---
title: Oedipus at Colonus
title_greek: Οἰδίπους ἐπὶ Κολωνῷ
author: Sophocles
eul_wid: buo-ac
eul_aid: buo
canonical: "https://eulogikon.org/works/sophocles-oedipus-colonus-buo-ac"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Oedipus at Colonus

*Οἰδίπους ἐπὶ Κολωνῷ*

**Author:** Sophocles

**eul_wid:** `buo-ac` · [HTML page](https://eulogikon.org/works/sophocles-oedipus-colonus-buo-ac)

## Text

### 1

ΟΙΔΙΠΟΥΣ

### 1.1

Τέκνον τυφλοῦ γέροντος, Ἀντιγόνη, τίνας

### 1.2

χώρους ἀφίγμεθ’ ἢ τίνων ἀνδρῶν πόλιν;

### 1.3

τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν

### 1.4

τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν,

### 5.1

σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ μικροῦ δ’ ἔτι

### 5.2

μεῖον φέροντα, καὶ τόδ’ ἐξαρκοῦν ἐμοί;

### 5.3

στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν

### 5.4

μακρὸς διδάσκει, καὶ τὸ γενναῖον τρίτον.

### 5.5

Ἀλλ’, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις

### 10.1

ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν,

### 10.2

στῆσόν με κἀξίδρυσον, ὡς πυθοίμεθα

### 10.3

ὅπου ποτ’ ἐσμέν· μανθάνειν γὰρ ἥκομεν

### 10.4

ξένοι πρὸς ἀστῶν, ἃν 〈δ’〉 ἀκούσωμεν τελεῖν.

### 10.5

ΑΝΤΙΓΟΝΗ

### 14

Πάτερ ταλαίπωρ’ Οἰδίπους, πύργοι μὲν οἳ

### 15.1

πόλιν στέγουσιν, ὡς ἀπ’ ὀμμάτων, πρόσω·

### 15.2

χῶρος δ’ ὅδ’ ἱρός, ὡς σάφ’ εἰκάσαι, βρύων

### 15.3

δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δ’ εἴσω κατ’ αὐτὸν εὐστομοῦς’ ἀηδόνες·

### 15.4

οὗ κῶλα κάμψον τοῦδ’ ἐπ’ ἀξέστου πέτρου·

### 20.1

μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν.

### 20.2

ΟΙ.Κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.

### 20.3

ΑΝ.Χρόνου μὲν οὕνεκ’ οὐ μαθεῖν με δεῖ τόδε.

### 20.4

ΟΙ.Ἔχεις διδάξαι δή μ’ ὅποι καθέσταμεν;

### 20.5

ΑΝ.Τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.

### 25.1

ΟΙ.Πᾶς γάρ τις ηὔδα τοῦτό γ’ ἡμὶν ἐμπόρων.

### 25.2

ΑΝ.Ἀλλ’ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι;

### 25.3

ΟΙ.Ναί, τέκνον, εἴπερ ἐστί γ’ ἐξοικήσιμος.

### 25.4

ΑΝ.Ἀλλ’ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν

### 25.5

οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.

### 30.1

ΟΙ.Ἦ δεῦρο προ〈σ〉στείχοντα κἀξορμώμενον;

### 30.2

ΑΝ.Καὶ δὴ μὲν οὖν παρόντα· χὤ τι σοι λέγειν

### 30.3

εὔκαιρόν ἐστιν, ἔννεφ’, ὡς ἁνὴρ ὅδε.

### 30.4

ΟΙ.Ὦ ξεῖν’, ἀκούων τῆσδε τῆς ὑπέρ τ’ ἐμοῦ

### 30.5

αὑτῆς θ’ ὁρώσης οὕνεχ’ ἡμὶν αἴσιος

### 35.1

σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι—

### 35.2

ΞΕΝΟΣ

### 36.1

Πρίν νυν τὰ πλείον’ ἱστορεῖν, ἐκ τῆσδ’ ἕδρας

### 36.2

ἔξελθ’· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.

### 36.3

ΟΙ.Τίς δ’ ἔσθ’ ὁ χῶρος; τοῦ θεῶν νομίζεται;

### 36.4

ΞΕ.Ἄθικτος οὐδ’ οἰκητός· αἱ γὰρ ἔμφοβοι

### 40.1

θεαί σφ’ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι.

### 40.2

ΟΙ.Τίνων τὸ σεμνὸν ὄνομ’ ἂν εὐξαίμην κλύων;

### 40.3

ΞΕ.Τὰς πάνθ’ ὁρώσας Εὐμενίδας ὅ γ’ ἐνθάδ’ ἂν

### 40.4

εἴποι λεώς νιν· ἄλλα δ’ ἀλλαχοῦ καλά.

### 40.5

ΟΙ.Ἀλλ’ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο,

### 45.1

ὡς οὐχ ἕδρας γῆς τῆσδ’ ἂν ἐξέλθοιμ’ ἔτι.

### 45.2

ΞΕ.Τί δ’ ἐστὶ τοῦτο;

### 46.1

ΟΙ.Ξυμφορᾶς ξύνθημ’ ἐμῆς.

### 46.2

ΞΕ.Ἀλλ’ οὐδ’ ἐμόν τοι τοὐξανιστάναι πόλεως

### 46.3

δίχ’ ἐστὶ θάρσος, πρίν γ’ ἂν ἐνδείξω τί δρῶ.

### 46.4

ΟΙ.Πρός νυν θεῶν, ὦ ξεῖνε, μή μ’ ἀτιμάσῃς

### unit_15.1

τοιόνδ’ ἀλήτην ὧν σε προστρέπω φράσαι.

### unit_15.2

ΞΕ.Σήμαινε, κοὐκ ἄτιμος ἔκ γ’ ἐμοῦ φανῇ.

### unit_15.3

ΟΙ.Τίς δ’ ἔσθ’ ὁ χῶρος δῆτ’ ἐν ᾧ βεβήκαμεν;

### unit_15.4

ΞΕ.Ὅς’ οἶδα κἀγὼ πάντ’ ἐπιστήσῃ κλύων.

### unit_15.5

Χῶρος μὲν ἱρὸς πᾶς ὅδ’ ἔστ’· ἔχει δέ νιν

### 55.1

σεμνὸς Ποσειδῶν· ἐν δ’ ὁ πυρφόρος θεὸς

### 55.2

Τιτὰν Προμηθεύς· ὃν δ’ ἐπιστείβεις τόπον

### 55.3

χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός,

### 55.4

ἔρεισμ’ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι

### 55.5

τόνδ’ ἱππότην Κολωνὸν εὔχονται σφίσιν

### 60.1

ἀρχηγὸν εἶναι, καὶ φέρουσι τοὔνομα

### 60.2

τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.

### 60.3

Τοιαῦτά σοι ταῦτ’ ἐστίν, ὦ ξέν’, οὐ λόγοις

### unit_18.1

τιμώμεν’, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.

### unit_18.2

ΟΙ.Ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;

### 65.1

ΞΕ.Καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γ’ ἐπώνυμοι.

### 65.2

ΟΙ.Ἄρχει τις αὐτῶν, ἢ ’πὶ τῷ πλήθει λόγος;

### 65.3

ΞΕ.Ἐκ τοῦ κατ’ ἄστυ βασιλέως τάδ’ ἄρχεται.

### 65.4

ΟΙ.Οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ;

### 65.5

ΞΕ.Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.

### 70.1

ΟΙ.Ἆρ’ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι;

### 70.2

ΞΕ.Ὡς πρὸς τί; λέξων ἢ καταρτύσων μολεῖν;

### 70.3

ΟΙ.Ὡς ἂν προσαρκῶν μικρὰ κερδάνῃ μέγα.

### 70.4

ΞΕ.Καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;

### 70.5

ΟΙ.Ὅς’ ἂν λέγωμεν πάνθ’ ὁρῶντα λέξομεν.

### 75.1

ΞΕ.Οἶσθ’, ὦ ξέν’, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἶ

### 75.2

γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος·

### 75.3

αὐτοῦ μέν’, οὗπερ κἀφάνης, ἕως ἐγὼ

### 75.4

τοῖς ἐνθάδ’ αὐτοῦ, μὴ κατ’ ἄστυ, δημόταις

### 75.5

λέξω τάδ’ ἐλθών· οἵδε γὰρ κρινοῦσί γε

### 80.1

εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν.

### 80.2

ΟΙ.Ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος;

### 80.3

ΑΝ.Βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ,

### 80.4

ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας.

### 80.5

ΟΙ.Ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας

### 85.1

πρώτων ἐφ’ ὑμῶν τῆσδε γῆς ἔκαμψ’ ἐγώ,

### 85.2

Φοίβῳ τε κἀμοὶ μὴ γένησθ’ ἀγνώμονες,

### unit_24.1

ὅς μοι, τὰ πόλλ’ ἐκεῖν’ ὅτ’ ἐξέχρη κακά,

### unit_24.2

ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ

### unit_24.3

ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν

### 90.1

σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν,

### 90.2

ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον,

### 90.3

κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις,

### 90.4

ἄτην δὲ τοῖς πέμψασιν οἵ μ’ ἀπήλασαν.

### 90.5

σημεῖα δ’ ἥξειν τῶνδέ μοι παρηγγύα,

### 95.1

ἢ σεισμὸν ἢ βροντήν τιν’ ἢ Διὸς σέλας.

### 95.2

Ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν

### 95.3

οὐκ ἔσθ’ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν

### 95.4

ἐξήγαγ’ εἰς τόδ’ ἄλσος· οὐ γὰρ ἄν ποτε

### 95.5

πρώταισιν ὑμῖν ἀντέκυρς’ ὁδοιπορῶν,

### unit_27.1

νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην

### unit_27.2

βάθρον τόδ’ ἀσκέπαρνον. Ἀλλά μοι, θεαί,

### unit_27.3

βίου κατ’ ὀμφὰς τὰς Ἀπόλλωνος δότε

### unit_27.4

πέρασιν ἤδη καὶ καταστροφήν τινα,

### unit_27.5

εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ

### 105.1

μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν.

### 105.2

Ἴτ’, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου,

### 105.3

ἴτ’, ὦ μεγίστης Παλλάδος καλούμεναι

### 105.4

πασῶν Ἀθῆναι τιμιωτάτη πόλις,

### 105.5

οἰκτίρατ’ ἀνδρὸς Οἰδίπου τόδ’ ἄθλιον

### 110.1

εἴδωλον· οὐ γὰρ δὴ τόδ’ ἀρχαῖον δέμας.

### 110.2

ΑΝ.Σίγα· πορεύονται γὰρ οἵδε δή τινες

### 110.3

χρόνῳ παλαιοὶ σῆς ἕδρας ἐπίσκοποι.

### 110.4

ΟΙ.Σιγήσομαί τε καὶ σύ μ’ ἐξ ὁδοῦ πόδα

### 110.5

κρύψον κατ’ ἄλσος, τῶνδ’ ἕως ἂν ἐκμάθω

### 115

τίνας λόγους ἐροῦσιν· ἐν γὰρ τῷ μαθεῖν

### unit_31

ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.

### 118

ΧΟΡΟΣ

### 118.1

Ὅρα· τίς ἄρ’ ἦν; ποῦ ναίει;Str. 1.

### 118.2

ποῦ κυρεῖ ἐκτόπιος συθείς,

### 120.1

ὁ πάντων, ὁ πάντων ἀκορέστατος;

### 120.2

προσδέρκου, λευστέον,

### 120.3

προσπεύθου πανταχῇ.

### 124

Πλανάτας, πλανάτας τις ὁ πρέσβυς, οὐδ’

### 125.1

ἔγχωρος· προσέβα γὰρ οὐκ

### 125.2

ἄν ποτ’ ἀστιβὲς ἄλσος ἐς

### 125.3

τᾶνδ’ ἀμαιμακετᾶν κορᾶν,

### 125.4

ἃς τρέμομεν λέγειν,

### 130.1

καὶ παραμειβόμεσθ’

### 130.2

ἀδέρκτως, ἀφώνως, ἀλόγως τὸ τᾶς

### 130.3

εὐφάμου στόμα φροντίδος

### 130.4

ἱέντες· τὰ δὲ νῦν τιν’ ἥ‐

### 130.5

κειν λόγος οὐδὲν ἅζονθ’,

### 135.1

ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω

### 135.2

δύναμαι τέμενος

### 135.3

γνῶναι ποῦ μοί ποτε ναίει.

### 137.1

ΟΙ.Ὅδ’ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ,

### 137.2

τὸ φατιζόμενον.

### 140.1

ΧΟ.Ἰὼ ἰώ,

### 140.2

δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν.

### 140.3

ΟΙ.Μή μ’, ἱκετεύω, προσίδητ’ ἄνομον.

### 140.4

ΧΟ.Ζεῦ Ἀλεξῆτορ, τίς ποθ’ ὁ πρέσβυς;

### 140.5

ΟΙ.Οὐ πάνυ μοίρας εὐδαιμονίσαι

### 145.1

πρώτης, ὦ τῆσδ’ ἔφοροι χώρας.

### 145.2

Δηλῶ δ’· οὐ γὰρ ἂν ὧδ’ ἀλλοτρίοις

### 145.3

ὄμμασιν εἷρπον,

### 145.4

κἀπὶ σμικροῖς μέγας ὥρμουν.

### 148

ΧΟ.Ἐή, ἀλαῶν ὀμμάτωνAnt. 1.

### unit_43

ἆρα καὶ ἦσθα φυτάλμιος;

### 152.1

δυσαίων μακραίων θ’, ὅς’ ἐπεικάσαι.

### 152.2

Ἀλλ’ οὐ μὰν ἔν γ’ ἐμοὶ

### 152.3

προσθήσεις τάσδ’ ἀράς.

### 155.1

Περᾷς γάρ, περᾷς· ἀλλ’ ἵνα τῷδ’ ἐν ἀ‐

### 155.2

φθέγκτῳ μὴ προπέσῃς νάπει

### 155.3

ποιάεντι, κάθυδρος οὗ

### 155.4

κρατὴρ μειλιχίων ποτῶν

### 160

ῥεύματι συντρέχει·

### 162.1

τῶν, ξένε πάμμορ’, εὖ

### 162.2

φύλαξαι· μετάσταθ’, ἀπόβαθι. Πολ‐

### 162.3

λὰ κέλευθος ἐρατύει·

### 165.1

κλύεις, ὦ πολύμοχθ’ ἀλᾶ‐

### 165.2

τα; λόγον εἴ τιν’ οἴσεις

### 165.3

πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς,

### 165.4

ἵνα πᾶσι νόμος

### 165.5

φώνει· πρόσθεν δ’ ἀπερύκου.

### 170.1

ΟΙ.Θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ;

### 170.2

ΑΝ.Ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν

### 170.3

εἴκοντας ἃ δεῖ κἀκούοντας.

### 170.4

ΟΙ.Πρόσθιγέ νύν μου.

### 173.1

ΑΝ.Ψαύω καὶ δή.

### 173.2

ΟΙ.Ὦ ξεῖνοι, μὴ δῆτ’ ἀδικηθῶ

### 175.1

σοὶ πιστεύσας καὶ μεταναστάς.

### 175.2

ΧΟ.Οὔ τοι μήποτέ ς’ ἐκ τῶνδ’ ἑδράνων,

### 175.3

ὦ γέρον, ἄκοντά τις ἄξει.

### 177.1

ΟΙ.Ἔτ’ οὖν; [ἔτι προβῶ;]Str. 2.

### 177.2

ΧΟ.Ἔτι βαῖνε πόρσω.

### 180

ΟΙ.Ἔτι;

### 180.1

ΧΟ.Προβίβαζε, κούρα,

### 180.2

πόρσω· σὺ γὰρ ἀΐεις.

### 180.3

ΑΝ.Ἕπεο μάν, ἕπε’ ὧδ’ ἀμαυρῷ—

### 182.1

ΟΙ.〈Ἰώ μοί μοι〉.

### 182.2

ΑΝ.κώλῳ, πάτερ, ᾇ ς’ ἄγω.

### 183

–– –

### 183

–– –– –

### 183.1

ΟΙ.–– ––

### 183.2

ΧΟ.Τόλμα ξεῖνος ἐπὶ ξένης,

### 185.1

ὦ τλάμων, ὅ τι καὶ πόλις

### 185.2

τέτροφεν ἄφιλον ἀποστυγεῖν

### 185.3

καὶ τὸ φίλον σέβεσθαι.

### 187

ΟΙ.Ἄγε νυν σύ με, παῖ,

### unit_61

ἵν’ ἂν εὐσεβίας ἐπιβαίνοντες

### 190.1

τὸ μὲν εἴποιμεν, τὸ δ’ ἀκούσαιμεν,

### 190.2

καὶ μὴ χρείᾳ πολεμῶμεν.

### 190.3

ΧΟ.Αὐτοῦ· μηκέτι τοῦδ’ ἀντιπέτρου

### 190.4

βήματος ἔξω πόδα κλίνῃς.

### 193

ΟΙ.Οὕτως;Ant. 2.

### 194

ΧΟ.Ἅλις, ὡς ἀκούεις.

### 195

ΟΙ.Ἦ ’σθῶ;

### 195.1

ΧΟ.Λέχριός γ’ ἐπ’ ἄκρου

### 195.2

λάου βραχὺς ὀκλάσας.

### 195.3

ΑΝ.Πάτερ, ἐμὸν τόδ’· ἐν ἁσυχαίᾳ—

### 195.4

ΟΙ.Ἰώ μοί μοι.

### 195.5

ΑΝ.βάσει βάσιν ἅρμοσαι,

### unit_67.1

γεραὸν ἐς χέρα σῶμα σὸν

### unit_67.2

προκλίνας φιλίαν ἐμάν.

### unit_67.3

ΟΙ.Ὤμοι δύσφρονος ἄτας.

### unit_67.4

ΧΟ.Ὦ τλάμων, ὅτε νῦν χαλᾷς,

### unit_67.5

αὔδασον, τίς ἔφυς βροτῶν;

### 205

τίς ὁ πολύπονος ἄγῃ; τίν’ ἂν

### unit_69.1

σοῦ πατρίδ’ ἐκπυθοίμαν;

### unit_69.2

ΟΙ.Ὦ ξένοι, ἀπόπτολις· ἀλλὰ μὴ—Epode.

### unit_69.3

ΧΟ.Τί τόδ’ ἀπεννέπεις, γέρον;

### 210.1

ΟΙ.μή, μή μ’ ἀνέρῃ τίς εἰμι,

### 210.2

μηδ’ ἐξετάσῃς πέρα ματεύων.

### 210.3

ΧΟ.Τί τόδ’;

### 212

ΟΙ.Αἰνὰ φύσις.

### 212.1

ΧΟ.Αὔδα.

### 212.2

ΟΙ.Τέκνον, ὤμοι, τί γεγώνω;

### 212.3

ΧΟ.Τίνος εἶ σπέρματος, 〈ὦ〉

### 215.1

ξένε, φώνει, πατρόθεν;

### 215.2

ΟΙ.Ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν;

### 215.3

ΑΝ.Λέγ’, ἐπείπερ ἐπ’ ἔσχατα βαίνεις.

