιλείων πόλεις τε καὶ κώμας καὶ τοὺς ἄλλους τόπους καὶ τὰ πλεῖστα τῶν χωρίων καὶ τῶν ὁδῶν διαστήματα καὶ τὰς θέσεις, καὶ ὧν ἕκαστος τόπος εὐπορεῖ τε ἢ οὐ, ἐπιτηδείων ὄντων τοῖς ὁδοιπόροις, καὶ εἰ πρὸς πλῆθος ἐπαρκεῖν οἷα τέ εἰσιν. ἔργον γὰρ τούτοις τὸ περιεργάζεσθαι, τίς ἡ τῶν πραγμάτων κατάστασις, καὶ ποῖα τὰ κατὰ Ῥωμαίων σκεπτόμενα ὑπὸ Περσῶν, καὶ ἀναφέρειν ἐπὶ τὸν βασιλέα.

### ε 1859

Ἐξκουβίτωρ.

### ε 1860

Ἐξσκουσεία.

### ε 1861

Ἔξοινος: ὁ μεθύων. ὁ δὲ ἔξοινος ὢν καὶ ἡμικραίπαλος, ὑπὸ τοῦ ὕπνου διακοπτόμενος. Πολύβιος· ἔξοινοι γεγονότες καὶ κατὰ σκηνὰς ἐρριμμένοι πάντες οὔτε παραγγέλματος ἁπλῶς ἤκουον οὔτε τοῦ μέλλοντος ἐλάμβανον οὐδ’ ἡντιναοῦν πρόνοιαν.

### ε 1862

Ἐξ οἵων ἔχω: ὡς ἔστι μοι δυνατόν, ὡς δυνάμεως ἔχω. Ὀρέστης φησίν· ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε, ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ ἀφ’ ὧν ἔχοιμι, λιπαρεῖ προὔστην χερί. νῦν δ’, ὦ Λύκι’ Ἄπολλον, ἐξ οἵων ἔχω, αἰτῶ, προσπιτνῶ, λίσσομαι, γενοῦ πρόφρων ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων.

### ε 1863

Ἐξοιστρηθείς: μανείς, παρορμηθείς, ἐρεθισθείς.

### ε 1864

Ἐξυβρίζοντα: παρασπονδοῦντα, παραβαίνοντα τὰς συνθήκας, ἀδικοῦντα. τὰ ἐκδικήματα τοῦ Δεκεβάλου ἐς τοσόνδε προσεληλύθει, ὥστε ἀναγκαῖον εἶναι πολέμῳ καταπαῦσαι ἐξυβρίζοντα.

### ε 1865

Ἐξυμνῶ· αἰτιατικῇ.

### ε 1866

Ἐξ ὑπαρχῆς: ἀπ’ ἀρχῆς.

### ε 1867

Ἐξ ὑπερδεξίων: ἐξ ὑψηλῶν. ἕτεροι τὰς ὑπερδεξίους τῶν πεδίων σκοπιάς.

### ε 1868

Ἐξ ὑπογύου: παρ’ αὐτά, ἀπερισκέπτως, ἐκ τοῦ σύνεγγυς. γεγονὼς ἀπὸ Μαρκέλλης τὸ γένος ἀνέκαθεν, τὸ δὲ ἐξ ὑπογύου πατρόθεν ἀπὸ Ἐκδικίου ῥήτορος.

### ε 1869

Ἐξ ὑποθέσεως· ὁ Ἀριστοτέλης λέγει παρακολουθεῖν ταῖς ἕξεσι δυνάμεις τινὰς ἐξ ὑποθέσεως, αἷς χρήσαιντο ἄν, εἰ ἐν τούτῳ γένοιντο, πρὸς ὅ εἰσιν αἱ δυνάμεις χρήσιμοι. οἷον τῇ πρᾳότητι ἕξει οὔσῃ παρακολουθεῖ ἡ δύναμις ἐξ ὑποθέσεως τὸ δύνασθαι κρατεῖν ὀργῆς ἀμέτρου τε καὶ μὴ προσηκούσης, εἴ ποτε ἐμπέσοι. ἐξ ὑποθέσεως οὖν ἡ δύναμις αὕτη τῇ πρᾳότητι ἕπεται· εἰ γὰρ ὀργισθείη, κρατήσει.

### ε 1870

Ἐξυπτιάζω. οἱ μεθυσθέντες οἴνῳ ἐπὶ πρόσωπον πίπτουσιν, οἱ δὲ κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλήν. ἐξυπτιάζειν οὖν τὸ ἐπὶ νώτου φέρεσθαι.

### ε 1871

Ἐξυρημένος: τὴν κόμην ἀποβαλών.

### ε 1872

Ἔξυσεν: ὕφηνεν.

### ε 1873

Ἐξυφήνας: κατασκευάσας.

### ε 1874

Ἔολπα: ἤλπιζον. παρατατικός. καὶ Ἔοργα, εἰργασάμην, παρατατικός.

### ε 1875

Ἑόν: τὸ ἴδιον.

### ε 1876

Ἑορτάζω· αἰτιατικῇ.

### ε 1877

Ἑορτὴ πολλὰ ἔχουσα: ἐπὶ τῶν πολλὰ ἀποτιθεμένων φορτία. εἴρηται δὲ ἀπὸ τοῦ πρὸς τὰς ἑορτὰς ἐπειγομένων, οἳ πολλὰ ἐπιφέ‐ ρονται καὶ ἱερεῖα καὶ ἱμάτια καὶ ἄρτους, ἵνα μηδενὸς ὑστερήσωσιν.

### ε 1878

Ἑορτολόγιον.

### ε 1879

Ἐῴη: συγχωροίη.

### ε 1880

Ἕωθεν: πρωΐθεν.

### ε 1881

Ἑωθινός.

### ε 1882

Ἐωθώς: χωρὶς τοῦ ι Ἄρχιππος, καὶ Ἀραρὼς ἔωθας, καὶ Θουκυδίδης ἐώθεσαν.

### ε 1883

Ἐῴκει: ὅμοια ἦν.

### ε 1884

Ἕωλα: τὰ χθεσινά. καὶ Ἕωλον ὁμοίως, τὸ ψυχρόν, μάταιον, ἀνωφελές, ἀνίσχυρον· τὸ εἰς τὴν ἕω λειπόμενον. ἑώλων καὶ κρεῶν πλήρησι. χθιζῶν, τὸ εἰς τὴν ἕω λειπόμενον. ἐπὶ ὄψων. ἔκειτο πήρα ἄρτων.

### ε 1885

Ἑωλοκρασία: τὸ χθιζὸν βρῶμα κυρίως. ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτερεύουσι κατασχεῖν τῶν κοιμωμένων τῶν ἑώλων δείπνων τοὺς ζωμούς, πρὸς τοιαύτην παιδιὰν κεκραμένους. ἐγὼ δὲ μᾶλλον νομίζω πεποιῆσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος ἀπὸ τῶν ἑώλων, ἅ ἐστιν ἀρχαῖα· ὅτι πράγματα ἀρχαῖα συγκεράσας κατηγορεῖ ὁ Αἰσχίνης.

### ε 1886

Ἑωλοκρασία: ἡ ματαία πόσις. Δημοσθένης· αἴτιος δ’ οὗτος ἑωλοκρασίαν τινά μου τῆς πονηρίας αὐτοῦ κατεσκεδάσας.

### ε 1887

Ἑωλονεκρός: ὁ πρὸ πολλοῦ τεθνηκώς.

### ε 1888

Ἐώλπειν: ὑπερσυντέλικος.

### ε 1889

Ἐωνημένοι: ἀγοράσαντες, ἢ ἠγορασμένοι. Ἀριστοφάνης· τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. ἀντὶ τοῦ ὠνησάμενον· ἀπὸ τοῦ ὠνοῦμαι. λέγεται γὰρ καὶ ἡ ἐφεξῆς τοῦ ῥήματος κλίσις. τοῦ δὲ ὀνόματος τὸ πληθυντικὸν οὐκ ἔστιν ὠνησάμενοι. διὸ μεταβαλόντες οἱ Ἀττικοὶ πριάμενοι λέγουσιν ἑτέρᾳ φωνῇ.

### ε 1890

Ἐῳνοχόει: ἐκίρνα.

### ε 1891

Ἑῴων: ἐκ τῶν ἀνατολῶν.

### ε 1892

Ἔῳξας: ἀνέῳξας.

### ε 1893

Ἑῷος: ὁ ἀνατολικός. καὶ Ἑῷοι, ὀρθρινοί, ἢ ἀνατολικοί.

### ε 1894

Ἐώρα: ὕψωσις, ἢ μετάρσιος.

### ε 1895

Ἐώργειν: ὑπερσυντέλικος.

### ε 1896

Ἐωρηθήτω: κρεμασθήτω.

### ε 1897

Ἐώρημα· ὁ Βελλεροφόντης διὰ τοῦ Πηγάσου τοῦ πτερωτοῦ ἐπεθύμησεν εἰς τὸν οὐρανὸν ἀνελθεῖν. καί φησιν Εὐριπίδης· ἄγ’ ὦ φίλον μοι Πηγάσου ταχύπτερον. μετέωρος δὲ αἴρεται ἐπὶ μηχανῆς. τοῦτο δὲ καλεῖται ἐώρημα. ἐν αὐτῇ δὲ κατῆγον τοὺς θεοὺς καὶ τοὺς ἐν ἀέρι πολοῦντας.

### ε 1898

Ἐώρα: ἡ κρεμάθρα. καὶ Ἐωρῶ, τὸ κρεμῶ.

### ε 1899

Ἐώρησις: κρέμασις. καὶ Ἐώρημα ὁμοίως.

### ε 1900

Ἐωρίζω: τὸ μετεωρίζω.

### ε 1901

Ἐωροκοπίαις: ὑψηλοφρονίαις.

### ε 1902

Ἑώρων καὶ Ἑωρῶμεν.

### ε 1903

Ἑώρταζον: ἐτέλουν.

### ε 1904

Ἕως: ἐν τοσούτῳ, ἐν ὅσῳ. πρότερον τοῦτο τὸ ἕως παρὰ τῇ γραφῇ καὶ ἐπὶ τοῦ διηνεκοῦς πολλάκις εὑρίσκομεν κείμενον· ὡς τό, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ ἔστι διηνεκές. καί, οὐκ ἀνέστρεψεν ἡ περιστερὰ πρὸς τὸν Νῶε, ἕως τοῦ ξηρανθῆναι τὴν γῆν. καὶ εἰς τὸ παντελὲς οὐκ ἀνέστρεψε. καί, ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι· φησὶν ὁ θεός. καὶ ἔστι διηνεκῶς. καὶ ἄλλα τοιαῦτα πολλὰ σποράδην ἐν τῇ θείᾳ εὑρίσκεται γραφῇ. οὕτω καὶ τὸ ἐν τοῖς θείοις χρησμοῖς εἰρημένον νοήσεις· ἕως οὗ ἔτεκε τὸν υἱὸν αὑτῆς. οὐχ ὡς μετὰ ταῦτα (ὡς βλασφημοῦσιν οἱ ἀχάριστοι Ἰουδαῖοι) συναφείας τῷ μνηστῆρι πρὸς τὴν παρθένον γεγενημένης.

### ε 1905

Ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη: ἀντὶ τοῦ πάντα τοῦ παρόντος βίου τὸν χρόνον. τὸ δέ, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· οὐ χρονικόν ἐστι τὸ ἕως, ἀλλ’ ἰδίωμα τῆς γραφῆς. οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ θεός· ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι. δῆλον δὲ ὅτι οὐ περιορίζεται τὸ εἶναι τοῦ θεοῦ τὸ γῆρας τῶν ἀνθρώπων.

### ε 1906

Ἕως τῶν πατέρων: ἕως τοῦ τέλους.

### ε 1907

Ἕως: ἡ πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς ὥρα.

### ε 1908

Ἐώσαντο: βιαίως εἰσῆλθον. οἱ τοίνυν τελευταῖοι τῶν φίλων ἐώσαντο καὶ εἰσεπήδησαν.

### ε 1909

Ἔωσεν: ἀπώσατο, ἐνέβαλεν. ἡ δὲ ἐγκύψαντα αὐτὸν εἰς πίθον, ἵνα ἀρύσηται οἶνον, ἔωσεν ἐς κεφαλὴν καὶ ἀπέπνιξε. καὶ περὶ τοῦ Αἰσώπου· οἱ Δελφοὶ ἔωσαν αὐτὸν κατὰ κρημνοῦ μάλα.

### ε 1910

Ἑωσφόρος: ἀνατολικὸς ἀστήρ, πρωινός, καλούμενος φωσφό‐ ρος. Ὅμηρος τοῦτον λέγει φέρειν τὴν ἡμέραν, ἀλλ’ οὐχὶ τὸν ἥλιον.

### ε 1911

Ἑωυτός: ἑαυτός.

### ε 1912

Ἐπαγαγέσθαι: παραπεῖσαι, ἐφελκύσασθαι. ἀνὴρ δι’ ἀρετὴν ἱκανὸς ἐπαγαγέσθαι τὸ θεῖον. καὶ αὖθις· ἐς Βενετίους ἰόντας ὡς πλεῖστα ἐπαγαγέσθαι τῶν ἐκείνῃ χωρίων ἐκέλευεν.

### ε 1913

Ἐπαγάλλομαι· δοτικῇ.

### ε 1914

Ἐπαγγέλλεται: παρακαλεῖ, ἀξιοῖ. οὕτως Ἡρόδοτος.

### ε 1915

Ἐπαγγέλλει: ἀντὶ τοῦ ἐπιτάσσει, ἐντέλλεται, διακελεύεται. ἐπαγγέλλει τε τὴν ἐπὶ Ἰταλίας ἔξοδον. καὶ αὖθις· ὁ δὲ βασιλεὺς φιλοφρόνως δέχεται αὐτόν, καὶ κελεύει θαρρεῖν, καὶ εἴ τι θέλοι ἐπαγγέλλειν. (ἀντὶ τοῦ αἰτεῖσθαι.) ὁ δὲ δεῖται ὑπὲρ Βονώνου τοῦ Πραάτου, ὃς ἦν λʹ ἔτη ἐν σκότῳ καθειργμένος. καὶ αὖθις Ἐπαγ‐ γέλλοντος, ἀντὶ τοῦ ἐπιτάσσοντος. εἰθισμένον δὲ ὂν γράμματα οἰκεῖα τοῖς βιβλίοις ἐντιθέναι τὸν βασιλέα, ὅσα ἂν ἐπαγγέλλοντος αὐτοῦ γένοιτο, Ἰουστῖνος ὁ βασιλεὺς οὔτε ἐπήγγειλεν οὔτε τοῖς πραττομένοις ξυνεπίστασθαι οἷός τε ἦν. ἐν τῷ σπηλαίῳ καθειργμέ‐ νος ὁ Δαβὶδ καὶ τοὺς πολεμίους ὁρῶν τὸν θεῖον ἔλεον ἐπαγγέλλει, ἐλέησόν με, ὁ θεός, ἐλέησόν με.

### ε 1916

Ἐπαγγελία καὶ Ἐπαγγεῖλαι: σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξόν, καὶ ἔστιν οἷον παραγγελία. λέγουσι δὲ τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς Ἀντιφῶν, ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ Παραπρεσβείας.

### ε 1917

Ἐπαγγελίαι: καθ’ ὧν μή εἰσι κολάσεις ὁρμώμεναι κατὰ τοὺς κειμένους ἤδη νόμους.

### ε 1918

Ἐπαγγείλαντας: ἐπικαλεσαμένους. τοὺς δὲ ὀρθῶς λογισμοῖς χρησαμένους καὶ τὴν σὴν βοήθειαν ἐπαγγείλαντας σωτηρίας τετυχη‐ κότας.

### ε 1919

Ἐπαγωγά: ἀπατηλά, πιθανά, ἐφολκά. καὶ διεκελεύετο ἐπαγωγοῖς λόγοις αὐτοὺς παύειν ὧν δρᾶν διανοοῦνται.

### ε 1920

Ἐπάγομαι· αἰτιατικῇ.

### ε 1921

Ἐπαγωγή: πειρασμός· ἢ ζημία, αἰχμαλωσία, ἤτοι τὸ ὁπωσοῦν ἐπαγόμενον κακόν. βουλόμενος γὰρ ὁ Ὠριγένης μηδὲν ἐᾶσαι ἀνερμήνευτον εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας.

### ε 1922

Ἐπαγωγή. περὶ Πλάτωνός φησιν· ἀναγκαῖον ἡγησάμην ὑπογράψαι καὶ τὴν φύσιν τῶν λόγων καὶ τὴν τάξιν τῶν διαλόγων καὶ τὴν ἔφοδον τῆς ἐπαγωγῆς.

### ε 1923

Ἐπαγωγή· ἐπαγωγή ἐστι λόγος διά τινων ἀληθῶν τὸ ὅμοιον αὑτῷ ἀληθὲς οἰκείως ἐπιφέρων. δύο δὲ τῆς ἐπαγωγῆς εἰσὶ τρόποι, ὅ τε κατ’ ἐναντίωσιν καὶ ὁ ἐκ τῆς ἀκολουθίας. ὁ μὲν οὖν κατ’ ἐναντίω‐ σίν ἐστιν ἐξ οὗ τῷ ἐρωτωμένῳ περὶ πᾶσαν ἀπόκρισιν ἀκολουθήσει τὸ ἐναντίον· οἷον, ὁ ἐμὸς πατὴρ τῷ σῷ πατρὶ ἤτοι ἕτερός ἐστιν ἢ αὐτός. εἰ μὲν οὖν ἕτερός ἐστιν τοῦ ἐμοῦ πατρὸς ὁ σὸς πατήρ, πατρὸς ἕτερος ὢν οὐκ ἂν εἴη πατήρ· εἰ δὲ ὁ αὐτός ἐστι τῷ ἐμῷ πατρί, ὁ αὐτὸς ὢν τῷ ἐμῷ πατρὶ ὁ ἐμὸς ἂν εἴη πατήρ. καὶ πάλιν, εἰ μὴ ζῷόν ἐστιν ὁ ἄνθρωπος, λίθος ἂν εἴη ἢ ξύλον. οὐκ ἔστι δὲ λίθος ἢ ξύλον ἔμψυχος γάρ ἐστι καὶ ἐξ αὑτοῦ κινεῖται. ζῷον γάρ ἐστιν. εἰ δὲ ζῷόν ἐστι, ζῷον δὲ καὶ ὁ κύων καὶ ὁ βοῦς, εἴη ἂν καὶ ὁ ἄνθρωπος ζῷον, καὶ κύων καὶ βοῦς. καὶ οὗτος μὲν ὁ τῆς ἐπαγωγῆς κατ’ ἐναντίωσιν καὶ μάχην τρόπος ὁ διελέγχων. ὁ δὲ τῆς ἀκολουθίας ἐστὶ διπλοῦς· ὁ μὲν τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς. καὶ ἔστιν ὁ μὲν πρότερος ῥητορικός, ὁ δὲ δεύτερος διαλεκτικός. οἷον, ἐν τῷ προτέρῳ ζητεῖται, εἰ ὅδε ἀπέκτεινεν. ἀπόδειξις τὸ εὑρῆσθαι αὐτὸν κατ’ ἐκεῖνον τὸν καιρὸν ᾑμαγμένον. ῥητορικὸς δέ ἐστι ὁ τρόπος τῆς ἐπαγωγῆς οὗτος· ἐπειδὴ καὶ ἡ ῥητορικὴ περὶ τὰ ἐπὶ μέρους, οὐ τὰ καθόλου τὴν πραγματείαν ἔχει. ζητεῖ γὰρ οὐ περὶ αὐτοῦ τοῦ δικαίου, ἀλλὰ τῶν ἐπὶ μέρους δικαίων. ὁ δὲ ἕτερός ἐστι διαλεκτικός, προαπο‐ δειχθέντος τοῦ καθόλου διὰ τῶν ἐπὶ μέρους. οἷον ζητεῖται, εἰ ἡ ψυχὴ ἀθάνατος, καὶ εἰ ἐκ τῶν τεθνεώτων οἱ ζῶντες· ὅπερ ἀποδείκνυ‐ ται ἐν τῷ περὶ ψυχῆς διά τινος καθολικοῦ, ὅτι ἐκ τῶν ἐναντίων τὰ ἐναντία. καὶ αὐτὸ δὲ τὸ καθόλου κατασκευάζεται ἔκ τινων ὄντων ἐπὶ μέρους, ὅτι τὸ καθεύδειν ἐκ τοῦ ἐγρηγορέναι καὶ ἀνάπαλιν, καὶ τὸ μεῖζον ἐκ τοῦ μικροτέρου καὶ ἀνάπαλιν. ἐκ τῶν Τακτικῶν. Ἐπ‐ αγωγὴ πάλιν ἐστίν, ὅταν τάγμα τάγματι ὑποτάσσηται, οἷον τετραρχίας ἡγουμένης αἱ λοιπαὶ τετραρχίαι ὑποτάσσωνται, ἢ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἐπακολουθοῦσι, καὶ καθόλου, ὅταν σύνταγμα συντάγματι ἐν πορείᾳ ἕπηται, ὥστε τοῖς τοῦ προηγουμένου συντάγματος οὐραγοῖς τοὺς τοῦ ἑξῆς συντάγματος ἡγεμόνας συνάπτειν. ἐκ τῶν Τοπικῶν. ὅτι ἡ ἐπαγωγὴ καὶ ὁ συλλογισμὸς ὄργανά εἰσι λόγων δια‐ λεκτικῶν, καθ’ οὓς τὸ γυμνάζεσθαι γίνεται. καὶ ἡ μὲν διὰ τοῦ καθό‐ λου δεῖξις συλλογιστική, ἡ δὲ διὰ τῶν ὑπὸ τὸ καθόλου ἐπακτική. ὑποτάσσεται δὲ τῷ μὲν συλλογισμῷ τὸ ἐνθύμημα, τῇ δὲ ἐπαγωγῇ τὸ παράδειγμα. καὶ ἔστι τὸ μὲν ἐνθύμημα ῥητορικὸς συλλογισμός, τὸ δὲ παράδειγμα ῥητορικὴ ἐπαγωγή. ἐπαγωγὴ δέ ἐστιν ἡ διὰ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου πρόοδος. διὸ οὐχ ὑγιῶς λέγουσιν οἱ λέγοντες τὴν ἐπαγωγὴν λόγον εἶναι ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον· οὐ γὰρ ὅμοιον τὸ καθόλου τοῖς ὑπ’ αὐτό· τῆς δὲ τοῦ καθόλου δείξεως χάριν ἡ ἐπαγωγὴ μάλιστα. ὁ δὲ ἀπὸ ὁμοίων ἐπὶ ὅμοιον λόγος μᾶλλον ἂν τὸ παράδειγμα σημαίνοι· ὁ γὰρ λόγος ὁ διὰ τῶν καθέκαστα τὸ καθόλου δεικνὺς καὶ πιστούμενος, οὗτός ἐστιν ἐπαγωγή. ὁ γὰρ δεικνὺς διὰ τῶν καθόλου ὅτι ἐν πᾶσιν ἄριστος ὁ ἐπιστάμενος διὰ τοῦ λαβεῖν, ὅτι κυβερνήτης ἄριστος ὁ ἐπιστάμενος, ὁμοίως καὶ ἡνίοχος, ὁμοίως καὶ στρατηγός, ὁμοίως καὶ ἰατρός, ὁμοίως καὶ γεωμέτρης, μουσικός, τέκτων, δι’ ἐπαγωγῆς τοῦ ἐν πᾶσιν ἄριστον εἶναι τὸν ἐπιστάμενον τὴν δεῖξιν ποιεῖται.

### ε 1924

Ἐπαγωνιεῖται: φιλονεικήσει, προσκαρτερήσει.

### ε 1925

Ἐπᾴδοντος: φαρμακοῦ, γόητος.

### ε 1926

Ἐπάειραν: ἐπῇραν.

### ε 1927

Ἐπαθαίνετο: πάσχειν ᾤετο δεινά.

### ε 1928

Ἔπαθλον: νικητήριον.

### ε 1929

Ἐπαΐειν: ἀκούειν. ὀλίγα διαλεκτικῆς ἁψάμενος, καὶ ὅσα ἐπαΐειν ὑπὲρ αὐτῶν ἔχων, ἄλλο οὐδὲν πλέον περιεργασάμενος· τὸ γὰρ εἰ τὸ αʹ, τὸ βʹ. ἀλλὰ μὴν τὸ αʹ· τὸ ἄρα βʹ· ἴσασιν ἤδη περιφε‐ ρόμενον αἱ πάνδοκοι γρᾶες.

### ε 1930

Ἐπαΐοι: αἰσθάνοιτο. ἀντιλαμβάνοιτο, συγκατατίθοιτο. ἄρχειν δὲ αὐτῶν ἔταξε λοχαγοὺς ἀμφοτέρων τῶν διαλέκτων ἐπαΐοντας.

### ε 1931

Ἐπακτῆρες: κυνηγοί. ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας. ἐπάγεσθαι ὑπὸ τῶν κυνῶν· προέλκονται γὰρ οἱ κύνες τοὺς κυνηγέτας ἐπὶ τὰ ἐπαγόμενα. Ὅμηρος· πρὸ δ’ ἄρ’ αὐτῶν ἴχνι’ ἐρευνῶντες κύνες ἤϊσαν.

### ε 1932

Ἐπακτόν: ἐπαγόμενον, ξένον, σφοδρόν. ἐπακτὸν τῇ ψυχῇ φησὶ Πλωτῖνος τὴν ἀρετήν· ἐκείνῳ δέ, ὅθεν μιμησαμένην ἔχει, σύμ‐ φυτον. ἀλλ’ εἰ μὲν οὗ μεταλαμβάνει ἡ ψυχή, τὸ αὐτὸ ἦν τῷ ἀφ’ οὗ· νῦν δὲ ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο.

### ε 1933

Ἐπακτὸς ὄμβρος: σφοδρός.

### ε 1934

Ἐπακτὸς ὅρκος: ὁ μὴ αὐθαίρετος, ἀλλ’ ἐφ’ ὃν ἕτερος ἄγει.

### ε 1935

Ἐπακτὸς ὅρκος: ὃν ἄν τις αὐτὸς ἑκὼν ἑαυτῷ ἐπάγηται, τουτέστιν αἱρῆται. ἄλλοι δὲ τοὐναντίον, ὁ ἀλλαχόθεν ἐπιφερόμενος, ἀλλ’ οὐκ αὐθαίρετος. ἔστι δὲ ὅρκου τρία εἴδη· ἀπώμοτος, κατώμοτος, ἐπακτός.

### ε 1936

Ἐπακτρία χώρα· κατὰ τοὺς παλαιοὺς χρόνους κωμηδὸν οἰκοῦντας τοὺς Ἀθηναίους ὁ Κέκροψ συναγαγὼν κατῴκισεν εἰς φυλὰς ιβʹ καὶ τὴν τῶν πολιτῶν ἐπωνυμίαν ἀφ’ ἑαυτοῦ Κεκροπίαν προσηγό‐ ρευσε· δύο δὲ τετραπόλεις ἐκάλεσεν ἐκ τῶν τεττάρων πόλεων ἑκατέ‐ ραν μοῖραν καταστήσας· τρεῖς δὲ τὰς λοιπὰς ἐπακτρίδας ὠνόμασε. καὶ ἡ προσεχὴς χώρα ταύταις ταῖς τρισὶν ὁμωνύμως αὐταῖς Ἐπακτριὰς ἐκαλεῖτο.

### ε 1937

Ἐπακτρίς: εἶδος πλοίου. ἐμβάντες δὲ εἰς τὰς ἐπακτρίδας καὶ τὰς δρομάδας ὁλκάδας τὸν ὅρμον περιενόστησαν.

### ε 1938

Ἐπακτροκέλης: πλοῖον λῃστρικόν, μεταξὺ ἐπακτρίδος καὶ κέλητος· ἅπερ καὶ αὐτὰ πλοιάριά ἐστιν.

### ε 1939

Ἐπαλαμᾶτο: ἐμηχανᾶτο, ἐτεχνάζετο. παλάμαι γὰρ αἱ τέ‐ χναι. καὶ Ἐπαλαμήσατο, ἐμηχανήσατο, ἐπενόησεν. Ἀριστοφά‐ νης Νεφέλαις· τί οὖν πρὸς τἄλφιτ’ ἐπαλαμήσατο;

### ε 1940

Ἐπαλλάξαντες: ἐπιλέξαντες.

### ε 1941

Ἐπαλλάξεις: ἀντὶ τοῦ συναλλαγάς, ἢ μίξεις. Ἀντιφῶν.

### ε 1942

Ἐπαλεξήσων: βοηθήσων.

### ε 1943

Ἐπαλείφων: γυμνάζων. καὶ χρίων. κασσιτέρῳ δὲ ἐπαλήλιπτο τὰ κράνη αὐτῶν.

### ε 1944

Ἐπαληθείς: πλανηθείς.

### ε 1945

Ἐπάλληλον: ὅμοιον.

### ε 1946

Ἐπάλξεις: προμαχῶνες οἱ τῶν τειχέων καὶ τῶν πύργων. καὶ ἐν Ἐπιγράμμασι· προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος.

### ε 1947

Ἐπαλξίτης.

### ε 1948

Ἐπαμησάμενος: ἀνακινήσας. Ἡρόδοτος.

### ε 1949

Ἐπαμινώνδας· ὅτι Ἀθηναίων καὶ Μαντινέων μαχεσαμένων Ἐπαμινώνδας τιτρώσκεται κατὰ τὸν πόλεμον· καὶ τετρωμένον αὐτὸν κομίζουσιν ἐκ τῆς παρατάξεως ἔτι ζῶντα. ὁ δὲ τέως μὲν τὴν χεῖρα ἔχων ἐπὶ τῷ τραύματι ἐταλαιπώρει καὶ ἐς τοὺς συμμάχους ἀφεώρα· λαβόντος δὲ ἴσον τοῦ ἀγῶνος τὸ πέρας, οὕτω τὴν χεῖρα ἀπέσχε τοῦ τραύματος, καὶ αὐτὸν ἀφέντα τὴν ψυχὴν ἔθαψαν, ἔνθα σφίσι γέγονεν ἡ συμβολή. τῷ τάφῳ δὲ κίων ἐφέστηκε καὶ ἀσπὶς ἐπ’ αὐτῷ, δράκοντα ἔχουσα ἐπειργασμένον. ἤθελε δὲ ὁ δράκων σημαίνειν τοῦ γένους τῶν Σπαρτῶν ὄντα τὸν Ἐπαμινώνδαν. τὸν δὲ Ἐπαμινώνδαν στρατηγίας ἕνεκα τῶν παρ’ Ἕλλησιν εὐδοκιμησάντων μάλιστα ἐπαινέσαι τις ἄν, ἢ οὐδενὸς ποιήσαιτο ὕστερον. ὅτι ἐγεγόνει τῷ Ἐπαμινώνδᾳ χρησμὸς πέλαγος αὐτὸν φυλάττεσθαι. καὶ ὁ μὲν ἐπιβῆναι πλοίου δεῖμα εἶχε. τῷ δὲ ἄρα πέλαγος δρυμὸν καὶ οὐ θάλασσαν προὔλεγεν ὁ δαίμων. χωρία δὲ ὁμώνυμα.

### ε 1950

Ἐπαμῦναι: ἐπιβοηθῆσαι. δοτικῇ δὲ συντάσσεται. ἐπήμυνε τοῖς ἀδικουμένοις. καὶ Ἐπάμυνον, βοήθησον.

### ε 1951

Ἐπαμφοτερίσαι: εἰς ἀμφιβολίαν ἀγαγεῖν τὸν λόγον, ὡς καθ’ ἑκάτερον ἐλέγχεσθαι.

### ε 1952

Ἐπανάκρουσαι πάλιν: ἀπὸ τῶν ἐρετῶν, ὅταν στρέψαντες τὴν πρύμναν ἀνακρούσωνται, ἵνα ὀπίσω τὸ πλοῖον ἀναχωρήσῃ. Ἀριστοφάνης Ὄρνισι· δεῦρ’ ἐπανάκρουσαι πάλιν. ἀντὶ τοῦ ἐπανά‐ καμπτε. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰς ἡνίας ἀνακρουομένων ἢ τὰς ναῦς. ἢ ὑπόστρεψον, ἐπάνιθι. ἐπανάκρουσις δὲ κυρίως τὸ ἐπισχεῖν τὴν ἐπερχομένην ναῦν μεθ’ ὁρμῆς εἰς τὸν ὅρμον, ἵνα μὴ προσελθοῦσα θραύσῃ. τὸ δὲ πάλιν ἐπὶ τοῦ ὀπίσω, ἀπὸ τῶν εἰς τοὔμπροσθεν ἐρεσσόντων. ἢ ἀντὶ ᾄσας πρὸ τούτου, πάλιν ᾆσον καὶ ἐπανάλαβε.

### ε 1953

Ἐπαναβάλεσθε: περιστολίσασθε. ἱμάτια τἀνδρεῖα περιστολί‐ σεσθε.

### ε 1954

Ἐπαναβαίνω· δοτικῇ συντάσσεται. οἱ δὲ ἐπανέβαινον τῷ ὄρει. καὶ γενικῇ· ἐπαναβαίνειν τῶν τοιούτων τῆς νεὼς πειρώμενος.

### ε 1955

Ἐπανάγω· αἰτιατικῇ.

### ε 1956

Ἐπαναφορά: τὸ ἀναφέρειν καὶ ἀνακοινοῦσθαι τῷ πλήθει.

### ε 1957

Ἐπαναχθέντες: ἐπανακομισθέντες.

### ε 1958

Ἐπανέβην· αἰτιατικῇ.

### ε 1959

Ἐπανεθήσεται: ἀντὶ τοῦ ἐπαφεθήσεται. κἀμοί τε τῶν τελῶν ἐπανεθήσεται καὶ μεγάλα κερδανῶ.

### ε 1960

Ἐπανέντας: ἀφέντας.

### ε 1961

Ἐπανέσχετο: ἐπανελάβετο. ὁ δὲ τὸν πρὸς Γέτας πόλεμον ὡς μάλιστ’ ἐπείγοντα ἐπανέσχετο.

### ε 1962

Ἐπανετείνοντο· δοτικῇ. Ξενοφῶν· ἐπανετείνοντο δὲ καὶ μείζονες ἐλπίδες τοῖς ἀξίοις ἔπαινοί τε, καὶ εἴ τι ἐν τῷ ἐπιόντι χρόνῳ ἀγαθὸν εἶναι μεῖζον φαίνοιτο Ἐπανετείνοντο οὖν ἐν προσδοκίᾳ ἦσαν· ἢ ηὔξοντο, ἐμεγαλύνοντο.

### ε 1963

Ἐπανέχειν· οἰκείᾳ συνέσει χρῆσθαι καὶ μὴ ταῖς βίβλοις ἐπανέχειν.

### ε 1964

Ἐπανέχειν: ὑψοῦν.

### ε 1965

Ἐπανεῖπον: ἐκήρυξαν. Θουκυδίδης ηʹ· τῶν δὲ διαφυγόντων θάνατον διαγνόντες ἐπανεῖπον ἀργύριον τῷ ἀποκτείναντι.

### ε 1966

Ἐπάνηκε: ἐπάνελθε.

### ε 1967

Ἐπανήρατο: ἐπειρᾶτο, εἵλετο.

### ε 1968

Ἐπανῃρημένος: προῃρημένος, θέλων.

### ε 1969

Ἐπανιστῶ· δοτικῇ. καὶ Ἐπανίσταμαι· δοτικῇ

### ε 1970

Ἐπανιτέον: ἐπανακτέον.

### ε 1970b

Ἐπανώχθη.

### ε 1971

Ἐπανορθῶ· αἰτιατικῇ.

### ε 1972

Ἐπαντλῶ· αἰτιατικῇ.

### ε 1973

Ἐπάντους: ὑψηλοῦ. Θουκυδίδης· οἱ δὲ Ἀθηναῖοι βαλλόμενοι ὑπὸ πολλῶν ἀπὸ τοῦ λόφου ἐπάντους ὄντος, διϊκνοῦντο γὰρ ῥᾷον οἱ ἄνωθεν, οὐ δυνάμενοι βιάσασθαι ἀνεχώρουν.

### ε 1974

Ἐπαποδυώμεθα: ἀντὶ τοῦ ἐπιχειρήσωμεν. Ἀριστοφάνης· ἀλλ’ ἐπαποδυώμεθα τουτῳὶ τῷ πράγματι.

### ε 1975

Ἐπαπόρησις: ἀπορία.

### ε 1976

Ἐπαποδύρομαι· αἰτιατικῇ.

### ε 1977

Ἐπάρας: πείσας. θρασυτάτους ἄνδρας ἐλπίσιν εὐεργεσιῶν ἐπάρας ἀνοσίων ἔργων ἀρχηγοὺς γενέσθαι. καὶ αὖθις· μειζόνως ἐπαινέσας, τοῖς τε ἄλλοις ἐπάρας καὶ ὅτι ἀποχρῶν ἔσται τοῖς ἀμφ’ αὑτὸν ὠνεῖσθαι τὰ ἐπιτήδεια τῆς ξυμβαινούσης τιμῆς. καὶ αὖθις· καὶ καταψευσάμενος τοῦ βασιλέως θάνατον καὶ ἐπάρας πολλοὺς τὰ λυσιτελῆ οἱ φρονεῖν καὶ τῆς ἐκείνου μερίδος εἶναι ἤθροισε δύναμιν ῥαδίως πολλήν.

### ε 1978

Ἐπάρατοι: ἐπαγωγοί. καὶ Ἐπάρατος, ἐπικατάρατος.

### ε 1979

Ἐπαρήγειν: βοηθεῖν.

### ε 1980

Ἐπαρώμενοι· δοτικῇ. καταρώμενοι.

### ε 1981

Ἐπαρκῶ· δοτικῇ.

### ε 1982

Ἐπαρτήσας: ἐπικρεμάσας. ὁ δὲ εἰς Πέρσας ἤγαγεν αὐτοὺς κακὴν δουλείαν ἐπαρτήσας αὐτοῖς. καὶ αὖθις Αἰλιανός· μὴ ὑπο‐ δέξασθαι τὰς ψυχὰς αὐτῶν σὺν εὐμενείᾳ, ἀλλ’ ἐπαρτῆσαι τὰς δι’ αἰῶνος τιμωρίας αὐτοῖς.

### ε 1983

Ἐπαρτωμένων: ἐπικρεμαμένων. τὸν ἄνδρα ἐπὶ τοσόνδε καρτερίας ἐλθεῖν ὥστε μεγίστων φόβων ἐπαρτωμένων καὶ βασάνων προσαγομένων αὐτῷ οὐδὲν τῶν ἀπορρήτων εἰπεῖν.

### ε 1984

Ἐπαρυστρίδες: ἀντλήτιδες.

### ε 1985

Ἔπαρχος πραιτωρίων: ὁ τῶν ἑῴων τῆς φορολογίας τὴν ἐπίστασιν ἔχων παρὰ Ῥωμαίοις.

### ε 1986

Ἐπάσαντο: ἐγεύσαντο.

### ε 1987

Ἐπαοιδός: φαρμακός, γόης. καὶ θηλυκῶς Ἐπαοιδία.

### ε 1988

Ἐπαυδῆσαι: ἐπειπεῖν.

### ε 1989

Ἐπαύλειος: ἡ τῆς αὐλῆς ὁδός.

### ε 1990

Ἐπαύλια λέγεται, καθόσον ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ ἡ νύμφη τότε πρῶτον ἐπηύλισται. καλεῖται δ’ ἐπαύλια καὶ τὰ μετὰ τὴν ἐχο‐ μένην ἡμέραν τῶν γάμων παρὰ τοῦ τῆς νύμφης πατρὸς δῶρα φερό‐ μενα τῷ νυμφίῳ καὶ τῇ νύμφῃ ἐν πομπῆς σχήματι. παῖς γὰρ ἡγεῖται χλανίδα λευκὴν ἔχων καὶ λαμπάδα καιομένην, ἔπειτα μετὰ τοῦτον κανηφόρος, εἶθ’ αἱ λοιπαὶ ἀκολουθοῦσιν ἐφεξῆς φέρουσαι χρυσία, λεκανίδας, σμήγματα, φορεῖα, κτένας, κοίτας, ἀλαβάστρους, σανδάλια, θήκας, μυράλειπτρα. ἐνίοτε δὲ καὶ τὴν προῖκα ἅμα τῷ νυμφίῳ φέρου‐ σιν. οἱ δέ φασιν ἐπαύλια τὴν δευτέραν μετὰ τοὺς γάμους ἡμέραν καλεῖσθαι, ἐν ᾗ πρῶτον ἐπαυλίζεται τῷ νυμφίῳ ἡ νύμφη. Ἐπαύλιον δὲ μονή. περὶ Ἑκάλης θανούσης· ἴθι πρηεῖα γυναικῶν τὴν ὁδόν, ἣν ἀνίαι θυμαλγέες οὐ περόωσι. πολλάκι σεῖο, μαῖα, φιλοξένοιο καλιῆς μνησόμεθα· ξυνὸν γὰρ ἐπαύλιον ἔσκεν ἅπασιν.

### ε 1991

Ἔπαυλις: ἡ οἰκία, ἐν ᾗ τὴν αὖλιν ποιοῦνται. Αὖλις δὲ ἡ κοίτη. καὶ Ἐπαυλόσυνος, ὁ εἰς τὴν ἔπαυλιν ἰών. οὔτε τίν’ ἀνδρῶν οὔτε βροτῶν βλάψας, οἴχετ’ ἐπαυλόσυνος. περὶ λέοντος ὁ λόγος.

### ε 1992

Ἐπαυλόσυνος: ὁ εἰς τὴν ἔπαυλιν ἰών. καὶ Ἐπαυλίζον‐ ται, ἐπισκιάζονται.

### ε 1993

Ἔπαυλις: μάνδρα βοῶν, καὶ προβάτων αὐλή. τότε μὲν οὖν ἀμφότεροι τὴν ἔπαυλιν ἐπὶ τοῦ χώματος ἐποιήσαντο οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι. τουτέστι τὴν κοίτην.

### ε 1994

Ἐπαύρασθαι: ἐπαπολαῦσαι. τούτου τὴν αἴτησιν προσεμέ‐ νων καὶ συγχωρούντων ἐπαύρασθαι τῆς χλιδῆς. καὶ αὖθις· ἄπιθι τῆς Ἀκαδημίας, καὶ φεῦγε φιλοσοφίαν· οὐ γάρ σοι θέμις ἐπαύρεσθαι αὐτῆς. πρὸς Κλέαρχον ὁ λόγος τὸν Σολέα, ὃς ἔγραψε διάφορα. ὁρᾷ γὰρ πρός σε ἔχθιστον.

### ε 1995

Ἐπαυρίζω: τὸ φυσῶ. καὶ Ἐπαυρίσκω.

### ε 1996

Ἐπ’ αὐτόπτῳ: ἐπ’ αὐτοφώρῳ.

### ε 1997

Ἐπ’ αὐτοφώρῳ: ἐπ’ ὀφθαλμοῖς, ἐπ’ αὐτῷ τῷ κλέμματι ἁλούς. ὁ δὲ ἐπ’ αὐτοφώρῳ τὴν πρᾶξιν λαβὼν ἐν Καρχηδόνι ἐξηπάτητο πρὸς τῆς γυναικὸς ἑκών γε εἶναι.

### ε 1998

Ἐπαυχοῦσι: μέγα φρονοῦσι. καὶ Ἀριστοφάνης· ἐπαυχήσατο τοῖς σοῖς λόγοις. ἀντὶ τοῦ ἐμεγαλοφρόνησεν.

### ε 1999

Ἐπαυχῶ: βεβαίως οἶδα. Σοφοκλῆς. ὡς κἄμ’ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο δεδορκότ’, ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.

### ε 2000

Ἐπαφαυάνθην: ἐξηράνθην. Ἀριστοφάνης Βατράχοις· ὥστ’ ἐπαφαυάνθην Παναθηναίοισι γελῶν.

### ε 2001

Ἐπαφίασιν· Ἐπαφιᾶσι δὲ πέμπουσιν.

### ε 2002

Ἐπαφώμενον· γενικῇ. ψηλαφώμενον. ὁ δὲ τοῦ τόξου ἐπαφώμενος ταῖς χερσίν, ὡς καὶ ταύτῃ περιορᾶν δοκεῖν τὰ Ῥωμαίων πράγματα.

### ε 2003

Ἐπαφρόδιτος: ἐπίχαρις, ἡδύς. Ἀππιανός· καὶ τὴν ἐν πᾶσιν ἐπαφροδισίαν ὑπεραίρων ἐσεμνολόγει περὶ ἑαυτοῦ.

### ε 2004

Ἐπαφρόδιτος, Χαιρωνεύς, γραμματικός, Ἀρχίου τοῦ Ἀλεξ‐ ανδρέως γραμματικοῦ θρεπτός, παρ’ ᾧ παιδευθεὶς ὠνήθη ὑπὸ Μοδέστου, ἐπάρχου Αἰγύπτου, καὶ παιδεύσας τὸν υἱὸν αὐτοῦ Πετηλῖ‐ νον ἐν Ῥώμῃ διέπρεψεν ἐπὶ Νέρωνος καὶ μέχρι Νέρβα, καθ’ ὃν χρό‐ νον καὶ Πτολεμαῖος ὁ Ἡφαιστίωνος ἦν καὶ ἄλλοι συχνοὶ τῶν ὀνο‐ μαστῶν ἐν παιδείᾳ. ὠνούμενος δὲ ἀεὶ βιβλία ἐκτήσατο μυριάδας τρεῖς, καὶ τούτων σπουδαίων καὶ ἀνακεχωρηκότων. τὸ δὲ σῶμα ἦν μέγας τε καὶ μέλας, ὡς ἐλεφαντώδης. ᾤκει τε ἐν τοῖς καλουμένοις Φαι‐ νιανοκορίοις δύο οἰκίας αὐτόθι κτησάμενος. οʹ δὲ καὶ πέμπτον ἔτος ἄγων ἐτελεύτησεν ὑδέρῳ περιπεσών. συγγράμματα δὲ κατέλιπεν ἱκανά.

### ε 2005

Ἐπαφροδιτότερος: ἐπιχαριτώτερος.

### ε 2006

Ἐπαιγίζων: σφοδρῶς πνέων. τοῦ ἀστέρος τῆς Αἰγὸς λάμψαν‐ τος σφοδροὶ πνέουσιν ἄνεμοι· ἔνθεν καὶ Ὅμηρος· λάβρος ἐπαιγίζων.

### ε 2007

Ἐπαινέσας: ἀποδεξάμενος εὐχαρίστως. οὓς ἐπαινέσας τῆς προθυμίας ἀρκεῖσθαι ἔφη τοῖς παροῦσι. καὶ αὖθις· ἐπαινέσας αὐτὴν τῆς φιλανδρίας.

### ε 2008

Ἐπαινέτης· Ἀρριανός· τοῦ τε ξὺν κόσμῳ δρωμένου ἐπαινέ‐ της καὶ τοῦ ἀκοσμήτου ἐν τῷ παραυτίκα ἐπιτιμητὴς καὶ τοῦ ἐσύστερον κολαστήρ.

### ε 2009

Ἐπαινεῖσθε: ἀντὶ τοῦ καυχᾶσθε. Δαβίδ· ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ.

### ε 2010

Ἐπαινῶ· αἰτιατικῇ.

### ε 2011

Ἐπαίομεν ἐν Βραυρῶνι: συνουσιάζομεν, ἠλαύνομεν. Βραυ‐ ρὼν δὲ τόπος Ἀθήνησιν.

### ε 2012

Ἐπαιώνιστο: εὐφήμιστο.

### ε 2013

Ἐπαιρόμενος: Δημοσθένης ἐν μὲν τῷ κατὰ Κτησιφῶντος ἀντὶ τοῦ ἐπανατεινόμενος. ἀλλαχοῦ δέ ....

### ε 2014

Ἐπαίρω: ὑψῶ. Ἐπαίρεσθαι, τὸ φυσοῦσθαι.

### ε 2015

Ἔπαισεν: ἔτυψεν, ἔκρουσεν. ἔπαισε δὲ τὸν ἵππον τῇ λόγχῃ.

### ε 2016

Ἐπαισθάνομαι· γενικῇ.

### ε 2017

Ἐπαισχές: αἰσχύνης παραίτιον. κἀμοὶ μὲν ἐπαισχές ἐστι τὸ πρᾶγμα καὶ βλαβερόν, κἀκείνῳ πολὺ αἴσχιον καὶ βλαβερώτερον. τῆς μὲν προσεδρίας ἐπιπόνου οὔσης, τῆς δὲ ἀποχωρήσεως ἐπαισχοῦς.

### ε 2018

Ἐπαίτης: ὁ πτωχός. καὶ κλίνεται ἐπαίτου.

### ε 2019

Ἐπαίχθη: ἐνεπαίχθη, ἐκ τοῦ παίζω. Ἐπέχθη δὲ ἐκτενίσθη.

### ε 2020

Ἐπέβαλεν: ἤρξατο, ἐπεχείρησεν. ἢ ἀντὶ τοῦ συνῆν. ὃς καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐπέβαλε, γεγονότι κατὰ τὰ Περσικὰ καὶ μικρῷ πρός. ἐξέτεινε δὲ μέχρι τῶν Περδίκκου χρόνων. Ἐπιβολὴ δὲ λέγεται ἔννοια, ἐπιχείρησις.

### ε 2021

Ἐπεβάτευον: συνουσίαζον. Ἡρακλῆς φησὶ πρὸς τὸν Διόνυ‐ σον· ποῖ γῆς ἀπεδήμεις; ὁ δέ φησιν· ἐπεβάτευον Κλεισθένει. τὸ ἐπιβατεύειν ἐπὶ συνουσίας· ἀπὸ μεταφορᾶς τῶν ζῴων, ἃ ἐπιβαίνοντα συνουσιάζει. ὁ δὲ Κλεισθένης ἐπ’ αἰσχρότητι κωμῳδεῖται. ἦν δὲ λεῖος τὸ γένειον καὶ εὐνούχῳ εἰκάζειν αὐτόν. τὸν δὲ Κλεισθένην καὶ ἐπὶ τοῦ πασχητιᾶν κωμῳδοῦσι. τὸ δὲ ἐπεβάτευον κακέμφατον.

### ε 2022

Ἐπεβοᾶτο τὸν Χριστόν.

### ε 2023

Ἐπέβρισεν: ἐπεβάρησεν.

### ε 2024

Ἐπεγράφου: ἀντὶ τοῦ ἐζωγράφεις. Ἀριστοφάνης· καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα. καὶ Ἐπεγράψατο, ἀντὶ τοῦ ἀπεγράψατο, ἐχειροτόνησε, κατέστησεν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μετοίκων, τοὺς προστάτας προσγραφόντων ἑαυτοῖς.

### ε 2025

Ἐπιγράφομαί σε· αἰτιατικῇ. ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ὃν ἐπεγρα‐ ψάμεθα τῇ ἐντολῇ.

### ε 2026

Ἐπεγράψαντο: ἀντὶ τοῦ διϊσχυρίζοντο, ἐβεβαίουν. οἱ δὲ εἰς Θρᾴκην εὐδοκιμοῦντα αὐτὸν οἰκιστὴν ἀντὶ Ἅγνωνος ἐπεγράψαντο.

### ε 2027

Ἐπεγχανών: καταγελάσας. οὐ μὴν ἡ τιμωρὸς δίκη τὸν ὑβριστὴν καὶ ὑπερόπτην εἴασεν ἐπεγχανεῖν τῷ τοῦ Μελήτου θανάτῳ.

### ε 2028

Ἐπεδαψιλεύσατο: κατακόρως ἐχρήσατο. ἐπεδαψιλεύσατο ταῖς ὑποθέσεσι τῆς ἀποκηρύξεως.

### ε 2029

Ἐπεδίκασε καὶ Ἐπεδικάσατο· Δημοσθένης ἐν τῷ κατ’ Ὀλυμπιοδώρου. τὸ μὲν ἐπεδίκασεν οἷον προσέκρινε, τὸ δὲ ἐπεδικά‐ σατο οἷον ἔπεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον.

### ε 2030

Ἐπέθεντο: ἐπανέστησαν. οὐδὲ χρημάτων ἀφαιρέσει ἐπέθετο. ἀντὶ τοῦ ἐλιχνεύσατο, ἐτέρφθη.

### ε 2031

Ἐπεθείαζε: μανικῶς διετίθετο, θεόληπτος ἐγίγνετο. Μένανδρος· ὁ δὲ ἡγεμὼν ἐν ἑνὶ τῶν ζʹ λόφων ἀνελθὼν ἐπεθείαζε ῥήμασι βαρβά‐ ροις καὶ γαύρῳ τῷ φρονήματι μεγαληγορίᾳ ἐχρῆτο.

### ε 2032

Ἐπεθείαζον: ἐχόρευον.

### ε 2033

Ἐπέθρωσκον: ἐπεπήδων.

### ε 2034

Ἐπεκάλει: ὠνείδιζεν, ἐμέμφετο. καὶ αὐτῷ μὲν οὐδεὶς ἐπεκά‐ λει τῶν πώποτε φίλων οὔτε ὄκνου πρόφασιν οὔτε μαλακιζομένην τινὰ ἀναβολὴν ἐν ταῖς χρείαις, οὔτε ῥᾳθυμίαν ἀργίας ἔκγονον ἢ δει‐ λίας. ὁ δὲ πολλοῖς ἐπεκάλει τῶν φίλων τὰ τοιαῦτα ἐγκλήματα. ἀντὶ τοῦ ὠνείδιζε. καὶ αὖθις· ἐπεκάλουν αὐτὸν φθορέα τῶν νέων καὶ κιναιδολόγον ἀποκαλοῦντες.

### ε 2035

Ἐπεκερτόμησεν: ἐχλεύασεν, ἔσκωψεν. ὁ δὲ ἐπεκερτόμησεν αὐτοὺς τῆς ἀβουλίας.

### ε 2036

Ἐπέκεινα: παρεκεῖ.

### ε 2037

Ἐπεκήρυξαν: διασήμως καὶ διαπρυσίως ἐλάλησαν. καὶ ἐπεκή‐ ρυξάν τε τάλαντον δώσειν τῷ μηνύσαντι. καὶ αὖθις· οἱ δὲ ἀντι‐ σχεῖν τῷ δίψει μὴ δυνηθέντες ἐπεκηρυκεύσαντο.

### ε 2038

Ἐπεκηρυκεύετο: διὰ κήρυκος ἔλεγεν. ἐπεὶ μηδὲ εἷς ἐπεκη‐ ρυκεύετο ὑπὲρ τοῦ Λευκίου, διελέγετο αὐτῷ ὁ Δεκέβαλος.

### ε 2039

Ἐπέκλωσεν: ἐπεκλήρωσεν, ἐμέρισεν.

### ε 2040

Ἐπέκλυσεν: ἐκαθέρισεν. ἢ ἀντὶ τοῦ ἐπέρρευσεν. τοιαῦτα καὶ τοσαῦτα ἐπέκλυσε κακά, ὥστε χρυσὸς ἦν αὐτοῖς καὶ λευκή τις ἡμέρα κρατῆσαι τοὺς βαρβάρους.

### ε 2041

Ἐπεκώμαζεν: ὠρχεῖτο, αἰσχρῶς ἐλάλει. ὁ δὲ προεκθέων ἐπεκώμαζε τοῖς βαρβάροις. καὶ αὖθις· πολλαὶ εἰς τὰς ἐκκλησίας ἐπεκώμασαν ταραχαί.

### ε 2042

Ἐπεκτείνομαι· δοτικῇ.

### ε 2043

Ἐπ’ ἐλάχιστον: ἐπ’ ὀλίγον, πρὸς βραχύ. Δαμάσκιος· εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς τὰ ποιητικὰ συμπαθείας, ἅτε οὐχ ἁπτό‐ μενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα.

### ε 2044

Ἐπέλαβεν· αἰτιατικῇ.

### ε 2045

Ἐπελέξαντο: ἀνέγνωσαν. εὑρόντες τὰ γράμματα ἐν τῷ ξύλῳ τοῦ διπτύχου, ταῦτα ἐπελέξαντο. Ἡρόδοτος. καὶ αὖθις· ὁ δὲ γραμματεὺς ἐπελέγετο τὰ γράμματα.

### ε 2046

Ἐπελήκεον: ἐπεβόων, ἐπεκρότουν.

### ε 2047

Ἐπελήφθη: ἐπήρξατο. Ἀρριανός· ἤδη τε ἐπελήφθη νὺξ τῆς τρίτης φυλακῆς, καὶ ὁ ἡγεμὼν τοὺς λόχους καθίστατο.

### ε 2048

Ἐπελπίζων· αἰτιατικῇ. εἰς ἐλπίδας ἄγων. τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσι, τὰ δὲ ὑποσπείρων αὐτοῖς ὀλίγα κέρδη, τοὺς δὲ ἐν ἀξιώσει τε καὶ δυνάμει περισυλῶν καὶ δημεύων.

### ε 2049

Ἐπεμαρτύραντο: μάρτυσιν ἐχρήσαντο. οἱ δὲ πιστὰ δόντες καὶ λαβόντες ἐπεμαρτύραντο τοὺς θεούς. οὕτως Ξενοφῶν.

### ε 2050

Ἐπεμβαίνων· δοτικῇ. ἐπιχλευάζων, ἐπικερτομῶν. ὁ δὲ ἐπεμβαίνων τῇ τύχῃ αὐτῶν σφόδρα ἀμαθῶς καὶ ἀνθρωπίνως ἥκιστα.

### ε 2051

Ἐπεμήνατο: ἐπεμάνη.

### ε 2052

Ἐπέμυξεν: ἐξεμυκτήρισεν, ἦχον διὰ τῶν ῥινῶν ἐποίησεν.

### ε 2053

Ἐπενεγκεῖν δόρυ ἐπὶ τῇ ἐκφορᾷ καὶ προαγορεύειν ἐπὶ τῷ μνήματι: ἐπὶ τοῦ βιαίως ἀποθανόντος ταῦτα πράττεται. καὶ Ἴστρος ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων φησί· τινὲς ἐπὶ τοῦ τάφου δόρυ φασὶ καταπεπηχέναι τὸν Ἐρεχθέα, τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας.

### ε 2054

Ἐπενεγκών· δοτικῇ. καταδικάσας. Προκόπιος· ἐπενεγκών τε αὐτῷ, ὅτι δὴ ὡς ἥκιστα ἀληθίζεται, ἄμφω τὼ χεῖρε ἀπέκοψεν.

### ε 2055

Ἐπενδύτης.

### ε 2056

Ἐπενήνεον: συγκατετίθεντο.

### ε 2057

Ἐπενήνοθεν: ἐπήνθει, ἐπέκειτο.

### ε 2058

Ἐπεντρυφήσαντος: καταπολαύσαντος. ἕτερά τε οὐκ ἀνεκτὰ περὶ τὴν τοῦ χρυσίου παράληψιν καταυθαδισαμένου καὶ ἐπεντρυφή‐ σαντος αὐτοῖς.

### ε 2059

Ἐπ’ ἐξαγωγῇ· ἐμαστιγοῦτο ῥάβδοις, εἶτα ἐπ’ ἐξαγωγῇ ἐπι‐ πράσκετο, δειλίας καὶ ἀποδράσεως τίμημα φερόμενος δοῦλος εἶναι.

### ε 2060

Ἐπεξιέναι· αἰτιατικῇ. γενικῇ· ἐπεξιοῦσα νεᾶνις ἄρτι τῶν παρθενικῶν θαλάμων.

### ε 2061

Ἐπεπάμεθα: ἐκεκτήμεθα. πάνθ’ ὅσα κἐν ζῳοῖς ἐπεπάμεθα, ταῦτα παρ’ ᾅδαν ἔρχομ’ ἔχων· λείπω δ’ οὐδὲν ὑπ’ ἠελίῳ.

### ε 2062

Ἐπεπαιώνιστο: ἐξύμνητο.

### ε 2063

Ἐπεπαίχειν: ὑπερσυντελικός, τὸ ἐνεπαίχθην. Ἐπεπέχειν δὲ ἐπεπέχεισαν. ἐκ τοῦ πέκω, τὸ κτενίζω.

### ε 2064

Ἐπεπολεῖτο: ἐπεπορεύετο.

### ε 2065

Ἐπεπόνθη: ἀντὶ τοῦ ἐπεπόνθειν, καὶ ἑωράκη, ἀντὶ τοῦ ἑω‐ ράκειν, καὶ ᾔδη, ἀντὶ τοῦ ᾔδειν.

### ε 2066

Ἐπέπυστο: ἤκουσεν.

### ε 2067

Ἐπέρραξεν: ἐπέπεσε, συνεπλάκη, μάχην συνῆψεν. ὁ δὲ πολ‐ λὴν διανύσας ὁδὸν ἄφνω τούτοις ἐπέρραξεν.

### ε 2068

Ἐπέραστος: ἐράσμιος.

### ε 2069

Ἐπερατώθη: ἐτελειώθη.

### ε 2070

Ἐπεραιώθη: ἐπέρασεν, ἐτελειώθη.

### ε 2071

Ἐπαίρεσθαι: τὸ φυσοῦσθαι. Ἐπερέσθαι δὲ τὸ ἐρωτῆσαι.

### ε 2072

Ἐπερρίφην: ἔπεσον.

### ε 2073

Ἐπερρόσαντο: ἐπεσείσθησαν. καὶ Ἐπερρόθησαν.

### ε 2074

Ἐπερωτῶ σε· αἰτιατικῇ.

### ε 2075

Ἐπέρω: τὸ ἐρωτῶ. καὶ Ἐπερόμενος, ἐρωτώμενος.

### ε 2076

Ἐπερρύη: ἐπέβρυσεν, ἀνέβλυσεν.

### ε 2077

Ἐπέσαξε τὴν ὄνον αὐτοῦ: ἀντὶ τοῦ ἐπεφόρτισεν.

### ε 2078

Ἐπέσβη: ἐπεισῆλθεν.

### ε 2079

Ἐπεσβόλον: λοίδορον, φλύαρον.

### ε 2080

Ἐπέσειεν: ἐπανετείνετο. τοῖς δ’ ἐπέσειε φόβον, ὡς αὐτίκα τεθνήξοντος.

### ε 2081

Ἐπεσημήναμεν: ἐξεπλάγημεν, ἐθαυμάσαμεν. καὶ Πολύβιος· τίς οὐκ ἂν ἐπισημήναιτο καὶ θαυμάσειε τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα.

### ε 2082

Ἐπέσθων: ἐπεσθίων, εὐωχούμενος. τὴν ἁλίη Εὔδημος, ἐφ’ ἧς ἅλα λυτὸν ἐπέσθων χειμῶνας μεγάλους ἐξέφυγε, θῆκε θεοῖς Σαμό‐ θρᾳξιν.

### ε 2083

Ἐπεσκήψατο: ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν. σπανιάκις δὲ καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν. τὸ δὲ ἐνεργητικὸν τὸ ἐπέσκηψεν, ἀντὶ τοῦ ἐνετείλατο. τὸ δὲ ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω καὶ οἷον ἐξορκίζω Ἀνδοκίδης καὶ Λυσίας ἔλαβεν. καὶ Ἐπεσκήψατο, ἔβλαψεν.

### ε 2084

Ἐπέσκηψεν: ἐπέπληξεν.

### ε 2085

Ἐπέσπερχε: διήγειρε, παρέθηγεν. ὃς δὴ μάλιστα ἐπέσπερχεν αὐτόν.

### ε 2086

Ἐπεστάτει: ἦρχεν, ἡγεμόνευεν. Ξενοφῶν· ἐνταῦθα ἦν Κλέαρχον καταμαθεῖν ὡς ἐπεστάτει ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ δόρυ ἔχων, ἐν δὲ τῇ δεξιᾷ βακτηρίαν.

### ε 2087

Ἐπέστησε· γενικῇ. ἐπέστησεν ἐξαίφνης τοῦ δρόμου.

### ε 2088

Ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου: ἀπὸ μεταφορᾶς τῶν αἰκιζομένων ταῦτα λέγω. ὁρῶν τὴν χεῖρά σου ἐπικειμένην καὶ λίαν μαστιγοῦσαν.

### ε 2089

Ἔπεστί μοι: βούλομαι, θέλω, δύναμαι· ἢ ἐπίκειταί μοι.

### ε 2090

Ἐπεσφάλακεν: οἱ μὲν ἐσπάσθη, οἱ δὲ ἐσάπη, ἢ παρὰ καιρὸν ἀτροφῆσαν ἐμαράνθη.

### ε 2091

Ἑπέται: οἱ θεράποντες, παρὰ τὸ ἕπεσθαι. Ἕπεται δὲ ἀκο‐ λουθεῖ.

### ε 2092

Ἐπέτειον: ἀπὸ τοῦ νῦν ἔτους. ἐπέτος γὰρ δεῖ λέγειν τὸν ἐνεστῶτα καιρὸν οὐχὶ διὰ τοῦ φ, ἀλλὰ διὰ τοῦ π, ὥς φησι Πίνδαρος καὶ Δημοσθένης. καὶ Ἐπέτειος, ὁ κατ’ ἔτος γινόμενος.

### ε 2093

Ἐπετείους ὑμᾶς ὄντας: ἀπὸ τῶν οἰωνῶν μετήνεγκε τῶν μὴ μονίμων ὄντων, ἀλλὰ φερομένων τῇ πτήσει. τουτέστιν εὐμεταβλή‐ τους, ὀλιγώρους, μὴ διαμένοντας ἐν τοῖς αὐτοῖς ἀεί, ἁψικόρους.

### ε 2094

Ἐπέτηξε· δελτίον δίπτυχον λαβὼν τὸν κηρὸν αὐτοῦ ἐπέτηξεν. ἀντὶ τοῦ ἐλέανε, λεῖον ἐποίησεν.

### ε 2095

Ἐπετίλησεν: ἐξεκένωσε τὴν κόπρον. Ἀριστοφάνης· ὁ δὲ τῆς μαρίλης μοι συχνὴν ὡς ἐπετίλησεν, ὥσπερ σηπία. θηρώμεναι γὰρ αἱ σηπίαι ἐναφιᾶσιν ἐκ τοῦ προσόντος αὐταῖς θολοῦ, ταράττειν βουλό‐ μεναι τὸν παρ’ αὐταῖς τόπον, ἵνα μὴ καταφανεῖς ὦσι τοῖς θηρῶσιν.

### ε 2096

Ἐπετίμα: ἐπηύξει τὴν τιμήν. οἱ δὲ κερδαίνειν οἰόμενοι ἐπετίμων ὡς λιμώττοντι τὸν σῖτον. ὁ δὲ οὐδὲν ἧττον ἠγόραζε. Μάλχος φησίν.

### ε 2097

Ἐπετοξάζοντο: ἐτόξευον.

### ε 2098

Ἐπευκτή: ἐπιθυμητή, εὐχῆς ἀξία.

### ε 2099

Ἐπευωνίζων: κερδαίνων.

### ε 2100

Ἐπευφήμησαν: μετ’ εὐφημίας συγκατέθεντο, ἐπῄνεσαν.

### ε 2101

Ἐπεύχεται· δοτικῇ.

### ε 2102

Ἐπεφάνη· φησὶν ὁ Ἀπόστολος· ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος. διὰ τί οὐκ εἶπεν ἐφάνη, ἀλλ’ ἐπεφάνη; ἐπειδὴ ὁ ὢν ἐφάνη. εἰ γὰρ εἶπεν ἐφάνη, ἀρχὴν εἰσηγεῖτο τοῦ ἀεὶ ὄντος. καὶ διὰ τοῦτο εἶπεν ἐπεφάνη, ἵνα τὴν ἄναρχον ὕπαρξιν μηνύσῃ. ἐξ ὧν δεῖ σαφῶς εἰδέναι, ὅτι ὁ αὐτὸς κύριος ἐφάνη καὶ ἐπεφάνη. ἐφάνη μὲν τῇ οἰκο‐ νομίᾳ τῆς ἐνανθρωπήσεως· ἀρχὴν γὰρ ἐδέξατο· ἐπεφάνη δὲ τῇ ἐν‐ εργείᾳ τῆς θεότητος· ἄναρχος γὰρ ἡ ὕπαρξις. τὸ δὲ πᾶσιν εἶπεν δηλῶν, ὅτι οὐ μερικῶς, ἀλλὰ πᾶσιν ἀνθρώποις.

### ε 2103

Ἐπεφόρησεν: ἐπεσώρευσεν. Ἀριστοφάνης· ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων. καὶ αὖθις· βόθρον ὀρύξασα καὶ ἐπιπολῆς στεγάσασα γῆν ἐπεφόρησεν, ἐξαδηλοῦσα τὸ ποιηθέν.

### ε 2104

Ἐπεφώρατο γάρ: ἐφανεροῦτο, εὑρίσκετο, ἠλέγχετο.

### ε 2105

Ἐπέφραδεν: ἐδήλωσε, διεσάφησεν. καὶ Ἐπέφραδον. εἶπον.

### ε 2106

Ἐπεφράσατο: ἐθεώρησεν.

### ε 2107

Ἐπέφυ: ἀντὶ τοῦ ἐκράτησεν. ἀλλὰ τὸ δὴ λεγόμενον ἀμφοῖν ταῖν χεροῖν ἐπέφυ.

### ε 2108

Ἐπεφύκει: προσεπλάκη.

### ε 2109

Ἐπεφύοντο: ἐπήρχοντο. καὶ ἐπέφυσάν οἱ συκοφάνται, καὶ τὸ ἔγκλημα ἦν, Δίωνι ἔφασκον εἶναι φίλον.

### ε 2110

Ἔπεχε: ἐπίκεισο, ἐπίμενε, φύλασσε. Πλάτων περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. ὅτι Ἀρκεσίλαος ὁ φιλόσοφος διὰ τὸ περιπατῶν ἐπέχειν οὐδὲ βιβλίον τι συνέγραψεν. καὶ Ἐπέχω· αἰτιατικῇ. Ἐπέχομαι δὲ γενικῇ. καὶ ἡ χεὶρ ἐπέχεται τοῦ πονηροῦ γραφέως.

### ε 2111

Ἐπεχώρησεν: ἀντὶ τοῦ συνεχώρησεν. οὕτως Ἀρριανός. καὶ Ἐπεχωρήθη, συνεχωρήθη. καὶ τὰ ὅμοια.

### ε 2112

Ἐπέχθη: ἐκτενίσθη. ἐκάρη. Ἀριστοφάνης Νεφέλαις· ἐκέ‐ λευσα ᾆσαι Σιμωνίδου τὸν κριὸν ὡς ἐπέχθη.

### ε 2113

Ἐπεί: ἐπειδή.

### ε 2114

Ἐπείγω: σπουδάζω.

### ε 2115

Ἐπείγομαι· δοτικῇ.

### ε 2116

Ἐπειγωλή: ἡ σπουδή.

### ε 2117

Ἐπεῖδεν ὁ ὀφθαλμός μου.

### ε 2118

Ἐπειδή: ἔστι μὲν σύνδεσμος παρασυναπτικός, λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἀφ’ οὗ· ὡς καὶ Θουκυδίδης πολλάκις ἐχρήσατο καὶ Ὅμηρος πρότερον. ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσι λέλοιπε, περὶ τοῦ σκήπτρου.

### ε 2119

Ἐπειδὴ τὸν Ταντάλου λίθον τῆς κεφαλῆς ἀπετιναξά‐ μεθα: λέγεται ἐπὶ κινδύνου τινὸς ἐπηρτημένου καὶ παρελθόντος· ἢ ἐπὶ τοῦ ἀρξαμένου τινὸς πράγματος, εἶτα ὀλιγωρήσαντος.

### ε 2120

Ἐπειδὴ τὸν οἶνον ἠξίους πιεῖν, συνεκποτ’ ἐστί σοι καὶ τὴν τρύγα.

### ε 2121

Ἐπειή: ἐπειδή.

### ε 2122

Ἐπεικάζω: στοχάζομαι. Σοφοκλῆς· ἦ καὶ δάμαρτα τήνδ’ ἐπεικάζων κυρῶ.

### ε 2123

Ἐπείκτης: ὁ κατεπείγων. Πισίδης· ὅπως ὑφέξει τοῖς ἐπείκταις ἀγγέλοις τοὺς συλλογισμοὺς τῶν χρεῶν καὶ τῶν τόκων. Ἐπείκτης λέγεται καὶ ὁ τὴν κογχύλην ἀπαιτῶν.

### ε 2124

Ἐπεικτός.

### ε 2125

Ἐπειλέγῃ καὶ Κατειλέγῃ καὶ Συνειλέγῃ.

### ε 2126

Ἐπειλεγμένος, Ἐπιλελεγμένος δέ.

### ε 2127

Ἐπείλημμαι· γενικῇ.

### ε 2128

Ἐπειλημμένη: ἀντιλαμβάνουσα.

### ε 2129

Ἔπειξις.

### ε 2130

Ἐπειός: ὄνομα ἐθνικόν. Ἐπηὸς δὲ ὁ συγγενής.

### ε 2131

Ἐπειοῦ δειλότερος: οὕτως ἐλέγετο Κρατῖνος ὁ κωμικός, ἴσως διὰ τὸ ταξιαρχῆσαι τῆς Οἰνηΐδος φυλῆς καὶ δειλότερός τε φανῆ‐ ναι. καὶ γὰρ ὁ Ἐπειὸς δειλὸς ἦν.

### ε 2132

Ἐπείρα: αἰσχρῶς προσέβαλλεν. Ἀστυδάμεια ἠράσθη Πηλέως τοῦ Αἰακοῦ, ὁ δὲ ἀναίνεται. ἡ δὲ φοβηθεῖσα μὴ κατείπῃ αὐτῆς, σοφώ‐ τερα ἢ ἀληθέστερα λέγει, ὅτι αὐτὴν ἐπείρα ὁ Πηλεύς, εἰποῦσα ... ἐπείρα χρήματα πέμπων τῆς διαφθορᾶς δέλεαρ.

### ε 2133

Ἐπειράσατο: ἀπόπειραν ἐποιήσατο.

### ε 2134

Ἔπειρεν: ἐσούβλιζεν.

### ε 2135

Ἐπειρωνευόμενος: χλευάζων, ἐπεγγελῶν. ὁ δὲ ἄντικρυς Ῥωμαίων προαχθεὶς ἀναιρεῖται. τοῦτο δ’ ἔπραττεν ὁ Σίμων ἐπειρω‐ νευόμενος, εἴ τι βοηθήσουσιν αὐτῷ, πρὸς οὓς ἐξελθεῖν εἵλετο.

### ε 2136

Ἐπεισάκτους: ἀλλοτρίους.

### ε 2137

Ἐπεισέφρησεν: εἰσῆλθεν.

### ε 2138

Ἐπεισήρρησεν: εἰσεφθάρη.

### ε 2139

Ἔπεισί μοι: ἐπέρχεταί μοι.

### ε 2140

Ἐπεισκρινόμενον.

### ε 2141

Ἐπεισκύκλησις: ἡ ἀνακύκλησις. καὶ Ἐπεισκυκλείσθω, ἐπιφερέσθω, ἐπισυναπτέσθω.

### ε 2142

Ἐπεισκυκλεῖ: εἰσφέρει, ἐπισυνάπτει.

### ε 2143

Ἐπεισόδιον: τὸ εἰς τὰ δράματα εἰσαγόμενον, κατὰ προσθήκην τινὰ καὶ αὔξησιν τοῦ δράματος. Εὐνάπιος· καὶ τούτῳ ὥσπερ δρά‐ ματι μεγάλῳ καὶ τραχεῖ τὸ κατὰ Μουσώνιον ἐπεισόδιον οὐκ ἔλαττον ὁ δαίμων ἐπήνεγκε. καὶ ἐν Ἐπιγράμμασι· ἤρεσε γύψου χρώματα καὶ φύκους ἄνθος ἐπεισόδιον. καὶ αὖθις· γέλγιθες κ’ ὄγχναι καὶ ῥοιαὶ καὶ σταφυλαὶ δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια.

### ε 2144

Ἐπεισόδιον: τὸ εἰσφερόμενον τῷ δράματι γέλωτος χάριν, ἔξω τῆς ὑποθέσεως ὄν. καταχρηστικῶς δὲ τὸ ἐξαγώνιον ἅπαν πρᾶγμα.

### ε 2145

Ἐπεισπέπαικεν: εἰσεπήδησεν, εἰσῆλθε. κυρίως δὲ ἐπὶ στρατιᾶς πολεμίων. Ἀριστοφάνης Πλούτῳ· ἡμῖν γὰρ ἀγαθῶν σωρὸς εἰς τὴν οἰκίαν ἐπεισπέπαικεν οὐδὲν ἠδικηκόσι. καὶ αὖθις· Μυκονίων δίκην ἐπεισπέπαικεν εἰς τὰ συμπόσια.

### ε 2146

Ἐπεισοίσας: ἐπεισβαλών.

### ε 2147

Ἐπεισφοραῖς: καταδίκαις.

### ε 2148

Ἐπεισφρήσας: ἐπεισελθών. καὶ Ἐπεισφρήσω, ἐπεισενέγκω.

### ε 2149

Ἐπεισχέω: ἐπεισβάλλω.

### ε 2150

Ἔπειτα: μετὰ ταῦτα. ὁ δὲ Ὅμηρος καὶ ἀντὶ τοῦ δὴ κέχρηται τῷ ἔπειτα. αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς. οὐκ ἔστι μετὰ ταῦτα. ἅμα γὰρ ἀφῆκεν ὁ μὲν τὸν ὀϊστόν, ὁ δὲ τὸ δόρυ.

### ε 2151

Ἐπεί οἱ· Προκόπιος· ἐπεί οἱ οὐκ ἦν βουλομένῳ ἐς χεῖρας ἰέναι τοῖς πολεμίοις.

### ε 2152

Ἐπεῖχεν: ἐπήρειδεν, ἐπέκειτο.

### ε 2153

Ἐπειχθῶμεν: σπεύσωμεν.

### ε 2154

Ἐπήβολος: ἐπιτευκτικός, ἐπιτυχής. εἰ δὲ οἴει σαυτὸν εὐδαίμονα, ὡς ἐπήβολον καὶ πολύχρυσον, γνωστὸν ἤτω σοι, ὅτι γηρᾷ καὶ τύχη.

### ε 2155

Ἐπηβολώτατος.

### ε 2156

Ἐπηγάγετο: προσῳκειώσατο, ἰδιοποιήσατο. τοὺς δὲ οἰκήτορας τῆς πόλεως μηδὲν βίαιον δράσας ἐπηγάγετο.

### ε 2157

Ἐπήγγελλεν· ἐπήγγελλεν ἐπὶ τούτοις συσσίτια. καὶ αὖθις· οἱ μὲν ταύτην τὴν γραφὴν ἐπήγγελλον, οἱ δὲ τὴν ἄλλην.

### ε 2158

Ἐπήγγελλεν: ἀντὶ τοῦ προσέτασσεν. ὁ δὲ Μίνως παντα‐ χόσε ἔπλει καὶ πολλοῖς ξενίαν ἐπήγγελλεν. ἀντὶ τοῦ ἐνετέλλετο. εἰθισμένον ὂν γράμματα οἰκεῖα τοῖς βιβλίοις ἐντιθέναι, ὅσα ἂν ἐπαγ‐ γέλλοντος αὐτοῦ γένοιτο. καὶ αὖθις· οὐκ ἔχειν ὀνομάσαι ὁπότε οἱ ἐπήγγειλαν στρατιὰν Ἀραβίοις ἐς τὸ παρασχεῖν ἄκοντας. ἀντὶ τοῦ ὥρισαν.

### ε 2159

Ἐπήγετο: ἐπεφέρετο.

### ε 2160

Ἐπήγγειλα· ἔλυσα τὴν ἐκκλησίαν καὶ εἰς τετάρτην ἥκειν ἐπήγγειλα. ἀντὶ τοῦ παρήγγειλα.

### ε 2161

Ἐπηγκενίς: ἡ μακρὰ σανίς.

### ε 2162

Ἐπηγκυλημένα ξύλα: τὰ κεκαμμένα εἰς θεοειδῆ σχήματα, εἰς χρῆσιν ὅπλων.

### ε 2163

Ἐπῄεσαν: παρήρχοντο.

### ε 2164

Ἐπηετανός: ὁ αὐτάρκης.

### ε 2165

Ἐπῄει μοι: ἐπήρχετο.

### ε 2166

Ἐπηθρηκυῖα: ἰδοῦσα.

### ε 2167

Ἐπήϊξας: ἐφώρμησας.

### ε 2168

Ἐπηκόοις· ἐλοιδοροῦντο τοῖς ἐπηκόοις καὶ πολὺ πλέον ἐκ‐ θύμως ἐμάχοντο. ἀντὶ τοῦ πάντων ἀκουόντων, φανερῶς.

### ε 2169

Ἐπηγορία. ἀλλ’ εἰ μέν τις ἐκ τούτων κακόν τι ἐδεδράκει ἢ ἐπεπόνθει, ἐπηγορίαν εἶχεν.

### ε 2170

Ἐπῆκτο: ἐπηκολούθει.

### ε 2171

Ἐπηλυγάζονται: ἐπισκιάζονται, ἐπικρύπτονται. καὶ Ἐπη‐ λυγάζω, ὀλίγον φαίνω, σκοτάζω. καὶ Ἐπηλυγάζοντες, καλύπτοντες, σκεπάζοντες. οἱ δ’ οὖν περὶ πλείστου τιθέμενοι τὰ τοῦ Φοίνικος, καλλύνοντες ἄρα τὸ κακὸν αὐτοῦ καὶ ἐπηλυγάζοντες, ἄλλως φασὶ τοῦτο γενέσθαι. καὶ αὖθις· ὁ μὲν οὖν Φερεκύδης ἐπηλυγασά‐ μενος θοιμάτιον, χρῷ δῆλον, ἔφη, καὶ δακτύλῳ τὴν νόσον ἐδείκνυε. πασχητιῶν δὲ μειράκιον ταῖς θριξὶ σημαινόμεθα.

### ε 2172

Ἐπηλυγασάμενος: σκεπάσας, καλύψας. ἠλύγη γὰρ ἡ σκιά.

### ε 2173

Ἔπηλις: εὕρηται παρὰ Ποσειδίππῳ. καὶ ἀντήλιος καὶ ἀπηλιώτης ἐν τῷ η καὶ ψιλῶς.

### ε 2174

Ἔπηλυν: ξένον, ἔποικον. διακρίνων τὸν ἔπηλυν λεὼν ἀπὸ τῶν ἐπιχωρίων.

### ε 2175

Ἔπηλυς: ὁ ξένος.

### ε 2176

Ἐπήλυσιν· μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν. ἐν Ἐπιγράμ‐ μασιν. ἀντὶ τοῦ ἄφιξιν, ἐπέλευσιν, ἔκπεμψιν.

### ε 2177

Ἐπήλυσις: ἐπιδρομή. ἐπήλυσιν ὄφρ’ ἀλέοιτο φώριον. τουτέστι λῃστρικήν.

### ε 2178

Ἐπήλυσις: ἐπέλευσις. ἐν ἀπόπτῳ καραδοκοῦντές τε καὶ θεώμενοι, εἴ που ἐπήλυσις ἔσται βαρβαρική.

### ε 2179

Ἐπήλυτος: πάροικος, ἔποικος.

### ε 2180

Ἐπ’ ἤματι: ἐν μιᾷ ἡμέρᾳ. ὁ δὲ Θεοδόσιος τὴν βασίλισσαν θανοῦσαν ἐπ’ ἤματι σχεδόν τι ἐδάκρυσεν· ἀνάγκη γάρ, καὶ ὁ προκεί‐ μενος πόλεμος συνεσκίαζεν αὐτῷ τὸ περὶ τὴν γυναῖκα πάθος.

### ε 2181

Ἐπήμηναν: ἔβλαψαν. καὶ Ἐπημήνατο, ἔβλαπτεν.

### ε 2182

Ἐπημοιβοί: ἐπηλλαγμένοι, ὥστε τὸν μὲν ἔνθεν, τὸν δὲ ἔνθεν ἐφέλκεσθαι.

### ε 2183

Ἐπήμυνον: ἐπεβοήθουν.

### ε 2184

Ἐπημύω: τὸ καμμύω.

### ε 2185

Ἐπηνέμιος πλοῦτος: ὁ ψευδόμενος.

### ε 2186

Ἐπῄνεον: συγκατετίθεντο.

### ε 2187

Ἐπῄνει: εὐμενῶς ἐδέχετο, συγκατετίθετο. τὸ δὲ θεῖον οὐκ ἐπῄνει τὰ ὑπὸ τοῦ βασιλέως πραττόμενα.

### ε 2188

Ἐπῃνηκέναι: ἐπαινέσαι. ἐκ τοῦ ἐπαινῶ. καὶ ὁ παρακείμενος ἐπῄνηκα, καὶ ἐπῃνηκέναι.

### ε 2189

Ἐπηνήκιζεν: ἐξηπάτα. οὕτως Κρατῖνος.

### ε 2190

Ἐπῄνουν: συγκατετίθεντο.

### ε 2191

Ἐπηνωρθωκέναι.

### ε 2192

Ἐπῃωρεῖτο: ἐκρέματο.

### ε 2193

Ἐπηπείλησα καὶ κατώμοσα: ἀντὶ τοῦ ἐπαγγειλάμενος ὤμοσα.

### ε 2194

Ἐπήπυον: ἐβόων.

### ε 2195

Ἐπῆρας: ἀνέπεισας.

### ε 2196

Ἐπηράσαντο: ἀντὶ τοῦ ἀραῖς ὑπέβαλον. ἐπηράσαντο αὐτῷ Εὐμολπίδαι καὶ Κήρυκες.

### ε 2197

Ἐπῄρατε: ἐπείσατε, ἠπατήσατε.

### ε 2198

Ἐπηρᾶτο: ἐπηύχετο.

### ε 2199

Ἐπήρατον: ἐπέραστον, ποθεινόν.

### ε 2200

Ἐπηρεάσαι: βλάψαι.

### ε 2201

Ἐπῇρεν: ἀντὶ τοῦ ἀνέπεισεν, ἠρέθισεν. ὁ τοίνυν ἔρως συμπνεύσας καὶ κατὰ τοῦ τυράννου Φαλάριδος ἐπῇρεν αὐτούς. καὶ αὖθις· τοῦτον ἰάσατο, καὶ κωμῳδίαις διδάσκειν αὖθις ἐπῇρεν.

### ε 2202

Ἐπῆρες: παρεσκευασμένον, ἕτοιμον. τὸ δὲ πλοῖον ἐπῆρες ἦν, εἰς ὃ τὴν ἄνθρωπον ἐμβάλλουσι, καὶ ἀποπλεῖ.

### ε 2203

Ἐπηρεάζω· αἰτιατικῇ. δοτικῇ δέ· οἳ τοῖς ἑαυτῶν κακοῖς βοηθοῦσιν, ἐξ ὧν ἄλλοις ἐπηρεάζουσι.

### ε 2204

Ἐπήρετο: ἠρώτα.

### ε 2205

Ἐπηρεφέες. Ἐπηρεφεῖς, ἐπὶ τὰ κάτω ἐστραμμένοι, κατωφερεῖς.

### ε 2206

Ἐπήρεια: βλάβη. Θουκυδίδης· τούς τε φεύγοντας ἐκέλευον κατ’ ἐπήρειαν δέχεσθαι αὐτούς. καὶ αὖθις· καὶ παρήγγειλε παρα‐ φυλάσσειν, μὴ ἄρα πού τις ἀπὸ τῆς ἄλλης στρατιᾶς ἐνὼν ἐπηρεάζοι αὐτοῖς. ἀντὶ τοῦ βλάπτοι. καὶ αὖθις· ὥστε ἡ ἐς ταῦτα ἐπήρεια εἰκότως ἂν ἀδίκημα μέγα εἰς τοὺς ἀνθρώπους τοῦ παντὸς αἰῶνος δόξειεν εἶναι. κυρίως δὲ Ἐπήρεια, ἡ τοῦ πολέμου καταδρομή. ἐκ τοῦ Ἄρης, Ἄρεως.

