---
title: Ajax The Whip-Bearer
title_greek: Αἴας
author: Sophocles
eul_wid: buo-aa
eul_aid: buo
canonical: "https://eulogikon.org/works/sophocles-ajax-whip-bearer-buo-aa"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Ajax The Whip-Bearer

*Αἴας*

**Author:** Sophocles

**eul_wid:** `buo-aa` · [HTML page](https://eulogikon.org/works/sophocles-ajax-whip-bearer-buo-aa)

## Text

### 1

ΑΘΑΝΑ

### 1.1

Ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε

### 1.2

πεῖράν τιν’ ἐχθρῶν ἁρπάσαι θηρώμενον·

### 1.3

καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ

### 1.4

Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,

### 5.1

πάλαι κυνηγετοῦντα καὶ μετρούμενον

### 5.2

ἴχνη τὰ κείνου νεοχάραχθ’, ὅπως ἴδῃς

### 5.3

εἴτ’ ἔνδον εἴτ’ οὐκ ἔνδον. Εὖ δέ ς’ ἐκφέρει

### 5.4

κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις·

### 5.5

ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα

### 10.1

στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους·

### 10.2

καί ς’ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης

### 10.3

ἔτ’ ἔργον ἐστίν, ἐννέπειν δ’ ὅτου χάριν

### 10.4

σπουδὴν ἔθου τήνδ’, ὡς παρ’ εἰδυίας μάθῃς.

### 10.5

ΟΔΥΣΣΕΥΣ

### 14

Ὦ φθέγμ’ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,

### 15.1

ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς, ὅμως

### 15.2

φώνημ’ ἀκούω καὶ ξυναρπάζω φρενί,

### 15.3

χαλκοστόμου κώδωνος ὡς τυρσηνικῆς.

### 15.4

Καὶ νῦν ἐπέγνως εὖ μ’ ἐπ’ ἀνδρὶ δυσμενεῖ

### 15.5

βάσιν κυκλοῦντ’, Αἴαντι τῷ σακεσφόρῳ·

### 20.1

κεῖνον γάρ, οὐδέν’ ἄλλον, ἰχνεύω πάλαι. Νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον

### 20.2

ἔχει περάνας, —εἴπερ εἴργασται τάδε·

### 20.3

ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ’ ἀλώμεθα·

### 20.4

κἀγὼ ’θελοντὴς τῷδ’ ὑπεζύγην πόνῳ.

### 25.1

Ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν

### 25.2

λείας ἁπάσας καὶ κατηναρισμένας

### 25.3

ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.

### 25.4

Τήνδ’ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.

### 25.5

Καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον

### 30.1

πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει

### 30.2

φράζει τε κἀδήλωσεν· εὐθέως δ’ ἐγὼ

### 30.3

κατ’ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,

### 30.4

τὰ δ’ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου.

### 30.5

Καιρὸν δ’ ἐφήκεις· πάντα γὰρ τά τ’ οὖν πάρος

### 35.1

τά τ’ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.

### 35.2

ΑΘ.Ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην

### 35.3

τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.

### 35.4

ΟΔ.Ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;

### 35.5

ΑΘ.Ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.

### 40.1

ΟΔ.Καὶ πρὸς τί δυσλόγιστον ὧδ’ ᾖξεν χέρα;

### 40.2

ΑΘ.Χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.

### 40.3

ΟΔ.Τί δῆτα ποίμναις τήνδ’ ἐπεμπίπτει βάσιν;

### 40.4

ΑΘ.Δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.

### 40.5

ΟΔ.Ἦ καὶ τὸ βούλευμ’ ὡς ἐπ’ Ἀργείοις τόδ’ ἦν;

### 45.1

ΑΘ.Κἂν ἐξεπράξατ’, εἰ κατημέλης’ ἐγώ.

### 45.2

ΟΔ.Ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;

### 45.3

ΑΘ.Νύκτωρ ἐφ’ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.

### 45.4

ΟΔ.Ἦ καὶ παρέστη κἀπὶ τέρμ’ ἀφίκετο; ΑΘ.Καὶ δὴ ’πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.

### unit_13.1

ΟΔ.Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;

### unit_13.2

ΑΘ.Ἐγώ σφ’ ἀπείργω, δυσφόρους ἐπ’ ὄμμασι

### unit_13.3

γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,

### unit_13.4

καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε

### unit_13.5

λείας ἄδαστα βουκόλων φρουρήματα·

### 55.1

ἔνθ’ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον

### 55.2

κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ’ ὅτε

### 55.3

δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,

### 55.4

ὅτ’ ἄλλοτ’ ἄλλον ἐμπίτνων στρατηλατῶν.

### 55.5

Ἐγὼ δὲ φοιτῶντ’ ἄνδρα μανιάσιν νόσοις

### 60.1

ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.

### 60.2

Κἄπειτ’ ἐπειδὴ τοῦδ’ ἐλώφησεν φόνου,

### 60.3

τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν

### 60.4

ποίμνας τε πάσας εἰς δόμους κομίζεται,

### 60.5

ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων·

### 65.1

καὶ νῦν κατ’ οἴκους συνδέτους αἰκίζεται.

### 65.2

Δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,

### 65.3

ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.

### 65.4

Θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου

### 65.5

τὸν ἄνδρ’· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους

### 70.1

αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.

### 70.2

Οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας

### 70.3

δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ.

### 70.4

Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.

### 70.5

ΟΔ.Τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ’ ἔξω κάλει.

### 75.1

ΑΘ.Οὐ σῖγ’ ἀνέξῃ, μηδὲ δειλίαν ἀρῇ;

### 75.2

ΟΔ.Μή, πρὸς θεῶν· ἀλλ’ ἔνδον ἀρκείτω μένων.

### unit_19.1

ΑΘ.Τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδ’ ἦν;

### unit_19.2

ΟΔ.Ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.

### unit_19.3

ΑΘ.Οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;

### 80.1

ΟΔ.Ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.

### 80.2

ΑΘ.Μεμηνότ’ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;

### 80.3

ΟΔ.Φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.

### 80.4

ΑΘ.Ἀλλ’ οὐδὲ νῦν σε μὴ παρόντ’ ἴδῃ πέλας.

### 80.5

ΟΔ.Πῶς; εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ.

### 85.1

ΑΘ.Ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.

### 85.2

ΟΔ.Γένοιτο μεντἂν πᾶν θεοῦ τεχνωμένου.

### 85.3

ΑΘ.Σίγα νυν ἑστώς, καὶ μέν’ ὡς κυρεῖς ἔχων.

### 85.4

ΟΔ.Μένοιμ’ ἄν· ἤθελον δ’ ἂν ἐκτὸς ὢν τυχεῖν.

### 85.5

ΑΘ.Ὦ οὗτος, Αἶαν, δεύτερόν σε προσκαλῶ·

### 90.1

τί βαιὸν οὕτως ἐντρέπῃ τῆς συμμάχου;

### 90.2

ΑΙΑΣ

### 91.1

Ὦ χαῖρ’, Ἀθάνα, χαῖρε, Διογενὲς τέκνον,

### 91.2

ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ

### 91.3

στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.

### 91.4

ΑΘ.Καλῶς ἔλεξας· ἀλλ’ ἐκεῖνό μοι φράσον,

### 95.1

ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;

### 95.2

ΑΙ.Κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.

### 95.3

ΑΘ.Ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρας;

### 95.4

ΑΙ.Ὥστ’ οὔποτ’ Αἴαντ’, οἶδ’, ἀτιμάσους’ ἔτι.

### 95.5

ΑΘ.Τεθνᾶσιν ἅνδρες, ὡς τὸ σὸν ξυνῆκ’ ἐγώ.

### unit_25.1

ΑΙ.Θανόντες ἤδη τἄμ’ ἀφαιρείσθων ὅπλα.

### unit_25.2

ΑΘ.Εἶεν· τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου;

### unit_25.3

ποῦ σοι τύχης ἕστηκεν; ἦ πέφευγέ σε;

### unit_25.4

ΑΙ.Ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ’ ὅπου;

### unit_26

ΑΘ.Ἔγωγ’· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.

### 105.1

ΑΙ.Ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω

### 105.2

θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.

### 105.3

ΑΘ.Πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;

### 105.4

ΑΙ.Πρὶν ἂν δεθεὶς πρὸς κίον’ ἑρκείου στέγης—

### 105.5

ΑΘ.Τί δῆτα τὸν δύστηνον ἐργάσῃ κακόν;

### 110.1

ΑΙ.Μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.

### 110.2

ΑΘ.Μὴ δῆτα τὸν δύστηνον ὧδέ γ’ αἰκίσῃ.

### 110.3

ΑΙ.Χαίρειν, Ἀθάνα, τἄλλ’ ἐγώ ς’ ἐφίεμαι,

### 110.4

κεῖνος δὲ τείσει τήνδε κοὐκ ἄλλην δίκην.

### 110.5

ΑΘ.Σὺ δ’ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,

### 115.1

χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.

### 115.2

ΑΙ.Χωρῶ πρὸς ἔργον, τοῦτό σοι δ’ ἐφίεμαι,

### 115.3

τοιάνδ’ ἀεί μοι σύμμαχον παρεστάναι.

### 115.4

ΑΘ.Ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;

### 115.5

Τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος

### 120.1

ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;

### 120.2

ΟΔ.Ἐγὼ μὲν οὐδέν’ οἶδ’· ἐποικτίρω δέ νιν

### 120.3

δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,

### 120.4

ὁθούνεκ’ ἄτῃ συγκατέζευκται κακῇ,

### 120.5

οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν.

### 125.1

Ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν

### 125.2

εἴδωλ’, ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν.

### 125.3

ΑΘ.Τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον

### 125.4

μηδέν ποτ’ εἴπῃς αὐτὸς ἐς θεοὺς ἔπος,

### 125.5

μηδ’ ὄγκον ἄρῃ μηδέν’, εἴ τινος πλέον

### 130.1

ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει·

### 130.2

ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν

### 130.3

ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας

### unit_33.1

θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.

### unit_33.2

ΧΟΡΟΣ

### 134

Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου

### 135.1

Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,

### 135.2

σὲ μὲν εὖ πράσσοντ’ ἐπιχαίρω·

### 135.3

σὲ δ’ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς

### 135.4

λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,

### 135.5

μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι

### 140.1

πτηνῆς ὡς ὄμμα πελείας.

### 140.2

Ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς

### 140.3

μεγάλοι θόρυβοι κατέχους’ ἡμᾶς

### 140.4

ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ

### 140.5

λειμῶν’ ἐπιβάντ’ ὀλέσαι Δαναῶν

### 145.1

βοτὰ καὶ λείαν

### 145.2

ἥπερ δορίληπτος ἔτ’ ἦν λοιπή,

### 145.3

κτείνοντ’ αἴθωνι σιδήρῳ.

### 145.4

Τοιούσδε λόγους ψιθύρους πλάσσων

### 145.5

εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,

### unit_38.1

καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν

### unit_38.2

εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων

### unit_38.3

τοῦ λέξαντος χαίρει μᾶλλον

### unit_38.4

τοῖς σοῖς ἄχεσιν καθυβρίζων.

### unit_38.5

Τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς

### 155.1

οὐκ ἂν ἁμάρτοις· κατὰ δ’ ἄν τις ἐμοῦ

### 155.2

τοιαῦτα λέγων οὐκ ἂν πείθοι·

### 155.3

πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει·

### 155.4

καίτοι σμικροὶ μεγάλων χωρὶς

### 155.5

σφαλερὸν πύργου ῥῦμα πέλονται·

### 160

μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ’ ἄν,

### unit_41.1

καὶ μέγας ὀρθοῖθ’ ὑπὸ μικροτέρων·

### unit_41.2

ἀλλ’ οὐ δυνατὸν τοὺς ἀνοήτους

### unit_41.3

τούτων γνώμας προδιδάσκειν.

### unit_41.4

Ὑπὸ τοιούτων ἀνδρῶν θορυβῇ·

### 165.1

χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ’

### 165.2

ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ·

### 165.3

ἀλλ’—ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ’ ἀπέδραν,

### 165.4

παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι—

### 165.5

μέγαν αἰγυπιόν 〈γ’〉 ὑποδείσαντες,

### 170.1

τάχ’ ἄν, ἐξαίφνης εἰ σὺ φανείης,

### 170.2

σιγῇ πτήξειαν ἄφωνοι.

### 171.1

Ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις—Str.

### 171.2

ὦ μεγάλα φάτις, ὦ

### 171.3

μᾶτερ αἰσχύνας ἐμᾶς—

### 175.1

ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,

### 175.2

ἤ πού τινος νίκας ἀκάρπωτον χάριν,

### 175.3

ἤ ῥα κλυτῶν ἐνάρων

### 175.4

ψευσθεῖς’, ἀδώροις εἴτ’ ἐλαφαβολίαις;

### 175.5

ἢ χαλκοθώραξ, εἴ τιν’ Ἐνυάλιος

### 180.1

μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις

### 180.2

μαχαναῖς ἐτείσατο λώβαν;

### 181.1

Οὔ ποτε γὰρ φρενόθεν γ’ ἐπ’ ἀριστερά,Ant.