### 215.4

ΟΙ.Ἀλλ’ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν.

### 215.5

ΧΟ.Μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.

### 220

ΟΙ.Λαΐου ἴστε τιν’ ἔκγονον;

### 220.1

ΧΟ.Ἰού.

### 220.2

ΟΙ.Τό τε Λαβδακιδᾶν γένος;

### 221.1

ΧΟ.Ὦ Ζεῦ.

### 221.2

ΟΙ.Ἄθλιον Οἰδιπόδαν;

### 222.1

ΧΟ.Σὺ γὰρ ὅδ’ εἶ;

### 222.2

ΟΙ.Δέος ἴσχετε μηδὲν ὅς’ αὐδῶ.

### 222.3

ΧΟ.Ἰώ, ὢ ὤ.

### 224

ΟΙ.Δύσμορος.

### 224

ΧΟ.Ὢ ὤ.

### 225.1

ΟΙ.Θύγατερ, τί ποτ’ αὐτίκα κύρσει;

### 225.2

ΧΟ.Ἔξω πόρσω βαίνετε χώρας.

### 225.3

ΟΙ.Ἃ δ’ ὑπέσχεο ποῖ καταθήσεις;

### 225.4

ΧΟ.Οὐδενὶ μοιριδία τίσις ἔρχεται

### 225.5

ὧν προπάθῃ τὸ τίνειν· ἀπάτα δ’ ἀπά‐

### 230.1

ταις ἑτέραις ἑτέρα παραβαλλομέ‐

### 230.2

να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ‐

### 230.3

χειν. Σὺ δὲ τῶνδ’ ἑδράνων πάλιν ἔκτοπος

### 230.4

αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,

### 235.1

μή τι πέρα χρέος

### 235.2

ἐμᾷ πόλει προσάψῃς.

### 236.1

ΑΝ.Ὦ ξένοι αἰδόφρονες,

### 236.2

ἀλλ’ ἐπεὶ γεραὸν πατέρα

### 236.3

τόνδ’ ἐμὸν οὐκ ἀνέτλατ’, ἔργων

### 240.1

ἀκόντων ἀΐοντες αὐδάν,

### 240.2

ἀλλ’ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν,

### 240.3

ὦ ξένοι, οἰκτίραθ’, ἃ

### 240.4

πατρὸς ὑπὲρ τού〈του〉 μόνου ἄντομαι,

### 240.5

ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα

### 245.1

ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφ’ αἵματος

### 245.2

ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον

### 245.3

αἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷ

### 245.4

κείμεθα τλάμονες· ἀλλ’ ἴτε, νεύσατε

### unit_86

τὰν ἀδόκητον χάριν.

### unit_87.1

Πρός ς’ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι,

### unit_87.2

ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός·

### unit_87.3

οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,

### unit_87.4

εἰ θεὸς ἄγοι,

### 253

ἐκφυγεῖν δύναιτο.

### 253

ΧΟ.Ἀλλ’ ἴσθι, τέκνον Οἰδίπου, σέ τ’ ἐξ ἴσου

### 255.1

οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν·

### 255.2

τὰ δ’ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν

### 255.3

φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.

### 255.4

ΟΙ.Τί δῆτα δόξης, ἢ τί κληδόνος καλῆς

### 255.5

μάτην ῥεούσης ὠφέλημα γίγνεται,

### 260.1

εἰ τάς γ’ Ἀθήνας φασὶ θεοσεβεστάτας

### 260.2

εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον

### 260.3

σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν,

### 260.4

κἀμοίγε ποῦ ταῦτ’ ἐστίν, οἵτινες βάθρων

### 260.5

ἐκ τῶνδέ μ’ ἐξάραντες εἶτ’ ἐλαύνετε,

### 265.1

ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε

### 265.2

σῶμ’ οὐδὲ τἄργα τἄμ’, ἐπεὶ τά γ’ ἔργα μου

### 265.3

πεπονθότ’ ἐστὶ μᾶλλον ἢ δεδρακότα,

### 265.4

εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,

### 265.5

ὧν οὕνεκ’ ἐκφοβῇ με, τοῦτ’ ἐγὼ καλῶς

### 270.1

ἔξοιδα· καίτοι πῶς ἐγὼ κακὸς φύσιν,

### 270.2

ὅστις παθὼν μὲν ἀντέδρων, ὥστ’ εἰ φρονῶν

### 270.3

ἔπρασσον, οὐδ’ ἂν ὧδ’ ἐγιγνόμην κακός;

### 270.4

Νῦν δ’ οὐδὲν εἰδὼς ἱκόμην ἵν’ ἱκόμην,

### 270.5

ὑφ’ ὧν δ’ ἔπασχον εἰδότων ἀπωλλύμην.

### 275.1

Ἀνθ’ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,

### 275.2

ὥσπερ με κἀνεστήσαθ’, ὧδε σώσατε,

### unit_95.1

καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς

### unit_95.2

μοίραις ποιεῖσθ’ ἐν μηδαμαῖς, ἡγεῖσθε δὲ

### unit_95.3

βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,

### 280.1

βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ που

### 280.2

μήπω γενέσθαι φωτὸς ἀνοσίου θεῶν.

### 280.3

Ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας

### 280.4

ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,

### 280.5

ἀλλ’ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,

### 285.1

ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα

### 285.2

τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς.

### 285.3

Ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων

### 285.4

ὄνησιν ἀστοῖς τοῖσδ’· ὅταν δ’ ὁ κύριος

### 285.5

παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,

### 290.1

τότ’ εἰσακούων πάντ’ ἐπιστήσῃ· τὰ δὲ

### 290.2

μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.

### 290.3

ΧΟ.Ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα

### 290.4

πολλή ’στ’ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ

### 290.5

οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς

### 295.1

ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι.

### 295.2

ΟΙ.Καὶ ποῦ ’σθ’ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι;

### 295.3

ΧΟ.Πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,

### 295.4

ὃς κἀμὲ δεῦρ’ ἔπεμψεν, οἴχεται στελῶν.

### 295.5

ΟΙ.Ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν’ ἐντροπὴν

### unit_100.1

ἢ φροντίδ’ ἕξειν, αὐτὸν ὥστ’ ἐλθεῖν πέλας;

### unit_100.2

ΧΟ.Καὶ κάρθ’, ὅταν περ τοὔνομ’ αἴσθηται τὸ σόν.

### unit_101.1

ΟΙ.Τίς δ’ ἔσθ’ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν;

### unit_101.2

ΧΟ.Μακρὰ κέλευθος· πολλὰ δ’ ἐμπόρων ἔπη

### unit_101.3

φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,

### 305.1

θάρσει, παρέσται· πολὺ γάρ, ὦ γέρον, τὸ σὸν

### 305.2

ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς

### 305.3

εὕδει, κλύων σοῦ δεῦρ’ ἀφίξεται ταχύς.

### 305.4

ΟΙ.Ἀλλ’ εὐτυχὴς ἵκοιτο τῇ θ’ αὑτοῦ πόλει

### 305.5

ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;

### 310.1

ΑΝ.Ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ;

### 310.2

ΟΙ.Τί δ’ ἔστι, τέκνον Ἀντιγόνη;

### 311.1

ΑΝ.Γυναῖχ’ ὁρῶ

### 311.2

στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ

### 311.3

πώλου βεβῶσαν· κρατὶ δ’ ἡλιοστερὴς

### 311.4

κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.

### 315.1

Τί φῶ;

### 315.2

ἆρ’ ἔστιν; ἆρ’ οὐκ ἔστιν; ἡ γνώμη πλανᾷ,

### 315.3

καὶ φημὶ κἀπόφημι, κοὐκ ἔχω τί φῶ.

### 315.4

Τάλαινα,

### 315.5

οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπ’ ὀμμάτων

### 320.1

σαίνει με προσστείχουσα, σημαίνει δέ τι·

### 320.2

μόνης τόδ’ ἐστί, δῆλον, Ἰσμήνης κάρα.

### 320.3

ΟΙ.Πῶς εἶπας, ὦ παῖ;

### 322.1

ΑΝ.Παῖδα σήν, ἐμὴν δ’ ὁρᾶν

### 322.2

ὅμαιμον· αὐδῇ δ’ αὐτίκ’ ἔξεστιν μαθεῖν.

### 322.3

ΙΣΜΗΝΗ

### 324

Ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ

### 325

ἥδιστα προσφωνήμαθ’, ὡς ὑμᾶς μόλις

### unit_110.1

εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.

### unit_110.2

ΟΙ.Ὦ τέκνον, ἥκεις;

### 327

ΙΣ.Ὦ πάτερ δύσμοιρ’ ὁρᾶν.

### 329

ΟΙ.Τέκνον, πέφηνας;

### 329

ΙΣ.Οὐκ ἄνευ μόχθου γέ μοι.

### 330

ΟΙ.Πρόσψαυσον, ὦ παῖ.

### 330

ΙΣ.Θιγγάνω δυοῖν ὁμοῦ.

### 328

ΟΙ.Ὦ σπέρμ’ ὅμαιμον.

### 328

ΙΣ.Ὦ δυσάθλιαι τροφαί.

### 331

ΟΙ.Ἦ τῆσδε κἀμοῦ;

### 331.1

ΙΣ.Δυσμόρου δ’ ἐμοῦ τρίτης.

### 331.2

ΟΙ.Τέκνον, τί δ’ ἦλθες;

### 332.1

ΙΣ.Σῇ, πάτερ, προμηθίᾳ.

### 332.2

ΟΙ.Πότερα πόθοισι;

### 333.1

ΙΣ.Καὶ λόγων γ’ αὐτάγγελος

### 333.2

ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.

### 335.1

ΟΙ.Οἱ δ’ αὐθόμαιμοι ποῖ νεανίαι πονεῖν;

### 335.2

ΙΣ.Εἴς’ οὗπέρ εἰσι· δεινὰ δ’ ἐν κείνοις τὰ νῦν.

### 335.3

ΟΙ.Ὦ πάντ’ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις

### 335.4

φύσιν κατεικασθέντε καὶ βίου τροφάς·

### 335.5

ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας

### 340.1

θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι

### 340.2

τἄξω βίου τροφεῖα πορσύνους’ ἀεί.

### 340.3

Σφῷν δ’, ὦ τέκν’, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε,

### 340.4

κατ’ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι,

### unit_124

σφὼ δ’ ἀντ’ ἐκείνων τἀμὰ δυστήνου κακὰ

### 345.1

ὑπερπονεῖτον, ἡ μέν, ἐξ ὅτου νέας

### 345.2

τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας,

### 345.3

ἀεὶ μεθ’ ἡμῶν δύσμορος πλανωμένη

### 345.4

γερονταγωγεῖ, πολλὰ μὲν κατ’ ἀγρίαν

### 345.5

ὕλην ἄσιτος νηλίπους τ’ ἀλωμένη,

### unit_126.1

πολλοῖσι δ’ ὄμβροις ἡλίου τε καύμασι

### unit_126.2

μοχθοῦσα τλήμων δεύτερ’ ἡγεῖται τὰ τῆς

### unit_126.3

οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι·

### unit_126.4

σὺ δ’, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ

### unit_126.5

μαντεῖ’ ἄγουσα πάντα, Καδμείων λάθρᾳ.

### 355.1

ἃ τοῦδ’ ἐχρήσθη σώματος, φύλαξ δέ μου

### 355.2

πιστὴ κατέστης, γῆς ὅτ’ ἐξηλαυνόμην.

### 355.3

Νῦν δ’ αὖ τίν’ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ

### 355.4

φέρουσα; τίς ς’ ἐξῆρεν οἴκοθεν στόλος;

### 355.5

ἥκεις γὰρ οὐ κενή γε, τοῦτ’ ἐγὼ σαφῶς

### 360.1

ἔξοιδα, μὴ οὐχὶ δεῖμ’ ἐμοὶ φέρουσά τι.

### 360.2

ΙΣ.Ἐγὼ τὰ μὲν παθήμαθ’ ἅπαθον, πάτερ,

### 360.3

ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,

### 360.4

παρεῖς’ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι

### 360.5

πονοῦσά τ’ ἀλγεῖν καὶ λέγους’ αὖθις πάλιν.

### 365.1

Ἃ δ’ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ

### 365.2

νῦν ἐστι, ταῦτα σημανοῦς’ ἐλήλυθα.

### 365.3

Πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρις Κρέοντί τε

### 365.4

θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν,

### 365.5

λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθορὰν

### 370.1

οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον·

### 370.2

νῦν δ’ ἐκ θεῶν του κἀξ ἀλιτηροῦ φρενὸς

### 370.3

εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακὴ

### 370.4

ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.

### 370.5

Χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς

### 375.1

τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων

### 375.2

ἀποστερίσκει κἀξελήλακεν πάτρας.

### 375.3

Ὁ δ’, ὡς καθ’ ἡμᾶς ἔσθ’ ὁ πληθύων λόγος,

### 375.4

τὸ κοῖλον Ἄργος βὰς φυγάς, προσλαμβάνει

### 375.5

κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους,

### 380.1

ὡς αὐτίκ’ Ἄργος ἢ τὸ Καδμείων πέδον

### 380.2

πάλῃ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν.

### 380.3

Ταῦτ’ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων,

### 380.4

ἀλλ’ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅποι θεοὶ

### 380.5

πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.

### 385.1

ΟΙ.Ἤδη γὰρ ἔσχες ἐλπίδ’ ὡς ἐμοῦ θεοὺς

### 385.2

ὤραν τιν’ ἕξειν, ὥστε σωθῆναί ποτε;

### 385.3

ΙΣ.Ἔγωγε τοῖς νῦν γ’, ὦ πάτερ, μαντεύμασιν.

### 385.4

ΟΙ.Ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;

### 385.5

ΙΣ.Σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ

### 390.1

θανόντ’ ἔσεσθαι ζῶντά τ’ εὐσοίας χάριν.

### 390.2

ΟΙ.Τίς δ’ ἂν τοιοῦδ’ ὑπ’ ἀνδρὸς εὖ πράξειεν ἄν;

### 390.3

ΙΣ.Ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.

### 390.4

ΟΙ.Ὅτ’ οὐκέτ’ εἰμί, τηνικαῦτ’ ἄρ’ εἴμ’ ἀνήρ;

### 390.5

ΙΣ.Νῦν γὰρ θεοί ς’ ὀρθοῦσι, πρόσθε δ’ ὤλλυσαν.

### 395.1

ΟΙ.Γέροντα δ’ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ.

### 395.2

ΙΣ.Καὶ μὴν Κρέοντά γ’ ἴσθι σοι τούτων χάριν

### 395.3

ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.

### 395.4

ΟΙ.Ὅπως τί δράσῃ, θύγατερ; ἐρμήνευέ μοι.

### 395.5

ΙΣ.Ὥς ς’ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως

### unit_136

κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ’μβαίνῃς ὅρων.

### unit_137.1

ΟΙ.Ἡ δ’ ὠφέλησις τίς θύρασι κειμένου;

### unit_137.2

ΙΣ.Κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς.

### unit_137.3

ΟΙ.Κἄνευ θεοῦ τις τοῦτό γ’ ἂν γνώμῃ μάθοι.

### unit_137.4

ΙΣ.Τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας

### 405.1

χώρας θέλουσι, μηδ’ ἵν’ ἂν σαυτοῦ κρατοῖς.

### 405.2

ΟΙ.Ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;

### 405.3

ΙΣ.Ἀλλ’ οὐκ ἐᾷ τοὔμφυλον αἷμά ς’, ὦ πάτερ.

### 405.4

ΟΙ.Οὐκ ἆρ’ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.

### 405.5

ΙΣ.Ἔσται ποτ’ ἆρα τοῦτο Καδμείοις βάρος.

### 410.1

ΟΙ.Ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς;

### 410.2

ΙΣ.Τῆς σῆς ὑπ’ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.

### 410.3

ΟΙ.Ἃ δ’ ἐννέπεις κλύουσα τοῦ λέγεις, τέκνον;

### 410.4

ΙΣ.Ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφ’ ἑστίας.

### 410.5

ΟΙ.Καὶ ταῦτ’ ἐφ’ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;

### 415.1

ΙΣ.Ὡς φασὶν οἱ μολόντες εἰς Θήβης πέδον.

### 415.2

ΟΙ.Παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;

### 415.3

ΙΣ.Ἄμφω γ’ ὁμοίως, κἀξεπίστασθον καλῶς.

### 415.4

ΟΙ.Κᾆθ’ οἱ κάκιστοι τῶνδ’ ἀκούσαντες πάρος

### 415.5

τοὐμοῦ πόθου προὔθεντο τὴν τυραννίδα;

### 420.1

ΙΣ.Ἀλγῶ κλύουσα ταῦτ’ ἐγώ, φέρω δ’ ὅμως.

### 420.2

ΟΙ.Ἀλλ’ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην

### 420.3

ἔριν κατασβέσειαν, ἐν δ’ ἐμοὶ τέλος

### 420.4

αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,

### 420.5

ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ·

### 425.1

ὡς οὔτ’ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει

### 425.2

μείνειεν, οὔτ’ ἂν οὑξεληλυθὼς πάλιν

### 425.3

ἔλθοι ποτ’ αὖθις· οἵ γε τὸν φύσαντ’ ἐμὲ

### 425.4

οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον

### 425.5

οὐκ ἔσχον οὐδ’ ἤμυναν, ἀλλ’ ἀνάστατος

### 430.1

αὐτοῖν ἐπέμφθην κἀξεκηρύχθην φυγάς.

### 430.2

Εἴποις ἂν ὡς θέλοντι τοῦτ’ ἐμοὶ τότε

### 430.3

πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν.

### 430.4

Οὐ δῆτ’, ἐπεί τοι τὴν μὲν αὐτίχ’ ἡμέραν,

### 430.5

ὁπηνίκ’ ἔζει θυμὸς, ἥδιστον δέ μοι

### 435.1

τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις,

### 435.2

οὐδεὶς ἐρῶντος τοῦδ’ ἐφαίνετ’ ὠφελῶν·

### 435.3

χρόνῳ δ’, ὅτ’ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων,

### 435.4

κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι

### 435.5

μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,

### 440.1

τὸ τηνίκ’ ἤδη τοῦτο μὲν πόλις βίᾳ

### 440.2

ἤλαυνέ μ’ ἐκ γῆς χρόνιον, οἱ δ’ ἐπωφελεῖν,

### 440.3

οἱ τοῦ πατρὸς τῷ πατρὶ δυνάμενοι τὸ δρᾶν

### 440.4

οὐκ ἠθέλησαν, ἀλλ’ ἔπους μικροῦ χάριν

### 440.5

φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.

### 445.1

Ἐκ ταῖνδε δ’ οὔσαιν παρθένοιν, ὅσον φύσις

### 445.2

δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου

### 445.3

καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·

### 445.4

τὼ δ’ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους

### 445.5

καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.