### ε 2207

Ἐπήρκεσεν: ἐβοήθησεν. ταῦτα ξυνεχῶς ἀγγελλόμενα τῷ Ἀντωνίῳ αὐτόν τε ἐπήρκει εἰς τὴν ἀποχώρησιν καὶ τοὺς στρατιώτας μαλακωτέρους ἐποίει. καὶ αὖθις· τὰ δὲ ἄλλα τοῖς φιλοσόφοις ἐπήρκουν.

### ε 2208

Ἐπηρμένοι: πρόχειροι, εὐτρεπεῖς. Θουκυδίδης· οἱ οὖν Ἕλλη‐ νες ἐπηρμένοι ἦσαν διὰ τὴν τῶν Ἀθηναίων κακοπραγίαν, οὐκ ἀπο‐ στατέον τοῦ πολέμου εἴη.

### ε 2209

Ἐπηρώθησαν: ἐσκοτίσθησαν, ἐτυφλώθησαν.

### ε 2210

Ἐπηρτημένην: ἐπικειμένην.

### ε 2211

Ἐπήρτησεν: ἐπέθηκεν, ἐπέφερεν. ὁ δὲ τὰς ὁδοὺς διαλαβὼν οὐ μικρὸν φόβον ἐπήρτησε τοῖς ἐν τῇ πόλει.

### ε 2212

Ἐπησθέντες: ἐπιχαρέντες.

### ε 2213

Ἐπῄσθετο· γενικῇ. ἔγνω.

### ε 2214

Ἐπήσθη: ἐλαλήθη.

### ε 2215

Ἐπήσπαιρεν: ἐψυχορράγει.

### ε 2216

Ἐπητεία: ἡ ἐπέλευσις.

### ε 2217

Ἐπήτης: ὁ λόγιος καὶ συνετός.

### ε 2218

Ἐπήτριμος: πυκνός.

### ε 2219

Ἐπητύϊ: τῇ συνέσει.

### ε 2220

Ἐπηύξησεν.

### ε 2221

Ἐπιάλτην: Ὅμηρος καὶ Ἡσίοδος καὶ οἱ Ἀττικοὶ τὸν δαίμονα, διὰ δὲ τοῦ φ τὸν ἄνδρα Ἐφιάλτην. καὶ τὸ ῥιγοπύρετος λεγόμενον.

### ε 2222

Ἐπίασιν: ἐπέρχονται.

### ε 2223

Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ: ἡ μὲν γὰρ ἐνίησι θανατηφόρον ἰόν, ὁ δὲ καὶ τῇ θέᾳ λώβην ἐργάζεται.

### ε 2224

Ἐπιβάθρα: ἐπίβασις. πρώτη δὲ ἤδη ἀπέβη, οἱονεὶ ἐπι‐ βάθραν αὐτῷ κατασκευάζουσα καὶ κατακόλπισιν. Πολύβιος· ὁ δὲ Φίλιππος ἐβούλετο παρελέσθαι Ῥωμαίων τὰς ἐν τούτοις τοῖς τόποις ἀφορμὰς καὶ τὰς ἐπιβάθρας.

### ε 2225

Ἐπιβάθρας: ἐπιβάσεως. ἡ δὲ ἐπὶ τὸ τέγος ἀναβᾶσα ταχέως ἅτε τῆς ἐπιβάθρας ἐμπείρως ἔχουσα. Πολύβιος· ἵνα ἐὰν προθῆται διαβαίνειν αὖθις εἰς τὴν Ἀσίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον.

### ε 2226

Ἐπιβάλλω· δοτικῇ.

### ε 2227

Ἐπιβὰς τῆς Ἀσίας.

### ε 2228

Ἐπιβατεῦσαι· γενικῇ. ἐπιβῆναι, κατασχεῖν. χωρίων ἐκστῆναι, ὧνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι διὰ σπουδῆς ἔσχεν.

### ε 2229

Ἐπιβατήρια: τὰ ἐπὶ τῶν τειχῶν μηχανήματα. ὁ δὲ τὰς μηχανὰς ἐπῆγε, πύργους ξυλίνους καὶ χελώνας, καὶ ὅσα τειχῶν ἐπι‐ βατήρια.

### ε 2230

Ἐπιβάτης: ὁ ἐπὶ τῆς νηὸς ἄπρακτος. Ἐρέτης δὲ ὁ κωπη‐ λατῶν.

### ε 2231

Ἐπιβάτης: οὕτως ἐκάλουν τοὺς ἐν ταῖς τριήρεσι στρατευο‐ μένους καὶ μὴ κωπηλατοῦντας μέν, ἐπιτηδείους δὲ πρὸς τὸ μάχεσθαι.

### ε 2232

Ἐπιβαίνω· γενικῇ.

### ε 2233

Ἐπιβεβήκασιν: ἐνέτυχον, σύγχρονοι ἐγένοντο. οὗτοι μὲν οὐκ ἐγένοντο ἐπὶ τῆς ἀρχαιοπρεποῦς πολιτείας· τοῖς δὲ γενομένοις ἐπιβε‐ βήκασι καὶ ἐνέτυχον, καὶ παρ’ ἐκείνων ὠφεληθέντες, ἔπειτα τοῖς καθ’ ἑαυτοὺς ἐγένοντο πολλῶν ἀγαθῶν ἡγεμόνες, τῶν τε ἄλλων καὶ παλαιῶν διηγημάτων πολύφωνοι κήρυκες.

### ε 2234

Ἐπίβλημα· τὸ τῷ προτέρῳ ἐπιβαλλόμενον.

### ε 2235

Ἐπιβλής: ὁ μοχλός, ἡ σαῖρα. οἱ μέν φασιν, ὅτι δοκός ἐστιν, οἱ δὲ ποιός τις δοκός.

### ε 2236

Ἐπιβλήτης: ὁ δόκιμος.

### ε 2237

Ἐπιβόημα· Θουκυδίδης· ὁ δὲ εἴτε τὸ ἐπιβόημα εἴτε καὶ αὐτὸ ἄλλο τι ἢ κατὰ τὸ αὐτὸ δόξαν ἐξαίφνης, τὸ στράτευμα ἀπῆγε. τουτ‐ έστιν ἐπιφώνημα. καὶ Ἐπιβοώμενος, ἀντὶ τοῦ ἐπικαλούμενος.

### ε 2238

Ἐπιβολή: ἔννοια καὶ ἐπιχείρησις. ἐπὶ θεωρημάτων γεω‐ μετρικῶν. ἐπὶ δὲ Ἰουστινιανοῦ τὸ τῆς ἐπιβολῆς ὄνομα ὄλεθρος ἦν ἀπρόοπτος ἐξαπιναίως τοῖς τὰ χωρία κεκτημένοις ἐπιγινόμενος πρόρρι‐ ζόν τε αὐτοῖς ἐκτρίβων τὴν τοῦ βίου ἐλπίδα. χωρίων γὰρ τέλος τῶν ἐρήμων τε καὶ ἀπόρων γεγενημένων, ὧν δὴ τοῖς τε κυρίοις καὶ τοῖς γεωργοῖς ἤδη τετύχηκεν ἀπολωλέναι τὴν γῆν πατρῴαν ἀπολιποῦσιν ἢ τοὺς ἐγκειμένους σφίσι διὰ ταῦτα κακοὺς κρύπτεσθαι, οὐκ ἀπηξίουν φέρειν τοῖς οὔπω διεφθαρμένοις παντάπασι. καὶ τοῦτο ἐκάλουν ἐπιβολὴν καὶ ἐπιβάλλειν, ὡς ὁριζομένη ζημία τοῖς ἁλοῦσιν ἐξημαρτη‐ κέναι περὶ ὀρφανοὺς ἐπιτρόποις ἢ καὶ ἄλλοις τισὶ τῶν τὰ δημόσια μὴ καλῶς διοικησάντων ἢ τοῖς κατέχουσι τὰ ἀλλότρια καὶ μὴ εἰς ἐμφανὲς καθιστᾶσιν. ἣν οἱ ἄρχοντες ζημίαν ὁρίζουσιν ἐπιβολὴ καλεῖται, καὶ τὸ ῥῆμα ἐπιβάλλειν.

### ε 2239

Ἐπιβολή: καὶ ἡ ἐγχείρησις, ἡ προκάταρξις. Πολύβιος· ἔστι μὲν γὰρ ὅτε καὶ ταὐτόματον ἀντέπραξε ταῖς ἐπιβολαῖς τῶν ἀγαθῶν ἀνδρῶν, ἔστι δ’ ὅτε πάλιν, κατὰ τὴν παροιμίαν, ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχε. τοῦτο δέ φασι περὶ Ὕλλου τοῦ Ἡρακλείδου καὶ Εὐχέμου τοῦ Αἰγεάτου.

### ε 2240

Ἐπιβολή: παρὰ τοῖς ῥήτορσιν ἡ ζημία. καὶ Ἀριστοφάνης· ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.

### ε 2241

Ἐπίβολος. Ἐπιβολή, ἡ εἰσφορά. ὅτι Ἀγάπιος φιλόσοφος ἐθαυμάζετο ἐπὶ φιλομαθείᾳ καὶ ἀποριῶν προβολῇ δυσεπιβόλων. ὁ δὲ Σκιπίων ἀποκρίνεται μηδαμῶς εἶναι Ῥωμαίοις ἔννομον ἐν ἐπαίνῳ ποιεῖσθαι τὰς κατὰ τῶν στρατηγῶν τοῖς ἀρχομένοις ἐπιχειρουμένας ἐπιβουλάς.

### ε 2242

Ἐπίβοον: ἡ ἐκ τοῦ βοὸς θυσία.

### ε 2243

Ἐπιβουλὴ καὶ Ἐπίβουλος. καὶ Ἐπιβουλεύω σοι· δοτικῇ.

### ε 2244

Ἐπιβώμιον: τὸ εἰς τὸν βωμόν.

### ε 2245

Ἐπιβοῶμαι· αἰτιατικῇ. τὴν πεῖραν μάρτυρα καὶ κανόνα τῶν ἐμῶν λόγων ἐπιβοῶμαι.

### ε 2246

Ἐπιβοώμενοι: ἐπικαλούμενοι μάρτυρας. τὰς ἑαυτῶν κεφαλὰς τύπτοντες καὶ τὰς χεῖρας ἐπανατείνοντες καὶ τοὺς θεοὺς ἐπιβοώμενοι.

### ε 2247

Ἐπιβοῶμαι σε. τὸν Χριστὸν ἐπεβοᾶτο.

### ε 2248

Ἐπιβωσάμενος: ἐπιβοησάμενος, ἐπικαλεσάμενος.

### ε 2249

Ἐπιβωσόμεθα.

### ε 2250

Ἐπιβρίθων: ἐπιβαρῶν. καὶ Ἐπιβρίσει, ἐπιβαρήσει.

### ε 2251

Ἐπιβρίσησιν ὀδόντας: παρ’ ὅσον οἱ θυμούμενοι τρίζουσι τοὺς ὀδόντας.

### ε 2252

Ἐπιβρόντητος: ὁ ἐμβρόντητος. Σοφοκλῆς· ὡς ὁ στρατηγὸς οὑ’πιβρόντητος μολών.

### ε 2253

Ἐπιβρέχω· δοτικῇ.

### ε 2254

Ἐπίβοιον· ὅταν τις τῇ Ἀθηνᾷ ἔθυε βοῦν, ἔθυε καὶ τῇ Παν‐ δώρᾳ ὄϊν μετὰ βοός· καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον.

### ε 2255

Ἐπὶ βύρσης ἐκαθέζετο: τοῦτο παρὰ Σκύθαις ἐτελεῖτο. ἐπειδάν τις ἠδικεῖτο πρὸς ἑτέρου, ἀμύνασθαι δὲ βουλόμενος ἑαυτὸν οὐκ ἀξιόμαχον μόνον ᾤετο, βοῦν ἱερεύσας, τὰ μὲν κρέα κατακόψας ἥψει, αὐτὸς δὲ ἐκπετάσας χαμαὶ τὴν βύρσαν ἐκάθητο ἐπ’ αὐτῆς εἰς τοὐπίσω παραγαγὼν τὼ χεῖρε. καὶ τοῦτό ἐστι Σκύθαις ἡ μεγίστη ἱκετηρία. τῶν δὲ κρεῶν τοῦ βοὸς ὁ βουλόμενος μοῖραν λαμβάνων καὶ ἐπιβαίνων τῇ βύρσῃ τὸν δεξιὸν πόδα ὑπισχνεῖται κατὰ δύναμιν ἕκαστος συμμαχήσειν. καὶ ἔστιν αὐτοῖς τοῦτο ὅρκων ὁ βεβαιότατος.

### ε 2256

Ἐπιβύσαντες: ἐπικαλύψαντες, σκεπάσαντες. Προκόπιος· ἐπι‐ βύσαντες τοὺς ῥωχμοὺς χώματι τὸ ὕδωρ μετοχετεύουσι. καὶ Ἀκρό‐ βυστος, ὁ τὸ ἄκρον βεβυσμένον ἔχων.

### ε 2257

Ἐπιβύσας: ἐμπλήσας, γεμίσας. ὡς Ὅμηρος· νήματος ἀσκητοῖο βεβυσμένον. Ἀριστοφάνης Πλούτῳ· τὸ στόμ’ ἐπιβύσας κέρμασι τῶν ῥητόρων.

### ε 2258

Ἐπιγαμβρεία.

### ε 2259

Ἐπιγάννυται· δοτικῇ. ἐπιχαίρει.

### ε 2260

Ἐπιγαυρωθείς: ἀνδρωθείς, θρασυνθείς. Ξενοφῶν· ὁ μὲν δὴ ταῦτα ἀκούσας καὶ ἐπιγαυρωθεὶς τῇ ἐντολῇ τοῦ Κύρου ἐπορεύετο.

### ε 2261

Ἐπιγενήματα: τὰ ἐξ ὑστέρου τοῖς τραύμασιν ἀναφυόμενα. Πολύβιος· δεῖ τοὺς ὀρθῶς βουλευομένους περὶ τοῦ πολέμου, καθάπερ καὶ τοὺς ἐν ταῖς ἀρρωστίαις, μηδὲν ἧττον τῶν ἐπιγενημάτων ποιεῖσθαι λόγον, ἢ τῶν ἐξ ἀρχῆς ὑποκειμένων παθῶν.

### ε 2262

Ἐπιγένης, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἡρωΐνη καὶ Μνημάτιον καὶ Βακχεία, ὡς Ἀθήναιος λέγει ἐν τοῖς Δειπνοσοφισταῖς.

### ε 2263

Ἐπιγένης: ὄνομα κύριον. ἐπειδὴ τοίνυν Ἐπιγένης ἀσθενὴς τριηραρχεῖν ἠναγκάζετο, ἀνάργυρος ὢν καὶ τῆς γῆς τῶν πολεμίων κρατούντων.

### ε 2264

Ἐπίγειος: ὁ γήϊνος.

### ε 2265

Ἐπιγηθεῖ: χαίρει.

### ε 2266

Ἐπιγλωττήσομαι: φλυαρήσω, βλασφημήσω. περὶ τῶν Ἀθη‐ ναίων γὰρ οὐκ ἐπιγλωττήσομαι.

### ε 2267

Ἐπιγνώμονας: ἀντὶ τοῦ ἐπισκόπους. καὶ Ἐπιγραφέας, τοὺς καθεστηκότας ἐπὶ τοῦ γράφειν ἑκάστῳ, ὅσον εἰσφέρειν ὀφείλουσιν εἰς τὸ δημόσιον.

### ε 2268

Ἐπίγονος: ὄνομα κύριον. Ἀριστοφάνης· ἐπιβλέψας ἐκεῖσε γυναῖκας ᾠόμην λέγειν. οὗτος ἐκωμῳδεῖτο ὡς μαλακὸς καὶ ὡς μετὰ γυναικῶν ἀεὶ εὑρισκόμενος.

### ε 2269

Ἐπιγουνίδα: τὸ πρὸ τοῦ γόνατος ἄνω σαρκῶδες τοῦ μηροῦ. ἔνιοι δὲ τὴν ἐπωμίδα.

### ε 2270

Ἐπίγραμμα: πάντα τὰ ἐπιγραφόμενά τισι, κἂν μὴ ἐν μέτροις εἰρημένα, ἐπιγράμματα λέγεται.

### ε 2271

Ἐπιγραφεῖς· ὁπότε δεήσειεν ἀργύριον εἰσφέρειν εἰς τὸ δημό‐ σιον τοὺς ἀστοὺς ἢ τοὺς μετοίκους, οἱ ταῦτα διαγράφοντες ἐπιγραφεῖς ἐκαλοῦντο.

### ε 2272

Ἐπιγραφομένῳ: ἰδιοποιουμένῳ, οἰκειουμένῳ. εἰ καὶ δόξαν ἔμελλε φέρειν τὰ ὑπ’ ἄλλων εὑρημένα ἐπιγραφομένῳ.

### ε 2273

Ἐπιγράφων· δοτικῇ. ἀντὶ τοῦ βεβαιῶν, διϊσχυριζόμενος. ὁ δὲ Ψευδοφίλιππος ἐπέγραφεν ἑαυτῷ Φίλιππον τὸν Μακεδόνα· ἀντὶ τοῦ ἡγησάμενον.

### ε 2274

Ἐπιγράψας: ἐπιξέσας.

### ε 2275

Ἐπίγυον· τὰ πρυμνήσια ἐπίγυα ἔλεγον.

### ε 2276

Ἐπιγύοις: τοῖς ἀπὸ γῆς. τὰ δὲ πλεῖστα καὶ τοῖς ἐκ τῆς γῆς ἐπιγύοις προσέλαβον εἰς τὸ ζεῦγμα. καὶ αὖθις· τὴν δ’ ἀπὸ τοῦ ῥεύ‐ ματος πλευρὰν ἠσφαλίζοντο τοῖς ἀπὸ γῆς ἐπιγύοις.

### ε 2277

Ἐπίδαμνος· ὅτι ἡ πόλις τὸ νῦν Δυρράχιον Ἐπίδαμνος τὸ πάλαι ἐλέγετο.

### ε 2278

Ἐπιδαύριος: ὄνομα τοπικόν.

### ε 2279

Ἐπίδαυρος: ὄνομα τοπικόν· ἐν ᾧ ὁ Ἀσκληπιὸς ἐτιμᾶτο.

### ε 2280

Ἐπιδαψιλευόμενος: πολυτελῶς διαπραξάμενος. καὶ Ἡρόδοτος· τάς τε μητέρας καὶ ἀδελφεὰς ἐπιδαψιλεύμεθα ὑμῖν, ὡς παντελῶς μάθετε τιμώμενοι πρὸς ἡμέων.

### ε 2281

Ἐπιδαψιλεύω· γενικῇ.

### ε 2282

Ἐπιδάν.

### ε 2283

Ἐπιδαίσιος οἶκος: ὁ ἐπίκοινος καὶ οὐ μεριστός. ὁ ἐξ ἴσου καταλειφθεὶς δύο τισίν.

### ε 2284

Ἐπιδεᾶ: ἐνδεᾶ, ἐλλιπῆ.

### ε 2285

Ἐπὶ δ’ ἐγδούπησεν: ἐπεκτύπησε. πλὴν περισσὸν καὶ παρέλκον τὸ γ. καὶ ἐν τῷ ἐρίγδουπος ὁμοίως.

### ε 2286

Ἐπιδέκατον: τὸ δέκατον. καὶ ἐπίπεμπτον, τὸ εʹ λέγειν εἰώθασι.

### ε 2287

Ἐπὶ Δελφινίῳ: δικαστήριον Ἀθήνησιν ἐπὶ τῶν ὁμολογούντων μὲν δεδρακέναι φόνους, κατὰ νόμους δέ.

### ε 2288

Ἐπιδεξιελευθέρως· Πλάτων ἐν Θεαιτήτῳ· πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναλάβεσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδεξιελευθέρως, οὐδὲ ἁρμονίαν λόγων λαβόντας ὑπαντῆσαι θεόν. ζήτει ἐν τῷ ἀναλαμβάνειν.

### ε 2289

Ἐπίδεσμος: ὁ ἐπὶ τῇ πληγῇ δεσμός. Ἀριστοφάνης· ἄκουε, μὴ φεῦγ’. ἐν Συβάρει γυνή ποτε κατέαξ’ ἐχῖνον. οὐχῖνος οὖν ἔχων τίν’ ἐπεμαρτύρατο. εἶθ’ ἡ Συβαρῖτις εἶπεν, εἰ ναὶ τὴν Κόραν, τὴν μαρτυ‐ ρίαν ταύτην ἐάσας ἐν τάχει ἐπίδεσμον ἐπρίω, νοῦν ἂν ἔχῃς πλείονα.

### ε 2290

Ἐπίδειξον: ἀντὶ τοῦ εἰπέ. Ἀριστοφάνης Νεφέλαις· ἔχεις τινὰ γνώμην, ἐπίδειξον αὐτήν.

### ε 2291

Ἐπιδειπνεῖς· λέκιθον, ἵν’ ἐπιδειπνῇς, κόνισαι ἰσχυρῶς. καὶ δεύτερον δειπνεῖν δυνηθείης.

### ε 2292

Ἐπὶ Δηλίῳ μάχη: χωρίον ἐστὶ τῆς Βοιωτίας τὸ Δήλιον, ἐν ᾧ μαχόμενοι οἱ Ἀθηναῖοι ὑπὸ Βοιωτῶν ἐνικήθησαν.

### ε 2293

Ἐπιδήμιος: ἐμφύλιος, κοινός, δημόσιος.

### ε 2294

Ἐπιδημῶ· δοτικῇ.

### ε 2295

Ἐπὶ δ’ ᾔνεον: ἐπῄνουν, συγκατετίθεντο.

### ε 2296

Ἐπιδιατίθεσθαι: τὸ συνθήκας τινὰς ποιεῖσθαι, κατατιθεμένους ῥητόν τι ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων, ὅπερ ἐγγυᾶται, ὥστε εἰ ἡ πρᾶξις γίνοιτο, θατέρῳ πάντως τὸ ὡμολογημένον ἀργύριον ἀποδοῦναι.

### ε 2297

Ἐπιδιετὲς ἡβῆσαι: ἀντὶ τοῦ ἑκκαίδεκα ἐτῶν γεγονέναι. τὸ γὰρ ἡβῆσαι μέχρι ιδʹ ἐστίν. ἀλλ’ οἱ ἔφηβοι παρ’ Ἀθηναίοις ὀκτωκαιδε‐ καετεῖς γινόμενοι ἐλέγοντο· καὶ ἔμενον μὲν ἐν τοῖς ἐφήβοις ἔτη δύο, ἔπειτα εἰς τὸ ληξιαρχικὸν ἐγράφοντο γραμματεῖον.

### ε 2298

Ἐπίδικα· οἷς ἄν τις ἐπεδικάζετο, ὡς προσήκουσιν αὐτῷ κατὰ γένους ἀγχιστείαν, εἰ μὴ εἶεν υἱεῖς ἢ υἱωνοὶ τῷ τετελευτηκότι, μήτε μὴν διαθῆκαι, ταῦτα ἐπίδικα καλεῖται.

### ε 2299

Ἐπιδικάζεται· γενικῇ. ἀντιποιεῖται.

### ε 2300

Ἐπίδικος καὶ Ἐπίκληρος καὶ Ἐπίπροικος καὶ Ἐπικλη‐ ρῖτις. ἐπίκληρος μὲν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμ‐ μένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ. ἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτις, ἐπίπροικος δὲ ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου, ἥ τε προῖκα ἔχειν ἀδελφοὺς ἔχουσα. ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος, τίνι χρὴ αὐτὴν γαμηθῆναι. Ἰσαῖος δὲ τὴν ἐπίκληρον ἐν τῷ πρὸς Λυσίβιον ἐπικληρέτιν ἐκάλεσεν.

### ε 2301

Ἐπιδοκιμάζω: ἀντὶ τοῦ ὑπερμαχῶ. γενικῇ.

### ε 2302

Ἐπιδίφρια: τὰ τῷ ἁρματίῳ δίφρῳ ἐπιτιθέμενα. καὶ ὁ ἐπὶ δίφρου ἱζάνων, ἢ καθήμενος παντοδαποῦ.

### ε 2303

Ἐπιδίφριος: ἀργός, καὶ γυναικώδης.

### ε 2304

Ἐπιδορατίς: ὁ σίδηρος, τοῦ ἀκοντίου τὸ ἄνω.

### ε 2305

Ἐπίδοσαν: ἀντὶ τοῦ εἶδον.

### ε 2306

Ἐπίδοξος: ἔνδοξος· ἢ προσδόκιμος. ὡς τό, ἐπίδοξος γὰρ ἦν αὐταρχῆσαι. καὶ Προκόπιός φησι· παρεχομένη χιλίας ἀργύρου λίτρας τὸν υἱωνὸν ὠνεῖσθαι ἐπίδοξος ἦν. καὶ αὖθις· ὁ δὲ ἀπήγ‐ γειλεν, ὡς Πέρσαι ἐπίδοξοί εἰσιν ἐς τὴν Ῥωμαίων γῆν εἰσβάλλειν. ἀντὶ τοῦ προσδόκιμοι. καὶ αὖθις· ἐᾶσαι τὴν ὁδόν, ᾗ ἔνδοξοι ἦσαν ἐπιθήσεσθαι οἱ Πέρσαι.

### ε 2307

Ἐπίδοσιν: ἐπὶ ἀρετῆς αὔξησιν, προκοπήν, προσθήκην. ὁ δὲ φιλοσοφῶν ἀνεμπόδιστος εἰς ἐπίδοσιν διετέλει καὶ ἐπεδίδου κατὰ πῆχυν, ὡς φάναι, ἀτεχνῶς. Ἐπίδοσιν μὲν οἱ Ἀττικοὶ λέγουσιν, ἡ δὲ προκοπὴ παρ’ οὐδενὶ τῶν Ἑλλήνων.

### ε 2308

Ἐπίδοσις: αὔξησις, προσθήκη. Πισίδης· πρὸς τὰς ἐπιδόσεις τῶν ξιφῶν καὶ τῶν λίθων.

### ε 2309

Ἐπίδρομον: ἐπιδρομὴν παρέχον, εὐάλωτον.

### ε 2310

Ἐπιδουπῆσαι: ἐπικτυπῆσαι. καὶ Ἐρίγδουπος, ὁ μεγα‐ λόηχος. Μένανδρος· οἱ δὲ Ἄβαροι κατὰ τὴν τοῦ πολέμου κίνησιν ἐβούλοντο ἦχον ἐγεῖραι ξυμμιγῆ τε καὶ ἄγριον, ἔτι τε οὖν ξὺν τῷ ἀλαλάγματι ἐπιδουπῆσαι τοῖς τυμπάνοις, ὅπως ἂν ἐς τοσοῦτον αὐτοῖς ὁ κτύπος ἐξαρθείη, ὡς καταπλῆξαί τε καὶ δεδίξεσθαι τὸ Ῥωμαϊκόν. ταῦτα ἐπεὶ προέγνω ὁ Βῶνος, προαφηγήσατο τοῖς στρατιώταις, ὥστε αὐτοὺς τῷ ἀθρόῳ μὴ καταπλαγῆναι, ἀλλὰ προανατυποῦντας ὅπερ ἔμελλεν ἔσεσθαι, ἐθίζεσθαι τῇ δοκήσει καὶ τῷ μήπω παρόντι πρὸς τὸ ἐσόμενον· καὶ ὅταν αἴσθοιντο τὸν πάταγον τῶν τυμπάνων, ἀντιπατα‐ γεῖν καὶ αὐτοὺς ταῖς ἀσπίσι καὶ ἐπαλαλάζειν τὸ ἐνυάλιον καὶ παιωνί‐ ζειν καὶ τοῖς ὑδροχόοις ἀγγείοις, ξυλίνοις οὖσιν, ἐπικτυπεῖν.

### ε 2311

Ἐπιέναι: ἐπελθεῖν.

### ε 2312

Ἐπιεικές: πρέπον, καθῆκον, προσῆκον.

### ε 2313

Ἐπιεικεστάτη: παρὰ Ἡροδότῳ μετρία, εὐγνώμων, καλῶς ἔχουσα.

### ε 2314

Ἐπιεικής.

### ε 2315

Ἐπιεικῶς: τὸ ἐπίρρημα τοῦτο σημαίνει τὸ πάνυ. σημαίνει καὶ παραδόξως, καὶ παρ’ ἐλπίδα, καὶ τὸ μετὰ ἐπιεικείας καὶ χρηστότητος. σημαίνει καὶ τὸ μετρίως, ἤτοι συμμέτρως, καὶ τὸ ἱκανῶς. Προκό‐ πιος· Λαζοὶ δὲ ἐπιεικῶς ἤχθοντο. δεῖσθαι χρημάτων οὐ πολλῶν εἰς τὴν ὁδόν, ζήσεσθαι γὰρ ἐπιεικῶς. καὶ αὖθις· ταῦτα παρ’ ἐλπίδα τοῦ βασιλέως εἰς τὸ αὔθαδές τε καὶ ὑπέρογκον φέροντα ἢ καθότι εἰκάζετο, ἐπιεικῶς γεγράφθαι ἔδοξεν. καὶ αὖθις· τοιγαροῦν κομιδῆ ἐπιεικῶς ἀνατίθησι τῷ ἐπὶ πάντων θεῷ τὰς ἡνίας τῆς ἀποδράσεως.

### ε 2316

Ἐπίηρα: ἡ μετ’ ἐπικουρίας χάρις. οἱ δὲ νεώτεροι ἀντὶ τοῦ ἕνεκα φασίν.

### ε 2317

Ἐπιΐδμονα: ἔμπειρον.

### ε 2318

Ἐπιΐστορος.

### ε 2319

Ἐπιζητῶ· αἰτιατικῇ.

### ε 2320

Ἐπιθάνατος: προσδόκιμος τοῦ ἀποθανεῖν.

### ε 2321

Ἐπιθαρρῶ· δοτικῇ.

### ε 2322

Ἐπὶ θάτερα.

### ε 2323

Ἐπιθανής: ἐγγίζων τῷ θανάτῳ. ἀνὴρ πρεσβύτης νοσῶν καὶ ἐπιθανὴς ὤν.

### ε 2324

Ἐπιθαυμάζειν: ἀντὶ τοῦ δώροις τιμᾶν. Ἀριστοφάνης. Σω‐ κράτης φησί· Στρεψιάδην ἀσπάζομαι. ὁ δέ· κἄγωγέ σε. ἀλλὰ τουτονὶ πρῶτον λάβε· δεῖ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.

### ε 2325

Ἐπιθέντες: ἀποστείλαντες. οἱ δὲ ἀποπέμπουσι τὸν ἰατρὸν ἐπιθέντες γράμματα πρὸς τὸν τελώνην. καὶ αὖθις· πέμπουσι τῶν σωματοφυλάκων μοῖραν οὐκ ὀλίγην ναυσὶν ἐπιδόντες.

### ε 2326

Ἐπιθεραπεύων: ἀντὶ τοῦ διορθούμενος, προμηθούμενος. Θουκυδίδης· ὁ δὲ Ἀλκιβιάδης ἐπιθεραπεύων τὴν ἑαυτοῦ κάθοδον εἰς τὴν πατρίδα εἰδώς, εἰ μὴ διαφθερεῖ αὐτήν, ὅτι ἔσται ποτὲ αὐτῷ.

### ε 2327

Ἐπιθέτους ἑορτάς· Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πατρίους ἑορτάς, ἄλλως δὲ ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέ‐ γετο δὲ παρ’ αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὅσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζε. Λυσίας δὲ ἐπιθέτους ἐπιστολὰς λέγει τὰς δοθείσας τισὶν ὥστε διακομίσαι. καὶ ἐπιθεῖναι ἐπιστολάς, ἀντὶ τοῦ παραδοῦναι. καὶ ἐπέθηκεν, ἀντὶ τοῦ παρέδωκεν.

### ε 2328

Ἐπίθετοι: αἱ ἀπὸ ἀλλοτρίων. Ναρσῆς δὲ τὰς ἐπιθέτους δυνάμεις τὰς ἀπὸ τῆς Ἀρμενίας γνοὺς πλησιάζειν γράφει πρὸς Ἰω‐ άννην.

### ε 2329

Ἐπιθειάσας: ἐπιθαυμάσας, τὸ θεῖον εἰσδεδεγμένος, θεοφορού‐ μενος. Θουκυδίδης· Ἀρχίδαμός τινα ἐπιθειάσας καθίστη ἐς τὸν πό‐ λεμον τὸν στρατόν.

### ε 2330

Ἐπιθειασμοί: πρὸς θεὸν ἱκεσίαι. ἐπιθειασμοί τε ὑπέρ τε αὐτοῦ βασιλέως καὶ τῆς στρατιᾶς ἐγίνοντο. καὶ αὖθις· οὐκ ἄνευ ὀλίγων ἐπιθειασμῶν καὶ οἰμωγῆς ἀπολειπόμενοι. τουτέστι θείων ἐπικλήσεων. καὶ αὖθις· τοῖς ἐπιθειασθεῖσι συνεπευφήμησαν.

### ε 2331

Ἐπιθειάσων: ἑορτάσων. ὁ δὲ ἔμεινεν αὐτοῦ ἐπιθειάσων τῇ γενεθλίᾳ ἡμέρᾳ τοῦ Χριστοῦ. καὶ γὰρ προσεπέλαζε τῆς ἡμέρας τὸ σέβας.

### ε 2332

Ἐπιθεῖναι: ἐπικλεῖσαι. πέμπει ἄγγελον, ἐπιθεὶς ἐπιστολήν.

### ε 2333

Ἐπιθήκησα· Ἀριστοφάνης· ὑπό τι μικρὸν ἐπιθήκησα.

### ε 2334

Ἐπιθήξας: παρορμήσας, ἐρεθίσας. τὸν δὲ λουόμενον ἀπέκτει‐ νεν ἐπιθήξας οἱ τῶν δορυφόρων τοὺς ἀφειδεστάτους.

### ε 2335

Ἐπὶ θήρᾳ: ἐπὶ ἀπάτῃ.

### ε 2336

Ἐπιθήσειν: ἀντὶ τοῦ ἐπενεγκεῖν. οὐκ εἰς μακρὰν καὶ παντελῆ ἐπιθήσειν αὐτῷ δίκην ξὺν τοῖς θεοῖς. καὶ αὖθις· ἐπιθεὶς γράμματα δηλοῦντα τὴν τοῦ ἀνδρὸς ἀρετήν.

### ε 2337

Ἐπιθιγγάνει: ἐφάπτεται.

### ε 2338

Ἐπὶ Θρασύλλῳ· Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παρα‐ γραφῇ τὸ ἐπὶ Θρασύλλῳ φησίν. Ἀττικὸν ἔθος ἀντὶ τοῦ ἐπὶ τῷ Θρα‐ σύλλου μνήματι.

### ε 2339

Ἐπιθρώσκων: ἐφαλλόμενος.

### ε 2340

Ἐπιθυμηταί: πρόθυμοι. οἱ δὲ ἐμεγαλοφρόνουν τότε καὶ ἐπι‐ θυμηταὶ ἐξίσταντο, ὡς δὴ μεγάλα μὲν λυμανούμενοι τοὺς ἐναντίους καὶ πολλὰ καὶ κερδαλέα ἐνθένδε οἰσόμενοι. καὶ ἐπὶ τοῦ αἰτεῖσθαι. ὁ δὲ τοῦτον ἔλεγεν ἐπικαλεῖσθαι ξύμμαχον. τουτέστι δέεσθαι, χρῄζειν.

### ε 2341

Ἐπιθυμία· ἐπιθυμία ἐστὶν ἄλογος ὄρεξις, ὑφ’ ἣν τάττεται ταῦτα· σπάνις, μῖσος, φιλονεικία, ὀργή, ἔρως, μῆνις, θυμός. ἔστι δὲ ἡ μὲν σπάνις ἐπιθυμία τις ἐν ἀποτεύξει καὶ οἷον κεχωρισμένη ἐκ τοῦ πράγματος, τεταμένη δὲ διακενῆς ἐπ’ αὐτὸ καὶ περισπωμένη. μῖσος δέ ἐστιν ἐπιθυμία τις τοῦ κακῶσαί τινα μετὰ προσκοπῆς τινος καὶ προστάσεως, ὀργὴ δὲ ἐπιθυμία τιμωρίας τοῦ δοκοῦντος ἠδικηκέναι οὐ προσηκόντως, ἔρως δὲ ἐπιθυμία τις οὐ περὶ σπουδαίου πράγματος· ἔστι γὰρ ἐπιβολὴ φιλοπονίας διὰ κάλλος ἐμφαινόμενον. μῆνις δέ ἐστιν ὀργή τις πεπαλαιωμένη, ἐπίκοτος καὶ ἐπιτηρητική· θυμὸς δὲ ὀργὴ ἀρχομένη.

### ε 2342

Ἐπιθυμία σώματος· ζήτει ἐν τῷ δεδοξοπεποιημένον.

### ε 2343

Ἐπιθυμῶν· γενικῇ. προαιρετικῶς ἔχων. τοὺς δὲ ἦγε ζῶντας ἐπιθυμῶν Λακεδαιμονίοις ἀγαγεῖν. συντάσσεται μετὰ γενικῆς.

### ε 2344

Ἐπιθύνων: ἐπανορθούμενος.

### ε 2345

Ἐπικαγχάζων.

### ε 2346

Ἐπικάθηται: ἐπικρέμαται. Πολύβιος· ὁ δὲ διατειχίζει τὴν πόλιν ἀπὸ τῆς ἄκρας, ἵνα μηδεὶς ἔτι φόβος ἐπικάθηται τοῖς Ταραντί‐ νοις ἀπὸ τῶν κατεχόντων τὴν ἀκρόπολιν.

### ε 2347

Ἐπικαθίζηται· Ἀριστοφάνης Πλούτῳ· κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε, ἐφ’ οἷς ἂν αὐτὸς ἐπικαθίζηται μόνος. ἀπὸ μεταφορᾶς τῶν ζυγῶν. ἐπικαθέζεσθαι γὰρ τὸ βαροῦν λέγομεν.

### ε 2348

Ἐπὶ καλάμῃ ἀροῦν: ἔθος ἐστὶ τοῖς γεωργοῖς παρ’ ἐνιαυτὸν ἀργὴν καταλείπειν τὴν γῆν, ὅπως ἀκεραίους ἐκτρέφῃ τοὺς καρπούς, ὡς μὴ κατ’ ἔτος τοῖς σπέρμασι πονοῖτο. Λυσίας ἐν τῷ πρὸς Τληπό‐ λεμον λόγῳ διαβάλλων τινὰ τῶν ἀπλήστων γεωργῶν, τὰ ἐν τῇ γῇ καταχρώμενον καὶ κατ’ ἔτος ἐξαναλίσκοντα τὴν ἰσχὺν αὐτῆς, φησίν· οὑτοσὶ δὲ πυροὺς ἐπὶ καλάμοις ἀροῖ. τουτέστιν ἀεὶ σπείρων οὐδεμίαν ἄνεσιν τῇ γῇ δίδωσιν.

### ε 2349

Ἐπικαλέσας: μεμψάμενος.

### ε 2350

Ἐπικαλουμένων: ἀντὶ τοῦ κατηγορουμένων. ἐνίας τῶν κατη‐ γοριῶν εἴωθεν ἀπίστους ποιεῖν ὁ τῶν ἐπικαλουμένων βίος.

### ε 2351

Ἐπικαλῶν: ἀντὶ τοῦ κατηγορῶν, ἐγκαλῶν. ἀνεῖλε δὲ τοὺς ἄνδρας ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, πλὴν ὅτι σοφώ τε καὶ ἀρίστω τὼ ἄνδρε γενέσθην. τὸν ἄνθρωπον λοιδορίας πέρι οὐδὲν ἐπικαλεῖν ἐπαγγείλασα, πλὴν ὅτι παιδεραστοίη.

### ε 2352

Ἐπικαμπὴς παράταξις: ἐπὰν τὰ μέσα τοῖς πολεμίοις προσ‐ πίπτῃ, τὰ δὲ κέρατα ἐκ τῶν ὀπίσω μερῶν ὄρθια ὑφ’ ἑαυτὴν ἔχῃ τεταγμένα.

### ε 2353

Ἐπὶ κάρ: ἐπὶ τὰ κάτω, ἐπὶ κεφαλήν. ἐξ ὀρέων ἐπὶ κάρ. οἷον ἐπὶ τὰ κατωφερῆ.

### ε 2354

Ἐπικαρπίας: κέρδη.

### ε 2355

Ἐπικάρσιον: πλάγιον, οὐκ εὐθύ. Ἡρόδοτος.

### ε 2356

Ἐπικατέσεισεν: ἐπικατέβαλεν. Ἰώσηπος· πολιορκοῦντος Ἀν‐ τιόχου τὰ Ἱεροσόλυμα, ἰδὼν Ἐλεάζαρος ὁ υἱὸς Ματθίου τὸν ὑψηλότα‐ τον τῶν ἐλεφάντων κεκοσμημένον, ὑπολαβὼν ἐπ’ αὐτοῦ τὸν Ἀντίοχον εἶναι, πολὺ διακόψας τὸ στίφος τῶν πολεμίων καὶ τὸ θηρίον ὑπὸ τὴν γαστέρα πλήξας ἐπικατέσεισεν ἑαυτῷ τὸν ἐλέφαντα, μηδὲν δράσας πλεῖον τοῦ μεγάλοις ἐπιβαλέσθαι, καὶ συντριβεὶς ἀπώλετο.

### ε 2357

Ἐπικαιρότατα: ἐπικινδυνότατα.

### ε 2358

Ἐπικαιρότατος: ἐπιτήδειος. ἐν τοῖς ἐπικαίροις τῶν χω‐ ρίων τόποις. ἀντὶ τοῦ ἐπιτηδείοις.

### ε 2359

Ἐπὶ καιροῦ: εὐκαίρως, ἁρμοδίως.

### ε 2360

Ἐπικεκηρυχέναι: ὁπότε βούλοιτο πόλις ἢ ἄρχων ἀναιρεθῆ‐ ναί τινα τῶν μὴ ὑφ’ ἑαυτοῖς, ἐκήρυττε δώσειν χρήματα τῷ ἀνελόντι ἢ καὶ ζῶντα προσαγαγόντι· καθὰ καὶ Ξέρξην ἐπεκήρυξαν οἱ Ἕλληνες τῷ καταγαγόντι ἢ ζῶντα ἢ τεθνηκότα Ἀθήναζε ρʹ δώσειν τάλαντα.

### ε 2361

Ἐπικελεύομαι· δοτικῇ.

### ε 2362

Ἐπίκενος λόγος: ὁ μάταιος.

### ε 2363

Ἐπὶ κέρως παραπλέοντας: τουτέστι μίαν κατακολουθοῦσαν τῇ ἑτέρᾳ.

### ε 2364

Ἐπικερτομοῦσι: χλευάζουσιν. Ἀγαθίας· ὁ δὲ ἧκεν ἐπι‐ κερτομήσων αὐτοὺς τῆς ἀβουλίας καὶ ἀμελείας. πρὸς αἰτιατικήν. καὶ αὖθις· οὐχ ἥκιστα δὲ Πετράνης ἐλύπησεν αὐτὸν ἐπικερτομήσας τοιάδε.

### ε 2365

Ἐπικεύσω: ἐπικρύψω.

### ε 2366

Ἐπὶ κεφαλαίου: συντόμως, ταχέως. Πολύβιος· μνησθεὶς δ’ ἐπὶ κεφαλαίου τῶν γεγονότων αὐτοῖς ἐλαττωμάτων καὶ θεὶς πρὸ ὀφθαλμῶν τὰ τῶν Μακεδόνων προτερήματα.

### ε 2367

Ἐπικεχήνασι.

### ε 2368

Ἐπικεχοδώς: ἀποπατήσας, ἀποτιλήσας.

### ε 2369

Ἐπικείμενα: ἀντὶ τοῦ ἐπιφέροντα. δισχιλίας λίτρας χρυσίου στέλλουσι καὶ κειμήλια κάλλιστα οἱ περὶ Γεζέριχον τῷ Βασιλίσκῳ, πρόφασιν τὴν τῶν Ἀρειανῶν ἐπικείμενα.

### ε 2370

Ἐπίκειμαι τοῦ περίκειμαι διαφέρει. δοτικῇ.

### ε 2371

Ἐπικειμένου: τοῦ φαινομένου. ὁ δὲ ᾔτει τιμὴν τοὺς κεκτη‐ μένους τοῦ ἐπικειμένου καρποῦ, καὶ παρ’ ὧν μὴ λάβοι, διέφθειρεν.

### ε 2372

Ἐπικήδειον: ἐπιτάφιον, ἐπιθανάτιον. καὶ Ἐπικήδειος θρῆνος ὁμοίως.

### ε 2373

Ἐπίκηρα: ἐπιθανάτια. κὴρ γὰρ ὁ θάνατος.

### ε 2374

Ἐπίκηρος ὕλη: ἡ πρόσκαιρος.

### ε 2375

Ἐπικηρυκεύεται: διὰ κήρυκός τινος συνθήκας τινὰς ἢ πρεσβείας ποιεῖται. ἢ φιλίαν σπένδει.

### ε 2376

Ἐπικηρυκεύω· δοτικῇ.

### ε 2377

Ἐπικηρυκεία: φιλία ἡ ἐκ τῶν πολεμίων. Ἐπικηρυκεία, τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν. Δημοσθένης εʹ Φι‐ λιππικῶν.

### ε 2378

Ἐπικίδναται: ἐπισκορπίζεται.

### ε 2379

Ἐπικινδυνότατος.

### ε 2380

Ἐπικλάσωσιν: εἰς οἶκτον ἀγάγωσι. μὴ καὶ πρὸς ὀλοφυρμὸν τραπόμενοι τοὺς στρατιώτας ἐπικλάσωσιν. Ἰώσηπος· ὁ δὲ τοῖς ἔργοις ἐφεστώς, παρ’ αὐτῷ γὰρ ἐμεμαθήκεσαν, βραδυτῆτα ἐπικαλέσας τῆς ἀφίξεως.

### ε 2381

Ἐπίκλαυτον: γοερόν, θρηνητικόν. Ἀριστοφάνης Βατράχοις· ἐπὶ βάρβαρον ἑζομένη πέταλον κελαρύζει ἐπίκλαυτον ἀηδόνιον νόμον.

### ε 2382

Ἐπίκλημα: ἔγκλημα. Ἀγαθίας· ἡγούμενοι δὲ ἀδύνατον εἶναι, εὐπρεπέστατα ᾤοντο ἀποσείσασθαι τὸ ἐπίκλημα. καὶ αὖθις· ὁ δὲ Πάκορος, ὁ Παρθυαίων βασιλεύς, καὶ ἄλλα τινὰ ἐπικλήματα ἐπέφερε Τραιανῷ βασιλεῖ, καὶ τὸ δοκεῖν ἐπίκλημα ἐποιεῖτο κατὰ Ῥωμαίων, ὅτι δόξαν ἐντὸς λʹ ἡμερῶν μηδετέρους παρὰ τὰ ξυγκεί‐ μενα ἐπιτελεῖν, οἱ δὲ οὐ κατὰ τὸ θεσπισθὲν ἐπιτειχίζουσιν.

### ε 2383

Ἐπίκλην: ἐπωνυμίαν.

### ε 2384

Ἐπίκληρος: ὅταν παῖς ὀρφανὴ πατρὸς καὶ μητρὸς ἀδελφῶν τε οὖσα ἔρημος, καὶ ταύτῃ τύχῃ ὑποκειμένη οὐσία, ταύτην καλοῦσιν ἐπίκληρον· ὁμοίως δὲ καὶ τὴν ἤδη γεγαμημένην, ὅταν ᾖ ἐπὶ τῇ οὐσίᾳ ὅλῃ καταλελειμμένη. καλοῦσι γὰρ καὶ τὴν οὐσίαν κλῆρον. καλεῖται δὲ ἐπίκληρος καὶ ἡ μηδέπω γεγαμημένη, ἀλλὰ παρὰ τῷ πατρὶ οὖσα, καθότι καθήκει αὐτῇ πᾶσα ἡ οὐσία. καλοῦνται δὲ ἐπίκληροι, κἂν δύο ὦσι κἂν πλείους. τινὲς δὲ τὴν ἐπίκληρον καλοῦσιν ἐπιπταματίδα καὶ πατροῦχον.

### ε 2385

Ἐπίκληρος: νόμος ἦν Ἀθηναίοις γνησίας μὲν οὔσης θυγατρός, νόθου δὲ υἱοῦ, μὴ κληρονομεῖν τὸν νόθον τὰ πατρῷα. ἢ ἡ μὴ ἔχουσα ἀδελφοὺς ἑτέρους συγκληρονόμους, ἀλλὰ μονοκληρονόμος οὖσα. ἐπειδὴ δὲ οὐκ ἐξῆν τοῖς νόθοις κληρονομεῖν, τἀργύριον διὰ χειρὸς ἐδίδοσαν. νόμος δὲ ἦν Ἀττικός, τοῖς νόθοις μέχρι εʹ μνῶν καταλιμπάνειν. Ἀγαθίας· ἐφοίτων δὲ γυναῖκες ἀνὰ τοὺς προμαχῶνας, τυχὸν μὲν μητέρες οὖσαι τῶν ἀπολωλότων, τυχὸν δὲ ἐπίκληροι, τυχὸν δὲ ὁτῳοῦν ἄλλῳ τρόπῳ μέλλον αὐταῖς.

### ε 2386

Ἐπίκλησιν: ἐπωνυμίαν.

### ε 2387

Ἐπίκλητος: ἔξωθεν ἐρχόμενος. διὰ τῆς ἐπικλήτου καὶ ἀλόγου λοιδορίας ὑπέλαβε πιστότερος φανήσεσθαι.

### ε 2388

Ἐπίκλητος: ὁ ἐπί τινι καλούμενος ὑποθέσει. ὃν ἐν ταῖς ἀμηχανίαις Ἰουδαῖοι ἐπίκλητον ἑαυτοῖς τύραννον προσήγαγον.

### ε 2389

Ἐπικλινές: ἐπιρρεπὲς εἰς κακόν. ἐπικλινές ἐστι τάλαντον. Καλλίμαχος.

### ε 2390

Ἐπικλινὴς ὁδός: καὶ κλίνεται τῆς ἐπικλινέος, καὶ ἐπικλινοῦς.

### ε 2391

Ἐπικλίντης: ὁ σεισμός. καὶ κλίνεται ἐπικλίντου.

### ε 2392

Ἐπίκλιντρον: εἶδος κοσμίου γυναικείου. τό τ’ ἐπίκλιντρον ἀποβάλοις.

### ε 2393

Ἐπίκλοπος: ἀπατεών.

### ε 2394

Ἐπικλοπώτερος: παραλογιστικώτερος.

### ε 2395

Ἐπικλύσασα: ἐπιδαψιλεύσασα, καταβαλοῦσα. ἡ οὖν Κλεοπάτρα καὶ τοὺς Ἠλείους ἐπειρᾶτο πολλῷ χρυσῷ ἐπικλύσασα τὸ ἄγαλμα τοῦ Διὸς πρίασθαι.

### ε 2396

Ἐπὶ κνάφου ἕλκεις: ὅτι διαφθείρεις. οἱ γὰρ κναφεῖς ἀκανθῶν σωρὸν συστρέψαντες ἱμάτια κνάφουσιν. ὁ δὲ σωρὸς ἐλέγετο κνάφος.

### ε 2397

Ἐπικναίει καὶ Ἐπέκναιεν.

### ε 2398

Ἐπικνίζεται: δάκνεται.

### ε 2399

Ἐπικνῶ: ἀντὶ τοῦ ἐπίβαλε. Ἀριστοφάνης Ὄρνισιν· ἀλλ’ ἐπικνῶ τὸ σίλφιον.

### ε 2400

Ἐπὶ κόρρης: ἐπὶ κεφαλῆς, ἢ γνάθου, ἢ κροτάφου. κόρρην γὰρ καὶ κόρσην ὅλην τὴν κεφαλὴν σὺν τῷ αὐχένι λέγουσι. τινὲς δὲ καὶ ῥάπισμα λέγουσι τὸ ἐπὶ τῆς γνάθου λαμβάνειν, ἁπτόμενον καὶ τοῦ κροτάφου.

### ε 2401

Ἐπὶ κόρρης: ἄλλοι μὲν ἄλλως ἀπέδοσαν. βέλτιον δὲ ἐπὶ τῆς γνάθου ἐκλαμβάνειν· ὃ κατ’ ἔθος λέγομεν ῥάπισμα. οὕτως γὰρ χρῶνται καὶ οἱ ῥήτορες.

### ε 2402

Ἐπικουρῆσαι· δοτικῇ. βοηθῆσαι. καὶ Ἐπικουρία, ἡ βοήθεια.

### ε 2403

Ἐπικούρειος Ἕρμων: ὁ παρὰ τῷ Λουκιανῷ.

### ε 2404

Ἐπίκουρος, Νεοκλέους, Ἀθηναῖος, Γαργήττειος τῶν δήμων, μητρὸς Χαιρεστράτης. ἀδελφοὶ δὲ αὐτοῦ Νεοκλῆς, Χαιρέδημος, Ἀρι‐ στόβουλος ἢ Ἀριστόδημος. φιλοσοφίας δὲ ἤρξατο ἀπὸ ἐνιαυτῶν ιβʹ καὶ οἰκείαν αἵρεσιν εἰσηγήσατο, πρῶτον μὲν ἐν Σάμῳ διατρίψας σὺν τοῖς γονεῦσιν, εἶτα σχολαρχήσας ἐν Μιτυλήνῃ ἐνιαυτῶν ὧν ἦν, εἶτα ἐν Λαμψάκῳ καὶ οὕτως ἐν Ἀθήναις ἐν ἰδίῳ κήπῳ, ἀκούσας δὲ Ναυσιφάνους τοῦ Δημοκριτείου καὶ Παμφίλου τοῦ Πλάτωνος μαθητοῦ. γέγονε δὲ ἐπὶ τῆς ρθʹ ὀλυμπιάδος μετὰ ἑπτὰ ἐνιαυτοὺς τῆς Πλάτω‐ νος τελευτῆς καὶ παρέτεινεν ἐπὶ τῶν διαδόχων καὶ Ἀντιγόνου τοῦ Γονατᾶ· καὶ διέμεινεν ἡ αὐτοῦ σχολὴ ἕως Καίσαρος τοῦ πρώτου, ἔτη σκζʹ. ἐν οἷς διάδοχοι αὐτῆς ἐγένοντο ιδʹ. συγγράμματα δὲ αὐτοῦ πλεῖστα.

### ε 2405

Ἐπίκουρος· οὗτος τὸ θεῖον παρ’ οὐδὲν ἐτίθετο· ἀδελφοὶ δὲ τρεῖς ἦσαν, 〈οἳ〉 μυρίοις ἀρρωστήμασι περιπλακέντες ἀπέθανον οἴκτιστα. ὅγε μὴν Ἐπίκουρος ἔτι νέος ὢν αὐτὸς οὐ ῥᾳδίως ἀπὸ τῆς κλίνης οἷός τε ἦν κατιέναι, ἀμβλυώττων τε καὶ πρὸς τὴν τοῦ ἡλίου αἴγλην δειλὸς ὢν καὶ τῷ φαιδροτάτῳ τε καὶ ἐναργεστάτῳ τῶν θεῶν ἀπεχθα‐ νόμενος. καὶ μέντοι καὶ τὴν τοῦ πυρὸς αὐγὴν ἀπεστρέφετο αἷμά τε αὐτῷ διὰ τῶν πόρων ἀπεκρίνετο τῶν κάτω, τοσαύτη δὲ ἄρα ἡ σύντηξις ἡ τοῦ σώματος ἦν, ὡς ἀδυνατεῖν καὶ τὴν τῶν ἱματίων φέρειν ἐπιβολήν. καὶ Μητρόδωρος δὲ καὶ Πολύαινος, ἄμφω τὼ ἑταίρω αὐτοῦ, κάκιστα ἀνθρώπων ἀπέθανον· καὶ μέντοι τῆς ἀθεΐας ἠνέγκαντο μισθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν. οὕτω δὲ ἄρα ἦν ἡδονῆς ἥττων ὁ Ἐπίκουρος, ὥστε διὰ τῶν ἐσχάτων ἐν ταῖς διαθήκαις αὐτοῦ ἔγραψε τῷ μὲν πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ἐναγίζειν ἅπαξ τοῦ ἔτους καὶ Μητροδώρῳ καὶ Πολυαίνῳ τοῖς προειρημένοις, ἑαυτῷ δὲ δισσῶς εἰπεῖν, τῆς ἀσωτίας τὸ πλέον προτιμῶν καὶ ἐνταῦθα ὁ σοφός· καὶ τραπέζας λίθων πεποίηται, καὶ ὡς ἀναθήματα ἐν τῷ τάφῳ προσέταξε τεθῆναι ὁ προτένθης τε καὶ ὀψοφάγος οὗτος. καὶ ταῦτα ἐπέσκηψεν οὐκ ὢν ἐν περιουσίᾳ, λυττῶν οὖν ταῖς ἐπιθυμίαις, ὥσπερ οὖν καὶ ἐκείνων σὺν αὐτῷ τεθνηξομένων. ἐξήλασαν δὲ τοὺς Ἐπικου‐ ρείους τῆς Ῥώμης δόγματι τῆς βουλῆς κοινῷ. καὶ Μεσσήνιοι δὲ ἐν Ἀρκαδίᾳ τοὺς ἐκ τῆς αὐτῆς οἱονεὶ φάτνης ἐδηδοκότας ἐξήλασαν λυμεῶνας μὲν εἶναι τῶν νέων λέγοντες, κηλῖδα μὲν φιλοσοφίᾳ προσ‐ βάλλοντες διά τε μαλακίαν καὶ ἀθεότητα· καὶ προσέταξάν γε πρὸ τῶν τοῦ ἡλίου δυσμῶν ἔξω τῶν ὅρων τῆς Μεσσηνίας γῆς εἶναι αὐτούς, ἐκφρησθέντων δὲ τοὺς ἱερέας καθῆραι τὰ ἱερά, τούς γε μὴν τιμούχους (καλοῦσι δὴ ταύτῃ τοὺς ἄρχοντας Μεσσήνιοι) καὶ τὴν πόλιν καθῆραι πᾶσαν, οἷα δήπου λυμάτων τινῶν καὶ καθαρμάτων ἀπηλλαγμένην. ὅτι ἐν Κρήτῃ Λύκτιοι τῶν Ἐπικουρείων τινὰς ἐκεῖ παραβάλλοντας ἐξήλα‐ σαν. καὶ νόμος ἐγράφη τῇ ἐπιχωρίῳ φωνῇ, τοὺς τὴν θήλειαν σοφίαν καὶ ἀγεννῆ καὶ αἰσχρὰν ἐπινοήσαντας καὶ μέντοι τοῖς θεοῖς πολεμίους ἐκκεκηρύχθαι τῆς Λύκτου· ἐὰν δέ τις ἀφίκηται θρασυνόμενος καὶ τὰ ἐκ τοῦ νόμου παρ’ οὐδὲν ποιήσηται, δεδέσθω ἐν κύφωνι πρὸς τῷ ἀρχείῳ ἡμερῶν εἴκοσιν, ἐπιρρεόμενος μέλιτι γυμνὸς καὶ γάλακτι, ἵνα ᾖ μελίτταις καὶ μυίαις δεῖπνον καὶ ἀναλώσωσι χρόνῳ τῷ προειρη‐ μένῳ αὐτούς. τούτου γε μὴν διελθόντος, ἐὰν ἔτι περιῇ, κατὰ κρημνοῦ ὠθείσθω στολὴν γυναικείαν περιβληθείς.

### ε 2406

Ἐπίκουρος: ὄνομα κύριον. εἶχε δὲ ἄρα τὸ βιβλίον τὰς Ἐπικούρου δόξας, ἃς ἐκεῖνοι κυρίας οὕτω καλοῦσιν, Ἐπικούρου κακὰ γνωρίσματα· ἐν αἷς ἄρα καὶ τόδε ἦν, ὅτι καὶ τόδε τὸ πᾶν φέρεται τύχῃ τινί, οὐ μὴν βουλήσει καὶ κρίσει θεοῦ. ταύτας δὴ τὰς θρυλου‐ μένας ἀτόμους πληττομένας ὑπ’ ἀλλήλων, εἶτα ἀφισταμένας, ἐκ τού‐ των γίνεσθαι ἀέρα, γῆν καὶ θάλατταν, εἶτα διαλύεσθαι τὰς ἀνακράσεις καὶ συνόδους καὶ παντελῶς ἀφανίζεσθαι εἰς ἀτόμους. φέρεσθαι δὲ εἰκῆ τὰ πάντα, καὶ ὡς ἔτυχεν, οὐ μὴν ἐκ τῆς τοῦ ποιητοῦ σοφίας. εἶτα ὅτι ἐκ προνοίας φύρεται πάντα, οὔτε κυβερνήτην οὔτε ἰθυντὴν οὔτε ποιμένα ἔχοντα. εἶτα ὁ πομπῇ τοῦ θεοῦ ἥκων οὐκ ἠνέσχετο παρα‐ ληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασεν, εἶτα ἀνέθορεν, Ἐπικούρῳ καὶ ταῖς ἐκείνου δόξαις κλάειν λέγων.

### ε 2407

Ἐπίκουρος: βοηθός. καὶ Ἐπικουρῶ· δοτικῇ.

### ε 2408

Ἐπικωμάσαι: ὀρχεῖσθαι, ἢ λαλῆσαι αἰσχρά. πολλαὶ ταῖς ἐκκλησίαις ἐπεκώμασαν ταραχαί.

### ε 2409

Ἐπίκωμος: ὑβριστής, συγχαίρων. ταῦτα δὲ ἀχρεῖα τυγ‐ χάνειν ἔδοξεν, ὡς περιττὸς ἐπίκωμος. ὁ Προκόπιός φησι περὶ Θεο‐ δοσίου βασιλέως.

### ε 2410

Ἐπικωπητήρ: ὁ τροπωτὴρ ἱμάς.

### ε 2411

Ἐπίκωπος: ξιφήρης. κώπη γὰρ ἡ λαβὴ τοῦ ξίφους. ἢ ἀντὶ τοῦ διὰ νεώς, καὶ ναυτικὸς ὤν. καὶ Ὅμηρος· οὐ γάρ μοι νῆες εἰσὶν ἐπήρετμοι. ἐπὶ Ποπλίου συνθήκας ἐποιήσαντο Ῥωμαῖοι καὶ Καρχη‐ δόνιοι, μὴ ἔχειν μήτε κτᾶσθαι Καρχηδονίους πλοῖον ἐπίκωπον, πλὴν δέκα τριήρων καὶ τῶν ἁλιευτικῶν καὶ περιχώρων, ὧν οὐδὲν ἦν δεκασκάλμου μεῖζον.

### ε 2412

Ἐπικῶς: ἀντὶ τοῦ λογίως. Ἐπικῶς δὲ ἀντὶ τοῦ ποιητικῶς.

### ε 2413

Ἐπικρᾶναι: τῇ κεφαλῇ κατανεῦσαι.

### ε 2414

Ἐπικράτεια. καὶ Ἐπικρατῶ· γενικῇ.

### ε 2415

Ἐπικράτης, κωμικός. τῶν δραμάτων αὐτοῦ Ἔμπορος καὶ Ἀντιλαΐς.

### ε 2416

Ἐπικράτης· Ἐπικράτους οὐκ ὀλίγῳ καλλίονα πώγων’ ἔχεις. οὗτος γὰρ μέγαν πώγωνα εἶχεν. ἐπεκαλεῖτο δὲ σακεσφόρος. καὶ Πλάτων ὁ κωμικός φησιν· ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε. καὶ ἐκωμῳδεῖτο εἰς δασύτητα. ἦν δὲ ῥήτωρ δημαγωγός.

### ε 2417

Ἐπικράτης, Ἀθηναίων δημαγωγός, Ἔφορος ἐπικαλούμενος· οὗ καὶ Δημοσθένης ἐν τῷ Παραπρεσβείας μνημονεύει. ἕτερος δέ ἐστιν, οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ διοικήσεως· ὅν φασι κεκτῆσθαι ταλάντων χʹ οὐσίαν. ἄλλος δέ ἐστιν Ἐπικράτης, Αἰσχίνου τοῦ ῥήτο‐ ρος κηδεστής· ᾧ ἐπώνυμον Κυρηβίων, ὡς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου.

### ε 2418

Ἐπικρεμαμένου: ἐπικειμένου. οἱ δὲ ὑπὸ μεγέθους τοῦ ἐπι‐ κρεμαμένου ἔτι κινδύνου πάντα οἰστὰ ἐλογίζοντο.

### ε 2419

Ἐπικρεμάσας: ἐπενεγκών. οἷς δ’ ἅμα ἀναταθεὶς καὶ τὸν ἐξ αὑτοῦ φόβον ἐπικρεμάσας.

### ε 2420

Ἐπίκρια: τὰ τῆς νηὸς σανιδώματα.

### ε 2421

Ἐπικρίνει: δοκιμάζει.

### ε 2422

Ἐπικριτής: σύμβουλος, δοκιμαστής. χρώμενος ἐπικριτῇ τῶν λεγομένων τῷ Μασσανάσσῃ διὰ τὴν τῶν τόπων ἐμπειρίαν.

### ε 2423

Ἐπικτήτης.

### ε 2424

Ἐπίκτητος, Ἱεραπόλεως τῆς Φρυγίας, φιλόσοφος, δοῦλος Ἐπαφροδίτου, τῶν σωματοφυλάκων τοῦ βασιλέως Νέρωνος. πηρωθεὶς δὲ τὸ σκέλος ὑπὸ ῥεύματος ἐν Νικοπόλει τῆς νέας Ἠπείρου ᾤκησε, καὶ διατείνας μέχρι Μάρκου Ἀντωνίνου· ἔγραψε πολλά. ὅτι Θεο‐ σέβιος ὁ φιλόσοφος ἔλεγε πολλὰ ἀπὸ τῶν Ἐπικτήτου σχολῶν, τὰ δὲ καὶ αὐτὸς ἐπετεχνᾶτο τῆς ἠθοποιοῦ διανοήματα μούσης, ἱκανὰ πείθειν καὶ δυσωπεῖν τῶν ψυχῶν τὰς μὴ παντάπασιν ἀτέγκτους καὶ ἀτεράμο‐ νας· ἀποστρέφεσθαι δὲ καὶ ἀποδιδράσκειν τὰ χείρω τῆς ζωῆς εἴδη κατὰ δύναμιν, ἀσπάζεσθαι δὲ τὰ ἀμείνω καὶ μεταδιώκειν, καθόσον οἷόν τε παντὶ σθένει· τοιγαροῦν καὶ ἐν συγγράμμασι καταλέλοιπε τοιούτοις τισὶ τὰς ἑαυτοῦ νουθετήσεις οἵοις Ἐπίκτητος πρότερον. καί μοι δοκεῖ ὁ ἀνὴρ γεγονέναι ἄντικρυς, ὡς ἕνα πρὸς ἕνα ἀντιβαλεῖν, ὁ τοῦ καθ’ ἡμᾶς χρόνου Ἐπίκτητος, ἄνευ μέντοι τῶν Στωϊκῶν δοξασμάτων. ὁ γὰρ Θεοσέβιος οὐδενὸς τοσοῦτον ὅσον τὴν Πλάτωνος ἀλήθειαν ἠσπάζετο καὶ ἐθαύμαζε. καὶ δή τι καὶ συνεγράψατο μικρὸν βιβλίδιον περὶ τῶν ἐν Πολιτείᾳ τῇ μεγάλῃ κεκομψευμένων, τὴν ἀπὸ τῶν θεῶν ἥκου‐ σαν θεοσοφίαν ἐξαίρων λόγῳ· ταύτην γὰρ διαφερόντως ἐτίμα καὶ ἔσεβεν. ἀεὶ γὰρ ἐν τοῖς ἠθικωτέροις φιλοσοφήμασι διατρίβων ἐφαίνετο. καὶ γὰρ εὖ ἐπεφύκει πρὸς εὐζωΐαν μᾶλλον ἢ ἐπιστήμην, οὐδὲ ταύτην ἡσυχάζουσαν, οὐδὲ ἐν μόναις ταῖς φαντασίαις γυμναζομένην, ἀλλὰ ζῶσαν ἱκανῶς ἐπ’ αὐτῶν τῶν πραγμάτων. εἰ μὴ γὰρ καὶ τὸν δημό‐ σιον ἐπολιτεύσατο τρόπον, ἀλλὰ τὸν ἴδιον, ὃν καὶ Σωκράτης ἐκεῖνος καὶ ὁ Ἐπίκτητος καὶ πᾶς εὖ φρονῶν μεταχειρίζεται, τὴν ἑαυτοῦ καὶ ἐν ἑαυτῷ πολιτείαν διακοσμῶν· τοῦτο μὲν πρῶτον, ἔπειτα καὶ πρὸς ἄλλους ἐν μέρει καθέκαστον ἰδίᾳ συνισταμένην πρὸς τὸ βέλτιστον.

### ε 2425

Ἐπικυδέστερος: ἐπικρατέστερος, νικητικός, ἐνδοξότερος. κῦδος γὰρ ἡ δόξα. τοὺς Ῥωμαίους ὁ Τοῦρκος ἐν τιμῇ πλείονι ἐποιή‐ σατο, ὡς καὶ κατὰ τὴν ἐπικυδεστέραν ἀνακλῖναι στιβάδα.

### ε 2426

Ἐπικύδης· ὅτι Ἐπικύδης καὶ Ἱπποκράτης ἀδελφὼ μὲν ἀλλή‐ λων, στρατηγὼ δὲ Συρακουσίων, οἳ Ῥωμαίοις ἐκ πολλοῦ δυσχεραίνον‐ τες, ἐπεὶ τὰς Συρακούσας οὐκ ἴσχυον ἐκπολεμῶσαι, κατέφυγον ἐς Λεοντίνους διαφερομένους τοῖς Συρακουσίοις καὶ κατηγόρουν τῆς πατρίδος, ὅτι τὰς σπονδὰς Ἱέρωνος ἐφ’ ὅλῃ Σικελίᾳ πεποιημένου μόνοι Συρακούσιοι σφίσιν αὐτοῖς ἀνακοινώσειαν. οἱ δὲ ἠρεθίζοντο καὶ Συρακούσιοι μὲν ἐπεκήρυσσον, εἴ τις Ἱπποκράτους ἢ Ἐπικύδου κομίσειε τὴν κεφαλήν, ἰσόσταθμον αὐτῷ χρυσίον ἀντιδώσειν, Λεοντῖνοι δὲ αὑτῶν Ἱπποκράτην στρατηγὸν ᾑροῦντο.

### ε 2427

Ἐπικυκλῆσαι: ἐπεισαγαγεῖν.

### ε 2428

Ἐπικύλλωμα: τὸ μετὰ τὴν τῶν ἄρτων διάρτησιν περισσευό‐ μενον· κόλλιξ γὰρ ὁ ἄρτος. ὅθεν καὶ κολλούριον, ἀπὸ τοῦ κολοβόν.

### ε 2429

Ἐπικυφότερος.

### ε 2430

Ἐπιλάθῃ καὶ Ἐπιλάθωμαι· γενικῇ. αὐθυπότακτα.

### ε 2431

Ἐπιλαμβάνεσθαι· γενικῇ. μέμφεσθαι. μὴ ὀνειδιστικῶς ἐπι‐ λαμβάνεσθαι τῶν βάρβαρον ἢ σόλοικον ἢ ἀπηχές τι προενεγκαμένων.

### ε 2432

Ἐπίλαμπος· καταφανής, παρ’ Ἡροδότῳ.

### ε 2433

Ἐπιλανθάνεσθαι: ἀποβαλεῖν ἐπιστήμην.

### ε 2434

Ἐπιλαχόντα: τυχόντα.

### ε 2435

Ἐπιλαχών· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· οὔτε λαχὼν οὔτ’ ἐπιλαχών, ἀλλ’ ἐκ παρασκευῆς πριάμενος. τοιοῦτον δέ ἐστι τὸ λεγόμενον. ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι. ἔπειτα ἑκάστου τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵνα, ἐὰν ὁ προλαχὼν ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντ’ ἐκείνου γένηται βουλευτὴς ἢ ἄρχων ὁ ἐπιλαχών.

### ε 2436

Ἐπιλέγει: πρὸς τοῖς προειρημένοις φησίν.

### ε 2437

Ἐπίλεκτος, προπαροξυτόνως. ἐκλεκτὸς δὲ ὀξυτόνως. διότι τὸ μὲν ἐκ τοῦ ῥήματος, τὸ δὲ ἐκ τοῦ ὀνόματος συντέθειται.

### ε 2438

Ἐπιλεξάμενος: ἀναμετρήσας, ἀναλογισάμενος. ὁ δὲ Ἡρακλῆς τὸν ἀριθμὸν τῶν βοῶν ἐπιλεξάμενος. καὶ Ἡρόδοτος· ὁ δὲ ἐπι‐ λεξάμενος, ὡς ἢν δι’ αὐτοῦ κατέλθωσιν οἱ φυγάδες ἐς τὴν πόλιν, ἄρξει τῆς Νάξου. ἀντὶ τοῦ ἀναλογισάμενος. κεῖται δὲ καὶ ἐπὶ τοῦ ἀναγνούς. ὁ δὲ εὑρίσκει τὰ γεγραμμένα καὶ ἐπιλεξάμενος ἐλέγχει τὸ πᾶν, ὡς ἐγένετο.

### ε 2439

Ἐπιλείψει με: καταλείψει με· διηγούμενον ἡ ἡμέρα.

### ε 2440

Ἐπὶ Λειψυδρίῳ μάχη: χωρίον ὑπὲρ τῆς Πάρνηθος, ὃ ἐτείχι‐ σαν οἱ φυγάδες τῶν τυράννων, ὧν οἱ Ἀλκμαιονίδαι προεστήκεσαν. ἐκπολιορκηθέντων δ’ αὐτῶν ὑπὸ τῶν περὶ Πεισίστρατον, σκολιὸν εἰς αὐτοὺς ᾔδετο· αἲ αἲ Λειψύδριον προδωσέταιρον, οἵους ἄνδρας ἀπώλε‐ σας, μάχεσθαι δ’ ἀγαθούς γε καὶ εὐπατρίδας, ὁπότ’ ἔδειξαν, οἵων πατέρων ἔσαν.

### ε 2441

Ἐπίληθον: τὸ λανθαστικόν.

### ε 2442

Ἐπὶ Ληναίῳ: περίβολός τις μέγας, ἐν ᾧ τοὺς ἀγῶνας ἦγον τοὺς σκηνικούς.

### ε 2443

Ἐπίληπτος: ἐπιλήψιμος, καὶ μέμψεως ἄξιος. καὶ Ἐπί‐ ληπτος, ὁ νοσῶν τὴν ἱερὰν νόσον, καὶ λυόμενος ἐπὶ τοῦ βασιλέως Θεοδοσίου.

### ε 2444

Ἐπιλησμότατον: ἰδίως ἐπιλησμονέστατον. Ἄλεξις δὲ λέγει ἐπιλήσμη, Κρατῖνος ἐπιλησμοσύνη. Ἀριστοφάνης Νεφέλαις· οὐκ ἐς κόρακας ἀποφθερῇ ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον.

### ε 2445

Ἐπιλήψει με: καταλάβῃ με.

### ε 2446

Ἐπιλίγδην: συμψαῦσαι καὶ ἀφάψασθαι μόνον. ὃ παρ’ ἡμῖν ἄνωθεν, ἄνω.

### ε 2447

Ἐπιλλίζω: τὸ διανεύω.

### ε 2448

Ἐπιλογισάμενος· καὶ ἐφ’ ὧν ἐνόμιζε πλεονεκτήσειν κατὰ τὴν μάχην ἐπιλογισάμενος, πείθει.

### ε 2449

Ἐπιλλύζουσα: ἐπεγγελῶσα, ἐπιμύουσα τοὺς ὀφθαλμούς· ὅπερ ἴδιόν ἐστι τῶν γλαυκῶν, διὰ τὸ μὴ βλέπειν δι’ ἡμέρας.

### ε 2450

Ἐπίλυκος, κωμικὸς ποιητής. τῶν δραμάτων αὐτοῦ ἐστι Κορα‐ λίσκος, ὡς Ἀθήναιος.

### ε 2451

Ἐπιλυομένου: συγχωροῦντος.

### ε 2452

Ἐπίλυσιν: ἔφοδον. ὁ δὲ πέμπει Ἰωάννην, ὡς ἂν προφυλακῇ χρήσοιτο καὶ προκαταμάθοι τὴν ἐπίλυσιν τῶν βαρβάρων.

### ε 2453

Ἐπιλύτης: ἐπίλυτος.

### ε 2454

Ἐπιμᾶλλον: ἐπίρρημα. περισσοτέρως. καὶ ἐπιμᾶλλον ἐξ‐ ήπτοντο εἰς ὀργήν.

### ε 2455

Ἐπιμᾶλλον: ἀντὶ τοῦ προθυμότερον. Δέξιππος· τῶν δέ τινων τοῖς Ὑπερίδου λόγοις ἐπιμᾶλλον ἀχθέντων. καὶ ἀντὶ τοῦ περισσοτέρως. ἐνδιδόναι σφᾶς ἐπιμᾶλλον. καὶ αὖθις· ταῦτά τοι ἐπιμᾶλλον ἐξῆψεν αὐτῷ τὸ μῖσος.

### ε 2456

Ἐπίμαργος: μεμηνώς.

### ε 2457

Ἐπιμαστίδιος: ὁ θηλάζων. ὁ δὲ νεώτατος παῖς ἐπιμαστίδιος ἦν, οὗ ἡ μήτηρ ἀντείχετο.

### ε 2458

Ἐπιμαχία συμμαχίας διαφέρει· καὶ ζήτει ἐν τῷ συμμαχία.

### ε 2459

Ἐπιμαχεῖν· φιλίαν σφίσιν ἔνσπονδον εἶναι ἐπὶ τῷ τῇ ἀλλή‐ λων ἐπιμαχεῖν· καὶ ἅμιλλα ἦν ἀμφοῖν, πότερος μᾶλλον τὰ δόξαντα ἔργῳ ἐμπεδώσει.

### ε 2460

Ἐπίμαχος: δυναμένη πολεμεῖσθαι. καθὸ μὲν ἐπίμαχος ἦν πόλις, χώματα ἐγείρων. καὶ αὖθις· οἱ δὲ ἐπορεύοντο ἐπὶ χωρίον, ὃ ἐδόκει ἐπιμαχώτατον εἶναι.

### ε 2461

Ἐπὶ μέγα: ἐπίρρημα. ἀντὶ τοῦ μεγάλως. οἳ ἐπὶ μέγα ἀρθέν‐ τος αὐτοῖς τοῦ ὀνόματος τῆς Ἀσίας ἐπῆρχον. ἐπὶ μέγα τρυφῆς προελθόντες οἱ Συβαρῖται καὶ πλούτου ἐπὶ μέγα ἥκοντες ἑαυτοῖς καὶ ἄλλοις ἐδόκουν ἀξιόζηλοι εἶναι.

### ε 2462

Ἐπιμέλεον: φροντίδος ἄξιον. Ἡρόδοτος· ὡς δὲ παρεξῄει ἡ γυνή, ἐπιμέλεον τῷ Δαρείῳ ἐγένετο. ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο, πέμπει τῶν δορυφόρων τινὰς γνῶναι, ὅ τι χρήσαιτο τῷ ἵππῳ ἡ γυνή.

### ε 2463

Ἐπιμέλεια: ἡ σπουδή, ἡ φροντίς.

### ε 2464

Ἐπιμελής: ἄρτος ὁ καθαρός.

### ε 2465

Ἐπιμελητὰς ἐμπορίου: δέκα ἐκλήρουν ἐπιμελητὰς οἱ Ἀθη‐ ναῖοι ἐμπορίου, οἷς προστέτακτο τῶν τε ἐμπορίων ἐπιμελεῖσθαι καὶ τοῦ σίτου καταπλέοντος εἰς τὸ Ἀττικὸν ἐμπόριον τὰ δύο μέρη ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν.

### ε 2466

Ἐπιμεληταί: παρὰ Πέρσαις ἦσαν ἐπιμεληταί, ὥς φησιν Ξενο‐ φῶν, οἳ τοὺς τετρωμένους ἐν πολέμῳ ἐθεράπευον.

### ε 2467

Ἐπιμεληταὶ ἐχειροτονοῦντο τῶν χορῶν, ὡς μὴ ἀτακτεῖν τοὺς χορευτὰς ἐν τοῖς θεάτροις. ἄλλοι δὲ λέγουσιν, ὅτι ἐμπορίου ἄρχοντές εἰσι κληρωτοὶ ἑκάστου ἔτους καθιστάμενοι, οἷς προσετέτακτο ἐπιμελεῖ‐ σθαι τοῦ καταπλέοντος σίτου εἰς τὸ ἐμπόριον τὸ Ἀττικὸν καὶ τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν.

### ε 2468

Ἐπιμελητὴς τῶν μυστηρίων: παρὰ Ἀθηναίοις ὁ λεγόμενος βασιλεὺς πρῶτον μὲν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν, οὓς ὁ δῆμος ἐχειροτόνει. δʹ δὲ ἦσαν ͵βʹ μὲν ἐξ Ἀθηναίων ἁπάντων, εἷς δὲ ἐξ Εὐμολπιδῶν καὶ εἷς ἐκ Κηρύκων.

### ε 2469

Ἐπιμελόμενος: ἐπιμελούμενος.

### ε 2470

Ἐπιμεμφόμενος· πρός γε καὶ πλεῖστα ἐπιμεμφόμενος ἦν τοῖς Πέρσαις, ἅτε δὴ πρὸς αὐτῶν ἄδικα πεπονθώς.

### ε 2471

Ἐπιμενίδης, Φαίστου ἢ Δοσιάδου ἢ Ἀγιασάρχου υἱός, καὶ μητρὸς Βλάστας, Κρὴς ἀπὸ Κνωσσοῦ, ἐποποιός· οὗ λόγος, ὡς ἐξίοι ἡ ψυχὴ ὁπόσον ἤθελε καιρόν, καὶ πάλιν εἰσῄει ἐν τῷ σώματι· τελευτή‐ σαντος δὲ αὐτοῦ, πόρρω χρόνων τὸ δέρμα εὑρῆσθαι γράμμασι κατά‐ στικτον. γέγονε δὲ ἐπὶ τῆς λʹ ὀλυμπιάδος, ὡς προτερεύειν καὶ τῶν ζʹ κληθέντων σοφῶν ἢ καὶ ἐπ’ αὐτοῖς γενέσθαι. ἐκάθηρε γοῦν τὰς Ἀθήνας τοῦ Κυλωνείου ἄγους κατὰ τὴν μδʹ ὀλυμπιάδα, γηραιὸς ὤν. ἔγραψε δὲ πολλὰ ἐπικῶς· καὶ καταλογάδην μυστήριά τινα καὶ καθαρμοὺς καὶ ἄλλα αἰνιγματώδη. πρὸς τοῦτον γράφει Σόλων ὁ νομοθέτης μεμφόμενος τῆς πόλεως κάθαρσιν. οὗτος ἔζησεν ρνʹ ἔτη, τὰ δὲ Ϟʹ ἐκαθεύδησεν. καὶ παροιμία τὸ Ἐπιμενίδειον δέρμα, ἐπὶ τῶν ἀποθέτων.

### ε 2472

Ἐπιμετρούσης: ἐπιχορηγούσης. ὥσπερ ἐπιμετρούσης καὶ συν‐ επαγωνιζομένης τοῖς γεγονόσι τῆς τύχης.

### ε 2473

Ἐπιμετρῶ· δοτικῇ.

### ε 2474

Ἐπιμείλιον: τὸ προικίον.

### ε 2475

Ἐπιμείνῃς: αὐθυπότακτον.

### ε 2476

Ἐπιμηλίδες Νύμφαι.

### ε 2477

Ἐπιμήνια: τὰ καθ’ ἕκαστον μῆνα φυόμενα. ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γενόμενα θύματα.

### ε 2478

Ἐπὶ μικρόν.

### ε 2479

Ἐπιμίξ: ἐπιμεμιγμένως.

### ε 2480

Ἐπίμπλατο καὶ Ἐπίμπλαντο.

### ε 2481

Ἐπιμύω: τὸ καμμύω.

### ε 2482

Ἐπινάστειος: μέτοικος, ξένος, φυγάς.

### ε 2483

Ἐπινενασμέναι: πεπληρωμέναι. Ἀριστοφάνης· αἱ τράπεζαί γ’ εἰσὶν ἐπινενασμέναι ἀγαθῶν πάντων καὶ παρεσκευασμέναι.

### ε 2484

Ἐπινέμησις: ὁ τοῦ χρόνου μερισμός.

### ε 2485

Ἐπινενησμένον: ἐπικεκλωσμένον. καὶ Ἐπινησθεῖσαν, ἐπικλωσθεῖσαν. ἡνίκα ἂν τὴν πεπρωμένην ὁδὸν καὶ ἐπινησθεῖσαν δια‐ νύσω.

### ε 2486

Ἐπινεφρίδιον: τὸ ἐπὶ τοῖς νεφροῖς λίπος.

### ε 2487

Ἐπινείμῃς: αὐθυπότακτον.

### ε 2488

Ἐπίνειον: παραθαλάσσιον χωρίον, ἢ προσορμητήριον. ὁ λε‐ γόμενος κατάβολος. Πολύβιος· ὅτι οἱ Ῥωμαῖοι τὰς μὲν ναῦς ἐνεώλκησαν, τοὺς δὲ ἐν τῇ Ταρρακῶνι συναθροίσαντες ἐκ δὲ τῶν προγεγονότων ἐλαττωμάτων ἐπίνειον ἐποίησαν, ἐπὶ τῷ προκαθίσαντας ἐπὶ τῆς διαβάσεως διαφυλάξαι τοὺς συμμάχους.

### ε 2489

Ἐπίνειον: παρὰ τὸ ἐν αὐτῷ νήχεσθαι τὰς ὁλκάδας καὶ ὀκέλ‐ λειν. ἢ πόλισμα παραθαλάσσιον, ἔνθα τὰ νεώρια τῶν πόλεών εἰσιν· ὥσπερ Πειραιεὺς τῶν Ἀθηναίων καὶ Νίσαια τῆς Μεγαρίδος. δύναται δὲ ἐπὶ παντὸς ἐμπορίου καὶ παραθαλασσίου χρήσασθαι τῷ ὀνόματι τούτῳ, ὃ νῦν οἱ πολλοὶ κατάβολον καλοῦσιν.

### ε 2490

Ἐπινησθέντα· τὸν ἐπινησθέντα ἐνίοις βίον. τὸν ὁρισθέντα. καὶ αὖθις Αἰλιανός· καὶ ὅτε ἔμελλε τὴν ἐπινησθεῖσάν οἱ καὶ τελευταίαν ὁδὸν ἰέναι, ᾤχοντο ἀπιοῦσαι.

### ε 2491

Ἐπινήσαντες· φρύγανα πρὸ τοῦ τείχους καὶ παντοδαπὸν φορυτὸν συγκομισάμενοι καὶ ἐπινήσαντες κόπρον πῦρ ὑπέβαλλον. ὡς δὲ ἐπὶ πολὺ ἐπὶ τοσόνδε ἤρθη ὁ καπνός, ὥστε ἂν ἀπίοντες μὴ κατα‐ φανεῖς εἶεν, ἀπανέστησαν τῆς πολιορκίας.

### ε 2492

Ἐπινησθεῖσαν: ἀντὶ τοῦ ἐπικλωσθεῖσαν.

### ε 2493

Ἐπίνικος: καὶ αὐτὸς κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ὑποβαλλόμεναι, ὡς Ἀθήναιος.

