---
title: "Commentary on the Physics: Book IV"
title_greek: "Σχόλια εἰς τὰ φυσικὰ Ἀριστοτέλους, Δʹ"
author: Simplicius of Cilicia
eul_wid: uzu-add
eul_aid: uzu
canonical: "https://eulogikon.org/works/simplicius-cilicia-commentary-aristotle-book-4-uzu-add"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:d76db5619dda0f4d563e1420b097105a5cf2baa28c291fafedf60aa02d21d7bb"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on the Physics: Book IV

*Σχόλια εἰς τὰ φυσικὰ Ἀριστοτέλους, Δʹ*

**Author:** Simplicius of Cilicia

**eul_wid:** `uzu-add` · [HTML page](https://eulogikon.org/works/simplicius-cilicia-commentary-aristotle-book-4-uzu-add)

## Text

<!-- 9.519 -->

ΣΙΜΠΛΙΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΟ δ ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ ΥΠΟΜΝΗΜΑ Ο ΕΣΤΙ ΤΕΤΑΡΤΟΝ.

Περὶ τῶν φυσικῶν ἀρχῶν καὶ αἰτίων τὴν πραγματείαν ἐνστησάμενος καὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων εἶπεν ἐν τῷ πρώτῳ περὶ τῶν ἀρχῶν τῶν ὡς στοιχείων τῆς ὕλης τοῦ εἴδους καὶ τῆς τούτοις συνυπαρχούσης στερήσεως, καὶ ἐν τῷ δευτέρῳ περὶ τοῦ ποιητικοῦ καὶ τελικοῦ αἰτίου, καὶ τίνα δοκεῖ μέν τισι καὶ αὐτὰ εἶναι αἴτια ποιητικά, ἔστι δὲ οὐ καθʼ αὑτὰ ποιητικά, ὥσπερ ἡ τύχη καὶ τὸ αὐτόματον, ἀλλὰ κατὰ συμβεβηκός. δείξας δὲ ποιητικὸν αἴτιον τὴν φύσιν καὶ ὁρισάμενος αὐτὴν ἀρχὴν κινήσεως τοῖς σώμασιν, ἐπειδὴ τοῖς φυσικοῖς ὑπάρχει καθὸ φυσικὰ πᾶσιν ἡ κίνησις καὶ αὐτὴ συστατικὴ οὖσα τῶν φυσικῶν σωμάτων καὶ ἐν τῷ ὁρισμῷ τῆς φύσεως παραληφθεῖσα, εἰκότως εὐθὺς ἐν ἀρχῇ τοῦ τρίτου βιβλίου διελέχθη περὶ κινήσεως. ἐπειδὴ δὲ πᾶν σῶμα φυσικὸν καὶ πᾶσαν κίνησιν ἀνάγκη ἢ ἄπειρα ἢ πεπερασμένα εἶναι καὶ τὸ σῶμα καὶ ἡ κίνησις συνεχῆ ὄντα ἐπʼ ἄπειρόν ἐστιν διαιρετά, καὶ μέντοι ἐπειδή τινες τῶν φυσικῶν ἀρχὴν τὸ ἄπειρον ἔλεγον, εἰκότως καὶ περὶ ἀπείρου διελέχθη. καὶ συμπληρώσας τὸν περὶ τῶν στοιχείων καὶ τῶν ἄλλων αἰτίων λόγον καὶ ἔτι τὸν περὶ τὰς ἀρχὰς ὑποδυομένων, ἐφεξῆς λοιπὸν περὶ τῶν ἔξωθεν ὑπαρχόντων τοῖς φυσικοῖς σώμασιν ᾗ τοιαῦτα ζητεῖ τε καὶ παραδίδωσιν, οἷός ἐστιν ὅ τε τόπος καὶ ὁ χρόνος· πᾶν γὰρ φυσικὸν σῶμα ἐν τόπῳ ἐστὶ καὶ κατὰ τόπον κινεῖται καὶ ἠρεμεῖ ἐν τόπῳ, τὰ δέ γε ἁπλᾶ σώματα καὶ εἰδοποιεῖται τῇ ἐπὶ τοὺς οἰκείους τόπους φορᾷ. ἐπεὶ δὲ πᾶσα κίνησις χρόνῳ μετρεῖται, ἔδει καὶ περὶ χρόνου διδάξαι, εἴπερ ἀριθμὸς πάσης κινήσεως ὁ χρόνος, ὡς μαθησόμεθα· εἰκότως δὲ περὶ προτέρου λέγει τοῦ τόπου· προηγεῖται γὰρ ὁ τόπος οὐ μόνον τοῦ χρόνου, ἀλλὰ καὶ τῆς κινήσεως καὶ αὐτοῦ τοῦ σώματος· ἔστι γὰρ τὸ μὲν σῶμα ἐν τόπῳ, ἡ δὲ κίνησις ἐν τῷ <!-- 9.520 -->σώματι, ὁ δὲ χρόνος ἐν τῇ κινήσει. ἀλλʼ ἐπειδὴ ἡ φυσικὴ προηγουμένως οὐσία τὸ σῶμά ἐστι τὸ φυσικόν, τὰ δὲ ἄλλα τούτου τινά ἐστι τὸ μὲν ὑποδοχὴ τὸ δὲ κίνησις τὸ δὲ μέτρον τῆς κινήσεως, εἰκότως τὰ στοιχεῖα τοῦ φυσικοῦ σώματος τήν τε ὕλην καὶ τὸ εἶδος πρῶτα παραδέδωκεν, εἶτα τὸ ποιητικὸν αὐτοῦ καὶ τελικὸν αἴτιον καὶ τὴν κίνησιν τὴν ἐν τῷ ὁρισμῷ τῆς φύσεως παραληφθεῖσαν. καὶ οὕτως ἐν τοῖς ἔξωθεν ὑπάρχουσι τοῦ χρόνου τὸν τόπον προέταξεν. ἀλλʼ ἐπειδὴ περὶ τὰ κινούμενα ὁ φυσικὸς τὴν πραγματείαν ἔχει, ὥσπερ περὶ τὰ ἀκίνητα ὅ τε μαθηματικὸς καὶ ὁ θεολόγος, τῶν δὲ ἀκινήτων ὁ τόπος, ὡς δειχθήσεται, πῶς ἂν εἴη φυσικοῦ τὸ περὶ τόπου σκέμμα; ἢ ὅτι εἰ καὶ ἀκίνητον ἀλλὰ σώματός γε κινουμένου δεκτικὸν καὶ σώματος κινουμένου πέρας, καθὸ καὶ κινεῖται, κἂν μὴ καθʼ αὑτὸ κινῆται ὁ τόπος. ἐπειδὴ δέ τινες καὶ τὸ κενὸν ἐν ταῖς ἀρχαῖς τιθέντες ἔλεγον αὐτὸ τόπον σώματος ἐστερημένον, εἰκότως μετὰ τοὺς περὶ τόπου λόγους καὶ περὶ κενοῦ διαλέγεται. καὶ οὕτως τὰ περὶ χρόνου προβλήματα διαρθρώσας περατοῖ τὸ προκείμενον βιβλίον καὶ τὸν περὶ τῶν πᾶσι κοινῶς τοῖς φυσικοῖς προσηκόντων λόγον, ὅς ἐστιν ὁ περὶ τῶν φυσικῶν ἀρχῶν.

Ὁμοίως δὲ ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ὥσπερ καὶ περὶ ἀπείρου γνωρίζειν, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἐστι, καὶ τί ἐστι.

Τὰ περὶ τόπου προβλήματα διορίζεται κατὰ τὴν ὁμοιότητα τῶν περὶ ἀπείρου ζητήσεων. εἰκότως· ὡς γὰρ καὶ εἶναι καὶ μὴ εἶναι τὸ ἄπειρον ὑποτιθεμένοις ἡμῖν ἄτοπα ἀκολουθεῖν ἐδόκει, οὕτως καὶ εἰ ἔστιν ὁ τόπος ζητοῦσι διὰ τὸ τοῦ προβλήματος ἄτριπτον ἐφʼ ἑκάτερα ἐπιχειρεῖν ἀνάγκη καὶ ἔστιν ἀρχὴ καὶ τῶν περὶ τόπου προβλημάτων τὸ εἰ ἔστι ζητεῖν ἢ μὴ ἔστιν, ὥσπερ καὶ ἐπὶ τοῦ ἀπείρου. μετὰ δὲ τὸ εἰ ἔστιν ἐν τοῖς Ἀποδεικτικοῖς ἐμάθομεν τὸ τί ἐστι ζητεῖν. ὅπερ τὴν φύσιν καὶ οὐσίαν καὶ τὸν ὁριστικὸν τοῦ προτιθεμένου λόγον ἀνευρίσκει. μετὰ δὲ τοῦτο τὸ ὁποῖόν τί ἐστιν ἕπεται πρόβλημα τὸ τὰ ὑπάρχοντα τῷ πράγματι δηλοῦν, ᾧ συγγενές ἐστι τὸ πῶς ἐστι. καὶ γὰρ ὡς ἐπὶ τοῦ ἀπείρου ἐλέγομεν, ὅτι δυνάμει καὶ κατὰ μέρος καὶ ἐν τῷ γίνεσθαι, οὕτως ἐπὶ τοῦ τόπου τὸ πῶς ἐστι ζητοῦμεν, ἆρα καθʼ αὑτό τι, ὡς οἱ διάστημα ἢ κενὸν λέγοντες τὸν τόπον, ἢ ἐν σχέσει, καὶ πότερον πρὸς τὸ εἶναι συντελεῖ τι τοῖς σώμασιν ἢ οὐδέν. ταῦτα γὰρ περὶ τὰ ὑπάρχοντα καὶ περὶ τὸν τρόπον στρέφεται τῆς ὑποστάσεως. ἀλλὰ διὰ τί τὸ πῶς ἐστι προέταξεν; ἢ ὅτι πολλάκις ἐκ τῶν <!-- 9.521 -->ὑπαρχόντων τὴν οὐσίαν τοῦ πράγματος εὑρίσκομεν, ὥσπερ καὶ ἐπὶ τοῦ τόπου νῦν φανήσεται.

Τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν εἶναί που ἕως τοῦ ἣν καλοῦμεν φοράν.

Διορίσας ἐν ἀρχῇ τὰ περὶ τόπου προβλήματα κατὰ τὴν πρὸς τὰ περὶ ἀπείρου ὁμοιότητα, καὶ ἐφεξῆς ὅτι ἀναγκαῖος ὁ περὶ τοῦ τόπου λόγος τῷ φυσικῷ διὰ δυεῖν δείκνυσιν ἐπιχειρημάτων, ὧν τὸ μὲν ἔνδοξον εἶναι δοκεῖ ἀπὸ τῆς κοινῆς ὑπολήψεως εἰλημμένον, τὸ δὲ ἀποδεικτικὸν ἀπʼ αὐτῶν τῶν πραγμάτων ὁρμώμενον. καὶ τὸ μὲν ἀπὸ τῆς κοινῆς ὑπολήψεως τὸν ὑπὸ τῶν παλαιῶν προτεινόμενον ὑποθετικὸν συλλογισμὸν παρατίθεται ἔχοντα οὕτως· εἰ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ ὂν ποῦ· εἰ δὲ τὸ ποῦ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ, δῆλον ὅτι ἔστιν ὁ τόπος. “αὕτη δὲ ἡ ἐρώτησις, ὡς ὁ Ἀλέξανδρός φησιν, οὐ πάντων ἁπλῶς ἐστιν, ἀλλὰ τῶν μόνα τὰ σώματα ἡγουμένων εἶναι καὶ μόνα τὰ ἔνυλα, ἀναιρούντων δὲ τὴν ἀσώματον φύσιν.” καὶ κατά γε τὸ φαινόμενον ἀμεθόδως τὴν ἀντιστροφὴν ἐποιήσατο· τῷ γάρ “εἰ τὸ μὴ ὂν μηδαμοῦ” ἕπεται κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τὸ ποῦ ὄν, ἀλλʼ οὐχὶ τὸ ὂν ποῦ, ὅπερ ζητεῖται τοῖς τὸν τόπον εἰσάγουσιν. ἢ οὖν ὑπερβιβαστέον τὴν λέξιν λέγοντας τὸ οὐδαμοῦ ὂν μὴ εἶναι καὶ οὕτω λοιπὸν λέγοντας τὸ ὂν ποῦ εἶναι, ἢ ὅπερ πιθανώτερον κατὰ τὴν τῶν ἐρωτησάντων δόξαν μόνα τὰ σώματα οἰομένων εἶναι ῥητέον ἐξισάζειν τῷ ἡγουμένῳ τὸ ἑπόμενον. εἰ γὰρ μὴ ἔστιν ἄλλο τι εἰ μὴ τὰ σώματα, δῆλον ὅτι τὸ μηδαμοῦ ὂν οὐδὲ ἔστιν ὅλως καὶ τὸ μὴ ὂν οὐδαμοῦ ἐστιν, ἐπειδὴ τὰ σώματα ποῦ ἐστιν. ἐπὶ δὲ τῶν ἐξισαζόντων ἀδιάφορος ἡ ἀντιστροφή, εἴτε ἀπὸ τοῦ ἡγουμένου γίνοιτο εἴτε ἀπὸ τοῦ ἑπομένου· ἔοικε δὲ τὴν ἐν Τιμαίῳ τοῦ Πλάτωνος ῥῆσιν παρῳδεῖν ὁ Ἀριστοτέλης, ἐν οἷς φησιν ἐκεῖνος “πρὸς ὃν δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες καί φαμεν ἀναγκαῖον εἶναί που τὸ ὂν ἅπαν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά, τὸ δὲ μήτε ἐν γῇ μήτε που κατʼ οὐρανὸν οὐδὲν εἶναι.” ὁρᾷς γὰρ ὅτι αὐτὸς ἄντικρυς ὁ λόγος ἐστὶ καὶ ἀκολούθως οὗτος ἀντιστρέψας. διότι γὰρ τὸ μηδαμοῦ ὂν οὐδὲ ἔστι, διὰ τοῦτο τὸ ὂν ἅπαν ποῦ ἐστι. καὶ ὁ Πλάτων δὲ οὐχ ὡς ἀποδεχόμενος τὸν λόγον ταῦτα εἶπεν, ἀλλʼ ὅτι ἀπὸ τῆς εἰς τὰ ἔνυλα ὀνειρατικῆς ἐμβλέψεως, οἷς ὑπάρχει τοῦτο, περὶ πάντων αὐτὸ τῶν ὄντων λέγομεν.

Ὅτι δὲ τὸ μὴ ὂν οὐδαμοῦ, δείκνυσιν ὁ Ἀριστοτέλης διὰ τοῦ ποῦ γάρ ἐστι τραγέλαφος ἢ σφίγξ; οὐδαμοῦ γάρ, ἐπειδὴ μὴ ἔστιν ὅλως. καὶ οὐκ ἔστιν ὅλως, ἐπειδὴ οὐδαμοῦ ἐστι. δῆλον δὲ ὅτι ὑγιὴς μέν ἐστιν ἡ ἀκολουθία οὕτω ληφθεῖσα, οὐκέτι δὲ καὶ ἀληθής. οὔτε γὰρ τὸ ὂν πᾶν <!-- 9.522 -->ἐν τόπῳ — οὐδὲν γὰρ τῶν ἀσωμάτων ἐστὶν ἐν τόπῳ τῶν κυρίως μάλιστα καὶ χωριστῶν — οὔτε τὸ μηδαμοῦ ὄν, τουτέστιν μὴ ἐν τόπῳ ὄν, οὐκ ὄν ἐστι. πολλὰ γάρ ἐστιν, ὡς εἴρηται, μὴ ἐν τόπῳ ὄντα. τὸ δὲ ζητούμενον ὁ λόγος ἐνεδείξατο, ὅτι ἀναγκαῖος ὁ περὶ τόπου λόγος τῷ φυσικῷ, εἴπερ οἱ παλαιότεροι πάντα τὰ ὄντα ἐν τόπῳ οἴονται· εἰ δὲ παλαιοῖς ἀνδράσι μὴ μάτην δεῖ ἐπισκήπτειν, εἰκός ἐστι τὸ ποῦ οὐ τὴν ἐν τόπῳ τούτῳ τῷ νῦν ζητουμένῳ σχέσιν δηλοῦν, ἀλλὰ τὸν τῆς τάξεως ἀφορισμόν, καθὸ σημαινόμενον καὶ ὑπερουράνιον τόπον οἶδεν ὁ Πλάτων, καὶ τὸν νοῦν ἐν τῷ νοητῷ λέγομεν· οὕτως οὖν δείξας ἀπὸ τῶν παλαιῶν φυσιολόγων, ὅτι ἀναγκαῖος ὁ περὶ τόπου λόγος, ἐν τῷ δευτέρῳ ἐπιχειρήματι ἀπʼ αὐτῶν τῶν πραγμάτων τὸ αὐτὸ δείκνυσιν οὕτως· εἰ ἡ κοινὴ πάντων τῶν φυσικῶν σωμάτων κίνησις κατὰ τόπον ἐστί, δῆλον ὅτι ἔστιν ὁ τόπος ἐν τοῖς φυσικοῖς· καὶ ἀναγκαῖός ἐστι τῷ φυσικῷ ὁ περὶ τοῦ τόπου λόγος. ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα ἑπόμενον. καὶ κοινὴν μὲν ταύτην ἐκάλεσε τὴν κίνησιν ἢ ὡς κοινῶς ὑπὸ πάντων ὁμολογουμένην — πάντες γὰρ τῆς κατὰ τόπον κινήσεως μᾶλλον ἢ τῶν ἄλλων αἰσθανόμεθα. τοιγαροῦν καὶ φθορὰν ἀνεῖλόν τινες, ὡς οἱ περὶ Ἀναξαγόραν, καὶ ἀλλοίωσιν, ὡς οἱ “νόμῳ χροιή” λέγοντες, τὴν δὲ κατὰ τόπον κίνησιν οὐδεὶς σπουδῇ λέγων· ἐάσθω γὰρ ἡ Ζήνωνος ἀπορία —, ἢ κοινὴν αὐτὴν εἶπεν ὡς ταύτην μόνην πᾶσι τοῖς φυσικοῖς σώμασιν ὑπάρχουσαν· τὰ γὰρ οὐράνια πασῶν τῶν ἄλλων κινήσεων ὑπερέχοντα ταύτην ὅμως κινεῖται. διὸ καὶ κυριωτάτην αὐτὴν καλεῖ· κυριωτάτη γὰρ ἡ τῶν πρωτίστων καὶ ἀρχηγικωτάτων. καὶ μέντοι ἀποδείξει προϊών, ὅτι πρώτη τῶν κινήσεών ἐστιν ἡ φορὰ καὶ χρόνῳ καὶ φύσει καὶ αἰτίᾳ, κυριωτάτη δὲ εὐλόγως ἡ τοιαύτη. ἔν τισι δὲ τῶν ἀντιγράφων μετὰ τοῦ κοινὴ καὶ πρώτη γέγραπται, ἔν τισι δὲ ἀντὶ τοῦ κοινὴ πρώτη, καὶ οὕτως γράφει καὶ ὁ Εὔδημος.

Ἔχει δὲ πολλὰς ἀπορίας τί ποτέ ἐστιν ὁ τόπος ἕως τοῦ οὔτε προηυπορημένον περὶ αὐτοῦ.

Δείξας ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τόπου λόγος, ἐφεξῆς δείκνυσιν ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ὅτι χαλεπὸν τὸ πρόβλημα καὶ διὰ τοῦτο συντόνου δεόμενον ἀντιλήψεως καὶ συγγνώμης, εἰ τοῖς πρώτοις αὐτὸν ἐμμεθόδως ζητοῦσι μὴ εὐθὺς ἀναφανείη τὸ ἀκριβές. ὥστε καὶ πρὸς τὸν μανθάνοντα καὶ τὸν διδάσκοντα χρήσιμος ἡ τῆς χαλεπότητος ἐπίδειξις. τὸ δὲ χαλεπὸν αὐτοῦ δείκνυσι πρῶτον μὲν ἐκ τοῦ δεῖν μὲν τοὺς ὁρισμοὺς τῶν <!-- 9.523 -->ζητουμένων πραγμάτων ἐκ τῶν καθʼ αὑτὰ ὑπαρχόντων αὐτοῖς συνάγειν, ὡς ἀρχόμενος τῶν Περὶ ψυχῆς εἶπε, τὰ δὲ καθʼ αὑτὰ ὑπάρχειν δοκοῦντα τῷ τόπῳ μὴ ἐπὶ τὴν αὐτὴν φύσιν καταντᾶν. καθὸ μὲν γὰρ τὸ περιεκτικὸν ὑπάρχει αὐτῷ, δόξει τὸ εἶδος εἶναι τὸ ἑκάστου ὁ τόπος. τοῦτο γάρ ἐστι τὸ πρῶτον ὁρίζον καὶ περιέχον, καθὸ δὲ δεκτικὸν εἴδους τινὸς καὶ χώρα αὐτοῦ δοκεῖ, τῇ ὕλῃ μᾶλλον ᾠκείωται. διὸ καὶ ὁ Πλάτων, ὅσα δοκεῖ λέγειν ὡς περὶ χώρας καὶ τόπου, περὶ τῆς ὕλης λέγει. καθὸ δὲ ὁ αὐτὸς τόπος ἄλλοτε ἄλλου σώματός ἐστι δεκτικός, ἄλλος ἂν εἴη παρὰ τὸ ἐν τόπῳ, ὥστε καὶ παρὰ τὴν ὕλην αὐτοῦ καὶ παρὰ τὸ εἶδος. οὕτως ἐπʼ ἄλλο καὶ ἄλλο φέροντα τὰ καθʼ αὑτὸ τῷ τόπῳ ὑπάρχοντα δύσκολον αὐτοῦ ποιεῖ τὴν κατάληψιν. δεύτερον δὲ ἄλλο τῆς περὶ αὐτοῦ χαλεπότητος αἴτιον παραδίδωσι τὸ μηδένα περὶ αὐτοῦ προαπορῆσαι ἢ προευπορῆσαι. τοῦτο γὰρ καὶ σημεῖον καὶ αἴτιον γίνεται τῆς δυσκόλου κατανοήσεως· σημεῖον μὲν ὅτι διὰ τὴν χαλεπότητα τοῦ προβλήματος ἀπέστησαν τῆς περὶ αὐτοῦ ζητήσεως, αἴτιον δὲ ὅτι χαλεπὸς ἔτι μᾶλλον ἡμῖν ὁ λόγος γίνεται μηδένα κοινωνὸν ἔχουσι τῆς ζητήσεως μηδὲ ἀρχὴν ὅλως τινὰ προκαταβεβλημένην αὐτῆς εὑρηκόσι· κἂν γὰρ ἔδοξεν Ἡσίοδος λέγειν

  
ἤτοι μὲν πρώτιστα χάος γένετο,  
μυθική ἐστι ἀλλʼ οὐκ ἀποδεικτικὴ ἡ τοῦ Ἡσιόδου παράδοσις. καὶ τοσοῦτον, εἴπερ ἄρα, ἐνεδείξατο καλῶς, ὅτι δεῖ τι προϋπάρχειν ἐν ᾧ τὰ γινόμενα ἔσται. καὶ ὁ Πλάτων δὲ ἐν τῷ Τιμαίῳ ὅσα περὶ τόπου δοκεῖ λέγειν, περὶ τῆς ὕλης εἴρηκεν. ὁ δὲ Εὔδημος τῆς δυσκολίας τοῦ περὶ τόπου προβλήματος καὶ τοῦτο αἴτιον εἶναί φησι τὸ μὴ ῥᾴδιον εἶναι ἐπιλαβέσθαι τοῦ τόπου, διότι ὑποφεύγει πάντως ἐξαιρουμένου τοῦ ἐν τόπῳ σώματος, καὶ καθʼ αὑτὸ μὲν οὐκ ἔστιν αὐτὸν νοῆσαι, εἴπερ δὲ ἄρα, μεθʼ ἑτέρου, ὥσπερ τοὺς τῶν ἀφώνων καλουμένους φθόγγους· μετὰ γὰρ τοῦ α ὁ τοῦ β καὶ ὁ τοῦ γ δῆλος. οὐ μέντοι διὰ τὴν δυσχέρειαν ἀποστατέον τοῦ προβλήματος οὕτως ὄντος οἰκείου καὶ ἀναγκαίου τῷ φυσικῷ. κἂν γὰρ μηδὲν ἄλλο ἐπὶ τῶν δυσλήπτων, ἀλλὰ τό γε ἀπορῆσαι περὶ αὐτοῦ καλῶς ἱκανὸν τῷ φιλομαθεῖ, ὡς ἐν ἄλλοις αὐτὸς ὁ Ἀριστοτέλης διδάσκει.

Ὅτι μὲν οὖν ἔστιν ὁ τόπος ἕως τοῦ εἰς ἣν καὶ ἐξ ἧς μετέβαλε.

Καὶ τὸ ἀναγκαῖον καὶ τὸ χαλεπὸν δείξας τῆς περὶ τοῦ τόπου <!-- 9.524 -->ζητήσεως μέτεισι λοιπὸν ἐπὶ τὰ οἰκεῖα αὐτοῦ προβλήματα, ὧν πρῶτον τὸ εἰ ἔστιν ὁ τόπος. καὶ τοὺς λόγους διʼ ὧν ὁ τόπος τῶν ὄντων εἶναι δοκεῖ παρατίθεται προτέρους, εἶτα ἐφεξῆς καὶ τοὺς ἀναιροῦντας αὐτόν. καὶ τοὺς μὲν τιθέντας τὸν τόπον λόγους τέτταρας ἐκτίθεται. πρῶτον μὲν τὸν ἐκ τῆς ἀντιμεταστάσεως. εἰ γὰρ ἐν ᾧ πρότερον ἦν ὕδωρ ἐκρυέντος τοῦ ὕδατος ἀὴρ ἔνεστι νῦν, ὥσπερ καὶ ἐν τοῖς ἀγγείοις, δῆλον ὅτι ἔστι τι τὸ δεχόμενον ἑκάτερον ἄλλο τὸ ὂν παρʼ ἑκάτερον. δεύτερον δὲ ἐκ τῆς κατὰ φύσιν τῶν στοιχείων φορᾶς. τούτων γὰρ ἑκάτερον εἰδοποιεῖται τὸ μὲν τῇ ἐπὶ τὸ ἄνω, τὸ δὲ τῇ ἐπὶ τὸ κάτω φορᾷ· αὗται δὲ διαφοραὶ τόπου. τρίτον δὲ ἀπὸ τῶν μαθηματικῶν δείκνυσθαί φησιν ὁ Ἀλέξανδρος, οὐ καλῶς οἶμαι λέγων. τὸ γὰρ ἀπὸ τῶν μαθημάτων ἐπιχείρημα τοῦ δευτέρου μέρος ἐστὶ τοῦ ἀπὸ τῆς φυσικῆς τῶν στοιχείων φορᾶς, ὡς μαθησόμεθα. ἀλλὰ τρίτον ἐστὶ τὸ ἀπὸ τοῦ κενοῦ ἐπιχείρημα. εἰ γὰρ τὸ κενὸν τόπος ἐστὶν ἐστερημένος σώματος, οἱ λέγοντες εἶναι κενὸν πάντως εἶναι καὶ τόπον ἐροῦσι. τέταρτον δὲ ἐπὶ τούτοις προστίθησι καὶ τὴν Ἡσιόδου μυθοποιίαν οὐ μόνον εἶναι τὸν τόπον ἀλλὰ καὶ δύναμιν ἔχειν μεγάλην ἐνδεικνυμένην. καὶ δῆλον ὅτι τὰ μὲν πρότερα δύο ἐπιχειρήματα πραγματειώδη τὴν ἀνάγκην προΐσχεται, τὰ δὲ λοιπὰ ἀπὸ δόξης εἴληπται τῶν οὕτως ὑποτιθεμένων. ἀλλʼ ἐπειδὴ συνοπτικῶς εἴρηται τὰ ἐπιχειρήματα, καθʼ ἕκαστον ἀναλαβόντες αὐτῶν τὴν ἔννοιαν κατὰ τὸ δυνατὸν διαρθρώσωμεν.

Ἡ μὲν οὖν ἀπὸ τῆς ἀντιμεταστάσεως δεῖξις ὧδέ πως γέγονεν· ὁ τόπος δεκτικός ἐστι παρὰ μέρος διαφερόντων τινῶν ὁ αὐτὸς μένων· ὃ δὲ δεκτικόν ἐστι τινῶν διαφερόντων παρὰ μέρος τὸ αὐτὸ μένον, τοῦτο ἔστι τι καὶ ἄλλο ἐκείνων ἐστίν, εἴ γε τοῦτο μὲν ἀεὶ ταὐτόν, ἐκεῖνα δὲ διαφέροντα καὶ ἄλλοτε ἄλλα· ὁ τόπος ἄρα ἔστι τι καὶ ἄλλο τῶν ἐν αὐτῷ. ὅτι δὲ δεκτικὸς ὁ τόπος ἄλλοτε ἄλλων ὁ αὐτὸς μένων, ἐδήλωσεν ἐκ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων εἰπὼν ἐν ᾧ γὰρ ἀήρ ἐστιν νῦν, ὕδωρ ἐν τούτῳ πρότερον ἦν. ἐξ οὗ δῆλον ὅτι καὶ ἕτερον τί ἐστιν ἡ χώρα, εἰς ἣν καὶ ἐξ ἧς μετέβαλε τὰ ἐν αὐτῇ σώματα. εἰ δὲ ἕτερον, δῆλον ὅτι καὶ ἔστι καὶ ἄξιον ζητεῖν αὐτόν. ἐνάργειαν δὲ τῇ ἀποδείξει τοῦ καὶ εἶναι καὶ ἄλλο τι εἶναι τὸ δεκτικὸν τῶν παρὰ μέρος ἐγγινομένων παρέσχετο ἡ τοῦ ἀγγείου παράθεσις· τοῦτο γὰρ καὶ ἔστι τι καὶ ἕτερον τῶν ἐν αὐτῷ ἐστιν, ὅπερ εἰς πίστιν παρείληπται τῆς μείζονος τῶν προτάσεων.

Ἔτι αἱ φοραὶ τῶν φυσικῶν σωμάτων ἕως τοῦ οὐκ ἔχοντα φύσει τούτων ἕκαστον.

Ἔτι δεύτερον ἐπιχείρημα τοῦ εἶναι τὸν τόπον ποιεῖται ἀπὸ τῆς τῶν <!-- 9.525 -->σωμάτων κατὰ φύσιν κινήσεως. συναποδείκνυται δὲ τούτῳ καὶ ὅτι δύναμίν τινα ἔχει κατὰ τὴν αὑτοῦ φύσιν ὁ τόπος, ὥστε καὶ διὰ τοῦτο ἄξιος εἶναι ζητήσεως. δείκνυσι δὲ ὅτι ἔστι τι ὁ τόπος καὶ δύναμιν ἔχει οὕτως· εἰ ἕκαστον τῶν φυσικῶν καὶ ἁπλῶν σωμάτων μὴ κωλυόμενον ἐπὶ τὸν οἰκεῖον φέρεται τόπον — τὸ μὲν πῦρ ἐπὶ τὸ ἄνω, ἡ δὲ γῆ ἐπὶ τὸ κάτω, τὰ δὲ μέσα ἐπὶ τὸ μέσον, καὶ τὸ κύκλῳ δὲ κινούμενον περὶ τὸ μέσον κινεῖται —, καὶ κατὰ τοῦτο ἕκαστον εἰδοποιεῖται, τὸ δὲ ἄνω καὶ τὸ κάτω καὶ αἱ λοιπαὶ διαστάσεις τόπου μέρη καὶ εἴδη ἐστί, δῆλον ὅτι καὶ ἔστι τι ὁ τόπος καὶ δύναμιν ἔχει. οὐ γὰρ ἂν εἰδοποιοὶ ἦσαν αἱ διαφοραὶ αὐτοῦ τῶν ἁπλῶν σωμάτων. τὸ δὲ δεξιὰ καὶ ἀριστερὰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν ὑπάρχει μὲν καὶ τῇ οὐρανίᾳ κινήσει, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δείκνυται, ὑπάρχει δὲ καὶ τοῖς ἐν γενέσει ζῴοις κατὰ τὴν σύνθετον αὐτῶν φύσιν. καὶ ὅρα ὅτι θερμότης μὲν καὶ μαλακότης καὶ τὰ τούτοις ὅμοια ἴσως ἂν καὶ ἄνευ τόπου εἴη, κουφότητα δὲ καὶ βαρύτητα οὐ δυνατὸν ἄνευ τόπου εἶναι· ὥρισται γὰρ ταῦτα φορᾷ τῇ τε ἄνω καὶ τῇ κάτω. ἐπειδὴ δὲ τὸ ἄνω καὶ κάτω καὶ αἱ ἄλλαι τοῦ τόπου διαφοραὶ φαίνονται καὶ κατὰ σχέσιν οὖσαι, ἠπόρησεν ἄν τις μήποτε οὐ φύσει ἐστὶν ὁ τόπος, ἀλλὰ κατὰ τὴν σχέσιν τὴν πρὸς ἡμᾶς τὸ εἶναι ἔχει. ἡ γοῦν ὀροφὴ τοῖς μὲν ἐν τῷ οἴκῳ ἄνω ἐστί, τοῖς δὲ ἐν τῷ κεράμῳ κάτω. καὶ εἰ κατὰ σχέσιν εἴη τὴν πρὸς ἡμᾶς, δῆλον ὅτι οὔτε δύναμιν ἔχει τινὰ κατὰ τὴν ἡμετέραν θέσιν ὑφεστὼς οὔτε ἀναγκαῖος ἂν εἴη τῷ φυσικῷ ὁ περὶ αὐτοῦ λόγος. ταύτην οὖν λύων τὴν ἔνστασιν δείκνυσιν, ὅτι οὐ σχέσει μόνον ἀλλὰ καὶ φύσει τὸ ἄνω καὶ κάτω ἐστί. δείκνυσι δὲ οὕτως· τὰ φύσει ἄνω καὶ κάτω ἀεὶ ταὐτά ἐστιν. ἄνω γὰρ ἐφʼ ὃ τὰ κοῦφα φέρεται καὶ κάτω ἐφʼ ὃ τὰ βαρέα. τὰ δὲ πρὸς ἡμᾶς τὸ εἶναι ἔχοντα οὐκ ἀεὶ τὰ αὐτά, ἀλλʼ ὡς ἂν στραφῶμεν, οὕτω καὶ αὐτὰ μετατίθεται· ὁ γὰρ νῦν δεξιός μου κίων μεταστραφέντος ἢ κινηθέντος ἀριστερὸς γίνεται καὶ ἡ ὀροφή, ὡς εἴρηται πρότερον. ὥστε τὰ φύσει ἄνω καὶ κάτω οὐ πρὸς ἡμᾶς οὔτε κατὰ σχέσιν ἔχει τὸ εἶναι οὔτε τῇ θέσει τῇ πρὸς ἡμᾶς διαφέρει μόνον, ἀλλὰ καὶ τῇ δυνάμει. οὐ γὰρ ἂν ἦν διαφερόντων δεκτικὰ καὶ εἰδοποιὰ τῶν ἐπʼ αὐτὰ ἰόντων. τοῦτο δὲ τὸ ὅτι οὐ τῇ πρὸς ἡμᾶς σχέσει μόνον, ἀλλὰ καὶ κατὰ φύσιν εἰσὶν αἱ τῶν τόπων διαφοραί, καὶ ἄλλαι μὲν αἱ κατὰ φύσιν ἄλλαι δὲ αἱ κατὰ θέσιν, δείκνυσι καὶ ἐκ τῶν μαθηματικῶν. εἰ γὰρ τὰ κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν μόνην ἔχοντα τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω ὥσπερ τὰ μαθηματικὰ οὐκ ἔστιν ὅλως ἐν τόπῳ κατὰ τὴν ἑαυτῶν φύσιν, τὰ ἐν τόπῳ ὄντα οὐ κατὰ σχέσιν μόνην τὴν πρὸς ἡμᾶς, ἀλλὰ καὶ κατὰ φύσιν ἔχει τὰς τοῦ τόπου διαφοράς. ἔοικε δὲ ὁ Ἀριστοτέλης τὸ συνημμένον θεῖναι μόνον ἐν τῷ λέγειν οὐκ ὄντα γὰρ ἐν τόπῳ ὅμως κατὰ τὴν θέσιν τὴν πρὸς ἡμᾶς ἔχει δεξιὰ <!-- 9.526 -->καὶ ἀριστερά, ὡς εἰ ἔλεγε “τὰ μαθηματικὰ κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν μόνην ἔχει τὸ δεξιὸν καὶ ἀριστερὸν διὰ τὸ μὴ εἶναι φύσει ἐν τόπῳ”· ὡς εἴ γε ἦν, οὐκ ἂν κατὰ θέσιν μόνον, ἀλλὰ καὶ κατὰ φύσιν εἶχε τὰς τοιαύτας διαφοράς. καὶ προελθὼν δὲ αὐτὸ πάλιν ἐξηγεῖται διὰ τοῦ ὡς τὰ μόνον λεγόμενα διὰ θέσιν οὐκ ἔχοντα φύσει τούτων ἕκαστον τῶν τοῦ τόπου διαφορῶν. δῆλον δὲ ἐκ τούτου τοῦ λόγου ὅτι ἕτερος ὁ κατὰ σχέσιν τόπος, καὶ ἕτερος ὁ κατὰ φύσιν, καὶ ὁ μὲν κατὰ σχέσιν καὶ τοῖς μὴ ἐν τόπῳ οὖσι δυνάμενος προσεῖναι διὰ τὴν ἡμετέραν ἐπίνοιαν — δεξιὸν γὰρ τοδὶ τὸ θεώρημα καὶ ἀριστερὸν ὡς πρὸς ἐμὲ τόδε γράφω καὶ ἄνω καὶ κάτω καὶ τὰ μέρη ἑκάστου ὁμοίως —, ὁ δὲ κατὰ φύσιν τόπος τοῖς ἐν τόπῳ οὖσι μόνοις προσήκει. πάντα δὲ ἐν τόπῳ καὶ τὰ φυσικὰ καὶ τὰ τεχνητά. ἀλλὰ τὰ μὲν τεχνητὰ καθὸ τεχνητὰ κατὰ συμβεβηκὸς ἐν τόπῳ ἐστί, καθὸ δὲ φυσικὰ καθʼ αὑτό. ἐν δὲ τοῖς φυσικοῖς τῶν μὲν ἁπλῶν ἕκαστον οἰκεῖον φύσει τόπον ἔχει, τῶν δὲ συνθέτων τόπος ἐστὶν ἑκάστου οἰκεῖος κατὰ τὴν τῶν ἐν αὐτῷ ἁπλῶν ἐπικράτειαν.

Ὁ δὲ Ἀλέξανδρος τὴν λέξιν τὴν λέγουσαν ὡς τὰ μόνον λεγόμενα διὰ θέσιν οὐκ ἔχοντα φύσει τούτων ἕκαστον οὕτως μεταγράφει ὥστε μόνον νοεῖσθαι αὐτῶν τὴν θέσιν. “εἰπὼν γάρ, φησίν, ὅτι τὰ μαθηματικὰ κατὰ τὴν πρὸς ἡμᾶς θέσιν ἔχει τὰ δεξιὰ καὶ ἀριστερά, ποίαν θέσιν προσέθηκεν, ὅτι τὴν κατʼ ἐπίνοιαν· εἰ γὰρ τὴν ἀρχὴν μηδὲ ἔστι καθʼ αὑτά, οὐδʼ ἂν θέσιν ἔχοι καθʼ αὑτά.” ἐνταῦθα δὲ σαφῶς ὁ Ἀλέξανδρος ὁμολογεῖ τὸ ἀπὸ τῶν μαθημάτων παράδειγμα μὴ εἶναι ἴδιον ἐπιχείρημα, ἀλλʼ εἰς πίστιν εἰλῆφθαι τοῦ κατὰ φύσιν διωρίσθαι τὰς τῶν τόπων διαφοράς, εἴπερ τὰ μὴ κατὰ φύσιν διωρισμένους ἔχοντα τοὺς τόπους, ὥσπερ τὰ μαθηματικὰ οὐδὲ ἔστιν ὅλως ἐν τόπῳ. μήποτε δὲ δύναται καὶ ἴδιον ἐπιχείρημα εἶναι τοῦτο, ὥσπερ ᾠήθη πρότερον ὁ Ἀλέξανδρος, τὸ τρίτον ἐπιχείρημα τῶν εἶναι τὸν τόπον δεικνύντων τὸ ἀπὸ τῶν μαθημάτων εἶναι λέγων. ἔχοι δὲ ἂν οὕτως· εἰ τὰ μαθηματικὰ καίτοι μὴ ὄντα φύσει ἐν τόπῳ ὅμως κατὰ τὴν πρὸς ἡμᾶς θέσιν ἔχει τὰς τοῦ τόπου διαφοράς, δῆλον ὅτι ἔστι τι ὁ τόπος· τὰ γὰρ θέσει ἀπὸ τῶν φύσει μετάγεται, ὡς τὰ φανταστὰ ἀπὸ τῶν αἰσθητῶν.

Ἔτι οἱ τὸ κενὸν φάσκοντες εἶναι ἕως τοῦ διὰ τούτων ἄν τις ὑπολάβοι.

Τρίτον τοῦτο ὑποτίθησιν ἐπιχείρημα δεικνύων εἶναι τὸν τόπον κατʼ <!-- 9.527 -->οἰκείαν φύσιν. οἱ γὰρ τὸ κενὸν λέγοντες οὐδὲν ἄλλο λέγουσιν αὐτὸ ἢ τόπον ἐστερημένον σώματος. εἰ οὖν ἄλλο τι παρὰ τὸ σῶμα ἔστιν, ὡς καὶ ἄνευ σώματος ὑφεστάναι, δῆλον ὅτι ἔχει τινὰ φύσιν οἰκείαν. οὐχ ὡς ἀρέσκον δὲ αὐτῷ τίθησι τὸ ἐπιχείρημα, ἀλλʼ ὡς δεικτικὸν τοῦ καὶ παρὰ τοῖς προτέροις ἔννοιαν εἶναι τοῦ τόπου, διότι, φησίν, οἱ τὸ κενὸν φάσκοντες εἶναι τόπον λέγουσι. διάκεινται οὖν καὶ ὡς ὄντος καὶ ὡς ἔχοντός τινα φύσιν ἀφωρισμένην καὶ τάχα καὶ κυριωτέραν τοῦ σώματος, εἴπερ σῶμα μὲν ἄνευ τόπου ἀδύνατον εἶναι, ὁ δὲ τόπος ὑφέστηκε καὶ σώματος χωρίς· δείξας δὲ ἀποδεικτικῶς μὲν διὰ τῶν δύο τῶν προτέρων ἐπιχειρημάτων, δοξαστικῶς δὲ διὰ τοῦ νῦν εἰρημένου συμπεραίνεται τὸν λόγον, ὡς δεδειγμένου καὶ ὅτι ἔστιν ὁ τόπος καὶ ὅτι ἄλλος παρὰ τὰ σώματα, ὡς ἔχων τινὰ φύσιν καὶ δύναμιν οἰκείαν, καὶ μὴ κατὰ τὴν ἡμετέραν θέσιν θεωρούμενος. πᾶν δὲ σῶμα αἰσθητὸν ἐν τόπῳ εἶπε διὰ τὰ μαθηματικά, ἅτινα οὐ καθʼ αὑτὰ ἔχει τὸ εἶναι ἐν τόπῳ.

Δόξειε δʼ ἂν καὶ Ἡσίοδος ὀρθῶς λέγειν ἕως τοῦ οὐ γὰρ ἀπόλλυται ὁ τόπος τῶν ἐν αὐτῷ φθειρομένων.

Τοῦ Ἡσιόδου ἐν τῇ Θεογονίᾳ λέγοντος ἤτοι μὲν πρώτιστα χάος γένετο, καὶ τοῦ χάος ἀπὸ τοῦ χῶ ῥήματος δοκοῦντος γεγονέναι καὶ διὰ τοῦτο τὸ χωρητικὸν δηλοῦν, ὅπερ ταὐτόν ἐστι τῷ τοπικῷ, ἐκ τούτου δύο συλλογίζεται ὁ Ἀριστοτέλης· καὶ ὅτι ἔστι τι ὁ τόπος κατὰ τὸν Ἡσίοδον, καὶ ὅτι προτέρα πάντων ἡ τούτου δύναμις κατʼ αὐτὸν καὶ ἀρχηγική, ὥστε καὶ οἰκεία τῷ περὶ τῶν ἀρχῶν λόγῳ. διὰ τοῦτο δέ φησιν αὐτὸν εἰρηκέναι πρῶτον γενέσθαι τὸ χάος διὰ τὸ νομίζειν μέν, ὥσπερ οἱ πολλοὶ τὴν ἀσώματον φύσιν ἀγνοοῦντες, μόνα δὲ εἶναι τὰ σώματα λέγοντες, πάντα εἶναί που καὶ ἐν τόπῳ. εἰ δὲ τοῦτο, δεῖν προϋπάρξαι χώραν ἐν ᾗ ἔσται τὰ ὄντα. καὶ διὰ τοῦ εἰπεῖν ὥσπερ οἱ πολλοὶ ἐνεδείξατο ὅτι οὐκ ἀρέσκεται τῇ δόξῃ. τοῦ δὲ δοκεῖν ὀρθῶς λέγειν τὸν Ἡσίοδον αἰτίαν ἐπήγαγε τὸ ὡς δέον πρῶτον ὑπάρξαι χώραν τοῖς οὖσιν. εἰ δέ ἐστιν ἀληθὲς τὸ δοξαζόμενον ὑπὸ Ἡσιόδου τὸ πρώτην χώραν γενέσθαι ἤτοι τόπον, θαυμαστή τις ἂν εἴη ἡ τοῦ τόπου φύσις πρωτουργός τις οὖσα καὶ ἀρχηγική. εἰ γὰρ τόπου μὲν ὄντος οὐκ ἀνάγκη εἶναι σῶμα, σώματος δὲ ὄντος ἀνάγκη εἶναι τόπον, εἰ πάντα ἀνάγκη εἶναί που καὶ ἐν τόπῳ, τὸ δὲ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ πρῶτόν ἐστι τῇ φύσει, δῆλον ὅτι πρωτουργὸς καὶ ἀρχηγικὸς ἂν εἴη ὁ τόπος. οὐ γὰρ εἰ τόδε τὸ σῶμα οἷον <!-- 9.528 -->τὸ πῦρ ἢ ὁ ἀὴρ φθαρείη, ἀνάγκη καὶ τὸν τόπον ἐφθάρθαι τὸν αὐτοῦ. εἰ δὲ καὶ κενὸν εἴη, καθάπερ τινὲς ἔλεγον, ὁ τόπος, ἔτι μᾶλλον ἀναγκαῖον τὸ μὴ συναναιρεῖσθαι τοῖς σώμασιν, εἴπερ τὸ κενὸν τόπος ἐστὶν ἐστερημένος σώματος. κατὰ μὲν γὰρ τὴν Ἀριστοτέλους περὶ τόπου δόξαν τὴν λέγουσαν τόπον εἶναι τὸ πέρας τοῦ περιέχοντος, ὡς μαθησόμηθα, κἂν μὴ συμφθείρηται ὁ τόπος τῷ ἐν τόπῳ, ἀλλʼ οὖν ἀνάγκη, εἰ τόπος ἐστί, καὶ σῶμα εἶναι, καὶ εἰ μὴ τὸ αὐτὸ ἀεί, ἀλλὰ σῶμά γε πάντως. εἰ δὲ πρῶτος γέγονεν ὁ τόπος καὶ εἰ κενὸν εἴη, δῆλον ὅτι καὶ σώματος μὴ ὄντος ἔσται τόπος. ταῦτα δὲ ἐνδόξως λέγεται λυσιτελοῦντα πρὸς τὸ δεῖξαι, ὅτι ἀρχῆς λόγον ἔχειν τισὶν ὁ τόπος δοκεῖ ὥσπερ καὶ τὸ ἄπειρον. καὶ διὰ τοῦτο καὶ ὁ περὶ τόπου λόγος ἀναγκαῖος τῷ περὶ ἀρχῶν προθεμένῳ διασκοπῆσαι.

Ἔοικε δὲ τοιαύτη τις τότε τῶν Ἡσιόδου ἐπῶν ἐπιπολάζειν ἐξήγησις τὸ χάος εἰς χώραν μεταλαμβάνουσα. δηλοῖ δὲ οὐ χώραν ἀλλὰ τὴν ἀπειροειδῆ καὶ πεπληθυσμένην τῶν θεῶν αἰτίαν, ἣν Ὀρφεὺς “χάσμα πελώριον” ἐκάλεσε. μετὰ γὰρ τὴν μίαν τῶν πάντων ἀρχήν, ἣν Ὀρφεὺς χρόνον ἀνυμνεῖ ὡς μέτρον οὖσαν τῆς μυθικῆς τῶν θεῶν γενέσεως, αἰθέρα καὶ τὸ “πελώριον χάσμα” προελθεῖν φησι, τὸν μὲν τῆς περατοειδοῦς προόδου τῶν θεῶν αἴτιον, τὸ δὲ τῆς ἀπειροειδοῦς. καὶ λέγει περὶ αὐτοῦ

  
οὐδέ τι πεῖραρ ὑπῆν, οὐ πυθμήν, οὐδέ τις ἕδρα·  
καίτοι πῶς ἄν τις περὶ τόπου ταῦτα λέγοι τοῦ καὶ τἄλλα περαίνοντος καὶ ἑδράζοντος; ὁ μέντοι Ἡσίοδος τὴν πρώτην τῶν πάντων αἰτίαν σιγῇ τιμῶν ᾐνίξατο μόνον αὐτὴν διὰ τοῦ εἰπεῖν γενέσθαι τὸ χάος — παντὶ γὰρ γενομένῳ ὑπʼ αἰτίου τινὸς ἀνάγκη τὴν γένεσιν σχεῖν, ὡς ὁ Πλάτων φησί —, τὴν δὲ πληθοειδῆ πρόοδον τῶν θεῶν ἐκφῆναι βουλόμενος διὰ τῆς ἀπειροειδοῦς συστοιχίας προήγαγε τὴν θεογονίαν τὸ χάος πρῶτον εἰπὼν καὶ μετʼ αὐτὸ γῆν.

Οὐ μὴν ἀλλʼ ἔχει γε ἀπορίαν εἰ ἔστι ἕως τοῦ ζητητέον γὰρ τὸ γένος αὐτοῦ πρῶτον.

Ἐν μὲν τοῖς περὶ τοῦ ἀπείρου λόγοις ἐκθέμενος πέντε ἐπιχειρήματα, διʼ ὧν εἶναι δοκεῖ τὸ ἄπειρον, ἐπήγαγε τούτοις ἐκεῖνα, διʼ ὧν μὴ εἶναι φανήσεται, ἵνʼ οὕτως ὁ διαιτητὴς τῶν λόγων καὶ ἀληθεῖς ἀμφοτέρους εὑρίσκων καὶ τὰ ἐναντία λέγειν δοκοῦντας, πῇ μὲν εἶναι πῇ δὲ μὴ εἶναι τὸ ἄπειρον ἐπιψηφίζηται, ὅπερ καὶ τὸ ἀληθὲς ἔχει. ἐνταῦθα δὲ οὐ πῇ μὲν εἶναι πῇ δὲ μὴ εἶναι τὸν τόπον βουλόμενος, ἀλλʼ εἶναι μόνως διὰ τὴν κοινὴν περὶ αὐτοῦ ἔννοιαν — τίς γὰρ οὐ λέγει τόπον εἶναι; —, οὐκ ἀντέθηκεν εὐθὺς <!-- 9.529 -->ἐπιχειρήματα δεικνύντα μὴ εἶναι, ἀλλʼ εἰπὼν τὰ ἐπιχειρήματα διʼ ὧν ὁ τόπος εἶναι πιστεύεται μεταβαίνειν μὲν δοκεῖ ἐπὶ τὸ ἑξῆς πρόβλημα τὸ τί ἐστιν ὁ τόπος, δείκνυσι δὲ ὅτι οὔτε σῶμα οὔτε ἀσώματον εἶναι δύναται οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων. καὶ ἄλλα ἐπιχειρήματα ἐπάγει, διʼ ὧν συνήγαγεν ὅτι οὐ μόνον τί ἐστιν ὁ τόπος, ἀλλὰ καὶ εἰ ἔστιν ὅλως ἀπορεῖν ἀνάγκη, οὐ τὸ πῇ μὲν εἶναι πῇ δὲ μὴ εἶναι διὰ τούτου εἰσάγων, ἀλλὰ τὴν χαλεπότητα τοῦ λόγου διὰ τὴν ἐφʼ ἑκάτερα ἀπορίαν κοινὴν ἐπὶ τοῦ τί ἐστι καὶ τοῦ εἰ ἔστιν ὑποδεικνύς. εἰ γὰρ ἀνάγκη μὲν εἰ ἔστιν ὅλως ἢ σῶμα εἶναι ἢ ἀσώματον ἢ στοιχεῖον ἢ ἐκ στοιχείων, μηδέτερον δὲ εἶναι δύναται, καὶ τὸ τί ἐστι καὶ τὸ εἰ ἔστιν ἄπορον φανήσεται. καὶ τὸ χαλεπὸν τῆς εὑρέσεως αὐτοῦ πιθανωτέρας ποιεῖ τὰς πρὸς τὸ μὴ εἶναι ἐπιχειρήσεις, κἂν δοκῶμεν πάντες ἐννοεῖν ὅτι ἔστιν ὁ τόπος. καὶ ὅρα ὅπως ἐμμεθόδως ἐχρήσατο τῷ λόγῳ. βουλόμενος γὰρ ἐκ πάντων τῶν προβλημάτων δεῖξαι τὴν χαλεπότητα τοῦ ζητήματος, ἐν μὲν τῷ εἰ ἔστιν οὐκ ἀνεσκεύασε τοῦτο διὰ τὴν κοινὴν περὶ αὐτοῦ πρόληψιν, ἀλλὰ διέβαλεν εὐφυῶς διὰ τῆς τοῦ κενοῦ θέσεως καὶ τοῦ μυθικοῦ χάους εἰσαγόμενον τὸν τόπον· ἐν δὲ τῷ τί ἐστι καὶ τῷ ὁποῖόν τί ἐστι καὶ τὸ εἶναι τὸν τόπον συναναιρεῖ. ὅτι γὰρ καὶ πρὸς τοῦτο αὐτῷ τείνει τὰ ἐπιχειρήματα, δηλοῖ νῦν μὲν τῷ ὑποθετικῶς εἰπεῖν εἰ ἔστιν. ἐπειδὴ κἂν ἐρρέθησάν τινες λόγοι πιστούμενοι τὸ εἶναι, οὔπω τελέως ἐδείχθη ὅτι ἔστι, δειχθήσεται δὲ προϊόντος τοῦ λόγου. ἐν δὲ τῷ συμπεράσματι τοῦ ὁποῖόν τί ἐστι σαφῶς καὶ τὸ εἶναι ἄπορον εἶπε· ζητεῖ δὲ πρῶτον ἐν τίνι γένει χρὴ τιθέναι τὸν τόπον· ἀρχὴ γὰρ τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ τὸ γένος ἐστί. πότερον οὖν σῶμα ἢ ἀσώματον ὁ τόπος; εἰκότως δὲ οὐκ εἶπεν ἢ ἀσώματον, ἀλλʼ ἤ τις ἑτέρα φύσις, ἐπειδὴ οὐ πάντῃ σώματος αὐτὸν ἐκτὸς εἶναι τίθησι πέρας λέγων αὐτὸν σώματος, ὡς μαθησόμεθα.

Διαστήματα μὲν οὖν ἔχει τρία ἕως τοῦ ἐν τῷ αὐτῷ γὰρ ἂν εἴη δύο σώματα.

Ὁ μὲν Ἀλέξανδρος δύο συλλογισμοὺς ἀναλύει ἐν τούτῳ τῷ ῥητῷ ἀντικειμένους ἀλλήλοις· “καὶ ἔστιν ὁ μὲν πρῶτος τοιοῦτος· ὁ τόπος διαστήματα ἔχει τρία· τὸ δὲ τρία διαστήματα ἔχον σῶμα· ὁ τόπος ἄρα σῶμα.” καίτοι κἂν τὸ σῶμα τρία ἔχει διαστήματα, οὐ πᾶν τὸ τρία ἔχον διαστήματα ἤδη σῶμά ἐστι. καὶ γὰρ καὶ τὸ κενὸν οἱ λέγοντες εἶναι τριχῇ διεστάναι φασὶν αὐτό. “ὁ δὲ δεύτερος συλλογισμὸς ἀντικείμενος τῷ προτέρῳ ὑποθετικὸς ἐξ ἀκολουθίας ἀνασκευαστικός, ὃν καὶ δεύτερον ἀναπόδεικτον καλοῦσιν· εἰ σῶμα ὁ τόπος, ἐν ταὐτῷ δύο σώματα ἔσται ὅ τε τόπος καὶ <!-- 9.530 -->τὸ ἐν αὐτῷ· ἀλλὰ μὴν ἀδύνατον ἐν ταὐτῷ δύο σώματα εἶναι· οὐκ ἄρα σῶμα ὁ τόπος. εἰ δὲ δοκεῖ μὲν σῶμα εἶναι, ἀδύνατον δὲ αὐτὸν σῶμα εἶναι, οὐδʼ ἂν εἴη τι ὅλως.” οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος. μήποτε δὲ ἐκ διαιρέσεως ποιεῖται τὴν ἀνασκευὴν τοῦ εἶναι τὸν τόπον. εἰ γὰρ ἔστιν ὅλως, ἢ ἐν τῷ τοῦ ἀσωμάτου γένει ἐστὶν ἢ ἐν τῷ τοῦ σώματος· ἀλλὰ μὴν οὔτε ἀσώματός ἐστι μῆκος ἔχων καὶ πλάτος καὶ βάθος, οἷς ὁρίζεται πᾶν σῶμα, οὔτε σῶμα, ἵνα μὴ δύο σώματα ἐν ταὐτῷ εἴη. τὰ οὖν τμήματα τῆς διαιρέσεως καλῶς ἀπέδειξεν ὁ Ἀλέξανδρος.

Τὸ δὲ σῶμα διὰ σώματος χωρεῖν οἱ μὲν ἀρχαῖοι ὡς ἐναργὲς ἄτοπον ἐλάμβανον, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ὕστερον προσήκαντο ὡς ἀκολουθοῦν ταῖς σφῶν αὐτῶν ὑποθέσεσιν, ἃς ἐνόμιζον παντὶ τρόπῳ δεῖν κυροῦν· σώματα γὰρ πάντα λέγειν δοκοῦντες καὶ τὰς ποιότητας καὶ τὴν ψυχὴν καὶ διὰ παντὸς ὁρῶντες τοῦ σώματος καὶ τὴν ψυχὴν χωροῦσαν καὶ τὰς ποιότητας ἐν ταῖς κράσεσι συνεχώρουν σῶμα διὰ σώματος χωρεῖν. ὅτι δὲ ἀδύνατον τοῦτο, δείκνυσι μὲν καὶ διʼ ἀφωρισμένου συγγράμματος, δείκνυσι δὲ καὶ ἐν τοῖς ὑπομνήμασι διὰ πλειόνων ἐπιχειρημάτων ὁ Ἀλέξανδρος. πρῶτον μὲν γὰρ εἰ σῶμα διὰ σώματος χωρεῖ, καὶ πᾶν διὰ παντὸς χωρήσει, εἴπερ καθὸ σώματα, ἀλλὰ μὴ καθὸ θερμὰ ἢ ψυχρὰ ἤ τινα ἄλλην ἔχοντα διαφορὰν χωρεῖ διʼ ἀλλήλων. εἰ οὖν σῶμα διὰ σώματος χωρεῖ, καὶ ἐν τῷ μικροτάτῳ χωρηθήσεται τὸ μέγιστον· ὁμοίως γὰρ ἕξει δεξάμενόν τε καὶ πρὸ τοῦ δέξασθαι. οὐ γὰρ δὴ τότε μὲν κενά τινα καὶ πόρους εἶχε, νῦν δὲ οὐκέτι. οὐδὲ γὰρ αἰτιῶνται κενὰ οἱ διʼ ἀλλήλων λέγοντες χωρεῖν. δύναται οὖν καὶ δεύτερον καὶ τρίτον ὁμοίως δέξασθαι. οὕτως δὲ ἐν τῇ κέγχρῳ, φησὶν Ἀριστοτέλης, ὁ οὐρανὸς χωρηθήσεται καὶ ἡ θάλασσα ἐν κυάθῳ. ἔτι δὲ εἰ σῶμα διὰ σώματος χωρεῖ καὶ διὰ τοῦ παχυτέρου τὸ λεπτότερον, τί δήποτε ὁ χρυσὸς χαλκὸν μὲν δέχεται, ὕδωρ δὲ οὔ. ἄπορον δὲ καὶ διὰ τί δεξάμενος τὸν χαλκὸν ὁ χρυσὸς μείζονα τὸν ὄγκον ἔσχε, καὶ ὅλως διὰ τί αὔξεταί τινα τῶν μιγνυμένων, εἰ τὰ ἴσα ἀλλήλοις διʼ ὅλων ἀλλήλοις συμπαρεκτείνεται ὡς τὴν αὐτὴν ἔχειν ἐπιφάνειαν; κυάθου γὰρ κυάθῳ μιχθέντος εἰ διʼ ἀλλήλων χωρεῖ τὸ ὅλον ἔδει κυαθιαῖον γίνεσθαι.

Καὶ ὁ Εὔδημος καὶ τοῦτο προστίθησιν ὅτι οὐκ ἐνδέχεται δύο <!-- 9.531 -->σώματα ἅμα εἶναι οὔτε αἰσθητὰ ὄντα οὔτε θάτερον μαθηματικόν. πρὸς γὰρ τῷ ἅμα δύο εἶναι σώματα καὶ ποῦ ἔσται τὸ μαθηματικόν· ὅπερ οὐ δοκεῖ. ἀλλʼ εἰ τῶν οὐρανῶν ἕκαστος σφαῖρα τελεία ἐστὶ μέχρι τοῦ κέντρου χωροῦσα, δῆλον ὅτι καὶ διʼ ἀλλήλων χωροῦσιν οἱ οὐρανοὶ καὶ διὰ τῶν ἀστέρων καὶ διὰ τοῦ ὑπὸ σελήνην παντός. μήποτε οὖν τὰ μὲν ὑπὸ σελήνην ἅτε ὑλικώτατα καὶ ἀντίτυπα καὶ φύσει ἀλλήλων διεσπασμένα οὐ χωρεῖ διʼ ἀλλήλων — διὸ καὶ μιγνύμενα μεῖζόν τι ποιεῖ —, τὰ δὲ οὐράνια οὐχ οὕτως. ὥστε καὶ ἄτοπος ἡ τοῦ οὐρανοῦ καὶ τῆς κέγχρου ὑπόθεσις, εἴπερ ἀδιαίρετος ὁ οὐρανός. εἰ δὲ μὴ σῶμά ἐστι τὸ τὰς τρεῖς ἔχον διαστάσεις, λόγου δεήσει· πεισθῆναι γὰρ οὐ ῥᾴδιον εἶναί τι ἀσώματον τρεῖς ἔχον διαστάσεις.

Ἔτι δὲ εἴπερ ἐστὶ σώματος τόπος ἕως τοῦ οὐδʼ ἔστι τι παρʼ ἕτερον τούτων ὁ τόπος.

Καὶ οὗτος ὁ λόγος δοκεῖ μὲν πρὸς τὸ τί ἐστιν ἐνίστασθαι, ὅτι οὐκ ἔστι σώματος χώρα ὁ τόπος. ἀναιρεῖ δὲ καὶ τὸ εἶναι ὅλως τὸν τόπον δεικνύς, ὅτι οὐδὲ ἔστιν ὅλως τόπος ἢ χώρα σώματος. καὶ ἡ μὲν ὅλη τοῦ λόγου ἀγωγὴ τοιαύτη· εἰ ἔστι σώματος τόπος καὶ χώρα, ἔσται καὶ τῶν περάτων, ὥστε καὶ ἐπιφανείας καὶ γραμμῆς καὶ στιγμῆς· ἀλλὰ μὴν στιγμῆς οὐκ ἔστι τόπος, ὡς δείξει· οὐδὲ ἄρα σώματος. καὶ τὸ μὲν συνημμένον ὅτι ἀληθές, δείκνυσιν ἐκ τοῦ λόγου τοῦ εἰσαγαγόντος ὅλως τὴν τοῦ τόπου ἔννοιαν. εἰ γὰρ ἐκ τοῦ ἔνθα πρότερον ἦν ὕδωρ ἐνταῦθα γίνεσθαι ἀέρα καὶ εἶναί τι τὸν τόπον καὶ ἕτερον τοῦ ἐν αὐτῷ λέγομεν, δῆλον ὅτι καὶ ὅπου πρότερον ἦν ἡ τοῦ ὕδατος ἐπιφάνεια, νῦν ἐστιν ἡ τοῦ ἀέρος. τὰ γὰρ ἑκάστου πέρατα τῷ περατουμένῳ συμμεθίσταται. ὁμοίως οὖν καὶ γραμμὴ καὶ σημεῖον, ὥστε καὶ σημείου ἂν εἴη τόπος τῷ αὐτῷ λόγῳ ᾧπερ καὶ σώματος. ὅτι δὲ οὐκ ἔστι τόπος σημείου οὐδὲ ἔχομεν διαφορὰν στιγμῆς καὶ τόπου στιγμῆς, δείξαις ἂν οὕτως· εἰ ἴσος ὁ τόπος τῷ ἐν τόπῳ, καὶ τοῦ σημείου τόπος ἔστιν, οὗ μέρος οὐδέν· τὸ δὲ οὗ μέρος οὐδὲν σημεῖον· καὶ ὁ τόπος ἄρα τοῦ σημείου σημεῖον. δύο δὲ σημεῖα ἐὰν ἐφαρμόττῃ ἀλλήλοις ἓν γίνεται σημεῖον ἐνεργείᾳ καὶ οὐκέτι δύο, ὥστε οὐκ ἄλλο τὸ σημεῖον καὶ ἄλλος ὁ τοῦ σημείου τόπος. ἔδει δὲ διαφορὰν εἶναι τοῦ τόπου καὶ τοῦ ἐν τόπῳ, εἴπερ ἔστι τι ὁ τόπος. ὁμοίως δὲ οὐδὲ γραμμῆς οὐδὲ ἐπιφανείας ἔσται τόπος, ὥστε τῷ τῆς ἀντιμεταστάσεως λόγῳ πρότερον μὲν χρώμενοι εἶναι τὸν τόπον ἐδείκνυμεν, νῦν δὲ μὴ εἶναι.

<!-- 9.532 -->

Τί γὰρ ἂν καὶ θείημεν εἶναι τὸν τόπον; ἕως τοῦ ἐκ δὲ τῶν νοητῶν στοιχείων οὐδὲν γίνεται μέγεθος.

Ἐπειδὴ τὰ ὄντα πάντα ἢ σώματά ἐστιν ἢ ἀσώματα καὶ ἢ στοιχεῖα ἢ ἐκ στοιχείων, ταὐτὸν δὲ εἰπεῖν ἢ ἁπλᾶ ἢ σύνθετα, δείξας ὅτι οὔτε σῶμα οὔτε ἀσώματός ἐστιν ὁ τόπος, νῦν δείκνυσι καὶ τὸ ἕτερον διαιρετικόν, ὅτι οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων ἐστὶν ὁ τόπος τοιαύτην ἔχων φύσιν, ὥστε μέγεθος μὲν ἔχειν, εἴπερ ἴσος τῷ ἐν τόπῳ, σῶμα δὲ μὴ εἶναι, εἰ μὴ δυνατὸν δύο σώματα ἐν ταὐτῷ εἶναι. τῷ μὲν γὰρ μὴ εἶναι σῶμα οὐκ ἂν εἴη τῶν αἰσθητῶν τι καὶ σωματικῶν οὔτε ὡς ἐκ στοιχείων οὔτε ὡς στοιχεῖον. τῶν γὰρ συνθέτων σωμάτων καὶ τὰ στοιχεῖα σώματα. πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ τὰ προσεχῆ τῶν συνθέτων σωμάτων στοιχεῖα ἢ ἄτομοι, ὡς Δημόκριτος, ἢ ὁμοιομέρειαι, ὡς Ἀναξαγόρας. ἀλλʼ οὔτε τῶν νοητῶν τι ἂν εἴη οὔτε ὡς ἐκ στοιχείων οὔτε ὡς στοιχεῖον. οὔτε γὰρ τὰ νοητὰ στοιχεῖα μέγεθός τι ἔχει, οὔτε ἐκ νοητῶν στοιχείων ἀμεγεθῶν ὄντων γένοιτʼ ἄν τι μέγεθος. εἰ οὖν μέγεθος ὁ τόπος ἔχει, οὐκ ἂν οὔτε ἐκ νοητῶν εἴη στοιχείων οὔτε νοητὸν στοιχεῖον, ὥστε οὐδʼ ἂν εἴη ὅλως, εἴπερ πᾶν τὸ ὂν ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων.

Ἐπιστῆσαι δὲ ἄξιον, πῶς εἶπε τὰ τῶν αἰσθητῶν στοιχεῖα σώματα εἶναι· ἡ γὰρ ὕλη καὶ τὸ εἶδός ἐστι τὰ πρῶτα στοιχεῖα τῶν αἰσθητῶν ἀσώματα ὄντα ἄμφω. μήποτε οὖν οὐ μάτην εἶπε τὰ μὲν τῶν αἰσθητῶν στοιχεῖα σώματα, ἵνα δείξῃ ποῖα λαμβάνει σύνθετα, ὅτι οὐ τὰ ἐξ ὕλης καὶ εἴδους προσεχῶς, ἀλλὰ τὰ ἐκ τῶν ἁπλῶν σωματικῶν στοιχείων τῶν τεττάρων, ἅτινα οὐκ ἔστιν αἰσθητὰ καθʼ ἑαυτά· οὐδὲ ἔστιν ὅλως καθʼ ἑαυτά· οὐδὲ γὰρ τὰ αἰσθητήρια ἁπλᾶ ἐστιν, ἀλλὰ σύνθετα. καὶ ἡ γῆ αὐτὴ καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ καὶ τὸ πῦρ αἰσθητά ἐστι, διότι οὐκ ἔστιν ἁπλᾶ, ἀλλὰ κατʼ ἐπικράτειαν λέγεταί τε καὶ ἔστι· καί μοι δοκεῖ συναισθόμενος ὁ Ἀριστοτέλης, ὅτι οὐ πάντων τῶν στοιχείων ἐποιήσατο τὴν ἀναίρεσιν — οὐ γὰρ δὴ τῆς ὕλης καὶ τοῦ εἴδους —, ἀλλὰ μόνων τῶν σωματικῶν, καὶ διὰ τοῦτο ἐπάγειν τὸ ἑξῆς ἐπιχείρημα, ἐν ᾧ δείξει ὅτι οὔτε ὡς ὕλη οὔτε ὡς εἶδός ἐστιν ἀρχὴ ἢ στοιχεῖον ὁ τόπος.

Ἔτι δὲ καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν αἴτιον ἕως τοῦ οὔτε κινεῖ τὰ ὄντα.