### unit_147

Ἀλλ’ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου,

### unit_148.1

οὔτε σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ

### unit_148.2

ὄνησις ἥξει· τοῦτ’ ἐγᾦδα, τῆσδέ τε

### unit_148.3

μαντεῖ’ ἀκούων, συννοῶν τε τἀξ ἐμοῦ

### unit_148.4

παλαίφαθ’ ἅ μοι Φοῖβος ἤνυσέν ποτε.

### 455.1

Πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ

### 455.2

μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει·

### 455.3

ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέλητέ μου

### 455.4

σὺν ταῖσδε ταῖς σεμναῖσι δημούχοις θεαῖς

### 455.5

ἀλκὴν ποεῖσθαι, τῇδε μὲν πόλει μέγαν

### 460.1

σωτῆρ’ ἀρεῖσθε, τοῖς δ’ ἐμοῖς ἐχθροῖς πόνους.

### 460.2

ΧΟ.Ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,

### 460.3

αὐτός τε παῖδές θ’ αἵδ’· ἐπεὶ δὲ τῆσδε γῆς

### 460.4

σωτῆρα σαυτὸν τῷδ’ ἐπεμβάλλεις λόγῳ,

### 460.5

παραινέσαι σοι βούλομαι τὰ σύμφορα.

### 465.1

ΟΙ.Ὦ φίλταθ’, ὡς νῦν πᾶν τελοῦντι προξένει.

### 465.2

ΧΟ.Θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφ’ ἃς

### 465.3

τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.

### 465.4

ΟΙ.Τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε.

### 465.5

ΧΟ.Πρῶτον μὲν ἱρὰς ἐξ ἀειρύτου χοὰς

### 470.1

κρήνης ἐνεγκοῦ δι’ ὁσίων χειρῶν θιγών.

### 470.2

ΟΙ.Ὅταν δὲ τοῦτο χεῦμ’ ἀκήρατον λάβω;

### 470.3

ΧΟ.Κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,

### 470.4

ὧν κρᾶτ’ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.

### unit_153

ΟΙ.Θαλλοῖσιν, ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;

### 475.1

ΧΟ.Οἰός 〈γε〉 νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών.

### 475.2

ΟΙ.Εἶεν· τὸ δ’ ἔνθεν ποῖ τελευτῆσαί με χρή;

### 475.3

ΧΟ.Χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.

### 475.4

ΟΙ.Ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;

### 475.5

ΧΟ.Τρισσάς γε πηγάς· τὸν τελευταῖον δ’ ὅλον.

### 480.1

ΟΙ.Τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε.

### 480.2

ΧΟ.Ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.

### 480.3

ΟΙ.Ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;

### 480.4

ΧΟ.Τρὶς ἐννέ’ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν

### 480.5

τιθεὶς ἐλαίας, τάσδ’ ἐπεύχεσθαι λιτάς—

### 485.1

ΟΙ.Τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ.

### 485.2

ΧΟ.Ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν

### 485.3

στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον

### 485.4

αἰτοῦ σύ τ’ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,

### 485.5

ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·

### 490.1

ἔπειτ’ ἀφέρπειν ἄστροφος. Καὶ ταῦτά σοι

### 490.2

δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ,

### 490.3

ἄλλως δὲ δειναίνοιμ’ ἄν, ὦ ξέν’, ἀμφὶ σοί.

### 490.4

ΟΙ.Ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;

### 490.5

ΙΣ.Ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.

### 495.1

ΟΙ.Ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν

### 495.2

τῷ μὴ δύνασθαι μήθ’ ὁρᾶν, δυοῖν κακοῖν·

### 495.3

σφῷν δ’ ἁτέρα μολοῦσα πραξάτω τάδε.

### unit_159.1

Ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν

### unit_159.2

ψυχὴν τάδ’ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.

### unit_160.1

Ἀλλ’ ἐν τάχει τι πράσσετον· μόνον δέ με

### unit_160.2

μὴ λείπετ’· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας

### unit_160.3

ἔρημον ἕρπειν οὐδ’ ὑφηγητοῦ δίχα.

### unit_160.4

ΙΣ.Ἀλλ’ εἶμ’ ἐγὼ τελοῦσα· τὸν τόπον δ’ ἵνα

### unit_160.5

χρἤσταί μ’ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.

### 505.1

ΧΟ.Τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδ’. Ἢν δέ του

### 505.2

σπάνιν τιν’ ἴσχῃς, ἔστ’ ἔποικος ὃς φράσει.

### 505.3

ΙΣ.Χωροῖμ’ ἂν ἐς τόδ’· Ἀντιγόνη, σὺ δ’ ἐνθάδε

### 505.4

φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ

### 505.5

οὐδ’ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.

### 510.1

ΧΟ.Δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδηStr. 1.

### 510.2

κακόν, ὦ ξεῖν’, ἐπεγείρειν·

### 510.3

ὅμως δ’ ἔραμαί 〈τι〉 πυθέσθαι—

### 512.1

ΟΙ.Τί τοῦτο;

### 512.2

ΧΟ.τᾶς δειλαίας ἀπόρου φανείσας

### 512.3

ἀλγηδόνος, ᾇ ξυνέστας.

### 515.1

ΟΙ.Μὴ πρὸς ξενίας ἀνοίξῃς

### 515.2

τᾶς σᾶς· γέγον’ ἔργ’ ἀναιδῆ.

### 515.3

ΧΟ.Τό τοι πολὺ καὶ μηδαμὰ λῆγον

### 515.4

χρῄζω, ξεῖν’, ὀρθὸν ἄκουσμ’ ἀκοῦσαι.

### 515.5

ΟΙ.Ὤμοι.

### 519

ΧΟ.Στέρξον, ἱκετεύω.

### 520

ΟΙ.Φεῦ φεῦ.

### 520.1

ΧΟ.Πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις.

### 520.2

ΟΙ.Ἤνεγκον κακότατ’, ὦ ξένοι, ἤνεγκ’Ant. 1.

### 520.3

ἀέκων μέν, θεὸς ἴστω·

### 520.4

τούτων δ’ αὐθαίρετον οὐδέν.

### 520.5

ΧΟ.Ἀλλ’ ἐς τί;

### 525.1

ΟΙ.Κακᾷ μ’ εὐνᾷ πόλις οὐδὲν ἴδρις

### 525.2

γάμων ἐνέδησεν ἄτᾳ.

### 525.3

ΧΟ.Ἦ ματρόθεν, ὡς ἀκούω,

### 525.4

δυσώνυμα λέκτρ’ ἐπλήσω;

### 525.5

ΟΙ.Ὤμοι, θάνατος μὲν τάδ’ ἀκούειν,

### 530.1

ὦ ξεῖν’· αὗται δὲ δύ’ ἐξ ἐμοῦ 〈μὲν〉—

### 530.2

ΧΟ.Πῶς φῄς;

### 531.1

ΟΙ.παῖδε, δύο δ’ ἄτα—

### 531.2

ΧΟ.Ὦ Ζεῦ.

### 531.3

ΟΙ.ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος.

### 533

ΧΟ.Σαί τἄρ’ ἀπόγονοί τ’ εἰσὶ καὶ—Str. 2.

### 535.1

ΟΙ.Κοιναί γε πατρὸς ἀδελφεαί.

### 535.2

ΧΟ.Ἰώ.

### 536.1

ΟΙ.Ἰὼ δῆτα μυρίων γ’ ἐπιστροφαὶ κακῶν.

### 536.2

ΧΟ.Ἔπαθες—

### unit_174.1

ΟΙ.Ἔπαθον ἄλαστ’ ἔχειν.

### unit_174.2

ΧΟ.Ἔρεξας—

### 539

ΟΙ.Οὐκ ἔρεξα.

### 539

ΧΟ.Τί γάρ;

### 539

ΟΙ.Ἐδεξάμην

### 540.1

δῶρον ὃ μήποτ’ ἐγὼ ταλακάρδιος

### 540.2

ἐπωφελήσας πόλεος ἐξελέσθαι.

### 541.1

ΧΟ.Δύστανε, τί γάρ; ἔθου φόνον—Ant. 2.

### 541.2

ΟΙ.Τί τοῦτο; τί δ’ ἐθέλεις μαθεῖν;

### 541.3

ΧΟ.πατρός;

### 544

ΟΙ.Παπαῖ, δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον.

### 545

ΧΟ.Ἔκανες—

### 545.1

ΟΙ.Ἔκανον. Ἔχει δέ μοι—

### 545.2

ΧΟ.Τί τοῦτο;

### 546

ΟΙ.πρὸς δίκας τι.

### 546

ΧΟ.Τί γάρ;

### 546.1

ΟΙ.Ἐγὼ φράσω·

### 546.2

καὶ γὰρ ἄνους ἐφόνευσα καὶ ὤλεσα·

### 546.3

νόμῳ δὲ καθαρός, ἄϊδρις ἐς τόδ’ ἦλθον.

### 548

ΧΟ.Καὶ μὴν ἄναξ ὅδ’ ἡμὶν Αἰγέως γόνος

### unit_187.1

Θησεὺς κατ’ ὀμφὴν σὴν ἀποσταλεὶς πάρα.

### unit_187.2

ΘΗΣΕΥΣ

### 551.1

Πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ

### 551.2

τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς

### unit_189.1

ἔγνωκά ς’, ὦ παῖ Λαΐου, τανῦν θ’ ὁδοῖς

### unit_189.2

ἐν ταῖσδ’ ἀκούων μᾶλλον ἐξεπίσταμαι.

### 555.1

Σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα

### 555.2

δηλοῦτον ἡμῖν ὄνθ’ ὃς εἶ, καί ς’ οἰκτίσας

### 555.3

θέλω ’περέσθαι, δύσμορ’ Οἰδίπου, τίνα

### 555.4

πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τ’ ἔχων.

### 555.5

αὐτός τε χἠ σὴ δύσμορος παραστάτις.

### 560.1

Δίδασκε· δεινὴν γάρ τιν’ ἂν πρᾶξιν τύχοις

### 560.2

λέξας ὁποίας ἐξαφισταίμην ἐγώ,

### 560.3

ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος,

### 560.4

ὥσπερ σύ, χὤς τις πλεῖστ’ ἀνὴρ ἐπὶ ξένης

### 560.5

ἤθλησα κινδυνεύματ’ ἐν τὠμῷ κάρᾳ·

### 565.1

ὥστε ξένον γ’ ἂν οὐδέν’ ὄνθ’, ὥσπερ σὺ νῦν,

### 565.2

ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ

### 565.3

ἔξοιδ’ ἀνὴρ ὢν χὤτι τῆς ἐς αὔριον

### 565.4

οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας.

### 565.5

ΟΙ.Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ

### 570.1

παρῆκεν ὥστε βραχέ’ ἐμοὶ δεῖσθαι φράσαι·

### 570.2

σὺ γάρ μ’ ὅς εἰμι κἀφ’ ὅτου πατρὸς γεγὼς

### 570.3

καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς·

### 570.4

ὥστ’ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν

### 570.5

εἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται.

### 575.1

ΘΗ.Τοῦτ’ αὐτὸ νῦν δίδασχ’, ὅπως ἂν ἐκμάθω.

### 575.2

ΟΙ.Δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας

### 575.3

σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ

### unit_195.1

κέρδη παρ’ αὐτοῦ κρείσσον’ ἢ μορφὴ καλή.

### unit_195.2

ΘΗ.Ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;

### 580.1

ΟΙ.Χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.

### 580.2

ΘΗ.Ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται;

### 580.3

ΟΙ.Ὅταν θάνω ’γὼ καὶ σύ μου ταφεὺς γένῃ.

### 580.4

ΘΗ.Τὰ λοίσθι’ αἰτῇ τοῦ βίου, τὰ δ’ ἐν μέσῳ

### 580.5

ἢ λῆστιν ἴσχεις ἢ δι’ οὐδενὸς ποιῇ.

### 585.1

ΟΙ.Ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.

### 585.2

ΘΗ.Ἀλλ’ ἐν βραχεῖ δὴ τήνδε μ’ ἐξαιτῇ χάριν.

### 585.3

ΟΙ.Ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.

### 585.4

ΘΗ.Πότερα τὰ τῶν σῶν ἐκγόνων ἢ ’μοῦ λέγεις;

### 585.5

ΟΙ.Κεῖνοι κομίζειν κεῖς’ ἀναγκάζουσί με.

### 590.1

ΘΗ.Ἀλλ’, εἰ θέλοντά γ’; οὐδὲ σοὶ φεύγειν καλόν.

### 590.2

ΟΙ.Ἀλλ’ οὐδ’, ὅτ’ αὐτὸς ἤθελον, παρίεσαν.

### 590.3

ΘΗ.Ὦ μῶρε, θυμὸς δ’ ἐν κακοῖς οὐ ξύμφορον.

### 590.4

ΟΙ.Ὅταν μάθῃς μου, νουθέτει· τανῦν δ’ ἔα.

### 590.5

ΘΗ.Δίδασκ’· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.

### 595.1

ΟΙ.Πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά.

### 595.2

ΘΗ.Ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;

### 595.3

ΟΙ.Οὐ δῆτ’, ἐπεὶ πᾶς τοῦτό γ’ Ἑλλήνων θροεῖ.

### 595.4

ΘΗ.Τί γὰρ τὸ μεῖζον ἢ κατ’ ἄνθρωπον νοσεῖς;

### 595.5

ΟΙ.Οὕτως ἔχει μοι· γῆς ἐμῆς ἀπηλάθην

### unit_200

πρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοι

### unit_201.1

πάλιν κατελθεῖν μήποθ’, ὡς πατροκτόνῳ.

### unit_201.2

ΘΗ.Πῶς δῆτά ς’ ἂν πεμψαίαθ’, ὥστ’ οἰκεῖν δίχα;

### unit_201.3

ΟΙ.Τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα.

### unit_201.4

ΘΗ.Ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;

### 605.1

ΟΙ.Ὅτι σφ’ ἀνάγκη τῇδε πληγῆναι χθονί.

### 605.2

ΘΗ.Καὶ πῶς γένοιτ’ ἂν τἀμὰ κἀκείνων πικρά;

### 605.3

ΟΙ.Ὦ φίλτατ’ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται

### 605.4

θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε,

### 605.5

τὰ δ’ ἄλλα συγχεῖ πάνθ’ ὁ παγκρατὴς χρόνος·

### 610.1

φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος.

### 610.2

θνῄσκει δὲ πίστις, βλαστάνει δ’ ἀπιστία,

### 610.3

καὶ πνεῦμα ταὐτὸν οὔποτ’ οὔτ’ ἐν ἀνδράσιν

### 610.4

Φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει·

### 610.5

τοῖς μὲν γὰρ ἤδη, τοῖς δ’ ἐν ὑστέρῳ χρόνῳ

### 615.1

τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα.

### 615.2

Καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ

### 615.3

καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος

### 615.4

χρόνος τεκνοῦται νύκτας ἡμέρας τ’ ἰών.

### 615.5

ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα

### 620.1

δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου·

### 620.2

ἵν’ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς

### 620.3

ψυχρός ποτ’ αὐτῶν θερμὸν αἷμα πίεται,

### 620.4

εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής.

### 620.5

Ἀλλ’ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητ’ ἔπη,

### 625.1

ἔα μ’ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον

### 625.2

πιστὸν φυλάσσων· κοὔποτ’ Οἰδίπουν ἐρεῖς

### 625.3

ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων

### 625.4

τῶν ἐνθάδ’, εἴπερ μὴ θεοὶ ψεύσουσί με.

### 625.5

ΧΟ.Ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτ’ ἔπη

### 630.1

γῇ τῇδ’ ὅδ’ ἁνὴρ ὡς τελῶν ἐφαίνετο.

### 630.2

ΘΗ.Τίς δῆτ’ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι

### 630.3

τοιοῦδ’; ὅτῳ πρῶτον μὲν ἡ δορύξενος

### 630.4

κοινὴ παρ’ ἡμῖν αἰέν ἐστιν ἑστία,

### 630.5

ἔπειτα δ’ ἱκέτης δαιμόνων ἀφιγμένος

### 635.1

γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει.

### 635.2

Ἁγὼ σεβισθεὶς οὔποτ’ ἐκβαλῶ χάριν

### 635.3

τὴν τοῦδε, χώρᾳ δ’ ἔμπαλιν κατοικιῶ.

### 635.4

Εἰ δ’ ἐνθάδ’ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν

### 635.5

τάξω φυλάσσειν· εἰ δ’ ἐμοῦ στείχειν μέτα

### 640.1

τόδ’ ἡδὺ—τούτων, Οἰδίπου, δίδωμί σοι

### 640.2

κρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι.

### 640.3

ΟΙ.Ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.

### 640.4

ΘΗ.Τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς;

### 640.5

ΟΙ.Εἴ μοι θέμις γ’ ἦν· ἀλλ’ ὁ χῶρός ἐσθ’ ὅδε—

### 645.1

ΘΗ.Ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι·

### 645.2

ΟΙ.ἐν ᾧ κρατήσω τῶν ἔμ’ ἐκβεβληκότων—

### 645.3

ΘΗ.Μέγ’ ἂν λέγοις δώρημα τῆς ξυνουσίας.

### 645.4

ΟΙ.εἰ σοί γ’ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.

### unit_211

ΘΗ.Θάρσει τὸ τοῦδέ γ’ ἀνδρός· οὔ σε μὴ προδῶ.

### unit_212.1

ΟΙ.Οὔτοι ς’ ὑφ’ ὅρκου γ’ ὡς κακὸν πιστώσομαι.

### unit_212.2

ΘΗ.Οὔκουν πέρα γ’ ἂν οὐδὲν ἢ λόγῳ φέροις.

### unit_212.3

ΟΙ.Πῶς οὖν ποιήσεις;

### 652.1

ΘΗ.Τοῦ μάλιστ’ ὄκνος ς’ ἔχει;

### 652.2

ΟΙ.Ἥξουσιν ἄνδρες—

### 653.1

ΘΗ.Ἀλλὰ τοῖσδ’ ἔσται μέλον.

### 653.2

ΟΙ.Ὅρα με λείπων—

### 654

ΘΗ.Μὴ δίδασχ’ ἃ χρή με δρᾶν.

### 655

ΟΙ.Ὀκνοῦντ’ ἀνάγκη—

### 655.1

ΘΗ.Τοὐμὸν οὐκ ὀκνεῖ κέαρ.

### 655.2

ΟΙ.Οὐκ οἶσθ’ ἀπειλάς—

### 656.1

ΘΗ.Οἶδ’ ἐγώ σε μή τινα

### 656.2

ἐνθένδ’ ἀπάξοντ’ ἄνδρα πρὸς βίαν ἐμοῦ.

### 656.3

Πολλαὶ δ’ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη

### 656.4

θυμῷ κατηπείλησαν, ἀλλ’ ὁ νοῦς ὅταν

### 660.1

αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα.

### 660.2

Κείνοις δ’ ἴσως κεἰ δείν’ ἐπερρώσθη λέγειν

### 660.3

τῆς σῆς ἀγωγῆς, οἶδ’ ἐγώ, φανήσεται

### 660.4

μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον.