### ε 2494

Ἐπίνικος, ὕπαρχος τῆς πόλεως ἐπὶ Βασιλίσκου, κόρον χρη‐ ματισμοῦ μὴ λαμβάνων μηδένα καὶ τὰ ἔθνη καὶ τὰς πόλεις πάσας καπηλεύων καὶ ἀτόπων τὰς ἐπαρχίας προσταγμάτων ἐμπλήσας· ἃ μὴ φέρουσαι ἔτι τῶν ἀρχόντων αἱ τάξεις, μηδὲ αἱ ἔξω βουλαί, φυγοῦσαι κατέλιπον τὰς τῶν φόρων εἰσπράξεις. ἐκ δὲ τῆς τούτου πλεονεξίας ἀρχόμενοι ἱκέται ἐν τοῖς κοινοῖς ἱεροῖς ἐκαθέζοντο ἐλέγχοντες τὰ τούτου κλέμματα. ἦν δὲ πᾶσιν ἀπεχθὴς τιμὴν οὐδενὶ νέμων προσ‐ ήκουσαν. καὶ τοῦτον τῆς ἀρχῆς ἀπήλλαξαν ἀτίμως· ἀνθαιροῦνται δὲ ἄνδρα Λαυρέντιον, ὃς ἦν ἐξ ἀρχῆς τῶν ἐπὶ τῆς ἀγορᾶς τῆς μεγάλης ῥητόρων καὶ πρωτεύσας ἐν ταύτῃ. ὅτῳ δὲ συνείποι, οὔτε τρίβειν, ὡς ἂν μᾶλλον κερδαίνοι, οὔτε διέλκειν ἠνείχετο.

### ε 2495

Ἐπινῶς: τὸ λίαν.

### ε 2496

Ἐπίνυσεν.

### ε 2497

Ἐπίξηνος: ὁ μαγειρικὸς κορμός, ἐφ’ ᾧ τὰ κρέα συγκόπτουσιν. Ἀριστοφάνης· ὑπὲρ ἐπιξήνου θελήσω τὴν κεφαλὴν ἔχων λέγειν. εἰ μὴ λέγω, φησί, δίκαια, τῆς κεφαλῆς ἀφαιρεθείην.

### ε 2498

Ἐπὶ ξυροῦ: ἐπὶ κινδύνου, ἐν αὐτῇ τῇ τοῦ πράγματος ἐπι‐ τάσει. ὁ δὲ περιαλγῶν ἐπὶ τῇ προρρήσει ἦν δῆλος, ἐπὶ ξυροῦ τε ἀκμῆς, τὸ λεγόμενον, ὁ τούτου κίνδυνος ὤν, οἵ τε ναῦται καὶ ὅσοι περίνεοι οὐκ ἀνεξόμενοι τῆς τούτου μελλήσεως δῆλοι ἦσαν. καὶ αὖθις· καὶ αὐτοῦ τὸ κράτος ἐπὶ ξυροῦ ἀκμῆς ἦν.

### ε 2499

Ἐπιορκήσαντα· Λυσίας ἐπιορκήσαντα τὸν ὀμόσαντα εἶπεν.

### ε 2500

Ἐπίορκον ἀνώμοσεν: οὐ τὸ ἔξωθεν ἐπιπεφωνημένον ἐπί‐ ορκον ὤμοσεν ἑκουσίως· ἀλλ’ ἐπειδὴ οὐκ ἔμελλε τελειωθῆναι τὰ ὀμω‐ μοσμένα. καὶ ἐπιορκίας ἁλῶναι μάλιστα φυλαττόμενος.

### ε 2501

Ἐπιούσιος ἄρτος: ὁ ἐπὶ τῇ οὐσίᾳ ἡμῶν ἁρμόζων.

### ε 2502

Ἐπιωγή: ἡ σκέπη.

### ε 2503

Ἐπιώρκει: ὑπερσυντελικός.

### ε 2504

Ἐπιώψατο: κατέλεξεν, ἐξελέξατο. ἔστι δ’ Ἀττικόν· ὁ βασι‐ λεὺς ἐπιώψατο ἀρρηφόρους. οἷον κατέλεξεν, ἐξελέξατο. Πλάτων ἐν Νόμοις.

### ε 2505

Ἐπὶ Παλλαδίῳ: δικαστήριον Ἀθήνησιν, ἐν ᾧ οἱ Ἐφέται ἀκουσίου φόνου ἐδίκαζον. Ἀργεῖοι γὰρ ἀπὸ Ἰλίου πλέοντες, ἡνίκα προσέσχον Φαλήροις, ὑπὸ Ἀθηναίων ἀγνοούμενοι ἀνῃρέθησαν. ὕστερον δὲ Ἀκάμαντος γνωρίσαντος καὶ τοῦ Παλλαδίου εὑρεθέντος, κατὰ χρησμὸν αὐτόθι τὸ δικαστήριον ἀπέδειξαν, ὡς Φανόδημος. Κλειτόδημος δέ φησιν, Ἀγαμέμνονος σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναις, Δημοφῶντα ἁρπάσαι τὸ Παλλάδιον καὶ πολλοὺς τῶν διωκόντων ἀνελεῖν· τοῦ δὲ Ἀγαμέμνονος δυσχεραίνοντος, κρίσιν ὑποσχεῖν ἐπὶ νʹ Ἀθηναίων καὶ νʹ Ἀργείων, οὓς Ἐφέτας κληθῆναι, διὰ τὸ παρ’ ἀμ‐ φοτέρων ἐφεθῆναι αὐτοῖς περὶ τῆς κρίσεως.

### ε 2506

Ἐπιπαρένησαν· Θουκυδίδης· ταχὺ δὲ πλήρους γενομένου διὰ πολυχειρίαν, ἐπιπαρένησαν καὶ τῆς ἄλλης πόλεως, ὅσον ἐδύναντο. ἀντὶ τοῦ ἐσώρευσαν.

### ε 2507

Ἐπίπαστα: τὰ ἐπιπασσόμενα τῷ σώματι ἄλφιτα. ἔθος γὰρ εἶχον ποιεῖν πλακοῦντας ἢ ἄρτους καὶ ἐπιπάσσειν τινὰ καρυκεύματα ἢ ἁλμυρά· καὶ ἐκ τούτου ἠναγκάζοντο πίνειν πολλά. τοῦτό ἐστι τὸ ἐπίπαστα. ἐπίπαστα λείξας δημιόπραθ’ ὁ βάσκανος, ῥέγχει μεθύων ἐν ταῖς θύραις ὕπτιος. συμβαίνει δὲ μάλιστα τοῦτο πάσχειν τοὺς με‐ θύοντας, ἢ τοὺς ὑπτίους κειμένους.

### ε 2508

Ἐπίπεμπτον· Λυσίας μὲν ἀντὶ τοῦ ἁπλοῦ τὸ πέμπτον εἶπεν.

### ε 2509

Ἐπιπηδῶ· δοτικῇ. οἷς οὐδὲ ἀπ’ ἀρχῆς ἐπεπηδήσαμεν. αἰτιατικῇ δέ· ἐπεπήδησεν ἀναιδῶς τὴν ἐξουσίαν.

### ε 2510

Ἔπιπλα: ἡ μὴ ἔγγειος κτῆσις, ἀλλὰ ἐπιπόλαιος.

### ε 2511

Ἔπιπλα: σκεύη, τὰ μὴ ἔγγεια, ἀλλ’ οἷον ἐπιπόλαια. οἱ δὲ ἐπίπλεα αὐτά φασιν.

### ε 2512

Ἔπιπλα: τὰ ἐξ ἐπιπολῆς σκεύη. οἷον ἡ ἐπιπόλαιος κτῆσις καὶ ὅση δυνατὴ πλοΐζεσθαι, ἀλλ’ οὐκ ἔγγειος.

### ε 2513

Ἐπίμπλατο· ἡδονῆς τε ἐπίμπλαντο. καὶ Ἐπίμπλατο.

### ε 2514

Ἐπιπλέα: ἀνάμεστος, πεπληρωμένη. Ἡρόδοτος· καὶ τρά‐ πεζαν ἐπιπλέην ἀγαθῶν παντοίων παραθέντες.

### ε 2515

Ἐπιπλέον καὶ Ἐπιπλεῖστον: ἐπίρρημα. ἐπὶ τὸ πλεῖστον δέ, ἐπὶ πλεῖον.

### ε 2516

Ἐπίπληξις: ἐπιτίμησις.

### ε 2517

Ἐπίπλους· Θουκυδίδης· ρνʹ νηῶν ἐπίπλουν ἐξαρτύοντες οἱ Ἀθηναῖοι πρὸς τὸν πόλεμον.

### ε 2518

Ἐπίπλους: ἐπιβάτας. Ἀρριανός· κυβερνήτας δὲ καὶ πρωράτας μόνους ἐπίπλους εἶχον.

### ε 2519

Ἐπιπλώσας: ἐπιπλεύσας. καὶ Ἐπιπλώς, παρ’ Ὁμήρῳ. παρὰ τὸ πλέω, πλώω, πλώσω, πλώσας, συγκοπῇ πλώς, καὶ ἐπιπλώς. ἔστι δὲ ἄκλιτον, διότι ἡ φωνὴ αὐτοῦ ἀόριστός ἐστι. τὸ δὲ σημαινό‐ μενον παρατατικός.

### ε 2520

Ἐπὶ πολύ.

### ε 2521

Ἐπιπλήττω· δοτικῇ.

### ε 2522

Ἐπίπνοια: ἐνθουσιασμός. Πολύβιος· οἱ δὲ Ῥωμαῖοι θείας ἐπιπνοίας τινὸς ἐπεπλήρωντο τήν τε προθυμίαν ἀνανταγωνίστῳ σθένει φραξάμενοι.

### ε 2523

Ἐπιποθία: ἡ ἀγάπη.

### ε 2524

Ἐπιπολάζει: ἐπιπλέει.

### ε 2525

Ἐπιπολάς: τὰ ὤνια. τοὺς δὲ Ῥωμαίους θαρρεῖν συνέβαινε κρατοῦντας τοῦ περὶ τὰς Ἐπιπολὰς τόπου. ἐπιπολαστικῶς καὶ κατα‐ κόρως χρώμενοι τῇ κραυγῇ.

### ε 2526

Ἐπιπόλαια: τὰ πρὸς ὀλίγον φαινόμενα.

### ε 2527

Ἐπιπόλαια: τὰ φαινόμενα ἔνδοξα, μὴ ὄντα δὲ ἔνδοξα, ἄλλ’ ἐπιπόλαιον ἔχοντα παντελῶς τὴν φαντασίαν. ἐπιπόλαιον δέ ἐστι τὸ ἐκ βραχείας ἐπιστασίας ἐλεγχόμενον. τοιοῦτον δὲ τὸ εἶδος τῶν ἐρι‐ στικῶν προτάσεων καὶ συλλογισμῶν· οἷον τὸ τὸν ὁρῶντα ὀφθαλμοὺς ἔχειν· δι’ οὗ συνάγεται, ὁ ἑτερόφθαλμος ὀφθαλμοὺς ἔχει· καὶ τό, ἃ λαλεῖς διὰ τοῦ στόματός σου διέρχεται· ὃ λαβών τις συνάγει τὸ τὴν ἅμαξαν διὰ τοῦ στόματος διέρχεσθαι τοῦ ἅμαξαν λαλοῦντος. καί, ἃ οὐκ ἀποβέβληκας ἔχεις· τοῦτο γάρ τις λαβὼν συνάγει, ὅτι κέρατα ἔχεις, οὐκ ἀποβέβληκας γὰρ κέρατα. ὁμοίως καὶ τό, τὸν ὄψιν ἔχοντα ὁρᾶν, τὸν δὲ κοιμώμενον ὄψιν ἔχειν. τὰ γὰρ τοιαῦτα ἐπιπόλαιον ἔχει τὸ πιθανόν.

### ε 2528

Ἐπιπόλαιος· ὁ δὲ Σιλβανὸς ἐπιεικὴς μὲν ἦν καὶ τἄλλα ἱερός, ἁπλούστερος δὲ τὰ ἤθη καὶ ἐπιπόλαιος. ἀντὶ τοῦ οὐ βαθὺς τὸν τρόπον

### ε 2529

Ἐπιπολαίως: ἐξ ἐπιπολῆς. Ἰώσηπος· τιτρώσκει αὐτὸν ἐπι‐ πολαίως, προεκλύσαντος τὸ βληθὲν τοῦ διαστήματος.

### ε 2530

Ἐπιπολῆς: τὸ ἐπάνω ἐπιπλέον, ἄρριζον.

### ε 2531

Ἐπὶ πολλῷ: ἀντὶ τοῦ πολυπλασίως. οἱ δὲ χρόνον μέν τινα ἡσύχασαν· ἔπειτα ἐπὶ πολλῷ τὸ πάθημα σφῶν τοῖς Ῥωμαίοις ἀπ‐ έδοσαν.

### ε 2532

Ἐπιπόνως: χαλεπῶς. ὁ δὲ γυμνὸς ὤν, ὥρᾳ χειμῶνος ἐν ἄντρῳ ἐναυλισάμενος ἐπιπόνως, πρόβατα εὑρὼν ἀνεῖλε καὶ ταῖς δοραῖς αὐτῶν ἠμφιέσθη.

### ε 2533

Ἐπιπραξάμενοι: ἐπὶ τοῖς προτέροις προσεπιθέντες, ἀπαιτή‐ σαντες. οἱ Ῥωμαῖοι τοὺς Καρχηδονίους χρήματα ἐπιπραξάμενοι σπονδὰς ἀνενεώσαντο.

### ε 2534

Ἐπιπρεπείαις: στολαῖς εὐπρεπέσιν. ὁ δὲ Ἀννίβας ὁ Καρχη‐ δονίων στρατηγὸς κατεσκευάσατο περιθετὰς τρίχας, ἁρμοζούσας ταῖς κατὰ τὰς ὁλοσχερεῖς διαφορὰς τῶν ἡλικιῶν ἐπιπρεπείαις· καὶ ταύταις ἐχρῆτο συνεχῶς μετατιθέμενος.

### ε 2535

Ἐπίπροσθεν· γενικῇ. ἔμπροσθεν. τιμητικώτερον. Ξενοφῶν· τὸν δὲ Κῦρον ἀφελκύσαντες ἦγον, ἐπίπροσθεν ποιούμενον τοὺς προσ‐ άγοντας, ὅτι ἑώρα τὸ πρόσωπον τοῦ πάππου ἠγριωμένον. ὅτι Πρόκλος τῆς φιλοσοφίας πάσης ἐπίπροσθεν ἦγε τὴν θεολογίαν· τῆς δὲ πρὸς ἀρετὴν ζωῆς ἐρρωμένης τὴν ἀντίστροφον πρὸς ἐκείνην εὐσέ‐ βειαν προτιμῶν ἐφαίνετο.

### ε 2536

Ἐπιπροσθεῖ: ἐπισκιάζει, ἐκ τῶν ἔμπροσθεν ὑπερανέχει.

### ε 2537

Ἐπιπροσθοῦντος.

### ε 2538

Ἐπίπρων καὶ Ἐνεπίπρων.

### ε 2539

Ἐπὶ πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον τὰς ναῦς: κατὰ πρύμναν ὑπεχώρουν οὐχὶ ἐπιστραφέντες καὶ ἐξέκλιναν τὰς ἐπι‐ ούσας τῶν πολεμίων ναῦς.

### ε 2540

Ἐπὶ Πρυτανείῳ: δικαστήριον. ὅταν τὸ μὲν ἀποκτεῖναν βέλος ᾖ φανερὸν ἢ λίθος ἤ τι τοιοῦτον, ὁ δὲ δράσας μὴ ᾖ. ἀρχαῖον γὰρ ἔθος τὸ καὶ τὰ ἄψυχα κρίνειν, εἰ χρὴ ἐξορίζεσθαι.

### ε 2541

Ἐπὶ πυγὴν καθίσαι: ταπεινῶσαι.

### ε 2542

Ἐπὶ πυγὴν τρέχειν: εἰς τοὐπίσω τρέχειν.

### ε 2543

Ἐπιρραπίζων: κωλύων. ὁ δὲ ᾔσχυνε τῇ ἀπειλῇ μόνῃ τὸ ἀκέλευστον αὐτοῦ καὶ τὸ ὑφ’ ἑαυτοῦ βούλεσθαι τὴν πρᾶξιν, ἐπιρραπίζων ἄρα ἐκεῖνος.

### ε 2544

Ἐπιρρέξει: θύσει. ἐν Ἐπιγράμμασι· καί σοι ἐπιρρέξει Γόργος χιμάροιο νομαίης αἷμα.

### ε 2545

Ἐπιρρεπής: ἐπικλινόμενος.

### ε 2546

Ἐπίρρημα: παρὰ Ἀριστοφάνει μέρος τι τῆς κωμῳδίας. εἰ μετ’ ὀρνίθων τις ὑμῶν, ὦ θεαταί, βούλεται διαπλέκειν, ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω. ὅσα γάρ ἐστιν ἐνθάδ’ αἰσχρὰ τῷ νόμῳ κρα‐ τούμενα, ταῦτα πάντ’ ἐστὶν παρ’ ἡμῖν τοῖς ὄρνισι καλά. καὶ τὰ ἑξῆς δῆλα.

### ε 2547

Ἐπίρρησις: ὁ ψόγος, καὶ ἡ κατηγορία.

### ε 2548

Ἐπίρρητον: αἰσχρόν, καταγνώσεως ἄξιον. ὁ τῶν τριῶν ἐκείνων τῶν ἐπιρρήτων εἷς. ζῶν δὲ παρῄει ἐς οὐδὲν ἱερόν· ἤλαυνον γὰρ ὡς ἐπάρατον καὶ ἐπίρρητον. καὶ αὖθις· ἦν δὲ ἐπίρρητος ἐπὶ παιδεραστίᾳ. βιώσας βίον ἐπίρρητον καὶ βδελυρόν, οὐδεμίαν ἐπιστεύθη βασιλικῶν χρημάτων ἐξουσίαν.

### ε 2549

Ἐπὶ ῥητοῖς γέρασιν: ἀντὶ τοῦ ἐπὶ φανεραῖς τιμαῖς, ἐπὶ ὁμολογουμέναις.

### ε 2550

Ἐπίρροθος: βοηθός.

### ε 2551

Ἐπιρρωννύντος.

### ε 2552

Ἐπιρρώσει: ἐνισχύσει.

### ε 2553

Ἐπίρρωσις: ἡ ἐνίσχυσις.

### ε 2554

Ἐπιρρύξας: ἄγριος αὐτοῖς ἐπιπηδᾷς.

### ε 2555

Ἐπίρρυτοι: ἐχθροί.

### ε 2556

Ἐπιρυγχίδα· ὅτι γαμψώνυχα ζῷα, ὅσα τῶν πτερωτῶν τὴν ἐπιρυγχίδα γεγάμψωκεν ὑπὸ τὴν γένυν, οἷος ἐστὶν ἀετός, ἱέραξ, κεγχρηῒς ἄλλα τε τὰ μὴ πίνοντα.

### ε 2557

Ἐπίσαλος: ἀβέβαιος, εὐμετάπτωτος. ἐπισάλων τε τῶν τῆς σωτηρίας ἐλπίδων γενομένων αὐτοῖς, ἐξεχώρουν τοῦ ἄστεος.

### ε 2558

Ἐπισάξαι: ἐπαναβῆναι. Ξενοφῶν· ἐὰν θόρυβος γένηται, δεῖ ἐπισάξαι τὸν ἵππον Πέρσῃ ἀνδρὶ καὶ θωρακισθέντα ἀναβῆναι ἐπὶ τὸν ἵππον. ταῦτα δὲ πάντα χαλεπὰ ποιεῖν νύκτωρ, καὶ θορύβου ὄντος.

### ε 2559

Ἐπὶ σαυτῷ τὴν σελήνην καθέλκεις: αἱ τὴν σελήνην καθέλκουσαι Θετταλίδες λέγονται τῶν ὀφθαλμῶν καὶ τῶν ποδῶν στερίσκεσθαι. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπω‐ μένων.

### ε 2560

Ἐπισεῖσαι: ἐπενεγκεῖν. παρεκάλουν μὴ χαλεπώτερον αὐτοῖς ἐπισεῖσαι τὸν κίνδυνον. καὶ αὖθις· ἅπαντα τρόπον ἀπάτης τοῖς δεομένοις ἐπισείσας. ἀντὶ τοῦ ἐπαγαγών.

### ε 2561

Ἐπισημαίνεσθαι: ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ἐπιφωνεῖν Ἰσο‐ κράτης, ἀντὶ δὲ τοῦ ἐπισφραγίσαι Ἰσαῖος.

### ε 2562

Ἐπισημαινόμενος: διάφορα σημαίνει. καὶ νῦν Πολύβιος φησί.

### ε 2563

Ἐπὶ σημείου: ἐπὶ ὕψους.

### ε 2564

Ἐπισημήνασθαι: βεβαιῶσαι. ἐπισημηναμένων δὲ τῶν ἐκ τῆς Ἑλλάδος πρεσβευτῶν. ἀντὶ τοῦ κυρωσάντων. καὶ Πολύβιος· τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο; ἀντὶ τοῦ ἐκπλαγείη, θαυμάσειεν. καὶ αὖθις· τοὺς μὲν χάρισι τοὺς δὲ κολάσεσιν, ὡς καὶ τοῖς ἄλλοις παράδειγμα εἶεν, ἐπισημαίνεσθαι.

### ε 2565

Ἐπίσης: ἐπίρρημα.

### ε 2566

Ἐπισίξει: ποιόν τινα ἦχον ἐπιβοήσει. ἐκ τοῦ σίζω, σίτω.

### ε 2567

Ἐπίσιον: τὸ αἰδοῖον τῆς γυναικός.

### ε 2568

Ἐπισίτια: τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα. ταῦτα δὲ ἐνίοτε καὶ σιτίον ἐκάλουν.

### ε 2569

Ἐπισιτίζω ἀεί· αἰτιατικῇ. καὶ Ἐπισίτισις.

### ε 2570

Ἐπίσιτος: ὁ τροφῆς χάριν ἐργαζόμενος.

### ε 2571

Ἐπισθένης· οὗτος ἦν ἐπὶ Σεύθου τοῦ Θρᾳκῶν βασιλέως, ἐπίρ‐ ρητος ἐπὶ παιδεραστίᾳ.

### ε 2572

Ἐπισκαλμίσι: τοῖς τῆς νηὸς μέρεσι. πτύα ὡς πλεῖστα ταῖς ἐπισκαλμίσιν ἐντροπωσάμενοι ἤρεττον.

### ε 2573

Ἐπισκευάσασθαι: ἐπιφορτίσασθαι.

### ε 2574

Ἐπισκέψομαι· αἰτιατικῇ.

### ε 2575

Ἐπισκήνιον.

### ε 2576

Ἐπισκήνους· Σοφοκλῆς· μηδ’ ἐπισκήνους γόους δάκρυε.

### ε 2577

Ἐπισκήπτει· δοτικῇ. ἐπιτιμᾷ. τὸν μὲν οὖν λοιμόν, καίπερ ἐπισκήψαντα ἐς τὴν ξύμπασαν, διέφυγον ἄνθρωποι οὐχ ἥσσους ἢ ὅσοις διαφθαρῆναι τετύχηκεν. τὸ δὲ παρακαλῶ αἰτιατικῇ.

### ε 2578

Ἐπίσκηψις: δίκη κατὰ τῶν ψευδομαρτυρησάντων.

### ε 2579

Ἐπισκήψω: σημειώσομαι, ἐπιστήσω τὸν νοῦν. Σοφοκλῆς· ὑμῖν τε κοινὴν τήνδ’ ἐπισκήπτω χάριν.

### ε 2580

Ἐπίσκιον· Σοφοκλῆς· ἄνακτα δ’ αὐτὸν ὀμμάτων ἐπίσκιον χεῖρ’ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος φόβου φανέντος οὐδ’ ἀνασχετοῦ βλέπειν.

### ε 2581

Ἐπίσκοπα: εὔστοχα. τὴν ἄφεσιν τῶν βελῶν κατ’ ἴσον βιαίαν καὶ ἐπίσκοπα ἰέναι. καὶ αὖθις· οἱ Καρδοῦχοι σφενδονῆται ἄριστοι λίθοις τε καὶ μολυβδίναις σφαίραις, ἃς ἐξακοντίζουσιν ἐπίσκοπα.

### ε 2582

Ἐπίσκοπον: σημαντικόν, ἔφορον, οὐχ ἡμαρτηκὸς τῆς συμφορᾶς, ἀλλ’ ἐστοχασμένον. αὐδὴν γὰρ δοκῶ κλύειν βοῶντας ἄτης τῆσδ’ ἐπί‐ σκοπον μέλος.

### ε 2583

Ἐπισκοπῶν: καθορῶν. τί μοί ποτ’, ὦ ξένων, ὧδ’ ἐπισκοπῶν στένεις.

### ε 2584

Ἐπίσκοπος· οἱ παρ’ Ἀθηναίων εἰς τὰς ἐπηκόους πόλεις ἐπι‐ σκέψασθαι τὰ παρ’ ἑκάστοις πεμπόμενοι ἐπίσκοποι καὶ φύλακες ἐκα‐ λοῦντο· οὓς οἱ Λάκωνες ἁρμοστὰς ἔλεγον.

### ε 2585

Ἐπίσκοποι: ἐπόπται, κατάσκοποι.

### ε 2586

Ἐπισκοπῶ σοι.

### ε 2587

Ἐπισκοπῶ· αἰτιατικῇ. αἰτιατικῇ δέ. καὶ τόπους, οὓς οὐκ ἐπισκοπεῖ κύριος.

### ε 2588

Ἐπισκότησις.

### ε 2589

Ἐπισκοτῶ. καὶ Ἐπισκοτεῖν· δοτικῇ. τὸ ἐπικεῖσθαί τινι καὶ ἐπιτειχίζειν τὸ φῶς.

### ε 2590

Ἐπισκύζονται: ὀργίζονται.

### ε 2591

Ἐπισκύνιον: τὸ ἐπικείμενον ταῖς ὀφρύσι δέρμα. γυμνώ‐ σαντα βίου παντὸς ἐπισκύνιον.

### ε 2592

Ἐπισμῇ: ἐπιχρίει, ἐπιξύει. σμῆξαι δέ ἐστι τὸ τὸν ῥύπον ἀπο‐ ξύσαι. οἱ δὲ μεταφορικῶς ἀπὸ τοῦ σμήχειν, οἷον ἐπιτρίβειν, σφοδρὰν γάρ τινα τρίψιν καὶ τὴν σμῆξιν εἶναι. τάχα δὲ καὶ τὴν σμώδιγγα εἰρῆσθαι ἀπὸ τούτου. οἱ δὲ ἐξ ἔθους γλωσσηματικὴν εἶναι τὴν λέξιν καὶ μὴ εἶναι ἐπιτρίβειν, ἀλλὰ τύπτειν· σκώπτειν τὸ σμώχειν. ἔστι δὲ λοιδορία· ἀπὸ τοῦ καθάπτεσθαι τῶν σμωμένων. Ἀριστοφάνης· τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν.

### ε 2593

Ἐπίσσωτρα: οἱ κανθοί. τὰ ἐπάνω τῶν τροχῶν σίδηρα.

### ε 2594

Ἐπισπασάμενος: ἐφελκύσας. ὁ δὲ ἐπισπασάμενος τῆς κόμης τοῦτον κτείνειν ἔμελλεν.

### ε 2595

Ἐπισπαστῆρες: τῶν θυρῶν τὰ προσηλωμένα σιδήρια, δι’ ὧν ἀνακλίνεται καὶ ἐπιτίθεται ἡ πύλη.

### ε 2596

Ἐπισπαστήρων: τῶν τῆς θύρας κρατημάτων. εὑρὼν προσ‐ κειμένας τὰς θύρας καὶ λαβόμενος τῶν ἐπισπαστήρων ἀπρὶξ εἴχετο, καρτερῶς τε καὶ ἐγκρατῶς.

### ε 2597

Ἐπισπέρχει: κατεπείγει.

### ε 2598

Ἐπὶ σπείρᾳ σχοινίον: ἐπὶ τῶν προσφερόντων τοῖς ἔχουσιν ἔτι πλείονα. ἐπειδὴ καὶ αἱ σπεῖραι, ἐξ ὧν καὶ τὰ σχοινία εἰσίν.

### ε 2599

Ἐπίσπῃ: ἕψεται.

### ε 2600

Ἐπισπόμενος: ἐπακολουθῶν. Ἐπισπώμενος δὲ προσλαμ‐ βάνων καὶ ἐπισύρων.

### ε 2601

Ἐπισπῶμαι· γενικῇ.

### ε 2602

Ἐπισταθμευόμενοι: κρίνοντες, ὑπονοοῦντες. οἱ δὲ Φωκεῖς τὰ μὲν ὑπὸ τῶν ἀπολειφθέντων Ῥωμαίων ἐν ταῖς ναυσὶν ἐπισταθμευ‐ όμενοι, τὰ δὲ τὰς ἐπιταγὰς δυσχερῶς φέροντες ἐστασίαζον.

### ε 2603

Ἐπισταθμευόμενοι: εἰς τοὺς ἑαυτῶν οἴκους δεχόμενοι. ἐπισταθμευομένους τε ὑπ’ αὐτῶν καὶ διαρπαζομένους.

### ε 2604

Ἐπίσταθμοι: ἄρχοντές τινες.

### ε 2605

Ἐπίσταθμος· Ἰσοκράτης Πανηγυρικῷ· Ἑκατόμνος ὁ Καρίας ἐπίσταθμος. ὃς οὐδὲν ἕτερον ἦν ἢ κατὰ σατραπείαν Καρίας κύριος.

### ε 2606

Ἐπίστασθαι: τοῦτο δύο σημαίνει, τὸ ἐπιστήμην αὐτὸς ἔχειν ἢ τὸ ἐπιστήμην αὐτοῦ εἶναι, καὶ ἑκάτερον διχῶς, ἢ καθ’ ἕξιν ἢ κατὰ προχείρισιν.

### ε 2607

Ἐπιστασία: προστασία.

### ε 2608

Ἐπίστασις: γνῶσις. Ἐπίστασις καὶ ἡ προσοχή, καὶ ἡ μίμησις. Πολύβιος· ὁ δὲ Ἀσδρούβας πέφυκεν ἡμῖν ἄξιος ἐπιστάσεως εἶναι καὶ ζήλου. καὶ αὖθις· τὰ δὲ τῶν πόλεων πράγματα ἀλλοιοτέρας ἔτυχεν ἐπιστάσεως καὶ μεταβολῆς.

### ε 2609

Ἐπιστατεία.

### ε 2610

Ἐπιστάτης: ὁ τοῦ λόχου ὀπίσω τεταγμένος, ὁ δὲ μετ’ αὐτὸν πρωτοστάτης, ὁ δὲ μετὰ τοῦτον πάλιν ἐπιστάτης· ὡς εἶναι τὸν ὅλον στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν συγκείμενον. ἔνιοι δὲ λοχαγὸν μὲν τὸν πρωτοστάτην λέγουσι καὶ οὐραγὸν τὸν ἐπιστάτην, τοὺς ἐν μέσῳ δὲ οὐχ ὡσαύτως· ἀλλ’ ἐπιστάτην μὲν τὸν μετὰ τὸν πρωτο‐ στάτην, ἤτοι τὸν δεύτερον, τὸν δὲ τρίτον ἀπὸ τοῦ πρωτοστάτου ὑπο‐ στάτην.

### ε 2611

Ἐπιστάτης: τῶν πρυτανέων εἷς ὁ λαχὼν ἐπιστάτης ἐλέγετο. δὶς δὲ τὸν αὐτὸν ἐπιστατῆσαι οὐκ ἐξῆν. φυλάσσει δὲ τοῦ ἱεροῦ τὰς κλεῖς, ἐν ᾧ τὰ δημόσια χρήματα, ἔτι μὴν καὶ τὴν δημοσίαν σφραγῖδα. ἐπειδὰν δὲ οἱ πρυτανεῖς συναγάγωσι τὴν βουλὴν ἢ τὸν δῆμον, ὁ ἐπι‐ στάτης κληροῖ προέδρους ἐννέα, ἀπὸ φυλῆς ἑκάστης ἕνα, πλὴν τῆς πρυτανευούσης. καὶ πάλιν ἐκ τῶν ἐννέα τούτων ἐπιστάτην ἕνα κληροῖ καὶ τὸ πρᾶγμα παραδίδωσιν· αὐτὸς δὲ εἰσάγει τὴν δίκην καὶ ἐπι‐ μελεῖται κατὰ νόμον πάντα γενέσθαι καὶ μηδὲν παραλειφθῆναι πρὸς τὸ διδαχθῆναι τοὺς δικαστάς.

### ε 2612

Ἐπιστάτης: δύο ἦσαν Ἀθήνησιν, ὧν ὁ μὲν ἐκ πρυτανέων ἐκλη‐ ροῦτο, ὁ δὲ ἐκ τῶν προέδρων. ἐλέγετο δὲ καὶ ὁ ἐν τοῖς κοινοῖς ἐφεστηκὼς πράγματι ᾡτινιοῦν.

### ε 2613

Ἐπιστάτης: καὶ ἐπὶ τοῦ εἰδήμονος. ὡς ἰσχνολέσχης τῶν γραφῶν ἐπιστάτης. Πισίδης φησίν.

### ε 2614

Ἐπιστάτης: χαλκοῦς τρίπους χυτρόποδος ἐκτελῶν χρείαν. οἱ δὲ πήλινος Ἥφαιστος, πρὸς ταῖς ἑστίαις ἱδρυμένος, ὡς ἔφορος τοῦ πυρός. ἔνιοι δὲ ξύλον ἐπίμηκες πεπασσαλωμένον, ὅθεν ἐξαρτῶσι τὰ μαγειρικὰ σκεύη. Καλλίστρατος δὲ τὸ τῇ ἐσχάρᾳ ἐπιτιθέμενον ξύλον. οἳ δὲ πυριστάτην πλαττόμενόν τινα ξύλινον ἐν ταῖς ἐσχάραις, ὡς παρὰ ταῖς καμίνοις τὸν Ἥφαιστον ἀναπλάττουσιν. ἢ ξύλον κόρακας ἔχον, ἐξ οὗ κρεμῶσι τὰ μαγειρικὰ ἐργαλεῖα. οἱ δὲ τρίποδα χαλκοῦν, ᾧ ἐπιτιθέασι τὸν λέβητα καὶ ὑποκαίουσιν. οἱ δὲ ἀνδριάντα πήλινον πρὸς ταῖς ἐσχάραις. Ἀριστοφάνης Ὄρνισι· τὴν πανοπλίαν λαβόντε κρε‐ μάσατον τύχἀγαθῇ εἰς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου.

### ε 2615

Ἐπιστάτης· καιρὸς γάρ, ὅσπερ ἀνδράσι μέγιστος ἔργου παν‐ τὸς ἔστ’ ἐπιστάτης. ἐφ’ ἑκάστου γὰρ πράγματος τὸ καίριον καὶ χρησιμώτατον ὁ καιρός ἐστιν· ὅπου καὶ τὰ σπουδαῖα παρὰ καιρὸν γινόμενα οὐκ ἀποδέχονται, ὡς ἰατρὸν τῷ κάμνοντι περὶ φύσεως τοῦ νοσήματος διαλεγόμενον· ὡς εἴ τις τοῖς μεθύουσι περὶ σωφροσύνης διαλέγοιτο.

### ε 2616

Ἐπιστάτις: θηλυκῶς. ἀρχή τις, ἥτις ἀνισταμένη συμβουλεύει περὶ πολέμου ἢ εἰρήνης ἢ ἄλλου τινός. Ἀριστοφάνης Θεσμοφορια‐ ζούσαις· Τιμόκλει’ ἐπιστάτει· Λύσιλλ’ ἐγραμμάτευε. καὶ Σοφοκλῆς· ποιμνίων ἐπιστάταις. τουτέστι τοῖς κυσί. Δίων δὲ ὁ Κοκκιανὸς λέγει· οἱ δὲ ἐλέφαντες ἀχθόμενοι τοῖς πύργοις οὐδ’ αὐτοὺς ἔτι τοὺς ἐπιστάτας ἔφερον.

### ε 2617

Ἐπιστατῶ· δοτικῇ.

### ε 2618

Ἐπιστέλλει: ἐντέλλεται, ὑποτίθεται. νῦν ἐπιστέλλει σαφῶς τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας. ὁ δὲ στρατηγὸς τῶν Περσῶν τοὺς λόγους δι’ ἐπιστολέως εἰς βασιλέα παρέπεμψεν.

### ε 2619

Ἐπιστεφέας κρατῆρας: ὑπερχειλεῖς. οὕτω γὰρ ἐποίουν τοὺς κρατῆρας οἱ παλαιοί, πρὸς οἰωνοῦ τιθέμενοι. ἑκάστῳ δὲ ποτή‐ ριον παρέκειτο, καὶ μετὰ τὸ διανεῖμαι ἐπαρξάμενοι ἐκίρνων. πᾶσι δ’ ἐπαρξάμενοι, οὐ τοῖς ποτηρίοις, ἀλλὰ τοῖς ἀνδράσιν.

### ε 2620

Ἐπιστείβων: περιπατῶν.

### ε 2621

Ἐπιστείριον: τὸ τῆς νηός.

### ε 2622

Ἐπίστη: ἀόριστος δεύτερος. ἀντὶ τοῦ ἐπίστασαι. ἢ ἐπι‐ τίθει.

### ε 2623

Ἐπίστηθι: ἐπενέχθητι, ἐπιτέθητι.

### ε 2624

Ἐπιστήματα: στῆλαι ἐπιτάφιοι. ἔθαψάν τε ἐκείνους αὐτόθι, σεμνῶς τε καὶ σοβαρῶς ἐπιστήματα ἐπέστησαν. νεανία ἤστην, ὁ μὲν ἤδη γενειῶν, ὁ δὲ αὐτοῖν γυμνὸς τὴν παρειὰν ἔτι.

### ε 2625

Ἐπιστήμη καὶ αἴσθησις τῶν ἀνομογενῶν καὶ μὴ πολὺ διεστώ‐ των· ἃ ἕτερα ἀλλήλων κατὰ γένος. τῆς μὲν γὰρ ἐπιστήμης ἡ ὑπό‐ ληψις γένος, ἡ δὲ αἴσθησις οὐχ ὑπόληψις. κατὰ ἀναλογίαν μέντοι ταὐτά ἐστιν· ὡς γὰρ αἴσθησις πρὸς αἰσθητά, οὕτως ἐπιστήμη πρὸς ἐπιστητά, καὶ ἀμφότερα κριτικά· ἤδη γοῦν τινες διὰ τὴν ὁμοιότητα αὐτῶν ταὐτὸν ἐπιστήμην τε καὶ αἴσθησιν εἶπον εἶναι. διαφέρει δὲ ἀλλήλων· ἡ μὲν γὰρ αἴσθησις περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν, ἐπιστήμη δὲ οὐδενὸς ἐνδεχομένου. καὶ ἡ μὲν ἐπιστήμη ἑκάστου τῆς τῶν ἐπιστητῶν οὐσίας γνωστική, ἡ δὲ αἴσθησις οὐδενὸς τῶν αἰσθητῶν τῆς οὐσίας ἐστὶ γνωστική. καὶ ἡ μὲν ἐπιστήμη ἐπίκτητος, ἡ δὲ ἐξ ἀρχῆς. καὶ ἡ μὲν κοινὴ τῶν ἄλλων ζῴων, ἡ δὲ ἴδιος ἀνθρώπων ἢ ὅλως λογικῶν· καὶ ἡ μὲν φύσει, ἡ δὲ διδασκαλίᾳ. καὶ ἐπὶ μὲν τῆς αἰσθήσεως προάγει ἡ ἕξις τὰς ἐνεργείας· ὁρατικοὶ γὰρ ὄντες εἴδομεν· κατὰ δὲ τὰς ἐπιστήμας τὰς ἕξεις διὰ τῶν ἐνεργειῶν κτώμεθα· ἐνεργοῦντες γὰρ κατὰ τὰ γραμματικὰ γραμματικοὶ γινόμεθα. καὶ αἰσθήσεως μὲν ἀναιρουμένης συναναιρεῖται καὶ τὸ ζῷον· ἐπιστήμης δὲ ἀναιρουμένης οὐκ ἀναιρεῖται τὸ ζῷον.

### ε 2626

Ἐπιστήμη· ὅτι γεωμετρία ἐστὶν ἐπιστήμη ἐπιστητοῦ ἢ ὑποληπτοῦ. ἐπιστητὰ γὰρ καὶ ὑποληπτὰ καὶ τὰ ὧν ἐστιν ἡ γεωμετρία ἐπιστήμη. ταύτην δὲ τὴν ἐπιστήμην ἐφεῦρον Αἰγύπτιοι, ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως τῶν χωρῶν προδιδαχθέντες, εἶτα καὶ συγγράψαντες.

### ε 2627

Ἐπιστήμη· ὅτι φησὶν ὁ Ἀριστοτέλης ἐν τῇ Ἀποδεικτικῇ, κατὰ δύο τρόπους κρίνεσθαι ἐπιστήμην ἐπιστήμης ἀκριβεστέραν. καθ’ ἕνα μέν, ὅταν ἡ ἑτέρα τῆς ἑτέρας τὰς ἀρχὰς ἀποδεικνύῃ, οἷον φυσιολογία ἰατρικῆς ἀκριβεστέρα. ὡσαύτως καὶ ἡ γεωμετρία μηχανικῆς, διὰ τὴν αὐτὴν αἰτίαν ἀκριβεστέρα, καὶ ἀριθμητικὴ ἁρμονικῆς. καθ’ ἕτερον δὲ λόγον ἀκριβεστέρα ἐστὶν ἐπιστήμη ἐπιστήμης, ὡς ἄϋλον ἔχουσα τὸ ὑποκείμενον· ὡς γεωμετρία ἀριθμητική τε καὶ θεολογία τῶν ὑπο‐ βαλλομένων τὰ ὑλικὰ ὑποκείμενα. διό φησι καὶ Ἀριστοτέλης ἐν τοῖς Μετὰ τὰ φυσικά, ὅτι ἡ τῶν νοητῶν θεωρία καὶ ῥᾴστη ἐστὶν καὶ χαλεπή· ῥᾴστη μὲν ὅτι περὶ ἑστώτων ἐστὶ πραγμάτων καὶ ἀεὶ ὡσαύ‐ τως ἐχόντων· φανότατα γὰρ τὰ θεῖα, ὡς ἀμετάβλητα καθάπαξ κατ’ οὐσίαν, κατὰ δύναμιν, κατ’ ἐνέργειαν. ῥᾴστη μὲν οὖν διὰ τοῦτο, χαλεπὴ δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν· οὐ γὰρ ἐξισχύομεν ἐνσώματοι καὶ ἐμπαθεῖς ὄντες εἰς τὸ ἐκείνων φῶς ἀτενίσαι, ὅπερ πάσχουσι καὶ αἱ νυκτερίδες πρὸς τὸν ἥλιον. ἐπιστήμη δέ ἐστιν ἕξις ἐν φαντασιῶν προσδέξει ἀνυποκρίτῳ. ἐπιστήμας δὲ κατὰ φιλοσοφίαν λέγει ὁ Ἀριστο‐ τέλης τὴν φυσικήν, τὴν λογικήν, τὴν ἠθικήν, τὴν μετὰ τὰ φυσικά. ἐπιστήμη δὲ καὶ ἡ γνῶσις τοῦ πράγματος.

### ε 2628

Ἐπιστήμονος: τοῦ ἐμπείρου.

### ε 2629

Ἐπίστιον: στρατιωτικὸν κατάλυμα. Ἡρόδοτος· ὁ δὲ ἀγη‐ λατέει τὰ ἐπίστια Ἀθηναίων.

### ε 2630

Ἐπίστιος: παρὰ Ἡροδότῳ ὁ ἔποικος.

### ε 2631

Ἐπιστολεῖς: γραμματοφόρους. ὁ δὲ Ναρσῆς ἐπιστολεῖς πρὸς Ἰωάννην πέμπει καὶ παρεγγυᾷ αὐτῷ, ὡς οὐ δεῖ Πέρσαις συμπλέκεσθαι, πρὶν αἱ δυνάμεις συναφθεῖεν.

### ε 2632

Ἐπιστολή: ἐντολή, ἐπίσκηψις. ὁ δὲ τῷ ἱερεῖ ἐπιστολὰς λέγει καθεύδοντι. ὁ τὰς ἐπιστολὰς τοῦ θεοῦ διαφυλάττων μέμνηται καλῶς καὶ τῆς πρὸς αὐτὸν ἐπανόδου.

### ε 2633

Ἐπιστολὴ Ἰουλιανοῦ τοῦ Παραβάτου πρὸς Πορφύριον Καθο‐ λικόν. πολλή τις ἦν πάνυ καὶ μεγάλη βιβλιοθήκη Γεωργίου, παντο‐ δαπῶν μὲν φιλοσόφων, πολλῶν δὲ ὑπομνηματογράφων, οὐκ ἐλάχιστα δὲ ἐν αὐτοῖς καὶ τὰ τῶν Γαλιλαίων πολλὰ καὶ παντοδαπὰ βιβλία. πᾶσαν οὖν ἀθρόως ταύτην τὴν βιβλιοθήκην ἀναζητήσας φρόντισον εἰς Ἀντιόχειαν ἀποστεῖλαι, γινώσκων ὅτι μεγίστῃ μὲν αὐτὸς περιβληθήσῃ ζημίᾳ, εἰ μὴ μετὰ πάσης ἐπιμελείας ἀνιχνεύσειας, καὶ τοὺς ὁπωσοῦν ὑπονοίας ἔχοντας ἀφῃρῆσθαι τῶν βιβλίων πᾶσι μὲν ἐλέγχοις, παντο‐ δαποῖς δὲ ὅρκοις πλείονι δὲ τῶν οἰκετῶν βασάνῳ, πείθειν εἰ μὴ δύναιο, καταναγκάσειας ἐς μέσον πάντα προκομίσαι.

### ε 2634

Ἐπιστομιεῖν: ἐμποδίσαι, κατασχεῖν.

### ε 2635

Ἐπιστομίζω σε.

### ε 2636

Ἐπίστω: γίνωσκε. εὖ νῦν ἐπίστω, ταῦθ’ ὅταν ζητῇς, ἐμοὶ ζητῶν ὄλεθρον.

### ε 2637

Ἐπίστω: γίνωσκε. τὸν γὰρ Ἀλκμήνης τόκον καὶ ζῶντ’ ἐπίστω καὶ κρατοῦντα. καὶ αὖθις Σοφοκλῆς· καὶ ταῦτ’ ἐπίστω καὶ γράφε φρενῶν ἔσω. σὺ γὰρ νοσεῖς, τὸ δ’ ἄλγος ἐκ θείας τύχης. οὐ νῦν ἐπίστω τῶνδέ μ’ αἰσχύνην ἔχειν. καὶ Ἀριστοφάνης· σύγγνωθί μοι· σκάπτειν γὰρ οὐκ ἐπίσταμαι. ἀντὶ τοῦ οὐ δύναμαι.

### ε 2638

Ἐπιστρατεύω· δοτικῇ.

### ε 2639

Ἐπιστρεφέως· ἀντὶ τοῦ ἐπιμελῶς. παρὰ Ἡροδότῳ καὶ ἀπατη‐ τικῶς.

### ε 2640

Ἐπιστρέφεται· γενικῇ. φροντίδα ποιεῖ. καὶ Ἐπιστροφή, ἡ ἀντέκτισις.

### ε 2641

Ἐπιστρέφεια: ἡ ἀγχίνοια.

### ε 2642

Ἐπιστρεφής· ὁ δὲ ἀγχίνους ὢν καὶ ἐπιστρεφὴς ὅμως τι εὐπαράγωγον ἐπεδείκνυτο.

### ε 2643

Ἐπιστροφάδην: μετ’ ἐπιστροφῆς, ἐφ’ ἑκάτερα τὰ μέρη στρεφόμενος.

### ε 2644

Ἐπιστροφή: ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἀνδρὸς ἑνὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπ’ ἀσπίδα ἐγκλίνωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιενεχθέντος, καὶ μεταλαβόντες τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε παραστα‐ τῶν καὶ ἐπιστατῶν.

### ε 2645

Ἐπιστροφῆς: ἀμύνης. ὁ δὲ δεινὸν ἡγεῖτο τὸ γινόμενον καὶ κοινῆς αὐτοὺς ἐπιστροφῆς ἔφη τεύξεσθαι, καὶ τοῦτο πείσεσθαι δι‐ καίως. λέγεται δὲ ἐπιστροφὴ καὶ ἡ φροντίς. ἡ σύγκλητος πλείο‐ νος ἐπιστροφῆς εἶναι τὸ πρᾶγμα νομίσαντες. καὶ Ἀριστοφάνης· μυρίαι ἐπιστροφαὶ κακῶν. ἀντὶ τοῦ συνελεύσεις, πλῆθος, καὶ συν‐ αθροίσεις.

### ε 2646

Ἐπιστυγνάζω σοι· δοτικῇ.

### ε 2647

Ἐπισυνάγω· αἰτιατικῇ.

### ε 2648

Ἐπισυνῄεσαν: συνηθροίζοντο. οἱ ἐξόπισθεν ἀπολελειμμένοι ἐπισυνῄεσαν.

### ε 2649

Ἐπισύρεται: ἐφέλκεται.

### ε 2650

Ἐπισύστητε: ἐπισυνάχθητε. ἐπὶ συνελεύσει, Ἐπισυνιέναι, ἐπισυνάγεσθαι ἐγγυτέρω καὶ συνέρχεσθαι.

### ε 2651

Ἐπισφαλές: βλαβερόν, ἐπικίνδυνον.

### ε 2652

Ἐπισφυρίοις: τοῖς ἐπὶ τῶν κνημίδων περιδεδεμένοις.

### ε 2653

Ἐπισχερώ: ἐφεξῆς.

### ε 2654

Ἐπὶ σχολῆς· ἀπραγμόνως φιλοσοφεῖν, ἀντὶ τοῦ ἐπὶ εὐκαιρίας ἢ ἀργίας.

### ε 2655

Ἐπισχών: κρατήσας, βραδύνας. Σοφοκλῆς· σὺ δ’, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν, ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ’ ἐμὸν γέροντι πατρί.

### ε 2656

Ἐπιτάδε: τὴν ἔνθεν. πᾶσαν τὴν ἐπιτάδε τῶν ποταμῶν τοῖς βαρβάροις ἄβατον καταστήσας.

### ε 2657

Ἐπιτακτικῶς: προστακτικῶς. τοὺς δὲ πρὸς αὐτὸν πρεσβεύον‐ τας ἐπιτακτικῶς αὐτῷ διαστέλλειν περὶ τούτων.

### ε 2658

Ἐπιτακτοί: στρατιῶται οἱ προστεταγμένοι τὴν μάχην ἐφορᾶν καὶ τῷ πονοῦντι μέρει βοηθεῖν. Θουκυδίδης· καὶ τοὺς σκευοφόρους ἐντὸς τούτων τῶν ἐπιτακτῶν ἐποιήσαντο. καὶ αὖθις· Σωκράτης δὲ ἦν ἐπιστάτης καὶ οὔτε ἐψήφιζε οὔτε κατεχειροτόνει.

### ε 2659

Ἐπὶ τὰ Μανδροβόλου: ἐπὶ τῶν εἰς τὰ χείρονα τρεπομένων. ἀπὸ Μανδροβόλου τινὸς τὸ ἐν Σάμῳ γεωφάνιον εὑρόντος καὶ πρῶ‐ τον μὲν κριὸν χρυσοῦν ἀναθέντος, ἔπειτα ἀργυροῦν, ἔπειτα χαλκοῦν ἐλάττονα, εἶτα οὐκέτι, ὡς Ἔφορος.

### ε 2660

Ἐπιτάρροθος: ὁ βοηθός.

### ε 2661

Ἐπιτάσσω· δοτικῇ.

### ε 2662

Ἐπιτάφιον· αὕτη ἡ πληγὴ καὶ τῆς ἀρετῆς αὐτῷ ἐπιτάφιον ἦν ἐγκώμιον.

### ε 2663

Ἐπιτεθῆναι.

### ε 2664

Ἐπιτελεοῦν καὶ Ἐπιτελέωμα· ἐπιτελέωμα λέγεται τὸ ἐπὶ πᾶσι θυόμενον ὑπὲρ τοῦ τελείας γίνεσθαι τὰς πρότερον θυσίας.

### ε 2665

Ἐπιτέλλεται: ἐντέλλεται, παραγγέλλει.

### ε 2666

Ἐπιτελῆ: εἰς πέρας ἀγόμενα. ὁ δὲ ὑπέσχετο πάντα ἐπιτελῆ ποιήσειν.

### ε 2667

Ἐπιτεμόμενος: περικόψας. κέλευσόν με ἀποθνήσκειν ἐπιτε‐ μόμενος τοῦ σταυροῦ τὴν περίοδον.

### ε 2668

Ἐπίτεξ ἦν ἡ γυνή: ἀντὶ τοῦ ἐν αὐτῷ τῷ κύειν.

### ε 2669

Ἐπιτέρπομαι· δοτικῇ.

### ε 2670

Ἐπιτετράφαται: ἐπιτετραμμένοι εἰσίν.

### ε 2671

Ἐπιτέτριψαι: ποτὲ μὲν ἐπὶ ὑπερηφανίᾳ τάττεται, ποτὲ δὲ ἐπὶ κατάρᾳ. καὶ μὴν ἐπιτέτριψαί γε.

### ε 2672

Ἐπιτετυφωμένον: ἐπικεκαυμένον.

### ε 2673

Ἐπίτευγμα: ἐπιτυχία. οἱ δὲ θαυμάσαντες τὰ πλήθη τῶν κατοικούντων τὴν Αἴγυπτον καὶ τὰ τῶν τόπων ἐπιτεύγματα διέλαβον μεγίστην ἡγεμονίαν εἶναι.

### ε 2674

Ἐπιτεύξομαι σοῦ.

### ε 2675

Ἐπιτείλας: ἀνατείλας. νενικηκότας αὐτοὺς ὁ ἥλιος ἐπιτεί‐ λας ἴδῃ.

### ε 2676

Ἐπίτειλον: πρόσταξον.

### ε 2677

Ἐπιτειχίζει: ἐποικοδομεῖ.

### ε 2678

Ἐπιτειχισάντων: ἐπελθόντων.

### ε 2679

Ἐπιτείχισμα: τὸ τειχιζόμενον κατά τινων χωρίων, ὅθεν ἦν τοὺς ἐπιτειχισθέντας κακῶς ποιεῖν. καὶ τὸ πρᾶγμα δὲ ἐπιτειχισμός. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.

### ε 2680

Ἐπίτηδες: ἐκ σπουδῆς. οὔκουν ἐπίτηδες ξυνελέγημεν. καὶ αὖθις· ὥσπερ ἐπίτηδες.

### ε 2681

Ἐπιτήδευμα: ἄσκησις, μάθησις. Ἱκανὸς ὄνομα, λῃστὴς τὸ ἐπιτήδευμα· ὃς ἀνεῖλεν Αἰσχύλον τὸν αὐλητὴν καὶ Στησίχορον τὸν κιθαρῳδόν. καὶ τὸ μὲν ἐπιτήδευμα ἦν ῥήτωρ, Διοπείθης τὸ ὄνομα. καὶ αὖθις· ὁ δὲ ἦν τὸ ἐπιτήδευμα ἔμπορος.

### ε 2682

Ἐπιτήδευμα: τοῦ βίου ἡ διαγωγή.

### ε 2683

Ἐπιτήδευσις: πρᾶξις, καὶ σπουδή, καὶ ἐργασία. ὁ δὲ ἦν εὐτελὴς τὴν ἐπιτήδευσιν, οὐδὲν ὅτι μὴ ποιμὴν τὸ κατ’ ἀρχάς.

### ε 2684

Ἐπιτηδεύω· αἰτιατικῇ.

### ε 2685

Ἐπιτήδεια: τὰ πρὸς τροφὴν ἁρμόδια. ἐσθῆτας δὲ καὶ τὰ ἐπιτήδεια ἔκπλεα παρεῖχεν. Ξενοφῶν· τὰ ἐπιτήδεια ἄφθονα παρῆν. Ἀρριανός· οὐδὲν ἄλλο εἰ μὴ τὰ ἐπιτήδεια τῆς δικαίας τιμῆς λαμβάνοντας.

### ε 2686

Ἐπιτηδειέστερος· καὶ γὰρ ὁ Μιθριδάτης τά τε ἄλλα ἔνδι‐ κος βασιλεὺς ἦν καὶ Ῥωμαίοις ἐπιτηδειέστερος.

### ε 2687

Ἐπιτήδειος: φίλος, εὔνους. ἁρμόδιος. Ξενοφῶν· ὁ δὲ βακτηρίαν ἔχων, εἴ τις αὐτῷ δοκοίη βλακεύειν, ἐκλεγόμενος τὸν ἐπι‐ τήδειον ἔπαιεν ἄν.

### ε 2688

Ἐπιτήδειος· παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον, ἄδεος, πλεονασμῷ τοῦ ι ἄδειος, ὁ ἐστερημένος τοῦ φοβεῖσθαι· ἐκτάσει τοῦ α εἰς η καὶ πλεονασμῷ τοῦ τ, μετὰ τῆς ἐπὶ προθέσεως ἐπιτήδειος.

### ε 2689

Ἐπιτηδείως: ἐπιρρηματικῶς.

### ε 2690

Ἐπιτίθεμαι· δοτικῇ.

### ε 2691

Ἐπιτήθη: ἡ τῆς τήθης μήτηρ, ὥστε εἶναι τὴν μὲν τήθην μητρὸς ἢ πατρὸς μητέρα, τὴν δὲ ἐπιτήθην τὴν τοῦ πατρὸς μητέρα καὶ τῆς μητρὸς μητέρα. οὕτως Ἰσαῖος ἐν τῷ πρὸς Δωρόθεον.

### ε 2692

Ἐπιτίθης: περαίνεις. ἐπεὶ καὶ σὺ τῶν σῶν ὑπηκόων τοῖς τι θανάτου ἄξιον ἐξεργασαμένοις, αὐτὸς ἐπιτίθης τὴν δίκην.

### ε 2693

Ἐπιτίθησιν: ἀποπέμπει. Δαμάσκιος· καὶ δὴ γραψάμενος ἐπιστολὴν πρὸς τοὺς ἐν Καρίᾳ δύο φιλοσόφους ἐπιτίθησιν.

### ε 2694

Ἐπιτιμήδης: ὄνομα κύριον.

### ε 2695

Ἐπιτίμησις: παρὰ Ἀριστοτέλει εʹ εἰσί. λέγει γάρ, ὅτι μὴ αἱ αὐταὶ ἐπιτιμήσεις ἐξεταζομένῳ λόγῳ καὶ ἐρωτωμένῳ. πρώτη δέ ἐστιν, ὅταν ἐκ τῶν ἠρωτημένων μηδὲν συμπεραίνηται, μήτε τὸ προκείμενον μήτ’ ἄλλο τι, τουτέστιν ἂν ἀσυλλόγιστον ᾖ, καὶ ἔτι ψευδεῖς ὦσιν αἱ κείμεναι προτάσεις ἢ ἄδοξοι, ἐφ’ αἷς ἐπιφέρει τὸ συμπέρασμα. τοιοῦτος γὰρ ὁ λέγων· τὸ παρὰ τὸ ὄν, οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν· οὐ γὰρ τοῦτο συνάγεται. οὗτος μὲν οὐ δοκεῖ τὸ προκείμενον συνάγειν, ἀλλ’ ἄλλο τι συνάγει συλλογιστικῶς· τὸ γὰρ παρὰ τὸ μὴ ὂν οὐδέν. ἕτερος δὲ λέγει· εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γινόμενον οὐκ ἔχει· ἀλλὰ μὴν τὸ γενόμενον ἀρχὴν ἔχει· οὔτε τὸ προκείμενον οὔτ’ ἄλλο τι συλλογίζεται πρὸς τῷ καὶ τὰ λαμβανόμενα ψευδῆ τε καὶ ἄδοξα λαμβάνειν. δευτέραν τίθησιν ἐπιτίμησιν, εἰ αἱ μὲν προτάσεις συλλογιστικῶς εἶεν κείμεναι καὶ ὁ λόγος εἴη συλλογιζόμενός τι, μὴ μέντοι τὸ προκείμενον, ἀλλ’ ἄλλο τι. τρίτη ἐπιτίμησις, εἰ προστιθέμενά τινα συνάγει τὸ προκείμενον συλλογιστικῶς, τὸ μέντοι προτι‐ θέμενον χεῖρόν τε εἴη τῶν κειμένων καὶ ἠρωτημένων καὶ ἧττον ἔνδοξον τοῦ συμπεράσματος. τετάρτη ἐπιτίμησις, ἂν ἀφαιροῦμεν ἀπὸ τοῦ λόγου ἐκ τῶν λειπομένων συνάγεται συλλογιστικῶς, ὃ ἔχουσιν οἱ παρέλκοντες λόγοι. πέμπτη ἐπιτίμησίς φησιν εἶναι, εἰ ἐξ ἀδοξοτάτων καὶ ἧττον πιστῶν τοῦ συμπεράσματος ὁ λόγος εἴη ἢ ἐξ ἀληθῶν μέν, χαλεπωτέρων δὲ δειχθῆναι τοῦ προβλήματος.

### ε 2696

Ἐπιτίμησις: ἀποστροφή.

### ε 2697

Ἐπιτιμητάς· τιμηταὶ μὲν οἱ πρῶτόν τι ἐκαλοῦντο τιμώμενοι, ἐπιτιμηταὶ δὲ οἱ χρόνῳ ὕστερον τὰ αὐτὰ τιμώμενοι.

### ε 2698

Ἐπιτιμία: εὐπορία, ἢ ἡ μὴ ἀτιμία. Κέφαλος ῥήτωρ· ὁσάκις αὐτὸν κινδυνεύοντα περὶ τῆς ἐπιτιμίας ἢ τῆς πατρίδος ἢ τοῦ βίου παντὸς διεσώσατε;

### ε 2699

Ἐπιτίμια: τὰ ἐπὶ τιμῇ τινος γινόμενα. Σοφοκλῆς· ἀλλ’ ἔστ’ Ὀρέστου ταῦτα τἀπιτίμια.

### ε 2700

Ἐπιτίμια: οἱ μισθοί. Σοφοκλῆς· γενοῦ πρόφρων ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια. τουτέστιν τοὺς μισθούς.

### ε 2701

Ἐπίτιμον: πλούσιον· ἢ τὸν μὴ ἄτιμον. Λουκιανός· ἡ βουλὴ δὲ ἐπικλασθεῖσα πρὸς αὐτὸν ἀφίησι τῷ Μενεκράτει τὴν καταδίκην, καὶ ἤδη ἐπίτιμός ἐστιν. τούς τε δούλους ἐλευθέρους καὶ τοὺς ἀτίμους ἐπιτίμους καὶ τοὺς μετοίκους πολίτας καὶ τοὺς ὀφείλοντας ἀφεῖσθαι ἐψηφίσαντο.

### ε 2702

Ἐπίτιμος: ὁ τετιμημένος, καὶ οὐκ ἄτιμος.

### ε 2703

Ἐπιτιμῶσα· τοῖς μὲν ἐρασθεῖσιν ὡς ἑταίρα συνῆν ἁδροὺς αἰτοῦσα τοὺς μισθούς, ἐπιτιμῶσα τὴν ὑπὲρ τῆς ὁμιλίας αἴτησιν, διὰ τὸ μὴ ἐξεῖναι δρᾶν ἐμφανῶς ἃ ἐθέλει. βαρύνουσα τὴν τιμήν.

### ε 2704

Ἐπιτιμῶ· δοτικῇ.

### ε 2705

Ἐπιτίτθιον· ὑπομάζιον, ὑπὸ τὴν τροφόν.

### ε 2706

Ἐπιτοαυτό: ἐπίρρημα.

### ε 2707

Ἐπίτιτθον: τὸ ὑπὸ τὴν τροφόν.

### ε 2708

Ἐπιτολῆς: ἀνατολῆς, φάνσεως ἄστρου.

### ε 2709

Ἐπιτολμῆσαι· δοτικῇ. ἐπιβουλεύσασθαι. καὶ ἀναπείθει ἐπι‐ τολμῆσαι τῷ Λυκίδῃ καὶ τῷ Σωσιβίῳ, ἐπαίρει δὲ ἅτε φορτηγοὺς τοιοῦ‐ τος ῥᾷστά τε ἀναπείθει, καὶ νυκτὸς γενομένης ἀκράτου.

### ε 2710

Ἐπίτομος.

### ε 2711

Ἐπιτομώτατον: τὸ συντομώτερον.

### ε 2712

Ἐπίττον: ἠσέλγουν, κατεφίλουν. πιττοῦν δέ ἐστι κυρίως τὸ τὰς πλατείας ναῦς πίττῃ χρίειν· ἔνθεν οὖν μετήνεκται ἡ λέξις. ἢ ἀντὶ τοῦ ἐκίνουν, συνῆλθον. Ἀριστοφάνης Πλούτῳ· ἱκανὸν γὰρ αὐτὴν πρότερον ἐπίττον χρόνον. Ἔπιτον δὲ δι’ ἑνὸς τ, ἐπέρχεσθε, ἐπιπο‐ ρεύεσθε. λέγετον, ἔπιτον. Ἀριστοφάνης Βατράχοις.

### ε 2713

Ἐπίτονος: ὁ δεσμεύων ἱμὰς πρὸς τὸν ἱστὸν τὸ κέρας.

### ε 2714

Ἐπίτονος: Ἀριστοφάνης ἐπὶ ἐπιτόνου. γελοῖον δὲ ἐπὶ δέρμα‐ τος. καὶ Ὅμηρος· ἐπίτονος βέβλητο.

### ε 2715

Ἐπιτοπίζω· κατοικίζω.

### ε 2716

Ἐπὶ τοῦ Μανδραβούλου: ἐπὶ τοῦ κατὰ τὸ χεῖρον προ‐ κόπτοντος. ὁ γὰρ Μανδράβουλος θησαυρὸν εὑρὼν τῷ πρώτῳ χρόνῳ πρόβατον χρυσοῦν ἀνέθηκε τῇ Ἥρᾳ, τῷ δὲ βʹ ἀργυροῦν καὶ τῷ γʹ χαλκοῦν.

### ε 2717

Ἐπὶ τὸ πλεῖστον.

### ε 2718

Ἐπιτωθάζων: ἐπιλοιδορούμενος, ἢ ἐπεμβαίνων, ἢ καυχώ‐ μενος, ἢ χλευάζων.

### ε 2719

Ἐπὶ τῶν ὑποκειμένων: ἐπὶ τῶν φθασάντων γενέσθαι. πρέσβεις δὲ ἔπεμπεν διασαφοῦντας, Πόπλιον μὲν εὐδοκεῖν τὴν εἰρή‐ νην, τοὺς δὲ ἐν τῷ συνεδρίῳ διαφέρεσθαι καὶ φάναι διαμένειν ἐπὶ τῶν ὑποκειμένων. ἐνεστώτων.

### ε 2720

Ἐπιτραπέζια διηγήματα.

### ε 2721

Ἐπιτραπεζώματα: τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα.

### ε 2722

Ἐπιτραχήλιος κόσμος.

### ε 2723

Ἐπιτρέπει· δοτικῇ· χαρίζεται, παραδίδωσιν. ὁ δὲ τῆς ἐμῆς σατραπείας φυγάδα ἐλαύνει καὶ τούτῳ ἐπιτρέπει.

### ε 2724

Ἐπιτρέπειν τοῖς οἰκείοις: Δημοσθένης ἀντὶ τοῦ δικαστὰς αὐτοὺς αἱρεῖσθαι, Λυσίας δὲ ἐπέτρεψεν ἀνδράσιν εἶπεν, ἀντὶ τοῦ ἐπι‐ τρόπους κατέστησεν.

### ε 2725

Ἐπιτρέχειν· δοτικῇ· τοῦ ἀποτρέχειν διαφέρει.

### ε 2726

Ἐπιτρέχειν τοῦ ἐπιδιώκειν διαφέρει. ἐπιτρέχει μὲν γάρ τις τῷ μὴ φεύγοντι, διώκει δὲ τὸν φεύγοντα. ἔστι δὲ τὸ διώκειν οἷον ἐλαύνειν. ἔνθεν καὶ ὑποδιώκειν λέγεται.

### ε 2727

Ἐπιτριβείη: ἐντριβὴς γένοιτο, ἔμπειρος ὑπάρξοι, ἢ παρορμη‐ θείη. σημαίνει δὲ καὶ ἀπολεσθείη.

### ε 2728

Ἐπιτριβόμενοι: ἐπερχόμενοι.

### ε 2729

Ἐπίτριπτος: ὁ ἐπιτριβῆναι ἄξιος.

### ε 2730

Ἐπιτρίταις· Ἰσαῖος ἐν τῷ κατὰ Καλλιφῶντος· ἑξακοσίαις δραχμαῖς ἐπιτρίταις. ἀντὶ τοῦ ἐπὶ ηʹ ὀβολοῖς· κατὰ τὸ τρίτον εἶναι μερίδα τοὺς ηʹ ὀβολοὺς τοῦ τετραδράχμου.

### ε 2731

Ἐπιτρῖψαι· αἰτιατικῇ. ἀπολέσαι. καὶ Ἐπιτρίψεις, συν‐ τρίψεις.

### ε 2732

Ἐπιτροπή: παρατροπή. ὁ δὲ Λεύκιος προχειριζόμενος δια‐ πέμπεσθαι πρὸς τοὺς Λαπατηνοὺς καὶ λαλεῖν ὑπὲρ ἐπιτροπῆς ἀπαρά‐ σκευος ἦν εἰς τὸ μέλλον.

### ε 2733

Ἐπιτροπεύω· γενικῇ. αἰτιατικῇ δέ· καὶ ἐπετρόπευσε μὲν τὸν υἱὸν Ἀλεξάνδρου τὸν Ἡρακλέους κληθέντα.

### ε 2734

Ἐπιτροχάδην: ἐπειγμένως, ὥσπερ τρέχων. ἢ κεφαλαιωδῶς, ταχέως. κόραξ ἐπιτρόχως φθεγγόμενος χειμῶνα σημαίνει.

### ε 2735

Ἐπὶ τροχοῦ δεῖ ς’ ἐκεῖ στρεβλούμενον εἰπεῖν ἃ πεπανούργηκας· Ἀριστοφάνης Πλούτῳ. παροιμία ἐπὶ τῶν πονη‐ ρῶν. τροχὸς γάρ τις ἦν ἐν Ἀθήναις, ἐν ᾧ δεσμούμενοι οἱ οἰκέται ἐκολάζοντο.

### ε 2736

Ἐπιτυχοῦσιν: εὐτελέσι. περὶ ὑπάτων μὴ ῥᾳθύμως σκοπεῖν, ὡς οὐ τοῖς ἐπιτυχοῦσι δέον ἐγχειρίσαι τὴν ἀρχήν, τοσούτων περιεστη‐ κότων κινδύνων τὴν πόλιν.

### ε 2737

Ἐπιτυφῇ: ἐπικαῇ, ἐκπυρωθῇ. οὕτως Ἀριστοφάνης. ὅπως ἂν ἀνὴρ ἐπιτυφῇ μάλιστά μου. ἐπικαυθῇ ἐπ’ ἐμοί.

### ε 2738

Ἐπιτυγχάνω· γενικῇ.

### ε 2739

Ἐπιφάνεια· ἐπιφάνεια ἐστὶ σώματος πέρας, ἢ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, βάθος δὲ οὔ. αὐτὴ δὲ κατ’ ἐπίνοιαν καὶ καθ’ ὑπόστασιν λέγεται. Ἐπιφάνεια δὲ καὶ ἡ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος οἰκονομία.

### ε 2740

Ἐπιφάνιον καὶ τὰ Ἐπιφάνια.

### ε 2741

Ἐπιφάνιος, Οὐλπιανοῦ, Πετραῖος, σοφιστής· παιδεύσας ἔν τε αὐτῇ καὶ ἐν Ἀθήναις. ἔγραψε Περὶ κοινωνίας καὶ διαφορᾶς τῶν στάσεων, προγυμνάσματα, μελέτας, Δημάρχους, Πολεμαρχικόν, λόγους ἐπιδεικτικούς· καί τινα σύμμικτα θεωρήματα.

### ε 2742

Ἐπιφάνιος, Κωνσταντείας τῆς Κύπρου ἐπίσκοπος, τῆς πρότε‐ ρον Σαλαμίνης. ἔγραψε κατὰ πασῶν τῶν αἱρέσεων λόγους, ἃ Πανάρια λέγονται, καὶ ἕτερα πολλά· ἅτινα παρὰ μὲν τῶν πεπαιδευμένων διὰ τὰ πράγματα, παρὰ δὲ τῶν ἰδιωτῶν διὰ τὰ ῥήματα ἀναγινώσκεται. τελευτᾷ ἐσχατόγηρως.

### ε 2743

Ἐπιφάνιος, ἐπίσκοπος Ὀλυβρίας. ἔγραψε λόγον ἀντιρρητι‐ κὸν κατὰ εἰκονοκαυτῶν, λίαν ὠφέλιμον.

### ε 2744

Ἐπιφάνιος καὶ Εὐπρέπιος ἐγενέσθην Ἀλεξανδρεῖς τὸ γένος ἀμφότεροι καὶ τῶν παρὰ Ἀλεξανδρεῦσι τελετῶν νομιζομένων δαημονέ‐ στατοι, τῶν μὲν Περσικῶν καλουμένων ὁ Εὐπρέπιος ἐξάρχων, τῶν δὲ ἀμφὶ τὸν Ὄσιριν ὁ Ἐπιφάνιος. οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν τοῦ Αἰῶνος ὑμνουμένου θεοῖ· ὃν ἔχων εἰπεῖν ὅστις ἐστίν, ὅμως οὐ γράφω κατά γε τὴν παροῦσαν ταύτην ὁρμήν. ὁ δὲ Ἐπιφάνιος ἐξηγεῖτο καὶ τῶνδε τῶν ἱερῶν. οὗτοι μέντοι οἱ ἄνδρες οὐκ ἐγένοντο μὲν ἐπὶ τῆς ἀρχαιοπρεποῦς πολιτείας, τοῖς δὲ γενομένοις ἐπιβεβήκασι καὶ ἐνέτυχον, καὶ παρ’ ἐκείνων ὠφεληθέντες, ἔπειτα τοῖς καθ’ ἑαυτοὺς ἐγένοντο πολλῶν ἀγαθῶν ἡγεμόνες, τῶν τε ἄλλων καὶ παλαιῶν διηγμάτων πολύφωνοι κήρυκες. Δαμάσκιος.

### ε 2745

Ἐπίφασις: δήλωσις, ἔνδειξις. οἱ δὲ ἧκον μετὰ παιανισμοῦ καὶ στεφάνων καὶ τῆς τῶν νικώντων ἐπιφάσεως.

### ε 2746

Ἐπίφασις. διὰ τὸ πολλὴν ἐπίφασιν γενέσθαι τῆς εὐδαι‐ μονίας περί τε τοὺς κατ’ ἰδίαν βίους καὶ περὶ τὰ κοινά, τῶν ἐκ Μακεδονίας μετακομισθεισῶν εἰς τὴν Ῥώμην χορηγιῶν. καὶ αὖθις· κατὰ μὲν τὴν ἐπίφασιν ἐποίει τινά· τῇ δὲ ἀληθείᾳ περὶ τὰς παρα‐ σκευὰς εἶχεν.

### ε 2747

Ἐπιφαίνεται ὑψόθεν· Ὑποφαίνεται δὲ χαμόθεν.

### ε 2748

Ἐπιφθασάμενον· λέγουσι τὴν αἶγα τὴν Διὸς τροφὸν κατηστερίσθαι. καί φασι τὸν ἐπιφθασάμενον ἐπιτέλλουσαν αὐτὴν ἐπιτυγχάνειν ὅσα ἂν εὔξηται.

### ε 2749

Ἐπιφέρειν: κατηγορεῖν, διασύρειν. ἄλλο μὲν οὐδὲν ἐπιφέρειν ἔχων, ὅτι δὲ εὔνους εἴη Ῥωμαίοις.

### ε 2750

Ἐπιφορήματα: παρὰ Ἡροδότῳ τραγήματα.

### ε 2751

Ἐπιφοραῖς: καταδίκαις. οἱ δὲ πεισθέντες καὶ παραδόντες ἑαυτοὺς εἰς τὴν ἐπιφορὰν τῶν πολεμίων ἀπέθανον γενναίως. ἀντὶ τοῦ τὴν ἐπέλευσιν.

### ε 2752

Ἐπίφορος: ὁρμητικός. οὐδὲ πρὸς ἀδικίαν ἢ πλεονεξίαν ἐπίφορος ἦν, προσκρουστικὸς δὲ καὶ ἁμιλλητικὸς πρὸς τοὺς ἄρχοντας.

### ε 2753

Ἐπιφωνῶ· δοτικῇ.

### ε 2754

Ἐπιφρασθείς: ἐνθυμηθείς, διαλογισάμενος. Ἀρριανός· ὁ δὲ Νέαρχος ἐπιφρασθείς, ὅτι σπείρεσθαι τὴν χώραν εἰκός, λέγει πρὸς Ἀρχίδαν, καταληπτέα σφίσιν εἴη τὸ χωρίον.

### ε 2755

Ἐπιφροσύνῃ: συνέσει. φρονήσει.

### ε 2756

Ἐπίφρων: συνετός.

### ε 2757

Ἐπιφοιτᾷ: παραγίνεται.

### ε 2758

Ἐπιφυλλίδα: ῥαγολογίαν· ἤτοι μικρὸν βοτρύδιον. τὰ ἐπὶ τοῖς φύλλοις. Ἀριστοφάνης Βατράχοις· ἐπιφυλλίδες ταῦτ’ ἔστι καὶ στωμύλματα. ἀντὶ τοῦ λάλοι καὶ πιθανολόγοι. ἐπὶ τῶν δοκούντων εἶναι σοφῶν ἢ ποιητῶν. ἐπιφυλλίδες δέ εἰσι τὰ ἐπικείμενα τοῖς μεγάλοις βότρυσι βοτρύδια, Καλλίστρατος δὲ τὰ αὐτὰ καθ’ ἑαυτὰ μικρά. κέκληται δὲ οὕτως διὰ τὸ ἐπὶ τοῖς φύλλοις καλύπτεσθαι· ἢ τὰ πρὸς αὐτοῖς τοῖς φύλλοις.

### ε 2759

Ἐπιφυόμενος· δοτικῇ. περιπλεκόμενος. τοῖς δὲ ταῖς χερσὶν ἐπιφυόμενος ἐδεῖτο βοηθῆσαι τοῖς ἀκληρήμασι. καὶ αὖθις· νυκτὸς γενομένης ἐπεφύοντο τοῖς δυσίν. ἀντὶ τοῦ κατήρχοντο, ἐπεχείρουν.

### ε 2760

Ἐπιχάνῃ· ἔχεσθαι δὲ αὐτοῦ ἐκέλευσεν, ἵνα μὴ διαδρὰς ἔξω τοῦ στρατοπέδου, εἶτα μέντοι ζῶν ἀπέλθῃ καὶ ἐπιχάνῃ. ἀντὶ τοῦ ἐπεγγελάσῃ.

### ε 2761

Ἐπιχάρης: ὄνομα κύριον. θηλυκόν.

### ε 2762

Ἐπίχαρι.

### ε 2763

Ἐπιχάρις, Σικυόνιος, προδότης. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.

### ε 2764

Ἐπίχαρις: ἐπιτερπής, ὁμιλητικός. ὁ δὲ σεμνὸς ὢν καὶ σπου‐ δαστικός, ὅμως ἐπίχαρις ἦν ἐν ταῖς ὁμιλίαις.

### ε 2765

Ἐπιχαριτώτερος.

### ε 2766

Ἐπίχαρμος, Τιτύρου ἢ Χειμάρου καὶ Σικίδος, Συρακούσιος ἢ ἐκ πόλεως Κραστοῦ τῶν Σικανῶν· ὃς εὗρε τὴν κωμῳδίαν ἐν Συρα‐ κούσαις ἅμα Φόρμῳ. ἐδίδαξε δὲ δράματα νβʹ, ὡς δὲ Λύκων φησὶ λεʹ. τινὲς δὲ αὐτὸν Κῷον ἀνέγραψαν, τῶν μετὰ Κάδμου εἰς Σικελίαν μετοικησάντων, ἄλλοι Σάμιον, ἄλλοι Μεγάρων τῶν ἐν Σικελίᾳ. ἦν δὲ πρὸ τῶν Περσικῶν ἔτη ἕξ, διδάσκων ἐν Συρακούσαις· ἐν δὲ Ἀθήναις Εὐέτης καὶ Εὐξενίδης καὶ Μύλος ἐπεδείκνυντο. οὗτος εὑρετὴς καὶ τῶν μακρῶν στοιχείων η καὶ ω. καὶ Ἐπιχάρμειος λόγος, τοῦ Ἐπι‐ χάρμου.

### ε 2767

Ἐπιχαιρεκακία: ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς. οὕτως οἱ φιλόσοφοι.

### ε 2768

Ἐπιχειλές: οὕτω λέγεται μέτρον τὸ μὴ πλῆρες, ἀλλ’ ἀπολει‐ πόμενον. Ἀριστοφάνης· τὴν πόλιν ἡμῶν μεστὴν ἐποίησεν εὑρὼν ἐπι‐ χειλῆ.

### ε 2769

Ἐπίχειρα: μισθούς, τὰ διὰ τῶν χειρῶν κέρδη. ἀνθ’ ὧν τὰ ἐπίχειρα ἠνέγκαντο ἀλλήλοις πρεπωδέστατα.

### ε 2770

Ἐπιχειρεῖν: τὸ ἐρωτᾶν καὶ συλλογίζεσθαι. τὸ γὰρ ἐπιχείρημα διαλεκτικός ἐστι συλλογισμός.

### ε 2771

Ἐπιχειρῶ σοι δὲ ἀεί.

### ε 2772

Ἐπιχειρημάτων: ἐννοιῶν.

### ε 2773

Ἐπιχειρήσειν: ἐπιβαλέσθαι. ἔγραφεν ἐπιχειρήσειν μέλλειν τοῖς Σιγγάροις καὶ ἐπὶ τῷδε πέμπειν πεζοὺς ἀποχρῶντας.

### ε 2774

Ἐπιχειρητέα: ἀντὶ τοῦ ἐπιχειρητέον, ὡς τὸ τολμητέα. φιλεῖ γὰρ Θουκυδίδης τὰ τοιαῦτα.

### ε 2775

Ἐπιχειροτονία: ἡ τῶν χειροτονητῶν ἀπόστασις.

### ε 2776

Ἐπὶ χειρῶν ἀροῦσί σε: ἀντὶ τοῦ χειραγωγήσουσι, ποδηγή‐ σουσιν, ὑπερείσουσιν ἀσθενοῦντα, παντοδαπὴν ἐπικουρίαν προσοίσουσιν.

### ε 2777

Ἐπιχθονίων: ἐπιγείων.

### ε 2778

Ἐπιχωματισμός· ζήτει ἐν τῷ χῶμα.

### ε 2779

Ἐπιχωρήσας: συμπαθήσας, παραχωρήσας. ἐθέλω σοι τὰ δυνατὰ ἐπιχωρήσας, τοῦ μὴ τὸ πέρα ἐς ἀμφίλογον προάγειν τὰ Ῥω‐ μαίων πράγματα ξύμβουλος γενέσθαι.

### ε 2780

Ἐπιχώρησις, παραχώρησις. Ἀρριανός· ἴασιν δὲ τῶν παρόν‐ των ἐποίει τὴν τῆς ἀγνοίας προσποίησιν μᾶλλον ἢ τὴν ὡς γινωσκο‐ μένων ἐπιχώρησιν.

### ε 2781

Ἐπιχρῆσθαι: τὸ πολλάκις κεχρῆσθαι παρὰ Θουκυδίδῃ.

### ε 2782

Ἐπιψαύειν· δοτικῇ. ἐπιθιγγάνειν.

### ε 2783

Ἐπιψαύδην: ἐπίρρημα. ὅσον ἐπιψαῦσαι μόνον· ὡς καὶ τὸ ἐπιλίγδην.

### ε 2784

Ἐπιψηφιζόμενος: ἐπικρίνων. καὶ Ἐπιψηφίζων, ἐπι‐ κυρῶν.

### ε 2785

Ἐπλαστολόγει: ἐψεύδετο.

### ε 2786

Ἐπλάττετο: ὑπεκρίνετο.

### ε 2787

Ἐπλημμέλησαν: ἠτάκτησαν, ἐρρᾳθύμησαν. πλημμελὲς γὰρ τὸ ῥᾴθυμον καὶ ἀπαίδευτον. ἵνα ὑπὲρ ὧν ἐπλημμέλησαν κακιῶν φθάνοντες, ἐν τῷ δευτέρῳ προφανεῖ κινδύνῳ τε ἰσωθῶσι κολα‐ σθέντες.

### ε 2788

Ἔπλην: ἐπλησίαζον. ἔστι δὲ ῥῆμα πλῶ, τὸ πλησιάζω, παρά‐ γωγον πλῆμι, ὁ δεύτερος ἀόριστος ἔπλην.

### ε 2789

Ἐπλινθεύθησαν: τὸ κατακλεισθῆναι περὶ οἰκοδόμημα μόνον, ὥστε ἔξοδον μὴ εἶναι καὶ οὕτω παντελεῖ ἀπορίᾳ ποτοῦ καὶ τροφῆς τεθνάναι πλινθευθῆναι λέγεται.

### ε 2790

Ἐπλωΐσατο.

### ε 2791

Ἔπνει δεινόν: ὠργίζετο.

### ε 2792

Ἐπόγδοον: τὸ δεδανεισμένον, ὥστε τοῦ κεφαλαίου τὸ ὄγδοον μέρος λαβεῖν τὸν δανειστήν· οἷον τριώβολον τοῦ τετραδράχμου.

### ε 2793

Ἐποδήγει: ὡδήγει.

### ε 2794

Ἐπόθησεν: ἠβουλήθη, ἠθέλησεν. ὁ δὲ Σκιπίων διὰ τῶν σὺν ἑαυτῷ πεζῶν ἐπόθησε τὴν ἱππέας ἀποφῆναι.

### ε 2795

Ἐποκέλλουσιν: ἐπικαθίζουσιν, ἐγγίζουσιν.

### ε 2796

Ἐπολιάρχει: τῆς πόλεως ἦρχεν.

### ε 2797

Ἐπολιόρκει.

### ε 2798

Ἐπολιός: εἶδος ὀρνέου νυκτερινοῦ.

### ε 2799

Ἐπόλισεν: ἔκτισεν.

### ε 2800

Ἐπολολύζω.

### ε 2801

Ἐπολυώρησας: ἐφύλαξας, ἐφρόντισας.

### ε 2802

Ἐπομβρία καὶ Ἐπόμβρησις.

### ε 2803

Ἐπομβρῷ.

### ε 2804

Ἐπομοσάμενος: εὐξάμενος.

### ε 2805

Ἐπόνουν: ἐκακοπάθουν.

### ε 2806

Ἔποπος· ἡ εὐθεῖα ὁ ἔποψ.