Τὸ μὲν δεῖξαι ὅτι οὔτε ὡς ὕλη οὔτε ὡς εἶδός ἐστιν ὁ τόπος τὸ ἐλλεῖπόν ἐστιν ἀναπληρῶσαι τοῦ προτέρου θεωρήματος, ἐν ᾧ ἐδείκνυ ὅτι οὔτε στοιχεῖόν ἐστιν ὁ τόπος οὔτε τῶν αἰσθητῶν οὔτε τῶν νοητῶν. πρότερον μὲν γὰρ ἔδειξεν, ὅτι οὐκ ἔστιν αἰσθητὸν στοιχεῖον τῶν αἰσθητῶν· νῦν δὲ <!-- 9.533 -->ὅτι οὔτε ὡς ὕλη ἢ εἶδος. ἐπειδὴ δὲ ἡ ὕλη καὶ τὸ εἶδος καὶ αἴτιά ἐστι, κοινὴν λοιπὸν ποιεῖται τὴν ἀπόδειξιν, ὅτι οὐδὲν τῶν αἰτίων ἐστὶν ὁ τόπος, οὔτε ὡς ὕλη ἢ εἶδος οὔτε ὡς τὸ ποιοῦν οὔτε ὡς τέλος. καὶ ὅτι μὲν ὡς ὕλη οὐκ ἔστι στοιχεῖον οὐδὲ ἀρχὴ ὅλως οὐδὲ αἴτιον τῶν ὄντων, ἔδειξεν οὕτως· ὕλη ἐστὶν ἐξ ἧς συνίσταταί τι· τὰ γὰρ ἔνυλα ἐκ ταύτης· τόπος ἐστὶν ἐξ οὗ οὐδὲν συνίσταται· ἡ ἄρα ὕλη τόπος οὐκ ἔστιν· ὅτι δὲ οὔτε εἶδος οὔτε ποιητικὸν οὔτε τελικὸν αἴτιον ὁ τόπος, αὐτὸς μὲν παρῆκε δεικνύναι. δείξαις δὲ ἂν ὅτι μὲν εἶδος οὐκ ἔστιν ἐκ τοῦ ἄλλων λέγεσθαι τὸν τόπον παρὰ τὸ ἐν τόπῳ. καὶ ἐν ταῖς ἀντιμεταστάσεσι τὰ μὲν εἴδη μεθίστασθαι, τὸν δὲ τόπον μένειν. ἀλλʼ οὐδὲ ποιητικὸν αἴτιόν ἐστιν ὁ τόπος. δεκτικὸς γὰρ τοῦ ἤδη γεγονότος ἐστίν, ἀλλʼ οὐχὶ ποιητικὸς τοῦ μὴ ὄντος. οὐ μέντοι οὔτε κινεῖ οὔτε μεταβάλλει τὸ ἐν αὐτῷ ὁ τόπος, ἀλλὰ τὸ ἐναντίον, εἴπερ ἄρα ἠρεμεῖν ποιεῖ. τὸ γὰρ ἐν τῷ οἰκείῳ τόπῳ γενόμενον ἠρεμεῖ. διὸ καὶ ὁ Εὔδημος ἐν τρίτῳ τῶν Φυσικῶν παρακολουθῶν τοῖς ἐνταῦθα λεγομένοις καὶ ὡς ὁμολογούμενον ἕκαστον τῶν αἰτίων ἀφαιρῶν τοῦ τόπου “ἀλλʼ ἆρά γε, φησίν, ὡς τὸ κινῆσαν; ἢ οὐδὲ οὕτως ἐνδέχεται, ὦ Δημόκριτε· δεῖ γὰρ κινητικὸν εἶναι καὶ ἔχειν τινὰ δύναμιν”. τὸ γὰρ κενὸν τόπον εἶπεν ὁ Δημόκριτος, ὅπερ τῇ ἑαυτοῦ φύσει κενὸν ὄντως καὶ ἀδύνατον καὶ ἀδρανὲς ἂν ἦν. μήποτε οὖν ὡς τέλος. τοῦτο γὰρ δοκεῖ διὰ τὴν ἐπʼ αὐτὸν τῶν σωμάτων φορὰν καὶ τὴν ἔφεσιν τῆς τοῦ οἰκείου τόπου καταλήψεως, εἰς ὃν καὶ ἐλθόντα ἠρεμεῖ τὰ σώματα. τέλους δὲ τοῦτο ἴδιον τὸ ἐν αὐτῷ γενόμενον ἠρεμεῖν καὶ ἀναπεπαῦσθαι. ἀλλʼ εἰ ἄλλο ὁ τόπος καὶ ἄλλο τὸ ἐν τόπῳ εἶναι, ὡς δηλοῖ καὶ ἡ ποῦ κατηγορία ἄλλη οὖσα παρὰ τὸν τόπον αὐτὸν ἐν τῷ ποσῷ τεταγμένον, τὸ δὲ τέλος τοῖς σώμασίν ἐστιν, εἴπερ ἄρα, τὸ ἐν τῷδε τῷ τόπῳ εἶναι, οὐκ ἂν εἴη ὁ τόπος τὸ τέλος. ὅλως δὲ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα οὐκ ἔστι τι καθʼ ἑαυτό, ἀλλʼ ἐκείνου τελειότης ἐστίν, οὗ λέγεται τέλος. οὕτως γὰρ καὶ ἡ εὐδαιμονία καὶ ἡ πρὸς θεὸν ὁμοίωσις τέλος ὡς ἐνυπάρχουσα τῷ εὐδαίμονι καὶ τῷ ὁμοιουμένῳ, ἀλλʼ οὐχ ὡς καθʼ ἑαυτά, ὡς εἶναι λέγεται ὁ τόπος. τοῦτο δὲ μάλιστα ῥητέον, ὅτι εἰ ὁ τόπος ᾗ τόπος τέλος ἐστίν, ὅθεν δὲ ἔξεισιν ὕδωρ ἐκεῖ γίνεται ἀήρ, ἔσται τῶν διαφόρων σωμάτων τὸ αὐτὸ τέλος. τοῦτο δὲ καὶ ἔτι ζητητέον προχείρως αὐτὸ παραδραμόντων τῶν ὑπομνηματιστῶν· ἡ δὲ ἐπιχείρησις αὕτη συντελεῖ μὲν καὶ πρὸς τὸ μηδὲν εἶναι τῶν ὄντων τὸν τόπον, μήτε ἀρχὴν μήτε ἀπʼ ἀρχῆς, διὸ καὶ πρὸς τὸ μὴ εἶναι ὅλως, εἴπερ πᾶν τὸ ὂν ἢ ἀρχή ἐστιν ἢ ἀπʼ ἀρχῆς· μάλιστα δὲ τείνει πρὸς τὸ μὴ <!-- 9.534 -->εἶναι ἀρχὴν αὐτόν, ὅπερ ἐδόκουν λέγειν οἱ τὸ Ἡσιόδου χάος καὶ τὸ κενὸν τοῦ Δημοκρίτου προφέροντες καὶ τὴν φυσικὴν τῶν σωμάτων κίνησιν ὡς ἀπʼ αἰτίας τοῦ τόπου γινομένην.

Ἔτι δὲ καὶ αὐτός, εἰ τῶν ὄντων ἐστί, ποῦ ἔσται; ἕως τοῦ καὶ τοῦτο εἰς ἄπειρον πρόεισιν.

Καὶ τοῦτο τὸ ἐπιχείρημα ἀνασκευαστικόν ἐστι τοῦ εἶναι ὅλως τὸν τόπον. καὶ πρὸς ἐκεῖνον ὑπαντᾷ τὸν λόγον τὸν λέγοντα πᾶν τὸ ὂν εἶναι ποῦ, ἐπειδὴ τὸ μηδαμοῦ ὂν οὐδὲ ἔστιν ὅλως, ὑπαντᾷ δὲ τῇ Ζήνωνος ἀπορίᾳ χρώμενος. εἰ γὰρ πᾶν τὸ ὂν ποῦ ἐστιν, ἐπειδὴ καὶ ὁ τόπος τῶν ὄντων, καὶ αὐτὸς ποῦ ἂν εἴη· τὸ δὲ ποῦ ἐν τόπῳ· καὶ ὁ τόπος ἄρα ἐν τόπῳ. καὶ ἔσται τοῦ τόπου τόπος καὶ ἐκείνου τόπος καὶ τοῦτο ἐπʼ ἄπειρον, ὅπερ ἀδύνατον. εἰ οὖν τὸ ἀδύνατον ἠκολούθησε τῷ εἶναι τὸν τόπον τῶν ὄντων, δῆλον ὅτι οὐκ ἔστιν ὂν ὁ τόπος. ὥστε εἰ μὴ λυθείη ἡ Ζήνωνος ἀπορία — ὅπερ σημαίνει τὸ ζητεῖν τινα λόγον αὐτήν —, δῆλον ὅτι ἀναιρεῖται τὸ εἶναι τόπον.

Ἔτι ὥσπερ ἅπαν σῶμα ἐν τόπῳ ἕως τοῦ ἀλλὰ καὶ εἰ ἔστιν, ἀπορεῖν ἀναγκαῖον.

Εἰ ὁ μὲν τόπος ἔστι, τὸ δὲ κενὸν οὐκ ἔστιν, ὡς δειχθήσεται, ἀκολουθήσει τῷ πᾶν σῶμα εἶναι ἐν τόπῳ τὸ καὶ ἐν παντὶ τόπῳ σῶμα εἶναι. εἰ οὖν τοῦτο ἀληθές, ἴσον ἀνάγκη εἶναι τὸν τόπον τῷ ἐν τόπῳ. ἐπεὶ οὖν τῶν αὐξομένων σωμάτων ἀνάγκη τὸν τόπον συναύξεσθαι, τίς ἡ τοῦ τόπου αὔξησις; ἢ τίς γένεσις καὶ πόθεν; τὰ γὰρ γινόμενα ἐκ τῶν ἐναντίων γίνεται. εἰκότως δὲ προέλαβε καὶ τὸ ἐν παντὶ τόπῳ σῶμα εἶναι· εἰ γὰρ ἦν κενόν, τὸ αὐξόμενον εἰς ἐκεῖνο ηὔξετο. δῆλον δὲ ὅτι εἴτε γίνεται καὶ φθείρεται τὸ σῶμα, ἄλλου φθειρομένου ἄλλο γίνεται, εἴτε τὸ αὐτὸ μένει· καὶ οὐ χρεία τόπου γενέσεως. καὶ τοῦτο δὲ τὸ ἐπιχείρημα ὥρμηται μὲν ἀπὸ τοῦ τί ἐστιν ὁ τόπος, δεικνύον δὲ ὅτι οὐκ ἔστιν ἡ ὑποδοχὴ τοῦ σώματος, ἅμα ὅτι οὐκ ἔστιν ὅλως ὁ τόπος συναποδείκνυσιν. ἐπὶ δὴ τούτοις τοῖς ἐπιχειρήμασιν εἰκότως συμπεραίνεται, ὅτι διὰ τούτων οὐ μόνον τί ἐστιν, ἀλλὰ καὶ εἰ ἔστιν ὅλως ἀπορεῖν ἀναγκαῖον. εἰ γὰρ μήτε σῶμα μήτε ἀσώματον μήτε στοιχεῖον μήτε ἐκ στοιχείων μήτε ἀρχή τις ἢ αἰτία μήτε ἴσον τοῦ ἐν τόπῳ, ἅπερ δοκεῖ εἶναι, δῆλον ὅτι καὶ τὸ τί ἐστι καὶ τὸ εἰ ἔστιν ὅλως ἄπορον ἂν εἴη.

<!-- 9.535 -->

Ἐπεὶ δὲ τὸ μὲν καθʼ αὑτὸ τὸ δὲ κατʼ ἄλλο λέγεται ἕως τοῦ οὕτω μὲν οὖν σκοποῦσιν ὁ τόπος τὸ ἑκάστου εἶδός ἐστιν.

Ἐν τοῖς περὶ ἕκαστον προβλήμασι μετὰ τὸ εἰ ἔστι καὶ τί ἐστι τρίτον τὸ ὁποῖόν τί ἐστι προβαλλόμεθα· τὸ δὲ ὁποῖον τί ἐστιν ἐκ τῶν καθʼ αὑτὸ ὑπαρχόντων τῷ ὑποκειμένῳ γνωρίζομεν· καὶ ἐπὶ τοῦ τόπου τοίνυν μετὰ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐπὶ τὸ ὁποῖόν τί ἐστι μεταβὰς καὶ τὰ ὑπάρχοντα τῷ τόπῳ πολυπραγμονῶν εὑρίσκει καὶ ἐκ τούτων τὴν τοῦ προβλήματος χαλεπότητα, ὅταν τὸ μὲν τῶν ὑπάρχειν αὐτῷ λεγομένων εἰς τὸ εἶδος ἐπάγῃ τὴν ἔννοιαν ὡς τοῦ εἴδους ὄντος τοῦ τόπου, τὸ δὲ εἰς ὕλην ὡς κατʼ αὐτὴν ὑφεστῶτος αὐτοῦ. διὸ καὶ συμπεραινόμενος τὸν λόγον ἐπήγαγεν “εἰκότως δὲ ἐκ τούτων σκοπουμένοις δόξειεν ἂν εἶναι χαλεπὸν γνωρίσαι τί ἐστιν ὁ τόπος”. ἐπειδὴ οὖν ὑπάρχειν δοκεῖ τῷ τόπῳ τὸ πρώτως περιέχον, ἐκ τούτου δείκνυσιν ὅτι ὁ τόπος τὸ εἶδός ἐστι δυνάμει συλλογιζόμενος οὕτως· ὁ ἴδιος ἑκάστου τόπος τὸ πρώτως περιέχον ἐστί· τὸ πρώτως περιέχον τὸ πέρας τὸ οἰκεῖόν ἐστι· τοῦτο δὲ τὸ εἶδός ἐστι. καὶ ὅτι μὲν ὁ κυρίως τόπος τὸ πρώτως περιέχον ἐστίν, ἔδειξεν ἐκ τοῦ τὸν μέν τινα λέγεσθαι κοινῶς τόπον, ἐν ᾧ πάντα ἢ πλείονα σώματά ἐστιν οἷον ἐν τῷ κόσμῳ — τὸν γὰρ οὐρανὸν ἀντὶ τοῦ κόσμου νῦν λέγει — ἢ ἐν ἀέρι ἢ ἐν γῇ· ἐν τούτων γάρ τινι ὡς ἐν κοινῷ τόπῳ εἰμί, διότι καὶ ἄλλα ἐστὶν ἐν αὐτῷ σώματα. ὅταν δὲ οὕτως ἐν γῇ λέγωμαι ἢ ἐν οἴκῳ ὡς ἐν τῷδέ τινι τῷ τόπῳ, ὃς περιέχει οὐδὲν ἄλλο ἢ ἐμέ, τότε ἴδιος ὁ τόπος ἐστὶν οὗτος ἐμός, ἐν ᾧ πρώτως περιέχομαι. ὁ δὲ ἴδιος ὁ κυρίως ἂν εἴη περιεκτικὸς ἐμοῦ. βουλόμενος δὲ διορίσαι τὸ προσεχῶς καὶ πρώτως περιεκτικὸν ἀπὸ τοῦ κοινοῦ καὶ πόρρωθεν καὶ κατʼ ἄλλο λεγομένου καθόλου πρῶτον εἶπεν, ὅτι τῶν ὄντων τὸ μὲν καθʼ αὑτὸ τὸ δὲ κατʼ ἄλλο λέγεται, τὸ καθʼ αὑτὸ ἀντὶ τοῦ πρώτως εἰπών. ἀντίκειται γὰρ κυρίως τῷ μὲν καθʼ αὑτὸ τὸ κατὰ συμβεβηκός, τῷ δὲ πρώτως τὸ κατʼ ἄλλο. καὶ λέγεται καθʼ αὑτὸ μὲν ὑπάρχειν ὅσα ἐν τῇ οὐσίᾳ ἐστὶν ἐκείνων, οἷς ὑπάρχειν λέγεται οἷον ὁ ἀριθμὸς τῷ ἀρτίῳ καὶ περιττῷ· καὶ ὅλως τὰ γένη τοῖς εἴδεσι καθʼ αὑτὰ ὑπάρχει, ὅτι συμπληρωτικὰ τῆς οὐσίας ἐστὶν αὐτῶν καὶ καθὸ αὐτὰ ὑπάρχει αὐτοῖς· καθʼ αὑτὰ δὲ καὶ τὰ εἴδη τοῖς γένεσιν ὑπάρχει διαιρετικὰ τῆς οὐσίας ὄντα τῶν γενῶν· καθὸ γὰρ ἀριθμός, ὁ μὲν περιττός ἐστιν, ὁ δὲ ἄρτιος. τὸ δὲ πρώτως τὸ προσεχὲς δηλοῖ. καὶ ποτὲ μὲν συντρέχει ταῦτα, ὥστε τὸ αὐτὸ καὶ καθʼ αὑτὸ καὶ πρώτως ὑπάρχειν ὡς τὸ ζῷον τῷ <!-- 9.536 -->ἀνθρώπῳ, ποτὲ δὲ διέστηκεν, ὥστε καθʼ αὑτὸ μέν, μὴ πρώτως δέ. ὡς ἡ οὐσία καθʼ αὑτὸ τῷ ἀνθρώπῳ ὑπάρχει καὶ τὸ ποσὸν τῷ περιττῷ. τῶν γὰρ εἰδῶν οὐ μόνον τὰ γένη καθʼ αὑτὰ κατηγορεῖται, ἀλλὰ καὶ τὰ τῶν γενῶν γένη, οὐ μέντοι πρώτως οὐδὲ προσεχῶς, ἀλλὰ διὰ μέσων τῶν προσεχῶν γενῶν. πρώτως δὲ λευκαίνεται ἡ ἐπιφάνεια, οὐ μέντοι καθʼ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός. ἀλλὰ ταῦτα μὲν τῆς ἐν τοῖς λογικοῖς ἔστω σχολῆς ἴδια· ὅτι δὲ τὸ καθʼ αὑτὸ νῦν ἀντὶ τοῦ πρώτως εἶπε, δηλοῖ μὲν καὶ ἡ πρὸς τὸ κατʼ ἄλλο ἀντίθεσις, δηλοῖ δὲ μετʼ ὀλίγον καὶ αὐτὸς εἰς τὸ πρώτως μεταλαβών, ὅταν λέγῃ καὶ τόπος ὁ μὲν κοινὸς ἐν ᾧ ἅπαντα τὰ σώματά ἐστιν, ὁ δὲ ἴδιος ἐν ᾧ πρώτῳ. καὶ ὅλως τοῦ προσεχοῦς δεῖται νῦν μάλιστα. τὸ δὲ προσεχὲς τὸ πρῶτόν ἐστιν, ἀλλʼ οὐ τὸ καθʼ αὑτό. μήποτε δὲ οὐχ ὡς ἔτυχε καὶ καθʼ αὑτὸ καὶ πρώτως εἶπε τὸν ἴδιον καὶ ἐξισάζοντα τόπον, καὶ ὅτι οὐ μόνον πρώτως ἀλλὰ καὶ καθʼ αὑτό ἐστιν οὗτος, ὥσπερ ὁ ὁλικώτερος κατὰ συμβεβηκός. διὰ τοῦτο γὰρ ἐν τῷ οἴκῳ καὶ τῇ πόλει, ὅτι συμβέβηκε τὸν τόπον ἐν ᾧ πρώτως εἰμὶ ἐν τῷδε εἶναι τῷ οἴκῳ καὶ τὸν οἶκον ἐν τῇ πόλει. ὁ δὲ ἴσος καὶ συνεσχηματισμένος καὶ καθʼ αὑτό μου τόπος. ἐπειδὴ δὲ ἕκαστον κατὰ τὸ περιέχον αὐτὸ προσεχῶς καὶ πρώτως κατʼ ἐκεῖνο περατοῦται, τὸ περιέχον ἄρα πρώτως ἕκαστον τοῦτο πέρας ἐστίν· ἦν δὲ τὸ περιέχον πρώτως καὶ προσεχῶς ὁ ἑκάστου τόπος ἴδιος· ὁ τόπος ἄρα πέρας ἐστί. τὸ δὲ περιεκτικὸν προσεχῶς ἑκάστου καὶ πέρας αὐτοῦ τὸ εἶδός ἐστι τὸ ἑκάστου· τοῦτο γάρ ἐστι τὸ περατοῦν καὶ ὁρίζον ἕκαστον τῶν σωμάτων. τὸ οἰκεῖον ἄρα εἶδος ἑκάστου τὸ ὡς μορφὴ πέρας ἑκάστου καὶ τόπος ἐστί.

Τὸ δὲ ᾧ ὁρίζεται τὸ μέγεθος εἶπεν ἀντὶ τοῦ τὸ ὑλικὸν διάστημα, ἐπειδὴ τὸ μέγεθος διττόν, τὸ μὲν ἀόριστον καὶ ὑλικὸν κατὰ τὴν ἔκτασιν καὶ χύσιν θεωρούμενον, τὸ δὲ ὡρισμένον καὶ εἰδικὸν κατὰ μορφὴν καὶ μέτρον ἀφωρισμένον. καὶ διὰ τοῦτο ἐπήγαγε καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους, οὐχ ὡς ἄλλο τι λέγων παρὰ τὸ πρότερον εἰρημένον, ἀλλʼ ὡς σαφέστερον δηλῶν, ὅτι καὶ πρότερον τὸ ὁριζόμενον μέγεθος τὸ ὑλικὸν εἶπε τὸ ἐν τῷ μεγέθει. τὸ δὲ καὶ ἐν τῷ ἀέρι ὅτι καὶ ἐν τῇ γῇ εἶπεν ἀντὶ τοῦ ὅτι ἐν τῷ περὶ τὴν γῆν ἀέρι· διὰ γὰρ τοῦτον καὶ ἐν τῷ ὅλῳ ἀέρι. καὶ εἰκότως ὁ κυρίως ἑκάστου τόπος ὁ περιγεγραμμένος καὶ ἴδιός ἐστι· διὰ γὰρ τοῦτον καὶ ἐν τῷ ὁλικωτέρῳ ἐστίν. ἐν γὰρ τῇ οἰκίᾳ, ὅτι ἐν τῷδε αὐτῆς τῷ τόπῳ, ὅς σοι ἐφαρμόζει, καὶ ἐν τῇ πόλει, ὅτι ἐν τῇ οἰκίᾳ, καὶ ἐν τῇ γῇ, ὅτι ἐν τῇ πόλει. εἰ δὲ εἰς τὸ προσεχῶς περιέχον περατοῦται τὰ σώματα καὶ εἰς πρῶτον τοῦτο — οὐ γὰρ εἰς ἄλλο τι πρὸ αὐτοῦ οὐδὲ ἔστι τι μεταξύ —, τὸ εἶδος ἂν εἴη πέρας τὸ ἑκάστου καθʼ ἕν τι τῶν ὑπαρχόντων τῷ <!-- 9.537 -->τόπῳ τὸ περιέχειν προσεχῶς. κατʼ ἄλλο δέ τι ἡ ὕλη φανήσεται, ὡς ἐκ τῶν ἑξῆς δῆλον. καὶ ὁ παραλογισμὸς γίνεται κατὰ τὴν τοῦ προσεχοῦς διαφοράν. τῶν γὰρ προσεχῶς περιεχόντων τὸ μὲν συμφυές ἐστιν ὡς τὸ εἶδος, τὸ δὲ ἔξωθεν ὡς ὁ τόπος.

Ἧι δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα ἕως τοῦ λείπεται οὐδὲν παρὰ τὴν ὕλην.

Εἰπὼν ἕν τι τῶν ὑπαρχόντων τῷ τόπῳ, καθʼ ὃ τὸ εἶδος εἶναι δοκεῖ τῶν σωμάτων ὁ τόπος, νῦν ἄλλο τι τῶν ὑπαρχόντων αὐτῷ λέγει, καθʼ ὃ οὐκέτι τὸ εἶδος, ἀλλʼ ἡ ὕλη τοῦ ἐν τόπῳ φανήσεται ὁ τόπος. εἰ γὰρ δοκεῖ, φησίν, ὁ τόπος εἶναι τὸ διάστημα τὸ τοῦ μεγέθους, οὐκέτι τὸ εἶδος ἔσται ὁ τόπος ἀλλʼ ἡ ὕλη. δοκεῖ μὲν γὰρ ὁ τόπος τὸ διάστημα εἶναι τὸ τοῦ μεγέθους δεκτικόν· λέγεται μὲν γὰρ ἐν τόπῳ εἶναι μέγεθος τὸ εἰδοπεποιημένον ἤδη, ἐν δὲ τούτῳ τὸ μέν ἐστι διάστημα ἀόριστον κατὰ ἀφαίρεσιν τοῦ πέρατος καὶ τῶν ἄλλων συμβεβηκότων ὧν ἐστι δεκτικὸν στερητικῶς θεωρούμενον, τὸ δέ ἐστι πέρας καὶ ὅρος τοῦ ἀορίστου διαστήματος ὁριστικόν τε καὶ περιεκτικόν, καὶ τοῦτο μέν ἐστι τὸ εἶδος, τὸ δὲ μετὰ τὴν ἀφαίρεσιν τούτου περιλειπόμενον οὐδὲν ἄλλο ἐστὶ πλὴν τῆς ὕλης, ταὐτὸν δὲ εἰπεῖν τοῦ διαστήματος. εἰ οὖν ὁ τόπος τὸ διάστημα τοῦ μεγέθους, τὸ δὲ διάστημα τοῦ μεγέθους ἡ ὕλη, δῆλον τὸ συναγόμενον· θαυμαστὸν δὲ ὅτι κατὰ τὸ διάστημα τὴν ὕλην ἐξωμοίωσε τῷ τόπῳ καὶ οὐ κατὰ τὸ ὑποδεκτικόν. ἀλλʼ ἴσως τοῦτο τῷ Πλάτωνι παρῆκεν, ὡς μαθησόμεθα. ἢ μᾶλλον τὸ διάστημα ὡς ὑποδεκτικὸν ἐθεάσατο. ἀλλʼ εἰ τὸ διάστημα τοῦ μεγέθους ποσόν τί ἐστι καὶ μετρεῖται, τὸ δὲ ποσὸν εἶδος, πῶς ὕλη λέγεται τὸ τοῦ μεγέθους διάστημα· ἢ τὸ ὑλικὸν διάστημα οὐκ ἔστι ποσὸν μεμετρημένον οὐδὲ εἶδος, εἰ μὴ μετάσχῃ τοῦ κατὰ τὸ ποσὸν καὶ τὸ μέγεθος εἴδους, ἀλλʼ ἔστι χύσις ἀόριστος. δηλοῖ δὲ καὶ Ἀριστοτέλης τοιαύτην ἔχων ἔννοιαν περὶ αὐτοῦ ἐν οἷς φησιν ἔστι δὲ τοιοῦτον ἡ ὕλη καὶ τὸ ἀόριστον. καὶ ὅταν οὖν λέγῃ ᾗ δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα τοῦ μεγέθους, κατὰ τοῦτο ὕλη ἐστὶν ὁ τόπος, διάστημα μεγέθους λέγει τὸ ὑποκείμενον ἀόριστον, ὃ καὶ ἄπειρον ἔλεγε πρότερον· ὃ καὶ εἶπεν ὅτι ἔστι τὸ διάστημα τῆς τοῦ μεγέθους τελειότητος ὕλη.

Μηδεὶς οὖν οἰέσθω τὴν σωματικὴν διάστασιν τὴν ὡς μέγεθος καὶ ποσὸν ἢ τὴν κατὰ τὸν ἀριθμὸν ὡρισμένην τοῦ πλήθους διάκρισιν ἀπὸ τῆς ὕλης τοῖς σώμασιν ὑπάρχειν, ἀλλὰ μόνον τὸν ἐν τούτοις διασπασμὸν καὶ <!-- 9.538 -->τὴν ἔκχυσιν καὶ τὴν ἀοριστίαν, καθʼ ἃ διαφέρει τὰ ἔνυλα εἴδη τῶν ἀύλων. καί μοι δοκεῖ ταῦτα μάλιστα ταῖς περὶ τῆς ὕλης ὀρθαῖς ἐννοίαις προσήκειν. ὁ μέντοι Ἀλέξανδρος καίτοι πολλὰ εἰπὼν πρὸς τὸ διορίσαι τὴν διάστασιν τὴν ὑλικὴν ἀπὸ τοῦ μεγέθους, θράττεσθαι ὅμως ἔοικεν ὡς πάσης διαστάσεως μεγεθικῆς καὶ πεποσωμένης εἰδητικῆς οὔσης. διὸ καὶ προήχθη ἐπάγειν τοῖς εἰρημένοις τάδε· “ἢ τῶν νῦν λεγομένων περὶ τῆς ὕλης οὕτως ἀκούειν χρή, ὡς οὐκ ἀκριβῶς λεγομένων, ἀλλὰ πρὸς τὴν χρείαν τοῦ δειχθῆναι προκειμένου”, καίτοι, ὅπερ εἶπον, σαφῶς τοῦ Ἀριστοτέλους διορίσαντος τῷ ἀορίστῳ καὶ ἀπερατώτῳ τὴν ὑλικὴν διάστασιν τῆς μεγεθικῆς, καὶ ἐναργῶς εἰπόντος ὅτι τὸ διάστημα τοῦτο ἕτερον τοῦ μεγέθους ἐστὶ καὶ ὕλη τῆς τοῦ μεγέθους τελειότητος καὶ περιέχεται ὑπὸ τοῦ εἴδους ὡς ὑπὸ ἐπιπέδου καὶ πέρατος καὶ ἔστιν ἀόριστον τῇ ἑαυτοῦ φύσει· χρὴ γάρ, ὅπερ εἶπον, οὐχ ὡς μέγεθος νοεῖν τὴν διάστασιν τῆς ὕλης, ἀλλʼ ὡς παραίνεσιν καὶ ἔκχυσιν τῆς εἰδητικῆς ἀμερείας καὶ συστροφῆς. ζητήσας δὲ ὁ Ἀλέξανδρος ποῖον εἶδός ἐστι τὸ ὁρίζον τὴν ὕλην “ἐδήλωσε, φησίν, ὁ Ἀριστοτέλης εἰπὼν οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος. τὸ γὰρ ὡς μορφὴ λεγόμενον εἶδος, τοῦτό ἐστι τὸ ὁρίζον καὶ περιγράφον τὴν ὕλην καὶ περατοῦν, οὐ τὸ ὡς δύναμις καὶ λόγος. οὐ γὰρ ὁ μόλυβδος ὑπὸ τῆς βαρύτητος ὁρίζεται καὶ τοῦτο εἶδος αὐτοῦ, ἀλλʼ ὡς σώματος οὐ τοῦτο, ἀλλὰ τὸ ἐπιπέδῳ ὡρισμένον”. ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος. μήποτε δὲ ὡς μὲν εἶδος ὁριστικὸν τῆς ὕλης τὸ ὅλον ληπτέον τὸ μετὰ τῶν ποιοτήτων. οὕτω γὰρ καὶ ὁ Ἀριστοτέλης ἔοικεν ἐννοῶν λέγειν ὅταν γὰρ ἀφαιρεθῇ τὸ πέρας καὶ τὰ πάθη τῆς σφαίρας, λείπεται οὐδὲν παρὰ τὴν ὕλην. καὶ μεγέθους δὲ ὡς μεγέθους τοῦ συνθέτου ἐξ ὕλης καὶ εἴδους εἴ τις ἐθέλοι τὸ τὸ εἶδος ζητεῖν, οὐχὶ τὰ ἐπίπεδα καὶ τὸ περιέχον ἔξωθεν πέρας εὑρήσει. ταῦτα γὰρ πέρας ἐστὶν εἴδους, ἀλλʼ οὐχὶ εἶδος, καὶ ἐπιφάνεια, ἀλλʼ οὐχὶ τὸ στερεόν. καὶ εἰ ἦν δὲ ἄπειρον σῶμα καθʼ ὑπόθεσιν, τὸ μὲν εἶδος τοῦ σώματος εἶχε πάντῃ διεστώς, ὑπὸ δὲ ἐπιπέδων οὐκ ἐπερατοῦτο. τὸ γὰρ εἶδος τοῦ συνεχοῦς ποσοῦ καθὸ τοιοῦτον οὐχὶ ἡ ἐπιφάνειά ἐστιν, ἀλλʼ ἡ διʼ ὅλου αὐτοῦ χωροῦσα φύσις. κἂν αὐτὸς ἐν τῷ πρὸ τούτου βιβλίῳ πᾶν ὃ ἂν ᾖ ποσὸν καὶ πόσον τι εἶναί φησιν — τὸ μὲν ὀξυτόνως τὸ δὲ βαρυτόνως ἀναγινωσκόντων ἡμῶν —, τὸ δὲ βαρυτονούμενον πόσον ὡρισμένον εἶναι. ὃ γὰρ μηδέν ἐστι τῶν καθέκαστα ποσῶν, ὅλως οὐδὲ ποσόν ἐστι. τοῦτο δὲ ἀληθὲς μέν, εἰ τὸ κοινὸν ἐν τοῖς καθέκαστα τὴν ὑπόστασιν ἔχει, οὐδὲν δὲ ἧττον τὸ τοῦ συνεχοῦς ποσοῦ εἶδος καὶ ἐν τῷ κοινῷ θεωρεῖται ὅσον τοῖς ὡρισμένοις ἐστὶ κοινὸν οὐδὲν ἧττον ὑπάρχον. ὁ μέντοι Ἀριστοτέλης <!-- 9.539 -->οὐκ ἔοικεν ἁπλῶς τὴν κατὰ τὸ ἐπίπεδον περιγραφὴν μόνην τῷ εἴδει ἀποδιδόναι, ἀλλʼ εἶπε μὲν τὸ προφανὲς ὡς ἐν παραδείγματι — διὸ καὶ τὸ οἷον προσέθηκεν — οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος, προελθὼν δὲ ἀκριβέστερον εἶπεν ὅταν γὰρ ἀφαιρεθῇ τὸ πέρας καὶ τὰ πάθη τῆς σφαίρας, λείπεται οὐδὲν παρὰ τὴν ὕλην.

Διὸ καὶ Πλάτων τὴν ὕλην καὶ τὴν χώραν ἕως τοῦ τί δέ ἐστιν οὗτος μόνος ἐπεχείρησεν εἰπεῖν.

Εἰπὼν ὅτι καθόσον ὑπάρχει τῷ τόπῳ τὸ διαστήματι εἶναι εἰς τὴν ὕλην ἀπαχθησόμεθα ζητοῦντες τί ἐστιν ὁ τόπος, ὑπεμνήσθη καὶ τοῦ Πλάτωνος ἐν Τιμαίῳ τὴν ὕλην χώραν καὶ τόπον τῶν ἐνύλων εἰδῶν καλέσαντος. ἐν γὰρ Τιμαίῳ τὴν ὕλην πάσης εἶναι γενέσεως ὑποδοχὴν οἷον τιθήνην φησίν. ἔτι δὲ προελθὼν σαφεστέραν ποιεῖ τὴν τῶν λεγομένων ἔννοιαν. καὶ οὐδὲν ἴσως κωλύει καὶ πλείονα παραθέσθαι τῶν τοῦ Πλάτωνος ῥημάτων· “τούτων δὲ οὕτως ἐχόντων ὁμολογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγένητον καὶ ἀνώλεθρον, οὔτε εἰς αὑτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν· τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητὸν γενητὸν πεφορημένον ἀεὶ γινόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετʼ αἰσθήσεως περιληπτόν· τρίτον δὲ αὐτὸ γένος ὂν τὸ τῆς χώρας ἀεὶ φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρέχον ὅσα ἔχει γένεσιν πᾶσιν, αὐτὸ δὲ μετὰ ἀναισθησίας ἁπτὸν λογισμῷ τινι νόθῳ μόγις πιστόν, πρὸς ὃ δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες καί φαμεν ἀναγκαῖον εἶναί που τὸ ὂν ἅπαν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά· τὸ δὲ μήτε ἐν γῇ μήτε που κατʼ οὐρανὸν οὐδὲν εἶναι. ταῦτα δὴ πάντα καὶ τούτων ἄλλα ἀδελφὰ καὶ περὶ τὴν ἄυπνον καὶ ἀληθῶς φύσιν ὑπάρχουσαν ὑπὸ ταύτης τῆς ὀνειρώξεως οὐ δυνατοὶ γινόμεθα διεγερθέντες διοριζόμενοι τἀληθὲς εἰπεῖν, ὡς εἰκόνι μέν, ἐπείπερ οὐδὲ αὐτὸ τοῦτο, ἐφʼ ᾧ γέγονεν, αὑτῆς ἐστιν, ἑτέρου δέ τινος ἀεὶ φέρεται φάντασμα, διὰ ταῦτα ἐν ἑτέρῳ προσήκει γίνεσθαι, οὐσίας ἁμωσγέπως ἀντεχομένην, ἢ μηδὲν τὸ παράπαν αὐτὴν εἶναι, τῷ δὲ ὄντως ὄντι βοηθὸς ὁ διʼ ἀκριβείας ἀληθὴς λόγος, ὡς ἐάν τι τὸ μὲν ἄλλο ᾖ, τὸ δʼ ἄλλο, οὐδέτερον ἐν οὐδετέρῳ γενόμενον ἓν ἅμα ταὐτὸν καὶ δύο γενήσεσθον. οὗτος μὲν οὖν δὴ παρὰ τῆς ἐμῆς ψήφου <!-- 9.540 -->λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἶναι τρία τριχῇ, καὶ πρὶν οὐρανὸν γενέσθαι”.

Ταῦτα καὶ ἄλλα τοιαῦτα τοῦ Πλάτωνος λέγοντος ὁ μὲν Ἀριστοτέλης κἀνταῦθα πρὸς τὸ φαινόμενον ἀποβλέψας τοῦ λόγου καὶ τὸν Πλάτωνά φησι τὴν ὕλην καὶ τὴν χώραν ταὐτὸν λέγειν, ὡς καὶ οἱ ἀπὸ τοῦ διαστήματος ἐπιχειροῦντες. καὶ ἐν οἷς κατὰ τὸ πάρεργον ἐγκαλεῖν τῷ Πλάτωνι δοκεῖ, οὐ τοῦτο ἐνεκάλεσεν ὅτι τὴν ὕλην τόπον ὁ Πλάτων εἶπεν τῶν εἰδῶν — ᾔδει γὰρ καὶ αὐτὸς ἄλλο σημαινόμενον τοῦ τόπου τοῦ τῶν εἰδῶν δεκτικοῦ, ὅτε ἔλεγεν ἐν τῇ Περὶ ψυχῆς “καὶ εὖ γε οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν, πλὴν οὐκ ἐντελεχείᾳ ἀλλὰ δυνάμει τὰ εἴδη”, καὶ ἄλλο σημαινόμενον τοῦ τόπου τοῦ τῶν σωμάτων δεκτικοῦ, περὶ οὗ νῦν ὁ λόγος ζητεῖ —, ἀλλὰ τοσοῦτον μόνον λέγει πρὸς τὸν Πλάτωνα· εἰ τὴν ὕλην τόπον λέγει, τὰ δὲ εἴδη καὶ οἱ ἀριθμοὶ καὶ κατʼ αὐτὸν ἐν ὕλῃ — μετέχει γὰρ τούτων ἡ ὕλη —, πῶς λέγει μὴ εἶναι ἐν τόπῳ τὰ εἴδη; διὸ μηδὲ εἶναι τόπον ἔξω τοῦ οὐρανοῦ, ὡς ἔλεγεν ἐν τοῖς περὶ τοῦ ἀπείρου λόγοις. καὶ μήποτε οὐδὲ τοῦτο ἐγκαλοῦντός ἐστι τῷ Πλάτωνι, ἀλλʼ ἐνδεικνυμένου τοῖς συνιέναι δυναμένοις, ὅτι οὐ κατὰ τὸ νῦν ζητούμενον τοῦ τόπου σημαινόμενον τὴν ὕλην ἔλεγε τόπον ὁ Πλάτων. οὐ γὰρ ἂν ἀπέφησε τὰ εἴδη καὶ τοὺς ἀριθμοὺς ἐν τόπῳ εἶναι, εἴπερ μεταλαμβάνειν αὐτῶν ἐβούλετο τὴν ὕλην. ἀλλʼ ὁ μὲν Ἀριστοτέλης οὕτως. ὁ δὲ Ἀλέξανδρος ὁμολογεῖ μὲν καὶ αὐτὸς κατʼ ἄλλο σημαινόμενον τὴν ὕλην χώραν ἐν Τιμαίῳ κληθῆναι, εὐλόγως δέ φησι λαμβάνεσθαι τὸν Ἀριστοτέλην τοῦ Πλάτωνος· διότι κἂν μεταφορικῶς τις αὐτὸν λέγῃ τὴν ὕλην τόπον καλεῖν, ἔδει τὸν μεταφορικῶς χρώμενον πρῶτον ἔχειν κείμενον τί ἐστιν ὁ κυρίως τόπος· εἰ δὲ μηδαμοῦ φαίνοιτο λέγων ἀλλαχοῦ περὶ τόπου, ἄξιος δοκεῖ αὐτῷ ἐπιτιμήσεως, ὅτι μὴ εἰπὼν περὶ τοῦ κυρίως τόπου πρότερον τῷ κατὰ μεταφορὰν χρῆται. ἀλλʼ ὅτι μὲν εἰδῶν τόπον τὴν ὕλην ἀλλʼ οὐχὶ σωμάτων ὁ Πλάτων λέγει, πρόδηλον ἐκ τῶν παρατεθέντων αὐτοῦ ῥημάτων ἐστίν. ὅτι δὲ οὐχ ἁπλῶς μεταφορική ἐστιν ἡ τοιαύτη χρῆσις, ἀλλὰ κατά τι κοινὸν τοῦ τόπου σημαινόμενον εἴληπται τὸ ὑποδεκτικόν, καθὸ καὶ Ἀριστοτέλης τὴν ψυχὴν τόπον εἰδῶν ἀξιοῖ καλεῖν, καὶ τοῦτο δῆλον ἐκ τῶν εἰρημένων. εἰ γὰρ τὸ μεταλαμβάνον τινὸς καὶ ὁριζόμενον ὑπʼ αὐτοῦ δέχεται ἐκεῖνο ὃ μεταλαμβάνει, τὸ δὲ δεχόμενόν τε καὶ χωροῦν αὐτὸ χώρα γίνεται τοῦ ἐγγινομένου, ἡ δὲ χώρα τόπος νενόμισται, μεταλαμβάνει δὲ τῶν εἰδῶν ἡ ὕλη, τόπος ἂν εἴη τῶν εἰδῶν πλὴν <!-- 9.541 -->οὐχ ὡς σωμάτων· ἄλλος γὰρ ὁ τῶν σωμάτων τόπος· καὶ ἐνταῦθα μὲν τὸ μεταληπτικὸν τόπον ἔθετο.

Ἔοικε δὲ καὶ ἄλλο τι τούτου περιεκτικώτερον εἰδέναι τοῦ τόπου σημαινόμενον ὁ Πλάτων τὸ ἀφοριστικὸν τῆς οἰκείας τάξεως· εἴτε γὰρ κατὰ θέσιν γίνεται τοῦτο ὡς ἐπὶ τῶν σωμάτων εἴτε κατὰ μετάληψιν ὡς ἐπὶ τῶν δυνάμει καὶ ἐνεργείᾳ εἴτε κατὰ μόνης τάξεως ἀφορισμόν, τόπος δοκεῖ. διότι καὶ ἡ τάξις κατὰ θέσιν δοκεῖ γίνεσθαί τινα· τὸ γὰρ ἐν τῇδε τῇ τάξει ἀφωρισμένον κεῖσθαι ἐν αὐτῇ δοκεῖ· κεῖται δὲ πάντα ἐν τόπῳ. κατὰ τοῦτο δὴ τὸ κοινὸν σημαινόμενον τοῦ τόπου τὸ τῆς τάξεως ἀφοριστικὸν καὶ ὑπερουράνιον τόπον ὁ Πλάτων ὀνομάζει λέγων ἐν Φαίδρῳ “τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε ποιητὴς τῶν τῇδε οὔτε ὑμνήσει κατʼ ἀξίαν”· ὥστε τὰ μὲν περὶ τῆς ὕλης ὡς περὶ τόπου λεγόμενα οὐχ ὡς τόπου σωμάτων ἀλλʼ ὡς εἰδῶν μεταληπτικοῦ ἀποδεκτέον. περὶ δὲ τοῦ τῶν σωμάτων τόπου τίνα ἔχει φύσιν οὔτε ζητήσαντα προηγουμένως οἶδα τὸν Πλάτωνα οὔτε ἀποφηνάμενον. πῶς γὰρ ἂν ἡ ὕλη τόπος εἴη σωμάτων, εἴπερ τὰ σώματα σύνθετά ἐστιν ἢ ὡς ἐξ ὕλης καὶ εἴδους ἢ ὡς εἶδος ἐν ὕλῃ; ἔσται γὰρ ἡ ὕλη οὐκέτι τοῦ εἴδους μόνον, ἀλλὰ καὶ ὕλης δεκτική. ὅλως δὲ εἰ μεθίσταται τὸ σῶμα ἀπὸ τόπου εἰς τόπον, ἀπὸ δὲ ὕλης οὐ μεθίσταται, οὐκ ἂν εἴη ἡ ὕλη τόπος. καὶ αὐτοῦ τοῦ Ἀριστοτέλους ἀκουσόμεθα ταύτην τὴν ὑπόθεσιν ἀναιροῦντος αὐτίκα μάλα. ὅτι δὲ διάφορα παρὰ τῷ Πλάτωνι τοῦ τόπου τὰ σημαινόμενα, καὶ ἄλλο μὲν τὸ ἐπὶ τῆς ὕλης, ἄλλο δὲ τὸ ἐπὶ τῶν νοητῶν ἐν Φαίδρῳ ῥηθέν, δηλοῖ τὸ τὸ ἐπὶ τῆς ὕλης σημαινόμενον τοῦ τόπου τὸ ὡς ὑποδεκτικὸν καὶ ὁριζόμενον καὶ ἕν τι μετὰ τοῦ ἐν αὐτῷ ποιοῦν ἀποφάσκειν σαφῶς τῶν νοητῶν, οἷς ἐν Φαίδρῳ τὸν ὑπερουράνιον τόπον ἀφώρισεν. εἰπὼν γὰρ περὶ τῆς ὕλης ὡς περὶ τόπου καὶ χώρας καὶ ὑποδοχῆς καὶ ἕδρας τῶν εἰδῶν καὶ τὸν τρόπον τῆς γνώσεως αὐτῆς παραδούς, ὅτι “μετὰ ἀναισθησίας ἁπτόν” ἐστιν καὶ “λογισμῷ τινι νόθῳ μόγις πιστόν”, ἐπάγει “πρὸς ὃ δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες” καὶ τὰ ἑξῆς τῶν πρὸ βραχέος παρατεθέντων.

Ἀλλʼ εἰ μηδὲν περὶ τοῦ τῶν σωμάτων δεκτικοῦ τόπου φαίνεται λέγων ὁ Πλάτων, πῶς ὁ Ἀριστοτέλης τὸν Πλάτωνα μόνον ἐπιχειρῆσαί φησιν εἰπεῖν τί ἐστιν ὁ τόπος; ἢ ὅτι περὶ τούτου τοῦ τόπου τοῦ κατὰ τὴν ὕλην, ὃν τόπον ἐκάλεσεν, ὡς ὑποδοχὴν φαίνεται λέγων ὁ Πλάτων, ὅτι ἀίδιον, ὅτι ἕδρα τῶν γενητῶν εἰδῶν, ὅτι μετὰ ἀναισθησίας ἁπτὸν καὶ νόθῳ λογισμῷ πιστὸν καὶ ὅσα ἄλλα περὶ αὐτῆς λέγει, καθόσον τόπον καὶ χώραν αὐτὴν καλέσας λέγει τι περὶ αὐτῆς, κατὰ τοσοῦτον αὐτὸν εἰρηκέναι φησίν. ἴσως <!-- 9.542 -->δὲ καλῶς ἐπέστησεν αὐτὸς πάντων μάλιστα τὸ βάθος τῆς Πλάτωνος σοφίας ἐγνωκώς, ὅτι κἂν ἀφωρισμένως μὴ φαίνηται τὸ περὶ τόπου ζήτημα προβαλλόμενος, ἀλλʼ ἐπειδὴ μετὰ τῶν σωμάτων ἔχει τὴν ὑπόστασιν ὁ τόπος, καὶ τὴν θεωρίαν αὐτοῦ μετʼ αὐτῶν ἐποιήσατο. λέγει γοῦν ἐν Τιμαίῳ περὶ τῆς τόπου δυνάμεως· “καὶ δὴ κατὰ ταῦτα τὰ παθήματα διαμείβεται τὰς χώρας ἅπαντα· διέστηκε μὲν γὰρ ἐκ τοῦ γένους ἑκάστου τὰ πλήθη κατὰ τόπον ἴδιον διὰ τὴν τῆς δεχομένης κίνησιν, τὰ δὲ ἀνομοιούμενα ἑκάστοτε ἑαυτοῖς, ἄλλοις δὲ ὁμοιούμενα φέρεται διὰ τὸν σεισμὸν πρὸς τὸν ἐκείνων οἷς ἂν ὁμοιωθῇ τόπον.” ἄλλον δὲ τρόπον ἐν Τιμαίῳ τὴν ὕλην καὶ ἄλλον ἐν ταῖς ἀγράφοις συνουσίαις ὀνομάσαι φησίν· ἐν Τιμαίῳ μὲν γὰρ τὸ μεταληπτικὸν αὐτήν φησι — μεταλαμβάνει γὰρ “ἀπορώτατά πῃ τοῦ νοητοῦ” —, ἐν δὲ ταῖς ἀγράφοις συνουσίαις μέγα καὶ μικρὸν ἐκάλει· ὅτι δὲ τὸ εἶναι τὸν τόπον πάντες ὡμολόγουν δῆλον ἐκ τοῦ πάντας χρῆσθαι ταῖς τοῦ τόπου διαφοραῖς.

Εἰκότως δὲ ἐκ τούτων σκοπουμένοις ἕως τοῦ καὶ χωρὶς ἀλλήλων οὐ ῥᾴδιον γνωρίζειν.

Εἰπὼν ὅτι τινὲς μὲν τῶν περὶ τοῦ τόπου λόγων πείθουσι τὸ εἶδος καὶ τὴν μορφὴν εἶναι τὸν τόπον, τινὲς δὲ τὴν ὕλην καὶ τὸ ὑποκείμενον, συνάγει καὶ ἐκ τούτου ὅτι χαλεπός ἐστιν ὁ περὶ τοῦ τόπου λόγος. καὶ γὰρ ὁ περὶ τῆς ὕλης χαλεπώτατος καὶ καθʼ αὑτήν, εἴπερ κατὰ μὲν τὸν Ἀριστοτέλην οὕτως ἄγνωστος ἡ ὕλη, ὡς κατὰ ἀναλογίαν μόνην εἶναι γνωστή, κατὰ δὲ Πλάτωνα νόθῳ λογισμῷ μόγις πιστή. ἡ δὲ τοῦ εἴδους γνῶσις καὶ ζωῆς δεῖται κεκαθαρμένης καὶ γνώσεως ἀκριβοῦς. καὶ ὅ γε ἓν εἶδος βουλόμενος μαθεῖν τῆς πάντων δεῖται γνώσεως διὰ τὴν ταυτότητα καὶ ἑτερότητα τὴν πρὸς ἄλληλα τῶν εἰδῶν· εἰ δὲ καὶ ἀρχαί εἰσιν ἥ τε ὕλη καὶ τὸ εἶδος, αἱ ἀρχαὶ τὴν ἀκροτάτην ἔχουσι θεωρίαν· καὶ μέντοι χωρὶς ἀλλήλων ἀδύνατον αὐτὰ γνωρίζειν· καὶ γὰρ ἡ ὕπαρξις αὐτῶν μετʼ ἀλλήλων. διὰ πάντα οὖν ταῦτα χαλεπὸν τὸ γνῶναι τί ἐστιν ὁ τόπος. εἴπερ ἢ ὕλη ἢ εἶδος ἢ ἀμφότερά ἐστιν.

Ἀλλὰ μὴν ὅτι ἀδύνατον ὁποτερονοῦν τούτων εἶναι ἕως τοῦ τὸ δὲ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν.

Εἰπὼν ἐκ τίνων ἄν τις ὕλην ἢ εἶδος ὑπονοήσοι τὸν τόπον εἶναι, <!-- 9.543 -->δείκνυσι διὰ ἑπτὰ ἐπιχειρημάτων, ὅτι οὐδέτερον τούτων δυνατὸν εἶναι τὸν τόπον· καὶ πρῶτον δείκνυσιν ἐν δευτέρῳ σχήματι συλλογιζόμενος οὕτως· τὴν ὕλην καὶ τὸ εἶδος οὐκ ἐνδέχεται χωρίζεσθαι τοῦ πράγματος οὗ ἐστιν· ὁ δὲ τόπος χωρίζεται· ἡ ἄρα ὕλη ἢ τὸ εἶδος οὐκ ἔστιν ὁ τόπος. καὶ ὅτι μὲν ἡ ὕλη καὶ τὸ εἶδος οὐ χωρίζεται τῶν συνθέτων, ἕως ἂν ᾖ, πρόδηλον· ἐν τούτοις γὰρ ἔχει τὸ εἶναι τὰ σύνθετα. ὅτι δὲ τὸν τόπον ἐνδέχεται χωρίζεσθαι καὶ ὄντος καὶ σῳζομένου τοῦ ἐν τόπῳ, διὰ τῆς κατὰ τὴν ἀντιμετάστασιν ἐπαγωγῆς ἔδειξεν· ἐν ᾧ γὰρ ἀὴρ ἦν, ἐν τούτῳ πάλιν ὕδωρ. καὶ ὅτι ἐπακτικὸς ὁ λόγος, ἐδήλωσε διὰ τοῦ καὶ τῶν ἄλλων σωμάτων ὁμοίως.

Ὥστε οὔτε μόριον οὔτε ἕξις ἕως τοῦ τὸ δὲ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν.

Δείξας ὅτι χωριστός ἐστι τοῦ πράγματος ὁ τόπος εἰκότως συνήγαγεν ἄλλο συμπέρασμα, ὅτι οὔτε μόριόν ἐστιν ὁ τόπος τοῦ ἐν τόπῳ. εἰ γὰρ μόριον ὂν ἐχωρίζετο, οὔτε αὐτὸ μόριον ἔτι ἦν χωρισθὲν οὔτε ἐκεῖνο ἔμενεν ὅλον, οὗ ἐχωρίσθη τὸ μόριον. οὐ μέντοι οὐδὲ ἕξις εἶναι δύναται χωριζομένη. ἡ γὰρ ἕξις οὐχ ὑπομένει χωρισθεῖσα, ἀλλὰ φθείρεται, ὁ δὲ τόπος ὑπομένει. καὶ δύναται μέν τις τὸ μὲν μόριον ἐπὶ τῆς ὕλης ἀκούειν, τὴν δὲ ἕξιν ἐπὶ τοῦ εἴδους, ἵνα ᾖ· ἡ δὲ ὕλη καὶ τὸ πάθος μόριον καὶ ἕξις, ὅπερ πρόκειται· ἕξις δέ ἐστι τὸ ὡς τελειότης συμβεβηκός, οἷόν ἐστι τὸ εἶδος· ὥστε οὔτε ὕλη οὔτε εἶδός ἐστιν ὁ τόπος. δυνατὸν δὲ καὶ καθολικώτερον ἀκούειν τὸ μὲν μόριον ἐπὶ πάντων τῶν οὐσιωδῶς συμπληρούντων, τὴν δὲ ἕξιν ἐπὶ τῶν συμβεβηκότων· οὔτε γὰρ πάθος οὔτε δύναμις οὔτε ἄλλο τι τοῦ ἐν τόπῳ ὁ τόπος μέρος ἐστίν· ἆρα οὖν οὐδὲ συμβεβηκός ἐστιν ὁ τόπος τοῦ ἐν τόπῳ; ἢ τὸ μὲν ἐν τόπῳ εἶναι συμβέβηκε καὶ ἀχωρίστῳ τῷ σώματι, ὁ δὲ τόπος οὐ τῷ ἐν τόπῳ συμβέβηκεν, ἀλλʼ εἰ ἄρα, ἐκείνῳ οὗ πέρας καὶ ἐπιφάνειά ἐστι.

Καὶ γὰρ δοκεῖ τοιοῦτό τι εἶναι ὁ τόπος οἷον τὸ ἀγγεῖον ἕως τοῦ οὐδὲν τοῦ πράγματός ἐστιν.

Τοῦτο οἱ ἐξηγηταὶ συνάπτουσι τῷ προσεχῶς εἰρημένῳ δευτέρῳ συμπεράσματι. τὸ αὐτὸ δὲ δείκνυσι καὶ ἐκ τῆς τοῦ ἀγγείου πρὸς τὸν τόπον ὁμοιότητος· καὶ γὰρ τὸ ἀγγεῖον χωρητικόν ἐστι τοῦ ἐν αὐτῷ, καὶ ὁρίζονται αὐτὸ τόπον μεταφορητόν. ὡς οὖν τὸ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν, οὕτως οὐδὲ ὁ τόπος. ἡ δὲ ὕλη καὶ τὸ εἶδος τοῦ πράγματος. καὶ <!-- 9.544 -->δύναται μὲν τρία εἶναι τὰ συμπεράσματα, δύναται δὲ καὶ ἓν εἶναι. τῶν δὲ ἄλλων δύο τὸ μὲν πρὸς κατασκευὴν εἰλῆφθαι τῆς ἐλάττονος προτάσεως τῆς λεγούσης τὸν τόπον ἐνδέχεσθαι χωρίζεσθαι, τὸ δὲ ἀπὸ τοῦ μορίου καὶ τῆς ἕξεως τῆς ἑτέρας προτάσεως. δύναται δὲ καὶ δύο εἶναι τοῦ τρίτου ῥηθέντος ἰδίου ὄντος. καὶ οὕτω μᾶλλον ἐκδέχονται.

Ἧι μὲν οὖν χωριστὸς τοῦ πράγματος ἕως τοῦ ταύτῃ γε ἕτερος τῆς ὕλης.

Ἡ ὕλη καὶ τὸ εἶδος τὸ μὲν ἀχώριστα εἶναι τοῦ συνθέτου κοινὸν ἔχουσι, καὶ ἐκ τούτου πρότερον κοινῶς ἐπʼ ἀμφοῖν ἔδειξεν, ὅτι οὔτε ἡ ὕλη, οὔτε τὸ εἶδος ὁ τόπος ἐστί· τὸ μέντοι περιέχεσθαι ἀλλὰ μὴ περιέχειν ἴδιόν ἐστι τῆς ὕλης διάφορον πρὸς τὸν τόπον. βουλόμενος οὖν μηδὲ τοῦτο παρεῖναι τὴν μὲν ὕλην ἐχώρισε τοῦ τόπου κατὰ τὸ τὴν μὲν ὕλην περιέχεσθαι, τὸν δὲ τόπον περιέχειν. τὸ δὲ εἶδος κατὰ τὴν αὐτὴν πάλιν ἐπιβολήν, καθʼ ὅσον ὁ μὲν τόπος χωριστός, τὸ δὲ εἶδος ἀχώριστον· εἰ μὴ ἄρα οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν εἴληπται νῦν ἁπλῶς τὸ ἀχώριστον τοῦ εἴδους, καθʼ ἣν ἐλήφθη πρότερον. περιττὸν γὰρ ἂν εἴη δὶς παρὰ πόδας τὸ αὐτὸ κατὰ τὴν αὐτὴν ληφθὲν ἔννοιαν. ἀλλʼ ἐνεδείξατο διὰ τούτου, ὅτι τὸ εἶδος κατὰ μὲν τὸ περιεκτικὸν κοινωνεῖ τῷ τόπῳ καίτοι τῆς ὕλης καὶ κατὰ τοῦτο διαφερούσης αὐτοῦ. τὸ δὲ περιεκτικὸν οὕτως ἔχει τὸ εἶδος ὡς συμφυῶς καὶ ἀχωρίστως περιέχον, ἀλλʼ οὐχὶ χωριστῶς ὥσπερ ὁ τόπος. καλῶς δὲ καὶ ὁ Ἀλέξανδρος ἐπιβάλλει τῷ χωρίῳ λέγων· “νῦν γὰρ ἀπὸ τοῦ μάλιστα ἑκατέρῳ ὑπάρχοντος, τῷ τε εἴδει φημὶ καὶ τῇ ὕλῃ, τὴν πρὸς τὸν τόπον λαμβάνει διαφοράν. τῷ μὲν γὰρ ἐνύλῳ εἴδει μάλιστα ὑπάρχει τὸ ἀχώριστον· ὁ γὰρ χωρισμὸς τούτου φθορὰ τούτου ἐστίν. ἡ δὲ ὕλη εἰ καὶ ἀχώριστός ἐστιν εἴδους, ἀλλὰ τοῦδέ γε τοῦ εἴδους χωριστή. τοῦ γὰρ ἀνθρώπου φέρε εἰπεῖν τοῦ ἐν γενέσει τὸ μὲν εἶδος ἅμα τῷ χωρισθῆναι ἔφθαρται, τὸ δὲ ὑποκείμενον μένει ἄλλο μεταλαβὸν εἶδος. εἰκότως οὖν τὸ μὲν εἶδος ἔδειξε μὴ ὂν τόπον ἀπὸ τοῦ μὴ χωρίζεσθαι, τὴν δὲ ὕλην ἐπειδὴ χωριστή πώς ἐστιν, οὐκέτι ἀπὸ τούτου, ἀλλʼ ἀπὸ τοῦ περιέχεσθαι. ἀδύνατον γὰρ αὐτὴν <!-- 9.545 -->ἄλλως ἐν ὑποστάσει εἶναι καὶ κρατεῖσθαι ἐν τῷ ὄντι μὴ ὑπὸ τοῦ εἴδους ὁριζομένην.”

Δοκεῖ δὲ ἀεὶ τὸ ὄν που αὐτό τε εἶναί τι καὶ ἕτερόν τι ἐκτὸς αὐτοῦ.

Τὸ μὲν οὖν λεγόμενον δῆλον, ὅτι καὶ ἐκ τῆς ἐναργείας καὶ ἐκ τῆς κοινῆς ὑπολήψεως τοῦτο προφανές, ὡς ἄλλο μέν τι τὸ ἐν τόπῳ, ἄλλο δὲ ὁ τόπος· τοῦτο δὲ οἱ μὲν ἐξηγηταὶ ὡς ἄλλο τέταρτον ἐπιχείρημα τιθέασιν ἀπὸ τοῦ ἄλλο μὲν εἶναι τὸ ἐν τόπῳ ἄλλο δὲ τὸν τόπον τὸ ἐν ᾧ ἐκτὸς ὂν τοῦ ἐν αὐτῷ· εἰ οὖν τὸ ἐν τόπῳ ἡ ὕλη καὶ τὸ εἶδός ἐστιν, ἄλλο ἂν εἴη παρὰ ταῦτα ὁ τόπος. δύναται δὲ καὶ κοινὸν συμπέρασμα εἶναι τῶν πρὸ αὐτοῦ ἐπιχειρημάτων ἀπὸ τῆς ἐναργείας εἰλημμένον. καὶ τῇ γε τοιαύτῃ ἐννοίᾳ συνᾴδει μᾶλλον ἡ τοιαύτη γραφὴ αἰτιολογικὸν ἔχουσα τὸν γάρ· δοκεῖ γὰρ ἀεὶ τὸ ὄν που, ἔν τισιν ἀντιγράφοις οὕτως φερομένη. ἐπειδὴ γὰρ δοκεῖ ἄλλο μὲν εἶναι τὸ ἐν τόπῳ ἐξ ὕλης καὶ εἴδους ὄν, ἄλλο δὲ ὁ τόπος, εἰκότως ἄλλο μὲν ὁ τόπος, ἄλλο δὲ τὸ εἶδος καὶ ἡ ὕλη ἐστίν.

Πλάτωνι μέντοι λεκτέον ἕως τοῦ ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφεν.

Ἐν τοῖς περὶ τοῦ ἀπείρου λόγοις ἔλεγεν, ὅτι ὁ Πλάτων ἔξω τοῦ οὐρανοῦ “οὐδὲν εἶναι σῶμα” ἐβούλετο “οὐδὲ τὰς ἰδέας διὰ τὸ μηδέ που εἶναι αὐτάς.” ἐν δὲ τούτοις ἐμνημόνευσεν ὡς τὴν ὕλην τὸ μεθεκτικὸν τῶν εἰδῶν τόπον εἰπόντος. συγκρούει οὖν κατὰ τὸ φαινόμενον τοὺς λόγους. εἰ γὰρ τὸ μεθεκτικὸν τῶν εἰδῶν ὁ τόπος ἐστί, διὰ τί μὴ ἐν τῷ τόπῳ τὰ εἴδη ἅπερ καὶ ἀριθμοὺς ἔλεγε; τὸ δὲ μεθεκτικὸν ἐν μὲν ταῖς ἀγράφοις ταῖς Περὶ τἀγαθοῦ συνουσίαις μέγα καὶ μικρὸν ἐκάλει, ἐν δὲ τῷ Τιμαίῳ ὕλην, ἣν καὶ τόπον καὶ χώραν ὠνόμαζε. καὶ δῆλον ὅτι φαινομένη τίς ἐστιν ἐναντίωσις αὕτη· οὐ μέντοι ἐστὶν ἐναντία· τὴν μὲν γὰρ ὕλην τόπον ἔλεγε τῶν ἐνύλων εἰδῶν ὡς ὑποδοχὴν αὐτῶν, τὰ δὲ εἴδη τὰ χωριστὰ τῆς ὕλης ἤτοι τὰς ἰδέας ἔλεγε μὴ εἶναι ἐν τόπῳ. οὔτε γὰρ ὡς ἔνυλα εἴδη ἐν τῇ ὕλῃ ἐστὶν ὡς ἐν τόπῳ ἐκεῖνα, οὔτε ὡς σώματα ἐν τῷ τῶν σωμάτων δεκτικῷ. ἐναργεστέρα δὲ ἂν ἔδοξεν ἡ ἐναντίωσις, εἴ τις τῷ λέγοντι τὰς ἰδέας μὴ εἶναι ἐν τόπῳ μηδὲ ἔξω τοῦ οὐρανοῦ τὰ ἐν Φαίδρῳ προήγαγεν, <!-- 9.546 -->ἐν οἷς φησι “τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε ποιητὴς τῶν τῇδε οὔτε ὑμνήσει κατʼ ἀξίαν. ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ μόνῳ θεατή, περὶ ἣν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος, τοῦτον ἔχει τὸν τόπον”. ἐν δὲ τούτῳ φησίν “καθορᾷ μὲν αὐτὴν δικαιοσύνην, καθορᾷ δὲ σωφροσύνην, καθορᾷ δὲ ἐπιστήμην, οὐχ ᾗ γένεσις πρόσεστιν, οὐδὲ ἥ ἐστί που ἑτέρα ἐν ἑτέρῳ οὖσα, ὧν ἡμεῖς νῦν ὄντων καλοῦμεν, ἀλλὰ τὴν ἐν τῷ ὅ ἐστιν ὄντως ἐπιστήμην οὖσαν, καὶ τὰ ἄλλα ὡσαύτως τὰ ὄντα ὄντως”. ἰδοὺ γὰρ σαφῶς ἐν τόπῳ τὰς ἰδέας εἶναί φησι τὴν τῆς δικαιοσύνης καὶ σωφροσύνης καὶ ἐπιστήμης· αὐτὸ γὰρ ἕκαστον ἡ ἰδέα ἐστί. λέγει δὲ καὶ ἔξω τοῦ οὐρανοῦ τοῦτον εἶναι τὸν τόπον. ἀλλὰ δῆλον ὅτι ἄλλον μὲν τόπον ἀπέφασκε τῶν ἐκεῖ τὸν ὑποδεκτικὸν τῶν ἐνύλων εἰδῶν ἢ τῶν σωμάτων, ἄλλον δὲ ἐξυμνεῖ τὸν ἀφοριστικὸν τῆς ἐκεῖ τάξεως· θαυμαστὸν δὲ πῶς ὁ Ἀλέξανδρος καίτοι συννοήσας, ὅτι εἴδη λέγει τὰς ἰδέας νῦν ὁ Ἀριστοτέλης, ὅμως ἀναγκάζεσθαι νομίζει τὸν Πλάτωνα ἐν τόπῳ λέγειν τὰς ἰδέας, καίτοι ἀύλους αὐτὰς λέγοντα, ἐπειδὴ τόπον καὶ χώραν τῶν ἐνύλων εἰδῶν εἶπε τὴν ὕλην· παρέκβασιν δὲ καλεῖ τὸν λόγον, ἐπειδή, ὅσον μὲν ἐν τοῖς προκειμένοις, ἤρκει δεῖξαι, ὅτι οὐκ ἔστιν ὕλη ὁ τόπος, ὡς ἐδόκει λέγειν ὁ Πλάτων· τῷ δὲ μὴ ἁπλῶς τόπον ἀλλʼ εἰδῶν τόπον εἰπόντι ἀκολουθεῖ τὸ ἐναντίον τοῖς ὑπʼ αὐτοῦ λεγομένοις ἐν ἄλλοις τὸ τὰ εἴδη ἐν τόπῳ εἶναι. διὸ παρεκβῆναι τοῦ προκειμένου ὁμολογεῖ τοῦτο ἐπάγων τὸ ἄτοπον.

Ἔτι πῶς ἂν φέροιτο εἰς τὸν αὑτοῦ τόπον ἕως τοῦ ὥστε ζητητέος ἐν τοῖς τοιούτοις ὁ τόπος.

Πέμπτον τοῦτο ἐπιχείρημα δεικτικὸν τοῦ τὸν τόπον μήτε τὴν ὕλην εἶναι μήτε τὸ εἶδος τοιαύτην ἔχον καὶ τοῦτο τὴν τοῦ λόγου ἀγωγήν· εἰ ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδος, οὐδὲν ἂν τῶν κινουμένων ἐπὶ τὸν αὑτοῦ τόπον φέροιτο· ἀλλὰ μὴν πᾶν τὸ κινούμενον κατὰ φύσιν ἐπὶ τὸν αὑτοῦ φέρεται τόπον, τὰ μὲν βαρέα κάτω, τὰ δὲ κοῦφα ἄνω· οὐκ ἄρα ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδός ἐστιν. οὐδὲ γὰρ φέρεται ἐπὶ τὴν ὕλην ἢ τὸ εἶδος, διότι σὺν αὐτοῖς καὶ ἐν αὐτοῖς ἐστι τούτων ἑκάτερον τοῖς φερομένοις. τί γὰρ ἄλλο ἐστὶ τὸ φερόμενον ἢ ὕλη καὶ εἶδος; τὸ δὲ ἐφεξῆς λεγόμενον τὸ ἀδύνατον <!-- 9.547 -->γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω ἢ κάτω τόπον εἶναι ἄλλον λόγον ὁ Ἀλέξανδρός φησι συνημμένον τῷ πρὸ αὐτοῦ τοιοῦτον· ἐφʼ ὃ μὴ ἔστι κίνησις, τοῦτο τόπος οὐκ ἔστιν· ἐπὶ δὲ τὴν ὕλην καὶ τὸ εἶδος οὐκ ἔστι κίνησις· οὐδὲ ἄρα ἡ ὕλη ἢ τὸ εἶδος τόπος ἐστί. “δύναται δέ, φησί, καὶ τὸ τούτῳ συγκείμενον ἄλλος εἶναι λόγος τοιοῦτος· ὃ μὴ ἔχει διαφορὰς τήν τε ἄνω καὶ τὴν κάτω, τοῦτο οὐκ ἔστι τόπος· ἡ δὲ ὕλη καὶ τὸ εἶδος οὐκ ἔχει διαφορὰς τὸ ἄνω καὶ τὸ κάτω· οὐκ ἄρα ἡ ὕλη καὶ τὸ εἶδος τόπος. αὐτὸς δέ, φησί, πάντα συνθεὶς ὡς ἕνα ἠρώτηκε λόγον προσθεὶς τὸ «πῶς ἂν φέροιτο ἔτι τὰ κινούμενα εἰς τοὺς αὑτῶν τόπους, εἰ ἡ ὕλη ἢ τὸ εἶδος τόπος»· ὡς ὂν τοῦτο ἐναργές, ὅτι οὐδὲν ἐπὶ τὸ ἴδιον εἶδος ἢ τὴν ὕλην κινεῖται”. οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος καὶ ὁ Ἀσπάσιος. μήποτε δὲ εἷς μέν ἐστιν ὁ ὅλος λόγος, ὡς καὶ Ἀλέξανδρος ἐπέστησε συνημμένον ἔχων τὸ πρότερον ῥηθὲν τοιοῦτον· εἰ ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδός ἐστιν, οὐδὲν ἂν τῶν κινουμένων ἐπὶ τὸν αὑτοῦ τόπον φέροιτο· ἀλλὰ μὴν πᾶν τὸ κινούμενον κατὰ φύσιν ἐπὶ τὸν αὑτοῦ τόπον φέρεται. ἐν δὴ τούτῳ τὴν μὲν πρόσληψιν ὡς σαφῆ παρῆκε, τὸ δὲ συνημμένον ἀποδείκνυσι διὰ τοῦ ἀδύνατον γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω ἢ κάτω τόπον εἶναι. εἰ γὰρ ἐπὶ τὴν ὕλην ἢ τὸ εἶδος οὐκ ἔστι κίνησις, ἀλλʼ οὐδὲ τὸ ἄνω ἢ κάτω, ἐφʼ ἃ γίνονται αἱ φυσικαὶ κινήσεις, ὕλης ἢ εἴδους εἰσὶ διαφοραὶ τόπου οὖσαι διαφοραί, ἐξ ἀμφοῖν δῆλον ὅτι, εἰ τὸ εἶδος ἢ ἡ ὕλη τόπος, οὐδὲν ἂν τῶν κινουμένων ἐπὶ τὸν αὑτοῦ τόπον φέροιτο, τουτέστιν τὸν ἄνω ἢ τὸν κάτω· ἐνάγει δέ με πρὸς τὴν τοιαύτην τῶν εἰρημένων ἀποδοχὴν καὶ ὁ γὰρ αἰτιολογικὸς σύνδεσμος· ὡς γὰρ αἰτίαν ἐπάγων τοῦ μὴ ἂν φέρεσθαι εἰς τὸν αὑτοῦ τόπον ἕκαστον, εἰ τόπος εἴη ἡ ὕλη ἢ τὸ εἶδος, οὕτως ἐπῆκται. εἰ οὖν ἀληθῆ τὰ εἰρημένα, οὐκ ἐν τῇ ὕλῃ ἢ τῷ εἴδει χρὴ τὸν τόπον ζητεῖν, ἀλλʼ ἐν ἐκείνῳ οὗ διαφορὰ τὸ ἄνω καὶ τὸ κάτω ἐστίν. ἐπὶ γὰρ ταῦτα οἷόν τε φέρεσθαι τὰ κινούμενα, οὐκ ἐπὶ τὴν ὕλην καὶ τὸ εἶδος. δυνατὸν δὲ καὶ κατηγορικῶς οὕτως ἐρωτᾶν τὸν λόγον ἐν δευτέρῳ σχήματι· τόπος ἐστὶν ἐφʼ ὃν ἕκαστον τῶν κατὰ φύσιν κινουμένων ἐπὶ τὸν αὑτοῦ τόπον κινεῖται· εἰς δὲ τὴν ὕλην ἢ τὸ εἶδος οὐδὲν κινεῖται· οὐκ ἄρα τὸ εἶδος ἢ ἡ ὕλη τόπος ἐστίν. ὅλως δὲ εἰ τὴν ὕλην καὶ τὸ εἶδος ἔχει ἀεὶ τὰ σώματα τόπον ὄντα, πῶς ἂν ἔτι κινοῖτο ἐπὶ τὸν οἰκεῖον τόπον;

Εἰ δὲ ἐν αὐτῷ ὁ τόπος, δεῖ γάρ ἕως τοῦ ὥστε τοῦ τόπου ἔσται τόπος.