### 660.5

Θαρσεῖν μὲν οὖν ἔγωγε κἄνευ τῆς ἐμῆς

### 665.1

γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε·

### 665.2

ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδ’ ὅτι

### unit_221.1

τοὐμὸν φυλάξει ς’ ὄνομα μὴ πάσχειν κακῶς.

### unit_221.2

ΧΟ.Εὐίππου, ξένε, τᾶσδε χώ‐Str. 1.

### unit_221.3

ρας ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,

### 670.1

τὸν ἀργῆτα Κολωνόν, ἔνθ’

### 670.2

ἁ λίγεια μινύρεται

### 670.3

θαμίζουσα μάλιστ’ ἀη‐

### 670.4

δὼν χλωραῖς ὑπὸ βάσσαις,

### 670.5

τὸν οἰνῶπα νέμουσα κισ‐

### 675.1

σὸν καὶ τὰν ἄβατον θεοῦ

### 675.2

φυλλάδα μυριόκαρπον ἀνήλιον

### 675.3

ἀνήνεμόν τε πάντων

### 675.4

χειμώνων· ἵν’ ὁ Βακχιώ‐

### 675.5

τας ἀεὶ Διόνυσος ἐμβατεύει

### 680

θείαις ἀμφιπολῶν τιθήναις.

### 680.1

Θάλλει δ’ οὐρανίας ὑπ’ ἄ‐Ant. 1.

### 680.2

χνας ὁ καλλίβοτρυς κατ’ ἦμαρ αἰεὶ

### 680.3

νάρκισσος, μεγάλαιν θεαῖν

### 680.4

ἀρχαῖον στεφάνωμ’, ὅ τε

### 685.1

χρυσαυγὴς κρόκος· οὐδ’ ἄυ‐

### 685.2

πνοι κρῆναι μινύθουσιν

### 685.3

Κηφισοῦ νομάδες ῥεέ‐

### 685.4

θρων, ἀλλ’ αἰὲν ἐπ’ ἤματι

### 685.5

ὠκυτόκος πεδίων ἐπινίσεται

### 690.1

ἀκηράτῳ σὺν ὄμβρῳ

### 690.2

στερνούχου χθονός· οὐδὲ Μου‐

### 690.3

σᾶν χοροί νιν ἀπεστύγησαν, οὐδ’ αὖ

### unit_228.1

ἁ χρυσάνιος Ἀφροδίτα.

### unit_228.2

Ἔστιν δ’ οἷον ἐγὼ γᾶςStr. 2.

### 695.1

Ἀσίας οὐκ ἐπακούω,

### 695.2

οὐδ’ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ

### 695.3

Πέλοπος πώποτε βλαστὸν

### 695.4

φύτευμ’ ἀχείρωτον αὐτοποιόν,

### 695.5

ἐγχέων φόβημα δαΐων,

### unit_230.1

ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ,

### unit_230.2

γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας·

### unit_230.3

τὸ μέν τις οὐ νεαρὸς οὔτε γήρᾳ

### unit_230.4

σημαίνων ἁλιώσει χερὶ πέρσας·

### unit_230.5

ὁ γὰρ αἰὲν ὁρῶν κύκλος

### 705.1

λεύσσει νιν Μορίου Διὸς

### 705.2

χἀ γλαυκῶπις Ἀθάνα.

### 706.1

Ἄλλον δ’ αἶνον ἔχω μα‐Ant. 2.

### 706.2

τροπόλει τᾷδε κράτιστον,

### 706.3

δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν,

### 710.1

〈ἐμὸν〉 αὔχημα μέγιστον,

### 710.2

εὔιππον, εὔπωλον, εὐθάλασσον.

### 710.3

Ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς

### 710.4

τόδ’ εἷσας αὔχημ’, ἄναξ Ποσειδάν,

### 710.5

ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν

### 715.1

πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς·

### 715.2

ἁ δ’ εὐήρετμος ἔκπαγλ’ ἁλία χερ‐

### 715.3

σὶ παραπτομένα πλάτα

### 715.4

θρῴσκει, τῶν ἑκατομπόδων

### unit_235

Νηρῄδων ἀκόλουθος.

### 720.1

ΑΝ.Ὦ πλεῖστ’ ἐπαίνοις εὐλογούμενον πέδον,

### 720.2

νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.

### 720.3

ΟΙ.Τί δ’ ἔστιν, ὦ παῖ, καινόν;

### 722.1

ΑΝ.Ἆσσον ἔρχεται

### 722.2

Κρέων ὅδ’ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.

### 722.3

ΟΙ.Ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ

### 725.1

φαίνοιτ’ ἂν ἤδη τέρμα τῆς σωτηρίας.

### 725.2

ΧΟ.Θάρσει, παρέσται. Καὶ γάρ, εἰ γέρων ἐγώ,

### 725.3

τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.

### 725.4

ΚΡΕΩΝ

### 728.1

Ἄνδρες χθονὸς τῆσδ’ εὐγενεῖς οἰκήτορες,

### 728.2

ὁρῶ τιν’ ὑμᾶς ὀμμάτων εἰληφότας

### 730.1

φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου·

### 730.2

ὃν μήτ’ ὀκνεῖτε μήτ’ ἀφῆτ’ ἔπος κακόν.

### 730.3

Ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ

### 730.4

γέρων μέν εἰμι, πρὸς πόλιν δ’ ἐπίσταμαι

### 730.5

σθένουσαν ἥκων, εἴ τιν’ Ἑλλάδος, μέγα·

### 735.1

ἀλλ’ ἄνδρα τόνδε τηλικόσδ’ ἀπεστάλην

### 735.2

πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,

### 735.3

οὐκ ἐξ ἑνὸς στείλαντος ἀλλ’ ἀνδρῶν ὑπὸ

### 735.4

πάντων κελευσθείς, οὕνεχ’ ἧκέ μοι γένει

### 735.5

τὰ τοῦδε πενθεῖν πήματ’ εἰς πλεῖστον πόλεως.

### 740.1

Ἀλλ’, ὦ ταλαίπωρ’ Οἰδίπους, κλύων ἐμοῦ

### 740.2

ἱκοῦ πρὸς οἴκους· πᾶς σε Καδμείων λεὼς

### 740.3

καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστ’ ἐγώ,

### 740.4

ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν

### unit_243

κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,

### 745.1

ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον,

### 745.2

ἀεὶ δ’ ἀλήτην κἀπὶ προσπόλου μιᾶς

### 745.3

βιοστερῆ χωροῦντα, τὴν ἐγὼ τάλας

### 745.4

οὐκ ἄν ποτ’ ἐς τοσοῦτον αἰκίας πεσεῖν

### 745.5

ἔδοξ’, ὅσον πέπτωκεν ἥδε δύσμορος,

### unit_245.1

ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα

### unit_245.2

πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων

### unit_245.3

ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι.

### unit_245.4

Ἆρ’ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ,

### unit_245.5

ὠνείδις’ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;

### 755.1

ἀλλ’, οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νυν

### 755.2

πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ

### 755.3

κρύψον θελήσας ἄστυ καὶ δόμους μολεῖν

### 755.4

τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως

### 755.5

εἰπών· ἐπαξία γάρ· ἡ δ’ οἴκοι πλέον

### 760.1

δίκῃ σέβοιτ’ ἂν οὖσα σὴ πάλαι τροφός.

### 760.2

ΟΙ.Ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων

### 760.3

λόγου δικαίου μηχάνημα ποικίλον,

### 760.4

τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις

### 760.5

ἑλεῖν ἐν οἷς μάλιστ’ ἂν ἀλγοίην ἁλούς;

### 765.1

Πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς

### 765.2

νοσοῦνθ’, ὅτ’ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός,

### 765.3

οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν,

### 765.4

ἀλλ’ ἡνίκ’ ἤδη μεστὸς ἦ θυμούμενος

### 765.5

καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,

### 770.1

τότ’ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι

### 770.2

τὸ συγγενὲς τοῦτ’ οὐδαμῶς τότ’ ἦν φίλον·

### 770.3

νῦν τ’ αὖθις, ἡνίκ’ εἰσορᾷς πόλιν τέ μοι

### unit_250.1

ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν,

### unit_250.2

πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.

### 775.1

Καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;

### 775.2

ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν

### 775.3

μηδὲν διδοίη μηδ’ ἐπαρκέσαι θέλοι,

### 775.4

πλήρη δ’ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε

### 775.5

δωροῖθ’, ὅτ’ οὐδὲν ἡ χάρις χάριν φέροι·

### 780.1

ἆρ’ ἂν ματαίου τῆσδ’ ἂν ἡδονῆς τύχοις;

### 780.2

τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,

### 780.3

λόγῳ μὲν ἐσθλά, τοῖσι δ’ ἔργοισιν κακά.

### 780.4

Φράσω δὲ καὶ τοῖσδ’, ὥς σε δηλώσω κακόν.

### 780.5

Ἥκεις ἔμ’ ἄξων, οὐχ ἵν’ ἐς δόμους ἄγῃς,

### 785.1

ἀλλ’ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι

### 785.2

κακῶν ἄνατος τῆσδ’ ἀπαλλαχθῇ χθονός.

### 785.3

Οὐκ ἔστι σοι ταῦτ’, ἀλλά σοι τάδ’ ἔστ’, ἐκεῖ

### 785.4

χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί·

### 785.5

ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς

### 790.1

χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.

### 790.2

Ἆρ’ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ;

### 790.3

πολλῷ γ’, ὅσῳπερ κἀκ σαφεστέρων κλύω,

### 790.4

Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.

### 790.5

Τὸ σὸν δ’ ἀφῖκται δεῦρ’ ὑπόβλητον στόμα,

### 795.1

πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν

### 795.2

κάκ’ ἂν λάβοις τὰ πλείον’ ἢ σωτήρια.

### 795.3

Ἀλλ’ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι,

### 795.4

ἡμᾶς δ’ ἔα ζῆν ἐνθάδ’· οὐ γὰρ ἂν κακῶς

### 795.5

οὐδ’ ὧδ’ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.

### unit_256

ΚΡ.Πότερα νομίζεις δυστυχεῖν ἔμ’ ἐς τὰ σὰ

### unit_257.1

ἢ ς’ εἰς τὰ σαυτοῦ μᾶλλον ἐν τῷ νῦν λόγῳ;

### unit_257.2

ΟΙ.Ἐμοὶ μέν ἐσθ’ ἥδιστον εἰ σὺ μήτ’ ἐμὲ

### unit_257.3

πείθειν οἷός τ’ εἶ μήτε τούσδε τοὺς πέλας.

### unit_257.4

ΚΡ.Ὦ δύσμορ’, οὐδὲ τῷ χρόνῳ φύσας φανῇ

### 805.1

φρένας ποτ’, ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφῃ;

### 805.2

ΟΙ.Γλώσσῃ σὺ δεινός· ἄνδρα δ’ οὐδέν’ οἶδ’ ἐγὼ

### 805.3

δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.

### 805.4

ΚΡ.Χωρὶς τό τ’ εἰπεῖν πολλὰ καὶ τὸ καίρια.

### 805.5

ΟΙ.Ὡς δὴ σὺ βραχέα, ταῦτα δ’ ἐν καιρῷ λέγεις.

### 810.1

ΚΡ.Οὐ δῆθ’ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.

### 810.2

ΟΙ.Ἄπελθ’, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με

### 810.3

φύλασς’ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.

### 810.4

ΚΡ.Μαρτύρομαι τούσδ’, οὐ σέ. Πρὸς δὲ τοὺς φίλους

### 810.5

οἷ’ ἀνταμείβῃ ῥήματ’, ἤν ς’ ἕλω ποτέ—

### 815.1

ΟΙ.Τίς δ’ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ;

### 815.2

ΚΡ.Ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσῃ.

### 815.3

ΟΙ.Ποίῳ σὺν ἔργῳ τοῦτ’ ἀπειλήσας ἔχεις;

### 815.4

ΚΡ.Παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ

### 815.5

ξυναρπάσας ἔπεμψα, τὴν δ’ ἄξω τάχα.

### 820

ΟΙ.Οἴμοι.

### 820.1

ΚΡ.Τάχ’ ἕξεις μᾶλλον οἰμώζειν τάδε.

### 820.2

ΟΙ.Τὴν παῖδ’ ἔχεις μου;

### 821.1

ΚΡ.Τήνδε τ’ οὐ μακροῦ χρόνου.

### 821.2

ΟΙ.Ἰὼ ξένοι, τί δράσετ’; ἦ προδώσετε,

### 821.3

κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;

### 821.4

ΧΟ.Χώρει, ξέν’, ἔξω θᾶσσον· οὔτε γὰρ τὰ νῦν

### 825.1

δίκαια πράσσεις οὔθ’ ἃ πρόσθεν εἴργασαι.

### 825.2

ΚΡ.Ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν

### unit_265.1

ἄκουσαν, εἰ θέλουσα μὴ πορεύσεται.

### unit_265.2

ΑΝ.Οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω

### unit_265.3

θεῶν ἄρηξιν ἢ βροτῶν;

### 829

ΧΟ.Τί δρᾷς, ξένε·

### 830.1

ΚΡ.Οὐχ ἅψομαι τοῦδ’ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς.

### 830.2

ΟΙ.Ὦ γῆς ἄνακτες.

### 831.1

ΧΟ.Ὦ ξέν’, οὐ δίκαια δρᾷς.

### 831.2

ΚΡ.Δίκαια.

### 832

ΧΟ.Πῶς δίκαια;

### 832

ΚΡ.Τοὺς ἐμοὺς ἄγω.

### 832.1

ΟΙ.Ἰὼ πόλις.Str.

### 832.2

ΧΟ.Τί δρᾷς, ὦ ξέν’; οὐκ ἀφήσεις; τάχ’ εἰς

### 835.1

βάσανον εἶ χερῶν.

### 835.2

ΚΡ.Εἴργου.

### 836.1

ΧΟ.Σοῦ μὲν οὔ, τάδε γε μωμένου.

### 836.2

ΚΡ.Πόλει μάχῃ γάρ, εἴ τι πημανεῖς ἐμέ.

### 836.3

ΟΙ.Οὐκ ἠγόρευον ταῦτ’ ἐγώ;

### 838.1

ΧΟ.Μέθες χεροῖν

### 838.2

τὴν παῖδα θᾶσσον.

### 839

ΚΡ.Μὴ ’πίτασς’ ἃ μὴ κρατεῖς.

### 840

ΧΟ.Χαλᾶν λέγω σοι.

### 840.1

ΚΡ.Σοὶ δ’ ἔγωγ’ ὁδοιπορεῖν.

### 840.2

ΧΟ.Πρόβαθ’ ὧδε, βᾶτε, βᾶτ’, ἔντοποι·

### 840.3

πόλις ἐναίρεται, πόλις ἐμά, σθένει·

### unit_278.1

πρόβαθ’ ὧδέ μοι.

### unit_278.2

ΑΝ.Ἀφέλκομαι δύστηνος, ὦ ξένοι, ξένοι.

### 845

ΟΙ.Ποῦ, τέκνον, εἶ μοι;

### 845.1

ΑΝ.Πρὸς βίαν πορεύομαι.

### 845.2

ΟΙ.Ὄρεξον, ὦ παῖ, χεῖρας.

### 846.1

ΑΝ.Ἀλλ’ οὐδὲν σθένω.

### 846.2

ΚΡ.Οὐκ ἄξεθ’ ὑμεῖς;

### 847.1

ΟΙ.Ὦ τάλας ἐγώ, τάλας.

### 847.2

ΚΡ.Οὔκουν ποτ’ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι

### 847.3

ὁδοιπορήσεις· ἀλλ’ ἐπεὶ νικᾶν θέλεις

### unit_283.1

πατρίδα 〈τε〉 τὴν σὴν καὶ φίλους, ὑφ’ ὧν ἐγὼ

### unit_283.2

ταχθεὶς τάδ’ ἔρδω καὶ τύραννος ὢν ὅμως,

### unit_283.3

νίκα· χρόνῳ γάρ, οἶδ’ ἐγώ, γνώσῃ τάδε,

### unit_283.4

ὁθούνεκ’ αὐτὸς αὐτὸν οὔτε νῦν καλὰ

### unit_283.5

δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,

### 855.1

ὀργῇ χάριν δοὺς ἥ ς’ ἀεὶ λυμαίνεται.

### 855.2

ΧΟ.Ἐπίσχες αὐτοῦ, ξεῖνε.

### 856.1

ΚΡ.Μὴ ψαύειν λέγω.

### 856.2

ΧΟ.Οὔτοι ς’ ἀφήσω, τῶνδέ γ’ ἐστερημένος.

### 856.3

ΚΡ.Καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα

### 856.4

θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.

### 860

ΧΟ.Ἀλλ’ ἐς τί τρέψῃ;

### 860.1

ΚΡ.Τόνδ’ ἀπάξομαι λαβών.

### 860.2

ΧΟ.Δεινὸν λέγεις 〈σύ〉.

### 861

ΚΡ.Τοῦτο νῦν πεπράξεται,

### unit_289.1

ἢν μή μ’ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.

### unit_289.2

ΟΙ.Ὦ φθέγμ’ ἀναιδές, ἦ σὺ γὰρ ψαύεις ἐμοῦ;

### unit_289.3

ΚΡ.Αὐδῶ σιωπᾶν.

### 864

ΟΙ.Μὴ γὰρ αἵδε δαίμονες

### 865.1

θεῖέν μ’ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,

### 865.2

ὅς μ’, ὦ κάκιστε, ψιλὸν ὄμμ’ ἀποσπάσας

### 865.3

πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχῃ βίᾳ.

### 865.4

Τοιγὰρ σὲ καὐτὸν καὶ γένος τὸ σὸν θεῶν

### 865.5

ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον

### 870.1

τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.

### 870.2

ΚΡ.Ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;

### 870.3

ΟΙ.Ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦς’ ὅτι

### 870.4

ἔργοις πεπονθὼς ῥήμασίν ς’ ἀμύνομαι.

### 870.5

ΚΡ.Οὔτοι καθέξω θυμόν, ἀλλ’ ἄξω βίᾳ.

### 875

κεἰ μοῦνός εἰμι, τόνδε, καὶ γήρᾳ βαρύς.

### 875.1

ΟΙ.Ἰὼ τάλας.Ant.

### 875.2

ΧΟ.Ὅσον λῆμ’ ἔχων ἀφίκου, ξέν’, εἰ

### 875.3

τάδε δοκεῖς τελεῖν.

### 875.4

ΚΡ.Δοκῶ.

### 879

ΧΟ.Τάνδ’ ἄρ’ οὐκέτι νεμῶ πόλιν.

### 880.1

ΚΡ.Τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.

### 880.2

ΟΙ.Ἀκούεθ’ οἷα φθέγγεται;

### 881.1

ΧΟ.Τά γ’ οὐ τελεῖ,

### 881.2

〈σαφῶς ἐγᾦδα〉.

### 882.1

ΚΡ.Ζεύς γ’ ἂν εἰδείη, σὺ δ’ οὔ.