### ε 2807

Ἐποποῖ: ἐπίρρημα, ἀντὶ τοῦ ἐποπιστί. ἐὰν δὲ προπαροξύνη‐ ται, δῆλον ὅτι ἐσχημάτισται ὡς ἀπὸ εὐθείας τῆς ἔποπος. ἐποποί, ποί, ποποί, ποποί, ποποί. ἰώ, ἰώ, ἰτώ, ἰτώ, ἰτώ, ἰτώ, ἰτώ· ταῦτα δεῖ ὀξυτόνως προφέρεσθαι τῇ φωνῇ, ὥστε ὀρνέου ἦχον προφαίνεσθαι κατὰ μίμησιν. τιό, τιό, τιό, τιό, τιό, τιό, τιό, τιό· καὶ ταῦτα ὀξυτονη‐ τέον. τριοτό, τριοτό, τοτοβρίξ. δεῦρο, δεῦρο, δεῦρο, δεῦρο, δεῦρο. τορό, τορό, τορό, τοροτίγξ. κικκαβαῦ, κικκαβαῦ. τοροτοροτολιλίγξ, τοροτίγξ. τί, τί, τί, τί, τί, τί, τιό, τιό, τιοτίγξ. τιό, τιό, τιό, τιοτίγξ. ποῦ; ποῦ’στι; ποῦ; ποῦ; ποῦ’στι; ποῦ; ποῦ’στι; ποῦ; ποῦ; διὰ τῆς ἐπαναλήψεως τὴν σπουδαίαν ζήτησιν ἐμφαίνει. αὕτη σύ, ποῖ, ποῖ, ποῖ, ποῖ πέτῃ; μέν’ ἥσυχος, ἔχ’ ἀτρέμας, ἐπίσχες τοῦ δρόμου. τίς εἶ; ποδαπή; εὐράξ, πατάξ· ἐπιφθέγματα τάχους, παρὰ τὸ εὐρέως μιγήσομαι καὶ πατάξω· ὅθεν καὶ χαμαιτύπαι αἱ πόρναι. ταῦτα δὲ τὰ ἐπιρρήματα ἀνέλαβε διὰ τὸ κακέμφατον. ὠόπ, παρακελευστικόν, ἐπὶ τοῦ παύσασθαί τινος ὑποθέσεως, ὡς οἱ ἐρέσσοντες· κέλευσμα γάρ ἐστι τὸ ὠὸπ τῶν ἐρεσσόντων, καταπαῦον τὴν κωπηλασίαν. βαβαιάξ, ὠκβά‐ τανα τοῦ φορήματος. στριβιλικίγξ. ἀντὶ τοῦ οὐδεμίαν ῥανίδα. στρίβος καλεῖται ἡ ὀξεῖα βοή, λικίγξ δὲ ἡ ἐλαχίστη βοὴ τοῦ ὀρνέου· ἡ μὲν λέξις ἐκ τούτων γεγένηται· λέγει δέ, ὅτι 〈οὐδὲ〉 ἐλάχιστόν σοι μέρος μεταδίδωμι. ἀττατατταταί· θρηνῶν παρατραγῳδεῖ. ἰατταταιὰξ τῶν κακῶν, ἰατταταί· σχετλιαστικὸν ἐπίρρημα· παρεπιγραφὴ δὲ λέγεται τὰ τοιαῦτα. ῥυππαπαί, ἐπιφώνημα ναυτικόν. ἱππαπαί, ἐπὶ ἵππων. Ἀριστοφάνης· τίς ἐμβαλεῖ. βαβαί, βαβαιάξ· σχετλιαστικά, ἀντὶ τοῦ φεῦ, φεῦ. οἴμοι τάλας, οἴμοι γε, κᾆτ’ οἴμοι μάλα. ὦ εἶα, ὦ εἶα· μίμημα βαρβάρων ἐξελκόντων τι. δεῖ οὖν νοεῖν, ὅτι ταῦτα ἀνὰ μέρος λέγεται, τὸ μὲν τοῦ Ἑρμοῦ κελεύοντος καὶ ἕλκοντος, τὸ δὲ τῶν ἑλκόντων ὑπακουόντων. ὦ εἶα· εἶα μάλα. ὦ εἶα, ἔτι μάλα. ὦ εἶα. ὦ εἶα. φῦ, φῦ· ἐπὶ τοῦ φυσῶντος τὸ πῦρ. σοῦ σοῦ. ποῦ ποῦ ’στι μοῦ τὸ δίκτυον; πάλιν σοῦ. ἀππαπαί, παπαιάξ· γερόντων σχετλιασμός. αὖ, αὖν, μίμημα ὑλακῆς κυνῶν. ῥυπαπαί. βομβάξ, ἐπίρρημα ἐπὶ θαυμασμοῦ λαμβανόμενον. βομβαλομβάξ, ἀναδιπλασιάζει τὴν λέξιν. ἀττατατατατταῖ, ἐπὶ τῶν ἀλγούντων. μῦ μῦ, ἐπὶ τῶν διὰ μυκτήρων ἠχούντων. ἰαππαπαιάξ. αἴρεσθ’ ἄνω. ἰαί, εὐαί, δειπνήσομεν. εὐοῖ, εὐαί, εὐαὶ ὡς ἐπὶ νίκῃ. εὐαί, εὐαί, εὐά, εὐά· τέλος τῶν Ἐκκλησιαζου‐ σῶν Ἀριστοφάνους.

### ε 2808

Ἐπόπται: οἱ τὰ μυστήρια παραλαμβάνοντες λέγονται ἐν ἀρχῇ μὲν μύσται, μετὰ δὲ ἐνιαυτὸν ἐπόπται καὶ ἔφοροι.

### ε 2809

Ἐποπτεύειν· διαφέρει μύστης καὶ ἐπόπτης.

### ε 2810

Ἐποπτεία: ἡ ἐπίσκεψις.

### ε 2811

Ἐποποιΐα: ἡ δι’ ἡρωϊκοῦ μέτρου ἱστορία. καὶ γὰρ στερομένη μύθου ποίησις ἐποποιΐα ἐστίν.

### ε 2812

Ἐποργῶσα: μηνιῶσα.

### ε 2813

Ἔπορεν: ἔδωκεν.

### ε 2814

Ἐπορθρεῦσαι: ἀγρυπνῆσαι· ἢ πρὸ ἡμέρας ἐπεγερθῆναι.

### ε 2815

Ἐπ’ ὄριον Θασίων: ἐπάνω τοῦ ὄρους τῶν Θασίων.

### ε 2816

Ἔπος: λόγος, στίχος ἔμμετρος.

### ε 2817

Ἔπος πρὸς ἔπος ἠρειδόμεθα: τουτέστιν ἀντεβάλλομεν, ἐφιλονεικοῦμεν.

### ε 2818

Ἐποτρύνει: παροξύνει, διεγείρει.

### ε 2819

Ἐπ’ οὐδόν: ἐπὶ πρόθυρον.

### ε 2820

Ἕπου κατεπείγων: ἀντὶ τοῦ σαυτὸν κατελαύνων.

### ε 2821

Ἐποφθαλμίσας: φθονήσας· ἢ ἐπιθυμητικῶς ἐπιβαλών. ὁ δὲ ἰδὼν τὸ χρυσίον ἐποφθαλμιᾷ τῷ ἀνθρώπῳ. καὶ αὖθις· ὁ δὲ εἰς ὑπόνοιαν ἦλθεν ὡς ἐποφθαλμιῶν βασιλείᾳ. τουτέστιν ἐπιθυμητι‐ κῶς ἔχων. καὶ Ἰώσηπος· διὰ τὸ ἐποφθαλμιᾶν τῷ πλήθει τῆς κτή‐ σεως. καὶ αὖθις· ἀπέκτεινε δὲ αὐτὸν ὁ πανδοκεὺς ἐποφθαλμίσας τῷ χρυσίῳ.

### ε 2822

Ἐποχετεῦσαι: ἐπιρρεῦσαι, καὶ ποτίσαι.

### ε 2823

Ἐποχεῖται: ἐπικάθηται.

### ε 2824

Ἐποχή· πρῶτος Πύρρων ἀκαταληψίας καὶ ἐποχῆς εἶδος εἰσή‐ γαγεν. Ἐποχή ἐστιν ἡ μοῖρα, ἐν ᾗ καταλαμβάνεται ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ ἕκαστος τῶν πλανητῶν. εἰσὶ δὲ οὗτοι κατὰ τάξιν· Φαίνων, Φαέθων, Πυρόεις, Ἥλιος, Φωσφόρος, Στίλβων, Σελήνη. ἕκαστον δὲ τῶν ζῳδίων διαιρεῖται εἰς λʹ μέρη, ἃ καλοῦνται μοῖραι. ἡ δὲ μοῖρα διαιρεῖται εἰς ξʹ μέρη, ἃ καλεῖται ἑξηκοστὰ πρῶτα λεπτά. καὶ τὸ ἓν πρῶτον λεπτὸν διαιρεῖται εἰς ἑξήκοντα πάλιν, ἃ καλοῦνται δεύτερα λεπτά. πλέον δὲ τῶν δευτέρων λεπτῶν ἐν τῷ προχείρῳ κανόνι παραλαβεῖν οὐκ ἀναγκαῖον.

### ε 2825

Ἔποψ· Ἀριστοφάνης· ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ ἐδίδαξα τὴν φωνήν, συνὼν πολὺν χρόνον. περὶ τῶν ὀρνέων λέγει ὁ ἔποψ.

### ε 2826

Ἐποψειασμός.

### ε 2827

Ἐποψία.

### ε 2828

Ἐπῳάζειν: τὸ ἐπὶ τοῖς ᾠοῖς καθέζεσθαι τὰ ὄρνεα. Ἀριστο‐ φάνης Ὄρνισιν· ἄλλως ἄρ’ οὕποψ, ὡς ἔοικε, τὴν λόχμην ἐμβὰς ἐπῷζε. τὰ δὲ ὄρνεα ἐν τῷ ἐπῳάζειν λάλα εἰσίν.

### ε 2829

Ἐπῳάζουσιν: ἐπὶ τοῖς ᾠοῖς ᾄδουσι, βοῶσιν.

### ε 2830

Ἐπωβελία· πολλῶν εἰς χρήματα συκοφαντούντων τοὺς ἐπι‐ εικεῖς καὶ ἀπράγμονας τῶν πολιτῶν καὶ μάλιστα τοῦτο πράττειν δια‐ βαλλομένων τῶν περὶ τὸ ἐμπόριον συμβαλλόντων ἐπὶ ναυτικοῖς τόκοις, Ἀθηναῖοι ζημίαν ἔταξαν κατὰ τῶν ἐγκαλούντων ὀβολὸν ἐκτείνειν, εἰ μὴ καθ’ ὧν ἐνεκάλουν, τούτους ἕλοιεν. ταύτην τὴν ζημίαν ἐπωβελίαν ὠνόμασαν.

### ε 2831

Ἐπωβελία: τὸ ἕκτον μέρος τοῦ τιμήματος.

### ε 2832

Ἐπωβελία: τὸ ἕκτον τίμημα τῆς δίκης, ὃ ἐπράττοντο οἱ γραψάμενοί τινας καὶ μὴ ἑλόντες αὐτοῖς τοῖς γραφεῖσιν. ἐκαλεῖτο δὲ οὕτως, ὅτι καθ’ ἑκάστην δραχμὴν ὀβελὸς ἦν. Ἐπωβελία οὖν ἡ ζημία. Ἐπωβελία οὖν ὁ τόκος, ὑπὸ Πλάτωνος Νόμων ιαʹ.

### ε 2833

Ἐπῳδός: ἡ ἐπᾴδουσα τοῖς νοσοῦσι παισί. καὶ Ἐπῳδή, ἡ γοητεία. Πολύβιος· πάσης ἐπῳδῆς καὶ περιάμματος πεῖραν ἐλάμβα‐ νον. Σοφοκλῆς· οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.

### ε 2834

Ἐπ’ ὠκεανοῖο ῥοάων: Ὅμηρος. ἀντὶ τοῦ ὡς ἐπ’ ὠκεανοῦ ῥοάς. καὶ ἀλλαχόθι· ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου. ὡς ἐπὶ τὸν Μενέλαον.

### ε 2835

Ἐπώκειλα: ἀπέκλινα.

### ε 2836

Ἐπώλησε: διέπρασεν.

### ε 2837

Ἐπωμαδόν· ὁ δὲ τοῖς ὤμοις φέρων ἐπωμαδόν. λέγεται καὶ ἐπωμάδιος.

### ε 2838

Ἐπωμίς: εἶδος περιβολαίου. ἐπωμίδες δὲ καὶ ἀναξυρίδες καὶ τῶν ὑποδημάτων τὰ πλεῖστα ἐς τῶν Οὔννων τό τε ὄνομα τὸν τρόπον ἀποκέκριται σφίσι. Προκόπιός φησιν. οἱ μὲν γὰρ τὰ μυστήρια παραλαμβάνοντες μύσται καλοῦνται, οἱ δὲ τῷ ἑξῆς ἐνιαυτῷ ἔφοροι καὶ ἐπόπται. ἐγὼ οὖν, φησίν, ὅταν λάθρα καταράσωμαι τῷ δεσπότῃ, λίαν οὕτως ἥδομαι, ὡς δοκεῖν μυστήρια ἐποπτεύειν καὶ ἑορτάζειν. τὸ δέ, ἀλλ’ ἐποπτεύω, ἀντὶ τοῦ οὐ ἀλλὰ ἐν οἵῳ τρόπῳ λέγομεν, οὐχ οἷον ἥδομαι, ἀλλ’ ὑπερήδομαι.

### ε 2839

Ἐπώμοτον· Σοφοκλῆς· ὄμνυμ’ ἔγωγε Ζῆν’ ἔχων ἐπώμοτον. τουτέστι τοῦ ὅρκου ἐγγυητήν.

### ε 2840

Ἐπώνια: τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον. εἴη δ’ ἂν ἴσως ἡ πέμπτη.

### ε 2841

Ἐπώνυμον: τὸ μεθ’ ἑτέρου κυρίου καθ’ ἑνὸς λεγόμενον. ἐπωνυμίαν θέμενοι Μαρκίῳ Κορβῖνον ἐπὶ τοῦ συναγωνιζομένου κατὰ τὴν μονομαχίαν ζῴου. κόρβους γὰρ τοὺς κόρακας φασὶ Ῥωμαῖοι. καὶ αὖθις Ἀριστοφάνης· ὡς ἀγαθόν ἐστ’ ἐπωνυμίας πολλὰς ἔχειν. ὡσανεὶ ἔλεγεν, οὐ ματαίως ἄρα σπεύδουσι πολλὰ ὀνόματα ἔχειν οἱ δικάζοντες.

### ε 2842

Ἐπώνυμοι: διττοί εἰσιν οἱ Ἐπώνυμοι, οἱ μὲν ιʹ ἀριθμόν, ἀφ’ ὧν αἱ φυλαί, ἕτεροι δὲ βʹ καὶ τοῖς μέν, ἀφ’ ὧν αἱ ἡλικίαι προσαγο‐ ρεύονται τῶν πολιτῶν καθ’ ἕκαστον ἔτος ἀπὸ ιηʹ ἔτους μέχρι ξʹ.

### ε 2843

Ἐπώνυμοι: οἱ κατ’ ἀρετὴν διαπρέποντες ἀστοὶ καὶ ξένοι χαλκαῖς εἰκόσιν ἐτιμῶντο· ὑφ’ ὧν ἐνίων καὶ ταῖς φυλαῖς ἐτίθει ὀνό‐ ματα. φασὶ δ’ ἐκεῖθεν πρῶτον δόξαι τὰς φυλὰς ἐξηγήσασθαι· ἀπορούν‐ των γὰρ αὐτῶν ὄνομα ταῖς φυλαῖς θέσθαι, ἀπὸ τῶν ἐνδοξοτάτων τοῦτο ποιῆσαι καὶ ἕκαστον ἑκατὸν ὀνόματα ἰδίᾳ γραψάμενον κληρῶσαι. παρὰ γοῦν τὰς εἰκόνας τῶν Ἐπωνύμων τούτων εἰσηγοῦντο τοὺς νόμους, πρὶν ἢ γενέσθαι κυρίους· ἵν’ ἐντυγχάνοντες αὐτοῖς οἱ βουλό‐ μενοι κατηγοροῖεν.

### ε 2844

Ἐπωπεύς, Ἐπωπέως.

### ε 2845

Ἐπωπτευκότων: οἱ μυηθέντες ἐν Ἐλευσῖνι, ἐν τῇ βʹ μυήσει ἐποπτεύειν λέγονται.

### ε 2846

Ἐπωρώθησαν: ἐσκληρώθησαν.

### ε 2847

Ἐπωρυόμενος: φωνῶν.

### ε 2848

Ἐπωτίδες· Θουκυδίδης· καὶ τὰς ἐπωτίδας ἐπέθεσαν ταῖς πρώραις παχείας ὡς ἐπὶ ξʹ πήχεις, ἐντός τε καὶ ἔξωθεν. Ἐπωτί‐ δες εἰσὶ τὰ ἑκατέρωθεν πρώρας ἐξέχοντα ξύλα.

### ε 2849

Ἐπωτίσιν· ἐκ φορτίδων πολεμιστηρίας τὰς νέας κατεσκεύασε ταῖς ἐπωτίσι καὶ τοῖς στερίφοις ἀποφήνας εὐρρώστους.

### ε 2850

Ἐπ’ ὠϋτόν: ἐπ’ αὐτόν.

### ε 2851

Ἐπωφελές.

### ε 2852

Ἐπῴχετο: ἐπεπορεύετο.

### ε 2853

Ἐπράξατο: ἀπῄτησεν. τοὺς δὲ Βυζαντίους καί τινας ἄλλους ἐπράξαντο. ἀντὶ τοῦ χρήματα ἀπῄτησαν. καὶ αὖθις· ὡς δὲ δίκας αἰτῶν τοὺς Ἀθηναίους περὶ τοῦ παιδὸς οὐκ ἔτυχεν, αὐτὸς ἑαυτὸν ἐπράξατο.

### ε 2854

Ἐπράδει: ἀπέπαρδε. καὶ ἀποπαρδεῖν λέγεται. ἐπράδειν δὲ προτεταγμένου τοῦ ρ.

### ε 2855

Ἐπραξικόπει· ὁ δὲ ἐπραξικόπει τὴν πόλιν ἐκ πολλοῦ κατα‐ σκευαζόμενος ἐν αὐτῇ προδότας.

### ε 2856

Ἔπρασσον: ἀντὶ τοῦ ἐβουλεύοντο. ἀλλήλοις ξυγγινόμενοι ἔπρασσον, ὅπως τά τε διάφορα λύσουσι καὶ τὰ ἀμφὶ τὴν εἰρήνην εὖ θήσονται.

### ε 2857

Ἐπραττόμην: ἀπῄτουν.

### ε 2858

Ἔπραττον: ἐπεβούλευον, προεδίδοσαν. ἐπεσπῶντο τοὺς Αἰτω‐ λοὺς καὶ τούτοις ἔπραττον τὴν πόλιν. καὶ αὖθις· ἀνήρ τις ἔπραττε κακῶς καὶ πᾶσα ἡ οἰκία αὐτῷ.

### ε 2859

Ἐπρέσβευεν: ἐτίμα. ὁ δὲ Σωκράτης ἠθικὴν φιλοσοφίαν ἐπρέσβευεν.

### ε 2860

Ἐπρήσθη: ἐκαύθη πυρί. ἑάλω μέγα κακουργῶν καὶ ζῶν ἐνεπρήσθη.

### ε 2861

Ἔπρηξας: ἔπραξας. Ἔπρησας δὲ ἔκαυσας.

### ε 2862

Ἐπρίατο· γενικῇ. ἠγόραζεν.

### ε 2863

Ἔπρωσεν: ἐμοίρασεν.

### ε 2864

Ἐπρυτάνευσε: παρέσχε, διῳκήσατο. δῶρά τε πέμπει ἐπὶ φιλίᾳ τε καὶ συμμαχίᾳ, ἣν Στρυγγαῖος ἐπρυτάνευσεν.

### ε 2865

Ἑπτά: ὁ ἀριθμός.

### ε 2866

Ἑπταβόειον: ἑπτάβυρσον, ἑπτάπτυχον.

### ε 2867

Ἑπτάπεκτος: ἡ βαθεῖαν ἔχουσα κόμην, ἡ ἑπτάκις δυναμένη καρῆναι. πέξαι γὰρ τὸ κεῖραι, ἢ κτενίσαι.

### ε 2868

Ἑπταπλασίονα: ἀντὶ τοῦ πολυπλασίονα. ὁ γὰρ ἑπτὰ ἐπὶ πλήθους τάττεται.

### ε 2869

Ἔπταρον: ᾐσθόμην. πταρμὸς γὰρ κεφαλῆς αἴσθησις. ἐπεὶ οἱ θιγόντες τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται.

### ε 2870

Ἐπταικώς: σφαλείς. ὁ δὲ ὑπερβαίνων τὸν οὐδὸν τῆς αὐλῆς ἔπταισε βιαιότερον καὶ πρὸς γῆν κατηνέχθη.

### ε 2871

Ἐπτέρου: ἐκουφίζετο.

### ε 2872

Ἑπτέτης: ζʹ ἐτῶν. ἑπτέτης ὢν Ἀρχέδημος οὐκ ἔφυσε φρά‐ τορας. τουτέστι φράστας ὀδόντας.

### ε 2873

Ἔπτηξεν: ἐφοβήθη, συνεστάλη, ἐταπεινώθη.

### ε 2874

Ἐπτηχότες: δειλιῶντες, φοβούμενοι.

### ε 2875

Ἐπτοημένος: θαυμάζων.

### ε 2876

Ἐποίκιον· τινὲς δὲ ἔμενον ἐν τοῖς ἐποικίοις ἐκ τῶν ποιμένων κατὰ τὴν χώραν.

### ε 2877

Ἔποικος: μέτοικος. Ἔποικοι παρὰ Θουκυδίδῃ οἱ ἐν πόλει, ἄποικοι δὲ οἱ ἐν ἐρήμῳ τόπῳ πεμπόμενοι οἰκῆσαι. ἀλλ’ ἅπερ ἥτις ἔποικος ἀνάξια.

### ε 2878

Ἕποιμ’ ἄν: ἀκολουθείην.

### ε 2879

Ἐποίνιος: μέθυσος, ἐπιτράπεζος.

### ε 2880

Ἐποῖσαι: ἐπενέγκαι.

### ε 2881

Ἐποισθήσεται: ἐπενεχθήσεται.

### ε 2882

Ἕποιτο: ἀκολουθοῖτο.

### ε 2883

Ἐποιχόμεθα: ἐπερχόμεθα.

### ε 2884

Ἐπύθοντο: ἤκουσαν, ἠρώτησαν.

### ε 2885

Ἐπύλλια ξυλλέγω: τὰ ἔπη, ὑποκοριστικῶς.

### ε 2886

Ἐπύρσευσε: πυρκαϊὰν ἐποίησεν.

### ε 2887

Ἐρᾷ: ἐπιθυμεῖ. Ἔρα δὲ ἡ γῆ. παρὰ τὸ ἐρίσαι, ὅπερ ἐστι περὶ ἴσης φιλονεικῆσαι. καὶ Ἔρρει, ἐφθείρετο.

### ε 2888

Ἔρανα: δῶρα, τὰ ἐκ συλλογῆς.

### ε 2889

Ἐρανεμπόλοις: τοῖς ἐκ τῶν ἐράνων ἐμπολῶσιν ἀπὸ τῶν ἀρχῶν.

### ε 2890

Ἐράνιον: ἐκ συνεισφορᾶς δῶρον.

### ε 2891

Ἐρανικαί· ὅτι ἔμμηνοι δίκαι, αἵτε ἐμπορικαὶ καὶ ἐρανικαί.

### ε 2892

Ἐρανισάμενος: ἐκ πολλῶν συναγαγών. καὶ Ἐρανίσας, Δημοσθένης ἀντὶ τοῦ ἔρανον αἰτήσας. ἐρανιστὴς μέντοι κυρίως ἐστὶν ὁ τοῦ ἐράνου μετέχων καὶ τὴν φοράν, ἣν ἑκάστου μηνὸς ἔδει κατα‐ βάλλειν, εἰσφέρειν.

### ε 2893

Ἔρανος: ἡ ἐκ κοινοῦ ἑστίασις. ἢ ἐντολή, εἰσφορά· ἢ συλ‐ λογή· ἢ σπουδαιότερον.

### ε 2894

Ἐραππίδαυλος· ἐν Ἐπιγράμμασι· Βουχάνδης ὁ λέβης, ὁ δὲ θεὶς Ἐραπ‐ πίδαυλος Κεύβοτος.

### ε 2895

Ἐρασινάδης: ὄνομα κύριον. στρατηγὸς δὲ ἦν.

### ε 2896

Ἐρασίστρατος, Ἰουλιήτης, ἀπὸ Ἰουλιάδος πόλεως Κέω τῆς νήσου. χρηματίζει οὖν Κήϊος, υἱὸς Κρητοξένης, τῆς Μηδίου τοῦ ἰατροῦ ἀδελφῆς, καὶ Κλεομβρότου. οὗτος Ἀντίοχον τὸν βασιλέα νοσοῦντα ὑπὸ τοῦ τῆς μητρυιᾶς Στρατονίκης πόθου ἰάσατο, εὑρὼν τὸ πάθος ἐκ τοῦ σχεῖν τὴν χεῖρα ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὸν παλμὸν συνει‐ κάσαι. ὁσάκις γὰρ ἔβλεπεν ὁ Ἀντίοχος τὴν μητρυιὰν αὐτοῦ τυχὸν διερχομένην ἐπάλλετο τὴν καρδίαν μάλιστα τῷ ταύτης ἔρωτι. τέ‐ θαπται δὲ πρὸς τῷ ὄρει τῇ Μυκάλῃ, καταντικρὺ Σάμου. ἔγραψεν ἰατρικὰ βιβλία θʹ.

### ε 2897

Ἐρατεινός: ὁ ἐπέραστος.

### ε 2898

Ἐρατοσθένης, Ἀγλαοῦ, οἱ δὲ Ἀμβροσίου· Κυρηναῖος, μαθη‐ τὴς φιλοσόφου Ἀρίστωνος Χίου, γραμματικοῦ δὲ Λυσανίου τοῦ Κυρη‐ ναίου καὶ Καλλιμάχου τοῦ ποιητοῦ. μετεπέμφθη δὲ ἐξ Ἀθηνῶν ὑπὸ τοῦ τρίτου Πτολεμαίου καὶ διέτριψε μέχρι τοῦ πέμπτου. διὰ δὲ τὸ δευτερεύειν ἐν παντὶ εἴδει παιδείας τοῖς ἄκροις ἐγγίσασι τὰ βήματα ἐπεκλήθη. οἱ δὲ καὶ δεύτερον ἢ νέον Πλάτωνα, ἄλλοι Πένταθλον ἐκάλεσαν. ἐτέχθη δὲ ρκϛʹ ὀλυμπιάδι καὶ ἐτελεύτησεν πʹ ἐτῶν γεγο‐ νώς, ἀποσχόμενος τροφῆς διὰ τὸ ἀμβλυώττειν, μαθητὴν ἐπίσημον καταλιπὼν Ἀριστοφάνην τὸν Βυζάντιον· οὗ πάλιν Ἀρίσταρχος μαθη‐ τής. μαθηταὶ δὲ αὐτοῦ Μνασέας καὶ Μένανδρος καὶ Ἄριστις. ἔγραψε δὲ φιλόσοφα καὶ ποιήματα καὶ ἱστορίας, Ἀστρονομίαν ἢ Καταστηριγμούς, Περὶ τῶν κατὰ φιλοσοφίαν αἱρέσεων, Περὶ ἀλυπίας, διαλόγους πολλοὺς καὶ γραμματικὰ συχνά.

### ε 2899

Ἐργάζω· αἰτιατικῇ.

### ε 2900

Ἐργαλεῖον: ἔργον τι.

### ε 2901

Ἐργάνη: ἡ Ἀθηνᾶ, παρ’ ὅσον ἔφορός ἐστι τῆς τῶν γυναικῶν ἐργασίας, ταύτῃ παρὰ Ἀθηναίοις καὶ Σαμίοις εἴρηται. σημαίνει δὲ καὶ τὴν ἐργασίαν.

### ε 2902

Ἐργαστῆρας: ἐργάτας. ὁ δ’ ἐνελόχα τινὰς ἐργαστῆρας ἐκ τῶν ἀγρῶν ἐπανιόντας, καί πως λαθὼν εἰς αὐτὸν ἑρπύσας.

### ε 2903

Ἐργαστήριον: ἐν ᾧ τινα ἐργάζονται. Πολύβιος· οὐκ ἔστι, κατὰ τὸν Ξενοφῶντα, ὃς θεασάμενος τὴν πόλιν ἐκείνην οὐκ ἂν εἶπε πολέμου ἐργαστήριον.

### ε 2904

Ἐργαστικός· Πολύβιος· ἰδίως δὲ τῶν πολιτικῶν καὶ τῆς τῶν ἐργαστικῶν κατασκευῆς.

### ε 2905

Ἐργάτιδες: αἱ ἐργαζόμεναι γυναῖκες τὰ τῶν ἀνδρῶν ἔργα. ἡ εὐθεῖα ἐργάτις.

### ε 2906

Ἐργίσκη: τῆς Θρᾴκης ἐστίν, ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης.

### ε 2907

Ἐργολάβος· οὐκ ὥσπερ ἐν τῇ συνηθείᾳ δοκοῦμεν ἐργολάβον καλεῖν τὸν ὑπέρ τινων ἔργων μισθὸν λαμβάνοντα καὶ ἔχοντα τοὺς συνεργαζομένους, οὕτω καὶ οἱ ῥήτορες ἐξεδέξαντο τὸν ἐργολάβον· ἀλλ’ ἐπὶ φλαύρων πραγμάτων χρῶνται τῷ ὀνόματι· ὡς Δημοσθένης ἐν τῇ πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον ἐπιστολῇ· πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ἐκ ταραχῆς καὶ δυσμενείας, ὡς ὑπερβολῇ χρώμενοι τοῖς ἐργολαβοῦσι καθ’ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψευσθεῖεν. καὶ Ἔργον, ἐπὶ τοῦ δυσχεροῦς. Πολύβιος· οἱ δὲ Ῥωμαῖοι πολιορκοῦντες τοὺς Συρακου‐ σίους ἔργου εἴχοντο, οὐ λογισάμενοι τὴν Ἀρχιμήδους δύναμιν.

### ε 2908

Ἐργοκλῆς: στρατηγὸς Ἀθηναίων.

### ε 2909

Ἔργον εἰπεῖν: χαλεπὸν εἰπεῖν. καὶ Σοφοκλῆς· ἀλλ’ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην· ἀντὶ τοῦ ὄφελος. ἀλλ’ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.

### ε 2910

Ἐργόφιλος: στρατηγὸς Ἀθηναίων.

### ε 2911

Ἐργῶδες: μετὰ πόνου γινόμενον, δυσχερές.

### ε 2912

Ἔρδειν: πράττειν.

### ε 2913

Ἔρδοι: πράττοι, ἐργάζοιτο. ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.

### ε 2914

Ἐραῖα: ὁ κλάδος. σημαίνει καὶ τῆς ἐλαίας τὸ σκυβαλῶδες.

### ε 2915

Ἔραινεν.

### ε 2916

Ἔρρε: φθείρου. ἔρρε, κακὸν σκυλάκευμα, κακὰ μερίς, ἔρρε πόθ’ ᾅδαν· ἔρρε· τὸν οὐ Σπάρτας ἄξιον, ὧν ἔτεκον. ὦ Ξενο‐ φάνεις καὶ Διαγόραι καὶ Ἵππωνες Ἐπίκουροι καὶ πᾶς ὁ λοιπὸς τῶν κακοδαιμόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρεσθε.

### ε 2917

Ἐρεβεινός: ὁ σκοτεινός. καὶ Ἔρεβος, τὸ σκότος.

### ε 2918

Ἐρεβησαίων πόλις.

### ε 2919

Ἐρέβινθος: τὸ τοῦ ἀνδρὸς αἰδοῖον. Ἀριστοφάνης Νεφέλαις· τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἄν. ὁ δὲ πρεσβύτης φησί· ἀλλ’ οὐδ’ ἐρεβίνθου. τουτέστιν αἰδοίου. σημαίνει δὲ καὶ τὸ ὄσπριον.

### ε 2920

Ἐρεβίνθινος Διόνυσος: ἐπὶ τῶν μηδενὸς ἀξίων.

### ε 2921

Ἐρεβοδιφοῦντες: τὰ ὑπὸ σκότος ψηλαφῶντες. οἱ δὲ Ῥω‐ μαῖοι ἀπεπόνουν ἐρεβοδιφοῦντες τὰ ὑποχθόνια. καί, Ἐρεβοδι‐ φῶσι, τὰ ὑπὸ τὸ ἔρεβος διφῶσι, τουτέστι τὰ ὑπὸ γῆν ζητοῦσι καὶ καταμανθάνουσιν. Ἀριστοφάνης Νεφέλαις· ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρ‐ ταρον.

### ε 2922

Ἔρρεε: ἔρρει. Ἔρεε δὲ ἠρώτα.

### ε 2923

Ἐρρέθη: ἀντὶ τοῦ ἐλέχθη. Ἐρήθη δὲ ἀντὶ τοῦ ἀνηγορεύθη.

### ε 2924

Ἐρεείνω: ἐρωτῶ.

### ε 2925

Ἐρεθίζειν· αἰτιατικῇ. τὸ τῇ ῥιπίδι τὸ πῦρ ἀνάπτειν. καὶ τὸ παρορμᾶν ἐπί τι καὶ παραθήγειν.

### ε 2926

Ἐρέθισμα: ἡ ὕβρις. Ἀππιανός· ὁ δὲ αὐτὸν εἰς μονομαχίαν προὐκαλεῖτο σκώπτων ἐς αὐτόν. ὁ δὲ τέως μὲν αὑτοῦ κατεῖχε· μετὰ δὲ οὐ φέρων ἔτι τὸ ἐρέθισμα ἀντήλασε τὸν ἵππον.

### ε 2927

Ἐρέμβοντο: ἀπεπλανῶντο. οἱ δὲ ἐρέμβοντο κατὰ τὴν χώραν ἕνεκα τῆς ἰδίας ὠφελείας.

### ε 2928

Ἐρέννιος· ὁ Φίλων ὁ Βίβλιος, ὁ Ἐρέννιος χρηματίσας, ὡς αὐτός φησιν.

### ε 2929

Ἐρεοῦν: κλῶσμα τοῦ μαλλίου.

### ε 2930

Ἐρέσσειν: συντόνως ἐσθίειν. ἀπὸ τῶν ἐρεσσόντων.

### ε 2931

Ἐρέσιον: πόλις Βοιωτίας.

### ε 2932

Ἐρέσσουσιν: εὐτόνως κινοῦσιν. ἀπὸ τῶν ἐρεσσόντων. ἢ ἐλαύνουσι, κινοῦσι. τοίας ἐρέσσουσιν ἀπειλάς.

### ε 2933

Ἐρέσσων: κωπηλατῶν. οὐκέτι μ’, ὡς τὸ πάρος, πυκιναῖς πτερύγεσσιν ἐρέσσων, ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος.

### ε 2934

Ἐρεσχελεῖται: φλυαρεῖται.

### ε 2935

Ἐρεσχελία: ἡ φλυαρία.

### ε 2936

Ἐρεσχηλοῦντα: σκώπτοντα, καὶ χλευάζοντα, καὶ οἷον ἐρί‐ ζοντα.

### ε 2937

Ἐρέτης: ὁ κωπηλάτης.

### ε 2938

Ἐρετμῶσαι: κωπηλατῆσαι.

### ε 2939

Ἐρρέτω: οἰμωζέτω, φευγέτω. ὁ πόλεμος ἐρρέτω. τουτ‐ έστι χαιρέτω. ὅ ἐστιν οὐδεμίαν φροντίδα τοῦ πολέμου ποιούμεθα. Ἀριστοφάνης.

### ε 2940

Ἐρετριεύς: ὄνομα κύριον, καὶ ἐθνικόν. καὶ Ἐρετρία, πόλις.

### ε 2941

Ἐρευνῶ σε· αἰτιατικῇ.

### ε 2942

Ἔρευθος.

### ε 2943

Ἐρεχθείδης: ὁ τοῦ Ἐρεχθέως παῖς.

### ε 2944

Ἔρρεψε· Ἰώσηπος· ἔρρεψε μέντοι καὶ Ἡρώδῃ τὸ βούλευμα.

### ε 2945

Ἐρέψεις: καλύψεις. νεῶν τε ἐρέψεις προέφερον.

### ε 2946

Ἐρέψιμον: εἶδος πόας. σημαίνει δὲ καὶ τὸ ἄκαρπον φυτόν.

### ε 2947

Ἔρρει: ἀφθόνως ἐχορηγεῖτο. ἔρρει γάρ οἱ κατὰ πρύμναν τὰ ἐκ τῆς τύχης, καὶ πᾶσιν οἷς ἐπέθετο, τούτων ἡμάρτανεν οὐδενός. Ἔρρει· κατέπιπτε. καί, ἔρρειν στελέχη φέροντας. ἀντὶ τοῦ ἤκουσα ἐπέρχεσθαι ξύλα φέροντας.

### ε 2948

Ἐρείδειν: οὕτω φασὶν Ἀττικοὶ πᾶν ὁτιοῦν συντόνως γινόμενον. Ἀριστοφάνης· ἔρειδε, μὴ παύσαιο μηδέποτ’ ἐσθίων. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεττόντων καὶ ἐπερειδομένων ταῖς κώπαις.

### ε 2949

Ἐρείδειν: συνουσιάζειν. Ἐρείδω δὲ τὸ ἀκουμβίζω.

### ε 2950

Ἐρείκη: εἶδος φυτοῦ. σχιστοῦ. καὶ Ἐρείκω, τὸ σχίζω.

### ε 2951

Ἐρεικνώμενος.

### ε 2952

Ἐρεικτόν: τὸ σχιστόν. Ἐρεικτά, τὰ κεκομμένα ὄσπρια, ἢ τὰ σχιζόμενα ὄσπρια. εἰσὶ δὲ κύαμοι. Ἀριστοφάνης· ἧψε κατερεικτῶν χύτρας.

### ε 2953

Ἔρειξις: ἡ σχίσις.

### ε 2954

Ἐρείομεν: ἐρωτήσωμεν.

### ε 2955

Ἐρείπιον: τὸ ἡμίπτωτον οἴκημα. καὶ Ἐρείπιος γῆ, ἡ χέρση.

### ε 2956

Ἐρείπω: τὸ καταβάλλω καὶ διαφθείρω. κατηριπωμένος δέ.

### ε 2957

Ἐρεῖτε: λέγετε.

### ε 2958

Ἐρήθη: ἀνηγορεύθη.

### ε 2959

Ἐρήματα: τὰ θρέμματα. καὶ Ἐρῆμα, ποιητικῶς.

### ε 2960

Ἐρημαῖος: ὁ ἔρημος λόφος.

### ε 2961

Ἐρήμη δίκη: ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν δίκην καταδικασθῇ. ὅμοιον καὶ τό, Ἐρήμην ἁλῶναι. ἐρήμην, ὡς ἂν εἴποι τις, τὸν ἄνδρα ἑλόντες, ἐξέμηνάν τε αὐτὸν καὶ πλεονεκτικώτατον ἀπετέλεσαν. καὶ Ἐρημαίην σπήλυγγα, ἐρημικὸν σπήλαιον.

### ε 2962

Ἐρημία καὶ Ἐρημίη, ὁμοίως.

### ε 2963

Ἐρημίτης: ὁ ἐν ἐρήμῳ διάγων.

### ε 2964

Ἐρημικῷ: ἐν ἐρήμοις διάγοντι. Δαβίδ· ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.

### ε 2965

Ἔρημον ἐμβλέπειν: ἀκίνητον καὶ νωθρόν· οἷον ὅταν εἰς ἐρημίαν ἢ πέλαγος μέγα καὶ ἀχανὲς βλέπωμεν. Ἀριστοφάνης Πο‐ λυΐδῳ.

### ε 2966

Ἔρημος: κυρίως ἡ μονωθεῖσα τῶν ἐνοικούντων γῆ· παρὰ τὴν ἔραν. καὶ Ἑρημονόμοις, τοῖς τὴν ἔρημον νεμομένοις θηρσίν.

### ε 2967

Ἐρημοσκόπους: τοὺς ῥᾳθύμως φυλάττοντας. ἀπέκτειναν τοὺς ἐρημοσκόπους.

### ε 2968

Ἐρημωτής: ἐρημοποιός. ἐν Ἐπιγράμμασι· ταῦρον τὸν πρὶν ἐρημωτὰν θῆρα Μακηδονίης.

### ε 2969

Ἐρηρέδαται: ποιητικῶς.

### ε 2970

Ἐρηρεισμένος: ὁ ἡδρασμένος. Ἐρηρισμένος δὲ ὁ πεφι‐ λονεικημένος.

### ε 2971

Ἐρήριπτο: ἐπεπτώκει.

### ε 2972

Ἐρηρωτηκώς: ἤδη ἐρωτήσας.

### ε 2973

Ἐρρήσετε: ἀντὶ τοῦ μετὰ φθορᾶς βαδίζετε. ἐπὶ κατάρας. οὐκ ἐς κόρακας ἐρρήσετε. καὶ Ἐρήσομαι, ἐρωτήσω.

### ε 2974

Ἐρήτυθεν: κατέσχεν.

### ε 2975

Ἐρητύω: τὸ κωλύω.

### ε 2976

Ἔρια: τὰ μαλλία. ὅτι τῶν ἐρίων οἱ μαλλοὶ ἔχουσι τὰς ἀρχὰς καὶ τὰς κορυφὰς πεπιλημένας, καὶ ἐπὰν τιλθῶσι, διαλύεται ὁ μαλλός.

### ε 2977

Ἐριβώλαξ: ἡ εὔγειος γῆ.

### ε 2978

Ἐριβρεμέτας: ὁ μεγάλους κτύπους ἀποτελῶν. τὸν Αἰσχύλον λέγει Ἀριστοφάνης ἐν Βατράχοις, πρὸς τὸ βροντῶδες τῶν ῥημάτων καὶ κομπῶδες· οἷά ἐστι κἀκεῖνα ἐν ἀρχῇ τοῦ Προμηθέως· χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἶμον, ἄβροτον εἰς ἐρημίαν. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολάς, ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι, ἀδαμαντίνων δεσμῶν ἀρρήκτοις πέδαις. καὶ αὖθις· ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον στέρνων διαμπὰξ πασσάλευ’ ἐρρωμένως.

### ε 2979

Ἐριβρύχων: πολυήχων. ἐν Ἐπιγράμμασι· ἐριβρύχων παυσα‐ μένη κελάδων. περὶ σάλπιγγός φησιν.

### ε 2980

Ἐρίγδουπος: ὁ μεγαλόκτυπος.

### ε 2981

Ἐρίζει· δοτικῇ. φιλονεικεῖ. καὶ Ἀπτερίζει ὁμοίως.

### ε 2982

Ἐρίηρες: εὐάρμοστοι.

### ε 2983

Ἐρίθακος: ὄρνεον μονῆρες καὶ μονότροπον.

### ε 2984

Ἐριθεύεσθαι: ὅμοιόν ἐστι τῷ δεκάζεσθαι. καὶ γὰρ ἡ ἐριθεία εἴρηται ἀπὸ τῆς τοῦ μισθοῦ δόσεως.

### ε 2985

Ἐριθευόμενος· καὶ ὅσα νοῶ ἐριθευόμενος.

### ε 2986

Ἐρεσχηλῶ: ἀντὶ τοῦ ἐρίζων χλευάζω.

### ε 2987

Ἐριθεία: ἡ διὰ λόγων φιλονεικία, λέγεται δὲ καὶ ἡ μισθαρνία.

### ε 2988

Ἐριθηλέος: πάνυ θάλλοντος. πρὶν μὲν ἐπὶ χλοεροῖς ἐριθηλέος ἔρνεσι πεύκης.

### ε 2989

Ἐριθηλής: ὁ μεγάλως θάλλων.

### ε 2990

Ἔριθος: ἔρια ἐργαζομένη.

### ε 2991

Ἐρικνωμένον: συνεστραμμένον, καμπύλον γενόμενον, ἐρρυτι‐ δωμένον.

### ε 2992

Ἐρικώδης: ὁ διερρηγμένος τόπος.

### ε 2993

Ἐρινεός: ἡ ἀγρία συκῆ. καὶ ὁ καρπὸς τῆς ἀγρίας συκῆς, ὃν ἀπαρτῶσι τοῖς ἡμέροις, ὡς ἂν οἱ ἐξ αὐτῶν καλούμενοι ψῆνες εἰς τοὺς ὀλύνθους μεταστάντες τελεσφορηθῆναι τούτους παρασκευάσωσιν.

### ε 2994

Ἐριννύς: καταχθόνιος δαίμων κακοποιός. ἀμφὶ δ’ Ἐριννὺς φοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα.

### ε 2995

Ἐριννύων ἀπορρώξ: ἐπὶ τῶν ἀπροσώπων καὶ δυσειδῶν. ἆρ’ οὐκ Ἐριννὺς τοῦτ’ ἐχάλκευσε ξίφος; περὶ Αἴαντός φησι. καὶ ζήτει περὶ τῶν Ἐριννύων ἐν τῷ Ἐυμενίδες.

### ε 2996

Ἐριοπώλιον.

### ε 2997

Ἐριοπωλικῶς πεποίηκας: ὡς οἱ τὰ ἔρια πωλοῦντες βρέ‐ χουσιν αὐτά, ἵνα βαρύνωσιν ἐν τῷ σταθμῷ. Ἀριστοφάνης· ὑγρὸν ποιήσας τοὖπος ὥσπερ τἄρια, σὺ δ’ εἰσέθηκας τοὖπος ἐπτερωμένον.

### ε 2998

Ἐριούνιος: μεγαλωφελής. ἐπίθετον Ἑρμοῦ.

### ε 2999

Ἐριώλη: πνοὴ σφοδρά, ἢ ἀνέμου συστροφὴ ἢ πυρός, καὶ ἡ τῆς ἀναθυμιάσεως συστροφή, πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα. καὶ ἡ μεγάλη δὲ πνοὴ οὕτως.

### ε 3000

Ἐριῶπις δὲ ἐριώπιδος.

### ε 3001

Ἐρίῳ στέψαντες: ἀντὶ τοῦ στέμμα περιθέντες. Πλάτων Πο‐ λιτείας ιʹ.

### ε 3002

Ἐρειπίοις· ἐν δ’ ἐρειπίοις νεκρῶν ἐρριφθείς. ἀντὶ τοῦ ἐν τοῖς πτώμασι τῶν νεκρῶν καταπεσὼν ἐρριμμένος· πάντα γὰρ τὰ ἐπὶ τὴν ἔραν πίπτοντα ἐρείπια καλοῦνται. καὶ αἱ ῥιπαὶ ἐντεῦθεν. οἱ δὲ ἐρεισθεὶς γράφουσιν, ἀντὶ τοῦ ἐπερεισάμενος. καὶ Ἐρειπίωσις, ἡ πτῶσις.

### ε 3003

Ἐρείπω· ἐξ οὗ καὶ ἐρείπιος γῆ. κατηριπωμένη δέ.

### ε 3004

Ἐρίπναι: οἱ συραγγώδεις καὶ παρατεταμένοι τόποι, δι’ ὧν αἱ μεγάλαι πνοαὶ ἐκδύνουσιν. Ἐρίπνη οὖν, ὑψηλή, μεγάλη.

### ε 3005

Ἐριποῦσα: πεσοῦσα. Ἐριπῶ γὰρ περισπωμένως.

### ε 3006

Ἐρριπτασμένον: γεγυμνασμένον, ηὑρημένον. ὥστε μεριμνῶντά με ῥιπτάζεσθαι καὶ στρέφεσθαι· τοιοῦτοι γὰρ οἱ μεριμνῶντες. βέλτιον δὲ ἀπὸ τῶν κύβων τὴν μεταφορὰν νοεῖν ἀνερριμμένων, ὅπως ἂν εὖ ἔλθῃ. καὶ γὰρ ἐπὶ τοῦ κύβου ἀναβάλλομεν, ἄχρις ἂν εὑρεθῇ τὸ προ‐ κείμενον βληθῆναι. Ἀριστοφάνης· ἀλλ’ ἔστιν ὑπ’ ἐμοῦ πρᾶγμ’ ἀνεζητη‐ μένον, πολλαῖσί τ’ ἀγρυπνίαισιν ἐρριπτασμένον.

### ε 3007

Ἔρις: ἡ διὰ λόγων ἐπίψογος φιλονεικία παρὰ τῷ Ἀποστόλῳ. ἐκ τοῦ εἴρω, τὸ λέγω.

### ε 3008

Ἔρις ἔριν τίκτουσα προσμνᾶται λόγον: ἐπὶ τῶν ἐκ φιλίας ἀδολεσχούντων.

### ε 3009

Ἐρισεῖς: ὄνομα ἔθνους. καὶ Ἐρισεύς.

### ε 3010

Ἐρισμάραγδος: ἡ βαρεῖα.

### ε 3011

Ἐρίτιμος: ὁ μεγάλως ἔντιμος. καὶ Ἐριτιμότατος.

### ε 3012

Ἔριφος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Αἰόλος, Πελταστής, Μελίβοια· ὥς φησιν Ἀθήναιος ἐν τῷ τεσσαρεσκαιδεκάτῳ τῶν Δειπνο‐ σοφιστῶν.

### ε 3013

Ἐρρίφθω κύβος.

### ε 3014

Ἐριχθόνιος.

### ε 3015

Ἑρκεῖος Ζεύς: ᾧ βωμοὶ ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ ἵδρυνται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. μετῆν δὲ τῆς πολιτείας, οἷς εἴη Ζεὺς Ἑρκεῖος. Ἑρκίον δὲ τὸ περίφραγμα τῆς αὐλῆς, ἢ ἡ τοῦ δώματος στέγη· ἑρκίον γὰρ τὸ δῶμα. Σοφοκλῆς· πρὶν ἂν δεθεὶς πρὸς κίον’ ἑρκίου στέγης, μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ. καὶ Ἕρκιος, ὁ συνοχεύς, ὁ φύλαξ.

### ε 3016

Ἑρκίτης: ὁ φύλαξ.

### ε 3017

Ἕρκος: περίφραγμα, περιτείχισμα. Αἰλιανός· βίου παντὸς τὸ τέλος ἀναμένειν, μηδὲ προπηδᾶν μηδὲ τοῖς εὐδαίμοσιν ἑαυτὸν ἐγκατα‐ γράφειν. ἄδηλα γὰρ εἶναι τὰ ἀνθρώπινα, ἕως ἂν ἑκάστῳ ἡ ψυχὴ εἴσω τοῦ τῶν ὀδόντων ἕρκους ᾖ.

### ε 3018

Ἑρκούλιος· οὗτος καὶ δίχα παντὸς προκαλύμματος ἄγριός τε ἦν καὶ τυραννικός, τὸ τῆς οἰκείας γνώμης τραχὺ τῷ καταπληκτικῷ τοῦ προσώπου παραδηλῶν. τῇ γοῦν ἑαυτοῦ φύσει παντάπασιν ἐνδιδοὺς καὶ τῷ Διοκλητιανῷ πρὸς ἅπαν ἄτοπόν τε καὶ σκληρὸν βούλευμα ἑκούσιος ὑπουργὸς καθίστατο.

### ε 3019

Ἑρκύνιοι δρυμοί· ὅθεν ὁ Ἴστρος ναυσιπόρος ἐκ πηγῶν αἴρεται. ζήτει ἐν τῷ χρῆμα.

### ε 3020

Ἕρμα: λίθος μέγιστος. παρεκόμιζε ναῦς φορτηγούς, ἃς ἕρματος γεμούσας ἐπενόει βυθίσας κατὰ τὸν τοῦ λιμένος ἔκπλουν ἀποκλείειν τοὺς πολεμίους καθόλου τῆς θαλάττης.

### ε 3021

Ἕρμα· Ἀρριανός· ἕρμα τε εἰς τὴν πρύμναν ἐνθέντες, τοῦ ἐξ‐ ᾶραι ἐς ὕψος τὴν πρώραν, πιεζομένης κατὰ πρύμναν τῆς νηός. Ἕρμα καὶ ἡ ἀσφάλεια. ἀσύλους εἶναι τοὺς χώρους διὰ τὸ ἕρμα τοῦ ὀχυρώματος.

### ε 3022

Ἕρμα· τοῦ δὲ πίθου ἕρματι περιπεσόντος καὶ συντριβέντος. κωλύ‐ ματι, ἐρείσματι. καὶ Ἀριστοφάνης· ἀνθ’ ἕρματος πολλὰς κατα‐ πεπωκὼς δίκας. ἀντὶ λίθους· ἐπεὶ αἱ γέρανοι πετόμεναι ἐν τῷ στό‐ ματι λίθους φέρουσι στηρίγματος ἕνεκα, πρὸς τὸ μὴ παραφέρεσθαι ἀνέμοις. καὶ Ἕρματα· ὁ δὲ Ἡρακλῆς ἕρματα μεγάλα ἔβαλεν εἰς τὸ στόμα τοῦ ὠκεανοῦ, ὡς ἂν ἐμπόδια εἴη τοῖς ἐπιφοιτῶσι θηρίοις. τουτέστι λίθους μεγάλους.

### ε 3023

Ἑρμαγόρας, Ἀμφιπολίτης, φιλόσοφος, μαθητὴς Περσαίου. διάλογοι αὐτοῦ Μισοκύων, αʹ Περὶ ἀτυχημάτων, Ἔκχυτον· ἔστι δὲ ᾠοσκοπία· Περὶ σοφιστείας πρὸς τοὺς Ἀκαδημαϊκούς.

### ε 3024

Ἑρμαγόρας, Τήμνου τῆς Αἰολίδος, ὁ ἐπικληθεὶς Καρίων, ῥήτωρ. τέχνας ῥητορικὰς ἐν βιβλίοις ϛʹ, Περὶ ἐξεργασίας, Περὶ πρέποντος, Περὶ φράσεως, Περὶ σχημάτων. ἐπαίδευσε δὲ οὗτος μετὰ Κεκιλίου ἐν Ῥώμῃ ἐπὶ Καίσαρος Αὐγούστου καὶ τελευτᾷ πόρρω τῆς ἡλικίας.

### ε 3025

Ἑρμάδιον: τὸ τοῦ Ἑρμοῦ.

### ε 3026

Ἑρμᾶν: ὕφαλος πέτρα. Ἀντιφῶν καὶ Ἀνακρέων καὶ Ἀριστο‐ φάνης.

### ε 3027

Ἑρματίζω.

### ε 3028

Ἑρμαφρόδιτος: ἢ τὸν ἀμφότερα ἔχοντα τὰ μόρια ἀρρένων καὶ θηλειῶν φασιν· ἢ τὸν αἰσχρῶς καὶ ποιοῦντα καὶ πάσχοντα.

### ε 3029

Ἑρμαῖ· Μενεκλῆς ἢ Καλλιστράτης ἐν τῷ περὶ Ἀθηναίων γράφει ταυτί· ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσιν οἱ Ἑρμαῖ καλούμενοι. ἐκαλοῦντο δέ τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου.

### ε 3030

Ἑρμαῖον: τὸ ἀπροσδόκητον κέρδος. ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν. ἢ ἀπὸ τῶν σωρῶν τῶν λίθων, αἳ τῷ Ἑρμῇ ἀνέκειντο. οὐ κατὰ τοὺς ἄλλους ἀγαπήσας τὸ ἑρμαῖον, οὐδὲ οἰηθεὶς ἄρα μηδὲν ἀδικεῖν, εἰ ἑκὼν παρ’ ἑκόντος ὁτιοῦν ἐωνήσατο.

### ε 3031

Ἑρμαῖον: εὕρημα. ἐπειδὴ λίθων σωροὺς ἀφιέρουν τῷ Ἑρμῇ ἐν ταῖς ὁδοῖς ταῖς ἀδήλοις. Δαμάσκιος· καὶ ἐδόκει ἑρμαίῳ ἐντε‐ τυχηκέναι ἐμοὶ περιτυχών.

### ε 3032

Ἑρμαῖόν ἐστι τῶν κακοήθων ἅπας ἐπιεικής, καὶ ἡ πρόσοδος τοῖς πονηροῖς ἐκ τῆς ἑτέρας μερίδος παραγίνεται.

### ε 3033

Ἑρμαῖος: ὁ τετράγωνος λίθος.

### ε 3034

Ἑρμείας: ὁ θεὸς τῶν Ἑλλήνων.

### ε 3035

Ἑρμείας, φιλόσοφος, Ἀμμωνίου καὶ Ἡλιοδώρου, τῶν διδασκά‐ λων Δαμασκίου, πατήρ. ἦν δὲ ὁ Ἑρμείας φίλος ἐς τὰ μάλιστα Αἰγύπτῳ, ἀδελφῷ Θεοδότης, μητρὸς Ἰσιδώρου φιλοσόφου. ὁ δὲ Αἴγυπτος ἦν φιλομαθής.

### ε 3036

Ἑρμείας· οὗτος ὁ φιλόσοφος ἐπιεικὴς φύσει καὶ ἁπλοῦς τὸ ἦθος. φιλοσοφήσας δὲ ὑπὸ τῷ μεγάλῳ Συριανῷ φιλοπονίᾳ μὲν οὐδε‐ νὸς ἐλείπετο τῶν ἑταίρων, οὐδὲ αὐτοῦ γε συνακροωμένου τοῦ πάλαι Πρόκλου γεγονότος ὕστερον· οὐδὲ ἔρωτος μαθημάτων, οἷα παρέχεται φιλοσοφία τῷ ὄντι ἀξιέραστα. ἀγχίνους δὲ καὶ ὀξὺς σφόδρα ἦν ὥστε ὀμωμοκέναι λέγεται πρὸς τὸν Αἴγυπτον τελευτῶντα ἀθάνατον εἶναι καὶ ἀνώλεθρον τὴν ψυχήν. ἐποίει δὲ τοῦτο τὸ θάρρος ἡ εὐζωΐα ἀναινομένη τὴν τοῦ σώματος φύσιν καὶ εἰς ἑαυτὴν ἐπιστρέφουσα καὶ συναισθανομένη τοῦ χωρισμοῦ καὶ ἄντικρυς ἤδη τῆς ἀθανασίας. ἦν γὰρ τὰ μὲν περὶ λόγους ἐνδεέστερος ἢ κατὰ τὴν ἀκρίβειαν, τὰ δὲ πρὸς ἀρετὴν εὖ ἠσκημένος· ὥστε μηδ’ ἂν τὸν Μῶμον αὐτὸν ἐπιμω‐ μήσασθαι, μηδ’ αὖ μισῆσαι τὸν φθόνον. τοσαύτη πρᾳότης ἐνῆν τῷ ἀνδρὶ καὶ τοιαύτη δικαιοσύνη. τοιγαροῦν εἴ τι πρίαιτο τῶν πωλου‐ μένων (συχνὸν δ’ ἐπὶ βιβλίοις τοῦτο συνέβαινεν), ὁ μὲν πωλῶν ἰδιώτης ὤν, ἂν οὕτω τύχῃ, τίμημα μὲν ἀπῄτει τῆς ἀξίας ἔλαττον, ὁ δὲ Ἑρμείας ἐπηνωρθοῦτο τὴν πλάνην, καὶ πλείονος εἶναι φήσας ἄξιον τὸ βιβλίον τοσοῦτον ἂν ἐπέδωκεν, οὐ κατὰ τοὺς ἄλλους ἀγαπήσας τὸ ἑρμαῖον, οὐδὲ οἰηθεὶς ἄρα μηδὲν ἀδικεῖν, εἰ ἑκὼν παρὰ ἑκόντος ὁτιοῦν ἐωνήσατο. καὶ γὰρ ἐνέδραν τινὰ ἐνεῖναι τῷ πράγματι καὶ ἀπάτην, οὐ λέγουσαν τὸ ψεῦδος, ἀλλὰ σιωπῶσαν τὴν ἀλήθειαν, ὥστε καὶ ἀδικίαν οὖσαν λανθάνειν τοὺς πολλούς, οὐ βίαιον, ἀλλὰ κλοπιμαίαν, οὐδὲ ἐπικίνδυνόν τινα λῃστοῦ δίκην κλέπτουσαν, ἀλλ’ ὑπὸ μὲν τοῦ νόμου ἀφειμένην, τὸ δὲ δίκαιον ἀνατρέπουσαν. τοιοῦτος ἦν ὁ Ἑρμείας.

### ε 3037

Ἑρμῆν· τοῦτον υἱὸν Διὸς λέγουσι καὶ Μαίας, οἷον τοῦ νοῦ καὶ τῆς φρονήσεως. ἐκ νοῦ γὰρ καὶ φρονήσεως ὁ λόγος γεννᾶται. διὰ τοῦτο καὶ πτερωτὸν αὐτὸν ποιοῦσιν, ὡς ταχύν· οὐδὲν γὰρ λόγου ταχύτερον. καὶ Ὅμηρος, ἔπεα πτερόεντα. πάντων δὲ νεώτατον αὐτὸν ἐργάζονται διὰ τὸ μὴ γηράσκειν τὸν λόγον· ἀλλὰ καὶ τετράγωνον αὐτὸν ποιοῦσι διὰ τὴν στερρότητα τοῦ ἀληθοῦς λόγου. λέγουσι δὲ αὐτὸν καὶ τοῦ κέρδους αἴτιον καὶ τῶν ἐμποριῶν ἔφορον· ὅθεν τὸ ἄγαλμα αὐτοῦ ἱστῶσι βαστάζον μάρσιπον. ἀλλὰ καὶ οἱ Φοίνικες τοὺς θεοὺς αὐτῶν πλάττουσιν ἐπιφέροντας βαλάντια, ὡς τοῦ χρυσοῦ συμ‐ βόλου ὄντος δυναστείας· οἱ δὲ Ἕλληνες σιδηροφοροῦντας αὐτοὺς πλάττουσιν, ὡς τοῖς ὅπλοις ὑποταττομένων τῶν ἀνθρώπων.

### ε 3038

Ἑρμῆς, ὁ Τρισμέγιστος· οὗτος ἦν Αἰγύπτιος σοφός· ἤκμαζε δὲ πρὸ τοῦ Φαραώ. ἐκέκλητο δὲ Τρισμέγιστος, διότι περὶ τριάδος ἐφθέγξατο εἰπών, ἐν τριάδι μίαν εἶναι θεότητα οὕτως· ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός, καὶ οὐδὲν ἕτερον ἦν ἡ τούτου ἑνότης· καὶ πνεῦμα πάντα περιέχον. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐκ οὐσία τις ἄλλη. πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεός, καὶ πάντα ὑπ’ αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν. ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργικός, ἐν γονίμῳ φύσει παῖς ὢν καὶ γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησε. καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων· ὁρκίζω σε, οὐρανέ, θεοῦ μεγάλου σοφὸν ἔργον· ὁρκίζω σε φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε κατὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τοῦ πατρός, τοῦ περιέχοντος πάντα, ἵλεως, ἵλεως ἔσο.

### ε 3039

Ἑρμῆς ὁ πρὸς τῇ πυλίδι· Φιλόχορος λέγει, ὡς θʹ ἄρχοντες ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα.

### ε 3040

Ἑρμίας, ὁ εὐνοῦχος, Ἀταρνεύς (χώρα δέ ἐστι Μυσίας τῆς ἐν Ἀσίᾳ τῆς πρὸς τῷ Ἑλλησπόντῳ, ἧς καὶ ἦρχε βασιλέως τοῦ Περσῶν ὑπήκοος), εὐνοῦχος καὶ δοῦλος γενόμενος Εὐβούλου Βιθυνοῦ δυνά‐ στου καὶ φιλοσόφου, ἀσκηθεὶς παιδείαν παρὰ Ἀριστοτέλει ἔγραψε περὶ ψυχῆς, ὅτι ἀθάνατος. οὗτός ἐστιν ὁ εὐνοῦχος ὁ τρίπρατος. οἰκείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην καὶ τὴν θετὴν αὐτοῦ θυγατέρα ἔδωκε τῷ φιλοσόφῳ. τοῦτον δὲ τὸν Ἑρμίαν μόνον γράφουσι διὰ τοῦ ι· ἐν γὰρ τοῖς τοῦ Ἱππώνακτος στίχοις ἰαμβικοῖς εὕρηται στίχος οὕτως· εὐνοῦχος ὢν καὶ δοῦλος ἦρχεν Ἑρμίας. ὅτι οὗτος, καίτοι θλαδίας ὤν, ἔσπειρε τὴν ἑαυτοῦ γυναῖκα καὶ ἔτεκεν ἐξ αὐτῆς τὴν Πυθιάδα θυγατέρα αὐτοῦ. ζήτει περὶ τούτων ἐν τῷ Ἀριστοτέλης, υἱὸς Νικομάχου. σημείωσαι πόσοι ἐκ φιλοσοφίας εἰς τυράννιδα μετέπεσον.

### ε 3041

Ἑρμῖνες: οἱ τῆς κλίνης πόδες. καὶ ἡ δοτικὴ τῶν πληθυντι‐ κῶν ἑρμῖσιν.

### ε 3042

Ἑρμιονεῖς: ὄνομα ἔθνους.

### ε 3043

Ἑρμιόνη: ὄνομα κύριον.

### ε 3044

Ἕρμιππος, Ἀθηναῖος, κωμικὸς τῆς ἀρχαίας κωμῳδίας, ἑτερόφθαλμος· ἀδελφὸς δὲ Μυρτίλου τοῦ κωμικοῦ, δράματα διδάξας μʹ.

### ε 3045

Ἕρμιππος, Βηρύτιος, ἀπὸ κώμης μεσογαίου, μαθητὴς Φίλω‐ νος τοῦ Βυβλίου· ὑφ’ οὗ ᾠκειώθη Ἐρεννίῳ Σευήρῳ ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως, ἔκδουλος ὢν γένος, λόγιος σφόδρα· καὶ ἔγραψε πολλά. ἔγραψε καὶ περὶ ὀνείρων.

### ε 3046

Ἑρμογένης, Ταρσεύς, ὁ ἐπίκλην Ξυστήρ, σοφιστής· οὗ διήκουσε καὶ Μουσώνιος ὁ φιλόσοφος. γέγονε δὲ ἐπὶ Μάρκου τοῦ βασιλέως, εὐφυέστατος, καὶ τῆς ἡλικίας αὐτοῦ ἐνδεεστέρας ὑπαρχούσης μᾶλλον ἡ φρόνησις ὑπερεῖχεν. ἀλλ’ οὐκ εἰς μακρὸν ταύτης ἀπήλαυσε. γενόμενος γὰρ περὶ τὰ κʹ καὶ δʹ ἔτη ἐξέστη τῶν φρενῶν καὶ ἦν ἀλλοῖος αὑτοῦ, μηδεμιᾶς ἀφορμῆς γενομένης ἢ ἀρρωστίας τοῦ σώμα‐ τος· ὥστε καί τινας ἀποσκώπτειν εἰς τουτονὶ τὸν τρισάθλιον τόδε τὸ λόγιον· Ἑρμογένης ὁ ἐν παισὶν γέρων καὶ ἐν γέρουσι παῖς. πλὴν περὶ τὸν ιηʹ ἢ κʹ χρόνον γενόμενος γράφει ταῦτα τὰ βιβλία τὰ γέ‐ μοντα θαυμάτων, Τέχνην ῥητορικήν, ἣν μετὰ χεῖρας ἔχουσιν ἅπαντες, Περὶ στάσεων βιβλίον αʹ, Περὶ ἰδεῶν λόγου βιβλία βʹ, Περὶ κοίλης Συρίας βʹ. Φιλόστρατος δ’ ὁ Λήμνιος ἐν ταῖς τῶν Σοφιστῶν ἀναγραφαῖς ταῦτά φησιν περὶ αὐτοῦ· Ἑρμογένης δέ, ὃν Ταρσοὶ ἤνεγκαν, πεντεκαίδεκα ἔτη γεγονώς, ἐφ’ οὕτω μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης, ὡς καὶ Μάρκῳ βασιλεῖ παρασχεῖν ἔρωτα ἀκροάσεως. ἐβάδισε γοῦν ἐπὶ τὴν ἀκρόασιν αὐτοῦ ὁ Μάρκος καὶ ἥσθη μὲν διαλε‐ γομένου, ἐθαύμαζε δὲ σχεδιάζοντα, δωρεὰς λαμπρὰς ἔδωκεν. ἐς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν ὑπ’ οὐδεμιᾶς φανερᾶς νόσου. ὅθεν ἀστεϊσμοῦ λόγον παρέδωκε τοῖς βασκάνοις· ἔφασαν γὰρ τοὺς λόγους ἀτεχνῶς καθ’ Ὅμηρον πτερόεντας εἶναι· ἀποβεβληκέναι γὰρ αὐτοὺς τὸν Ἑρμογένη καθάπερ πτερά. καὶ Ἀντίοχος ὁ σοφιστὴς ἀποσκώπτων ποτὲ ἐς αὐτὸν οὕτως ἔφη· Ἑρμογένης ὁ ἐν παισὶ γέρων, ἐν δὲ γηράσκουσι παῖς. ἡ δὲ ἰδέα, ἣν ἐπετήδευε, τοιάδε τις. ἐπὶ γὰρ τοῦ Μάρκου διαλεγόμενος, ἰδού σοι, ἔφη, βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμένων. καὶ πλείω ἕτερα διελέχθη καὶ ὧδε βωμολόχα. ἐτελεύτησε μὲν ἐν βαθεῖ γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος. κατεφρονήθη γάρ, ἀπολειπούσης αὐτῷ τῆς τέχνης. λέγεται δὲ καὶ τοῦτο ὑπό τινων, ὅτι τελευτήσαντος αὐτοῦ, ἀνετμήθη καὶ εὑρέθη ἡ καρδία αὐτοῦ τετριχωμένη καὶ τῷ μεγέθει πολὺ τῆς ἀνθρωπείας φύσεως ὑπερβάλλουσα. καὶ ταῦτα μὲν τὰ περὶ αὐτοῦ ᾀδόμενα.

### ε 3047

Ἑρμοκοπίδαι: οὗτοι ἠκροτηρίασαν τοὺς Ἑρμᾶς, ὅτε ἔμελλον πλεῖν ἐν Σικελίᾳ.

### ε 3048

Ἑρμόλαος, γραμματικὸς Κωνσταντινουπόλεως· γράψας τὴν ἐπιτομὴν τῶν Ἐθνικῶν Στεφάνου γραμματικοῦ, προσφωνηθεῖσαν Ἰου‐ στινιανῷ τῷ βασιλεῖ.

### ε 3049

Ἑρμώναξ δ’ ἐκίχανεν, ὅτε γριπηΐδι τέχνῃ εἷλε τὸν ἐκ πελάγους ἰχθυόεντα βόλον.

### ε 3050

Ἕρμος: δῆμός ἐστι τῆς Ἀττικῆς, Ἀκαμαντίδος· Διονύσιος δὲ οὐδετέρως λέγει τὸ Ἕρμος, ὡς ἕρκος.

### ε 3051

Ἑρμῶν. Ἑρμοὶ ἦσαν ἐν τῇ Ἀθηναίων πόλει λίθινοι ἐν προθύροις καὶ ἱεροῖς· ἐπειδή φασι τὸν Ἑρμῆν λόγου καὶ ἀληθείας ἔφορον εἶναι, διὰ τοῦτο καὶ τὰς εἰκόνας αὐτοῦ τετραγώνους καὶ κυβοειδεῖς κατεσκεύαζον, αἰνιττόμενοι τὸ τοιοῦτον σχῆμα, ἐφ’ ἃ μέρη πέσῃ, πανταχόθεν βάσιμον καὶ ὄρθιον εἶναι. οὕτω καὶ ὁ λόγος καὶ ἡ ἀλήθεια ὁμοία ἐστὶ πανταχόθεν αὐτὴ ἑαυτῇ, τὸ δὲ ψεῦδος πολύχουν καὶ πολυσχιδὲς καὶ ἑαυτῷ μάλιστα ἀσύμφωνον.

### ε 3052

Ἔρνος: τὸ φυτόν.

### ε 3053

Ἑρμώνιος χάρις: ἡ κατ’ ἀνάγκην διδομένη, οὐκ ἐκ διαθέ‐ σεως ψυχῆς, ἀλλ’ ἐπιπλάστως καὶ κατὰ προσποίησιν φιλίας, οὐ κατ’ ἀλήθειαν. ὁ γὰρ Ἕρμων ὁ Πελασγῶν βασιλεύς, Δαρείου ἐπὶ Θρᾴκην ἰόντος καὶ πάντα χειρουμένου, παρεχώρησεν Ἀθηναίοις τῆς Λήμνου, τῷ μὲν δοκεῖν χαριζόμενος, τῇ δὲ ἀληθείᾳ Δαρεῖον φοβηθείς.

### ε 3054

Ἔρομαί σε: ἐρωτήσω σε. καὶ Ἐρόμεθα, ἐρωτήσωμεν.

### ε 3055

Ἐρόμενος: ἐρωτῶν. διὰ τοῦ ο μικροῦ. Ἐρώμενος δὲ διὰ τοῦ ω μεγάλου, ὁ ὑπὸ ἐραστῶν ἀγαπώμενος. καὶ Ἐρομένη, ἡ ἐρωτῶσα, Ἐρωμένη δὲ ἡ ἐπιθυμοῦσα.

### ε 3056

Ἔρον: τὸν ἔρωτα.

### ε 3057

Ἐρρόντων: φθειρέσθωσαν.

### ε 3058

Ἔρουλοι: ὄνομα ἔθνους.

### ε 3059

Ἐρώγασιν: ἐσχίσθησαν.

### ε 3060

Ἐρόγευον: δι’ ἑνὸς ρ σεσημειωμένον.

### ε 3061

Ἐρωδιός: εἶδος ὀρνέου. ὁ πελαργὸς λεγόμενος. ἢ ὅμοιος αὐτῷ. ἑλωδιός τις ὤν, παρὰ τὸ ἐν ἕλεσι διατρίβειν, τουτέστι καθύγροις τόποις.

### ε 3062

Ἐρώεις: ὁ ὑποχωρῶν. Ἐρῴης δὲ εὐκτικῶς.

### ε 3063

Ἐρωή: ἡ ὑποχώρησις.

### ε 3064

Ἐρωήσας: ἀντὶ τοῦ μειώσας, κατεάξας. ἐρωήσας ὀλοὸν κέρας. Καλλίμαχος. καί, ἐρωήσει περὶ δουρί. Ὅμηρος.

### ε 3065

Ἐρωμανής: ὁ ἐν τῷ ἔρωτι μαινόμενος.

### ε 3066

Ἐρρωμένως: ἰσχυρῶς, εὐσθενῶς.

### ε 3067

Ἐρῶν· γενικῇ. ἐφιέμενος, ἐπιθυμῶν.

### ε 3068

Ἐρώμενος: ἐπιθυμούμενος.

### ε 3069

Ἔρρων: μετὰ φθορᾶς παραγενόμενος, ἢ πορευόμενος. ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. Κραπατάλλοις Φερεκράτης.

### ε 3070

Ἔρως· ὅτι οὐδεὶς ἔρως ἀστεῖος, τοῦτο πρόβλημά ἐστι καθόλου ἀποφαντικόν. ἀνασκευάζεται δέ, ὅτι μὴ πᾶς ἔρως φαῦλος· διαιροῦμεν γὰρ τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων, ὡς Ἐπίκουρος λέγει, ὃν οὐχ οἷόντε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· ἢ ἀνάμνησιν τοῦ ποτε ὁραθέντος κάλλους, ὡς Πλάτων· ἀστεῖοι γὰρ οὗτοι οἱ ἔρωτες. κειμέ‐ νου δὲ τοῦ τὸν σοφὸν ἐρασθήσεσθαι, ἀνασκευάσαι τοῦτο θέλοντες ὁρισαίμεθα τὸ ἐρασθῆναι, καὶ ληψόμεθα τό, ἔρωτά τινος λαβεῖν· καὶ ἐπεὶ μηδέπω γνώριμον τὸ προκείμενον, ἐπὶ τὸ τὸν ἔρωτα ὁρίζεσθαι προελευσόμεθα. ἂν δὴ ὁριζόμενοι τοῦτον λάβωμεν ἄλογον ἐπιθυμίαν ἡδονῆς τῆς ἀπὸ τοῦ σωματικοῦ κάλλους ἢ σύντονον ὄρεξιν ἀφροδι‐ σίων, ἀνεσκευακότες ἂν εἴημεν τὸ πρόβλημα· δῆλον γάρ, ὅτι ἀλλό‐ τρια ταῦτα τοῦ σοφοῦ. ὁμοίως κἂν ὁρισώμεθα αὐτὸν σφοδρὰν ἐπι‐ θυμίαν, ἐπεὶ τὸ σφοδρὸν ἀσαφές, πάλιν αὐτὸ τοῦτο εἰς λόγον μεταληψόμεθα. ὅτι τὸν ἔρωτά φασιν ἐπιβολὴν εἶναι φιλευποιΐας διὰ κάλλος ἐμφαινόμενον, καὶ μὴ εἶναι συνουσίας, ἀλλὰ φιλίας. τὸν γοῦν Θρασωνίδην, καίπερ ἐξουσίαν ἔχοντα τῆς ἐρωμένης, διὰ τὸ μισεῖσθαι ἀπέχεσθαι αὐτῆς. εἶναι οὖν τὸν ἔρωτα φιλίας, μὴ εἶναι θεόπεμπτον. εἶναι δὲ τὴν ὥραν ἄνθος ἀρετῆς. Ἀττικῶς δὲ ἀπὸ τοῦ ὁ ἔρος, τοῦ ἔρου, κλίνεται. οὕτω γὰρ καὶ αὐτοὶ τοῦτο τὸ ὄνομα γράφουσι καὶ ἐκφωνοῦσιν, ὥσπερ καὶ τὸ ἀμείνων καὶ χείρων, ἄμεινος καὶ χεῖρος φασίν. ὁ δὲ Πλάτων περὶ ἔρωτος λέγει διεξοδικώτερον. τέθειται δὲ ἐν τῷ περὶ παροιμίας ἐν τῷ ε στοιχείῳ.

### ε 3071

Ἔρως: τὸ πρῶτον στοιχεῖον καὶ μέγιστον τῆς τῶν ὄντων πολυθεάμονος ἱστορίας, καὶ φιλοπονία καὶ ἀρχίνοια. οὗτος δέ ἐστιν ὁ τῶν ἁπάντων τῶν καλῶν καὶ προσέτι ἀγαθῶν δεινότατος ἰχνευτής. ζήτει τὰ λοιπὰ κατὰ στοιχεῖον· τουτέστιν ἀγχίνοιαν καὶ φιλοπονίαν· ἃ δὴ καλεῖ Δαμάσκιος στοιχεῖα πρῶτα καὶ μέγιστα τῆς τῶν ὄντων πολυθεάμονος ἱστορίας. ζήτει περὶ ἔρωτος ἐν τῷ Διογένης.

### ε 3072

Ἐρρώσαντο: ἐπερρώσθησαν.

### ε 3073

Ἐρρῶσθαι φράσας: οἰμώζειν εἰπών, κατεγνωκώς.

### ε 3074

Ἐρώτησις ἔνδοξος, πρότασις διαλεκτική. οὐ πᾶσα οὖν πρότασις ἐρώτησις, ἀλλὰ ἡ διαλεκτική· οὐ πᾶσα ἐρώτησις πρότασις διαλεκτική· ἔστι γὰρ εἴδη πλείω τῆς ἐρωτήσεως. οἱ γὰρ ἐρωτῶντες ἢ περὶ συμβεβηκότος ἐρωτῶσιν, ὡς οἱ ἐρωτῶντες, τίς τοῦ πυρὸς ἡ κατὰ φύσιν κίνησις, ἢ τί Σωκράτει συμβέβηκεν, ἢ ἔμπαλιν τὸ μὲν συμβε‐ βηκὸς ὁρίζουσί τε καὶ λαμβάνουσιν ἐν τῇ ἐρωτήσει, τὸ δὲ ᾧ συμβέβη‐ κεν, ἀξιοῦσι μαθεῖν· ὡς ὁ ἐρωτῶν τίνι τὸ λευκὸν ἢ τὸ μέλαν τῶν ζῴων συμβέβηκε, καὶ τί τῶν ἀγαθῶν δι’ αὑτὸ αἱρετόν ἐστι, καὶ τίς ὁ καθήμενος. ἔστι δὲ καὶ ἄλλο εἶδος ἐρωτήσεως ἐκ περιουσίας, ὅταν προενεγκάμενοι τί ποτέ ἐστι τὸ διὰ τῆς ἐρωτήσεως, εἴπῃ ὁ ἐρωτῶν τί ἐστιν ἄνθος· τὴν γὰρ οὐσίαν τοῦ πράγματος ἀξιοῖ μαθεῖν, οὐχ ὃ συμβέβηκεν αὐτῷ. τρίτον εἶδος ἐρωτήσεώς ἐστιν, οἷον ὅταν περὶ προτάσεώς τις τὴν ἐρώτησιν, εἴτε ἀπόκρισιν αἰτῶν τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως εἴπῃ· οἷον ἆρά γε ὁ κόσμος σφαιροειδής; ὑπὸ τοῦτο τὸ εἶδος τῆς ἐρωτήσεώς ἐστιν ἡ διαλεκτικὴ πρότασις. διαφέρει δὲ ἐρώτημα, ἀξίωμα, πύσμα. καὶ ζήτει ἐν τῷ ἀξίωμα. ζήτει ἐρωτηματικὰ Ἀριστο‐ φάνους ἐν τῷ, αἴκε πάθοι τά κ’ ἔρεξεν.

### ε 3075

Ἐρωτικόν: ἐπιθυμητικόν. καὶ Ἐρωτικῶς, ἐπιθυμητικῶς.

### ε 3076

Ἐρωτῶ σε· αἰτιατικῇ. παρακαλῶ σε, ἱκετεύω σε, δέομαι. καὶ αὖθις· ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα. ἀντὶ τοῦ παρεκάλει.

### ε 3077

Ἑρπησμός: ἑρπηστής.

### ε 3078

Ἑρπηστικός: ὁ ἕρπων.

### ε 3079

Ἕρπυλλος: εἶδος ἄνθους σαμψύχῳ ὅμοιον, ὃ μάλιστα ἐν τοῖς ὕδασι θάλλει. φυταρίου τι εἶδος, παρὰ τὸ ἕρπειν ταῖς ῥίζαις. ἔστι δὲ καὶ εὐωδέστατον.

### ε 3080

Ἑρσαῖος: ὁ δροσώδης.

### ε 3081

Ἑρσεφορία. ζήτει ἐν τῷ ἀρρηφορία.

### ε 3082

Ἕρση: ἡ δρόσος. θηλείης ἕρσης ἰκμάδα γευόμενος. οἱ γὰρ τέττιγες δρόσον σιτίζονται.

### ε 3083

Ἑρσῆεν: πρόσφατον, ἔνυγρόν τε καὶ ἀμόλυντον.

### ε 3084

Ἑρσήεντα: δροσώδη καὶ ἁπαλόν, νεαρόν. ἡ εὐθεῖα Ἑρ‐ σήεις.

### ε 3085

Ἑρσηλία: ὄνομα κύριον.

### ε 3086

Ἕρσις: τὸ πλεξείδιον.

### ε 3087

Ἐροιάδα: οἱ Ἐροιάδαι δῆμός ἐστι τῆς Ἱπποθοωντίδος φυλῆς.

### ε 3088

Ἐρυγγάνειν: ἐρεύγεσθαι, ἐγκωμιάζειν. Ἐρυγγάνω. καὶ εἰ περίβλεπτον καὶ δόκιμον ἠρύγγανε γένος, δοῦλος ἐπιπράσκετο.

### ε 3089

Ἐρυγή: πνεύματος ἀναπομπὴ ἐκ στομάχου. ἔνθεν καὶ τὸ ἐξηρεύξατο λέγεται.

### ε 3090

Ἐρυγή· ἐρυγή ἐστι πνεῦμα κρύφιον, κατὰ τὴν ζέσιν τῆς τροφῆς ἀπορρηγνυμένων τῶν πομφολύγων, ἐπὶ τὸ ἄνω διαπνεόμενον.

### ε 3091

Ἐρύγμηλος: ὁ μεγαλόφωνος.

### ε 3092

Ἐρυθαίνεται: μελαίνεται.

### ε 3093

Ἐρυθαίνει: πυρρὸν ποιεῖ. ὅθεν καὶ ἐρύθημα, ἡ ῥίζα, ἡ λεγο‐ μένη ἐρυθρόδανον. ὅτι ἡ βοτάνη, ἧς ἡ ῥίζα ἐρυθρά, ᾗ ἐρυθραίνουσι τὰ πρόσωπα αἱ γυναῖκες, ἄγχουσα λέγεται. καὶ ζήτει ἐν τῷ ἄγχουσα.

### ε 3094

Ἐρύθεια: πόλις.

### ε 3095

Ἐρύθημα: τὸ χρῶμα. ἄνθος προσώπῳ ἐπιφυόμενον, οἷον οὐδὲ εἷς λειμὼν νοτερός τε καὶ ἁβρὸς καὶ εὐθαλὴς τεκεῖν ὑπὸ δρόσῳ ἐαρινῇ οἶδεν, ἐρύθημά τε ὡραῖον καὶ μειδίαμα ἥδιστον. ὁ δὲ προσαναιδεύεται κοὐ μεθίστησι τοῦ χρώματος τοῦ παρεστηκότος. τὸ γὰρ μὴ ἐρυθριᾶν ἐπὶ τοῖς εἰρημένοις. ἐπεὶ οὐ μεταβάλλει τὸ χρῶμα, οὐκ ἐρυθριᾷ.

### ε 3096

Ἐρρύθμισεν: ἐκανόνισεν.

### ε 3097

Ἐρυθρὰ θάλασσα ἐκλήθη ὁ Περσικὸς κόλπος, οὐκ ἀπὸ τῆς χροιᾶς τοῦ ῥοθίου, καθάπερ τινὲς οἴονται, ἀλλ’ ἔκ τινος ἀνδρὸς Ἐρυθροῦ τὴν προσηγορίαν, ἐνδυναστεύσαντος τοῖσδε τοῖς τόποις.

### ε 3098

Ἐρυθραία: ὄνομα τόπου.

### ε 3099

Ἐρυθραῖον: οἱ ἀπὸ πόλεως τῆς ἐν Ἰωνίᾳ Ἐρυθρᾶς καλουμένης.

### ε 3100

Ἐρύθριος, ἔπαρχος γεγονὼς ἐπὶ Ζήνωνος· ὃς ἐπεὶ μήτε τὰ κοινὰ διαρκοῦντα ἑώρα, μήτε βάρος προσθεῖναι πλεῖον τοῦ τεταγμένου τοῖς συντέλεσιν ἠνείχετο, μήτε τινα ποιεῖν πονηρόν, ὡς ὢν φιλάνθρω‐ πος, τῶν ὀφειλομένων ἠδύνατο χάριν, αἰτησάμενος παρὰ Ζήνωνος ταύτην τῆς ἀρχῆς ἐπαύσατο. λύπην δὲ τῇ πόλει παρέσχεν, ἡνίκα ταύτην ἀπέθετο· μόνος γὰρ τῶν τελούντων τότε εἰς τὴν πολιτείαν οὗτος ἐπὶ τῷ πάντων ἀγαθῷ ἐπεφύκει, θάττους μὲν τὰς χάριτας παρέχων τοῖς αἰτουμένοις, οὐκ ἔχων δέ τινα παντάπασι τῶν πρόσθεν προσκεκρουκότων ἀμύνεσθαι. τὸ δὲ κοινὸν τότε εἰς πᾶσαν ἀπορίαν κατῆλθεν ὡς μηδὲν ἔχειν ὑπόλοιπον. ἅ τε γὰρ ἐν τῷ κοινῷ ταμιείῳ Λέων κατέλιπεν ἀποθνήσκων, ὑπὸ Ζήνωνος ταχὺ ἐκεκένωτο πάντα, πολλὰ μὲν χαριζομένου τοῖς φίλοις ὡς ἔτυχεν, οὐκ ὄντος δὲ ἀκριβοῦς, ὥστε γινώσκειν αὐτά, εἴ πη καὶ ἄλλως κλέπτοιντο.

### ε 3101

Ἐρυθρόν: τὸ μέλαν.

### ε 3102

Ἐρύκειν καὶ Ἀπερύκειν: τὸ κωλύειν, καὶ ἀπείργειν. Πο‐ λύβιος· τὸ κυριώτατον ἦν τὸ τὸν πόλεμον ἐρύκειν ἀπὸ τῆς Μακε‐ δονίας.

### ε 3103

Ἔρυμα: φύλαγμα, καὶ τεῖχος. ἀσφάλισμα. τὰς μὲν ἁμάξας ὥσπερ ἔρυμα περιεβάλοντο, τὴν δὲ διάθεσιν τῆς στρατοπεδείας ἐποιοῦντο ᾗ ἐνεχώρει.

