---
title: On the Nature of Art and Wisdom
title_greek: Ἀποσπάσματα
author: Simylus the Elegiac Poet
eul_wid: gfe-aa
eul_aid: gfe
canonical: "https://eulogikon.org/works/simylus-nature-art-wisdom-gfe-aa"
period: Classical
dialect: Epic (Homeric)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Nature of Art and Wisdom

*Ἀποσπάσματα*

**Author:** Simylus the Elegiac Poet

**eul_wid:** `gfe-aa` · [HTML page](https://eulogikon.org/works/simylus-nature-art-wisdom-gfe-aa)

## Text

### book xiii

Οὔτε φύσις ἱκανὴ γίνεται τέχνης ἄτερ πρὸς οὐδὲν ἐπιτήδευμα παράπαν οὐδενί, οὔτε πάλι τέχνη μὴ φύσιν κεκτημένη. τούτων ὁμοίως τοῖν δυοῖν συνηγμένων εἰς ταὐτὸν ἔτι δεῖ προσλαβεῖν χορηγίαν, ἔρωτα, μελέτην, καιρὸν εὐφυῆ, χρόνον, κριτὴν τὸ ῥηθὲν δυνάμενον συναρπάσαι. ἐν ᾧ γὰρ ἂν τούτων τις ἀπολειφθεὶς τύχῃ, οὐκ ἔρχετ’ ἐπὶ τὸ τέρμα τοῦ προκειμένου. φύσις θέλησις ἐπιμέλει’ εὐταξία σοφοὺς τίθησι κἀγαθούς, ἐτῶν δέ τοι ἀριθμὸς οὐδὲν ἄλλο πλὴν γῆρας ποιεῖ.

### book xiv

Πέντ’ εἰσὶν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει, ἁφὴν ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν· μία τούτων ἁπασῶν ἐστι κυριωτάτη ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἐστιν σοφός, οὐδ’ ἁψάμενος οὐδ’ εἰσιδὼν τὸ λυσιτελές· ἐκ τοῦ δ’ ἀκούειν μανθάνειν τε τἀγαθά πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον, ὥσπερ δικαστὴν ἢ κριτὴν ἢ κύριον.

### book xv

Κοινῶς ποιητὰς πάντας ἔθος ἐστὶν καλεῖν καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς· ἔδει δὲ κρίνειν. Ἡ δ’ ἀγχοῦ Ταρπηία παραὶ Καπετώλιον αἶπος [para]ναίουσα Ῥώμης ἔπλετο τειχολέτις, Κελτῶν ἣ στέρξασα γαμήλια λέκτρα γενέσθαι [para]σκηπτούχῳ, πατέρων οὐκ ἐφύλαξε δόμους. τὴν δ’ οὐτἂρ Βόϊοί τε καὶ ἔθνεα μυρία Κελτῶν [para]κειράμενοι ῥείθρων ἐκτὸς ἔθεντο Πάδου, ὅπλα δ’ ἐπιπροβαλόντες ἀρειμανέων ἀπὸ χειρῶν κούρῃ ἐπὶ στυγερῇ κόσμον ἔθεντο φόνου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: gfe-aa`.