Ἕκτον τοῦτο ἐπιχείρημα ὡς οἶμαι δεικνύον ὅτι οὔτε τὸ εἶδος οὔτε ἡ <!-- 9.548 -->ὕλη τόπος ἐστὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τοῦτο· λέγει δέ· εἰ ἐν αὐτῷ τῷ πράγματι ὁ τόπος ἐστίν, ἔσται τοῦ τόπου τόπος· ἀλλὰ μὴν τοῦτο ἀδύνατον, καὶ διʼ αὐτὸ μὲν τοῦτο διὰ τὸ τὸν τόπον σώματος εἶναι ἀλλʼ οὐ τόπου καὶ διὰ τὴν ἐπʼ ἄπειρον δὲ προχώρησιν τόπον ἀεὶ πρὸ τόπου τιθέντων ἡμῶν· οὐκ ἄρα ἐν αὐτῷ τῷ πράγματι ὁ τόπος ἐστί. τοῦ δὲ ὑποθετικοῦ τόπου τούτου τὴν μὲν ὑπόθεσιν βεβαιοῦται διὰ τοῦ δεῖ γάρ, εἴπερ ἡ μορφὴ ἢ ἡ ὕλη. εἰ γὰρ εἶδος ἢ ὕλη ἐστὶν ὁ τόπος, ἀνάγκη ἐν αὐτῷ εἶναι τῷ πράγματι τῷ ἐξ ὕλης καὶ εἴδους συνεστηκότι· τὸ δὲ συνημμένον ἀποδείκνυσιν ὑγιὲς ἐκ τοῦ μεταβάλλει γὰρ ἅμα τῷ πράγματι καὶ κινεῖται καὶ τὸ εἶδος καὶ τὸ ἀόριστον, τουτέστιν ἡ ὕλη. τοῦ γὰρ πράγματος μεθισταμένου τοῦ συνθέτου συμμεθίσταται καὶ τὸ εἶδος καὶ ἡ ὕλη, ἐξ ὧν ἐστι τὸ σύνθετον, καὶ ἐκεῖ ἐστιν ἔνθα ἂν ᾖ τὸ σύνθετον. εἰ οὖν ταῦτα ὁ τόπος, δῆλον ὅτι μέτεισιν ὁ τόπος τούτων μετιόντων καὶ μέτεισιν ἀπὸ τόπου εἰς τόπον· ὥστε ἐν τόπῳ ἔσται ὁ τόπος. ὅτι δὲ τὰ φυσικὰ σώματα τὰ ἐξ ὕλης καὶ εἴδους κινεῖται κατὰ τόπον καὶ μεταβάλλει τοὺς τόπους, πρόδηλόν ἐστι τοῖς αἰσθανομένοις. καὶ δῆλον ὅτι καὶ αὐτὸ τοῦτο ἄτοπόν ἐστι τὸ κινεῖσθαι τοὺς τόπους· κατὰ τόπον γὰρ καὶ εἰς τόπον ἀνάγκη κινεῖσθαι τὸ κινούμενον. ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις· “μήποτε οὐκ ἀνάγκη, εἴ τι ἔστιν ἐν τόπῳ, καὶ τὰ ἐν αὐτῷ ὄντα ἐν τόπῳ εἶναι, εἰ μὴ ἄρα κατὰ συμβεβηκός· ἰδοὺ γὰρ τὰ μέρη τῶν ἐν τόπῳ ὄντων καὶ αἱ ἐν αὐτοῖς ποιότητες οὐκ εἰσὶν ἐν τόπῳ καθʼ αὑτά, ὥστε κἂν τὸ σύνθετον ἐν τόπῳ ᾖ, οὐκ ἀνάγκη τὸ εἶδος ἢ τὴν ὕλην ἐν τόπῳ εἶναι, πλὴν εἰ μὴ κατὰ συμβεβηκός. ὥστε καὶ εἰ τόπος εἴη τὸ εἶδος ἢ ἡ ὕλη, οὐκ ἂν εἴη ἐν τόπῳ πλὴν εἰ μὴ κατὰ συμβεβηκός· οὕτως δὲ οὐδὲν ἄτοπον καὶ τὸν τόπον ἐν τόπῳ εἶναι· καὶ γὰρ αὐτὸς λέγων εἶναι τόπον τὸ τοῦ περιέχοντος πέρας, ἐν τῷ αὐτῷ εἶναι τόπῳ φησὶ τό τε τοῦ περιέχοντος πέρας καὶ τὸ τοῦ περιεχομένου· αἱ γὰρ ἐπιφάνειαι ἁπτόμεναι ἀλλήλων ἐν τῷ αὐτῷ εἰσι”. λύων δὲ τὴν ἀπορίαν “εἰ ἔστι, φησί, τὸ εἶδος ἢ ἡ ὕλη τόπος τοῦ συνθέτου, ἴσα αὐτῷ ἐστιν· ὁ γὰρ τόπος ἴσος τῷ ἐν τόπῳ. ἐπεὶ οὖν τὸ σύνθετον ἴσον ἐστὶ καὶ τῷ τόπῳ, ἐν ᾧ κινηθὲν ἐγένετο, τὰ δὲ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ἴσος ἂν εἴη καὶ τῷ εἴδει καὶ τῇ ὕλῃ ὁ τόπος ἐν ᾧ ἐγένετο τὸ σύνθετον σῶμα· τὸ δὲ ἐν τόπῳ ἴσον τῷ τόπῳ καθʼ αὑτὸ ἐν τόπῳ ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός· καθὸ γὰρ διέστηκε τὸ ὄν, ἐν τόπῳ. εἰ οὖν ἡ ὕλη ἢ τὸ εἶδος τόπος ὂν τοῦ συνθέτου καὶ συνδιεστὼς αὐτῷ ἐν τόπῳ ἐστίν, ἐν ᾧ γίνεται τὸ σύνθετον, καὶ ἴσον τῷ τόπῳ, καθʼ αὑτὸ ἂν εἴη ἐν τόπῳ. ἄτοπον δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ τὸ δύο τόπους εἶναι ἅμα τοῦ αὐτοῦ πρώτως, εἴ γε ἀμφότεροι ἴσοι τῷ ἐν αὐτῷ, ὅ <!-- 9.549 -->τε ἐν ᾧ ἐγένετο καὶ τὸ εἶδος ἢ ἡ ὕλη· καὶ ταῦτα γὰρ ἴσα τῷ συνθέτῳ, εἴπερ τόπος αὐτοῦ ἐστι. καὶ δῆλον ὅτι οἱ δύο ἅμα τοῦ αὐτοῦ τόποι πρώτως ἔσονται καὶ καθʼ αὑτό, ἀλλʼ οὐ κατὰ συμβεβηκὸς καὶ κατʼ ἄλλο.”

Ἔτι ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ἀπόλωλεν ὁ τόπος ἕως τοῦ περὶ τῆς οὐσίας αὐτοῦ εἴρηται.

Τοῦτο τὸ ἐπιχείρημα δυνατόν φασι καὶ ἀπορίαν ἰδίαν ἔχειν περὶ τόπου, ὅτι δοκεῖ ἀπόλλυσθαι ὁ ἑκάστου τόπος τῶν σωμάτων, ὅταν εἰς ἄλλο σῶμα μεταβολὴ αὐτοῖς γένηται· τοῦ δὲ ἀπολωλέναι τὸν τόπον σημεῖον, ὅτι οὐκέτι εἰσὶν ἐν τῷ αὐτῷ τόπῳ. ἀλλʼ ἄτοπον· τίς γὰρ ἂν γένοιτο τόπου φθορά; μήποτε δὲ τὸ ἔτι προσκείμενον δηλοῖ περὶ τὸ αὐτὸ τῷ προσεχῶς εἰρημένῳ προβλήματι στρέφεσθαι τὸ ἐπιχείρημα. εἴπερ δὲ ἄρα ἄλλην ἔχει ἀπορίαν, οὕτως μᾶλλον αὐτὴν ἐκδεκτέον, ὡς ὁ Ἀσπάσιος ἐνδείκνυται· ὅταν γὰρ ἐξ ἀέρος ὕδωρ γένηται, τουτέστιν ἐκ μείζονος σώματος ἔλαττον, ἀπόλλυται τοῦ τόπου μέρος· οὐ γὰρ τοσοῦτός ἐστιν ὁ τοῦ γινομένου ὕδατος τόπος, ὅσος ἦν ὁ τοῦ ἀέρος τοῦ εἰς αὐτὸ μεταβαλόντος. τίς δὲ τόπου φθορὰ πάνυ χαλεπὸν ἀποδοῦναι, ὡς μαθησόμεθα. καὶ εἴη ἂν τοῦτο συγγενὲς ἐκείνῳ τῷ ἐπιχειρήματι τῷ ἀπὸ τῆς αὐξήσεως τοῦ τόπου· ἐν ᾧ ἔλεγε “πῶς οὖν περὶ τῶν αὐξανομένων ἐροῦμεν”· ὡς γὰρ ἐκεῖ ἐδείκνυτο, ὅτι εἰ ἔστιν ὁ τόπος, ἀνάγκη αὔξεσθαι τὸν τόπον, οὕτως ἐνταῦθα ἀνάγκη φθείρεσθαι τὸν τόπον. ἄπορον δὲ πῶς ἂν αὐξηθείη ἢ μειωθείη τόπος. πῶς γὰρ τὸ πρότερον ἀληθές; οὐδὲ γάρ ἐστι σημεῖον τοῦ ἀπολωλέναι τὸν τόπον τὸ μηκέτι ἐν τῷ αὐτῷ εἶναι· δύναται γὰρ καὶ ὅταν ἐξ ἀέρος μεταβαλὸν τὸ ὕδωρ κάτω γένηται, μένειν ὁ αὐτὸς ἄνω τόπος, κἂν μὴ ὁ αὐτὸς ἀὴρ ᾖ ἐν αὐτῷ. κάλλιον δὲ τοῦ αὐτοῦ προβλήματος εἶναι τὸ ἐπιχείρημα δεικνύντος, ὅτι οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος τόπος ἐστί. καὶ μᾶλλον ἐπὶ τοῦ εἴδους ἀποδείκνυσθαί φησιν ὁ Ἀλέξανδρος οὕτως ἐκδεχομένων ἡμῶν· “ὅταν τῶν σωμάτων αἱ μεταβολαὶ εἰς ἄλλα σώματα γένωνται, ἀπόλωλεν αὐτῶν τὸ εἶδος — οὐ γὰρ ταὐτὸν ὕδατος καὶ ἀέρος· εἰ δὴ τὸ εἶδος τόπος, ἀπόλωλεν αὐτῶν ὁ τόπος· ὥστε οὐκέτι εἰσὶν ἐν τῷ αὐτῷ τόπῳ. ἀλλὰ μὴν ἄπορον τίς τοῦ τόπου φθορά. ὥστε εἰ τοῦ μὲν εἴδους φανερὰ ἡ φθορά, <!-- 9.550 -->εἰ δὲ ὁ τόπος φθείρεσθαι δύναται ἀπορίαν ἔχει, οὐκ ἔστι ταὐτὸν τῷ τόπῳ τὸ εἶδος. εἰ δὲ τὴν ὕλην τις λέγει τόπον ἐν τῇ τῶν σωμάτων εἰς ἄλληλα μεταβολῇ, ὁ μὲν τόπος οὐκέτι ὁ αὐτός, ἡ δὲ ὕλη ἡ αὐτή· μένουσαν γὰρ αὐτήν φαμεν δέχεσθαι τὰ διαφέροντα εἴδη. ὥστε οὐκ ἔστιν ἡ ὕλη τόπος”. καὶ τῷ μὲν Ἀλεξάνδρῳ μᾶλλον δοκεῖ ἐπὶ τοῦ εἴδους ἀληθεύεσθαι τὸν λόγον. πῶς δὲ τὸ μὲν εἶδος τόπον ὑποθέμενος ἔλεγεν ὅτι “τοῦ μὲν εἴδους φανερὰ ἡ φθορά, εἰ δὲ ὁ τόπος φθείρεσθαι δύναται ἀπορίαν ἔχει” καὶ οὕτω συνῆγεν ὅτι ὁ τόπος οὐκ ἔστι τὸ εἶδος, ἐπὶ δὲ τῆς ὕλης τὸν τόπον φησὶ μὴ εἶναι τὸν αὐτόν, τὴν δὲ ὕλην τὴν αὐτὴν εἶναι, καίτοι τοῦ Ἀριστοτέλους εἰς ἓν μόνον ἄτοπον ἀπαγαγόντος τὸ ἀπόλωλεν ὁ τόπος; μήποτε οὖν ἐν ἀμφοῖν ὁμοίως ἀληθεύεται, ἐν ταῖς μεταβολαῖς τῶν σωμάτων τὸ ἀπολωλέναι τὸν τόπον, εἴπερ ἡ ὕλη ἢ τὸ εἶδός ἐστιν ὁ τόπος· εἰ γὰρ μὴ μάτην τὴν ἐξ ἀέρος εἰς ὕδωρ μεταβολὴν παρέθετο καὶ ὅλως τὴν ἐκ μείζονος εἰς ἔλαττον, ἀλλʼ ἵνα τὴν συστολὴν τοῦ μεγέθους δηλώσῃ οὐ μόνον κατὰ τὸ εἶδος γινομένην, ἀλλὰ καὶ κατὰ τὴν διάστασιν τὴν ὑλικήν, δῆλον ὅτι καὶ ἐπὶ τῆς ὕλης τὸ ἄτοπον συνάγεται καὶ εἴη ἂν ὁ συλλογισμὸς τοιοῦτος· εἰ ὁ τόπος τὸ εἶδος ἢ ἡ ὕλη, ἐν τῇ μεταβολῇ τῶν σωμάτων τῇ ἐκ μείζονος εἰς ἔλαττον ἀπόλωλεν ὁ τόπος· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· τίς γὰρ ἂν εἴη φθορὰ τόπου; καὶ τὴν μὲν πρόσληψιν ὡς ἐναργῆ παραλέλοιπε. τί γὰρ ἂν εἴη τῷ τόπῳ ἐναντίον εἰς ὃ ἂν φθαρείη ὁ τόπος ἢ ἐξ οὗ ἂν γένοιτο; τὸ δὲ συνημμένον δείκνυσι διὰ τοῦ οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα. καὶ γὰρ εἰ μὲν τὸ εἶδος ὑποτεθείη ὁ τόπος, ἄλλος ἐξ ἄλλου τελέως εὑρεθήσεται· εἰ δὲ ἡ ὕλη, ἐλάττων ἐκ μείζονος ὁ τόπος. καὶ πάλιν οὐκ ἐν τῷ αὐτῷ τόπῳ. ὅτι δὲ καὶ ἀπὸ τῆς μερικῆς ἀπωλείας τοῦ τόπου γέγονεν ἡ ἐπιχείρησις, δηλοῖ οἶμαι σαφῶς τὸ οὐδὲ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα. καὶ ὅτι εἰς ἄτοπον ἀπάγει τὴν τοῦ τόπου φθοράν, δηλοῖ τὸ τίς οὖν ἡ φθορά. τοῦτο δὲ καὶ ἐκ τῆς κοινῆς περὶ τοῦ τόπου ἐννοίας, ὅτι οὐ συμφθείρεται τοῖς ἐν τόπῳ ὁ τόπος, ὥσπερ οὐδὲ τὰ ἀγγεῖα τοῖς ἐν αὐτοῖς, ἀλλὰ μενόντων τούτων ἄλλοτε ἄλλων εἰς αὐτὰ μετάστασις γίνεται· καὶ ἐκ τοῦ τὰ σώματα μεταβάλλειν κατὰ τοὺς τόπους, οὐ μέντοι τοὺς τόπους εἰς ἀλλήλους. οὐ γὰρ ὁ ἄνω τόπος εἰς τὸν κάτω μεταβάλλει — πῶς γὰρ οἷόν τε; —, ἀλλὰ τὰ ἄνω σώματα εἰς τὰ κάτω. ὁ δὲ Εὔδημος δεικνὺς ὅτι οὐκ ἔστιν ὁ τόπος ἡ ὕλη καὶ τοῦτο προστίθησιν· “ἔτι δὲ ἡ μὲν ὕλη κινεῖται· ὁ δὲ τόπος ἀκίνητος”. δῆλον δὲ ὅτι καὶ τῷ εἴδει ἐφαρμόττει ὁ αὐτὸς διορισμός· καὶ γὰρ καὶ αὐτὸ κινεῖται.

<!-- 9.551 -->

Μετὰ δὲ ταῦτα ληπτέον, ποσαχῶς ἄλλο ἐν ἄλλῳ λέγεται ἕως τοῦ πάντων δὲ κυριώτατον τὸ ὡς ἐν ἀγγείῳ καὶ ὅλως ὡς ἐν τόπῳ.

Συμπερανάμενος τοὺς λόγους, ἐξ ὧν τε ἀναγκαῖον εἶναί τι τὸν τόπον δοκεῖ, καὶ πάλιν ἐξ ὧν ἀπορήσειεν ἄν τις περὶ τῆς οὐσίας αὐτοῦ τί ποτέ ἐστιν ὁ τόπος, καὶ εἰ ἔστιν ὅλως — εἰ γὰρ ἃ δοκεῖ εἶναι ὁ τόπος μὴ ἔστιν, ἀνάγκη καὶ εἰ ἔστιν ὅλως ἀπορεῖσθαι —, τούτοις οὖν συμπερανάμενος τοὺς λόγους καὶ τὰς συγκεχυμένας ἐν ἡμῖν δόξας διακρίνας ἐπὶ τὴν εὕρεσιν λοιπὸν τῆς τοῦ τόπου φύσεως παρασκευάζεται. ἐπειδὴ δὲ ἀπὸ τοῦ ἐν τόπῳ ὄντος εἰς ἔννοιαν ἐρχόμεθα τοῦ τόπου, τὸ δὲ ἐν τόπῳ ἔν τινί ἐστι, διαιρεῖται πρῶτον πολλαχῶς λεγόμενον τὸ ἔν τινι. χρησιμεύσει δὲ αὐτῷ μάλιστα ἡ διαίρεσις καὶ εἰς τὴν λύσιν τοῦ ἐν τόπῳ τὸν τόπον ἔσεσθαι κατὰ τὴν Ζήνωνος ἀπορίαν, ἣν εἶπε ζητεῖν τινα λύσιν· ἔλεγε γὰρ ὁ Ζήνων· “εἰ πᾶν τὸ ὂν ἐν τόπῳ, δῆλον ὅτι καὶ τοῦ τόπου τόπος ἔσται, καὶ τοῦτο ἐπʼ ἄπειρον πρόεισι”. λυθήσεται οὖν ὁ λόγος οὗτος ἐκ τοῦ πλεοναχῶς τοῦ ἔν τινι λεγομένου μὴ εἴ τί ἐστιν ἔν τινι καὶ ἐν τόπῳ εἶναι. διὸ καὶ εἰς τοῦτο συνεπληρώθη πᾶς ὁ λόγος ὁ περὶ τοῦ ἔν τινι. τὰ οὖν ἔν τινι κατὰ ὀκτὼ ἢ ἐννέα τρόπους λέγεσθαί φησιν· ἔν τινι γάρ ἐστιν ἢ ὡς μέρος ἐν ὅλῳ ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ ἢ ἐν τῷ ὅλῳ σώματι, ἐν μὲν τῇ χειρὶ ὡς μέρος, ἐν δὲ τῷ ὅλῳ σώματι ὡς μέρους μέρος, ὃ καὶ μόριον καλοῦσιν. ἢ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν ὡς τὸ πρόσωπον ἐν ὀφθαλμοῖς καὶ ῥινὶ καὶ τοῖς τοιούτοις. οὐ γάρ ἐστι φησὶ παρὰ τὰ μέρη τὸ ὅλον. κἂν γὰρ ἄλλο τὸ εἶδος ᾖ τοῦ ὅλου παρὰ τὸ τῶν μερῶν εἶδος, καθὸ καὶ ὅλον καὶ μέρη φαμὲν εἰδητικῶς ἀντιτιθέντες, ἀλλὰ τό γε ὑποκείμενον τὸ αὐτό· οὐ γὰρ ἀπέσπασται τὸ ὅλον τῶν μερῶν. ἄλλον δὲ τρόπον τὸ ἔν τινι ὡς τὸ εἶδος ἐν τῷ γένει, ὡς λέγομεν ἐν τῷ ζῴῳ τὸν ἄνθρωπον· καὶ ἄλλον ὡς τὸ γένος ἐν εἴδει, ὡς ζῷον ἐν ἀνθρώπῳ καὶ ἵππῳ καὶ τοῖς ἄλλοις, ὅτι ἐν τῷ ἑκάστου τῶν εἰδῶν λόγῳ περιέχεται. διὸ εἴδει εἶπεν, οὐκ εἴδεσιν· ὅτι γὰρ ἄλλως ἔν τινί ἐστι τὸ ὡς μέρος ἐν ὅλῳ καὶ ἄλλως τὸ ὡς εἶδος ἐν γένει, δῆλον ἐκ τοῦ τὸ μὲν ὅλον μηκέτι ὅλον εἶναι ἑνὸς ἀφαιρεθέντος μέρους, τὸ δὲ γένος μηδὲν κωλύεσθαι ἔτι εἶναι γένος ἑνὸς εἴδους ἀφαιρεθέντος. καὶ τὸ μὲν γένος πᾶν συνωνύμως πάντων τῶν εἰδῶν κατηγορεῖται, τὸ δὲ ὅλον μόνων τῶν ὁμοιομερῶν, καὶ τούτων οὐ καθὸ ὅλον. ἔτι δὲ τὸ μὲν ὅλον ἐν πᾶσίν ἐστι τοῖς μέρεσι, τὸ δὲ γένος καὶ ἐν ἑνί. διὸ <!-- 9.552 -->καὶ ὁ Ἀριστοτέλης ὅπου μὲν ὅλον ἐν μέρεσιν εἶπεν, ὅπου δὲ γένος ἐν εἴδει. πρὸς δὲ τούτοις τὸ μὲν γένος μέρος γίνεται τοῦ λόγου τοῦ εἴδους, καὶ οὕτως τὸ γένος ἐν τῷ εἴδει· τὸ δὲ ὅλον οὐκ ἔστι μέρος τοῦ λόγου τοῦ μέρους. καὶ ταῦτα εἰκότως, εἴπερ γένος μέν ἐστι κοινότης τοῖς ἤδη διακεκριμένοις ἐπʼ ἴσης ὑπάρχουσα, ὅλον δὲ συνοχὴ τῶν ἔτι διακεκριμένων πρὸς ἄλληλα. πέμπτον δέ ἐστι τοῦ ἔν τινι σημαινόμενον ὡς τὸ εἶδος ἐν τῇ ὕλῃ, ὡς ἡ ὑγίεια ἐν θερμοῖς καὶ ψυχροῖς. ἐν ᾧ ἔοικε σημαινομένῳ πάντα τιθέναι τὰ ἐν ὑποκειμένῳ. ἕκτον δέ ἐστιν ὡς τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι, ὡς ἐν βασιλεῖ τὰ τῶν Ἑλλήνων ἐλέγετο πράγματα. καὶ ὅλως ἐν τῷ πρὸ τοῦ κινοῦντι καὶ ποιοῦντι ὡς ἐν ἐξουσίᾳ καὶ δυνάμει καὶ διοικήσει, ὡς καὶ παρʼ Ὁμήρῳ τὸ

  
Διὸς δʼ ἐν γούνασι κεῖται.  
ἕβδομον δὲ ὡς ἐν τῷ ἀγαθῷ καὶ ὅλως ἐν τῷ τέλει τὰ τοῦ τέλους ἕνεκεν, ὡς ἐν τῷ πλουτεῖν ἢ ὑγιαίνειν τὰ αὐτῶν εἶναι, οὗ δὴ ἕνεκα πάντα πρακτέον, ἢ ὡς ἐν τῇ εὐδαιμονίᾳ αἱ ἀρεταί. ὄγδοον δὲ τὸ ὡς ἐν ἀγγείῳ. ἐπειδὴ δὲ τὸ ἀγγεῖον τόπος λέγεται μεταφορητός, εἰκότως ἐπήγαγε καὶ ὅλως ἐν τόπῳ, εἴτε ὡς ἓν σημαινόμενον εἴτε καὶ ὡς δύο λαμβάνων.

“Σημειωτέον δέ, φησὶν ὁ Ἀλέξανδρος, ὅτι τοῦ ἐν ὑποκειμένῳ παράδειγμα τὴν ὑγείαν παραθέμενος ἐπήγαγε καὶ ὅλως τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς τοῦ εἴδους ἐν ὑποκειμένῳ ὄντος. καίτοι τὸ μὲν ἐν ὑποκειμένῳ συμβεβηκός ἐστι, τὸ δὲ εἶδος οὐσία, φαίη ἄν. καὶ τὸ μὲν ἐν ὑποκειμένῳ οὐκ ἔστι μέρος τοῦ συνθέτου — ὡς αὐτὸς ἐν Κατηγορίαις ὡρίσατο λέγων «ὃ ἔν τινι μὴ ὡς μέρος ὂν ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι» —, τὸ δὲ εἶδος μέρος ἐστὶ τοῦ ἐξ ὕλης καὶ εἴδους.” καὶ Εὔδημος δὲ τούτοις παρακολουθῶν καὶ εἰπὼν “ἄλλως δὲ τὰ πάθη καὶ αἱ ἕξεις ἐν ταῖς οὐσίαις” ἐπήγαγεν· “ἐπισκεπτέον δὲ εἰ οὕτως καὶ τὸ σχῆμα καὶ ὅλως ἡ μορφὴ ἐν τῇ ὕλῃ” καὶ αὐτὸς δηλονότι τὴν διαφορὰν ἐνδεικνύμενος· ἔοικεν οὖν ὡς ἓν λαμβάνειν τό τε ὡς εἶδος ἐν ὕλῃ καὶ τὸ κυρίως ἐν ὑποκειμένῳ κατὰ κοινήν τινα φύσιν τοῦ μορφωτικοῦ. ἄμφω γὰρ μορφωτικὰ τοῦ ὑποκειμένου ἐστί. κυριώτατον δὲ τὸ ὡς ἐν ἀγγείῳ καὶ ὅλως ἐν τόπῳ ὁ Ἀλέξανδρος ἀκούει, διότι τὸ ἔν τινι κοινῶς τὸ ποῦ σημαίνει, τὸ δὲ ποῦ τὸ ἐν τόπῳ μάλιστα. κυριώτατον οὖν ὡς καὶ τῶν ἄλλων κοινόν· καὶ γὰρ τὸ μέρος ἐν τῷ ὅλῳ ὂν ποῦ ἐστι, καὶ τὰ ἄλλα τὰ εἰρημένα ὁμοίως. ἰδίως δὲ τὸ ποῦ εἴωθεν ἐπὶ τῶν ἐν τόπῳ καὶ τῶν ἐν ἀγγείῳ λέγεσθαι. μήπω δὲ εἰρηκὼς τίνι διαφέρει ὁ τόπος τοῦ ἀγγείου ὡς ἴσον δυναμένοις αὐτοῖς χρῆται.

<!-- 9.553 -->Ταῦτα μὲν ἐνταῦθα τοῦ ἔν τινι σημαινόμενα παραδέδοται ὀκτὼ ἢ ἐννέα. εἰ δὲ ἐν Κατηγορίαις ἑνδεκαχῶς οἱ ἐξηγηταὶ τὸ ἔν τινι ἀπαριθμοῦνται, ἀναμνηστέον ὅτι ἐκεῖ ἄλλο μὲν τὸ ὡς εἶδος ἐν ὕλῃ, ἄλλο δὲ τὸ ὡς συμβεβηκὸς ἐν οὐσίᾳ καὶ ὅλως ἐν ὑποκειμένῳ λέγουσι, καὶ ἄλλο μὲν τὸ ἐν τόπῳ ἄλλο δὲ τὸ ἐν ἀγγείῳ, ἐκ τῶν ἐνταῦθα λεγομένων τὰ δέκα σημαινόμενα διακρίνοντες καὶ ἄλλο τι παρὰ ταῦτα προστιθέντες τὸ ἐν χρόνῳ — οἷον ὅτι Ἀριστοτέλης ἐγεννήθη ἐπὶ τῆς τοσῆσδε ὀλυμπιάδος —, ὃ νῦν ἴσως οὐ προσέθηκε διὰ τὸ μήπω διδάξαι ὅλως τι περὶ τοῦ χρόνου. λέγεται δὲ ἔν τινι καὶ τὸ ὑποκείμενον ἐν τῷ συμβεβηκότι, ὡς λέγομεν τὸ σῶμα ἐν νόσῳ εἶναι καὶ τὸν ἄνθρωπον ἐν περιστάσει. εἰκὸς δὲ καὶ ἄλλα εἶναι τοῦ ἔν τινι σημαινόμενα. δῆλον δὲ ὅτι πολλαχῶς λέγεται τὸ ἔν τινι καὶ ὁμώνυμός ἐστιν ἡ φωνή. τῶν δὲ ὁμωνύμως λεγομένων τὰ μὲν ἐπʼ ἴσης ὑπάρχει ὡς τὸ ἐρῶ κατὰ τοῦ φιλῶ καὶ κατὰ τοῦ λέξω — οὐδὲν γὰρ κυριώτερον ἐν τῷ ἑτέρῳ μᾶλλον ἢ ἐν τῷ ἑτέρῳ —, τὰ δὲ οὐκ ἐπʼ ἴσης ὡς τὰ μὲν κυριώτερον τὰ δὲ ἀκυρότερον λέγεσθαι, ὡς ποὺς καὶ κορυφὴ κυριώτερον μὲν ἐπὶ τῶν ζῴων, ἀκυρότερον δὲ καὶ μεταφορικώτερον ἐπὶ τοῦ ὄρους.

Ἀπορήσειε δʼ ἄν τις εἰ ἄρα καὶ αὐτό τι ἕως τοῦ ὅ τε γὰρ καὶ ἐν ᾧ ἀμφότερα τοῦ αὐτοῦ μόριά ἐστι.

Ἀπαριθμησάμενος τοὺς τοῦ ἔν τινι τρόπους ἀπορίας ἄξιόν φησιν, εἰ ἔστι τις καὶ ἄλλος τρόπος καθʼ ὃν αὐτό τι ἐν ἑαυτῷ ἐστιν. εἰ μὲν γὰρ ἔστιν, ἢ λείπει τοῖς εἰρημένοις τρόπος ἢ ὑπό τινα τῶν εἰρημένων ὑπαχθήσεται· εἰ δὲ μὴ ἔστι, χρὴ τοῦτο δειχθῆναι. καὶ μάλιστα διʼ Ἀναξαγόραν αἴτιον τῆς τοῦ ἀπείρου μονῆς λέγοντα τὸ αὐτὸ αὑτὸ στηρίζειν, τοῦτο δὲ ὅτι ἐν αὑτῷ· ἄλλο γὰρ οὐδὲν περιέχει. ταύτην δὲ τὴν δόξαν ἐκεῖ μὲν ἀνεῖλεν ἀπὸ τῆς τοῦ ἀπείρου ἐννοίας — εἰ γὰρ ὅμοιόν φησι τῷ ὅλῳ τὸ μέρος, καὶ τὸ μέρος ἂν ἐν ἑαυτῷ στηρίζοι, καὶ ἔσται πάντα ἀκίνητα. καὶ ἄλλα δὲ κατὰ τὴν αὐτὴν ἔφοδον τίθησιν ἐπιχειρήματα —, ἐνταῦθα δὲ περὶ τοῦ ἔν τινι προελόμενος εἰπεῖν ἀπὸ τοῦ ἐν ἑαυτῷ οἰκείως πανταχοῦ τοῖς προκειμένοις ποιούμενος τοὺς λόγους καὶ δεικνὺς ὅτι ἀδύνατόν τι αὐτὸ ἐν ἑαυτῷ εἶναι. ὡς εἰκὸς δὲ καὶ εἰς τὸ μὴ εἶναι τὸν τόπον ἐν τόπῳ χρησιμεύσει τι ἡ προκειμένη ἀπόδειξις. εἰ γάρ ἐστιν ὁ τόπος ἐν τόπῳ καθὸ τόπος, αὐτό τι ἐν ἑαυτῷ ἔσται. εἰ οὖν τοῦτο ἀδύνατον, οὐδὲ ὁ τόπος ἐν τόπῳ ἔσται. ζητῶν δὲ εἴ τι αὐτὸ ἐν ἑαυτῷ δύναται εἶναι, ἐπειδὴ τὸ μὲν καθʼ αὑτό τι λέγοιτο ἂν εἶναι ἐν ἑαυτῷ, τὸ δὲ καθʼ ἕτερον, τὸ μὲν καθʼ <!-- 9.554 -->ἕτερον αὐτό τι ἐν αὑτῷ εἶναι συγχωρεῖ. δύναται γὰρ κατὰ μόριον. ὅταν γὰρ φησὶν μόρια ᾖ τὸ ἐν ᾧ οἷον ὁ ἀμφορεὺς καὶ τὸ ἐν τούτῳ οἷον ὁ οἶνος — μέρη γὰρ ταῦτα τοῦ συναμφοτέρου —, τότε δυνατὸν καὶ τὸ συναμφότερον καὶ ὅλον ἐν ἑαυτῷ λέγειν, ὅτι μέρος αὐτοῦ ἐν μέρει. καὶ ὅτι λέγεταί τινα κατὰ τὰ μέρη πιστοῦται ἐκ τοῦ καὶ λευκὸν λέγεσθαι σῶμα, ὅτι ἡ ἐπιφάνεια λευκή, καὶ ἐπιστήμονα ἄνθρωπον, ὅτι ἐν τῷ λογιστικῷ ἡ ἐπιστήμη. εἰ τοίνυν καθʼ ἑκάτερον τῶν μερῶν τὸ ὅλον θεωρηθείη, ἔσται τὸ ὅλον αὐτὸ καὶ τὸ ἐν ᾧ οἷον ὁ ἀμφορεὺς καὶ τὸ ἐν τούτῳ οἷον ὁ οἶνος, καὶ διὰ τοῦτο αὐτὸ ἐν ἑαυτῷ. ὁ μὲν οὖν ἀμφορεὺς οὐκ ἔσται ἐν ἑαυτῷ οὐδὲ ὁ οἶνος ἐν ἑαυτῷ, ὁ δὲ τοῦ οἴνου ἀμφορεὺς ἐν ἑαυτῷ ἔσται, εἴ τις μὴ φροντίζει τοῦ καταχρῆσθαι τοῖς ὀνόμασι τὰ ἑκατέρῳ τῶν μερῶν ἰδίᾳ προσόντα συνάγων εἰς τὸ ὅλον· εἰ δὲ τὴν ἐπιφάνειαν μέρος λέγει τοῦ λευκοῦ σώματος καίτοι πέρας οὖσαν αὐτοῦ, πρῶτον μὲν ἐπιστῆσαι χρὴ ὅτι καὶ τὸ λευκὸν μέρος καλεῖ τοῦ λευκοῦ σώματος καίτοι, ὡς ὁ ὁρισμὸς τῶν συμβεβηκότων λέγει, μὴ ὡς μέρος ὄν. ἔοικε γὰρ μέρη τὰ ὁπωσοῦν συμπληροῦντα καλεῖν. ἔπειτα εἰ τὸ σῶμα ἐκ τῶν τριῶν διαστάσεων συνέστηκε, μία δὲ τῶν διαστάσεων ἡ ἐπιφάνεια, ὥς φησιν Ἀλέξανδρος, διὰ τί μὴ μέρος ἂν λέγοιτο τοῦ σώματος; ἀλλὰ πῶς μία τῶν τριῶν διαστάσεών ἐστιν ἡ ἐπιφάνεια, εἴπερ ἐπιφάνειά ἐστι τὸ μῆκος καὶ πλάτος ἔχον; δῆλον δὲ ὅτι καὶ οὕτως μέρος. κἂν ὡς πεπερασμένον δέ τις λάβῃ σῶμα, τί κωλύει τὸ πέρας μέρος ὡς συμπληρωτικὸν εἶναι τοῦ πεπερασμένου σώματος; οὐκ ἀνάγκη δὲ οἶμαι, ὡς Ἀλέξανδρος ἐπέστησε, τὸ καθʼ αὑτὸ ἀντὶ τοῦ πρώτως ἀκούειν· κυριωτάτη γὰρ ἀντίθεσις τοῦ καθʼ αὑτὸ πρὸς τὸ καθʼ ἕτερον οἷον τὸ κατὰ μέρος, ὡς νῦν, ἤ τι ἔξωθεν, ὅτε τὸ κυρίως κατὰ συμβεβηκὸς ποιεῖ. οὕτως δὲ καὶ τὸ πρώτως τῷ δευτέρως ἀντίκειται κυρίως. αὐτὸς δὲ τὸ κατʼ ἄλλο ἀντέθηκεν.

Οὕτω μὲν οὖν ἐνδέχεται αὐτό τι ἐν αὑτῷ εἶναι ἕως τοῦ ἥ τε ἐπιφάνεια καὶ τὸ λευκόν.

Δείξας ὅτι κατʼ ἄλλο δυνατὸν αὐτό τι ἐν ἑαυτῷ εἶναι καὶ ὅτι κατʼ ἄλλο ἀδύνατον, ἐφεξῆς δείξει ὅτι πρώτως καὶ καθʼ αὑτὸ ἀδύνατον· ἵνα δὲ σαφὴς ᾖ ἡ διαφορά, διδάσκει πρῶτον τί ἐστι τὸ πρώτως καὶ τί τὸ κατʼ ἄλλο. τὸ γὰρ χρῶμα ἐν μὲν τῷ σώματι κατʼ ἄλλο, ἐν δὲ τῇ ἐπιφανείᾳ <!-- 9.555 -->πρώτως. καὶ ἡ ἐπιστήμη πρώτως μὲν ἐν τῷ λογιστικῷ, ἐν δὲ τῇ ψυχῇ καὶ τῷ ἀνθρώπῳ κατʼ ἄλλο. ἐπειδὴ οὖν ἡ ἐπιφάνεια λευκή, μέρος δὲ ἡ ἐπιφάνεια, κατὰ μέρος δὲ αἱ προσηγορίαι, τὸ σῶμα προσαγορεύεται λευκὸν οὐ πρώτως οὐδὲ καθʼ αὑτό, ἀλλὰ κατʼ ἄλλο, καὶ ὁ ἄνθρωπος ἐπιστήμων. ὡς ὅταν γε ἡ ψυχὴ ἢ τῆς ψυχῆς τὸ λογιστικὸν ἐπιστῆμον λέγηται, ἀλλὰ μὴ ἐν ἀνθρώπῳ, οὐκέτι κατὰ μόριον ἢ κατʼ ἄλλο, ἀλλὰ καθʼ αὑτὸ καὶ πρώτως ἡ κατηγορία γίνεται. διὸ καὶ ἐπήγαγε τὸ ὥς γε ἐν ἀνθρώπῳ. οὕτω δὲ καὶ ὁ ἀμφορεὺς τοῦ οἴνου λέγεται ἐν ἑαυτῷ κατʼ ἄλλο, διότι μέρος ἐν μέρει. τοιγαροῦν ὅταν καθʼ αὑτὸν μὲν ὁ οἶνος ᾖ, καθʼ αὑτὸν δὲ ὁ ἀμφορεύς, οὐ λέγεται ἐν ἑαυτῷ ὁ τοῦ οἴνου ἀμφορεύς· ὅταν δὲ συνέλθῃ, τότε ἐν ἑαυτῷ λέγεται. διότι ὅταν μὲν καθʼ αὑτὰ ᾖ ταῦτα, οὐκ ἔστιν ἑνὸς μέρη, καὶ διὰ τοῦτο οὐκ ἔστι τὸ κατὰ ταῦτα λεγόμενον· ὅταν δὲ λέγηται μέρη, ἐπειδὴ δέδοκται καὶ κατὰ μέρη ὀνομάζειν τὸ ὅλον, ἔσται αὐτὸς ἐν ἑαυτῷ ὁ τοῦ οἴνου ἀμφορεὺς κατʼ ἄλλο, ὡς τὸ λευκὸν ἐν σώματι κατὰ τὴν ἐπιφάνειαν, ἐν δὲ τῇ ἐπιφανείᾳ οὐ κατʼ ἄλλο ἀλλὰ πρώτως. οὐ μὴν ἐπειδὴ πρώτως ἡ ἐπιφάνεια λευκή, ταὐτόν ἐστιν ἐπιφάνειά τε καὶ λευκόν, ὡς διὰ τοῦτο δύνασθαι αὐτό τι ἐν ἑαυτῷ κυρίως εἶναι· ἄλλος γὰρ ἐπιφανείας καὶ ἄλλος λευκοῦ λόγος καὶ ἄλλη φύσις ἑκατέρου. ὥστε τὸ πρώτως ἔν τινι οὐκ ἐν ἑαυτῷ ἀλλʼ ἐν ἄλλῳ. τοῦτο δὲ ἐκ τῶν παρατεθέντων παραδειγμάτων συνενόησε, κυριώτατον εἰς ἀπόδειξιν ὂν τοῦ μηδὲν αὐτὸ ἐν ἑαυτῷ εἶναι πρώτως καὶ καθʼ αὑτό, ὡς μαθησόμεθα.

Οὔτε δὴ ἐπακτικῶς σκοποῦσιν ἕως τοῦ ἄλλος γὰρ ὁ λόγος ὁ τοῦ ἐν ᾧ καὶ ὁ τοῦ ἐν τούτῳ.

Δείξας ὅτι πρώτως μὲν καὶ καθʼ αὑτὸ ἀδύνατόν τι αὐτὸ ἐν ἑαυτῷ εἶναι, κατʼ ἄλλο δὲ καὶ κατὰ μέρος δυνατόν, καὶ παράδειγμα τὸν ἀμφορέα τοῦ οἴνου παραθέμενος, καὶ ὡς πόρισμά τι συναγαγὼν ἐκ τῶν ἐκτεθέντων παραδειγμάτων, ὅτι ἕτερα τῷ εἴδει τό τε ἐν ᾧ καὶ τὸ ἐν ἐκείνῳ, καὶ ἄλλην φύσιν ἔχει ἑκάτερον ἥ τε ἐπιφάνεια καὶ τὸ λευκόν, βούλεται ἡμᾶς μὴ μόνον ἄλλα παραδείγματα τῷ λόγῳ ἐπάγειν ὡς τὸν ἐν τῷ ἀμφορεῖ οἶνον ἢ τὸ ἐν τῇ ἐπιφανείᾳ λευκὸν δεικνύντας, ὅτι πρώτως μὲν οὐ δυνατὸν αὐτό τι ἐν ἑαυτῷ εἶναι, κατʼ ἄλλο δὲ δυνατόν, ἀλλὰ καὶ τὰ ἀπαριθμηθέντα τοῦ ἔν τινι σημαινόμενα παρατιθέντας καθʼ ἓν ἐκ τῆς ἐκείνων ἐπαγωγῆς σκοπεῖν, εἰ δυνατὸν καθʼ οἱονδήποτε τῶν εἰρημένων τοῦ ἔν τινι διορισμῶν αὐτό τι ἐν ἑαυτῷ εἶναι, καὶ μετὰ τοῦτο κοινῇ τῷ λόγῳ σκοπεῖν, εἰ δύναταί τι <!-- 9.556 -->αὐτὸ ἐν ἑαυτῷ εἶναι πρώτως, πανταχοῦ δήλου γενομένου ἡμῖν τοῦ ἄλλο μὲν εἶναι τὸ ἐν ᾧ, ἄλλο δὲ τὸ ἐν ἐκείνῳ. οὔτε γὰρ τὸ μέρος ἐν τῷ ὅλῳ ὂν ἐν ἑαυτῷ ἐστιν — ἄλλο γὰρ τὸ μέρος τοῦ ὅλου — οὔτε τὸ ὅλον ἐν τοῖς μέρεσιν ὂν καθὸ μέρη ἐν ἑαυτῷ ἐστιν, εἴπερ τὰ μὲν μέρη πολλὰ καὶ διαφέροντα, τὸ δὲ ὅλον ἕν. κἂν γὰρ μὴ ᾖ παρὰ τὰ μέρη τὸ ὅλον, ἀλλὰ ἄλλο μὲν τὸ ὅλῳ εἶναι, ἄλλο δὲ τὸ μέρεσιν· οὐ μέντοι οὐδὲ τὸ ὡς ἐν γένει τινὶ ὂν ἐν ἑαυτῷ δύναται εἶναι. οὐδὲν γὰρ αὐτὸ αὑτοῦ γένος, εἴπερ ἄλλο τὸ γένος τοῦ εἴδους. ἀλλʼ οὐδὲ ὅταν ὡς γένος ἐν εἴδεσιν ᾖ, ἐν ἑαυτῷ ἐστιν. τὸ γὰρ γένος μέρος γίνεται τοῦ λόγου τοῦ εἴδους, καὶ ἀδύνατόν τι τὸ αὐτὸ καὶ μέρος καὶ ὅλον εἶναι. ἀλλʼ οὐδὲ τὸ εἶδος ἐν τῇ ὕλῃ ὂν ἐν ἑαυτῷ ἐστιν· ἑαυτοῦ γὰρ ἀποστὰν ἐν ὕλῃ γίνεται. ἀλλὰ καὶ ὅταν ἐν βασιλεῖ ἢ Λακεδαιμονίοις λέγωμεν τὰ τῶν Ἑλλήνων εἶναι πράγματα, αὐτὸ τοὐναντίον λέγομεν, ὅτι οὐκ ἐν ἑαυτοῖς ἀλλʼ ἐν ἐκείνοις ἔχουσι τὴν ἑαυτῶν διοίκησιν. οὕτω δὲ καὶ τὰ ἐν τέλει διακέκριται, ὡς τῶν πρὸ αὐτοῦ πάντων ἐκείνου ἀπηρτημένων ὡς ἄλλων ὄντων αὐτοῦ. τὸ δὲ ἐν ἀγγείῳ ἤδη εἴρηται. τὸ γὰρ ἐν τόπῳ ἔτι ζητεῖται εἰ ἔστι τόπος ἐν τόπῳ. καὶ οὕτω μὲν ἐκ τῆς ἐπαγωγῆς τῶν τοῦ ἔν τινι τρόπων ἔστιν ἰδεῖν, ὅτι κατʼ οὐδένα τούτων τῶν τοῦ ἔν τινι τρόπων δύναταί τι αὐτὸ ἐν ἑαυτῷ εἶναι.

Καὶ ἐκ τοῦ λόγου δὲ δυνατὸν τὸ αὐτὸ γνῶναι· χρεία γὰρ καὶ τῆς λογικῆς ἀποδείξεως μάλιστα, ὅτι μὴ ἐκ διαιρέσεως ἀναγκαστικῆς ἐλήφθη τὰ τοῦ ἔν τινι σημαινόμενα, ἵνα τῇ καθʼ ἕκαστον αὐτῶν ἐφόδῳ θαρρήσωμεν, καὶ ὅτι δυνατὸν λέγειν τὰ τοῦ ἔν τινι σημαινόμενα ἐπʼ ἐκείνων εἰλῆφθαι μόνων τῶν ἐν ἑτέρῳ ὄντων. ὅτι οὖν ἀδύνατον αὐτό τι ἐν ἑαυτῷ εἶναι, κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τρόπον δείκνυσιν οὕτως· εἰ ἔστι τι αὐτὸ ἐν ἑαυτῷ, οἱ διάφοροι ὁρισμοὶ ἑνὶ καὶ τῷ αὐτῷ ὑπάρξουσιν· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οὐκ ἄρα ἔστι τι αὐτὸ ἐν ἑαυτῷ. καὶ τὸ μὲν συνημμένον δείκνυσιν διὰ τοῦ τὸν ἀμφορέα ἀγγεῖόν τε καὶ οἶνον εἶναι καὶ τὸν οἶνον οἶνόν τε καὶ ἀμφορέα, εἴπερ ἐνδέχεταί τι αὐτὸ ἐν ἑαυτῷ εἶναι. εἰ γὰρ ὁ ἀμφορεὺς αὐτὸ τὸ σκεῦος ἐν ἑαυτῷ λέγοιτο εἶναι, ἐπειδὴ τὸ ἐν τῷ ἀμφορεῖ ὁ οἶνός ἐστιν, ἔσται ὁ ἐν ἑαυτῷ ἀμφορεὺς καὶ ἀμφορεὺς καὶ οἶνος. καὶ πάλιν εἰ ὁ οἶνος ἐν ἑαυτῷ ἐστιν, ἐπειδὴ τὸ ἐν ᾧ ὁ οἶνος ὁ ἀμφορεύς ἐστι, κατὰ μὲν τὸ ἐν ᾧ ἀμφορεὺς ἔσται ὁ οἶνος, κατὰ δὲ τὸ ἐν τούτῳ οἶνος. καὶ οὕτως τὸ αὐτὸ ἀμφοτέρους ἕξει τοὺς λόγους τοὺς <!-- 9.557 -->διαφέροντας τόν τε ἐν ᾧ καὶ τὸν ἐν τούτῳ. ὅτι δὲ τοῦτο ἀδύνατον, πρόδηλον. ᾧ γὰρ οἱ διάφοροι ὁρισμοὶ ἐφαρμόττουσι, τοῦτο καὶ αὐτὸ διάφορον ἔσται· αὐτὸ δὲ ἑαυτοῦ τι καθʼ ὅλον ἑαυτὸ διάφορον εἶναι ἀδύνατον· καὶ πάνυ καλῶς ἐπὶ τοῦ αὐτοῦ παραδείγματος ἐποιήσατο τὸν λόγον, ἐφʼ οὗ τὸ κατʼ ἄλλο ἐν ἑαυτῷ εἶναι δυνατὸν ἔδειξεν· ἵνα ᾖ σαφὲς ἐπὶ τοῦ αὐτοῦ, ὅτι οὕτως μὲν ἐν ἑαυτῷ, ὡς καὶ τὸν οἶνον ἐν ἑαυτῷ καὶ τὸν ἀμφορέα ἐν ἑαυτῷ καὶ οὕτως τὸν ἀμφορέα τοῦ οἴνου ἐν ἑαυτῷ ἀδύνατον εἶναι. εἰ δὲ ὡς ἄν τις ὅλως δύναιτο λέγειν — τοῦτο γάρ ἐστι τὸ εἰ ὅτι μάλιστα ἐν ἀλλήλοις ἂν εἶεν —, οὐχ ὅτι ἑκάτερον ἐν τῷ ἑτέρῳ, ἀλλʼ ὅτι τὸ ἕτερον ἐν τῷ ἑτέρῳ — ὁ γὰρ οἶνος ἐν τῷ ἀμφορεῖ —, καὶ ὁ μὲν ἀμφορεὺς δέξεται τὸν οἶνον οὐ γινόμενος οἶνος οὐδὲ δεχόμενος τὸν τοῦ οἴνου λόγον, ἀλλʼ ᾗ οἶνον δεχόμενος τὸν οἶνον, ὁ δὲ οἶνος ἔσται ἐν τῷ ἀμφορεῖ, οὐχ ᾗ ἀμφορεὺς αὐτός, ἀλλʼ ᾗ αὐτὸς μὲν οἶνος, ὁ δὲ δεχόμενος ἀμφορεύς ἐστι· μένει γὰρ ἑκάτερον ἐπὶ τῆς οἰκείας φύσεως φυλάττοντα τὴν πρὸς ἀλλήλα διαφοράν. ὡς ἐκ τούτων δῆλον εἶναι, ὅτι ἕτερα κατʼ οὐσίαν ἐστί, καὶ ἕτερος ἑκατέρου λόγος τοῦ τε ἐν ᾧ καὶ τοῦ ἐν τούτῳ. ᾧ ἀκολουθεῖ ἐναργῶς τὸ μὴ αὐτό τι ἐν ἑαυτῷ εἶναι. εἰ γὰρ ἕτερον τὸ ἐν ᾧ καὶ ἕτερον τὸ ἐν τούτῳ, πῶς ἂν εἴη αὐτὸ ἐν ἑαυτῷ; καὶ οὕτως ἔδειξεν ὅτι πρώτως καὶ καθʼ αὑτὸ οὐδέν ἐστιν ἐν ἑαυτῷ. καὶ μή τις οἰέσθω διὰ τοῦτο συνῆχθαι τὸ ἄτοπον τὸ δύο ὁρισμοὺς τῷ αὐτῷ ἐφαρμόττειν διὰ τὸ διπλοῦν ἐναργῶς ὑποτεθῆναι τὸν ἐν αὐτῷ ἀμφορέα οἴνου. κἂν γὰρ ἕν τι ὑποτεθῇ τὸ ἐν αὐτῷ, ἄλλον μὲν ἔχει λόγον καθόσον δεκτικόν, ἄλλον δὲ καθόσον αὐτό ἐστιν ὃ δέχεται τὸ δεχόμενον.

Ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκός ἕως τοῦ ὅτι μὲν οὖν ἀδύνατον ἐν ἑαυτῷ τι εἶναι πρώτως δῆλον.

Δείξας ὅτι πρώτως μὲν καὶ καθʼ αὑτὸ οὐκ ἐνδέχεται αὐτό τι ἐν ἑαυτῷ εἶναι, κατʼ ἄλλο δὲ δυνατὸν λέγεσθαι, ὅταν μέρους ὄντος ἐν μέρει τὸ ὅλον λέγηται κατὰ τὸ μέρος, ἐπειδὴ τῷ καθʼ αὑτὸ καὶ πρώτως ἀντικεῖσθαι δοκεῖ τὸ κατὰ συμβεβηκός, ὑπώπτευσεν ἄν τις ὡς κατὰ μέρος, οὕτω δὲ καὶ κατὰ συμβεβηκὸς δύνασθαί τι αὐτὸ ἐν ἑαυτῷ εἶναι· διὸ καὶ δείκνυσιν ὅτι οὐδὲ κατὰ συμβεβηκὸς αὐτό τί ἐστιν ἐν ἑαυτῷ. οὐ γὰρ ταὐτὸν τὸ κατὰ μέρος καὶ τὸ κατὰ συμβεβηκὸς ἀκριβολογουμένοις. κἂν γὰρ κοινὸν αὐτοῖς τὸ κατʼ ἄλλο, ἀλλʼ ἔστιν αὐτῶν διαφορά. τὸ γὰρ κατὰ συμβεβηκὸς <!-- 9.558 -->δύναται καὶ καθʼ ὅλον εἶναι. καὶ γὰρ ὁ ἐν τῇ νηὶ πλωτὴρ κατὰ συμβεβηκὸς μὲν λέγεται κινεῖσθαι, οὐ μὴν κατὰ μέρος· οὐ γάρ ἐστιν αὐτοῦ μέρος ἡ ναῦς. πάλιν δὲ κατὰ μέρος μέν τις ὁρᾶν λέγεται ὡς κατὰ τοὺς ὀφθαλμοὺς ὁρῶν, οὐ μὴν κατὰ συμβεβηκός· καθʼ αὑτὸ γὰρ ὑπάρχει τὸ τοῖς ὀφθαλμοῖς ὁρᾶν. ἀλλὰ καὶ ἀπʼ ἐναντίας πως ἔχει τὸ κατὰ μέρος τῷ κατὰ συμβεβηκός. τὸ μὲν γὰρ κατὰ μέρος, ὅταν ὅλον λέγηται κατὰ τὸ μέρος, ὡς εἰ λέγοιτο ἡ ναῦς τρίζειν διότι ὁ ἱστός, καὶ τὸ ἐπὶ τοῦ ἀμφορέως τοῦ οἴνου πρότερον εἰρημένον· κατὰ συμβεβηκὸς δέ, ὅταν τὸ μέρος κατὰ τὸ ὅλον, ὡς ὅταν ὁ πλωτὴρ κινεῖσθαι λέγηται, διότι ἡ ναῦς, καὶ τὸ σιμόν, διότι ὁ Σωκράτης. τὸ γὰρ μέρος καὶ τὸ πάθος τῷ ὅλῳ συμβέβηκεν, ἀλλʼ οὐχὶ τὸ ὅλον τούτοις. κατὰ συμβεβηκὸς οὖν κινεῖται τὸ συμβεβηκὸς καὶ τὸ μέρος, οὐχ ὅταν αὐτὸ καθʼ αὑτὸ κινῆται, οἷον ὅταν τὸ λευκὸν γίνηται μέλαν ἢ ὁ πλωτὴρ ἐν τῇ νηὶ περιπατῇ, ἀλλʼ ὅταν ἐκεῖνο ᾧ συμβέβηκε κινῆται. λέγεται δὲ καὶ ὁ σίδηρος κατὰ συμβεβηκὸς καίειν, ὅταν τὸ ἐν αὐτῷ πῦρ καίῃ, ἀλλὰ κατὰ μέρος μᾶλλον ἢ κατὰ συμβεβηκός. κοινὸν δὲ ὡς εἶπον τὸ κατʼ ἄλλο τῷ τε κατὰ μέρος καὶ τῷ κατὰ συμβεβηκός. ὡς οὖν ἐπὶ τῶν ἄλλων οὕτω καὶ ἐπὶ τοῦ ἔν τινι κατὰ συμβεβηκὸς ἔν τινι λέγομεν εἶναι ἐκεῖνο, ὃ συμβεβηκὸς ἢ μέρος ἐστὶ τοῦ καθʼ αὑτὸ ἔν τινι ὄντος. τότε γὰρ τὸ συμβεβηκὸς ἢ τὸ μέρος τοῦ καθʼ αὑτὸ ἐνόντος κατὰ συμβεβηκὸς λέγεται εἶναι ἐν ἐκείνῳ, ἐν ᾧ τὸ καθʼ αὑτό ἐστιν. οὕτω γοῦν τὰ τῷ σώματι συμβεβηκότα κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ οἷον λευκότης καὶ θερμότης τῷ τὸ σῶμα ἐν ᾧ ἐστι ταῦτα καθʼ αὑτὸ εἶναι ἐν τόπῳ· οὕτως οὖν καὶ εἴ τι ἐν ἑαυτῷ κατὰ συμβεβηκὸς εἴη, ἀνάγκη συμβεβηκέναι μέρος εἶναι τοῦ καθʼ αὑτὸ ἐν ἑαυτῷ ὄντος. τούτῳ δὲ ἀκολουθεῖ τὸ εἰ ἔστι τι κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ, δεῖν πάντως εἶναι πρὸ τούτου τὸ καθʼ αὑτὸ ἐν ἑαυτῷ, ὅπερ ἀδύνατον ἀποδέδεικται ἤδη. διὸ νῦν τοῦτο παρῆκε τὸ ἄτοπον ἐπάγειν.

Ἀκολουθεῖ δὲ καὶ τὸ ἅμα δύο ἐν τῷ αὐτῷ εἶναι, σώματα δηλονότι· περὶ γὰρ τούτων ὁ λόγος. εἰ γάρ τις λέγοι τὸν ἀμφορέα ἐν ἑαυτῷ κατὰ συμβεβηκὸς εἶναι, ἐπειδὴ ἐκεῖνό ἐστιν κατὰ συμβεβηκὸς ἔν τινι ὃ τῷ καθʼ αὑτὸ ἔν τινι συμβέβηκεν, ἐπειδὴ ὁ οἶνος ἐν τῷ ἀμφορεῖ καθʼ αὑτό, ἐὰν ὁ ἀμφορεὺς ἐν τῷ οἴνῳ κατὰ συμβεβηκὸς ᾖ, ἔσται ὁ ἀμφορεὺς ἐν ἑαυτῷ κατὰ συμβεβηκός, καὶ ὁ οἶνος εἰ οἴνου ἐστὶν ἀμφορεὺς ἐν ἑαυτῷ καθʼ αὑτό. οὕτως μὲν οἶμαι ὁ Ἀσπάσιος. ὁ δὲ Ἀλέξανδρος γράφει οὕτως “οἷον εἰ ὁ οἶνος ἐν τῷ ἀμφορεῖ εἴη, ὡς συμβεβηκὸς αὐτῷ ἢ ὡς μέρος αὐτοῦ, ὁ δὲ ἀμφορεὺς ἐν τῷ οἴνῳ καθʼ αὑτό. οὕτως γὰρ ἂν ὁ οἶνος αὐτὸς ἐν ἑαυτῷ κατὰ συμβεβηκὸς εἴη, ὅπερ τοῦ καθʼ αὑτὸ ἐν ἑαυτῷ ὄντος οὐδὲν διαφέρει”. ἀγνοῶ δὴ πῶς τὸν οἶνον ἐν ἑαυτῷ κατὰ συμβεβηκὸς εἶπε τοῦ Ἀριστοτέλους <!-- 9.559 -->ἀκούων λέγοντος αὐτός τε γὰρ ἐν ἑαυτῷ ὁ ἀμφορεὺς ἔσται· ὅλως δὲ οὐδὲ δύναται ὁ οἶνος ἐν ἑαυτῷ κατὰ συμβεβηκὸς εἶναι, εἰ μὴ συνεβεβήκει τινὶ τῷ καθʼ αὑτὸ ὑπάρχοντι αὐτῷ. τί δὲ ἂν εἴη ἀκολουθότερον τὸν οἶνον ἐν τῷ ἀμφορεῖ καθʼ αὑτὸ εἶναι ἢ τὸν ἀμφορέα ὡς λέγει ἐν τῷ οἴνῳ; τὸ δὲ εἰ οὗ ἡ φύσις δεκτική, τοῦτο ἐνδέχεται ἐν ἑαυτῷ εἶναι ἀσάφειαν μὲν ἐποίησε τῷ λόγῳ μεταξὺ παραληφθέν. ἄτοπον δέ τι ἄλλο τῇ τοιαύτῃ ὑποθέσει ἀκολουθοῦν ἐνεδείξατο τὸ οὗ ἡ φύσις δεκτική ἐστι, τοῦτο ἔν τινι γίνεσθαι, ἀλλὰ μὴ ἄλλο ἐν αὐτῷ· συμβαίνει γὰρ τοῦτο τῷ λέγοντι τὸν ἀμφορέα αὐτὸν ἐν ἑαυτῷ εἶναι. δῆλον δὲ ὅτι κἂν τὸν οἶνόν τις ἐν ἑαυτῷ λέγῃ, συμβήσεται τὸ οὗ ἡ φύσις ἐν ἄλλῳ εἶναί ἐστι, τοῦτο δεκτικὸν εἶναι· ἀλλʼ ἴσως ἐρεῖ τις ὅτι παρὰ τὴν ὑπόθεσιν τοῦτο τὸ ἄτοπον συμβέβηκε, διότι ἀμφορεὺς οἴνου ἐστὶν ὁ ὑποτεθείς, δεκτικὸς δὲ ὁ ἀμφορεύς. τὸ δὲ οὐχ οὕτως ἔχει. ἀλλʼ ἐπειδὴ τὸ κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ ὂν τῷ καθʼ αὑτὸ ἐν ἑαυτῷ ὄντι συμβέβηκε, τὸ μὲν καθʼ αὑτὸ δεκτικόν ἐστι, τὸ δὲ συμβεβηκὸς τούτῳ ἐν δεκτικῷ πέφυκεν εἶναι. τὸ δὲ ἅμα γὰρ δύο ἐν τῷ αὐτῷ ἔσται ὅτι μὲν ὡς ἄτοπον εἴρηται καὶ ἀδύνατον δῆλον. δοκεῖ δὲ ἀδύνατον εἶναι τὸ δύο ἅμα σώματα ἐν ταὐτῷ εἶναι, καὶ πάντες οἱ ἐξηγηταί, οἷς ἐγὼ προστυχὴς γέγονα, τὸ ἀδύνατον ὡς ἐπὶ σωμάτων ἀκούουσι. μήποτε δὲ οὐ μάτην οὐκ ὠνόμασε σώματα ὁ Ἀριστοτέλης, ἀλλʼ ἁπλῶς εἶπεν ἅμα γὰρ δύο ἐν τῷ αὐτῷ ἔσται τό τε δεκτικὸν καὶ τὸ ὑποδεχθέν, “ἕτερα τῷ εἴδει” ὄντα κατʼ αὐτὸ τοῦτο καὶ “ἄλλην φύσιν” ἔχοντα, ὡς ἔλεγε πρότερον· καὶ ὑπάρξουσι τῷ αὐτῷ οἱ διαφέροντες λόγοι ὅ τε τοῦ δεκτικοῦ καὶ τοῦ ἐν αὑτῷ, ὅπερ ἀδύνατον· ὧν γὰρ διάφοροι οἱ λόγοι, ταῦτα καὶ αὐτὰ διάφορα.

Ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος “πῶς λέγεται μήτε καθʼ αὑτό τι μήτε κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ εἶναι. εἰ γὰρ τὸ ὅλον ἐν τοῖς μέρεσι, τὰ δὲ μέρη ἐν τῷ ὅλῳ, ἔσται τὸ ὅλον ἐν τῷ ὅλῳ, τουτέστιν ἐν ἑαυτῷ. ἀλλʼ οὐ συνάγεται, φησίν· οὐ γάρ ἐστιν ὁ μέσος ὅρος ὁ αὐτός. ἄλλος γὰρ ὁ πρῶτός ἐστιν, ὅτε ἐλέγομεν τὸ ὅλον ἐν τοῖς μέρεσι, καὶ ἄλλος ὅτε ἐλέγομεν τὰ μέρη ἐν τῷ ὅλῳ. ἔτι δέ, φησί, τὸ ἔν τινι ὡς ὁμώνυμον διῄρηται εἰς τὰ σημαινόμενα, οὐχ ὡς γένος εἰς εἴδη. δεῖ οὖν διορίσαι πῶς ἐστιν ἑκάτερον, καὶ ὅτι τὸ μὲν ὅλον ἐν τοῖς μέρεσιν ἀθρόως, τὰ δὲ μέρη ἐν τῷ ὅλῳ ὡς καθʼ ἕκαστον. πάντα γὰρ ἅμα οὐκ ἐν τῷ ὅλῳ, ἀλλὰ τὸ ὅλον ἐστί”. καὶ εἴρηται μετρίως ταῦτα. τοῦ μὲν γὰρ τῆς ἐλάττονος προτάσεως ὅλου κατηγορήθη τὸ ἐν τοῖς μέρεσιν εἶναι, τῷ δὲ ἐν τῇ μείζονι προτάσει ὅλῳ ὑπετέθη τὰ μέρη. εἰ οὖν ἄλλο τὰ μέρη καὶ ἄλλο τὸ εἶναι ἐν τοῖς μέρεσι, δῆλον ὅτι μὴ ὄντος τοῦ μέσου τοῦ αὐτοῦ οὐ συνάγεται τὰ ἄκρα· ἐπεὶ ὅ γε <!-- 9.560 -->τοιοῦτος τοῦ παραλογισμοῦ τρόπος καὶ τὸ γένος ἐν ἑαυτῷ ἔδειξεν ἂν εἶναι καὶ τὸ εἶδος καὶ τὴν οὐσίαν καὶ τὸ συμβεβηκός. λέγομεν γὰρ τὸ γένος ἐν τῷ εἴδει καὶ τὸ εἶδος ἐν τῷ γένει, καὶ πάλιν τὸ εἶδος ἐν τῷ ἀτόμῳ καὶ τὸ ἄτομον ἐν τῷ εἴδει, καὶ τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ καὶ ἡ οὐσία ἐν τῷ συμβεβηκότι. ἀλλʼ οὐδαμοῦ ὁ αὐτὸς ὅρος λαμβάνεται, καὶ διὰ τοῦτο οὐ συνάγεται τὰ ἄκρα. τὸ δὲ λέγειν ὅτι “τὰ μέρη ἐν τῷ ὅλῳ καθʼ ἕκαστον” ἐστιν, ἀλλʼ οὐχὶ πάντα, πῶς ἔχει λόγον; ἢ ὅτι ἡ τῶν μερῶν ἄθροισις τῷ ὄντι τὸ ὅλον ἐστί. τότε οὖν ἐν τῷ ὅλῳ λέγεται τὰ μέρη, ὅταν ὡς καθέκαστα μὲν ληφθῇ, οὐ πάντῃ δὲ ἀπεσπασμένα· οὐ γὰρ ἂν ἔτι μέρη εἴη.