### ε 3104

Ἐρύμανθος: ὄνομα ὄρους. καὶ Ἐρυμάνθιος κάπρος· Δρύοπες ἔθνος περὶ τὴν Πυθῶνα ἄδικον, ὃ Ἡρακλῆς μετῴκισεν, ὅτε γὰρ τὸν Ἐρυμάνθιον κάπρον ἔφερεν, ἐζήτει αὐτοὺς τροφήν, οἱ δὲ οὐκ ἔδωκαν.

### ε 3105

Ἐρυμβόνα τὰ τιμιώτατα εἰς ἀσωτίαν ἀφειδεστάτην: ἀπὸ τοῦ ῥυμβονῶ ῥήματος. Αἰλιανός.

### ε 3106

Ἐρυμνά: τὰ ἠσφαλισμένα χωρία. καὶ Ἐρυμνᾶσθαι, κατησφαλίσθαι. οἱ δὲ ᾤοντο πολεμίων πλήθει οὔ τι εὐάλωτοι, τῷ ἐρυμνᾶσθαι κατὰ νώτου τῇ ἀκέσσῃ· τὰ δὲ λοιπὰ αὐτοὶ διενοοῦντο ἐπαμύνειν.

### ε 3107

Ἐρυμνήν: ἠσφαλισμένην.

### ε 3108

Ἐρύπειος: τόπος.

### ε 3109

Ἐρύσαντας: ἀντὶ τοῦ ἐκδείραντας. ἐρύσαντας τὸ δέρμα σὺν τῷ χάσματι φυλάττειν.

### ε 3110

Ἐρύσαι: ἑλκύσαι. τὸν δὲ ἐρύσαι τὸν ἄτρακτον ἐκ τοῦ μυκτῆρος.

### ε 3111

Ἐρυσίβη: θηρίδιόν τι ἐν τῷ σίτῳ γινόμενον, ὃ λυμαίνεται τὸν καρπόν. τινὲς νόσον ἐπιγινομένην τοῖς σπέρμασιν· ἢ ἡ κονιορτώδης φθορὰ τοῦ σίτου.

### ε 3112

Ἐρυσίβη: ἡ πάχνη.

### ε 3113

Ἐρχιάθαι: Ἐρχία, δῆμος τῆς Ἀττικῆς.

### ε 3114

Ἐρχθέντα: ἐν ὕδατι ἀποπνιγέντα.

### ε 3115

Ἔσσα: ὄνομα πόλεως.

### ε 3116

Ἐσάλευε καὶ Ἀπεσάλευεν: τοῦτο καὶ ἐπὶ νεῶν λέγεται καὶ ἐπ’ ἀνθρώπων. ἐπὶ μὲν πλοίων, ὡς Δίων ἐν Ῥωμαϊκοῖς· ὀλίγα μὲν γὰρ καὶ τὰ κουφότατα τῶν πλοίων πρὸς τῇ γῇ ὥρμει, τὰ δὲ δὴ πλείω καὶ μείζω μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευεν. ἐπὶ δὲ ἀνθρώ‐ πων, ὡς τό, ἐφ’ ἑνὶ δὲ τῶν παίδων ἀπεσάλευεν. σημαίνει δὲ ἡ λέξις, τὸ τὰς ἐλπίδας ἐπὶ τούτοις εἶχεν. καὶ Αἰλιανός· ἐπεὶ τοίνυν ὑπὲρ τῶν ἐσχάτων ἐσάλευεν ἤδη, κομίζουσιν αὐτὸν οἱ προσήκοντες εἰς Ἀσκληπιοῦ.

### ε 3117

Ἐς ἀῶ: εἰς μίαν ἡμέραν.

### ε 3118

Ἐς ἀώρας: εἰς καιρούς.

### ε 3119

Ἕσσατο: περιεβάλετο. ἕσσατο Δαμαρέτου θυγάτηρ.

### ε 3120

Ἔσβη: ἐσβέσθη, ἐπαύσατο.

### ε 3121

Ἔσδρας· οὗτος ἐπὶ Ξέρξου ἦν, τοῦ Περσῶν βασιλέως, νομο‐ μαθὴς ἄριστος γενόμενος· ὃς τῶν μὴ εὑρεθέντων βιβλίων τὰς γραφὰς ἀναμνημονεύσας παρέδωκε τοῖς τοῦ ἔθνους. Ἐσθήρ τε Ἰουδαϊκοῦ γέ‐ νους τυγχάνουσα τὴν βασίλειον τιμὴν ἐκέκτητο παρὰ Ἀρταξέρξῃ, ὃς ἐκλήθη Μακρόχειρ. αὕτη ἡ Ἐσθὴρ τοὺς πρὸς γένος αὐτῇ ᾠκειωμένους προσεποιεῖτο, ἐν οἷς καὶ Μαρδοχαῖος, ὃς τὴν ἐπιβουλὴν μηνύει τῷ Ἀρταξέρξῃ.

### ε 3122

Ἐσδρίαβος: ὄνομα κύριον. ὁ δὲ Ἐσδρίαβος ὑπὲρ πάντων καταστὰς ἔλεξε τάδε.

### ε 3123

Ἐσσαῖοι: Ἰουδαῖοι, ἀσκηταί, Φαρισαίων καὶ γραμματέων τὴν ἄσκησιν ἐξ ἐπιμέτρου διανεστηκότες, πρόγονοι Ἰωναδάβ, υἱοῦ Ῥιχὰβ τοῦ δικαίου. φιλάλληλοι καὶ τῶν ἄλλων εὐλαβεῖς πλεῖον· οἳ τὴν μὲν ἡδονὴν ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμος μὲν παρ’ αὐτοῖς ὑπερορᾶται, ἀλλοτρίους δὲ παῖδας νέους ἔτι προσ‐ λαμβανόμενοι καὶ διδάσκοντες ὡς συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι. καὶ πᾶν αἰσχρὸν ἀποβάλλονται καὶ πᾶσαν ἄλλην ἀρετὴν ἐξασκοῦσιν. οἳ ἐπιμελοῦνται τῆς ἠθικῆς λέξεως, θεωρίᾳ δὲ τὰ πολλὰ παραμένουσιν. ἔνθεν καὶ Ἐσσαῖοι καλοῦνται, τοῦτο δηλοῦντος τοῦ ὀνόματος, τουτέστι θεωρητικοί. ὅτι Ἐσσαῖοι ὑπέρτεροι σφόδρα καὶ λίαν ὑπερκείμενοι τῶν Φαρισαίων κατὰ τὴν πολιτείαν.

### ε 3124

Ἐσέφθη: ἀντὶ τοῦ ἐσεβάσθη, ἐτίμησεν, ἐθαύμασεν, ἐξεπλάγη.

### ε 3125

Ἐσεσήρεσαν: ἀντὶ τοῦ ἐκεχήνεσαν. ἡ μεταφορὰ ἀπὸ τῶν ὀργιζομένων κυνῶν. ἐς ἀλλήλους τε ἐσεσήρεσαν ἡμιμανές τι καὶ ἄγριον οἱ Σκύθαι. καὶ αὖθις Ἐσεσήρει, ἐδυσχέραινεν, ὠργίζετο. λίαν γὰρ ἐς αὐτὴν ἡ Θεοδώρα ἠγριαίνετο καὶ ἐσεσήρει.

### ε 3126

Ἔσσεται: ἔσται.

### ε 3127

Ἔσεισέ μου τὴν καρδίαν: ἀντὶ τοῦ ἐλύπησεν. ὁ δὲ ἔσεισέ μου τὴν καρδίαν, ὅτι τὰ τοῦ Αἰσχύλου προσδοκῶν ποιήματα, εἰσήχθη τὰ τοῦ Θεόγνιδος.

### ε 3128

Ἐσσείσεις τὰ νήπια αὐτῶν.

### ε 3129

Ἐσήλατο: εἰσῆλθεν. εἰσέφρησεν. ὁ δὲ ἀκράτωρ ἑαυτοῦ ὢν ἐσήλατο ἐς τὸν νεών.

### ε 3130

Ἐσήμαινε: προσέτασσεν. ὁρῶν τὸ πρόθυμον τῶν Ῥωμαίων ἐσήμαινε τοῖς ἑαυτῷ ἑπομένοις ἐπικουρεῖν.

### ε 3131

Ἐσσήν: βασιλεύς· κυρίως τῶν μελισσῶν. Ἐσσῆνος, ἡ γενική.

### ε 3132

Ἐσσηνός: ὁ πολίτης.

### ε 3133

Ἔσθειν· λύσις ὀνείρου· τρώγων γλυκηρὰ πικρίας ἕξεις τρόπους.

### ε 3134

Ἑσία: ἡ πρεσβεία.

### ε 3135

Ἐσίνοντο: ἐβλάπτοντο.

### ε 3136

Ἔσθενε: σθένους καὶ δυνάμεως μετεῖχεν, ἠδύνατο. Αἰλια‐ νός· ὁ δὲ ἀλέκτωρ ὕμνει τὸν σωτῆρα, ᾗπερ οὖν ἔσθενε φωνῇ, καὶ ἐδεῖτο ἀρτίπουν θεῖναι αὐτόν.

### ε 3137

Ἐσθήματα: ἱμάτια. Ἐσθὴς ἁλουργὴς διὰ τοῦ η. Ἁλουργὶς δὲ ἰδίως διὰ τοῦ ι.

### ε 3138

Ἐσθής, ἐσθῆτος καὶ τὸ πληθυντικὸν ἐσθήτων.

### ε 3139

Ἐσθήρ· αὕτη συνοῦσα τῷ Ἀρταξέρξῃ τῷ βασιλεῖ, τὴν βασίλειον τιμὴν ἐκέκτητο, γένους Ἰουδαϊκοῦ τυγχάνουσα καὶ ζῆλον τῆς δόξης ποιουμένη τούς τε πρὸς γένος αὐτῇ διαφέροντας συγκαλεσαμένη, μάλιστα 〈δὲ〉 Μαρδοχαῖον μητράδελφον ὄντα, ἐν τοῖς βασιλείοις κατεῖχεν. ὡς δὲ τῷ βασιλικῷ προστάγματι Ἀρταξέρξης διεκήρυξε, τοὺς Ἑβραίους μεθίστασθαι μὲν τῆς δόξης τοῦ θεοῦ, προσκυνεῖν δὲ τὴν ἑαυτοῦ εἰκόνα, ἕως ἡμερῶν μʹ ἀνακωχὴν τῆς τιμωρίας τοῖς ἀπειθοῦσι διαταξάμενος, οἱ Ἰουδαῖοι διαδόντες ἀλλήλοις ὥρισάν τινα τῆς προσευχῆς ἡμέραν, νηστείᾳ καὶ προσευχῇ τὸ θεῖον ἐξιλεούμενοι. καὶ οἱ μὲν ἄλλοι, ὡς ἕκαστος εἶχεν, ἐν τῇ ἰδίᾳ σκηνῇ τὰς ἱκεσίας ἐποίουν· Μαρδοχαῖος δὲ εἰς τὴν βασίλειον αὐλὴν ἐν σκότῳ κρυπτό‐ μενος ἤκουσε περὶ τῆς ἐπιβουλῆς κατ’ Ἀρταξέρξου καὶ δηλοῖ τῷ Ἀρταξέρξῃ. καὶ οὕτως ἡ κατὰ Ἰουδαίων ἐλύθη ἐπιβουλή.

### ε 3140

Ἐσθίω· αἰτιατικῇ· τρώγω καὶ φάγε δὲ αἰτιατικῇ συντάσσονται. ἐσθίω ἄρτον, τρώγω ψωμίον, φάγε βοῦν.

### ε 3141

Ἐσθλά: ἀγαθά. Ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχεν· ἔστι μὲν γὰρ ὅτι καὶ ταυτόματον ἀντέπραξε ταῖς ἐπι‐ βολαῖς τῶν ἀγαθῶν ἀνδρῶν, ἔστι δ’ ὅτε πάλιν κατὰ τὴν παροιμίαν, ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχεν.

### ε 3142

Ἐσθόμενος: ἐσθίων. Ἔσθω γὰρ τὸ ῥῆμα. καὶ Ἔσθον‐ τες, ἐσθίοντες.

### ε 3143

Ἔσθος: ἱμάτιον.

### ε 3144

Ἔσθ’ ὅτε: ἔστιν ὅτε.

### ε 3145

Ἔσκαζεν: ἐνεδοίαζεν, ἀμφέβαλλεν. ὁ δὲ ἔσκαζεν ὅπως ἔχει γνώμης τὰ τῶν Ῥωμαίων συντάγματα, καὶ εἰ ἀρρενικὰς ἔχουσι τὰς ψυχὰς εἰς παράταξιν.

### ε 3146

Ἔσκαλλεν: ἐσκάλευεν, ἐσάλευεν, ἠρεύνα. ἀνεζήτει. καὶ ἔσκαλλε τὸ πνεῦμά μου.

### ε 3147

Ἐσκευώρησεν: ἐπεβούλευσεν. ἐξ οὗ καὶ σκευωρία, ἡ ἐπι‐ βουλή.

### ε 3148

Ἐς κεφαλήν σοι: ἐπιφώνημα κατάρας. προειρηκότος γάρ τινος χαλεπὰ ἔσεσθαι, ἀμοιβαίως ἀνταποκρίνεταί τις, ἐς κεφαλήν σοι.

### ε 3149

Ἐσκήνησαν: ἀντὶ τοῦ ᾤκησαν. κέκλιται τὸ ῥῆμα ἀπὸ τῆς πρώτης τῶν περισπωμένων. καὶ Ἐσκήνηνται, ἀντὶ τοῦ ἐσκήνων‐ ται, κατοικοῦσιν.

### ε 3150

Ἐσκιμάλισεν: τῷ μέσῳ δακτύλῳ συναρμόσας τὸν μέγαν καὶ πλήξας ἐφυβρίζει. ἢ ἀντὶ τοῦ κατεδακτύλισε· σκιμαλίσαι γάρ ἐστι κυρίως τὸ μέσον τὸν δάκτυλον εἰς τὸν πρωκτὸν τοῦ ὀρνέου ἐμβαλεῖν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ὅταν βουλόμενοι ἐνυβρίσαι τινά, τὸν μέσον δάκτυλον ἐντείνοντες καὶ τοὺς λοιποὺς συνάγοντες δείξωσιν αὐτῷ. Ἀριστοφάνης· καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν.

### ε 3151

Ἐσκληκότα: προσλιπαροῦντα, προσεσκληκότα. μετῆκται δὲ ἀπὸ τῶν προσξηραινομένων.

### ε 3152

Ἐσκιοτροφημένα· Ἀριστοφάνης· ἀπόμακτρα σκυτάλων ἐσκιοτροφημένα.

### ε 3153

Ἐσκοπίαζε: περιέβλεπεν.

### ε 3154

Ἐς κόρακας: Βοιωτοῖς Ἄρνην ποτὲ οἰκοῦσιν ἐρρήθη ὑπὸ τοῦ θεοῦ ἐκπεσεῖσθαι τῆς χώρας λευκῶν κοράκων φανέντων. νέοι δὲ μεθυσθέντες ποτέ, συλλαβόμενοι κόρακας ἐγύψωσαν κατὰ παίγνιον καὶ ἀπέστειλαν πωτᾶσθαι. ἰδόντες δὲ οἱ Βοιωτοὶ ἐταράχθησαν, ὡς τῆς μαντείας λαβούσης τέλος. καὶ φοβηθέντες οἱ νεανίσκοι τὸν θόρυ‐ βον ἔφυγον καὶ ᾤκησάν τινα τόπον, ὃν ἐκάλεσαν Κόρακας· εἰς ὃν μετὰ ταῦτα οἱ τὴν Βοιωτίαν οἰκοῦντες τοὺς ἁμαρτάνοντας ἔπεμπον. οἱ δὲ ὡς τοῦ ζῴου ἀναιδοῦς καὶ δυσοιωνιστικοῦ τῶν ἀνθρώπων ὄντος. Ἀριστοτέλης δέ φησιν, λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων, τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐᾶν ζῶντας καὶ ἐπιλέγειν τῷ λοιμῷ, φεῦγ’ ἐς κόρακας. ὁ δὲ Αἴσωπος μυθικῶς κολοιὸν μέγαν, νομίσαντα τοῖς κόραξιν ἴσον εἶναι, πρὸς αὐτοὺς πορευθῆναι· ἡττηθέντα δὲ πάλιν εἰς τοὺς κολοιοὺς ὑποστρέψαι· τοὺς δὲ ἀγανακτήσαντας παίειν αὐτὸν λέγοντας, φεῦγ’ ἐς κόρακας. Ἀριστείδης δὲ ἀποδίδωσι, διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι νεοσσοποιεῖσθαι, λέγειν ἡμᾶς, φεῦγ’ ἐς κόρακας. Ἐς κόρακας οὖν εἰς τὸ σκότος, εἰς ὄλεθρον.

### ε 3155

Ἐς κόρακας, καὶ σαυτόν γε πρός: τουτέστιν ἀπόφερε τὸ πρᾶγμα καὶ σαυτόν.

### ε 3156

Ἐσκορόδισας: κλαῦσαι ἐποίησας. ἀπὸ τῶν τὰ σκόροδα τρι‐ βόντων· ἢ ἀήδισας, ἐπίκρανας· ἢ ἐδρίμυξας.

### ε 3157

Ἐσκοροδισμένος: σκόροδα φαγών. ἀπὸ τῶν ἀλεκτρυόνων· ὅτε γὰρ εἰς μάχην συμβάλωσιν αὐτούς, σκόροδα διδόασιν αὐτοῖς, ἵνα δριμύτερον ὦσιν ἐν τῇ μάχῃ.

### ε 3158

Ἐσκοροδισμένοις· Αἰσχύλος· οὐ μὴ πρόσει τούτοισιν ἐσκο‐ ροδισμένοις. ἀντὶ τοῦ οὐ καταβαλεῖς σφοδροῖς οὖσι καὶ πικροῖς γενομένοις, μετειληφόσι τῶν σκορόδων. ἀπὸ μεταφορᾶς τῶν ἀλεκ‐ τρυόνων.

### ε 3159

Ἐσκουπονδίαι: κατὰ Ῥωμαίους στρατιωτικὰ ἐφόδια.

### ε 3160

Ἐς Κυνόσαργες: οἱονεὶ Κυνόσαρκες· ἀπὸ τοῦ θυσίας πλησίον γενομένης εἰσελθόντα κύνα καὶ ἁρπάσαντα κρέας τοῦ θύματος ἀγαγεῖν ἐκεῖσε· ἐν ᾧ καὶ ναὸς ἐκτίσθη· καὶ οἱ νόθοι ἐνταῦθα ἐκρίνοντο, εἰ τοῦδε ὄντως γέγονεν υἱός. ἐκάλουν δὲ Ἀθηναῖοι καὶ τοὺς ἀπελευθέ‐ ρους νόθους. ζήτει εἰς Κυνόσαργες, σαφέστερον κεῖται.

### ε 3161

Ἐς Μασσαλίαν πλεύσειας: ἐπὶ τῶν θηλυτέρως καὶ μαλα‐ κῶς ζώντων. οἱ γὰρ Μασσαλιῶται θηλύτερον ἔζων στολαῖς ποικίλαις καὶ ποδήρεσι καὶ μύροις χρώμενοι.

### ε 3162

Ἑσμός: πλῆθος, ὄχλος· κυρίως τῶν μελισσῶν. παρὰ τὸ ἅμα πετομένας ἵεσθαι.

### ε 3163

Ἔσο: ἐνδέδυσο. σημαίνει δὲ καὶ τὸ ὕπαρχε.

### ε 3164

Ἐς ὅ: ἀντὶ τοῦ μέχρι τούτου, ἕως οὗ. ἐπολιόρκει τὴν πόλιν, ἐς ὃ ἐξεῖλεν αὐτήν.

### ε 3165

Ἔσοπτρον: τὸ κάτοπτρον.

### ε 3166

Ἐς ὅτι: ἀντὶ τοῦ λίαν. ξυνεστήσατο φάλαγγας ἐς ὅτι μά‐ λιστα καρτεράς.

### ε 3167

Ἐς ὅτι μάλιστα: ἀντὶ τοῦ λίαν. καλάμους ἐς ὅτι μάλιστα στερροὺς καὶ παχίστους.

### ε 3168

Ἐς ὀψιγόνους: τοὺς μετὰ ταῦτα.

### ε 3169

Ἔσω: τοπικόν.

### ε 3170

Ἔσω ἄνθρωπος: κατὰ τὸν Ἀπόστολον ἡ ψυχή· ἔξω ἄν‐ θρωπος, τὸ σῶμα. ἔσθ’ ὅτε γὰρ ἀπὸ μέρους τὸ σύμπαν ἡμῖν δηλοῦται ζῷον· ὡς ἐν τῷ, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. καὶ Μωσέα προσδιαλεγόμενον τοῖς ἐξ Ἰσραήλ, ἐν οʹ καὶ εʹ ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον.

### ε 3171

Ἔσωθεν: τοπικόν.

### ε 3172

Ἐσώθην: ἀπὸ τοῦ σώω, σώσω, σέσωκα, σέσωσμαι, ἐσώθην. τὸ δὲ σέσωσμαι ἀπὸ τοῦ σῴζω. τὸ δὲ σῴζω ἔχει τὸ ι, καὶ πᾶσα κλίσις ἔχουσα τὸ ζ, οἷον σῴζομαι, ἐσῳζόμην καὶ τὰ ὅμοια.

### ε 3173

Ἐσωκράτουν: ἀντὶ τοῦ ἐκόμων, ἐρρύπουν, ἐπείνων.

### ε 3174

Ἐσωματοποίει: ἔπλαττε. Πολύβιος· ὡσανεὶ καὶ τὸ αὐτό‐ ματον καὶ τύχη τις ἐσωματοποίει τὰς τοῦ Σκιπίωνος πράξεις, ὥστ’ ἐπιφανεστέρας καὶ μείζονας ἀεὶ φαίνεσθαι τῆς προσδοκίας.

### ε 3175

Ἐσωμάσκει: συνεκρότει, ηὐτρέπιζεν, ὤδινεν, ἡτοίμαζεν. ὁ δὲ πολλοὺς δεκάζων τῶν Ἰσαύρων τὰ κατὰ τὸν πόλεμον ἐσωμάσκει.

### ε 3176

Ἐσπάθα: κατανήλισκε, καὶ κατήσθιε. διὰ τοῦτο εἶπεν οὐκ ἀργὸς ἦν. σπαθᾶν δὲ τὸ ἀφειδῶς ἀναλίσκειν καὶ παρὰ τοῖς ῥήτορσιν εἴρηται. οἰκείως δὲ νῦν τῇ λέξει ἐχρήσατο. καὶ γὰρ ἐπὶ τῶν ὑφαινο‐ μένων ἱματίων λέγομεν σπαθᾶν τὸ ἄγαν κρούειν τὴν κρόκην, ὥστε προσκαθίζειν καὶ πολλὴν μὲν ἀναλίσκειν κρόκην, ἰσχυροτέραν δὲ ἀπεργάζεσθαι τὴν ὑφήν. δύναται οὖν τὸ σπαθᾶν ἐπ’ ἀμφοτέρων νοεῖσθαι. ὅτι δὲ νῦν ἐπὶ τῷ πολλὰ δαπανᾶν παρείληπται, δῆλον ἐκ τοῦ ἐπιφερομένου· ἐγὼ δ’ ἂν αὐτῇ θοιμάτιον δεικνὺς τοδί, πρόφασιν, ἔφασκον, ὦ γύναι, λίαν σπαθᾷς.

### ε 3177

Ἐσπαθᾶτο: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ἀντὶ τοῦ ἀπώλ‐ λυτο. παρὰ τὴν σπάθην. ἢ τὸ ἐρρίπτετο, ἢ διεκόπτετο· ἢ ἀντὶ τοῦ συνετίθετο. ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης, ἥτις συντίθησι τὰ ὑφαινό‐ μενα.

### ε 3178

Ἐσπαθημένος: πεπυκνωμένος. ἀπὸ τῶν κατακρουουσῶν σπαθῶν τὴν κρόκην.

### ε 3179

Ἐσπάρασσεν: ἠρέθιζεν. Ἰώσηπος· μετεώρους ὄντας ἐπὶ τῷ μέλλοντι πολέμῳ ἐσπάρασσεν.

### ε 3180

Ἐσπαρμένη παράταξις: ὅταν εἰς ὄγκους πλείονας διαλύη‐ ται τῶν πραγμάτων.

### ε 3181

Ἔσπασας: ἔπιες, εἵλκυσας. Ἀρκεσίλαε, τί μοι τόσον ἄκρητον ἀφειδῶς ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἐών.

### ε 3182

Ἔσπαιρεν: ἐκινεῖτο.

### ε 3183

Ἑσπερινός: ὁ τῆς ἑσπέρας.

### ε 3184

Ἑσπέριος: ὁ δυσικός.

### ε 3185

Ἑσπερίτης λίμνη: ἡ πρὸς τὴν δύσιν οὖσα.

### ε 3186

Ἕσπερον κέλευθον: ἑσπέριον, ἐπὶ δυσμὰς ὁδόν.

### ε 3187

Ἕσπερος. Παρμενίδης πρῶτος πεφώρακε τὸν αὐτὸν Ἕσπερον εἶναι καὶ Φωσφόρον· οἱ δὲ Πυθαγόραν.

### ε 3188

Ἕσπερος, ὃς κάλλιστα: νῦν τὸν Ἕσπερον λέγει κάλλιστον, ἐν ἄλλῳ δὲ τὸν Ἑωσφόρον φαάντατον.

### ε 3189

Ἔσπετε: εἰπεῖν ποιήσατε.

### ε 3190

Ἐσπεικώς: τεθυκώς.

### ε 3191

Ἐσπείσατο: διηλλάγη. καὶ Ἔσπεισεν, ἔθυσεν.

### ε 3192

Ἐσπεῖσθαι: σπονδὰς πεποιῆσθαι. ἄν τινα δ’ ἄρα αἰτίαν ἐπὶ ταῖς σπονδαῖς σχῇ, πρὸς τὸ μὴ αὐτὸς ἐσπεῖσθαι δοκεῖν.

### ε 3193

Ἐσπόδει κἀπέτριβεν: κονιορτοῦ ἐπλήρου, ἐσπόδου, συν‐ έτριβεν.

### ε 3194

Ἑσπόμενος: ἐπακολουθῶν.

### ε 3195

Ἐσπούδαζον: ἐσεμνολογοῦντο, ἐπεμελοῦντο. Πολύβιος· ἐσπού‐ δαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως, καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμὸς ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν· ὅπλων δὲ ἠμέλουν.

### ε 3196

Ἐς πῦρ ξαίνεις: ἐπὶ τῶν ἀδυνάτων.

### ε 3197

Ἐσταθευμέναις: ἐξ ἐπιπολῆς ὀπτηθείσαις· σταθεύειν γὰρ τὸ μὴ λίαν ὀπτῆσαι· ἢ χλιανθείσαις πυρί. ὥσπερ εἴ τις σηπίαις πώγωνα περιδήσειεν ἐσταθευμέναις.

### ε 3198

Ἐστάθμισεν: ἐμέτρησεν.

### ε 3199

Ἔσταλκεν: ἐμείωσεν.

### ε 3200

Ἐσταλμένοι: ἐσκευασμένοι. νεανίαι χωρητικῶς ἐσταλμένοι. καὶ αὖθις· πάντας δὲ ὡς ἁβρότατά τε καὶ ἅμα ἐς ἔκπληξιν κατὰ πλοῦτον, τῷ γε δὴ πλοῦτον θαυμάζοντι, ἐσταλμένους.

### ε 3201

Ἐς τάχος γράφει: οὕτω λέγεται Ἀττικῶς· καὶ ἐς κάλλος γράφει καὶ ἐς τάχος παίει, ἀλλ’ οὐ καλλιγραφεῖ.

### ε 3202

Ἔσται: τετραχῶς τούτῳ χρᾶται Ὅμηρος· ἔσσεται, ἐσσεῖται, ἔσται.

### ε 3203

Ἔστε: ἀντὶ τοῦ ἕως οὗ. οἱ δὲ τῆς Ἀσίας ἦρχον, ἔστε ὑπὸ τῶν Μακεδόνων τὴν ἀρχὴν ἀφῃρέθησαν.

### ε 3204

Ἔστε: μέχρις οὗ. Ἀππιανός· ἐλίθουν αὐτήν, ἔστε τιτρωσκο‐ μένη κατεχώσθη. καὶ ἐστὲ ὑμεῖς.

### ε 3205

Ἐστερήθην: ἐζημιώθην.

### ε 3206

Ἐστεφάνουν: οἱ Ἀθηναῖοι τοὺς εὐαγγελιζομένους καὶ τοὺς συναγορεύοντας αὐτοῖς στεφάνοις ἐτίμων.

### ε 3207

Ἐς τέφραν γράφεις: ἐπὶ τῶν μάτην πονούντων, καὶ ἀδυνάτων.

### ε 3208

Ἔστειλα: ἀπέστειλα.

### ε 3209

Ἑστήκει: ἀντὶ τοῦ ἵσταται.

### ε 3210

Ἐστηλιτευμένον: ἀναγεγραμμένον.

### ε 3211

Ἔστι: ὑπάρχει.

### ε 3212

Ἑστία: δίαιτα, οἴκησις, βωμός, χυτρόπους, ἐσχάρα. γυναῖκα πλάττουσι τὴν ἑστίαν, οἱονεὶ τὴν γῆν, τύμπανον βαστάζουσαν· ἐπειδὴ τοὺς ἀνέμους ἡ γῆ ὑφ’ ἑαυτὴν συγκλείει.

### ε 3213

Ἑστιάδες: αἱ ἱέρειαι, ἃς Ἑλένη ἡ μήτηρ Κωνσταντίνου τοῦ μεγάλου μετὰ τὸ ἀνευρεῖν τὰ ἅγια καὶ τίμια ξύλα, καὶ ναὸν ἀνεγεί‐ ρασα ἐν τῷ τάφῳ τοῦ κυρίου, τὰς παρθένους ἐν τοῖς εὐκτηρίοις ἀναγράψασα σηκοῖς σιτήσεις τε αὐταῖς ἐκ τοῦ δημοσίου ἐπιχορηγεῖσθαι παρεκελεύσατο. ταῦτα διαπραξαμένη καὶ ὀγδοήκοντά που βιώσασα χρόνους τὸν βίον μεταλλάττει. ὁ δὲ υἱὸς αὐτῆς ἐν τοῖς κατὰ τὴν Ῥώμην βασιλείοις τὸ σῶμα αὐτῆς ἐκήδευσεν. οὐδὲν ἀεὶ φαίην ἀπόρρητόν τι κρύπτειν αὐτούς, ὥσπερ τὰς Ἑστιάδας τὸ πῦρ.

### ε 3214

Ἑστίᾳ θύομεν: ἐφ’ ὧν οὐκ ἀποφέρονται ἀπὸ τῆς θυσίας.

### ε 3215

Ἑστιᾶν· αἰτιατικῇ. τρέφειν. καὶ Ἑστιᾶσθαι, τρέφεσθαι, εὐωχεῖσθαι. οὐχὶ δὲ τὸ παρά τινι ἔλεγον. δοτικῇ δὲ συντάσσεται τὸ ἑστιῶ. Ἀριστοφάνης· τοῖς κόραξιν ἑστιῶν.

### ε 3216

Ἑστιατορεῖον: τὸ τραπέζιον.

### ε 3217

Ἑστιατορία: ἑστίασις.

### ε 3218

Ἑστιατόρια· ἦν δὲ ἑστιατόρια πολλὰ καὶ καταλύσεις.

### ε 3219

Ἑστιάτωρ: ὁ εἰς εὐωχίαν καὶ εὐφροσύνην καλῶν. δαιτυμόνες δὲ οἱ ἀριστηταί.

### ε 3220

Ἑστιαιεύς: ὄνομα κύριον. καὶ Ἑστιαῖος, ὄνομα κύριον.

### ε 3221

Ἐς τί ἔτι: μέχρι τίνος.

### ε 3222

Ἑστιεῖς: ὄνομα ἔθνους.

### ε 3223

Ἐστιμμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς: ἐκαλλωπίσατο.

### ε 3224

Ἐστίν· ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός.

### ε 3225

Ἔστιξαν: τῷ μετώπῳ ὑπέγραψαν.

### ε 3226

Ἑστιώμενος: τρώγων.

### ε 3227

Ἑστιῶν: ἀριστοποιῶν. ὁ δὲ ἑστιᾷ τὸν ἄνδρα ἡμερῶν ϛʹ ἐς πανθοινίαν.

### ε 3228

Ἔστι τις δίκης ὀφθαλμός, ἧς μηδέποτε καταφρονεῖν ἀνθρώπους ὑπάρχοντας.

### ε 3229

Ἐστομώθη: ἀντὶ τοῦ ἠνοίχθη. οἱ δὲ ὤρυττον, καὶ ταχέως τὸ χῶμα ἐστομώθη.

### ε 3230

Ἐστόρεσεν: ἔστρωσεν. οἱ ἄνεμοι παραχρῆμα ἐκόπασαν, καὶ τὸ κῦμα ἐστορέσθη· πνεῦμα δὲ κεκριμένον κατὰ πρύμναν ἐπέρρει καὶ τὰ ἱστία ἐπλήρου.

### ε 3231

Ἐστορέσθη: ἐστρώθη, ὡμαλίσθη.

### ε 3232

Ἔστω: ὑπαρχέτω.

### ε 3233

Ἐστωμυλάμην: ἀντὶ τοῦ ἐφλυάρησα, περισσόν τι τοῦ δέοντος ἐλάλησα ἢ πανούργως ἐφθεγξάμην. Ἀριστοφάνης· συγγνώμην ἔχε, εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.

### ε 3234

Ἐστρατήγησε μετ’ Ἐρασινάδου: ἐπὶ τῶν δυστυχῶν. ἐκ τῶν περὶ Ἀργίννουσαν στρατηγησάντων δυστυχῶς. ἀπέθανε δὲ δημο‐ σίᾳ οὗτός τε καὶ οἱ ὑπομείναντες Θράσυλλος, Περικλῆς καὶ οἱ λοιποί. ἐγένετο δέ τι καὶ περιττότερον τῷ Ἐρασινάδῃ, τὸ καὶ κλοπῆς κατη‐ γορηθῆναι τῶν περὶ Ἑλλήσποντον χρημάτων.

### ε 3235

Ἐστρέβλου: ἐκάκου, ἠνάγκαζε. τοῦτον οὖν πλευρῖτις νόσος περιλαβοῦσα ἐστρέβλου δεινῶς.

### ε 3236

Ἔστυγεν: ἐστύγνασεν. ἀπὸ τῆς τοῦ προσώπου στυγνότητος. Ὅμηρος· κατὰ δ’ ἔστυγε μῦθον ἀκούσας.

### ε 3237

Ἐστυκώς· οὐδὲν μέγα φρονεῖ ἐστυκὼς ἀνήρ.

### ε 3238

Ἐς ὕδωρ γράφειν: ἐπὶ τῶν μάτην πονούντων.

### ε 3239

Ἐσφαλκέναι· ὥστε καὶ τὸν ἴδιον οἶκον ἐσφαλκέναι τὸ καθ’ αὑτόν, διὰ τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ προστασίαν.

### ε 3240

Ἐσφηκόωντο. καὶ Ἐσφηκῶσθαι, δεδέσθαι. καὶ Ἐσφή‐ κωτο, ἐδέδετο.

### ε 3241

Ἔσφηλε: κατέβαλεν. ἄλλον δὲ οὐχ ὥσπερ Κράσσον τε καὶ τοὺς ξὺν ἐκείνῳ ἔσφηλεν. ἀντὶ τοῦ σφαλῆναι ἐποίησεν.

### ε 3242

Ἐσχάρα· ἐσχάραν φησὶ καλεῖσθαι Λυκοῦργος καὶ Ἀμμώνιος τὴν μὴ ἔχουσαν ὕψος, ἀλλ’ ἐπὶ γῆς ἱδρυμένην, ἢ κοίλην. παρ’ ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν σώματι κοῖλα ἕλκη ἐσχάρας καλοῦσιν.

### ε 3243

Ἐσχάρα: μαγειρικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· ἠθμόν τε πουλύτρητον ἠδὲ τετράπουν πυρὸς γέφυραν, ἐσχάρην κρεηδόκον.

### ε 3244

Ἐσχάραι: τὰ χείλη τοῦ γυναικείου αἰδοίου.

### ε 3245

Ἐσχάραι πυρός: ἐπὶ ἐδάφους ἀνθρακιαί.

### ε 3246

Ἐσχαρίου πυρός: τοῦ ἐπὶ τῆς ἐσχάρας. ἤριπεν ἐσχαρίου λάβρον ἐπ’ ἆσθμα πυρός.

### ε 3247

Ἐσχαρίτην: ψωμίον ἀπὸ κλιβάνου.

### ε 3248

Ἔσχατα ἐσχάτων κακὰ διαπέπρακται: ὁμοία ἐστὶ τῇ δεινότερα Δεινίου καὶ κύντερα Κύντωνος. ἡ παροιμία ἐπὶ τῶν ἄκρων κακῶν.

### ε 3249

Ἔσχατα κακά: τὰ μεγάλα. παθεῖν τὰ ἔσχατα κακὰ ἐκ τῶν ὁμοφύλων ἢ ἀνδράσιν ἀπίστοις σφᾶς ἐπιτρέψαι. καὶ αὖθις· ὁ δὲ οὐ παύεται πολιορκίᾳ τὴν πόλιν ἐς τὸ ἔσχατον ὑπάγων κινδύ‐ νου. καὶ αὖθις· λιπαροῦντος οἰκτρῶς καὶ ξὺν ἱκεσίᾳ, μὴ τὰ ἔσχατα αὐτὸν περιϊδεῖν παθόντα. ἀντὶ τοῦ τέλεια, μεγάλα.

### ε 3250

Ἐσχάτη ἀδικία: ἄκρα τε καὶ τελεία.

### ε 3251

Ἐσχάτη ἀμαθία· τὸ δέ ἐστι τῆς ἐσχάτης ἀμαθίας· ὑπὲρ οὗ πολλὰ λέγειν ἔχων νῦν ἀφίημι.

### ε 3252

Ἐσχατιά: τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον, οἷς γειτνιᾷ εἴτε ὄρος εἴτε θάλασσα. καὶ ἡ εὐτέλεια λέγεται ἐσχατιά. καὶ αὖθις· ὁ Διοκλητιανὸς λόγον ποιούμενος τῶν πραγμά‐ των ᾠήθη δεῖν καὶ δυνάμεσιν ἀρκούσαις ἑκάστην ἐσχατιὰν ὀχυρῶσαι καὶ φρούρια ποιῆσαι.

### ε 3253

Ἐσχατιάν: ἔσχατον τόπον γῆς. ἢ τὰ νομὰς ἔχοντα χωρία· ὡς καὶ Ἀριστοτέλης ἐν τῷ ηʹ τῆς Πολιτείας. ὅτι τὰ ἀθροίσματος σημαντικὰ καὶ οὐσίας πάντα ὀξύνεται· ἀχυρμιά, φυταλιά, πυρκαϊά, ἀνθρακιά, ἐσχατιά. οὕτω καὶ τρασιά· ἔστι δὲ τόπος, ὅπου ἐστὶ πλῆθος σύκων ξηραινομένων ἢ τυρῶν ἢ ὁτουδήποτε. καὶ τὸ αἱμασιὰ οὕτως ἔχει ἀπὸ τοῦ συμβεβηκότος τὸ ὄνομα. τὸ ἐξεσία, ὁσία, οὐκ ἀντίκειται ἐπὶ πράγματος.

### ε 3254

Ἔσχατος Μυσῶν πλεῖν: Ἕλλησι λοιμῷ κρατουμένοις ὁ θεὸς ἔχρησεν, ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν. οἱ δὲ τὸ μὲν πρῶτον ἠπό‐ ρουν· αὖθις δὲ τὴν Αἰολίδα παρὰ τοῖς ἐσχάτοις τῆς Μυσίας εὗρον. ἔνιοι τὴν παροιμίαν τοῦ χρησμοῦ λέγουσι Τηλέφῳ μαντευομένῳ γεγονέναι περὶ γονέων, ἐπὶ τίνας τόπους ἐλθὼν εὕροι τοὺς γονεῖς, τὸν δὲ θεὸν προστάξαι, πλεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν. ἀφικόμενον δ’ εἰς Τευθρανίαν, νέμεσθαι γὰρ ταῦτα τὰ χωρία Μυσούς, ἐπιτυχεῖν τῇ μητρὶ αὑτοῦ. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν δυσχερῆ ἐπιτασσο‐ μένων. Ἔσχατος δὲ παρὰ τὴν σχέσιν καὶ κώλυσιν, ὁ τελευταῖος. καὶ ὕστατος, καὶ ὅτι ὑπ’ αὐτόν ἐστιν ἡ στάσις, καὶ οὐκέτι προβῆναι δύναται, ἀλλ’ ὕστερος εἱστήκει, τοῦ πρώτου μὴ ἐῶντος. καὶ τὸ πύμα‐ τος, ἀπὸ τοῦ πεπαῦσθαι, καὶ τέρμιον, τὸ ἔσχατον, ἀπὸ τοῦ τέρματος, ὅ ἐστι τέλους.

### ε 3255

Ἐσχατόωσαν: κειμένην ἐσχάτην.

### ε 3256

Ἐσχάτως: ἄκρως. Μένανδρος· φοβοῦμαί σε ἐσχάτως.

### ε 3257

Ἔσχε: κατέπαυσε. Θουκυδίδης· αἱ δὲ τριήρεις πλέουσαι εἰς Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας. καὶ Αἰλιανός· οὐ γὰρ ἔσχον ἀνήνασθαι τὸ πρόσταγμα. ἀντὶ τοῦ ἠδυνήθησαν.

### ε 3258

Ἐσχεδίαζον: ἡτοίμαζον. ἢ ἐκ τοῦ παρατυχόντος ἔλε‐ γον. Ἰώσηπος· τοῖς δὲ τὸν πόλεμον ἐξάψασιν ἐσχεδιάζοντο πρὸς ἡδονήν. καὶ Πολύβιος· ἁπλῶς δὲ πάντα κατὰ τὸ συνεχὲς ἐκ τῆς ἀρχῆς ἄχρι τέλους ἐσχεδιάσθαι καὶ διημαρτῆσθαι.

### ε 3259

Ἔσχετο: ἐπεσχέθη.

### ε 3260

Ἐσχηματισμένος: ὁ προσποιητὸν τρόπον ἔχων καὶ δοκῶν εἶναι κόσμιος· ὡς παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Τίμωνα· οἱ δ’ ἀλαζονεύον‐ ται μὲν Τίμωνι παραπλησίως καὶ ἐσχηματισμένοι περιέρχονται, ὥσπερ οὗτος.

### ε 3261

Ἐσχολάρχησε: σχολῆς ἦρξεν, ἐδίδαξεν.

### ε 3262

Ἐτάζω· αἰτιατικῇ.

### ε 3263

Ἔται: οἱ πολῖται. πηοὶ δὲ οἱ κατ’ ἐπιγαμίαν συγγενεῖς.

### ε 3264

Ἐταινίωσε: περιείλησε, συνέσφιγξεν. ὁ δὲ κατεταινίωσε τὸ τραῦμα τῇ ζώνῃ.

### ε 3265

Ἑταίρα: φίλη, πόρνη. ὅτι Σκιπίων ἑταίρας καὶ θύτας καὶ μάντεις ἐξήλαυνε τοῦ στρατοπέδου, οἷς διὰ τὰς δυσπραξίας οἱ στρατιῶ‐ ται περιδεεῖς γεγονότες ἐχρῶντο.

### ε 3266

Ἑταῖραι Κορίνθιαι: Λαΐς, Κυρήνη, Λέαινα, Σινώπη, Πυρρίνη, Σκιώνη, Ῥοδῶπις Θρᾳκική, σύνδουλος Αἰσώπου τοῦ λογο‐ ποιοῦ· ἥτις ἐλευθερωθεῖσα κατέμεινεν ἐν Αἰγύπτῳ. φησὶ δὲ Ἀριστο‐ φάνης ἐν Πλούτῳ· καὶ τάς γ’ ἑταίρας φασὶ τὰς Κορινθίας, ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν· ἂν δὲ πλού‐ σιος, τὸν πρωκτὸν αὐτὰς εὐθὺς εἰς τοῦτον τρέπειν.

### ε 3267

Ἑταῖρε: ὁ Πλάτων καὶ οἱ ἄλλοι φιλόσοφοι τοὺς γνησίους ἐραστὰς τῶν λόγων ἑταίρους ἐκάλουν· οὓς ἐμιμεῖτο Ἰουλιανὸς ἑταί‐ ρους πάντας καλῶν ἐν ταῖς συνουσίαις, οὐκ ἀπαυθαδιζόμενος τῇ βασιλεία.

### ε 3268

Ἑταιρεία: ἡ συνήθης ὁμόνοια, καὶ φιλία. Βάβριος· θέντο μετ’ ἀλλήλοισιν ἑταιρείην μύε δοιώ, οὐ καθ’ ὁμὰ ζώοντες· ὁ μὲν κατὰ νειὸν ἐρήμην ἐτρέφετ’, ὃς δὲ δόμοισιν ἐν ἀφνειῶν τρέφετ’ ἀνδρῶν. Ἑταιρεία καὶ τὸ τάγμα. καὶ Ἑταιρειάρχης, ὁ τῆς ἑταιρείας ἄρχων.

### ε 3269

Ἑταιρεῖος: ὁ Ζεὺς παρὰ Κρησί. σημαίνει δὲ καὶ τὸν φίλον.

### ε 3270

Ἑταιρία: ἡ φιλία. ἰδίως ἐπὶ τῆς ἑταιρίσεως τοὔνομα τέ‐ ταχεν Ἀνδοκίδης.

### ε 3271

Ἑταιριζομένη: ἐρεθιζομένη, προσκνωμένη. Ἑταιρίζω γὰρ τὸ φίλον προσλαμβάνομαι.

### ε 3272

Ἑταιρισάμενος: συνεργήσας. καὶ Ἑταιρίσας, πορνεύ‐ σας. καὶ Ἑταιρήσεις, τὰς πορνείας.

### ε 3273

Ἑταιρίστριαι: αἱ καλούμεναι τριβάδες.

### ε 3274

Ἑταῖρος: ὁ ἴδιος.

### ε 3275

Ἑταιρῶ: ἐπὶ τῆς πόρνης.

### ε 3276

Ἑταιρῶν ἀνθινῶν: νόμος Ἀθήνησι τὰς ἑταίρας ἄνθινα φορεῖν.

### ε 3277

Ἔτεα: ἔτη παρ’ Ὁμήρῳ.

### ε 3278

Ἐτέθησαν: ὑπέκυψαν, ἐπείσθησαν. οἱ δὲ τῇ τοῦ βασιλέως μᾶλλον καὶ τοῦ ἐπισκοποῦντος ἐτέθησαν βουλῇ.

### ε 3279

Ἐτέκταινον: κατεσκεύαζον.

### ε 3280

Ἐτέαρχος· ζήτει ἐν τῷ Βάττος.

### ε 3281

Ἐτελέσθησαν: ἐμιάνθησαν, μετέσχον τῆς μιαρᾶς συνου‐ σίας. ἐκοινώνησαν.

### ε 3282

Ἐτέλει: ἐτέτακτο.

### ε 3283

Ἐτεοβουτάδαι: γένος Ἀθηναίοις πολὺ λαμπρόν, ἀπὸ Βούτου· ἀφ’ οὗ οἱ ἱερεῖς καθίσταντο Ἀθήνησιν. ὅτι οἱ Ἐτεοβουτάδαι ἀπόγονοι τοῦ Βούτου τοῦ ἱερέως. τὸ γὰρ ἐτεὸν ἀληθὲς δηλοῖ.

### ε 3284

Ἐτεοκλῆς: ὄνομα κύριον. καὶ Ἐτεοκλείης.

### ε 3285

Ἐτεόν: ἀληθῶς. ἐτεὸν ἡγῇ γὰρ θεούς; ἀληθῶς πεπίστευκας εἶναι θεούς;

### ε 3286

Ἐτεόνικος: ὄνομα κύριον.

### ε 3287

Ἐτεωνεύς: ὄνομα κύριον.

### ε 3288

Ἑτεραλκέα: ἑτεροκλινῆ. Ἑτεραλκὴς νίκη, ἐπὶ ἵππου ὅταν οἱ ἡττηθέντες νικήσωσιν.

### ε 3289

Ἑτερόγναθος: ἀπειθής, ἢ ἄπληστος, καὶ ἀμφοτέραις ταῖς γνάθοις ἐσθίων.

### ε 3290

Ἑτερομάσχαλος χιτών: ἣν ἐξωμίδα λέγουσιν.

### ε 3291

Ἑτερομόλιος δίκη: εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον.

### ε 3292

Ἕτερον· Ὅμηρος· ὅς χ’ ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. ἐνταῦθα δοκεῖ συγκεχύσθαι τὸ δυϊκόν. ἔδει γὰρ ἕτερον δὲ εἴπῃ, ἑτέρου πρὸς ἕτερον ἀντιδιαστελλομένου. τὸ γὰρ ἄλλος ἐπὶ πλειόνων τίθεται. πιθανεύονται δέ, ὅτι ἐπὶ τῶν ὁμοειδῶν τὸ ἕτερον.

### ε 3293

Ἕτερος: ἐπιμεριζόμενον. τετραχῇ δὲ ἐπιμερίζονται· εἷς ἐκ δύο, ὡς ἕτερος τῶν ὀφθαλμῶν· δύο καθ’ ἕνα, ὡς ἑκάτερος· εἷς ἐκ πολλῶν, ὡς ἄλλος· πολλοὶ καθ’ ἕνα, ὡς ἕκαστος.

### ε 3294

Ἑτερόστομος φάλαγξ καλεῖται, ἥτις πορεύεται, τὸ μὲν ἡγούμενον ἥμισυ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ· τουτέστι τοὺς ἡγε‐ μόνας ἐξ εὐωνύμου, τοῦ δὲ λοιποῦ ἡμίσεως τοὺς ἡγεμόνας ἐν δεξιᾷ παραγωγῇ.

### ε 3295

Ἑτερόφθαλμος: ὁ ἐν Λοκροῖς νομοθετήσας. Δημοσθένης ἐν τῇ κατὰ Τιμοκράτους.

### ε 3296

Ἑτερόχροιος: ὁ ἀλλοῖος κατὰ τὴν χροιάν.

### ε 3297

Ἑτέρωθεν καὶ Ἑτέρωθι καὶ Ἑτέρωσε: εἰς ἕτερον μέ‐ ρος. ἀλλαχόσε.

### ε 3298

Ἑτεροῖος: ὁ ἄλλος.

### ε 3299

Ἑτεροιουμένη: ἀλλοιουμένη.

### ε 3300

Ἑτεροιῶ: τὸ μεταβάλλω.

### ε 3301

Ἑτεροίως: ἀλλοίως.

### ε 3302

Ἐτετρήχει: ἐτετράχυτο.

### ε 3303

Ἐτεχνίτευε: μετὰ τέχνης καὶ δόλου ἠρεύνα. Ἰώσηπος· ἐτεχνί‐ τευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προέχει κατ’ ἀρετήν.

### ε 3304

Ἔτειον: ἐνιαύσιον. ἐπέτειον δέ, τὸ μὴ μόνον, ἀλλὰ πρὸς ἐνιαυτὸν ἀκμάζον. καὶ Ἔτειος καρπὸς καὶ καιρός.

### ε 3305

Ἔτειρεν: κατεπόνησεν.

### ε 3306

Ἐτειχηροῦντο: τοῖς τείχεσι περιεστοιχίζοντο, περιεκλείοντο. ἐντὸς δὲ τῆς τάφρου καὶ τοῦ ἐρύματος ἐτειχηροῦντο.

### ε 3307

Ἐτήρει: ἐταμίευε. τοὺς δὲ νεωτέρους ἐτήρει τῷ θριάμβῳ.

### ε 3308

Ἔτης: ὁ πολίτης· ἀπὸ τοῦ ἔθους. ὡς ξένος, ὁ ἔξω τῆς ἑνότητος ὤν, ἢ παρὰ τὸ ἔξω εἶναι.

### ε 3309

Ἐτησίαι: οἱ ἄνεμοι οἱ κατ’ ἔτος πνέοντες. πνέουσι δὲ ἐν ἀκμῇ τοῦ θέρους, διότι ὁ ἥλιος μετεωρότερος καὶ ἀπὸ τῶν μεσημβρι‐ νῶν τόπων ἀρκτικώτερος γινόμενος λύει τὰ ὑγρὰ τὰ ἐν ταῖς ἄρκτοις. λυόμενα δὲ ταῦτα ἐξαεροῦται καὶ πνευματοῦται, καὶ ἐκ τούτων γίνονται οἱ Ἐτησίαι καὶ ἀπὸ τῶν ἀρκτῴων τόπων φέρονται ἐπὶ τοὺς μεσημβρινούς. ἃ προσπίπτει τοῖς ὑψηλοτέροις ὄρεσι τῆς Αἰθιοπίας, καὶ πολλὰ καὶ ἀθρόα γινόμενα ἀπεργάζονται ὑετούς, καὶ ἐκ τῶν ὑετῶν τούτων πληθωρεῖται ὁ Νεῖλος τοῦ θέρους, ἀπὸ τῶν μεσημβρινῶν καὶ ξηρῶν τόπων ῥέων.

### ε 3310

Ἐτήσιος: ὁ κατ’ ἔτος.

### ε 3311

Ἐτήτυμος: ὁ ἀληθής.

### ε 3312

Ἔτι: ἐπίρρημα. παρέλκει ἀεὶ παρὰ τοῖς Ἀττικοῖς. Ἀριστο‐ φάνης· ἦν οὖν ἐμοὶ πέπεισθε, σωθήσεσθ’ ἔτι.

### ε 3313

Ἐτίθετο· οὐδὲ τῇ ὄψει τῶν ὀνείρων ἐτίθετο. ἀντὶ τοῦ προσέκειτο, προσεῖχεν.

### ε 3314

Ἐτιθηνήσατο: ἐγαλούχησε.

### ε 3315

Ἐτίθει σκάνδαλον.

### ε 3316

Ἔτι μήν: χρονικὸν ἐπίρρημα.

### ε 3317

Ἐτιμησάμην· ὡς ἔγωγ’ ἐτιμησάμην ἂν τοῦ παντός, Ἀντώνιον τὸν ἀποκτείναντα Κικέρωνα περιεῖναι.

### ε 3318

Ἐτιμήσατο: ἐξηριθμήσατο. ὁ δὲ συλληφθεὶς ἐκ τῶν βαρβάρων, καὶ τοῦ βασιλέως περὶ ἀφέσεως ἀντιπρεσβευσάμενος, ἐτιμήσατο τὴν ζωὴν αὐτοῦ ὁ βάρβαρος λιτρῶν τʹ.

### ε 3319

Ἐτιμήσαντο: ἐζημίωσαν, κατεδίκασαν. οἱ δὲ τὸν Σωκράτην θανάτου ἐτίμησαν. Τίμημα γὰρ ἡ ζημία καὶ ἡ καταδίκη.

### ε 3320

Ἐτιμήσασθε: ἀντὶ τοῦ ἠγοράσατε. Θουκυδίδης· ἣν ὑμεῖς πολλῶν χρημάτων ἐτιμήσασθε.

### ε 3321

Ἐτισάμην: ἐτιμωρησάμην.

### ε 3322

Ἔτισαν: ἔδωκαν. Αἰλιανός· ἀνθ’ ὧν οἱ Φωκεῖς ἔτισαν δίκας βαρυτάτας.

### ε 3323

Ἔτισε: δέδωκεν. ὁ δὲ ἔτισε δίκας, ὧν ἔπραξεν. οὐ γάρ τι που ταχεῖ καὶ ὠκυμόρῳ τέλει τὸν βίον κατέστρεψεν, ἀλλ’ ἐκολάζετο χρόνῳ.

### ε 3324

Ἔτλη: ὑπέμεινεν.

### ε 3325

Ἐτνήρυσις: ἀθάρα μετὰ γάλακτος. καὶ ἐτνήρυσις, ἡ ζωμά‐ ρυστρος, ἐν ᾗ τὸ ἔτνος ἀρύονται· ὥσπερ οἰνήρυσις πᾶν τὸ ταράσσον. ἔτνος δὲ ἔλεγον τὴν ἀθάραν καὶ τὸ πίσσηνον ἀπέψημα. καὶ κνῆ‐ στιν καὶ τὰν ἐτνοδόνον τορύναν.

### ε 3326

Ἔτνος: τὸ ὄσπριον.

### ε 3327

Ἐτόπασεν: ὑπενόησεν, ἐνόμισεν.

### ε 3328

Ἔτορεν: ἔτρησεν, ἐτρύπησεν.

### ε 3329

Ἐτός: παρέργως. Ἔτος δὲ ὁ χρόνος. καὶ δοτικὴ τῷ ἔτει· καὶ πληθυντικῶς τὰ ἔτη.

### ε 3330

Ἐτυρώθη: ἐσκληρύνθη. Δαβίδ· ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν.

### ε 3331

Ἐτώθαζον: ἔσκωπτον, ἐχλεύαζον, ἐλοιδόρουν. οἱ δὲ ἐς τὸν Χοσρόην ὕβριζον ἀπὸ τῶν ἐπάλξεων καὶ ξὺν γέλωτι ἀκόσμῳ ἐτώθα‐ ζον. ἢ Ἐτώθασαν, ἐκαυχήσαντο.

### ε 3332

Ἐτώσιον: τὸ μάταιον.

### ε 3333

Ἐτραχηλίασε: κατισχυρεύσατο· ἢ ἐγαυρίασεν. ἀπὸ τῶν βοῶν τῶν ἀποβαλλόντων τοῦ τραχήλου τὸν ζυγόν. Ἰώβ· ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν.

### ε 3334

Ἔτρησεν: ἐτρύπησεν.

### ε 3335

Ἐτρίβετο: ὑπερετίθετο, ἀνεβάλλετο. μέχρι πολλοῦ διαφερο‐ μένων, ἐτρίβετο ἡ προσβολή.

### ε 3336

Ἐτρύχωσεν: ἐξέτριψεν. ἡ δὲ γῆ ἀγονίαις κατειλημμένη ἔτρυχεν αὐτοὺς ἀλγεινότατα.

### ε 3337

Ἑτοιμάζω. αἰτιατικῇ.

### ε 3338

Ἕτοιμος: ὁ εὐχερής.

### ε 3339

Ἑτοίμως: ἐμπαρασκεύως. Ἐτύμως δὲ ἀληθῶς. διὰ τοῦ υ ψιλοῦ καὶ ψιλοῦται.

### ε 3340

Ἔτυμος: ὁ ἀληθής.

### ε 3341

Ἐτύγχανεν.

### ε 3342

Ἐτύθη: ἐσφαγιάσθη.

### ε 3343

Ἐτυμοκλῆς: ὄνομα κύριον.

### ε 3344

Ἔτυχον· γενικῇ.

### ε 3345

Ἐτυμολογία.

### ε 3346

Ἔοιγμεν: ἐοίκαμεν.

### ε 3347

Ἔοικα βοῦς ἐπὶ σφαγὴν μολεῖν.

### ε 3348

Ἐοίκασι τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς: παροιμία ἐπὶ τῶν ὠχριώντων καὶ ἰσχνῶν. Πύλος δὲ χωρίον τῆς Λακωνικῆς, ἔνθα Κλέων στρατηγήσας τοὺς αἰχμαλώτους ἀπὸ Σφακτη‐ ρίας ἔλαβεν. εἰκὸς οὖν τούτους διὰ τὸν τοῦ αἰχμαλωτισμοῦ φόβον καὶ διὰ τὸ πολλαῖς μὲν ἡμέραις πεπολιορκῆσθαι ἐν ἐρήμῳ νήσῳ, καὶ ἀφ’ ἧς οὐδὲν τῶν ἐπιτηδείων ἦν λαβεῖν, πολλῷ δὲ μετὰ τὴν ἅλωσιν συγκεκλεῖσθαι χρόνῳ δεδεμένους ἐν ξύλῳ, ὠχρούς τε καὶ ἰσχνοὺς καὶ δυσειδεῖς γεγονέναι.

### ε 3349

Ἔοικεν: ἔπρεπεν.

### ε 3350

Ἐοικότα: πρόσφορα.

### ε 3351

Εὖ: καλῶς. ἐρᾷ αὐτῆς ἀνὴρ Ῥωμαῖος, Ἄππιος ὄνομα, τῶν εὖ γεγονότων.

### ε 3352

Εὔα: ἡ πρώτη γυνὴ καὶ πρώτη τοῦ κόσμου παράβασις· εἰ καὶ ὁ Ἀδὰμ ὁ ἀνὴρ αὐτῆς Ζωὴν ταύτην κέκληκεν, ὡς ἐσομένην μητέρα τῶν ζώντων.

### ε 3353

Εὐά: τράγου φωνῆς μίμημα. ὁ δὲ τράγος ἐκ τοῦ φρέατος ἀπεπήδησε τὸ αὐτὸ φωνήσας εὐά.

### ε 3354

Εὐαγελάων: ὄνομα κύριον.

### ε 3355

Εὐαγγέλιον: τὰ κάλλιστα ἀπαγγέλλον.

### ε 3356

Εὐαγγελίζομαί σε· αἰτιατικῇ. εὐαγγελίζομαι δέ σοι χαράν.

### ε 3357

Εὐάγγελος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀνακαλυπτό‐ μενος· ὡς Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς.

### ε 3358

Εὐαγές: ἁγνόν, εὐσεβές, ὅσιον, θειότατον. γένους δὲ ἦν εὐαγοῦς, οὐκ ἐπὶ δυνάμει τρυφώσῃ λαμπρυνομένου, οὐδὲ ἐπὶ χρημά‐ των περιουσίᾳ κολακικῇ.

### ε 3359

Εὐαγές: καλῶς κεκλασμένον.

### ε 3360

Εὐαγής: καλῶς περιηγμένος. μεταφορικὸς κύκλος. καὶ ἐν Ἐπιγράμμασι· Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων χαλ‐ κευτὰν κατέχει Πίνδαρον ἥδε κόνις.

### ε 3361

Εὐάγητον: καθαράν, λαμπράν. Ἀριστοφάνης Νεφέλαις· δροσε‐ ρὰν εὐάγητον φύσιν.

### ε 3362

Εὐάγκαλον: ἐλαφρόν, εὐμαρῆ. ὁ δὲ Αἰνείας τὸν πατέρα ἐπι‐ θέμενος τοῖς ὤμοις ἐξῆγε, φόρτον ὡς υἱεῖ φιλοπάτορι καὶ τοῦτον εὐάγκαλον. οὕτω φησὶν Αἰλιανός.

### ε 3363

Εὐαγόρας, Λίνδιος, ἱστορικός. ἔγραψε Βίον Τιμαγένους καὶ ἑτέρων λογίων, Ζητήσεις κατὰ στοιχεῖον Θουκυδίδου, Τέχνην ῥητορι‐ κὴν ἐν βιβλίοις εʹ, τῶν παρὰ Θουκυδίδῃ ζητουμένων κατὰ λέξιν, ἱστορίαν τε περιέχουσαν τὰς Αἰγυπτίων βασιλείας.

### ε 3364

Εὐάγωγον: εὐχερές. καλῶς ἀναγόμενον. ἢ Εὐάγω‐ γον, εὐθήρατον, εὔληπτον.

### ε 3365

Εὐάγριος· οὗτος ἔγραψε διάφορα καὶ ὑπόμνημα εἰς τὰς παροιμίας Σολομῶντος.

### ε 3366

Εὔαδεν: ἤρεσεν.

### ε 3367

Εὐάθλους δέκα: Εὔαθλος ῥήτωρ ἦν πονηρός. Ἀριστοφάνης Ὁλκάσιν· ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος, ὥσπερ Εὔαθλος παρ’ ἡμῖν τοῖς νέοις. ἦν δὲ καὶ εὐρύπρωκτος καὶ λάλος καὶ ἀγεννής. διὸ καὶ τοξότην αὐτὸν καλεῖ, οἷον ὑπηρέτην.

### ε 3368

Εὐάλωτον: εὐκόλως χειρούμενον.

### ε 3369

Εὐανακλήτως: συμπαθῶς. καὶ πρὸς τοὺς χαλεπήναντας καὶ πλημμελήσαντας εὐανακλήτως ἔχειν, εὐαναδιδάκτως, ἐπειδὰν αὐτοὶ ἐπανελθεῖν θέλωσιν.

### ε 3370

Εὐανδρία· Δείναρχος· εὐανδρίας ἀγὼν ἤγετο.

### ε 3371

Εὐανθὴς γλῶσσα. ἡ ἄκρως ἠττικισμένη ὁμιλία καὶ πολλῶν γέμουσα χαρίτων καὶ μουσικῶν ἀπηχημάτων ἀπόζουσα.

### ε 3372

Εὐάντητος: εὐαπάντητος. ἔστι δὲ καὶ ὄνομα κύριον.

### ε 3373

Εὐάντυγα: εὐάξονα.

### ε 3374

Εὐάρεος.

### ε 3375

Εὐαρεστῶ· δοτικῇ.

### ε 3376

Εὐαρίθμητοι: ὀλίγοι. ἐν εὐαριθμήτοις ἡμέραις τῷ Καίσαρι συνόντες. ἀντὶ τοῦ ἐν ὀλίγαις.

### ε 3377

Εὐαρμοστότερος: τοῦ συμφέροντος στοχαζόμενος. ὁ δὲ ἐδόκει πρὸς πάντας τοὺς καιροὺς εὐαρμοστότερος εἶναι Πασιστράτου, διὰ τὸ βαθύτερος τῇ φύσει καὶ στασιμώτερος μᾶλλον ἢ τολμηρότερος ὑπάρχειν.

### ε 3378

Εὐαστήρ: ἐπίθετον Διονύσου. παρὰ τὸ εὐοῖ ἐνθουσιαστι‐ κόν. ἐν Ἐπιγράμμασι· ἀγρονόμων τάδε Πανὶ καὶ εὐαστῆρι Λυαίῳ, τουτέστι Λυαίῳ, πρέσβυς καὶ Νύμφαις Ἀρκὰς ἔθηκε Βίτων.

### ε 3379

Εὐαφές: εὐμάλακτον, εὐψηλάφητον.

### ε 3380

Εὐάφορα: εὔσκοπα, εὐθεώρητα. κολωνὸν ἐπιλεξάμενος, ὑφ’ οὗ τά τε ἔμπροσθεν καὶ τὰ κατόπιν εὐάφορα ἦν, λόχον ἐπ’ αὐτοῦ ἐπέστησεν.

### ε 3381

Εὖ βεβηκότα: εὐσταθῆ.

### ε 3382

Εὐβοεῖς: ἐθνικόν.

### ε 3383

Εὔβοτον: καλὰ βοσκήματα ἔχουσαν.

### ε 3384

Εὐβουλία: ἐπιστήμη τοῦ σκοπεῖσθαι, ποῖα καὶ πῶς πράττοντες πράξομεν συμφερόντως.

### ε 3385

Εὔβουλος: δημαγωγὸς ἦν ἐπιφανέστατος.

### ε 3386

Εὔβουλος, Κήττιος, Ἀθηναῖος, υἱὸς Εὐφράνορος, κωμικός. ἐδίδαξε δράματα ρδʹ. ἦν δὲ κατὰ τὴν ραʹ Ὀλυμπιάδα, μεθόριος τῆς μέσης κωμῳδίας καὶ τῆς παλαιᾶς.

### ε 3387

Εὔβοια: ἡ νῆσος.

### ε 3388

Εὐγαίων: ὄνομα κύριον.

### ε 3389

Εὖγε: καλῶς, ὁσίως. λέγεται δὲ καὶ ἐπὶ εἰρωνείας πολλάκις.

### ε 3390

Εὐγενάτορος: σοφιστοῦ τινος.

### ε 3391

Εὐγενέστερος Κόδρου: τοῦ υἱοῦ Μελάνθου τοῦ Μεσσηνίου, πατρὸς δὲ Μέδοντος καὶ Νηλέως. οὗτος ὁ Κόδρος Δωριέων ἐπιστρα‐ τευσάντων Ἀθηναίοις, ἐπεὶ τοὺς ἐκ Πελοποννήσου φυγάδας προσεδέ‐ ξαντο, ἐν οἷς καὶ Μέλανθον, χρησμοῦ δὲ αὐτοῖς δοθέντος, αἱρήσειν τὴν πόλιν, ἐὰν ἀπόσχωνται τοῦ τῶν πολεμίων βασιλέως, νοήσας τὸν χρησμόν, ἀναλαβὼν ὑλοτόμου ἐσθῆτα καὶ ἐντυχὼν τοῖς φύλαξι τῶν Δωριέων ἕνα ἐξ αὐτῶν ἀνεῖλε. διοργισθέντες δὲ οἱ λοιποί, συλλαβόν‐ τες αὐτὸν ἀνεῖλον, ὡς Εὔδημος. οἱ δὲ περὶ Κόδρου φασίν, ὅτι βασιλεύοντος αὐτοῦ Ἀθηναίων, τοῖς Λακεδαιμονίοις γενομένης ἀφορίας κατὰ τὴν χώραν πᾶσαν, ἔδοξε στρατεύειν ἐπὶ τὰς Ἀθήνας, ὅπως ἐξαναστήσαντες τῆς Ἀττικῆς τοὺς ἐνοικοῦντας αὐτοὶ κατανείμωνται τὴν χώραν· καὶ πυνθάνονται τῆς Πυθίας, εἰ λήψονται τὰς Ἀθήνας. ἀνελόντος δὲ αὐτοῖς τοῦ θεοῦ, διότι τὴν πόλιν οὐχ αἱρήσουσιν, ἐὰν τὸν βασιλέα τῶν Ἀθηναίων Κόδρον ἀποκτείνωσι· καὶ ἐστράτευσαν ἐπὶ τὰς Ἀθήνας. Κλεόμαντις δὲ τῶν Δελφῶν τις πυθέσθαι τὸν χρησμὸν καὶ ἀποστεῖλαι Ἀθηναίοις. τοῦτο μαθὼν Κόδρος, πρὸ τῆς πόλεως ἐξελθὼν φρύγανα συνέλεγε. δύο δέ τινων ἐλθόντων πρὸς αὐτὸν πυνθάνεσθαι τίς εἴη· ὁ δὲ Κόδρος τῷ δρεπάνῳ πλήξας ἀπέκτεινεν αὐτόν, ὁ δὲ ἕτερος ἀνεῖλε τὸν Κόδρον. οἱ δὲ ῥήτορες τὸ Κόδρος ἐπὶ τοῦ ἐντίμου ἐχρήσαντο, ὥς φησιν Εὔδημος ἐν τῷ περὶ λέξεων ῥητορικῶν.

### ε 3392

Εὐγένεια: ἡ καλὴ γενεά. Εὐγενία δὲ ὄνομα κύριον, διὰ τοῦ ι.

### ε 3393

Εὐγενής: ὑπὲρ γένους ἤπερ πατρίδος. ἐπὶ δὲ τῆς τελευτῆς, ἐπεὶ ἔδει τὴν τῶν ὅπλων παράδοσιν ποιήσασθαι, ὀδυρμός τις εὐγενὴς ἦν, καὶ παράστασις ψυχῆς πρὸς ἐλευθερίαν ἐνέπεσε τοῖς πλήθεσι. Σοφοκλῆς· ἀλλ’ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι τὸν εὐγενῆ χρή. πάντ’ ἀκήκοας λόγον.

### ε 3394

Εὐγένιος, Τροφίμου, Αὐγουστοπόλεως τῆς ἐν Φρυγίᾳ, γραμ‐ ματικός. οὗτος ἐδίδαξεν ἐν Κωνσταντίνου πόλει καὶ τὰ μάλιστα δια‐ φανὴς ἦν, πρεσβύτης ἤδη ὤν, ἐπὶ Ἀναστασίου βασιλέως. ἔγραψε κωλομετρίαν τῶν μελικῶν Αἰσχύλου, Σοφοκλέους, Εὐριπίδου, ἀπὸ δραμάτων ιεʹ. Περὶ τοῦ τί τὸ παιωνικὸν παλιμβάκχειον· Περὶ τῶν τεμενικῶν, ὅπως προφέρεται· οἷον Διονύσιον, Ἀσκληπίειον· Παμμιγῆ λέξιν κατὰ στοιχεῖον· ἔχει δὲ καὶ τὰ παράδοξα ἢ περὶ τόνον ἢ πνεῦμα ἢ γραφὴν ἢ μῦθον ἢ παροιμίαν ἑπόμενα αὐτῇ· Περὶ τῶν εἰς ια λη‐ γόντων ὀνομάτων, οἷον ἔνδεια ἢ ἐνδία· καὶ πότε διφορεῖται· καὶ ἄλλα τινὰ τρίμετρα ἰαμβικά.

### ε 3395

Εὔγειος: τόπος καλὴν ἔχων γῆν. καὶ οὐδέτερον τὸ εὔγειον, τὸ πρὸς τὴν δύσιν κείμενον.

### ε 3396

Εὐγηρότατος, καλὸς γέρων, ἀξιότιμος.

### ε 3397

Εὐγνωμοσύνη: εὔνοια, γνησιότης.

### ε 3398

Εὔγνωτος: φανερός.

### ε 3399

Εὐγράμματον ὄνομα: τὸ εὔφημον. οὐκ εὐγράμματον δὲ τὸ δύσφημον· ὡς τὸ Νεφέρσωφρις Αἰγύπτου βασιλεύς.

### ε 3400

Εὐδαμίδας: ὄνομα κύριον.

### ε 3401

Εὐδαῖμον· καὶ γηρῶντι γῆρας εὐδαῖμόν τε καὶ μακαριστόν. καὶ Εὐδαιμονέστατος, εὐτυχής, πλουσιώτατος, μακαριστότατος. Εὐδαιμονία δέ ἐστιν εὔροια βίου. καὶ Εὐδαίμων, ὁ κατ’ ἀρετὴν ἐνεργῶν.

### ε 3402

Εὐδαιμονέστερος τῶν Καρκίνου στροβίλων: ἀντὶ τοῦ κακοδαιμονέστατος. ἐν εἰρωνείᾳ. στροβίλους φησὶν Ἀριστοφάνης τοὺς υἱοὺς Καρκίνου τοῦ ποιητοῦ, οὓς ἀνωτέρω ὄρτυγας καὶ γυλιοτραχή‐ λους εἴρηκε διὰ τὸ τραχὺ τοῦ σώματος. ἢ πρὸς τὸ τοῦ καρκίνου ὄνομα παίζων· ὀστρακόδερμοι γὰρ οἱ καρκίνοι καθάπερ καὶ οἱ στρό‐ βιλοι. ἢ διὰ τὸ ἐν τῇ ὀρχήσει στροβεῖσθαι· ἐπεὶ καὶ οἱ στρόβιλοι κώνων ἔχουσι δίκην. ἢ ὅτι στρόβιλός ἐστιν ἡ συστροφή. στροβίλους οὖν εἶπε, καθὸ καὶ ἀλλαχοῦ γυλιαύχενας. καὶ Σοφοκλῆς· οὐ πάνυ μοίρας εὐδαιμονῆσαι πρώτης. ἀντὶ τοῦ, οὐκ ἀγαθῆς, ἀλλὰ κακῆς. οὐ πάνυ τῆς πρώτης κατ’ εὐδαιμονίαν μοίρας· τοὐναντίον δέ, κατὰ δυσδαιμονίαν ἐσχάτην.

### ε 3403

Εὐδαιμονία: εὐτυχία, εὐπραγία.

### ε 3404

Εὐδαιμονία καὶ Εὐδαίμων: εἰσί τινα τῶν ἐναντίων ἄμεσα· οἷον τῷ ἀνθρώπῳ νόσον ἢ ὑγίειαν· καὶ λευκὸν καὶ μέλαν. εὐδαίμων δὲ καὶ κακοδαίμων τῶν ἐμμέσων. εἰ γάρ τις εὐδαίμων, οὗτος οὐ κακοδαίμων. οὐ μὴν εἰ οὐκ εὐδαίμων, κακοδαίμων ἐξ ἀνάγκης. οὐ γὰρ ἀμέσως ἀντίκειται εὐδαιμονία τε καὶ κακοδαιμονία, ἐπεὶ ἐνδέχεταί τινα σπουδαῖον ὄντα μὴ εἶναι εὐδαίμονα. καὶ εἰ μὲν σπουδαῖος, οὐκ ἐξ ἀνάγκης κακός· οὐ γὰρ ἄμεσα ἀρετὴ καὶ κακία. καὶ ὁ μὲν σώφρων οὐ μαίνεται· οὐ μὴν ὁ μὴ σώφρων μαίνεται. ὥστε οὐκέτι πρὸς κατασκευὴν καὶ ἀνασκευὴν τὰ οὕτως ἐναντία χρήσιμα. μεταφέροντες δὲ τὸν λόγον κατὰ τὴν ἐτυμολογίαν λέγομεν, ὅτι ὁ σπουδαῖος εὐδαί‐ μων ἐστί, τὸν εὐδαίμονα μεταλαμβάνομεν εἰς τὸν κατὰ τὴν ἐτυμολο‐ γίαν λόγον· ὁ γὰρ εὖ τὸν δαίμονα ἔχων σημαίνεσθαι δοκεῖ τὸ τοῦ εὐδαίμονος ὄνομα. εἰ δὴ δαίμων ἑκάστου ἡ ψυχή, καθὰ Ξενοκράτει δοκεῖ, εἴη ἂν εὐδαίμων ὁ εὖ τὴν ψυχὴν ἔχων· εὖ δὲ τὴν ψυχὴν ἔχει ὁ σπουδαῖος· σπουδαῖος δὲ ἄρα ὁ εὐδαίμων.

### ε 3405

Εὐδαίμων. πολλὰ μὲν οὖν χρήματα εὑρίσκεται καὶ ἄλλα, ὅσα ἐπὶ προσλήψει τοῦ εὐδαίμονος ὠφελεῖ τοῖς ἔχουσιν.

### ε 3406

Εὐδαίμων: ὁ πλούσιος, ὁ ἐνάρετος. πᾶσα ἀνάγκη τοῖς μὲν ἀγαθοῖς ἐν ᾅδου ἔσεσθαι ἄμεινον, τοῖς δὲ κακοῖς κάκιον. οἶμαι δὲ ὅτι καὶ ἐνθάδε ἔτι διατρίβουσι, τοῖς μὲν δικαίοις ἀκολουθήσειν εὐδαί‐ μονα χάριν, τοῖς δὲ ἀδίκοις κακοδαίμονα τίσιν.

### ε 3407

Εὐδαίμων, Πηλουσιώτης, γραμματικός, σύγχρονος Λιβανίου τοῦ σοφιστοῦ· πρὸς ὃν καὶ διαφόρως φαίνεται γράφων. οὗτος ἔγραψε ποιήματα διάφορα, Τέχνην γραμματικήν, Ὀνοματικὴν ὀρθογραφίαν.

### ε 3408

Εὐδαίμων ὁ Κορίνθιος, ἐγὼ δ’ εἴην Τενεάτης: Τένεα κώμη πλησίον Κορινθίων κατάφυτος. ὡς τῶν Κορινθίων, ἅτε ἐν μεγάλῃ πόλει, φθονουμένων καὶ πράγματα ἐχόντων, τῶν δὲ Τενεα‐ τῶν ἀπραγμονέστερον διὰ τὸ εὐτελὲς ζώντων ἐλέχθη ἡ παροιμία.

### ε 3409

Εὔδαιος: ὄνομα κύριον.

### ε 3410

Εὐδείελον: εὐπεριόριστον.

### ε 3411

Εὔδημος, ῥήτωρ. ἔγραψε διάφορα, καὶ κατὰ στοιχεῖον περὶ λέξεων, αἷς κέχρηνται ῥήτορές τε καὶ τῶν συγγραφέων οἱ λογιώτατοι· πάνυ ὠφέλιμον.

### ε 3412

Εὐδία: ἢ ἄνευ ἀνέμων ἡμέρα.

### ε 3413

Εὖ διάγειν· οὕτως ἐπέγραφεν Ἐπίκουρος, εὖ διάγειν· χαίρειν δὲ ὁ Κλέων καὶ εὖ πράττειν ὁ Πλάτων.

### ε 3414

Εὐδιάλογος: εὐόμιλος.

### ε 3415

Εὐδίαιος: χειμάρρους, καὶ τρῆμα τῆς νεώς, δι’ οὗ ἡ ἀντλία ἐκρεῖ.

### ε 3416

Εὐδιεινός: ὁ καιρός, καὶ ὁ ἄνεμος. καὶ Εὐδινὸς ὁμοίως.

### ε 3417

Εὐδικία: δικαιοσύνη. τὸ δὲ κλέος, ὅπερ ἐπὶ ταῖς νίκαις τῶν πολεμίων καὶ ἐπὶ τῇ κατ’ εἰρήνην εὐδικίᾳ ἦν πεπορισμένος, ἔτι ἀξιοθεατώτερον αὐτὸν πᾶσιν ἐποίει.

### ε 3418

Εὔδικος: εἷς ἐστιν οὗτος τῶν κατασταθέντων ὑπὸ Φιλίππου κυρίων Θετταλίας ἁπάσης.

### ε 3419

Εὐδίνητα: εὔστροφα, εὐκίνητα. τρύπανά τ’ εὐδίνητα καὶ ὠκήεντα τέρετρα. ἐν Ἐπιγράμμασιν.

### ε 3420

Εὐδίοδον: εὐπόρευτον, βάσιμον. ἐσώρευον δὲ τὰ τεμνό‐ μενα ξύλα ἐπὶ τῆς μεταξὺ χώρας, ὡς εὐδίοδα ᾖ.

### ε 3421

Εὔδμητον: καλῶς ᾠκοδομημένον.

### ε 3422

Εὐδοκεῖν: συγκατατίθεσθαι. ὁ δὲ ἔφη εὐδοκεῖν τοῖς λεγο‐ μένοις, εἰ λάβῃ πίστεις. ἀντὶ τοῦ ἀρέσκεσθαι.

### ε 3423

Εὐδόκησας: τῆς σῆς ἠξίωσας οἰκειότητος. ὅτι εὐδόκησας ἐν αὐτοῖς.

### ε 3424

Εὐδοκία: τὸ ἀγαθὸν θέλημα τοῦ θεοῦ. ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. καὶ ὁ Ἀπόστολος· κατὰ τὴν εὐδοκίαν τοῦ θελή‐ ματος αὐτοῦ.

### ε 3425

Εὐδοκιμώτερος: ὁ γενναῖος. καί, γυναῖκες εὐδοκιμώταται.

### ε 3426

Εὐδοκουμένην: καλῶς προσδοκωμένην, ἀρέσκουσαν. Πολύβιος· τοῦ δὲ λέγειν ἀληθινῶς ταῦτα, πίστιν ἔφη ποιήσειν εὐδοκουμένην.

### ε 3427

Εὗδον: ἐκάθευδον.

### ε 3428

Εὐδόξιος, ἐπίσκοπος Ἀντιοχείας, ἐξ Ἀραβισσοῦ τῆς μικρᾶς Ἀρμενίας. ὁ δὲ πατὴρ αὐτοῦ Καισάριος ἐπὶ Μαξιμιανοῦ τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο, καίτοι πρότερον ἡδονῶν ἥττων φανείς. ἀλλ’ ἐβουλήθη τὰς πρώτας κηλῖδας διὰ τοῦ μαρτυρικοῦ αἵματος ἀπορρύψασθαι. ἥλους γὰρ μεγάλους ἑκατέρου τῶν ποδῶν ἓξ τὸν ἀριθμὸν αὐτῷ διαπερονήσαντες πυρὶ παρέδοσαν. καὶ ἐπειδὴ αὐτίκα πρὸς τὴν φλόγα χανὼν ἀπέθανεν, ἡμίφλεκτον ἔτι καὶ σῷν οἱ προσ‐ ήκοντες τὸν νεκρὸν ἀνελόμενοι ἔν τινι ἀγρῷ Σουβὶλ λεγομένῳ κατ‐ έθεσαν.

### ε 3429

Εὔδοξος, Αἰσχίνου, Κνίδιος, φιλόσοφος, Πλάτωνος ἡλικιώτης· ᾧ τρεῖς ἐγένοντο θυγατέρες, Ἀκτίς, Δελφίς, Φιλτίς. καὶ ἔσχε πρὸς ἀστρολογίαν ὑπερφυῶς ἔγραψέ τε πλεῖστα τοῦ εἴδους τούτου· καὶ Ὀκταετηρίδα, ἔτι δὲ δι’ ἐπῶν Ἀστρονομίαν.

### ε 3430

Εὔδρα.

### ε 3431

Εὖ δρῶσι: καλῶς ποιοῦσιν.

### ε 3432

Εὐαίων: ὄνομα κύριον.

### ε 3433

Εὐαίτητος.

### ε 3434

Εὔεδρον: ἀσφαλῆ, βεβαίαν. ὁ δὲ ἐπὶ τῶν νώτων ἐκάθισε καθέδραν εὔεδρον καὶ ἐχυράν.

### ε 3435

Εὐέκτης: ὁ ἐν ὑγείᾳ διαζῶν. ἐπεμελεῖτο καὶ σωμασκίας καὶ ἦν εὐέκτης.

### ε 3436

Εὐεκτικῶς: σχετικῶς.

### ε 3437

Εὐεξία: εὐρωστία σώματος. Εὐεξία δέ ἐστιν ἐπιτεταμένη ὑγεία. ἀκρότης ὑγείας εὐεξία. ὅτι τὸ τῷ μείζονι ἀγαθῷ ἐναντίον μεῖζόν ἐστι κακόν, ἐπ’ ὀλίγον ἄν τις εὕροι τοῦτο μὴ ἔχον οὕτως. ὡς δοκεῖ ἐπὶ τῆς εὐεξίας ἔχειν καὶ τῆς ὑγείας. τὸ γὰρ τῷ μείζονι ἀγαθῷ ἐναντίον (τοῦτο δέ ἐστιν ἡ καχεξία) ἔλαττον εἶναι δοκεῖ κακὸν τῆς νόσου, ἥτις ἐναντία ἐστὶ τῇ ὑγείᾳ, τῷ ἐλάττονι ἀγαθῷ, τῷ τοὺς μὲν νοσοῦντας πάντας καχεκτεῖν, οὐ πάντας δὲ τοὺς καχ‐ εκτοῦντας ἤδη καὶ νοσεῖν. τὸ δὲ αἴτιον τοῦτό ἐστιν, ὅτι ἡ μὲν εὐεξία περιείληφεν ἐν αὑτῇ καὶ τὴν ὑγείαν· ἔστι γὰρ ἡ ὑγεία εὐεξία. διὸ περιέχουσα ἐν αὑτῇ καὶ τὴν ὑγείαν ἡ μεῖζον αὐτῆς ἀγαθόν· πρόσεστι γὰρ αὐτῇ τὸ εἶναι αὐτὴν τῶν δι’ αὐτὴν αἱρετῶν. ἡ δὲ καχεξία οὐκέτι ἐν αὑτῇ περιέχει τὴν νόσον, ἀλλ’ ἔστι μόνῳ ἐκείνῳ, ἐν ᾧ ὑπῆρχεν ἡ εὐεξία τῆς ὑγείας· ἡ δὲ νόσος ἐν αὐτῇ πάλιν περιέχει τὴν καχεξίαν· ἐπὶ γὰρ καχεξίᾳ γίνεται νόσος, ὡς καὶ ἡ εὐεξία ἐπὶ τῇ ὑγείᾳ.

### ε 3438

Εὐέπεια: ἡ καλὴ φράσις.

### ε 3439

Εὐεπήβολος: ὁ καλῶς ἐπιβάλλων. καὶ Εὐεπηβόλως, σαφῶς, καὶ ὀρθῶς.

### ε 3440

Εὐεργετῶ· αἰτιατικῇ. καὶ Εὐεργέτησέ σε.