### 882.2

ΧΟ.Ἆρ’ οὐχ ὕβρις τάδ’;

### 883.1

ΚΡ.Ὕβρις, ἀλλ’ ἀνεκτέα.

### 883.2

ΧΟ.Ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,

### 885.1

μόλετε σὺν τάχει, μόλετ’· ἐπεὶ πέραν

### 885.2

περῶς’ οἵδε δή.

### 886.1

ΘΗ.Τίς ποθ’ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ

### 886.2

βουθυτοῦντά μ’ ἀμφὶ βωμὸν ἔσχετ’ ἐναλίῳ θεῷ

### 886.3

τοῦδ’ ἐπιστάτῃ Κολωνοῦ; Λέξαθ’, ὡς εἰδῶ τὸ πᾶν,

### 890.1

οὗ χάριν δεῦρ’ ᾖξα θᾶσσον ἢ καθ’ ἡδονὴν ποδός.

### 890.2

ΟΙ.Ὦ φίλτατ’, ἔγνων γὰρ τὸ προσφώνημά σου,

### 890.3

πέπονθα δεινὰ τοῦδ’ ὑπ’ ἀνδρὸς ἀρτίως.

### 890.4

ΘΗ.Τὰ ποῖα ταῦτα; τίς δ’ ὁ πημήνας; λέγε.

### 890.5

ΟΙ.Κρέων ὅδ’ ὃν δέδορκας οἴχεται τέκνων

### 895.1

ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.

### 895.2

ΘΗ.Πῶς εἶπας;

### 896.1

ΟΙ.Οἷά περ πέπονθ’ ἀκήκοας.

### 896.2

ΘΗ.Οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν

### 896.3

πρὸς τούσδε βωμοὺς πάντ’ ἀναγκάσει λεὼν

### 896.4

ἄνιππον ἱππότην τε θυμάτων ἄπο

### unit_305.1

σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι

### unit_305.2

μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,

### unit_305.3

ὡς μὴ παρέλθως’ αἱ κόραι, γέλως δ’ ἐγὼ

### unit_305.4

ξένῳ γένωμαι τῷδε χειρωθεὶς βίᾳ;

### unit_305.5

ἴθ’, ὡς ἄνωγα, σὺν τάχει. Τοῦτον δ’ ἐγώ,

### 905.1

εἰ μὲν δι’ ὀργῆς ἧκον ἧς ὅδ’ ἄξιος,

### 905.2

ἄτρωτον οὐ μεθῆκ’ ἂν ἐξ ἐμῆς χερός·

### unit_307.1

νῦν δ’ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθ’ ἔχων,

### unit_307.2

τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.

### unit_307.3

Οὐ γάρ ποτ’ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν

### 910.1

κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων·

### 910.2

ἐπεὶ δέδρακας οὔτ’ ἐμοῦ καταξίως

### 910.3

οὔθ’ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός,

### 910.4

ὅστις δίκαι’ ἀσκοῦσαν εἰσελθὼν πόλιν

### 910.5

κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτ’ ἀφεὶς

### 915.1

τὰ τῆσδε τῆς γῆς κύρι’ ὧδ’ ἐπεισπεσὼν

### 915.2

ἄγεις θ’ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ·

### 915.3

καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ

### 915.4

ἔδοξας εἶναι, κἄμ’ ἴσον τῷ μηδενί.

### 915.5

Καίτοι σε Θῆβαί γ’ οὐκ ἐπαίδευσαν κακόν·

### 920.1

οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν,

### 920.2

οὐδ’ ἄν ς’ ἐπαινέσειαν, εἰ πυθοίατο

### 920.3

συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ

### 920.4

ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.

### 920.5

Οὔκουν ἔγωγ’ ἄν, σῆς ἐπεμβαίνων χθονός,

### 925.1

οὐδ’ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα,

### 925.2

ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς

### 925.3

οὔθ’ εἷλκον οὔτ’ ἂν ἦγον, ἀλλ’ ἠπιστάμην

### 925.4

ξένον παρ’ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.

### 925.5

Σὺ δ’ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν

### 930.1

τὴν αὐτὸς αὐτοῦ, καί ς’ ὁ πληθύων χρόνος

### 930.2

γέρονθ’ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.

### 930.3

Εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,

### 930.4

τὰς παῖδας ὡς τάχιστα δεῦρ’ ἄγειν τινά,

### 930.5

εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις

### 935

εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι

### unit_314.1

τῷ νῷ θ’ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.

### unit_314.2

ΧΟ.Ὁρᾷς ἵν’ ἥκεις, ὦ ξέν’; ὡς ἀφ’ ὧν μὲν εἶ

### unit_314.3

φαίνῃ δίκαιος, δρῶν δ’ ἐφευρίσκῃ κακά.

### unit_314.4

ΚΡ.Ἐγὼ οὔτ’ ἄνανδρον τήνδε τὴν πόλιν λέγω,

### 940.1

ὦ τέκνον Αἰγέως, οὔτ’ ἄβουλον, ὡς σὺ φῄς,

### 940.2

τοὔργον τόδ’ ἐξέπραξα, γιγνώσκων δ’ ὅτι

### 940.3

οὐδείς ποτ’ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι

### 940.4

ζῆλος ξυναίμων, ὥστ’ ἐμοῦ τρέφειν βίᾳ.

### 940.5

Ἤιδη δ’ ὁθούνεκ’ ἄνδρα καὶ πατροκτόνον

### 945.1

κἄναγνον οὐ δεξοίατ’, οὐδ’ ὅτῳ γάμοι

### 945.2

ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.

### 945.3

Τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον

### 945.4

ἐγὼ ξυνῄδη χθόνιον ὄνθ’, ὃς οὐκ ἐᾷ

### 945.5

τοιούσδ’ ἀλήτας τῇδ’ ὁμοῦ ναίειν πόλει·

### unit_317.1

ᾧ πίστιν ἴσχων τήνδ’ ἐχειρούμην ἄγραν.

### unit_317.2

Καὶ ταῦτ’ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς

### unit_317.3

αὐτῷ τ’ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·

### unit_317.4

ἀνθ’ ὧν πεπονθὼς ἠξίουν τάδ’ ἀντιδρᾶν·

### unit_317.5

θυμοῦ γὰρ οὐδέν ἐστι γῆρας ἄλλο πλὴν

### 955.1

θανεῖν· θανόντων δ’ οὐδὲν ἄλγος ἅπτεται.

### 955.2

Πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ

### 955.3

ἐρημία με, κεἰ δίκαι’ ὅμως λέγω,

### 955.4

σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως,

### 955.5

καὶ τηλικόσδ’ ὤν, ἀντιδρᾶν πειράσομαι.

### 960.1

ΟΙ.Ὦ λῆμ’ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,

### 960.2

πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;

### 960.3

ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς

### unit_320.1

τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας

### unit_320.2

ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον,

### 965.1

τάχ’ ἄν τι μηνίουσιν εἰς γένος πάλαι.

### 965.2

Ἐπεὶ καθ’ αὑτόν γ’ οὐκ ἂν ἐξεύροις ἐμοὶ

### 965.3

ἁμαρτίας ὄνειδος οὐδὲν ἀνθ’ ὅτου

### 965.4

τάδ’ εἰς ἐμαυτὸν τοὺς ἐμούς θ’ ἡμάρτανον.

### 965.5

Ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ

### 970.1

χρησμοῖσιν ἱκνεῖθ’ ὥστε πρὸς παίδων θανεῖν,

### 970.2

πῶς ἂν δικαίως τοῦτ’ ὀνειδίζοις ἐμοί,

### 970.3

ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,

### 970.4

οὐ μητρὸς εἶχον, ἀλλ’ ἀγέννητος τότ’ ἦ;

### 970.5

Εἰ δ’ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ’φάνην,

### 975.1

ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,

### 975.2

μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τ’ ἔδρων,

### 975.3

πῶς ἂν τό γ’ ἆκον πρᾶγμ’ ἂν εἰκότως ψέγοις;

### 975.4

Μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνῃ γάμους

### 975.5

οὔσης ὁμαίμου σῆς μ’ ἀναγκάζων λέγειν

### 980.1

οἵους ἐρῶ τάχ’· οὐ γὰρ οὖν σιγήσομαι,

### 980.2

σοῦ γ’ εἰς τόδ’ ἐξελθόντος ἀνόσιον στόμα.

### 980.3

Ἔτικτε γάρ μ’ ἔτικτεν, ὤμοι μοι κακῶν,

### 980.4

οὐκ εἰδότ’ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με

### 980.5

αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.

### 985.1

Ἀλλ’ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντ’ ἐμὲ

### 985.2

κείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νιν

### 985.3

ἄκων ἔγημα, φθέγγομαί τ’ ἄκων τάδε.

### 985.4

Ἀλλ’ οὐ γὰρ οὔτ’ ἐν τοῖσδ’ ἀκούσομαι κακὸς

### unit_326

γάμοισιν οὔθ’ οὓς αἰὲν ἐμφέρεις σύ μοι

### 990.1

φόνους πατρῴους ἐξονειδίζων πικρῶς.

### 990.2

Ἓν γάρ μ’ ἄμειψαι μοῦνον ὧν ς’ ἀνιστορῶ·

### 990.3

εἴ τίς σε τὸν δίκαιον αὐτίκ’ ἐνθάδε

### 990.4

κτείνοι παραστάς, πότερα πυνθάνοι’ ἂν εἰ

### 990.5

πατήρ ς’ ὁ καίνων, ἢ τίνοι’ ἂν εὐθέως;

### 995.1

Δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον

### 995.2

τίνοι’ ἄν, οὐδὲ τοὔνδικον περιβλέποις.

### 995.3

Τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά,

### 995.4

θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς

### 995.5

ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.

### unit_329.1

Σὺ δ’, εἶ γὰρ οὐ δίκαιος, ἀλλ’ ἅπαν καλὸν

### unit_329.2

λέγειν νομίζων, ῥητὸν ἄρρητόν τ’ ἔπος,

### unit_329.3

τοιαῦτ’ ὀνειδίζεις με τῶνδ’ ἐναντίον.

### unit_329.4

Καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,

### unit_329.5

καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·

### 1005.1

κᾆθ’ ὧδ’ ἐπαινῶν πολλὰ τοῦδ’ ἐκλανθάνῃ,

### 1005.2

ὁθούνεκ’ εἴ τις γῆ θεοὺς ἐπίσταται

### 1005.3

τιμαῖς σεβίζειν, ἥδε τοῦθ’ ὑπερφέρει·

### 1005.4

ἀφ’ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντ’ ἐμὲ

### 1005.5

αὐτόν τ’ ἐχειροῦ τὰς κόρας τ’ οἴχῃ λαβών.

### 1010.1

Ἀνθ’ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ

### 1010.2

καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς

### 1010.3

ἐλθεῖν ἀρωγοὺς ξυμμάχους 〈θ’〉, ἵν’ ἐκμάθῃς

### 1010.4

οἵων ὑπ’ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.

### 1010.5

ΧΟ.Ὁ ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ

### 1015.1

αὐτοῦ πανώλεις, ἄξιαι δ’ ἀμυναθεῖν.

### 1015.2

ΘΗ.Ἅλις λόγων· ὡς οἱ μὲν ἐξηρπασμένοι

### unit_333.1

σπεύδουσιν, ἡμεῖς δ’ οἱ παθόντες ἕσταμεν.

### unit_333.2

ΚΡ.Τί δῆτ’ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;

### unit_333.3

ΘΗ.Ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με

### 1020.1

χωρεῖν, ἵν’ εἰ μὲν ἐν τόποισι τοῖσδ’ ἔχεις

### 1020.2

τὰς παῖδας ἡμῶν, αὐτὸς ἐκδείξῃς ἐμοί·

### 1020.3

εἰ δ’ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν·

### 1020.4

ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε

### 1020.5

χώρας φυγόντες τῆσδ’ ἐπεύξωνται θεοῖς.

### 1025.1

Ἀλλ’ ἐξυφηγοῦ· γνῶθι δ’ ὡς ἔχων ἔχῃ

### 1025.2

καί ς’ εἷλε θηρῶνθ’ ἡ Τύχη· τὰ γὰρ δόλῳ

### 1025.3

τῷ μὴ δικαίῳ κτήματ’ οὐχὶ σῴζεται.

### 1025.4

Κοὐκ ἄλλον ἕξεις εἰς τόδ’· ὡς ἔξοιδά σε

### 1025.5

οὐ ψιλὸν οὐδ’ ἄσκευον ἐς τοσήνδ’ ὕβριν

### 1030.1

ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν,

### 1030.2

ἀλλ’ ἔσθ’ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε·

### 1030.3

ἃ δεῖ μ’ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν

### 1030.4

ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.

### 1030.5

Νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοι

### 1035.1

δοκεῖ λελέχθαι χὤτε ταῦτ’ ἐμηχανῶ;

### 1035.2

ΚΡ.Οὐδὲν σὺ μεμπτὸν ἐνθάδ’ ὢν ἐρεῖς ἐμοί·

### 1035.3

οἴκοι δὲ χἠμεῖς εἰσόμεσθ’ ἃ χρὴ ποεῖν.

### 1035.4

ΘΗ.Χωρῶν ἀπείλει νῦν· σὺ δ’ ἡμίν, Οἰδίπους,

### 1035.5

ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,

### 1040.1

ἢν μὴ θάνω ’γὼ πρόσθεν, οὐχὶ παύσομαι

### 1040.2

πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων.

### 1040.3

ΟΙ.Ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν

### unit_339.1

καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.

### unit_339.2

ΧΟ.Εἴην ὅθι δαΐωνStr. 1.

### 1045.1

ἀνδρῶν τάχ’ ἐπιστροφαὶ

### 1045.2

τὸν χαλκοβόαν Ἄρη

### 1045.3

μείξουσιν, ἢ πρὸς Πυθίαις,

### 1045.4

ἢ λαμπάσιν ἀκταῖς,

### unit_341.1

οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέλη

### unit_341.2

θνατοῖσιν ὧν καὶ χρυσέα

### unit_341.3

κλῂς ἐπὶ γλώσσᾳ βέβα‐

### unit_341.4

κε προσπόλων Εὐμολπιδᾶν·

### unit_341.5

ἔνθ’ οἶμαι τὸν ἐγρεμάχαν

### 1055.1

Θησέα καὶ τὰς διστόλους

### 1055.2

ἀδμῆτας ἀδελφὰς

### 1055.3

αὐτάρκει τάχ’ ἐμμείξειν βοᾷ

### 1055.4

τούσδ’ ἀνὰ χώρους·

### 1058

ἤ που τὸν ἐφέσπερονAnt. 1.

### 1060.1

πέτρας νιφάδος πελῶς’

### 1060.2

Οἰάτιδος ἐκ νομοῦ

### 1060.3

πώλοισιν ἢ ῥιμφαρμάτοις

### 1060.4

φεύγοντες ἁμίλλαις;

### 1065.1

Ἁλώσεται· δεινὸς ὁ προσχωρῶν Ἄρης,

### 1065.2

δεινὰ δὲ Θησειδᾶν ἀκμά.

### 1065.3

Πᾶς γὰρ ἀστράπτει χαλι‐

### 1065.4

νός, πᾶσα δ’ ὁρμᾶται κατὰ

### 1065.5

ἀμπυκτήρια 〈νεαρῶν〉

### 1070.1

ἄμβασις οἳ τὰν ἱππίαν

### 1070.2

τιμῶσιν Ἀθάναν

### 1070.3

καὶ τὸν πόντιον γαιάοχον

### unit_347.1

Ῥέας φίλον υἱόν.

### unit_347.2

Ἔρδους’ ἢ μέλλουσιν; ὡςStr. 2.

### 1075.1

προμνᾶταί τί μοι

### 1075.2

γνώμα τάχ’ ἀνσώσειν

### 1075.3

τὰν δεινὰ τλᾶσαν, δεινὰ δ’ εὑροῦ‐

### 1075.4

σαν πρὸς αὐθαίμων πάθη.

### 1075.5

Τελεῖ, τελεῖ Ζεύς τι κατ’ ἆμαρ·

### 1080.1

μάντις εἴμ’ ἐσθλῶν ἀγώνων.

### 1080.2

Εἴθ’ ἀελλαία ταχύρρωστος πελειὰς

### 1080.3

αἰθερίας νεφέλας

### 1080.4

κύρσαιμι τῶνδ’ ἀγώνων

### 1080.5

θεωρὸν θεῖσα τοὐμὸν ὄμμα.

### 1085.1

Ἰὼ Ζεῦ, πάνταρχε θεῶν,Ant. 2.

### 1085.2

παντόπτ’, ὤ, πόροις

### 1085.3

γᾶς τᾶσδε δαμούχοις

### 1085.4

σθένει ’πινικείῳ τὸν εὔ‐

### 1085.5

αγρον τελειῶσαι λόχον,

### 1090.1

σεμνά τε παῖς Παλλὰς Ἀθάνα.

### 1090.2

Καὶ τὸν ἀγρευτὰν Ἀπόλλω,

### 1090.3

καὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸν

### 1090.4

ὠκυπόδων ἐλάφων,

### 1090.5

στέργω διπλᾶς ἀρωγὰς

### 1095

μολεῖν γᾷ τᾷδε καὶ πολίταις.

### 1095.1

Ὦ ξεῖν’ ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖς

### 1095.2

ὡς ψευδόμαντις· τὰς κόρας γὰρ εἰσορῶ

### unit_354.1

τάσδ’ ἆσσον αὖθις ὧδε προσπολουμένας.

### unit_354.2

ΟΙ.Ποῦ ποῦ; τί φῄς; πῶς εἶπας;

### 1099

ΑΝ.Ὦ πάτερ, πάτερ,

### unit_356.1

τίς ἂν θεῶν σοι τόνδ’ ἄριστον ἄνδρ’ ἰδεῖν

### unit_356.2

δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι;

### unit_356.3

ΟΙ.Ὦ τέκνον, ἦ πάρεστον;

### 1102.1

ΑΝ.Αἵδε γὰρ χέρες

### 1102.2

Θησέως ἔσωσαν φιλτάτων τ’ ὀπαόνων.

### 1102.3

ΟΙ.Προσέλθετ’, ὦ παῖ, πατρί, καὶ τὸ μηδαμὰ

### 1105.1

ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε.

### 1105.2

ΑΝ.Αἰτεῖς ἃ τεύξῃ· σὺν πόθῳ γὰρ ἡ χάρις.

### 1105.3

ΟΙ.Ποῦ δῆτα, ποῦ ’στόν;

### 1107.1

ΑΝ.Αἵδ’ ὁμοῦ πελάζομεν.

### 1107.2

ΟΙ.Ὦ φίλτατ’ ἔρνη.

### 1108.1

ΑΝ.Τῷ τεκόντι πᾶν φίλον.

### 1108.2

ΟΙ.Ὦ σκῆπτρα φωτός.

### 1109

ΑΝ.Δυσμόρου γε δύσμορα.