### 181.2

παῖ Τελαμῶνος, ἔβας

### 185.1

τόσσον ἐν ποίμναις πίτνων·

### 185.2

ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλ’ ἀπερύκοι

### unit_49.1

καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν·

### unit_49.2

εἰ δ’ ὑποβαλλόμενοι

### unit_49.3

κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς,

### 190.1

ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,

### 190.2

μὴ μή μ’, ἄναξ, ἔθ’ ὧδ’ ἐφάλοις κλισίαις

### 190.3

ἐμμένων κακὰν φάτιν ἄρῃ.

### 192.1

Ἀλλ’ ἄνα ἐξ ἑδράνων ὅπου μακραίωνιEp.

### 192.2

στηρίζῃ ποτὲ τᾷδ’ ἀγωνίῳ σχολᾷ

### 195.1

ἄταν οὐρανίαν φλέγων.

### 195.2

Ἐχθρῶν δ’ ὕβρις ὧδ’ ἀταρβήτως

### 195.3

ὁρμᾶτ’ ἐν εὐανέμοισ〈ι〉 βάσσαις,

### 195.4

πάντων καγχαζόντων

### 195.5

γλώσσαις βαρυάλγητ’·

### unit_53

ἐμοὶ δ’ ἄχος ἕστακεν.

### unit_54

ΤΕΚΜΗΣΣΑ

### 201.1

Ναὸς ἀρωγοὶ τῆς Αἴαντος,

### 201.2

γενεᾶς χθονίων ἀπ’ Ἐρεχθειδᾶν,

### 201.3

ἔχομεν στοναχὰς οἱ κηδόμενοι

### 201.4

τοῦ Τελαμῶνος τηλόθεν οἴκου·

### 205.1

νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς

### 205.2

Αἴας θολερῷ

### 205.3

κεῖται χειμῶνι νοσήσας.

### 205.4

ΧΟ.Τί δ’ ἐνήλλακται τῆς ἠρεμίας

### 205.5

νὺξ ἥδε βάρος;

### 210.1

παῖ τοῦ Φρυγίου 〈σὺ〉 Τελεύταντος,

### 210.2

λέγ’, ἐπεί σε λέχος δουριάλωτον

### 210.3

στέρξας ἀνέχει θούριος Αἴας·

### unit_58.1

ὥστ’ οὐκ ἂν ἄϊδρις ὑπείποις.

### unit_58.2

ΤΕ.Πῶς δῆτα λέγω λόγον ἄρρητον;

### 215.1

θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσῃ·

### 215.2

μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς

### 215.3

νύκτερος Αἴας ἀπελωβήθη·

### 215.4

τοιαῦτ’ ἂν ἴδοις σκηνῆς ἔνδον

### 215.5

χειροδάϊκτα σφάγι’ αἱμοβαφῆ,

### 220

κείνου χρηστήρια τἀνδρός.

### 220.1

ΧΟ.Οἵαν ἐδήλωσαςStr.

### 220.2

ἀνέρος αἴθονος ἀγγελίαν

### 220.3

ἄτλατον οὐδὲ φευκτάν,

### 225.1

τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,

### 225.2

τὰν ὁ μέγας μῦθος ἀέξει.

### 225.3

Ὤιμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ

### 230

θανεῖται, παραπλήκτῳ χερὶ συγκατακτὰς

### 231-232

κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.

### 233.1

ΤΕ.Ὤιμοι· κεῖθεν κεῖθεν ἄρ’ ἡμῖν

### 233.2

δεσμῶτιν ἄγων ἤλυθε ποίμναν·

### 235.1

ὧν τὴν μὲν ἔσω σφάζ’ ἐπὶ γαίας,

### 235.2

τὰ δὲ πλευροκοπῶν δίχ’ ἀνερρήγνυ·

### 235.3

δύο δ’ ἀργίποδας κριοὺς ἀνελών,

### 235.4

τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν

### 235.5

ῥιπτεῖ θερίσας, τὸν δ’ ὀρθὸν ἄνω

### 240.1

κίονι δήσας,

### 240.2

μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν

### 240.3

παίει λιγυρᾷ μάστιγι διπλῇ,

### 240.4

κακὰ δεννάζων ῥήμαθ’ ἃ δαίμων

### unit_68

κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.

### 245.1

ΧΟ.Ὥρα τιν’ ἤδη τοιAnt.

### 245.2

κρᾶτα καλύμμασι κρυψάμενον

### 245.3

ποδοῖν κλοπὰν ἀρέσθαι,

### 245.4

ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον

### unit_70.1

ποντοπόρῳ ναῒ μεθεῖναι·

### unit_70.2

τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι

### unit_70.3

καθ’ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη

### 256.1

ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶς’ ἄπλατος ἴσχει.

### 256.2

ΤΕ.Οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς

### 256.3

ᾄξας ὀξὺς νότος ὣς λήγει,

### 256.4

καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει.

### 260.1

Τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,

### 260.2

μηδενὸς ἄλλου παραπράξαντος,

### 260.3

μεγάλας ὀδύνας ὑποτείνει.

### 260.4

ΧΟ.Ἀλλ’ εἰ πέπαυται, κάρτ’ ἂν εὐτυχεῖν δοκῶ·

### 260.5

φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.

### 265.1

ΤΕ.Πότερα δ’ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,

### 265.2

φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν

### 265.3

ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;

### 265.4

ΧΟ.Τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.

### 265.5

ΤΕ.Ἡμεῖς ἄρ’ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.

### 270.1

ΧΟ.Πῶς τοῦτ’ ἔλεξας; οὐ κάτοιδ’ ὅπως λέγεις.

### 270.2

ΤΕ.Ἁνὴρ ἐκεῖνος, ἡνίκ’ ἦν ἐν τῇ νόσῳ,

### 270.3

αὐτὸς μὲν ἥδεθ’ οἷσιν εἴχετ’ ἐν κακοῖς,

### 270.4

ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·

### 270.5

νῦν δ’ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,

### 275.1

κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ,

### 275.2

ἡμεῖς θ’ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.

### unit_76.1

Ἆρ’ ἔστι ταῦτα δὶς τός’ ἐξ ἁπλῶν κακά;

### unit_76.2

ΧΟ.Ξύμφημι δή σοι καὶ δέδοικα μὴ ’κ θεοῦ

### unit_76.3

πληγή τις ἥκῃ. Πῶς γάρ, εἰ πεπαυμένος

### 280.1

μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;

### 280.2

ΤΕ.Ὡς ὧδ’ ἐχόντων τῶνδ’ ἐπίστασθαί σε χρή.

### 280.3

ΧΟ.Τίς γάρ ποτ’ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;

### 280.4

δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.

### 280.5

ΤΕ.Ἅπαν μαθήσῃ τοὔργον, ὡς κοινωνὸς ὤν.

### 285.1

Κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ’ ἕσπεροι

### 285.2

λαμπτῆρες οὐκέτ’ ᾖθον, ἄμφηκες λαβὼν

### 285.3

ἐμαίετ’ ἔγχος ἐξόδους ἕρπειν κενάς.

### 285.4

Κἀγὼ ’πιπλήσσω καὶ λέγω· «Τί χρῆμα δρᾷς,

### 285.5

Αἴας; τί τήνδ’ ἄκλητος οὔθ’ ὑπ’ ἀγγέλων

### 290.1

κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε του κλύων

### 290.2

σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.»

### 290.3

Ὁ δ’ εἶπε πρός με βαί’, ἀεὶ δ’ ὑμνούμενα·

### 290.4

«Γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.»

### 290.5

Κἀγὼ μαθοῦς’ ἔληξ’, ὁ δ’ ἐσσύθη μόνος·

### 295.1

καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·

### 295.2

ἔσω δ’ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ

### 295.3

ταύρους, κύνας βοτῆρας, εὔκερών τ’ ἄγραν.

### 295.4

Καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ’ ἄνω τρέπων

### 295.5

ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους

### unit_81.1

ᾐκίζεθ’ ὥστε φῶτας ἐν ποίμναις πίτνων.

### unit_81.2

Τέλος δ’ ἀπᾴξας διὰ θυρῶν σκιᾷ τινι

### unit_81.3

λόγους ἀνέσπα τοὺς μὲν Ἀτρειδῶν κάτα,

### unit_81.4

τοὺς δ’ ἀμφ’ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,

### unit_81.5

ὅσην κατ’ αὐτῶν ὕβριν ἐκτείσαιτ’ ἰών·

### 305

κἄπειτ’ ἀπᾴξας αὖθις ἐς δόμους πάλιν

### unit_83.1

ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται.

### unit_83.2

Καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,

### unit_83.3

παίσας κάρα θώϋξεν· ἐν δ’ ἐρειπίοις

### unit_83.4

νεκρῶν ἐρειφθεὶς ἕζετ’ ἀρνείου φόνου,

### 310.1

κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.

### 310.2

Καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·

### 310.3

ἔπειτ’ ἐμοὶ τὰ δείν’ ἐπηπείλης’ ἔπη,

### 310.4

εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,

### 310.5

κἀνήρετ’ ἐν τῷ πράγματος κυροῖ ποτε.

### 315.1

Κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον

### 315.2

ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.

### 315.3

Ὁ δ’ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,

### 315.4

ἃς οὔποτ’ αὐτοῦ πρόσθεν εἰσήκους’ ἐγώ·

### 315.5

πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους

### 320.1

τοιούσδ’ ἀεί ποτ’ ἀνδρὸς ἐξηγεῖτ’ ἔχειν·

### 320.2

ἀλλ’ ἀψόφητος ὀξέων κωκυμάτων

### 320.3

ὑπεστέναζε, ταῦρος ὣς βρυχώμενος.

### 320.4

Νῦν δ’ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ

### 320.5

ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς

### 325.1

σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών·

### 325.2

καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν·

### 325.3

τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.

### 325.4

Ἀλλ’, ὦ φίλοι, τούτων γὰρ οὕνεκ’ ἐστάλην,

### 325.5

ἀρήξατ’ εἰσελθόντες, εἰ δύνασθέ τι·

### 330.1

φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.

### 330.2

ΧΟ.Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις

### 330.3

ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.

### 330.4

ΑΙ.Ἰώ μοί μοι.

### 330.5

ΤΕ.Τάχ’, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε

### 335.1

Αἴαντος, οἵαν τήνδε θωύσσει βοήν;

### 335.2

ΑΙ.Ἰώ μοί μοι.

### 335.3

ΧΟ.Ἁνὴρ ἔοικεν ἢ νοσεῖν, ἢ τοῖς πάλαι

### 335.4

νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών.

### 335.5

ΑΙ.Ἰὼ παῖ παῖ.

### 340.1

ΤΕ.Ὤιμοι τάλαιν’· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.

### 340.2

Τί ποτε μενοινᾷ; ποῦ ποτ’ εἶ; τάλαιν’ ἐγώ.

### 340.3

ΑΙ.Τεῦκρον καλῶ· ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ

### 340.4

λεηλατήσει χρόνον; ἐγὼ δ’ ἀπόλλυμαι.

### 340.5

ΧΟ.Ἁνὴρ φρονεῖν ἔοικεν· ἀλλ’ ἀνοίγετε·

### 345.1

τάχ’ ἄν τιν’ αἰδῶ κἀπ’ ἐμοὶ βλέψας λάβοι.

### 345.2

ΤΕ.Ἰδού, διοίγω· προσβλέπειν δ’ ἔξεστί σοι

### 345.3

τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.

### 347

ΑΙ.Ἰὼ φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,Str. 1.

### unit_93.1

μόνοι 〈ἔ〉τ’ ἐμμένοντες ὀρθῷ νόμῳ,

### unit_93.2

ἴδεσθέ μ’ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης

### unit_93.3

ἀμφίδρομον κυκλεῖται.

### unit_93.4

ΧΟ.Οἴμ’ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν·

### 355

δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.

### 355

ΑΙ.Ἰὼ γένος ναΐας ἀρωγὸν τέχνας,Ant. 1.

### 358

ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,

### 359-360

σέ τοι, σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντ’·

### 361.1

ἀλλά με συνδάϊξον.

### 361.2

ΧΟ.Εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς

### 361.3

ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.

### 363

ΑΙ.Ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,Str. 2.

### 365.1

τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,

### 365.2

ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;

### unit_101.1

Οἴμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.

### unit_101.2

ΤΕ.Μή, δέσποτ’ Αἴας, λίσσομαί ς’, αὔδα τάδε.

### unit_101.3

ΑΙ.Οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμῇ πόδα;

### 370.1

Αἰαῖ αἰαῖ.