### ε 3441

Εὐερκεῖ: καλῶς ἠσφαλισμένῳ. ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη.

### ε 3442

Εὐερμία: ἐπιτυχία, εὐτυχία. ὡς δυσερμία, ἡ ἀτυχία. ἐντεῦθεν καὶ τὰ ἀπὸ τῆς τύχης εὑρήματα κοινὸν Ἑρμῆν ἔλεγον. Αἰλιανός· Μιθριδάτης δὲ τὴν ἀποδημίαν Λευκούλλου ἑαυτῷ κατέγραψεν εὐερμίαν εἶναι. καὶ αὖθις· ἀσπαζόμενος εὐερμίαν καιροῦ καὶ ἀνάγκης καλούσης μὴ εἴκων κάκῃ.

### ε 3443

Εὐερνής: εὐθαλὴς βλαστός.

### ε 3444

Εὔερον: εὐάερον πόλιν· ἢ μαλακήν, ὥσπερ σισύραν εὐέριον. Πλάτων Ὑπερβόλῳ· λέγει δὲ περὶ τῶν προβάτων. καὶ τοσοῦτον τῆς εὐερίας ἀπολέλαυκεν ὥστε ἀθλιωτάτη ἐστί. Κρατῖνος Πυλαιάν· γλῶσσαν εὐέραν βροτῶν.

### ε 3445

Εὐεστοῖ: εὐθηνίᾳ, καταστάσει.

### ε 3446

Εὐεστώ· ὅτι Δημόκριτος ὁ Ἀβδηρίτης τέλος τὴν εὐθυμίαν εἶναι λέγει, οὐ τὴν αὐτὴν οὖσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρακούσαντες ἐξ‐ εδέξαντο, ἀλλὰ καθ’ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς τυραννουμένη φόβου ἢ δεισιδαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δὲ αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις ὀνόμασιν. ὅτι τὸ εὐεστὼ εὐδαιμονία καλεῖται· ὥσπερ καὶ τὸ αἰειεστὼ ἐπὶ τῆς ἀϊδιότητος.

### ε 3447

Εὐετηρία: εὐθηνία, εὐνομία, εἰρήνη, τὸ καλῶς διακεῖσθαι.

### ε 3448

Εὐετήριος· οὗτος ἦν ἐπὶ Ἰοβιανοῦ βασιλέως· ὃς διὰ μὲν παιδείαν καὶ φύσεως ὑπερβολὴν οὐδέν τι τῶν ἀρχαίων ἀποδέων, διὰ δὲ μαλακίαν ψυχῆς καὶ ἁπλότητα πολλοὺς τῶν οὐκ αἰτίων ἐς κρίσιν κατέδησεν.

### ε 3449

Εὖ ἔχειν στόμα: τὸ εὐφημεῖν. οὕτως Εὔπολις.

### ε 3450

Εὐζώϊος: ὄνομα κύριον.

### ε 3451

Εὐζωΐτου: καλῆς ζωῆς.

### ε 3452

Εὔζωνος: ἡ εὐτόκος κάλλει. ἢ καλή.

### ε 3453

Εὔζωνοι: ἔνοπλοι, ἢ οἱ μὴ ἔχοντες φορτία. Ἀππιανός· ποιμὴν ὑπέσχετο στρατὸν εὔζωνον ἄξειν ὁδὸν ἀτριβῆ τρισὶν ἡμέραις.

### ε 3454

Εὔζωρον: εὐκέραστον. Ζωρόν, ἄκρατον. καὶ Εὔζωρον, καλόν. ἄκρατον.

### ε 3455

Εὐειδής: ὁ κατὰ θεωρίαν καλός.

### ε 3456

Εὖ εἰδότες: καλῶς γινώσκοντες.

### ε 3457

Εὔεικτον: εὐπειθῆ, καλῶς εἴκοντα.

### ε 3458

Εὔειλος: τόπος ὁ θερμός.

### ε 3459

Εὐηγορία: ἡ καλλιέπεια.

### ε 3460

Εὔηθες: ἐπὶ τοῦ βελτίονος καὶ Θουκυδίδης ἐν γʹ καὶ ὁ φιλό‐ σοφος.

### ε 3461

Εὐηθείας: μωρίας, ἀνοίας. ἔτι τε ἀπολαύων τοῦ καιροῦ καὶ τῆς εὐηθείας τῶν ἐπιχωρίων. οὐ γὰρ ἦν πρᾶγμα φενακίζειν τοὺς ἐπιχωρίους.

### ε 3462

Εὐήθειαν αὐτῶν κατεγνωκὼς καὶ Εὐηθείας αὐτῶν κατεγνω‐ κώς· τὸ αὐτό.

### ε 3463

Εὐήθης: βλάξ, ἀνόητος· ἢ ἄχρηστος τὸ ἦθος. Πολύβιος· εὐήθως ἐκλογιζόμενοι τὰ παρόντα καὶ παιδικῶς.

### ε 3464

Εὐηθίζω: τὸ μωραίνω.

### ε 3465

Εὐηκής: ὁ καλῶς ἠκονημένος. καὶ Εὐηκέος.

### ε 3466

Εὐήλατον: τὸ καλῶς ἐληλασμένον. τὸ δὲ πεδίον ἦν ὕπτιον καὶ εὐήλατον καὶ ἐπιτήδειον ἵππῳ ἐμμάχεσθαι. ἀντὶ τοῦ εὐχερῶς ἐλαυνόμενον.

### ε 3467

Εὐήλιος: ὁ καθαρός.

### ε 3468

Εὐημερήσαντος· Ὑπερίδης. τῷ τε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν, οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς, καὶ τὰ ἐγκλήματα ἐπιφέρειν.

### ε 3469

Εὐημερία: ὡς ἐν τῇ συνηθείᾳ. Ἄλεξις Ὀλυνθίᾳ· Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι.

### ε 3470

Εὐημεροῦσαν: ἑκάστῃ ἡμέρᾳ εὖ διάγουσαν. φίλοισί τε ξυν‐ οῦσαν, οἷς ξύνειμι νῦν, εὐημεροῦσαν. δὸς πᾶσιν ἡμῖν, ὥσπερ ἐξαιτού‐ μεθα.

### ε 3471

Εὐηνέμους: εὐδιεινούς, καλούς, ἀχειμάστους.

### ε 3472

Εὐήνιον: εὐπειθές, καλῶς ἡνιοχούμενον. ἡνία γὰρ τὰ λῶρα.

### ε 3473

Εὐηνιώτατα· εὔηνος, ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης. ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων.

### ε 3474

Εὐηνίνη: ἡ τοῦ Εὐήνου θυγάτηρ.

### ε 3475

Εὐήνορα: τὸν ἀνδρείαν ποιοῦντα· ἐπὶ τοῦ οἴνου. ἐπὶ δὲ τοῦ χαλκοῦ τὸν εὖ τὸν ἄνδρα τιθέντα.

### ε 3476

Εὔηνος: δύο ἀναγράφουσι γεγράφθαι ἐλεγείων ποιητάς, καὶ ἀμφοτέρους Παρίους.

### ε 3477

Εὐῆρες: εὐάγωγον. ἀπὸ τῆς εἰρεσίας.

### ε 3478

Εὐηρέστησα: ἤρεσα.

### ε 3479

Εὐηρότατον: τὸ καλὴν ἔχον γῆν, τὸ κάλλιμον τῆς γῆς.

### ε 3480

Εὐήροτον: καλῶς ἠροτριωμένον.

### ε 3481

Εὐήτριον: ἱμάτιον εὐυφές.

### ε 3482

Εὔϊε: Διονύσῳ ὕμνος ἐνθουσιαστικός.

### ε 3483

Εὐϊλατεύειν: εὐμενῆ εἶναι. καὶ Εὐΐλατος, ὁ εὐμενής.

### ε 3484

Εὖ ἴσθι: καλῶς γνῶθι.

### ε 3485

Εὐθαρσῶς ἔπνει· Δέξιππος· ὁ δὲ πάντα τὸν ἀνθιστάμενον τιθεὶς ἐν δευτέρῳ ἐκ τῆς πείρας εὐθαρσῶς ἔπνει.

### ε 3486

Εὐθένεια: ἡ εὐθηνία.

### ε 3487

Εὐθέος: φανεροῦ, εὐθοῦς. καὶ ὁ Δαβίδ· τοῖς εὐθέσι πρέπει αἴνεσις. τουτέστι τοῖς τὸν θεὸν ἐπεγνωκόσι καὶ πλάνης ἀπηλλαγμένοις. Εὐθέως δὲ τὸ ἐπιρρηματικόν.

### ε 3488

Εὖ θέσθαι: καλῶς διοικῆσαι.

### ε 3489

Εὐθετῆσαι: κοσμῆσαι, συνθεῖναι. οὕτως Ἀριστοφάνης.

### ε 3490

Εὐθεῖαν: ἀτρέπτως. εὐθεῖαν ἐδόκει ἐλαύνειν ὡς ἐπὶ Σελεύ‐ κειαν. καὶ αὖθις· ὁ δὲ κτεῖναι μὲν αὐτὸν ἐκ τῆς εὐθείας ἔδεισεν.

### ε 3491

Εὐθεῖαν· τῆς δὲ τριβῆς τὰ αἴτια οὐ δυνατὸς γενέσθαι, εὐθεῖαν παρὰ βασιλέα ἐλάσαι, τῷ δεῖσαι τὰς φυλακὰς τὰς Ἀξιδάρου καὶ περι‐ ελθεῖν ἐν κύκλῳ καὶ οὕτω διὰ μακροῦ ἀφικέσθαι.

### ε 3492

Εὐθηλήμονα· ἄρτι καταβρύκοντα τὸν εὐθηλήμονα μόσχον.

### ε 3493

Εὐθημοσύνη: τάξις. ἱερὸν καὶ πολιτικὸν διήγημα τῆς τῶν Ἀλεξανδρέων εὐθημοσύνης ἐλέγετο. Ξενοφῶν· καλὸν μὲν οὖν ἡγεῖτο ὁ Κῦρος καὶ ἐν οἰκίᾳ εἶναι ἐπιτήδευμα τὴν εὐθημοσύνην. ὅταν γὰρ τίς του δέηται, δῆλόν ἐστιν, ὅπου δεῖ ἐλθόντα λαβεῖν.

### ε 3494

Εὐθηνία: εὐθηλία τις οὖσα.

### ε 3495

Εὐθηνούμενοι: ἐπὶ τὸ βέλτιον προκόπτοντες. καὶ κατ’ ὀλίγον εὐθηνούμενοι δυνατώτεροι γίνονται τῶν δεξαμένων αὐτούς.

### ε 3496

Εὐθηνῶ: πλουτῶ.

### ε 3497

Εὐθίας: ὄνομα κύριον. τῶν ἐπὶ συκοφαντίᾳ διαβεβλη‐ μένων ἦν.

### ε 3498

Εὔθικτον: εὐαφές, εὐψηλάφητον. καὶ Εὐθίκτως, τὸ ἐπιρ‐ ρηματικόν.

### ε 3499

Εὐθιξίᾳ· ἔχων τὸν νοῦν εὐθιξίᾳ πρὸς τὴν θεραπείαν εὐθυβο‐ λοῦντα. τουτέστιν ἀκριβείᾳ, εὐφυΐᾳ.

### ε 3500

Εὐθύ: κατευθύ, καὶ κατ’ ἐναντίον. ἐπ’ εὐθείας.

### ε 3501

Εὐθυβόλῳ: ἐξ εὐθείας βάλλοντι.

### ε 3502

Εὐθυγενής: ἴσα καὶ πρὸς τὸ εὐθὲς τεταγμένος.

### ε 3503

Εὐθύγλωττος· ἦν δὲ καὶ εὐθύγλωττος πέρα τοῦ δέοντος. ἀντὶ τοῦ ἀληθής.

### ε 3504

Εὐθύδημος, διδάσκαλος Ἀπολλωνίου τοῦ Τυανέως, ἐκ Ταρσῶν τῆς Κιλικίας. ὁ γὰρ Ἀπολλώνιος προϊὼν εἰς ἡλικίαν, ἐν ᾗ συγγράμ‐ ματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο· καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ ἔτη ιδʹ παρ’ Εὐθύδημον ἄγει ἐς Ταρσοὺς τῆς Κιλικίας, ὃς τοῦτον ἐπαίδευεν· ὁ δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι· τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι. ποταμός τε αὐτοὺς διαρρεῖ Κύδνος, ᾧ παρακάθηνται καθάπερ τῶν ὀρνίθων οἱ ὑγρότατοι μεθύοντες τῷ ὕδατι. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιῷ ἐπίδηλον τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ Περιπάτου· οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζε. διδάσκαλος δὲ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων Εὔξενος.

### ε 3505

Εὐθυδικία· ὅταν εἰσάγηταί τις κριθησόμενος, περὶ ὧν μηδέπω γνῶσις ἐγένετο δικαστηρίου, τοῦτο εὐθυδικία καλεῖται. περὶ ὧν γὰρ κεκρίσθαι τίς φησι, περὶ τούτων παραγράφεσθαι ἐφεῖται. οὐκ ἀκού‐ σαντες τῆς εὐθυδικίας, καὶ εἰκότως· οὐ γὰρ ἐπὶ τῷ δικάζειν ἐκάθηντο, ἀλλ’ ἐπὶ προσχήματι καὶ προσώπῳ δικαστῶν.

### ε 3506

Εὐθυεπείαις: ὀρθολογίαις.

### ε 3507

Εὐθυκλῆς· τῶν δραμάτων αὐτοῦ ἐστιν Ἄσωτοι ἢ Ἐπιστολή· ὥς φησιν Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς.

### ε 3508

Εὐθυλήπτων: εὐχερῶς κρατουμένων, εὐκόλων. τοῦτο γὰρ δρᾶν εἰώθασιν αἱ σφοδραὶ ἐπιθυμίαι, οὐκ εὐθυλήπτων ὄντων τῶν ἐπι‐ θυμουμένων.

### ε 3509

Εὐθυμένης: ὄνομα κύριον. ἄρχων Ἀθηναῖος· ἐφ’ οὗ κατ‐ ελύθη τὸ ψήφισμα τὸ περὶ τοῦ μὴ κωμῳδεῖν, γραφὲν ἐπὶ Μορυχίδου.

### ε 3510

Εὔθυμος, Λοκρὸς τῶν Ἐπιζεφυρίων, ὃς ἠγωνίσατο πὺξ πρὸς Θεαγένην τὸν Θάσιον. καὶ ὑπερεβάλετο μὲν ὁ Θεαγένης, ἐπηρεάσας τὸν Εὔθυμον, οὐ μέντοι ἐν παγκρατίῳ λαβεῖν ἠδυνήθη τὸν κότινον, προκατειργασμένος ὑπὸ Εὐθύμου. ἐνίκησε δὲ Εὔθυμος τὰς ἐφεξῆς Ὀλυμπιάδας τρεῖς καὶ ἐστεφανώθη, τοῦ Θασίου μὴ καταστάντος οἱ ἐς πυγμήν, ἀλλ’ ἑτέρων. οὗτος ὁ Εὔθυμος ἠγωνίσατο καὶ πρὸς τὸν ἐν Τεμέσῃ ἥρωα Ἀλύβαντα. ἡ δὲ Τέμεσα τῆς Ἰταλίας ἐστίν, ἐς ἣν Ὀδυσσεὺς πλανώμενος περὶ Σικελίαν ἦλθεν. ἔνθα εἷς τῶν ναυτῶν μεθύσας καὶ παρθένον βιασάμενος κατελεύσθη ὑπὸ τῶν ἐγχωρίων. καὶ Ὀδυσσεὺς μὲν ἐν οὐδενὶ τὴν ἀπώλειαν θέμενος ἔπλει, τοῦ δὲ τε‐ λευτήσαντος ὁ δαίμων οὐκ ἀνίει τοὺς ἐν Τεμέσῃ ἀνθρώπους ἐπεξερχό‐ μενος καὶ φονεύων, ὥστε καὶ ὥρμησαν φυγεῖν καταλιπόντες τὴν πόλιν, εἰ μὴ ἡ Πυθία σφᾶς ἐπέσχε, τὸν ἥρωα ἱλάσκεσθαι τέμενος ἐργασαμένους καὶ κατ’ ἐνιαυτὸν τὴν καλλίστην οὖσαν παρθένον ἐς γυναῖκα ἐπιδι‐ δόντας. ταῦτα πολλοῖς ἔτεσι τελούμενα πυθόμενος ὁ Εὔθυμος ἐσῆλθεν εἰς τὸ τέμενος καὶ τὴν παρθένον ἰδὼν καὶ οἰκτείρας, πρὸς δὲ καὶ ἐς ἔρωτα ἐλθὼν ἐνεσκευάσατο ὡς πολεμήσων τῷ δαίμονι, καὶ αὐτὸν μὲν νύκτωρ ἐπελθόντα ἐνίκησε καὶ ἐξήλασεν, ὡς μηκέτι αὐτόθι φανῆναι, τὴν δὲ παρθένον γαμετὴν ἠγάγετο.

### ε 3511

Εὔθυνα: ἡ εὐθύνη. κυρίως ἣν εἰσάγουσιν οἱ λογισταὶ πρὸς τοὺς δόξαντας μὴ ὀρθῶς ἄρξαι τῆς πόλεως ἢ πρεσβεῦσαι κακῶς. καὶ τὰ δικαστήρια μὲν οἱ λογισταὶ κληροῦσι, κατηγορεῖ δὲ ὁ βουλόμενος· καὶ τοῖς δικασταῖς ἐφεῖται τιμᾶσθαι τοῖς ἁλοῦσιν. ὅτι τῆς ἐλε‐ φαντίνης Ἀθηνᾶς, ἣν Φειδίας ἐποίησεν, ἐπὶ τοῖς ἀναλώμασι ταχθεὶς ὁ Περικλῆς καὶ νοσφισάμενος νʹ τάλαντα, ἵνα μὴ δῷ τὰς εὐθύνας, τὸν πόλεμον ἐκίνησεν.

### ε 3512

Εὐθύνας: δίκας, τιμωρίας.

### ε 3513

Εὐθῦναι: ἐξετάσαι, ὀρθῶσαι.

### ε 3514

Εὐθῦναι: ὄνομα ἀρχῆς παρὰ Ἀθηναίοις. δέκα δὲ τὸν ἀριθμὸν ἄνδρες ἦσαν, παρ’ οἷς ἐδίδοσαν οἱ πρεσβεύσαντες ἢ ἄρξαντες ἢ διοι‐ κήσαντές τι τῶν δημοσίων τὰς εὐθύνας.

### ε 3515

Εὐθύνοντας: ὁρμῶντας.

### ε 3516

Εὔθυνος: εὐθυντής.

### ε 3517

Εὐθύνουσιν: ἐρωτῶσι, δίκας εἰσπράττουσιν.

### ε 3518

Εὐθύνω· αἰτιατικῇ.

### ε 3519

Εὐθυωρία.

### ε 3520

Εὐθυωρόν: ἀντὶ τοῦ κατ’ εὐθεῖαν. οὕτως Ἀντιφῶν καὶ Ξενο‐ φῶν. Εὐθυωρόν, αὐτῇ τῇ ὥρᾳ. τὸ δὲ βέλος ἀνεῳγμένον προφθάσαν τὸ στόμα, ἐκεῖσε ἐμπεσὸν κατέπαυσε τὴν πτῆσιν. καὶ δὴ ὁ Κὼχ εὐθυωρὸν ἀπεβίω.

### ε 3521

Εὐθυρρήμων: ἐτυμολόγος. καὶ ῥῆμα Εὐθυρημονῶ. ὅτε λέγει Ἀριστοφάνης τὸ δεῖνα, τὸ ῥηθησόμενον ἀηδὲς ἐκφεύγει εὐθέως λέγειν, ἵνα μὴ εὐθυρημονήσῃ.

### ε 3522

Εὐθύς: ἀντὶ τοῦ ἐν ἀρχῇ, παραυτίκα. Ἀριστοφάνης· ἐπίσχες. εὐθὺς γάρ ς’ ἔχω μέσον λαβὼν ἄφυκτον. τὸ ἑξῆς, λαβών σε ἄφυκτον ἔχω, εὐθὺς μέσον λαβών. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν παλαιστῶν, τῶν λαμβανομένων εἰς τὸ μέσον καὶ ἡττωμένων. καὶ αὖθις Ἀριστοφάνης Νεφέλαις· σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοις διδάσκεις ἐντετυλίχθαι.

### ε 3523

Εὐθὺς καὶ Εὐθέως: ἀμφότερα Ἑλληνικά. τὸ δ’ εὐθὺ διαφέρει τούτων. οὐ γὰρ τὸ παραχρῆμα σημαίνει, ἀλλὰ τὸ ἕως καὶ εἰς. οἷον ... παρὰ Θουκυδίδῃ τὸ παραχρῆμα καὶ τὸ ἐξ εὐθείας καὶ ἀσκόπως.

### ε 3524

Εὐθὺ σκοποῦ: ἀκριβές, κατ’ εὐθεῖαν. καὶ οἱ μὲν ἐκ τοῦ λιμένος ἀπῆραν, εὐθὺ δὲ τοῦ Παχύνου ἐφέροντο.

### ε 3525

Εὐθὺ τοῦ Διός: ἀντὶ τοῦ πρὸς τὸν Δία.

### ε 3526

Εὐκαρδίως: προαιρετικῶς. ἡ δὲ κόρη ὑπακούει προθύμως τε καὶ εὐκαρδίως.

### ε 3527

Εὐκατάπρηστος: εὐκατάκαυστος.

### ε 3528

Εὐκατεργάστου: εὐχειρώτου, εὐδιαλύτου. τῆς οἰκοδομίας οὔσης εὐκατεργάστου.

### ε 3529

Εὐκαιρία. ὅτι Ἀντίοχος ὁ βασιλεὺς πάνυ ὠρέγετο τῆς Ἐφέσου διὰ τὴν εὐκαιρίαν, τῷ δοκεῖν μὲν κατὰ τῆς Ἰωνίας καὶ τῶν ἐφ’ Ἑλλησπόντου πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἀκροπόλεως ἔχειν θέσιν, κατὰ δὲ τῆς Εὐρώπης ἀμυντήριον ὑπάρχειν ἀεὶ τῆς Ἀσίας βασιλεῦσιν εὐκαιρότατον.

### ε 3530

Εὐκέατον: τὸ εὔσχιστον.

### ε 3531

Εὔκερως: βοῦς, ὁ καλὰ κέρατα ἔχων. Εὔκαιρος δὲ ὁ καλὸς καιρός. καὶ Εὐκαίρως, ἐπιρρηματικὸν ἀντὶ τοῦ ἁρμοζόντως, εἰς καιρὸν δέοντα. εὐκαίρως δὲ παριόντος Κράτητος, ὁ βιβλιοπώλης δείξας αὐτὸν φησί, τούτῳ παρακολούθησον.

### ε 3532

Εὐκαιρεῖν: πλουτεῖν. ὁ δὲ ἐκάλει τῶν πολιτῶν τοὺς δο‐ κοῦντας εὐκαιρεῖν τοῖς βίοις.

### ε 3533

Εὐκαιρίαν· ὁ δὲ θαυμάσας τὴν τῆς πόλεως θέσιν καὶ τὴν τῆς ἀκροπόλεως εὐκαιρίαν πρός τε τοὺς ἐκτὸς Ἰσθμοῦ καὶ πρὸς τοὺς ἐντὸς ἀπολαμβανομένους τόπους. καὶ αὖθις· οἱ δὲ ἐθαύμαζον τὴν ἀρετὴν τῆς χώρας καὶ τὰς κατὰ τὸν Νεῖλον εὐκαιρίας.

### ε 3534

Εὐκεί.

### ε 3535

Εὐκηλήτειρα: ἡ ἡσυχάστρια.

### ε 3536

Εὔκηλος: ὁ ἥσυχος.

### ε 3537

Εὐκλεές: ἔνδοξον.

### ε 3538

Εὔκλεια: ἡ δόξα. ἡγεῖσθαι μὲν ἀγαθὸν οὐδὲν εἶναι τὴν εὔκλειαν, ἀντιποιεῖσθαι μὴν αὐτῆς ἱκανῶς, ὠφελείας ἕνεκα τῶν ἄλλων ἀνθρώπων, ὡς τῶνγε φιλοσόφων δοξάντων ἀσχημονεῖν, οἴχεσθαι ἐκ τοῦ βίου πᾶσαν αἰδῶ καὶ ζήλωσιν τοῦ ἀμείνονος ἤθους. καὶ αὖθις Ἰώσηπος· θέμενος εὐκλείας ἐν δευτέρῳ τὸ ζῇν.

### ε 3539

Εὐκλείδης, Μεγαρεύς (Μεγάρων δὲ τῶν ἐν τῷ Ἰσθμῷ), φιλό‐ σοφος, καὶ τὴν ἐξ αὐτοῦ κληθεῖσαν Μεγαρικὴν αἵρεσιν εἰσήγαγεν, ἣν δὴ καὶ Διαλεκτικὴν καὶ Ἐριστικὴν προσαγορευθεῖσαν. γέγονε δὲ μαθη‐ τὴς Σωκράτους· μεθ’ ὃν Ἰχθύας, εἶτα Στίλπων ἔσχον τὴν σχολήν. συνέγραψε διαλόγους Ἀλκιβιάδην, Αἰσχίνην, Κρίτωνα, Φοίνικα, Λαμ‐ πρίαν, Ἐρωτικόν· καὶ ἄλλα τινά.

### ε 3540

Εὐκλέϊσον: ἀντὶ τοῦ δόξης καὶ εὐκλείας ἀξίωσον. πρόφρων ἁμετέραν εὐκλέϊσον γενεάν.

### ε 3541

Εὐκληρία: εὐτυχία.

### ε 3542

Εὐκολίνη: ἡ εὔκολος πόλις.

### ε 3543

Εὔκολος: ἁπλοϊκὸς τὸν τρόπον, καὶ ἐλευθέριος. ἢ ὁ ἐναντι‐ ούμενος τῷ δυσκόλῳ. ὁ δὲ ἁπλοῦς ἦν καὶ μάλα εὔκολος, συμπει‐ θόμενος καὶ παρελκόμενος ἀγωνιᾶν τὸ ἀνδράποδον, καθάπερ Ὀδύσ‐ σειόν τινα καὶ Θεμιστόκλειον παρεληλυθότα δεινότητα καὶ πανουργίαν.

### ε 3544

Εὐκράς: ἀντὶ τοῦ εὔκρατος.

### ε 3545

Εὐκρινές: εὐχερές.

### ε 3546

Εὐκρίνεια: ἡ καθαρότης.

### ε 3547

Εὐκρινής: συνήθως μὲν ὁ ἐξ ἀρρωστίας ὑγιάνας λέγεται, διὰ τὸ εὖ κεκρίσθαι. οὗτοι δὲ καὶ ἐπὶ τοῦ νεκροῦ τιθέασι κατὰ ἀντί‐ φρασιν.

### ε 3548

Εὔκριτος: ὄνομα κύριον.

### ε 3549a

Εὐκταῖον: εὐχῆς ἄξιον, πολύτιμον, ὑγιές. παρ’ ἐμοὶ δει‐ πνήσατε πρότερον ἀμφότεροι· θύων γὰρ τυγχάνω ἱερὰ εὐκταῖα, καὶ τοὺς παῖδας ἄγων ἴθι, καὶ τῶν φίλων οὓς χρῄζεις. καὶ Εὐκταῖος.

### ε 3549b

Εὐκτήμονος: πλουσίου.

### ε 3550

Εὐκτόν: ἐπιθυμητικόν. Ἀγαθίας· οἱ δὲ Φράγκοι ἀφειδῶς ἐνέκειντο, ὡς τὸν Ναρσῆν ζωγρήσαντες καὶ πόνῳ ξὺν βραχεῖ πέρας εὐκτὸν ἐπιθήσοντες ἅπαντι τῷ πολέμῳ.

### ε 3551

Εὐλάβεια: παρὰ Σοφοκλεῖ ἔννοια καὶ σκέψις. ἐν γὰρ τῷ μαθεῖν ἔνεστιν εὐλάβεια τῶν ποιουμένων. οὐ γὰρ τὸν φόβον φησὶ νῦν.

### ε 3552

Εὐλάβεια: ἡ καθαρότης, καὶ ὁ φόβος. Εὐλαβία δὲ ὄνομα κύριον.

### ε 3553

Εὐλαβεῖτο.

### ε 3554

Εὐλαβηθείς· τῶν Ῥωμαίων τὸ πρόθυμον εὐλαβηθεὶς ὁ Γε‐ ζέριχος τοῖς ἑαυτῷ ἑπομένοις ἐσήμαινε διὰ τάχους ἐπικουρεῖν. καὶ Πισίδης· οὐκ ηὐλαβήθης τὰς ἐνοχλούσας νόσους.

### ε 3555

Εὐλαβής: ὁ εὖ τῶν πραγμάτων ἐπιλαμβανόμενος, ὁ μὴ προ‐ χείρως τι ποιῶν, ἢ καὶ ὁ εἰς λαβὴν ἐπιτήδειος· οἷον, εὐλαβὴς μάχαιρα. ἢ ὁ εὖ προσλαμβάνων τὸ μέλλον. δύσληπτος δὲ ὁ δυσχερής. ἀπὸ τῶν χειρῶν.

### ε 3556

Εὐλαβοῦ: φυλάσσου. εὐλαβοῦ δέ, μὴ ἐκφύγῃ σε. καὶ γὰρ οἶδε τὰς ὁδούς, ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων. ἐπὶ τῶν φευγόντων. Ἀριστοφάνης. καὶ Εὐλαβοῦμαι· αἰτιατικῇ. γενικῇ δέ· ἀψύχων εὐλαβοῦμαι. εἰ γὰρ βαπτίσω σε.

### ε 3557

Εὐλαβῶς· ὁ δὲ Φίλιππος ὁρῶν τοὺς Ἀχαιοὺς εὐλαβῶς δια‐ κειμένους πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον ἐσπούδαζε κατὰ πάντα τρόπον ἐμβιβάσαι αὐτοὺς εἰς ἀπέχθειαν.

### ε 3558

Εὔλαχα: τὸ ἄροτρον, παρὰ Θουκυδίδῃ ἐν χρησμῷ τινι. Δώριος δὲ ἡ λέξις.

### ε 3559

Εὐλαί: σκώληκες. καὶ Εὐλαίων, τῶν σκωλήκων. ἡ δὲ Φερετίμα, ἡ Κυρήνης βασίλισσα, ἀνθ’ ὧν ἔδρασε δίκας ἔδωκε· ζῶσα γὰρ ἐξέζεσεν εὐλέων. ὅ ἐστι σκωλήκων. ὥς φησι Βάβριος ἐν μυ‐ θικοῖς. καὶ αὖθις: ἐξέζεσε ζῶν κακοῖς θηρίοις, οἱ μὲν εὐλαῖς, οἱ δὲ ὅτι οὐ ταύταις, φθειρσὶ δὲ μᾶλλον. ἢ οὕτως· φθειρσί γε μήν.

### ε 3560

Εὔληπτος: ὁ ταχέως καταλαμβανόμενος.

### ε 3561

Εὐλόγησα, καὶ οὐκ ηὐλόγησα. ὡς Ἀττικώτερον γὰρ τὸ εὐλόγησα. εὐλο‐ γημένος γὰρ λέγεις καὶ οὐκ ηὐλογημένος.

### ε 3562

Εὐλογείτω.

### ε 3563

Εὐλογείτωσαν: ἐπαινείτωσαν.

### ε 3564

Εὐλόγηκεν: ἐβλασφήμησεν. ἐπὶ τοῦ Ἰώβ. εὐλογῶν εὐλο‐ γήσει.

### ε 3565

Εὐλογῆσαι: ἐπαινέσαι, ὑμνῆσαι, ἐγκωμιάσαι. ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται.

### ε 3566

Εὐλογήσαι ἡμᾶς ὁ θεός· αἰτιατικῇ. εἰδέναι προσήκει, ὡς εὐλογοῦντες μὲν οἱ ἄνθρωποι τὸν θεὸν λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται. ὁ δὲ θεὸς εὐλογῶν βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ καὶ παντοδαπὴν παρέχει φορὰν ἀγαθῶν τοῖς εὐλογουμένοις.

### ε 3567

Εὐλογιστής.

### ε 3568

Εὐλογιστίας: εὐλογίας, εὐβουλίας.

### ε 3569

Εὔλογον ἀξίωμα: τὸ πλείονας ἀφορμὰς ἔχον εἰς τὸ ἀληθὲς εἶναι· οἷον, βιώσομαι αὔριον. λόγου ποτὲ γενομένου πρὸς Κλεάνθην τὸν φιλόσοφον καὶ Πτολεμαῖον τὸν βασιλέα περὶ τοῦ δοξάσειν τὸν σοφόν, καί τινος εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγξαι αὐτόν, κηρίνας ῥοὰς ἐκέλευσε παρατεθῆναι. τοῦ δὲ σοφοῦ ἀπατηθέντος ἀνε‐ βόησεν ὁ βασιλεὺς ψευδεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ. πρὸς ὃν ὁ σοφὸς εὐστόχως ἀπεκρίνατο, εἰπὼν οὕτω συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥοαί εἰσιν, ἀλλ’ ὅτι εὔλογόν ἐστι ῥοὰς αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου.

### ε 3570

Εὐλόφως: γενναίως. ὁ δὲ πρὸς τοὺς ἐπαναστάντας εὐλόφως ἀγωνισάμενος ἐπέδειξεν ἀληθῆ ὄντα τὸν λόγον, ὃν ἔφη Σωκράτην εἰπεῖν ὁ Ξενοφῶν πρὸς Ἰσχόμαχον, ὡς ἔστιν ἄρα τὸν ἀγαθὸν ὠφε‐ λεῖσθαι καὶ ὑπὸ τῶν βλάπτειν αὐτὸν πειρωμένων. καὶ αὖθις· εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπομένων ἐφαίνετο, οὔτε τὸ σῶμα κεκακωμένος οὔτε τὴν ψυχὴν τεταλαιπωρημένος.

### ε 3571

Εὔλυτος· Μάρκος Ἀντωνῖνός φησιν· ἔσο ἀναμένων τὸ ἀνακλητικὸν ἐκ τοῦ βίου εὔλυτος μήτε ὅρκου δεόμενος μήτε ἀνθρώπου τινὸς μάρτυρος.

### ε 3572

Εὐμάθεια: τὸ καλῶς μανθάνειν.

### ε 3573

Εὐμαρέη: ἀπόπατος παρὰ Ἡροδότῳ.

### ε 3574

Εὐμάρεια: ἡ εὐκολία. λέγεται δὲ καὶ ἡ εὐκοσμία παρὰ Μάρκῳ Ἀντωνίνῳ. καὶ ἐν Ἐπιγράμμασι· οὐ βαθύπεπλος εὔμαρις.

### ε 3575

Εὐμάρεια: ἡσυχία Ἡρόδοτος. τοῦτο φυγῆς τῷ Ἀννίβᾳ πλείονα εὐμάρειαν παρέσχε· διώκειν γὰρ οἱ τετρωμένοι ἦσαν ἥκιστοι.

### ε 3576

Εὐμάρειαι: εὐχέρειαι. τὸν πλοῦτον κτήσασθαι μὲν εὐμαρές, φυλάξασθαι δὲ οὐ ῥᾴδιον.

### ε 3577

Εὐμαρής: εὔκολος, εὐχερής. Εὔμαρις δὲ θηλυκόν.

### ε 3578

Εὔμαιος: ὄνομα κύριον.

### ε 3579

Εὐμένης, βασιλεὺς Μακεδόνων· ὃς τῇ μὲν σωματικῇ δυνάμει παραλελυμένος ἦν, τῇ δὲ τῆς ψυχῆς λαμπρότητι προσαντεῖχεν, ἀνὴρ ἐν μὲν τοῖς πλείστοις οὐδενὸς δεύτερος τῶν καθ’ αὑτὸν βασιλέων γενόμενος, περὶ δὲ τὰ σπουδαιότατα καὶ κάλλιστα μείζων καὶ λαμ‐ πρότερος. ὅς γε πρῶτον μὲν παραλαβὼν παρὰ τοῦ πατρὸς τὴν βα‐ σιλείαν συνεσταλμένην τελέως εἰς ὀλίγα καὶ λιτὰ πολισμάτια ταῖς μεγίσταις τῶν καθ’ αὑτὸν δυναστειῶν ἐφάμιλλον ἐποίησε τὴν ἰδίαν ἀρχήν, οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐδ’ ἐκ περιπετείας, ἀλλὰ διὰ τῆς ἀγχινοίας καὶ φιλοπονίας, ἔτι δὲ πράξεως τῆς αὑτοῦ. δεύτερον φιλοδοξότατος ἐγενήθη καὶ πλείστας μὲν τῶν καθ’ αὑτὸν βασιλέων πόλεις Ἑλληνίδας εὐηργέτησε, πλείστους δὲ κατ’ ἰδίαν ἀν‐ θρώπους ἐσωματοποίησεν. τρίτον ἀδελφοὺς ἔχων τρεῖς, καὶ κατὰ τὴν ἡλικίαν καὶ πρᾶξιν πάντας τούτους συνέσχε πειθαρχοῦντας αὑτῷ καὶ δορυφοροῦντας καὶ σῴζοντας τὸ τῆς βασιλείας ἀξίωμα. τοῦτο δὲ σπανίως εὕροι τις ἂν γεγονός. ὁ δὲ Εὐμένης οὗτος ὑπὸ Ἀντιγόνου ἀναιρεῖται, ἀνὴρ σοφώτερος ἢ κατὰ τοὺς λοιποὺς τῶν Μακεδόνων δόξας εἶναι καὶ ἀνεπίληπτος ἐν στρατηγίαις, ὡς καὶ τῷ ἔπειτα χρόνῳ παρασχεῖν ὄνομα.

### ε 3580

Εὐμενίδες: αἱ Ἐριννύες, αἵ εἰσι καταχθόνιοι δαίμονες. μετα‐ βαλεῖν δέ φασιν αὐτὰς τὸ ὄνομα ἐπὶ Ὀρέστῃ. τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι, εὐμενεῖς αὐτῷ γενομένας, κριθέντι νικᾶν παρ’ Ἀθηναίοις, καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄϊν μέλαιναν. Φιλήμων δὲ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων. Σοφοκλῆς· αἱ γὰρ ἔμφοβοι θεαί σφ’ ἔχουσι, γῆς τε καὶ σκότους κόραι. καὶ παρ‐ οιμία· ἄλλα δ’ ἀλλαχοῦ καλά. παρ’ ὅσον τὰς Εὐμενίδας ἄλλοι ἄλλως καλοῦσιν. ἄλλα οὖν ὀνόματα παρ’ ἄλλοις καλὰ νομίζονται, παρ’ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰς Εὐμενίδας κατ’ εὐφημισμὸν τὰς Ἐριννύας.

### ε 3581

Εὐμενίδες: Αἰσχύλος Εὐμενίσιν, εἰπὼν τὰ περὶ τὴν κρίσιν τὴν Ὀρέστου φησίν, ὡς ἡ Ἀθηνᾶ ἐπράϋνε τὰς Ἐριννύας, ὥστε μὴ χαλεπῶς ἔχειν πρὸς τὸν Ὀρέστην, Εὐμενίδας αὐτὰς ὠνόμασεν. εἰσὶ δὲ τρεῖς, Ἀληκτώ, Μέγαρα, Τισιφόνη.

### ε 3582

Εὐμεταβολώτερος κοθόρνου: κόθορνος εἶδος ὑποδήματος, ἑκατέροις ποσὶν ἁρμόζον. ὅθεν καὶ Θηραμένην, τὸν ἐπὶ τῶν Τριάκοντα, Κόθορνον ἐκάλουν οἱ Ἀθηναῖοι. ἐπὶ τῶν οὖν συνεχῶς μεταβαλλομένων ἡ παροιμία.

### ε 3583

Εὐμολπία πολλάκις τῆς ἡμέρας τρεπόμενος, ἢ εὐφωνία ἢ εὐημερία.

### ε 3584

Εὐμολπίδαι: γένος ἀπὸ τοῦ Θρᾳκός, ὃς καὶ τὴν μύησιν εὗρεν· ἢ ἀπὸ τοῦ Μουσαίου υἱοῦ, ὃς ἦν ἀπὸ τοῦ δευτέρου πέμπτος. ἐπηράσαντο δὲ αὐτῷ Εὐμολπίδαι καὶ Κήρυκες. καὶ αὖθις· εἶτα μέντοι παρ’ οὐδὲν θέμενος τὰ σεμνὰ Εὐμολπιδῶν καὶ Κηρύκων καὶ τῶν ἄλλων γενῶν ἱερῶν τε ὄντων καὶ θεοφιλῶν, ἐπίρρητον δὲ καὶ θῆλυν σοφίαν προελόμενος.

### ε 3585

Εὔμολπος, Ἐλευσίνιος ἤτοι Ἀθηναῖος, υἱὸς Μουσαίου τοῦ ποιητοῦ, ὡς δέ τινες μαθητὴς Ὀρφέως, ἐποποιὸς τῶν πρὸ Ὁμήρου. γέγονε δὲ καὶ Πυθιονίκης· πρὸς λύραν γὰρ ἐπεδείκνυντο οἱ ποιηταί. οὗτος ἔγραψε τελετὰς Δήμητρος καὶ τὴν εἰς Κελεὸν ἄφιξιν καὶ τὴν τῶν μυστηρίων παράδοσιν, τὴν ταῖς θυγατράσιν αὐτοῦ γενομένην, ἔπη τὰ πάντα τρισχίλια. Χειροσκοπικὰ πεζῶς, βιβλίον αʹ.

### ε 3586

Εὐμοιρία: εὐκληρία. καὶ Εὐμοιρότερον, εὐτυχέστερον. οἱ δὲ τοὺς ἀχρείους σφῶν ὑπὸ τοῦ λιμοῦ πιεζόμενοι ἐξέβαλον εἰς τὸ μεσοτείχιον, καὶ ἐκτείνοντο εὐμοιρότερον ὑπὸ τῶν πολεμίων. εἰς θέαν καὶ νόησιν τοῦ ἀληθοῦς καὶ ψευδοῦς, εὐμοιρίαν. Δαμάσκιος.

### ε 3587

Εὐμοιρῶ σου.

### ε 3588

Εὐνάς: κοίτας· ἢ ἀγκύρας. καὶ Εὐνίων, τῶν στρωμάτων. οἱ μὲν ἐκ τῶν εὐνίων ἀνεπήδων, οἱ δὲ ὡπλίζοντο ἀμελῶς.

### ε 3589

Εὐνείκα, Σαλαμινία.

### ε 3590

Εὐνηθέντας: κατακοιτασθέντας.

### ε 3591

Εὔνηος: ὄνομα κύριον.

### ε 3592

Εὐνῖδαι: γένος ἐστὶ παρ’ Ἀθηναίοις οὕτως ὀνομαζόμενον. ἦσαν δὲ κιθαρῳδοί, πρὸς τὰς ἱερουργίας παρέχοντες τὴν χρείαν.

### ε 3593

Εὖνις: ἡ γαμετή. Εὖνις, ἐστερημένη τῶν ἐπιτηδείων.

### ε 3594

Εὐνοϊκῶς: φιλικῶς, πιστῶς.

### ε 3595

Εὐνομία: εἰρήνη.

### ε 3596

Εὐνομιανός: ὄνομα κύριον. τὸν δὲ Εὐνομιανὸν ἔλουσε Βελισάριος τὸ θεῖον λουτρόν (ἀντὶ τοῦ ἐβάπτισε), χερσὶ δὲ οἰκείαις ἀνελόμενος εἰσποιητὸν ἐποι‐ ήσατο παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος.

### ε 3597

Εὐνομουμένη: εἰρηνεύουσα, εὐθηνουμένη, καλῶς διακειμένη.

### ε 3598

Εὐνόμιος· οὗτος εἰς Κύζικον προβάλλεται ἐπίσκοπος ἐπὶ Οὐάλεντος τοῦ βασιλέως. ὑπογραφεὺς δὲ οὗτος γέγονεν Ἀετίου, τοῦ ἐπικληθέντος Ἀθέου. συνὼν δὲ αὐτῷ τὸν ἐκείνου σοφιστικὸν τρόπον ἐζήλωσε, λεξειδίοις τε σχολάζων καὶ ποιῶν ἑαυτῷ σοφίσματα οὐκ ᾐσθάνετο. ἐκ τούτων τυφωθεὶς εἰς βλασφημίαν ἐξέπεσε τὸ Ἀρείου δόγμα ζηλῶν, κατὰ πολλὰ δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμῶν, ὀλιγομαθῶς μὲν ἔχων πρὸς τὰ ἱερὰ γράμματα καὶ μηδὲ συνιέναι αὐτὰ δυνάμενος, πολύχους δὲ τὴν λέξιν καὶ τὰ αὐτὰ περιστρέφων ἀεὶ καὶ μὴ δυνάμενος περιγενέσθαι τοῦ προτεθέντος σκοποῦ· ὡς δεικνύουσιν οἱ ζʹ τόμοι, οὓς ἐματαιοπόνησεν εἰς τὰς πρὸς Ῥωμαίους ἐπιστολάς. πολλοὺς γὰρ λόγους ἐς αὐτὰς ἀναλώσας τῆς ἐπιστολῆς τὸν σκοπὸν ἑλεῖν οὐ δεδύνηται. ἐφάμιλλοι δὲ αὐτοῦ καὶ οἱ ἄλλοι λόγοι τυγχάνουσιν, ἐν πολυλεξίᾳ ἔχοντες νοημάτων εὐτέλειαν.

### ε 3599

Εὐνοίας: φιλίας. τὸν γὰρ στρατόν, ᾧ καταρασσόμενον ἐλθεῖν αὐτὸν παρακαλοῦσι, δι’ εὐνοίας εἶναι τῷ θεῷ.

### ε 3600

Εὐνοῶ σοι.

### ε 3601

Εὔνους· Ἀριστοτέλης λέγει ἐν τοῖς Τόποις· δεῖξαι θέλοντες, τὸν φίλον μὴ εἶναι εὔνουν εἶναι, εἰ εὔνους μὲν ὁ ὀρθῶς νοῶν καὶ τὰ ἀληθῆ καὶ τὰ ἀγαθὰ νοῶν, οὐ πάντως δὲ ὀρθῶς ὁ φίλος νοεῖ. ὁ δὲ τόπος οὗτος τὸ μὲν πιθανὸν καὶ ἔνδοξον καὶ διαλεκτικὸν ἔχει, οὐ μὴν ὑγιὲς τὸ λεγόμενον ἐπὶ πάντων· οὔτε γὰρ εὐθάλασσος λέγεται ὁ ἔχων ἀγαθὴν θάλασσαν, οὔτε εὔχειρ ὁ καλὰς ἔχων χεῖρας, ἀλλ’ ὁ πυκτικός, οὔτε μεγαλόψυχος ὁ ἔχων ψυχὴν μεγάλην. διὸ οὐδὲ εὐδαίμων ὁ σπουδαῖος, ὡς ἤδη καὶ τὸν δαίμονα ἔχων τὸν ἐν αὑτῷ. καὶ τὸ τοῦ φίλου ἔργον αἱρετώτερον ἢ τὸ τοῦ εὔνου, καὶ φιλία εὐνοίας· ἔστι δὲ τοῦ μὲν φίλου ἔργον ἡ μετὰ βουλήσεως πρᾶξις τῶν ἀγαθῶν εἰς τὸν φίλον, τοῦ δὲ εὔνου ἡ βούλησις μόνον· καὶ ἐπεὶ φιλία εὐνοίας αἱρετώτερον, καὶ τὸ τῆς φιλίας ἔργον τοῦ τῆς εὐνοίας αἱρετώτερον· καὶ τὸ εὖ ποιεῖν τοὺς φίλους τοῦ κακῶς ποιεῖν τοὺς πολεμίους· καὶ ἔστι τὸ μὲν εὖ ποιεῖν τοὺς φίλους ἔργον τοῦ ἐλευθερίου, τὸ δὲ κακῶς τοὺς ἐχθροὺς τοῦ ἀνδρείου.

### ε 3602

Εὔνους ὁ σφάκτης: τοῦτο κυρίως δύναται λέγεσθαι ἐπὶ τοῦ Ὀρέστου.

### ε 3603

Εὐνούστατα: φιλίως.

### ε 3604

Εὐνοῦχος· ἀνήρ τις ἦν (εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι) διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος, ὁ χλούνης τε καὶ γύννις, ὥσπερ ἐπιλαθόμενος ὤθησεν ἑαυτὸν ἐς τὸ μέγαρον φέρων, ἔνθα δήπου τῷ ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν. ὅτι Ἀριστόνικος ὁ τοῦ Πτολεμαίου τοῦ βασιλέως Αἰγύπτου εὐνοῦχος ἦν, ἀλλ’ ἀνδρώδης τὴν προαίρεσιν. ζήτει καὶ ἄλλα φερώνυμα ἐν τῷ ἄρρεν. ὅτι ὁ βασιλεὺς Θεοδόσιος ὁ μικρὸς ὀργῇ τῇ πρὸς Ἀντίοχον τὸν Πραιπόσιτον ἐξεφώνησε διάταξιν, εὐνοῦχον ἐν τοῖς πατρικίοις μὴ τελεῖν. καθῃρέθη δὲ εὐθὺς καὶ ὁ Πραι‐ πόσιτος Ἀντίοχος τῆς τιμῆς καὶ ἐδημοσιεύθη καὶ τοῖς ἱερεῦσι κατετάγη, διαβληθεὶς εἰς καθοσίωσιν.

### ε 3605

Εὔξενος, οὐ πάνυ σπουδαῖος οὐδὲ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώ‐ μενος. γαστρός τε γὰρ ἥττων ἦν καὶ ἀφροδισίων, καὶ κατὰ τὸν Ἐπί‐ κουρον ἐσχημάτιστο· τὰς δὲ Πυθαγόρου δόξας ἐγίνωσκεν, ὥσπερ οἱ ὄρνιθες, ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώπων. τὸ γὰρ χαῖρε, καὶ τό, εὖ πράττε, καὶ τό, Ζεὺς ἵλεως, καὶ τὰ τοιαῦτα οἱ ὄρνιθες εὔχονται οὔτε εἰδότες ὅ τι λέγουσιν, οὔτε διακείμενοι πρὸς τοὺς ἀνθρώπους, ἀλλὰ ἐρρυθμισμένοι τὴν γλῶτταν. ὁ δὲ ὥσπερ οἱ νέοι τῶν ἀετῶν ἐν ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖς γειναμένοις αὐτούς, μελετώ‐ μενοι ὑπ’ αὐτῶν τὴν πτῆσιν, ἐπειδὰν δὲ αἴρεσθαι δύνανται, ὑπερπέ‐ τονται τοὺς γονέας, ἄλλως τε κἂν λίχνους αἴσθωνται καὶ κνίσης ἕνεκα πρὸς τῇ γῇ πετομένους· οὕτω καὶ ὁ Ἀπολλώνιος προσεῖχε τῷ Εὐξένῳ παῖς ἔτι καὶ ἤγετο ὑπ’ αὐτοῦ βαίνων ἐπὶ τοῦ λόγου, προελθὼν δὲ ἐς ἔτος ϛʹ καὶ ιʹ ὥρμησεν ἐπὶ τὸν Πυθαγόρου βίον πτερωθεὶς ἐπ’ αὐτὸν ὑπό τινος κρείττονος. οὐ μὴν τὸν Εὔξενον ἐπαύσατο ἀγαπῶν, ἀλλ’ ἐς προάστειον, ἐν ᾧ κῆποί τε ἁπαλοὶ ἦσαν καὶ πηγαί, τοῦτον ἀγαγών, σὺ μὲν ζῆθι, ἔφη, τὸν σαυτοῦ τρόπον· ἐγὼ δὲ τὸν Πυθα‐ γόρου ζήσομαι.

### ε 3606

Εὔξεινος: ὄνομα πελάγους, ὁ πόντος. λέγει Ἡρόδοτος· πελαγέων γὰρ ἁπάντων ἐστὶ θαυμασιώτατος.

### ε 3607

Εὐξίθεος: προδότης Ἠλείων.

### ε 3608

Εὔξοον: καλῶς ἐξεσμένον.

### ε 3609

Εὐοδία: ἡ καλὴ ὁδός. σημαίνει δὲ καὶ κύριον ὄνομα. Εὐωδία δὲ ἡ εὐοσμία, διὰ τοῦ ω μεγάλου.

### ε 3610

Εὐοδιανός: ὄνομα κύριον.

### ε 3611

Εὐοδίας: ὄνομα κύριον.

### ε 3612

Εὔοδος, Ῥόδιος, ἐποποιός, γεγονὼς ἐπὶ Νέρωνος, ὁ θαυμαζό‐ μενος εἰς Ῥωμαϊκὴν ποίησιν. τούτου τὰ βιβλία οὐ φαίνεται.

### ε 3613

Εὐοδῶ· αἰτιατικῇ.

### ε 3614

Εὐομιλότατος.

### ε 3615

Εὐόργητος: πρᾶος.

### ε 3616

Εὐοργήτως: ἀντὶ τοῦ εὐτρόπως. ὀργὴ ὁ τρόπος παρὰ Θου‐ κυδίδῃ.

### ε 3617

Εὐορκία: τὸ καλῶς ὀμνύειν.

### ε 3618

Εὐόρκου: εὐσεβοῦς. Ἡσίοδος· ἀνδρὸς δ’ εὐόρκου γενεὴ μετό‐ πισθεν ἀμείβη. καὶ Ἀριστοφάνης· ἀλλ’ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις.

### ε 3619

Εὔοπτος ἀνήρ.

### ε 3620

Εὐόφθαλμον: τὸ εὔοπτον. καὶ Εὐοφθάλμως, Ἀντιφῶν ἀντὶ τοῦ εὐπρεπῶς.

### ε 3621

Εὐοχεῖται: ἐπὶ τοῦ ἐλέφαντος. ἀντὶ τοῦ καλῶς ἡνιοχεῖται. Εὐωχεῖται δὲ ἀντὶ τοῦ εὐφραίνεται ἐν τραπέζῃ.

### ε 3622

Εὐοψίαν: ἀντὶ τοῦ εὐπροσωπίαν.

### ε 3623

Εὐωδία: ἡ εὐοσμία.

### ε 3624

Εὐωδοῦτο: κατευωδοῦτο. καὶ Εὐωδώθη, κατευωδώθη.

### ε 3625

Εὐωείκη: ὄνομα κύριον.

### ε 3626

Εὔωνον: εὐτελές. καὶ Εὔωνος, ὄνομα κύριον.

### ε 3627

Εὐώνυμον: τὸ ἀριστερόν.

### ε 3628

Εὐωρία: ψιλῶς, τὸ μὴ πάνυ φροντίζειν, ἀλλὰ ῥᾳθυμότερόν πως ἔχειν.

### ε 3629

Εὔωπος: ὁ εὐόφθαλμος.

### ε 3630

Εὐωρῶ: τὸ παίζω.

### ε 3631

Εὐωχία: ἡ τράπεζα.

### ε 3632

Εὐωχοῦμαι· γενικῇ.

### ε 3633

Εὐπάθεια: διάχυσις καὶ ἄνεσις τῆς ψυχῆς, καὶ τρυφή. ἡ εὐπάθεια διαιρεῖται εἰς χαράν, εὐλάβειαν, βούλησιν. καὶ ἡ μὲν χαρὰ ἐναντία ἐστι τῇ λύπῃ καὶ τῇ ἡδονῇ οὖσαν εὔλογον ἔπαρσιν· τὴν δὲ εὐλάβειαν τῷ φόβῳ, οὖσαν εὔλογον ἔκκλισιν. φοβηθήσεσθαι μὲν γὰρ τὸν σοφὸν οὐδαμῶς, εὐλαβηθήσεσθαι δέ. τῇ δὲ ἐπιθυμίᾳ ἐναντίαν εἶναι τὴν βούλησιν, οὖσαν εὔλογον ὄρεξιν. καθάπερ οὖν ὑπὸ τὰ πρῶτα πάθη πίπτει τινά, τὸν αὐτὸν τρόπον ὑπὸ τὰς πρώτας εὐπαθείας. καὶ ὑπὸ μὲν τὴν βούλησιν εὔνοιαν, εὐμένειαν, ἀσπασμόν, ἀγάπησιν· ὑπὸ δὲ τὴν εὐλάβειαν αἰδῶ, ἁγνείαν· ὑπὸ δὲ τὴν χαρὰν τέρψιν, εὐφροσύνην, εὐθυμίαν.

### ε 3634

Εὐπαθεῖσθαι: ἀντὶ τοῦ τρυφᾶν, καὶ διαχεῖσθαι. τοῖς δὲ λοιποῖς ἐν τοῖς καπηλείοις εὐπαθεῖσθαι διεκελεύετο. καὶ Εὐπαθοῦντες, ὑγιαίνοντες, τρυφῶντες.

### ε 3635

Εὐπαλάμων ὕμνων: ἀντὶ τοῦ εὖ διακεχειρισμένων, ἢ συντε‐ ταγμένων. τέκτονες εὐπαλάμων ὕμνων.

### ε 3636

Εὐπαράγωγος: εὐπειθής. Ἀριστοφάνης· ἀλλ’ εὐπαράγωγος εἶ θωπευόμενός τε χαίρεις κἀξαπατώμενος, πρὸς τόν τε λέγοντα ἀεὶ κέχηνας· ὁ νοῦς δέ σου παρὼν ἀποδημεῖ. καὶ αὖθις· ὁ δὲ εὐκο‐ λώτερος ἦν καὶ διὰ μελέτην μέθης εὐπαράγωγος.

### ε 3637

Εὖ παρασχόν: ἀντὶ τοῦ παρασχόντος· δῆλον δὲ τοῦ δαίμονος· ὅ ἐστι δωρησαμένου τὴν νίκην.

### ε 3638

Εὐπάρεδρον: καλῶς παραμένον, καὶ διηνεκῶς. Εὖ παρῆστο.

### ε 3639

Εὐπάροιστον: εὐπαράγωγον.

### ε 3640

Εὐπάρυφα: εὐκατέργαστα, ἢ πλούσια. ἰδὼν Διογένης ὁ Κύων εὐπάρυφόν τινα ἐν Κορίνθῳ ἔφη· τούτῳ με πώλει. ἔπειτα ἐς τὰ ἱμάτια ἠξίουν ἅπαντες εὐπάρυφοι εἶναι, κομπωδεστέραν ἢ κατὰ τὴν ἑκάστου ἀξίαν ἐνδιδυσκόμενοι τὴν ἐσθῆτα· κτᾶσθαι γὰρ αὐτοῖς τὰ τοιαῦτα ἐξ οὐ προσηκόντων παρῆν. τοῦ δὲ χιτῶνος τὸ ἀμφὶ τὼ χεῖρε μέρος αὐτοῖς τὰ μὲν ἐς τὸν καρπὸν ξυνίει σφίσιν ἐν στενῷ μάλιστα, τὰ δὲ ἐνθένδε ἄχρι ἐς ὦμον ἑκάτερον ἐς ἄφατόν τι εὖρος διεκέχυτο. ὁσάκις αὐτοῖς ἡ χεὶρ σείοιτο ἀναβοῶσιν ἐν τοῖς θεάτροις τε καὶ ἱππο‐ δρομίαις ἢ ἐγκελευομένοις, ᾗπερ εἰώθει, ἐς ὕψος αὐτοῖς τοῦτο δὴ τὸ μέρος ἀτεχνῶς ᾔρετο, αἴσθησιν παρεχόμενον τοῖς ἀνοήτοις, ὅτι δὴ αὐτοῖς οὕτω καλόν τε τὸ σῶμα καὶ ἁδρὸν ἂν εἴη, ὥστε δεῖν γε αὐτοῖς πρὸς τῶν τοιούτων ἱματίων καλύπτεσθαι, καὶ οὐκ ἐνενόουν, ὅτι δὴ αὐτοῖς τῷ τῆς ἐσθῆτος ἠραιωμένῳ τε καὶ κενῷ πολλῷ ἔτι μᾶλλον τὸ τοῦ σώματος ἐξίτηλον διελεγχθείη.

### ε 3641

Εὐπατέρεια: ἡ καλὸν πατέρα ἔχουσα. καὶ Εὐπάτορος, ὄνομα κύριον.

### ε 3642

Εὐπατρίδαι: εὐγενεῖς.

### ε 3643

Εὐπερίκοπτος· ὁ δὲ πρὸς τὰς ἐντεύξεις εὐπερίκοπτος ἦν καὶ ἀνεπίφθονος.

### ε 3644

Εὐπερίοπτον: εὐκαταφρόνητον. ᾐσθάνετο γὰρ τὴν τῶν Μακε‐ δόνων ἀρχὴν εὐπερίοπτον ἐσομένην, εἰ δὴ τῆς πρώτης πείρας οἱ ἐπαναστάντες κρατήσειαν.

### ε 3645

Εὐπερίστατον: μωρόν, ταχέως περιτρεπόμενον. καὶ ὁ Ἀπόστολος· καὶ τὴν εὐπερίστατον ἁμαρτίαν.

### ε 3646

Εὐπέτεια. οἱ δὲ Ῥωμαῖοι διὰ πολλὴν εὐπέτειαν τῆς ὑπαί‐ θρου ἐκράτησαν. εἴτε κατ’ εὐπέτειαν ἀπανισταμένους μετὰ τέκνων καὶ γυναικῶν εἴτε ἄλλο τι γινώσκοντας. ὁ οὖν Γανυμήδης κατ’ εὐπέτειαν ἑαυτὸν ξίφει διειργάσατο. τουτέστιν εὐχερῶς. φύσει γὰρ πάντες ἐς τὸ εὐπετὲς τρέπονται.

### ε 3647

Εὐπετής: εὐχερής. καὶ Εὐπετῶς, ῥᾳδίως, εὐχερῶς, εὐκό‐ λως, καὶ εὐσταλῶς.

### ε 3648

Εὖ πεφυκώς: ἀρμόδιος. παρεκελεύετο ἐμβαίνειν τοὺς στρατιώτας. καὶ γὰρ ἦν εὖ πεφυκώς, εἰ καὶ πρὸς ἄλλο τι, πρὸς τὸ θάρσος ἐμβαλεῖν καὶ συμπαθεῖς ποιῆσαι τοὺς παρακαλουμένους.

### ε 3649

Εὐπείθεια.

### ε 3650

Εὐπείθιος καὶ Ἀρχιάδας, δύο υἱοὶ Ἡγίου. καὶ ὁ μὲν Εὐπείθιος εὐφυέστερος ἐγένετο, τὰ δὲ ἤθη ἐπισεσυρμένος ἐς ἰδιωτισμόν, ἤδη δέ τι καὶ ἀτοπώτερον ἔχων ἢ κατὰ ἰδιώτην, ὡς δὲ συλλήβδην εἰπεῖν, πολλῷ τοῦ πατρὸς ἀπολειπόμενος· ὁ δὲ Ἀρχιάδας τὸ μὲν ὅλον τοῦ πατρὸς οὐκ ὀλίγῳ διαφέρων εἰς ἀρετὴν καὶ τῶν πολλῶν, τὰ δὲ ἐς φιλοσοφίαν ἄγοντα παρειμένος, ἅτε πρὸς ταῦτα ἀνάγωγος ὤν, διὰ τὴν οὐκ ἀκολάκευτον πατρῴαν οὐσίαν, ἱερὰν δὲ ζωὴν προβεβλημένος, εἴπερ τις ἕτερος, καὶ πολυπειρίαν ἀσκήσας ἱερῶν ἔργων τε καὶ λόγων οὐδέν τι μεῖον τοῦ πατρός· ἔχω γὰρ τοῦτο καὶ τῷ Ἡγίᾳ μαρτυρεῖν. ὁ δὲ Ἀρχιάδας καὶ τοῦ καθαροῦ συνειδότος ἐπεμελεῖτο διαφερόντως οὐδὲν ἧττον τῶν φιλοσοφούντων. ἦν οὖν αἰσθάνεσθαι πάντων, ᾐσθανόμην δὲ καὶ αὐτὸς ἑκάστοτε τῶν ἀμφ’ αὐτῷ κενοῦ φυσήματος ἄνευ νοῦ ἐμπιπλαμένων. παθῶν δὲ παντοίων κατάμεστοι ὄντες οὐδὲ ἐν μέσοις αὐτοῖς τοῖς δρωμένοις οἷοί τε ἦσαν ἤθεσι μετρίοις ἐγκαρτερεῖν. ἐπεὶ τά γε ἔξω μισγάγκεια κακῶν ἐφαίνετο μηδὲν διαφέρουσα τῆς τῶν ἀγελαίων ἀνθρώπων. ὁ δ’ οὖν Διομήδης διέφθαρτο καὶ αὐτὸς ὑπὸ τῆς συνουσίας καὶ οὐδὲν ἔχων ἔξαρμα φύσεως ἔτι ταπεινότερος ἐγεγόνει πρὸς τὰ ἐπιταττόμενα. καίτοι ὑπὸ κολάκων διεφθάρη τὴν διάνοιαν, εὐφυής τε γεγονὼς ἀνὴρ πρὸς φιλοσοφίαν, ἣ οὐδὲν ἀλλοτρίῳ κακῷ βλάπτεται οὐδὲ φθείρεται, οἰκείῳ δὲ μόνῳ, ὡς ἔφη Σωκράτης. διὸ καὶ φιλοσοφίαν ἐλυμήνατο τοῦτο αὐτὸ τὸ οἴκοθεν ὄνειδος. ὃν γὰρ ἔδει μάλιστα διασῴζειν καὶ θερα‐ πεύειν πρὸς τὸ βέλτιστον, τοῦτον πρὸς ἡδονὰς ἀνατρέφοντες καὶ μετεωρίζοντες ἐς αὔχημα μεῖζον ἢ καθ’ ἑαυτόν, ἔλαθον ἑαυτοὺς ἐς πᾶσαν ἀτιμίαν καταβάλοντες.

### ε 3651

Εὐπήδαξ χῶρος: ὁ καλὴν πηγὴν ἔχων.

### ε 3652

Εὐπήληκος: καλὴν περικεφαλαίαν ἐχούσης. ἀλλὰ καὶ εὐπή‐ ληκος Ἀθηναίης ἐπὶ δουρὶ τὸν τέττιγ’ ὄψει μ’, ὦ ’νερ, ἐφεζόμενον.

### ε 3653

Εὐπλοῆσαι: τὸ καλῶς πλεῦσαι.

### ε 3654

Εὐπλοίην: εὔπλοιαν.

### ε 3655

Εὐπλοκαμῖδες: καλλιπλόκαμοι.

### ε 3656

Εὐπολείδιος: ὄνομα κύριον.

### ε 3657

Εὔπολις, Σωσίπολις, Ἀθηναῖος, κωμικός. ὃς ἑπτακαίδεκα ἔτη γεγονὼς ἤρξατο ἐπιδείκνυσθαι· καὶ ἐδίδαξε μὲν δράματα ιζʹ, ἐνίκησε δὲ ζʹ. καὶ ἀπέθανε ναυαγήσας κατὰ τὸν Ἑλλήσποντον ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ· καὶ ἐκ τούτου ἐκωλύθη στρατεύεσθαι ποιη‐ τήν. τὰ δὲ δράματα αὐτοῦ Αἶγες, Ἀστράτευτος ἢ Ἀνδρόγυνοι, καὶ ἄλλα.

### ε 3658

Εὐπόριστον: εὐχερῶς ποριζόμενον. λέγεται γάρ, ὡς παρὰ Τούρκοις οὐκ εὐπόριστον χρῆμα ὁ σίδηρος.

### ε 3659

Εὐπορῶ· γενικῇ.

### ε 3660

Εὐποτμία: εὐτυχία. ζηλῶ τοῦτον τῆς εὐποτμίας. καὶ αὖθις· εὐποτμίας δὲ ἀπολαύουσι πάσης ἐξ οὐρίων φερόμενοι. καὶ πάλιν· ἐν εὐποτμίᾳ τε καὶ εὐδαιμονίᾳ διῆγον πολλῇ.

### ε 3661

Εὐπότμως: εὐτυχῶς. ἡ τοῦ στρατηγοῦ φρόνησις ἔχουσά τι καὶ τύχης εὐπότμου δι’ αὐτήν.

### ε 3662

Εὐπραγότερος: εὐτυχέστερος.

### ε 3663

Εὐπραξία: εὐημερία, εὐτυχία. ὁ δὲ Ὀζίας ὤλισθεν ὑπ’ εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα, πρὸς ἃ κἀκεῖνον τῶν ἀγαθῶν ἡ λαμπρότης καὶ τὸ μέγεθος τῶν πραγμάτων, οὐ δυνηθέντα προστῆναι καλῶς αὐτῶν, ἤγαγεν.

### ε 3664

Εὖ πράττειν: οὕτως ἡ ἐπιγραφὴ τῶν ἐπιστολῶν Πλάτωνος. ἔγραψε δὲ ἐπιστολὰς ιγʹ. εἰσὶ δὲ τοῦ ἠθικοῦ εἴδους. εὖ διάγειν· οὕτως Ἐπίκουρος ἐπέγραφε· χαίρειν δὲ ἐπέγραφε Κλέων.

### ε 3665

Εὔπρηστον: εὐφύσητον.

### ε 3666

Εὐπροσοδώτατος: τόπος εὔδρομος.

### ε 3667

Εὐπροσιτότατος: ὁ ἥμερος.

### ε 3668

Εὐπρόσωπος: εὐπροσήγορος. Σοφοκλῆς· ἦπου Τελαμὼν δέξαιτ’ ἂν εὐπρόσωπος.

### ε 3669

Εὐπρόσωπος: εὔμορφος. ὁ δ’ ἐπισυράμενος εὐπρόσωπον λίθον στήλην ἔστησεν.

### ε 3670

Εὐπτέρων· Ἀριστοφάνης· κἄστ’ ἐκ γυναικῶν εὐπτέρων, τῶν Κοισύρας. ἀντὶ τοῦ εὐγενῶν, ἢ κούφων, ἢ ὧν ὁ λογισμὸς ἵπταται. ἡ μεταφορὰ ἀπὸ τῶν ὀρνέων τῶν μετεώρων καὶ ὑπερηφάνων· ἢ τιμίων καὶ εὐγενῶν.

### ε 3671

Εὐποιία. ὅτι ἀποστέρησίς ἐστι τὸ τὰ ἀλλοτρία λαβόντας κατέχειν, καὶ ὅταν ἐλεημοσύνην μὴ παρασχῶμεν, ἐν ἴσῳ τοῖς ἀποστεροῦσι κολαζόμεθα.

### ε 3672

Εὔπτορθον: εὔκλαδον.

### ε 3673

Εὐποιῶ· αἰτιατικῇ.

### ε 3674

Εὐράξ: ἐκ πλαγίου.

### ε 3675

Εὗρες· Ἀριστοφάνης· εἴθε φαύλως, ὥσπερ εὗρες, ἐκβάλοις τὴν ἔνθεσιν. ἐπὶ τῶν παρὰ προσδοκίαν εὐδοκιμησάντων. τὸ δὲ εὗρες δηλοῖ τὸ καμάτῳ καὶ πόνῳ περιγενέσθαι τινός· καὶ ἔστι τῆς τοῦ κάμνοντος γνώμης καὶ προαιρέσεως ἔλεγχος. τὸ δὲ εὑρεῖν ἁπλῶς τῆς παρασχούσης τύχης, καὶ οὐ τῆς τοῦ εὑρόντος γνώμης καὶ προ‐ αιρέσεως.

### ε 3676

Εὑρεσιέπεια: εὑρεσιλογία.

### ε 3677

Εὑρεσιλόγος: φλύαρος, ἑτοιμολόγος. Πολύβιος· ἔχων δὲ καὶ πλείω λέγειν ἀγωνιῶ, μὴ δόξω τισὶν ὑμῶν οὐκ ἀναγκαίως εὑρε‐ σιλογεῖν.

### ε 3678

Εὑρεσιεπής: καινολόγος.

### ε 3679

Εὑρετής· ἦν δὲ καὶ εὑρετὴς ἑτοιμότατος ὧν τε αὐτὸς ἠπόρει πρὸς ἑτέρους καὶ ὧν ἕτεροι πρὸς αὐτόν, οὐ πολυμαθείᾳ καὶ ἀλλοτρίων δοξασμάτων ἱστορίᾳ καταχωννὺς μὲν τὴν ἀλήθειαν καὶ ἀποκρύπτων, ἐπιστομίζων δὲ τοὺς ἀποροῦντας. Εὑρέτις δὲ θηλυκόν, διὰ τοῦ ι, ἡ ἐφευρετική.

### ε 3680

Εὐρεῖα· Ὅμηρος· τότε μοι χάνοι εὐρεῖα χθών. οὐ καθολικὸν ἐπίθετον ἡ εὐρεῖα, ἀλλ’ ἐν ἴσῳ τῷ εὐρεῖα γενομένη· οἷον εὐρύ μοι χάσμα γένοιτο.

### ε 3681

Εὐρείτης: ἐπίθετον. ὁ καλῶς ῥέων ποταμός.

### ε 3682

Εὕρημα: ἐπίτευγμα, βούλευμα. δῆλον δέ, ὡς τῷ πολλὰ πεπαιδευμένῳ καὶ πολλὰ εἰδέναι γλιχομένῳ, καὶ ταῦτα εὕρημά ἐστι. τουτέστι βούλευμα, ἐπιτήδευμα. καὶ Εὑρήματα ὁμοίως, ἐπιτεύγ‐ ματα, βουλεύματα. Ξενοφῶν· ἐπεὶ εἶδον ὑμᾶς εἰς πολλὰ κἀμήχανα ἐμπεπτωκότας, εὕρημα ἐποιησάμην, εἴ πως δυναίμην παρὰ βασιλέως αἰτήσασθαι, δοῦναί μοι ἀποσῶσαι ὑμᾶς εἰς τὴν Ἑλλάδα. εὕρημα δὲ καὶ τοὺς Μάγους ἐποιεῖτο, οἳ Βαβυλῶνα καὶ Σοῦσα οἰκοῦσιν.

### ε 3683

Εὕρῃς: αὐθυπότακτον.

### ε 3684

Εὑρήσεται: ἀντὶ τοῦ εὑρεθήσεται.

### ε 3685

Εὑρῆσθαι.

### ε 3686

Εὑρησιλογίας.

### ε 3687

Εὐρίζῳ· Δαβίδ· εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς. ἀντὶ τοῦ ἐπιμόνῳ, καλῶς ἐρριζωμένῳ.

### ε 3688

Εὐρίζων: πλατύνων, ἢ καλὰς ῥίζας χαροποιοὺς ἔχων. κα‐ λῶς θεμελιῶν καὶ παγίως, ὥστε ἀσάλευτον αὐτὴν καὶ ἀτρεμῆ διαμένειν.

### ε 3689

Εὔρινος: εὐόσφρητος. Σοφοκλῆς· κυνὸς εὔρινος βάσις. τουτ‐ έστιν ἡ βάδισις.

### ε 3690

Εὐρινότατος: καλόρρινος, ἢ καλῶς ὀσφρώμενος.

### ε 3691

Εὐριπίδειον ἔπος: τοῦ Εὐριπίδου. καὶ Εὐριπίδειος λόγος ὁμοίως. ὅτι ἔφη Εὐριπίδης, ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων. καὶ αὖθις· στῦλοι γὰρ οἴκων εἰσὶ παῖδες ἄρσενες.

### ε 3692

Εὐριπίδη Εὐριπίδιον· Ἀριστοφάνης. ἐρωτικὴν μιμεῖται φωνήν. οἱ γὰρ ἐρῶντες εἰώθασι τοὺς ἐρωμένους ἐρωτικῶς δι’ ὑπο‐ κορισμῶν καλεῖν.

### ε 3693

Εὐριπίδης, Ἀθηναῖος, τραγικός, πρεσβύτερος τοῦ ἐνδόξου γενομένου. ἐδίδαξε δράματα ιβʹ, εἷλε δὲ νίκας βʹ.

### ε 3694

Εὐριπίδης, τραγικός, τοῦ προτέρου ἀδελφιδοῦς, ὡς Διονύσιος ἐν τοῖς χρονικοῖς. ἔγραψε δὲ Ὁμηρικὴν ἔκδοσιν, εἰ μὴ ἄρα ἑτέρου ἐστί. δράματα αὐτοῦ ταῦτα· Ὀρέστης, Μήδεια, Πολυξένη.

### ε 3695

Εὐριπίδης, Μνησάρχου ἢ Μνησαρχίδου καὶ Κλειτοῦς, οἳ φεύ‐ γοντες εἰς Βοιωτίαν μετῴκησαν, εἶτα ἐν τῇ Ἀττικῇ. οὐκ ἀληθὲς δέ, ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν, ὡς ἀποδείκνυσι Φιλόχορος. ἐν δὲ τῇ διαβάσει Ξέρξου ἐκυοφορεῖτο ὑπὸ τῆς μητρὸς καὶ ἐτέχθη καθ’ ἣν ἡμέραν Ἕλληνες ἐτρέψαντο τοὺς Πέρσας. γέγονε δὲ τὰ πρῶτα ζωγράφος, εἶτα μαθη‐ τὴς Προδίκου μὲν ἐν τοῖς ῥητορικοῖς, Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς καὶ φιλοσόφοις. διήκουσε δὲ καὶ Ἀναξαγόρου τοῦ Κλαζομενίου. ἐπὶ τραγῳδίαν δὲ ἐτράπη τὸν Ἀναξαγόραν ἰδὼν ὑποστάντα κινδύνους δι’ ἅπερ εἰσῆξε δόγματα. σκυθρωπὸς δὲ ἦν τὸ ἦθος καὶ ἀμειδὴς καὶ φεύγων τὰς συνουσίας· ὅθεν καὶ μισογύνης ἐδοξάσθη. ἔγημε δὲ ὅμως πρώτην μὲν Χοιρίνην, θυγατέρα Μνησιλόχου· ἐξ ἧς ἔσχε Μνησίλοχον καὶ Μνησαρχίδην καὶ Εὐριπίδην. ἀπωσάμενος δὲ ταύτην ἔσχε καὶ δευτέραν, καὶ ταύτης ὁμοίως ἀκολάστου πειραθείς. ἀπάρας δὲ ἀπ’ Ἀθηνῶν ἦλθε πρὸς Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων, παρ’ ᾧ διῆγε τῆς ἄκρας ἀπολαύων τιμῆς. ἐτελεύτησε δὲ ὑπὸ ἐπιβουλῆς Ἀρριβαίου τοῦ Μακεδόνος καὶ Κρατεύα τοῦ Θετταλοῦ, ποιητῶν ὄντων καὶ φθονησάντων αὐτῷ πεισάντων τε τὸν βασιλέως οἰκέτην τοὔνομα Λυσίμαχον, δέκα μνῶν ἀγορασθέντα, τοὺς βασιλέως, οὓς αὐτὸς ἔτρεφε, κύνας ἐπαφεῖναι αὐτῷ. οἱ δὲ ἱστόρησαν οὐχ ὑπὸ κυνῶν, ἀλλ’ ὑπὸ γυναικῶν νύκτωρ διασπασθῆναι, πορευόμενον ἀωρὶ πρὸς Κρατερὸν τὸν ἐρώμενον Ἀρχελάου (καὶ γὰρ σχεῖν αὐτὸν καὶ περὶ τοὺς τοιούτους ἔρωτας), οἱ δέ, πρὸς τὴν γαμετὴν Νικοδίκου τοῦ Ἀρεθουσίου. ἔτη δὲ βιῶναι αὐτὸν οεʹ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐν Πέλλῃ μετακομίσαι τὸν βασιλέα. δράματα δὲ αὐτοῦ κατὰ μέν τινας οεʹ, κατὰ δὲ ἄλλους Ϟβʹ· σῴζονται δὲ οζʹ. νίκας δὲ ἀνείλετο εʹ, τὰς μὲν δʹ περιών, τὴν δὲ μίαν μετὰ τὴν τελευτήν, ἐπιδειξαμένου τὸ δρᾶμα τοῦ ἀδελφιδοῦ αὐτοῦ Εὐριπίδου. ἐπεδείξατο δὲ ὅλους ἐνιαυτοὺς κβʹ, καὶ τελευτᾷ ἐπὶ τῆς Ϟγʹ Ὀλυμπιάδος.

### ε 3696

Εὔριπος: πέλαγος στενόν, ἢ τόπος ὑδατώδης μεταξὺ δύο γαιῶν. τουτέστι Βοιωτίας καὶ Ἀττικῆς. ἑπτάκις δὲ τῆς ἡμέρας τὸ ἐκεῖσε ὕδωρ τρέπεται.

### ε 3697

Εὑρίσκω· αἰτιατικῇ.

### ε 3698

Εὕρομεν: παρατατικός. καὶ Εὕροσαν.

### ε 3699

Εὐροναΐτοις: καλῶς ῥέουσιν.

### ε 3700

Εὐροώτερος: ὁ πλατύτερος.

### ε 3701

Εὔρρους· ἐμοὶ δὲ ἐξηγεῖτο λόγους Ἰσοκρατείους, ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις.

### ε 3702

Εὐρυόδεια: ἡ πλατυάμφοδος.

### ε 3703

Εὐρώεντα: σκοτεινά, ζοφώδη.

### ε 3704

Εὐρώεις: ὁ σκοτεινός, ἢ ὁ πλατύς. καὶ κλίνεται εὐρώεντος.

### ε 3705

Εὕρωμαι: ἀντὶ τοῦ εὑρήσω. καὶ Εὕρωμεν, ἀντὶ τοῦ εὑρή‐ σομεν.

### ε 3706

Εὐρώπη: ὄνομα κύριον. καὶ ὁ τόπος. καὶ Εὐρώπιον κλῖμα, τῆς Εὐρώπης. καὶ πρέσβεις Εὐρωπαίων.

### ε 3707

Εὐρώς: ὑγρότης σεσηπυῖα. Καλλίμαχος· πέδιλα τὰ μὴ πύσε νήχυτος εὐρώς.

### ε 3708

Εὐρώς: ἡ νοτία. παρὰ τὸ αὖρα, αὐρώς, καὶ τροπῇ εὐρώς. καὶ εὐρωτιῶ. Θεόκριτος· ἁ σύριγξ εὐρῶτι παλύνεται.

### ε 3709

Εὐρώταν· ἐν Ἐπιγράμμασι· τὸν δ’ ὑπεροιδαίνοντα κατέσκεπε πταμένη χείρ, οὐχ ὅλον Εὐρώταν, ἀλλ’ ὅσον ἠδύνατο. περὶ αἰδοίου ἀνδρὸς ὁ λόγος. καὶ αὖθίς φησι Λάκαινα πρὸς τὸν ἴδιον υἱόν· λεῖπε τὸν Εὐρώταν, ἴθι Τάρταρον, ἡνίκα δειλὴν οἶσθα φυγὴν τελέθειν, οὔτ’ ἐμὸς οὔτε Λάκων.

### ε 3710

Εὐρώτας: ποταμὸς Λακωνικῆς.

### ε 3711

Εὐρῶτι: σηπεδόνι.

### ε 3712

Εὐρωτιῶν: σαπείς, ἠφανισμένος. ἢ Εὐρωτιῶν, σκωλη‐ κοβρώτων.

### ε 3713

Εὐρωτιῶν· τοῦ εὐρωτιῶν ἐξήγησις τὸ εἰκῆ κείμενος· τοῖς γὰρ εἰκῆ καὶ ἀμελῶς κειμένοις ἱδρὼς προσίζει καὶ νοτίς. τοιοῦτος δὲ ὁ τῶν ἀγροίκων βίος, ὥσπερ αὖ ἐπιμελὴς καὶ καθάριος ὁ τῶν ἀστικῶν. διόπερ καὶ εἰς πενίαν συνεχῶς ὑπὸ τῶν ποιητῶν τύπτεται καὶ ὀνειδί‐ ζεται· ὥς φησι Μένανδρος· εἰς τὰ καθαρὰ λιμὸς εἰσοικίζεται.

### ε 3714

Εὐρυάγυια: πλατυάμφοδος.

### ε 3715

Εὐρυβατεύεσθαι: πονηρεύεσθαι. τὸν γὰρ Εὐρύβατον, τὸν ἕνα τῶν Κερκώπων, γενέσθαι τοιχωρύχον φασίν, οἱ δὲ προδότην περὶ τοὺς χρόνους πρὸ Κροίσου.

### ε 3716

Εὐρυβάτης: ὄνομα κύριον.

### ε 3717

Εὐρύβατον ἄνδρα: φασὶ τοῦτον Ἐφέσιον εἶναι καὶ λαβόντα χρήματα παρὰ Κροίσου, ὥστε στρατιὰν συναγαγεῖν εἰς τὸν πόλεμον τὸν εἰς τοὺς Πέρσας, προδότην γενόμενον ἐγχειρίσαι τῷ Κύρῳ τὰ χρήματα τοῦ Κροίσου· καὶ ἐντεῦθεν τοὺς πονηροὺς Εὐρυβάτας καλεῖσθαι.

### ε 3718

Εὐρύβατος: πονηρός. ἀπὸ τοῦ πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίαν μετὰ χρημάτων, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλλομένου πρὸς Κῦρον. ἦν δὲ οὗτος Ἐφέσιος. οἱ δὲ τὸν Κέρκωπα τὸν ἕτερον. Διότιμος Ἡρακλέους ἄθλοις· Κέρκωπές τοι πολλὰ κατὰ τριόδους πατέοντες Βοιωτῶν σίνοντο. γένος δ’ ἔσαν Οἰχαλῆες, Ὦλός τ’ Εὐρύ‐ βατός τε, δύω βαρυδαίμονες ἄνδρες. Νίκανδρος· Αἰγίνεον Εὐρύβατον πανουργότατον· οὗ μνημονεύει Ἀριστοτέλης ἐν αʹ περὶ δικαιοσύνης. Δοῦρις δὲ ἐν δʹ τῶν περὶ Ἀγαθοκλέα, ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου. καὶ Ἀριστοφάνης Δαιδάλῳ, ὑποθέμενος τὸν Δία εἰς πολλὰ ἑαυτὸν μεταβάλλοντα καὶ πλουτοῦντα καὶ πανουργοῦντα· εἰ δή τις ὑμῶν εἶδεν Εὐρύβατον Δία. λέγεται τὸν Εὐρύβατον κλέπτην ὄντα, εἰρχθέντα καὶ παραφυλαττόμενον, ἐπειδὴ συμπίνοντες ἔλυσαν αὐτὸν οἱ φυλάσσοντες, ἐκέλευσαν ἐπιδείξασθαι τὴν ἐπὶ τοὺς οἴκους ἀναρρίχησιν, τὸ μὲν πρῶ‐ τον διωθεῖσθαι· δεομένων δὲ ὡς οὐ βουλόμενον, ἐπεὶ μόλις ἀνέπεισαν, περιθέμενος τοὺς σπόγγους καὶ τὰς ἐγκεντρίδας, ἀναδραμεῖν εἰς τοὺς τοίχους. ἀναβλέποντες δὲ ἐκεῖνοι καὶ θαυμάζοντες τὰς τέχνας, λαβεῖν αὐτὸν τὸν ὄροφον καὶ ὑπερβάλλοντα, πρὶν ἐκεῖνοι κύκλῳ περιέλθωσι, διὰ τοῦ τέγους καταπηδῆσαι.

### ε 3719

Εὐρυδίκη: ὄνομα κύριον.

### ε 3720

Εὔρυθμον: εὖ τεταγμένον.

### ε 3721

Εὐρυκλῆς: πᾶς ὁ ἐγγαστρίμυθος. ἀπὸ Εὐρυκλέους τοιούτου τινὸς μάντεως.

### ε 3722

Εὐρυκρείων: μεγάλως βασιλεύων.

### ε 3723

Εὐρυμέδων: ποταμὸς Παμφυλίας.

### ε 3724

Εὐρύνεται: πλατύνεται.

### ε 3725

Εὐρυόδεια: ἡ πλατεῖα ὁδός. καὶ κλίνεται εὐρυοδείας.