Ἀλλʼ ὁ μὲν Ἀλέξανδρος, καίτοι εἰωθὼς καὶ ἐφʼ ᾧ μηδὲν πρὸς ἔπος τὸν Πλάτωνα παράγειν εἰς ἐξέτασιν, οὐκ οἶδα ὅπως ἐνταῦθα τοῦ Πλάτωνος ἐπελάθετο μᾶλλον. ἔστι δὲ ὁ δεικνὺς τὸ ὅλον ἐν ἑαυτῷ λόγος ἐκ τοῦ Παρμενίδου ἔχων οὕτως περὶ τοῦ ἑνὸς τοῦ ὅλου δειχθέντος· “Ἆρα οὖν οὕτως ἔχον οὐκ αὐτό τε ἐν ἑαυτῷ ἔσται καὶ ἐν ἄλλῳ; Πῶς; Τῶν μερῶν που ἕκαστον ἐν τῷ ὅλῳ ἐστὶ καὶ οὐδὲν ἐκτὸς τοῦ ὅλου. Οὕτως. Πάντα δὲ τὰ μέρη ὑπὸ τοῦ ὅλου περιέχεται; Ναί. Καὶ μὴν τά γε πάντα μέρη τὰ αὑτοῦ τὸ ἕν ἐστι καὶ οὔτε τι πλέον οὔτε ἔλαττον ἢ πάντα. Οὐ γάρ. Οὐκοῦν καὶ τὸ ὅλον τὸ ἕν ἐστι; Πῶς δὲ οὔ; Εἰ ἄρα πάντα τὰ μέρη ἐν ὅλῳ τυγχάνει ὄντα, ἔστι δὲ τά τε πάντα τὸ ἓν καὶ αὐτὸ τὸ ὅλον, περιέχεται δὲ ὑπὸ τοῦ ὅλου τὰ πάντα, ὑπὸ τοῦ ἑνὸς ἂν περιέχοιτο τὸ ἕν, καὶ οὕτως ἂν ἤδη τὸ ἓν αὐτὸ ἐν ἑαυτῷ εἴη.” ἔστι δὴ τὸ συλλελογισμένον ἐν τούτοις, ὅτι τὸ ὅλον πάντα τὰ μέρη ἐστί, καὶ ὅτι πάντα τὰ μέρη περιέχεται ἐν τῷ ὅλῳ, καὶ ὅτι τὰ περιεχόμενα ἐν τῷ ὅλῳ ἐν τῷ ὅλῳ ἐστίν, ὥστε τὸ ὅλον ἐν τῷ ὅλῳ, τουτέστιν ἐν ἑαυτῷ ἐστι. καὶ οἱ μέσοι ὅροι οἱ αὐτοὶ ἐλήφθησαν καὶ οὐχ ἕτεροι. ἐπειδὴ δὲ τὸ ἕν ἐστι τὸ δειχθὲν ὅλον, συμπεραίνεται εἰκότως, ὅτι τὸ ἓν τὸ ὡς ὅλον ἐν ἑαυτῷ ἐστι. καὶ δῆλον ὅτι αἱ μὲν ἄλλαι προτάσεις ἐναργεῖς εἰσι, καὶ ὅτι πάντα τὰ μέρη περιέχεται ἐν τῷ ὅλῳ, καὶ ὅτι τὰ περιεχόμενα ἐν τῷ ὅλῳ ἐστίν· ἡ δὲ ἐλάττων πρότασις ἡ κυριωτέρα ἐν τῷ συλλογισμῷ ἐστιν ἡ λέγουσα “τὸ ὅλον πάντα τὰ μέρη ἐστίν”, ἣν καὶ αὐτὸς ὁ Ἀριστοτέλης ὁμολογεῖ λέγων “οὐ γάρ ἐστι παρὰ τὰ μέρη τὸ ὅλον”. εἰ τοίνυν καὶ Ἀριστοτέλης καὶ Πλάτων ὀρθῶς συνελογίσαντο, ὁ μὲν Ἀριστοτέλης ὅτι ἀδύνατον ἐν ἑαυτῷ τι εἶναι πρώτως, ὁ δὲ Πλάτων ὅτι τὸ ἓν ὅλον ἐν ἑαυτῷ ἐστι, δῆλον ὅτι ὁ μὲν Ἀριστοτέλης ἐπὶ τῶν σωματικῶν ἔδειξεν. εἰ γὰρ χρὴ τὸ ἐν ἑαυτῷ κυρίως ὂν μὴ κατὰ μέρος εἶναι, ἀλλʼ ὅλον ἐν ὅλῳ, σῶμα δὲ τὸ διῃρημένα ἔχον τὰ μέρη, πῶς τοῦτο ἂν ὅλον ἐν ὅλῳ εἴη; διὸ καὶ τὰ παραδείγματα ἐποιήσατο, ὡς ἐπὶ διάφορα <!-- 9.561 -->τὰ μέρη ἔχοντος οἷον τοῦ ἀμφορέως τοῦ οἴνου. εἰ δὲ μὴ ὅλον ἐν ὅλῳ, οὐδʼ ἂν αὐτὸ ἐν ἑαυτῷ εἴη κυρίως. εἰ δέ τι ἀσώματον ὅλον εἴη μέρη μὲν ἔχον οὐ μεμερισμένα δέ, ἀλλʼ ἀμερίστοις διαφοραῖς διακρινόμενα, ὧν ἑκάστη διʼ ὅλου χωρεῖ, ἀληθὲς ἐπὶ τούτου λέγειν, ὅτι ὅλον ἐν ὅλῳ καὶ αὐτὸ ἐν ἑαυτῷ ἐστιν. ἐπὶ τούτου δὲ καὶ ἐπαληθεύει κυρίως τὸ τὸ ὅλον πάντα τὰ μέρη εἶναι, διότι μένει ἐν τῇ συνοχῇ τοῦ ὅλου τὰ μέρη, ὥστε ἕκαστον διὰ τὴν ἀμέριστον ἕνωσιν ὅπερ τὸ ὅλον ὁρᾶσθαι, ἐπὶ μέντοι τῶν σωμάτων φεῦγον ἕκαστον εἰς τὴν οἰκείαν περιγραφὴν ἀποσπᾶται τοῦ ὅλου. ὥστε κἂν μὴ ὑποκείμενα διάφορα ᾖ τοῦ τε ὅλου καὶ τῶν μερῶν, ἀλλʼ οὐδὲ ταὐτόν ἐστιν ἁπλῶς τὸ ὅλον καὶ τὰ μέρη διὰ τὸν μερισμόν.

Διττὸν δὲ τὸ μὴ ἐν ἑαυτῷ τὸ μὲν κατὰ τὸ χεῖρον τοῦ ἐν ἑαυτῷ, τὸ δὲ κατὰ τὸ κρεῖττον. καὶ τὸ μὲν κατὰ τὸ χεῖρον, καθόσον ἐπὶ τῶν μεριστῶν οὐ δύνανται τῷ ὅλῳ ἐφαρμόττειν οἱ διάφοροι ὁρισμοὶ ὅ τε τοῦ δεκτικοῦ καὶ ὁ τοῦ ἐν αὑτῷ ἤτοι τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου, ὡς ὁ Ἀριστοτέλης ἀπέδειξε, κατὰ δὲ τὸ κρεῖττον, ὅτι ἡ τοῦ ἑνὸς ἁπλότης οὐδὲ τὴν ἀμέριστον διαφορὰν τοῦ περιέχοντος καὶ περιεχομένου ἐπιδέχεται, ὡς καὶ τοῦτο ἔδειξεν ὁ Πλάτων ἐν τῇ πρώτῃ τῶν ἐν Παρμενίδῃ ὑποθέσεων λέγων “Ἀλλὰ μὴν αὐτό γε ἐν ἑαυτῷ ὄν, κἂν ἑαυτῷ εἴη περιέχον, οὐκ ἄλλο ἢ αὑτό, εἴπερ καὶ ἐν ἑαυτῷ εἴη· ἔν τῳ γάρ τι εἶναι μὴ περιέχοντι ἀδύνατον. Ἀδύνατον γάρ. Οὐκοῦν ἕτερον μὲν ἄν τι εἴη αὐτὸ τὸ περιέχον, ἕτερον δὲ τὸ περιεχόμενον. οὐ γὰρ ὅλον γε ἄμφω ταὐτὸν ἅμα πείσεται καὶ ποιήσει. καὶ οὕτω τὸ ἓν οὐκ ἂν εἴη ἔτι ἓν ἀλλὰ δύο”. καὶ δῆλον ὅτι εἰ μὴ περὶ ἄλλου ταῦτα ἑνὸς καὶ περὶ ἄλλου τὰ πρότερον ἐκτεθέντα ἐλέγετο, σαφῶς ἂν ἦν ἐναντία. καὶ οὐκ ἦν εἰκὸς παρὰ πόδας οὕτως τὰ ἐναντία περὶ τῶν αὐτῶν λέγειν ἐν τῇ α καὶ β τῶν ὑποθέσεων, ὅπου μὲν ἀποφάσκοντα πάντα τοῦ ἑνός, ὅπου δὲ καταφάσκοντα. ὁ μέντοι Ἀριστοτέλης σωματικὴν φύσιν ἔδειξε μὴ οὖσαν ἐν ἑαυτῇ καὶ περὶ ταύτης συνεπεράνατο. ὅτι μὲν οὖν ἀδύνατον ἐν ἑαυτῷ τι εἶναι πρώτως, δῆλον· καὶ γὰρ οὔτε τὸ μὴ ἔχον ὅλως διπλόην ὥσπερ τὸ ἓν εἴη ἂν αὐτὸ ἐν ἑαυτῷ, οὔτε τὸ ἔχον μεμερισμένην τὴν διπλόην ὥσπερ τὰ σώματα, ἀλλὰ τὰ διπλόην ἔχοντα μετὰ ἁπλότητος, ὅτι καὶ τὸ αὐτὸ ἐν ἑαυτῷ τοιοῦτον ἁπλοῦν τι ἅμα καὶ διπλοῦν ὄν. ἀλλὰ πῶς ἡ τοῦ Πλάτωνος ἀπόδειξις οὐχ ἁρμόσει καὶ τῷ Ἀριστοτέλει, ὥστε καὶ κατʼ αὐτὸν τὸ ὅλον ἐν ἑαυτῷ εἶναι; ἢ ὅτι ἡ ἐλάττων πρότασις διάφορος. ὁ μὲν γὰρ Πλάτων τὸ ὅλον πάντα τὰ μέρη φησὶν εἶναι διὰ τὴν ἀμέριστον ἕνωσιν, ὁ δὲ Ἀριστοτέλης “οὐ γάρ ἐστι, φήσας, παρὰ τὰ μέρη τὸ ὅλον”, ἐν τῷ ὑποκειμένῳ θεωρεῖ τὴν ταυτότητα.

<!-- 9.562 -->

Ὃ δὲ Ζήνων ἠπόρει ἕως τοῦ ὥστε οὐκ ἀνάγκη εἰς ἄπειρον ἰέναι.

Ὁ Ζήνωνος λόγος ἀναιρεῖν ἐδόκει τὸ εἶναι τὸν τόπον ἐρωτῶν οὕτως· “εἰ ἔστιν ὁ τόπος, ἔν τινι ἔσται· πᾶν γὰρ ὂν ἔν τινι· τὸ δὲ ἔν τινι καὶ ἐν τόπῳ. ἔσται ἄρα καὶ ὁ τόπος ἐν τόπῳ καὶ τοῦτο ἐπʼ ἄπειρον· οὐκ ἄρα ἔστιν ὁ τόπος.” μέλλων οὖν ἐπὶ τὴν εὕρεσιν τοῦ τόπου χωρεῖν λύει πρῶτον ταύτην τὴν ἀπορίαν ἐκ τῆς τοῦ ἔν τινι διαιρέσεως, ἣν προέλαβεν εἰκότως. εἰκότως δὲ καὶ τὸ μηδὲν εἶναι ἐν ἑαυτῷ προαπέδειξεν, ἵνα μή τις οἰηθείη τὸν Ζήνωνος λύειν λόγον λέγων τὸ μὲν σῶμα ἐν τόπῳ, τὸν δὲ τόπον ἐν ἑαυτῷ, καὶ οὕτως τὸ ἐπʼ ἄπειρον ἱστάνειν. μᾶλλον οὖν ἐκ τῆς τῶν ἔν τινι διαφορᾶς λύει οὕτως. εἰ μὲν γὰρ μοναχῶς τὸ ἔν τινι ἐπὶ τοῦ ἐν τόπῳ ἐλέγετο, ἄλυτος ἂν ἦν ἡ τοῦ Ζήνωνος ἀπορία, εἴπερ πᾶν τὸ ὂν εἴτε τὸ ἁπλῶς ὂν εἴτε τὸ σωματικὸν ἔν τινί ἐστιν, ὡς οἱ παλαιοὶ πάντες ἐδόξαζον ὀνειροπολοῦντες τὴν ἐν τῇ ὕλῃ, ὡς ὁ Πλάτων φησί, τῶν εἰδῶν ὑπόστασιν· ἐπεὶ δὲ πολλαχῶς λέγεται τὸ ἔν τινι, οὐδὲν κωλύει τὸν τόπον, ἐν ᾧ ἐστι τὸ σῶμα, εἶναι μὲν καὶ αὐτὸν ἔν τινι, οὐ μὴν ἐν τόπῳ· οὐδὲν γὰρ κωλύει τὸ μὲν ἐν ἄλλῳ, τὸ δὲ ἐν ἄλλῳ εἶναι. ἡ γὰρ ὑγεία ἐν θερμοῖς ἀλλʼ ὡς ἕξις, τὸ δὲ θερμὸν ἐν σώματι ἀλλʼ ὡς πάθος· τὸ δὲ σῶμα ἐν τόπῳ. διαφέρει δὲ ἡ ἕξις τοῦ πάθους, καθόσον ἡ μὲν τελειότης καὶ εἶδός ἐστιν, ὡς καὶ πρότερον ἐμνημόνευσε, τὸ δὲ διάθεσίς τις εὐαπόβλητος καὶ οὐκ οὐσιοποιός. τοιαῦται γὰρ καὶ ἐν Κατηγορίαις αἱ παθητικαὶ ποιότητες ἐλέγοντο. οὕτω δὲ οὐδὲν κωλύει τὸ μὲν σῶμα ἐν τόπῳ εἶναι, τὸν δὲ τόπον ἐν ἄλλῳ τινί, ὡς τὸ πέρας ἐν τῷ οὗ ἐστι πέρας καὶ ἡ ἐπιφάνεια ἐν τῷ σώματι. ἀλλὰ καλῶς ὁ Ἀλέξανδρος ζητεῖ κατὰ τίνα τῶν προειρημένων τοῦ ἔν τινι τρόπων ἡ ἐπιφάνειά ἐστιν ἐν τῷ σώματι καὶ ὅλως τὸ πέρας ἐν τῷ περατουμένῳ, πότερον ὡς πάθος ἢ ἕξις ἢ ὅλως ὡς ἐν ὑποκειμένῳ ἢ μᾶλλον ὡς μέρος ἐν ὅλῳ. μέρος γάρ πως ἡ ἐπιφάνεια ἡ μὲν ὡς πέρας τοῦ πεπερασμένου σώματος, ἡ δὲ κατὰ μῆκος καὶ πλάτος ἀφωρισμένη μέρος ἐστὶ τοῦ σώματος τοῦ κατὰ τὰς τρεῖς διαστάσεις οὐσιωμένου, πρώτως δὲ τόπον εἶπε τὸν προσεχῶς περιέχοντα, ἐπειδὴ καὶ ὁ ἀὴρ σῶμα ὢν λέγεται τόπος εἶναί τινος, ὅταν ᾖ τούτου πέρας ὁ προσεχῶς περιέχων τόπος.

Ἐν δὴ τούτοις ἄξιά μοι δοκεῖ ζητήσεως, πρῶτον μὲν πῶς λύεται ὁ Ζήνωνος λόγος ἀπὸ τῆς τοῦ ἔν τινι διαφορᾶς, εἴπερ πᾶν τὸ ὂν ἔν τινί ἐστιν ἑτέρῳ· κἂν γὰρ τὸ σῶμα ἔν τινι ὡς ἐν τόπῳ, ὁ δὲ τόπος ἔν τινι ὡς πέρας, καὶ ἐκεῖνο πάλιν ἔν τινι ἔσται, καὶ τοῦτο ἐπʼ ἄπειρον· δεύτερον δὲ <!-- 9.563 -->πῶς ἐνταῦθα μὲν τὸν Ζήνωνος λύει λόγον ἐκ τῆς τῶν ἔν τινι διαφορᾶς, ὡς τοῦ Ζήνωνος ἐρωτῶντος οὕτως· εἰ ὁ τόπος ἔστι τι, ἔν τινι ἔσται· πρότερον δὲ ἔλεγεν “ἡ γὰρ Ζήνωνος ἀπορία ζητεῖ τινα λόγον· εἰ γὰρ πᾶν τὸ ὂν ποῦ ἐστι, δῆλον ὅτι καὶ τοῦ τόπου τόπος ἔσται”. εἰ γὰρ μὴ ἔν τινι ἀλλʼ ἐν τόπῳ ἔλεγε τὸ ὂν ἄντικρυς, πῶς ἔτι δυνατὸν ἦν διὰ τῆς τῶν ἔν τινι διαφορᾶς λῦσαι τὴν ἀπορίαν λέγοντα, ὡς νῦν εἴρηται, ὅτι τὸ μὲν σῶμα ἐν τόπῳ, ὁ δὲ τόπος ἐν ἄλλῳ, εἴπερ καὶ αὐτὸς διὰ τὸ τῶν ὄντων εἶναι ἐν τόπῳ ἐστί. καὶ πρὸς μὲν τοῦτο ῥητέον, ὅτι ἔοικεν ἐν μηδετέρῳ τούτων τῶν χωρίων ἐπʼ αὐτῆς θεῖναι τῆς λέξεως τὸν Ζήνωνος λόγον, ἀλλʼ ἐκείνου μέσον τι εἰπόντος, ὅπερ ἐδύνατο καὶ εἰς τὸ ἐν τόπῳ μεταλαμβάνεσθαι καὶ εἰς τὸ ἔν τινι, αὐτὸς τὴν μὲν ἀπορίαν ἐπιτιμῶν εἰς τὸ ἐν τόπῳ μετέλαβε, τῇ δὲ λύσει συνεργῶν εἰς τὸ ἔν τινι. τί οὖν τοῦτο τὸ μέσον ἐστίν; ἢ τὸ ποῦ· τοῦτο γὰρ ὡς ἔοικε καὶ τὸ ἐν τόπῳ καὶ τὸ ἔν τινι σημαίνει. καὶ αὐτὸς Ἀριστοτέλης ἐμνήσθη τοῦ ποῦ πρὸ τοῦ θεῖναι τὸν ἕτερον λόγον εἰπών “ἔτι δὲ καὶ αὐτὸς εἰ ἔστι τῶν ὄντων, ποῦ ἔσται”. τὸν δὲ λόγον ἐρωτῶν εἰς τὸ ἐν τόπῳ τὸ ποῦ μετέλαβεν εἰπών “εἰ γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ”.

Ὁ Εὔδημος δὲ οὕτως ἱστορεῖ τὴν Ζήνωνος δόξαν λέγων· “ἐπὶ ταὐτὸ δὲ καὶ ἡ Ζήνωνος ἀπορία φαίνεται ἄγειν. ἄξιον γὰρ πᾶν τὸ ὂν ποῦ εἶναι· εἰ δὲ ὁ τόπος τῶν ὄντων, ποῦ ἂν εἴη; οὐκοῦν ἐν ἄλλῳ τόπῳ, κἀκεῖνος δὴ ἐν ἄλλῳ, καὶ οὕτως εἰς τὸ πρόσω”. καὶ ὁρᾷς ὅτι καὶ ὁ Εὔδημος πρὸς τὸ τῆς ἀπορίας χρήσιμον τὸ ποῦ εἰς τὸ ἐν τόπῳ μετέλαβεν. ὅπως δὲ καὶ αὐτὸς ἐξέλαβε τὸ ποῦ, καὶ ὅτι κατὰ κοινὸν σημαινόμενον, δῆλον γίνεται ἐν οἷς λύει καὶ αὐτὸς τὸν τοῦ Ζήνωνος λόγον γράφων οὕτως· “πρὸς δὲ Ζήνωνα φήσομεν πολλαχῶς τὸ ποῦ λέγεσθαι· εἰ μὲν οὖν ἐν τόπῳ ἠξίωκεν εἶναι τὰ ὄντα, οὐ καλῶς ἀξιοῖ· οὔτε γὰρ ὑγείαν οὔτε ἀνδρίαν οὔτε ἄλλα μυρία φαίη τις ἂν ἐν τόπῳ εἶναι. οὐδὲ δὴ ὁ τόπος τοιοῦτος ὢν οἷος εἴρηται. εἰ δὲ ἄλλως τὸ ποῦ, κἂν ὁ τόπος εἴη ποῦ· τὸ γὰρ τοῦ σώματος πέρας ἐστὶ τοῦ σώματος ποῦ· ἔσχατον γάρ”. καὶ ὁ Ἀλέξανδρος δὲ ἐξηγούμενος πρότερον ἐκεῖνο τὸ χωρίον τὸ λέγον “πάντων δὲ κυριώτατον τὸ ὡς ἐν ἀγγείῳ καὶ ὅλως ἐν τόπῳ” σαφῶς λέγει ὅτι ἰσοδυναμεῖ τὸ ἔν τινι τῷ ποῦ. “τὸ γὰρ ποῦ, φησί, κοινὸν μέν ἐστι καὶ τῶν ἄλλων· καὶ γὰρ τὸ μέρος ἐν τῷ ὅλῳ ὂν ποῦ ἐστιν. ἰδίως δὲ καὶ μάλιστα εἴωθε τὸ ποῦ ἐπὶ τῶν ἐν τόπῳ ὄντων καὶ τῶν ἐν ἀγγείῳ λέγεσθαι”. πρὸς δὲ τὴν πρώτην ἀπορίαν ῥητέον, ὅτι πρὸς μὲν τὸν Ζήνωνος λόγον εἰς ἄτοπον ἀπάγοντα τὸ τὸν τόπον ἐν τόπῳ εἶναι αὐτάρκης ἐστὶ λύσις ἡ ἀπὸ τῆς τοῦ ἔν τινι ἤτοι τῆς τοῦ <!-- 9.564 -->ποῦ διαφορᾶς. οὐ γὰρ ἔτι ὁ τόπος ἐν τόπῳ ἔσται, ὅπερ ἄτοπον ἐπήγαγεν ὁ Ζήνων. πρὸς δέ γε τὴν ὑπʼ ἐμοῦ ῥηθεῖσαν ἀπορίαν τὴν λέγουσαν, ὅτι κἂν μὴ ἐν τόπῳ, ἀλλὰ ποῦ καὶ ἐν ἑτέρῳ καὶ τοῦτο ἐν ἑτέρῳ καὶ εἰς ἄπειρον, ὁ Ἀριστοτέλης αὐτὸς ὑπαντήσει ἐν τῷ τέλει τοῦ περὶ τοῦ τόπου προβλήματος πρὸς αὐτὴν τὴν ἀρχὴν τῆς ἐρωτήσεως ἐνιστάμενος. οὐ γὰρ συγχωρεῖ τὸν οὐρανὸν ἢ τὸ πᾶν ποῦ εἶναι ἢ ἔν τινι ὅλως, ὥστε εἶναί τι παρʼ αὐτὸ ἄλλο. καὶ ἀκουσόμεθα λέγοντος αὐτοῦ “τὸ δὲ πᾶν οὔ που”. τὸ γὰρ ποῦ αὐτό τε ἔστι τι καὶ ἔτι ἄλλο τι δεῖ εἶναι παρὰ τοῦτο ἐν ᾧ περιέχεται. παρὰ δὲ τὸ πᾶν καὶ ὅλον οὐδέν ἐστιν, οὐδὲ ἔστιν ἔξω οὐδὲν τοῦ παντός· καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα. ὥστε τῶν μὲν τοῦ παντὸς μερῶν ἄλλο ἐν ἄλλῳ οὐδὲν κωλύει εἶναι, τὸ δὲ πᾶν οὐκ ἂν εἴη ἐν ἑτέρῳ. οὐ γὰρ ἔστι τι παρὰ τὸ πᾶν, εἰ μὴ ἄρα ὡς ὅλον ἐν τοῖς μέρεσι τοῖς ἑαυτοῦ. καὶ οὕτως ἡ εἰς ἄπειρον προχώρησις ἵσταται.

Ἐκεῖνο δὲ φανερόν, ὅτι ἐπεὶ οὐδὲν τὸ ἀγγεῖον ἕως τοῦ ταῦτα μὲν οὖν ἔστω διηπορημένα.

Ὁ μὲν τοῦ Ζήνωνος λόγος ἐκ τοῦ τὸν τόπον ἐν τόπῳ εἶναι τὸ ἐπʼ ἄπειρον ἐπειρᾶτο δεικνύναι, αὐτὸς δὲ τὸ ἄλλο ἐν ἄλλῳ συγχωρήσας, οὐ μέντοι τὸν τόπον ἐν τόπῳ, καὶ ἐκ τούτου λύσας τὴν ἀπορίαν ὥσπερ πόρισμα ἀναφαινόμενον ἐθεάσατο ἐκ τοῦ ἄλλο ἐν ἄλλῳ τὸ μήτε τὴν ὕλην μήτε τὸ εἶδος τόπον εἶναι, ὡς εἰ ἔλεγε· “λέλυται μὲν ἡ Ζήνωνος ἀπορία ἐκ τοῦ ἄλλο ἐν ἄλλῳ κατʼ ἄλλον εἶναι τρόπον, ἐκ δὲ τοῦ ἄλλο ἐν ἄλλῳ φανερόν, ὅτι οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος τόπος ἐστίν”. ἕτερον γὰρ τό τε ἐν ᾧ καὶ τὸ ἐν τούτῳ· οὕτως γὰρ ἔχειν ἐλέγετο ἥ τε ἐπιφάνεια πρὸς τὸ χρῶμα καὶ ἡ ψυχὴ πρὸς τὴν ἐπιστήμην. εἰ οὖν ἕτερον τό τε ἐν ᾧ καὶ τὸ ἐν τούτῳ, τὸ δὲ ἀγγεῖον καὶ ὁ τόπος δεκτικὰ τῶν ἐν αὐτοῖς γινομένων πρώτως ἐστίν, ἕτερα αὐτῶν ἐστι. καὶ τὸ μὲν ἀγγεῖον ἀντὶ τοῦ τόπου παρέλαβεν ὡς προφανὲς τῇ αἰσθήσει καὶ ἐναργῶς ἕτερον τῶν ἐν αὐτῷ, διὰ δὲ τὸ ἕτερον εἶναι τῶν ἐν αὐτῷ οὐδὲν τῶν ἐν αὐτῷ ἐστιν. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη οὔτε ὕλη οὔτε εἶδος ὁ τόπος, ἀλλʼ ἕτερον. τοῦ γὰρ ἐν τόπῳ ὄντος ἔστι ταῦτα. παρατίθεται δὲ τοῦτο καὶ νῦν μέλλων προλαμβάνειν τὰ καθʼ αὑτὸ ὑπάρχοντα τῷ τόπῳ, ὡς κυριώτατον ὂν τῶν ὑπαρχόντων αὐτῷ τὸ ἕτερον τῶν ἐν αὐτῷ εἶναι· πανταχόθεν δὲ στρέψας τοὺς περὶ τόπου λόγους ἐπάγει ταῦτα μὲν οὖν ἔστω ἡμῖν διηπορημένα, οὐχ ὅτι μηδὲν τῶν μέχρι νῦν εἰρημένων ἀποδεικτικῶς εἴρηται — πολλὰ γὰρ οὕτως ἐρρέθη —, <!-- 9.565 -->ἀλλʼ ὡς ἀπόρου καὶ τοῦ εἶναι τὸν τόπον φανέντος διὰ τὸ δυσκατάληπτον τῆς οὐσίας αὐτοῦ.

Τί δέ ποτέ ἐστιν ὁ τόπος, ὧδʼ ἂν γένοιτο φανερόν ἕως τοῦ τοῦτο δὲ ποιεῖν ἢ ἄνω ἢ κάτω.

Ἐπὶ τὴν τοῦ τόπου εὕρεσιν λοιπὸν τραπείς, ἐπειδὴ δύσκολος ἐφάνη πανταχόθεν ὁ λόγος, ὥσπερ ἔθος ἐπὶ τῶν μὴ αὐτόθεν φαινομένων ὁρισμῶν, ἀπὸ τῶν καθʼ αὑτὸ ὑπαρχόντων τῷ τόπῳ τὸν ὁρισμὸν αὐτοῦ συνάγειν πειράσεται· καὶ προλαμβάνει ἀπὸ τῶν περὶ τόπου κοινῶν ἐννοιῶν ἕξ τινα ἀξιώματα καὶ διὰ τῶν ἤδη ῥηθέντων ὑποδειχθέντα. ὧν πρῶτον ὅτι περιέχει ὁ τόπος τὰ ἐν τόπῳ. τοῦτο γὰρ καὶ ἐκ τῆς πρὸς τὸ ἀγγεῖον ὁμοιότητος αὐτοῦ φανερὸν γίνεται· καὶ μέντοι καὶ διὰ τῶν παραδειγμάτων ὑπέδειξε τὸν κυρίως τόπον νομίζεσθαι τὸ πρώτως περιέχον· ὅλως δὲ τὸ ἔν τινι πᾶν περιέχεσθαι δοκεῖ ὑπʼ ἐκείνου τοῦ ἐν ᾧ ἐστι. δεύτερον τὸ μηδὲν εἶναι τὸν τόπον τοῦ ἐν τόπῳ. καὶ τοῦτο γὰρ ὑπέμνησται διʼ ὧν ἐδείκνυτο, ὅτι μήτε ἡ ὕλη μήτε τὸ εἶδος τόπος ἐστί. τρίτον τὸ τὸν πρῶτον τόπον μήτε μείζονα μήτε ἐλάττονα τοῦ ἐν τόπῳ εἶναι, ἀλλʼ ἴσον· εἴτε γὰρ μείζων εἴη, οὐκ αὐτοῦ μόνου ἔσται τόπος, εἴτε ἐλάττων, οὐχ ὅλου αὐτοῦ. τέταρτον τὸ μήτε ἀπολείπεσθαι ἑκάστου καὶ χωριστὸν εἶναι, τουτέστι μήτε εἶναί ποτε καθʼ αὑτὸν ἐκτὸς σώματος, καὶ ὅμως μετὰ σώματος ὄντα χωριστὴν τοῦ ἐν ἑαυτῷ σώματος ἔχειν τὴν ὑπόστασιν. τὸ δὲ μὴ εἶναι ἐκτὸς σώματος ἴσως τῇ τοῦ κενοῦ ἀναιρέσει θαρρῶν ἠξίωσε. καὶ ἔστιν αὕτη ἡ γραφὴ καὶ πλέον τι δηλοῦσα καὶ καινοπρεπέστερον τὰ ἀντικεῖσθαι δοκοῦντα συνάγουσα. ἔστι καὶ ἄλλη τοιαύτη ἔτι ἀπολείπεσθαι ἑκάστου καὶ χωριστόν. καὶ ἔστιν αὕτη σαφής· ἴσον γὰρ τὸ ἀπολείπεσθαι τῷ χωριστόν. καὶ λέγοι ἂν τοιοῦτον εἶναι τὸν τόπον, ὡς μεταχωροῦντος τοῦ ἐν αὐτῷ αὐτὸν ὑπολείπεσθαι καὶ χωρίζεσθαι. πέμπτη περὶ τόπου ἔννοια τὸ διαφορὰς ἔχειν τὸ ἄνω καὶ κάτω· οὐχ ὅτι πᾶς ὁ ληφθεὶς ἄμφω ἔχει ταῦτα — τοῦτο γὰρ ἀδύνατον τὸ συνδραμεῖν εἰς ταὐτὸν τὰ ἀντικείμενα —; ἀλλʼ ἢ τῷ καὶ συνδέσμῳ συμπλεκτικῷ ὄντι ἀντὶ διαζευκτικοῦ τοῦ ἢ ἐχρήσατο, ἵνα ᾖ λέγων πάντα τόπον ἔχειν τὸ ἄνω ἢ τὸ κάτω, ὥσπερ Ὅμηρος τοὐναντίον τῷ ἢ ἀντὶ τοῦ καὶ ἐχρήσατο λέγων

  
ἢ νέος ἠὲ παλαιός  
ἀντὶ τοῦ καὶ νέος καὶ παλαιός, ἢ πάντα τόπον εἶπεν ἀντὶ τοῦ τὴν τοῦ <!-- 9.566 -->τόπου φύσιν διῃρῆσθαι τῷ ἄνω καὶ κάτω, οὐχὶ ἕκαστον· ἀλλὰ διὰ τί τούτων μόνων ἐμνήσθη τῶν τοῦ τόπου διαφορῶν καίτοι αὐτὸς εἰπὼν πρότερον “ταῦτα δέ ἐστι τόπου μέρη καὶ εἴδη τό τε ἄνω καὶ τὸ κάτω καὶ αἱ λοιπαὶ τῶν ἓξ διαστάσεων”. ἢ ὅτι τὸ ἄνω καὶ κάτω ἐξαιρέτως διαφοραί εἰσι τοῦ τῶν φυσικῶν σωμάτων ὡς φυσικῶν δεκτικοῦ τόπου, ἐπεὶ αἵ γε ἄλλαι κυρίως τῶν ζῴων εἰσὶ τῶν καὶ ἐν τοῖς τοῦ σώματος μέρεσι κατʼ οὐσίαν ἐχόντων τὸ ἔμπροσθεν καὶ ὄπισθεν καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ τὰς ὁρμὰς τῆς κινήσεως ἐπὶ ταῦτα ἐχόντων. ἕκτον δὲ ἐπὶ πᾶσιν ἀξιοῖ τὸ τὰ φυσικὰ σώματα καὶ φέρεσθαι φύσει ἐπὶ τοὺς οἰκείους τόπους καὶ μένειν ἐν αὐτοῖς· τὸ δὲ φύσει τουτέστι κατὰ τὴν αὐτῶν φύσιν. καὶ τοῦτο γὰρ ἐναργές, ὅτι ἡ μὲν βῶλος ἐπὶ τὸ κάτω φέρεται, ὅταν μὴ βίᾳ ἀλλὰ κατὰ τὴν ἑαυτῆς κινῆται φύσιν καὶ τὸν οἰκεῖον καταλαβοῦσα τόπον μένῃ κάτω καὶ τὸ πῦρ ὁμοίως ἄνω. τὸ γὰρ ἄνω καὶ τὸ κάτω οἰκεῖαι τῶν φυσικῶν σωμάτων διαφοραὶ διὰ τὴν εἰρημένην αἰτίαν καὶ ὅτι, ὡς ἐν τῇ Περὶ γενέσεως λέγεται, πτώσεις μᾶλλόν εἰσιν αὗται τῶν φυσικῶν σωμάτων καὶ μὴ ἐχόντων τὴν καθʼ ὁρμὴν τῆς ψυχῆς κίνησιν. τούτων οὖν, φησί, προληφθέντων καὶ προϋποκειμένων τὰ ἐφεξῆς θεωρητέον κανόσι τοῖς ῥηθησομένοις χρωμένων ἡμῶν. ἰστέον δὲ ὅτι καὶ Θεόφραστος καὶ Εὔδημος ἐν τοῖς περὶ τόπου ἀξιώμασι καὶ τὸ ἀκίνητον εἶναι τὸν τόπον προλαμβάνουσι. διὰ τί δὲ ὁ Ἀριστοτέλης τοῦτο παρῆκε, δῆλον γενήσεται ὅτε τὴν διαφορὰν τοῦ τόπου πρὸς τὸ ἀγγεῖον ἀποδίδωσι.

Δεῖ δὲ πειρᾶσθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι ἕως τοῦ οὕτω γὰρ ἂν κάλλιστα δεικνύοιτο ἕκαστον.

Μετὰ τὴν πρόληψιν τῶν κατὰ τὰς κοινὰς ἐννοίας ὑπάρχειν δοκούντων τῷ ζητουμένῳ πράγματι, τριῶν χρεία τούτων εἰς τὴν ἀναμφίλεκτον τοῦ τί ἐστιν ἀπόδοσιν, ἑνὸς μὲν τοῦ τὰ κατὰ τὰς κοινὰς ἐννοίας ἀξιωθέντα ὑπάρχοντα τῷ ὁρισμῷ τῷ προκειμένῳ φαίνεσθαι, ἑτέρου δὲ τοῦ λύεσθαι ἐξ αὐτοῦ τὰ πρὸς τὴν ὕπαρξιν τὴν τοιαύτην ἀπορηθέντα, καὶ τρίτου τοῦ τὸ τῆς δυσκολίας αἴτιον τοῦ προβλήματος καταφανὲς ἐκ τοῦ ἀποδοθέντος ὁρισμοῦ γενέσθαι, εἴπερ εἴη δύσκολον. τεκμήριον γὰρ ἐναργὲς καὶ τοῦτο γίνεται τοῦ πᾶσαν αὐτοῦ τὴν φύσιν εἰρῆσθαι.

<!-- 9.567 -->

Πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι ἕως τοῦ ἐν ᾧ ὑπάρχουσι μεταβάλλει.

Προλαβὼν τὰς περὶ τόπου κοινὰς ἐννοίας καὶ ὁποῖον εἶναι χρὴ τὸν ἀποδιδόμενον τοῦ τόπου ὁρισμὸν διδάξας ἡμᾶς, ἐφεξῆς ὁποῖα τὰ ἐν τόπῳ κυρίως εἶναι νομίζομεν ὑπομιμνῄσκει πρῶτον, καὶ τότε ὁποῖος ὁ τόπος. τὰ δὲ ἐν τόπῳ κυρίως ἀπὸ τῶν κατὰ τόπον κυρίως κινουμένων εὑρίσκεται. τὰ γὰρ κινούμενα κατὰ τόπον κυρίως, ταῦτα καὶ ἔστι κυρίως ἐν τόπῳ. ἀπὸ γὰρ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων τὴν περὶ τόπου ἔννοιαν ἔσχομεν, καὶ ἀπὸ τῶν κατὰ τόπον κινουμένων τὰς περὶ τόπου ἐννοίας συνηγάγομεν, ὅτι ἄλλος παρὰ τὸ ἐν τόπῳ καὶ ὅτι ἴσος καὶ ὅτι χωριστὸς καὶ ὅτι διαφορὰς ἔχει τὸ ἄνω καὶ κάτω, ἐφʼ ἃ ἡ μετάστασις καὶ ἡ μονή. ὥστε τὰς πολλὰς ταύτας ἐννοίας εἰς τὴν αἰτίαν αὐτῶν μίαν τὴν κατὰ τόπον κίνησιν συνήγαγεν. ὑπέδειξε δὲ καὶ τὰ εἴδη τῆς ὁπωσοῦν κατὰ τόπον κινήσεως δύο ὄντα, τήν τε φοράν, ἥτις μόνως καὶ τελέως κατὰ τόπον κίνησίς ἐστι, καὶ τὴν αὔξησιν καὶ φθίσιν. καὶ γὰρ ἐν τούτοις, ὃ πρότερον ἦν ἐνταῦθα οἷον σπιθαμὴν ἀνέχον τῆς γῆς, τοῦτο μεθίσταται εἰς ἔλαττον ἢ μεῖζον τοῦ τόπου διάστημα, ἐπὶ μὲν τῆς αὐξήσεως δηλονότι εἰς μεῖζον, ἐπὶ δὲ τῆς φθίσεως εἰς ἔλαττον. καὶ ἀπὸ τούτων τῶν τριῶν μεταστάσεων ἡμῖν ἡ περὶ τοῦ τόπου γέγονεν ἔννοια. τῷ γὰρ ὄντι, εἰ πάντα ἠρέμει καὶ μὴ μεθίστατο τὰ σώματα μηδὲ ἐπελάμβανεν ἢ ἀπελίμπανε χώραν, τίς ἂν ἡμῖν ἔννοια περὶ τοῦ τόπου ἐγένετο; βουλόμενος οὖν ἐκ τῶν κατὰ τόπον κινουμένων τὸν τόπον εὑρεῖν διαιρεῖται πρῶτον τά τε καθʼ αὑτὸ κινούμενα καὶ τὰ κατὰ συμβεβηκός, τὰ καθʼ αὑτὸ καὶ ἐνεργείᾳ λέγων, οἷον ἕκαστον τῶν σωμάτων ὅλον ἐστὶν ἀπολελυμένον ἀπʼ ἄλλου τόπου μεταβαῖνον εἰς ἕτερον, οἷον τὸ ἐμὸν ὅταν βαδίζω καὶ ἡ ναῦς πλέουσα. τὰ δὲ κατὰ συμβεβηκὸς ταῦτά ἐστι τὰ τοῖς καθʼ αὑτὸ κινουμένοις ὑπάρχοντα ἢ ὡς μέρη οἷον ἡ ἐμὴ χεὶρ καὶ ὁ τοῦ πλοίου ἧλος, ἢ ὡς συμβεβηκότα οἷον ἡ λευκότης καὶ ἡ ἐπιστήμη. διαφορὰ δὲ καὶ τούτων ἐστί. τὰ μὲν γὰρ μόρια κἂν μὴ κινῆται καθʼ αὑτὰ ἐν τῷ ὅλῳ ὄντα, διότι χρὴ τὰ καθʼ αὑτὰ κινούμενα καὶ μεταβαίνοντα τόπον ἐκ τόπου ἀπολελυμένα εἶναι πάντῃ, ἀλλʼ ἐνδέχεταί γε ἀπολυθέντα τοῦ ὅλου κινεῖσθαι καθʼ αὑτά. ὥστε ὅταν μετὰ τοῦ ὅλου κινῆται, τὸ μὲν κατὰ συμβεβηκὸς κινεῖσθαι ἐνεργείᾳ ἔχειν, τὸ δὲ καθʼ αὑτὸ δυνάμει. τὰ μὲν γὰρ συμβεβηκότα τοῖς καθʼ αὑτὸ κινουμένοις οὐδὲ ἐνδέχεται καθʼ αὑτὸ κινεῖσθαι οὐδὲ δυνάμει ἔχει τοῦτο, οἷον ἡ λευκότης ἢ ἡ ἐπιστήμη. οὐ γὰρ δύναται ταῦτα χωρισθέντα καθʼ αὑτὰ κινηθῆναι, ὅτι οὐδὲ ὅλως χωριστά. ἀλλʼ οὕτως ἀεὶ ταῦτα κινεῖται καὶ μεταβάλλει, ὅτι ἐν ᾧ ὑπάρχουσι μεταβάλλει τοῦτο, ἄλλως δὲ οὔ, οὔτε ἐνεργείᾳ οὔτε δυνάμει.

<!-- 9.568 -->Τούτου οὖν οὕτως ἔχοντος ἐκ τῶν καθʼ αὑτὸ κατὰ τόπον κινουμένων ἑλεῖν χρὴ τὸν τόπον, ἀλλʼ οὐκ ἐκ τῶν κατὰ συμβεβηκός, εἰ μὴ ἄρα δυνάμει καὶ ταῦτα ἔχοντα τὸ καθʼ αὑτὸ κινεῖσθαι γένηται ἐνεργείᾳ ποτέ, ὡς τὰ διακριθέντα μέρη τῆς ὁλότητος καὶ καθʼ ἑαυτὰ περιγραφέντα· τότε δὲ καὶ καθʼ αὑτὸ γίνεται ἐν τόπῳ. καὶ ἔστι καὶ κατὰ τοῦτο χρήσιμος ἡ τῶν κατὰ συμβεβηκὸς κινουμένων διαίρεσις. ὡς γὰρ κινεῖται κατὰ τόπον, οὕτω καὶ ἔστιν ἐν τόπῳ. τὰ μὲν γὰρ δυνάμει τὸ καθʼ αὑτὸ ἔχοντα, ὥσπερ τὰ μέρη, δύναταί ποτε καὶ κινηθῆναι καθʼ αὑτὰ καὶ ἐν τόπῳ εἶναι καθʼ αὑτά, τὰ δὲ κατὰ συμβεβηκὸς μόνως κινούμενα οὐδὲ κινεῖσθαι ἂν λέγοιτο κυρίως κατὰ τόπον οὐδὲ ἐν τόπῳ εἶναι οὐδέποτε, ἀλλʼ ἐκεῖνα μόνα ὅσα ἀπολελυμένα ἅπτεταί τινων οὐκ ὄντα αὐτοῖς συνεχῆ· ταῦτα γὰρ καθʼ ἑαυτὰ κινεῖται. καὶ ὅτι μὲν ἀπολελυμένα χρὴ εἶναι τὰ καθʼ αὑτὸ κινούμενα καὶ καθʼ αὑτὸ ὄντα ἐν τόπῳ πρόδηλον. δὲ ὅτι καὶ ἅπτεσθαί τινος. ἢ ὅτι εἰ μὴ τὸ πᾶν εἴη, τὸ ἐξωτάτω ἀνάγκη πάντως ἅπτεσθαί τινος, εἰ δὲ τὸ πᾶν, οὐδʼ ἂν μεταβαίνοι τόπον ἐκ τόπου. τὸ δὲ πανταχόθεν ἁπτόμενον περιέχεται ὑπʼ ἐκείνου μὴ συνεχοῦς ὄντος αὐτῷ. ἔστιν οὖν τὸ πρώτως ἐν τόπῳ ὂν τὸ ὅλον καθʼ αὑτὸ κινούμενον κατὰ τόπον καὶ ἀπολελυμένον καὶ ἁπτόμενόν τινος περιέχοντος ἴσου ἑαυτῷ. ἵνα δὲ προλαβὼν εἴπω, καὶ ἐκ τῶν ἐν τόπῳ καθʼ αὑτὸ κινουμένων καὶ ὄντων δυνατὸν συνάγειν τὸν τοῦ τόπου ὁρισμόν· τὸ γὰρ τοῦ ἁπτομένου πέρας ἴσον περιέχει τὰ κινούμενα τοπικῶς· ὑφʼ οὗ δὲ τὰ κινούμενα τοπικῶς περιέχεται, τοῦτο τόπος. τὸ ἄρα τοῦ ἁπτομένου καὶ περιέχοντος τὰ τοπικῶς κινούμενα πέρας ὁ τόπος. καὶ ἡ κατὰ τὸ ποσὸν δὲ κίνησις τοπική τις οὖσα καὶ αὐτὴ ὁμοίως ἔχει, οὐ πάντα μὲν ἀλλάσσοντος τὸν τόπον τοῦ αὐξομένου ἢ μειουμένου, προσεπιλαμβάνοντος δέ τινα ἢ ἀπολείποντος. διὸ καίτοι κατὰ τόπον οὖσα καὶ αὐτὴ οὐ λέγεται ὅμως τοπικὴ διὰ τὸ μὴ πάντα ἀμείβειν τὸν τόπον. αὕτη μὲν ἡ τῶν λεγομένων ἔννοια. καὶ τὸν οὐρανὸν δέ, φησί, διὰ τοῦτο οἰόμεθα ἐν τόπῳ, ὅτι κινούμενος ἄλλοτε ἄλλο τῶν μορίων κατʼ ἄλλην καὶ ἄλλην θέσιν ἀμείβει.

Ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἕως τοῦ ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων.

Μέχρι τοῦδε διορίσας τὰ καθʼ αὑτὸ κινούμενα κατὰ τόπον, ἅπερ καθʼ αὑτὸ καὶ ἐν τόπῳ ἐστί, διότι καὶ οὐσίας εἶναι χρὴ σωματικὰς καὶ ὅλας <!-- 9.569 -->καὶ ἀπολελυμένας τῆς πρὸς ἀλλήλας συνεχείας καὶ περιεχομένας ὑπʼ ἄλλου, ὁμοίως καὶ ἀπὸ τοῦ ὁλοσχερεστέρως λεγομένου τόπου ἐπὶ τὸν κυρίως καὶ πρώτως λεγόμενον προάγει τὸν λόγον, ἵνα τούτῳ δείξῃ λοιπὸν ὑπαρχούσας τὰς περὶ τόπου προληφθείσας ἐννοίας. λέγομεν τοίνυν ὡς ἐν τόπῳ εἶναι ἐν τῷ οὐρανῷ, τουτέστι τῷ κόσμῳ, ὅτι περιεχόμεθα ὑπʼ αὐτοῦ, ὡς τοῦ περιέχειν σωματικῶς οἰκειοῦντος τῷ τόπῳ. οὐ μέντοι προσεχῶς ἐν τῷ οὐρανῷ ἐσμεν, οὐδὲ κυρίως ἡμῶν οὗτός ἐστι τόπος, ἀλλὰ διότι ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν τῷ οὐρανῷ. διὰ τὰ αὐτὰ δὲ καὶ ἐν τῷ ἀέρι, οὐχ ὅτι ἐν ἅπαντι τῷ ἀέρι, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ προσεχῶς ἡμᾶς περιέχον· διὰ γὰρ τοῦτο καὶ ἐν τῷ ἀέρι. ὅτι γὰρ οὐχ ὅλος ὁ ἀήρ ἐστιν ἡμῶν τόπος, δῆλον, εἴπερ ἴσον δεῖ τὸν τόπον τῷ ἐν τόπῳ εἶναι, καὶ εἰ μὴ ἴσος εἴη, μὴ εἶναι τόπον. ἴσον δέ ἐστι τὸ ἔσχατον τοῦ περιέχοντος ἡμᾶς τὸ πρὸς ἡμᾶς, ἐν ᾧ πρώτως ἐσμέν. ἆρα οὖν τοῦτο ὁ τόπος τὸ τοῦ περιέχοντος ἔσχατον τὸ προσεχὲς τῷ περιεχομένῳ; ἢ καὶ ἄλλης δεῖ τινος προσθήκης τῷ λόγῳ, ἣν καὶ προστίθησι. τὸ περιέχον ἢ συνεχές ἐστι τῷ περιεχομένῳ ἢ διῃρημένον ἀπʼ αὐτοῦ· καὶ εἰ μὲν συνεχές ἐστιν, οὐχ ὡς ἐν τόπῳ λέγεται τῷ περιέχοντι, ἀλλʼ ὡς ἐν ὅλῳ μέρος· ὅταν δὲ διῃρημένον εἴη καὶ ἁπτόμενον, ἔστι καὶ ἐν πρώτῳ τῷ ἐσχάτῳ τοῦ περιέχοντος ὡς ἐν τόπῳ. καὶ δείκνυσιν ἐν τούτῳ τὴν διαφορὰν τῶν τε ὡς ἐν ὅλῳ ὄντων καὶ τῶν ὡς ἐν τόπῳ, ὥσπερ μετʼ ὀλίγον τὴν διαφορὰν τῶν ὡς ἐν τόπῳ κινουμένων καὶ τῶν μετὰ τοῦ ὅλου κινουμένων.

Ὁ μέντοι Ἀλέξανδρος οἴεται διὰ τούτων δείκνυσθαι, ὅτι μὴ ἔστι τὰ συνεχῆ μέρη τοῦ ὅλου τοῦ ὄντος ἐν τόπῳ καθʼ αὑτὰ ἐν τόπῳ, ἀλλʼ ἐν ὅλῳ τῷ ἐν τόπῳ. καίτοι σαφῶς περὶ τῆς τοῦ περιέχοντος διαιρέσεως οἶμαι καὶ συνεχείας πρὸς τὸ ἐν αὐτῷ λέγει γράφων ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχὲς καὶ πάλιν ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον. συμφωνότερον οὖν οἶμαι καὶ τῇ λέξει καὶ τοῖς προκειμένοις ἔστιν ἀκούειν, ὅτι ὅταν μὲν συνεχὲς ᾖ τὸ περιέχον τῷ περιεχομένῳ, τότε ὡς μέρος ἐν ὅλῳ ἐστὶ τὸ περιεχόμενον ἐν τῷ περιέχοντι· ὅταν δὲ διῃρημένον, τότε ὡς ἐν τόπῳ τῷ ἐσχάτῳ τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ ἐν πρώτῳ τούτῳ. καὶ τούτῳ ἐφαρμόττει τὰ προληφθέντα περὶ τόπου ἀξιώματα τό τε μηδὲν εἶναι τοῦ ἐν τόπῳ — ἔξωθεν γὰρ αὐτοῦ ἐστι — καὶ τὸ ἴσον αὐτῷ εἶναι, ὃ ἔδειξε διὰ τοῦ ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων, τουτέστι τὰ πέρατα τοῦ τε περιέχοντος καὶ τοῦ περιεχομένου. ἀλλʼ εἰ μὲν ἐν τῷ αὐτῷ ὡς ἐν τόπῳ λέγοι, δῆλον ὅτι κατὰ συμβεβηκὸς ἂν εἴη λέγων· οὐ γὰρ δὴ αἱ ἐπιφάνειαι καθʼ αὑτὸ ἐν τόπῳ. ἀλλʼ οὐδὲ ὡς ἐν ὑποκειμένῳ τῷ αὐτῷ· ἑκατέρα γὰρ ἐπιφάνεια ἐν τῷ οἰκείῳ ἐστίν. ἀλλʼ οὐδὲ κατʼ ἄλλο τι τοῦ ἔν τινι σημαινόμενον αἱ ἐπιφάνειαι ἐν τῷ αὐτῷ εἰσι. “μᾶλλον οὖν ἐν τῷ αὐτῷ ἀκουστέον ἀντὶ τοῦ <!-- 9.570 -->ἅμα. ἐν τῷ αὐτῷ γὰρ λέγεται εἶναι καὶ ταῦτα, ὧν μηδέν ἐστι μεταξύ. καὶ ἔοικε καὶ οὗτος ὁ τρόπος τοῦ ἔν τινι παραλελεῖφθαι ἐν τῇ ἀπαριθμήσει τῶν τοῦ ἔν τινι σημαινομένων. τὰ γὰρ ἐφαρμόζοντα ἀλλήλοις καὶ μήτε ὄγκον ποιοῦντα μήτε ἔχοντά τι μεταξὺ ἐν τῷ αὐτῷ ἐστιν. ἓν γὰρ γίνεται τὸ ἀμφοῖν πέρας ἐπὶ τῶν ἁπτομένων συμπιπτόντων αὐτῶν διὰ τὸ μὴ ἔχειν ἐπʼ ἐκεῖνο διάστασιν. ὥσπερ ἐπὶ τῶν συνεχιζομένων ἀπόλλυται καὶ τὸ ἕν. συνεχῆ γάρ ἐστιν, ὧν οὐδέν ἐστι μεταξὺ πέρας ἐνεργείᾳ”. οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος τὸ ἐν τῷ αὐτῷ κατὰ τὸ ἅμα ἀκούει ἄλλο τι τοῦτο λέγων παρὰ τὰ ἀπαριθμηθέντα τοῦ ἔν τινι σημαινόμενον. ὁ δὲ Ἀσπάσιος ἐν τῷ αὐτῷ μὲν ὡς ἐν τόπῳ ἀκούει, οὕτω μέντοι ὡς ὁ ἀμφορεὺς τοῦ οἴνου ἐν ἑαυτῷ ἐλέγετο, διότι μέρος ἐν μέρει, καὶ ἡ ἐπιφάνεια τοῦ ἐν τόπῳ ἐν τῷ τόπῳ μιᾶς γινομένης τῆς ἐπιφανείας διὰ τὸ ἀβαθές· ἀλλʼ εἰ μία, πῶς ἔν τινι; ἢ ὡς ἐν τῷ τοῦ περιέχοντος σώματι.

Καὶ συνεχὲς μὲν ὂν οὐκ ἐν ἐκείνῳ κινεῖται ἕως τοῦ τὸ δὲ ὕδωρ ἐν τῷ κάδῳ.

Καὶ τοῦτο δεικτικὸν οἶμαι τοῦ δεῖν τὸ ἐν τόπῳ μὴ εἶναι συνεχὲς πρὸς τὸν τόπον, ἀλλὰ ἀπολελυμένον. δείκνυσι δὲ ἀπὸ τῆς ἐν τόπῳ κινήσεως, εἴ γε τὸ μὲν ἐν τόπῳ ἐν τῷ τόπῳ κινεῖται τῷ περιέχοντι αὐτό, τὸ δὲ συνεχὲς οὐ κινεῖται ἐν τῷ περιέχοντι αὐτό, ἀλλὰ μετʼ ἐκείνου. ὅταν οὖν διαιρεθῇ, τότε ἐν τόπῳ ἐστί· τότε γὰρ ἐν τῷ περιέχοντι κινεῖται, κἄν τε κινῆται τὸ περιέχον ὥσπερ τὸ ἀγγεῖον, κἄν τε μὴ ὡς ὁ κυρίως τόπος. ὁ μέντοι Ἀσπάσιος τὸ ἐν τόπῳ μένον ἢ κινούμενον ὡς τὸ κλυδαζόμενον ἢ κυκλοτερῶς περιφερόμενον ὕδωρ ἐξεδέξατο. δῆλον δὲ ὅτι τὸ ἀγγεῖον οὐχ ὅλον τόπος ἐστίν, ἀλλʼ ἡ κοίλη ἐπιφάνεια τοῦ κάδου ἢ τοῦ κεράμου· ὁ μέντοι Ἀλέξανδρος “καὶ τοῦτο δεικτικόν, φησί, τοῦ τὰ μέρη τὰ συνεχῆ μὴ εἶναι ἐν τόπῳ, εἴ γε τὸ μὲν ἐν τόπῳ ὂν ἐν τούτῳ κινεῖται, τὸ δὲ ἐν ὅλῳ ὄν — τοιοῦτον δὲ τὸ συνεχὲς μέρος — οὐκ ἐν ἐκείνῳ ἀλλὰ σὺν ἐκείνῳ κινεῖται”. οὕτω δὲ ἐξηγούμενος τὰ ἐφεξῆς ἀπὸ τοῦ ἔτι ὅταν μὴ διῃρημένον ᾖ ἕως τοῦ ἤδη τοίνυν φανερὸν τί ἔστιν ὁ τόπος τὰ αὐτὰ τοῖς προειρημένοις εἶναί φησι καὶ διπλῆν αἰτιᾶται γραφήν, ὡς εἴ γε τὰ πρότερα τὰ ἀπὸ τοῦ “ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ” περὶ τῆς διαφορᾶς ἤκουε τῶν ἐν τόπῳ ὄντων πρὸς τὰ ἐν ὅλῳ, τὰ δὲ ἐφεξῆς τὰ ἀπὸ τοῦ συνεχὲς μὲν ὂν οὐκ ἐν ἐκείνῳ κινεῖται περὶ τῆς διαφορᾶς τῶν ἐν τόπῳ κινουμένων πρὸς τὰ μέρη τὰ μετὰ τοῦ ὅλου κινούμενα. δύναται ταῦτα συντόμως μετὰ παραδειγμάτων περὶ τῶν αὐτῶν λέγειν, τὰ μὲν πρῶτα περὶ τῶν ἐν ὅλῳ ἢ ἐν τόπῳ, τὰ δὲ ἐφεξῆς περὶ τῶν μετὰ τοῦ ὅλου ἢ ἐν <!-- 9.571 -->τόπῳ κινουμένων. τὰ μὲν γὰρ συνεχῆ ὡς ἔν τινι ἂν εἴη, ὅτι ὡς μέρος ἐν ὅλῳ λέγεται ὡς ἐν τῷ ὀφθαλμῷ ἡ ὄψις ἢ ἐν τῷ σώματι ἡ χείρ, τὰ δὲ διῃρημένα ὡς ἐν τόπῳ ἢ ὡς ἐν ἀγγείῳ, κἂν ἄμφω τὰ παραδείγματα ἀγγείων παρέθετο κάδου καὶ κεράμου. τάχα δὲ τὸν μὲν οἶνον ἐν τῷ κεράμῳ παράδειγμα τοῦ ἐν τόπῳ ὄντος παρατίθεται, τὸ δὲ ὕδωρ ἐν τῷ κάδῳ παράδειγμα τοῦ ἐν τόπῳ κινουμένου. ἐν γὰρ τῇ ἀνιμήσει κινεῖται τὸ ὕδωρ ἐν τῷ κάδῳ, ὥστε ποτὲ μὲν τὰ ὄντα ἐν τόπῳ πρὸς τὰ ὄντα ἐν ὅλῳ παρατίθησιν ἀλλήλοις, ποτὲ δὲ τὰ κινούμενα. τοῦτο δέ, ἵνα κατʼ ἄμφω διορισθῇ τὰ ἐν τόπῳ πρὸς τὰ ἐν ὅλῳ. καὶ ὁ Ἀσπάσιος δὲ τελέως παρῆκε τὰ ὕστερα.

Ἤδη τοίνυν φανερὸν ἐκ τούτων, τί ἐστιν ὁ τόπος ἕως τοῦ τούτων δὲ ὅτι τὰ τρία οὐκ ἐνδέχεται εἶναι φανερόν.

Ἀγαγὼν τὴν περὶ τόπου ἔννοιαν εἰς τὸ τοῦ περιέχοντος πέρας τὸ πρὸς τῷ περιεχομένῳ ἀπολελυμένον αὐτοῦ, διότι καὶ περιεκτικὸν τοῦτο τοῦ ἐν αὐτῷ ἐστι καὶ ἴσον καὶ ἄλλο παρʼ αὐτό, ἅπερ κυριώτατα τῶν περὶ τόπου ἀξιωθέντων ἐστίν, ἤδη φανερὸν ἐκ τῶν εἰρημένων εἶναί φησι, τί ἐστιν ὁ τόπος, ὅτι τὸ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον. ὅτι δὲ τοῦτό ἐστιν, ἐφεξῆς καὶ ἐκ διαιρέσεως πειρᾶται δεικνύναι, καὶ χρῆται τῷ διὰ πλειόνων λεγομένῳ διαιρετικῷ ὄντι τοιούτῳ· ἤτοι τὸ α ἔστιν ἢ τὸ β ἢ τὸ γ ἢ τὸ δ· ἀλλʼ οὔτε τὸ α οὔτε τὸ β οὔτε τὸ γ· τὸ δ ἄρα. καί φησιν ὅτι τέτταρά ἐστιν, ὧν ἀνάγκη τὸν τόπον ἕν τι εἶναι. ἢ γὰρ τὸ εἶδος τοῦ ἐν τόπῳ ἢ ἡ ὕλη αὐτοῦ ἢ τὸ διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος τὸν τόπον ἀνάγκη εἶναι — ὃ τινὲς καὶ τῶν προτέρων ὡς οἱ περὶ Δημόκριτον καὶ τῶν ὑστέρων ὡς οἱ περὶ Ἐπίκουρον καὶ οἱ Στωικοί, τινὲς δὲ καὶ κατὰ Πλάτωνα τοῦτο τὸν τόπον εἶναι ἐνόμισαν — ἢ τὰ ἔσχατα τοῦ περιέχοντος. εἰ οὖν μηδὲν τῶν τριῶν ἐστιν, ὡς δείξει, ἀνάγκη τὸ λειπόμενον εἶναι τὸν τόπον· τὸ δὲ διάστημα τοῦτο οἱ μὲν περὶ Δημόκριτον καὶ Ἐπίκουρον κενὸν εἶναι λέγουσιν οὕτως ὥστε ποτὲ μὲν πληροῦσθαι σώματος ποτὲ δὲ καὶ κενὸν ἀπολείπεσθαι, οἱ δὲ Πλατωνικοὶ καὶ οἱ Στωικοὶ εἶναι μὲν ἄλλο παρὰ τὰ σώματά φασιν, ἀεὶ δὲ σῶμα ἔχειν, ὡς μηδέποτε κενὸν ἀπολείπεσθαι. ἀλλʼ αὐτὸς μὲν ἅτε μὴ προσθεὶς τὴν ἀνάγκην τῆς διαιρέσεως τὸ σχεδὸν προέταξεν, ἐπειδὴ δὲ ἐὰν μὴ ἀνελλιπὴς ἡ διαίρεσις φανῇ, σαθρὰ δοκεῖ ἡ ἀπόδειξις, πειρατέον τὴν ἀνάγκην εὑρεῖν· οὕτω γὰρ καὶ τὸ σχεδὸν οὐκ ἀορίστου ἐννοίας, ἀλλʼ εὐλαβείας φιλοσόφου δειχθήσεται. εἰ τοίνυν τὸ κινούμενον κατὰ τόπον μεταβάλλει κατὰ τόπον, ἀνάγκη τὸν τόπον ἐκεῖνο εἶναι, καθὸ μεταβάλλει τὸ <!-- 9.572 -->κατὰ τόπον κινούμενον· μεταβάλλει δὲ τὸ κατὰ τόπον κινούμενον ἢ κατά τι τῶν ἐν αὐτῷ ἢ κατά τι τῶν προσεχῶς περὶ ἑαυτό· ἀλλὰ τὰ μὲν ἐν τῷ κινουμένῳ ὕλη καὶ εἶδός ἐστι καὶ παρὰ ταῦτα οὐδέν· τὰ δὲ περὶ αὐτὸ προσεχῶς τό τε πέρας τοῦ περιέχοντος αὐτὸ καὶ τὸ μεταξὺ τοῦ πέρατος ἐκείνου διάστημα, εἴπερ ἔστι τοιοῦτον, καὶ ἄλλο οὐδὲν παρὰ ταῦτα· ὥστε καὶ ἀποφήναιτο ἄν τις ὅτι τῶν τεττάρων τι ἓν ἔσται ὁ τόπος. ἐὰν οὖν δειχθῇ ὅτι τῶν τριῶν οὐδὲν οἷόν τε εἶναι, οὔτε τὴν ὕλην οὔτε τὸ εἶδος οὔτε τὸ διάστημα, δῆλον ὅτι τὸ πέρας ἂν εἴη τοῦ περιέχοντος ὁ τόπος. πῶς δὲ οὐκ εἶπεν “ἢ τὰ ἔσχατα, εἰ μηδέν ἐστι τῶν τριῶν”, ἀλλʼ εἰ μὴ ἔστι μηδὲν διάστημα παρὰ τὸ τοῦ ἐγγινομένου σώματος μέγεθος; ἢ ὅτι τῶν δύο τῶν ἄλλων αὕτη πιθανωτέρα δοκεῖ ἡ ὑπόθεσις τῆς τε τὸ εἶδος καὶ τῆς τὴν ὕλην λεγούσης εἶναι τὸν τόπον. ἢ μᾶλλον ὅτι τὰ δύο διὰ πολλῶν ἔφθασεν ἀνελεῖν δείξας πρότερον, ὅτι οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος ὁ τόπος ἐστίν. ὥστε εἰ τὸ διάστημα ἀναιρεθείη, κἂν μηδὲν προστεθῇ περὶ τῶν ἄλλων, λείπεται τὸ ἔσχατον τοῦ περιέχοντος εἶναι τὸν τόπον.

Ἀλλὰ διὰ μὲν τὸ περιέχειν ἕως τοῦ τὸ τυχὸν μετεμπίπτει σῶμα τῶν μεθισταμένων καὶ ἅπτεσθαι πεφυκότων.

Τὰς αἰτίας λέγει, διʼ ἃς ἕκαστον τῶν τριῶν τῶν ἄλλων ὑπενοήθη τόπος εἶναι, καὶ τοῦ μὴ ὀρθῶς ὑπονοηθῆναι πάλιν διδάσκει τοὺς τρόπους, τὰς διαφορὰς ὑποδεικνύων. καὶ πρῶτον περὶ τοῦ εἴδους. ἐπειδὴ γὰρ περιέχειν δοκεῖ ὁ τόπος τὸ ἐν τόπῳ σῶμα, δοκεῖ δὲ καὶ τὸ εἶδος περιέχειν τὸ οὗ ἐστιν εἶδος, δοκεῖ τὸ εἶδος εἶναι τόπος. καὶ μάλιστα ὅτι ἐν ταὐτῷ δοκεῖ τό τε εἶδος εἶναι πέρας ὂν τοῦ περιεχομένου καὶ τὸ τοῦ περιέχοντος πέρας· καὶ γὰρ καὶ συντιθέμενα ταῦτα διὰ τὸ ἀβαθῆ εἶναι οὐδὲν ποιεῖ πλέον. ὅτι δὲ διάφορα ταῦτα τό τε εἶδος τοῦ ἐν τόπῳ καὶ τὸ πέρας τοῦ περιέχοντος, δῆλον, εἴ γε τὸ μὲν πέρας ἐστὶ τοῦ ἐν τόπῳ, τὸ δὲ πέρας τοῦ περιέχοντος. εἰ οὖν ἄλλος ὁ τόπος παρὰ τὸ ἐν τόπῳ, ἄλλο ἂν εἴη τὸ εἶδος τοῦ ἐν τόπῳ καὶ ἄλλος ὁ τόπος. διὰ πλειόνων δὲ πρότερον δείξας, ὅτι τὸ εἶδος οὐκ ἔστι τόπος, ἠρκέσθη νῦν δεῖξαι τὴν τῶν περάτων τοῦ τε περιέχοντος καὶ τοῦ περιεχομένου διαφοράν. ἐφεξῆς δὲ πάλιν τὴν αἰτίαν προστίθησι τοῦ τὸ διάστημα τὸ μεταξὺ τῶν τοῦ περιέχοντος περάτων νομίζεσθαι τὸν τόπον. ἐπειδὴ γὰρ εἰς ἔννοιαν ἤλθομεν τοῦ τόπου ἀπὸ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων τῷ ἄλλοτε ἄλλα ἐν τῷ αὐτῷ γίνεσθαι τόπῳ, δοκεῖ τι διάστημα ὁ τόπος εἶναι ἄλλο παρὰ τὸ μεθιστάμενον σῶμα μεταξὺ τῶν τοῦ περιέχοντος περάτων οἷον τῆς κοίλης ἐπιφανείας τοῦ κεράμου, ὡς κενούμενον καὶ δεχόμενον τὰ ἀντιμεθιστάμενα σώματα χωριστόν τι ὂν <!-- 9.573 -->αὐτῶν. καὶ γὰρ καὶ τοῦτο ὑπάρχειν δοκεῖ τῷ τόπῳ. εἶτα τὴν αἰτίαν τῆς ἀπάτης προστίθησι. καὶ οὕτως ἐλέγχει τὸν λόγον δεικνὺς μηδὲν εἶναι τοιοῦτον διάστημα. αἴτιον δὲ τῆς ἀπάτης φησὶ τὸ ἐξιόντος τινὸς σώματος ἄλλο πάντως ἀντεισιέναι καὶ αὐτὸ διάστημα ἔχον. καὶ μεταφέρουσι τὸ τῶν σωμάτων διάστημα ἐπὶ τὸν τόπον ὡς αὐτὸν ὄντα τὸ διάστημα, ὡς εἴ γε μὴ ἀντεισῄει πάντως ἄλλο σῶμα, ἀλλὰ συνέπιπτεν ἐν τῇ ἐξόδῳ τοῦ προτέρου τὸ δεχόμενον ἀγγεῖον, ὡς ἐπὶ τῶν ἀσκῶν ὁρῶμεν οἳ συμπίπτουσι κενούμενοι, οὐκ ἂν εἶναί τι τὸ μεταξὺ διάστημα ἐνομίζομεν. τοιγαροῦν ἐπὶ τοῦ ἀέρος οὐχ ὁμοίως φανταζόμεθα ὑπομένειν τὸ διάστημα τοῦ ἐμοῦ σώματος. συγχεῖται γὰρ εὐθὺς κινηθέντος ἡ περιέχουσά με ἐπιφάνεια καὶ ἑνοῦται πρὸς ἑαυτήν· νῦν δὲ τῷ ἄλλο τι ἀντεισιέναι διαστατόν, ἅπτεσθαι δυνάμενον τοῦ περιέχοντος, ἀλλὰ μὴ ἡνωμένον πρὸς αὐτό, δοκεῖ μένειν τὸ διάστημα — διὰ τοῦτο γὰρ προσέθηκε τὸ τῶν ἅπτεσθαι πεφυκότων —, ἀλλὰ μὴ ἑνοῦσθαι· τὰ γὰρ ἑνούμενα οἷον ἀὴρ πρὸς ἀέρα καὶ ὕδωρ πρὸς ὕδωρ οὐκέτι ὡς ἐν τόπῳ ἐστὶν οὐδὲ ὡς ἐν ἀγγείῳ τούτῳ πρὸς ὃ συνεχίζεται, οὐδὲ μένει ἔτι ὁ τόπος διῃρημένος ἀπὸ τοῦ ἐν τόπῳ. ὅτι δὲ ἀντεισέρχεται πάντως τι ἀεὶ σῶμα, δηλοῖ τὰ στεγανὰ τῶν ἀγγείων καὶ αἱ καλούμεναι κλεψύδραι μὴ ἐκρέουσαι τὸ ἐνυπάρχον ὕδωρ, εἰ μὴ χώραν εἰσρύσεως ἐν αὐτοῖς ὁ ἀὴρ λάβοι. “ἀλλʼ ὑποθώμεθα, φησὶν ὁ Γαληνός, ἐξαιρεθέντος τοῦ ὕδατος ἐκ τοῦ κεράμου μηδὲν ἕτερον εἰσρυῆναι σῶμα· μένει τοίνυν τὸ μεταξὺ τῆς ἐπιφανείας τοῦ ἀγγείου διάστημα κεχωρισμένον”. ἀλλὰ ἄλογος ἡ ὑπόθεσις. τὸ γὰρ ζητούμενον ὑποτίθεται· ζητούντων γὰρ ἡμῶν, εἰ δύναται εἶναι διάστημα κεχωρισμένον, ὑποτίθεται εἶναι διάστημα κεχωρισμένον οὐχ ὅτι ἔστι δεικνύς, ἀλλʼ ἑαυτῷ πλάττων καὶ ἀναζῳγραφῶν, ὅλως δὲ ἀδύνατα ὑποτίθεται ὁ ταῦτα λέγων. ὡς γὰρ ἀδύνατον σώματος ὄντος μὴ εἶναι διάστημα, οὕτως ἀδύνατον διαστήματος ὄντος μὴ εἶναι σῶμα· τὸ γὰρ διάστημα ἐν τούτῳ. διὸ καὶ ὁ ὑποτιθέμενος μὴ εἶναι μὲν σῶμα ἐν τῷ ἀγγείῳ, εἶναι δὲ ἐν αὐτῷ διάστημα ὑποτίθεται καὶ μὴ εἶναι σῶμα ἐν αὐτῷ καὶ εἶναι. ὑποτιθέσθω δέ, εἰ δοκεῖ, τὰ αὐτὰ ἐπὶ τῶν ἁπτομένων σωμάτων καὶ μὴ κοίλων, ἀφαιρεθέντος τοῦ ἁπτομένου μηδὲν ἅπτεσθαι αὐτῶν σῶμα. δῆλον ὅτι ὁ τοῦτο λέγων αἰτεῖται κενὸν εἶναι, οὐ μέντοι ἀποδείκνυσιν. οὕτως οὖν καὶ ἐπὶ τῶν κοίλων, ἅ ἐστι ἀγγεῖα. καὶ γὰρ καὶ τούτων ἐστὶν ἀεί τι τὸ ἁπτόμενον. οὐ γὰρ διότι τὸ σχῆμα τοιαῦτά ἐστι, διὰ τοῦτο ἠλλάγη τὴν φύσιν. ὡς οὖν ἐπὶ τούτου λέγομεν, ὅτι εἰ ἐδύνατο <!-- 9.574 -->τοῦτο γίνεσθαι ὡς εἶναί τι διάστημα χωρὶς σώματος, ἦν ἂν κενόν, ἐπεὶ δὲ μὴ ἔστιν, ὡς δειχθήσεται, ἀδύνατον ὑποχωρήσαντος τοῦ τέως ἁπτομένου μὴ ἄλλο τι ἀντʼ ἐκείνου ἐλθὸν ἅπτεσθαι τοῦ αὐτοῦ σῶμα, οὕτω καὶ ἐπὶ τοῦ ἀγγείου. ὅλως δὲ ἡ τοῦ καθʼ αὑτὸ διαστήματος ἐπίνοια γίνεται ἀφαιρούντων ἡμῶν τῇ φαντασίᾳ τὰς ποιότητας, καθʼ ἃς τὸ μέν ἐστιν ὕδωρ τὸ δὲ οἶνος τὸ δὲ ἄλλο τι, καὶ λαμβανόντων τὸ τῶν ἴσων σωμάτων διάστημα, ὡς ἄλλο μὲν ἐκείνων ἑκάστου ὂν ἐν οἷς ἦν αὐτῷ τὸ εἶναι, ταὐτὸν δὲ αὐτῷ εἶναι διὰ τὴν ἰσότητα, καὶ τὸ χωρὶς ἐκείνων αὐτὸ λαμβάνειν μεθʼ ὧν ἦν, τὸ μὲν ὡς οἴνου τὸ δὲ ὡς ὕδατος διάστημα. ἀλλʼ ὅτι μὲν ὁ ὑποτιθέμενος ἐξαιρουμένου τοῦ ἐνόντος σώματος μηδὲν ἀντεισάγεσθαι αἰτεῖ τι κενὸν εἶναι ἐν ὑποστάσει, πρόδηλον. εἰ μέντοι τις λέγοι εἶναι μὲν τὸ διάστημα ἐν παντὶ τῷ κόσμῳ, οὐ μέντοι κενὸν εἶναί ποτέ τι ἐν αὐτῷ οὔτε γίνεσθαι, ἀλλʼ ἐξιόντος σώματος ἀντεισάγεσθαί τι ἄλλο πάντως καὶ διʼ αὐτὸ τοῦτο τὸ μηδὲν εἶναι κενὸν καὶ εἶναι τοῦτο τὸ διάστημα τὸν τόπον, ἄλλη τίς ἐστιν αὕτη ἡ ὑπόθεσις καὶ ἀλλοίων ἐλέγχων προσδεομένη, καὶ φαίνεται πρὸς ταύτην μάλιστα τὴν ὑπόθεσιν ὁ Ἀριστοτέλης ἐνιστάμενος.