### 370.2

ΤΕ.Ὦ πρὸς θεῶν, ὕπεικε καὶ φρόνησον εὖ.

### 370.3

ΑΙ.Ὢ δύσμορος, ὃς χερὶ μὲν

### 370.4

μεθῆκα τοὺς ἀλάστορας,

### 370.5

ἐν δ’ ἑλίκεσσι βουσὶ καὶ

### 375.1

κλυτοῖς πεσὼν αἰπολίοις

### 375.2

ἐρεμνὸν αἷμ’ ἔδευσα.

### 375.3

ΧΟ.Τί δῆτ’ ἂν ἀλγοίης ἐπ’ ἐξειργασμένοις;

### 375.4

Οὐ γὰρ γένοιτ’ ἂν ταῦθ’ ὅπως οὐχ ὧδ’ ἔχειν.

### 378

ΑΙ.Ἰὼ πάνθ’ ὁρῶν, ἁπάντων τ’ ἀεὶAnt. 2.

### 380.1

κακῶν ὄργανον, τέκνον Λαρτίου,

### 380.2

κακοπινέστατόν τ’ ἄλημα στρατοῦ,

### 380.3

ἦ που πολὺν γέλωθ’ ὑφ’ ἡδονῆς ἄγεις.

### 380.4

ΧΟ.Ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.

### 380.5

ΑΙ.Ἴδοιμι 〈μήν〉 νιν, καίπερ ὧδ’ ἀτώμενος.

### 385.1

Ἰώ μοί μοι.

### 385.2

ΧΟ.Μηδὲν μέγ’ εἴπῃς· οὐχ ὁρᾷς ἵν’ εἶ κακοῦ;

### 385.3

ΑΙ.Ὦ Ζεῦ, προγόνων προπάτωρ,

### 385.4

πῶς ἂν τὸν αἱμυλώτατον,

### 385.5

ἐχθρὸν ἄλημα, τούς τε δισ‐

### 390.1

σάρχας ὀλέσσας βασιλῆς,

### 390.2

τέλος θάνοιμι καὐτός;

### 390.3

ΤΕ.Ὅταν κατεύχῃ ταῦθ’, ὁμοῦ κἀμοὶ θανεῖν

### unit_108.1

εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;

### unit_108.2

ΑΙ.Ἰὼ

### 394

σκότος, ἐμὸν φάος,Str. 3.

### 395.1

ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,

### 395.2

ἕλεσθ’ ἕλεσθέ μ’ οἰκήτορα,

### 395.3

ἕλεσθέ μ’· οὔτε γὰρ θεῶν γένος

### 395.4

οὔθ’ ἁμερίων ἔτ’ ἄξιος

### unit_111.1

βλέπειν τιν’ εἰς ὄνασιν ἀνθρώπων.

### unit_111.2

Ἀλλά μ’ ἁ Διός 〈μ’〉 ἀλκίμα θεὸς

### unit_111.3

ὀλέθριον αἰκίζει.

### unit_111.4

Ποῖ τις οὖν φύγῃ; ποῖ μολὼν μενῶ

### 405.1

εἰ τὰ μὲν φθίνει, φίλοι τοῖσ〈ιν〉 ὁμοῦ

### 405.2

πέλας, μώραις δ’ ἄγραις προσκείμεθα;

### 405.3

πᾶς δὲ στρατὸς δίπαλτος ἄν με

### 405.4

χειρὶ φονεύοι.

### 410.1

ΤΕ.Ὢ δυστάλαινα, τοιάδ’ ἄνδρα χρήσιμον

### 410.2

φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ’ ἄν.

### 411

ΑΙ.〈Ἰ〉ὼ

### 412.1

πόροι ἁλίρροθοιAnt. 3.

### 412.2

πάραλά τ’ ἄντρα καὶ νέμος ἐπάκτιον,

### 412.3

πολὺν πολύν με δαρόν τε δὴ

### 415.1

κατείχετ’ ἀμφὶ Τροίαν χρόνον·

### 415.2

ἀλλ’ οὐκέτι μ’, οὐκέτ’ ἀμπνοὰς

### 415.3

ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.

### 415.4

Ὦ Σκαμάνδριοι γείτονες ῥοαί,

### 420.1

εὔφρονες Ἀργείοις,

### 420.2

οὐκέτ’ ἄνδρα μὴ τόνδ’ ἴδητ’, ἔπος

### 420.3

ἐξερέω μέγ’, οἷον οὔ τινα Τροία

### 425.1

στρατοῦ δέρχθη χθονὸς μολόντ’ ἀπὸ

### 425.2

Ἑλλανίδος· τανῦν δ’ ἄτιμος

### unit_119.1

ὧδε πρόκειται.

### unit_119.2

ΧΟ.Οὔτοι ς’ ἀπείργειν, οὐδ’ ὅπως ἐῶ λέγειν

### unit_119.3

ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.

### 430.1

ΑΙ.Αἰαῖ· τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον

### 430.2

τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;

### 430.3

νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ

### 430.4

καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·

### 430.5

ὅτου πατὴρ μὲν τῆσδ’ ἀπ’ Ἰδαίας χθονὸς

### 435.1

τὰ πρῶτα καλλιστεῖ’ ἀριστεύσας στρατοῦ

### 435.2

πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·

### 435.3

ἐγὼ δ’ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον

### 435.4

Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,

### 435.5

οὐδ’ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,

### 440.1

ἄτιμος Ἀργείοισιν ὧδ’ ἀπόλλυμαι.

### 440.2

Καίτοι τοσοῦτόν γ’ ἐξεπίστασθαι δοκῶ·

### 440.3

εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι

### 440.4

κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,

### 440.5

οὐκ ἄν τις αὔτ’ ἔμαρψεν ἄλλος ἀντ’ ἐμοῦ.

### 445.1

Νῦν δ’ αὔτ’ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας

### 445.2

ἔπραξαν, ἀνδρὸς τοῦδ’ ἀπώσαντες κράτη·

### 445.3

κεἰ μὴ τόδ’ ὄμμα καὶ φρένες διάστροφοι

### 445.4

γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε

### 445.5

δίκην κατ’ ἄλλου φωτὸς ὧδ’ ἐψήφισαν.

### unit_124.1

Νῦν δ’ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ

### unit_124.2

ἤδη μ’ ἐπ’ αὐτοῖς χεῖρ’ ἐπευθύνοντ’ ἐμὴν

### unit_124.3

ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσον,

### unit_124.4

ὥστ’ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·

### unit_124.5

κεῖνοι δ’ ἐπεγγελῶσιν ἐκπεφευγότες,

### 455

ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν

### unit_126.1

βλάπτοι, φύγοι γ’ ἂν χὠ κακὸς τὸν κρείσσονα.

### unit_126.2

Καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς

### unit_126.3

ἐχθαίρομαι, μισεῖ δέ μ’ Ἑλλήνων στρατός,

### unit_126.4

ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.

### 460.1

Πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας

### 460.2

μόνους τ’ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;

### 460.3

Καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς

### 460.4

Τελαμῶνι; πῶς με τλήσεταί ποτ’ εἰσιδεῖν

### 460.5

γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,

### 465.1

ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;

### 465.2

Οὐκ ἔστι τοὔργον τλητόν. Ἀλλὰ δῆτ’ ἰὼν

### 465.3

πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις

### 465.4

καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;

### 465.5

Ἀλλ’ ὧδέ γ’ Ἀτρείδας ἂν εὐφράναιμί που.

### 470.1

Οὐκ ἔστι ταῦτα· πεῖρά τις ζητητέα

### 470.2

τοιάδ’ ἀφ’ ἧς γέροντι δηλώσω πατρὶ

### 470.3

μή τοι φύσιν γ’ ἄσπλαγχνος ἐκ κείνου γεγώς.

### 470.4

Αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,

### 470.5

κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.

### 475.1

Τί γὰρ παρ’ ἦμαρ ἡμέρα τέρπειν ἔχει

### 475.2

προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;

### 475.3

Οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν

### 475.4

ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·

### 475.5

ἀλλ’ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι

### 480.1

τὸν εὐγενῆ χρή. Πάντ’ ἀκήκοας λόγον.

### 480.2

ΧΟ.Οὐδεὶς ἐρεῖ ποθ’ ὡς ὑπόβλητον λόγον,

### 480.3

Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.

### 480.4

Παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις

### 480.5

γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.

### 485.1

ΤΕ.Ὦ δέσποτ’ Αἴας, τῆς ἀναγκαίας τύχης

### 485.2

οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.

### unit_133.1

Ἐγὼ δ’ ἐλευθέρου μὲν ἐξέφυν πατρός,

### unit_133.2

εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·

### unit_133.3

νῦν δ’ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδ’ ἔδοξέ που

### 490.1

καὶ σῇ μάλιστα χειρί. Τοιγαροῦν, ἐπεὶ

### 490.2

τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά·

### 490.3

καί ς’ ἀντιάζω πρός τ’ ἐφεστίου Διὸς

### 490.4

εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,

### 490.5

μή μ’ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν

### 495.1

τῶν σῶν ὑπ’ ἐχθρῶν, χειρίαν ἐφείς τινι.

### 495.2

Ἧι γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,

### 495.3

ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ’ ἡμέρᾳ

### 495.4

βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο

### 495.5

ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.

### unit_136.1

Καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ

### unit_136.2

λόγοις ἰάπτων· «Ἴδετε τὴν ὁμευνέτιν

### unit_136.3

Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,

### unit_136.4

οἵας λατρείας ἀνθ’ ὅσου ζήλου τρέφει».

### unit_136.5

Τοιαῦτ’ ἐρεῖ τις, κἀμὲ μὲν δαίμων ἐλᾷ,

### 505.1

σοὶ δ’ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.

### 505.2

Ἀλλ’ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ

### 505.3

γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα

### 505.4

πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις

### 505.5

θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·

### 510.1

οἴκτιρε δ’, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας

### 510.2

τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος

### 510.3

ὑπ’ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν

### 510.4

κείνῳ τε κἀμοὶ τοῦθ’, ὅταν θάνῃς, νεμεῖς.

### 510.5

Ἐμοὶ γὰρ οὐκέτ’ ἔστιν εἰς ὅ τι βλέπω

### 515

πλὴν σοῦ· σὺ γάρ μοι πατρίδ’ ᾔστωσας δορί·

### unit_140.1

καὶ μητέρ’ ἄλλη μοῖρα τὸν φύσαντά τε

### unit_140.2

καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας·

### unit_140.3

τίς δῆτ’ ἐμοὶ γένοιτ’ ἂν ἀντὶ σοῦ πατρίς;

### unit_140.4

τίς πλοῦτος; ἐν σοὶ πᾶς’ ἔγωγε σῴζομαι.

### 520.1

Ἀλλ’ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν

### 520.2

μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθῃ·

### 520.3

χάρις χάριν γάρ ἐστιν ἡ τίκτους’ ἀεί·

### 520.4

ὅτου δ’ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,

### 520.5

οὐκ ἂν λέγοιτ’ ἔθ’ οὗτος εὐγενὴς ἀνήρ.

### 525.1

ΧΟ.Αἴας, ἔχειν ς’ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ

### 525.2

θέλοιμ’ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδ’ ἔπη.

### 525.3

ΑΙ.Καὶ κάρτ’ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,

### 525.4

ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.

### 525.5

ΤΕ.Ἀλλ’ ὦ φίλ’ Αἴας, πάντ’ ἔγωγε πείσομαι.

### 530.1

ΑΙ.Κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.

### 530.2

ΤΕ.Καὶ μὴν φόβοισί γ’ αὐτὸν ἐξελυσάμην.

### 530.3

ΑΙ.Ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;

### 530.4

ΤΕ.Μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.

### 530.5

ΑΙ.Πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.

### 535.1

ΤΕ.Ἀλλ’ οὖν ἐγὼ ’φύλαξα τοῦτό γ’ ἀρκέσαι.

### 535.2

ΑΙ.Ἐπῄνες’ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.

### 535.3

ΤΕ.Τί δῆτ’ ἂν ὡς ἐκ τῶνδ’ ἂν ὠφελοῖμί σε;

### 535.4

ΑΙ.Δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ’ ἰδεῖν.

### 535.5

ΤΕ.Καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.

### 540.1

ΑΙ.Τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;

### 540.2

ΤΕ.Ὦ παῖ, πατὴρ καλεῖ σε. Δεῦρο προσπόλων

### 540.3

ἄγ’ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.

### 540.4

ΑΙ.Ἕρποντι φωνεῖς, ἢ λελειμμένῳ λόγων;

### unit_146

ΤΕ.Καὶ δὴ κομίζει προσπόλων ὅδ’ ἐγγύθεν.

### 545.1

ΑΙ.Αἶρ’ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὔ,

### 545.2

νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,

### 545.3

εἴπερ δικαίως ἔστ’ ἐμὸς τὰ πατρόθεν.