### 1110.1

ΟΙ.Ἔχω τὰ φίλτατ’, οὐδ’ ἔτ’ ἂν πανάθλιος

### 1110.2

θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί.

### 1110.3

Ἐρείσατ’, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον

### 1110.4

ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον

### 1110.5

τοῦ πρόσθ’ ἐρήμου τοῦδε δυστήνου πλάνου.

### 1115

Καί μοι τὰ πραχθέντ’ εἴπαθ’ ὡς βράχιστ’, ἐπεὶ

### unit_364.1

ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος.

### unit_364.2

ΑΝ.Ὅδ’ ἔσθ’ ὁ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ,

### unit_364.3

καὶ σοί γε τοὔργον τοὐμὸν εἶτ’ ἔσται βραχύ.

### unit_364.4

ΟΙ.Ὦ ξεῖνε, μὴ θαύμαζε πρὸς τὸ λιπαρές,

### 1120.1

τέκν’ εἰ φανέντ’ ἄελπτα μηκύνω λόγον·

### 1120.2

ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι

### 1120.3

τέρψιν παρ’ ἄλλου μηδενὸς πεφασμένην.

### 1120.4

Σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν,

### 1120.5

καὶ σοὶ θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,

### 1125.1

αὐτῷ τε καὶ γῇ τῇδ’· ἐπεὶ τό γ’ εὐσεβὲς

### 1125.2

μόνοις παρ’ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ

### 1125.3

καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν·

### 1125.4

εἰδὼς δ’ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε·

### 1125.5

ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν,

### 1130.1

καί μοι χέρ’, ὦναξ, δεξιάν τ’ ὄρεξον ὡς

### 1130.2

ψαύσω φιλήσω τ’, εἰ θέμις, τὸ σὸν κάρα.

### 1130.3

Καίτοι τί φωνῶ; πῶς ς’ ἂν ἄθλιος γεγὼς

### 1130.4

θιγεῖν θελήσαιμ’ ἀνδρός, ᾧ τίς οὐκ ἔνι

### 1130.5

κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,

### 1135.1

οὐδ’ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶν

### 1135.2

μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.

### 1135.3

Σὺ δ’ αὐτόθεν μοι χαῖρε, καὶ τὰ λοιπά μου

### 1135.4

μέλου δικαίως, ὥσπερ ἐς τόδ’ ἡμέρας.

### 1135.5

ΘΗ.Οὔτ’ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,

### 1140.1

τέκνοισι τερφθεὶς τοῖσδε θαυμάσας ἔχω,

### 1140.2

οὐδ’ εἰ πρὸ τοὐμοῦ προὔλαβες τὰ τῶνδ’ ἔπη·

### 1140.3

βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει·

### 1140.4

οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν

### 1140.5

λαμπρὸν ποιεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.

### 1145.1

Δείκνυμι δ’· ὧν γὰρ ὤμος’ οὐκ ἐψευσάμην

### 1145.2

οὐδέν σε, πρέσβυ· τάσδε γὰρ πάρειμ’ ἄγων

### 1145.3

ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων.

### 1145.4

Χὤπως μὲν ἁγὼν οὗτος ᾑρέθη, τί δεῖ

### 1145.5

κομπεῖν ἅ γ’ εἴσῃ καὐτὸς ἐκ ταύταιν ξυνών;

### unit_371.1

Λόγος δ’ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ

### unit_371.2

στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ

### unit_371.3

σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι·

### unit_371.4

πρᾶγος δ’ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών.

### unit_371.5

ΟΙ.Τί δ’ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με,

### 1155.1

ὡς μὴ εἰδότ’ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνῃ.

### 1155.2

ΘΗ.Φασίν τιν’ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν

### 1155.3

οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως

### 1155.4

βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρ’ ᾧ

### 1155.5

θύων ἔκυρον, ἡνίχ’ ὡρμώμην ἐγώ.

### 1160.1

ΟΙ.Ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι;

### 1160.2

ΘΗ.Οὐκ οἶδα πλὴν ἕν· σοῦ γάρ, ὡς λέγουσί μοι,

### 1160.3

βραχύν τιν’ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων.

### 1160.4

ΟΙ.Ποῖόν τιν’; οὐ γὰρ ἥδ’ ἕδρα σμικροῦ λόγου.

### 1160.5

ΘΗ.Σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μολόντ’

### 1165.1

αἰτεῖν ἀπελθεῖν 〈τ’〉 ἀσφαλῶς τῆς δεῦρ’ ὁδοῦ.

### 1165.2

ΟΙ.Τίς δῆτ’ ἂν εἴη τήνδ’ ὁ προσθακῶν ἕδραν;

### 1165.3

ΘΗ.Ὅρα κατ’ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς

### 1165.4

ἔσθ’, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν.

### 1165.5

ΟΙ.Ὦ φίλτατε, σχὲς οὗπερ εἶ.

### 1169

ΘΗ.Τί δ’ ἔστι σοι;

### 1170

ΟΙ.Μή μου δεηθῇς—

### 1170.1

ΘΗ.Πράγματος ποίου; λέγε.

### 1170.2

ΟΙ.Ἔξοιδ’ ἀκούων τῶνδ’ ὅς ἐσθ’ ὁ προστάτης.

### 1170.3

ΘΗ.Καὶ τίς ποτ’ ἐστίν, ὅν γ’ ἐγὼ ψέξαιμί τι;

### 1170.4

ΟΙ.Παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ

### 1170.5

ἄλγιστ’ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.

### 1175.1

ΘΗ.Τί δ’; οὐκ ἀκούειν ἔστι, καὶ μὴ δρᾶν ἃ μὴ

### 1175.2

χρῄζεις; τί σοι τοῦτ’ ἐστὶ λυπηρὸν κλύειν;

### 1175.3

ΟΙ.Ἔχθιστον, ὦναξ, φθέγμα τοῦθ’ ἥκει πατρί·

### 1175.4

καὶ μή μ’ ἀνάγκῃ προσβάλῃς τάδ’ εἰκαθεῖν.

### 1175.5

ΘΗ.Ἀλλ’ εἰ τὸ θάκημ’ ἐξαναγκάζει, σκόπει,

### 1180.1

μή σοι πρόνοι’ ᾖ τοῦ θεοῦ φυλακτέα.

### 1180.2

ΑΝ.Πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.

### 1180.3

Τὸν ἄνδρ’ ἔασον τόνδε τῇ θ’ αὑτοῦ φρενὶ

### 1180.4

χάριν παρασχεῖν τῷ θεῷ θ’ ἃ βούλεται,

### 1180.5

καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν.

### 1185.1

Οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει

### 1185.2

γνώμης, ἃ μή σοι συμφέροντα λέξεται.

### unit_381.1

Λόγων δ’ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶς

### unit_381.2

ηὑρημέν’ ἔργα τῷ λόγῳ μηνύεται.

### unit_381.3

Ἔφυσας αὐτόν· ὥστε μηδὲ δρῶντά σε

### 1190.1

τὰ τῶν κακίστων δυσσεβέστατ’, ὦ πάτερ,

### 1190.2

θέμις σέ γ’ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς.

### 1190.3

Ἄλλαι γονεῦσι χἀτέροις γοναὶ κακαὶ

### 1190.4

καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι

### 1190.5

φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν.

### 1195.1

Σὺ δ’ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει,

### 1195.2

πατρῷα καὶ μητρῷα πήμαθ’ ἅπαθες·

### 1195.3

κἂν κεῖνα λεύσσῃς, οἶδ’ ἐγώ, γνώσῃ κακοῦ

### 1195.4

θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται.

### 1195.5

Ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα,

### unit_384.1

τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος.

### unit_384.2

Ἀλλ’ ἡμὶν εἶκε· λιπαρεῖν γὰρ οὐ καλὸν

### unit_384.3

δίκαια προσχρῄζουσιν, οὐδ’ αὐτὸν μὲν εὖ

### unit_384.4

πάσχειν, παθόντα δ’ οὐκ ἐπίστασθαι τίνειν.

### unit_384.5

ΟΙ.Τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με

### 1205.1

λέγοντες· ἔστω δ’ οὖν ὅπως ὑμῖν φίλον.

### 1205.2

Μόνον, ξέν’, εἴπερ κεῖνος ὧδ’ ἐλεύσεται,

### 1205.3

μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε.

### 1205.4

ΘΗ.Ἅπαξ τὰ τοιαῦτ’, οὐχὶ δὶς χρῄζω κλύειν,

### 1205.5

ὦ πρέσβυ. Κομπεῖν δ’ οὐχὶ βούλομαι· σὺ δ’ ὢν

### 1210.1

σῶς ἴσθ’, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν.

### 1210.2

ΧΟ.Ὅστις τοῦ πλέονος μέρουςStr.

### 1210.3

χρῄζει τοῦ μετρίου παρεὶς

### 1210.4

ζώειν, σκαιοσύναν φυλάσ‐

### 1210.5

σων ἐν ἐμοὶ κατάδηλος ἔσται.

### 1215.1

Ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ

### 1215.2

ἁμέραι κατέθεντο δὴ

### 1215.3

λύπας ἐγγυτέρω, τὰ τέρ‐

### 1215.4

ποντα δ’ οὐκ ἂν ἴδοις ὅπου,

### 1215.5

ὅταν τις ἐς πλέον πέσῃ

### 1220.1

τοῦ δέοντος· ὁ δ’ ἐπίκουρος ἰσοτέλεστος,

### 1220.2

Ἄϊδος ὅτε Μοῖρ’ ἀνυμέναιος

### 1220.3

ἄλυρος ἄχορος ἀναπέφηνε,

### 1220.4

θάνατος ἐς τελευτάν.

### 1223

Μὴ φῦναι τὸν ἅπαντα νι‐Ant.

### 1225.1

κᾷ λόγον· τὸ δ’, ἐπεὶ φανῇ,

### 1225.2

βῆναι κεῖθεν ὅθεν περ ἥ‐

### 1225.3

κει, πολὺ δεύτερον, ὡς τάχιστα.

### 1229

Ὡς εὖτ’ ἂν τὸ νέον παρῇ

### 1230.1

κούφας ἀφροσύνας φέρον,

### 1230.2

τίς πλάγχθη πολὺ μόχθος ἔ‐

### 1230.3

ξω; τίς οὐ καμάτων ἔνι;

### 1234

φόνοι, στάσεις, ἔρις, μάχαι

### 1235.1

καὶ φθόνος· τό τε κατάμεμπτον ἐπιλέλογχε

### 1235.2

πύματον ἀκρατὲς ἀπροσόμιλον

### 1235.3

γῆρας ἄφιλον, ἵνα πρόπαντα

### unit_395.1

κακὰ κακῶν ξυνοικεῖ.

### unit_395.2

Ἐν ᾧ τλάμων ὅδ’, οὐκ ἐγὼ μόνος,Ep.

### 1240.1

πάντοθεν βόρειος ὥς τις ἀκτὰ

### 1240.2

κυματοπλὴξ χειμερία κλονεῖται,

### 1240.3

ὣς καὶ τόνδε κατ’ ἄκρας

### 1240.4

δειναὶ κυματοαγεῖς

### 1240.5

ἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι,

### 1245.1

αἱ μὲν ἀπ’ ἀελίου δυσμᾶν,

### 1245.2

αἱ δ’ ἀνατέλλοντος,

### 1245.3

αἱ δ’ ἀνὰ μέσσαν ἀκτῖν’,

### 1245.4

αἱ δ’ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν.

### 1248

ΑΝ.Καὶ μὴν ὅδ’ ἡμῖν, ὡς ἔοικεν, ὁ ξένος

### unit_399.1

ἀνδρῶν γε μοῦνος, ὦ πάτερ, δι’ ὄμματος

### unit_399.2

ἀστακτὶ λείβων δάκρυον ὧδ’ ὁδοιπορεῖ.

### unit_399.3

ΟΙ.Τίς οὗτος;

### 1252.1

ΑΝ.Ὅνπερ καὶ πάλαι κατείχομεν

### 1252.2

γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε.

### 1252.3

ΠΟΛΥΝΕΙΚΗΣ

### 1254

Οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰ

### 1255.1

πρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδ’ ὁρῶν

### 1255.2

πατρὸς γέροντος; ὃν ξένης ἐπὶ χθονὸς

### 1255.3

σὺν σφῷν ἐφηύρηκ’ ἐνθάδ’ ἐκβεβλημένον

### 1255.4

ἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴς

### 1255.5

γέρων γέροντι συγκατῴκηκεν πίνος

### 1260

πλευρὰν μαραίνων, κρατὶ δ’ ὀμματοστερεῖ

### unit_404.1

κόμη δι’ αὔρας ἀκτένιστος ᾄσσεται·

### unit_404.2

ἀδελφὰ δ’, ὡς ἔοικε, τούτοισιν φορεῖ

### unit_404.3

τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια.

### unit_404.4

Ἁγὼ πανώλης ὄψ’ ἄγαν ἐκμανθάνω·

### 1265.1

καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς

### 1265.2

ταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ’ξ ἄλλων πύθῃ.

### 1265.3

Ἀλλ’ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων

### 1265.4

Αἰδὼς ἐπ’ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ,

### 1265.5

παρασταθήτω· τῶν γὰρ ἡμαρτημένων

### 1270.1

ἄκη μὲν ἔστι, προσφορὰ δ’ οὐκ ἔστ’ ἔτι.

### 1270.2

Τί σιγᾷς;

### 1270.3

Φώνησον, ὦ πάτερ, τι· μή μ’ ἀποστραφῇς·

### 1270.4

οὐδ’ ἀνταμείβῃ μ’ οὐδέν, ἀλλ’ ἀτιμάσας

### 1270.5

πέμψεις ἄναυδος, οὐδ’ ἃ μηνίεις φράσας;

### 1275.1

Ὦ σπέρματ’ ἀνδρὸς τοῦδ’, ἐμαὶ δ’ ὁμαίμονες,

### 1275.2

πειράσατ’ ἀλλ’ ὑμεῖς γε κινῆσαι πατρὸς

### 1275.3

τὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα,

### 1275.4

ὡς μή μ’ ἄτιμον, τοῦ θεοῦ γε προστάτην,

### 1275.5

οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος.

### 1280.1

ΑΝ.Λέγ’, ὦ ταλαίπωρ’, αὐτὸς ὧν χρείᾳ πάρει·

### 1280.2

τὰ πολλὰ γάρ τοι ῥήματ’ ἢ τέρψαντά τι

### 1280.3

ἢ δυσχεράναντ’ ἢ κατοικτίσαντά πως

### 1280.4

παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.

### 1280.5

ΠΟ.Ἀλλ’ ἐξερῶ· καλῶς γὰρ ἐξηγῇ σύ μοι·

### 1285.1

πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος

### 1285.2

ἀρωγόν, ἔνθεν μ’ ὧδ’ ἀνέστησεν μολεῖν

### 1285.3

ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ

### 1285.4

λέξαι τ’ ἀκοῦσαί τ’ ἀσφαλεῖ σὺν ἐξόδῳ.

### 1285.5

Καὶ ταῦτ’ ἀφ’ ὑμῶν, ὦ ξένοι, βουλήσομαι

### 1290.1

καὶ ταῖνδ’ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί·

### 1290.2

ἃ δ’ ἦλθον ἤδη σοι θέλω λέξαι, πάτερ.

### 1290.3

Γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς,

### 1290.4

τοῖς σοῖς πανάρχοις οὕνεκ’ ἐνθακεῖν θρόνοις

### 1290.5

γονῇ πεφυκὼς ἠξίουν γεραιτέρᾳ.

### 1295.1

Ἀνθ’ ὧν μ’ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος,

### 1295.2

γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ,

### 1295.3

οὔτ’ εἰς ἔλεγχον χειρὸς οὐδ’ ἔργου μολών,

### 1295.4

πόλιν δὲ πείσας· ὧν ἐγὼ μάλιστα μὲν

### 1295.5

τὴν σὴν Ἐρινὺν αἰτίαν εἶναι λέγω·

### unit_412.1

ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω.

### unit_412.2

Ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν,

### unit_412.3

λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας

### unit_412.4

ἔστης’ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας

### unit_412.5

πρῶτοι καλοῦνται καὶ τετίμηνται δορί,

### 1305.1

ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον

### 1305.2

ξὺν τοῖσδ’ ἀγείρας ἢ θάνοιμι πανδίκως

### 1305.3

ἢ τοὺς τάδ’ ἐκπράξαντας ἐκβάλοιμι γῆς.

### 1305.4

Εἶεν· τί δῆτα νῦν ἀφιγμένος κυρῶ;

### 1305.5

σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων

### 1310.1

αὐτός τ’ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν,

### 1310.2

οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε

### 1310.3

λόγχαις τὸ Θήβης πεδίον ἀμφεστᾶσι πᾶν·

### 1310.4

οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν

### 1310.5

δόρει κρατύνων, πρῶτα δ’ οἰωνῶν ὁδοῖς·

### 1315.1

ὁ δεύτερος δ’ Αἰτωλός, Οἰνέως τόκος,

### 1315.2

Τυδεύς· τρίτος δ’ Ἐτέοκλος, Ἀργεῖος γεγώς·

### 1315.3

τέταρτον Ἱππομέδοντ’ ἀπέστειλεν πατὴρ

### 1315.4

Ταλαός· ὁ πέμπτος δ’ εὔχεται κατασκαφῇ

### unit_416

Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί·

### 1320.1

ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται,

### 1320.2

ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ

### 1320.3

μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος·

### 1320.4

ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ

### 1320.5

πότμου φυτευθείς, σός γέ τοι καλούμενος,

### 1325.1

ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν.

### 1325.2

Οἵ ς’ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ,

### 1325.3

ἱκετεύομεν ξύμπαντες, ἐξαιτούμενοι

### 1325.4

μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ

### 1325.5

τῷδ’ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν,

### 1330.1

ὅς μ’ ἐξέωσεν κἀπεσύλησεν πάτρας.

### 1330.2

Εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων,

### 1330.3

οἷς ἂν σὺ προσθῇ, τοῖσδ’ ἔφασκ’ εἶναι κράτος.

### 1330.4

Πρός νύν σε κρηνῶν, πρὸς θεῶν ὁμογνίων

### 1330.5

αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ

### 1335.1

πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ·

### 1335.2

ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τε

### 1335.3

κἀγώ, τὸν αὐτὸν δαίμον’ ἐξειληχότες.

### 1335.4

Ὁ δ’ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ,

### 1335.5

κοινῇ καθ’ ἡμῶν ἐγγελῶν ἁβρύνεται·

### 1340.1

ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσῃ φρενί,

### 1340.2

βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ.

### 1340.3

Ὥστ’ ἐν δόμοισι τοῖσι σοῖς στήσω ς’ ἄγων,

### 1340.4

στήσω δ’ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ.

### 1340.5

Καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι

### 1345.1

κομπεῖν, ἄνευ σοῦ δ’ οὐδὲ σωθῆναι σθένω.

### 1345.2

ΧΟ.Τὸν ἄνδρα, τοῦ πέμψαντος οὕνεκ’, Οἰδίπους,

### unit_423.1

εἰπὼν ὁποῖα ξύμφορ’ ἔκπεμψαι πάλιν.