Εἰ δὲ ἦν τι διάστημα τὸ πεφυκὸς καὶ μένον ἕως τοῦ ὅς ἐστι τόπος ὅλου τοῦ οὐρανοῦ.

Εἰπὼν τὰ πείσαντα διάστημα νομίσαι τὸν τόπον καὶ τὰς αἰτίας τῆς ἀπάτης προσθεὶς ἐπὶ τὸν ἔλεγχον νῦν τρέπεται τῆς ὑποθέσεως ἀσαφέστερόν πως ἑρμηνεύσας τὸ ἐπιχείρημα. ἔχει δὲ οὕτως ἐξ ἀκολουθίας ἀνασκευαστικὸν ὑπάρχον κατὰ τὸν δεύτερον ἀναπόδεικτον τρόπον, καθʼ ὅν ἐστι τὸ συνημμένον τοιοῦτον· εἰ ἔστιν ὁ τόπος διαστήματός τις φύσις ὑπομένοντος καθʼ αὑτὸ καὶ μὴ ἐν σώματι ὄντος, τρία ἄτοπα ἀκολουθήσει· καὶ γὰρ ἄπειροι ἔσονται τόποι, καὶ ὁ τόπος ἔσται μεταβάλλων κατὰ τόπον, ὥστε τοῦ τόπου ἔσται ἄλλος τόπος, καὶ πολλοὶ τόποι ἅμα ἔσονται· ἀλλὰ μὴν ταῦτα ἀδύνατα· οὐκ ἄρα ἔσται τοιοῦτον διάστημα. φανήσεται δὲ τὸ συνημμένον ἀληθές, ἐὰν ὑποθώμεθα ἀγγεῖον ὕδωρ ἔχον ἢ ἀέρα μεταφερόμενον ἀπὸ τόπου εἰς τόπον οὕτως, ὥστε καὶ τὸ ἐν αὐτῷ κινεῖσθαι οἰκείαν κίνησιν κλυδαζόμενον ἢ κύκλῳ περιφερόμενον. εἰ οὖν κεχώρηκε διʼ ὅλου τοῦ ὕδατος τὸ διάστημα, μεθισταμένου φησὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος ταὐτὸν ποιήσει τὰ μόρια πάντα ἐν τῷ ὅλῳ, ὅπερ ἅπαν τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ. ὥσπερ γὰρ ἐπὶ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων, ὅταν ἐν ᾧ ἐστιν ὕδωρ ἐν αὐτῷ γένηται ἀήρ, ἐνοήσαμεν τὸν τόπον, <!-- 9.575 -->ὡς εἴρηται πρότερον, οὕτως ἀντιμεθισταμένων ἀλλήλοις τῶν μορίων τοῦ ὕδατος ἐν τῷ κλυδασμῷ ἔσται ἕκαστον μόριον ἐν μέρει τοῦ διαστήματος, τουτέστιν ἐν τόπῳ καθʼ αὑτό, εἴπερ ὅλον διʼ ὅλου κεχώρηκε τοῦ ὕδατος τὸ διάστημα. οἱ μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος τόπον εἶναι λέγοντες τὸ μὲν ὅλον καθʼ αὑτό φασιν ἐν τόπῳ, τὰ δὲ μόρια κατὰ συμβεβηκός, ἐπειδὴ οὐδὲ περιέχεται ταῦτα ὑπʼ αὐτοῦ προσεχῶς, οἱ δὲ τὸ διάστημα τὸ διὰ πάντων χωροῦν οὗτοι προσεχεῖς καὶ καθʼ αὑτὸ τῶν μορίων λέγουσι τοὺς τόπους· καὶ γὰρ ἐν διαστήματι καθʼ αὑτό ἐστιν ἕκαστον. τὰ δὲ προσεχῶς ἐν τόπῳ ὄντα διωρισμένα ἐστίν, ὡς δέδεικται πρότερον· διωρισμένοι δὲ καὶ οἱ τόποι. εἰ οὖν διωρισμένα ἐστὶ τὰ μόρια τοῦ συνεχοῦς, ὡς δῆλον καὶ ἐκ τοῦ καθʼ αὑτὰ κινεῖσθαι καὶ καθʼ αὑτὰ ἐν τόπῳ εἶναι, ἄπειρα ἂν εἴη τὰ μόρια καὶ ἄπειροι οἱ τόποι· ἀντὶ δὲ τοῦ εἰπεῖν, ὅτι καὶ τὰ μέρη οὐκέτι ἔσται συνεχῆ τῷ ὅλῳ, ἀλλὰ καθʼ αὑτὰ ἔσται ἐν τόπῳ, εἶπεν ὅτι πάντα τὰ μόρια τὰ ἐν τῷ ὅλῳ τοῦτο ποιήσει, ὅπερ τὸ ὅλον ὕδωρ ἐν τῷ ἀγγείῳ. τὸ δὲ ὅλον ὕδωρ καθʼ αὑτὸ μεθίστατο καὶ καθʼ αὑτὸ ἦν ἐν τόπῳ διωρισμένον· ὥστε τὸ διάστημα τόπος ὑποτεθὲν αἴτιον γέγονε τοῦ τὰ μόρια καθʼ αὑτὸ κινεῖσθαι κατὰ τόπον καὶ ἐν τόπῳ εἶναι, τοῦτο δὲ τοῦ διωρίσθαι τὰ μόρια καὶ τοὺς τόπους, τοῦτο δὲ τοῦ καὶ τὰ μόρια ἄπειρα εἶναι ἐνεργείᾳ καὶ τοὺς τόπους. ἐπειδὴ δὲ περὶ τόπου νῦν ὁ λόγος, τὴν τῶν τόπων ἀπειρίαν νῦν καὶ οὐχὶ τὴν τῶν μορίων ὡς ἄτοπον ἐπήνεγκεν. εἰ δὲ ἄπειροι τῷ πλήθει κατʼ ἐνέργειαν διαστήματα ὄντες οἱ τόποι, καὶ ἐν τῷ κυάθῳ ἔσται καὶ τὸ μέγεθος ἄπειρον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν μορίων τῶν ἐν τοῖς ἀπείροις τόποις ἀπείρων ῥητέον· τὸ γὰρ ἐξ ἀπείρων τῷ πλήθει μεγεθῶν ὁπηλικονοῦν ἔσται καὶ τῷ μεγέθει ἄπειρον. οὕτω μὲν οὖν συνάγεται, εἰ ἔστι τὸ διάστημα, ἐν τῷ αὐτῷ οἷον ἐν κυάθῳ ἀπείρους εἶναι τόπους.

Ἀκολουθεῖ δὲ καὶ τὸ δεύτερον ῥηθὲν ἄτοπον τὸ ἅμα δὲ καὶ ὁ τόπος ἔσται μεταβάλλων ὥστε τοῦ τόπου ἔσται τις ἄλλος τόπος· εἰ γὰρ μετασταίη τὸ ἀγγεῖον ἔχον ἐν ἑαυτῷ διάστημα, ἔσται τὸ διάστημα τοῦτο ἐν τῷ διαστήματι ἐν ᾧ τὸ ἀγγεῖον γέγονε, καὶ οὕτως ἔσται τοῦ τόπου τόπος, ὅπερ ἄτοπον. καὶ τὸ τρίτον δέ, ὅτι πολλοὶ τόποι ἅμα ἔσονται· μεταφερομένου γὰρ τοῦ ἀγγείου συμμεταφέρεται καὶ τὸ μεταξὺ τῶν περάτων αὐτοῦ διάστημα καὶ γίνεται ἐν ἄλλῳ ἴσῳ διαστήματι, ὥστε <!-- 9.576 -->τὰ ἐν τοῖς ἀγγείοις ἔσται ἔν τε τοῖς ἐξ ἀρχῆς διαστήμασιν, ἅπερ ἐλέγοντο τόποι, καὶ ἐν τούτοις εἰς οὓς μεταστάντα γεγόνασι. καὶ πολλοὶ τόποι ἅμα ἔσονται, οὐ μόνον ὅτι ἔσται ὁ ἐξ ἀρχῆς καὶ εἰ ὅς, ἀλλʼ ὅτι καὶ οἱ ἐξ ἀρχῆς πολλοὶ ὄντες διωρισμένων τῶν μορίων — τάχα δὲ ἄπειροι καὶ οἱ εἰς οὓς μεθίστανται — πολλοὶ τόποι ἅμα ἔσονται πολλοῖς ἄλλοις τοῦ αὐτοῦ σώματος τόποις. ἆρα οὖν μὴ τὰ αὐτὰ ἄτοπα ἀκολουθεῖ καὶ τοῖς τὸ ἔσχατον τοῦ περιέχοντος λέγουσι τὸν τόπον; ἢ οὐδαμῶς. οὐ γὰρ λέγεται κινουμένου τοῦ ἀμφορέως ἐν ἄλλῳ γίνεσθαι τόπῳ τὸ ὕδωρ ἢ τὰ τοῦ ὕδατος μόρια· ἐν τῷ αὐτῷ γάρ ἐστι καὶ οὐ γίνεται ἐν ἑτέρῳ, ὡς εἰ ἦν διάστημα ἐν διαστήματι. πῶς οὖν εἰ τὸν αὐτὸν κατέχοι τόπον ὁ οἶνος καὶ καθʼ ὅλον καὶ κατὰ μόρια, κινήσεται ἐκ Θάσου Ἀθήναζε; ἢ οὐδὲ κινεῖται καθʼ αὑτόν — μένει γὰρ ἐν τῷ ἀμφορεῖ —, ἀλλὰ κινεῖται καὶ μεθίσταται ὁ ἀμφορεὺς ἐν ᾧ ὁ οἶνός ἐστιν, οὐκ αὐτὸς ὁ οἶνος οὐδὲ τὰ μόρια αὐτοῦ εἰ μὴ κατὰ συμβεβηκός, ἀλλʼ ὁπότε ταῦτα κινεῖται, ἀλλήλοις ἀντιμεθίσταται τὰ ἐν τῷ κεράμῳ. εἰ δὲ ἦν τὸ διάστημα ὁ τόπος, συμμεθίστατο ἂν τοῖς ἀγγείοις τὰ σώματα καθʼ αὑτὰ καὶ τὰ μόρια ὁμοίως ἐκείνοις διῃρημένως ἐξαλλάσσοντα τὸ διάστημα, καὶ ἐγίνετο ἂν ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ οὐ κατὰ συμβεβηκός, ὧν ἕκαστος τόπος μέρος τοῦ μείζονος καὶ πάλιν ὁ μείζων τοῦ μείζονος καὶ τοῦτο ἄχρι τοῦ μεγίστου τόπου καὶ διαστήματος, ἐν ᾧπερ ἐστὶν ὁ οὐρανός. διάστημα γάρ τι ὑποτίθενται, ἐν ᾧ ὅλος ὁ κόσμος ἐστί, κεχωρηκὸς διʼ ὅλου, οὗ ἐν μέρει ἕκαστον ἀεὶ σῶμα ἐγγίνεται. καὶ γὰρ καὶ τοῦτο ὑπάρχει τῷ λόγῳ τούτῳ τὸ τόπον τόπου μέρος ποιεῖν, καθάπερ καὶ διάστημα διαστήματος. ἀλλὰ τοῦτο μὲν ἔξωθεν. ἐκεῖνο δὲ ὅρα, ὅτι ἢ καθʼ αὑτὸ ποιήσουσι κινεῖσθαι τὸν οἶνον οἱ τὸ διάστημα τόπον λέγοντες μηδὲν τοῦ ἀμφορέως διαφέροντα κατὰ τοῦτο, ἢ πάντῃ ἀκίνητον μένειν ἐροῦσι τὸν ἀπὸ Θάσου Ἀθήναζε μεταβαίνοντα. κατὰ συμβεβηκὸς γὰρ τούτοις οὐ προχωρεῖ λέγειν, διότι ὁμοίως ἐν τῷ διαστήματι τόν τε ἀμφορέα λέγουσιν εἶναι καὶ τὸν ἐν αὐτῷ οἶνον καὶ τὰ μόρια αὐτοῦ. ταῦτα μὲν οὖν εἰς τὴν δυνατὴν σαφήνειαν τῆς Ἀριστοτέλους λέξεως εἰρήσθω.

Προσεκτέον δὲ τῷ Ἀλεξάνδρῳ τὸ καὶ πολλοὶ τόποι ἅμα ἔσονται ἐξηγουμένῳ οὕτως· “ἔσται γάρ, φησί, τὰ ἐν τοῖς ἀγγείοις, εἰ διάστημα ὁ τόπος εἴη, ἅμα τε ἐν τοῖς ἐξ ἀρχῆς τόποις τε καὶ διαστήμασιν καὶ ἐν τούτοις εἰς οὓς γέγονε πάλιν σὺν τῷ ἀγγείῳ. κἂν πάλιν μετακομισθῇ, ὁμοίως πάλιν συμμετακομίζοιτο ἂν ἐν τοῖς διαστήμασιν, ἐν οἷς ἦν· οὕτω δὲ γίνοιντο ἂν ἑκάστῳ τῶν ἐν τοῖς ἀγγείοις ἄπειροι τόποι καὶ ἄπειρα διαστήματα καθʼ ἑκάστην μεταφορὰν τοῦ ἀγγείου διάστημά τι ἴσον αὐτῷ τοῦ <!-- 9.577 -->ἐν αὐτῷ προσλαμβάνοντος, τουτέστι τόπον.” πῶς δὲ τοῦτο ἀληθές; τάχα μὲν γὰρ οὐδὲ τὸ ἐν τῷ κεράμῳ διάστημα συμμεταβαίνειν συγχωρήσουσιν οἱ τὸ διάστημα λέγοντες τόπον, ἀλλʼ ἀεὶ ἐν ἄλλῳ καὶ ἄλλῳ γίνεσθαι τοῦ ὅλου διαστήματος μέρει. εἰ δὲ καὶ τοῦτο δοίη τις, ἀλλʼ οὐκ ἀνάγκη καὶ ἐκεῖνο εἰς ὃ ἐγένετο ὁ κέραμος μεταβαίνειν· ἄλλοτε γὰρ ἐν ἄλλῳ μέρει τοῦ διαστήματος γίνεται. ἄμεινον οὖν οἶμαι τὸ πολλοὶ ἅμα ἔσονται ἐπὶ τῶν μεθισταμένων πολλῶν ὄντων καὶ εἰς οὓς μεθίστανται ἀκούειν, ὡς εἴρηται πρότερον. τὸ δὲ οὐκ ἔστι δὲ ἄλλος ὁ τόπος τοῦ μορίου ἐν ᾧ κινεῖται εἴρηται πρὸς τὸ ἄτοπον τὸ λέγον, ὅτι ἔσται τόπος τόπου καὶ πολλοὶ τόποι ἅμα, ὅπερ ἠκολούθησε διὰ τὸ ἄλλο μὲν εἶναι διάστημα, ὃ ἤγαγε μεθʼ ἑαυτοῦ τὸ ὕδωρ, ἄλλο δὲ τὸ ἐν ᾧ ἐγένετο. λέγει οὖν, ὅτι οὐκ ἔστιν ἄλλος καὶ ἄλλος τόπος ἀλλʼ ὁ αὐτός, ἐπειδὴ οὐδὲ τὸ διάστημά ἐστιν ὁ τόπος, ἀλλὰ τὸ πέρας τοῦ περιέχοντος, ὅπερ τὸ αὐτό ἐστι. λέγει οὖν ὅτι, ὅταν μεθίσταται τὸ ἀγγεῖον ὅλον, ὁ τόπος τοῦ μορίου, ἐν ᾧ ὂν συμμεθίσταται, οὐκ ἔστιν ἄλλος παρʼ ἐκεῖνον ἐν ᾧ γίνεται, ὡς οἱ τὸ διάστημα λέγοντες τόπον φασίν, ἀλλʼ ἐν ᾧ ἐστι τόπῳ, τουτέστιν ἐν τῷ πέρατι τοῦ περιέχοντος, ἐν τούτῳ ἀντιμεθίστανται ἀλλήλοις ὁ ἀὴρ καὶ τὸ ὕδωρ, ἐὰν ἄμφω ἐν τῷ κεράμῳ ὄντα κινῆται ἐν αὐτῷ. εἰ δὲ ὕδωρ μόνον εἴη τὸ ἐμβεβλημένον, τὰ μόρια τοῦ ὕδατος ἀντιμεθιστάμενα ἀλλήλοις κινεῖται καὶ ἐν τούτῳ ἐστὶ τῷ τόπῳ, ἐν ᾧ καὶ ἀντιμεθίσταται ἀλλήλοις, κἂν μετατεθῇ τὸ ἀγγεῖον, ἀλλʼ οὐκ ἐν ἐκείνῳ ἐν ᾧ, ὥς φασι, γίνεται τόπῳ, τῷ διαστήματι εἰς ὃ μεθίσταται, ὃ μέρος κατὰ τὴν ὑπόθεσίν ἐστι τοῦ ὅλου διαστήματος. οὕτω μὲν οὖν ἀνῃρῆσθαι δοκεῖ τὸ εἶναι τὸ διάστημα τόπον.

Ἐπιστῆσαι δὲ ἄξιον, μήποτε τὸ μὲν ἀπείρους εἶναι τόπους συνήχθη ἐκ τοῦ ὑποθέσθαι τὰ προσεχῶς καὶ καθʼ αὑτὸ ἐν τόπῳ ὄντα διωρισμένα πάντως ὀφείλειν εἶναι καὶ ὅλα περιγεγραμμένα, ἀλλὰ μὴ ἐν ὅλῳ περιεχόμενα. διὸ τὰ μέρη κατὰ συμβεβηκὸς ἐλέγετο ἐν τόπῳ, ἀλλʼ οὐ καθʼ αὑτό. τούτου δὲ αἴτιον οἶμαι ἡ προϋποκειμένη παρʼ ἡμῖν τοῦ τόπου ἔννοια τὸ πέρας τοῦ περιέχοντος εἶναι βουλομένη, ἐν ᾧ οὐκ ἔστι τὰ μόρια καθʼ αὑτὰ οὐδὲ πλησιάζει αὐτῷ. ἔτι δὲ μᾶλλον, εἴποι ἄν τις, οὐδὲ τὸ ὅλον ἐστὶν οὕτω καθʼ αὑτὸ ἐν τόπῳ, ὡς καθʼ ὅλον προσεχὲς εἶναι τῷ τόπῳ, ἀλλὰ μόνον τὸ πέρας αὐτοῦ. εἰ δέ τις τὸ διάστημα ὑπόθοιτο τόπον τὸ διʼ ὅλων τῶν μερῶν χωροῦν, οὐδὲν μὲν κωλύει καὶ καθʼ αὑτὸ εἶναι τὰ μόρια ἐν τόπῳ, οὐ μὴν ἀνάγκη διῃρῆσθαι αὐτά· ἀλλʼ ὥσπερ μόρια αὐτὰ λέγομεν εἶναι, καίτοι μὴ διῃρημένα — διαιρεθέντα γὰρ οὐδὲ μόρια ἔτι —, οὕτω καὶ ἐν τόπῳ λέγοντες τὰ τοῦ συνεχοῦς μόρια καθʼ αὑτά, οὐκ ἀναγκασθησόμεθα διαιρεῖν αὐτά. ὡς γὰρ ἔστιν, οὕτω καὶ ἐν τόπῳ ἐστίν· ἔστι δὲ ἀδιαίρετα καὶ ἢ κατʼ εἶδος μόνον διῃρημένα ὡς κεφαλὴ καὶ ὦμοι καὶ βραχίονες, ἢ μόνον δυνάμει ὡς τὰ ὁμοιομερῆ. συνεχοῦς οὖν ὄντος τοῦ τόπου <!-- 9.578 -->καὶ ἔχοντος καὶ αὐτοῦ μέρη, τὸ συνεχὲς ἔσται ἐν αὐτῷ σῶμα καθʼ ὅλον τε καὶ κατὰ μόρια. ἀλλʼ οὐδὲ τόπον ἐν τόπῳ γίνεσθαι ἀνάγκη οὐδὲ πολλοὺς ἅμα τόπους, οὐδὲ μεταβάλλειν τὸν τόπον κατὰ τὴν τοιαύτην ὑπόθεσιν, εἴπερ ἕν ἐστι τὸ διὰ πάντων χωροῦν διάστημα ἄλλοτε ἐν ἄλλοις ἑαυτοῦ μορίοις ἄλλο τι καὶ ἄλλο τῶν σωμάτων δεχόμενον. ὁ γὰρ τοῦ οἴνου ἀμφορεὺς ἐν διαστήματί τινι ὢν τῷ χωροῦντι διά τε τοῦ σώματος τοῦ ἀμφορέως καὶ διὰ τοῦ σώματος τοῦ οἴνου ὅταν μεταστῇ, οὐ συνεπάγεται ἐκείνῳ τὸ διάστημα, ἀλλʼ ἀπʼ ἐκείνου μεταβαίνει εἰς ἄλλο. ἐκεῖνο γάρ, εἴπερ ἐστὶ χωριστὴν ἔχον φύσιν, μόνιμον καὶ ἀκίνητόν ἐστιν. οὔτε οὖν ὁ τόπος μεταβήσεται οὕτως οὔτε τόπος ἐν τόπῳ γενήσεται οὔτε πολλοὶ ἅμα τοῦ αὐτοῦ ἔσονται τόποι. καὶ ταῦτα μὲν ἀρκείτω πρὸς τὴν τῶν εἰρημένων ἐνστάσεων λύσιν. ἄλλοι δὲ λόγοι καὶ συνηγορήσουσιν ἴσως μετʼ ὀλίγον τῷ διαστήματι.

Καὶ ἡ ὕλη δὲ δόξειεν ἂν εἶναι τόπος ἕως τοῦ ὁ δὲ τόπος ἄμφω.

Ἀνελὼν τὸ εἶναι τὸ εἶδος τὸν τόπον, ὁμοίως δὲ καὶ τὸ διάστημα, τρέπεται λοιπὸν ἐπὶ τὸ καὶ περὶ τῆς ὕλης τῇ τοιαύτῃ χρήσασθαι μεθόδῳ. καὶ ὥσπερ ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐνταῦθα πρῶτον λέγει τὰς αἰτίας, διʼ ἃς ἄν τις οἰηθείη τὴν ὕλην εἶναι τόπον, καὶ πιθανώτερον ἢ πρόσθεν νῦν τῷ λόγῳ παριστάμενος. καὶ ἅμα τὸν τοῦ Πλάτωνος ἑρμηνεύει σκοπόν, διʼ ὃν τὴν ὕλην ἐκεῖνος χώραν καὶ τόπον ἐκάλεσεν. ἔπειτα τοὺς λογισμοὺς ἐπάγει, διʼ οὓς ἀδύνατον νομίζει τὴν ὕλην εἶναι τόπον· βουλόμενος δὲ εἰπεῖν τὸ πιθανὸν τῆς τοῦ τόπου πρὸς τὴν ὕλην ὁμοιότητος οἰκείως λαμβάνει τὴν ὑπόθεσιν. τότε γάρ, φησίν, ἡ ὕλη δόξειεν ἂν εἶναι τόπος, ὅταν ἐπὶ ἠρεμούντων τις τῶν ἐν τόπῳ σκοπῇ, ἀλλὰ μὴ κινουμένων κατὰ τόπον. τὰ γὰρ ἐν τῇ ὕλῃ ἠρεμεῖ ἐν αὐτῇ, ἀλλʼ οὐ κινεῖται. ἄμεινον δὲ ἴσως ὁ Ἀσπάσιος τὸν τὴν ὁμοιότητα τῆς ὕλης καὶ τοῦ τόπου εἰσάγοντα παραπέμψασθαι δεῖν φησιν, ὅτι ῥεῖ ἡ ὕλη· ὁ γὰρ τόπος ἠρεμεῖ καὶ ἀκίνητός ἐστιν ἕως ἂν ᾖ. ἔτι δὲ οὕτως ἂν ἡ ὕλη δόξειε τόπος, εἰ παριδόντες τι τῶν περὶ τόπου ἀξιωθέντων συνεχὲς ὑποθοίμεθα τὸ ἐν τόπῳ πρὸς τὸν τόπον, ἐπειδὴ καὶ πρὸς τὴν ὕλην συνεχίζεται τὸ ἐν αὐτῇ γινόμενον εἶδος, ἀλλʼ οὐ διῄρηται ἀπʼ αὐτῆς. δῆλον δὲ ὅτι ἐναντίον τοῦτό ἐστι τῷ πρότερον περὶ τόπου ἀξιωθέντι. ἐπὶ τοιαύτης οὖν ὑποθέσεως λέγει λοιπὸν τὴν αἰτίαν τῆς ἀπὸ τοῦ κυρίως τόπου παραγωγῆς ἐπὶ τὴν ὕλην. ἔστι δὲ αὕτη <!-- 9.579 -->ἡ τοῦ τρόπου ὁμοιότης, καθʼ ὃν ἐπὶ τὴν ἔννοιαν ἤλθομεν τήν τε περὶ τῆς ὕλης καὶ τὴν περὶ τοῦ τόπου. τήν τε γὰρ ὕλην ὑπολαμβάνομεν εἶναι ὁρῶντές τι ἓν καὶ ταὐτόν, ὃ νῦν μὲν σκληρόν, πρότερον δὲ μαλακὸν ἦν, καὶ νῦν μὲν λευκόν, πρότερον δὲ μέλαν, ὃ λέγομεν τούτοις ὑποκείμενον. ὁμοίως δὲ καὶ εἰς τὴν τοῦ τόπου ἔννοιαν διὰ τὰς αὐτὰς ἀφορμὰς ἤλθομεν. διότι γὰρ ὅπου πρότερον ἦν ἀήρ, ἐνταῦθα νῦν ἐστιν ὕδωρ. μικρὰν δὲ δοκῶν προστιθέναι διαφορὰν διʼ αὐτῆς σαλεύει πᾶσαν τὴν δοκοῦσαν ὁμοιότητα εἰπὼν πλὴν ἐκεῖνο μέν, διότι ὃ ἦν ἀήρ, τοῦτο νῦν ὕδωρ καὶ τὰ ἑξῆς. εἰ γὰρ τὸ μὲν ἐν τῇ ὕλῃ γινόμενον εἶδος μορφοῖ τὴν ὕλην καὶ ποιεῖ καθʼ ἑαυτὸ ὀνομάζεσθαι, τὸ δὲ ἐν τόπῳ οὐ μορφοῖ τὸν τόπον οὐδὲ ἔστι τι αὐτοῦ οὐδὲ μετʼ ἐκείνου ἕν τι ποιεῖ, οὐδὲ καλεῖται κατʼ ἐκεῖνο ὁ τόπος, δῆλον ὅτι πολλὴ ἂν εἴη διαφορὰ τῆς ὕλης πρὸς τὸν τόπον. κοινὸν δὲ τοῦτο τὸ μένον τὸ αὐτὸ δεδέχθαι τὰ διάφορα, καθὸ καὶ ὁ Πλάτων τόπον καὶ χώραν καὶ ὑποδοχὴν τῶν εἰδῶν τὴν ὕλην ἐκάλεσεν. ἆρα οὖν καὶ τὴν οὐσίαν τόπον ἄν τις τοῦ συμβεβηκότος καλέσειεν; ἢ καὶ τοῦτο μὲν οὐκ ἂν εἴη πόρρω κατὰ τὴν ὑποδοχήν, διαφέρει δὲ ὅτι καὶ τὰ ἐν ὕλῃ καὶ τὰ ἐν τόπῳ οὐσίαι ἐν οὐσίαις εἰσίν. εἰπὼν δὲ ταῦτα λοιπὸν ἐπιφέρει τοὺς λόγους. μᾶλλον δὲ ὑπομιμνῄσκει διὰ βραχέων ἐκείνων, ἃ πρότερον εἶπε διακρίνοντα τὸν τόπον ἀπὸ τῆς ὕλης. ἔστι δὲ ταῦτα· ὁ τόπος χωριστὸς τοῦ ἐν αὐτῷ· ἡ ὕλη οὐ χωριστή· ὁ τόπος περιέχει τὸ ἐν ἑαυτῷ· ἡ ὕλη οὐ περιέχει, ἀλλὰ περιέχεται ὑπὸ τοῦ ἐν ἑαυτῇ. ἀλλὰ πῶς λέγεται μὴ εἶναι χωριστὴ ἡ ὕλη, εἴπερ γίνεται ἐν αὐτῇ καὶ ἀπογίνεται τὰ εἴδη, ὡς ἐν τόπῳ τὰ σώματα; ἢ πρῶτον μὲν τὸ χωριζόμενον χωριζομένου χωρίζεται· πᾶν δὲ τὸ χωριζόμενον ὑπομένειν δεῖ, ἵνα οὕτως λέγηται χωρίζεσθαι· τὸ δὲ εἶδος ἐκτὸς τῆς ὕλης οὐχ ὑπομένει, ὥστε οὐδὲ χωρίζεται· οὐδὲ ἡ ὕλη ἄρα ἀπʼ αὐτοῦ. ἔπειτα καὶ ἐν αὐτῷ τῷ εἶναι τὸ μὲν εἶδος ἐν τῇ ὕλῃ, τὸ δὲ σῶμα ἐν τῷ τόπῳ, ἡ μὲν ὕλη ἕν τι ποιεῖ τὸ σύνθετον μετὰ τοῦ εἴδους, συναλλοιουμένη πως τῷ εἴδει καὶ μάλιστα κατὰ τοὺς ἐκ τοῦ Περιπάτου, οἳ ἐξ ὕλης καὶ εἴδους τὸ σύνθετον εἶναι λέγουσι· καὶ ταύτῃ οὐκ ἂν εἴη χωριστή. ὁ δὲ τόπος καὶ τότε αὐτὸς ἐφʼ ἑαυτοῦ ἐστιν οὐδὲν ἐπικοινωνῶν τῷ ἐν τόπῳ. ὅλως δὲ οὐδὲ πρὸς τὸ εἶδος μόνον τὸ χωριστὸν τῆς ὕλης χρὴ νοεῖν, ἀλλὰ πρὸς τὸ ἔνυλον. οὐ γὰρ ὡς τοῦ ἐν τόπῳ χωριστὸς ὁ τόπος, οὕτως τοῦ ἐνύλου χωριστὴ ἡ ὕλη. οὐ γάρ ἐστι χωριστὴ τοῦ πράγματος οὗ ἐστιν ὕλη, ὥσπερ ὁ τόπος χωριστὸς τοῦ πράγματος οὗ ἐστι τόπος.

Εἰ τοίνυν μηδὲν τῶν τριῶν τούτων ὁ τόπος ἐστί ἕως τοῦ λέγω δὲ τὸ περιεχόμενον σῶμα τὸ κινητὸν κατὰ φοράν.

Δείξας, ὅτι τῶν τριῶν οὐδέν ἐστιν ὁ τόπος τῶν εἰρημένων, συνάγει <!-- 9.580 -->λοιπὸν ἐν τάξει τὸν συλλογισμὸν καὶ τὸ συμπέρασμα ἐπάγει, ὅτι ἀνάγκη τὸν τόπον εἶναι τὸ λοιπὸν τῶν τεττάρων τὸ πέρας τοῦ περιέχοντος σώματος, καθʼ ὃ συνάπτει τῷ περιεχομένῳ. ἔχοι γὰρ ἄν τι καὶ ἄλλο πέρας τὸ περιέχον. οἷον ἡ σεληνιακὴ σφαῖρα περιέχει μὲν τὸ ὑπὸ σελήνην κατὰ τὴν κοίλην ἐπιφάνειαν, καθʼ ἣν συνάπτει αὐτῷ, ἔχει δὲ καὶ ἄλλο πέρας τὸ τῆς κυρτῆς ἐπιφανείας τὸ πρὸς τῇ Ἑρμαϊκῇ. λέγω δέ, φησί, τὸ περιεχόμενον σῶμα τὸ κινητὸν κατὰ φοράν, ὥστε τοῦτο εἶναι ἐν τόπῳ. καὶ γὰρ ἀπὸ τῆς κατὰ τόπον κινήσεως ὁ τόπος εὑρέθη. ἀνάγκη οὖν καὶ τὸν οὐρανὸν κινητὸν ὄντα κατὰ φορὰν ἐν τόπῳ εἶναι, ὅπερ αὐτὸς μετʼ ὀλίγον ἀποφήσει. ἢ οὖν κινητὸν κατὰ φορὰν λέγει τὸ πεφυκὸς ποτὲ μὲν κινεῖσθαι, ποτὲ δὲ ἠρεμεῖν — ὁ δὲ οὐρανὸς οὐ κινητός, ἀλλʼ ἀεὶ κινεῖται· “ἢ ἄλλο ἐστί, φησὶν Ἀλέξανδρος τὸ κατὰ φορὰν καὶ ἄλλο τὸ κατὰ περιφοράν, τὸ μὲν ἐπʼ εὐθείας καὶ ὅλον τόπον ἐκ τόπου μεταβαῖνον, τὸ δὲ κύκλῳ καὶ ἐν τῷ αὐτῷ φερόμενον κατὰ μόρια κινεῖται. διὸ οὐδʼ ἐν τόπῳ ἐστὶν ὅλον, ὅτι μηδὲ κινεῖται κατὰ τόπον ὅλον.” ὁ μέντοι Ἀσπάσιος “οὐκ ἀντιστρέφει, φησίν· οὐ γὰρ ἀνάγκη, εἰ πᾶν τὸ ἐν τόπῳ κινητὸν κατὰ φοράν, καὶ τὸ κινητὸν κατὰ φορὰν ἐν τόπῳ εἶναι.” καίτοι γε ἐχρῆν αὐτοῦ λέγοντος ἀκοῦσαι μετʼ ὀλίγα τοῦ Ἀριστοτέλους ὅτι “πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ κατὰ αὔξησιν κινητὸν καθʼ αὑτό που”. εἶτα ἐπάγει λύων, ὡς ἔοικε, ταύτην τὴν ἀπορίαν ὁ Ἀριστοτέλης· “ὁ δὲ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλος οὐδὲ ἔν τινι τόπῳ ἐστίν, εἴ γε αὐτὸν μηδὲν περιέχει σῶμα.” ὥσπερ οὖν οὔ που ὅλος, οὕτως οὐδὲ κινεῖται καθʼ ὅλον ἑαυτόν. οὐδὲ γὰρ μεταβαίνει τόπον ἐκ τόπου, ἀλλὰ μόνον κατὰ τὰ μόρια, καθʼ ἃ καὶ κινεῖται. διὸ καὶ προσέθηκεν ὁ Ἀριστοτέλης τοῖς ἤδη παραγραφεῖσιν· “ἐφʼ ὃ δὲ κινεῖται, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις. ἕτερον γὰρ ἑτέρου ἐχόμενον τῶν μορίων ἐστίν.” εἰπὼν δὲ ὅτι κατὰ συμβεβηκὸς ἐν τόπῳ καὶ ἡ ψυχὴ καὶ ὁ οὐρανός, ἐπήγαγε “τὰ γὰρ μόρια ἐν τόπῳ πως πάντα· ἐπὶ τῷ κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο. διὸ κινεῖται κύκλῳ μόνον τὸ ἄνω, τὸ δὲ πᾶν οὔ που”, δηλονότι τὸ κατὰ τὸ πᾶν· οὐδὲ γὰρ κινεῖται καθʼ ὅλον. ὡς μέντοι κινεῖται, οὕτως ποῦ· ἐφʼ ὃ γὰρ κινεῖται, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις, καὶ ὡς ποῦ, οὕτω κινεῖται. “ἐπὶ τῷ κύκλῳ γάρ, φησί, περιέχει ἄλλο ἄλλο.” διὸ κινεῖται κύκλῳ μόνον. ἑκάτερον οὖν ἀληθές, καὶ ὅτι τὸ ἐν τόπῳ σῶμα κινητὸν κατὰ <!-- 9.581 -->τόπον ἐστί, καὶ ὅτι τὸ κινητὸν κατὰ τόπον ἐν τόπῳ ἐστίν. ὡς ἔχει δὲ τὸ ἕτερον, οὕτω καὶ τὸ ἕτερον.

Δοκεῖ δὲ μέγα τι εἶναι καὶ χαλεπὸν ἕως τοῦ ἀλλὰ καὶ τὸ μεταξὺ ὡς ὂν κενόν.

Εἰπὼν πρότερον ὅτι τοιοῦτον χρὴ τὸν ὅρον ἀποδοθῆναι τοῦ τόπου, “ὥστε τά τε ἀπορούμενα λύεσθαι καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ ὑπάρχοντα ἔσται, καὶ ἔτι τὸ τῆς δυσκολίας αἴτιον καὶ τῶν ἀπορημάτων ἔσται φανερόν”, ἀποδοὺς τὸν τοῦ τόπου ὁρισμὸν εὐθὺς ἐκ τοῦ ἀποδοθέντος τὰ τῆς δυσκολίας αἴτια πειρᾶται δεικνύναι. δοκεῖ γάρ τι, φησί, μέγα καὶ χαλεπὸν εἶναι ὁ τόπος διὰ τὸ παρεμφαίνεσθαι ἐν τῇ περὶ αὐτοῦ σκέψει τὰ τρία τὰ διελεγχθέντα τήν τε ὕλην καὶ τὸ εἶδος καὶ τὸ διάστημα. εἰ γὰρ ἅπερ δοκεῖ μάλιστα εἶναι ὁ τόπος ταῦτα ἀδύνατον εἶναι αὐτόν, χαλεπὴ καὶ δύσκολος οὕτως ἐστὶν ἡ τοῦ τόπου εὕρεσις. καὶ μέντοι εἰ ἄλλο ζητοῦσιν ἡμῖν ἄλλα παρεμφαίνεσθαι εἴωθεν, ἐμπόδιον τοῦτο πρὸς τὴν εὕρεσιν ἱκανὸν γίνεται. καὶ τὸ μὲν εἶδος ὅτι δοκεῖ εἶναι ὁ τόπος, εἴρηται πολλάκις διά τε τὸ περιέχειν καὶ διὰ τὸ ἓν μετὰ τοῦ τόπου γίνεσθαι, ἐφαρμοζομένων ἀλλήλαις τῶν δύο ἐπιφανειῶν τῆς τε τοῦ περιεχομένου καὶ τῆς τοῦ περιέχοντος. προσέθηκε δὲ πάλιν τὴν ὕλην τῷ εἴδει, διότι καὶ ἡ ὕλη χώρα καὶ τόπος εἶναι δοκεῖ τῶν εἰδῶν ἄλλοτε ἄλλων ἐν αὐτῇ γινομένων εἰδῶν, ὥσπερ καὶ ἐν τῷ τόπῳ ἄλλοτε ἄλλων σωμάτων. ἐν ᾧ γὰρ πρότερον ἦν ἀέρος εἶδος, ἐν τούτῳ γίνεται καὶ ὕδατος. καὶ εἴρηται πολλάκις, ὅτι τὴν τοῦ τόπου ἔννοιαν ἡ ἀντιμετάστασις τῶν σωμάτων μάλιστα ἡμῖν ἐνεποίησεν. ἀλλʼ ἡ μὲν ὕλη καὶ τὸ εἶδος καθʼ ὅν τινα τρόπον δοκοῦσι τόπος, πολλάκις εἰπὼν ἠρκέσθη.

Διʼ ἃς δὲ αἰτίας τὸ διάστημα δοκεῖ, πάλιν ὑπομιμνῄσκει, ὡς καὶ πιθανωτέρας οὔσης τῆς ὑποθέσεως καὶ πρὸς ὀλίγον ἐξετασθείσης· ἐπειδὴ γὰρ ἡ ἀντιμετάστασις τῶν σωμάτων ἐν τῷ περιέχοντι γίνεται ἠρεμοῦντι, ὅπερ κατὰ τὸν Ἀλέξανδρον σημαίνει τῷ ἀκινήτῳ ὄντι, διὰ τὸ μὴ συγκινεῖσθαι τῷ ἐν αὐτῷ τὸν τόπον, τὸ οὖν τὸ περιεχόμενον σῶμα καὶ ἀεὶ ἐν τόπῳ περιέχοντι γινόμενον διάστημα ἔχειν φαντασίαν τισὶ παρέσχεν, ὡς ὂν διάστημα ἄλλο παρὰ τὰ διαστήματα τὰ ἐν τοῖς σώμασι τοῖς κινουμένοις καὶ ἀλλάσσουσι τὸν τόπον ἴσον ὂν αὐτοῖς κατὰ τὸ μέγεθος. μήποτε δὲ τὸ ἠρεμοῦντι οὐχ ὡς ἀκινήτῳ κατὰ τόπον εἶπεν, ἀλλʼ ὡς τῷ αὐτῷ <!-- 9.582 -->μένοντι καὶ μὴ ἀμειβομένῳ· οὔτε γὰρ ἀποδέδεικταί πω τὸ ἀκίνητον εἶναι τὸν τόπον οὔτε χρειῶδές ἐστιν οὕτω πρὸς τὴν τοῦ διαστήματος ἔννοιαν. τὸ δὲ μένειν τὸ αὐτὸ χρειῶδες, ἐπειδὴ τὰς διαφορὰς ἀφαιροῦντες τῶν ἀντιμεθισταμένων σωμάτων τὸ διάστημα ὡς τὸ αὐτὸ φανταζόμεθα. ἢ οὐ μάτην ὁ Ἀλέξανδρος τὸ ἠρεμοῦντι ὡς ἀκινήτῳ κατὰ τόπον ἤκουσεν, ἀλλʼ ὅτι κἂν ὁ Ἀριστοτέλης μεταβαῖνον ὑπέδειξε τὸ διάστημα εἰς ἀτοπίαν ἀπαγαγὼν τὸν λόγον ὅτε ἔλεγεν “ἅμα δὲ καὶ ὁ τόπος ἔσται μεταβάλλων”, ἀλλʼ οἱ ὑποτιθέμενοι τὸ διάστημα τὸ διὰ παντὸς τοῦ κόσμου χωροῦν ἀκίνητον αὐτὸ ἔλεγον ἄλλοτε ἐν ἄλλῃ ἑαυτοῦ μοίρᾳ ἄλλο τι καὶ ἄλλο τῶν σωμάτων δεχόμενον. πρὸς δὲ τὸ δοκεῖν διάστημά τι εἶναι τὸν τόπον συμβάλλεσθαι δοκεῖ καὶ τὸν ἀέρα δοκοῦντά τισιν ἀσώματον εἶναι. διὰ γὰρ τοῦτο δοκεῖ καὶ τὸ μεταξὺ τῶν τοῦ ἀγγείου περάτων κενή τις εἶναι χώρα σωμάτων δεκτική. καὶ οὐ μόνον ἐν τοῖς τοῦ ἀγγείου πέρασιν εἶναι δοκεῖ τὰ ἐμβαλλόμενα, ἀλλὰ καὶ ἐν τῇ μεταξὺ χώρᾳ καὶ μᾶλλον ἐν ταύτῃ, εἴπερ αὕτη διʼ ὅλου κεχώρηκεν. ἐν δὲ τοῖς πέρασι τοῦ ἀγγείου τὰ πέρατα τοῦ ἐν αὐτῷ προσεχῶς ἐστι. διὸ εἶπεν ὅτι φαίνεται οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου εἶναι ὁ τόπος. δοκεῖ δὲ ἡ φαντασία αἰτία εἶναι μετὰ τὴν ἀφαίρεσιν τοῦ σώματος κενὸν ὑπολείπουσα διάστημα. ὅτι δὲ κενεμβατεῖ, φαίη ἄν τις, δῆλον. εἰ γὰρ ἀνέλοι καὶ ἐκεῖνο τὸ διάστημα ἡ φαντασία, πάλιν ἄλλο ὑπολειφθήσεται. καὶ τοῦτο οὐδέποτε παύσεται. “σημειωτέον δέ, φησὶν ὁ Ἀλέξανδρος, ὅτι καὶ τὸ ἀγγεῖον πέρας τοῦ περιέχοντος λέγει.” καὶ ὅτι μὲν ἐν τῷ λέγειν οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου εἶναι ὁ τόπος οὐ λέγει τὸ ἀγγεῖον τὸ πέρας τοῦ περιέχοντος, δῆλον, ἀλλʼ εἰ ἄρα, τὰ πέρατα τοῦ ἀγγείου. ἐκ δὲ τῶν ἐφεξῆς ἴσως ἄν τις συναγάγοι τοῦτο, εἴπερ τὸ μὲν ἀγγεῖον τόπος, ὁ δὲ τόπος πέρας τοῦ περιέχοντος.

Ἔστι δὲ ὥσπερ τὸ ἀγγεῖον τόπος μεταφορητός, οὕτω καὶ ὁ τόπος ἀγγεῖον ἀμετακίνητον.

Μέχρι νῦν ὡς τοῖς αὐτοῖς τῷ τόπῳ καὶ τῷ ἀγγείῳ χρησάμενος καὶ τὸν τοῦ τόπου ὁρισμὸν κοινὸν ἀποδοὺς τοῦ τε τόπου καὶ τοῦ ἀγγείου — πέρας γὰρ τοῦ περιέχοντος ἑκάτερον, καθʼ ὃ συνάπτει τῷ περιεχομένῳ· οὐ γὰρ τὸ τοῦ ὀστράκου σῶμα ἀγγεῖόν ἐστιν, ἀλλʼ ἡ ἐντὸς ἐπιφάνεια, ἧς μενούσης συνεχοῦς ἔχει τὸ σκεῦος τὴν τοῦ ἀγγείου δύναμιν, κἂν πάθῃ τι τὸ τοῦ ὀστράκου βάθος — νῦν οὖν προστίθησι τὸ ἴδιον τοῦ τε τόπου καὶ τοῦ ἀγγείου, ὅτι ὁ μὲν τόπος ἀκίνητός ἐστι τῇ ἑαυτοῦ φύσει, τὸ δὲ ἀγγεῖον μεταφορητόν. κἂν ἐναλλάττῃ οὖν ποτε ὁ τόπος καὶ τὸ ἀγγεῖον, ἀλλʼ ἑκάτερον σῴζει τὸ ἴδιον, ὥστε τὸν μὲν τόπον ἀγγεῖον εἶναι ἀκίνητον, τὸ δὲ ἀγγεῖον <!-- 9.583 -->τόπον μεταφορητόν. εἰκότως δὲ πέρας ὢν τοῦ περιέχοντος ὁ τόπος ἀκίνητος λέγεται. καὶ γὰρ ὡς ἐπιφάνεια καθʼ αὑτὴν ἀκίνητός ἐστι, καὶ ὡς τόπος ἔτι μᾶλλον. πῶς γὰρ ἂν ὁ τόπος κινοῖτο κατὰ τόπον; ἀλλὰ καὶ τὸ ἀγγεῖον, φαίη ἄν τις, κατὰ τὴν ἔνδον ἐπιφάνειαν μάλιστα ἀγγεῖον λέγεται. ἢ τὸ μὲν χωρητικὸν ὃ κοινόν ἐστι πρὸς τὸν τόπον κατʼ ἐκείνην ἔχει, τὸ δὲ ὡς σκεῦος καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὸ μεταφορητὸν εἶναι σῶμα, δεκτικὸν καὶ αὐτό τινος ὂν σώματος. καὶ τάχα ἐν τοῖς περὶ τόπου ἀξιώμασι διὰ τοῦτο οὐ προέλαβεν ἀκίνητον εἶναι τὸν τόπον, ὅτι χρείαν εἶχεν ὡς ἀγγείῳ τῷ τόπῳ τέως χρήσασθαι διὰ τὴν ἀπὸ τοῦ ἀγγείου πολλαχοῦ πρὸς τὸν τόπον χειραγωγίαν, καίτοι καὶ τοῦ Θεοφράστου καὶ τοῦ Εὐδήμου, ὡς εἴρηται καὶ πρότερον, τὸ ἀκίνητον ὡς ἓν τῶν περὶ τόπου ἀξιωμάτων προειληφότων. προστίθησι δὲ ὁ Ἀλέξανδρος ὅτι “εἴπερ καὶ τὸ ἀγγεῖον τόπος ἐστί, καὶ τὰ ἐν ἀγγείῳ ἐν τῷ τοῦ περέχοντος αὐτὸ σώματός ἐστι πέρατι”.

Διὸ ὅταν μὲν ἐν κινουμένῳ ἕως τοῦ ὥστε τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον τοῦτʼ ἔστιν ὁ τόπος.

Εἰπὼν τὴν διαφορὰν τοῦ τόπου καὶ τοῦ ἀγγείου καὶ ἐπὶ πλέον αὐτὴν διαρθρῶσαι βουλόμενος καὶ τὸ ἀκίνητον τοῦ τόπου βεβαιώσασθαι διορίζει καὶ τὰ ἐν αὐτοῖς ὄντα διδάσκων, πότε μὲν ὡς ἐν ἀγγείῳ λέγομεν εἶναι, πότε δὲ ὡς ἐν τόπῳ. καὶ λέγει ὅτι ὅταν κινούμενόν τι σῶμα ἐν κινουμένῳ τινὶ ἐνῇ, ὥστε συγκινεῖσθαι αὐτῷ τὸ ἐν ᾧ ἐστιν, ὥσπερ τὸ ἐν ποταμῷ πλοῖον ἢ ξύλον οὐ τέμνον τὸ ὕδωρ, ἀλλʼ ὑπὸ τοῦ ῥέοντος ὕδατος περιεχόμενον καὶ συγκαταφερόμενον αὐτῷ, τότε ὡς ἐν ἀγγείῳ ἐστὶν ἐν ἐκείνῳ τοῦ ὕδατος τῷ μέρει τῷ περιέχοντι αὐτό, μᾶλλον ἢ ὡς ἐν τόπῳ. τὸ δὲ κινούμενον ἀκινήτου μένοντος τοῦ ἐν ᾧ ἐστι τοῦτό ἐστιν ἐν τόπῳ. ὁ γὰρ τόπος οὐκ ἐθέλει συγκινεῖσθαι τῷ ἐν αὐτῷ, ἀλλʼ ὑπομένειν, ἵνα μὴ καὶ αὐτὸς τόπου χρήζῃ κατὰ τόπον κινούμενος, τὸ δὲ ἐν κινουμένῳ κινούμενον, ὡς τὰ ἐν τοῖς ἀγγείοις ἐκείνων κινουμένων, δῆλον ὅτι κατὰ συμβεβηκὸς κινεῖται. εἰπὼν οὖν τὸ ὡς ἐν ἀγγείῳ κινούμενον, ἐπὶ τοῦ αὐτοῦ παραδείγματος τὸ ἐν τόπῳ κινούμενον καὶ τὸν τόπον ὑποδείκνυσιν. ὡς γὰρ ἐν τούτῳ τῷ παραδείγματι ὁ πᾶς μᾶλλον ποταμὸς τόπος ἂν εἴη τῆς νεώς, διότι ἀκίνητος ὁ σύμπας φυλάττων τὴν αὐτὴν χώραν καὶ ἐκ τῆς αὐτῆς ῥέων ἀρχῆς καὶ ἐπὶ τὸ αὐτὸ τέλος ἀφικνούμενος· τὸ δὲ μᾶλλον προσέθηκε, διότι οὐ κυρίως ὁ πᾶς ποταμὸς τόπος ἂν εἴη τῆς νεώς — οὐ γὰρ πέρας τοῦ περιέχοντός ἐστι τὸ πᾶν τοῦ ποταμοῦ ὕδωρ οὐδὲ ἐπιφάνεια ὅλως, <!-- 9.584 -->ἀλλὰ σῶμα —, ἀλλὰ κατὰ τοῦτο μᾶλλον ὁ πᾶς, καθόσον μὴ συγκινεῖται, τόπος δὲ ὅλος τῆς νεώς, ὅτι ἐν μέρει αὐτοῦ φέρεται ἡ ναῦς. ἢ οὐδὲ τόπος τῆς νεὼς ὁ ποταμός, ἀλλʼ εἴη ἂν ὁ μὲν ποταμὸς πᾶς ἐν τόπῳ, ὥς φησιν ὁ Ἀλέξανδρος, τῷ μὴ συγκινεῖσθαι αὐτῷ τὸ πέρας τοῦ περιέχοντος αὐτόν, ἡ δὲ ναῦς ἐν ἀγγείῳ. “καὶ ἴσως ἂν λέγοι, φησίν, οὐ τῆς νεὼς τὸν πάντα ποταμὸν τόπον, ἀλλὰ τοῦ ἐν αὐτῷ ὄντος· ἔστι δὲ τὸ ὕδωρ. καὶ εἴπερ ποταμὸν ἀκούσομεν μὴ τὸ ὕδωρ, ἀλλὰ τὴν τὸ ὕδωρ περιέχουσαν ἐπιφάνειαν τῆς γῆς, καταλληλότερον ἂν ἐπʼ αὐτοῦ λέγοιτο τὸ διὸ ὁ πᾶς ποταμὸς μᾶλλον τόπος. αὕτη γὰρ κυρίως τόπος τοῦ περιεχομένου καὶ κινουμένου ἐν αὐτῇ ὕδατος, ἀκίνητος οὖσα. οὐ μέντοι τῆς νεὼς οὗτος τόπος πρώτως, ἀλλʼ ἔστιν ἡ μὲν ναῦς ὡς ἐν ἀγγείῳ τῷ ὕδατι, τὸ δὲ ὕδωρ ὡς ἐν τόπῳ τῇ περιεχούσῃ αὐτὸ τοῦ ποταμοῦ ὄχθῃ, ἣν εἴη ἂν ποταμὸν ὁ Ἀριστοτέλης καλέσας καὶ τόπον εἰπών, οὐ τῆς νεὼς ἀλλὰ τοῦ ὕδατος. εἰ δὲ τοῦτο, δῆλον ὅτι διαφόρως τὸν ποταμὸν ἐκάλεσε, ποτὲ μὲν τὸ ὕδωρ, ποτὲ δὲ τὴν τὸ ὕδωρ περιέχουσαν ἐπιφάνειαν. δείξας οὖν καὶ τὴν ἐν τόπῳ καὶ ἐν ἀγγείῳ διαφορὰν καὶ ἐκ ταύτης τὸ ἀκίνητον ὑποδείξας τοῦ τόπου τὸν ὁρισμὸν λοιπὸν ὁλόκληρον ἐκ τῶν εἰρημένων συνάγει, ὅτι ἔστιν ὁ τόπος τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον διὰ τοῦ πρῶτον τὸ προσεχὲς δηλώσας συντόμως, ὅπερ πρότερον ἐσήμανε διὰ τοῦ καθʼ ὃ συνάπτει τῷ περιεχομένῳ. ἔστι μὲν γὰρ τὸ ἐν τόπῳ λεγόμενον καὶ ἐν τῇ ἔνδον ἐπιφανείᾳ τοῦ περιέχοντος σώματος καὶ ἐν τῇ ἔνδον τοῦ τὸ περιέχον περιέχοντος — οἷον εἰ ἐν ὕδατι λίθος, τὸ δὲ ὕδωρ ἐν ἀέρι καὶ ἀκινήτῳ, ὁ λίθος περιέχεται ἐν τῇ ἐπιφανείᾳ τοῦ ἀέρος —, οὐ μέντοι προσεχῶς ἐν ἐκείνῃ οὐδὲ πρώτως. οὐδὲ συνάπτει κατʼ ἐκείνην τῷ περιεχομένῳ. διὸ οὐδὲ τόπος ἐκείνη κυρίως. ἔστι δὲ προσεχὲς καὶ τὸ τοῦ ἀγγείου πέρας τὸ πρὸς τῷ περιεχομένῳ, ἀλλὰ κινητὸν καὶ μεταφορητόν. διόπερ ἀγγεῖον ἀλλʼ οὐ τόπος ἐστίν, ἐὰν μὴ καὶ τὸ ἀκίνητον προσλάβῃ. τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς συνίστησι·

Καὶ διὰ τοῦτο τὸ μέσον τοῦ οὐρανοῦ ἕως τοῦ καὶ οἷον ἀγγεῖον ὁ τόπος καὶ περιέχον.

Ὅτι ἀκίνητος ὁ τόπος, συνίστησι καὶ ἐκ τῶν τοῦ τόπου κυριωτάτων διαφορῶν· αὗται δὲ ἦσαν, ὡς εἴρηται πρότερον, τό τε ἄνω καὶ τὸ κάτω· καί μοι δοκεῖ τοιοῦτόν τινα συνάγειν συλλογισμόν· ὁ τόπος διαφορὰς ἔχει τὸ ἄνω καὶ τὸ κάτω· τὸ διαφορὰς ἔχον τὸ ἄνω καὶ τὸ κάτω τὸ μέσον <!-- 9.585 -->καὶ τὸ ἔσχατον ἔχει διαφοράς· τὸ διαφορὰς ἔχον τὸ μέσον καὶ τὸ ἔσχατον ἀκινήτους ἔχει διαφοράς· τὸ ἀκινήτους ἔχον διαφορὰς ἀκίνητόν ἐστιν· ὁ τόπος ἄρα ἀκίνητός ἐστι. καὶ ὅτι μὲν διαφορὰς ἔχει τὸ ἄνω καὶ τὸ κάτω ὁ τόπος, ἤδη προηξίωται· πέμπτον γὰρ ἦν τῶν περὶ τόπου ἀξιωμάτων τὸ πάντα τόπον ἔχειν τὸ ἄνω καὶ τὸ κάτω. ὅτι δὲ τὸ κάτω καὶ τὸ ἄνω τὸ μέσον καὶ τὸ ἔσχατόν ἐστι, δείκνυσιν ἐκ τοῦ τὸ μὲν κοῦφον ἐπὶ τὸ ἔσχατον καὶ τὸ πέριξ φερόμενον λέγεσθαι ἐπὶ τὸ ἄνω φέρεσθαι. οὕτω γὰρ τὸ πῦρ ἐπὶ τὸ πέριξ φερόμενον λέγεται ἐπὶ τὸ ἄνω φέρεσθαι, καὶ τὸ βαρὺ ἐπὶ τὸ μέσον φερόμενον ἐπὶ τὸ κάτω λέγεται φέρεσθαι ὥσπερ ἡ γῆ. ὅτι δὲ τὸ μέσον καὶ τὸ ἔσχατον ἀκίνητα, ὑπομιμνῄσκει διὰ τοῦ ὅτι τὸ μὲν ἀεὶ μένει, τοῦ δὲ κύκλῳ τὸ ἔσχατον ὡσαύτως ἀεὶ μένει. τὸ μὲν γὰρ μέσον ὅπερ ἐστὶ κέντρον τοῦ παντὸς καὶ ἡ περὶ αὐτὸ γῆ ἀεὶ μένει καὶ κατὰ τόπον καὶ κατὰ ὕπαρξιν τῇ ἑαυτῆς ὁλότητι καὶ τῷ εἴδει, κἂν τοῖς μέρεσι καὶ τῷ ἀριθμῷ μεταβάλληται. τοῦ δὲ κυκλοφορητικοῦ σώματος τὸ ἔσχατον τὸ πρὸς ἡμᾶς, ὅπερ ἐστὶ τῆς σεληνιακῆς σφαίρας ἡ κοίλη καὶ πρὸς ἡμᾶς ἐπιφάνεια, καθʼ ὕπαρξιν μὲν καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι κατʼ ἀριθμὸν τὸ αὐτὸ ἀεὶ μένει, κατὰ τόπον δὲ κἂν τοῖς μέρεσι κινῆται ἀλλὰ τό γε ὅλον οὐ μεταβαίνει τόπον ἐκ τόπου, ἀλλὰ μένει ὁμοίως ἀεὶ τὸ ἀκίνητον ἔχουσα κατὰ τόπον, ὅπερ μάλιστα ζητεῖ ὁ λόγος· οὐ γὰρ δὴ τὸ καθʼ ὕπαρξιν. καὶ ἐπιστῆσαι χρὴ ὅτι τὸ ἄνω τὴν κοίλην τῆς σεληνιακῆς ἐπιφάνειαν λέγει, ὥστε τὸ κινητὸν κατὰ φορὰν τὸ ὑπὸ σελήνην. ὅτι δὲ τὸ ἀκινήτους ἔχον τὰς οἰκείας διαφορὰς καὶ αὐτὸ ἀκίνητόν ἐστι, πρόδηλον· συστατικαὶ γὰρ τῆς οὐσίας εἰσὶν αἱ διαφοραὶ καὶ μέρη τὰ οὐσιώδη· ἅμα δὲ καὶ ἐκ τοῦ μᾶλλον δῆλον. εἰ μὲν γὰρ κινοῖτο τὰ μέρη, οὐδὲν κωλύει τὸ ὅλον ἀκίνητον εἶναι ὡς ἐπὶ τῶν κύκλῳ κινουμένων μερῶν· εἰ δὲ παντοίως ἀκίνητα τὰ μέρη ἐστὶν ὡς μήτε καθʼ αὑτὰ μήτε κατὰ συμβεβηκὸς κινεῖσθαι, πολλῷ μᾶλλον ἂν εἴη τὸ ὅλον ἀκίνητον. πιστοῦται οὖν τὸ ἀκίνητον τοῦ τόπου ἐκ τοῦ διαφορὰς τοῦ τόπου τὸ ἄνω καὶ τὸ κάτω λέγοντας ἡμᾶς ἐκεῖνα λέγειν ἄνω καὶ κάτω, ἅπερ ἀκίνητά ἐστι, τουτέστι τὸ μέσον καὶ τὸ ἔσχατον. ἀλλὰ τὸ μὲν ἔσχατον τὸ πρὸς ἡμᾶς τῆς κύκλῳ φορᾶς εἴη ἂν ὁ ἄνω τόπος· τὰ γὰρ ἐπὶ τὸ ἄνω κινούμενα μέχρις ἐκείνου κινηθέντα ὑπʼ ἐκείνου ἢ κατʼ ἐκεῖνο περιέχεται, καὶ ἔστιν ἐκεῖνο πέρας τοῦ περιέχοντος κυκλοφορητικοῦ σώματος, καθʼ ὃ περιέχει τὸ περιεχόμενον· κάτω δέ, τί ἂν εἴη ὁ τόπος; οὔτε γὰρ τὸ κέντρον τόπος — οὐδὲν γὰρ περιέχει, καὶ ὅτι ἀμερὲς καὶ ὅτι πάντων ἐνδοτάτω — οὔτε ἡ γῆ τόπος — σῶμα <!-- 9.586 -->γὰρ ἡ γῆ, ἀλλʼ οὐ πέρας —, οὐ μέντοι οὐδὲ τὸ τῆς γῆς πέρας· τοῦτο γὰρ μορφὴ τῆς γῆς ἐστιν, ἀλλʼ οὐ τόπος.

Ταύτας δὴ λύων τὰς ζητήσεις ἐπήγαγε τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας κάτω ἐστὶ καὶ αὐτὸ τὸ μέσον, τὸ δὲ πρὸς τὸ ἔσχατον ἄνω καὶ αὐτὸ τὸ ἔσχατον. ἐν οἷς λέγει καὶ τίνες οἱ τόποι εἰσὶν ὅ τε κάτω καὶ ὁ ἄνω καὶ τίνα τὰ ἐν τόπῳ τῷ τε κάτω καὶ τῷ ἄνω. τὸ μὲν γὰρ μέσον αὐτό, ὅπερ ἐστὶν ἡ γῆ, τὸ σῶμά ἐστι τὸ ἐν τῷ κάτω τόπῳ. τὸ δὲ πρὸς τὸ μέσον περιέχον πέρας τοῦτό ἐστιν ὁ κάτω τόπος, πέρας ὂν τὸ πρὸς τῇ γῇ τοῦ περιέχοντος τὴν γῆν σώματος πῇ μὲν ὕδατος, πῇ δὲ ἀέρος. ἔστι δὲ ὅπου καὶ τῆς γῆς αὐτῆς κοιλότητα ἐχούσης τὸ ἔνδον πέρας τόπος γίνεται καὶ γῆς ἄλλης καὶ ὕδατος καὶ πυρὸς καὶ ἀέρος καὶ ζῴων καὶ φυτῶν. καὶ ἐπειδὴ πάντα ταῦτα τὸν κάτω τόπον συμπληροῖ καὶ οὐκ ἀφωρισμένη τις ἐπιφάνεια, διὰ τοῦτο καὶ αὐτὸς ἀορίστως εἶπε τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας κάτω ἐστὶ καὶ αὐτὸ τὸ μέσον. καὶ γὰρ καὶ τὸ μέσον ἄλλοτε ἄλλο, ποτὲ μὲν γῆ, ποτὲ δὲ ἄλλο τι τῶν στοιχείων ἢ σωμάτων, πάντως δὲ ἐν τῷ μέσῳ ἐν ᾧ ἡ τῆς γῆς ὁλότης. ἔστι δὲ τὸ αὐτὸ πολλάκις καὶ ἐν πλειόνων σωμάτων πέρασιν ὡς ἐν τόποις ἅμα εἶναι, ὡς ὅταν ἐν ποταμῷ ᾖ λίθος, μέρος μὲν ἔχων ἐρηρεισμένον ἐν τῇ γῇ, μέρος δὲ ὑπὸ τοῦ ὕδατος περιεχόμενον καὶ μέρος ὑπερανέχον τοῦ ὕδατος καὶ ἐν τῷ τοῦ ἀέρος πέρατι περιεχόμενον. καὶ οὕτω μὲν τὸ ἐν τῷ κάτω τόπῳ καὶ ὁ κάτω τόπος. τὸ δὲ πρὸς τὸ ἔσχατον φησὶν ἄνω καὶ αὐτὸ τὸ ἔσχατον. καὶ ἐνταῦθα ὥσπερ ἐπὶ τοῦ κάτω ἔσχατον μὲν τὸ ἄνω τὸ ἐν τόπῳ ἐστίν, οἷον ὁ αἰθήρ, πρὸς τὸ ἔσχατον δὲ ὁ ἄνω τόπος, ὅς ἐστι τὸ πέρας τοῦ περιέχοντος τὸ πρὸς τὸ ἔσχατον ἐν τόπῳ ὂν νεῦον, οἷον ἡ κοίλη τῆς σελήνης ἐπιφάνεια πρὸς τῷ αἰθέρι οὖσα, ὃς ἔσχατος τῶν ἐν τόπῳ ἐστί. τὸ δὲ μέσον τὸ ἐν τῷ κάτω τόπῳ, ἐπὶ δὲ τοῦ ἄνω τὸ ἀνάπαλιν τὸ μὲν πρὸς τὸ ἔσχατον ἐοικὸς κατὰ τὴν λέξιν τῷ πρὸς τὸ μέσον οὐχὶ τὸν τόπον τὸν ἄνω, ἀλλὰ τὸ ἐν τῷ ἄνω τόπῳ εἶπε, τὸ δὲ ἔσχατον ἐοικὸς τῷ μέσῳ οὐχὶ τὸ ἐν τῷ ἄνω, ἀλλὰ τὸ ἄνω. ὁ δὲ Ἀλέξανδρος καὶ ἄλλην ἐξήγησιν ἐπάγει τῇ λέξει, καθʼ ἣν καθʼ ἑκάτερον ἄμφω ἐπὶ τοῦ τόπου ἀκούει. «ἐπειδὴ γάρ, φησί, μὴ μόνον τὸ ἐν τῷ κάτω ὂν περιέχεται ὑπὸ τοῦ πρὸς τὸ μέσον σώματος, οἷον εἰ ὁ ἀὴρ οὗτος εἴη, ἀλλὰ κατά τι μέρος καὶ ὑπὸ τῆς ἐπιφανείας τοῦ κάτω ὄντος σώματος, τοῦτο δέ ἐστιν ἡ γῆ, δεικνὺς τίνων πέρας ἐστὶν ὁ κάτω τόπος, εἶπε τὸν ἀέρα τοῦ πρὸς τὸ μέσον ἤτοι πρὸς τὸ <!-- 9.587 -->κάτω περιέχοντος πέρας καὶ αὐτοῦ τοῦ κάτω ὄντος, ὁμοίως δὲ καὶ ἄνω τὸ τοῦ πυρὸς πρὸς τὸ ἔσχατον περιέχοντος πέρας καὶ αὐτὸ τὸ ἔσχατον. αὐτὸ γὰρ ἔσχατον, φησί, λέγει οὐ τὸ σῶμα οὗ τὸ πέρας, ἀλλὰ τὸ πέρας αὐτοῦ τὸ πρὸς ἡμᾶς — ἐκεῖ γὰρ ὁ ἄνω τόπος —, πρὸς δὲ τὸ ἔσχατον λέγοι ἂν τὸ ἔσχατον περιεχόμενον οἷον τὸν αἰθέρα· οὕτω γὰρ περὶ τοῦ τόπου ἄμφω ἐπὶ τοῦ αὐτοῦ πέρατος λεγόμενα δυνατὸν ἀκούειν, ὅπερ ἐπὶ τοῦ μέσου οὐκ ἦν· ἐκεῖνο γὰρ ἄλλο μὲν πέρας ἦν τὸ πρὸς τὸ μέσον, ἄλλο δὲ τὸ τοῦ μέσου». καὶ Πορφύριος διττόν φησι τὸ κάτω· «ἢ γὰρ τὸ πέρας τοῦ μέσου, ὅ ἐστιν ὁ τόπος, ἢ αὐτὸ τὸ μέσον, οὗ ὁ τόπος τὸ ἔσχατον. ὁμοίως δὲ καὶ τὸ ἄνω διττόν· ἢ τὸ πέρας τοῦ ἐσχάτου οἷον τοῦ αἰθέρος, ὅ ἐστιν ὁ τόπος, ἢ αὐτὸ τὸ ἔσχατον, ὅπερ ἐστὶν ὁ αἰθήρ·» καὶ ἔοικε «πέρας τοῦ μέσου» εἰπεῖν ἢ ἀντὶ τοῦ τὸ πρὸς τὸ μέσον περιέχον πέρας ἢ τὸ τῆς γῆς πέρας εἴτε τὸ ἐκτὸς εἴτε τὸ ἐντός, καθὸ δέχεται καὶ περιέχει, τόπον λαμβάνει ἀνάλογον τῷ ἐσχάτῳ τοῦ αἰθέρος· κάτω γὰρ καὶ τὴν γῆν λέγομεν καὶ τὰ ἐν τῇ γῇ.