### 545.4

Ἀλλ’ αὐτίκ’ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς

### 545.5

δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.

### unit_148.1

Ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,

### unit_148.2

τὰ δ’ ἄλλ’ ὅμοιος, καὶ γένοι’ ἂν οὐ κακός.

### unit_148.3

Καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,

### unit_148.4

ὁθούνεκ’ οὐδὲν τῶνδ’ ἐπαισθάνῃ κακῶν·

### unit_148.5

ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,

### 555.1

ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.

### 555.2

Ὅταν δ’ ἵκῃ πρὸς τοῦτο, δεῖ ς’ ὅπως πατρὸς

### 555.3

δείξεις ἐν ἐχθροῖς οἷος ἐξ οἵου ’τράφης.

### 555.4

Τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν

### 555.5

ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.

### 560.1

Οὔτοι ς’ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ

### 560.2

στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ’ ἐμοῦ·

### 560.3

τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφὶ σοὶ

### 560.4

λείψω τροφῆς ἄοκνον ἔμπα, κεἰ τανῦν

### 560.5

τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.

### 565.1

Ἀλλ’, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,

### 565.2

ὑμῖν τε κοινὴν τήνδ’ ἐπισκήπτω χάριν,

### 565.3

κείνῳ τ’ ἐμὴν ἀγγείλατ’ ἐντολήν, ὅπως

### 565.4

τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων

### 565.5

Τελαμῶνι δείξει μητρί τ’, Ἐριβοίᾳ λέγω,

### 570

ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεὶ

### unit_153.1

μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ.

### unit_153.2

Καὶ τἀμὰ τεύχη μήτ’ ἀγωνάρχαι τινὲς

### unit_153.3

θήσους’ Ἀχαιοῖς, μήθ’ ὁ λυμεὼν ἐμός.

### unit_153.4

Ἀλλ’ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,

### 575.1

Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων

### 575.2

πόρπακος ἑπτάβοιον ἄρρηκτον σάκος·

### 575.3

τὰ δ’ ἄλλα τεύχη κοίν’ ἐμοὶ τεθάψεται.

### 575.4

Ἀλλ’ ὡς τάχος τὸν παῖδα τόνδ’ ἤδη δέχου,

### 575.5

καὶ δῶμα πάκτου, μηδ’ ἐπισκήνους γόους

### 580.1

δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.

### 580.2

Πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ

### 580.3

θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.

### 580.4

ΧΟ.Δέδοικ’ ἀκούων τήνδε τὴν προθυμίαν·

### 580.5

οὐ γάρ μ’ ἀρέσκει γλῶσσά σου τεθηγμένη.

### 585.1

ΤΕ.Ὦ δέσποτ’ Αἴας, τί ποτε δρασείεις φρενί;

### 585.2

ΑΙ.Μὴ κρῖνε, μὴ ’ξέταζε· σωφρονεῖν καλόν.

### 585.3

ΤΕ.Οἴμ’ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου

### 585.4

καὶ θεῶν ἱκνοῦμαι μὴ προδοὺς ἡμᾶς γένῃ.

### 585.5

ΑΙ.Ἄγαν γε λυπεῖς. Οὐ κάτοισθ’ ἐγὼ θεοῖς

### 590.1

ὡς οὐδὲν ἀρκεῖν εἰμ’ ὀφειλέτης ἔτι;

### 590.2

ΤΕ.Εὔφημα φώνει.

### 591.1

ΑΙ.Τοῖς ἀκούουσιν λέγε.

### 591.2

ΤΕ.Σὺ δ’ οὐχὶ πείσῃ;

### 592.1

ΑΙ.Πόλλ’ ἄγαν ἤδη θροεῖς.

### 592.2

ΤΕ.Ταρβῶ γάρ, ὦναξ.

### 593.1

ΑΙ.Οὐ ξυνέρξεθ’ ὡς τάχος;

### 593.2

ΤΕ.Πρὸς θεῶν, μαλάσσου.

### 594

ΑΙ.Μῶρά μοι δοκεῖς φρονεῖν,

### 595.1

εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.

### 595.2

ΧΟ.Ὦ κλεινὰ Σαλαμίς, σὺ μέν πουStr. 1.

### 595.3

ναίεις ἁλίπλακτος εὐδαίμων,

### 595.4

πᾶσιν περίφαντος αἰεί.

### unit_163.1

ἐγὼ δ’ ὁ τλάμων παλαιὸς ἀφ’ οὗ χρόνος

### unit_163.2

Ἰδαῖα μίμνων λειμώνι’ ἔπαυλα μηνῶν

### unit_163.3

ἀνήριθμος αἰὲν εὐνῶμαι

### 605.1

χρόνῳ τρυχόμενος, κακὰν ἐλπίδ’ ἔχων

### 605.2

ἔτι μέ ποτ’ ἀνύσειν τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.

### 606

Καί μοι δυσθεράπευτος ΑἴαςAnt. 1.

### 610.1

ξύνεστιν ἔφεδρος, ὤμοι μοι,

### 610.2

θείᾳ μανίᾳ ξύναυλος

### 610.3

ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ

### 613-614

κρατοῦντ’ ἐν Ἄρει· νῦν δ’ αὖ φρενὸς οἰοβώτας

### 615

φίλοις μέγα πένθος ηὕρηται.

### 616-617

Τὰ πρὶν δ’ ἔργα χεροῖν μεγίστας ἀρετᾶς

### 618-620

ἄφιλα παρ’ ἀφίλοις ἔπες’ ἔπεσε μελέοις Ἀτρείδαις.

### 621-622

Ἦ που παλαιᾷ μὲν ἔντροφος ἁμέρᾳ,Str. 2.

### 625.1

λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα

### 625.2

φρενομόρως ἀκούσῃ,

### 625.3

αἴλινον αἴλινον

### 625.4

οὐδ’ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς

### 630

ἥσει δύσμορος, ἀλλ’ ὀξυτόνους μὲν ᾠδὰς

### 632-633

θρηνήσει, χερόπλακτοι δ’ ἐν στέρνοισι πεσοῦνται

### 634

δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.

### 635.1

Κρείσσων γὰρ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,Ant. 2.

### 635.2

ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος

### 635.3

πολυπόνων Ἀχαιῶν,

### 635.4

οὐκέτι συντρόφοις

### 640.1

ὀργαῖς ἔμπεδος, ἀλλ’ ἐκτὸς ὁμιλεῖ.

### 640.2

Ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι

### 640.3

παιδὸς δύσφορον ἄταν, ἃν οὔπω τις ἔθρεψεν

### 645

δίων Αἰακιδᾶν ἄτερθε τοῦδε.

### 645.1

ΑΙ.Ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος

### 645.2

φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται·

### 645.3

κοὐκ ἔστ’ ἄελπτον οὐδέν, ἀλλ’ ἁλίσκεται

### 645.4

χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.

### unit_180.1

Κἀγὼ γάρ, ὃς τὰ δείν’ ἐκαρτέρουν τότε,

### unit_180.2

βαφῇ σίδηρος ὥς, ἐθηλύνθην στόμα

### unit_180.3

πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν

### unit_180.4

χήραν παρ’ ἐχθροῖς παῖδά τ’ ὀρφανὸν λιπεῖν.

### unit_180.5

Ἀλλ’ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους

### 655.1

λειμῶνας, ὡς ἂν λύμαθ’ ἁγνίσας ἐμὰ

### 655.2

μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·

### 655.3

μολών τε χῶρον ἔνθ’ ἂν ἀστιβῆ κίχω,

### 655.4

κρύψω τόδ’ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,

### 655.5

γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·

### 660.1

ἀλλ’ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.

### 660.2

Ἐγὼ γάρ, ἐξ οὗ χειρὶ τοῦτ’ ἐδεξάμην

### 660.3

παρ’ Ἕκτορος δώρημα δυσμενεστάτου,

### 660.4

οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα·

### unit_183

ἀλλ’ ἔστ’ ἀληθὴς ἡ βροτῶν παροιμία·

### 665.1

ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.

### 665.2

Τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς

### 665.3

εἴκειν, μαθησόμεσθα δ’ Ἀτρείδας σέβειν.

### 665.4

Ἄρχοντές εἰσιν, ὥσθ’ ὑπεικτέον· τί μή;

### 665.5

Καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα

### 670.1

τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς

### 670.2

χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·

### 670.3

ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος

### 670.4

τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·

### 670.5

δεινῶν τ’ ἄημα πνευμάτων ἐκοίμισε

### 675.1

στένοντα πόντον· ἐν δ’ ὁ παγκρατὴς ὕπνος

### 675.2

λύει πεδήσας, οὐδ’ ἀεὶ λαβὼν ἔχει·

### 675.3

ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;

### 675.4

Ἐγὼ δ’, ἐπίσταμαι γὰρ ἀρτίως ὅτι

### 675.5

ὅ τ’ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ’ ἐχθαρτέος,

### 680.1

ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον

### 680.2

τοσαῦθ’ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,

### 680.3

ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ

### 680.4

βροτῶν ἄπιστός ἐσθ’ ἑταιρείας λιμήν.

### 680.5

Ἀλλ’ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει. Σὺ δὲ

### 685.1

ἔσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι,

### 685.2

εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.

### 685.3

Ὑμεῖς θ’, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε

### 685.4

τιμᾶτε, Τεύκρῳ τ’, ἢν μόλῃ, σημήνατε

### 685.5

μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ’ ὑμῖν ἅμα.

### 690.1

Ἐγὼ γὰρ εἶμ’ ἐκεῖς’ ὅποι πορευτέον·

### 690.2

ὑμεῖς δ’ ἃ φράζω δρᾶτε, καὶ τάχ’ ἄν μ’ ἴσως

### unit_190.1

πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.

### unit_190.2

ΧΟ.Ἔφριξ’ ἔρωτι, περιχαρὴς δ’ ἀνεπτάμαν.Str.

### unit_190.3

Ἰὼ ἰώ, Πὰν Πάν,

### 695.1

ὦ Πάν, Πὰν ἁλίπλαγκτε, Κυλ‐

### 695.2

λανίας χιονοκτύπου

### 695.3

πετραίας ἀπὸ δειράδος φάνηθ’, ὤ,

### 695.4

θεῶν χοροποί’, ἄναξ, ὅπως μοι

### 695.5

Νύσια Κνώσι’ ὀρ‐

### unit_192.1

χήματ’ αὐτοδαῆ ξυνὼν ἰάψῃς.

### unit_192.2

Νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.

### unit_192.3

Ἰκαρίων δ’ ὑπὲρ πελαγέων μο‐

### unit_192.4

λὼν ἄναξ Ἀπόλλων

### unit_192.5

ὁ Δάλιος εὔγνωστος

### 705

ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.

### 705.1

Ἔλυσεν αἰνὸν ἄχος ἀπ’ ὀμμάτων Ἄρης.Ant.

### 705.2

Ἰὼ ἰώ. Νῦν αὖ,

### 705.3

νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐ‐

### 705.4

άμερον πελάσαι φάος

### 710.1

θοᾶν ὠκυάλων νεῶν, ὅτ’ Αἴας

### 710.2

λαθίπονος πάλιν, θεῶν δ’ αὖ

### 710.3

πάνθυτα θέσμι’ ἐξ‐

### 712.1

ήνυς’ εὐνομίᾳ σέβων μεγίστᾳ.

### 712.2

Πάνθ’ ὁ μέγας χρόνος μαραίνει

### 712.3

κοὐδὲν ἀναύδατον φατίσαιμ’ ἄν,

### 715.1

εὖτέ γ’ ἐξ ἀέλπτων

### 715.2

Αἴας μετανεγνώσθη

### unit_198.1

θυμῶν Ἀτρείδαις μεγάλων τε νεικέων.

### unit_198.2

ΑΓΓΕΛΟΣ

### 718

Ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·

### 720.1

Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ

### 720.2

κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον

### 720.3

κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.

### 720.4

Στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ

### 720.5

μαθόντες ἀμφέστησαν, εἶτ’ ὀνείδεσιν

### 725.1

ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθ’ ὃς οὔ,

### 725.2

τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ

### 725.3

ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι

### 725.4

τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.

### 725.5

Ὥστ’ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν

### 730.1

κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.

### 730.2

Λήγει δ’ ἔρις δραμοῦσα τοῦ προσωτάτω

### 730.3

ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.

### 730.4

Ἀλλ’ ἡμὶν Αἴας ποῦ ’στιν, ὡς φράσω τάδε;

### 730.5

τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.

### 735.1

ΧΟ.Οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας

### 735.2

βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.

### 735.3

ΑΓ.Ἰοὺ ἰού·

### 735.4

βραδεῖαν ἡμᾶς ἆρ’ ὁ τήνδε τὴν ὁδὸν

### 735.5

πέμπων ἔπεμψεν, ἢ ’φάνην ἐγὼ βραδύς.