### unit_423.2

ΟΙ.Ἀλλ’ εἰ μέν, ἄνδρες τῆσδε δημοῦχοι χθονός,

### unit_423.3

μὴ ’τύγχαν’ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ

### unit_424.1

Θησεύς, δικαιῶν ὥστ’ ἐμοῦ κλύειν λόγους,

### unit_424.2

οὔ τἄν ποτ’ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο·

### unit_424.3

νῦν δ’ ἀξιωθεὶς εἶσι κἀκούσας γ’ ἐμοῦ

### unit_424.4

τοιαῦθ’ ἃ τὸν τοῦδ’ οὔποτ’ εὐφρανεῖ βίον·

### unit_424.5

ὅς γ’, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων,

### 1355.1

ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει,

### 1355.2

τὸν αὐτὸς αὐτοῦ πατέρα τόνδ’ ἀπήλασας,

### 1355.3

κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν,

### 1355.4

ἃς νῦν δακρύεις εἰσορῶν, ὅτ’ ἐν πόνῳ

### 1355.5

ταὐτῷ βεβηκὼς τυγχάνεις ἄκων ἐμοί.

### 1360.1

Οὐ κλαυστὰ δ’ ἐστίν, ἀλλ’ ἐμοὶ μὲν οἰστέα

### 1360.2

τάδ’, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος·

### 1360.3

σὺ γάρ με μόχθῳ τῷδ’ ἔθηκας ἔντροφον,

### 1360.4

σύ μ’ ἐξέωσας, ἐκ σέθεν δ’ ἀλώμενος

### 1360.5

ἄλλους ἐπαιτῶ τὸν καθ’ ἡμέραν βίον.

### 1365.1

Εἰ δ’ ἐξέφυσα τάσδε μὴ ’μαυτῷ τροφοὺς

### 1365.2

τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος·

### 1365.3

νῦν δ’ αἵδε μ’ ἐκσῴζουσιν, αἵδ’ ἐμαὶ τροφοί,

### 1365.4

αἵδ’ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν·

### 1365.5

ὑμεῖς δ’ ἀπ’ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.

### 1370.1

Τοιγάρ ς’ ὁ δαίμων εἰσορᾷ μέν, —οὔ τί πω

### 1370.2

ὡς αὐτίκ’, εἴπερ οἵδε κινοῦνται λόχοι

### 1370.3

πρὸς ἄστυ Θήβης. Οὐ γὰρ ἔσθ’ ὅπως πόλιν

### unit_429.1

κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι

### unit_429.2

πεσῇ μιανθεὶς χὠ ξύναιμος ἐξ ἴσου.

### 1375.1

Τοιάσδ’ Ἀρὰς σφῷν πρόσθε τ’ ἐξανῆκ’ ἐγώ,

### 1375.2

νῦν τ’ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί,

### 1375.3

ἵν’ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν,

### 1375.4

καὶ μὴ ’ξατιμάζητον, εἰ τυφλοῦ πατρὸς

### 1375.5

τοιώδ’ ἔφυτον· αἵδε γὰρ τάδ’ οὐκ ἔδρων.

### 1380.1

Τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους

### 1380.2

κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος

### 1380.3

Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις.

### 1380.4

Σὺ δ’ ἔρρ’ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ,

### 1380.5

κακῶν κάκιστε, τάσδε συλλαβὼν Ἀράς,

### 1385.1

ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου

### 1385.2

δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε

### 1385.3

τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ

### 1385.4

θανεῖν κτανεῖν θ’ ὑφ’ οὗπερ ἐξελήλασαι.

### 1385.5

Τοιαῦτ’ ἀρῶμαι, καὶ καλῶ τοῦ Ταρτάρου

### 1390.1

στυγνὸν τὸ πρῶτον ἔρεβος, ὥς ς’ ἀποικίσῃ,

### 1390.2

καλῶ δὲ τάσδε δαίμονας, καλῶ δ’ Ἄρη

### 1390.3

τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.

### 1390.4

Καὶ ταῦτ’ ἀκούσας στεῖχε κἀξάγγελλ’ ἰὼν

### 1390.5

καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θ’ ἅμα

### 1395.1

πιστοῖσι συμμάχοισιν, οὕνεκ’ Οἰδίπους

### 1395.2

τοιαῦτ’ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.

### 1395.3

ΧΟ.Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς

### 1395.4

ξυνήδομαί σοι, νῦν τ’ ἴθ’ ὡς τάχος πάλιν.

### 1395.5

ΠΟ.Οἴμοι κελεύθου τῆς τ’ ἐμῆς δυσπραξίας,

### unit_435.1

οἴμοι δ’ ἑταίρων· οἷον ἆρ’ ὁδοῦ τέλος

### unit_435.2

Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ,

### unit_435.3

τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι

### unit_435.4

ἔξεσθ’ ἑταίρων, οὐδ’ ἀποστρέψαι πάλιν,

### unit_435.5

ἀλλ’ ὄντ’ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.

### 1405.1

Ὦ τοῦδ’ ὅμαιμοι παῖδες, ἀλλ’ ὑμεῖς, ἐπεὶ

### 1405.2

τὰ σκληρὰ πατρὸς κλύετε τοῦδ’ ἀρωμένου,

### 1405.3

μή τοί με πρὸς θεῶν σφώ γ’, ἐὰν αἱ τοῦδ’ ἀραὶ

### 1405.4

πατρὸς τελῶνται καί τις ὑμὶν ἐς δόμους

### 1405.5

νόστος γένηται, μή μ’ ἀτιμάσητέ γε,

### 1410.1

ἀλλ’ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν.

### 1410.2

Καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον

### 1410.3

τοῦδ’ ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα

### 1410.4

ἔτ’ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας.

### 1410.5

ΑΝ.Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.

### 1415.1

ΠΟ.Ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε.

### 1415.2

ΑΝ.Στρέψαι στράτευμ’ ἐς Ἄργος ὡς τάχιστά γε,

### 1415.3

καὶ μὴ σέ τ’ αὐτὸν καὶ πόλιν διεργάσῃ.

### 1415.4

ΠΟ.Ἀλλ’ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλιν

### 1415.5

στράτευμ’ ἄγοιμι ταὐτὸν εἰσάπαξ τρέσας;

### 1420.1

ΑΝ.Τί δ’ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι

### 1420.2

πάτραν κατασκάψαντι κέρδος ἔρχεται;

### 1420.3

ΠΟ.Αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντ’ ἐμὲ

### 1420.4

οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα.

### 1420.5

ΑΝ.Ὁρᾷς τὰ τοῦδ’ οὖν ὥς 〈σ’〉 ἐς ὀρθὸν ἐκφέρει

### 1425

μαντεύμαθ’ ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ;

### unit_441.1

ΠΟ.Χρῄζει γάρ· ἡμῖν δ’ οὐχὶ συγχωρητέα.

### unit_441.2

ΑΝ.Οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύων

### unit_441.3

τὰ τοῦδ’ ἕπεσθαι τἀνδρός, οἷ’ ἐθέσπισεν;

### unit_441.4

ΠΟ.Οὐδ’ ἀγγελοῦμεν φλαῦρ’· ἐπεὶ στρατηλάτου

### 1430.1

χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν.

### 1430.2

ΑΝ.Οὕτως ἄρ’, ὦ παῖ, ταῦτά σοι δεδογμένα;

### 1430.3

ΠΟ.Καὶ μή μ’ ἐπίσχῃς γ’· ἀλλ’ ἐμοὶ μὲν ἥδ’ ὁδὸς

### 1430.4

ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ

### 1430.5

πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδ’ Ἐρινύων.

### 1435.1

Σφῷν δ’ εὐοδοίη Ζεύς, τάδ’ εἰ θανόντι μοι

### 1435.2

τελεῖτ’, ἐπεὶ οὔ μοι ζῶντί γ’ αὖθις ἕξετον.

### 1435.3

Μέθεσθε δ’ ἤδη, χαίρετόν τ’· οὐ γάρ μ’ ἔτι

### 1435.4

βλέποντ’ ἐσόψεσθ’ αὖθις.

### 1438.1

ΑΝ.Ὦ τάλαιν’ ἐγώ.

### 1438.2

ΠΟ.Μή τοί μ’ ὀδύρου.

### 1439

ΑΝ.Καὶ τίς ἄν ς’ ὁρμώμενον

### 1440.1

εἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι;

### 1440.2

ΠΟ.Εἰ χρή, θανοῦμαι.

### 1441.1

ΑΝ.Μὴ σύ γ’, ἀλλ’ ἐμοὶ πιθοῦ.

### 1441.2

ΠΟ.Μὴ πεῖθ’ ἃ μὴ δεῖ.

### 1442.1

ΑΝ.Δυστάλαινά τἄρ’ ἐγώ,

### 1442.2

εἴ σου στερηθῶ.

### 1443.1

ΠΟ.Ταῦτα δ’ ἐν τῷ δαίμονι

### 1443.2

καὶ τῇδε φῦναι χἀτέρᾳ. Σφῷν δ’ οὖν ἐγὼ

### 1445

θεοῖς ἀρῶμαι μή ποτ’ ἀντῆσαι κακῶν·

### unit_451

ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.

### 1448.1

ΧΟ.Νέα τάδε νεόθεν ἦλθέ μοιStr. 1.

### 1448.2

βαρύποτμά 〈τινα〉 κακὰ παρ’ ἀλαοῦ ξένου,

### unit_453.1

εἴ τι μοῖρα μὴ κιγχάνει.

### unit_453.2

Ματᾶν γὰρ οὐδὲν ἀξίω‐

### unit_453.3

μα δαιμόνων ἔχω φράσαι.

### unit_453.4

Ὁρᾷ, ὁρᾷ ταῦτ’ ἀεὶ

### unit_453.5

Χρόνος, ἐπ’ 〈ἔτ〉ει μὲν ἕτερα,

### 1455.1

τὰ δὲ π〈αρ〉’ ἦμαρ αὖθις αὔξων ἄνω.

### 1455.2

Ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ.

### 1455.3

ΟΙ.Ὦ τέκνα, τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,

### 1455.4

τὸν πάντ’ ἄριστον δεῦρο Θησέα πόροι;

### 1455.5

ΑΝ.Πάτερ, τί δ’ ἐστὶ τἀξίωμ’ ἐφ’ ᾧ καλεῖς;

### 1460.1

ΟΙ.Διὸς πτερωτὸς ἥδε μ’ αὐτίκ’ ἄξεται

### 1460.2

βροντὴ πρὸς Ἅιδην· ἀλλὰ πέμψαθ’ ὡς τάχος.

### 1461.1

ΧΟ.Ἴδε μάλα μέγας ἐρείπεταιAnt. 1.

### 1461.2

κτύπος ἄφατος ὅδε διόβολος· ἐς δ’ ἄκραν

### 1465.1

δεῖμ’ ὑπῆλθε κρατὸς φόβαν.

### 1465.2

Ἔπτηξα θυμόν· οὐράνια

### 1465.3

γὰρ ἀστραπὰ φλέγει πάλιν.

### 1465.4

Τί μὰν ἀφήσει τέλος;

### 1465.5

δέδια τόδ’· οὐ γὰρ ἅλιον

### 1470.1

ἀφορμᾷ ποτ’, οὐκ ἄνευ ξυμφορᾶς.

### 1470.2

Ὦ μέγας αἰθήρ, ὦ Ζεῦ.

### 1470.3

ΟΙ.Ὦ παῖδες, ἥκει τῷδ’ ἐπ’ ἀνδρὶ θέσφατος

### unit_459.1

βίου τελευτή, κοὐκέτ’ ἔστ’ ἀποστροφή.

### unit_459.2

ΑΝ.Πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις;

### 1475.1

ΟΙ.Καλῶς κάτοιδ’· ἀλλ’ ὡς τάχιστά μοι μολὼν

### 1475.2

ἄνακτα χώρας τῆσδέ τις πορευσάτω.

### 1478.1

ΧΟ.Ἔα ἔα, ἰδοὺ μάλ’ αὖθις ἀμφίσταταιStr. 2.

### 1478.2

διαπρύσιος ὄτοβος.

### 1480.1

Ἵλαος, ὦ δαίμων, ἵλαος, εἴ τι γᾷ

### 1480.2

ματέρι τυγχάνεις ἀφεγγὲς φέρων.

### 1480.3

Ἐναισίου δὲ σοῦ τύχοι‐

### 1480.4

μι, μηδ’ ἄλαστον ἄνδρ’ ἰδὼν

### 1480.5

ἀκερδῆ χάριν μετάσχοιμί πως·

### 1485.1

Ζεῦ ἄνα, σοὶ φωνῶ.

### 1485.2

ΟΙ.Ἆρ’ ἐγγὺς ἁνήρ; ἆρ’ ἔτ’ ἐμψύχου, τέκνα,

### 1485.3

κιχήσεταί μου καὶ κατορθοῦντος φρένα;

### 1485.4

ΑΝ.Τί δ’ ἂν θέλοις τὸ πιστὸν ἐμφῦσαι φρενί;

### 1485.5

ΟΙ.Ἀνθ’ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν

### 1490

δοῦναί σφιν ἥνπερ τυγχάνων ὑπεσχόμην.

### 1490.1

ΧΟ.Ἰὼ 〈ἰώ〉, παῖ, βᾶθι, βᾶθ’, – – –Ant. 2.

### 1490.2

εἴτ’ ἄκρον ἐπὶ γύαλον

### 1494

ἐναλίῳ Ποσειδαονίῳ θεῷ

### 1495.1

βούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ.

### 1495.2

Ὁ γὰρ ξένος σε καὶ πόλισ‐

### 1495.3

μα καὶ φίλους ἐπαξιοῖ

### 1495.4

δικαίαν χάριν παρασχεῖν παθών.

### 1495.5

〈Σπεῦσον〉, ἄϊσς’, ὦναξ.

### unit_468.1

ΘΗ.Τίς αὖ παρ’ ὑμῶν κοινὸς ἠχεῖται κτύπος

### unit_468.2

σαφὴς μὲν αὐτῶν, ἐμφανὴς δὲ τοῦ ξένου;

### unit_468.3

μή τις Διὸς κεραυνός, ἤ τις ὀμβρία

### unit_468.4

χάλαζ’ ἐπιρράξασα; πάντα γὰρ θεοῦ

### unit_468.5

τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.

### 1505.1

ΟΙ.Ἄναξ, ποθοῦντι προὐφάνης, καί σοι θεῶν

### 1505.2

τύχην τις ἐσθλὴν τῆσδ’ ἔθηκε τῆς ὁδοῦ.

### 1505.3

ΘΗ.Τί δ’ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ;

### 1505.4

ΟΙ.Ῥοπὴ βίου μοι· καί ς’ ἅπερ ξυνῄνεσα

### 1505.5

θέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν.

### 1510.1

ΘΗ.Ἐν τῷ δὲ κεῖσαι τοῦ μόρου τεκμηρίῳ;

### 1510.2

ΟΙ.Αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι,

### 1510.3

ψεύδοντες οὐδὲν σημάτων προκειμένων.

### 1510.4

ΘΗ.Πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε;

### 1510.5

ΟΙ.Αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε

### 1515.1

στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη.

### 1515.2

ΘΗ.Πείθεις με· πολλὰ γάρ σε θεσπίζονθ’ ὁρῶ

### 1515.3

κοὐ ψευδόφημα· χὤ τι χρὴ ποεῖν λέγε.

### 1515.4

ΟΙ.Ἐγὼ διδάξω, τέκνον Αἰγέως, ἃ σοὶ

### 1515.5

γήρως ἄλυπα σῇ τε κείσεται πόλει.

### 1520

Χῶρον μὲν αὐτὸς αὐτίκ’ ἐξηγήσομαι,

### unit_473.1

ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν.

### unit_473.2

Τοῦτον δὲ φράζε μή ποτ’ ἀνθρώπων τινὶ

### unit_473.3

μήθ’ οὗ κέκευθε μήτ’ ἐν οἷς κεῖται τόποις,

### unit_473.4

ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε

### 1525.1

δορός τ’ ἐπακτοῦ γειτόνων ἀεὶ τιθῇ.

### 1525.2

Ἃ δ’ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ

### 1525.3

αὐτὸς μαθήσῃ, κεῖς’ ὅταν μόλῃς, μόνος·

### 1525.4

ὡς οὔτ’ ἂν ἀστῶν τῶνδ’ ἂν ἐξείποιμί τῳ,

### 1525.5

οὔτ’ ἂν τέκνοισι τοῖς ἐμοῖς στέργων ὅμως.

### 1530.1

Ἀλλ’ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος

### 1530.2

τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ

### 1530.3

σήμαιν’, ὃ δ’ αἰεὶ τὠπιόντι δεικνύτω.

### 1530.4

Χοὔτως ἀδῇον τήνδ’ ἐνοικήσεις πόλιν

### 1530.5

σπαρτῶν ἀπ’ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις,

### 1535.1

κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν·

### 1535.2

θεοὶ γὰρ εὖ μέν, ὀψὲ δ’ εἰσορῶς’, ὅταν

### 1535.3

τὰ θεῖ’ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ·

### 1535.4

ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν.

### 1535.5

Τὰ μὲν τοιαῦτ’ οὖν εἰδότ’ ἐκδιδάσκομεν.

### 1540.1

Χῶρον δ’, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν,

### 1540.2

στείχωμεν ἤδη, μηδ’ ἔτ’ ἐντρεπώμεθα.

### 1540.3

Ὦ παῖδες, ὧδ’ ἕπεσθ’· ἐγὼ γὰρ ἡγεμὼν

### 1540.4

σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί.

### 1540.5

Χωρεῖτε, καὶ μὴ ψαύετ’, ἀλλ’ ἐᾶτέ με

### 1545.1

αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν ἵνα

### 1545.2

μοῖρ’ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί.

### 1545.3

Τῇδ’, ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μ’ ἄγει

### unit_479.1

Ἑρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός.

### unit_479.2

Ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτ’ ἦσθ’ ἐμόν,

### unit_480.1

νῦν δ’ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας·

### unit_480.2

ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον

### unit_480.3

κρύψων παρ’ Ἅιδην. Ἀλλά, φίλτατε ξένων,

### unit_480.4

αὐτός τε χώρα θ’ ἥδε πρόσπολοί τε σοὶ

### unit_480.5

εὐδαίμονες γένοισθε, κἀπ’ εὐπραξίᾳ

### 1555

μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.

### 1555.1

ΧΟ.Εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸνStr.

### 1555.2

καὶ σὲ λιταῖς σεβίζειν,

### 1555.3

ἐννυχίων ἄναξ,

### 1555.4

Αἰδωνεῦ Αἰδωνεῦ, λίσσομαι

### 1560.1

μὴ ’πιπόνῳ μήτ’ ἐπὶ βαρυαχεῖ

### 1560.2

ξένον ἐξανύσαι

### 1560.3

μόρῳ τὰν παγκευ‐

### 1560.4

θῆ κάτω νεκρῶν πλάκα

### 1560.5

καὶ Στύγιον δόμον.