Ἐπειδὴ δὲ καὶ πέρας τοῦ περιέχοντός ἐστιν ὁ τόπος καὶ ὑποδεκτικὸς τοῦ ἐν αὐτῷ, διὰ τοῦτο καὶ ἐπίπεδον δοκεῖ ὁ τόπος, τουτέστιν ἐπιφάνεια, μῆκος καὶ πλάτος ἄνευ βάθους ἔχων. διὸ καὶ ἐπίπεδον αὐτὸν ἐκάλεσεν, ὡς τῶν παλαιῶν πᾶσαν ἐπιφάνειαν ἐπίπεδον καλούντων· οἱ γὰρ νεώτεροι διαφορὰν ἐπιφανείας ἔλεγον τὴν ἐπίπεδον καὶ ἄλλην τὴν σφαιρικὴν ἢ κωνικὴν ἢ κυλινδρικήν, καὶ ἐπίπεδον ἔλεγον ἐπιφάνειαν, ἥτις ἐξ ἴσου ταῖς ἐφʼ ἑαυτῆς εὐθείαις κεῖται. ἔστι δὲ ὁ τόπος καὶ οἷον ἀγγεῖον. τὸ γὰρ ὑποδεκτικὸν κοινόν ἐστι καὶ τοῦ τόπου καὶ τοῦ ἀγγείου. ἔοικε δὲ τὸ καὶ διὰ τοῦτο δοκεῖ ἐπίπεδόν τι εἶναι προσθεῖναι διὰ τοὺς τὸ εἶδος τόπον λέγοντας ἐπιφάνειαν ὂν τοῦ σώματος. οὗτοι γὰρ καθόσον μὲν πέρατι καὶ ἐπιπέδῳ προσέβαλον, ἐγγὺς ἦλθον τῆς τοῦ τόπου ἐννοίας, καθόσον δὲ οὐ τοῦ περιέχοντος πέρας, ἀλλʼ αὐτοῦ τοῦ ἐν τόπῳ, κατὰ τοσοῦτον ἀπεσφάλησαν. καὶ τὸ ἑξῆς δὲ τὸ ἔτι ἅμα τῷ πράγματί πως ὁ τόπος· ἅμα γὰρ τὰ πέρατα πρὸς τὸ αὐτὸ τείνειν ἔοικεν ἀπολογίαν τινὰ πορίζον τοῖς οἰηθεῖσι τὸ εἶδος εἶναι τὸν τόπον· ἅμα γὰρ τῷ πράγματι τῷ ἐν τόπῳ ἐστὶν ὁ τόπος, διότι ἅμα ἐστὶ τὰ πέρατα τοῦ τε ἐν τόπῳ καὶ αὐτοῦ ὅπερ ἐστὶν ὁ τόπος. οὐδὲν γάρ ἐστι μεταξύ, ὥστε καὶ ἓν δοκεῖ γίνεσθαι διὰ τὴν ἐφαρμογὴν τῶν ἐπιπέδων. τὸ δὲ ἅμα ὅτι οὐχὶ τὸ ἐν τῷ αὐτῷ τόπῳ δηλοῖ, ἀλλὰ τὸ κατὰ ταὐτὸν καὶ εἰς ἓν συντρέχον, εἴρηται πρότερον. πῶς γὰρ ἂν εἴη ὁ τόπος ἐν τόπῳ;

<!-- 9.588 -->

Ὧι μὲν οὖν σώματί ἐστί τι ἐκτός ἕως τοῦ ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν.

Ὁρισάμενος τὸν τόπον ὅτι ἐστὶ τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον καὶ συστήσας τό τε πρῶτον καὶ τὸ ἀκίνητον ἐφιστάνει καλῶς, ὅτι κατὰ ταύτην τὴν ἀπόδοσιν οὐ πᾶν σῶμα ἐν τόπῳ ἐστίν, ἀλλʼ ᾧ μὲν ἔστι τι ἐκτὸς σῶμα τὸ περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ, ᾧ δὲ μή, οὔ. ὥστε οὔτε ἡ ἀπλανὴς σφαῖρα ἔσται ἐν τόπῳ — οὐ γὰρ ἔστι τι ἐκτὸς τὸ περιέχον αὐτήν, εἴπερ ἐστὶν ἐσχάτη πασῶν — οὔτε ὁ ὅλος κόσμος· οὐδὲ γὰρ τούτου ἔστι τι ἐκτός. ἢ γὰρ κενόν, ὅπερ δειχθήσεται μὴ ὄν, ἢ σῶμα· καὶ ἢ πεπερασμένον — καὶ ἔσται τι καὶ τούτου ἐκτός, εἰ πᾶν σῶμα ἐν τόπῳ, καὶ τοῦτο ἐπʼ ἄπειρον — ἢ ἄπειρον σῶμα τὸ ἐκτός, καὶ ἤδη ἀνῄρηται τοῦτο. βουλόμενος οὖν πεῖσαι, ὅτι οὐκ ἔστιν ἐν τόπῳ τὸ πᾶν καὶ ὁ οὐρανός, ἐπὶ παραδοξοτέρας ὑποθέσεως πειρᾶται συνεθίζειν ἡμᾶς. κἂν γὰρ ὕδωρ, φησίν, ὑποτεθῇ τὸ πᾶν, ὃ μάλιστα δεῖται τοῦ ἐν τόπῳ ἢ ἐν ἀγγείῳ εἶναι διὰ τὸ μὴ δύνασθαι χωρὶς τοῦ περιέχοντος αὑτὸ κρατεῖν, καὶ τὸ τοιοῦτον ὅμως πᾶν οὐκ ἂν εἴη ἐν τόπῳ· ἐπειδὴ πᾶν ὅλως ὑποκείμενον οὐκ ἔχει τι τὸ περιέχον ἐκτός, οὗ τὸ πρὸς τῷ περιεχομένῳ πέρας ὁ τόπος ὑπόκειται. τὰ μέντοι μόρια τοῦ ὕδατος ἦν ἂν ἐν τόπῳ, εἴπερ ἦν διῃρημένα, ὥσπερ καὶ νῦν τὰ τοῦ παντὸς μόρια διῃρημένα καὶ ἁπτόμενα ἀλλήλων καὶ περιεχόμενα ἄλλο ὑπʼ ἄλλου ἐν τόπῳ ἐστίν. ἐπειδὴ δὲ ἐν τόπῳ ἐλέγετο εἶναι τὰ κινητὰ κατὰ φοράν, διὰ τοῦτο ἀπὸ τῆς κατὰ τόπον κινήσεως, ὅπως τὰ μὲν μόρια ἐν τόπῳ ἐστί, τὸ δὲ ὅλον οὐκ ἔστι, συλλογίζεται. καὶ ἔτι μέντοι ὅπως τὰ μὲν μόρια κινεῖται κατὰ τόπον, τὸ δὲ ὅλον ἀκίνητον μένει δείκνυσιν. ἀρξάμενος οὖν ἀπὸ τῶν ἐν τόπῳ ὄντων μετέβη ἐπὶ τὰ κατὰ τόπον κινούμενα ἀπὸ τούτων καὶ ἐκεῖνα δεικνύς. καὶ λέγει τὰ μὲν μόρια κινήσεται αὐτοῦ· τὸ δὲ πᾶν ἔστι μὲν ὡς κινήσεται, ἔστι δὲ ὡς οὔ περὶ τοῦ οὐρανοῦ λοιπὸν λέγων ἤτοι τοῦ παντὸς κόσμου. τὰ γὰρ αὐτὰ ἂν συνέβαινε, καὶ εἰ τὸ ὕδωρ τὸ πᾶν ἦν. ὡς μὲν γὰρ ὅλον, ἅμα τὸν τόπον οὐ μεταβάλλει, διότι οὐδὲ κινεῖται ὅλον κατὰ τόπον, διότι οὐδὲ ἔστι καθʼ ὅλον ἐν τόπῳ, διότι οὐδὲ περιέχεται ὑπό τινος ἔξωθεν σώματος, εἴπερ αὐτός ἐστι τὸ πᾶν ἢ τὸ τοῦ παντὸς ἔσχατον. διὰ τοῦ κινεῖται ὁ οὐρανός, οὐ μέντοι ἄνω ἢ κάτω, ὅτι κύκλῳ μὲν δύναται κινεῖσθαι καὶ τὰ μὴ μεταβαίνοντα τόπον ἐκ τόπου καθʼ ὅλον, διότι τοῖς μορίοις μεταβαίνει κατὰ τόπον· ὁ γὰρ τοιοῦτος τόπος ὁ ἐν τοῖς κύκλῳ κινουμένοις, καθʼ ὃν ἀλλήλων ἁπτόμενα τὰ μόρια τόποι γίνονται ἀλλήλων κατὰ τὰ πέρατα, οἰκεῖος τῶν τοιούτων μορίων ἐστίν, ἀλλʼ οὐχὶ τοῦ ὅλου· οὐ γὰρ ἅπτεταί τι ἔξωθεν τοῦ ὅλου. διὸ ἄνω καὶ κάτω οὐ δύναται κινεῖσθαι — ἦ γὰρ ἂν ὅλον μετέβαινε τόπον ἐκ τόπου —, κύκλῳ δὲ μόνον. τῶν δὲ μορίων <!-- 9.589 -->αὐτοῦ τὰ μὲν κύκλῳ τὰ ἐν αὐτῷ τῷ οὐρανῷ· τὰ δὲ καὶ ἄνω καὶ κάτω, ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν, τουτέστι τὰ τέτταρα στοιχεῖα τὰ καὶ εἰς ἄλληλα μεταβάλλοντα.

Ἀλλʼ εἰ πᾶν τὸ κατὰ φορὰν κινούμενον ἐν τόπῳ ἐλέγετο εἶναι, τὸ δὲ κύκλῳ κινούμενον κατὰ φορὰν κινεῖται, πῶς οὐκ ἂν εἴη ἐν τόπῳ; «ἢ οὐ ταὐτόν, φησὶν Ἀλέξανδρος, τὸ κατὰ φορὰν καὶ κατὰ περιφοράν. εἰ δὲ ἡ κύκλῳ περιφορά ἐστιν, ἀλλὰ τῶν μερῶν ἐστι περιφορά, οὐχὶ τοῦ ὅλου· τὰ γὰρ μέρη καὶ ἀμείβει τοὺς τόπους». εἰ δέ τις ἀκριβολογοῖτο, οὐδὲ τὰ μέρη τοῦ κυκλοφορητικοῦ σώματος ἐν τόπῳ ἐστὶν οὔτε κινεῖται κατὰ τόπον οὔτε καθʼ αὑτὰ οὔτε κατὰ συμβεβηκός· καθʼ αὑτὰ μὲν γὰρ οὐκ ἔστιν, ὅτι συνεχῆ ἐστι καὶ οὐ διῃρημένα, κατὰ συμβεβηκὸς δὲ οὐκ ἔστιν, ὅτι ἐκεῖνα τὰ μέρη κατὰ συμβεβηκὸς ἦν ἐν τόπῳ, ὧν τὰ ὅλα καθʼ αὑτὰ ἐν τόπῳ ἦν. τὸ δὲ πᾶν οὐκ ἔστιν ἐν τόπῳ· ὥστε οὐδὲ τὰ μέρη αὐτοῦ τὰ συνεχῆ οὔτε καθʼ αὑτὰ οὔτε κατὰ συμβεβηκός· πῶς οὖν λέγει τῶν μορίων γὰρ οὗτος τόπος; ἢ τῶν ἁπτομένων μορίων ἔστιν ἀκούειν, οἷον τῶν σφαιρῶν τῶν ὑπʼ ἀλλήλων περιεχομένων· ἐπὶ γὰρ τῶν συνεχῶν οὐχ ἁρμόττει λεγόμενον· οὐ γάρ ἐστι ταῦτα ἐν τόπῳ. ἔπειτα δὲ εἰ τὰ μόρια τόποι γίνονται ἀλλήλων, πῶς ἔτι ἀκίνητος ὁ τόπος τῶν μορίων κινουμένων καὶ τῶν περάτων αὐτῶν· ἀλλὰ μόρια ἀκουστέον οὐ τὰ τοῦ ἐξωτάτω σώματα τὰ συνεχῆ αὐτῷ, ἀλλὰ τὰ περιεχόμενα ὑπʼ αὐτοῦ· ἡ γὰρ κοίλη τῆς ἀπλανοῦς ἐπιφάνεια τόπος γίνεται προσεχῶς τῆς τοῦ Κρόνου σφαίρας καὶ ἡ ἐκείνης τῆς ἑξῆς, καὶ δῆλον ὅτι καθόσον μὲν συμπεριάγονται τῇ ἀπλανεῖ ὡς ἐν ἀγγείῳ ἂν εἶεν ἐκείνῃ· καθόσον δὲ καὶ ἑκάστη κίνησιν ἰδίαν ἔχει ὡς ἐν ἀκινήτῳ αὐτῇ κινούμεναι ὡς ἐν τόπῳ εἰσί. πρὸς ταύτην δὲ τὴν ἔννοιαν καὶ τὸ κύκλῳ δὲ κινεῖται· τῶν μορίων γὰρ οὗτος τόπος εἰρῆσθαί φησιν ὁ Ἀλέξανδρος· κύκλῳ γὰρ κινούμενον δῆλον ὅτι ἅπτεται μόνον τῶν περιεχομένων μορίων. εἰ δὲ τοῦτο, ὡς ἐν τόπῳ ἐστὶν αὐτῷ τὰ περιεχόμενα ὑπʼ αὐτοῦ μόρια· καὶ ταῦτα δὲ ἐπὶ τῶν μορίων τοῦ παντὸς ὁ Ἀλέξανδρος ἀκούει καὶ ἄνω μὲν καὶ κάτω οὔ, κύκλῳ δέ· ἔνια δὲ καὶ κάτω καὶ ἄνω, τὸ μὲν ἐπὶ τῶν πλανωμένων σφαιρῶν, τὸ δὲ ἐπὶ τῶν ἐν γενέσει. καὶ γὰρ εἰ τὸ κύκλῳ δὲ περὶ τοῦ παντὸς εἴρητο οἶμαι, ὡς τοῦ κύκλῳ δὲ καταλληλότερον περὶ παντὸς τοῦ οὐρανοῦ λεγομένου, ὅπερ ὡς ταὐτὸν τῷ παντὶ λαμβάνει, — τινὲς δʼ οὐ γράφουσιν ἔνια, ἀλλὰ τὰ δὲ ἄνω καὶ κάτω — καὶ εἴπερ αὕτη καταλληλοτέρα ἡ γραφή, καὶ τὸ τῶν μορίων γὰρ οὗτος τόπος πρὸς τὸ ὡς μὲν γὰρ ὅλον, ἅμα τὸν τόπον οὐ <!-- 9.590 -->μεταβάλλει ἀποδοτέον, ἵνα ᾖ λέγων, ὅτι τὸ πᾶν ἤτοι ὁ οὐρανὸς ὅλον μὲν ἅμα τὸν τόπον οὐ μεταβάλλει· οὐδὲ γὰρ ἄνω καὶ κάτω κινεῖται, ἀλλὰ κύκλῳ μόνον, τὸν αὐτὸν ἀεὶ κατέχων τόπον· τὰ δὲ μόρια καὶ ἄνω κινεῖται καὶ κάτω.

Καὶ πολλὴν ἀσάφειαν ἐποίησε τῷ λόγῳ τὸ λαβεῖν τὸ πᾶν ἀντὶ τοῦ οὐρανοῦ· πῶς γὰρ τοῦ οὐρανοῦ μέρη τὰ ἄνω καὶ κάτω κινούμενα; ἀλλʼ ἴσως διὰ τοῦτο τὸν οὐρανὸν καὶ τὸ πᾶν ὡς τὸ αὐτὸ λέγει, ἵνα μέρη τοῦ παντὸς ἔχῃ ἤτοι τοῦ οὐρανοῦ τὰ ἐντὸς αὐτοῦ μὴ ὄντος ἐν τόπῳ. εἴπερ δὲ μέχρι τοῦ κέντρου χωροίη, καὶ ὁ οὐρανὸς τῷ ὄντι τὸ πᾶν ἐστι καὶ μέρη αὐτοῦ τὰ ἄλλα. διὸ καὶ αὐτὸς ἴσως οὕτως εἶπε προελθών· «οὐδὲ ἔστιν ἔξω οὐδὲν τοῦ παντός, καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα. καὶ γὰρ ὁ οὐρανὸς τὸ πᾶν ἴσως». καθόσον μὲν γὰρ πάντα περιέχει ἢ καὶ διὰ πάντων χωρεῖ, κατὰ τοσοῦτον ἐν αὐτῷ πάντα, καὶ αὐτὸς τὸ πᾶν· καθʼ ὅσον δέ ἐστι καὶ ἄλλα παρʼ αὐτόν, κατὰ τοῦτο «τὸ πᾶν ἴσως» εἶπε. μάλιστα δʼ ἂν εἴη τὸν οὐρανὸν τὸ πᾶν ἴσως λέγων, διότι τὸ παρὰ τὸν οὐρανὸν ἐλάχιστόν ἐστιν ἐν τῷ παντί, εἴπερ ἡ ὅλη γῆ σημείου καὶ κέντρου λόγον ἔχει πρὸς τὴν τῶν ἀπλανῶν σφαῖραν. ὅτι δὲ καὶ τὰ ὑπὲρ αὐτὴν στοιχεῖα οὐ πολλῷ τινι μείζονα αὐτῆς ἐστι, δηλοῖ τὸ τὴν σκιὰν αὐτῆς διὰ πάντων χωροῦσαν εἰς τὴν σεληνιακὴν σφαῖραν ἀνατείνεσθαι. ὅτι δὲ οὐρανὸν τὸ κυκλοφορητικὸν λέγει σῶμα ὅλον ὡς ἕν, δηλοῖ καὶ τὸ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον «ὁ δὲ αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δὲ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ».

Καὶ δοκεῖ τοῖς ἐξηγηταῖς λέγειν καὶ τὰ μόρια αὐτοῦ καὶ αὐτὸν κύκλῳ κινεῖσθαι, καὶ τὰ μὲν μόρια αὐτοῦ καὶ ἐν τόπῳ εἶναι διὰ τὸ περιέχεσθαι ἄλλην σφαῖραν ὑπʼ ἄλλης καὶ κινεῖσθαι ἰδίας κινήσεις, τὸ δὲ ὅλον μὴ εἶναι ἐν τόπῳ ἅτε μὴ περιεχόμενον ὑπό τινος. δῆλον δὲ ὅτι καὶ τὴν ἀπλανῆ διὰ τὴν αὐτὴν αἰτίαν οὐκ ἐροῦμεν ἐν τόπῳ. εἰ γάρ τις βιαζόμενος εἴποι καὶ ταύτην ὡς ἐφαπτομένην τῆς Κρονίας κατὰ τὴν κοίλην ἐπιφάνειαν ἐν τόπῳ ταύτῃ εἶναι, πρῶτον μὲν ἔσται τὸ περιέχον ἐν τῷ περιεχομένῳ ὡς ἐν τόπῳ· ἔπειτα τῷ αὐτῷ λόγῳ χρώμενός τις καὶ τὸν ὅλον οὐρανὸν ἐν τόπῳ ἐρεῖ τῇ κυρτῇ τοῦ αἰθέρος ἐπιφανείᾳ· καὶ γὰρ καὶ ταύτης ἅπτεται κατὰ τὴν ἑαυτοῦ κοίλην. καὶ ὅλως πάντα τόπον ἐν τόπῳ φήσομεν οὕτως. ἀλλʼ εἴ τις τὰ ἐνταῦθα λεγόμενα ἀκούοι, ὡς τοῦ μὲν παντὸς μὴ κινουμένου κατὰ τόπον διὰ τὸ μὴ μεταβαίνειν τόπον ἐκ τόπου, ἀλλὰ κύκλῳ κινεῖσθαι, τῶν δὲ μορίων ἔνια μὲν κύκλῳ κινεῖσθαι ὡς τὰ ἐντὸς τῆς ἀπλανοῦς <!-- 9.591 -->σφαίρας, ἔνια δὲ ἄνω καὶ κάτω ὡς τὰ τέτταρα στοιχεῖα, πρῶτον μὲν διὰ τί αἱ μερικαὶ σφαῖραι καίτοι μὴ μεταβαίνουσαι τόπον ἐκ τόπου ὅμως κατὰ τόπον λέγονται κινεῖσθαι, καίτοι καὶ τοῦ παντὸς κύκλῳ μὲν μὴ κατὰ τόπον δὲ λεγομένου κινεῖσθαι; ἔπειτα τὸ τῶν μορίων γὰρ οὗτος τόπος βεβιασμένως ἀποδώσει, ἀλλʼ ἄμεινον, ὡς εἴρηται, τὸ μὲν πᾶν ἤτοι τὸν ὅλον οὐρανὸν κύκλῳ μὲν κινεῖσθαι, μὴ κατὰ τόπον δέ, ὅτι μὴ μεταβάλλει τόπον ἐκ τόπου· τὰ δὲ μόρια ἅπερ ἐστὶν ὑπὸ σελήνην καὶ ἄνω καὶ κάτω. ὁ γὰρ κατὰ μετάβασιν τῶν μορίων ἐστὶ τόπος.

Ὥσπερ δʼ ἐλέχθη τὰ μέν ἐστιν ἐν τόπῳ ἕως τοῦ ὁ δὲ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ.

Προθέμενος δεῖξαι, ὅτι ὁ ὅλος οὐρανὸς καὶ ὁ πᾶς κόσμος οὐκ ἔστιν ἐν τόπῳ, τοὺς πάντας διαιρεῖται τρόπους, καθʼ οὓς λέγεταί τι ἐν τόπῳ. καὶ γὰρ τὰ μέν ἐστι δυνάμει, τὰ δὲ ἐνεργείᾳ. τὰ μὲν γὰρ συνεχῆ καὶ μήπω μέρη κατὰ δύναμιν λέγεται ἐν τόπῳ, ὡς ὅταν διαιρεθῇ ἐν τόπῳ ἐσόμενα κατʼ ἐνέργειαν, τὸ μέντοι χωριστὸν καὶ ἤδη διῃρημένον, ὅταν περιέχηται ὑπό τινος, κατʼ ἐνέργειάν ἐστιν ἐν τόπῳ. πάλιν δὲ τὰ μὲν καθʼ αὑτά ἐστιν ἐν τόπῳ, ὅσα κινεῖσθαι κατὰ τόπον πέφυκεν ἢ κατὰ φοράν, τουτέστι τὴν ἐπʼ εὐθείας κίνησιν, καθʼ ἣν καὶ ἡ ἀπὸ τόπου εἰς τόπον τοῦ ὅλου μετάβασις γίνεται — ἄλλο γάρ ἐστι φορὰ καὶ ἄλλο περιφορά —, ἢ ὅσα κατὰ αὔξησιν καὶ μείωσιν κινεῖται, καὶ ταῦτα ἐν τόπῳ φαμὲν ὡς καὶ αὐτὰ κατὰ τόπον κινούμενα· κἂν γὰρ μὴ ὅλον ἀμείβῃ τὸν τόπον, ἀλλὰ προσεπιλαμβάνει καὶ ἀφίησί τινα τόπον· διὸ καὶ ταῦτα καθʼ αὑτὰ ἐν τόπῳ. εἰπὼν δὴ τὰ τρία σημαινόμενα τοῦ ἐν τόπῳ τὸ δυνάμει τὸ ἐνεργείᾳ τὸ καθʼ αὑτὸ δείκνυσιν ὅτι ὁ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλος οὐδὲ ἔν τινι τόπῳ, κατʼ οὐδένα δηλονότι τῶν ῥηθέντων τοῦ ἐν τόπῳ τρόπων· οὔτε γὰρ ὡς δυνάμει οὔτε ὡς ἐνεργείᾳ, εἰ μὴ ἔστι τι ἔξωθεν οὗ ἅπτεται ἢ οὗ ἅψεσθαι δυνήσεται, κἂν ὑποτεθῇ διαιρούμενος. τὸ δὲ πᾶν οὐδὲ ἔστιν ἐπινοῆσαι δυνάμει, ὅτι οὐ μέρος, οὐ μέντοι οὐδὲ καθʼ αὑτὸ ἐν τόπῳ, ὅτι οὐ προσλαμβάνει τόπον ἢ ἀφίησιν. οὐδὲ γὰρ κινητὸν ὅλως κατὰ τόπον ἐστίν, ἅτε μήτε κατὰ φορὰν μήτε κατὰ αὔξησιν ἢ μείωσιν κινούμενον. αὐτὸς δὲ κοινὸν ἐπήγαγεν αἴτιον τοῦ κατὰ μηδένα τῶν τριῶν τρόπων ἐν τόπῳ εἶναι τὸν ὅλον οὐρανὸν τὸ μηδὲν αὐτὸν περιέχειν σῶμα· εἰπὼν δὲ ὅτι ὅλως οὐκ ἔστιν ἐν τόπῳ, διότι οὐδὲ κινεῖται κατὰ τόπον ὅλος, ἐπήγαγεν ἐφʼ ὃ δὲ κινεῖται ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις. κινεῖται γὰρ οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω, ἀλλὰ ἐπὶ τὸ κύκλῳ· διὸ αὐτὸς μὲν οὐκ ἔστιν ἐν τόπῳ, ἅτε μὴ κατὰ τόπον μεταβαίνων, γίνεται δὲ τόπος <!-- 9.592 -->τοῖς μορίοις· αἱ γὰρ ἐντὸς ἀεὶ σφαῖραι περιέχονται ὑπὸ τῶν ἔξω καὶ κινοῦνται ἐν τῷ ἐκείνων τόπῳ τοῖς ἑαυτῶν μορίοις ἀμείβουσαι τοὺς τόπους. ᾧ καὶ διαφέρουσι τῆς ἀπλανοῦς ἤτοι τοῦ ὅλου οὐρανοῦ ἢ τοῦ παντός, ὅτι ταῦτα οὐκ ἀμείβει τόπον οὐδὲ τοῖς μορίοις τοῖς συνεχέσι· τὰ γὰρ συνεχῆ μέρη τῆς ἀπλανοῦς, εἴπερ ἐξωτάτω αὕτη, οὐκ ἀμείβει τόπον, ὅτι μήτε ἐν τόπῳ μήτε περιέχεται ὑπό τινος ἔξωθεν· ὁ δὲ Μάξιμος καινοπρεπέστερον ἐξηγήσατο τὸ ἐφʼ ὃ δὲ κινεῖται, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις. «κινεῖται γάρ, φησί, τὸ πλανώμενον, ὡς ἐν τῷ δευτέρῳ Περὶ οὐρανοῦ δείκνυσιν, ἐπὶ τὰ ἀριστερά· ἐν τούτῳ οὖν καὶ τὰ μόρια ὡς ἐν τόπῳ· τὰ γὰρ δεξιὰ καὶ ἀριστερὰ τόπου διαφοραί.»

Εἰπὼν δὴ ταῦτα περὶ τῶν τριῶν τοῦ ἐν τόπῳ τρόπων ἐπάγει καὶ τὸν τέταρτον. τὰ δὲ κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός. καὶ ἡ μὲν ψυχὴ δῆλον ὅπως κατὰ συμβεβηκὸς ἐν τόπῳ — τὸ γὰρ σῶμα ᾧ συμβέβηκεν ὡς εἶδος καθʼ αὑτό ἐστιν ἐν τόπῳ —, ὁ δὲ οὐρανός, οὗ εἵνεκα πάντα εἴρηται, πῶς κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ; ἢ ὅτι τὰ μόρια ἐν τόπῳ πως· τὸ δὲ πῶς προσέθηκε, φασί, διὰ τὴν ἀπλανῆ, ὅτι ἐκείνη οὐκ ἐν τόπῳ. καίτοι εἰ διʼ ἐκείνην προσετέθη, οὐκ ἂν ἐπήγαγε τὸ πάντα· εἰ γὰρ μέρος μὲν τοῦ ὅλου οὐρανοῦ ἤτοι τοῦ παντός ἐστιν ἡ ἀπλανής, μὴ ἔστι δὲ αὕτη ἐν τόπῳ, οὐκ ἂν εἴη πάντα ἐν τόπῳ. εἰ μὴ ἄρα τὸ πῶς πάντα εἶπεν οὐ τῷ τόπῳ, ἀλλὰ τῷ πάντα τὸ πῶς προστιθεὶς, ὅτι οὐχ ἁπλῶς πάντα ἀλλʼ ἐγγὺς πάντα, εἴπερ πάντα παρὰ ἕν. ὁ δὲ Θεμίστιος τὸ πῶς ἤκουσεν, ὡς εἴρηται, διότι ἡ ἐξωτάτω σφαῖρα «κατὰ μὲν τὸ ἐντὸς εἴη ἂν ἐν τόπῳ — ἅπτεται γὰρ τῆς τοῦ Κρόνου καὶ περιέχεταί πως —, κατὰ δὲ τὸ ἔξω παντελῶς ἀμοιρεῖ τόπου». δῆλον δὲ ὅτι ὁ οὕτως ἐκδεχόμενος πανταχοῦ καὶ τὸν τόπον ἐν τόπῳ ἐρεῖ, ὅτι κατὰ τὴν ἔνδοθεν ἐπιφάνειαν ἅπτεται τοῦ ἐν τόπῳ καὶ τόπος ἔσται τὸ ἐν τόπῳ. μήποτε δέ, ὅπερ καὶ πρότερον εἶπον, οὐδὲ κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ οὔτε τὸ πᾶν οὔτε ὁ ἀπλανὴς οὐρανός· εἰ γὰρ κατὰ συμβεβηκὸς ἐν τόπῳ τοῦτό ἐστιν, ὅπερ ἢ μέρος ἢ συμβεβηκός ἐστι τοῦ καθʼ αὑτὸ ὄντος ἐν τόπῳ, ἔστι δὲ τὸ μὲν πᾶν οὔτε μέρος οὔτε συμβεβηκός τινος, ὁ δὲ ἀπλανὴς οὐρανὸς μέρος μὲν τοῦ παντός, οὐ μέντοι καθʼ αὑτὸ ὄντος ἐν τόπῳ, δῆλον ὅτι οὐδὲ κατὰ συμβεβηκὸς εἴη ἂν ἐν τόπῳ. ἀλλʼ ἔοικε τὸ κατʼ ἄλλο ὡς κατὰ συμβεβηκὸς λαβεῖν. τὸ γὰρ κατὰ μέρη ἐν τόπῳ κατʼ ἄλλο ἐστί. κοινὸν γὰρ καὶ τῷ κατὰ συμβεβηκὸς καὶ τῷ κατὰ μέρη τὸ κατʼ ἄλλο. ἐπεὶ οὖν ἐν τοῖς μέρεσι τὸ ὅλον, κἂν μὴ ὡς μέρος μηδὲ ὡς <!-- 9.593 -->συμβεβηκός, τὰ δὲ μέρη ἐστὶν ἐν τόπῳ κατὰ τὴν ἐπὶ τὰ μέρη ἀναφοράν, ἐν οἷς ἐστι τὸ ὅλον καὶ τὸ πᾶν, καὶ ὁ οὐρανὸς ἐν τόπῳ ἂν εἴη κατὰ συμβεβηκός. μήποτε δὲ οὔτε τῆς ἀπλανοῦς οὔτε ἄλλης σφαίρας τὰ μέρη ἐν τόπῳ ἐστί· κἂν γὰρ ἔχηται ἀλλήλων, ἀλλʼ οὐ διῃρημένα. εἰ οὖν τὰ μέρη μὴ ἔστιν ἐν τόπῳ καθʼ αὑτά, οὐδὲ τὸ ὅλον ἂν εἴη ἐν τόπῳ κατὰ τὰ μέρη.

Καὶ ὁ μὲν Ἀλέξανδρος οὐρανὸν λέγεσθαι νῦν φησιν οὐ τὴν τῶν ἀπλανῶν σφαῖραν οὐδὲ τὸ θεῖον σῶμα μόνον, ἀλλὰ τὸν κόσμον πάντα, διότι τούτου μὲν τὰ μέρη πλὴν τῆς ἀπλανοῦς ἐν τόπῳ ἐστί, τῆς δὲ ἀπλανοῦς τὰ μέρη οὐκέτι, εἴπερ τὸ ἐπὶ τὸ κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο ἐπὶ τῶν τοῦ παντὸς μορίων ἀκούειν ἀνάγκη, ὡς τῆς μὲν γῆς ἐν τῷ ὕδατι περιεχομένης, τοῦ δὲ ὕδατος ἐν τῷ ἀέρι, καὶ τούτου ἐν τῷ αἰθέρι, καὶ τούτου ἐν τῷ οὐρανῷ, ὡς αὐτὸς ἐρεῖ· μήποτε δέ, ὡς καὶ αὐτὸς Ἀλέξανδρος ἐπέστησεν, ἐφαρμόσοι ἂν καὶ τῇ ἀπλανεῖ τὰ λεγόμενα· καὶ γὰρ τῶν τῆς ἀπλανοῦς μορίων ἐπὶ τῷ κύκλῳ περιέχει ἄλλο ἄλλο. ἕκαστον γὰρ τῶν μορίων αὐτῆς ὑπʼ ἄλλων τινῶν μορίων περιέχεται τῶν μὲν προηγουμένων κατὰ κύκλον, τῶν δὲ ἑπομένων. διὸ μόνον κύκλῳ κινεῖται τὸ τοιοῦτον καὶ οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω. ἐφʼ ὃ δὲ κινεῖται, ὡς εἶπε πρότερον, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις, οὐκ αὐτὸς τόπος, ἀλλὰ ἄλλου ἄλλο κύκλῳ περιέχοντος. διὸ οὐ κατὰ φοράν, ἀλλὰ κατὰ περιφορὰν ἡ κίνησις. καὶ μήποτε τοῦτο τὸ  <span class="gap">…</span> κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο ὡς κοινῶς καὶ τῷ παντὶ ἐφαρμόττον καὶ τῇ ἀπλανεῖ καὶ ἑκάστῃ τῶν οὐρανίων σφαιρῶν τέθεικεν. ὅτι δὲ οὐκ ἔστι καθʼ αὑτὸν ὁ οὐρανὸς ἐν τόπῳ, δείκνυσι σαφέστερον νῦν μεταλαβὼν τὸ ὄνομα αὐτοῦ εἰς τὸ πᾶν. τὸ γὰρ ἐν τόπῳ αὐτό τέ ἐστί φησι καὶ ἔτι ἔξωθεν αὐτοῦ τοῦτο ὃ περιέχει αὐτό, ὡς προείρηται, τοῦ δὲ παντὸς οὐδέν ἐστιν ἔξω. εἰ γὰρ ἔξω τι αὐτοῦ, οὐκέτι τοῦτο πᾶν, ἀλλὰ τὸ σὺν τῷ ἔξω. καὶ ἔτι μέντοι, ὡς εἴρηται πρότερον, εἰ μήτε ἄπειρόν ἐστι σῶμα, ὡς δέδεικται, μήτε κενόν, ὡς δειχθήσεται, ἔσται τὸ ἔξω πεπερασμένον σῶμα. καὶ τοῦτο ἢ οὐδαμοῦ — καὶ οὕτω δυνατὸν ἔσται εἶναί τι σῶμα μὴ ὂν ἐν τόπῳ — ἢ ποῦ· καὶ οὕτως ἐπʼ ἄπειρον, ὅπερ ἀδύνατον καὶ διὰ τὸ ἀόριστον καὶ ὅτι ἔσται πάλιν σῶμα ἄπειρον· τὸ δὲ ὁ γὰρ οὐρανὸς τὸ πᾶν ἴσως ἀντὶ τοῦ ὁ κόσμος δοκεῖ λέγεσθαι· τὸ γὰρ πᾶν δείξας μὴ ὂν ἐν τόπῳ, εἰκότως συνῆψε τὸ τὸν κόσμον τὸ πᾶν εἶναι. τὸ δὲ ἴσως πρόσκειται, φασίν, ἢ διὰ τὸ μηδέπω εἰρῆσθαι περὶ τοῦ κενοῦ, ὅτι οὐκ ἔστιν, ὅ φασί τινες περιέχειν τὸ πᾶν, ἢ διὰ τὸ μηδέπω δεδεῖχθαι ὅτι εἷς ἐστιν ὁ κόσμος, ἢ ὅτι ἐστί τινα καὶ ἀσώματα εἴδη καθʼ αὑτά, ἢ διὰ φιλόσοφον εὐλάβειαν· μήποτε δὲ ἐπὶ τοῦ παντὸς κόσμου <!-- 9.594 -->δείξας, ὅτι οὐκ ἔστιν ἐν τόπῳ, καὶ βουλόμενος μηδὲ τὸν οὐρανὸν εἶναι ἐν τόπῳ διὰ τὰς αὐτὰς αἰτίας — οὐ γάρ ἐστί τι τοῦ ὅλου οὐρανοῦ ἔξω —, ἐπήγαγεν ὁ γὰρ οὐρανὸς τὸ πᾶν ἴσως, τὸ ἴσως προσθείς, ὅτι περιεκτικὸς μὲν καὶ ὅτι οὐδὲν ἔξω αὐτοῦ καὶ ὅτι ἐλάχιστόν τι τὸ παρʼ αὐτόν ἐστι καὶ τοῦτο ἐντὸς καὶ περιεχόμενον, οὐ μέντοι ἁπλῶς τὸ πᾶν. διότι δὲ ἐν αὐτῷ πάντα, τὸ πᾶν ἴσως.

Ἐπιστῆσαι δὲ χρὴ ὅτι οὐρανὸν νῦν οὐ τὸν κόσμον λέγει· οὐ γὰρ ἂν εἶπε καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα ὡς ἐν τόπῳ. οὐ γὰρ ὡς ἐν τόπῳ πάντα ἐν τῷ κόσμῳ, ἀλλʼ ὡς ἐν ὅλῳ. ὅτι δὲ ὡς ἐν τόπῳ εἶπεν ἐν τῷ κυρίως οὐρανῷ τῷ κυκλοφορητικῷ σώματι τὰ πάντα, ἐδήλωσεν εἰπὼν ἔστι δὲ τόπος οὐχ ὁ οὐρανὸς ὅλος, ἀλλὰ τοῦ οὐρανοῦ τι τὸ ἔσχατον καὶ ἁπτόμενον τῶν κατʼ εὐθεῖαν κινουμένων. εἶπε δὲ τοῦ κινητοῦ σώματος, τουτέστι τοῦ καθʼ αὑτὸ ἀπολελυμένου καὶ κινουμένου κατὰ φοράν. ἔσχατον δὲ λέγει τὸ κοῖλον τῆς σεληνιακῆς σφαίρας ὡς ἓν ἅπαντας τοὺς οὐρανοὺς λαβών. τοῦτο δὲ καὶ διὰ τοῦ ἑξῆς δηλοῖ εἰπὼν καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι καὶ τὰ ἑξῆς· καὶ ἐνταῦθά φησιν ὁ Ἀλέξανδρος δεῖν σημειώσασθαι, ὅτι μέχρι νῦν τῷ τοῦ οὐρανοῦ ὀνόματι χρησάμενος ἐπὶ τοῦ κόσμου παντὸς νῦν τὸν οὐρανὸν βούλεται τὴν ἐξωτάτω σφαῖραν τὴν τῶν ἀπλανῶν λέγειν. καίτοι καὶ ὅτε ἔλεγεν ἐν τῷ οὐρανῷ πάντα, οὐ περὶ τοῦ κόσμου ἔλεγεν, ὡς ἐδήλωσεν ἐφεξῆς εἰπὼν ἔστι δὲ ὁ τόπος οὐχ ὁ οὐρανὸς ἀλλὰ τοῦ οὐρανοῦ τι τὸ ἔσχατον, καὶ μέντοι ἐν τούτοις ἅπασιν οὐ περὶ τῆς τῶν ἀπλανῶν σφαίρας ἔοικε λέγειν, ὥς φησιν ὁ Ἀλέξανδρος, ἀλλὰ πᾶν τὸ θεῖον σῶμα οὐρανὸν καλεῖ, ὡς δηλοῖ καὶ τὸ τὸ ἔσχατον αὐτοῦ καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος τόπον εἰπεῖν — κινητὰ γὰρ λέγει τὰ ἐπʼ εὐθείας κινεῖσθαι πεφυκότα — καὶ τὸ ὁ δὲ αἰθὴρ ἐν τῷ οὐρανῷ· οὐ γὰρ ἐν τῇ ἀπλανεῖ ὁ αἰθήρ, ἀλλὰ προσεχῶς ἐν τῷ κοίλῳ τῆς σεληνιακῆς σφαίρας. ὡς ἕνα δὲ τὸν οὐρανὸν λαβὼν εἰκότως εἶπεν ὁ δὲ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ· ὁ μέντοι Ἀλέξανδρος «αἰθέρα, φησί, τὰς τῶν πλανωμένων σφαίρας εἶπε· καὶ εἴη ἄν φησι τὸ πῦρ παρειακὼς καὶ σὺν τῷ ἀέρι τεθεικώς. καίτοι οὐκ ἂν τοῦ πέμπτου σώματος τὸ μὲν αἰθέρα τὸ δὲ οὐρανὸν ἐκάλει.» καὶ γὰρ ὅτε τὸ πῦρ παρῆκε, τὸν ἀέρα ἐν τῷ οὐρανῷ ἐν τοῖς ἔμπροσθεν ἔλεγεν· «ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν τῷ οὐρανῷ». καὶ δῆλον ὅτι οὐρανὸν ἢ τὸν ὅλον κόσμον ἔλεγεν ἢ τὸ κυκλοφορητικὸν πᾶν· πολλὴν δὲ τοῖς προκειμένοις ἀσάφειαν ἐνεποίησε τὸ ποτὲ μὲν τὸ πᾶν ποτὲ δὲ τὸν οὐρανὸν ὀνομάζειν· καὶ μήποτε περὶ <!-- 9.595 -->ἀμφοῖν ποιεῖται τὸν λόγον, ὡς ἕνα τὸν ὅλον οὐρανὸν παραλαμβάνων, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, φημὶ δὴ διὰ τὸ μὴ περιέχεσθαι ὑπό τινος, ὁμοίως καὶ τὸ πᾶν καὶ τὸν οὐρανὸν λέγων μὴ εἶναι ἐν τόπῳ· ὁ δὲ Εὔδημος τὸ μὲν πᾶν οὐδὲ ὀνομάζει· ἐπὶ δὲ τοῦ οὐρανοῦ τὴν ζήτησιν ποιεῖται τοῦ ὅλου καὶ αὐτὸς ὡς οἶμαι γράφων οὕτως· εἰπὼν ὅτι τοῦ περιέχοντος ᾗ περιέχον πέρας ὁ τόπος ἂν εἴη ἀκινήτου ὄντος ἐπήγαγε· «τὸ γὰρ κινούμενον ἀγγειῶδες, καὶ διὰ τοῦτο τῶν τόπων τὴν ἀναφορὰν πρὸς τὸν οὐρανὸν ποιούμεθα. οὗτος γὰρ οὐ μεταλλάσσει τόπον ἄλλον, ἀλλʼ εἴπερ, κατὰ μόρια· ἐν τῷ αὐτῷ γὰρ ἡ περιφορά. αὐτὸς δὲ πότερόν ἐστιν ἐν τόπῳ ἢ οὐκ ἔστιν ἢ πῶς ἑκάτερον; ὅλος μὲν γὰρ οὐκ ἔστιν ἐν τόπῳ, εἰ μὴ ἔστι τι ἐκτός· οὕτω γὰρ ἂν περιέχοιτο· τοῦτο δὲ ἐπισκεψόμεθα. τὰ δὲ ἄστρα καὶ ὅσα ἐντὸς τοῦ ἐξωτάτω σώματος ἐν τῷ ἐκείνου πέρατί ἐστιν, ᾗ περιέχον ἐστί. τὰ δὲ οὕτως ἔν τινι ἐν τόπῳ λέγεται, ἐν ᾧ δὲ τὰ μόρια, τὸ ὅλον λέγομεν εἶναι. οὕτω μὲν οὖν εἴη ἂν ἐν τόπῳ. ἔστι δὲ καὶ ἄλλως ποῦ· ἐν τοῖς μορίοις γάρ ἐστι τὸ ὅλον, πολλαχῶς δὲ τὸ ποῦ»· ἐν οἷς καὶ ὅπως κατὰ συμβεβηκὸς ὁ ὅλος οὐρανὸς ἐν τόπῳ, εἶπεν. ἀλλʼ ἐπιστῆσαι ἄξιον, ποία τῶν κινήσεών ἐστιν ἡ κυκλοφορία. δῆλον γὰρ ὅτι οὔτε κατʼ οὐσίαν ἐστὶν οὔτε κατὰ ποσὸν οὔτε κατὰ ποιόν· λείπεται ἄρα, εἴπερ ἐστὶ κίνησις, κατὰ τόπον αὐτὴν εἶναι· εἰ δὲ κατὰ τόπον κινεῖται, καὶ ἐν τόπῳ πάντως ἐστίν, ὡς δέδεικται πολλάκις. ὁ δέ γε Ἀλέξανδρος σαφῶς λέγει μὴ εἶναι τοπικὴν ταύτην τὴν κίνησιν, διότι μὴ ἀλλάσσει τόπον· τίς δέ ἐστιν, οὐ λέγει, καίτοι σαφῶς τοῦ Ἀριστοτέλους ἐν τῇ Περὶ οὐρανοῦ τὴν κατὰ τόπον κίνησιν, ἣν καλεῖ φοράν, διαιροῦντος εἴς τε τὴν κύκλῳ καὶ τὴν ἐπʼ εὐθείας καὶ μικτήν, ἐν οἷς φησι «πᾶν μὲν γὰρ τὸ φερόμενον ἢ κύκλῳ φέρεται ἢ ἐπʼ εὐθείας ἢ τὴν μικτήν». καὶ ἐν τῷ ὀγδόῳ τῆσδε τῆς πραγματείας σαφῶς τὴν κυκλοφορίαν κατὰ τόπον λέγει κίνησιν.

Φανερὸν δὲ ἐκ τούτων, ὅτι καὶ αἱ ἀπορίαι πᾶσαι λύονται ἕως τοῦ οὐ γὰρ πᾶν ἐν τόπῳ τὸ ὄν, ἀλλὰ τὸ κινητὸν σῶμα.

Εἰπὼν πρότερον οὕτω κάλλιστα δείκνυσθαι ἕκαστον, ἐὰν ἐκ τοῦ <!-- 9.596 -->ἀποδοθέντος ὁρισμοῦ καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ πράγματι ὑπάρχοντα φανῇ καὶ τὰ τῆς δυσκολίας αἴτια φανερὰ γένηται καὶ ἔτι μέντοι καὶ αἱ ἀπορίαι λυθῶσι, καὶ δείξας ὅπως ὑπάρξει τῷ ἀποδοθέντι τοῦ τόπου ὁρισμῷ τῷ λέγοντι, ὅτι ἐστὶ τὸ τοῦ περιέχοντος πέρας πρῶτον ἀκίνητον, τὰ δοκοῦντα ὑπάρχειν αὐτῷ καὶ τὴν αἰτίαν τῆς δυσκολίας παραδείξας, νῦν τὸ λοιπόν, ὅπως αἱ ἐπαχθεῖσαι τῷ τόπῳ ἀπορίαι ἐκ τοῦ ὁρισμοῦ διαλύονται, δείκνυσιν. ἦν δὲ μία τῶν ἀποριῶν αὕτη· εἰ πᾶν σῶμα ἐν τόπῳ καὶ ἐν παντὶ τόπῳ σῶμα, τῶν αὐξανομένων δεήσει καὶ τὸν τόπον συναύξεσθαι· εἰ γὰρ μὴ τοῦτο, τὸ προστιθέμενον σῶμα οὐκέτι ἔσται ἐν τόπῳ. ῥητέον οὖν ὅτι ὑποχωροῦντος τοῦ περιέχοντος σώματος ἢ κατὰ ἀντιπερίστασιν, ὅταν τὸ ἐφεξῆς τὸν τοῦ ἀλλαχοῦ μειωθέντος τόπον καταλαμβάνῃ, ἢ κατὰ πύκνωσιν καὶ πίλησιν, καὶ τὰ πέρατα ὑπείκει, ὥστε τὰ αὐξανόμενα ἐν μείζονι γίνεσθαι τόπῳ, οὐ τοῦ τόπου καθʼ αὑτὸν αὐξανομένου· οὐδὲν γὰρ πέρας καθʼ αὑτὸ αὔξεται· ἀλλʼ οὐδὲ τὸ σῶμα οὗ ἐστι πέρας αὔξεται, τοὐναντίον δὲ ἔστιν ὅτε καὶ συστέλλεται πυκνούμενον. ἀλλʼ οὐδὲ στιγμῆς ἔσται τόπος. οὐ γὰρ ἀνάγκη, εἰ τοῦ σώματός ἐστι τόπος, καὶ τὰ πέρατα αὐτοῦ ἐν τόπῳ εἶναι· οὔτε γὰρ κεχωρισμένα οὔτε περιεχόμενά ἐστιν, οἷα χρὴ εἶναι τὰ ἐν τόπῳ. ὅλως δὲ εἰ μηδὲ τὰ μέρη συνεχῆ ἐν τόπῳ ἐστίν, ὅτι μὴ κεχώρισται τοῦ ὅλου, πολλῷ μᾶλλον τὰ πέρατα οὐκ ἂν εἴη ἐν τόπῳ. μήποτε δὲ οὐδὲ τὸ διαφορὰν εἶναι στιγμῆς καὶ τόπου στιγμῆς ἄτοπόν ἐστιν. εἰ γὰρ τοῦτο ἄτοπον, οὐδὲ ἅψασθαι ἀλλήλων σώματα δυνατόν· εἰ γὰρ μὴ ἡ στιγμὴ τῇ στιγμῇ ἐφαρμόττει, οὐδὲ γραμμὴ γραμμῇ οὐδὲ ἐπίπεδον ἐπιπέδῳ. τρίτον δὲ λύεσθαί φησιν ἐκεῖνο τὸ ἄπορον, ὃ πρῶτον ἐρρήθη, ὅτι οὔτε ἀσώματόν ἐστι· διαστήματα γὰρ ἔχει τρία μήκους καὶ πλάτους καὶ βάθους, οἷς ὁρίζεται πᾶν σῶμα. καὶ ἀδύνατον σῶμα εἶναι τὸν τόπον· ἐν τῷ αὐτῷ γὰρ ἂν εἴη δύο σώματα. λύεται οὖν καὶ τοῦτο ἐκ τοῦ ὁρισμοῦ τοῦ τόπου· τὸ γὰρ πέρας τοῦ περιέχοντος οὐκ ἔχει τρία διαστήματα οὐδὲ ἔστι σῶμα. διὰ δὲ τοῦ αὐτοῦ δείκνυται, ὅτι μηδὲ διάστημα σωματικὸν ὁ τόπος ἐστί· τὸ γὰρ σωματικὸν διάστημα τὸ ἐπὶ τρία διεστώς ἐστιν, ὥστε τῷ μὲν λέγοντι τὸ ἐπὶ τρεῖς διαστάσεις διεστὼς τοῦτο εἶναι τὸν τόπον, ἕποιτο ἂν ἴσως τὸ δύο σώματα εἶναι ἐν τόπῳ, τῷ δὲ πέρας σώματος λέγοντι οὐκέτι ἂν ἕποιτο τοῦτο. λύεται δὲ ἐκ τοῦ ὁρισμοῦ καὶ ἡ Ζήνωνος ἀπορία, ἣν καὶ πρότερον ἔλυσεν. ὁ μὲν γὰρ Ζήνων ἔλεγεν, εἰ πᾶν τὸ ὂν ποῦ, καὶ ὁ τόπος ἐν τόπῳ ἔσται· εἰ δὲ τὸ πέρας τοῦ περιέχοντος ὁ τόπος, ἔσται μὲν ἔν τινι καὶ ὁ τόπος τοῦ ποῦ τὸ ἔν τινι σημαίνοντος, ἔσται δὲ οὐχ ὡς ἐν τόπῳ, ἀλλʼ ὡς πέρας ἐν τῷ σώματι οὗ ἐστι τόπος. ὥστε καὶ ἀναγκαίως οὐκ ἂν εἴη ἐν τόπῳ ὁ τόπος, εἴπερ ἐν τόπῳ μέν ἐστι τὸ κινητὸν <!-- 9.597 -->σῶμα κατὰ φοράν, τὸ δὲ πέρας τοῦ περιέχοντος οὐκ ἔστι κινητὸν κατὰ φορὰν καθʼ αὑτό· οὐδὲ γάρ ἐστι κεχωρισμένον.

Καὶ φέρεται δὴ εἰς τὸν αὑτοῦ τόπον ἕκαστον ἕως τοῦ καὶ περὶ μὲν τόπου καὶ ὅτι ἔστιν καὶ τί ἐστιν εἴρηται.

Τοῦτο οὐκ ἀπορίας λύσιν ἔχει, ἀλλὰ τελευταῖον ἔκειτο τῶν περὶ τόπου ἀξιωμάτων τὸ φέρεσθαι φύσει καὶ μένειν ἐν τοῖς οἰκείοις τόποις ἕκαστον τῶν σωμάτων. δείκνυσιν οὖν καὶ τοῦτο ἀκόλουθον ὂν τῷ τοῦ τόπου ὁρισμῷ ἅμα καὶ ἔνστασιν ὑποφερομένην οἶμαι λύων τινά· διὸ καὶ τοῦτο ἥρμοσε ταῖς τῶν ἀποριῶν διαλύσεσι. πῶς γάρ, φαίη τις ἄν, τῆς γῆς τόπος ἂν εἴη τὸ τοῦ ὕδατος πέρας ἢ τοῦ ὕδατος τὸ τοῦ ἀέρος καὶ ἐφεξῆς ἐπὶ ἑκάστου σκοποῦντι; εἴπερ τὸν μὲν τόπον συγγενῆ δεῖ εἶναι τῷ ἐν τόπῳ καὶ ὅμοιον — διὸ καὶ οἰκεῖος αὐτῷ λέγεται —, τὸ δὲ ὕδωρ τῇ γῇ καὶ ὁ ἀὴρ τῷ ὕδατι ἀνόμοιον καὶ διάφορον καὶ ὑπεναντίον, ὡς καὶ μεταβάλλειν εἰς ἄλληλα. λέγει οὖν ὅτι τὰ ἐφεξῆς ἀλλήλοις ὄντα σώματα καὶ ἁπτόμενα ἀλλήλων μὴ βίᾳ ταῦτα συγγενῆ καὶ οἰκεῖα ἀλλήλοις ἐστί, τῷ μὲν πυρὶ ὁ ἀήρ — ἔχει γὰρ πρὸς αὐτὸν κοινὸν σύμβολον τὴν θερμότητα· διὸ καὶ ῥᾳδία ἡ ἐξ ἀέρος εἰς πῦρ μεταβολή —, τῷ δὲ ἀέρι τὸ ὕδωρ — κοινὸν γὰρ καὶ τούτοις ἡ ὑγρότης —, ὁμοίως καὶ τῷ ὕδατι ἡ γῆ — κατὰ γὰρ τὸ ψυχρὸν καὶ τούτοις ἡ συγγένεια —, οὐκέτι δὲ ἡ γῆ πρὸς τὸν ἀέρα ἢ τὸ ὕδωρ πρὸς τὸ πῦρ. καὶ τὸ πῦρ δὲ κἂν ἐν γενέσει καὶ μεταβολῇ τὸ εἶναι ἔχῃ, ἀλλʼ ὡς ἐν τοῖς τοιούτοις πάντων οἰκειότατόν ἐστι πρὸς τὴν τῆς σελήνης σφαῖραν καὶ ταύτης πρὸς τὸ τῇ γενέσει πλησιάζον μέρος. φωτεινὸν γὰρ καὶ τὸ πῦρ καὶ ἄυλον καὶ εἴδους λόγον ἔχον πρὸς τὰ ἄλλα στοιχεῖα. πρὸς τὸ συγγενὲς οὖν σῶμα φερόμενον ἕκαστον ἐπὶ τὸν οἰκεῖον φέρεται τόπον· καλῶς δὲ οὐ μόνον ἐφεξῆς εἶπεν, ἀλλὰ καὶ ἁπτόμενα· ἐφεξῆς μὲν γάρ ἐστιν, ὧν μηδέν ἐστι μεταξὺ ὁμογενές, ὡς αὐτὸς διδάξει, ὡς οἰκίαι ἐφεξῆς ἀλλήλαις λέγονται, εἰ μὴ εἴη μεταξὺ αὐτῶν ἄλλη οἰκία. τὰ δὲ οὕτως ἐφεξῆς οὔτε ἅπτεται ἀλλήλων οὔτε ἔστι τὸ ἕτερον ἐν τῷ ἑτέρῳ ὡς ἐν τόπῳ· δεῖται οὖν καὶ τοῦ ἅπτεσθαι, ἵνα ᾖ ἐν τόπῳ. καὶ τὸ μὴ βίᾳ δὲ ἀναγκαίως πρόσκειται· δύναται γάρ τινα ἅπτεσθαι ἀλλήλων μὴ κατὰ φύσιν ἀλλὰ βίᾳ, καὶ ταῦτα μήτε συγγενῆ εἶναι μήτε ἅπτεσθαι ἀλλήλων κατὰ φύσιν. εἰ οὖν τὰ συγγενῆ σώματα φυσικὴν ἔχοντα τὴν πρὸς ἄλληλα τάξιν ἐφίεται τοῦ ἐφεξῆς εἶναι ἀλλήλοις καὶ ἅπτεσθαι ἀλλήλων μὴ βίᾳ, εἰκότως καὶ ἀποσπασθέντα ταῦτα σπεύδει ἐπʼ αὐτὰ ὡς πρὸς οἰκεῖα, καὶ μένει ἐν αὐτοῖς ὡς ἐν οἰκείοις. ἐπειδὴ δὲ καὶ τὰ μέρη συγγενῆ ἐστιν ἀλλήλοις καὶ τῷ <!-- 9.598 -->ὅλῳ, οὐ μέντοι ὡς ἐν τόπῳ ἐστὶν ἐν ἀλλήλοις ἢ ἐν τῷ ὅλῳ, τὴν αἰτίαν τούτου λέγει· τὰ μὲν γὰρ συμπεφυκότα καὶ συνεχῆ ἀλλήλοις ἀπαθῆ ὑπʼ ἀλλήλων ἐστὶν εὐλόγως· δεῖ μὲν γὰρ ἄλλο εἶναι τὸ ποιοῦν καὶ ἄλλο τὸ πάσχον, τὰ δὲ συνεχῆ καὶ συμπεφυκότα ἕν ἐστι, τὰ δὲ μὴ ἀπαθῆ ἀλλὰ ποιοῦντα καὶ πάσχοντα ταῦτα οὐκ ἔστι συνεχῆ οὐδὲ οὕτως συγγενῆ, ἀλλʼ ὡς τὰ ἁπτόμενα, ἐν οἷς ἄλλο μὲν τὸ ποιοῦν, ἄλλο δὲ τὸ πάσχον, πλησιάζοντα δὲ ἀλλήλοις καὶ συγγενῆ· οὐχ οὕτω δὲ ὡς τὰ μέρη ἐκ τῶν αὐτῶν ὄντα στοιχείων, ἀλλὰ τὸ μὲν κοινὸν ἔχοντα, τὸ δὲ διάφορον. διὸ καὶ μεταβάλλει εἰς ἄλληλα. ταῦτα οὖν καὶ τὰ ἐν τόπῳ ἐστί. τὰ γὰρ παρακείμενα ἀλλήλοις σώματα καὶ ἁπτόμενα καὶ ποιοῦντα καὶ πάσχοντα ταῦτα κατὰ φύσιν καὶ κινεῖται καὶ φέρεται τὸ ἀτελέστερον ἐπὶ τὸ τελειότερον, ὡς ἐρεῖ.

Εἰπὼν δὲ αἴτιον εἶναι τοῦ εὐλόγως ἐπὶ τὸν οἰκεῖον φέρεσθαι τόπον τὸ συγγενὲς τοῦ σώματος, οὗ πέρας ἐστὶν ὁ τόπος πρὸς τὸ ἐν τόπῳ, καὶ τοῦ μένειν εὐλόγως ἐν τῷ οἰκείῳ τόπῳ τὸ αὐτὸ αἴτιόν φησιν· ὥσπερ γὰρ τὸ ἀφιστάμενον τοῦ συγγενοῦς ἐφιέμενον αὐτοῦ κινεῖται ἐπʼ αὐτό, οὕτω καὶ τὸ γενόμενον ἐκεῖ μένειν ἐφίεται· σχεδὸν γὰρ μέρος ἐστὶν ἐκείνου, ὑφʼ οὗ περιέχεται κατὰ φύσιν. τὸ δὲ σχεδόν, ὅτι οὐ συνεχὲς μέρος ἐστίν, ἀλλὰ διῃρημένον. ὡς οὖν τοῖς μέρεσι κατὰ φύσιν ἐστὶ καὶ φέρεσθαι ἐπὶ τὰ ὅλα καὶ μένειν ἐν αὐτοῖς, οὕτω καὶ τοῖς συγγενέσι κατὰ φύσιν ἐστὶ τὸ φέρεσθαι καὶ μένειν ὡς ἐν οἰκείῳ τόπῳ διῃρημένοις οὖσι· κατὰ γὰρ τοῦτο καὶ ἔστιν ἐν τόπῳ. ὥσπερ γὰρ τὰ κυρίως μέρη οἷον ὕδατος μέρος ἢ ἀέρος ἐν τῷ ὅλῳ φυλάττει τὴν πρὸς αὐτὸ οἰκειότητα καὶ κινούμενον καὶ μένον, οὕτω καὶ τὰ κατὰ τὸν ἕτερον τρόπον συγγενῆ φυλάττει τὴν οἰκειότητα οἷον τὸ ὕδωρ πρὸς τὸν ἀέρα. κινούμενον δὲ ὑπέθετο τὸ μόριον, ἵνα αὐτὸ τοῖς ἐν τόπῳ μᾶλλον ὁμοιώσῃ. ἔοικε γὰρ μόριόν πως εἶναι τὸ ὕδωρ τοῦ ἀέρος διῃρημένον, μόριον δὲ οὕτως ὥς ἐστι μόριον ἡ ὕλη, ἐξ ἧς γίνεται τὸ γινόμενον, τοῦ κατὰ τὸ εἶδος χαρακτηριζομένου συνθέτου. γίνεται γὰρ ἐξ ὕδατος ἀὴρ ὡς ἐξ ὕλης, ὡς ἐκ χαλκοῦ ἀνδριὰς ἢ μᾶλλον ὡς ἐκ σπέρματος ζῷον· οὐ γὰρ ὑπομένοντος τοῦ ὕδατος γίνεται ὁ ἀήρ. ἀλλὰ πῶς εἰπὼν οὕτω δὲ καὶ ὁ ἀὴρ ἔχει πρὸς ὕδωρ· οἷον ὕλη γάρ, τὸ δὲ εἶδος· τὸ μὲν ὕδωρ ὕλη ἀέρος, ὁ δὲ ἀὴρ οἷον ἐνέργειά τις ἐκείνου μέρος ὅμως τὸ ὕδωρ τοῦ ἀέρος φησίν; οὐ γάρ ἐστιν ἡ ὕλη τοῦ εἴδους μέρος, ἀλλὰ τοῦ συνθέτου ἄμφω. ἢ διὰ τοῦτο ὅτι τὸ σύνθετον κατὰ τὸ εἶδος μάλιστα οὐσιοῦται καὶ χαρακτηρίζεται, ἢ ὡς αὐτὸς εἶπεν, ὅτι τὸ ὕδωρ δυνάμει ἐστὶν ἀήρ. ὡς γὰρ τὸ σπέρμα μέρος δοκεῖ τοῦ ἐξ αὐτοῦ γινομένου ζῴου, οὕτως καὶ τὸ ὕδωρ μέρος πώς ἐστι τοῦ ἐξ αὐτοῦ γινομένου ἀέρος δυνάμει ὂν ἀήρ. ἀλλὰ παντὶ πρόχειρον ἦν ἐφιστάνειν, ὅτι καὶ ἐξ <!-- 9.599 -->ἀέρος ὕδωρ γίνεται καὶ ὁ ἀὴρ δυνάμει ἐστὶν ὕδωρ καὶ ὕλη τοῦ ὕδατος ὁ ἀήρ, ὥστε καὶ μέρος. ἀλλὰ ἄλλον φησὶ τρόπον ὁ ἀὴρ δυνάμει ὕδωρ καὶ ἄλλον τὸ ὕδωρ δυνάμει ἀήρ. καὶ τὸν μὲν ἀκριβῆ περὶ τούτων διορισμὸν εἰς τὴν Περὶ γενέσεως καὶ φθορᾶς πραγματείαν ὑπερτίθεται. δοκεῖ δὲ ἡ μὲν τοῦ ὑλικωτέρου καὶ παχυτέρου σώματος εἰς τὸ λεπτότερον μεταβολὴ γενέσει ἐοικέναι, ἡ δὲ τοῦ λεπτοτέρου εἰς τὸ παχύτερον φθορᾷ· τοῦτο δέ, διότι τὰ λεπτομερέστερα τῶν στοιχείων εἴδους ἔχειν λόγον ὡς πρὸς τὰ παχυμερέστερα δοκεῖ. τοιγαροῦν ἀρετὴν μὲν ὕδατος τὴν κουφότητά φαμεν, κακίαν δὲ ἀέρος τὴν παχύτητα. παντὶ δὲ τὸ μὲν ἀτελὲς παρὰ τὴν ὕλην, ἡ δὲ τελειότης παρὰ τὸ εἶδός ἐστι. καὶ τὸ μὲν τελειωθὲν εἴη ἂν ὡς μέρος ἐν τῷ μετὰ τῆς τελειότητος ὅλῳ, τὸ δὲ φθαρὲν οὐκ ἂν εἴη μέρος. εἰκότως οὖν τὸ μὲν ὕδωρ ἐπὶ τὸ πέρας τοῦ ἀέρος ἵεται, ὁ δὲ ἀὴρ οὐκ ἐπὶ τὸ τοῦ ὕδατος, ἀλλʼ ἐπὶ τὸ τοῦ πυρός. εἰπὼν οὖν ὅτι δυνάμει τὸ ὕδωρ ἀήρ ἐστι καὶ ὅτι τὸ μὲν ὕδωρ ὕλῃ ἀναλογεῖ, ὁ δὲ ἀὴρ εἴδει, συλλογίζεται λοιπόν, ὅτι ἔνθα τὸ αὐτὸ δυνάμει καὶ ἐνεργείᾳ ᾖ καὶ τὸ μὲν δυνάμει εἴδει ἀναλογεῖ, τὸ δὲ ἐνεργείᾳ ὕλη, μέρος γίνεται τὸ ἐνεργείᾳ τοῦ δυνάμει. ἐπεὶ οὖν τὸ ὕδωρ ἐνεργείᾳ μέν ἐστιν ὕδωρ, δυνάμει δὲ ἀήρ, καὶ μεταβάλλει εἰς ἀέρα καὶ ἐνυπάρχει πως αὐτῷ, ἔχοι ἂν ὡς μόριόν πως πρὸς ὅλον. κἂν δυνατὸν δὲ καὶ ἐπὶ ἀέρος τὸ αὐτὸ λέγειν, διότι καὶ αὐτὸς δυνάμει ὕδωρ ὢν μεταβάλλει εἰς ὕδωρ, ἀλλʼ εἰ φθορᾷ μᾶλλον ἔοικεν αὕτη ἡ μεταβολή, οἰκειότερον ἂν ἐν τῷ πρὸς γένεσιν ὡμοιωμένῳ λέγοιτο τὸ μέρος καὶ ὅλον.

Οὗ δὲ ἕνεκεν ταῦτα παρείληπται, ἐπήγαγεν εἰπὼν διὸ καὶ τούτοις ἁφή ἐστι. διὰ γὰρ τὴν συγγένειαν ἁφή ἐστιν ἀβίαστος ἐν αὐτοῖς, καὶ τὰ ὑλικώτερα ὡς ἐν τόπῳ περιέχεται ὑπὸ τῶν εἰδικωτέρων, τοῦτο δέ, ὅταν ἑκάτερον ἐνεργείᾳ μένῃ ὅπερ ἐστί, δυνάμει δὲ τὸ ἕτερον. ὅταν δὲ ἐνεργείᾳ ἄμφω ἓν γένηται — τοῦτο δὲ συμβαίνει τοῦ ἑτέρου μεταβάλλοντος εἰς τὸ ἕτερον οἷον τοῦ ὕδατος γενομένου ἀέρος ἢ τοῦ ἀέρος ὕδατος —, τοῦτο οὐκέτι ἅπτεται ἀλλήλων οὐδὲ ὡς ἐν τόπῳ τὸ ἕτερον ἐν τῷ ἑτέρῳ ἐστίν, ἀλλὰ συμφύεται καὶ συνεχίζεται καὶ ὅλον καὶ μέρη ἀποτελεῖται. ἐπειδὴ δὲ τὴν συγγένειαν καὶ τὰς κοινὰς ποιότητας ᾐτιασάμεθα τῆς ἀβιάστου καὶ κατὰ φύσιν ἁφῆς καὶ τοῦ ὡς ἐν τόπῳ εἶναι τῷ πέρατι τοῦ περιέχοντος σώματος, ἐπιστήσοι ἄν τις δικαίως οἶμαι, ὅτι κατὰ τοῦτον τὸν λόγον μόνον ἔδει τὸ ὕδωρ εἶναι τῆς γῆς τόπον, ἀλλʼ οὐχὶ καὶ τὸν ἀέρα. ἔπειτα εἰ ὡς ἐπὶ συγγενῆ ἵεται, διὰ τί μὴ καὶ ἐν ἀέρι ἢ ἐν μέσῳ ὕδατι μένει ἡ βῶλος ἐν τῷ συγγενεῖ οὖσα καὶ ἁπτομένη αὐτοῦ; ἢ πρὸς μὲν τὸ πρῶτον δυνατὸν εἰπεῖν, ὅτι ὁ πρὸς τῇ γῇ ἀὴρ θολερὸς ὢν ἐγγύς ἐστιν ὕδατος τὴν φύσιν καὶ διὰ τοῦτο καὶ πρὸς τὴν γῆν ἐστι συγγενής, πρὸς δὲ τὸ δεύτερον, ὅτι <!-- 9.600 -->καὶ τὸ ὕδωρ οὐ παντὶ τῷ ἀέρι συγγενές ἐστιν, ἀλλὰ τῷ πλησιάζοντι αὐτῷ μέρει, καὶ ἡ γῆ ὁμοίως τῷ ἐσχάτῳ καὶ γεώδει καὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος. καὶ διὰ τοῦτο οὔτε ὕδωρ ἐν τῷ μέσῳ τοῦ ἀέρος μένει οὔτε βῶλος ἐν μέσῳ τοῦ ἀέρος ἢ τοῦ ὕδατος. ἀλλʼ εἰ πάντα τοῦ ἀγαθοῦ καὶ τῆς ἐν αὐτῷ ὠφελείας ἐφίεται κατὰ φύσιν, πῶς σπεύδει πρὸς τὸ μεταβάλλον καὶ ἀλλοιοῦν αὐτὸ καὶ φθείρειν πεφυκός; τὰ γὰρ πλησιάζοντα ἀλλήλοις ἀμέσως μεταβάλλει εἰς ἄλληλα. μήποτε οὖν οὐ μόνον ἀλλοιοῦσθαι πέφυκεν ὑπὸ τοῦ παρακειμένου καὶ μεταβάλλεσθαι εἰς αὐτό, ἀλλὰ καὶ ἀλλοιοῦν ἐκεῖνο καὶ εἰς ἑαυτὸ μεταβάλλειν. ἐφίεται οὖν τῆς ἑαυτοῦ προσαυξήσεως. ἀληθὲς γὰρ λέγειν καὶ ὅτι οὐ τὸ πλησιάζον διώκει ἕκαστον, ἀλλὰ τὴν ὁλότητα τὴν ἑαυτοῦ, καὶ ταύτης ἐφίεται ὡς ἐν ταύτῃ σῳζόμενον· καὶ ταύτῃ καὶ ἐπὶ τὸν τοῦ ὅλου φέρεται τόπον ὅστις ποτέ ἐστιν.