### ε 3726

Εὐρύοπα: μεγαλόφθαλμον, ἢ μεγαλόφωνον. ἡ εὐθεῖα εὐρύωψ.

### ε 3727

Εὐρυπυλής: πλατείας πύλης.

### ε 3728

Εὐρύς: ὁ πλατύς.

### ε 3729

Εὐρύσακες: ὁ μεγάλην ἔχων ἀσπίδα. Σοφοκλῆς· ἀλλ’ αὐτό μοι σὺ λαβών, ὦ παῖ, ἐπώνυμον Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος ἑπταβόειον ἄρρηκτον σάκος.

### ε 3730

Εὐρυσάκης: ὄνομα κύριον. καὶ Εὐρυσάκειον· τέμενός ἐστιν Εὐρυσάκου τοῦ Αἴαντος ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον.

### ε 3731

Εὐρυσθενής: μεγαλοδύναμος.

### ε 3732

Εὐρυσθεύς: ὄνομα κύριον. καὶ Εὐρυσθείδης.

### ε 3733

Εὐρυχωρία: πλάτος. Εὐρύχορος δὲ ἡ καλλίχορος.

### ε 3734

Ἐΰς: ὁ ἀγαθός. παιδὸς ἐῆος. ἀντὶ τοῦ ἀγαθοῦ. καί, θεοὶ δοτῆρες ἐάων. ἀντὶ τοῦ ἀγαθῶν.

### ε 3735

Εὐσέβεια: ἐπιστήμη θεοῦ θεραπείας. σπουδαῖοι τοιγαροῦν θύειν θεῷ ἁρμόδιοι, ἁγνοὶ τυγχάνοντες· ἐκνεύειν γὰρ τὰ περὶ θεοῦ ἁμαρτήματα, καὶ τὸν θεὸν ἄγασθαι αὐτούς· ὁσίους τε γὰρ εἶναι καὶ δικαίους. καὶ μὲν τούτους ἱερέας εἶναι· ἐπεσκέφθαι γὰρ καὶ περὶ θυσιῶν, ἱδρύσεων καὶ καθαρμῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὸ θεῖον οἰκείων. ὅτι ἡ εὐσέβεια κοῦφόν ἐστι καὶ σωφροσύνης ἀνάπλεων καὶ ἥκιστα ἀχθεινόν. ἡ γὰρ εὐσέβεια συνθνήσκει βροτοῖς· κἂν ζῶσι, κἂν θάνωσιν, οὐκ ἀπόλλυται.

### ε 3736

Εὐσεβεῖν δεῖ τὰ πρὸς θεόν, ὡς τἆλλα πάντα δεύτερ’ ἡγεῖται πατὴρ Ζεύς. καὶ αὖθις ἕτερος λέγει· ὁδὸς ἀνθρώποις εἰς εὐδαι‐ μονίαν ὑπὸ θεοῦ κατεδείχθη μία διὰ τῆς ἀρετῆς. τιμιώτατον δὲ ἐν αὐτῇ καὶ ὥσπερ κεφάλαιον ἀρετῆς ἁπάσης εὐσέβεια· μόνη γὰρ αὕτη τῶν ἀνθρωπίνων πραγμάτων ἱκανῶς ἐπιμελεῖται καὶ πρὸς τὰ θεῖα γίνεται ἡγεμὼν ἀνθρώποις ἀγαθή.

### ε 3737

Εὐσέβιος, ὁ Παμφίλου, προσκείμενος τῇ Ἀρειανικῇ αἱρέσει, ἐπίσκοπος Καισαρείας τῆς Παλαιστίνης, σπουδαῖος ἐν ταῖς θείαις γραφαῖς καὶ τῆς θείας βιβλιοθήκης ἅμα Παμφίλῳ τῷ μάρτυρι ἐπιμε‐ λέστατος ἀνιχνευτής. ἐξέδωκε πολλὰ τεύχη, ὧν εἰσι τάδε· Εὐαγγελι‐ κῆς ἀποδείξεως λόγοι κʹ, Εὐαγγελικῆς προπαρασκευῆς λόγοι ιεʹ, Θεο‐ φανείας λόγοι εʹ, Ἐκκλησιαστικῆς ἱστορίας λόγοι ιʹ, Χρονικῶν κανόνων παντοδαπῆς ἱστορίας, καὶ τούτων ἐπιτομή. καὶ Περὶ τῆς τῶν Εὐαγ‐ γελίων διαφωνίας, Εἰς τὸν προφήτην Ἠσαΐαν λόγοι ιʹ. Κατὰ Πορ‐ φυρίου τοῦ τότε συγγράφοντος ἐν Σικελίᾳ, ὥς τινες οἴονται, λόγοι λʹ. Τοπικῶν λόγος εἷς, Ἀπολογίας ὑπὲρ Ὠριγένους λόγοι ϛʹ, Περὶ τοῦ βίου Παμφίλου λόγοι γʹ. περὶ μαρτύρων ἕτερα συγγράμματα· καὶ εἰς τοὺς ρνʹ ψαλμοὺς δεδοκιμασμένα ὑπομνήματα, καὶ ἕτερα πολλά. ἤνθησε μάλιστα ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως καὶ Κωνσταντίου, καὶ διὰ τὴν φιλίαν τὴν πρὸς Πάμφιλον μάρτυρα τῆς ἐπωνυμίας αὐτοῦ ἠξιώθη. Εὐσέβιος ὁ Παμφίλου· οὗτος ὁ Εὐσέβιος ἔγραψε καὶ πρὸς Μαρῖνον, ἐν ᾧ λέγει, ὅτι ἡ Χριστοῦ ἐκκλησία δύο βίους νομο‐ θετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυᾶ καὶ τῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οἷος ἐστὶν ὁ μοναδικός· τὸν δὲ ὑποβεβηκότα καὶ ἀνθρωπι‐ νώτερον, ὃς καὶ γάμοις ὑποτίθεται συγκοινωνεῖν.

### ε 3738

Εὐσέβιος, Ἀράβιος, σοφιστής, ἀντισοφιστεύσας καὶ αὐτὸς Οὐλπιανῷ.

### ε 3739

Εὔσημος: ὁ περιφανής.

### ε 3740

Εὐσθένεια: ἡ ἰσχύς.

### ε 3741

Εὔσκαρφος: εὐκίνητος, ταχύς.

### ε 3742

Εὐσκευοῦμεν: καλῶς παρεσκευάσμεθα, καὶ ἔχομεν πάντα, ὧν δεῖ πρὸς θάνατον. οὕτω μὲν εὐσκευοῦμεν. Σοφοκλῆς.

### ε 3743

Εὐσπειρῆ: καλῶς συνεσπειραμένον. τὸν εὐσπειρῆ δὲ δράκοντα, χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων.

### ε 3744

Εὐστάθεια: ἡ καρτερία.

### ε 3745

Εὐσταθής. αὐτὸς δὲ λαβὼν ἄνεμον εὐσταθῆ παρεκομίζετο παρὰ τὴν χώραν, ἀκινδύνως πλέων.

### ε 3746

Εὐστάθιος, Ἐπιφανεύς. Χρονικὴν ἐπιτομὴν τῶν ἀπὸ Αἰνείου μέχρι Ἀναστασίου βασιλέως, ἐν τόμοις θʹ, καὶ ἄλλα τινά. ὅτι Εὐστάθιος Σεβαστιανὸς Μακεδονιακῆς θρησκείας ἦρξεν ἅμα Βασιλείῳ Ἀγκυρανῷ, ἐπισκόπῳ τῆς αὐτῆς πόλεως.

### ε 3747

Εὐσταθῶς· Ἀππιανός· ὁ δὲ ἐστρατοπέδευσεν εὐσταθῶς, ᾗπερ ἐβούλετο. ἀντὶ τοῦ ἀσφαλῶς, βεβαίως.

### ε 3748

Εὐσταλής: καλῶς ἐστολισμένος. ἢ κοῦφος. ἀπεδίδρασκον εὐσταλεῖς, ὑποζύγια καὶ σκηνὰς καταλιπόντες. ἦν δὲ τὸ ἑπόμενον στράτευμα Μαρκελλίνῳ ἐπιφανέστερον τῷ εὐσταλεῖ τῆς ὁπλίσεως.

### ε 3749

Εὐστέφανον: εὐτείχιστον.

### ε 3750

Εὐστέφιος, Ἀφροδισιεύς, σοφιστής. ἐπιφανίων τῶν ἐν Ἀδρότ‐ τοις τῷ εὐκτηρίῳ, ὃ κεῖται ἐν Λυδίᾳ. ἔγραψε μελέτας.

### ε 3751

Εὐστιβής: τετριμμένη.

### ε 3752

Εὔστολον: εὔκοσμον. ὁ δὲ προῆγε ποιήσας εὔστολον τὴν ἀκολουθίαν.

### ε 3753

Εὐστομεῖν: τὸ εὐφημεῖν. καὶ οἱ Ἴωνες εὔστομα κείσθω φασί.

### ε 3754

Εὔστομον: εὐπρόσωπον. ἀπὸ μέρους.

### ε 3755

Εὐστόχιος, Καππαδόκης, σοφιστής. ἔγραψε τὰ κατὰ Κών‐ σταντα τὸν βασιλέα καὶ ἀρχαιολογίαν Καππαδοκίας καὶ λοιπῶν ἐθνῶν.

### ε 3756

Εὖστρα: τὸ μαδιστήριον, ἢ ἡ φλογίστρα. Ἀριστοφάνης· ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην. ἀντὶ τοῦ ἐπαιδευόμην. ἀπὸ τῆς μουσικῆς.

### ε 3757

Εὔσοια: εὐσθένεια. ζῶντά τ’ εὐσοίας χάριν.

### ε 3758

Εὐσύμβουλος: ἀντὶ τοῦ ῥᾳδίως καὶ εὖ συμβάλων· τουτέστιν ἀγαθὸς συμβάλλειν. Ἀντιφῶν ἐν τῷ Πολιτικῷ.

### ε 3759

Εὐσυνείδητος: καλῷ ζῶν συνειδότι.

### ε 3760

Εὐσυνθετεῖν: εὐνοϊκῶς ἔχειν. Μασσαγέται ἐβουλεύσαντο εὐσυνθετεῖν πρός τε Γελίμερα καὶ Βελισάριον.

### ε 3761

Εὐσύνοπτον: εὐεπίγνωστον, εὐθεώρητον.

### ε 3762

Εὔσχημος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἐμπολή· ὡς Ἀθήναιος λέγει.

### ε 3763

Εὐσχήμων: οὐχ ὁ πολλὰ κεκτημένος καὶ πλούσιος, ἀλλ’ ὁ κόσμιος καὶ πειθόμενος τοῖς νόμοις. καὶ συστέλλει.

### ε 3764

Εὐταίων: ὄνομα κύριον.

### ε 3765

Εὖτε: ἔστι καὶ χρονικόν, ἀντὶ τοῦ ἡνίκα, καὶ ὁμοιωματικόν, ἀναλογοῦν τῷ 〈ἠΰτε〉. ἠΰτε βοῦς ἀγέληφι ταῦρος. βοῦς μὲν γενικῶς, ταῦρος δὲ ἰδικῶς.

### ε 3766

Εὐτέλεια· Εὐτελία δὲ ἡ εὐδαιμονία. παρὰ τὸ εὖ τελεῖν. Ἀριστοφάνης· σοὶ γὰρ διδόαμεν ἐπ’ εὐτελείᾳ τὸν σανδαλίσκον.

### ε 3767

Εὐτελής: ἐπ’ ἀρετῆς ὁ φειδωλός, καὶ ὀλιγοδάπανος. οὕτω Μένανδρος· ἐγὼ δὲ ἀνόητος, εὐτελὴς ὑπερβολῇ. καί, ὁ ἄσωτος ἐστὶ πολυτελής, θρασὺς σφόδρα.

### ε 3768

Εὐτειχεῖ πάγῳ: καλῶς τετειχισμένῃ.

### ε 3769

Εὐτοκία: πολύγονος.

### ε 3770

Εὐτόκιος, ἀπὸ Θρᾴκης ἐλθὼν οὔτε γνώμην ἐπιεικής τις ἦν οὔτε γένους εὖ ἥκων, ἀλλὰ στρατιώτης μὲν ὁ τυχών, πολλὰ δὲ χρή‐ ματα κοινὰ τοῦ ἰδίου τάγματος ὑποκλέψας ᾤχετο φεύγων εἰς τὴν Παλαιστίνην. ἐπεχείρησε μὲν οὖν Ἐλευθεροπολίταις ἑαυτὸν ἐγκατα‐ λέξαι, τῆς βουλῆς μετασχὼν ἐπὶ χρήμασι μεγάλοις. καὶ γὰρ ἐγλίχετο τὴν τύχην μεταβαλεῖν ἐς τὸ εὐγενέστερον. καίτοι ἔδει πρότερον μετατίθεσθαι τὴν προαίρεσιν εἰς τὸ κρεῖττον, ἀλλ’ ὅμως οἱ Ἐλευθερο‐ πολῖται τὸ πλῆθος ὑπειδόμενοι τῶν χρημάτων οὐ προσεδέξαντο τὸν Εὐτόκιον. ὁ δὲ μετεχώρησεν ἐς τὴν Ἀσκάλωνα. καὶ ὁ τότε πρω‐ τεύων Κρατερὸς εὐμενῶς αὐτὸν ὑπεδέξατο μετὰ τῶν χρημάτων πολι‐ τικῆς τε μετέδωκεν ἐλευθερίας. οἱ δὲ Θρᾷκες ὑστέρῳ χρόνῳ κατὰ πύστιν ἥκοντες ἐπὶ τὸν Εὐτόκιον ἀπῄτουν τὸν Κρατερὸν αὐτόν τε καὶ τὰ χρήματα. ὁ δὲ οὐ μεθίει τὸν ἄνδρα. τῶν δὲ στρατιωτῶν ἐπὶ δίκην τὸ πρᾶγμα φερόντων, ὁ Κρατερὸς ὑπεραγωνίζεται τοῦ Εὐτοκίου καὶ περιγίνεται τῶν Θρᾳκῶν· ἐφ’ ᾧ καὶ χρησμὸς ἐξέπεσεν, ἔχων ὧδε.

### ε 3771

Εὐτραπελία: μωρολογία, κουφότης, ἀπαιδευσία. ὁ δὲ Πτο‐ λεμαῖος πάντας ἐκέλευσεν ἀνακροτῆσαι, τῆς εὐτραπελίας ἀποδεχόμενος αὐτόν.

### ε 3772

Εὐτράπελον· οὔτε τιν’ ἔχων πρόφασιν οὔτε λόγον εὐτρά‐ πελον, εὔστροφον, αὐτὸς ἄρχων μόνος. οὕτω δ’ ἦν εὐτράπελος τὴν φύσιν, ὥστε παρ’ Ἀθηναίοις Ἀθηναῖος ἦν ἄκρος καὶ Λάκων Λακεδαιμονίοις καὶ Θηβαίοις Θηβαῖος. ὅτι τὸν εὐτράπελον ἡ κωμῳδία ἐπιδέξιον καλεῖ. καὶ ζήτει ἐν τῷ ἀνασεσυρμένην. Εὐτράπελος οὖν κυρίως ὁ μιμολόγος, ὁ γελωτοποιός.

### ε 3773

Εὐτρεπῆ: τὰ ἕτοιμα, καὶ τέλος ἔχοντα.

### ε 3774

Εὐτρεπισμός: ἡ ἑτοιμασία.

### ε 3775

Εὐτρόπιος, Ἰταλός, σοφιστής. τὴν Ῥωμαϊκὴν ἱστορίαν ἐπι‐ τομικῶς τῇ Ἰταλῶν φωνῇ. ἔγραψε καὶ ἄλλα.

### ε 3776

Εὐτρόπιος, ὁ εὐνοῦχος, ἐπίτροπος Θεοδοσίου τοῦ βασιλέως. καί φησιν Εὐνάπιος· ὁ μὲν γὰρ Ῥουφῖνος ἀνήρ τε ὢν ἢ δοκῶν καὶ ἐν ἀξιώμασι γεγονὼς καὶ ποικίλαις ὁμιλήσας τύχαις, οὐ παρὰ λόγον οὐδὲ τοῦ πρέποντος ἐκτὸς ἐδόκει κατεξανίστασθαι τῆς νεωτεριζούσης ἅπαντα τύχης. ὁ δὲ θαλαμηπόλος εὐνοῦχος παραλαβὼν τὸ ἐκείνου κράτος ἐς τοσόνδε κατέσεισεν ἅπαντα καὶ κατεβρόντησεν, ὥστε οὐ μόνον Ῥουφῖνος ἦν αὐτός, ἀλλ’ ὁ τοῦ μύθου Σαλμωνεὺς μικρόν τι χρῆμα πρὸς αὐτὸν ἦν, ὅσγε ὢν εὐνοῦχος ἀνὴρ εἶναι κατεβιάζετο. καὶ οἱ μὲν μῦθοί φασι τὴν Γοργόνα φανεῖσαν ἅμα τε φαίνεσθαι καὶ τοὺς ἰδόντας μεταβάλλειν εἰς λίθον· ὁ δὲ καθ’ ἡμᾶς βίος ληρόν τινα περιττὸν καὶ φλήναφον τὸν μῦθον ἀπέδειξε. καὶ πολὺν καταχέει διασυρμὸν ὁ ἱστορικὸς τουτουῒ τοῦ εὐνούχου, τοῦ βίου αὐτοῦ ἐπάξιον.

### ε 3777

Εὐτρόπιος, ὁ τοῦ Ἀρκαδίου τοῦ βασιλέως πρόκοιτος· ὃς οὐδὲν τῶν δεινῶν ἀπελίμπανεν, τάς τε ἀρχὰς δημοσίᾳ πιπράσκων καὶ τοὺς τῆς δυνάμεως συκοφαντῶν ἐξορίαις τε τοὺς μεγιστᾶνας ὑποβάλλων καὶ πᾶσαν ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. ἀλλ’ οὐδὲ τῆς τῶν βαρβάρων ἀπείχετο συμμαχίας, ὡς ἂν αὐτὸς ἐλπίζων ἐς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. καί ποτε καὶ τοὺς ἐν ταῖς ἐκκλησίαις πεφευ‐ γότας συλλαμβάνειν βουλόμενος προὔθηκεν ἐπιτρέπων τούτους ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. καὶ ὁ μὲν νόμος ἐγέγραπτο, δίκη δὲ εὐθέως τῆς ὠμότητος ἠκολούθει. μετ’ οὐ πολὺ γὰρ προσκρούσας τῷ βασιλεῖ Εὐτρόπιος ἐν τοῖς πρόσφυξιν ἐγένετο καὶ ὑπὸ τὸ θυσιαστήριον ἔκειτο, Ἰωάννου ἐπισκοποῦντος τοῦ Χρυσοστόμου, ἐκεῖθέν τε ἀφαιρεθεὶς νυκτὸς τῆς κεφαλῆς ἀποτέμνεται. οὕτω μὲν ὁ Εὐτρόπιος δίκας τῆς ἁμαρτάδος ὑποστὰς καὶ ἐξ αὐτοῦ τοῦ καταλόγου τῶν ὑπάτων ἠμείφθη, μόνου τοῦ συνυπατεύσαντος Θεοδώρου γεγραμμένου. ὅτι ἐπὶ τούτου τοῦ Εὐτροπίου τὸ τῶν εὐνούχων ἔθνος διὰ τὴν ἐκείνου βαρύτητα καὶ δυναστείαν ἐς τοσοῦτον ἐπέδωκε καὶ παρετάθη πλήθους, ὥστε τινὲς ἤδη καὶ τῶν γενειάδας ἐχόντων εὐνοῦχοι βουληθέντες γενέσθαι, σὺν τοῖς ὄρχεσιν καὶ τῆς ψυχῆς ἀφῃρέθησαν.

### ε 3778

Εὐτρόχαλον· εἶναι δὲ τὴν ἀσπίδα μικρὰν καὶ εὐτρόχαλον. περιφερῆ.

### ε 3779

Εὔτροχον· οἵ τε ὀφθαλμοὶ τὸ τῆς διανοίας εὔτροχον ἀπο‐ σαφοῦντες.

### ε 3780

Εὔτυκτα: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ῥᾴδια, ἕτοιμα εἰργασμένα· καλῶς κατεσκευασμένα.

### ε 3781

Εὐτυχεῖ: ἐπιτυγχάνεται. πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.

### ε 3782

Εὐτυχής· οὗτος ἡγούμενος γέγονεν ἐν Κωνσταντινουπόλει μοναστηρίου, τῆς κατὰ Μάνεντα καὶ Ἀπολινάριον ἀντιθέου μοίρας τρίτος ὑπασπιστής, ἄλλον εἶναι παρ’ ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεὸν λόγον, μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ κυρίου ὁμολογεῖν· καὶ ἀπηρνεῖτο σῴζεσθαι λέγειν ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων ἑνώσεώς τε καὶ συμφυΐας. οὐ μὴν δὲ ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρέπλαττεν, ἐξ οὐρανοῦ λέγων κατενεχθῆναι τὸ σῶμα τοῦ κυρίου, καὶ ὡς διὰ σωλῆνος τῆς παρθένου παραδραμεῖν τὸν θεὸν λόγον, οὐρανόθεν τοῦτο ἐνδεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικὸς καίπερ μὴ γεγεννημένος. Μανιχαῖος οὗτος ὁ λόγος καὶ πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου. μίαν φύσιν καὶ οὗτος διεστραμμένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέσβευεν.

### ε 3783

Εὐτυχίδης: πατρωνυμικόν.

### ε 3784

Εὐτυχῶ· γενικῇ.

### ε 3785

Εὐοῖ: σχετλιαστικόν.

### ε 3786

Εὐοιώνιστον: εὔφημον, καλὰ προσημαίνουσαν. Νίκης ἄγαλμα χρυσοῦν ποιήσας ἀπέστειλε τῷ δήμῳ, ἅμα μὲν διὰ τὸ λυσιτελές, ἅμα δὲ διὰ τὸ εὐοιώνιστον εἶναι προσδέξασθαι τὴν νίκην.

### ε 3787

Εὐοῖ, σαβοῖ· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Βακχικόν τι ἐπίφθεγμά ἐστιν. Εὐοῖ, σαβοῖ, μυστικὰ μέν ἐστιν ἐπιφθέγματα. φασὶ δὲ τῇ Φρυγῶν φωνῇ τοὺς μύστας δηλοῦν· ἀφ’ οὗ καὶ ὁ Σαβά‐ ζιος Διόνυσος.

### ε 3788

Εὖ οἶ ᾆσαι: ἔστι τοῦτο ὕμνος εἰς Διόνυσον. καὶ ἀνευάσαι.

### ε 3789

Εὐΰφαντον.

### ε 3790

Εὐφεγγίας· ἀπὸ τῶν δύο τοίχων εὐφεγγίας ποιούντων.

### ε 3791

Ἐφείλιξαν· σχοινίον τε ἐφείλιξαν μίλτῳ.

### ε 3792

Εὐφήμει: καλὰ λάλει, ἢ ἐπαίνει. Ἀριστοφάνης· εὔφημος πᾶς ἔστω λεὼς στόμα συγκλείσας. ἐνδημεῖ γὰρ θίασος Μουσῶν ἔνδον μελάθρων. Εὐφήμει οὖν σιώπα, μὴ ἀκαιρολόγει.

### ε 3793

Εὐφημησμός. Εὐφήμου στόμα φροντίδος, ἡ φωνή. στόμα γὰρ ἡ φωνή. Ὅμηρος· πολέμου στόμα. καὶ Σοφοκλῆς· χαλκο‐ στόμου κώδωνος. ὁ δὲ νοῦς, τὴν φωνὴν τῆς εὐφήμου φροντίδος ἱέντες. ὅ ἐστι μετὰ φροντίδος πολλῆς εὐφήμως τὴν φωνὴν ἀφιέντες. εὔφημον οὖν τὴν σιωπηλήν· τὸ γὰρ εὐφημεῖν ἐπὶ τοῦ σιωπᾶν τίθεται.

### ε 3794

Εὐφήτης: ὄνομα κύριον.

### ε 3795

Εὐφημία. εὐφημίας χάριν προτιμᾷ τὴν Λακεδαίμονα τὸ θεῖον ἤπερ τῶν Ἀθηναίων βωμοὺς σύμπαντας καὶ νεὼς καὶ ἀγάλ‐ ματα καὶ ἑκατόμβας καὶ τὸν λοιπὸν φλήναφον τῶν ῥᾳθυμούντων τε καὶ θοινάζειν γλιχομένων. οὐκοῦν διδάσκει ὁ λόγος, ὡς ἡ ὄντως εὐσέβεια κοῦφόν ἐστι καὶ σωφροσύνης ἀνάπλεων, καὶ ἥκιστα ἀχθει‐ νόν. εὐφημία γὰρ εὐκολώτατος πόνων. ἤκουσάς που, ὦ παῖ Ἀρίστωνος. καὶ Εὐριπίδης· εὐφημία γὰρ παρὰ σπονδαῖσι κάλλιστον.

### ε 3796

Εὐφημία. ὅτι Εὐφημίας τῆς γυναικὸς Ἰουστίνου τοῦ Θρᾳκὸς στήλη ἵστατο ἐν τῇ ἁγίᾳ Εὐφημίᾳ, ὑφ’ αὑτῆς κτισθείσῃ.

### ε 3797

Εὐφημία ἔστω: εὐφημίᾳ χρῶνται οἱ κωμικοί, ἐπειδὰν εὐχὴν ἢ ψήφισμα εἰσάγωσιν.

### ε 3798

Εὐφήμιος, πατριάρχης Κωνσταντινουπόλεως. ζήτει ἐν τῷ φατρία.

### ε 3799

Εὐφορία: ἡ εὐθηνία.

### ε 3800

Εὐφορίων, υἱὸς Αἰσχύλου τοῦ τραγικοῦ, Ἀθηναῖος, τραγικὸς καὶ αὐτός· ὃς καὶ τοῖς Αἰσχύλου τοῦ πατρός, οἷς μήπω ἦν ἐπιδειξάμενος, τετράκις ἐνίκησεν. ἔγραψε δὲ καὶ οἰκεῖα.

### ε 3801

Εὐφορίων, Πολυμνήστου, Χαλκιδεύς, ἀπὸ Εὐβοίας, μαθητὴς ἐν τοῖς φιλοσόφοις Λακύδου καὶ Πρυτάνιδος καὶ ἐν τοῖς ποιητικοῖς Ἀρχε‐ βούλου τοῦ Θηραίου ποιητοῦ, οὗ καὶ ἐρώμενος λέγεται γενέσθαι. ἐγεννήθη δὲ ἐν τῇ ρκϛʹ ὀλυμπιάδι, ὅτε καὶ Πύρρος ἡττήθη ὑπὸ Ῥω‐ μαίων· καὶ ἐγένετο τὴν ἰδέαν μελίχρους, πολύσαρκος, κακοσκελής. τῆς Ἀλεξάνδρου, τοῦ βασιλεύσαντος Εὐβοίας, υἱοῦ δὲ Κρατεροῦ, γυναικὸς Νικίας στερξάσης αὐτόν, εὔπορος σφόδρα γεγονὼς ἦλθε πρὸς Ἀντίοχον τὸν μέγαν ἐν Συρίᾳ βασιλεύοντα καὶ προέστη ὑπ’ αὐτοῦ τῆς ἐκεῖσε δημοσίας βιβλιοθήκης· καὶ τελευτήσας ἐκεῖσε τέθαπται ἐν Ἀπαμείᾳ, ὡς δέ τινες ἐν Ἀντιοχείᾳ. βιβλία δὲ αὐτοῦ ἐπικὰ ταῦτα· Ἡσίοδος· Μοψοπία ἢ Ἄτακτα· ἔχει γὰρ συμμιγεῖς ἱστορίας, Μοψοπία δέ, ὅτι ἡ Ἀττικὴ τὸ πρὶν Μοψοπία ἐκαλεῖτο ἀπὸ τῆς Ὠκεανοῦ θυγατρὸς Μοψοπίας, καὶ ὁ λόγος τοῦ ποιήματος ἀποτείνεται εἰς τὴν Ἀττικήν· Χιλιάδες· ἔχει δὲ ὑπόθεσιν εἰς τοὺς ἀποστερήσαντας αὐτὸν χρήματα, ἃ παρέθετο, ὡς δίκην δοῖεν κἂν εἰς μακράν· εἶτα συνάγει διὰ χιλίων ἐτῶν χρησμοὺς ἀποτελεσθέντας· εἰσὶ δὲ βιβλία εʹ, ἐπιγράφεται δὲ ἡ πέμπτη χιλιάς. περὶ χρησμῶν, ὡς διὰ χιλίων ἐτῶν ἀποτελοῦνται.

### ε 3802

Εὔφορος: κοῦφος, ἐλαφρός. ὁ δὲ θυρεὸς τῶν Ἰβήρων εὔφορος.

### ε 3803

Εὐφωνία· ζήτει ἐν τῷ γλῶττα.

### ε 3804

Εὔφωνον κήρυκα: δυνάμενον μέγα βοῆσαι.

### ε 3805

Εὐφώρατον: φανερόν.

### ε 3806

Εὐφραδής: σαφής, ὁ καλῶς λέγων.

### ε 3807

Εὐφραίνομαί σοι· Εὐφραίνω σε δέ.

### ε 3808

Εὐφραῖος: ὄνομα κύριον. Ὀρείτης ἦν τὸ γένος· μετέσχε δὲ τῆς τοῦ Πλάτωνος διατριβῆς.

### ε 3809

Εὐφραίων: ὄνομα κύριον.

### ε 3810

Εὐφρήτης: ὁ Εὐφράτης ποταμός.

### ε 3811

Εὐφρόνη: ἐπίθετον τῆς νυκτός. ταύτην μὲν τὴν εὐφρόνην οὕτως ἔμειναν.

### ε 3812

Εὐφρόνη: ἡ νύξ. τίς τὸν μεγιστόφωνον ἔνδον τῆς στέγης ἔπεισεν ὄρνιν ὡρολογεῖν τὴν εὐφρόνην;

### ε 3813

Εὐφρονῶ τὰ σά: ἀντὶ τοῦ εὔνους σοί εἰμι.

### ε 3814

Εὔφρος: εὔθυμος.

### ε 3815

Εὔφρων, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Αἰσχρά, Μοῦσαι, Συνέφηβοι, Θεωροί· ὡς Ἀθήναιος γράφει ἐν τοῖς Δειπνοσοφισταῖς.

### ε 3816

Εὐφυᾶ: καλὴν φύσιν ἔχοντα. ὡς εὐφυὴς καὶ εὐεπιχείρητος ἀπεληλυθὼς τῆς διατριβῆς εἴη νεανίσκος. Πολύβιος· ὁ δὲ ἦν ὑπ‐ ηρετικὸν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχων ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν.

### ε 3817

Εὐφυΐα. εὐφυοῦς ἐστι τὸ ᾠκειῶσθαι μὲν πρὸς τὸ ἀληθές, ἀποστρέφεσθαι δὲ τὸ ψεῦδος. ὁ δὲ τοῦτο ἔχων ἔχει καὶ τὸ κρίνειν τἀληθὲς δύνασθαι καλῶς. οἱ δὲ ῥᾳδίως μέν τισι παρακολουθοῦντες καὶ μανθάνοντες, ὁμοίως δὲ ἔχοντες πρὸς πάντα τὰ μαθήματα, οὐκ ἂν κυρίως εὐφυεῖς λέγοιντο τῷ μὴ ἔχειν τὸ κριτικὸν ἐν αὑτοῖς, ὅ ἐστιν ἡ πρώτη καὶ κυρίως εὐφυΐα. καὶ τῶν προσφερομένων, εἴτε μαθήματα ταῦτα εἴη εἴτε καὶ ἄλλα τινά, τὰ μὲν ἄξια εὐπορεῖσθαι καὶ φιλεῖν αἱρούμενοι, τὰ δὲ μὴ τοιαῦτα ἀποστρεφόμενοι καὶ μισοῦντες, εὖ τε τοῦτο ποιοῦσι καί εἰσιν ἀγαθοὶ κριταί.

### ε 3818

Εὐχαριστῶ· δοτικῇ.

### ε 3819

Εὐχά. Εὐχαί: αἱ ὑποσχέσεις. τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω. Εὐχὴ γὰρ ἐπαγγελία θεῷ τῶν κατ’ εὐσέβειαν ἀφιερου‐ μένων, προσευχὴ δὲ δέησις μετὰ ἱκετηρίας τῷ θεῷ προσαγομένη.

### ε 3820

Εὐχαίτης: ἵππος καλόθριξ.

### ε 3821

Εὔχεμος: ὄνομα κύριον. ὁ Αἰγεάτης.

### ε 3822

Εὐχέρεια: εὐκολία.

### ε 3823

Εὔχεται: καυχᾶται.

### ε 3824

Εὐχείμονος: τοῦ καλὰ ἱμάτια ἔχοντος.

### ε 3825

Εὐχειρία: ἡ διὰ χειρῶν εὐκινησία. οἱ δὲ Μακεδόνες ταῖς εὐχειρίαις πολὺ περιῆσαν.

### ε 3826

Εὐχολόγιον: τὸ βιβλίδιον.

### ε 3827

Εὐχίδης καὶ Ἄσσαπος καὶ Χρυσόμαζος καὶ Ἐχίων, ὀνόματα κύρια. ὠκύτατοι οὗτοι τοῖς ποσὶν ὑπῆρχον.

### ε 3828

Εὔχομαι δέ σοι τάδε: ἀντὶ τοῦ καταρῶμαι, παρὰ Ἀριστο‐ φάνει.

### ε 3829

Εὖχος: καύχημα.

### ε 3830

Εὐχωλή: εὐχή, ἢ καύχημα.

### ε 3831

Εὐχρηστία: ἡ καλὴ χρῆσις.

### ε 3832

Εὐχροεῖς: εὐσωματεῖς.

### ε 3833

Εὐχυλότερος: ὁ ταχέως πεττόμενος.

### ε 3834

Εὐψυχία: ἀνδρεία. καθάπερ γὰρ ἐπὶ τῆς Ἐπαμινώνδου καὶ Πελοπίδου καὶ Βρασίδου καὶ Κλεομβρότου τελευτῆς καὶ διὰ τὴν ἐν τῷ ζῆν ἀρετὴν καὶ διὰ τὴν ἐν τῷ τελευτᾶν εὐψυχίαν ἀδυνατοῦσιν οἱ συγγραφεῖς ἀξίους εὑρίσκειν λόγους τῆς προκαθηγουμένης τῶν ἀνδρῶν ἐννοίας. καὶ αὖθις· μὴ εἶναι φοβερόν, ὅτι πλήθει προ‐ έχουσιν οἱ πολέμιοι· τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλείονος ἐπικρατεῖν.

### ε 3835

Εὔψυχος· Ἀριστοτέλης ἐν τοῖς Τόποις λέγει τὴν ἐν τῷ ζῆν ἀρετὴν καὶ τὴν ἐν τῷ τελευτᾶν εὐψυχίαν. οὐχ ὁ ἀνδρεῖος μόνος, εἰ μεταληψόμεθα τὸ εὔψυχος εἰς τὸν λόγον κατὰ τὴν ἐτυμολογίαν· ἔστι δὲ οὗτος ὁ εὖ τὴν ψυχὴν ἔχων. ἀλλὰ μὴν εἰ εὔψυχός ἐστιν ὁ εὖ τὴν ψυχὴν ἔχων, ἀγαθὴν δὲ τὴν ψυχὴν ἔχει καὶ ὁ δίκαιος καὶ ὁ σώφρων καὶ ὁ φρόνιμος, οὐδ’ ἂν ὁ ἀνδρεῖος μόνος εὔψυχος εἴη, οὐδ’ ἂν ἡ εὐψυχία ἀνδρεία εἴη. ὅτι δὲ εὔψυχος ὁ εὖ τὴν ψυχὴν ἔχων, δείξομεν τῇ τῶν ὀνομάτων παραθέσει. καὶ γὰρ εὔελπις ὁ εὖ ἐλπίζων, τουτέστιν ὁ ἀγαθὰ ἐλπίζων· καὶ εὐδαίμων ὁ εὖ τὸν δαίμονα ἔχων. Ἀρριανός· τῶν μάλιστα εὐψυχίαν τινὰ ἐν τοῖς δεινοῖς ἐπιδεικνυμένων. ἀντὶ τοῦ εὐτολμίαν. Μένανδρος· μὴ εἶναι φοβερὸν τοῦτο, ὅτι πλήθει προέχουσιν οἱ πολέμιοι· τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλείονος ἐπι‐ κρατεῖν.

### ε 3836

Εὐψύχους: ἀντὶ τοῦ τολμηρούς. ἐπιλεξάμενος ἄνδρας εὐψύχους τε καὶ γενναίους.

### ε 3837

Εὐψυχότερος.

### ε 3838a

Εὔψυχοι.

### ε 3838b

Ἐφ’ ἅ: ἐφ’ ἅτινα.

### ε 3839

Ἐφάλια: παραθαλάσσια.

### ε 3840

Ἔφαμμα: τὸ περίβλημα. Πολύβιος· οἱ μὲν γὰρ τὰς ἀναξυ‐ ρίδας καὶ τοὺς εὐπετεῖς τῶν σάγων ἔχοντες περὶ αὑτοὺς ἐξέταζον· οἱ δὲ διὰ φιλοδοξίαν ταῦτ’ ἀπορρίψαντες γυμνοὶ μετὰ τῶν ὅπλων ἔστησαν, ὑπολαβόντες οὕτως ἔσεσθαι πρακτικώτατοι διὰ τό τινας τῶν τόπων βατώδεις ὄντας ἐμπλέκεσθαι τοῖς ἐφάμμασιν.

### ε 3841

Ἐφάμιλλον: ὅμοιον, ἴσον.

### ε 3842

Ἐφαπλώματα· Ἀριστοφάνης πεπλώματα λέγει. καὶ ζήτει ἐν τῷ δυσπινῆ καὶ ἐν τῷ πέπλος.

### ε 3843

Ἐφαπτίδας· οἱ δὲ ψιλοὶ Ῥωμαίων ἕκαστος αὐτῶν εἶχον ἐφαπτίδα καὶ κνημῖδά τε καὶ λογχάσθην καὶ ἀκόντιον, διόλου σιδήρου πεποιημένον.

### ε 3844

Ἐφαρμόζω· δοτικῇ.

### ε 3845

Ἐφαύλιζον: εὐτέλιζον. οἱ δὲ ἐφαύλιζον αὐτόν, οὐδαμῆ σπουδαῖον ὄντα· μικρὸς γὰρ ἦν τὸ σῶμα.

### ε 3846

Ἐφάψασθαι: ἄρξασθαι, ψηλαφῆσαι.

### ε 3847

Ἐφεδρεύει· δοτικῇ. ἐπικάθηται. ἐφεδρεύειν δὲ ἐκείνοις φίλους καὶ συγγενεῖς τῶν ἀπολωλότων. ἀντὶ τοῦ εἰσί τινες ἐξ ὑστέρου τιμωροὶ τῶν ἀπολωλότων.

### ε 3848

Ἐφεδρεία: ἡ ἐπίκληρος παραμονή.

### ε 3849

Ἐφεδρεία: τὸ πρᾶγμα. παρὰ Ῥωμαίοις θάνατος πρόστιμον τῷ λιπόντι τὴν ἐφεδρείαν. τουτέστι τὴν παρατήρησιν.

### ε 3850

Ἔφεδρος: ταυλιστὴς τρίτος, καὶ ἐνεδρεύων. Ἀριστοφάνης Βατράχοις· νυνὶ δ’ ἔμελλε Κλειδημίδης ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης δια‐ γωνιεῖσθαι. Ἔφεδρός ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μὴ πλανώμενος εἰς τὸ ἀγωνίζεσθαι τοῖς νικῶσιν. ἔφεδρον δὲ λέγει ὁ Σοφοκλῆς τὸν Αἴαντα, ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν. οἷον πρὸς τοῖς πρώτοις κακοῖς ὥσπερ δεύτερόν ἐστι μοι κακὸν τὸ τοῦ Αἴαντος ξυνεστηκός. τοῦτο γὰρ δηλοῖ τὸ ἔφεδρος. λέγει γάρ, καί μοι δυσθεράπευτος Αἴας ξύνεστιν ἔφεδρος.

### ε 3851

Ἔφεδρος: ἐλπίζων, παραμένων. ἔφεδροι γίνονται τοῖς καιροῖς καὶ ἑτοίμως διάκεινται πρὸς τὸ πάλιν ἀντοφθαλμεῖν τούτοις. μεσολαβηθεὶς δ’ ὁ νέος ἐξ ἐχθρῶν ὑπερκειμένων καὶ ἐφέδρων, εἰς τὸ ἄντρον εἰσκριθεὶς ἐπίπονον βίον συνεστήσατο καὶ θηριώδη.

### ε 3852

Ἐφεθέν: παρασχεθέν, ὁρισθέν, συγχωρηθέν. ὁ δὲ βασιλεὺς Ἀντίγονος, ἐφεθέν οἱ δικάσαι, προσέταξε κλήρῳ διακριθῆναι.

### ε 3853

Ἐφεκτικοί: φιλόσοφοί τινες. παρὰ τὸ ἐπέχειν περὶ τῶν πραγμάτων καὶ δογματίζειν αὐτὰ ἀκατάληπτα.

### ε 3854

Ἔφεκτος τόκος: ὁ ἐπὶ τὸ ἕκτον τοῦ κεφαλαίου.

### ε 3855

Ἐφελκυστής: βοηθός.

### ε 3856

Ἐφενάκιζον: ἠπάτων.

### ε 3857

Ἐφ’ ἕνδεκα κώπαις: κέλευσμά ἐστι ναυτικὸν οὕτω λεγόμενον. αἴρεσθ’ αὐτῶν πολὺ τὸ ῥόθιον. ἀπὸ τῶν ἐρεσσόντων μετήνεγκεν ἐφ’ ἕνδεκα κώπαις.

### ε 3858

Ἐφέντες: ἐνδόντες, ὑποχαλάσαντες. οἱ δὲ ἄνδρες, ἐπειδὴ τὸ σύμμετρον ἀπ’ ἀλλήλων διέστησαν, ἐφέντες τοῖς ἵπποις τὰς ἡνίας. Ἐφέντας σημαίνει καὶ τὸ ἀπὸ δικαστηρίου εἰς δικαστήριον ἐλθόντας.

### ε 3859

Ἐφέξεται: ἐπικάθηται.

### ε 3860

Ἐφέξει: σταθῇ, ἐφελκύσει.

### ε 3861

Ἐφεξῆς: ἐπίρρημα. ἐπίσης, κατὰ τάξιν.

### ε 3862

Ἔφες: ἐπίπεμψον.

### ε 3863

Ἐφέσεις: ὁρμάς. ἀπὸ δὲ τῆς τῶν στρατιωτῶν γνώμης λαβὼν ἔφεσιν παρὰ τοῦ στρατηγοῦ ξένην καὶ παράδοξον βοήθειαν ἐπορίσατο πρὸς τὴν ὑποκειμένην παράστασιν.

### ε 3864

Ἐφέσια γράμματα: ἐπῳδαί τινες δυσπαρακολούθητοι· ἃς καὶ Κροῖσον ἐπὶ τῆς πυρᾶς εἰπεῖν. καὶ ἐν Ὀλυμπίᾳ Μιλησίου καὶ Ἐφεσίου παλαιόντων, τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν, διὰ τὸ τὸν ἕτερον περὶ τῷ ἀστραγάλῳ ἔχειν τὰ Ἐφέσια γράμματα. φανεροῦ δὲ γενο‐ μένου καὶ λυθέντων αὐτῷ, τριάκοντα τὸ ἑξῆς πεσεῖν τὸν Ἐφέσιον.

### ε 3865

Ἔφεσις: ἐπιθυμία, ὁρμή, ἔκκλητος, αἵρεσις ἄλλου δικαστηρίου καὶ μεταγωγή. ἡ ἔφεσις λέγεται καὶ ἔκκλητος παρὰ τὸ ἐκκαλεῖσθαι καὶ παραιτεῖσθαι καὶ φεύγειν τὸ πρῶτον καὶ ἔλαττον δικαστήριον.

### ε 3866

Ἔφεσις: ἡ ἐξ ἑτέρου δικαστηρίου εἰς ἕτερον μεταγωγή. τὸ δὲ αὐτὸ καὶ ἔκκλητος καλεῖται. τὸ οὖν ἔφεσις ἀπὸ τοῦ ἐφεῖναι ῥήματος.

### ε 3867

Ἐφεσπερεία: ἡ τῆς ἑσπέρας.

### ε 3868

Ἐφεσπόμενα: ἐπακολουθοῦντα.

### ε 3869

Ἐφ’ ἑστίας: ἀντὶ τοῦ κατ’ οἶκον. καὶ Ἐφέστιον, ἀντὶ τοῦ ἐπὶ τὴν οἰκίαν γενόμενον, τουτέστιν ἔποικον. Σοφοκλῆς· εἶτα τόνδ’ ἐφέστιον πῆξαι λαβόντα σκῆπτρον.

### ε 3870

Ἐφεστιασάμενος: εὐωχηθείς.

### ε 3871

Ἐφέστιοι: αὐτόχθονες, σύνοικοι, ἔποικοι.

### ε 3872

Ἐφεστὼς πόρρωθεν τῆς παρατάξεως.

### ε 3873

Ἐφεστρίς: ἱμάτιον Ῥωμαϊκόν. λέγεται δὲ καὶ μανδύης καὶ βίρρον· ἅτινα ἐν ὀνείρῳ βλεπόμενα θλίψεις σημαίνουσιν.

### ε 3874

Ἐφεστρίς. ἐξ ὧν οἱ τοξόται ταῖς ἐφεστρίσι καλυπτόμενοι βάλλουσι τοὺς ἐπὶ τῶν τειχῶν. ὕφασμα ἐξ αἰγείων τριχῶν. ἀρτῶντες κύκλῳ ἐφεστρίδας καὶ νάκη, ὡς ἂν τὰ τοιαῦτα προβλήματα μὴ εὔφλεκτα εἴη.

### ε 3875

Ἐφεστρίς: χλανίς. Ἀγαθίας· γύναια δὲ πολλὰ διαπληκτι‐ ζόμενα καὶ τὰς ἐφεστρίδας περιρρηγνύντα ἀνὰ τοὺς προμαχεῶνας ἐφοίτα. καὶ αὖθις· οὐκ ἐπιφερόμεθα χρημάτων περιουσίαν, πλήν γε δὴ στρατιωτικὴν ἐφεστρίδα, ἥν γε δὴ καὶ περιβεβλήμεθα.

### ε 3876

Ἐφέται: ἄνδρες, οἵτινες πʹ ὄντες ἐδίκαζον. ἐφέται δὲ ἐκλή‐ θησαν, ἤτοι ὅτι ἐπὶ αἵματι δικάζουσιν, ἢ ὅτι ἔφεσις παρ’ αὐτῶν οὐ δύναται εἰς ἄλλο δικαστήριον γενέσθαι, τουτέστιν ἔκκλητος.

### ε 3877

Ἐφέται: ἄνδρες ὑπὲρ νʹ ἔτη γεγονότες καὶ ἄριστα βεβιωκέναι ὑπόληψιν ἔχοντες· οἳ καὶ τὰς φονικὰς δίκας ἔκρινον. ἐκαλεῖτο δ’ αὐτῶν τὰ δικαστήρια ἐφετῶν.

### ε 3878

Ἐφέται: οἱ δικάζοντες τὰς ἐφ’ αἵματος κρίσεις ἐπὶ Παλλαδίῳ καὶ ἐπὶ Πρυτανίῳ καὶ ἐπὶ Δελφινίῳ καὶ ἐν Φρέατι ἐφέται καλοῦνται. καὶ Ἐφέτης, ὁ δικαστής.

### ε 3879

Ἐφετικός: ἐπιθυμητικός.

### ε 3880

Ἐφετόν· εἶδον ἐγὼ δικαστὴν ἐφετόν, μετροῦντα τοῖς ἀγορεύουσι τὸν χρόνον.

### ε 3881

Ἐφευρετὰς κακῶν: τοὺς ἐπὶ τοῖς παλαιοῖς κακοῖς ἕτερα καινοτομοῦντας κακά.

### ε 3882

Ἐφείλιξαν· σχοινίον τε ἐφείλιξαν μίλτῳ. ἀντὶ τοῦ ἔφυραν καὶ περιείλιξαν.

### ε 3883

Ἐφειμένον: συγκεχωρημένον. ὡς δὲ ἐφειμένον αὐτῷ παρα‐ γίνεσθαι, ἐς ὄψιν ἐλθὼν εἶπεν.

### ε 3884

Ἐφεῖναι: συγχωρῆσαι, κελεῦσαι. ἡ δὲ οὐκ ἐπείσθη, πρὶν ἢ τοὺς προσήκοντας ἐφεῖναι λαβεῖν.

### ε 3885

Ἐφείσθω τούτοις ἐξονυχίζειν: ἀντὶ τοῦ συγκεχωρήσθω ἀκριβολογεῖσθαι.

### ε 3886

Ἐφεῖτο: συνεχωρεῖτο. καὶ οὐδενὶ ἐφεῖτο μὴ κελευσθὲν ἐξ‐ ωτέρω προϊέναι.

### ε 3887

Ἐφεῖτο: ἐνετέλλετο. Ἀριστοφάνης· χθὲς οὖν Κλέων ἡμῖν ἐφεῖτ’ ἐν ὥρᾳ ἥκειν.

### ε 3888

Ἐφηβεία: νεότης. ἡ ἀκμὴ τῆς ἡλικίας.

### ε 3889

Ἔφηβος: παῖς, νέος, ἐν αὐτῇ τῇ ἀκμῇ. ὅθεν ἐφηβεύω. Τιμασίων, μειράκιον Αἰγύπτιον, ἐφήβου δὲ ἄρτι ὑπαπῄει καὶ τὴν ὥραν ἄρτι ἔρρωτο. σωφρονοῦντι δὲ αὐτῷ ἡ μητρυιὰ ἐρῶσα ἐπέκειτο καὶ χαλεπὸν τὸν πατέρα ἐποίει.

### ε 3890

Ἔφηβος. Κιλίκιος λόγος· ποῖ τρέχεις; ἢ ἐπὶ τὸν ἔφηβον; ἐπὶ Ἀπολλωνίῳ ἐλέγετο καὶ παροιμιώδη τιμὴν ἔσχεν. μόνοις δὲ ἐλευθέροις ἐφίησιν ὁ νόμος ἐφηβεύειν. ἐχρῆν δὲ τὸν ἔφηβον ἐν τῇ χλανίδι τὴν δεξιὰν ἔχειν ἐνειλημμένην διὰ τὸ ἀργὴν εἶναι εἰς ἔργα καὶ λόγους εἰς ἐνιαυτὸν καὶ μὴ προϊέναι τὴν χεῖρα. ἔνδημον δὲ ἐχρῆν εἶναι τὸν ἐφηβεύοντα. ἡ δὲ ἐφηβεία κανὼν ἦν ὀρθοῦ βίου καὶ ὑγιοῦς.

### ε 3891

Ἐφήγησις· ἐφήγησίς ἐστι δίκη εἰσαγομένη ἀπὸ τοὺς ὑποδεξα‐ μένους τὸν εἰργόμενον ὑπὸ τῶν νόμων ἐπιβαίνειν τῆς χώρας, οἷον φυγάδα ἢ ἀνδροφόνον· ἢ ὅταν τῶν δημοσίων τι κατέχειν δοκῇ τις κρύφα.

### ε 3892

Ἐφήδεσθαι: εὐφραίνεσθαι.

### ε 3893

Ἐφήδῃ: εὐφραίνῃ σύ.

### ε 3894

Ἐφήδοιτο: τέρποιτο. καὶ Ἐφήδοντο· δοτικῇ. ἐπέχαιρον. Αἰλιανός· καὶ αὐτῷ τῶν συγγενῶν τινες ἐφήδοντο ὡς τὰ αὐτοῦ δια‐ δεξόμενοι. ἐκείνῳ γὰρ μὴ εἶναι παῖδας, ἅτε ῥᾴθυμον βίον καὶ λάγνον, τὸν εἰς ἑταίρας καὶ πότους, προῃρημένῳ. καὶ αὖθις· ὁ δὲ ἔσπευδε θέλων ἐφησθῆναι αὐτοῖς.

### ε 3895

Ἐφῆκα: ἔπεμψα.

### ε 3896

Ἐφήλαντο: ἐπεπήδησαν.

### ε 3897

Ἔφηλος: ἐφηλίδας ἔχων εἰς τὴν ὄψιν.

### ε 3898

Ἔφηλος: ὁ ἀπατηλός. ἐκ τοῦ φηλῶ, τὸ ἀπατῶ.

### ε 3899

Ἔφηλος: ὁ ἥλιος. καὶ Ἔφηλος, ὁ ἡλωμένος.

### ε 3900

Ἐφ’ ἡμᾶς ξυμβοηθήσειν οἴει: ἀντὶ τοῦ καθ’ ἡμῶν.

### ε 3901

Ἐφημερία: ἡ πατρία. λέγεται δὲ καὶ ἡ τῆς ἡμέρας λειτουργία.

### ε 3902

Ἐφημέριοι βροτοί: καθημερινὰ εἰδότες, οὐ προορώμενοι τὸ μέλλον.

### ε 3903

Ἐφημερίς: τῶν ἐφ’ ἑκάστης ἡμέρας συμπιπτόντων ἀπογραφή.

### ε 3904

Ἐφήμερος: πρόσκαιρος. Ἐφήμερον δηλητήριον, τὸ ἐν μιᾷ ἡμέρᾳ ἀναιροῦν. λέγεται δὲ καὶ ἀμφήμερος, καὶ ἀμφημερινὸς πυρετός.

### ε 3905

Ἔφηνεν: ἔδειξεν.

### ε 3906

Ἐφῆπτο: ἐπεκρέματο, ἐπέκειτο.

### ε 3907

Ἐφησθέντες: ἐπιχαρέντες. καὶ Ἐφησθεῖεν, ἐπιχαρεῖεν.

### ε 3908

Ἐφήσθη: ἐχάρη. οἱ δὲ τοῖς τῶν πολεμίων σώμασιν ἐφήσθη‐ σαν. καὶ αὖθις· ἐφησθῆναι θέλων ἐκείνοις ἔσπευδεν. ἤγουν ἐπι‐ γελάσαι.

### ε 3909

Ἐφιάλτης: ὁ λεγόμενος παρὰ πολλοῖς βαβουτζικάριος. ἡ εἰς τὴν κεφαλὴν ἀνατρέχουσα ἀναθυμίασις ἐξ ἀδηφαγίας καὶ ἀπεψίας παρὰ ἰατροῖς ἐφιάλτης λέγεται.

### ε 3910

Ἐφιᾶσι: συγχωροῦσιν, ἐπιτρέπουσιν. ἐφιᾶσιν ὅπη τις ἐθέλοι ἀπιέναι.

### ε 3911

Ἐφιέμενοι: ἐπιθυμοῦντες.

### ε 3912

Ἐφιέναι· ὑποκριτοῦ τραγῳδίας ἐφιέναι φήσαντος, ἐξελαθῆναι γὰρ παρὰ Πολέμωνος κατ’ ἀρχὰς τοῦ δράματος. ὁ δὲ Ἀντωνῖνος ἤρετο, πηνίκα εἴη, ὅτε τῆς σκηνῆς ἠλάθη. τοῦ δ’ εἰπόντος, ὡς μεσημβρία τυγχάνοι οὖσα, μάλα ἀστείως ὁ αὐτοκράτωρ, ἐμὲ δέ, εἶπεν, ἀμφὶ μέσας νύκτας ἐξήλασε τῆς οἰκίας καὶ οὐκ ἐφῆκα. ἐχέτω ταῦτα δήλωσιν βασιλέως πρᾴου καὶ ἀνδρὸς ὑπέρφρονος.

### ε 3913

Ἐφίερον· Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. ἱερόν ἐστι τῶν ιβʹ θεῶν ἐν Βοσπόρῳ.

### ε 3914

Ἐφίεται· γενικῇ. ἐπιθυμεῖ.

### ε 3915

Ἐφιέτω: ἀνείτω.

### ε 3916

Ἐφιζάνει: ἐπικάθηται.

### ε 3917

Ἐφίζεται: ἐπικαθέζεται.

### ε 3918

Ἐφίει: ἐπέτρεπεν. ὁ δὲ Καῖσαρ δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐφίει.

### ε 3919

Ἐφίει: πέμπει. καὶ Ἐφιείς, ἐπιπέμπων, ἐπιβάλλων.

### ε 3920

Ἐφίῃ: ἐπιθυμεῖς. τί μοι τῶν δυσφόρων ἐφίῃ. γλίχῃ. τί μοι, φησί, τούτων γλίχῃ, ἅπερ ἐστὶν οὐκ εὐκόλως φέρειν, θρήνου καὶ πένθους;

### ε 3921

Ἐφίησιν: ἐπιτρέπει. ἐπιπέμπει.

### ε 3922

Ἐφικέσθαι· γενικῇ. καταλαβέσθαι.

### ε 3923

Ἐφικνούμενος· γενικῇ. καταλαμβανόμενος. μέγα ἀνεβόησε καὶ ἀνθρώπου ἐφικνούμενον.

### ε 3924

Ἐφίκοντο: ἐφήψαντο.

### ε 3925

Ἐφικτόν: δυνατὸν καταληφθῆναι. ὁ δὲ ᾔτει αὐτῷ παρὰ τῶν θεῶν πολλὰ καὶ ἀγαθά, τά τε ἄλλα καὶ τῆς ἀρχῆς τὸ κράτος, ἐς ὅσον μήκιστον ἀνθρώπῳ ἐφικτόν.

### ε 3926

Ἐφίλατο: ἠγάπησε. διπλοῦς ἐς λυκάβαντας ἐφίλατο τὴν καλαμῖτιν.

### ε 3927

Ἐφίππειον. ἐκλῦσαι δὲ τὸν ἵππον τοῦ χαλινοῦ καὶ τοῦ ἐφιππείου. οἱ δὲ Σκύθαι ᾔτουν ἀποδοθῆναι σφίσι τὸ ἐφίππειον, τʹ αἰχμαλώτους Ῥωμαίων ἀντιδωρούμενοι. ἐμοὶ μὲν ἔξω λόγου δοκεῖ. ὅτι τοσούτοις τὸ ἐφίππειον ἐτιμήσαντο. οἱ δὲ Ῥωμαῖοι τῶν αἰχμαλώ‐ των οὐκ ἠλλάξαντο. Προκόπιός φησιν.

### ε 3928

Ἐφίππιον: ἀγώνισμα ἐφ’ ἵππων τρεχόντων.

### ε 3929

Ἔφιππος, Ἀθηναῖος, κωμικὸς τῆς μέσης κωμῳδίας.

### ε 3930

Ἔφιππος, Κυμαῖος, υἱὸς Δημοφίλου, οἱ δὲ Ἀντιόχου, Ἰσοκρά‐ τους ἀκουστὴς τοῦ ῥήτορος, ἱστορικός· ἔσχε δὲ υἱὸν Δημόφιλον τὸν ἱστορικόν. ἦν δὲ ἐπὶ τῆς Ϟγʹ ὀλυμπιάδος, ὡς καὶ πρὸ τῆς Φιλίππου βασιλείας εἶναι τοῦ Μακεδόνος. ἔγραψεν ἀπὸ τῆς Ἰλίου πορθήσεως καὶ τῶν Τρωϊκῶν μέχρι τῶν αὑτοῦ χρόνων βιβλία λʹ, Περὶ ἀγαθῶν καὶ κακῶν βιβλία κδʹ, Παραδόξων τῶν ἑκασταχοῦ βιβλία ιεʹ, Εὑρε‐ μάτων, ὧν ἕκαστος εὗρε, βιβλία βʹ. καὶ λοιπά.

### ε 3931

Ἐφίππων ὀνόματα: ἴλη ἱππέων, ἄνδρες ξδʹ. ἐπιλαρχία, βʹ ἶλαι ἱππέων, ἀνδρῶν ρκηʹ. ταραντιναρχία, βʹ ἶλαι ἱππέων, ἀνδρῶν σνϛʹ. ἱππαρχία, βʹ ταραντινοὶ ἱππέων, ἀνδρῶν ιβʹ. ἐφιππαρχία, βʹ ἱππαρχίαι ἱππέων, ἀνδρῶν ͵ακδʹ. τέλος, βʹ ἐφιππαρχίαι ἱππέων ͵βμηʹ. ἐπίταγμα, βʹ τέλη ἱππέων, ἀνδρῶν ͵θϞϛʹ.

### ε 3932

Ἐφίπταται· αἰτιατικῇ.

### ε 3933

Ἐφιστάμενος: ἀναμένων, σχολαίως βαδίζων. ὁ δὲ ἐπορεύετο ἄλλοτε καὶ ἄλλοτε ἐφιστάμενος. ὅσον δ’ ἂν χρόνον τὸ ἡγούμενον τοῦ στρατεύματος ἐπιστῇ, τοσοῦτον ἀνάγκη χρόνον δι’ ὅλου τοῦ στρατεύ‐ ματος γίνεσθαι τὴν ἐπίστασιν.

### ε 3934

Ἐφίστη: ἔταττεν, ὥριζεν. ἄρχοντάς τε ἐφίστη τούτοις ἅπασι τοὺς ἀδωροτάτους, ὅπως μὴ διὰ φιλοπλουτίαν βλακεύοιεν.

### ε 3935

Ἑφθαλέου: ἑφθοῦ. καὶ Ἑφθοῦν, τὸ ὀπτᾶν. ἢ τὸ δι’ ὕδατος ἕψειν.

### ε 3936

Ἑφθοὶ πυροὶ διεγερτικοί εἰσι πρὸς συνουσίαν. καὶ πυροὺς τῇ Ἀφροδίτῃ ἔθυον.

### ε 3937

Ἔφλα με: ἔτυπτέ με.

### ε 3938

Ἐφλέγετο: ἐν ἐπιθυμίᾳ ἦν. Αἰλιανός· ὁ δὲ Ἰάσων ὁ Θετταλὸς ἐπὶ τοῖς ἀναθήμασιν ἐν Δελφοῖς ἐφλέγετο.

### ε 3939

Ἐφοδεύεται: διοδεύεται.

### ε 3940

Ἐφοδευσάτωσαν: κατασκοπησάτωσαν.

### ε 3941

Ἐφόδια: τὰ πρὸς τὴν ὁδὸν ἐπιτήδεια ἀναλώματα. ἐφόδιον παιδείας ὁ πλοῦτος.

### ε 3942

Ἐφόδιον. εὔχεται τῷ θεῷ τοὺς κακοὺς μὴ δυναστεύειν καὶ ἔχειν πλοῦτον εἰς ἐφόδιον ἀδικίας.

### ε 3943

Ἔφοδος: ὁρμή.

### ε 3944

Ἐφόλκια: καράβια μικρά. παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλα‐ τῶν ἢ τῶν μεγάλων πλοίων. καλοῦνται δὲ καὶ οἱ τῶν πόλεων τὰ ὤνια ἐπισκοπούμενοι. τῶν δὲ στειλάντων ἐν ἐφολκίῳ τινὰς καὶ μαθόντων Ῥωμαϊκὴν εἶναι τὴν πεῦσιν. καὶ τὰ ἔπιπλα τὰ ἀγώ‐ γιμα. ὄλπη μοι καὶ πλήρη ἐφόλκια. καὶ Ἀριστοφάνης Σφηξίν· οὐ μὴν πρὸ τοῦ γ’ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτ’ ἀναΐδων Φρυνίχου. ἀντὶ τοῦ ὕστερος. καὶ αὖθις· ἐθάρρει γὰρ τὸν χῶρον ἐφολκὸν εἶναι τῇ ὄψει καὶ πολλοὺς Ῥωμαίων ἐπάξεσθαι. ἀντὶ τοῦ ἐφελκυστικόν.

### ε 3945

Ἐφολκίδα· ὁ τοίνυν Βλαῖσος ἐπὶ τὴν θοίνην κληθεὶς οἷον ἐφολκίδα ἄκλη‐ τον ἐπάγεται Ἀσκώνιον Παιδιάν· ἐξῆν γὰρ καὶ ἐπικλήτους οἱονεὶ σκιὰς ἑαυτοῖς παρακαλεῖν τινας. ζήτει ἐν τῷ Ἀπίκιος Μάρκος.

### ε 3946

Ἐφορεύειν: ἐποπτεύειν.

### ε 3947

Ἐφορεία: ἡ ἐποψία, ἡ ἐπίσκεψις.

### ε 3948

Ἐφορεία: ἡ ἐπὶ τῶν ὅρων γιγνομένη προαγόρευσις· ὡς Δη‐ μοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους.

### ε 3949

Ἐφορμεῖν: ἐν τῷ ἐφεδρεύειν. οὕτω Δημοσθένης ἐν Φιλιππι‐ κοῖς. ἐνεδρεύειν δὲ ἐν πλοίοις.

### ε 3950

Ἐφόρμους· Θουκυδίδης· οἱ Ἀθηναῖοι τοὺς ἐφόρμους ἐπ’ ἀμφοτέροις τοῖς λιμέσιν ἐποιοῦντο. τὰς ἐφορμίσεις.

### ε 3951

Ἔφορος: ὁ πάντων ἐπόπτης καὶ θεωρὸς θεός.

### ε 3952

Ἔφορος, Κυμαῖος, ἱστορικός, ὁ νεώτερος. ἔγραψε τὰς Γα‐ ληνοῦ ἱστορίας ἐν βιβλίοις κζʹ, Κορινθιακά, Περὶ τῶν Ἀλευαδῶν· καὶ ἄλλα.

### ε 3953

Ἔφορος Κυμαῖος καὶ Θεόπομπος Δαμασιστράτου, Χῖος, ἄμφω Ἰσοκράτους μαθηταί, ἀπ’ ἐναντίων τό τε ἦθος καὶ τοὺς λόγους ὁρμώ‐ μενοι. ὁ μὲν γὰρ Ἔφορος ἦν τὸ ἦθος ἁπλοῦς, τὴν δὲ ἑρμηνείαν τῆς ἱστορίας ὕπτιος καὶ νωθρὸς καὶ μηδεμίαν ἔχων ἐπίτασιν· ὁ δὲ Θεό‐ πομπος τὸ ἦθος πικρὸς καὶ κακοήθης, τῇ δὲ φράσει πολὺς καὶ συνεχὴς καὶ φορᾶς μεστός, φιλαλήθης ἐν οἷς ἔγραψεν. ὁ γοῦν Ἰσοκράτης τὸν μὲν ἔφη χαλινοῦ δεῖσθαι, τὸν δὲ Ἔφορον κέντρου. φυγὰς δὲ γενό‐ μενος ὁ Θεόπομπος ἱκέτης ἐγένετο τῆς Ἐφεσίας Ἀρτέμιδος, ἐπέστελλέ τε πολλὰ κατὰ Χίων Ἀλεξάνδρῳ, καὶ μέντοι καὶ αὐτὸν Ἀλέξανδρον ἐγκωμιάσας πολλά. λέγεται δὲ καὶ ψόγον αὐτοῦ γεγραφέναι, ὃς οὐ φέρεται.

### ε 3954

Ἐφόρουν: ἐκόμιζον. Θουκυδίδης· ἐφόρουν δὲ τὴν ὕλην εἰς αὐτὸ καὶ λίθους καὶ γῆν καὶ εἴ τι ἄλλο ἀνύτειν μέλλοι ἐπιβαλ‐ λόμενον.

### ε 3955

Ἔφοροι· Περικλέης τοὺς Ἐφόρους τῶν Σπαρτιατῶν συμπείσας ἐπὶ τῷ τῆς πόλεως συμφέροντι χρήμασι τοῦτο μὲν τοῖς λόγοις οὐκ ἀνέγραψεν, ὡς ἂν ἀπόρρητον ὑπάρχον καὶ πολλὴν αἰσχύνην τοῖς δωροδοκήσασι φέρον· ἐς μέντοι τὸ δέον ἀναγέγραφεν αὐτὰ ἀνηλῶ‐ σθαι. καὶ αὖθις· οἱ δὲ Ἡρακλεῶται ἐμπίπτουσιν ἐς στάσιν βαρεῖαν. εἶτα ἐπανελθεῖν ἐς φιλίαν καὶ συμβιβάσεις βουλόμενοι προαιροῦνται ἔφορον τῆς αὖθις ὁμονοίας τὸν Κλέαρχον. καὶ αὖθις· ὁ δὲ πρὸς τοὺς ἐφόρους ἔγραψεν, ὡς ἐκείνους κήρυγμα ποιήσασθαι δημοσίᾳ τήν τε πίτταν τῶν βαλανείων ἐξαιροῦντας καὶ τὰς παρατιλτρίας ἐξελαύ‐ νοντας ἐς τὸ ἀρχαῖον ἀποκαθίστασθαι.

### ε 3956

Ἔφοροι· παρὰ Λακεδαιμονίοις τὸν ἀριθμὸν εʹ, οὓς ἐφόρους ἐκάλουν διὰ τὸ ἐφορᾶν τὰ τῆς πόλεως πράγματα. ἐν διαδοχῇ δὲ ἦσαν.

### ε 3957

Ἐφόσον: ἓν μέρος λόγου.

### ε 3958

Ἐφ’ ὅτῳ: ἐφ’ ᾧ τινι.

### ε 3959

Ἐφούδ.

### ε 3960

Ἐφ’ ᾧ: ἐπὶ τούτῳ. Πολύβιος· ὁ δὲ Μάρκος δοὺς πίστεις ὑπὲρ ἀσφαλείας ἔπεισεν αὐτοὺς ἐκχωρεῖν ἐς Ἰταλίαν, ἐφ’ ᾧ λαμβάνον‐ τας μέτρημα παρὰ τῶν Ῥηγίνων πορθεῖν τε Βρεττιανὴν κυρίους ὄντας, ὧν ἂν ἐκ τῆς πολεμίας ὠφεληθῶσι. καὶ αὖθις· καὶ συνέθεντο μεθέξειν τῆς κοινῆς συμμαχίας, ἐφ’ ᾧ λαμβάνειν κʹ τάλαντα κατ’ ἐνιαυτόν.

### ε 3961

Ἐφώδευσαν: ἐπέτρεχον.

### ε 3962

Ἐφ’ ᾧ πάρει· καὶ Χριστὸς πρὸς τὸν Ἰούδαν· ἑταῖρε, ἐφ’ ᾧ πάρει; ἀντὶ τοῦ ἐπὶ τίνι παραγέγονας;

### ε 3963

Ἐφωδήγει, Ἐποδήγει δέ.

### ε 3964

Ἐφραθᾶ: τόπος.

### ε 3965

Ἐφραΐμ: ὄνομα κύριον.

### ε 3966

Ἐφραῖος: ὄνομα κύριον.

### ε 3967

Ἔφριξα: τὰς τρίχας ὠρθώθην, ἐπυκνώθην. Ὅμηρος· ἔφριξε δὲ μάχη. καὶ Σοφοκλῆς· ἔφριξ’ ἔρωτι, περιχαρὴς δ’ ἀνεπτόμην. ἀντὶ τοῦ ὠρθώθην τῇ ἡδονῇ, ἀνεπτερώθην.

### ε 3968

Ἐφρύαξαν: ἐταράχθησαν.

### ε 3969

Ἐφοινίττετο: ἠρυθραίνετο. αὐτίκα ὅγε τῷ πληκτικῷ τοῦ λόγου συγχέας τὸ πρόσωπον ἐφοινίττετο.

### ε 3970

Ἔφυ: ἐγένετο.

### ε 3971

Ἔφυγον κακόν, εὗρον ἄμεινον: τάττεται ἐπὶ τῶν ἀπὸ κακοῦ εἰς κρεῖττον ἐλθόντων. ἔθος γὰρ Ἀθήνησιν ἐν γάμοις στρέφεσθαι ἀμφιθαλῆ παῖδα, ἀκάνθας μετὰ δρυΐνων καρπῶν φέροντα καὶ λίκνον πλῆρες ἄρτων, λέγειν τὸ προκείμενον, αἰνισσόμενον τὴν ἐπὶ τὸ κρεῖτ‐ τον μεταβολήν. τὸ γὰρ ἐκ τῶν δρυῶν καὶ ἀκανθῶν στέμμα κακὸν ἔλεγον.

### ε 3972

Ἔφυδρος: ὕδωρ ἐπάγων. κολυμβηταῖς ἐφύδροις. ὑφύδρους δὲ ἁλύσεις διατείνας διὰ τοῦ στόματος τοῦ λιμένος.

### ε 3973

Ἐφ’ ὕδωρ: ἐν ταῖς πρὸς ὕδωρ δίκαις ἐλάγχανεν ὁ ἐπιμελησό‐ μενος τούτου.

### ε 3974

Ἐφυλάξατο: ἐξέκλινεν, εἴασεν. τὰ μαλακὰ καὶ γεώδη ἢ ψαμμώδη ἐφυλάξατο διὰ τὰς ἐσομένας ὑφιζήσεις.

### ε 3975

Ἐφύμνιον: τὸ ἐπὶ τῷ ὕμνῳ ᾆσμα.

### ε 3976

Ἔφυντο: ἐνέφυσαν. σφόδρα ἐπεβάλλοντο, ὥστε δοκεῖν συμ‐ πεφυκέναι.

### ε 3977

Ἐφύπερθεν: ὑπεράνω.

### ε 3978

Ἔφυρον: ἔβρεχον, ἢ ἔπλυνον.

### ε 3979

Ἐχάτιζεν: ἔχρῃζεν.

### ε 3980

Ἐχέγγυον: ἀσφαλῆ. ἀλλ’ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον, ῥύου με καὶ φύλασσε.

### ε 3981

Ἐχέγγυος: ὁ ἀσφαλὴς ἐγγυητής· ὁ διὰ πίστεως ἄξιος. παρὰ δὲ Θουκυδίδῃ ἰσχυρόν, ἐγγυῆσαι δυνάμενον.

### ε 3982

Ἔχε δή: ἀντὶ τοῦ ἄγε δή, ἢ ἄρα δή, πρόσεχε, ἤ τι τοιοῦτο.

### ε 3983

Ἐχέδημος: ὄνομα κύριον.

### ε 3984

Ἔχεεν: ἔχωσεν.

### ε 3985

Ἐχεκρατίδας· καὶ Ἐχεκρατίδης, ὁ τοῦ Ἐχεκράτου παῖς.

### ε 3986

Ἐχεμυθεῖ: ἔχει ἐν ἑαυτῷ τὸν λόγον.

### ε 3987

Ἐχεμυθία: σιωπή, μυστήρια.

### ε 3988

Ἐχέμυθον: μυστήριον κρυπτόν, ἢ φρόνιμον. ἦν δὲ ἐχέμυθος ἐς τὰ μάλιστα καὶ κρυψίνους, ἀλλ’ εἴς γε συναύξησιν ἀρετῆς καὶ κακίας μείωσιν ὅλην ἐξεκέχυτο τὴν ψυχήν.

### ε 3989

Ἐχεμυθότατος: ὁ φρονιμώτατος.

### ε 3990

Ἐχενηΐς: ἡ κρατοῦσα τὴν ναῦν ἄγκυρα. ἐν Ἐπιγράμμασι· ἄγκυράν τ’ ἐπὶ τοῖς ἐχενηΐδα, δεσμὸν ἀέλλης.

### ε 3991

Ἐχενηΐς: γένος ἰχθυδίου, ὅ ἐστιν ἄβρωτον· μέγεθος δ’ ἔχει κωβιοῦ καὶ πτέρυγας δʹ. χρῶνται δέ τινες αὐτῷ πρὸς φίλητρα καὶ δίκας. εἴληφε δὲ τὸ ὄνομα ἀπὸ τοῦ ἔχεσθαι τῶν θεουσῶν νηῶν· ὃ καὶ ναυκράτης καλεῖται. ὁ ἅγιος Βασίλειος περὶ τούτου φησίν. Ναυ‐ κρατίτης ἰχθύς.

### ε 3992

Ἐχέπωλος: ὁ ἔχων ἵππους.

### ε 3993

Ἔχεσθαι· γενικῇ.

### ε 3994

Ἐχέτλη: τοῦ ἀρότρου τὸ κράτημα.

### ε 3995

Ἔχετον: ἀντὶ τοῦ ἐχέτωσαν. δυϊκῶς. λέγετον τοῦτο Τίμαιος καὶ Ἀναξιμένης, ἔχετον δὲ καὶ Κλείταρχον αὐτοῖς νοοῦντας ἐς μίαν καὶ τὴν αὐτήν. καὶ Ἐχέτην, δυϊκῶς ἀντὶ τοῦ εἶχον.

### ε 3996

Ἔχετος: τύραννος ἀπηνὴς καὶ σκληρός. Ὅμηρος· πέμψω ς’ εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, ὅς κ’ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ. καὶ ἕτερος· ἐκπέμπει δὲ ὁ Φῆστος τὸν ποιητικὸν καὶ μυθώδη Ἔχετον καὶ εἰ δή τις ἄλλος ἐκ Σικελίας ἢ Θετταλίας, χρυσὸν ἀποδείξων καὶ πανήγυριν.

### ε 3997

Ἐχέτω: κρατείτω. Ἀριστοφάνης· ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ· κῦμα δὲ πόντου μὴ κελαδείτω γλαυκόν.

### ε 3998

Ἐχέφρων: συνετός.

### ε 3999

Ἔχει αὐτὸν ὁ τοῦ θανάτου ζόφος χαλινώσας: ἀντὶ τοῦ τέθνηκεν.

### ε 4000

Ἔχει ὁ ἀνὴρ γυναῖκα, ἔχεται δὲ ἡ γυνὴ ὑπὸ τοῦ ἀνδρός.

### ε 4001

Ἐχειρώθη: ἐκρατήθη.

### ε 4002

Ἔχεις τι: ἐπὶ τῶν ἀγρευόντων ἤτοι ὄφιν ἢ ἰχθύν. λέγεται δὲ τὸ ἔχεις τι, ἀντὶ τοῦ εἴληφάς τι. συνεβούλευε γὰρ αὐτῷ ὁ Σω‐ κράτης ὥσπερ ἀναπτῆναι τὴν διάνοιαν, ἐάσαντι τὴν φροντίδα, τῇ τῶν ἀγρευόντων χρησάμενος λέξει. τοῖς γὰρ ἁλιεῦσιν ἢ τοῖς ὀρνιθοθήραις οὕτω φασίν, ἔχεις τι; ὁ δὲ γέρων φησί, μὰ τὸν Δί’, οὐδὲν ἔγωγε. οὐδὲν πάνυ; οὐδέν, πλὴν τὸ πέος ἐν τῇ δεξιᾷ. τουτέστι τὸ αἰδοῖον. καὶ μιμεῖσθαι τὸν δερμύλλοντα ἑαυτόν.

### ε 4003

Ἐχεῖτο: ἐξεκέχυτο.

### ε 4004

Ἐχηρώθησαν: ἀνδρῶν ἐστερήθησαν, ἐχήρευσαν.

### ε 4005

Ἐχήρωσεν: ἐστέρησεν. ὁ δὲ τῶν ἀγαθῶν τὴν βασιλείαν ἐχήρω‐ σεν ἁπάντων.

### ε 4006

Ἐχείδιον: τὸ ὀφείδιον.

### ε 4007

Ἔχιδνα: ὄφις.

### ε 4008

Ἐχινάς, Ἐχινάδος: ὄνομα νήσου.

### ε 4009

Ἐχῖνος τὸν τόκον ἀναβάλλῃ: λέγεται ἐφ’ ὧν τὸ ἀναβάλ‐ λεσθαι πρὸς χείρονος γίνεται. καὶ γὰρ οἱ χερσαῖοι ἐχῖνοι δοκοῦσι κεντούμενοι ἀνέχειν τὸν τόκον, εἶθ’ ὕστερον ὑπὸ τραχυτέρων τῶν ἐμβρύων κάκιον ἀπαλλάσσειν ἐν τῷ τόκῳ. Ἐχῖνος δὲ καὶ τὸ ζῷον, καὶ ἡ γαστὴρ τοῦ βοός. ἐν Ἐπιγράμμασι· ὀξέσι λαχνήεντα δέμας κέντροισιν ἐχῖνον. καὶ αὖθις· κώμαυλος τὸν ἐχῖνον ἰδὼν ἐπὶ νῶτα φέροντα ῥᾶγας ἀπέκτεινε τῷδ’ ἐπὶ θειλοπέδῳ.

### ε 4010

Ἐχῖνος. ποῖος δὲ Νηρεὺς τῶν ἐχίνων τοῖς σάλοις προβλεπτι‐ κὰς δίδωσιν ἐν βυθῷ κόρας, ὅπως φύγωσι πρὸ ζάλης τὰ τῆς ζά‐ λης. καὶ παροιμία· πρίν κε δύο ἐχῖνοι ἐς φιλίαν ἔλθοιεν, ὁ μὲν ἐκ πελάγους, ὁ δὲ ἐκ χέρσου· ἐπὶ τῶν ἀνομοίων.

### ε 4011

Ἐχίνους: τοὺς χοιρογρυλλίους.

### ε 4012

Ἐχῖνος: ἄγγος τι, εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο. μνημονεύει δὲ Δημοσθένης τοῦ ἄγγους τούτου, ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Ἀριστοφάνης. ἦν δὲ καὶ πόλις, ἧς μνημονεύει Δημο‐ σθένης ἐν εʹ Φιλιππικῶν. ἔστι δέ τι καὶ ζῷον χερσαῖον, καὶ θαλάσσιον ὄστρεον.

### ε 4013

Ἐχῖνοι: οἱ μὲν χαλκοῖ, οἱ δὲ ἐκ κεράμου· εἰς ἃ καθιᾶσιν οἱ διαιτηταὶ τὰ γραμματεῖα τῶν μαρτυριῶν, ἅ τινες ἐμαρτύρησαν, καὶ κατασημηνάμενοι μετὰ ταῦτα, εἰ ἐγκληθείη ἡ δίαιτα, τοῖς δικασταῖς ἐπεδίδουν.

### ε 4014

Ἐχίων: ὄνομα κύριον. καὶ συστέλλει. ἦν δὲ ὠκύτατος ποσίν.

### ε 4015

Ἔχις: εἶδος ὄφεως. ἀπὸ τοῦ κατέχειν· διότι μόνον τῶν ὄφεων οὐκ ᾠοτοκεῖ, ἀλλὰ ζῳοτοκεῖ. ἡ δοτικὴ τῷ ἔχει. καὶ Ἐχείδιον. λέγεται καὶ αἱμόρρους γένος ἔχεος, ἐν τοῖς πετρώδεσι χηραμοῖς ἔχον τὰς διατριβάς.

### ε 4016

Ἐχθραντέος· Σοφοκλῆς· ὅ τ’ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ’ ἐχθραντέος, ὡς καὶ φιλήσων αὖθις· ἔς τε τὸν φίλον τοιαῦθ’ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, ὡς αἰὲν οὐ μενοῦντα. δεῖ, φησί, προσέχειν τοῖς ἐχθροῖς, ὡς αὖθις φίλοις ἐσομένοις· καὶ τοῖς φίλοις, ὡς ἐχθροῖς. συμμέτρως οὖν φησι χρῆσθαι τοῖς πράγμασιν.

### ε 4017

Ἐχθραντέος τοῦ ἐχθραντέου κλίνεται. καὶ ζήτει παράνω ἐν τῷ ἔχις.

### ε 4018

Ἐχθαίρει· αἰτιατικῇ. μισεῖ.

### ε 4019

Ἔχθημα: μίσημα.

### ε 4020

Ἔχθιον: ἐχθρότατον. Σοφοκλῆς· βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς. τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.

### ε 4021

Ἔχθιστος: ἐχθρότατος.

### ε 4022

Ἐχθοδοπόν: ἐχθροποιόν.

### ε 4023

Ἐχθόμενος: ἐχθρός, ἢ μισούμενος.

### ε 4024

Ἔχθος: ἔχθρα, μῖσος.

### ε 4025

Ἐχθραίνει· δοτικῇ. ἐχθρὸν ποιεῖ. καὶ Ἐχθρεῦσαι, ἐχ‐ θροὺς γενέσθαι. ἐχθρεῦσαί φασιν αἰετὸν καὶ κάνθαρον ἐκ τοῦ ἑκάτερον αὐτῶν θατέρου τὰ ᾠὰ διασπᾶν.

### ε 4026

Ἐχθρὸς καὶ ἐκδικητής: παρὰ τῷ Δαβὶδ ὁ διάβολος.

### ε 4027

Ἐχθρωδῶς: ἀπεχθῶς, καὶ κακῶς.

### ε 4028

Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα· ὁ Αἴας φησίν· ἀλλ’ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθ’ ἁγνίσας ἐμὰ μῆνιν βαρεῖαν ἐξαλεύσωμαι θεᾶς. μολών τε χῶρον, ἔνθ’ ἂν ἀστιβῆ κίχω, κρύψω τόδ’ ἔγχος τοὐμὸν ἔχθιστον βελῶν γαίας ὀρύξας, ἔνθα μή τις ὄψεται, ἀλλ’ αὐτὸ νὺξ ᾅδης τε σῳζόντων κάτω. ἐγὼ γάρ, ἐξ οὗ χειρὶ τοῦτ’ ἐδεξάμην παρ’ Ἕκτορος δώρημα δυσμενεστάτου, οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα. ἀλλ’ ἔστ’ ἀληθὴς ἡ βροτῶν παροιμία· ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα. τοιγὰρ τὸ λοιπὸν εἰ‐ σόμεσθα μὲν θεοῖς εἴκειν· μαθησόμεθα δ’ Ἀτρείδας σέβειν. ἄρχοντές εἰσιν ὥσθ’ ὑπεικτέον· τί μή; καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα τιμαῖς ὑπείκει. λύσις ὀνείρου· ἐχθροῖς συνέσθειν εἰς καταλλαγὴν φέρει.

### ε 4029

Ἔχμα: τὸ στήριγμα.

### ε 4030

Ἐχολώθησαν: ὠργίσθησαν.

### ε 4031

Ἔχομαι· γενικῇ.

### ε 4032

Ἐχόμενα· ὁ δὲ Πέρσης πολλὰ μὲν καὶ ἄλλα ἔδρασεν ἀσεβείας τε καὶ ὕβρεως ἐχόμενα καὶ βάρβαρον ἀμαθίαν τε καὶ ἀπαιδευσίαν ὁμο‐ λογοῦντα. καὶ ἀντὶ τοῦ ἀκολουθοῦντα, ἀντεχόμενα.

### ε 4033

Ἐχόμενος: ἐγγύς, ἢ κατέχων.

### ε 4034

Ἔχοντας σιτί’ ἡμερῶν τριῶν: Ἀριστοφάνης. ἀντὶ τοῦ πολεμεῖν μέλλοντας. οἱ γὰρ πολεμοῦντες πρὸς γʹ ἡμέρας ὡρίζοντο παρὰ τῶν στρατηγῶν ἔχειν σιτία εἰς τὸν πόλεμον. ἐχορηγοῦντο δὲ αὐτὰ ἐκ τῶν δημοσίων.

### ε 4035

Ἔχοντες: οἰκοῦντες.

### ε 4036

Ἐχόντων: ἀντὶ τοῦ ἐχέτωσαν. ἐχόντων μὲν οὖν ὡς ἔχουσιν ἕκαστοι, καὶ ὥς πῃ ἑκάστῳ φίλον, κρινέτω.

### ε 4037

Ἔχουν: ἐχώννυον. κἀκ τούτου οἱ μὲν ἔχουν, οἱ δὲ τοῖς βάλ‐ λουσιν ἀντεμάχοντο. καὶ αὖθις· καὶ χώματα βʹ ἑκατέρωθεν ἔχουν, ὡς πρὸς τὸ τεῖχος. ξύνδεσμος δὲ τοῦ χώματος αἱ πλίνθοι ἐγίνοντο αἱ ἐκ τῶν οἰκιῶν.

### ε 4038

Ἔχω· αἰτιατικῇ.

### ε 4039

Ἐχώλαναν.

### ε 4040

Ἔχραον: μετὰ βλάβης ἐπῆλθον.

