---
title: On Kingship and Divine Imitation
title_greek: Ἀπόσπασμα
author: Sthenidas
eul_wid: ggi-aa
eul_aid: ggi
canonical: "https://eulogikon.org/works/sthenidas-kingship-divine-imitation-ggi-aa"
period: Classical
dialect: Attic Philosophical
domain: Philosophy
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Kingship and Divine Imitation

*Ἀπόσπασμα*

**Author:** Sthenidas

**eul_wid:** `ggi-aa` · [HTML page](https://eulogikon.org/works/sthenidas-kingship-divine-imitation-ggi-aa)

## Text

### 187 (8t)

Περὶ βασιλείας Stob. 4.7.63 p. 270 He. (Mullach 1 p. 536, L. Delatte p. 45) Σθενίδα Λοκροῦ Πυθαγορείου Περὶ βασιλείας. Χρὴ τὸν βασιλέα σοφὸν ἦμεν· οὕτω γὰρ ἐσσεῖται ἀντίμιμος καὶ ζηλωτὰς τῶ πράτω θεῶ. οὗτος γὰρ καὶ φύσει ἐστὶ καὶ πρᾶτος βασιλεύς τε καὶ δυνάστας, ὁ δὲ γενέσει καὶ μιμάσει. καὶ ὁ μὲν ἐν τῷ παντὶ καὶ ὅλῳ, ὁ δὲ ἐπὶ γᾶς, καὶ ὁ μὲν ἀεὶ τὰ πάντα διοικεῖ τε καὶ ζώει αὐτὸς ἐν αὑτῷ κεκταμένος τὰν σοφίαν, ὁ δ’ ἐν χρόνῳ ἐπιστάμαν.

### 188

ἄριστα δέ κα μιμέοιτο τοῦτον, εἰ μεγαλόφρονά τε καὶ ἅμερον καὶ ὀλιγοδεέα παρασκευάζοι αὑτόν, πατρικὰν διάθεσιν ἐνδεικνύμενος τοῖς ὑφ’ αὑτῷ· διὰ τοῦτο γάρ που μάλιστα καὶ νενομίχθαι τὸν πρᾶτον θεὸν πατέρα μὲν θεῶν, πατέρα δὲ ἀνθρώπων ἦμεν, ὅτι ἤπιος πρὸς πάντα τὰ ὑπ’ αὐτῶ γενόμενα ἐστί, καὶ ἀμελούμενος τᾶς προστασίας οὐδέποκα νοέεται, οὐδὲ ἤρκεσται τῷ ποιητὰς μόνον πάντων γεγονέναι, ἀλλὰ καὶ τροφεὺς διδάσκαλός τε τῶν καλῶν πάντων καὶ νομοθέτας πέφυκε πᾶσιν ἐπίσας. τοιοῦτον θέμις ἦμεν καὶ τὸν ἐπὶ γᾶς καὶ παρ’ ἀνθρώποις ἁγεμονεῖν μέλλοντα βασιλέα· οὐδὲν δὲ ἀβασίλευτον καλὸν οὐδὲ ἄναρχον· ἄνευ δὲ σοφίας καὶ ἐπιστάμας οὔτε μὰν βασιλέα οὔτε ἄρχοντα οἷόν τε ἦμεν. μιματὰς ἄρα καὶ ὑπηρέτας ἐσσεῖται τῶ θεῶ ὁ σοφός τε καὶ νόμιμος βασιλεύς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ggi-aa`.