Ἐπιστῆσαι δὲ ἄξιον ὅτι δύο παρῆκεν ἀλύτους ἀπορίας ὁ Ἀριστοτέλης τῶν πρὸς τὸν τόπον ἀπορηθεισῶν τήν τε τρίτην καὶ τὴν τετάρτην· ὧν ἡ μὲν ἔλεγε «τί γὰρ ἄν ποτε καὶ θείημεν εἶναι τὸν τόπον; οὔτε γὰρ στοιχεῖον οὔτε ἐκ στοιχείων οἷόν τε εἶναι» καὶ τὰ ἑξῆς· τὴν δὲ «ἔτι δὲ καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν αἴτιον τὸν τόπον» καὶ τὰ ἑξῆς. καὶ πρὸς μὲν τὸ πρῶτον ῥητέον, ὅτι τὰ αὐτὰ ἄν τις καὶ περὶ πάσης ἐπιφανείας ἀπορήσειεν. οὔτε γὰρ ἀσώματον στοιχεῖόν ἐστιν, ἐπειδὴ διέστηκεν, οὔτε σωματικόν, ἐπειδὴ οὐ τριχῇ διαστατόν ἐστιν· ἀλλʼ οὐδὲ ἐκ στοιχείων διὰ τὰς αὐτὰς αἰτίας· οὔτε γὰρ σῶμά ἐστι μὴ ὂν τριχῇ διαστατὸν οὔτε πάντῃ ἀσώματον διεστώς. ἢ οὖν καὶ ἐπιφάνειαν πᾶσαν ἀναιρεῖν χρεών, διότι ὡς ἐπιφάνεια τῷ τόπῳ ἐπῆκται ταῦτα, ἢ οὐδὲ τόπον. εἰ δὲ καὶ τοιαύτη τίς ἐστι φύσις, ἥτις διαστατὴ μέν ἐστιν, οὐ μέντοι ἐπὶ τρία, ὥστε καὶ σῶμα εἶναι, τί κωλύει καὶ στοιχεῖον αὐτὴν εἶναι ἤτοι μέρος τοῦ σώματος καὶ ἐκ στοιχείων τοῦ τε διαστατοῦ καὶ τοῦ ἐπὶ δύο ἢ τοῦ μήκους καὶ τοῦ πλάτους; εἰ μὲν γὰρ τὸ ἀσώματον ἀπόφασιν ἐδήλου τοῦ διαστατοῦ, ἄτοπον καὶ ἀδύνατον ἦν τὸ μήτε σῶμα μήτε ἀσώματον εἶναι τὴν ἐπιφάνειαν. ἐπειδὴ δὲ τὸ μοναχῇ καὶ τὸ διχῇ διαστατὸν ἀσώματόν ἐστι, δυνατὸν εἶναί τι ὃ μήτε σῶμά ἐστι μήτε πάντῃ ἀδιάστατον. πρὸς δὲ τὴν ἀπὸ τῶν αἰτίων ἀπορίαν ῥητέον, ὅτι εἴπερ φυσικῶς ἐφίεται τὰ σώματα καὶ φέρεσθαι ἐπὶ τοὺς οἰκείους τόπους καὶ μένειν ἐν αὐτοῖς, τελικὸν ἂν εἴη αἴτιον ὁ τόπος ὡς συνεκτικὸν καὶ τελεσιουργὸν καὶ περιποιητικὸν τῆς ἑκάστου τελειότητος· ἀτελῆ γάρ ἐστι τὰ ἐν ἀλλοτρίοις ὄντα τόποις τῆς οἰκείας ὁλότητος. διὸ καὶ αἱ κινήσεις αὐτῶν αἱ ἐπὶ τοὺς οἰκείους τόπους ἐπʼ εὐθείας οὖσαι ἀτελῶν εἰσιν, ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς ὡμολόγησεν. οὐδὲν γὰρ τῶν ἁπλῶν τέλειον ὂν ἐπʼ εὐθείας κινεῖται, ἀλλʼ ἢ μένει ἢ κινεῖται κύκλῳ.

<!-- 9.601 -->Οὕτως μὲν οὖν ὁ περὶ τόπου λόγος τῷ Ἀριστοτέλει διάκειται πολλὰς ἔχων ἀπορίας καὶ πολλὰς εὐθύνας τοῖς μετʼ αὐτὸν ὑποσχών. βούλομαι οὖν τάς τε πρὸς αὐτὸν ἐνστάσεις ἐκθέσθαι καὶ τὴν αἰτίαν τοῦ παραλογισμοῦ τοῦ περὶ τὸν τόπον ὑποδεῖξαι. καὶ οὐδὲ οὕτως πέρας ἔχειν ὁ λόγος μοὶ δοκεῖ· καὶ γὰρ καὶ ἄλλαι γεγόνασι μετʼ Ἀριστοτέλην περὶ τόπου δόξαι, ὧν τὴν ἐξέτασιν εἰ πρὸ αὐτοῦ γεγόνεσαν, αὐτὸς ἂν ἡμῖν παρεδεδώκει, ὥστε ἀρεστὸν αὐτῷ τὸ καὶ ἐκείνας ἐξετασθῆναι, καὶ τὴν διάστημα τὸν τόπον λέγουσαν ὑπόθεσιν βραχέως μὲν ὑπʼ αὐτοῦ βασανισθεῖσαν, ἀρέσασαν δὲ τοῖς κλεινοτάτοις τῶν μετʼ αὐτόν, δίκαιον οἶμαι πλείονος ἀξιῶσαι κατανοήσεως. εἰ δέ τι καὶ αὐτὸς δυναίμην συμβαλέσθαι τῇ διαρθρώσει τῶν περὶ τόπου ἐννοιῶν, ἀποδέξαιτο ἂν οἶμαι τὴν τόλμαν ὁ Ἀριστοτέλης τὰς ἀρχὰς αὐτὸς παρασχών, ὥστε κἂν ἔξω τοῦ ὑπομνηματισμοῦ προϊέναι δόξω, τὸ χαλεπὸν καὶ πολυειδὲς τοῦ προβλήματος οἱ ἐντυγχάνοντες αἰτιάσθωσαν. ἰστέον οὖν ὅτι τῶν περὶ τόπου τι γραψάντων οἱ μὲν σῶμα τὸν τόπον, οἱ δὲ ἀσώματον ὑπέθεντο· σῶμα μὲν ὥσπερ Πρόκλος ὁ ἐκ τῆς Λυκίας φιλόσοφος· τῶν δὲ ἀσώματον λεγόντων οἱ μὲν πάντῃ ἀδιάστατον, οἱ δὲ διαστατὸν λέγουσι· καὶ τῶν πάντῃ ἀδιάστατον οἱ μὲν ὑποκείμενον τοῖς σώμασιν ὡς Πλάτων τὴν ὕλην τόπον λέγων, οἱ δὲ τελεσιουργὸν τῶν σωμάτων, ὡς ὁ ἡμέτερος Δαμάσκιος· τῶν δὲ διαστατὸν λεγόντων οἱ μὲν ἐπὶ δύο διεστὼς ὡς ὁ Ἀριστοτέλης τε καὶ ὁ Περίπατος ἅπας, οἱ δὲ ἐπὶ τρία, καὶ τούτων οἱ μὲν πάντῃ ἀδιάφορον καί ποτε καὶ ἄνευ σώματος μένον ὡς οἱ περὶ Δημόκριτον καὶ Ἐπίκουρον, οἱ δὲ διάστημα καὶ ἀεὶ σῶμα ἔχον καὶ ἐπιτήδειον πρὸς ἕκαστον ὡς οἱ κλεινοὶ τῶν Πλατωνικῶν καὶ ὁ Λαμψακηνὸς Στράτων.

Ἀλλʼ ἐν ὅσῳ πρόχειρον ἔχομεν τῶν Ἀριστοτέλους τὴν μνήμην, ἐκεῖνα πρῶτον ἐπισκεψώμεθα. πρῶτον δὴ τούτοις ἐπιστήσοι ἄν τις, οἷς ὁμόσε κεχώρηκεν ὁ Ἀριστοτέλης, τῷ τε μὴ κινεῖσθαι κατὰ τόπον τὸν οὐρανὸν καὶ τῷ μὴ εἶναι μήτε αὐτὸν μήτε τὸ πᾶν ἐν τόπῳ. καὶ ἔτι μέντοι οὐ τὴν ἀπλανῆ μόνον ἀκίνητον κατὰ τόπον φησὶ καὶ μὴ εἶναι ἐν τόπῳ, ὡς οἱ ἐξηγηταὶ λέγουσι συστέλλειν τὴν ἀτοπίαν ἡγούμενοι, ἀλλὰ καὶ ὅλον τὸν οὐρανόν, ὅτε ὡς ἕνα αὐτὸν ἐθεάσατο. ὅτι γὰρ καὶ κινεῖσθαι κατὰ τόπον καὶ εἶναι ἐν τόπῳ μόνα τὰ κατʼ εὐθεῖαν κινούμενα νομίζει, πολλαχόθεν <!-- 9.602 -->μὲν ἄν τις πιστώσαιτο. ἵνα δὲ μὴ πολλὰ γράφω, ἀρκεῖ μίαν ἢ δύο παραθέσθαι ῥήσεις· «ἔστι δὲ τόπος οὐχ ὁ οὐρανός, ἀλλὰ τοῦ οὐρανοῦ τι τὸ ἔσχατον καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος· καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δὲ ἐν τῷ ἀέρι, ὁ δὲ ἀὴρ ἐν τῷ αἰθέρι, ὁ δὲ αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δὲ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ». τὸν γὰρ Ἀλέξανδρον παραιτητέον παραλελεῖφθαι μὲν τὸ πῦρ ἐνταῦθα λέγοντα, αἰθέρα δὲ τὸ πλανώμενον καλεῖσθαι. καὶ πρὸ τούτου δὲ «λέγω δέ, φησί, τὸ περιεχόμενον σῶμα τὸ κινητὸν κατὰ φοράν», περιεχόμενον δὲ λέγει τὸ ἐν τόπῳ. εἰ οὖν τὸ περιεχόμενον σῶμα κινητὸν κατὰ φοράν, τοῦτό ἐστιν ἐν τόπῳ, τὸ κατὰ φορὰν ἢ ἄλλο ἐστὶ τοῦ κατὰ περιφορὰν καὶ δηλοῖ τὴν ἐπʼ εὐθείας κίνησιν, ὡς καὶ οἱ ἐξηγηταὶ ὁμολογοῦσι, — καὶ εἴη ἂν ἐν τόπῳ τὰ ἐπʼ εὐθείας κινητά, οἷς καὶ τὸ κινητὸν πρέπει, διὰ τὸ μὴ ἀεὶ κινεῖσθαι ὥσπερ τὰ κυκλοφορούμενα, ἀλλʼ ἔχειν τὸ δυνάμει — ἢ εἴ τις ἐκ τῶν ἐν τῷ τελευταίῳ βιβλίῳ τῆσδε τῆς πραγματείας καὶ ἐκ τῶν Περὶ οὐρανοῦ τὴν φορὰν εἰς ταὐτὸν ἄγει τῇ κατὰ τόπον κινήσει, ὥστε καὶ τὰ κυκλοφορούμενα φέρεσθαι λέγειν, δῆλον ὅτι καὶ τὴν ἀπλανῆ καὶ τὸν ὅλον οὐρανὸν ἐν τόπῳ εἶναι ὁμολογήσει· ὅπερ σαφῶς ὁ Ἀριστοτέλης ἀπαγορεύει διὰ τὸ μηδὲν ἔχειν ἔξωθεν τὸ περιέχον. ἀλλʼ ἐν οἷς μὲν τὴν φορὰν ἀντιδιαιρεῖ τῇ κύκλῳ κινήσει, εἴρηται πρότερον· ἐν οἷς δὲ αὐτὴν ὡς κοινὸν γένος τῆς κατὰ τόπον κινήσεως λαμβάνει, ἔστι τάδε· «τριῶν γὰρ οὐσῶν κινήσεων τῆς τε κατὰ μέγεθος καὶ τῆς κατὰ πάθος καὶ τῆς κατὰ τόπον, ἣν καλοῦμεν φοράν». καὶ διαιρεῖ λοιπὸν τὴν φορὰν λέγων «πᾶν μὲν γὰρ κινεῖται τὸ φερόμενον ἢ κύκλῳ ἢ εὐθεῖαν ἢ μικτήν». ὥστε ἐκ τούτων καὶ ἐκεῖνο δῆλον σαφῶς γίνεται, ὅτι καὶ κατʼ αὐτὸν ἡ κύκλῳ κίνησις κατὰ τόπον κίνησίς ἐστι. τὰ δὲ κατὰ τόπον κινούμενα καὶ ἐν τόπῳ ἐστίν· ὥστε ἐκ τούτων καὶ ὁ πᾶς οὐρανὸς καὶ ἡ ἀπλανὴς ἐν τόπῳ ἐστί. πῶς οὖν ἐν τοῖς περὶ τόπου λόγοις καὶ τὴν ἀπλανῆ καὶ τὸν ὅλον οὐρανὸν καὶ τὸ πᾶν τόδε τὰ ὁριζόμενα κατὰ τὴν ἀπλανῆ μὴ εἶναι ἐν τόπῳ φησί; καὶ τὴν αἰτίαν κοινὴν τούτων προσέθηκε λέγων «ᾧ μὲν οὖν σώματι ἔστι τι ἐκτὸς τὸ περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ, ᾧ δὲ μή, οὔ». καὶ τοῦτο εἰκότως, εἴπερ τὸ πέρας τοῦ περιέχοντός ἐστιν ὁ τόπος. καὶ ὅ γε Ἀλέξανδρος τούτοις μᾶλλον ἐνδοὺς οὐ προσεποιήσατο τὰ πρότερον εἰρημένα τὴν κύκλῳ κίνησιν λέγων μὴ εἶναι τοπικὴν διὰ τὸ μὴ μεταβαίνειν ὅλον. γράφει γοῦν ταῦτα διαρρήδην· «καὶ γὰρ εἰ ἔστιν αὐτῷ κίνησις, ἀλλʼ οὐ τοπική γε αὕτη· οὐ γὰρ ἀλλάσσει τόπον τῷ μὴ περιέχεσθαι». ἀλλʼ ὅτι μὲν καὶ τὸ κυκλοφορούμενον φέρεται, δῆλον, καὶ ὅτι τὸ φερόμενον κινεῖται· ἀλλʼ εἰ μὲν κατὰ τόπον, ὡς ἡ προειρημένη <!-- 9.603 -->ῥῆσις ἔλεγε, δῆλον ὅτι καὶ ἐν τόπῳ ἐστί. τὸ γὰρ κατὰ τόπον κινούμενον καὶ ἔστιν ἐν τόπῳ καὶ ὑπʼ αὐτῶν εἶναι ὁμολογεῖται, εἴπερ ἀπὸ τῆς κατὰ τόπον κινήσεως μάλιστα ὁ τόπος εὑρέθη. εἰ δὲ λέγουσι μὴ κατὰ τόπον κινεῖσθαι, λεγέτωσαν ποῖον εἶδος κινήσεώς ἐστιν ἢ μεταβολῆς ἡ κυκλοφορία· οὔτε γὰρ κατʼ οὐσίαν οὔτε κατὰ ποσὸν οὔτε κατὰ ποιόν. σαφέστατα δὲ ὁ Ἀριστοτέλης τὴν κύκλῳ κίνησιν κατὰ τόπον φησὶν ἐν τῇ Περὶ οὐρανοῦ λέγων «πᾶσα δὲ κίνησις ὅση κατὰ τόπον, ἣν καλοῦμεν φοράν, ἢ εὐθεῖα ἢ κύκλῳ ἢ ἐκ τούτων μικτή». οὐδὲν δὲ ἧττον σαφῶς τῆς κατὰ τόπον κινήσεως τοῖς ἀιδίοις σώμασι μεταδίδωσι λέγων «τοῖς γὰρ ἀιδίοις μόνον ἐνδέχεται κινεῖσθαι» τὴν κατὰ τόπον κίνησιν, καὶ τὴν αἰτίαν ἐν ἄλλοις προστιθείς· «ἥκιστα γάρ, φησί, τῆς οὐσίας ἐξίσταται τὸ κινούμενον» τὴν κατὰ φορὰν κίνησιν. «κατὰ μόνην γὰρ οὐδὲν μεταβάλλει τοῦ εἶναι, ὥσπερ ἀλλοιουμένου μὲν τὸ ποιόν, αὐξομένου δὲ καὶ φθίνοντος τὸ ποσόν». ἐκ τούτων οὖν δῆλον φαίη τις ἄν, ὅτι οὔτε ἀληθῶς οὔτε συμφώνως ἑαυτῷ δοκεῖ μόνα τὰ ἐπʼ εὐθείας κινούμενα κατὰ τόπον κινεῖσθαι καὶ ἐν τόπῳ εἶναι λέγειν, ἀλλὰ τὸ ἀκόλουθον τῷ τοιούτῳ ὁρισμῷ τοῦ τόπου φυλάττων, κἂν ὁτιοῦν δέῃ, συγκινδυνεύειν αὐτῷ. πῶς δὲ εἰπὼν «ὅτι οὐκ ἂν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ κίνησις ἦν ἡ κατὰ τόπον» ἐπάγει «διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν μάλιστα ἐν τόπῳ οἰόμεθα, ὅτι ἀεὶ ἐν κινήσει»; καὶ ὅμως οὕτω σαφῶς ἀπαγορεύει τὸ εἶναι τὸν οὐρανὸν ἐν τόπῳ λέγων «ὁ δὲ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλος οὐδέ ἐστιν ἔν τινι τόπῳ, εἴ γε αὐτὸν μηδὲν περιέχει σῶμα.» πῶς δὲ ἐν τόπῳ λέγει τὸ κινητὸν κατὰ φοράν; τὸ γὰρ ἐν τόπῳ ὂν οὐ πάντως κινεῖται κατὰ τόπον· πολλὰ γὰρ καὶ μένει κατὰ τόπον. καὶ γὰρ ἡ γῆ, ὡς αὐτός φησιν, ἐν τῷ ὕδατι οὖσα ὡς ἐν τόπῳ μένει ὅμως· ὡς καὶ τοῦτο αὐτὸς ἐδήλωσε τὴν τῆς μονῆς διαφορὰν τοῦ ἄνω καὶ κάτω παραδιδούς· «τὸ μὲν ἀεὶ μένει» τὴν ἐν τῷ αὐτῷ τόπῳ μονὴν καὶ τὸ ἀκίνητον αὐτῆς λέγων, «τοῦ δὲ κύκλῳ τὸ ἔσχατον ὡσαύτως ἔχον μένει» τὴν κατʼ οὐσίαν ἐπὶ τούτου μονὴν θεωρῶν. ἔτι δὲ εἰ τὰ ἐν τῷ κινουμένῳ ὡς ἐν ἀγγείῳ μᾶλλόν ἐστιν ἢ ὡς ἐν τόπῳ, ὡς αὐτὸς δηλοῖ λέγων «διὸ ὅταν μὲν ἐν κινουμένῳ κινῆται καὶ μεταβάλλῃ τὸ ἐντὸς οἷον ἐν ποταμῷ πλοῖον, ὡς ἀγγείῳ χρῆται μᾶλλον ἢ τόπῳ», καὶ τὸ πλανώμενον ὡς ἐν ἀγγείῳ ἂν εἴη τῇ ἀπλανεῖ καὶ ἑκάστη σφαῖρα τῶν πλανωμένων ἐν τῇ περιεχούσῃ. καὶ μέντοι τὸ ὑπὸ σελήνην πᾶν τὸ κινητὸν κατὰ φοράν, ὅπερ καὶ κυρίως ἐν τόπῳ λέγει, καὶ τοῦτο ἐν τῷ ἐσχάτῳ <!-- 9.604 -->τοῦ οὐρανοῦ, τουτέστι τῇ κοίλῃ ἐπιφανείᾳ τῆς σεληνιακῆς σφαίρας ὄν, ὡς ἐν ἀγγείῳ ἂν εἴη· κινεῖται γὰρ καὶ ἡ σεληνιακὴ σφαῖρα. ποῦ οὖν ὁ τόπος ἢ τίνα τὰ ἐν τόπῳ κυρίως; καὶ γὰρ ὁ ἀὴρ κινεῖται καὶ τὸ ὕδωρ, καὶ οὐδὲ ἐν τούτοις ἂν εἴη τόπος, ὁπότε καὶ τὰ μερικὰ σώματα περιρρεῖται ὡς ἐπίπαν ὑπὸ ἀέρος καὶ ὕδατος. ἰστέον δὲ ὅτι καὶ ὁ Θεόφραστος ἐν τοῖς Φυσικοῖς ἀπορεῖ πρὸς τὸν ἀποδοθέντα τοῦ τόπου λόγον ὑπὸ τοῦ Ἀριστοτέλους τοιαῦτα· ὅτι τὸ σῶμα ἔσται ἐν ἐπιφανείᾳ, ὅτι κινούμενος ἔσται ὁ τόπος, ὅτι οὐ πᾶν σῶμα ἐν τόπῳ — οὐδὲ γὰρ ἡ ἀπλανής —, ὅτι ἐὰν συναχθῶσιν αἱ σφαῖραι, καὶ ὅλος ὁ οὐρανὸς οὐκ ἔσται ἐν τόπῳ, ὅτι τὰ ἐν τόπῳ ὄντα μηδὲν αὐτὰ μετακινηθέντα, ἐὰν ἀφαιρεθῇ τὰ περιέχοντα αὐτά, οὐκέτι ἔσται ἐν τόπῳ.

Ἀλλʼ ἴδωμεν, εἰ καὶ τοῖς προληφθεῖσι περὶ τοῦ τόπου ἀξιώμασι σύμφωνός ἐστιν ὁ ἀποδοθεὶς τοῦ τόπου ὁρισμός. περιέχειν πάντες φαμὲν τὰ ἐν ἑαυτῷ τὸν τόπον. καὶ δῆλον ὅτι οὐχ ὡς ἴδιον ἀποδίδοται τοῦτο τοῦ τόπου, ἀλλὰ καθόσον καὶ τὸ ἐν τόπῳ ἔν τινί ἐστι. πᾶν γὰρ τὸ ἔν τινι περιέχεσθαί φαμεν ὑπʼ ἐκείνου τοῦ ἐν ᾧ ἐστι. κατὰ ποῖον οὖν σημαινόμενον περιοχῆς περιέχειν λέγομεν τὸν τόπον; ἆρα καθόσον ὅλος διʼ ὅλου χωρεῖ τοῦ περιεχομένου ἢ καθόσον ἔξωθεν αὐτὸ περικαλύπτει; ἀλλʼ εἰ μὲν διʼ ὅλου χωρεῖ, πῶς ἂν τὸ πέρας εἴη τοῦ περιέχοντος; εἰ δὲ ὡς περικαλύπτων ἔξωθεν, οὕτω γε καὶ τὸ ἱμάτιον τόπος ἂν εἴη, ὅπερ οὐδεὶς οὐδὲ τῶν μεταφοραῖς χρωμένων λέγειν ἠξίωσεν. ἔτι δὲ τὸ οὕτως περιέχον ὡς τὸ πέρας τοῦ ἔξωθεν ἢ τὸ ὅλον περιέχει ἢ τὴν ἐπιφάνειαν. ἀλλʼ ὅλον ἀδύνατον· δεῖ γὰρ τὸ περιέχον ἢ μεῖζον ἢ ἴσον εἶναι τοῦ περιεχομένου· τὸ δὲ πέρας τοῦ περιέχοντος ἴσον ἐστὶ τῇ τοῦ περιεχομένου ἐπιφανείᾳ· αὕτη δὲ οὐκ ἦν ὅλον τὸ περιεχόμενον. ἀλλʼ οὐδὲ ἡ ἐπιφάνειά ἐστιν ἐν τόπῳ ὡς καὶ αὐτὸς ὁμολογεῖ, εἴπερ ἐν τόπῳ μέν ἐστι τὸ καθʼ αὑτὸ ἀπολελυμένον καὶ κινούμενον καθʼ αὑτό, ὥς φησιν, ἡ δὲ ἐπιφάνεια πέρας ἐστὶ τοῦ ἐν τόπῳ σώματος. ἀλλʼ οἰήσεταί τις ἴσως κατὰ τὴν ἐπιφάνειαν τὸ ὅλον ἐν τόπῳ εἶναι. οὐ μέντοι οὐδὲ τοῦτο δυνατόν· εἰ γάρ τι κατὰ μέρος αὐτοῦ πάσχει τι ἢ ποιεῖ, δεῖ τὸ μέρος προηγουμένως τοῦτο πάσχειν ἢ ποιεῖν, οἷον εἴ τις κατὰ τὸν πόδα λακτίζει, δεῖ τὸν πόδα προηγουμένως τοῦτο ποιεῖν, καὶ εἴ τις κατὰ τὴν ἐπιφάνειαν λευκαίνεται, δεῖ προηγουμένως πάσχειν τοῦτο τὴν ἐπιφάνειαν. τὸ δὲ δεύτερον τῶν ἀξιωμάτων ἦν τὸ ἴσον εἶναι τὸν τόπον τῷ ἐν τόπῳ. πῶς δὲ δυνατὸν ἐπιφάνειαν εἶναι σώματι ἴσην; οὕτω γὰρ ἂν καὶ γραμμὴ ἐπιφανείᾳ καὶ σημεῖον γραμμῇ, ὥστε καὶ σημεῖον σώματι· οὗ τί ἂν ἀτοπώτερον εἴη; ὅτι γὰρ τὸ σῶμα <!-- 9.605 -->βούλεται εἶναι ἐν τόπῳ, δῆλον ἐκ τούτου τὸ λέγειν ἐν τόπῳ τὸ κινητὸν κατὰ φοράν. κινεῖται δὲ οὐχ ἡ ἐπιφάνεια καθʼ αὑτήν, ἀλλὰ τὸ σῶμα. ἀλλʼ ἔοικεν ἡ περιοχὴ κατά τινα ληφθεῖσα τρόπον τὸν τῆς περικαλύψεως, ἀλλʼ οὐ τὸν τῆς διʼ ὅλου χωρήσεως καὶ τὴν τῆς ἰσότητος ἔννοιαν κατʼ ἐκείνην λαβεῖν.

Ἔτι δέ, φησί, τόπου διαφορὰς ἀξιοῦμεν εἶναι τὸ ἄνω καὶ τὸ κάτω. ὥσπερ οὖν ἔστι τι τὸ ἀνωτάτω, μεθʼ ὃ οὔτε τόπος ἔστι τις οὔτε ἐν τόπῳ, οὕτως εἶναι δεῖ καὶ τὸ κατωτάτω. εἰ οὖν τὸ ἀνωτάτω τὸ πέριξ ἐστίν, εἴτε κατὰ τὸ κυρτὸν τὸ τῆς ἀπλανοῦς εἴτε κατὰ τὸ τοῦ αἰθέρος, εἴπερ μόνον τὸ ὑπὸ σελήνην ἐστὶν ἐν τόπῳ, καὶ τὸ κατωτάτω ἂν εἴη τὸ μέσον τοῦ παντός. τοῦτο δέ ἐστι τὸ κέντρον καὶ τὰ τούτῳ πλησιάζοντα. οὐκ ἄρα ὁ τῆς γῆς τόπος κατωτάτω ὢν τὸ πέρας ἐστὶ τοῦ ὕδατος ἢ τοῦ ἀέρος, ὡς ἐδήλου λέγων «καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δὲ ἐν τῷ ἀέρι, ὁ δὲ ἀὴρ ἐν τῷ αἰθέρι». εἰ δέ τις λέγοι διττὸν εἶναι τὸ κάτω καὶ διττὸν τὸ ἄνω, τὸ μὲν ὡς τὸν τόπον, τὸ δὲ ὡς τὸ ἐν τόπῳ, ὥσπερ καὶ αὐτὸς ἐδήλωσεν, ἐν οἷς φησι «τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας κάτω ἐστὶ καὶ αὐτὸ τὸ μέσον, τὸ δὲ πρὸς τὸ ἔσχατον ἄνω καὶ αὐτὸ τὸ ἔσχατον», ἐπειδὴ καὶ αὐτὸς ὁμολογεῖ καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ καὶ ἐν τῇ Περὶ οὐρανοῦ τὸ μὲν μέσον εἶναι τὸ κάτω τὸ δὲ πέριξ τὸ ἄνω, καὶ σφαιρικοῦ τοῦ παντὸς ὄντος δῆλον ὅτι ὡς τὸ κάτω τὸ κέντρον ἐστὶν οὕτως τὸ ἄνω τὰ πέρατα τῶν ἀπὸ τοῦ κέντρου ἐκβαλλομένων εὐθειῶν, τί ἂν εἴη τὸ κέντρον; οὔτε γὰρ τόπος ἐστίν, εἴπερ ὁ τόπος ἐπιφάνεια καὶ περιοχὴ καὶ ἴσος τῷ ἐν τόπῳ, οὔτε ἐν τόπῳ, εἰ τὸ ἐν τόπῳ ἐπιφάνειαν ἔχει καὶ κινητόν ἐστι κατὰ φοράν. ἀλλʼ οὐδὲ ὁ ἄνω τόπος ἡ κοίλη τῆς σελήνης ἐστὶν ἐπιφάνεια οὐδὲ ἡ τῆς ἀπλανοῦς κοίλη, ἀλλʼ εἰ ἄρα, ἡ κυρτή. εἰς ταύτην γὰρ τελευτᾷ τὰ ἔσχατα τῶν ἐκ τοῦ κέντρου. ἔτι δὲ εἰ ἡ σεληνιακὴ σφαῖρα κύκλῳ κινεῖται, συγκινεῖται δὲ αὐτῇ καὶ τὸ ὑπέκκαυμα κύκλῳ, ὡς ἐν τοῖς Μετεωρολογικοῖς ὁμολογεῖ, τὸ ἄνω τοῦτο κατὰ τὸν αὑτοῦ διορισμὸν οὐκ ἔστι τόπου διαφορά, ἀλλὰ ἀγγείου, ὡς αὐτὸς διώρισεν. «ὅταν, γάρ, ἐν κινουμένῳ, φησί, κινῆται καὶ μεταβάλλῃ τὸ ἐντός, οἷον ὡς ἐν ποταμῷ πλοῖον, ὡς ἀγγείῳ χρῆται μᾶλλον ἢ τόπῳ τῷ περιέχοντι. βούλεται γάρ, φησίν, ὁ τόπος ἀκίνητος εἶναι». διὸ καὶ ὁριζόμενος αὐτὸν τὸ τοῦ περιέχοντός φησι ἀκίνητον πρῶτον, τοῦτό ἐστιν ὁ τόπος. εἰ οὖν μὴ ἔστι τὸ ὑπʼ αὐτοῦ λεγόμενον ἄνω τόπου διαφορά, ἀλλʼ ἀγγείου, δῆλον ὅτι οὐδὲ τὸ κάτω.

<!-- 9.606 -->Τὸ δὴ τελευταῖον ἔλεγεν ἀξίωμα φέρεσθαι φύσει καὶ μένειν ἐν τοῖς οἰκείοις τόποις ἕκαστον τῶν σωμάτων, τοῦτο δὲ ποιεῖν ἢ ἄνω ἢ κάτω. ὥστε εἰ κάτω φέρεται ἡ γῆ, κάτω δὲ τὸ κέντρον, οὐκ ἐπὶ τὸ πέρας τοῦ ὕδατος ἢ τοῦ ἀέρος, ἀλλʼ ἐπὶ τὸ κέντρον οἰσθήσεται· τοῦτο ἄρα ὁ τόπος τῆς γῆς. καὶ φέρεταί γε οὕτως· τὰ γὰρ βάρη πρὸς ὀρθὰς πανταχόθεν καταφέρεται. τοῦτο δὲ οὐκ ἂν συμβαίη σφαιρικῆς τῆς γῆς οὔσης, εἰ μὴ πρὸς τὸ κέντρον πάντων ἡ ῥοπὴ γίνοιτο. τὸ δὲ κέντρον οὐκ ἔστι πέρας τοῦ περιέχοντος σώματος ἀμερὲς ὄν. ἔτι δὲ καὶ αὐτός φησι τὸν αὐτὸν τόπον τοῦ ὅλου εἶναι καὶ τοῦ μέρους. ἐν δὲ τῇ Περὶ οὐρανοῦ τὴν αἰτίαν ζητῶν τῆς ἐν τῷ μέσῳ μονῆς τῆς γῆς, οὐ τὸ πέρας τοῦ ἀέρος ἀλλὰ τὸ μέσον ᾐτιάσατο λέγων, ὥστε κἂν εἰ νῦν ἀφεθείη ἐκεῖ φέρεσθαι. καὶ ἐν τῷ τρίτῳ δὲ ταύτης τῆς πραγματείας, ἐν οἷς τὸν Ἀναξαγόραν αἰτιᾶται, ὅτι στηρίζειν αὐτὸ ἐν αὑτῷ λέγει τὸ ἄπειρον, αὐτός «τὸ δὲ βαρύ, φησί, μένει ἐπὶ τοῦ μέσου, ἡ δὲ γῆ ἐπὶ τοῦ μέσου». εἰ οὖν καὶ φέρεται τὸ φερόμενον εἰς τὸν οἰκεῖον τόπον καὶ μένει ἐν αὐτῷ, δῆλον ὅτι τὸ μέσον ἂν εἴη ὁ τῆς γῆς τόπος. ἔτι δὲ εἰ πᾶν σῶμα φέρεται φύσει καὶ μένει ἐν τῷ οἰκείῳ τόπῳ ὡς τοῦ κατὰ φύσιν τευξόμενον, σωτήριον δέ ἐστιν ἑκάστῳ τὸ κατὰ φύσιν, πῶς τὸ ὕδωρ ἐπὶ τὸ πέρας τοῦ ἀέρος φέρεται; ὡς γὰρ καὶ αὐτὸς ὁμολογεῖ τὸ ἔλαττον ὕδωρ ὑπὸ τοῦ πλείονος ἀέρος κρατεῖται καὶ μεταβάλλεται. τίνι οὖν ἐλπίδι φέρεται τὸ ὕδωρ ἐπὶ τὸ φθεῖρον; ἀλλʼ ἐπιπολάζειν τῇ γῇ βούλεται καὶ στηρίζεσθαι ὑπʼ αὐτῆς. διὸ κἂν ἀφέλῃς τὴν ὑποκειμένην γῆν, φέρεται πάλιν, ἕως ἂν ἄλλην καταλάβῃ γῆν καὶ τοῦ περιέχοντος ἀέρος ἀφίσταται καὶ τοῦ πέρατος αὐτοῦ ὡς οὐκ ὄντος οἰκείου τόπου. ἔτι δὲ εἰ τὸ πέρας τοῦ ἀέρος τόπος ἦν τοῦ ὕδατος ἢ τῆς γῆς, τὸ ἐν τῷ ἀέρι ὕδωρ καὶ ἡ βῶλος πανταχόθεν ὑπὸ ἀέρος περιεχόμενα καὶ κατέχοντα τὸν οἰκεῖον τόπον οὐκ ἂν ἐκινήθη. εἰ δὲ ὅτι τὴν ὁλότητα καταλαβὸν δυσπαθέστερον ἔσται, τῆς ὁλότητος ἐφίεται τῆς οἰκείας καὶ οὐ τοῦ τόπου. ἔτι δὲ εἰ οἰκεῖοι τοῖς σώμασιν οἱ τόποι, πῶς τοῦ αὐτοῦ σώματος ἀνομοιομερεῖς εἰσιν οἱ τόποι; εἰ γάρ τις ἐν ποταμῷ ἑστὼς ὑπερανέχοι τοῦ ὕδατος κατὰ τὰ ἄνω μέρη τοῦ σώματος, ἔσται τοῦ αὐτοῦ τόπος καὶ τὸ τῆς γῆς πέρας ἐφʼ οὗ βέβηκε καὶ τὸ τοῦ ὕδατος καὶ τὸ τοῦ ἀέρος, τὸ μὲν τὰ κάτω περιέχον τοῦ σώματος, τὸ δὲ τὰ ἄνω. ἀλλὰ μὴν καὶ τὸ ἀκίνητον εἶναι τὸν τόπον ὁ μὲν Θεόφραστος καὶ Εὔδημος ὡς ἀξίωμα καὶ αὐτὸ προσλαμβάνουσιν, ὁ δὲ Ἀριστοτέλης τῷ ὁρισμῷ προστίθησι λέγων «ὥστε τὸ τοῦ περιέχοντος πέρας πρῶτον ἀκίνητον τοῦτʼ ἔστιν ὁ τόπος». τὸ μέντοι ἐν τόπῳ πᾶν κινητὸν εἶναί φησιν κατὰ τόπον. νῦν δὲ πᾶν τοὐναντίον <!-- 9.607 -->ὁρᾶται, εἰ τὸ πέρας ἐστὶ τοῦ περιέχοντος ὁ τόπος· ἡ μὲν γὰρ γῆ μένει καὶ τὸ ὕδωρ, τὸ δὲ πέρας τοῦ περιέχοντος αὐτὰ ἀέρος κινεῖται. ἔτι δὲ εἰ ἀκίνητον εἶναι χρὴ τὸν τόπον, ἢ οὐκ ἀληθῶς φησιν, ὅτι τόπος ἐστὶ τὸ τοῦ οὐρανοῦ ἔσχατον καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος, ἢ εἰ τοῦτο ἀληθές, ἀκίνητον εἶναι χρὴ τὸν οὐρανόν, ἵνα ᾖ καὶ τὸ πέρας αὐτοῦ ἀκίνητον· οὐ γὰρ δὴ αὐτοῦ κινουμένου τὸ πέρας αὐτοῦ ἔσται ἀκίνητον. δῆλον δὲ ὅτι καὶ αὐτὸς κινεῖσθαι κύκλῳ βούλεται τὸν οὐρανόν, καὶ ἡ ἐνάργεια τοῦτο μαρτυρεῖ· ὥστε ἢ τὸ ἀξίωμα σαλεύειν ἀνάγκη τὸ λέγον ἀκίνητον εἶναι τὸν τόπον ἢ μὴ λέγειν τόπον ἁπλῶς τὸ πέρας τοῦ περιέχοντος. ἔτι δὲ οὐ μόνον κατὰ τόπον ἀκίνητον εἶναι βούλεται τὸν τόπον ἡ ἔννοια ἡμῶν, ἀλλὰ καὶ κατʼ οὐσίαν διαρκέστερον. τοιγαροῦν καὶ αὐτὸς ἀπὸ τοῦ μονίμου τὸ ἄνω καὶ κάτω χαρακτηρίζων τὸ μὲν κάτω, φησίν, «ἀεὶ μένει, τοῦ δὲ κύκλου τὸ ἔσχατον ὡσαύτως ἔχον μένει». εἰ οὖν καὶ τῇ οὐσίᾳ μονιμώτερον εἶναι χρὴ τὸν τόπον, πῶς ἂν εἴη τὸ πέρας τοῦ ἀέρος τόπος τῆς γῆς; εὐμετάβολος γὰρ μᾶλλον ὁ ἀὴρ τῆς γῆς ἐστι. χρὴ δὲ καὶ τούτῳ ἐφιστάνειν οἶμαι, ὅτι ὁ τὸν τόπον οὕτως ἀπολογιζόμενος οὐ μόνον τὸν οὐρανὸν ἐρεῖ μὴ εἶναι ἐν τόπῳ μηδὲ κινεῖσθαι κατὰ τόπον, ἀλλὰ καὶ τῶν ὑπὸ σελήνην τὰς ὁλότητας. καὶ γὰρ ὅτι μὲν καθʼ αὑτὸ οὐκ ἔσται ἐν τόπῳ κατʼ αὐτόν, δῆλον, εἴπερ καθʼ αὑτὸ ἐν τόπῳ ἐστὶ τὸ κινητὸν κατὰ φοράν, τοῦτο δέ ἐστι τὸ μεταβαῖνον τόπον ἐκ τόπου. ὅτι δὲ οὐδὲ κατὰ συμβεβηκὸς ἔσται ἐν τόπῳ, δῆλον ἐντεῦθεν· εἰ γὰρ διότι τὰ μέρη αὐτῶν κινεῖται, τὰ δὲ ὅλα ἐν τοῖς μέρεσιν, ὅρα τὸ συμβαῖνον· ἐκεῖνα τῶν μερῶν κινεῖται κατὰ τόπον καὶ ἔστιν ἐν τόπῳ καθʼ αὑτά, ὅσα ἀπεσπασμένα καὶ διῃρημένα τοῦ ὅλου ἐστίν· ἐν δὲ τοῖς τοιούτοις οὐκ ἔστι τὸ ὅλον.

Πολλὰ μὲν οὖν καὶ ἄλλα ἐπάγειν ἔστι τῷ λόγῳ· ὃ δὲ μάλιστα εἰς διάρθρωσιν τῶν περὶ τόπου δογμάτων συντελεῖ, τοῦτό ἐστιν οἶμαι τὸ τὰς κυριωτάτας ἀρχὰς ἀνευρεῖν, ἀφʼ ὧν τοιοῦτος συναχθεὶς ὁ τόπος τοσοῦτον ἀνέχεται τῶν ἐνστάσεων. πρῶτον μὲν οὖν οἶμαι τὴν τῆς περιοχῆς τοῦ τόπου ἔννοιαν αἰτίαν γενέσθαι, δεύτερον δὲ τὴν λῆψιν τοῦ καθʼ αὑτὸ κινουμένου κατὰ τόπον. κοινῆς γὰρ οὔσης ἐννοίας τοῦ τόπου, ὅτι περιεκτικός ἐστι τοῦ ἐν τόπῳ ὁ τόπος, καὶ τῆς περιοχῆς πολλαχῶς λαμβανομένης — καὶ γὰρ πᾶν τὸ ἔν τινι περιέχεσθαι δοκεῖ ὑπʼ ἐκείνου τοῦ ἐν ᾧ ἐστιν —, αὐτὸς περιοχὴν ἐκείνην τὴν οἷον περικάλυψιν ἐξεδέξατο, καθʼ ἥν, ὡς εἶπον καὶ πρότερον, καὶ τὸ ἱμάτιον ἂν εἴη τόπος οὐ τοῦ ὅλου καθʼ αὑτὸ περιεχομένου, ἀλλὰ τοῦ ὅλου κατὰ τὴν ἐπιφάνειαν, ὡς κατὰ ταύτην ὁριζομένου τοῦ ὅλου. ὅτι γὰρ τοιαύτην ἔσχεν ἔννοιαν δηλοῖ καὶ τὸν οὐρανὸν τὸ πᾶν ἴσως <!-- 9.608 -->εἶναι λέγων διὰ τὸ ἐξωτάτω πάντων εἶναι καὶ πάντα κατὰ τοῦτον περιέχειν τὸν τρόπον. ὅλον οὖν τὸ περιεχόμενον ὑποθέμενος εἶναι κατὰ τὴν ἀφορίζουσαν τὸν ὄγκον ἐπιφάνειαν περιεκτικὸν ὅλου τοῦ σώματος ἔφατο τὸ τοῦ περιέχοντος πέρας. καίτοι χώρα τις ὁ τόπος εἶναι δοκεῖ καὶ ὑποδοχὴ τοῦ ὅλου, ἀλλʼ οὐχὶ περικάλυψις. πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν πολύ τι οἶμαι συνετέλεσε τὸ τὰ μέρη δοκεῖν μὴ καθʼ αὑτὰ εἶναι ἐν τόπῳ ἀλλὰ κατὰ τὴν ὁλότητα, εἰ μὴ ἄρα καὶ τούτου ἡ τῆς περιοχῆς λῆψις αἰτία γέγονεν. εἰ γὰρ εἶχε καὶ αὐτὰ τόπον, καὶ διʼ αὐτῶν ἂν ὁ τόπος ἐχώρει, συνεχὴς ὢν πρὸς τὸν ὅλον ἐκεῖνον τόπον ὥσπερ καὶ αὐτὰ πρὸς τὴν οἰκείαν ὁλότητα. τὸ δὲ μὴ εἶναι τὰ μέρη καθʼ αὑτὰ ἐν τόπῳ, εἴληπται μὲν ὡς ἐναργές, ὅτι μηδὲ ἔστι καθʼ αὑτὰ τὰ συνεχῆ μέρη. μήποτε δὲ πρῶτον μὲν μέσην ἔχοντα φύσιν τὰ μέρη τῶν τε πάντῃ ἀδιακρίτων στοιχείων καὶ τῶν πάντῃ διακεκριμένων μονάδων, οὐκ ἂν φαίης ὁποτέροισι μετείη ἢ καὶ κατʼ ἀμφότερον αὐτὰ θεωρήσαις ἅμα, ὅτι καὶ ἔστι καθʼ αὑτὰ καὶ οὐκ ἔστι. καὶ προσέπειτα, εἰ μὲν συνεχῆ ὄντα ἐν διωρισμένῳ τόπῳ ἐλέγομεν εἶναι, ὄντως ἂν ἦν ἄτοπον· εἰ δὲ ἐν συνεχεῖ, πόσον ἂν εἴη ἀκολουθότερον, ὡς ἔχει τὸ ἐν τόπῳ, οὕτως ἔχειν καὶ τὸν τόπον, τὸ μὲν ὅλον πρὸς τὸν ὅλον, τὸ δὲ μέρος πρὸς τὸ μέρος, καὶ τὸ μὲν συνεχὲς πρὸς τὸν συνεχῆ, τὸ δὲ διωρισμένον πρὸς τὸν διωρισμένον; οὕτω γὰρ καὶ χωρητικὸς ὄντως ὁ τόπος ἔσται, καὶ ταύτῃ οἶμαι διορίσαι μᾶλλον ἐχρῆν τοῦ τόπου τὸ ἀγγεῖον, ὅτι τὸ μὲν περικαλύπτει μόνον, ὁ δὲ διʼ ὅλου χωρεῖ, ἀλλὰ μὴ τῷ κινουμένῳ καὶ ἀκινήτῳ. περὶ δὲ τῆς λήψεως τοῦ καθʼ αὑτὸ κινουμένου κατὰ τόπον λέγω ὅτι, ὥσπερ εἴωθεν ἀεί, καὶ νῦν ἐθελήσας ἀπὸ τῶν ἐναργῶν ποιήσασθαι τὴν ἐπὶ τὸν τόπον ἔφοδον καὶ τούτοις μόνοις ἐγκαταμείνας τοιοῦτον αὐτὸν ἠναγκάσθη παραλαβεῖν. τῷ γὰρ ὄντι ἡ κατὰ τόπον κίνησις εἰς ἔννοιαν ἡμᾶς ἤγαγε τοῦ τόπου, καὶ τῶν κατὰ τόπον κινουμένων ἐκεῖνα μᾶλλον τὰ μεταβάλλοντα καθʼ ὅλα ἑαυτὰ τόπον ἐκ τόπου. ὁρῶντες γάρ, ὡς καὶ αὐτὸς εἶπεν, ἔνθα πρότερον ἦν ἀήρ, ἐνταῦθα ὕδωρ γινόμενον εἰς ἔννοιαν τῆς κοινῆς ὑποδοχῆς ἤλθομεν, ἣν τόπον ἐκαλέσαμεν. ἐπειδὴ οὖν ἀπὸ τούτων μάλιστα ἡμεῖς τὸν τόπον ἔγνωμεν, ταῦτα παρέλαβεν ὡς ἐν τόπῳ ὄντα. καίτοι φαίη τις ἂν μήπω τελέως τῆς Ἀριστοτέλους ἐννοίας καταδραξάμενος, ὅτι κἂν ἀπὸ τούτων ἡμεῖς εἰς ἔννοιαν ἤλθομεν τοῦ τόπου, ἀλλὰ καὶ ἀπὸ τῆς κυκλοφορίας, ὡς αὐτὸς ἐν τῷ τελευταίῳ βιβλίῳ τῆσδε τῆς πραγματείας δείκνυσιν, εἰς ἔννοιαν ἐρχόμεθα τῆς ἀκινήτου αἰτίας τῶν πάντων. καὶ οὐ δήπου διὰ τοῦτο τὴν ἐν τῇ κυκλοφορίᾳ μέθεξιν ἐκείνης τὴν ἀκινήτως καὶ πρώτως καὶ κυρίως ἀπειροδύναμον τῶν πάντων αἰτίαν εἶναί φαμεν· <!-- 9.609 -->τίς οὖν ἦν ἀνάγκη μένειν ἐν τούτοις μόνοις, ἀφʼ ὧν ὑπεμνήσθημεν; ἐπεὶ δὲ ὅλως ἐπάθομεν τοῦτο καὶ ταῦτα εἶναι τὰ κυρίως κινούμενα κατὰ τόπον ὑπειλήφαμεν, ὥστε καὶ πᾶν τὸ ἐν τόπῳ τὸ κινητὸν κατʼ εὐθεῖαν εἰπεῖν, ἀνάγκη γέγονε λοιπὸν τὸ καθʼ αὑτὸ ἐν τόπῳ τοιοῦτον ἀφορίσασθαι, ὡς πρὸς ἄλλο τι περαίνειν καὶ ταῦτα λέγειν, ἅπερ αὐτός φησιν. ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται ἐν ἐκείνῳ, ἀλλʼ ὡς μέρος ἐν ὅλῳ· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ἐν πρώτῳ ἐστὶ τῷ ἐσχάτῳ τοῦ περιέχοντος. τὸ γὰρ μεταβαῖνον τόπον ἐκ τόπου πάντως ἐπιλήψεται τόπον ὅνπερ οὐκ εἶχε πρότερον. διὸ τὰ κατὰ φορὰν καὶ κατὰ αὔξησιν καὶ φθίσιν κινούμενα τοιαῦτά φησιν εἶναι, τὰ δὲ ἐπιλαμβάνοντα τόπον ἢ κενὸν ὄντα σώματος αὐτὸν ἐπιλαμβάνει — ἀλλʼ ἠξίωται ὥσπερ πᾶν σῶμα ἐν τόπῳ, οὕτω καὶ πάντα τόπον ἔχειν σῶμα — ἢ ὅπερ λοιπὸν τοῦ πλησιάζοντος αὐτῷ καὶ πρὸς αὐτὸ περαίνοντος ἐπιλήψεται τὸν τόπον. δεῖ ἄρα πάντως εἶναι τὸ ἁπτόμενον τοῦ τοιούτου σώματος καὶ κατὰ τοῦτο περιέχον αὐτό. αὕτη μὲν οὖν οἶμαι αἰτία γέγονε τοῦ τὸ ὂν ἐν τόπῳ πάντως ὑφʼ ἑτέρου περιεχόμενον ἔξωθεν ὑποθέσθαι, μὴ μέντοι καὶ ἀντιστρέφειν τὸν λόγον. οὐδὲ γὰρ τὸ περιεχόμενον ὑφʼ ἑτέρου ἐν τόπῳ εἶναί φησιν ἢ κατὰ τόπον κινεῖσθαι, εἰ μὴ καὶ μεταβαίνει τόπον ἐκ τόπου. οὕτως ἀπὸ τούτων ἡ ἔννοια γέγονε τοῦ τόπου. καὶ διὰ τοῦτο οὐδὲ τὰς πλανωμένας ἐν τόπῳ φησὶν εἶναι καίτοι περιεχομένας ὑπʼ ἀλλήλων καὶ τῆς ἀπλανοῦς, ὅτι οὐ μεταβαίνουσι τὸν τόπον. καὶ τί λέγω τὰς πλανωμένας; ἀλλʼ οὐδὲ τῶν στοιχείων οἶμαι τὰς ὁλότητας ἐν τόπῳ φήσει. εἰ γὰρ πᾶν τὸ ἐν τόπῳ καὶ κινεῖσθαι κατὰ τόπον λέγει, εἴπερ τὸ κινητὸν σῶμά ἐστιν ἐν τόπῳ καὶ κινητὸν κατὰ φοράν, τοῦτʼ ἔστιν ἐπʼ εὐθείας, ὡς τῆς κύκλῳ μηδὲ οὔσης κατὰ τόπον κινήσεως, δῆλον ὅτι μόνα τὰ εὐθυπορούμενα καὶ κινεῖσθαι καθʼ αὑτὰ κατὰ τόπον καὶ εἶναι ἐν τόπῳ φησίν, ὅτι ταῦτα μόνα μεταβάλλει τὸν τόπον. τοιαῦτα δὲ τῶν ὑπὸ σελήνην τὰ μέρη ἀποσπασθέντα τῆς οἰκείας ὁλότητος· αὐταὶ μέντοι αἱ ὁλότητες ἢ μένουσιν ἢ κύκλῳ κινοῦνται, εἰ μὴ ἄρα αὐξομένας τις αὐτὰς ἢ μειουμένας ἐννοήσειε. τότε γὰρ ἐπιλαμβάνουσαι καὶ ἀφιεῖσαι τόπον κατὰ φορὰν κινεῖσθαι δοκοῦσιν. εἰ οὖν μήτε τῶν οὐρανίων ἔστι τι ἐν τόπῳ καὶ τῶν ὑπὸ σελήνην οὔτε τὰ μέρη, ὅτι συνεχῆ, οὔτε τὰ ὅλα ὅτι οὐ μεταβαίνει, οὐδὲν ἂν εἴη κατὰ φύσιν ἐν τόπῳ, πλὴν εἰ ἄρα τῶν φυτῶν καὶ τῶν μερικῶν ζῴων.

Τὴν μὲν οὖν συναγωγὴν τοῦ τοιούτου ὁρισμοῦ ἐκ τούτων οἶμαι γεγονέναι. ἐπεὶ δὲ καὶ ἐκ τῆς τετραχῇ γενομένης αὐτῷ διαιρέσεως τὸ αὐτὸ δοκεῖ συνάγειν — ἢ γὰρ ὕλη, φησίν, ἢ εἶδός ἐστιν ὁ τόπος ἢ τὸ πέρας τοῦ <!-- 9.610 -->περιέχοντος ἢ τὸ μεταξὺ τῶν περάτων διάστημα, ἀλλὰ μὴν οὐδὲν τῶν ἄλλων τριῶν, τὸ πέρας ἄρα τοῦ περιέχοντος —, εἰκὸς μὲν καὶ τοῦτο τῇ τῆς περιοχῆς ἐννοίᾳ ἀκολουθῆσαι, διʼ ἣν οὐδὲ εἶναί τι δόξει τὸ μεταξὺ τοῖς τὴν περιοχὴν ὡς περικάλυψιν μόνον ὑποθεμένοις, ἴσως δὲ καὶ τῷ ὁρισμῷ τοῦ σώματος, ὃς λέγει τὸ σῶμα τριχῇ διαστατὸν εἶναι καὶ τὸ τριχῇ διαστατὸν σῶμα· εἰ δὲ ἀνελλιπὴς οὗτος ἢ μή, μετʼ ὀλίγον ἐν τῷ περὶ τοῦ διαστήματος λόγῳ σκοπεῖ οἰκειότερον. τοσοῦτον δὲ νῦν ἰστέον ὅτι τῷ ὑποτιθεμένῳ πᾶν τὸ τριχῇ διαστατὸν σῶμα εἶναι καὶ μηδὲν σῶμα διὰ σώματος χωρεῖν, ἀπογνωστέον ἂν εἴη τούτῳ τοῦ διαστήματος τοῦ μεταξὺ τῶν τοῦ περιέχοντος περάτων. ὅτι δὲ οὐδʼ ἀπαράλειπτος ἡ τετραχῇ διαίρεσις αὕτη, μαθησόμεθα, ἡνίκα ἂν καὶ ἄλλας παρὰ ταύτας ὑποθέσεις περὶ τόπου διερευνώμεθα. τοῦτο δὲ ἂν εἴποιμι πρὸς τὸ παρόν, ὅτι πολλὰ καὶ ἄλλα ἐστὶ τῶν ἐχόντων σχέσιν πρὸς ἄλληλα τὴν ἔν τινι, ἃ μήτε ὕλη μήτε εἶδός ἐστι μήτε τὸ μεταξὺ διάστημα, καὶ ὅμως οὐκ ἔστι τὸ πέρας τοῦ περιέχοντος· οὔτε γὰρ τὸ ὅλον ἐν ᾧ τὰ μέρη οὔτε τὰ μέρη ἐν οἷς τὸ ὅλον οὔτε τὸ γένος οὔτε ὁ χρόνος οὔτε ἄλλο τι πλὴν τῶν ὡς ἀγγείων καὶ ὅλως τῶν περικαλύπτειν πεφυκότων. ἔοικε δὲ μηδʼ αὐτὸς ὡς διαίρεσιν λαμβάνειν, ἀλλʼ ὡς ἀπαρίθμησιν τῶν περὶ τόπου δοξασμάτων τῶν εἰς ἔννοιαν ἐλθόντων τινά. εἰ τοίνυν μὴ διαιρετικῶς εἴληπται, ἔνδοξος ἡ ἐπιχείρησις δοκεῖ καὶ οὐκ ἀποδεικτική. ὅτι δὲ οὐδὲ αἱ πρὸς τὸ μεταξὺ διάστημα ῥηθεῖσαι ἀντιλογίαι ἔχουσί τι ἀναγκαῖον, καὶ τοῦτο ἐν τοῖς περὶ τοῦ διαστήματος εἰσόμεθα λόγοις αὐτίκα μάλα.

Νῦν δὲ τοσοῦτον πρός τε τὴν εἰρημένην τοῦ τόπου ὑπόθεσιν καὶ πρὸς τὰς ἄλλας ῥηθησομένας εἰπὼν ἐφʼ ἑτέρους μεταβήσομαι λόγους, ὡς εἰς μερικὰς τοῦ τόπου χρείας ἀποβλέποντες ἄλλοι πρὸς ἄλλην καὶ πρὸς ταύτην ἀπευθύνοντες τὸν περὶ αὐτοῦ λόγον πολλοῖς ἐξ ἀνάγκης ἀτόποις πάντες περιπεπτώκαμεν. τί γὰρ δήποτε τὸ μὲν ὅλον δεῖται τόπου, τὰ δὲ μέρη οὐκ ἔστιν ἐν τόπῳ; εἰ μὲν γὰρ τὰ σώματα δεῖται καθὸ σώματα, οὐ δήπου τὸ μὲν ὅλον σῶμά ἐστι, τὰ δὲ μέρη ἀσώματα. εἰ δὲ καθὸ ὅλα δεῖται τόπου, διὰ τί μὴ καὶ ὁ οὐρανός ἐστιν ἐν τόπῳ καὶ ὁ ὅλος κόσμος; ἀλλʼ ἔοικεν ὁ Ἀριστοτέλης μόνα δεῖσθαι τόπου λέγειν τὰ μεταβαίνοντα καθʼ ὅλα ἑαυτὰ καὶ ἐπιλαμβάνοντα τόπον ὃν οὐ πρότερον εἶχον, ὥσπερ καὶ χρόνου δεῖσθαί φησιν οὐ τὰ ἀίδια, ἀλλὰ τὰ ἐν μέρει χρόνου ὑφεστῶτα διὰ τὸ μηδὲ εἶναι τὸν ὅλον χρόνον, εἰ μὴ κατὰ μέρος. εἰ οὖν πρὸς τοῦτο· χρειώδης εἶναι δοκεῖ ὁ τόπος πρὸς τὰς μεταβάσεις τοῖς μήτε ἑστάναι ἐν ταὐτῷ μήτε κινεῖσθαι δυναμένοις, εἰκότως ταῦτα μόνα φαίη ἂν ἐν τόπῳ. καὶ ὅρα ὅπως οὐκ ἐπὶ τὴν ὅλην φύσιν τοῦ ζητουμένου ἀνέδραμεν ὁ λόγος, <!-- 9.611 -->ἀλλʼ ἐπὶ τὸ προσεχὲς ἡμῖν καὶ γνώριμον. καίτοι καὶ τὰ δυνάμενα ἐν τῷ αὐτῷ μένειν ἢ κινεῖσθαι, ὥσπερ ὁ οὐρανός, πῶς λέγεται ἐν τῷ αὐτῷ; ἆρα ὡς ἐν ἑαυτῷ; ἀλλʼ οὐδέν, φησίν, ἔστιν ἐν ἑαυτῷ σῶμα, ὅτι ἄλλο τὸ ὃ καὶ ἄλλο τὸ ἐν ᾧ. κἂν μὴ κινεῖσθαι δὲ ὁ οὐρανὸς λέγηται, ὅτι οὐ μεταβαίνει τόπον ἐκ τόπου, ἀλλὰ μένει γε ἐν ταὐτῷ καὶ ἀμετάβατος λέγεται οὐ κατὰ τὴν οὐσίαν, ἀλλʼ ὡς τὸν αὐτὸν κατέχων τόπον. οὕτως ἄρα τὸ μὴ τὴν χρείαν τοῦ τόπου προϋποθέσθαι τελέως τοῦτο τῶν ἐνστάσεών ἐστιν αἴτιον.

Ἀλλʼ ὅπως μὲν ὁ θεῖος Ἀριστοτέλης κἂν εἰ μὴ πάντα περιέλαβε τοῦ τόπου τὰ σημαινόμενα διὰ τὸ πρώτως περὶ αὐτοῦ ζητῆσαι, ἀλλʼ ἐκεῖνό γε ᾧ προσέβαλε καλῶς ἀνεῦρεν, ὕστερον δειχθήσεται. μετὰ δὲ ταύτην τὴν ὑπόθεσιν ἐκείνην εἰ δοκεῖ προβαλώμεθα, ἣν Πρόκλος ὁ ἐκ τῆς Λυκίας φιλόσοφος διδάσκαλος τῶν ἡμετέρων διδασκάλων γενόμενος καινοπρεπῆ παραδέδωκε, πάντων ὧν ἴσμεν αὐτὸς μόνος σῶμα τὸν τόπον λέγειν ἑλόμενος. οὗτος δὴ οὖν καὶ τὰ ἀξιώματα τὰ περὶ τόπου τοῦ Ἀριστοτέλους δεξάμενος καὶ τὴν τετραχῇ γενομένην τῆς περὶ τόπου ζητήσεως διαίρεσιν ἀποδεξάμενος «ἀνάγκη, φησίν, αὐτὸν ἢ ὕλην εἶναι ἢ εἶδος ἢ τὸ πέρας τοῦ περιέχοντος σώματος ἢ διάστημα ἴσον τῷ ἐν τόπῳ τὸ μεταξὺ τῶν τοῦ περιέχοντος περάτων. εἰ γὰρ μήτε τῶν ἐν αὐτῷ τι εἴη μήτε τῶν περὶ αὐτό, οὐδʼ ἂν μεταβάλλειν δύναιτο κατὰ τόπον μηδενὸς ἢ τῶν ἐν αὐτῷ ἢ τῶν περὶ αὐτὸ ἐξαλλαγὴν ὑπομένοντος. εἶναι δὲ τὰ μὲν ἐν αὐτῷ τὸ εἶδος καὶ τὴν ὕλην, τὰ δὲ περὶ αὐτὸ τό τε πέρας τοῦ περιέχοντος καὶ τὸ μεταξύ». δείξας οὖν ὅτι μήτε ἡ ὕλη ἐστὶ μήτε τὸ εἶδος διὰ τῶν αὐτῶν τῷ Ἀριστοτέλει ἐπιχειρήσεων, ἀνελὼν δὲ καὶ τὸ πέρας εἶναι τοῦ περιέχοντος ἐκ τῶν ἐπαγομένων ἀτόπων τῷ λόγῳ, συνήγαγεν ὅτι τὸ μεταξὺ διάστημά ἐστιν ὁ τόπος· καὶ οὕτως ἐπισυνάπτει τῆς οἰκείας δόξης τὴν ἀπόδειξιν. ἐπειδὴ δὲ καὶ σαφῶς αὐτὴν καὶ συνῃρημένως ἐξέθετο, κάλλιον ἂν ἴσως εἴη τῶν αὐτοῦ ῥημάτων ἀκούειν ἐχόντων ὧδε· «λείπεται τοίνυν εἰ μήτε εἶδος ὁ τόπος τοῦ ἐν τόπῳ μήτε ὕλη μήτε τὸ πέρας τοῦ περιέχοντος, τοῦτο ἐκεῖνο τὸ μεταξὺ τῶν περάτων τοῦ περιέχοντος διάστημα νοούμενον εἶναι τὸν πρῶτον ἑκάστου τόπον. τοῦ δὲ παντὸς κόσμου πᾶν τὸ διάστημα τὸ κοσμικὸν ἕτερον ὂν παρʼ αὐτὸ τὸ διάστημα, τοῦτο δὴ οὖν ἢ οὐδέν ἐστιν ἢ ἔστι τι. καὶ εἰ μὲν μηδέν ἐστιν, ἡ τοπικὴ κίνησις ἔσται ἐκ τοῦ μηδενὸς εἰς μηδὲν πάσης κινήσεως κατά τι τῶν ὄντων οὔσης, καὶ οἱ κατὰ φύσιν τόποι οὐδὲν ἔσονται. καίτοι πᾶν τὸ κατὰ φύσιν εἶναί τι τῶν ὄντων ἀναγκαῖον. εἰ δὲ ἔστι τι, πάντως ἢ ἀσώματόν ἐστιν ἢ σωματικόν. ἀλλʼ εἰ ἀσώματον, ἄτοπον· δεῖ γὰρ τὸν τόπον ἴσον εἶναι τῷ ἐν τόπῳ. σῶμα δὲ καὶ ἀσώματον ἴσα πῶς ἂν γένοιτο; τὸ γὰρ ἴσον καὶ ἐν ποσοῖς ἐστι καὶ ἐν ὁμογενέσι ποσοῖς οἷον γραμμαῖς πρὸς γραμμὰς καὶ ἐπιφανείαις πρὸς ἐπιφανείας καὶ <!-- 9.612 -->σώμασι πρὸς σώματα· σῶμα ἄρα ἐστίν, εἴπερ διάστημα ὁ τόπος. εἰ δὲ σῶμά ἐστιν, ἢ ἀκίνητον ἢ κινούμενόν ἐστιν· ἀλλʼ εἰ κινούμενον ὁπωσοῦν, ἀνάγκη καὶ κατὰ τόπον αὐτὸ κινεῖσθαι· δέδεικται γὰρ ὅτι πᾶν τὸ ὁπωσοῦν κινούμενον δεῖ κατὰ τόπον κινεῖσθαι· ὥστε πάλιν ὁ τόπος δεήσεται τόπου. τοῦτο δὲ ἀδύνατον, ὡς καὶ Θεοφράστῳ δοκεῖ καὶ Ἀριστοτέλει μέντοι. φησὶ γοῦν τὸ μὲν ἀγγεῖον τόπον εἶναι κινητόν, τὸν δὲ τόπον ἀγγεῖον ἀκίνητον ὡς ἂν ἀκινήτου τοῦ τόπου κατὰ φύσιν ὄντος. εἰ δὲ ἀκίνητος ὁ τόπος, ἢ ἀδιαίρετός ἐστιν ὑπὸ τῶν ἐμπιπτόντων εἰς αὐτὸν σωμάτων, ὥστε σῶμα διὰ σώματος χωρεῖν, ἢ διαιρετός, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ ὑπὸ τῶν ἐν αὐτοῖς γινομένων. ἀλλʼ εἰ μὲν διαιρετός, σχιζομένου τοῦ ὅλου τὰ μόρια κινήσεται ἐφʼ ἑκάτερα τοῦ σχίζοντος. καὶ πρῶτον μὲν κινητὸς ἔσται καὶ ὁ τόπος, εἴπερ καὶ τὰ μόρια αὐτοῦ κινεῖται· δέδεικται δὲ ὅτι ἀκίνητος. ἔπειτα σχιζομένων τῶν μορίων πάλιν ζητήσομεν ποῦ κεχώρηκε τὸ σχίσαν· εὑρεθήσεται γὰρ ἄλλο πάλιν διάστημα μεταξὺ τῶν τοῦ σχισθέντος μορίων τὸ δεξάμενον τὸ σχίσαν, εἰς ὃ τοῦτο χωρῆσαν ἐν τόπῳ λέγεται εἶναι, καὶ τοῦτο ἐπʼ ἄπειρον· ἀδιαίρετον ἄρα σῶμα ὁ τόπος. εἰ δὲ ἀδιαίρετον, ἢ ἄυλον ἔσται σῶμα ἢ ἔνυλον. ἀλλʼ εἰ ἔνυλον, οὐκ ἔστιν ἀδιαίρετον· πάντα γὰρ τὰ ἔνυλα σώματα χωρούντων εἰς αὐτὰ σωμάτων ἄλλων ἐνύλων διαίρεσιν ὑπομένει παρʼ αὐτῶν, ὥσπερ ὅταν εἰς ὕδωρ ἐμπίπτῃ τὸ ἡμέτερον σῶμα. μόνα δὲ τὰ ἄυλα παρʼ οὐδενὸς διαιρεῖσθαι πέφυκε· καὶ τοῦτο ἐξ ἀνάγκης· πᾶν γὰρ σῶμα ἄυλον ἀπαθές, πᾶν δὲ τὸ διαιρούμενον οὐκ ἀπαθές· καὶ γὰρ ἡ διαίρεσις πάθος ἐστὶ τῶν σωμάτων ἀπολλῦσα τὴν ἕνωσιν, ἐπεὶ καὶ τοῦ συνεχοῦς καθὸ συνεχὲς οὐδὲν ἂν ἕτερον εὕροις πάθος ἢ τὴν διαίρεσιν ἀφανίζουσαν τὴν συνέχειαν. ἔστιν ἄρα ὁ τόπος, ἵνα τὰ δεδειγμένα πάντα συναγάγωμεν, σῶμα ἀκίνητον ἀδιαίρετον ἄυλον. εἰ δὲ τοῦτο, πρόδηλον ὅτι καὶ τῶν σωμάτων πάντων ἀυλότερον τῶν τε κινουμένων καὶ τῶν ἐν τοῖς κινουμένοις ἀύλων. ὥστε εἰ ἐκείνων τὸ ἁπλούστατον φῶς ἐστι — τῶν μὲν γὰρ ἄλλων στοιχείων τὸ πῦρ ἀσωματώτερον, αὐτοῦ δὲ τοῦ πυρὸς τὸ φῶς —, φανερὸν ὅτι τὸ εἱλικρινέστατον ἐν τοῖς σώμασι φῶς ὁ τόπος ἂν εἴη. δύο τοίνυν, φησί, νοήσωμεν σφαίρας τὴν μὲν φωτὸς ἑνός, τὴν δὲ ἐκ πολλῶν σωμάτων, ἴσας ἀλλήλαις κατὰ τὸν ὄγκον· ἀλλὰ τὴν μὲν ἕδρασον ὁμοῦ τῷ κέντρῳ, τὴν δὲ ἐμβιβάσας εἰς ταύτην, ὅλον τε ὄψει τὸν κόσμον ἐν τόπῳ ὄντα ἐν τῷ ἀκινήτῳ φωτὶ κινούμενον, καὶ τοῦτον καθʼ ὅλον μὲν ἑαυτὸν ἀκίνητον, ἵνα μιμῆται τὸν τόπον, κατὰ μέρος δὲ κινούμενον, ἵνα ταύτῃ ἔλαττον ἔχῃ τοῦ τόπου». ταῦτα εἰπὼν πιστοῦται καὶ ἀπὸ τοῦ Πλάτωνος τὸν λόγον ὡς τὸ φῶς ἐκεῖνο τὸ ἐν Πολιτείᾳ τὸ τῇ ἴριδι προσφερὲς τὸν <!-- 9.613 -->τόπον εἶναι λέγοντος καὶ ἀπὸ τῶν λογίων δὲ τῶν Χαλδαίοις ἐκδοθέντων τὰ περὶ τῆς πηγαίας ψυχῆς εἰρημένα παρατιθέμενος

  
ἄρδην ἐμψυχοῦσα φάος πῦρ αἰθέρα κόσμους.  
τοῦτο γὰρ εἶναι τὸ φῶς τὸ ὑπὲρ τὸ ἐμπύριον μονάδα ὂν πρὸ τριάδος τῆς τοῦ ἐμπυρίου καὶ αἰθερίου καὶ ὑλαίου. τοῦτο δὲ εἶναί φησι τὸ καὶ τὰς ἀιδίους τῶν θεῶν λήξεις πρῶτον ὑποδεξάμενον καὶ τὰ αὐτοπτικὰ θεάματα ἐν ἑαυτῷ τοῖς ἀξίοις ἐκφαῖνον. ἐν τούτῳ γὰρ τὰ ἀτύπωτα τυποῦσθαί φησι κατὰ τὸ λόγιον. καὶ τάχα ἂν φαίη διὰ τοῦτο τόπον αὐτὸ κεκλῆσθαι ὡς τύπον τινὰ ὄντα τοῦ ὅλου κοσμικοῦ σώματος καὶ τὰ ἀδιάστατα διίστασθαι ποιοῦντα. ἐπὶ δὲ τούτοις ἀπορεῖ πρὸς ἑαυτόν, πῶς σῶμα διὰ σώματος χωρήσει, καὶ πότερον ἄψυχός ἐστιν ἢ μετέχει ψυχῆς. ἀλλὰ ἄψυχόν φησιν εἶναι ἀδύνατον, καὶ ὅτι κρείττων ἐστὶ τῶν ἐν αὐτῷ ἐψυχωμένων ὄντων καὶ ὅτι τὰ λόγια ψυχοῦσθαί φασι καὶ τοῦτον καὶ πρῶτον τῶν ἄλλων. εἰ δὲ ἔμψυχος, πῶς ἀκίνητος; καὶ τὸ μὲν πρῶτον διαλύει ἀπὸ τῆς τῶν ἀύλων σωμάτων ἀπαθείας. «τὸ γὰρ ἄυλον, φησί, σῶμα οὔτε ἀντερείδει οὔτε ἀντερείδεται· τὸ γὰρ ἀντερειδόμενον φύσιν ἔχει πάσχειν ὑπὸ τῶν ἀντερειδόντων δυναμένην. ἀλλʼ οὔτε διαιρεῖ οὔτε διαιρεῖται ἀπαθὲς ὄν, ὥστε οὐδὲ τὸ ἄτοπον ἐκεῖνο δυνατὸν ἐπάγειν, ὅτι χωρήσει τὸ ὅλον διὰ τοῦ σμικροτάτου. εἰ γὰρ μὴ πέφυκε διαιρεῖσθαι, οὐδʼ ἂν εἰς ἴσα τέμνοιτο τῷ σμικροτάτῳ· εἰ δὲ μὴ τοῦτο, οὐδʼ ἂν χωρήσοι τὸ ὅλον διʼ ἐκείνου.» τὸ δέ γε δεύτερον λύει λέγων ὑπʼ αὐτῆς αὐτὸν ψυχοῦσθαι τῆς πηγαίας ψυχῆς θείαν ἔχοντα τὴν ζωὴν καὶ κατὰ τὸ οὐσιῶδες αὐτοκίνητον ἑστῶτα, ἀλλʼ οὐχὶ τὸ κατʼ ἐνέργειαν. «εἰ γὰρ καὶ ἐν τῇ ψυχῇ διττὸν τίθεμεν τὸ αὐτοκίνητον, τὸ μὲν κατʼ οὐσίαν, φησί, τὸ δὲ κατʼ ἐνέργειαν, καὶ τὸ μὲν ἀκίνητόν φαμεν, τὸ δὲ κινούμενον, τί κωλύει φάναι τὸν τόπον τῆς τοιαύτης μετέχειν καὶ ζῆν κατʼ οὐσίαν ἀμετάβατον, τὸν δὲ κόσμον κατὰ τὴν κατʼ ἐνέργειαν αὐτοκίνητον; εἰ δὲ καὶ τὴν κατʼ ἐνέργειαν, φησί, τοῦ τόπου κίνησιν θεωρεῖν ἐθέλοις, ὄψει κινητικὸν ὄντα τῶν κινουμένων σωμάτων διαστηματικῶς ἐκείνων ἐξελιττόντων τὰ τοῦ τόπου μέρη, ἅτε μήτʼ ἐκείνων ἐν παντὶ εἶναι τῷ τόπῳ δυναμένων μήτε τοῦ τόπου πᾶσι παρεῖναι καθʼ ἕκαστον ἑαυτοῦ μέρος· καὶ ταύτῃ μεσότης ἐστὶ πρὸς ψυχὴν τὴν ἀδιαστάτως κινοῦσαν. καὶ γὰρ ἔοικε ζωὴ μὲν καθὸ ζωὴ διδόναι κίνησιν, τὸ δὲ πρώτως ζωῆς μετασχὸν ὁ τόπος ὤν, τὴν κατὰ τὰ ἑαυτοῦ μέρη κίνησιν δούς, τὴν κατὰ τόπον ἰδίως ἐκφῆναι κίνησιν ἕκαστον ποιῶν τῶν τοῦ κινουμένου μερῶν ἐφίεσθαι ἐν ὅλῳ αὐτῷ εἶναι, μὴ δυνάμενον δὲ διὰ τὴν φυσικὴν τοῦ διαστήματος ἰδιότητα παρὰ μέρος ἐν τῷ ὅλῳ γίνεσθαι. πᾶν γὰρ τὸ εἶναί τι ἐφιέμενον ἐκπεσὸν τοῦ εἶναι διʼ ἔλλειψιν φύσεως γίνεσθαι ἐφίεται τοῦτο ὅπερ εἶναι διʼ ἀσθένειαν οὐδὲ δύνηται. καὶ γὰρ ἔδει, φησί, τῆς ἀσωμάτου καὶ ἀμεταβάτου ζωῆς, οἵα ἐστὶν ἡ τῆς πηγαίας ψυχῆς, καὶ τῆς μεταβατικῆς καὶ <!-- 9.614 -->σωματικῆς μέσην εἶναι τὴν ἀμετάβατον μέν, σωματικὴν δέ. δοκεῖ δέ μοι, φησί, καὶ τὰ κέντρα τοῦ κόσμου παντὸς ὡς ἑνὸς ἐν τούτῳ πεπηγέναι. εἰ γὰρ τὰ λόγιά φησι τὰ κέντρα τοῦ ὑλαίου κόσμου ἐν τῷ ὑπὲρ αὐτὸν αἰθέρι πεπηγέναι, κατὰ τὸ ἀνάλογον ἀναβαίνοντες τοῦ ἀκροτάτου τῶν κόσμων ἐν τῷ φωτὶ τούτῳ τὰ κέντρα φήσομεν ἡδράσθαι. μήποτε δέ, φησί, τὸ φῶς τοῦτο πρῶτον εἰκών ἐστι τοῦ πατρικοῦ βυθοῦ καὶ διὰ τοῦτο ὑπερκόσμιος ὅτι καὶ ἐκεῖνος».

