---
title: On the Physis of Art and Wisdom
title_greek: Ἀποσπάσματα
author: Simylus
eul_wid: gfe-aa
eul_aid: gfe
canonical: "https://eulogikon.org/works/simylus-on-physis-art-wisdom-gfe-aa"
lang: grc
period: Classical
dialect: Homeric
domain: "Poetry, Philosophy"
genre: Iambic
content_hash: "sha256:fdda3ec06a9d7cb645fc39ed478210352fe8b3423e80b5aacc7801efd15cc207"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Physis of Art and Wisdom

*Ἀποσπάσματα*

**Author:** Simylus

**eul_wid:** `gfe-aa` · [HTML page](https://eulogikon.org/works/simylus-on-physis-art-wisdom-gfe-aa)

## Text

Οὔτε φύσις ἱκανὴ γίνεται τέχνης ἄτερ  

πρὸς οὐδὲν ἐπιτήδευμα παράπαν οὐδενί,  

οὔτε πάλι τέχνη μὴ φύσιν κεκτημένη.  

τούτων ὁμοίως τοῖν δυοῖν συνηγμένων  

εἰς ταὐτὸν ἔτι δεῖ προσλαβεῖν χορηγίαν,  

ἔρωτα, μελέτην, καιρὸν εὐφυῆ, χρόνον,  

κριτὴν τὸ ῥηθὲν δυνάμενον συναρπάσαι.  

ἐν ᾧ γὰρ ἂν τούτων τις ἀπολειφθεὶς τύχῃ,  

οὐκ ἔρχετʼ ἐπὶ τὸ τέρμα τοῦ προκειμένου.  

φύσις θέλησις ἐπιμέλειʼ εὐταξία  

σοφοὺς τίθησι κἀγαθούς, ἐτῶν δέ τοι  

ἀριθμὸς οὐδὲν ἄλλο πλὴν γῆρας ποιεῖ.  

Πέντʼ εἰσὶν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει,  

ἁφὴν ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν· μία  

τούτων ἁπασῶν ἐστι κυριωτάτη  

ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἐστιν σοφός,  

οὐδʼ ἁψάμενος οὐδʼ εἰσιδὼν τὸ λυσιτελές·  

ἐκ τοῦ δʼ ἀκούειν μανθάνειν τε τἀγαθά  

πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν  

ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον,  

ὥσπερ δικαστὴν ἢ κριτὴν ἢ κύριον.  

Κοινῶς ποιητὰς πάντας ἔθος ἐστὶν καλεῖν  

καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς·  

ἔδει δὲ κρίνειν.  

Ἡ δʼ ἀγχοῦ Ταρπηία παραὶ Καπετώλιον αἶπος  

ναίουσα Ῥώμης ἔπλετο τειχολέτις,  

Κελτῶν ἣ στέρξασα γαμήλια λέκτρα γενέσθαι  

σκηπτούχῳ, πατέρων οὐκ ἐφύλαξε δόμους.  

τὴν δʼ οὐτἂρ Βόιοί τε καὶ ἔθνεα μυρία Κελτῶν  

κειράμενοι ῥείθρων ἐκτὸς ἔθεντο Πάδου,  

ὅπλα δʼ ἐπιπροβαλόντες ἀρειμανέων ἀπὸ χειρῶν  

κούρῃ ἐπὶ στυγερῇ κόσμον ἔθεντο φόνου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: gfe-aa`.