### 740.1

ΧΟ.Τί δ’ ἐστὶ χρείας τῆσδ’ ὑπεσπανισμένον;

### 740.2

ΑΓ.Τὸν ἄνδρ’ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης

### 740.3

μὴ ’ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.

### 740.4

ΧΟ.Ἀλλ’ οἴχεταί τοι πρὸς τὸ κέρδιστον τραπεὶς

### 740.5

γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.

### 745.1

ΑΓ.Ταῦτ’ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,

### 745.2

εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.

### unit_206.1

ΧΟ.Ποῖον; τί δ’ εἰδὼς τοῦδε πράγματος πέρι—

### unit_206.2

ΑΓ.Τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον·

### unit_206.3

ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου

### unit_207.1

Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,

### unit_207.2

εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως

### unit_207.3

θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ

### unit_207.4

εἶρξαι κατ’ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε

### unit_207.5

Αἴανθ’ ὑπὸ σκηναῖσι μηδ’ ἀφέντ’ ἐᾶν,

### 755.1

εἰ ζῶντ’ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ·

### 755.2

ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ

### 755.3

δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.

### 755.4

Τὰ γὰρ περισσὰ κἀνόνητα σώματα

### 755.5

πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις

### 760.1

ἔφασχ’ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν

### 760.2

βλαστὼν ἔπειτα μὴ κατ’ ἄνθρωπον φρονῇ.

### 760.3

Κεῖνος δ’ ἀπ’ οἴκων εὐθὺς ἐξορμώμενος

### 760.4

ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.

### 760.5

Ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· «Τέκνον, δορὶ

### 765.1

βούλου κρατεῖν μέν, σὺν θεῷ δ’ ἀεὶ κρατεῖν»·

### 765.2

ὁ δ’ ὑψικόμπως κἀφρόνως ἠμείψατο·

### 765.3

«Πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ

### 765.4

κράτος κατακτήσαιτ’· ἐγὼ δὲ καὶ δίχα

### 765.5

κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος».

### 770.1

Τοσόνδ’ ἐκόμπει μῦθον. Εἶτα δεύτερον

### 770.2

δίας Ἀθάνας, ἡνίκ’ ὀτρύνουσά νιν

### 770.3

ηὐδᾶτ’ ἐπ’ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,

### 770.4

τότ’ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ’ ἔπος·

### 770.5

«Ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας

### 775.1

ἵστω, καθ’ ἡμᾶς δ’ οὔποτ’ ἐκρήξει μάχη».

### 775.2

Τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς

### unit_213.1

ἐκτήσατ’ ὀργήν, οὐ κατ’ ἄνθρωπον φρονῶν.

### unit_213.2

Ἀλλ’ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχ’ ἂν

### unit_213.3

γενοίμεθ’ αὐτοῦ σὺν θεῷ σωτήριοι.

### 780.1

Τοσαῦθ’ ὁ μάντις εἶφ’· ὁ δ’ εὐθὺς ἐξ ἕδρας

### 780.2

πέμπει με σοὶ φέροντα τάσδ’ ἐπιστολὰς

### 780.3

Τεῦκρος φυλάσσειν. Εἰ δ’ ἀπεστερήμεθα,

### 780.4

οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.

### 780.5

ΧΟ.Ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,

### 785.1

ὅρα μολοῦσα τόνδ’ ὁποῖ’ ἔπη θροεῖ·

### 785.2

ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο, μὴ χαίρειν τινά.

### 785.3

ΤΕ.Τί μ’ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην

### 785.4

κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;

### 785.5

ΧΟ.Τοῦδ’ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων

### 790.1

Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγης’ ἐγώ.

### 790.2

ΤΕ.Οἴμοι, τί φῄς, ἄνθρωπε; μῶν ὀλώλαμεν;

### 790.3

ΑΓ.Οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ’ ὅτι,

### 790.4

θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.

### 790.5

ΤΕ.Καὶ μὴν θυραῖος, ὥστε μ’ ὠδίνειν τί φῄς.

### 795.1

ΑΓ.Ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται

### 795.2

σκηνῆς ὕπαυλον, μηδ’ ἀφιέναι μόνον.

### 795.3

ΤΕ.Ποῦ δ’ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;

### 795.4

ΑΓ.Πάρεστ’ ἐκεῖνος ἄρτι· τήνδε δ’ ἔξοδον

### 795.5

ὀλεθρίαν Αἴαντος ἐλπίζει ῥέπειν.

### unit_218.1

ΤΕ.Οἴμοι τάλαινα, τοῦ ποτ’ ἀνθρώπων μαθών;

### unit_218.2

ΑΓ.Τοῦ Θεστορείου μάντεως, καθ’ ἡμέραν

### unit_218.3

τὴν νῦν, ὅτ’ αὐτῷ θάνατον ἢ βίον φέρει.

### unit_218.4

ΤΕ.Οἲ ’γώ, φίλοι, πρόστητ’ ἀναγκαίας τύχης,

### unit_218.5

καὶ σπεύσαθ’ οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν·

### 805.1

οἱ δ’ ἑσπέρους ἀγκῶνας, οἱ δ’ ἀντηλίους

### 805.2

ζητεῖτ’ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.

### 805.3

Ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη

### 805.4

καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.

### 805.5

Οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον.

### 810.1

Ἀλλ’ εἶμι κἀγὼ κεῖς’ ὅποιπερ ἂν σθένω.

### 810.2

Χωρῶμεν, ἐγκονῶμεν· οὐχ ἕδρας ἀκμὴ

### 810.3

σῴζειν θέλοντας ἄνδρα γ’ ὃς σπεύδῃ θανεῖν.

### 810.4

ΧΟ.Χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον·

### 810.5

τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ’ ἕψεται.

### 815.1

ΑΙ.Ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος

### 815.2

γένοιτ’ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή,

### 815.3

δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ

### 815.4

μάλιστα μισηθέντος, ἐχθίστου θ’ ὁρᾶν·

### 815.5

πέπηγε δ’ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,

### 820.1

σιδηροβρῶτι θηγάνῃ νεηκονής·

### 820.2

ἔπηξα δ’ αὐτὸν εὖ περιστείλας ἐγὼ

### 820.3

εὐνούστατον τῷδ’ ἀνδρὶ διὰ τάχους θανεῖν.

### 820.4

Οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι

### 820.5

σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.

### 825.1

Αἰτήσομαι δέ ς’ οὐ μακρὸν γέρας λαχεῖν·

### 825.2

πέμψον τιν’ ἡμῖν ἄγγελον, κακὴν φάτιν

### 825.3

Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ

### 825.4

πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,

### 825.5

καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος

### 830.1

ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ’ ἕλωρ.

### 830.2

Τοσαῦτά ς’, ὦ Ζεῦ, προστρέπω· καλῶ δ’ ἅμα

### 830.3

πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,

### unit_225.1

ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι

### unit_225.2

πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.

### 835.1

Καλῶ δ’ ἀρωγοὺς τὰς ἀεί τε παρθένους

### 835.2

ἀεί θ’ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,

### 835.3

σεμνὰς Ἐρινῦς τανύποδας μαθεῖν ἐμὲ

### 835.4

πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας.

### 835.5

Καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους

### 840.1

ξυναρπάσειαν, ὥσπερ εἰσορῶς’ ἐμὲ

### 840.2

αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς

### 840.3

πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.

### 840.4

Ἴτ’, ὦ ταχεῖαι ποίνιμοί τ’ Ἐρινύες,

### 840.5

γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ.

### 845.1

Σὺ δ’, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν

### 845.2

Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα

### 845.3

ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν

### 845.4

ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ’ ἐμὸν

### 845.5

γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.

### unit_229.1

Ἦ που τάλαινα, τήνδ’ ὅταν κλύῃ φάτιν,

### unit_229.2

ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.

### unit_229.3

Ἀλλ’ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,

### unit_229.4

ἀλλ’ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.

### unit_229.5

Ὦ Θάνατε, Θάνατε, νῦν μ’ ἐπίσκεψαι μολών·

### 855.1

καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών·

### 855.2

σὲ δ’, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,

### 855.3

καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,

### 855.4

πανύστατον δή, κοὔποτ’ αὖθις ὕστερον.

### 855.5

Ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον

### 860.1

Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον,

### 860.2

κλειναί τ’ Ἀθῆναι, καὶ τὸ σύντροφον γένος,

### unit_232.1

κρῆναί τε ποταμοί θ’ οἵδε, καὶ τὰ Τρωϊκὰ

### unit_232.2

πεδία προσαυδῶ, χαίρετ’, ὦ τροφῆς ἐμοί·

### unit_232.3

τοῦθ’ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,

### 865

τὰ δ’ ἄλλ’ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.

### 865

ΗΜΙΧΟΡΙΟΝ Αʹ

### 866.1

Πόνος πόνῳ πόνον φέρει·

### 866.2

πᾷ πᾷ

### 866.3

πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;

### 866.4

κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.

### 870.1

Ἰδοὺ ἰδού,

### 870.2

δοῦπον αὖ κλύω τινά.

### 871

ΗΜΙΧΟΡΙΟΝ Βʹ

### 872.1

Ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.

### 872.2

ΑʹΤί οὖν δή;

### 872.3

ΒʹΠᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν.

### 875.1

ΑʹἜχεις οὖν;

### 875.2

ΒʹΠόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.

### 875.3

ΑʹἈλλ’ οὐδὲ μὲν δὴ τὴν ἀφ’ ἡλίου βολῶν

### 875.4

κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.

### 878

ΧΟ.Τίς ἂν δῆ〈τά〉 μοι, τίς ἂν φιλοπόνωνStr.

### 880

ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας,

### 883.1

ἢ τίς Ὀλυμπιάδων θεᾶν, ἢ ῥυτῶν

### 883.2

Βοσπορίων ποταμῶν,

### 885.1

τὸν ὠμόθυμον εἴ ποθι

### 885.2

πλαζόμενον λεύσσων

### 885.3

ἀπύοι; σχέτλια γὰρ

### 885.4

ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων

### 885.5

οὐρίῳ μὴ πελάσαι δρόμῳ,

### 890.1

ἀλλ’ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.

### 890.2

ΤΕ.Ἰώ μοί μοι.

### 890.3

ΧΟ.Τίνος βοὴ πάραυλος ἐξέβη νάπους;

### 890.4

ΤΕ.Ἰὼ τλήμων.

### 890.5

ΧΟ.Τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ

### 895.1

Τέκμησσαν, οἴκτῳ τῷδε συγκεκραμένην.

### 895.2

ΤΕ.Οἴχωκ’, ὄλωλα, διαπεπόρθημαι, φίλοι.

### 895.3

ΧΟ.Τί δ’ ἔστιν;

### 895.4

ΤΕ.Αἴας ὅδ’ ἡμῖν ἀρτίως νεοσφαγὴς

### 895.5

κεῖται κρυφαίῳ φασγάνῳ περιπτυχής.

### unit_246.1

ΧΟ.Ὤμοι ἐμῶν νόστων·

### unit_246.2

ὤμοι, κατέπεφνες, ἄναξ,

### unit_246.3

τόνδε συνναύταν, τάλας·

### unit_246.4

ὦ ταλαίφρων γύναι.

### unit_246.5

ΤΕ.Ὡς ὧδε τοῦδ’ ἔχοντος αἰάζειν πάρα.

### 905.1

ΧΟ.Τίνος ποτ’ ἆρ’ ἔπραξε χειρὶ δύσμορος;

### 905.2

ΤΕ.Αὐτὸς πρὸς αὑτοῦ· δῆλον. Ἐν γάρ οἱ χθονὶ

### 905.3

πηκτὸν τόδ’ ἔγχος περιπετὲς κατηγορεῖ.

### 905.4

ΧΟ.Ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρ’ αἱμάχθης,

### 910.1

ἄφαρκτος φίλων·

### 910.2

ἐγὼ δ’ ὁ πάντα κωφός, ὁ πάντ’ ἄϊδρις,

### 910.3

κατημέλησα· πᾷ πᾷ

### 910.4

κεῖται ὁ δυστράπελος

### 910.5

δυσώνυμος Αἴας;

### 915.1

ΤΕ.Οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ

### 915.2

φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ

### 915.3

οὐδεὶς ἂν ὅστις καὶ φίλος τλαίη βλέπειν

### 915.4

φυσῶντ’ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας

### unit_250

πληγῆς μελανθὲν αἷμ’ ἀπ’ οἰκείας σφαγῆς.

### 920.1

Οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;

### 920.2

Ποῦ Τεῦκρος; ὡς ἀκμαῖος, εἰ βαίη, μόλοι,

### 920.3

πεπτῶτ’ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.

### 920.4

Ὦ δύσμορ’ Αἴας, οἷος ὢν οἵως ἔχεις,

### 920.5

ὡς καὶ παρ’ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.

### 925.1

ΧΟ.Ἔμελλες, τάλας, ἔμελλες χρόνῳAnt.

