---
title: Fragments on Fish and Feasting
title_greek: Ἀποσπάσματα περὶ Ἰχθύων καὶ Εὐωχίας
author: Sotades of Maroneia Elder
eul_wid: iti-ab
eul_aid: iti
canonical: "https://eulogikon.org/works/sotades-maroneia-fish-feasting-iti-ab"
lang: grc
period: Hellenistic
dialect: Ionic
domain: Poetry
genre: "Comedy, Drama"
content_hash: "sha256:f6625b22d52114e76fb3b22da858e4004524c307ca161c934af5a658470d0dd4"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Fish and Feasting

*Ἀποσπάσματα περὶ Ἰχθύων καὶ Εὐωχίας*

**Author:** Sotades of Maroneia Elder

**eul_wid:** `iti-ab` · [HTML page](https://eulogikon.org/works/sotades-maroneia-fish-feasting-iti-ab)

## Text

ΕΓΚΛΕΙΟΜΕΝΑΙ.

  

`1`

Καρῖδας ἔλαβον πρῶτον, ἀπεταγήνισα  

ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας,  

ὤπτησα τὰ μέσα, τὴν δὲ λοιπὴν γρυμέαν  

ἕψω ποιήσας τρῖμμα συκαμίνινον.  

γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο,  

ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν  

χλόην κύμινον ἅλας ὕδωρ ἐλάδιον.  

λάβρακα μετὰ ταῦτʼ ἐπριάμην καλὸν σφόδρα,  

ἔσται διʼ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ.  

ἀποδοὺς ὅσʼ ἐστὶν ἀπʼ ὀβελίσκων ὀπτανά,  

τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς,  

ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχʼ ὡς ἔχει,  

ἅλμῃ τε λιπαρᾷ παρατίθημʼ ὀρίγανον.  

ταύταις προσέλαβον σηπίας καὶ τευθίδας·  

ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη  

καὶ πτερύγιʼ ἁπαλῶς σηπίας ὠπτημένα.  

τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινόν  

παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά,  

ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον.  

γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα,  

κατέπνιξʼ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ.  

κωβίδιʼ ἄττα καὶ πετραῖα δή τινα  

ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία  

ἐμόλυνʼ ἀλεύρῳ  <span class="gap">…</span> τοιούτῳ τινί,  

πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν.  

ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα,  

θρίοισι ταύτην ἅλις ἐλαδίῳ διείς  

ἐσπαργάνωσα περιπάσας ὀρίγανον,  

ἐνέκρυψά θʼ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν.  

ἀφύαν θʼ ἅμʼ αὐτῇ παρέλαβον Φαληρικήν,  

εἷς κύαθος ἐνταῦθʼ ὕδατος ἐπιχυθεὶς πολύ·  

τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα,  

κἂν ᾖ δικότυλος λήκυθος, καταστρέφω.  

τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτʼ ἔσθʼ ἡ τέχνη,  

οὐκ ἐξ ἀπογραφῆς οὐδὲ διʼ ὑπομνημάτων.  

ΠΑΡΑΛΥΤΡΟΥΜΕΝΟΣ.

  

`1`

Παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ·  

τοῦτον μασᾶται, παρακατεσθίει δʼ ἐμέ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: iti-ab`.