### ε 4041

Ἐχρηματίσθη: χρησμὸν ἐδέξατο. καὶ Ἐχρήσθη, ὁμοίως.

### ε 4042

Ἐχρῆν: ἔπρεπεν, ἥρμοζεν.

### ε 4043

Ἔχρησεν: ἐμαντεύσατο, ἢ ἐδανείσατο.

### ε 4044

Ἔχριμπτ’ ἀεί: ἀεὶ ἐπλησίαζεν. καὶ Ἔχριμψαν.

### ε 4045

Ἔχρισεν: ἤλειψεν.

### ε 4046

Ἐχρωματίσθη. χρῶμα ἐδέξατο.

### ε 4047

Ἐχρῶντο.

### ε 4048

Ἔχοι.

### ε 4049

Ἐχύμισαν: ἀντὶ τοῦ ἔγχυμον ἐποίησαν. Ἀριστοφάνης Θεσμο‐ φοριαζούσαις· Ἀνακρέων, Ἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν.

### ε 4050

Ἐχύρωμα: ἀσφάλεια. ὁ δὲ σκόλοπας ὀξεῖς ἐπιφερόμενος ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ.

### ε 4051

Ἐχυρῶς: ἰσχυρῶς. ἢ ἀσφαλῶς.

### ε 4052

Ἐχύρωσεν: ἰσχυροποίησεν.

### ε 4053

Ἐχυρώτατον.

### ε 4054

Ἕψα.

### ε 4055

Ἑψανόν: ἁπαλόν. καὶ ἀτέραμνον, τὸ δυσέψανον. οὕτως Πλάτων.

### ε 4056

Ἕψεαι: ἀκολουθήσεις.

### ε 4057

Ἕψεμα: ὅπερ ἐστίν ...

### ε 4058

Ἕψεται: ἀκολουθήσει. ἢ ἀκολουθεῖ.

### ε 4059

Ἑψήσας. καὶ Ἑψημένος.

### ε 4060

Ἑψητήριον: ἡ λοπάς.

### ε 4061

Ἑψητόν· καὶ Ἑψητός, ὁ ἑψημένος.

### ε 4062

Ἔψηχον: κατέμασσον, ἔτριβον, ἔξεον. οἱ μὲν τοὺς ἵππους ἔψηχον.

### ε 4063

Ἑψία: ἡ ὁμιλία.

### ε 4064

Ἕψια: τὰ ἀπὸ λόγων παίγνια· καὶ φιλέψιος, ὁ φιλοπαίγμων· ψιλούμενον δὲ φιλολόγος ἐστὶν ὁ φιλέψιος.

### ε 4065

Ἑψιάσθων: παιζέτωσαν. καὶ Ἑψιᾶται, παίζει.

### ε 4066

Ἑψιατέον: παικτέον, δεῖ παίζειν.

### ε 4067

Ἑψιάτιμον: γνωστικὸν παίγνιον.

### ε 4068

Ἐψιλωμένοι: γεγυμνωμένοι.

### ε 4069

Ἕψιμον: τὸ παίγνιον.

### ε 4070

Ἔψισαν: ἐψώμισαν.

### ε 4071

Ἑψόμενος: ἀκολουθήσων, ἕψων.

### ε 4072

Ἕψοντα κυάμους.

### ε 4073

Ἔψον καὶ ἀπέψον, τὸ ἔψιον, διὰ τοῦ ο μικροῦ. ἀπέψων δὲ τὸ ἀπεσπόγγιζον, διὰ τοῦ ω μεγάλου. Ἑψῶν δὲ ἀντὶ τοῦ κνηθόμενος.

### ε 4074

Ἑψῶν· τοῦτο καὶ βαρύνεται καὶ περισπᾶται. ὁ ἐνεστὼς ἑψῶ, ἑψήσω. ὥσπερ οἱ τὴν χρυσῖτιν γῆν ἑψῶντες.

### ε 4075

Ἐψώμισεν: ἔθρεψεν.

### ε 4076

Ἔψυρεν: ἀπεδίωξεν.

### ε 4077

Ἐψυχαγώγησεν: ἐπήλπισε, παρεμυθήσατο· ἢ ψυχὰς διὰ μαγ‐ γανείας τῶν τελευτησάντων ἀνήγαγεν.

### ε 4078

Ἐψύχθη: ἀπεπαύθη, ἠρέμησεν. ἄγρια δ’ αὐτοῦ ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης.

### ει 1

Εἶ, εἶ, εἶ, εἶ, εἶ, εἶ· ἡ ἐπέκτασις τοῦ ει εἰλίσσεται. κατὰ μίμησιν εἴρηται τῆς μελοποιΐας παρὰ Ἀριστοφάνει ἐν Βατράχοις.

### ει 2

Εἴ: εὐκτικόν. καὶ κατ’ ἐπέκτασιν εἴθε. Πισίδης· εἲ γὰρ ἂν τὸ Περσίδος ἔσβεστο θράσος.

### ει 3

Εἶα: παρακελεύσεως ἐπίρρημα.

### ει 4

Εἰ ἐπιστολή· εἰ μὲν εἰσακούσαις πρώτη, εἰ δ’, ἀλλ’ ἀπείη τὸ ἀπευκταῖον, μόνη μοι ἔστω πρὸς σὲ ἡ ἐπιστολή.

### ει 5

Εἴα: συνεχώρει.

### ει 6

Εἴα: χόρτος. Ἤϊα δὲ βρώματα.

### ει 7

Εἰαδότα: ἀρέσκοντα.

### ει 8

Εἱαμενή: ὁ κάθυγρος τόπος.

### ει 9

Εἱανόν: τὸ λεπτόν.

### ει 10

Εἶαρ: τὸ ἔαρ.

### ει 11

Εἰαρινὸν ἄνθος: τὸ κατὰ τὸν καιρὸν τοῦ ἔαρος.

### ει 12

Εἴασεν: ἀφῆκεν.

### ει 13

Εἵατο: ἐκάθητο. ἥμην ὁ παρατατικός· ἧντο, Ἰωνικῶς ἕατο, ποι‐ ητικῶς εἵατο. ἄλλως. ἑῶ, ἕημι, ἕεμαι, ἧμαι, κάθημαι, ἧνται, ἔαται Ἰωνικῶς καὶ πλεονασμῷ εἵαται, ὡς μέμνηται, μεμνέαται.

### ει 14

Εἴβεσθαι; δακρύειν, στάζειν. καὶ Εἴβει, στάζει. σπήλυγγες Νυμφῶν εὐπίδακες, αἱ τόσον ὕδωρ εἴβουσαι σκολιοῦ τοῦδε κατὰ φρέατος.

### ει 15

Εἲ γάρ: εἴθε γάρ.

### ει 16

Εἴ γ’ ἐθέλεις: εἰ γνώμην ἔχεις, εἰ φρόνιμος εἶ καὶ συνετός.

### ει 17

Εἰ δ’ ἄγε νῦν: διὸ δή.

### ει 18

Εἰδαλίμας: συνετάς.

### ει 19

Εἰδάλιμον: τὸ εὐειδές.

### ει 20

Εἶδαρ: ἔδεσμα. καὶ Εἴδατα, τὰ βρώματα.

### ει 21

Εἴδαυλος: συνετὸς λογισμός.

### ει 22

Εἰδέα· ὅτι Πλάτων διαφόροις ὀνόμασιν ἐπὶ τοῦ αὐτοῦ σημαινο‐ μένου χρῆται. τὴν γοῦν εἰδέαν εἶδος ὀνομάζει καὶ γένος καὶ παρά‐ δειγμα καὶ ἀρχὴν καὶ αἴτιον καὶ οὔτε κινούμενον οὔτε μένον καὶ ταὐτὸ καὶ ἓν καὶ πολλά. καὶ πάλιν ἓν ὄνομα ἐν διαφόροις σημαινό‐ μενον. οἷον τὸ φαῦλον, ὃ σημαίνει τὸ ἁπλοῦν καὶ εὐχερές, ὡς Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ, καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος, οἷον, φαῦλον πρᾶγμα ἔσται. τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς.

### ει 23

Εἰδέα: ἡ μορφή. καλὸς τὴν εἰδέαν εἴ τις καὶ ἄλλος. τὸ Ἰδέα οἱ νῦν διὰ τοῦ ι γράφουσιν.

### ει 24

Εἰ δέ τῳ: εἰ δέ τινι.

### ει 25

Εἰδεχθές: ἄμορφον, ἀπρεπές, μυσαρόν, σεσαπριασμένον, σικχαν‐ τόν. καὶ θηλυκὸν Εἰδέχθεια.

### ει 26

Εἰδεῖεν: γινώσκοιεν. καὶ Εἰδείη, γινώσκοι, ἐπίσταιτο. Ἀρι‐ στοφάνης· ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.

### ει 27

Εἰδείην: εὐκτικῶς· ἀντὶ τοῦ γνοίην. ἔστιν εἰδώς, εἰδότος· καὶ τὸ εὐκτικὸν ὤφειλεν εἶναι εἴδοιμι, ἀλλ’ οὐκ εἰδείην, ἐπειδὴ τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς ὀξύτονον, διὰ τοῦ ντ κλινομένην, εἰς ην ἔχουσι τὸ εὐκτικόν, οἷον τυφθείς, τυφθείην. αὐτὸ δὲ οὐ κλίνεται διὰ τοῦ ντ, καὶ οὐκ ὤφειλεν εἶναι εἰδείην. ἀλλ’ ὥσπερ τροπῇ τῆς μι εἰς ην καὶ τοῦ ο εἰς ε, εἰδείην. καὶ ἐπειδὴ εἰς ην καθαρόν ἐστι τὸ εὐκτικόν, ἡνίκα ὦσι μετὰ περισπωμένου ἐνεστῶτος, οἷον ποιῶ, ἐὰν ποιῶ, ἢ ἐὰν ἔχωσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας διὰ τοῦ ντ κλινομένην δαρείς, δαρῶ. ἐν οἷς οὖν τοῦτο οὔτε μετὰ περισπωμένου τόνου ἐστι τοῦ ἐν‐ εστῶτος οὔτε ἔχει τὴν μετοχὴν εἰς ς ὀξύτονον διὰ τοῦ ντ κλινομένην, εἰδὼς γὰρ εἰδότος, οὐκ ὤφειλε περισπᾶσθαι· ἀλλὰ περιεσπάσθη ὡς εἴρηται· ἐπειδὴ ἐγένετο τὸ εὐκτικὸν εἰς ην καθαρόν.

### ει 28

Εἰ δεῖ: ἐὰν χρῆ.

### ει 29

Εἴδη· ὅτι ἀρχὰς τῶν εἰδῶν ἔλεγον οἱ Πυθαγόρειοι τὴν μονάδα καὶ δυάδα καὶ τριάδα, διότι οἱ ἀπὸ μονάδος συντιθέμενοι μέχρι τῆς τετράδος ποιοῦσι τὸν δέκα, ὃς αὐτοῖς καὶ τέλειος ἐνομίζετο, καὶ δεχὰς ἐπωνομάζετο. εἶναι οὖν ἔλεγον τὰς τετραδικὰς ταύτας ἀρχὰς καὶ κοινῶς ἐν πᾶσι καὶ ἰδίᾳ ἔν τε τοῖς νοητοῖς καὶ ἐν τοῖς φυσικοῖς καὶ ἐν τοῖς αἰσθητοῖς. κοινῶς μὲν οὖν ἐπὶ πάντων μονὰς μὲν τὰ νοητὰ (ἀμερὴς γὰρ ἐκείνων οὐ μόνον ἡ οὐσία, ἀλλὰ καὶ ἡ ἐνέργεια ἐν στάσει καὶ ἀκινησίᾳ θεωρουμένη), δυὰς δὲ καὶ ἡ ἐπιστήμη ἢ τὰ ἐπιστημονικά· ὡρισμένως γὰρ τὸ ἀπό του ἐπί τι ἔρχεται. ἡ γὰρ ἐπιστήμη μετάβασίς ἐστιν ἐξ ὡρισμένων εἰς ὡρισμένα· οὐκ ἔστι γὰρ ἐπιστήμη ἀόριστος· ἔνθεν γὰρ καὶ ἐπιστήμη ἐκλήθη, παρὰ τὸ ἐπὶ στάσιν ἡμᾶς ἄγειν. τριὰς δὲ τὰ δοξαστὰ καὶ φυσικά· φυσικὰ δέ φημι τὰ καθόλου, τὰ ἐν τοῖς φυσικοῖς, ἀλλ’ οὐ τὰ καθ’ ἕκαστα. τῶν γὰρ καθόλου φυσικῶν ἡ δόξα. τριὰς οὖν ἡ δόξα, διὰ τὸ ὁρμᾶν μὲν ἀπό του, μὴ ὡρισμένως δὲ ἐπί τι φέρεσθαι, ἀλλ’ ἢ ὧδε ἢ ὧδε.

### ει 30

Εἰδημονικῶς: ἐμπείρως.

### ει 31

Εἰδήμονος: ἐπιστήμονος.

### ει 32

Εἰ εἰδῇς: εἰ γνῷς.

### ει 33

Εἰδήσεις: μάθοις, ἐπιγνῷς. εἰδήσεις Ἀλκμᾶνα λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν Μουσῶν ἔννε’ ἀριθμὸς ἔχει. καὶ Εἰδῇς, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου· ἐπιγνῷς, μάθοις. Ὅμηρος· ὄφρ’ εὖ εἰδῇς ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.

### ει 34

Εἰδῇς: γνῷς.

### ει 35

Εἴδησις: ἡ γνῶσις. ὅτι ἡ εἴδησις τριττή. ἡ γὰρ ἐπιστήμη λέγεται εἴδησις, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι· τὸ γὰρ εἰδέναι τοῦτό ἐστι, τὸ λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβλῆσθαι. ἢ ἡ ὁλοσχερεστέρα γνῶσις, ἢ ἁπλῶς ἢ κοινοτέρα, καὶ τοῦτο ἑκάτερον περιέχουσα, ὥς φησιν Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς· ἐπειδὴ καὶ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι περὶ πάσας τὰς ἐπιστήμας. διὰ μὲν γὰρ τοῦ εἰδέναι τὴν ὁλοσχερῆ γνῶσιν σημαίνει, διὰ δὲ τοῦ ἐπίστασθαι τὴν ἀκριβῆ. ἢ τὴν κοινῶς ἐπὶ πάσης γνώσεως λεγομένην· ἣν ἐν τοῖς Μετὰ τὰ φυσικὰ παρέλαβεν.

### ει 36

Εἰδοθέα: ὄνομα κύριον.

### ει 37

Εἴδομεν: ἐθεασάμεθα.

### ει 38

Εἰδομένη: ὁμοιωθεῖσα.

### ει 39

Εἰδοποιῶ· αἰτιατικῇ.

### ει 40

Εἶδος: μορφή. καὶ τὸ ὑπὸ τὸ γένος· οἷον ὑπὸ τὸ ζῷον ὁ ἄνθρωπος παρὰ φιλοσόφοις. ὁ δὲ Πρόκλος ἐθαύμαζε τοῦ Ἰσιδώρου τὸ εἶδος, ὡς ἔνθεον καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς.

### ει 41

Εἴδω: τὸ κτίζω, εἴσω ὁ μέλλων. Εἴδω δὲ τὸ γινώσκω· αἰτιατικῇ.

### ει 42

Εἰδωλεῖον: ὁ ναὸς τῶν εἰδώλων. Εἰδώλιον δὲ τὸ ὁμοίωμα τοῦ εἰδώλου. σημαίνει δὲ καὶ τὸν ζυγὸν τῆς νεώς.

### ει 43

Εἰδωλολατρία: ἡ τῶν εἰδώλων σπονδή.

### ει 44

Εἰδωλολάτρης: ὁ τῶν εἰδώλων θεραπευτής.

### ει 45

Εἴδωλον: σκιῶδες ὁμοίωμα· ἢ φαντασία σώματος, σκιά τις ἀερο‐ ειδής. ὡς καὶ Βακχυλίδης· μελαμβαφὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου. καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἀντικλείας· τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον. αὐτὸς δὲ ἡ ὑπόστασις ἡ ἀληθής. δεῖ οὖν νοεῖν, ὡς φαντασίας σωμά‐ των παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ. κελεύει ἡ Πυθία εἴδωλόν τι πεπλασμένον εἰς ὄψιν γυναικὸς μετέωρον ἐξ‐ αρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις. καὶ αὖθις· ἦν δὲ ἄρα εἴδωλα ταῦτα ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου. ἀντὶ τοῦ ὁμοιώματα. καὶ ἡ Γραφὴ λέγει, οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὡς διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος. εἴδωλα μὲν γὰρ τὰ τῶν οὐχ ὑφεστώτων μιμήματα, οἷον Τρίτωνες καὶ Σφίγγες καὶ Κένταυροι· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώ‐ των εἰκάσματα, οἷον θηρίων ἢ ἀνθρώπων. διαφέρει δὲ προσκυνῆσαι τοῦ λατρεῦσαι· συμβαίνει μὲν γὰρ διὰ φόβον προσκυνῆσαι, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχήν. ἑκάτερον δὲ ἀσεβὲς καὶ θεοστυγές. Σοφο‐ κλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα. ἀντὶ τοῦ ἀπει‐ κάσματα ἀνυπάρκτων ἀνυπαρκτότερα. καὶ Δαμάσκιός φησιν· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα ἀναγραφώμεθα, σκιὰν ὀνειράτων κατὰ Πίνδαρον. καὶ τοῦ Ἐφραὶμ υἱοὶ εἰδώλων θερα‐ πευταὶ ἐτύγχανον ὄντες.

### ει 46

Εἴδωλον: ὁμοίωμα εἴδους. Σοφοκλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα, ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν. τοιαῦτα τοίνυν ἐσορῶν ὑπέρκοπον μηδέν ποτ’ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, μηδ’ ὄγκον αἴρῃ μηδέν’, εἴ τινος πλέον ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει. ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν ἅπαντα τἀνθρώπεια. τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.

### ει 47

Εἰδώς: μαθών.

### ει 48

Εἰδοί: τοῦ μηνός.

### ει 49

Εἰδυλίσα: ἡ ἐπιστήμων.

### ει 50

Εἶεν: ἄγε δή. ἡ συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα.

### ει 51

Εἶεν: τοῦτο καλεῖται ἀπόθεσις λόγου. ἀντὶ τοῦ ταῦτα μὲν δὴ οὕτως.

### ει 52

Εἰ εἰδῇς: εἰ γνῷς.

### ει 53

Εἴη: ὑπάρχοι.

### ει 54

Εἶθαρ: χρονικόν. ἀντὶ τοῦ εὐθέως, ἢ εὐθύς. τὸ δὲ Ἰθύς, ὡς ἐπὶ τὸ πολύ. ἐπ’ εὐθείας.

### ει 55

Εἴθε: σχετλιαστικὸν ἐπίρρημα. καὶ εἰ ὁμοίως.

### ει 56

Εἰκάδιος: ὄνομα κύριον.

### ει 57

Εἰκάζων: οἰόμενος, ἢ ὁμοιῶν. εἶχε δὲ προκάλυμμα τοῦ προσ‐ ώπου φάσματα μικρὸν ὡς εἰκάζεσθαι μᾶλλόν τι ἢ ἀτρεκέως καθορᾶσθαι τὴν μορφὴν αὐτῆς. καὶ αὖθις· δεινότατος ἔδοξε τῶν καθ’ αὑτὸν οἷα δὴ ἱκανώτατος τὸ ἀφανὲς εἰκάσαι.

### ει 58

Εἴκαθεν: ὑπεχώρει. οἷς εἴκαθε πῦρ ἄσπετον.

### ει 59

Εἰκάθειν: εἴκειν, κατὰ παραγωγήν.

### ει 60

Εἰκάθειν: ὑποχωρεῖν, ὑπείκειν. Σοφοκλῆς· ἀλλὰ τῷ χρόνῳ στένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκάθειν.

### ει 61

Εἰκάκεισαν: ὑπερσυντελικὸς ἐκ τοῦ εἰκάζω.

### ει 62

Εἴκασεν: ὡμοίωσεν.

### ει 63

Εἰκασία: ὁ εἰκασμός.

### ει 64

Εἰκάσμεθα: παρὰ Ἀριστοφάνει, ἀντὶ τοῦ ἐσκώμμεθα. ταυτὶ γὰρ εἰκάσμεθα κατὰ τὸν Αἰσχύλον.

### ει 65

Εἰκασμένος: ὅμοιος.

### ει 66

Εἰκαία: ὀλίγη, ὡς ἔτυχεν. Καλλίμαχος· εἰκαίην, τῆς οὐδὲν ἀπ‐ έβρασε φαῦλον ἀλετρίς. τουτέστιν ἧς τὰ ἀποβράσματα, ἤγουν τὰ πίτυρα, οὐκ ἀπέκρινεν, οὐδὲ ἀπεκάθηρεν ἡ μυλωθρός. ἀντὶ τοῦ ἄσειστον τὸ ἄλευρον.

### ει 67

Εἰ καὶ λύκου ἐμνήσθης: τοῦτο λέγεται ἐπὶ τῶν ἂν μνησθῇ τίς, καὶ εὐθὺς παραγινομένων.

### ει 68

Εἰ καὶ νῦν ἐγὼ τὸν πατέρ’ ὅτι βούλομαι, τούτων ἀπαλλαχθέντα τῶν ὀρθοφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων, ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά. Ἀριστοφάνης.

### ει 69

Εἰκαιοβουλία: ματαιοφροσύνη.

### ει 70

Εἰκαιομυθεῖ: φλυαρεῖ. καὶ Εἰκαιομυθία· ἡ φλυαρία.

### ει 71

Εἰκαῖον: μάταιον, ἀνωφελές. θεραπεία δὲ τοῦ ἐν ἑκάστῳ ἡμῖν δαίμονος, τοῦτον καθαρὸν πάθους διατηρεῖν καὶ εἰκαιότητος καὶ δυσ‐ αρεστήσεως τῆς πρὸς τὰ ἐκ θεοῦ καὶ ἀνθρώπων γινόμενα. καὶ αὖθις· μηδὲν γὰρ εἰκαῖον Πλάτων λέγειν φησίν.

### ει 72

Εἰκαιορημονῶ: ματαίως λέγω.

### ει 73

Εἰκαιορημοσύνη: ματαιολογία.

### ει 74

Εἰκαῖος: μάταιος. καὶ Εἰκαιότης.

### ει 75

Εἴκελος: ὅμοιος. διφορεῖται κατὰ τὴν γραφήν.

### ει 76

Εἰκῇ: ματαίως. ἀντὶ τοῦ ψευδές. τοῦτο τῶν εἰκῇ πεπιστευ‐ μένων ἐστί.

### ει 77

Εἰκῇ: μάτην. παροιμία· Μὴ εἰκῇ τὴν Ἄβυδον. λείπει παρα‐ πλεῖν ἢ διαφοιτᾶν. λέγεται δὲ ἐπὶ τῶν διακινδυνευόντων.

### ει 78

Εἰκῆ ῥαψῳδεῖ: ἀντὶ τοῦ φλυαρεῖ. ὁ δὲ σκήπτεται μανίαν, καὶ εἰκῇ καὶ ὡς ἔτυχεν ἄλλα ἔπ’ ἄλλοις ἐλάλει, καὶ ἀκόλουθον τῷ προτέρῳ δεύτερον οὐδέν.

### ει 79

Εἰκῇ τῷ Ἡρακλεῖ: ἐπὶ τῶν ἀλήπτως τὰ πράγματα ἐπιτε‐ λούντων.

### ει 80

Εἰκοβολεῖν: εἰκάζειν. ἢ εἰκῆ καὶ μάτην βάλλειν. φῶς ἑαυτοῖς παρεσκεύαζον εἰς τὸ μήτε σφάλλεσθαι μήτ’ εἰκοβολεῖν. Πολύβιός φησιν.

### ει 81

Εἴκομεν: ὑποχωροῦμεν. καὶ Εἴκοντες ὁμοίως.

### ει 82

Εἰκονίζειν· αἰτιατικῇ· καὶ χαρακτηρίζειν ταυτόν ἐστιν. ἀπὸ γὰρ τοῦ σχήματος κυρίως ἄμφω λαμβάνεται.

### ει 83

Εἰκός: πρέπον, ἢ ἀκόλουθον, εὔλογον. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ τάχα. τῶν τοῦ Καίσαρος κρατησάντων, οὐκ ἐπεδίωξάν τινα· ὡς μὲν ἐμοὶ δοκεῖ καὶ τὸ εἰκὸς συμβάλλεται, ὅτι μὴ καταλαβεῖν αὐτοὺς ἐδύναντο ἢ ἐφοβήθησαν ἐξοκεῖλαι εἰς τὰ βράχη. καὶ αὖθις· ταῦτά τε ἐπὶ τοῖς πρόσθεν ἐξηγγέλθη αὐτῷ καὶ ἄμφω τῷ εἰκότι ξυμβαίνειν ἐδόκει. καὶ αὖθις· καὶ ἦν τῇ τε ἄλλῃ ἀγαστὸς ἀρετῇ, καὶ ταύτῃ, διότι κἀν ταῖς εὐπραγίαις τῷ τῆς φύσεως θεσμῷ τὸ εἰκὸς ἀποδιδούς, οὐ πέρα τοῦ νενομισμένου τῇ εὐτυχίᾳ ἐπεξῄει. εἰκὸς γὰρ ἐγχειροῦντα πράσσειν κακῶς· παρὰ τὸ Πινδαρικόν, ῥέζοντά τι καὶ παθεῖν κακόν. καὶ Ἡρόδοτος· ὡς μὲν ἐγὼ δοκέω καὶ τὸ εἰκὸς ἐμοὶ συμμάχεται, οὐκ ἦν εὔνοος Λακεδαιμονίοισι. τῶν μηχανημάτων δ’ αἱ πληγαὶ φερό‐ μεναι πρὸς τὸ εἰκὸς ἐξελύοντο.

### ει 84

Εἴκοσιν: ὁ ἀριθμός. καὶ Εἰκοσάκωπον πλοῖον καὶ Εἰκο‐ σινήριτον καὶ Εἰκοσάριθμον.

### ει 85

Εἰκότα: τὰ ἐστοχασμένα. συλλογιζόμενος ἐκ τῶν εἰκότων τὸ συμβησόμενον. δόξα γάρ τις ὑπῆλθεν ἐκ τῶν εἰκότων λογισμῶν γενομένη, διεφθάρθαι τὴν στρατιὰν ἅπασαν.

### ει 86

Εἰκότα. τοῦτο δὲ πρότερον αὐτοὶ κατεδόξαζον ἐκ τῶν εἰκότων.

### ει 87

Εἰκοτολογῆσαι: ἐστοχασμένως εἰπεῖν.

### ει 88

Εἰκότος: μετοχή.

### ει 89

Εἰκότων: ὁμοίων. ὁ δέ, εἴ τι τύχοι, πρὸς ἕκαστον τῶν προσιόν‐ των ἠλαζονεύετο, συμπλάττων ἀπὸ τῶν εἰκότων. τουτέστιν ἐψεύ‐ δετο. καὶ παροιμία· Εἰκῇ τῷ Ἡρακλεῖ, ἐπὶ τῶν ἀσυκοφαντήτως πάντα τελούντων.

### ει 90

Εἰκότως: δικαίως, πρεπόντως.

### ει 91

Εἴκω· δοτικῇ. τὸ ὑποτάττομαι. καὶ ὁμοιῶ.

### ει 92

Εἰκῶ: τὴν εἰκόνα κατὰ ἀποκοπήν. Εἰκὼν δὲ τὸ ὁμοίωμα, παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. ἰστέον δέ, ὅτι φασὶν οἱ ἀκριβέστατοι τῶν ἱστορικῶν, ὡς τὸ οὖλον καὶ ὀλιγότριχον οἰκειότερόν ἐστι γράφειν ἐπὶ τῆς εἰκόνος τοῦ Χριστοῦ. καὶ Εἰκῶ, τὴν εἰκόνα. καὶ Εἰκοῦς, τὰς εἰκόνας. Ἀριστοφάνης Νεφέλαις· τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.

### ει 93

Εἰκών, εἰκόνος: ὁμοίωμα. Δαβίδ· κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. ἡ γὰρ εἰκὼν πρόσκαιρον ἔχει τὸ ἄνθος. εἰκόνας δύο κειμένας τῆς πόλεως ἐν πάνυ καλῷ.

### ει 94

Εἴκων: ὑποχωρῶν. καὶ Εἴκοι, ὑποχωροίη.

### ει 95

Εἰλαδόν: κατὰ συστροφήν.

### ει 96

Εἰλαπινάζων: εὐωχούμενος. καὶ Εἰλαπιναστής, συμπότης.

### ει 97

Εἰλαπίνη: ἑορτή, εὐωχία. ἀπὸ τοῦ δαψιλῶς δαπανᾶν. λάπτειν γὰρ τὸ ἐκκενοῦν.

### ει 98

Εἶλαρ: ἀσφάλεια.

### ει 99

Εἰλάρχας: ταξιάρχας.

### ει 100

Εἴλας: ἀγέλας.

### ει 101

Εἰλατίνοις: τοῖς ὄζοις.

### ει 102

Εἰλεδανός: ὁ δεσμός.

### ει 103

Εἷλεν: ἔλαβεν, ἀνεῖλεν, ἐνίκησεν, ἐκράτησεν.

### ει 104

Εἰλενία: πόλις.

### ει 105

Εἰλεός: ἡ μαγειρικὴ τράπεζα. σημαίνει δὲ καὶ τὴν νόσον.

### ει 106

Εἰλέσιον: τόπος.

### ει 107

Εἵλετο: ἠθέλησεν.

### ει 108

Εἰλείθυιαι: αἱ ἐπὶ τῶν τικτουσῶν θεαί.

### ει 109

Εἴλλειν: εἴργειν, κωλύειν. παλαιὰ ἡ λέξις. Ἀριστοφάνης Νεφέλαις· μὴ νῦν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί. ἀντὶ τοῦ ἀπό‐ κλειε, ἔφελκε. ἔνθεν καὶ τὸ ἰλλάσιν. καὶ ἐν συνθέσει Ἐνείλλειν παρὰ Θουκυδίδῃ· οἱ δὲ Πελοποννήσιοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐν‐ είλλοντες ἐπέβαλλον ἐς τὸ διῃρημένον τοῦ τείχους. ἀλλ’ ἀποχάλα τὴν φροντίδ’ ἐς τὸν ἀέρα λινόδετον ὥσπερ μηλολόνθην.

### ει 110

Εἴλη: ἐπὶ τοῦ τάγματος. καὶ τοῦ πλήθους συστροφή. Ξενο‐ φῶν. καὶ Εἴλη ἡ ὀπή. ἐξ οὗ καὶ εἰλεός, ἡ κατάδυσις.

### ει 111

Εἴλη: ἡλίου ἀλέα, αὐγή.

### ει 112

Εἰληδόν: συνεστραμμένως.

### ει 113

Εἰληθερούμενος: θερμαινόμενος. τὸ ῥῆμα εἰληθερῶ.

### ει 114

Εἴληθρα, Εἴληθρον: τὸ ....

### ει 115

Εἰλήλουθα καὶ Εἰληλούθειν.

### ει 116

Εἰλήσας: συστρέψας.

### ει 117

Εἴλησις: ἔκκαυσις.

### ει 118

Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἑαλωκότων.

### ει 119

Εἴληχεν: ἔλαχεν, εἴληφεν.

### ει 120

Εἰλιγγιῶ: τὸ μὲν ῥῆμα διὰ διφθόγγου· ἀντὶ τοῦ σκοτοδινιῶ. τοῦτο δὲ οἱ Συρακούσιοι σίελον λέγουσι. τὸ δὲ ὄνομα ἴλιγγος διὰ τοῦ ι. ὑπὸ τοῦ δέους γὰρ εἰλιγγιῶ.

### ει 121

Εἴλιγγον: σκότωσιν.

### ει 122

Εἰλικνοειδές: τὸ κυκλοειδές, καὶ ὁμαλόν.

### ει 123

Εἰλικρινές: τὸ καθαρόν, καὶ ἀμιγὲς ἑτέρου.

### ει 124

Εἰλικρινής· καὶ Εἰλικρίνεια, ἡ καθαρότης. καὶ οὐδέτερον Εἰλικρινοειδές.

### ει 125

Εἱλίπους: βοῦς, ὁ τοὺς πόδας ἑλίσσων ἐν τῇ πορείᾳ.

### ει 126

Εἷλκον: ἔσυρον. καὶ Εἱλκύσθη.

### ει 127

Εἵλομεν: ἐπορθήσαμεν.

### ει 128

Εἰλόμενον: συνελαυνόμενον, συγκλειόμενον.

### ει 129

Εἰλομένων: συνεσταλμένων, συγκεκλεισμένων.

### ει 130

Εἱλόμην: προέκρινα, ἠθέλησα.

### ει 131

Εἱλούμενος: συστρεφόμενος.

### ει 132

Εἵλως, εἵλωτος: ὁ δοῦλος. καὶ τὸ ἐθνικὸν Εἵλωτες παρὰ Λακεδαιμονίοις οἱ νόθοι καὶ οἱ ἐξ αἰχμαλώτων δοῦλοι γενόμενοι· ἀπὸ τοῦ Ἕλους· Ἕλος δὲ πόλις ἐν Πελοποννήσῳ. οἱ οὖν Λακεδαι‐ μόνιοι διὰ τὸ ἀεὶ διαφόρους εἶναι ἀλλήλοις τοὺς δούλους αὐτῶν ἐκάλουν εἵλωτας κατὰ ἀτιμίαν καὶ ὕβριν. τὸ δὲ κατειλωτισμένος σεση‐ μείωται εἰς τὴν συναλιφήν.

### ει 133

Εἱλωτεύειν: δουλεύειν. εἵλωτες γὰρ οἱ μὴ γόνῳ δοῦλοι Λακεδαιμονίων, ἀλλ’ οἱ πρῶτοι χειρωθέντες τῶν Ἕλος τὴν πόλιν οἰκούντων.

### ει 134

Εἱλωτεία: ἡ δουλεία.

### ει 135

Εἱλωτίς: ἡ δούλη.

### ει 136

Εἰλυθμός: ἡ κατάδυσις.

### ει 137

Εἴλυμα: τὸ ἱμάτιον.

### ει 138

Εἰλυμένος: ὁ κεκαλυμμένος. καὶ Εἰλύω ὁ ἐνεστώς, καλύπτω.

### ει 139

Εἰλυφάζω: τὴν φλόγα συστρέφω.

### ει 140

Εἰλυφόωσιν: εἰλοῦσι, συνάγουσιν.

### ει 141

Εἷμα: ἱμάτιον, ἔνδυμα. καὶ διὰ τί. ἐν Ἐπιγράμμασι· Πραξι‐ δίκη μὲν ἔρεξεν, ἐβούλευσε δὲ Δύσηρις εἷμα τόδε· ξυνὴ δ’ ἀμφοτέρων σοφίη. καὶ αὖθις· δέξαι βύσσινον εἷμα ἕν. καὶ Λευχείμων.

### ει 142

Εἱμαρμένη: γένεσις. ὅτι εἰρηκὼς Σοφοκλῆς περὶ Αἴαντος, εἷρξαι κατ’ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε Αἴανθ’ ὑπὸ σκηναῖσιν, ἀνα‐ τρέπει τὴν εἱμαρμένην. οἱ φιλοσόφοι ἕνα φασὶν εἶναι θεὸν καὶ νοῦν καὶ εἱμαρμένην καὶ ἄλλαις ὀνομασίαις ὀνομάζεσθαι. ἔστι δὲ εἱμαρμένη αἰτία τῶν ὅλων εἰρομένη, ἢ λόγος καθ’ ὃν ὁ κόσμος δι‐ εξάγεται. ἢ εἱρμός τις καὶ ἐπισύνδεσις ἀπαράβατος, δι’ αἰτίαν ἀνα‐ πόδραστον· ἢ δύναμις κινητικὴ τῆς ὕλης. οἱ δὲ Χριστὸν θεὸν ὁμο‐ λογοῦμεν διοικεῖν τὰ πάντα.

### ει 143

Εἱμαρμένη· τὰ μετὰ τὴν σελήνην τέσσαρσιν αἰτίαις διάκεινται, κατὰ θεόν, καθ’ εἱμαρμένην, κατὰ προαίρεσιν ἡμετέραν, κατὰ τύχην. οἷον τὸ μὲν εἰσελθεῖν εἰς τὴν ναῦν ἐφ’ ἡμῖν ἐστι τὸ μέντοι ἐν εὐδίᾳ καὶ χειμῶνι καὶ ζάλην ἐξαίφνης ἐπιγίνεσθαι, κατὰ τύχην ἐστί· τὸ μέντοι βαπτιζομένην τὴν ναῦν παρ’ ἐλπίδα σωθῆναι, προνοίας θεοῦ. τῆς δὲ εἱμαρμένης πολλοί εἰσι τρόποι.

### ει 144

Εἱμαρμένη· ὅτι εἱμαρμένην ἀναγκαστικὴν δύναμιν εἶπον εἶναι καὶ τῆς ὕλης κινητικήν. τὴν δὲ τύχην ὁ Πλάτων αἰτίαν λέγει κατὰ συμβεβηκὸς γινομένην ἢ σύμπτωμα φύσεως ἢ προαιρέσεως. καὶ Δη‐ μόκριτος εἶπε· τὰ μὲν ἐκ θεοῦ πάντες ἔχομεν, τὰ δὲ ἐκ τῆς εἱμαρμένης τύχης καὶ τῶν σμικροτάτων ἐκείνων σωμάτων καὶ προδήλως φερο‐ μένων ἄνω καὶ κάτω παλλομένων τε καὶ περιπλεκομένων καὶ διϊστα‐ μένων καὶ περιφερομένων ἐξ ἀνάγκης· ἀφ’ ὧν οὐ μόνον πλοῦτον καὶ πενίαν καὶ νόσον καὶ ὑγείαν καὶ δουλείαν καὶ ἐλευθερίαν καὶ πόλεμον καὶ εἰρήνην διανέμειν ἀλλὰ καὶ ἀρετὴν καὶ κακίαν ἀποκληροῦν ἔφησεν. καὶ ἄλλοι ἄλλα εἰπόντες ἀντεπαρετάξαντο ἀλλήλοις.

### ει 145

Εἱμένος: ἐνδεδυμένος.

### ει 146

Εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλ’ ἀκοῦσαι καὶ κακά, αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἐμνήσθην φίλου· νῦν δ’ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται, ὅς τις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον. παρὰ τὸ λεγόμενον, εἴ τις οἶδε τὸ λευκὸν ἢ τὸ μέλαν. οἱ δὲ λέγουσιν Ἀρίγνωτον κιθαρῳδόν, ὃς ᾖδε τὸν ὀρθὸν καλούμενον νόμον καὶ τὸν λευκόν, οἵ τινες ἐθαυμάζοντο κατ’ ἐκεῖνον τὸν χρόνον. ὁ δὲ Ἀρι‐ φράδης παρὰ φύσιν ἠσέλγαινε ταῖς γυναιξίν.

### ει 147

Εἰ μὴ δύναιο βοῦν, ἔλαυνε ὄνον: παροιμία ἐπὶ τῶν ὃ κατὰ δύναμιν ἔχουσι πράττειν παραινούντων.

### ει 148

Εἰ μὴ κατένιψε τὴν Θρᾴκην χιόνι πολλῇ καὶ τοὺς ποταμοὺς ἔπηξ’ ὑπ’ αὐτὸν τὸν χρόνον, ἡνίκα Θέογνις ἠγωνίζετο. οὗτος τρα‐ γῳδίας ἦν ποιητὴς ψυχρός. κωμῳδῶν οὖν αὐτὸν παρίστησιν ἡμῖν τὴν πολλὴν χιόνα, διὰ τῆς τούτου περὶ τὰ ποιήματα ψυχρότητος.

### ει 149

Εἰ μὴ πατὴρ ἦσθα: κατὰ ἀποκοπήν. τὸ δὲ πλῆρες, εἶπον ἄν σε οὐκ εὖ φρονεῖν.

### ει 150

Εἰ μὴ ταχέως ἀπολώμεθα, οὐκ ἂν ἐσώθημεν· ἅπαντες δὲ τότε τὴν παροιμίαν διὰ στόματος εἶχον. οἱ κρημνιζόμενοι.

### ει 151

Εἶμι: πορεύομαι.

### ει 152

Εἰμί: ὑπάρχω. τοῦτο μέλλοντα οὐκ ἔχει· τοῦ δὲ εἶμι, τὸ πορεύομαι, τὰ πληθυντικὰ διὰ τοῦ ι καὶ τὰ δυϊκά· ἴμεν, ἴτε. Ὅμηρος· εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης. Αἴας φησίν· ἀλλ’ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθ’ ἁγνίσας ἐμά, μῆνιν βαρεῖαν ἐξαλεύσωμαι θεᾶς.

### ει 153

Εἰνάλιος: δαίμων θαλάσσιος.

### ει 154

Εἰνάνυχες: ἐπὶ θʹ νύκτας.

### ει 155

Εἰν Ἀρίμοις.

### ει 156

Εἰνάτηρ: ἡ νύμφη.

### ει 157

Εἷναι, τόθ’ εἷναι καὶ σὺ σαυτόν: ἀντὶ τοῦ ἀφεῖναι τοὺς δρόμους. τινὲς δὲ γράφουσιν εἵητε, ἀντὶ τοῦ ἀφίετε· οἱ δρομεῖς δη‐ λονότι. τοῦτο γνωριμώτερον ἔχει τὸν νοῦν. ἐπειδὰν οἱ θεώμενοι εἴπωσιν ἀφίετε, δηλονότι οἱ τρέχοντες, καὶ σὺ σαυτὸν ῥῖψον κάτω. γράφεται δὲ ἐν πολλοῖς ἕναι, ἀντὶ τοῦ ἵητε. μήποτε δὲ τὸ δεύτερον εἷναι τὸ ἓς καὶ σαυτόν, ἁμαρτανομένου τοῦ προτέρου. λέγοι δ’ ἄν τις καὶ τοῦτο λόγον ἔχειν, ὡς τῶν θεωμένων ἐπικελευόντων τῷ τὸ σημεῖον ἀφιέντι κατὰ τὸ ἀρχαῖον σχῆμα, οὕτως εἷναι.

### ει 158

Εἶναι: ὑπάρχειν. εἶναι μέν, ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή. τουτέστι μὴ ἀλλάξαι τὴν φύσιν, ἀλλὰ τὴν μορφήν.

### ει 159

Εἵνεκα καὶ Ἕνεκεν· Οὕνεκα δέ.

### ει 160

Εἰν ἑλεοῖσι: τοῖς μαγειρικοῖς τραπεζίοις.

### ει 161

Εἰνοδίους: κώμας τὰς ἐν τῇ ὁδῷ.

### ει 162

Εἰνοσίφυλλον: ἔνθα κινοῦνται τὰ φύλλα. ἥτε κατ’ εἰνοσί‐ φυλλον ὄρος ποσὶ πότνια βαίνει. ἔνοσις γὰρ ἡ κίνησις. καὶ Ἐν‐ οσίχθων, ὁ σεισίχθων.

### ει 163

Εἴνυον: ἔφερον.

### ει 164

Εἴξασαν: ὑποχωρήσασαν.

### ει 165

Εἴξασι καὶ εἴκασι λέγει Πλάτων ἀντὶ τοῦ ἐοίκασι. καὶ Ἀρι‐ στοφάνης Νεφέλαις· εἴξασι δ’ οὖν ἐρίοισι πεπταμένοισι. περὶ τῶν νεφελῶν λέγει.

### ει 166

Εἶξεν: ὑπετάγη.

### ει 167

Εἷο: ἑαυτοῦ.

### ει 168

Εἴωθεν καὶ Εἰώθειν καὶ Εἰώθησαν.

### ει 169

Εἴπατε: λέξατε. καὶ Εἰπέ.

### ει 170

Εἴπῃς: αὐθυπότακτον.

### ει 171

Εἴπερ· ὑπάκουσον, εἴπερ ποτ’ ἀνθρώπων τινί. λείπει τὸ ὑπ‐ ήκουσας.

### ει 172

Εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην· Ἀρι‐ στοφάνης. ὡσανεὶ ἔλεγεν· εἴπερ ἐξ ἀνθρώπων εἰμὶ κἀγώ. σωματο‐ ποιεῖ γὰρ τὰς ναῦς, καὶ τὰς μὲν παλαιὰς καλεῖ γραίας, τὰς δὲ μὴ πλευσάσας παρθένους. τῷ ψυχρῷ οὖν τὸ ψυχρὸν παρέβαλε πάνυ χαριέντως.

### ει 173

Εἶπον: ἀντὶ τοῦ εἰπέ. προστακτικόν.

### ει 174

Εἵποντο: ἠκολούθουν.

### ει 175

Εἴποις τὰ τρία παρὰ τῇ αὐλῇ: τοῖς ἐπὶ θάνατον ἀγομένοις παρρησία ἐξῆν σίτου καὶ οἴνου πληρωθεῖσιν τρία λέγειν, ἃ βούλοιντο· μεθ’ ἃ φιμωθέντες ἀπήγοντο τὴν πρὸς θάνατον. τὸ δὲ νῦν ἀρχεῖον καλούμενον αὐλὴ ἐκαλεῖτο.

### ει 176

Εἴρ: λαίλαψ, ἢ λαμπηδών.

### ει 177

Εἰραφιώτης: ὁ Διόνυσος, παρὰ τὸ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ Διός.

### ει 178

Εἰργασμένος πλοῦτος· πολλοὺς ὄψει πλοῦτον εἰργασμένον αἰσχυνομένους.

### ει 179

Εἴργεσθαι: κωλύεσθαι. τὸ Εἴργομαι γενικῇ. ἐπείσθη γὰρ ὁ θεός, εἰ καὶ βασκαίνεται τοῦ τῆς γνώσεως ξύλου τέως εἴργοντος. ἐπὶ δὲ τῶν ἐνεργητικῶν αἰτιατικῇ. ὁ δὲ ζῆλος διωθήσατο τοὺς εἴργοντας αὐτὸν Βιθυνῶν.

### ει 180

Εἴργου: φυλάττου, χωρίζου.

### ει 181

Εἴρερος: ἡ δουλεία.

### ει 182

Εἰρεσίας: κωπηλασίας.

### ει 183

Εἰρέσιον: πόλις Βοιωτίας.

### ει 184

Εἰρεσιώνη: θαλλὸς ἐλαίας, ἐστεμμένος ἐρίοις καὶ προσκρεμα‐ μένους ἔχων παντοδαποὺς τῶν ἐκ γῆς καρπῶν. τοῦτον δὲ ἐκφέρει παῖς ἀμφιθαλὴς καὶ τίθησι πρὸ τῆς θύρας τοῦ Ἀπόλλωνος ἱεροῦ τοῖς Πυανεψίοις. λέγεται γὰρ Θησέα, καθ’ ὃν καιρὸν εἰς Κρήτην ἔπλει, προσσχόντα Δήλῳ διὰ χειμῶνα εὔξασθαι τῷ Ἀπόλλωνι καταστέψασθαι κλάδοις ἐλαίας, ὅταν σωθῇ τὸν Μινώταυρον ἀποκτείνας, καὶ θυσιάσειν· καὶ τὴν ἱκετηρίαν ταύτην καταστέψας ἑψῆσαι χύτρας αἰθάλης καὶ ἔτνος καὶ βωμὸν ἱδρύσασθαι. διὸ καὶ Πυανέψια δοκεῖ λέγεσθαι, οἷον Κυα‐ μέψια. τὸ γὰρ πρότερον τοὺς κυάμους πυάνους ἐκάλουν. ἦγον δὲ ἔσθ’ ὅτε ἐπὶ τῇ ἀποτροπῇ λοιμῶν. ᾖδον δὲ παῖδες οὕτως· εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀπο‐ ψήσασθαι καὶ κύλικ’ εὔζωρον, ὅπως μεθύουσα καθεύδῃς. μετὰ δὲ τὴν ἑορτὴν ἔξω τῶν ἀγρῶν τιθέασι παρ’ αὐτὰς τὰς θύρας. Κράτης δὲ ὁ Ἀθηναῖος ἐν τῷ περὶ τῶν Ἀθήνησι θυσιῶν, ἀφορίας ποτὲ κατασχούσης τὴν πόλιν, θαλλὸν καταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι τῷ Ἀπόλ‐ λωνι. καὶ παροιμία· ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ, εἰρε‐ σιώνην καύσεται. ἀντὶ τοῦ καύσει. εἰρεσιώνη δὲ θαλλὸς ἐλαίας ἢ δάφνης ἐξ ἐρίων πεπλεγμένος, ἔχων ἄρτον ἐξηρτημένον καὶ κοτύλην, ὅ ἐστιν ἡμίξεστον, καὶ σῦκα καὶ πάντα τὰ ἀγαθά. ταύτην δὲ πρὸ τῶν οἰκημάτων ἐτίθεσαν καὶ κατ’ ἔτος αὐτὴν ἤλλαττον. ἄλλως. Εἰρεσιώνη, κλάδος ἦν ἐλαίας ἐρίοις πεπλεγμένος· ἐξήρτητο δὲ αὐτοῦ τὰ ὡραῖα πάντα· ἵστασαν δὲ αὐτὴν πρὸ τῶν θυρῶν κατὰ παλαιὸν χρησμόν. οἱ μὲν γάρ φασιν, ὡς λοιμοῦ πᾶσαν τὴν γῆν κατασχόντος ὁ θεὸς εἶπε προηρόσια τῇ Δηοῖ ὑπὲρ πάντων θῦσαι θυσίαν Ἀθηναίους· οὗ ἕνεκεν χαριστήρια πανταχόθεν ἐκπέμπουσιν Ἀθήναζε τῶν καρπῶν τὰς ἀπαρχάς. ἄλλως. Πυανεψίοις καὶ Θαργηλίοις Ἡλίῳ καὶ Ὥραις θύουσιν Ἀθηναῖοι· φέρουσι δὲ οἱ παῖδες τὰ προκατειλεγμένα ἀκρό‐ δρυα καὶ ταῦτα πρὸ τῶν θυρῶν κρεμῶσι. κατά τι δὲ χρηστήριον πρὸς ἀποτροπὴν λοιμοῦ ταύτην ἐποίουν τὴν ἀνάρτησιν. Εἰρεσιώνη δὲ λέγεται διὰ τὰ ἔρια.

### ει 185

Εἴρετο: ἠρώτα, ἔλεγεν.

### ει 186

Εἴρει: λέγει.

### ει 187

Εἰρηκώς: εἰπών.

### ει 188

Εἰρημένον: λελεγμένον. εἰρημένον αὐτοῖς ἀπαντᾶν ἐνθάδε. Ἀττικῶς ἀντὶ τοῦ εἰρημένου ἔρχεσθαι. οὐ περὶ φαύλου πράγματος. ἀντὶ τοῦ εὐτελοῦς.

### ει 189

Εἴρην, εἴρενος.

### ει 190

Εἰρηναῖος, ὁ καὶ Πάκατος κληθεὶς τῇ Ῥωμαίων διαλέκτῳ, μα‐ θητὴς Ἡλιοδώρου τοῦ μετρικοῦ, γραμματικός, Ἀλεξανδρεύς. Περὶ τῆς Ἀθηναίων προπομπίας, Περὶ τῆς Ἀλεξανδρέων διαλέκτου, ὅτι ἔστιν ἐκ τῆς Ἀτθίδος, βιβλία ζʹ, Ἀττικῶν ὀνομάτων βιβλία γʹ, Ἀττικῆς συνηθείας τῆς ἐν λέξει καὶ προσῳδίᾳ κατὰ στοιχεῖον βιβλία γʹ, Κανόνας Ἑλληνισμοῦ βιβλίον αʹ, Περὶ Ἀττικισμοῦ βιβλίον αʹ, καὶ ἄλλα πολλά.

### ει 191

Εἰρηνεύω· αἰτιατικῇ.

### ει 192

Εἰρηναίως: φιλικῶς. ἦσαν γὰρ εἰρηναίως ἐσταλμένοι ἄνευ δο‐ ρυφόρων ἄγοντες τὴν ἱερουργίαν.

### ει 193

Εἰρήνη: ὄνομα κύριον.

### ει 194

Εἰρηνήσειν: πρώτης συζυγίας τῶν περισπωμένων. ἐλπίδα τε γὰρ μεγάλην εἶχον εἰρηνήσειν. ὁ δὲ Καῖσαρ ἐξὸν αὐτῷ εἰρηνεῖν πόλεμον εἵλετο.

### ει 195

Εἰρηνόδικος: ὄνομα κύριον.

### ει 196

Εἰρήσθω: λεγέσθω.

### ει 197

Εἴρια: μαλλία. εἴριά τε ῥοδόεντα δέχευ. τουτέστιν ἔρια.

### ει 198

Εἱρκτή: φυλακή.

### ει 199

Εἱρμολόγιον: βιβλίον τί. καὶ Εἱρμός. καὶ Καθ’ εἱρμόν.

### ει 200

Εἴρξας: ἀποκλείσας. δασέως δὲ τὸ εἵρξας Ἀττικοί· τὸ μέντοι παρ’ Ὁμήρῳ, ἐρχθέντ’ ἐν μεγάλῳ ποταμῷ, ψιλῶς. τὸ δὲ ἕρξας, τὸ πράξας, δασέως ἀναγινώσκομεν. ἡ μὲν ἄρ’ ὣς ἕρξας’ ἀπεβήσατο δῖα θεάων. τὸ δὲ ἐπὶ τῆς εἰρκτῆς ψιλῶς Ἀττικοί.

### ει 201

Εἰροκόμῳ: ἐριουργῷ, ἐπιμελεῖ.

### ει 202

Εἰρόμενος: ἀντὶ τοῦ ἐρωτῶν.

### ει 203

Εἰροπόκοις: ἐρίων πόκοις ἔχουσι. πόκοι δὲ εἴρηνται παρὰ τὸ πέκειν, ὅ ἐστι ξαίνειν.

### ει 204

Εἰροπόνος: ὁ περὶ τὰ ἔρια πονῶν.

### ει 205

Εἵρω: συνάπτω· ὅθεν εἱρμός.

### ει 206

Εἴρων: ὁ πάντα παίζων καὶ διαχλευάζων. καὶ εἰρωνευόμενος διὰ λόγων· παρὰ τὸ εἴρω τὸ λέγω. ἀπατεὼν καὶ ὑποκριτής.

### ει 207

Εἴρων: ὁ δυνάμενος μὲν ποιῆσαί τι, λέγων δὲ μὴ δύνασθαι· ἀλαζὼν δὲ ὁ τούτῳ ἐναντίος, ὁ ὑπερήφανος· διαφορά. οὐκ εἶδεν αὐτὸν παρεκβαίνοντα τὸ ἀληθὲς ἔργῳ ἢ λόγῳ, ἤτοι πρὸς τὸ εἰρωνι‐ κώτερον ἢ ἀλαζονέστερον.

### ει 208

Εἰρωνευόμενοι: χλευάζοντες. πάντα τὰ ἔθνη ῥημάτων τε ποικιλίᾳ καὶ τῷ δολερῷ τῆς διανοίας εἰρωνευόμενοι. καὶ Εἰρω‐ νεύεται, καθυποκρίνεται, προσποιεῖται.

### ει 209

Εἰρωνεύσεται: καθυποκρινεῖται. λέγεται γὰρ ἐπὶ τοῦ διάπει‐ ραν λαμβάνοντος ὑπούλως καὶ καθυποκρινομένου τὸν μὴ γινώσκοντα περὶ ὅτου ποτὲ τὸν λόγον ποιῆσαι.

### ει 210

Εἰρωνεία: χλεύη, ἢ ὑπόκρισις. διαιρεῖται εἰς εʹ· εἰς χλεύην, μυκτηρισμόν, σαρκασμόν, ἀστεϊσμόν.

### ει 211

Εἷρπον: μετὰ σχολῆς ἐβάδιζον.

### ει 212

Εἴρυντο: ἐφύλασσον.

### ει 213

Εἰρύοντο: εἵλκυον.

### ει 214

Εἰρύσασθαι: φυλάξαι.

### ει 215

Εἰρύσατο: εἵλκυσεν, ἔλαβεν. ὃς ἔχαιρεν ἐπὶ ταῖς Ἐπικούρου φλυαρίαις καὶ ἐξ ἐκείνων κακὰ εἰρύσατο δύο, ἄθεός τε καὶ ἀκόλαστος εἶναι.

### ει 216

Εἰρυσμένους: εἱλκυσμένους. ἡ δὲ θεράπαινα ἑώρα τὰ ξίφη εἰρυσμένους, ὡς αὑτοὺς διαχρήσαιντο.

### ει 217

Εἱρχθέντες: πνιγέντες.

### ει 218

Εἷς: ὁ ἀριθμός.

### ει 219

Εἰσαγγελεύς: ὁ τῶν δημοσίων καὶ μεγάλων μηνυτής.

### ει 220

Εἰσαγγελία: δηλατορία. εἰσαγγελία δὲ καὶ γραφὴ διαφέρει. εἰσαγγελία μὲν γὰρ ἐπὶ τῶν μεγάλων καὶ δημοσίων ἀδικημάτων γίνεται, γραφὴ δὲ καὶ ἐπὶ μικρῶν. καὶ κυρίως γραφὴ ἐπὶ τῶν τὰ παράνομα γραφόντων.

### ει 221

Εἰσαγγελία: κυρίως ἡ περὶ κοινῶν καὶ δημοσίων ἀδικημάτων εἰσαγομένη δίκη ὑπὸ τῶν πρυτάνεων, περὶ ὧν διαρρήδην μὲν οὐδὲν λέγουσιν οἱ νόμοι, συγχωροῦσι δὲ κρίσεις γενέσθαι. καὶ τοῦτό ἐστιν, οἷον τὸ ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς μελετώμενον τὸ τῶν ἀγρά‐ φων ἀδικημάτων.

### ει 222

Εἰσαγγελία: δημοσίου δίκης ὄνομα. τρία δέ ἐστιν εἴδη εἰσαγ‐ γελιῶν. ἡ μὲν ἐπὶ δημοσίοις ἀδικήμασι μεγίστοις καὶ ἀναβολὴν μὴ καταδεχομένοις, καὶ ἐφ’ οἷς μήτε ἀρχὴ καθέστηκε, μήτε νόμοι κεῖνται τοῖς ἄρχουσι, καθ’ οὓς εἰσάξουσιν, ἀλλὰ πρὸς τὴν βουλὴν ἢ τὸν δῆμον ἡ πρώτη κατάστασις γίνεται· καὶ ἐφ’ οἷς τῷ μὲν φεύγοντι, ἐὰν ἁλῶ, μέγισται ζημίαι ἐπίκεινται, ὁ δὲ διώκων, ἐὰν μὴ ἕλῃ, οὐδὲν ζημιοῦται, πλὴν ἐὰν τὸ εʹ μέρος τῶν ψήφων μὴ μεταλάβῃ· τότε γὰρ χιλίας ἐκτίνει, τὸ δὲ παλαιὸν καὶ οὗτοι μειζόνως ἐκολάζοντο. ἑτέρα δὲ εἰσαγγελία λέγεται ἐπὶ ταῖς κακώσεσιν. αὗται δέ εἰσι πρὸς τὸν ἄρ‐ χοντα καὶ τῷ διώκοντι ἀζήμιοι, κἂν μὴ μεταλάβῃ τὸ εʹ μέρος τῶν ψήφων. ἄλλη δὲ εἰσαγγελία ἐστὶ κατὰ τῶν διαιτητῶν. εἰ γάρ τις ὑπὸ διαιτητοῦ ἀδικηθῇ, ἐξῆν τοῦτον εἰσαγγέλλειν πρὸς τοὺς δικαστάς· καὶ ἁλοὺς ἠτιμοῦτο. Ἰσαῖος μέντοι περὶ τοῦ αὐτοῦ κλήρου τὸ αὐτὸ πρᾶγμα εἰσαγγελίαν καὶ γραφὴν ὠνόμασεν. τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννώνου σαφῶς ψήφισμα, βινεῖν με δεῖ διαλελημμένον. οὗτος γὰρ ψήφισμα ἐγεγράφει κατεχόμενον ἑκατέρωθεν ἀπολογεῖσθαι τὸν κατ’ εἰσαγγελίαν κρινόμενον. καὶ αὖθις· τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικὸν εʹ μυριάδας ἀργυρίου.

### ει 223

Εἰς ἀγορὰν ὑφαίνειν: τὸ εἰς τὴν ἀγορὰν ἐκφέρειν τὰ ὑφαι‐ νόμενα. οὕτω Μένανδρος.

### ει 224

Εἰσάγω· αἰτιατικῇ.

### ει 225

Εἰσαγωγεύς: ὁ εἰσάγων πρός τινα ἄνθρωπον. εὐνοῦχον μὲν οὖν τὸν εἰσαγωγέα καὶ τοὺς τῇδε παρόντας πολλὰ τὸν ἄνθρωπον λιπαρεῖν ἐπίπροσθεν βαίνειν.

### ει 226

Εἰσακούω· γενικῇ.

### ει 227

Εἰσάμενος: ὁμοιωθείς.

### ει 228

Εἶσαν: ὑπετάγησαν. ἢ συνῆκαν.

### ει 229

Εἷς ἀνήρ, οὐδεὶς ἀνήρ: παρ’ ὅσον ὑφ’ ἑνὸς οὐδὲν καθορ‐ θοῦται.

### ει 230

Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν ἀπολαύσεώς τινος ἐκπεσόντων, πάλιν δὲ εἰς αὐτὴν ἐπανελθόντων.

### ει 231

Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθα: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων.

### ει 232

Εἰσᾴττειν: εἰσελθεῖν. Ἀριστοφάνης· μηδ’ ἐς ὀρχηστρίδος εἰσᾴτ‐ τειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς μήλῳ βληθῇς.

### ει 233

Εἵσατο: ἀνέθηκε. τοῦτό τοι, Ἄρτεμι δῖα, Κλεώνυμος εἵσατ’ ἄγαλμα.

### ει 234

Εἵσατο: κατέθετο. ἐν Ἐπιγράμμασι· ὃς τάδε καλὰ εἵσαθ’ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα. καὶ ἀντὶ τοῦ περιέθηκε, περιέβαλεν.

### ει 235

Εἴσατο: ἐφάνη, καὶ ὡμοιώθη. Ὅμηρος.

### ει 236

Εἰσβαλεῖτε: εἰσβαλεῖν ἐστι τὸ τινὰς ἐν ἀγρῷ εἰσελθόντας ἐκκόψαι πάντα τὰ ἐν αὐτῷ. Ἀριστοφάνης· οὐκ εἰσβαλεῖτε. κυρίως δὲ εἰσβαλεῖν ἐστι τὸ πολεμίους τινὰς εἰσελθεῖν εἰς τὴν πόλιν.

### ει 237

Εἰσβολάς· εἰσβολὰς λέγουσι χώρας τοὺς τόπους, δι’ ὧν εἰσβάλ‐ λουσιν εἰς τὸν πόλεμον.

### ει 238

Εἰσβολὰς δὲ ἀλφίτων: τὰ σιτοφυλάκια, τὰς ἀποθήκας.

### ει 239

Εἰσβολάς: τὰς ἐπὶ τὴν τῶν πολεμίων χώραν ἐφόδους ἐκάλουν εἰσβολάς.

### ει 240

Εἰσβολή: ἐπὶ τοῦ νοὸς τρία θεωρεῖται· εἰσβολή, παραδοχή, συγκατάθεσις. τοῦτο καὶ παρὰ τῷ Δαβὶδ εἴρηται, ἐνώτισις, σύνεσις, προσοχή. τὰ ῥήματά μου ἐνώτισαι, καὶ τὰ ἑξῆς. καὶ ἐνώτισις μέν ἐστι σύνοψις τῶν ῥημάτων, σύνεσις δὲ ἐπίληψις τῶν πραγμάτων, προσοχὴ δὲ τελείωσις τῆς ἐφέσεως.

### ει 241

Εἰς δέον· πατρόθεν αὐτὸν καλέσας ὁ ἥρως, εἰς δέον σε εὗρον, φησί· βούλομαι γὰρ καλέσαι ς’ ἐς πανθοινίαν. ἀντὶ τοῦ εὐκαίρως σε εὗρον. καὶ παροιμία· Εἰς δέον· ὅταν τίς θέλῃ μὴ φανερῶς εἰπεῖν, ὅπου τι πολλάκις ἀνάλωσε, λέγει· εἰς δέον.

### ει 242

Εἰσδέχομαι· αἰτιατικῇ.

### ει 243

Εἰσεκώμασεν: εἰσῆλθεν.

### ει 244

Εἰσελάσαι: περισπωμένως, ἀπὸ τοῦ ἐλάω, ἐλῶ.

### ει 245

Εἷσε λόχον. καὶ εἷσεν ἐπὶ θρόνου.

### ει 246

Εἰς ἐμφανῶν κατάστασιν: δίκης ἐστὶν ὄνομα, ὑπὸ τοῦ τὰ ἀμφισβητούμενα ἐν φανερῷ ποιῆσαι.

### ει 247

Εἷσεν: ἔκτισεν.

### ει 248

Εἰς ἓν ἰόντα: ὁμοῦ πορευόμενον.

### ει 249

Εἰς ἓν ἦλθον: ἀντὶ τοῦ ὡμονόησαν.

### ει 250

Εἰς ἕω: ἀντὶ τοῦ εἰς ἀρχομένην ἡμέραν.

### ει 251

Εἰσεπόδιζον: ἀντὶ τοῦ εἰσέβαινον τοὺς πόδας τοῦ χωρίου.

### ει 252

Εἰσεποιήθη: εἰσεκρίθη. ἐνιαύσιος ἦν ἡμέρα, ἐν ᾗ Τραϊανὸς ἐπὶ διαδοχῇ τῆς Ῥωμαίων ἀρχῆς ὑπὸ τοῦ πατρὸς Νερούα εἰσεποιήθη.

### ει 253

Εἰσεποιεῖτο: ἀντὶ τοῦ ὑπετίθει. ὁ δὲ πόρος ἐφράττετο καὶ μεγάλας ἐλπίδας εἰσεποιεῖτο τῶν ἐπιφερομένων.

### ει 254

Εἰσέφρησα: εἰσέδυσα ἑαυτόν. καὶ εἰσέφρησας, εἰσήγαγες. καὶ εἰσφρήσας, εἰσελθών. καὶ Εἰσφρησθέντα, ἀντὶ τοῦ ἐκδιωχθέντα. οἱ δὲ χαρᾶς ὑπεπλήσθησαν τῷ μὴ ἐκφρησθῆναι ἐκφαυλισθέντα καὶ ἀτι‐ μασθέντα ὑπὸ τοῦ θεοῦ αὐτόν.

### ει 255

Εἰσέφρουν: εἰσεδέχοντο. οἱ δὲ τὰς πύλας ἀνοίξαντες εἰσέφρουν τὸ στράτευμα.

### ει 256

Εἰσεχέοντο: εἰσήρχοντο.

### ει 257

Εἴσειμι: εἰσέρχομαι.

### ει 258

Εἴσῃ: ἐπιγνοίης, λογίσῃ. Εὐριπίδης· εἰ σώσαιμί σε, ἐξ Ἀνδρο‐ μέδας, ὦ παρθέν’, εἴσῃ μοι χάριν;

### ει 259

Εἴσῃ: μαθήσῃ. καὶ Εἰσόμενον, μαθόντα. ἐντολὰς δοὺς κατασκέψασθαι, τί πράττουσιν οἱ πολέμιοι καὶ τί διανοοῦνται εἰσόμενον.

### ει 260

Εἰσήγγειλεν: ἐσυκοφάντησεν. ὁ Δωὴκ τὸν Ἀχιμέλεχ εἰσήγγειλε παρὰ τῷ Σαοὺλ καὶ εἰς μιαιφονίαν τῶν ἱερέων ἐξέμηνεν. ἔστι δὲ διώνυμος. λέγεται γὰρ καὶ Ἀβιμέλεχ.

### ει 261

Εἰσηγορία καὶ Ἐπηγορία καὶ Κατηγορία: ἀντὶ τοῦ μέμψις καὶ λοιδορία.

### ει 262

Εἰσηγήσαιντο· Ἡρόδοτός φησι περὶ Περσῶν τοῦτον βουλεύε‐ σθαι τὸν τρόπον. εἰ μὲν οὖν εἰσηγήσαιντό τι νήφοντες, βουλεύεσθαι περὶ τούτου ἐν μέθῃ· εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ, τοῦτο κυροῦν νή‐ φοντας.

### ει 263

Εἰσηγούμενος· δοτικῇ. διδάσκων.

### ει 264

Εἰσῄεις: εἰσήρχου.

### ει 265

Εἰσήλατο: εἰσεπήδησεν.

### ει 266

Εἰσῄρετο: εἰσεφέρετο. Ἀριστοφάνης Βατράχοις· κ’ ἡ τράπεζ’ εἰσῄρετο.

### ει 267

Εἰσήρρησεν: εἰσεφθάρη. Ἀριστοφάνης· ἀφ’ οὗ γὰρ εἰσήρρη‐ σεν εἰς τὴν οἰκίαν. ἀντὶ τοῦ εἰσῆλθεν, εἰσεπήδησεν. ὡς βίᾳ καὶ ἀναι‐ δῶς αὐτοῦ τῇ πολιτείᾳ προσελθόντος. καὶ αὖθις· ὁ δὲ προτερήσας εἰσήρρησεν αὐτόθι. γράφεται δὲ καὶ εἰσέφρησε, δηλούσης τῆς λέξεως τὸ ἐπιπηδῆσαι. σημαίνει δὲ καὶ τὸ μετὰ φθορᾶς εἰσελθεῖν. καὶ Σιμόκατος· λόγος εἰσήρρησε τοῖς τὴν γείτονα πόλιν οἰκοῦσιν, ὡς ἥλω ἡ πόλις. καὶ Εἰσεφθαρμένου, ἀντὶ τοῦ εἰσπηδήσαντος ἐπὶ λύμῃ καὶ καταφθορᾷ. εἰσεφθαρμένου δὲ αὐτοῖς οὐκ ὀλίγου συντάγματος, ᾧ τινες καὶ τοῦ πολιτικοῦ συνενόσουν.

### ει 268

Εἴσεισιν: εἰσέρχεται.

### ει 269

Εἶσι: πορεύεται.

### ει 270

Εἴσιθι: εἴσελθε. καὶ Εἴσιμεν ὁμοίως.

### ει 271

Εἰσίθμη: ῥύμη.

### ει 272

Εἰσίν: ὑπάρχουσιν.

### ει 273

Εἰσιτήρια: ἡμέρα ἑορτῆς, ἐν ᾗ οἱ ἐν τῇ ἀρχῇ πάντες προϊᾶσιν, οὕτως ἐκαλεῖτο. ταύτην δὲ τὴν ἡμέραν πρώτην τοῦ ἔτους Ἀθηναῖοι νενομίκασι. Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας· ἡ βουλὴ τὰ εἰσιτήρια ἔθυσεν. συνεστιάθησαν δὲ καὶ τῶν ἐκοινώνησαν οἱ στρατηγοὶ καὶ σχεδὸν εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι.

### ει 274

Εἰσιτήριος: ὁ εἰσόδιος λόγος.

### ει 275

Εἰσιτητός: ὁ πορευτός.

### ει 276

Εἰς θεῶν ὦτα ἦλθεν: ἐπὶ τῶν οὐ λανθανόντων ἐφ’ οἷς ἔπραξαν.

### ει 277

Εἰσθορόντα: εἰσπηδήσαντα. ὅταν ἴδωσιν αὐτὸν εἰσθορόντα τοῖς πολεμίοις, φονῶντα καὶ πεφονευμένον θεάσωνται.

### ει 278

Εἰς καλόν: εὐκαίρως.

### ει 279

Εἰς καιρόν: εὐκαίρως.

### ει 280

Εἰσκεκριμένον: ἐπείσακτον. καὶ Εἰσκριθείς, εἰσελθών.

### ει 281

Εἰσκεκύκληκεν: εἰσήνεγκεν, εἰσήγαγεν. Ἀριστοφάνης· νὴ τὸν Διόνυσον, ἄπορά γ’ ἡμῖν πράγματα δαίμων τις εἰσκεκύκληκεν ἐς τὴν οἰκίαν. ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου ἤκουσέ τ’ αὐλοῦ, περιχαρὴς ἦν τῷ πράγματι.

### ει 282

Εἰσκηρύττεται: καλεῖται ὑπὸ τοῦ κήρυκος.

### ει 283

Εἰς κόλπον πτύειν: τοῦτο ἐν ἴσῳ τῷ, οὐ μεγαλορημονῶ εὐλα‐ βούμενος.

### ει 284

Εἰς κόπρον θυμιᾷς. ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ὑπὸ τῶν Ἀττικῶν.

### ει 285

Εἰς κόρακας: εἰς τὸ σκότος, εἰς ὄλεθρον.

### ει 286

Ἐΐσκω: εἰκάζω.

### ει 287

Εἰσκριθείς: ἀντὶ τοῦ εἰσελθών, ἐναρίθμιος γενόμενος. ὁ δὲ εἰς τὸ ἄντρον εἰσκριθεὶς ἐπίπονον βίον συνεστήσατο καὶ θηριώδη.

### ει 288

Εἰσκρίνειν: εἰσχωρίζειν.

### ει 289

Εἰσκυκλεῖ: εἰσφέρει καὶ ἐπισυνάπτει. καὶ ἐπεισκυκλεῖ. καὶ Εἰσκυκλεῖσθαι, κυκλοειδῶς τρίβεσθαι.

### ει 290

Εἰς Κυνόσαργες: εἴρηται ἐπὶ ὕβρει καὶ ἀρᾷ. ἔστι δὲ τόπος ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς νόθους τῶν παίδων ἔταττον. ὠνόμασται δὲ οὕτως ἀπὸ κυνὸς ἀργοῦ, τουτέστι λευκοῦ ἢ ταχέος. καὶ γὰρ Ἡρακλεῖ θύοντας κύνα λευκὸν ἢ ταχύν, ἀετὸν ἁρπάσαντα τοῦ θυομένου τὰ μηρία αὐτοῦ καταθεῖναι, καὶ ἐπερωτήσαντας τοὺς θεοὺς λαβεῖν χρη‐ σμόν, ἱερὸν Ἡρακλέους ἱδρῦσαι τῷ τόπῳ. ἐξ οὗ καὶ τοὺς νόθους ἐκεῖ συντελεῖν, ὅτι καὶ Ἡρακλῆς νόθος ὢν ἴσα θεοῖς ἐτιμήθη.

### ει 291

Εἰς λατομίας: Φιλόξενος ὁ διθυραμβοποιὸς οὐκ ἀνεχόμενος τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων ὡς φαύλων, ποτὲ πέμψαντος αὐτὸν εἰς λατομίας τοῦ Διονυσίου, τὸ δὲ ὕστερον αὐτὸς ἑκὼν ἐξανέστη, τοῦ δὲ ἐπερωτωμένου τὴν αἰτίαν, τοῦτο εἰπεῖν, ὡς κρεῖττον εἶναι ἐκεῖ διατρίβειν ἢ τῶν αὐτοῦ ποιημάτων ἀνέχεσθαι, τοῦτο ἐπειπόντα· ἦ οἶκος φίλος, οἶκος ἄριστος· ἅπερ ἐστὶ τῆς χελώνης.

### ει 292

Εἰς λῆξιν: εἰς τελειότητα.

### ει 293

Εἰς μελίττας ἐκώμασας: παροιμία ἐπὶ τῶν παρὰ δόξαν κακουμένων ἀθρόως.

### ει 294

Εἰς νέωτα: εἰς τοὐπιόν. καὶ ὁ μὲν ὧδε τὰ καθ’ ἑαυτοὺς διετίθει ὡς πολεμήσων εἰς νέωτα. καὶ αὖθις· ἀνάζευξίς τε παρηγ‐ γέλλετο ὡς ἐς νέωτα παρεσομένων αὖθις ἐν τοῖς ὅπλοις.

### ει 295

Εἴσοδος: εἰσφορά.

### ει 296

Εἴσομαι: γνώσομαι. τοιγάρτοι λοιπὸν εἰσόμεθα μὲν θεοῖς εἴκειν, εἰσόμεθα δ’ Ἀτρείδας σέβειν. ἄρχοντές εἰσιν, ὥσθ’ ὑπεικτέον· τί μή; καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα τιμαῖς ὑπείκει. τοῦτο μὲν νιφοστιβεῖς χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει, ἐξίσταται δὲ νυκτὸς αἰανῆς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν.

### ει 297

Εἰς ὀρθὸν ἐπιδοῦναι: τὸ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆ‐ σαι ἄνδρα ἕκαστον. ὥστε εἰ ἐπὶ δόρυ κλίνειν ἐκ τῶν πολεμίων κελεύοιντο, εἶτα αὖθις εἰς ὀρθὸν ἀποδοῦναι, δεήσει ἐπὶ τοὺς πολεμίους πάλιν τρέπεσθαι. καλεῖται δὲ τοῦτο καὶ ἐπ’ ὀρθὸν καταστῆσαι.

### ει 298

Εἰσορόων: βλέπων. καὶ Εἰσορόωντες.

### ει 299

Εἰς ὅ τι δή: ἕως ἄν.

### ει 300

Εἰς οὐρανὸν τοξεύειν: ἐπὶ τῶν διακενῆς κατ’ αὐθάδειαν τὶ ποιούντων.

### ει 301

Εἴσω· τὸ τοῦ Ἰσιδώρου πρόσωπον καὶ εἶδος, ὡς ἔνθεον ἦν καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς.

### ει 302

Εἴσω ἁλός: ἰσοδυναμεῖ τὸ εἴσω τῇ εἰς· οἷον εἰς ἁλός. καὶ παρὰ τοῖς ῥήτορσιν εἴρηται, εἴσω τὴν χεῖρα ἔχειν, ὅπερ ἔνιοι ἁμάρτημα ἔδοξαν εἶναι· ἀλλ’ ἐπλανήθησαν ἀγνοοῦντες, ὅτι ὥσπερ ἔνδον εἴποι‐ μεν, δηλοῖ δὲ καὶ τὸ ἔν τινι, καὶ τὸ ἔς τινα, οὕτω καὶ τὸ εἴσω ἐφ’ ἑκάτερον παραλαμβάνεται.

### ει 303

Εἰσωθεῖν καὶ Εἰσωθοῦμεν.

### ει 304

Εἰσωποί: ἀντιπρόσωποι.

### ει 305

Εἰσωχέτευσαν: ἔνδον μετέφερον.

### ει 306

Εἰς πάγας ὁ λύκος: ἐπὶ τῶν πονηρῶν, ὅταν εἰς προὖπτον ἐμπέσωσι κίνδυνον.

### ει 307

Εἰς παραβολήν: εἰς γέλωτα, εἰς διήγημα.

### ει 308

Εἰσπεπαίκασιν: εἰσπεπηδήκασιν.

### ει 309

Εἰσπιπλάς· Ξενοφῶν· ὁ δὲ Κῦρος εἰσπιπλὰς ἁπάντων τὴν γνώμην ἀπέπεμπεν.

### ει 310

Εἰσπομπή: εἰσβολή. Εὐνάπιος· περιεφέρετο δὲ ὁ ἀριστεὺς καὶ δόρατος εἰσπομπὴν ἐπὶ τοῦ εὐωνύμου βραχίονος.

### ει 311

Εἴσπραξις: ἀπαίτησις. καὶ Εἰσπράττω· αἰτιατικῇ.

### ει 312

Εἰσποιητόν: θετόν, οὐ γνήσιον. καὶ Εἰσεποιεῖτο, ἀντὶ τοῦ ὑπετίθει. καὶ Εἰσποιῶ, τὸ καλλωπίζω· δοτικῇ.

### ει 313

Εἰς πῦρ ξαίνειν: παροιμιακόν. ἐπὶ τῶν καθ’ ἑαυτῶν τι πρατ‐ τόντων μάτην ἢ λεγόντων. ὁμοία τῇ κατὰ πετρῶν σπείρειν.

### ει 314

Εἰς τέφραν γράφειν: ἐπὶ τῶν ἀδυνάτων. ἐγὼ δὲ τοὺς ὅρκους αὐτοῦ, τὸ τῆς παροιμίας, οἶμαι δεῖν εἰς τέφραν γράφειν.

### ει 315

Εἰς τετρημένον πίθον ἀντλεῖν: εἴρηται ἡ παροιμία ἀπὸ τοῦ περὶ τὰς Δαναΐδας μύθου, παρ’ ὅσον ἀνιμῶσαι ἐκεῖναι ὕδωρ εἰς πίθον ἔβαλλον. πάσχουσι δὲ περὶ τοῦτον τὸν πίθον αἱ τῶν ἀμυήτων ψυχαί.

### ει 316

Εἱστήκεισαν.

### ει 317

Εἱστήκομεν: ἀντὶ τοῦ ἑστηκότες ἦμεν.

### ει 318

Εἱστία: ἐκάλει. ὁ δὲ εἱστία τὸν στρατὸν ἡμερῶν ϛʹ εἰς παν‐ θοινίαν. καὶ Εἱστιᾶτο, ἐτρέφετο. καὶ Εἱστίων.

### ει 319

Εἰς τὸ δέον, καὶ Ἐς τὸ δέον: Περικλῆς δῶρα δοὺς τοῖς πολεμίοις τοῖς περὶ Κλεανδρίδαν, ἵνα μὴ δῃώσωσι τὴν χώραν, δεκα‐ πέντε τάλαντα ἀνήνεγκε τὸ ἀνάλωμα τοῖς Ἀθηναίοις, οὕτω πως ἀπογράψας· εἰς τὸ δέον. Ἀριστοφάνης Νεφέλαις· ὥσπερ Περικλέης εἰς τὸ δέον ἀνάλωσα. καὶ Μένανδρος ἐν Ἐπαγγελλομένῳ. μέμνηται δὲ καὶ ἑτέρωθι.

### ει 320

Εἰς τὸν ἀγρὸν ἀποβλέπων: Ἀριστοφάνης. οἱ γὰρ πολεμού‐ μενοι καὶ πολιορκούμενοι ἐπὶ τὸν ἀγρὸν ἀποβλέπουσιν, ἐπιθυμοῦντες ἐν αὐτῷ εἶναι.

### ει 321

Εἰς τὸν τετρημένον: λείπει πίθον ἀντλεῖν. τάσσεται δὲ ἐπὶ τῶν εἰς κενὸν πονούντων. καὶ γὰρ μυθεύουσιν ἐν ᾅδου τοὺς ἀσεβεῖς εἰς πίθον τετρημένον ἀντλεῖν.

### ει 322

Εἰς τοὔμπαλιν: εἰς τοὐναντίον.

### ει 323

Εἰς Τροφωνίου μεμάντευται: ἐπὶ τῶν σκυθρωπῶν καὶ ἀγελάστων ἡ παροιμία τάττεται. οἱ γὰρ καταβαίνοντες εἰς Τροφώνιον λέγονται τὸν ἑξῆς χρόνον ἀγέλαστοι εἶναι. τὸν δὲ Τροφώνιόν φασιν ἔχοντα τὴν κεφαλὴν τοῦ ἀδελφοῦ αὐτοῦ Ἀγαμήδους καὶ διωκόμενον ὑπὸ Αὐγαίου, εὐξάμενον εἰς χάσμα ἐμπεσεῖν, οὗ δὴ καὶ τὸ μαντεῖόν ἐστιν.

### ει 324

Εἰς Τροιζῆνα δεῖ βαδίζειν: ἐπὶ τῶν κακογενείων καὶ σπανοπωγώνων εἴρηται. Πώγων γάρ ἐστι λιμὴν εἰς Τροιζῆνα.

### ει 325

Εἰστρυπᾶν: τὸ παρεισέρχεσθαι.

### ει 326

Εἰς ὕδωρ σπείρειν: ἐπὶ τῶν μάτην πονούντων· ὡς τὸ καθ’ ὕδατος γράφειν.

### ει 327

Εἰς ὕδωρ γράφειν: ἐπὶ τῶν μάτην πονούντων.

### ει 328

Εἴ σφιν: εἰς ἑαυτούς.

### ει 329

Εἰσφθαρείς: τὸ ἐπὶ κακῷ εἰσελθεῖν που. ἐκφθαρεὶς δὲ ἐξελθών. οὕτω λέγεται τὸ ἐπὶ κακῷ ἐξελθεῖν.

### ει 330

Εἰσφορά: τέλεσμα.

### ει 331

Εἰσφρήσασθαι: εἰσδέξασθαι. Εὐνάπιος· ἕτερος δὲ Μηδικὸς ὀϊστὸς ἐπὶ θάτερον χεῖλος ἔνερθεν εἰσφρήσας ἀντιθέτως πως ἀνετείνετο. ἀντὶ τοῦ εἰσδύς, εἰσελθών.

### ει 332

Εἰσφρήσειν: εἰσάξειν, εἰσδέξασθαι. πολὺ τοὔνομα παρὰ τοῖς ῥήτορσιν.

### ει 333

Εἰσφρήσωσιν: ἀντὶ τοῦ εἰσδεχθῶσιν εἴσω τῶν ἱερῶν εἰσφρή‐ σωσιν.

### ει 334

Εἶτ’ ἐφ’ ὕδωρ κακός: ἐπὶ τῶν δυσκληρούντων ἡ παροιμία εἴρηται. ἐν γὰρ τοῖς δικαστηρίοις τὸ φαυλότατον ἔργον ἦν ὕδωρ διαμετρεῖν τοῖς δικαζομένοις. ἐγένετο δὲ τοιοῦτος ὁ ἀπόκληρος.

### ει 335

Εἴ τι Πεισάνδρου βδελύττῃ τοὺς λόφους καὶ τὰς ὀφρῦς: οὗτος ἐπὶ δειλίας ἐσκώπτετο παρὰ τοῖς πολλοῖς. φιλοπόλεμος δὲ ἦν καὶ πολεμοποιὸς κερδῶν ἰδίων ἕνεκεν. ἦν δὲ καὶ δειλός. ἐχρῆτο δὲ τριλοφίᾳ καὶ ὅπλοις ἐπισήμοις, ὑπὲρ τοῦ δοκεῖν ἀνδρεῖος εἶναι, μὴ ὤν. καὶ ἐν ἄλλοις ἐπαχθῶς αὐτοῦ ἐπιλαμβάνεται.

### ει 336

Εἴ τις ἐν Αἰγύπτῳ σῖτον ἄγοι καὶ ἐν Κιλικίᾳ κρόκον: ὅμοιόν ἐστι τὸ γλαῦκα Ἀθήναζε. ἐπὶ τῶν μάτην σωρευόντων τινὰ προϋπάρχοντα.

### ει 337

Εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος: Αἰσώπῳ τῷ μυθογράφῳ χρωμένῳ περὶ πλούτου ὁ θεὸς ἀνεῖλε τὸ λόγιον τοῦτο· εὔφορος γὰρ αὕτη ἡ χώρα. καὶ χρησμὸς ἐδόθη παρὰ Βάκιδος τοῦ χρησμολόγου· ἀλλ’ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος. ᾐνίξατο τοῦτο, ὅτι καὶ ἡ πόλις μεταξὺ οὐρανοῦ καὶ γῆς ἵδρυται, ἤτοι ἡ Νεφελοκοκκυγία.

### ει 338

Εἴτω: πορευέτω. συγχωρείσθω. σημαίνει καὶ τὸ ἐάν τινι.

### ει 339

Εἴτοι νομίζεις κτῆμα τὴν αὐθαδίαν εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. εἴτοι νομίζεις ἄνδρα συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. Σοφοκλῆς.

### ει 340

Εἰ φίλου χρῄζεις ὑπουργίας: ἐπὶ τῶν γενναίαν ψυχὴν ἐχόντων. ἀρρωστοῦντι γὰρ Ἀντισθένει ξιφίδιον δέδωκε Διογένης εἰπὼν τοιοῦτον λόγιον.

### ει 341

Εἶχεν: ἐγεγαμήκει.

### ει 342

Εἶχον καὶ Εἰχέτην.

### ει 343

Εἷψα: ἠκολούθησα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: wus-ae`.