### 925.2

στερεόφρων ἄρ’ ἐξανύσσειν κακὰν

### 925.3

μοῖραν ἀπειρεσίων πόνων. Τοῖά μοι

### 925.4

πάννυχα καὶ φαέθοντ’

### 930.1

ἀνεστέναζες ὠμόφρων

### 930.2

ἐχθοδόπ’ Ἀτρείδαις

### 930.3

οὐλίῳ σὺν πάθει.

### 930.4

Μέγας ἄρ’ ἦν ἐκεῖνος ἄρχων χρόνος

### 935.1

πημάτων, ἦμος ἀριστόχειρ

### 935.2

〈οὐλομένων〉 ὅπλων ἔκειθ’ ἁγὼν πέρι.

### 936.1

ΤΕ.Ἰώ μοί μοι.

### 936.2

ΧΟ.Χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.

### 936.3

ΤΕ.Ἰώ μοί μοι.

### 940.1

ΧΟ.Οὐδέν ς’ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,

### 940.2

τοιοῦδ’ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.

### 940.3

ΤΕ.Σοὶ μὲν δοκεῖν ταῦτ’ ἔστ’, ἐμοὶ δ’ ἄγαν φρονεῖν.

### 940.4

ΧΟ.Ξυναυδῶ.

### 940.5

ΤΕ.Οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ

### 945.1

χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί.

### 945.2

ΧΟ.Ὤμοι, ἀναλγήτων

### 945.3

δισσῶν ἐθρόησας ἄναυδ’

### 945.4

ἔργ’ Ἀτρειδᾶν τῷδ’ ἄχει.

### unit_258

Ἀλλ’ ἀπείργοι θεός.

### unit_259.1

ΤΕ.Οὐκ ἂν τάδ’ ἔστη τῇδε, μὴ θεῶν μέτα.

### unit_259.2

ΧΟ.Ἄγαν ὑπερβριθὲς τ〈όδ’〉 ἄχθος ἤνυσαν.

### unit_259.3

ΤΕ.Τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς

### unit_259.4

Παλλὰς φυτεύει πῆμ’ Ὀδυσσέως χάριν.

### 955.1

ΧΟ.Ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει

### 955.2

πολύτλας ἀνήρ,

### 955.3

γελᾷ δὲ τοῖσ〈ι〉 μαινομένοις ἄχεσιν

### 955.4

πολὺν γέλωτα, φεῦ, φεῦ,

### 955.5

ξύν τε διπλοῖ βασιλῆς

### 960.1

κλύοντες Ἀτρεῖδαι.

### 960.2

ΤΕ.Οἱ δ’ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς

### 960.3

τοῖς τοῦδ’. Ἴσως τοι, κεἰ βλέποντα μὴ ’πόθουν,

### 960.4

θανόντ’ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.

### 960.5

Οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν

### 965.1

ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.

### 965.2

Ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,

### 965.3

αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν

### 965.4

ἐκτήσαθ’ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.

### 965.5

Τί δῆτα τοῦδ’ ἐπεγγελῷεν ἂν κάτα;

### 970.1

Θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.

### 970.2

Πρὸς ταῦτ’ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω·

### 970.3

Αἴας γὰρ αὐτοῖς οὐκέτ’ ἔστιν, ἀλλ’ ἐμοὶ

### 970.4

λιπὼν ἀνίας καὶ γόους διοίχεται.

### 970.5

ΤΕΥΚΡΟΣ

### 974

Ἰώ μοί μοι.

### 975

ΧΟ.Σίγησον. Αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν

### unit_266.1

βοῶντος ἄτης τῆσδ’ ἐπίσκοπον μέλος.

### unit_266.2

ΤΕΥ.Ὦ φίλτατ’ Αἴας, ὦ ξύναιμον ὄμμ’ ἐμοί,

### unit_266.3

ἆρ’ ἠμπόληκας ὥσπερ ἡ φάτις κρατεῖ;

### unit_266.4

ΧΟ.Ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτ’ ἐπίστασο.

### 980.1

ΤΕΥ.Οἴμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.

### 980.2

ΧΟ.Ὡς ὧδ’ ἐχόντων—

### 981.1

ΤΕΥ.Ὢ τάλας ἐγώ, τάλας.

### 981.2

ΧΟ.πάρα στενάζειν·

### 982.1

ΤΕΥ.Ὦ περισπερχὲς πάθος.

### 982.2

ΧΟ.Ἄγαν γε, Τεῦκρε.

### 983.1

ΤΕΥ.Φεῦ τάλας. Τί γὰρ τέκνον

### 983.2

τὸ τοῦδε; ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;

### 985

ΧΟ.Μόνος παρὰ σκηναῖσιν—

### 985.1

ΤΕΥ.Οὐχ ὅσον τάχος

### 985.2

δῆτ’ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς

### 985.3

σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;

### 985.4

Ἴθ’, ἐγκόνει, σύγκαμνε· τοῖς θανοῦσί τοι

### 985.5

φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.

### 990.1

ΧΟ.Καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν

### 990.2

ἐφίεθ’ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.

### 990.3

ΤΕΥ.Ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ

### 990.4

ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,

### 990.5

ὁδός θ’ ὁδῶν πασῶν ἀνιάσασα δὴ

### 995.1

μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην,

### 995.2

ὦ φίλτατ’ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην

### 995.3

μόρον διώκων κἀξιχνοσκοπούμενος.

### 995.4

Ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος

### 995.5

διῆλθ’ Ἀχαιοὺς πάντας ὡς οἴχῃ θανών.

### unit_275.1

Ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν

### unit_275.2

ὑπεστέναζον, νῦν δ’ ὁρῶν ἀπόλλυμαι.

### unit_276.1

Οἴμοι.

### unit_276.2

Ἴθ’, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.

### unit_276.3

Ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,

### 1005.1

ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.

### 1005.2

Ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,

### 1005.3

τοῖς σοῖς ἀρήξαντ’ ἐν πόνοισι μηδαμοῦ;

### 1005.4

Ἦ πού 〈με〉 Τελαμών, σὸς πατὴρ ἐμός θ’ ἅμα,

### 1005.5

δέξαιτ’ ἂν εὐπρόσωπος ἵλεώς τ’ ἴσως

### 1010.1

χωροῦντ’ ἄνευ σοῦ· πῶς γὰρ οὔχ; ὅτῳ πάρα

### 1010.2

μηδ’ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.

### 1010.3

Οὗτος τί κρύψει; ποῖον οὐκ ἐρεῖ κακόν,

### 1010.4

τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,

### 1010.5

τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ

### 1015.1

σέ, φίλτατ’ Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ

### 1015.2

κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.

### 1015.3

Τοιαῦτ’ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,

### 1015.4

ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος·

### 1015.5

τέλος δ’ ἀπωστὸς γῆς ἀπορριφθήσομαι,

### 1020.1

δοῦλος λόγοισιν ἀντ’ ἐλευθέρου φανείς.

### 1020.2

Τοιαῦτα μὲν κατ’ οἶκον· ἐν Τροίᾳ δέ μοι

### 1020.3

πολλοὶ μὲν ἐχθροί, παῦρα δ’ ὠφελήσιμα·

### 1020.4

καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.

### 1020.5

Οἴμοι, τί δράσω; πῶς ς’ ἀποσπάσω πικροῦ

### 1025.1

τοῦδ’ αἰόλου κνώδοντος, ὦ τάλας, ὑφ’ οὗ

### 1025.2

φονέως ἄρ’ ἐξέπνευσας; Εἶδες ὡς χρόνῳ

### 1025.3

ἔμελλέ ς’ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;

### 1025.4

Σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν·

### 1025.5

Ἕκτωρ μέν, ᾧ δὴ τοῦδ’ ἐδωρήθη πάρα,

### 1030.1

ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων,

### 1030.2

ἐκνάπτετ’ αἰὲν ἔστ’ ἀπέψυξεν βίον·

### 1030.3

οὗτος δ’ ἐκείνου τήνδε δωρεὰν ἔχων

### 1030.4

πρὸς τοῦδ’ ὄλωλε θανασίμῳ πεσήματι.

### 1030.5

Ἆρ’ οὐκ Ἐρινὺς τοῦτ’ ἐχάλκευσεν ξίφος,

### 1035.1

κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος;

### 1035.2

Ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ’ ἀεὶ

### 1035.3

φάσκοιμ’ ἂν ἀνθρώποισι μηχανᾶν θεούς·

### 1035.4

ὅτῳ δὲ μὴ τάδ’ ἐστὶν ἐν γνώμῃ φίλα,

### 1035.5

κεῖνός τ’ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.

### 1040.1

ΧΟ.Μὴ τεῖνε μακράν, ἀλλ’ ὅπως κρύψεις τάφῳ

### 1040.2

φράζου τὸν ἄνδρα χὤ τι μυθήσῃ τάχα.

### 1040.3

Βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχ’ ἂν κακοῖς

### 1040.4

γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτ’ ἀνήρ.

### 1040.5

ΤΕΥ.Τίς δ’ ἐστὶν ὅντιν’ ἄνδρα προσλεύσσεις στρατοῦ;

### 1045.1

ΧΟ.Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν.

### 1045.2

ΤΕΥ.Ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.

### 1045.3

ΜΕΝΕΛΑΟΣ

### 1047.1

Οὗτος, σὲ φωνῶ, τόνδε τὸν νεκρὸν χεροῖν

### 1047.2

μὴ συγκομίζειν, ἀλλ’ ἐᾶν ὅπως ἔχει.

### 1047.3

ΤΕΥ.Τίνος χάριν τοσόνδ’ ἀνήλωσας λόγον;

### unit_287.1

ΜΕ.Δοκοῦντ’ ἐμοί, δοκοῦντα δ’ ὃς κραίνει στρατοῦ.

### unit_287.2

ΤΕΥ.Οὔκουν ἂν εἴποις ἥντιν’ αἰτίαν προθείς;

### unit_287.3

ΜΕ.Ὁθούνεκ’ αὐτὸν ἐλπίσαντες οἴκοθεν

### unit_287.4

ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,

### unit_287.5

ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν·

### 1055.1

ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον

### 1055.2

νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δορί·

### unit_289.1

κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,

### unit_289.2

ἡμεῖς μὲν ἂν τήνδ’ ἣν ὅδ’ εἴληχεν τύχην

### unit_289.3

θανόντες ἂν προὐκείμεθ’ αἰσχίστῳ μόρῳ,

### 1060.1

οὗτος δ’ ἂν ἔζη. Νῦν δ’ ἐνήλλαξεν θεὸς

### 1060.2

τὴν τοῦδ’ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.

### 1060.3

Ὧν οὕνεκ’ αὐτὸν οὔτις ἔστ’ ἀνὴρ σθένων

### 1060.4

τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,

### 1060.5

ἀλλ’ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος

### 1065.1

ὄρνισι φορβὴ παραλίοις γενήσεται.

### 1065.2

Πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος·

### 1065.3

εἰ γὰρ βλέποντος μὴ ’δυνήθημεν κρατεῖν,

### 1065.4

πάντως θανόντος γ’ ἄρξομεν, κἂν μὴ θέλῃς,

### 1065.5

χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθ’ ὅπου

### 1070.1

λόγων ἀκοῦσαι ζῶν ποτ’ ἠθέλης’ ἐμῶν.

### 1070.2

Καίτοι κακοῦ πρὸς ἀνδρὸς ἄνδρα δημότην

### 1070.3

μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.

### 1070.4

Οὐ γάρ ποτ’ οὔτ’ ἂν ἐν πόλει νόμοι καλῶς

### 1070.5

φέροιντ’ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,

### 1075.1

οὔτ’ ἂν στρατός γε σωφρόνως ἄρχοιτ’ ἔτι

### 1075.2

μηδὲν φόβου πρόβλημα μηδ’ αἰδοῦς ἔχων.

### 1075.3

Ἀλλ’ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,

### 1075.4

δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.

### 1075.5

Δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θ’ ὁμοῦ,

### 1080.1

σωτηρίαν ἔχοντα τόνδ’ ἐπίστασο·

### 1080.2

ὅπου δ’ ὑβρίζειν δρᾶν θ’ ἃ βούλεται παρῇ,

### 1080.3

ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ

### 1080.4

ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.

### 1080.5

Ἀλλ’ ἑστάτω μοι καὶ δέος τι καίριον,

### 1085

καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα

### unit_296.1

οὐκ ἀντιτίσειν αὖθις ἃν λυπώμεθα.

### unit_296.2

Ἕρπει παραλλὰξ ταῦτα. Πρόσθεν οὗτος ἦν

### unit_296.3

αἴθων ὑβριστής, νῦν δ’ ἐγὼ μέγ’ αὖ φρονῶ.

### unit_296.4

Καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως

### 1090.1

μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.

### 1090.2

ΧΟ.Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς

### 1090.3

εἶτ’ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.