### 1565.1

Πολλῶν γὰρ ἂν καὶ μάταν

### 1565.2

πημάτων ἱκνουμένων

### 1565.3

πάλιν σφε δαίμων δίκαιος αὔξοι.

### 1567.1

Ὦ χθόνιαι θεαὶ σῶμά τ’ ἀνικάτουAnt.

### 1567.2

θηρὸς ὃν ἐν πύλαισι

### 1570.1

〈ταῖσδε〉 πολυξένοις

### 1570.2

εὐνᾶσθαι κνυζεῖσθαί τ’ ἐξ ἄντρων

### 1570.3

ἀδάματον φύλακα παρ’ Ἀΐδᾳ

### unit_487.1

λόγος αἰὲν ἔχει·

### unit_487.2

ὃν, ὦ Γᾶς παῖ καὶ

### 1574

Ταρτάρου, κατεύχομαι,

### 1575.1

ἐν καθαρῷ βῆναι

### 1575.2

ὁρμωμένῳ νερτέρας

### 1575.3

τῷ ξένῳ νεκρῶν πλάκας·

### 1575.4

σέ τοι κικλήσκω τὸν αἰένυπνον.

### 1578

ΑΓΓΕΛΟΣ

### 1579

Ἄνδρες πολῖται, ξυντομωτάτως μὲν ἂν

### 1580.1

τύχοιμι λέξας Οἰδίπουν ὀλωλότα·

### 1580.2

ἃ δ’ ἦν τὰ πραχθέντ’ οὔθ’ ὁ μῦθος ἐν βραχεῖ

### 1580.3

φράσαι πάρεστιν, οὔτε τἄργ’ ὅς’ ἦν ἐκεῖ.

### 1580.4

ΧΟ.Ὄλωλε γὰρ δύστηνος;

### 1583.1

ΑΓ.Ὡς λελογχότα

### 1583.2

κεῖνον τὸν αἰεὶ βίοτον ἐξεπίστασο.

### 1585.1

ΧΟ.Πῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ;

### 1585.2

ΑΓ.Τοῦτ’ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον.

### 1585.3

Ὡς μὲν γὰρ ἐνθένδ’ εἷρπε, καὶ σύ που παρὼν

### 1585.4

ἔξοισθ’, ὑφηγητῆρος οὐδενὸς φίλων,

### 1585.5

ἀλλ’ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος·

### 1590.1

ἐπεὶ δ’ ἀφῖκτο τὸν καταρράκτην ὀδὸν

### 1590.2

χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον,

### 1590.3

ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ,

### 1590.4

κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως

### unit_496

Περίθου τε κεῖται πίστ’ ἀεὶ ξυνθήματα·

### 1595.1

ἀφ’ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου

### 1595.2

κοίλης τ’ ἀχέρδου κἀπὸ λαΐνου τάφου,

### 1595.3

καθέζετ’· εἶτ’ ἔλυσε δυσπινεῖς στολάς,

### 1595.4

κἄπειτ’ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν

### 1595.5

ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν.

### unit_498.1

Τὼ δ’, εὐχλόου Δήμητρος εἰς προσόψιον

### unit_498.2

πάγον μολοῦσαι, τάσδ’ ἐπιστολὰς πατρὶ

### unit_498.3

ταχεῖ ’πόρευσαν σὺν χρόνῳ λουτροῖς τέ νιν

### unit_498.4

ἐσθῆτί τ’ ἐξήσκησαν ᾗ νομίζεται.

### unit_498.5

Ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν

### 1605.1

κοὐκ ἦν ἔτ’ ἀργὸν οὐδὲν ὧν ἐφίετο,

### 1605.2

κτύπησε μὲν Ζεὺς Χθόνιος, αἱ δὲ παρθένοι

### 1605.3

ῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούνατα

### 1605.4

πατρὸς πεσοῦσαι κλαῖον, οὐδ’ ἀνίεσαν

### 1605.5

στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.

### 1610.1

Ὁ δ’ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν,

### 1610.2

πτύξας ἐπ’ αὐταῖς χεῖρας εἶπεν· «Ὦ τέκνα,

### 1610.3

οὐκ ἔστ’ ἔθ’ ὑμῖν τῇδ’ ἐν ἡμέρᾳ πατήρ.

### 1610.4

Ὄλωλε γὰρ δὴ πάντα τἀμὰ κοὐκέτι

### 1610.5

τὴν δυσπόνητον ἕξετ’ ἀμφ’ ἐμοὶ τροφήν·

### 1615.1

σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλ’ ἓν γὰρ μόνον

### 1615.2

τὰ πάντα λύει ταῦτ’ ἔπος μοχθήματα·

### 1615.3

τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον

### 1615.4

ἢ τοῦδε τἀνδρὸς ἔσχεθ’, οὗ τητώμεναι

### unit_502

τὸ λοιπὸν ἤδη τοῦ βίου διάξετον.»

### 1620.1

Τοιαῦτ’ ἐπ’ ἀλλήλοισιν ἀμφικείμενοι

### 1620.2

λύγδην ἔκλαιον πάντες· ὡς δὲ πρὸς τέλος

### 1620.3

γόων ἀφίκοντ’ οὐδ’ ἔτ’ ὠρώρει βοή,

### 1620.4

ἦν μὲν σιωπή, φθέγμα δ’ ἐξαίφνης τινὸς

### 1620.5

θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας

### 1625.1

στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας.

### 1625.2

Καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός·

### 1625.3

«Ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν

### 1625.4

χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.»

### 1625.5

Ὁ δ’ ὡς ἐπῄσθετ’ ἐκ θεοῦ καλούμενος,

### 1630.1

αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα·

### 1630.2

κἀπεὶ προσῆλθεν, εἶπεν· «Ὦ φίλον κάρα,

### 1630.3

δός μοι χερὸς σῆς πίστιν ἀρχαίαν τέκνοις,

### 1630.4

ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον

### 1630.5

μήποτε προδώσειν τάσδ’ ἑκών, τελεῖν δ’ ὅς’ ἂν

### 1635.1

μέλλῃς φρονῶν εὖ ξυμφέροντ’ αὐταῖς ἀεί.»

### 1635.2

Ὁ δ’, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα

### 1635.3

κατῄνεσεν τάδ’ ὅρκιος δράσειν ξένῳ.

### 1635.4

Ὅπως δὲ ταῦτ’ ἔδρασεν, εὐθὺς Οἰδίπους

### 1635.5

ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει·

### 1640.1

«Ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ

### 1640.2

χωρεῖν τόπων ἐκ τῶνδε, μηδ’ ἃ μὴ θέμις

### 1640.3

λεύσσειν δικαιοῦν, μηδὲ φωνούντων κλύειν.

### 1640.4

Ἀλλ’ ἕρπεθ’ ὡς τάχιστα· πλὴν ὁ κύριος

### 1640.5

Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.»

### 1645.1

Τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν

### 1645.2

ξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις

### 1645.3

στένοντες ὡμαρτοῦμεν· ὡς δ’ ἀπήλθομεν,

### 1645.4

χρόνῳ βραχεῖ στραφέντες, ἐξαπείδομεν

### 1645.5

τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντ’ ἔτι,

### unit_509.1

ἄνακτα δ’ αὐτὸν ὀμμάτων ἐπίσκιον

### unit_509.2

χεῖρ’ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος

### unit_509.3

φόβου φανέντος οὐδ’ ἀνασχετοῦ βλέπειν.

### unit_509.4

Ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ

### unit_509.5

ὁρῶμεν αὐτὸν Γῆν τε προσκυνοῦνθ’ ἅμα

### 1655.1

καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ.

### 1655.2

Μόρῳ δ’ ὁποίῳ κεῖνος ὤλετ’ οὐδ’ ἂν εἷς

### 1655.3

θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα·

### 1655.4

οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ

### 1655.5

κεραυνὸς ἐξέπραξεν οὔτε ποντία

### 1660.1

θύελλα κινηθεῖσα τῷ τότ’ ἐν χρόνῳ,

### 1660.2

ἀλλ’ ἤ τις ἐκ θεῶν πομπός, ἢ τὸ νερτέρων

### 1660.3

εὔνουν διαστὰν γῆς ἀλάμπετον βάθρον.

### 1660.4

Ἀνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις

### 1660.5

ἀλγεινὸς ἐξεπέμπετ’, ἀλλ’ εἴ τις βροτῶν

### 1665.1

θαυμαστός. Εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν,

### 1665.2

οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν.

### 1665.3

ΧΟ.Ποῦ δ’ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων;

### 1665.4

ΑΓ.Αἵδ’ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονες

### unit_513

φθόγγοι σφε σημαίνουσι δεῦρ’ ὁρμωμένας.

### 1670.1

ΑΝ.Αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴStr. 1.

### 1670.2

οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον

### 1670.3

ἄλαστον αἷμα δυσμόροιν στενάζειν,

### 1670.4

ᾧ τινι τὸν πολὺν

### 1670.5

ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,

### 1675.1

ἐν πυμάτῳ δ’ ἀλόγιστα παροίσομεν

### 1675.2

ἰδόντε καὶ παθούσα.

### 1675.3

ΧΟ.Τί δ’ ἔστιν;

### 1677.1

ΑΝ.Ἔστιν μὲν εἰκάσαι, φίλοι.

### 1677.2

ΧΟ.Βέβηκεν;

### 1678.1

ΑΝ.Ὡς μάλιστ’ ἂν ἐν πόθῳ λάβοις.

### 1678.2

Τί γάρ; ὅτῳ μήτ’ Ἄρης

### 1680.1

μήτε πόντος ἀντέκυρσεν,

### 1680.2

ἄσκοποι δὲ πλάκες ἔμαρψαν

### 1680.3

ἐν ἀφανεῖ τινι μόρῳ

### 1680.4

φερόμενον· τάλαινα, νῷν δ’ ὀλεθρία

### 1680.5

νὺξ ἐπ’ ὄμμασιν βέβακε·

### 1685.1

πῶς γὰρ ἤ τιν’ ἀπίαν

### 1685.2

γᾶν ἢ πόντιον κλύ‐

### 1686.1

δων’ ἀλώμεναι βίου δύσ‐

### 1686.2

οιστον ἕξομεν τροφάν;

### 1686.3

ΙΣ.Οὐ κάτοιδα. Κατά με φόνιος

### 1686.4

Ἀΐδας ἕλοι πατρὶ

### 1690.1

ξυνθανεῖν γεραιῷ

### 1690.2

τάλαιναν, ὡς ἔμοιγ’ ὁ μέλ‐

### unit_522.1

λων βίος οὐ βιωτός.

### unit_522.2

ΧΟ.Ὦ διδύμα τέκνων ἀρίσ‐

### unit_522.3

τα, τὸ φέρον καλῶς φέρειν,

### 1695.1

μηδ〈έ γ’〉 ἄγαν φλέγεσθον; οὔ

### 1695.2

τοι κατάμεμπτ’ ἔβητον.

### 1696.1

ΑΝ.Πόθος 〈τοι〉 καὶ κακῶν ἄρ’ ἦν τις·Ant. 1.

### 1696.2

καὶ γὰρ ὃ μηδαμὰ δὴ τὸ φίλον, φίλον,

### 1696.3

ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον.

### unit_525.1

Ὦ πάτερ, ὦ φίλος,

### unit_525.2

ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος,

### unit_525.3

οὐδὲ γὰρ ὣς ἀφίλητος ἐμοί ποτε

### unit_525.4

καὶ τᾷδε μὴ κυρήσῃς.

### unit_525.5

ΧΟ.Ἔπραξεν—

### 1704

ΑΝ.Ἔπραξεν οἷον ἤθελεν.

### 1705

ΧΟ.Τὸ ποῖον;

### 1705.1

ΑΝ.Ἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας

### 1705.2

ἔθανε· κοίταν δ’ ἔχει

### 1705.3

νέρθεν εὐσκίαστον αἰέν,

### 1705.4

οὐδὲ πένθος ἔλιπ’ ἄκλαυτον.

### 1705.5

Ἀνὰ γὰρ ὄμμα σε τόδ’, ὦ

### 1710.1

πάτερ, ἐμὸν στένει δακρῦον, οὐδ’ ἔχω

### 1710.2

πῶς με χρὴ τὸ σὸν τάλαιναν

### 1710.3

ἀφανίσαι τοσόνδ’ ἄχος.

### 1710.4

Ὤμοι, γᾶς ἐπὶ ξέ‐

### 1710.5

νας θανεῖν ἔχρῃζες· ἀλλ’ ἔ‐

### 1714

ρημος ἔθανες ὧδέ μοι.

### 1715.1

ΙΣ.Ὦ τάλαινα, τίς ἄρα με πότμος

### 1715.2

ἐπιμένει σέ τ’, ὦ φίλα,

### 1715.3

πατρὸς ὧδ’ ἐρήμας;

### 1715.4

– – – –

### 1715.5

– – – –

### 1720.1

ΧΟ.Ἀλλ’ ἐπεὶ ὀλβίως γ’ ἔλυ‐

### 1720.2

σεν τὸ τέλος, φίλαι, βίου,

### 1720.3

λήγετε τοῦδ’ ἄχους· κακῶν

### 1720.4

γὰρ δυσάλωτος οὐδείς.

### 1723

ΑΝ.Πάλιν, φίλα, συθῶμεν.Str. 2.

### 1724

ΙΣ.Ὡς τί ῥέξομεν;

### 1725

ΑΝ.Ἵμερος ἔχει με—

### 1725.1

ΙΣ.Τίς;

### 1725.2

ΑΝ.τὰν χθόνιον ἑστίαν ἰδεῖν—

### 1725.3

ΙΣ.Τίνος;

### 1727.1

ΑΝ.πατρός, τάλαιν’ ἐγώ.

### 1727.2

ΙΣ.Θέμις δὲ πῶς τάδ’ ἐστί; μῶν

### 1727.3

οὐχ ὁρᾷς;

### 1730.1

ΑΝ.Τί τόδ’ ἐπέπληξας;

### 1730.2

ΙΣ.Καὶ τόδ’, ὡς—

### 1731

ΑΝ.Τί τόδε μάλ’ αὖθις;

### unit_540.1

ΙΣ.ἄταφος ἔπιτνε δίχα τε παντός.

### unit_540.2

ΑΝ.Ἄγε με, καὶ τότ’ 〈ἐπ〉ενάριξον.

### unit_540.3

ΙΣ.– –

### 1734

ΑΝ.– – –

### 1734

ΙΣ.Αἰαῖ, δυστάλαινα,

### 1735.1

ποῖ δῆτ’ αὖθις ὧδ’ ἔρημος ἄπορος

### 1735.2

αἰῶνα τλάμον’ ἕξω;

### 1736

ΧΟ.Φίλαι, τρέσητε μηδέν.Ant. 2.

### 1737.1

ΑΝ.Ἀλλὰ ποῖ φύγω;

### 1737.2

ΧΟ.Καὶ πάρος ἀπέφυγε—

### 1737.3

ΑΝ.Τί;

### 1740.1

ΧΟ.〈τὰ〉 σφῷν τὸ μὴ πίτνειν κακῶς.

### 1740.2

ΑΝ.Φρονῶ—

### 1741.1

ΧΟ.Τί δῆθ’ ὑπερνοεῖς;

### 1741.2

ΑΝ.Ὅπως μολούμεθ’ ἐς δόμους,

### 1741.3

οὐκ ἔχω.

### 1743.1

ΧΟ.Μηδέ γε μάτευε.

### 1743.2

ΑΝ.Μόγος ἔχει.

### 1744

ΧΟ.Καὶ πάρος ἐπεῖ〈χεν〉.

### 1745.1

ΑΝ.Τοτὲ μὲν ἄπορα, τοτὲ δ’ ὕπερθεν.

### 1745.2

ΧΟ.Μέγ’ ἄρα πέλαγος ἐλάχετόν τι.

### 1745.3

ΑΝ.Ναὶ ναί.

### 1747.1

ΧΟ.Ξύμφημι καὐτός.

### 1747.2

ΑΝ.Φεῦ φεῦ, ποῖ μόλωμεν,

### 1747.3

ὦ Ζεῦ; ἐλπίδων γὰρ ἐς τί〈ν’ ἔτι〉 με

### unit_552.1

δαίμων τανῦν γ’ ἐλαύνει;

### unit_552.2

ΘΗ.Παύετε θρῆνον, παῖδες· ἐν οἷς γὰρ

### unit_552.3

χάρις ἡ χθονία ξύν’ ἀπόκειται

### unit_552.4

πενθεῖν οὐ χρή· νέμεσις γάρ.

### unit_552.5

ΑΝ.Ὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι.

### 1755.1

ΘΗ.Τίνος, ὦ παῖδες, χρείας ἀνύσαι;

### 1755.2

ΑΝ.Τύμβον θέλομεν

### 1755.3

προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου.

### 1755.4

ΘΗ.Ἀλλ’ οὐ θεμιτὸν κεῖς’ ἔ〈στι〉 μολεῖν.

### 1755.5

ΑΝ.Πῶς εἶπας, ἄναξ, κοίραν’ Ἀθηνῶν;

### 1760.1

ΘΗ.Ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος

### 1760.2

μήτε πελάζειν ἐς τούσδε τόπους

### 1760.3

μήτ’ ἐπιφωνεῖν μηδένα θνητῶν

### 1760.4

θήκην ἱερὰν ἣν κεῖνος ἔχει.

### 1760.5

Καὶ ταῦτά μ’ ἔφη πράσσοντα καλῶς

### 1765.1

χώραν ἕξειν αἰὲν ἄλυπον.

### 1765.2

Ταῦτ’ οὖν ἔκλυεν δαίμων ἡμῶν

### 1765.3

χὠ πάντ’ ἀΐων Διὸς Ὅρκος.

### 1765.4

ΑΝ.Ἀλλ’ εἰ τάδ’ ἔχει κατὰ νοῦν κείνῳ,

### 1765.5

ταῦτ’ ἂν ἀπαρκοῖ· Θήβας δ’ ἡμᾶς

### 1770.1

τὰς ὠγυγίους πέμψον, ἐάν πως

### 1770.2

διακωλύσωμεν ἰόντα φόνον

### unit_557.1

τοῖσιν ὁμαίμοις.

### unit_557.2

ΘΗ.Δράσω καὶ τάδε, καὶ πάνθ’ 〈ὁπ〉ός’ ἂν

### unit_557.3

μέλλω πράσσειν πρόσφορά θ’ ὑμῖν

### 1775.1

καὶ τῷ κατὰ γῆς ὃς νέον ἔρρει

### 1775.2

πρὸς χάριν, οὐ δεῖ μ’ ἀποκάμνειν.

### 1775.3

ΧΟ.Ἀλλ’ ἀποπαύετε μηδ’ ἐπὶ πλείω

### 1775.4

θρῆνον ἐγείρετε·

### unit_559

πάντως γὰρ ἔχει τάδε κῦρος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: buo-ac`.