### 1090.4

ΤΕΥ.Οὐκ ἄν ποτ’, ἄνδρες, ἄνδρα θαυμάσαιμ’ ἔτι,

### 1090.5

ὃς μηδὲν ὢν γοναῖσιν εἶθ’ ἁμαρτάνει,

### 1095.1

ὅθ’ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι

### 1095.2

τοιαῦθ’ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη.

### 1095.3

Ἄγ’, εἴπ’ ἀπ’ ἀρχῆς αὖθις, ἦ σὺ φῂς ἄγειν

### 1095.4

τὸν ἄνδρ’ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;

### 1095.5

οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;

### unit_299.1

ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν

### unit_299.2

ἔξεστ’ ἀνάσσειν ὧν ὅδ’ ἤγετ’ οἴκοθεν;

### unit_299.3

Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν,

### unit_299.4

οὐδ’ ἔσθ’ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον

### unit_299.5

ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.

### 1105.1

Ὕπαρχος ἄλλων δεῦρ’ ἔπλευσας, οὐχ ὅλων

### 1105.2

στρατηγός, ὥστ’ Αἴαντος ἡγεῖσθαί ποτε.

### 1105.3

Ἀλλ’ ὧνπερ ἄρχεις ἄρχε, καὶ τὰ σέμν’ ἔπη

### 1105.4

κόλαζ’ ἐκείνους· τόνδε δ’, εἴτε μὴ σὺ φῂς

### 1105.5

εἴθ’ ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ

### 1110.1

θήσω δικαίως οὐ τὸ σὸν δείσας στόμα.

### 1110.2

Οὐ γάρ τι τῆς σῆς οὕνεκ’ ἐστρατεύσατο

### 1110.3

γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,

### 1110.4

ἀλλ’ οὕνεχ’ ὅρκων οἷσιν ἦν ἐπώμοτος,

### 1110.5

σοῦ δ’ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.

### 1115.1

Πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν

### 1115.2

καὶ τὸν στρατηγὸν ἧκε· τοῦ δὲ σοῦ ψόφου

### unit_303.1

οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.

### unit_303.2

ΧΟ.Οὐδ’ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ·

### unit_303.3

τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ’ ᾖ, δάκνει.

### 1120.1

ΜΕ.Ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.

### 1120.2

ΤΕΥ.Οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.

### 1120.3

ΜΕ.Μέγ’ ἄν τι κομπάσειας, ἀσπίδ’ εἰ λάβοις.

### 1120.4

ΤΕΥ.Κἂν ψιλὸς ἀρκέσαιμι σοί γ’ ὡπλισμένῳ.

### 1120.5

ΜΕ.Ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.

### 1125.1

ΤΕΥ.Ξὺν τῷ δικαίῳ γὰρ μέγ’ ἔξεστιν φρονεῖν.

### 1125.2

ΜΕ.Δίκαια γὰρ τόνδ’ εὐτυχεῖν κτείναντά με;

### 1125.3

ΤΕΥ.Κτείναντα; δεινόν γ’ εἶπας, εἰ καὶ ζῇς θανών.

### 1125.4

ΜΕ.Θεὸς γὰρ ἐκσῴζει με, τῷδε δ’ οἴχομαι.

### 1125.5

ΤΕΥ.Μὴ νῦν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.

### 1130.1

ΜΕ.Ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;

### 1130.2

ΤΕΥ.Εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.

### 1130.3

ΜΕ.Τούς γ’ αὐτὸς αὑτοῦ πολεμίους· οὐ γὰρ καλόν.

### 1130.4

ΤΕΥ.Ἦ σοὶ γὰρ Αἴας πολέμιος προὔστη ποτέ;

### 1130.5

ΜΕ.Μισοῦντ’ ἐμίσει, καὶ σὺ τοῦτ’ ἠπίστασο.

### 1135.1

ΤΕΥ.Κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.

### 1135.2

ΜΕ.Ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδ’ ἐσφάλη.

### 1135.3

ΤΕΥ.Πόλλ’ ἂν καλῶς λάθρᾳ σὺ κλέψειας κακά.

### 1135.4

ΜΕ.Τοῦτ’ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.

### 1135.5

ΤΕΥ.Οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.

### 1140.1

ΜΕ.Ἕν σοι φράσω· τόνδ’ ἐστὶν οὐχὶ θαπτέον.

### 1140.2

ΤΕΥ.Ἀλλ’ ἀντακούσῃ τοῦτον ὡς τεθάψεται.

### 1140.3

ΜΕ.Ἤδη ποτ’ εἶδον ἄνδρ’ ἐγὼ γλώσσῃ θρασὺν

### 1140.4

ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,

### 1140.5

ᾧ φθέγμ’ ἂν οὐκ ἀνηῦρες, ἡνίκ’ ἐν κακῷ

### 1145.1

χειμῶνος εἴχετ’, ἀλλ’ ὑφ’ εἵματος κρυφεὶς

### 1145.2

πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.

### 1145.3

Οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα

### 1145.4

σμικροῦ νέφους τάχ’ ἄν τις ἐκπνεύσας μέγας

### 1145.5

χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.

### unit_310.1

ΤΕΥ.Ἐγὼ δέ γ’ ἄνδρ’ ὄπωπα μωρίας πλέων,

### unit_310.2

ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.

### unit_310.3

Κᾆτ’ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ

### unit_310.4

ὀργήν θ’ ὅμοιος εἶπε τοιοῦτον λόγον·

### unit_310.5

«Ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·

### 1155.1

εἰ γὰρ ποιήσεις, ἴσθι πημανούμενος».

### 1155.2

Τοιαῦτ’ ἄνολβον ἄνδρ’ ἐνουθέτει παρών.

### 1155.3

Ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,

### 1155.4

οὐδείς ποτ’ ἄλλος ἢ σύ. Μῶν ᾐνιξάμην;

### 1155.5

ΜΕ.Ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις,

### 1160.1

λόγοις κολάζειν ᾧ βιάζεσθαι παρῇ.

### 1160.2

ΤΕΥ.Ἄφερπέ νυν· κἀμοὶ γὰρ αἴσχιστον κλύειν

### 1160.3

ἀνδρὸς ματαίου φλαῦρ’ ἔπη μυθουμένου.

### 1162.1

ΧΟ.Ἔσται μεγάλης ἔριδός τις ἀγών.

### 1162.2

Ἀλλ’ ὡς δύνασαι, Τεῦκρε, ταχύνας

### 1165.1

σπεῦσον κοίλην κάπετόν τιν’ ἰδεῖν

### 1165.2

τῷδ’, ἔνθα βροτοῖς τὸν ἀείμνηστον

### 1165.3

τάφον εὐρώεντα καθέξει.

### 1165.4

ΤΕΥ.Καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι

### 1165.5

πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή,

### 1170.1

τάφον περιστελοῦντε δυστήνου νεκροῦ.

### 1170.2

Ὦ παῖ, πρόσελθε δεῦρο, καὶ σταθεὶς πέλας

### 1170.3

ἱκέτης ἔφαψαι πατρὸς ὅς ς’ ἐγείνατο.

### 1170.4

Θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων

### 1170.5

κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,

### 1175.1

ἱκτήριον θησαυρόν. Εἰ δέ τις στρατοῦ

### 1175.2

βίᾳ ς’ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,

### 1175.3

κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,

### 1175.4

γένους ἅπαντος ῥίζαν ἐξημημένος,

### 1175.5

αὕτως ὅπωσπερ τόνδ’ ἐγὼ τέμνω πλόκον.

### 1180.1

Ἔχ’ αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σε

### 1180.2

κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου.

### 1180.3

Ὑμεῖς τε μὴ γυναῖκες ἀντ’ ἀνδρῶν πέλας

### 1180.4

παρέστατ’, ἀλλ’ ἀρήγετ’ ἔστ’ ἐγὼ μόλω

### 1180.5

τάφου μεληθεὶς τῷδε, κἂν μηδεὶς ἐᾷ.

### 1185

ΧΟ.Τίς ἄρα νέατος ἐς πότε λή‐Str. 1.

### 1185.1

ξει πολυπλάγκτων ἐτέων ἀριθμός,

### 1185.2

τὰν ἄπαυστον αἰὲν ἐμοὶ

### 1188

δορυσσοήτων μόχθων ἄταν ἐπάγων

### 1190.1

ἀν τὰν εὐρώδη Τροΐαν,

### 1190.2

δύστανον ὄνειδος Ἑλλάνων;

### 1191.1

Ὄφελε πρότερον αἰθέρα δῦ‐Ant. 1.

### 1191.2

ναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν

### 1191.3

κεῖνος ἁνὴρ, ὃς στυγερῶν

### 1195

ἔδειξεν ὅπλων Ἕλλασιν κοινὸν Ἄρη.

### 1197.1

Ὢ πόνοι πρόγονοι πόνων·

### 1197.2

κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.

### 1198

Ἐκεῖνος οὐ στεφάνων οὔτε βαθειᾶνStr. 2.

### unit_326.1

κυλίκων νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν

### unit_326.2

οὔτε γλυκὺν αὐλῶν ὄτοβον, δύσμορος,

### unit_327

οὔτ’ ἐννυχίαν τέρψιν ἰαύειν·

### 1205.1

ἐρώτων δ’ ἐρώτων ἀνέπαυσεν ὤ‐

### 1205.2

μοι. Κεῖμαι δ’ ἀμέριμνος οὕ‐

### 1205.3

τως, ἀεὶ πυκιναῖς δρόσοις

### 1205.4

τεγγόμενος κόμας,

### 1210

λυγρᾶς μνήματα Τροίας.

### 1210.1

Καὶ πρὶν μὲν ἐννυχίου δείματος ἦν μοιAnt. 2.

### 1210.2

προβολὰ καὶ βελέων θούριος Αἴας·

### 1214

νῦν δ’ οὗτος ἀνεῖται στυγερῷ δαίμονι.

### 1215

Τίς μοι, τίς ἔτ’ οὖν τέρψις ἐπέσται;

### 1218.1

Γενοίμαν ἵν’ ὑλᾶεν ἔπεστι πόν‐

### 1218.2

του πρόβλημ’ ἁλίκλυστον, ἄ‐

### 1220.1

κραν ὑπὸ πλάκα Σουνίου,

### 1220.2

τὰς ἱερὰς ὅπως

### 1220.3

προσείποιμεν Ἀθάνας.

### 1220.4

ΤΕΥ.Καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην

### 1220.5

Ἀγαμέμνον’ ἡμῖν δεῦρο τόνδ’ ὁρμώμενον·

### 1225.1

δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.

### 1225.2

ΑΓΑΜΕΜΝΩΝ

### 1226.1

Σὲ δὴ τὰ δεινὰ ῥήματ’ ἀγγέλλουσί μοι

### 1226.2

τλῆναι καθ’ ἡμῶν ὧδ’ ἀνοιμωκτεὶ χανεῖν·

### 1226.3

σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω.

### 1226.4

Ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο

### 1230.1

ὑψήλ’ ἐκόμπεις κἀπ’ ἄκρων ὡδοιπόρεις,

### 1230.2

ὅτ’ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,

### 1230.3

κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν

### 1230.4

ἡμᾶς Ἀχαιῶν οὔτε σοῦ διωμόσω,

### unit_338

ἀλλ’ αὐτὸς ἄρχων, ὡς σὺ φῄς, Αἴας ἔπλει.

### 1235.1

Ταῦτ’ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;

### 1235.2

Ποίου κέκραγας ἀνδρὸς ὧδ’ ὑπέρφρονα;

### 1235.3

ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;

### 1235.4

Οὐκ ἆρ’ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;

### 1235.5

Πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων

### 1240.1

ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε,

### 1240.2

εἰ πανταχοῦ φανούμεθ’ ἐκ Τεύκρου κακοί,

### 1240.3

κοὐκ ἀρκέσει ποθ’ ὑμὶν οὐδ’ ἡσσημένοις

### 1240.4

εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,

### 1240.5

ἀλλ’ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που

### 1245.1

ἢ σὺν δόλῳ κεντήσεθ’ οἱ λελειμμένοι.

### 1245.2

Ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε

### 1245.3

κατάστασις γένοιτ’ ἂν οὐδενὸς νόμου,

### 1245.4

εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν

### 1245.5

καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.

### unit_342.1

Ἀλλ’ εἰρκτέον τάδ’ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς

### unit_342.2

οὐδ’ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,

### unit_342.3

ἀλλ’ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.

### unit_342.4

Μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως

### unit_342.5

μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.

### 1255.1

Καὶ σοὶ προσέρπον τοῦτ’ ἐγὼ τὸ φάρμακον

### 1255.2

ὁρῶ τάχ’, εἰ μὴ νοῦν κατακτήσῃ τινά·

### 1255.3

ὃς ἀνδρὸς οὐκέτ’ ὄντος, ἀλλ’ ἤδη σκιᾶς,

### 1255.4

θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.

### 1255.5

Οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν

### 1260.1

ἄλλον τιν’ ἄξεις ἄνδρα δεῦρ’ ἐλεύθερον,

### 1260.2

ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;

### 1260.3

Σοῦ γὰρ λέγοντος οὐκέτ’ ἂν μάθοιμ’ ἐγώ·

### unit_345.1

τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.

### unit_345.2

ΧΟ.Εἴθ’ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·

### 1265.1

τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.

### 1265.2

ΤΕΥ.Φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς

### 1265.3

χάρις διαρρεῖ καὶ προδοῦς’ ἁλίσκεται,

### 1265.4

εἰ σοῦ γ’ ὅδ’ ἁνὴρ οὐδ’ ἐπὶ σμικρῶν λόγων,

### 1265.5

Αἴας, ἔτ’ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις

### 1270.1

τὴν σὴν προτείνων προὔκαμες ψυχὴν δορί·

### 1270.2

ἀλλ’ οἴχεται δὴ πάντα ταῦτ’ ἐρριμμένα.

### 1270.3

Ὦ πολλὰ λέξας ἄρτι κἀνόητ’ ἔπη,

### 1270.4

οὐ μνημονεύεις οὐκέτ’ οὐδέν, ἡνίκα

### 1270.5

ἑρκέων ποθ’ ὑμᾶς οὗτος ἐγκεκλῃμένους,

### 1275.1

ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς

### 1275.2

ἐρρύσατ’ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν

### 1275.3

ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις

### 1275.4

πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη

### 1275.5

πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;

### 1280.1

Τίς ταῦτ’ ἀπεῖρξεν; οὐχ ὅδ’ ἦν ὁ δρῶν τάδε,

### 1280.2

ὃν οὐδαμοῦ φῂς οὗ σὺ μή, βῆναι ποδί;

### 1280.3

Ἆρ’ ὑμὶν οὗτος ταῦτ’ ἔδρασεν ἔνδικα;

### 1280.4

χὤτ’ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου,

### 1280.5

λαχών τε κἀκέλευστος, ἦλθ’ ἐναντίος,

### 1285.1

οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθεὶς

### 1285.2

ὑγρᾶς ἀρούρας βῶλον, ἀλλ’ ὃς εὐλόφου

### 1285.3

κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;

### 1285.4

Ὅδ’ ἦν ὁ πράσσων ταῦτα, σὺν δ’ ἐγὼ παρὼν

### 1285.5

ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.

### 1290.1

Δύστηνε, ποῖ βλέπων ποτ’ αὐτὰ καὶ θροεῖς;

### 1290.2

Οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προὔφυ πατὴρ

### unit_352.1

ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;

### unit_352.2

Ἀτρέα δ’, ὃς αὖ ς’ ἔσπειρε, δυσσεβέστατον

### unit_352.3

προθέντ’ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;

### 1295.1

Αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ’ ᾗ

### 1295.2

λαβὼν ἐπακτὸν ἄνδρ’ ὁ φιτύσας πατὴρ

### 1295.3

ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.

### 1295.4

Τοιοῦτος ὢν τοιῷδ’ ὀνειδίζεις σποράν;

### 1295.5

ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,

### unit_354.1

ὅστις στρατοῦ τὰ πρῶτ’ ἀριστεύσας ἐμὴν

### unit_354.2

ἴσχει ξύνευνον μητέρ’, ἣ φύσει μὲν ἦν

### unit_354.3

βασίλεια, Λαομέδοντος, ἔκκριτον δέ νιν

### unit_354.4

δώρημα κείνῳ ’δωκεν Ἀλκμήνης γόνος.

### unit_354.5

Ἆρ’ ὧδ’ ἄριστος ἐξ ἀριστέοιν δυοῖν

### 1305.1

βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,

### 1305.2

οὓς νῦν σὺ τοιοῖσδ’ ἐν πόνοισι κειμένους

### 1305.3

ὠθεῖς ἀθάπτους, οὐδ’ ἐπαισχύνῃ λέγων;

### 1305.4

Εὖ νυν τόδ’ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,

### 1305.5

βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους·

### 1310.1

ἐπεὶ καλόν μοι τοῦδ’ ὑπερπονουμένῳ

### 1310.2

θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ

### 1310.3

γυναικός, ἢ τοῦ σοῦ ξυναίμονος λέγω.

### 1310.4

Πρὸς ταῦθ’ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·

### 1310.5

ὡς εἴ με πημανεῖς τι, βουλήσῃ ποτὲ

### 1315.1

καὶ δειλὸς εἶναι μᾶλλον ἢ ’ν ἐμοὶ θρασύς.

### 1315.2

ΧΟ.Ἄναξ Ὀδυσσεῦ, καιρὸν ἴσθ’ ἐληλυθώς,

### 1315.3

εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.

### 1315.4

ΟΔΥΣΣΕΥΣ

### 1318

Τί δ’ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην

### unit_359

βοὴν Ἀτρειδῶν τῷδ’ ἐπ’ ἀλκίμῳ νεκρῷ.

### 1320.1

ΑΓ.Οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,

### 1320.2

ἄναξ Ὀδυσσεῦ, τοῦδ’ ὑπ’ ἀνδρὸς ἀρτίως;

### 1320.3

ΟΔ.Ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω

### 1320.4

κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.

### 1320.5

ΑΓ.Ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με.

### 1325.1

ΟΔ.Τί γάρ ς’ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;

### 1325.2

ΑΓ.Οὔ φης’ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς

### 1325.3

ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.

### 1325.4

ΟΔ.Ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ

### 1325.5

σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;

### 1330.1

ΑΓ.Εἴπ’· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ

### 1330.2

φίλον ς’ ἐγὼ μέγιστον Ἀργείων νέμω.

### 1330.3

ΟΔ.Ἄκουέ νυν. Τὸν ἄνδρα τόνδε πρὸς θεῶν

### 1330.4

μὴ τλῇς ἄθαπτον ὧδ’ ἀναλγήτως βαλεῖν·

### 1330.5

μηδ’ ἡ βία σε μηδαμῶς νικησάτω

### 1335.1

τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.

### 1335.2

Κἀμοὶ γὰρ ἦν ποθ’ οὗτος ἔχθιστος στρατοῦ,

### 1335.3

ἐξ οὗ ’κράτησα τῶν Ἀχιλλείων ὅπλων·

### 1335.4

ἀλλ’ αὐτὸν ἔμπας ὄντ’ ἐγὼ τοιόνδ’ ἐμοὶ

### 1335.5

οὐκ ἀντατιμάσαιμ’ ἄν, ὥστε μὴ λέγειν

### 1340.1

ἕν’ ἄνδρ’ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι

### 1340.2

Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.

### 1340.3

Ὥστ’ οὐκ ἂν ἐνδίκως γ’ ἀτιμάζοιτό σοι·

### 1340.4

οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους

### 1340.5

φθείροις ἄν. Ἄνδρα δ’ οὐ δίκαιον, εἰ θάνοι,

### 1345.1

βλάπτειν τὸν ἐσθλόν, οὐδ’ ἐὰν μισῶν κυρῇς.

### 1345.2

ΑΓ.Σὺ ταῦτ’, Ὀδυσσεῦ, τοῦδ’ ὑπερμαχεῖς ἐμοί;

### unit_366.1

ΟΔ.Ἔγωγ’· ἐμίσουν δ’, ἡνίκ’ ἦν μισεῖν καλόν.

### unit_366.2

ΑΓ.Οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;

### unit_366.3

ΟΔ.Μὴ χαῖρ’, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.

### unit_367.1

ΑΓ.Τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.

### unit_367.2

ΟΔ.Ἀλλ’ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.

### unit_367.3

ΑΓ.Κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.

### unit_367.4

ΟΔ.Παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.

### unit_367.5

ΑΓ.Μέμνης’ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.

### 1355.1

ΟΔ.Ὅδ’ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ’ ἦν.

### 1355.2

ΑΓ.Τί ποτε ποήσεις; ἐχθρὸν ὧδ’ αἰδῇ νέκυν;

### 1355.3

ΟΔ.Νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.

### 1355.4

ΑΓ.Τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.

### 1355.5

ΟΔ.Ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.

### 1360.1

ΑΓ.Τοιούσδ’ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;

### 1360.2

ΟΔ.Σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.

### 1360.3

ΑΓ.Ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς;

### 1360.4

ΟΔ.Ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.

### 1360.5

ΑΓ.Ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;

### 1365.1

ΟΔ.Ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδ’ ἵξομαι.

### 1365.2

ΑΓ.Ἦ πάνθ’ ὅμοια· πᾶς ἀνὴρ αὑτῷ πονεῖ.

### 1365.3

ΟΔ.Τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ’μαυτῷ πονεῖν;

### 1365.4

ΑΓ.Σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.

### 1365.5

ΟΔ.Ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γ’ ἔσῃ.

### 1370.1

ΑΓ.Ἀλλ’ εὖ γε μέντοι τοῦτ’ ἐπίστας’, ὡς ἐγὼ

### 1370.2

σοὶ μὲν νέμοιμ’ ἂν τῆσδε καὶ μείζω χάριν,

### 1370.3

οὗτος δὲ κἀκεῖ κἀνθάδ’ ὢν ἔμοιγ’ ὁμῶς

### unit_372.1

ἔχθιστος ἔσται. Σοὶ δὲ δρᾶν ἔξεσθ’ ἃ χρή.

### unit_372.2

ΧΟ.Ὅστις ς’, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν

### 1375.1

φῦναι τοιοῦτον ὄντα, μῶρός ἐστ’ ἀνήρ.

### 1375.2

ΟΔ.Καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ’ ἀγγέλλομαι,

### 1375.3

ὅσον τότ’ ἐχθρὸς ἦ, τοσόνδ’ εἶναι φίλος·

### 1375.4

καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω

### 1375.5

καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων

### 1380.1

χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.

### 1380.2

ΤΕΥ.Ἄριστ’ Ὀδυσσεῦ, πάντ’ ἔχω ς’ ἐπαινέσαι

### 1380.3

λόγοισι, καί μ’ ἔψευσας ἐλπίδος πολύ.

### 1380.4

Τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ

### 1380.5

μόνος παρέστης χερσίν, οὐδ’ ἔτλης παρὼν

### 1385.1

θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,

### 1385.2

ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν

### 1385.3

αὐτός τε χὠ ξύναιμος ἠθελησάτην

### 1385.4

λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.

### 1385.5

Τοιγάρ σφ’ Ὀλύμπου τοῦδ’ ὁ πρεσβεύων πατὴρ

### 1390.1

μνήμων τ’ Ἐρινὺς καὶ τελεσφόρος Δίκη

### 1390.2

κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον

### 1390.3

τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.

### 1390.4

Σὲ δ’, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,

### 1390.5

τάφου μὲν ὀκνῶ τοῦδ’ ἐπιψαύειν ἐᾶν,

### 1395.1

μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποῶ·

### 1395.2

τὰ δ’ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ

### 1395.3

θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.

### 1395.4

Ἐγὼ δὲ τἀμὰ πάντα πορσυνῶ· σὺ δὲ

### 1395.5

ἀνὴρ καθ’ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.

### unit_378

ΟΔ.Ἀλλ’ ἤθελον μέν· εἰ δὲ μή ’στί σοι φίλον

### unit_379.1

πράσσειν τάδ’ ἡμᾶς, εἶμ’, ἐπαινέσας τὸ σόν.

### unit_379.2

ΤΕΥ.Ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται

### unit_379.3

χρόνος. Ἀλλ’ οἱ μὲν κοίλην κάπετον

### unit_379.4

χερσὶ ταχύνετε, τοὶ δ’ ὑψίβατον

### 1405.1

τρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσίων

### 1405.2

θέσθ’ ἐπίκαιρον· μία δ’ ἐκ κλισίας

### 1405.3

ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον

### 1405.4

κόσμον φερέτω.

### 1405.5

Παῖ, σὺ δὲ πατρός γ’, ὅσον ἰσχύεις,

### 1410.1

φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ

### 1410.2

τάσδ’ ἐπικούφιζ’· ἔτι γὰρ θερμαὶ

### 1410.3

σύριγγες ἄνω φυσῶσι μέλαν

### 1410.4

μένος. Ἀλλ’ ἄγε πᾶς φίλος ὅστις ἀνὴρ

### 1410.5

φησὶ παρεῖναι, σούσθω, βάτω,

### 1415.1

τῷδ’ ἀνδρὶ πονῶν τῷ πάντ’ ἀγαθῷ

### 1415.2

κοὐδενὶ 〈δή〉 πω λῴονι θνητῶν·

### 1415.3

Αἴαντος, ὅτ’ ἦν τόδε φωνῶ.

### 1415.4

ΧΟ.Ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν

### 1415.5

γνῶναι· πρὶν ἰδεῖν δ’ οὐδεὶς μάντις

### 1420

τῶν μελλόντων ὅ τι πράξει.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: buo-aa`.