Ταῦτα καὶ τὰ τοιαῦτα περὶ τοῦ τόπου φησὶν ὁ Πρόκλος· ἡμεῖς δὲ τέως αὐτὴν αὐτοῦ τὴν ἀπόδειξιν ἐπισκεψώμεθα, ἀφʼ ἧς τοιοῦτον εἶναι σῶμα συνήγαγε τὸν τόπον. καὶ πρῶτόν γε πρὸς τὴν τετραχῇ γενομένην διαίρεσιν ἐνιστάμενοι τῶν εἰρημένων ἔναγχος ὑπομνησθῶμεν, ἐν οἷς, ὡς ἐνόμιζον, ἔδειξα μὴ διαίρεσιν ἀλλʼ ἀπαρίθμησιν εἶναι τῶν περὶ τόπου δοξῶν, εἴπερ καὶ ἄλλοι τινές εἰσι τρόποι τῆς περὶ τόπου ἀποδόσεως. εἰ οὖν μὴ διαιρετικῶς εἴληπται, δῆλον ὅτι οὐκ ἀληθὲς εἰπεῖν τὸ «εἰ μήτε ὕλη μήτε εἶδος μήτε τὸ πέρας τοῦ περιέχοντος, λείπεται τὸ διάστημα εἶναι τὸ ἴσον τῷ ἐν τόπῳ ὄντι». ἐῶ γὰρ λέγειν ὅτι καὶ κατʼ ἄλλην ἔννοιαν εἴληπται τὸ διάστημα νῦν ἤπερ ὑπʼ Ἀριστοτέλους. ἐκεῖνος μὲν γὰρ διωρισμένως ἀσώματον ὑπέθετο τὸ διάστημα, ὡς δηλοῖ λέγων «ἀλλὰ καὶ τὸ μεταξὺ ὡς ὂν κενόν», ὁ δὲ Πρόκλου λόγος ἀδιορίστως, ὥστε καὶ ὑποδιαίρεσιν αὐτοῦ ποιήσασθαι εἰς σῶμα καὶ ἀσώματον. πλὴν εἰ καὶ ταῦτα παρίδοι τις, πῶς τὸ ἐφεξῆς ἀληθές, ὅτι ἀσώματον οὐκ ἂν εἴη τὸ μεταξὺ τοῦτο διάστημα τὸ τοπικόν; εἰ γὰρ ἴσος, φησίν, ὁ τόπος κεῖται τῷ ἐν τόπῳ σώματι, σῶμα δὲ καὶ ἀσώματον οὐκ ἂν ἴσα γένοιτο, διότι τὸ ἴσον ἐν ποσοῖς ἐστι καὶ ὁμογενέσι ποσοῖς, οὐκ ἂν ἀσώματον εἴη τὸ τοπικὸν διάστημα. ἀλλʼ εἰ τοῦτό φαμεν ἴσον ὃ τῷ αὐτῷ μέτρῳ μετρεῖται, τὰ δὲ μέτρα κατὰ τὰς διαστάσεις γίνεται, καὶ οὐ κατὰ τὰ τῶν σωμάτων μεστώματα, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὅτι τὸ τριχῇ διεστὼς ἴσον εἶναι δύναται τῷ τριχῇ διεστῶτι; καὶ γὰρ καὶ ὁμογενές ἐστι κατὰ τοῦτο. ἐπιφάνεια μὲν οὖν σώματι οὔτε ὁμογενὴς οὔτε ἴση γένοιτο ἂν διὰ τὴν ἐπίλειψιν τῆς μιᾶς διαστάσεως κατὰ εἶδος διαφερούσης, τὸ δὲ μῆκος καὶ πλάτος καὶ βάθος ἔχον πῶς οὐκ ἂν ὁμογενὲς εἴη κατʼ αὐτό γε τοῦτο τῷ τὰς αὐτὰς ἔχοντι διαστάσεις; ἀλλʼ εἰ μὲν μηδὲ εἶναι ὅλως καθʼ ἑαυτὸ τοιοῦτόν τι διάστημα ἔλεγεν, ὥσπερ ὁ Ἀριστοτέλης, αὐτὸ τοῦτο ἔδει δεῖξαι ἢ ὡς ἀποδεδειγμένον λαβεῖν. εἰ δὲ συγχωρῶν εἶναι τόπον αὐτὸ οὔ φησιν ὑπάρχειν διὰ τὸ μὴ παρισοῦσθαι τῷ ἐν τόπῳ σώματι, θαυμάζω πῶς ὀρθῶς εἴρηται, εἰ μὴ ἄρα τοιοῦτον τὸ <!-- 9.615 -->διάστημα τοῦτο ἐνενόησεν οἷον οἱ κενὸν αὐτὸ τιθέμενοι· ἀλλὰ τούτῳ οὐδὲ τὸ τριχῇ ἔνεστιν οὐδὲ διάστασις ὡς φύσις τις καὶ εἶδος, ἀλλʼ ὡς ἀπουσία μόνον καὶ στέρησις. αὐτὸς δὲ ὡς ἀσώματον συγκρίνει φύσιν. εἰ γὰρ μὴ τοῦτο, ῥᾴδιον ἦν εἰς τοὺς ἀναιροῦντας τὸ κενὸν ἀποπέμψαι λόγους. πῶς δὲ καὶ ἄυλον αὐτὸ δείκνυσι σῶμα; εἰ γὰρ ἔνυλον εἴη, φησί, διαιρετόν ἐστι καὶ παθητόν. τί οὖν; ὁ οὐρανὸς οὐκ ἔνυλος ὡμολόγηται καὶ ὑπʼ αὐτοῦ καὶ ὑπὸ Πλάτωνος καὶ ὑπὸ τῶν λογίων ὡς ἔνυλος παραδέδοται; καίτοι ἀπαθὴς καὶ ἀδιαίρετός ἐστι καὶ αὐτός. τί οὖν, ὅσον ἐπὶ τούτῳ, κωλύει καὶ τὸν τόπον ἔνυλον μέν, ἀδιαίρετον δὲ εἶναι σῶμα καὶ ἀπαθὲς ἔχοντά τι κρεῖττον τῶν ἄλλων σωμάτων, ὥσπερ καὶ αὐτὸς ἀξιοῖ περὶ αὐτοῦ; εἰ μὴ ἄρα ἔνυλον καλεῖ τὸ ὑπὸ σελήνην, ὃ καὶ παθητὸν ὄντως ἐστί, καὶ τοῦτο ἀποφάσκει τοῦ τόπου. ἀλλʼ οὐδὲν ἐκώλυεν αὐτόν, ὡς εἶπον, ἔνυλον ὡς τὸν οὐρανὸν εἶναι. εἰ δὲ τοῦτο, πῶς ἔσται κρείττων τῶν ἀύλων στερεωμάτων, ὧν καὶ αὐτῶν ἐστιν τόπος; κἂν γὰρ κατά τινα τρόπον ἔνυλα καὶ ἐκεῖνά φησιν αὐτὸς ἐν τῇ πρὸς Ἀριστοκλέα ἐπιστολῇ — οὐχ ὡς τὰ ὑπὸ σελήνην τὰ μεταβάλλοντα περὶ τὴν κοινὴν ὕλην οὐδὲ ὡς τὰ οὐράνια τὰ ἐκ τῶν τεττάρων στοιχείων τῶν διαφερόντων καὶ διὰ τοῦτο κοινοῦ δεομένων ὑποκειμένου συγκείμενα, ἀλλʼ ὅτι κινούμενα καὶ αὐτὰ κατὰ τόπον ἔχει τὸ δυνάμει διὰ τὸ μὴ πανταχοῦ ὅλον εἶναι —, πρῶτον μὲν παρακινδυνευτικὸν ἂν εἴη τὸ τοῖς λογίοις ἀντιφθέγγεσθαι τοῦτον μόνον ὑλαῖον λέγουσι τὸν κόσμον, ἔπειτα εἴη ἄν τι καὶ ἐπὶ τοῦ τόπου ὕλης ἄλλο σημαινόμενον, οὐ καθʼ ὅσον κινεῖται, ἀλλὰ καθʼ ὅσον διεστὼς ἄλλο ἀλλαχοῦ τῶν μορίων ἔσχε διαφέροντα ἀλλήλων. καίτοι τί ταῦτα λέγω, ὅτε τὸ ἄυλον αὐτὸς τὸ τοῦ παθητοῦ ἐνύλου ὑπερέχον κατηγόρησε τοῦ τόπου; οἷον ὡς ἔφην ἂν καὶ τὸ οὐράνιον εἴη. τὸ δὲ δὴ τέλος, εἰ πάντων, φησίν, αὐτὸν δεῖ τῶν σωμάτων ἀυλότατον ὑποτίθεσθαι, ἔστι δὲ τῶν ἄλλων στοιχείων τὸ πῦρ ἀσωματώτερον, αὐτοῦ δὲ τοῦ πυρὸς τὸ φῶς, δῆλον ὅτι φῶς ἂν εἴη ὁ τόπος. καίτοι εἰ πυρὸς εἶδός ἐστι τὸ φῶς, ὡς ἐν Τιμαίῳ μεμαθήκαμεν, τὸ δὲ εἶδος οὐκ ἂν εἴη τοῦ γένους κρεῖττον, οὐκ ἂν ὅσον ἐπί γε τούτῳ τὸ φῶς εἴη κρεῖττον τοῦ πυρός.

Πρὸς μὲν οὖν τὸν ἀποδεικνύντα λόγον ταῦτα ἂν εἴποιμι διὰ βραχέων· πρὸς δὲ τὰς ἄλλας πίστεις τὴν μὲν ἀπὸ τοῦ ἐν Πολιτείᾳ λεγομένου τῇ ἴριδι προσεμφεροῦς φωτός, ὅτι τὸ ὅλον αἰνιγματωδῶς εἴρηται. καὶ δύναιτο μὲν ἂν τὸ αὐγοειδὲς ὄχημα τῆς τοῦ παντὸς ψυχῆς ἐνδείκνυσθαι, ὡς ὁ Πορφύριος ἐξηγήσατο, δύναιτο δὲ ἄν τι καὶ ἄλλο. εἰ δὲ τὰ λόγιά φησι τὴν πηγαίαν ψυχήν

<!-- 9.616 -->  
ἄρδην ἐμψυχοῦσα φάος πῦρ αἰθέρα κόσμους,  
ὅτι μὲν ἄλλο τι τὸ φῶς ἐστι παρὰ τὸ ἐμπύριον καὶ αἰθέριον καὶ ὑλαῖον, καλῶς ἀπὸ τῆς ἀντιδιαιρέσεως ἐπιστώσατο, καὶ ὅτι ὑπέρτερον πάντων. καὶ τοῦτο γὰρ ἡ τεταγμένη ἀπαρίθμησις δηλοῖ. μήποτε δὲ ἡ μονάς ἐστι τοῦτο τῆς τῶν κόσμων τριάδος, ἣν καὶ αὐτὸς ὁμολογεῖ. μονὰς δὲ οὐχ ὡς τόπος τῶν τριῶν, ἀλλʼ ὡς εἷς κόσμος πρὸ τῶν τριῶν. εἶναι γὰρ δεῖ καὶ ἕνα πρὸ τῶν τριῶν, ὡς πρὸ τῆς ἑβδομάδος ἐστὶν ἡ τριάς. καὶ τὸν ἕνα τοῦτον ἴσως φάος ἐκάλεσεν ὡς ἄνθος ὄντα τοῦ ἐμπυρίου στερεώματος καὶ ὡς κοινότητα τοῦ φαινομένου, τουτέστι τοῦ αἰσθητοῦ, τουτέστι τοῦ σωματικοῦ παντός. πᾶν γὰρ σῶμα αἰσθητόν ἐστιν, εἰ καὶ ἄλλο ἄλλαις αἰσθήσεσι σύμμετρον. μήποτε δὲ ἐμπύριον εἰπόντα τὰ λόγια τὸν πρῶτον σωματικὸν κόσμον φῶς ἐκάλεσε πᾶσαν τὴν ἀσώματον διάταξιν, τὴν τοῖς σωματικοῖς κόσμοις ἐποχουμένην καὶ ἐλλαμπομένην ὑπὸ τῆς πηγαίας ψυχῆς. καὶ μέντοι ὅτι τὰς ἀιδίους τῶν θεῶν λήξεις πρῶτος ὑπεδέξατο ὁ τόπος, καλῶς ἂν εἴη λεγόμενον· οὐ μέντοι τούτῳ ἕπεσθαι νομίζω τὸ σῶμα εἶναι τὸν τόπον. κἂν γὰρ διάστημα εἴη, τί κωλύει καὶ τοῦτο ταῖς θείαις ἐπιστασίαις συνδιανενεμῆσθαι, καὶ μᾶλλον τοῦτο ἅτε συγγενέστερον ὑπάρχον πρὸς τὸ ἀσώματον. τὸ δὲ τοὺς τύπους τῶν τε χαρακτήρων καὶ τῶν ἄλλων θείων φασμάτων ἐν τῷ τόπῳ φαίνεσθαι, μάλιστα μὲν οὐ πάνυ τι συμφωνεῖ τοῖς λογίοις ἐν τῷ αἰθέρι λέγουσιν αὐτὰ φαίνεσθαι ἀλλʼ οὐκ ἐν τῷ φωτί. ἔπειτα καὶ ταῦτα ἐν τῷ διαστήματι δύναται τυποῦσθαι. οὐ γὰρ σώματος ὑποκειμένου δεῖται πρὸς τὸ αἰσθητὰ γενέσθαι, ἀλλʼ εἴπερ ἄρα διαστάσεως καὶ τυπώσεως. καὶ τὸ μὲν μηδὲν ἄτοπον εἶναι σῶμα διὰ σώματος χωρεῖν, τὸ ἄυλον διὰ τοῦ ἐνύλου ἢ καὶ τοῦ ἀύλου, τάχα μὲν καὶ ἐξ ὧν αὐτὸς δείκνυσι πιστεύσειεν ἄν τις, μάλιστα δὲ ἐκ τῆς θείας παραδόσεως, εἴπερ καὶ τὸ ἐμπύριον διὰ τοῦ αἰθέρος καὶ τὸν αἰθέρα φησὶ διὰ τοῦ ἐνύλου χωρεῖν, καὶ εἴπερ αἵ τε τριάδες καὶ ἑβδομάδες αἱ νοεραὶ πᾶσαι πηγαίαν ἔχουσαι τάξιν καὶ διὰ τοῦτο ἐμπύριον τὴν ἐπιστασίαν συμπροέρχονται ὅμως τοῖς κόσμοις ὡς καὶ τοῦ ἐμπυρίου διὰ πάντων χωροῦντος. ἐμὲ δὲ δυσωπεῖ καὶ τὸ μὴ ἂν ἀτελεῖς εἶναι τὰς σφαίρας, ἁψῖδας μόνον οὔσας καὶ οὐκέτι σφαίρας, εἰ μὴ μέχρι τοῦ κέντρου χωροῖεν. ἀλλʼ οὐδὲ οἰκειότης τις ἔσται τῷ κέντρῳ πρὸς τὴν περιφέρειαν ἑκάστης σφαίρας, εἰ μὴ συνδεῖταί τινι ὁμοιογενεῖ πρὸς αὐτήν. οὐδὲ στερεώματα ἔτι ἔσονται οἱ κόσμοι ἀλλὰ καμαρώματα. πῶς οὖν τὰ λόγιά φησιν

  
ἑπτὰ γὰρ ἐξώγκωσε πατὴρ στερεώματα κόσμων;  
εἰ δέ τῳ ταῦτα πρὸς πίστιν οὐκ ἀρκεῖ τοῦ τὰ ἄυλα σώματα καὶ διʼ <!-- 9.617 -->ἀλλήλων καὶ διὰ τῶν ἐνύλων χωρεῖν, ἀπαιτείτω καὶ τούτου τὰς εὐθύνας τὸν σῶμα τὸν τόπον λέγοντα. τί δὲ δήποτε τῶν λογίων ἀθρόως εἰπόντων καὶ τὸ φῶς καὶ τὸ πῦρ καὶ τὸν αἰθέρα καὶ τοὺς ἐνύλους κόσμους ὑπὸ τῆς πηγαίας ψυχοῦσθαι ψυχῆς

  
ἄρδην ἐμψυχοῦσα φάος πῦρ αἰθέρα κόσμους  
αὐτὸς τὸ μὲν φῶς ἀπʼ αὐτῆς ἀμέσως ψυχοῦσθαι λέγει τῆς πηγαίας ψυχῆς, τοὺς δὲ ἄλλους κόσμους οὐκέτι; πῶς δὲ καὶ λέγει τὸ φῶς ὑπʼ αὐτῆς ψυχοῦσθαι; ἆρα ὅτι ψυχὴ ἐκείνου γίνεται; ἀλλʼ οὐκ ἂν εἴποι τοῦτο — πῶς γὰρ οἷόν τε τὴν πηγὴν τῶν ψυχῶν ἑνός τινος εἶναι ψυχήν; —, ἀλλʼ ὅτι τὰ μὲν ἄλλα καὶ ἰδίας ἔχει ψυχάς, τοῦτο δὲ τὴν ἀπὸ τῆς πηγαίας ψυχῆς ἔλλαμψιν μόνην. καίτοι οὐδὲ τὸ ἐμπύριον ψυχὴν ἔχειν λέγουσι νοερὸν αὐτὸ καλοῦντες, ἀλλʼ ἀπὸ τοῦ αἰθέρος ἄρχεσθαι τὰς ψυχάς φασιν, εἰ μὴ ἄρα παντὸς μὲν σώματος ψυχὴ ἐπιμελεῖται, ἀναλογία δέ τις ἐν τοῖς κόσμοις ἐστὶν ἡ τοῦ νοεροῦ καὶ ψυχικοῦ καὶ φυσικοῦ. εἰ δὲ καὶ τὰ κέντρα τοῦ ἐμπυρίου στερεώματος ἐν τῷ φωτὶ πεπηγέναι φησίν — οὐ γὰρ δὴ πάντων τῶν κόσμων, ὡς ἡ ὑπʼ αὐτοῦ  <span class="gap">…</span> ἀναλογία δηλοῖ —, τί ἄλλο ἢ τὸν αὐτὸν ἕξει λόγον τὸ φῶς πρὸς τὸ ἐμπύριον, ὃν τοῦτο πρὸς τὸ αἰθέριον καὶ ἐκεῖνο πρὸς τὸ ὑλαῖον. εἰ οὖν ταῦτα καίτοι πεπηγότων ἐν αὐτοῖς τῶν καταδεεστέρων κέντρων οὐκ εἰσὶν αὐτῶν τόποι, οὐδʼ ἂν τὸ φῶς τόπος εἴη διὰ τοῦτο. πόθεν δέ, ὅτι τοῦ πατρικοῦ βυθοῦ παντὸς εἰκών ἐστι τὸ φῶς, ἀλλʼ οὐχὶ τῆς βάσεως τοῦ νοητοῦ, ὅπερ καὶ αὐτὸς βούλεται μᾶλλον; ἐκεῖνος γὰρ τῆς τριαδικῆς τῶν κόσμων τομῆς ἐξῃρημένος εἰς τρία λέγεται τέμνειν τὰ πάντα. τούτου γὰρ καὶ ἡ μονὰς τῆς τριάδος τῶν κόσμων ἐξάπτοιτο ὡς κόσμος εἷς, ἀλλʼ οὐχ ὡς τόπος τῶν κόσμων. εἰ γὰρ μὴ εἷς ὁ κόσμος πρὸ τριῶν, πῶς ἂν ὁ τόπος εἴη τῶν τριῶν προσεχὴς καὶ πρῶτος; ταῦτα μὲν ἄν τις εἴποι καὶ πρὸς τὰς τοιαύτας ἀναλογίας. τὰ δὲ ὅσα φησὶ τὴν πρὸς τὰ ἀξιώματα τὰ περὶ τοῦ τόπου συμφωνίαν ἐπιδεικνὺς τῆς τοιαύτης ὑποθέσεως, οὐδὲν μᾶλλον τοῖς σῶμα τιθεμένοις τὸν τόπον ἁρμόσει ἢ τοῖς ἀσώματον αὐτὸν διάστημα λέγουσιν, ὡς καὶ αὐτὸς μαρτυρεῖ τὸν λόγον ὡς ἐπὶ διαστήματος ποιούμενος. ὁμοίως δὲ καὶ ὅσα προβαλλόμενος ὡς οἰκεῖα περὶ τόπου ζητήματα διαλύει, κοινὰ πρὸς πάσας σχεδόν ἐστι τὰς ὑποθέσεις. διόπερ ἐπὶ τέλει τῶν περὶ τόπου λόγων πειράσομαι τὰ τοιαῦτα συναγαγεῖν.

Νῦν δὲ ἐρωτᾶν ἔπεισί μοι τοὺς σῶμα τὸν τόπον ἄυλον ὑποθεμένους, πότερον διὰ τὸ σῶμα εἶναι τόπος ἐστὶ σωμάτων ἢ διὰ τὸ ἄυλον. ἀλλʼ οὐκ ἂν εἴποιεν διότι σῶμα, ἀλλʼ ὅτι ἄυλον σῶμα. καίτοι καὶ τὰ ὑπὲρ τὸν ὑλαῖον κόσμον στερεώματα ἄυλα λέγοντες ὅμως οὐ τόπον, ἀλλὰ δεῖσθαι τόπου φασίν. εἰ οὖν μήτε ὡς σῶμα μήτε ὡς ἄυλον σῶμα ἀνενδεής ἐστιν αὐτὸς τόπου τοῖς ἄλλοις τόπος γινόμενος, διὰ τί ἄλλο λεγέτωσαν; δεύτερον εἰ διὰ τὸ ἄυλος εἶναι οὐ δεῖται τόπου, ἔοικεν ἡ ὕλη κυρίως εἶναι ἡ τοῦ τόπου δεομένη. καίτοι τίς ἂν ἐν τόπῳ λέγοι κατὰ τὸν ἑαυτῆς <!-- 9.618 -->λόγον τὴν ὕλην; εἰ δὲ τὸ ἔνυλόν τις φαίη, πῶς καὶ τὰ ἄυλα ἐν τόπῳ; τρίτον δὲ καὶ κυριώτατον ἄν τις καὶ τούτοις τὰ αὐτὰ ἐγκαλέσοι δικαίως ἅπερ τοῖς προτέροις, ὅτι τὴν ἰδιότητα τοῦ τόπου παρῆκαν ζητεῖν, ἥτις ποτέ ἐστι, καὶ τίνα παρέχεται τοῖς ἐν αὐτῷ ὠφέλειαν, ἧς μὴ εὑρεθείσης οἶμαι οὔτε εἰ σῶμα οὔτε εἰ ἀσώματόν ἐστιν ὁ τόπος μαθεῖν δυνατόν. φέρε γὰρ εἰ καθὸ σῶμα ἕκαστον δέοιτο τόπου, ἆρα δυνατόν ἐστι σῶμα τὸν τόπον εἶναι καὶ οὐχὶ καὶ αὐτὸς δεήσεται τόπου; τῶν δὲ διάστημα τὸν τόπον ἀσώματον λεγόντων καὶ κοινωνία φαίνεται συχνὴ καὶ διαφορά. καθόσον μὲν γὰρ ἀσώματον ἅπαντες λέγουσι τοῦτο χωρητικὸν σωμάτων, κατὰ τοῦτο κοινωνεῖν ἀλλήλοις δοκοῦσι, καθόσον δὲ οἱ μὲν ὄντως αὐτὸ νομίζουσιν οὐδὲν ἄλλο ἢ κατʼ ἀπουσίαν ὁρῶντες αὐτὸ τοῦ σώματος καὶ τὸ χωρητικὸν σωμάτων οὐχ ὡς φύσιν ἔχειν τινά φασιν, ἀλλὰ διὰ τὸ μηδὲν εἶναι μηδὲ ἐμποδίζον τοῖς ἐν αὐτῷ θεωροῦσιν, οἱ δὲ καὶ φύσιν καὶ δύναμιν οἰκείως ἔχειν αὐτό φασι καὶ τὸ χωρητικὸν τοῦτο οὐ κατὰ συμβεβηκὸς αὐτῷ ὑπάρχειν νομίζουσιν ἀλλὰ καθʼ αὑτό, διαφέρουσιν. εἰσὶ δὲ οἳ καὶ κρεῖττον αὐτὸ τῶν σωμάτων λέγουσι. πάλιν δὲ αὖ τῶν τὸ κενὸν αὐτὸ τιθεμένων οἱ μὲν ἄπειρον εἶναί φασι καὶ ὑπερβάλλον ἀπειρίᾳ τὰ σώματα καὶ διὰ τοῦτο ἄλλο ἐν ἄλλοις ἑαυτοῦ μέρεσι καταδεχόμενον, ὡς ἂν ἔτυχεν, εἴπερ μέρη λέγειν ἐπὶ τοῦ ἀπείρου κενοῦ δυνατόν. τοιαύτην δὲ περὶ αὐτοῦ δόξαν ἐσχηκέναι δοκοῦσιν οἱ περὶ Δημόκριτον ἀρχαῖοι φυσιολόγοι. οἱ δὲ ἰσόμετρον αὐτὸ τῷ κοσμικῷ σώματι ποιοῦσι, καὶ διὰ τοῦτο τῇ μὲν ἑαυτοῦ φύσει κενὸν εἶναι λέγουσι, πεπληρῶσθαι δὲ αὐτὸ σωμάτων ἀεί, καὶ μόνῃ γε τῇ ἐπινοίᾳ θεωρεῖσθαι ὡς καθʼ αὑτὸ ὑφεστώς, οἷοί τινες οἱ πολλοὶ τῶν Πλατωνικῶν φιλοσόφων γεγόνασι· καὶ Στράτωνα δὲ οἶμαι τὸν Λαμψακηνὸν ταύτης γενέσθαι τῆς δόξης. τῶν μέντοι καὶ εἶδος ἔχειν αὐτὸ τιθεμένων καὶ δύναμιν τῶν σωμάτων ὑπερτέραν ἔχειν λεγόντων Συριανὸν ἔγωγε θείην ἂν τὸν μέγαν, τὸν τοῦ Λυκίου Πρόκλου καθηγεμόνα· ὃς ἐν τοῖς εἰς τὸ δέκατον τῶν Πλάτωνος Νόμων ὑπομνήμασι τοιαῦτα περὶ τοῦ τόπου γέγραφε· διάστημα γὰρ εἰπών, «αὐτὸ γάρ, φησίν, ἔστι τὸ ταῖς οἰκείαις τομαῖς καὶ διαιρέσεσιν, ἃς ἔσχεν ἐκ τῶν διαφόρων τῆς ψυχῆς λόγων καὶ τῆς τῶν δημιουργικῶν εἰδῶν ἐλλάμψεως, οἰκειούμενον τὰ τοῖς ἢ τὰ τοῖα τῶν σωμάτων καὶ ποιοῦν ἑαυτὸ κατὰ τάδε μὲν τὰ μέρη χώραν οἰκείαν πυρός, ἐφʼ ἣν κατὰ φύσιν τὸ πῦρ ἐν Τιμαίῳ λέγει φέρεσθαι, κατὰ τάδε δὲ χώραν οἰκείαν γῆς, ἐφʼ ἣν κατὰ φύσιν ἡ γῆ φέρεται καὶ μένει ἐν αὐτῇ οὖσα. διὸ καὶ νῦν πάντα τὰ κινούμενα καὶ τὰ ἑστῶτα κατὰ φύσιν ἐν τόπῳ φησὶν <!-- 9.619 -->ἑκάτερον ὑπομένειν. οὔτε δὲ ἡ κίνησις οὔτε ἡ στάσις τοῦ διαστήματος δουλεύει τῇ φύσει τῶν σωμάτων οὐδὲ παρʼ αὐτῆς ἐνδίδοται».

Πρὸς μὲν οὖν τοὺς τὸ κενὸν διάστημα τὸν τόπον εἶναι τιθεμένους εἴτε ἄπειρον εἴτε πεπερασμένον ἀρκέσει τὸ ἀδύνατον αἰτιᾶσθαι τοῦ κενοῦ τὴν τοῦ τόπου δύναμιν, ὡς καὶ Ἀριστοτέλης φησίν, ἐκ τῆς κατὰ φύσιν τῶν σωμάτων φορᾶς ἐπὶ τοὺς οἰκείους τόπους ἐπιδεικνύντι. τί δὲ ἂν εἴη δύναμις ἢ τίς διαφορὰ τοῦ κενοῦ ὡς κενοῦ θεωρουμένου, ὥστε τὸ μὲν αὐτοῦ πρὸς τάδε τῶν σωμάτων οἰκείως ἔχειν, τὸ δὲ πρὸς τάδε, ἢ τὸ μὲν ἐν τῷ μέσῳ, τὸ δὲ ἐν τῷ πέριξ ἱδρῦσθαι; εἴτε γὰρ ἄπειρον εἴη, πῶς ἂν ἔχοι τὸ μέσον ἢ τὸ πέριξ πέρατα ὄντα ταῦτα; εἴτε πεπερασμένον, καὶ τὸ πέρας ἂν κατὰ συμβεβηκὸς ἂν ἔχοι διὰ τὸ σῶμα, καὶ τὸ μέσον δὲ καὶ τὸ πέριξ ὡσαύτως· οὔτε γὰρ πέρας ἔχοι ἂν τὸ οὕτως κενὸν οὔτε διαφορὰν τοῦ μέσου καὶ πέριξ σχεδόν τι ἀπόφασις ὂν σώματος καὶ οὐδὲν ἄλλο ἢ τὸ μὴ ὄν. ὅτι γὰρ οὐδέν ἐστι τὸ τοιοῦτον, δῆλον ἐκ τοῦ, κἂν ἀφέλῃ τις αὐτὸ τῇ ἐπινοίᾳ, πάλιν διάστημα κενὸν καταλιμπάνειν ἐν ᾧ τοῦτο ἦν, ὥσπερ καὶ τὸ σῶμα ἀφελόντες ἐκεῖνο καταλελοίπαμεν. καὶ τοῦτο ἐπʼ ἄπειρον ποιοῦντες οὐ παυσόμεθα κενὸν πρὸ κενοῦ τιθέντες ἀεί, διότι μάταιος ἦν ἡ φαντασία καὶ ὄντως κενή. καὶ πρός γε τοὺς οὕτως αὐτὸ τιθεμένους καλῶς ὁ Ἀριστοτέλης ἐναντιώσεται. ὅτι δὲ τὸ κενὸν διάστημα καὶ ὁ τόπος ἐστί, τάχα ἄν τις ᾧδέ πως ἐπιχειροίη δεικνύναι τοῖς αὐτοῖς ἀξιώμασι περὶ τοῦ τόπου προσχρώμενος· ὁ τόπος, ὃς χωρητικὸς ὅλου βούλεται εἶναι τοῦ ἐν τόπῳ σώματος, συνδιεστάναι δεῖ τῷ σώματι καὶ ἴσος αὐτῷ κατὰ τὰς τρεῖς ὑπάρχειν διαστάσεις· τὸ συνδιεστὼς τῷ σώματι τριχῇ διέστηκε· τὸ τριχῇ διεστὼς ἢ σῶμά ἐστιν ἢ ἀσώματον διάστημα· ἀλλʼ εἰ σῶμα, πάντως καὶ αὐτὸ ἐν τόπῳ καθὸ σῶμα — τί γὰρ τοῦ ἐν τόπῳ σώματος καθὸ σῶμα διενήνοχεν; —, εἰ δὲ ὁ τόπος μὴ δεῖται τόπου, οὐκ ἂν εἴη σῶμα· ἀσώματον ἄρα διάστημά ἐστιν ὁ τόπος χωρητικὴν ἔχον τῶν σωμάτων δύναμιν — καὶ διὰ τοῦτο καὶ Ἀριστοτέλης τὰ ἀπὸ τῆς κοινῆς φθεγγόμενος ἐννοίας ἔλεγε· «διαστήματα μὲν οὖν ἔχει τρία μήκους καὶ βάθους καὶ πλάτους» —, ἀδύνατον δὲ σῶμα εἶναι τὸν τόπον. ἀλλὰ πῶς φασιν οὔ; πᾶν τὸ τριχῇ διαστατὸν σῶμα λέγομεν, ἀλλʼ οὐ πᾶν σῶμα φυσικόν ἐστι. καὶ γὰρ καὶ μαθηματικόν τι σῶμα εἶναι λέγομεν, ὃ καὶ στερεὸν καλοῦμεν, τὸ ταῖς τρισὶ διαστάσεσιν ὁριζόμενον· καὶ ὅμως οὐ βουλόμεθα ἐν τόπῳ εἶναι τὰ μαθηματικὰ σώματα. ὥστε καὶ εἰ σῶμά τις φιλονεικοίη δεικνύναι <!-- 9.620 -->τὸ τριχῇ διαστατόν, ἀλλʼ οὐ τοιοῦτον ἔσται ὡς τόπου καὶ αὐτὸ δεῖσθαι, ἀλλʼ ἔστιν ἐν μέσῳ τοῦ τε ἐν λόγῳ καὶ εἰδητικοῦ σώματος, ἐν ᾧ καὶ ψυχή, τὴν ὑπόστασιν ἀσώματον ἔχοντος, καὶ τοῦ ἐνύλου καὶ φυσικοῦ, ὃ καὶ σῶμα κυρίως καλοῦμεν· ὅλος γὰρ τὸ κυρίως καλούμενον σῶμα οὐ κατὰ τὰς διαστάσεις ὁρίζεται — οὐ γὰρ ἂν ἀσώματα ἐλέγετο τὰ μαθηματικά —, ἀλλὰ μετὰ τῶν διαστάσεων ἔχει τι μέστωμα τὸ κυρίως σῶμα τὸ φυσικόν, καθʼ ὃ τῶν μαθηματικῶν διενήνοχε. δύο τοίνυν εἶναι δοκεῖ μεγέθη παρισωμένα ἀλλήλοις τό τε τοῦ τόπου καὶ τὸ τοῦ σώματος, τὸ μὲν πρὸς τῇ διαστάσει χωρητικὴν ἔχον δύναμιν, τὸ δὲ πρὸς τῇ διαστάσει πληρωτικὴν ἐκείνου τοῦ χωρήματος, ἵνα καθόσον μὲν διέστηκεν ἡ χώρα, κατὰ τοσοῦτον δύνηται παρισοῦσθαι τῷ ἐν τόπῳ σώματι, καθόσον δὲ οὐδὲν ἔχει σῶμα, κατὰ τοσοῦτον δύνηται δέχεσθαι τὸ σῶμα ὑπὸ μηδενὸς παρεμποδιζόμενον. καὶ τοῦτό ἐστιν, ὡς ἔοικεν, ἡ ἐν τῷ κόσμῳ τοῦ νοητοῦ χάους εἰκὼν ἡ χώρα τῶν σωμάτων παρὰ τὸ χῶ ῥῆμα, ὃ σημαίνει τὸ χωρῶ, χάος καλούμενον. καὶ ὅτι οὐ κατʼ ἐπίνοιαν μόνην κενὴν ἐνομίσθη τὸ τοπικὸν τοῦτο διάστημα, καὶ ἐντεῦθεν ἔστι συνιδεῖν· τὰ κατὰ τόπον κινούμενα πόθεν ποῖ λέγομεν κινεῖσθαι, τὸ δὲ πόθεν ποῖ διάστημά τι πάντως ἔχει μεταξύ· τοῦτο οὖν τὸ μεταξὺ διάστημα ἢ αὐτοῦ τοῦ κινουμένου σώματός ἐστιν ἢ ἄλλου σώματος, διʼ οὗ κινεῖται τὸ κινούμενον, ἢ τοῦ ἀέρος ἢ αὐτό τι καθʼ αὑτὸ ἀσώματον· οὐ γὰρ ἔστιν ἄλλο σῶμα πλὴν τοῦ κινουμένου καὶ ἐκείνου τοῦ διʼ οὗ ἡ κίνησις. ἀλλʼ οὔτε αὐτοῦ τοῦ κινουμένου καὶ τὸ διάστημά ἐστιν — εἰ γὰρ ἐν τῷ οἰκείῳ διαστήματι ἐκινεῖτο, οὐδʼ ἂν μεταβαῖνον ἐλέγετο τόπον ἐκ τόπου —, οὐ μέντοι οὐδὲ ἄλλου τινὸς ἐνύλου σώματος, διʼ οὐ κινεῖται· οὐ γὰρ μένοντος τοῦ ἀέρος ἢ τοῦ ὕδατος κινεῖται τὸ διʼ αὐτῶν κινεῖσθαι λεγόμενον, ἀλλὰ σχιζομένου καὶ μεθισταμένου. ἐκεῖνο οὖν ἐστι τὸ διάστημα, ὃ δίεισι τὰ κινούμενα, τὸ μετὰ τὴν σχέσιν ὑπολειπόμενον καὶ δεχόμενον τὰ διʼ αὐτοῦ προποδίζοντα. καὶ κατʼ ἐκεῖνον μετρεῖται τὸ διάστημα τῆς κινήσεως ἀπὸ τοῦ κινουμένου καταμετρούμενον τοσαυτάκις, ὁσαπλάσιόν ἐστιν αὐτὸ τοῦ κινουμένου σώματος. οὐκ ἄρα τὸ οἰκεῖον μόνον ἐστὶ τῶν σωμάτων διάστημα, ἀλλά τι καὶ ἄλλο παρὰ ταῦτα.

Ὁ δέ γε τοῦ Ἀριστοτέλους λόγος ὁ μηδὲν ἄλλο διάστημα παρʼ αὐτὸ τὸ τοῦ σώματος ἀπολείπεσθαι διατεινόμενός ἐστι μὲν ἀσαφὴς ἱκανῶς ἀρχόμενος ἀπὸ τοῦ «εἰ δὲ ἦν τι διάστημα τὸ πεφυκὸς καὶ μένον ἐν τῷ αὐτῷ» καὶ τελευτῶν εἰς τὸ «ὅς ἐστι τόπος ὅλου τοῦ οὐρανοῦ». καὶ εἴρηται πρότερον, ὅτι συνημμένον τι περαίνεται διʼ αὐτοῦ τὸ λέγον, ὡς εἰ ἔστι διάστημα τὸ πεφυκὸς μένειν ἐν τῷ αὐτῷ, ἄπειροι ἔσονται τόποι, καὶ ὁ τόπος κατὰ τόπον κινήσεται καὶ ἔσται τοῦ τόπου τόπος καὶ πολλοὶ τόποι ἅμα ἔσονται· ἀλλὰ μὴν ταῦτα ἀδύνατα· ἀδύνατον ἄρα καὶ τὸ εἶναι <!-- 9.621 -->τοιοῦτον διάστημα. καὶ εἴρηται πᾶς ὁ λόγος ἐκ τοῦ καὶ τὰ μόρια τοῦ ἐν τόπῳ καθʼ αὑτὰ εἶναι ἐν τόπῳ, εἴπερ διʼ ἑκάστου τῶν μορίων χωρεῖ τὸ διάστημα. εἰ δὲ τοῦτο, ἐπʼ ἄπειρον διαιρουμένου τοῦ ἐν τόπῳ ἀπείρους εἶναι συμβαίνει τοὺς τόπους, καὶ μεθισταμένου τοῦ ὑποτεθέντος ἀγγείου συμμεθίστανται οἱ τόποι εἰς ἄλλα διαστήματα, καὶ οὕτως ὁ τόπος κατὰ τόπον κινήσεται καὶ ἔσται ὁ τόπος ἐν τόπῳ. ταῦτα δὲ τοῖς τὸ πέρας τοῦ περιέχοντος λέγουσι τὸν τόπον οὐκ ἀκολουθεῖ, διότι τὰ μόρια τοῦ ἐν τόπῳ οὐκ ἔστι καθʼ αὑτὰ ἐν τόπῳ. ὅτι δὲ οὐχ ἕπεται τὰ ἄτοπα ταῦτα τῷ λόγῳ, δέδεικται κατὰ τὴν τῆς λέξεως ἐκείνης ἐξήγησιν. ὡς γὰρ τὸ σῶμα συνεχές, οὕτω καὶ τὸ διάστημα συνεχὲς οἱ λέγοντες ὑποτίθενται καὶ ἀκίνητον. ὡς οὖν τὰ τοῦ σώματος μόρια οὐκ ἔστιν οὔπω διακεκριμένα — οὐ γὰρ ἂν ἔτι μόρια εἴη, ἀλλὰ κέρματα καὶ μονάδες μᾶλλον — οὔτε μέντοι συγκεκριμένα τελέως — στοιχείων γὰρ αὕτη φύσις ἐστίν —, ἀλλʼ ἐν τῷ διακρίνεσθαι τὴν πᾶσαν ἑαυτῶν ὑπόστασιν ἔλαχεν, οὕτω δὲ καὶ τὰ τοῦ τόπου· καὶ ὡς αὐτὸς εἴωθε λέγειν, δυνάμει ἐστὶν ἀλλʼ οὐκ ἐνεργείᾳ τὰ μέρη τοῦ τε σώματος καὶ τοῦ τόπου. τοιαῦτα δὲ ὄντα τὰ μόρια τοῦ σώματος, καθὸ τοιαῦτα, ἔστιν ἐν τῷ τοιούτῳ τόπῳ, καὶ οὐ κατὰ συμβεβηκός. εἰ δὲ τοῦτο ἀληθές, οὐ πᾶν τὸ καθʼ αὑτὸ ὂν ἐν τόπῳ, ὡς αὐτός φησι, διωρισμένον ὤφελεν εἶναι. εἰ δὲ τούτῳ ἠκολούθησε τὸ πρός τι περαίνειν, οὐδὲ τοῦτο πάντως ἀναγκαῖόν ἐστιν. ἀλλʼ οὐδὲ μεταβήσεται ὁ τόπος· ἀκίνητον γὰρ ἅπαν ἐστὶ τὸ διάστημα καθʼ ἕκαστον ἑαυτοῦ μέρος τὸ ἀεὶ γινόμενον ἐν αὐτῷ τῶν σωμάτων ὑποδεχόμενον, ὡς διὰ τῶν ὁλκῶν τὸ ὕδωρ χωροῦν ἀκινήτων ὄντων ἄλλοτε κατʼ ἄλλο μέρος περιέχεται οὐ συνεφελκόμενον ἑαυτῷ τοῦ ὁλκοῦ τὸ πρότερον μέρος. οὔτε οὖν τόπου δεήσεται ὁ τόπος οὔτε πολλοὶ ἅμα ἔσονται τόποι. οὐ γὰρ μεθίσταται τὰ τοπικὰ διαστήματα οὐδὲ εἰς ἄλληλα ἐμβαίνει. οὐ μέντοι οὐδὲ ἄπειροι ἔσονται οἱ τόποι, εἴπερ μήτε τὰ τοῦ συνεχοῦς σώματος μέρη ἐνεργείᾳ διῄρηται εἰς ἄπειρα μήτε τὰ τοῦ διαστήματος. ἀλλὰ τὴν μὲν ὑπὸ Ἀριστοτέλους λεγομένην ἀτοπίαν οὕτως οἶμαι ῥᾳδίως οἱ τὸ διάστημα λέγοντες ἐκφεύξονται, τὰς δὲ ἄλλας ἀπορίας τὰς δυναμένας φέρεσθαι πρὸς τοῦτον τὸν λόγον ἐπισκεψώμεθα.

Καὶ πρῶτόν γε τὸ νῦν ὑποκείμενον διάστημα πότερον ἔνυλόν ἐστιν εἶδος ἢ ἄυλον ἐρωτητέον. καὶ γὰρ εἰ μὲν ἄυλον, οὐ φυσικὸν ἂν εἴη οὐδὲ τοῦτο περὶ οὗ νῦν ζητοῦμεν ὁ τόπος. ἔπειτα εἰ μὲν ἐπινοίᾳ μόνον ἐστίν, εἴη ἂν καὶ τὸ ἐν τόπῳ ἐν ἐπινοίᾳ μόνον, καὶ οὐκ ἐν ὑποστάσει, καὶ εἴπερ ἄρα, τὸ μαθηματικὸν ἂν εἴη σῶμα. εἰ δὲ ἐν ὑποστάσει καὶ τοῦτο, πῶς ἐστί τι παντελῶς ἄυλον ὑπὸ σελήνην τριχῇ διεστὼς καὶ οὐσία καθʼ αὑτὸ <!-- 9.622 -->ὄν, ἀλλʼ οὐχὶ συμβεβηκός; εἰ δὲ ἔνυλόν τις αὐτὸ λέγοι, πρῶτον μὲν τί διοίσει τοῦ σώματος τὸ τριχῇ διαστατὸν εἶδος ἐν ὕλῃ γενόμενον; εἰ μὲν γὰρ διαστάσεις ἐλέγομεν αὐτὸ μόνας, πολλὴ ἂν ἦν ἡ πρὸς τὸ διαστατὸν αὐτοῦ διαφορά· ἦν γὰρ τὸ μὲν εἶδος μόνον, τὸ δὲ ἔνυλον εἶδος. εἰ δὲ καὶ τὸ διάστημα ἔνυλον εἶδός φαμεν καὶ τὸ σύνθετον διαστατὸν λέγομεν, τί ἔτι διοίσει τοῦ σώματος; ἔπειτα εἰ ἔνυλόν ἐστιν εἶδος, ἢ ὅλην κατέλαβε τὴν ὕλην ἢ μέρος αὐτῆς· ἀλλʼ εἰ μέρος μὲν τὸ διάστημα, μέρος δὲ τὸ σῶμα, ἢ δύο ὗλαι ἅμα ἔσονται ἥ τε τοῦ τόπου καὶ τοῦ ἐν τόπῳ ἐν τῷ αὐτῷ διαστήματι, ἢ ἀλλαχοῦ μὲν ἔσται ὁ τόπος, ἀλλαχοῦ δὲ τὸ ἐν τόπῳ σῶμα, καὶ οὔτε τὸ σῶμα ἐν τόπῳ, οὔτε ὁ τόπος σώματος. εἰ δὲ ὅλην κατέλαβε τὴν ὕλην τὸ διάστημα, πῶς ἡ τοῦτο δεξαμένη καθʼ ὅλην ἑαυτὴν ἔτι δέξεται τὸ σῶμα; δεύτερον εἰ ἄλλος ὁ τόπος καὶ ἄλλο τὸ ἐν τόπῳ, ἤτοι μία μὲν ἡ ὕλη, εἴδη δέ ἐστι δύο, ἢ πρὸς τοῖς εἴδεσι καὶ ὕλας εἶναι χρὴ δύο. ἀλλʼ εἰ μία, ὅταν ἀποχωρῇ τοῦ τόπου τὸ ἐν τόπῳ, ἡ ὕλη ἑαυτῆς ἐκστήσεται, καὶ αὐτὴ ἑαυτῆς χωρισθήσεται μένουσα μὲν διὰ τὸν τόπον, μεθισταμένη δὲ διὰ τὸ σῶμα· εἰ δὲ δύο, πῶς οἷόν τε ἐν τῷ αὐτῷ ὄγκῳ δύο ὕλας εἶναι τήν τε τοῦ τόπου καὶ τὴν τοῦ σώματος; τρίτον εἰ τὸ τοῦ σώματος διάστημα γίνεται ἐν τῷ τοπικῷ διαστήματι, πῶς δύο μὲν εἶναι σώματα ἐν ταὐτῷ δυσχεραίνομεν, δύο δὲ διαστήματα συγχωροῦμεν; τὰ γὰρ ἄλλα τῶν σωμάτων συμβεβηκότα οἷον λευκότητες καὶ θερμότητες τὴν διʼ ἀλλήλων δίιξιν οὐ κωλύουσι. τέταρτον εἰ τὸ σῶμα οὐσία ὂν ἐν τόπῳ ἐστίν, ὁ δὲ τόπος διάστημα, τὸ δὲ διάστημα ποσόν, τὸ δὲ ποσὸν συμβεβηκός, ἔσται ἡ οὐσία ἐν συμβεβηκότι· καὶ αὐτό τε τοῦτο ἄτοπον καὶ μέντοι ὅτι κρείττονα εἶναι τὸν τόπον τοῦ ἐν τόπῳ φαμέν. πέμπτον τὸ διάστημα τοῦτο ἢ ἄψυχόν ἐστιν ἢ ἔμψυχον. ἀλλʼ εἰ μὲν ἄψυχον, καὶ ἄνουν ἔσται· νοῦν γὰρ ἄνευ ψυχῆς ἀδύνατον παραγενέσθαι τῳ. καὶ πῶς οὐ χεῖρον ἔσται τοῦ ἐν τόπῳ; νοῦν γὰρ ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι συνιστὰς ὁ θεὸς τὸν κόσμον συνετεκτήνατο, ὡς ὁ Τίμαιός φησιν. εἰ δὲ ἔμψυχον, πῶς ἀκίνητον ἔσται ψυχὴν ἔχον αὐτοκίνητον; ἢ πῶς κινούμενον οὐ δεήσεται τόπου; ἕκτον δὲ πότερον ἀίδιόν ἐστι τὸ πᾶν διάστημα καθʼ ὅλον τε καὶ κατὰ μέρη ἢ τὸ μὲν τὸν οὐρανὸν δεξάμενον ἀίδιόν ἐστι, τὸ δὲ ὑπὸ σελήνην τοῖς μέρεσι φθαρτόν; ἀλλʼ εἰ μὲν τὸ πᾶν ἄφθαρτον, τί διοίσει τοῦ ἐν τῷ οὐρανῷ τὸ ὑπὸ σελήνην; εἰ δὲ τοῦτο φθαρτόν, τίς ἂν εἴη τῆς φθορᾶς τρόπος οὐ μεταβαλλόντων εἰς ἄλληλα τῶν τοῦ τόπου μερῶν οὐδὲ τοῦ τόπου εἰς ἄλλο οὐδὲ ἄλλου τινὸς εἰς τὸν τόπον; ἕβδομον εἰ τὰ μὴ δεηθέντα τοῦ τόπου ἀδιάστατά ἐστι, τὰ διαστατὰ ἄρα δεήσεται τόπου, φαίη ἄν τις συλλογιστικὸς ἀνήρ.

<!-- 9.623 -->Ταῦτα μὲν οὖν καὶ ἄλλα τοιαῦτα πρὸς τοὺς τὸ διάστημα τὸν τόπον λέγοντας δυνατὸν εἰπεῖν. οὐ πάντῃ δὲ τοῖς ἐρωτήσασι λόγοις ἐνδιδόναι χρή. αὐτίκα γὰρ πρὸς τὸν ἐρωτήσαντα πότερον ἔνυλον ἢ ἄυλόν ἐστι τὸ διάστημα, ἔνυλον ἐροῦμεν. καὶ γὰρ ὥσπερ τὸ μὲν διεσπασμένον καὶ ὠγκωμένον καὶ ἀόριστον ὑλικόν φαμεν, τὸν δὲ ὅρον καὶ τὸ πέρας καὶ τὴν μορφὴν εἰδικόν, οὕτως καὶ ἐπὶ τοῦ διαστήματος ἐροῦμεν. καὶ γὰρ καὶ τούτου τὸ μὲν διεστηκὸς κατʼ ἔκχυσιν καὶ πάρεσιν ὑλικὸν ἂν εἴη, τὸ δὲ ἔμμετρον καὶ ὡρισμένον, μᾶλλον δὲ τὸ ἐν αὐτῷ μέτρον καὶ τὸν ὅρον εἰδητικόν. καὶ τὸ τοιοῦτον εἶδος ἐν μέρει δηλονότι τῆς ὕλης ἐγένετο ὥσπερ καὶ τὸ οὐράνιον. ἄλλη γὰρ ἡ πρὸς τὸ τοπικὸν καὶ ἄλλη ἡ πρὸς τὸ σωματικὸν εἶδος παράλλαξις. καὶ οὐδὲν ἄτοπον δύο ὕλας ἐν ταὐτῷ εἶναι· οὐ γὰρ ἡ ὕλη τὴν διʼ ἀλλήλων δίιξιν κωλύει. οὐ μέντοι οὐδὲ δύο διαστήματα ἐν ταὐτῷ εἶναι ἄτοπον, εἰ τὸ μὲν σωματικὸν εἴη, τὸ δὲ κενόν, καὶ τὸ μὲν χώρα τις, τὸ δὲ ἐν χώρᾳ. τετραχῶς γὰρ ἔοικε λέγεσθαι τὸ διάστημα. τὸ μὲν ἐν λόγῳ μόνον ἀδιαστάτῳ ὡς ὁ ὁρισμὸς ἔχει τοῦ διαστήματος, τὸ δὲ ἐν ἐπινοίᾳ διαστάσεως ὡς ἔχει τὸ μαθηματικόν, τὸ δὲ ἔνυλον μετὰ ποιοτήτων καὶ ἀντιτυπιῶν φυσικῶν οἷον τὸ σῶμά ἐστι, τὸ δὲ ἔνυλον μέν, ἄποιον δὲ πάντῃ καὶ ἀσώματον. ἄλλη δὲ παρὰ ταῦτα ἡ ὑλικὴ διάστασις κατὰ τὸν διασπασμὸν καὶ τὸ ἀόριστον θεωρουμένη. ἀλλʼ οὐδὲ συμβεβηκὸς ὁ τόπος, ἀλλʼ οὐσία καὶ οὗτος. οὐ γὰρ διάστασις ἁπλῶς ἐστιν, ἀλλὰ διαστῶσα χώρα. οὐδὲν δὲ θαυμαστὸν καὶ ἔμψυχον αὐτὸ εἶναι καὶ ἀκίνητον· οὐ γὰρ κινήσεως μόνης ἐστὶν αἰτία τῆς κατὰ τόπον ἡ ψυχικὴ ζωή, ἀλλὰ καὶ στάσεως· τοιγαροῦν πολλὰ τῶν ἐμψύχων ἐστὶν ἑστῶτα, ὡς ὁ ἄξων καὶ οἱ πόλοι καὶ τὸ κέντρον καὶ ἡ γῆ πᾶσα. εἰ δὲ ἀρχὴ λέγεται κινήσεως ἡ ψυχή, ταύτης λέγεται τῆς καὶ ἐν στάσει θεωρουμένης, ἣν κυριώτερόν ἐστι γένεσιν καλεῖν. οὐδὲν δὲ θαυμαστὸν καὶ ἀίδιον εἶναι τὸ πᾶν διάστημα καὶ διαφορὰν ἔχειν τὸ οὐράνιον πρὸς τὸ ὑπὸ σελήνην. καὶ γὰρ οἱ οὐρανοὶ πάντες ἀίδιοι ὄντες πολλὴν ἔχουσι πρὸς ἀλλήλους διαφοράν. «ἀλλʼ εἰ τὰ μὴ δεηθέντα τόπου, φασίν, ἀδιάστατά ἐστι, τὰ διαστατὰ δεήσεται τόπου»· ἀλλʼ ἔδει προσθεῖναι τὸ «ἢ τόπος ἐστίν». ὅμοιον γὰρ ὡς εἰ λέγοι τις, εἰ τὰ μὴ δεηθέντα χρόνου ἀκίνητα, τὰ κινούμενα ἐν χρόνῳ ἢ χρόνος ἐστίν.

Ἀλλʼ εἰ δοκεῖ, κοινῇ λοιπὸν πρός τε τοὺς σῶμα καὶ πρὸς τοὺς διάστημα λέγοντας τὸν τόπον ῥητέον, ὡς εἰ μέχρι τοῦ κέντρου χωρεῖ, οὐ μόνον τὰ παρὰ τοῖς βαρβάροις λεγόμενα ἄυλα στερεώματα, ἀλλὰ καὶ πάντα τὰ τῶν οὐρανῶν σώματα τοῦ ὑπερτέρου χωροῦντος ἀεὶ διὰ τοῦ κατωτέρω ἔσται ἐν τῷ αὐτῷ μέρει τοῦ τοπικοῦ διαστήματος, ἐμπύριον ἅμα σῶμα καὶ αἰθέριον καὶ τῶν οὐρανῶν ἑκάστου καί τινος τῶν γενεσιουργῶν στοιχείων ἑνὸς ἢ πυρὸς ἢ ἀέρος ἢ ὕδατος ἢ γῆς. εἰ οὖν τὸν τόπον οἰκείως ἔχειν <!-- 9.624 -->λέγομεν πρὸς τὰ ἐν τόπῳ, πρὸς τί ποτε τούτων ἁπάντων τῶν σωμάτων οἰκείως ἔχειν τὸν τόπον ἐροῦμεν; ἔτι τε πρὸς τούτους καὶ πρὸς τοὺς πέρας τοῦ περιέχοντος εἶναι λέγοντας τὸν τόπον ῥητέον, ὡς τῆς μὲν πρὸς τὸ πᾶν θέσεως ἑκάστου τῶν ἀιδίων μερῶν τὴν αἰτίαν ἀπολογίζονται. διὰ τί γὰρ ἡ γῆ ἐν τῷ μέσῳ; ὅτι τοῦτο αὐτῇ τοῦ τοπικοῦ σώματος ἢ τοῦ τοπικοῦ διαστήματος ἢ τοῦ περιέχοντος πέρας οἰκεῖον. διὰ τί δὲ τοῦ ἀπλανοῦς τὸ μὲν βόρειόν ἐστι, τὸ δὲ νότιον; ἢ τῶν πλανωμένων ἥδε μὲν ἐξωτέρω τῶν σφαιρῶν, ἥδε δὲ ἐνδοτέρω; ἢ τοῦ ἐμοῦ σώματος ἡ μὲν κεφαλὴ κεῖται ἄνω, οἱ δὲ πόδες κάτω; καὶ ἥδε μὲν ἡ χεὶρ καὶ τὸ ἧπαρ εἰ τύχοι δεξιά, ἥδε δὲ καὶ ὁ σπλὴν ἀριστερά; καίτοι εἰ τόπων εἰσὶ διαφοραὶ καὶ αὗται, πάντως ἂν ὁ τόπος εἴη καὶ τούτων αἴτιος. πῶς δὲ τῶν εἰρημένων τις τόπων εἴτε σῶμα εἴτε διάστημα εἴτε πέρας τούτων αἴτιον ἂν γένοιτο; καὶ γὰρ ἄλλο μὲν ἡ κεφαλὴ τοῦ διαστήματος ἐκείνου μέρος ἐπέχει ἑστῶτος ἐμοῦ, ἄλλο δὲ ἀναπεπτωκότος ἢ καθημένου, καὶ ἄλλο μὲν ἐνθάδε ὄντος, ἄλλο δὲ ἀλλαχοῦ. καίτοι ἀεὶ ἐν τῷ σώματί μου τὸν αὐτὸν ἐπέχει τόπον. πῶς δὲ καὶ ἐν δεξιοῖς ἔσται μέρεσιν ἀεὶ τὸ ἧπαρ; τίνος γὰρ τὸ δεξιὸν τοῦτο; οὐ δήπου τοῦ διαστήματος ἢ τοῦ πέρατος τοῦ περιέχοντος. καὶ τοῦτο δὲ κοινῶς πρὸς πάντας ῥητέον, ὅτι τῆς τοῦ τόπου χρείας μὴ διορισθείσης καλῶς, οὔτε εἰ σῶμα ὁ τόπος οὔτε εἰ ἀσώματον, οὔτε εἰ διαστατὴν ἔχει φύσιν οὔτε εἰ ἀδιάστατον, καταμαθεῖν ἔστι. τοὺς δὲ διάστημα καθʼ αὑτὸ χωριστὸν ἢ σῶμα λέγοντας τὸν τόπον ἐρωτητέον, εἰ καὶ τοῦ οὐρανοῦ τὰ μόρια ἐν τόπῳ λέγουσιν εἶναι ἢ οὔ. καὶ γὰρ εἰ μὲν μὴ ἔστιν ἐν τόπῳ, δῆλον ὅτι οὐδὲ κινήσονται κατὰ τόπον. τὸ γὰρ κινούμενον κατὰ τόπον ἐν τόπῳ εἶναι χρή. εἰ δὲ μὴ κινεῖται τὰ μέρη κατὰ τόπον, κατὰ τί ἄλλο αὐτῶν ἐστιν ἡ μετάβασις; εἰ δὲ κινεῖται κατὰ τόπον καὶ ἔστιν ἐν τόπῳ ἢ ἐν σώματι ἢ ἐν διαστήματι, ἢ ὡς ἐν οἰκείῳ τόπῳ ἔσται ἢ ὡς ἐν ἀλλοτρίῳ. ἀλλʼ εἰ μὲν ὡς ἐν οἰκείῳ, μενεῖ ἕκαστον ἐν αὑτῷ καὶ οὐ κινήσεται· τὰ γὰρ ἐν τοῖς οἰκείοις ὄντα τόποις τί δεῖται κινεῖσθαι μέλλοντα παρὰ φύσιν διατίθεσθαι, ἐὰν ἐκστῶσι τοῦ κατὰ φύσιν τόπου; εἰ δὲ ἐν ἀλλοτρίῳ, πῶς ἔσται τι σῶμα ἀλλότριον μόνον ἔχον τόπον, οἰκεῖον δὲ μηδαμῶς; εἰ δέ τις λέγοι, ὅτι ὅλον εἰ τύχοι τὸ κατὰ τὸν ζῳδιακὸν διάστημα ἢ τὸ τοπικὸν σῶμα ἑκάστῳ ζῳδίῳ ἐστὶν οἰκεῖον καὶ διὰ τοῦτο ἐν ὅλῳ ὁμοίως ἐστὶν ἕκαστον καὶ κινεῖται, πρῶτον μὲν καὶ μένειν ὁμοίως ἐχρῆν ἐν ὅλῳ, ὅπερ ἀδύνατον, ἔπειτα ποῦ τὸ ἀξίωμα τὸ λέγον ἴσον ὀφείλειν εἶναι τῷ ἐν τόπῳ τὸν τόπον; τὰ δὲ αὐτὰ ἄν τις ἀπορήσοι καὶ περὶ τῶν μερῶν τῶν ἐν τοῖς τέτρασι στοιχείοις.

Ἐπειδὴ δὲ πρὸς ταῖς εἰρημέναις περὶ τόπου ὑποθέσεσιν ἄλλην τινὰ διήρθρωσε Δαμάσκιος ὁ ἐκ Δαμασκοῦ φιλόσοφος ἀνὴρ ζητητικώτατος καὶ <!-- 9.625 -->πολλοὺς πόνους εἰσαγαγὼν φιλοσοφίας, φέρε καὶ ἐκείνην ἐκθώμεθα μακροτέρων ἐξ ἀνάγκης δεόμενοι λόγων διὰ τὸ καινοπρεπὲς τῆς ὑποθέσεως ἐκ τῆς χρείας τοῦ τόπου βουλομένης αὐτοῦ τὴν οὐσίαν εὑρεῖν. λέγει δὲ ὧδε· «τὰ ἐν γενέσει πάντα τῆς ἀμερίστου καὶ ἀδιαστάτου φύσεως ἐκπεσόντα κατά τε οὐσίαν καὶ κατʼ ἐνέργειαν, διττὴν ἔσχε τὴν διάστασιν τὴν μὲν κατʼ οὐσίαν τὴν δὲ κατʼ ἐνέργειαν ἢ πάθος, καὶ τὴν κατʼ ἐνέργειαν διττήν, τὴν μὲν τῇ οὐσίᾳ σύμφυτον, καθʼ ἣν ἐν συνεχεῖ ῥοῇ ἐστιν ἡ οὐσία, τὴν δὲ ἀπὸ τῆς οὐσίας προϊοῦσαν, καθʼ ἣν ἄλλοτε ἄλλα ἐνεργεῖ παρατεταγμένας ἔχοντα καὶ οὐκ ἀθρόας τὰς ἐνεργείας. καὶ ἡ μὲν τῆς ἐνεργείας διάστασις κινήσεως εὐθὺς ἐδεήθη, καὶ συνυπῆρξεν αὐτῇ κίνησις, καὶ ἐγένετο κατὰ κίνησιν ἡ διάστασις τὴν ἐνεργητικὴν ἢ παθητικήν. ἡ δέ γε τῆς οὐσίας διάστασις διττὴ καὶ αὐτὴ γέγονεν, ἡ μὲν εἰς πλήθους διασπασμόν, ἡ δὲ εἰς ὄγκον ὑπελθοῦσα. ἡ δὲ κατὰ μέγεθος καὶ ὄγκον ἐν θέσει γέγονεν εὐθὺς διὰ τὴν ἄλλου ἀλλαχοῦ τῶν μορίων διάρριψιν. διττὴ δὲ καὶ αὐτή· ἡ μὲν σύμφυτος τῇ οὐσίᾳ, ὥσπερ τοῦ ἐμοῦ σώματος τὸ τὴν κεφαλὴν ἄνω εἶναι τοὺς δὲ πόδας κάτω, ἡ δὲ ἐπείσακτος, ὡς ποτὲ μὲν ἐν τῇ οἰκίᾳ, ποτὲ δὲ ἐν τῇ ἀγορᾷ τὴν θέσιν ἔχω. καὶ δῆλον ὅτι ἡ μέν ἐστι διηνεκὴς ἡ αὐτή, ἕως ἂν ᾖ τὸ πρᾶγμα, ἡ δὲ ἄλλοτε ἄλλη γίνεται. κεῖσθαι δὲ λέγομεν ἐκεῖνα κυρίως, ὧν τὰ μόρια παρατέταται καὶ διέστηκεν ἀπʼ ἀλλήλων. διὸ καὶ τῶν μεγεθῶν καὶ τῶν ἐν αὐτοῖς περάτων ἡ θέσις εἶναι κυρίως δοκεῖ, ὅτι διέστηκε ταῦτα κατὰ συνέχειαν. οἱ δέ γε ἀριθμοὶ καπαρατετάσθαι, θέντες ὅμως οὐ δοκοῦσι θέσιν ἔχειν διὰ τὸ μὴ διεστάναι καὶ πλὴν εἴ που καὶ οὗτοι μέγεθος προσλάβωσι καὶ διάστασιν. τὰ γὰρ διαστήματα πάντα τὴν ἡνωμένην συναίρεσιν ἀπολέσαντα τὸ ἐν αὐτοῖς εἶναι εἰς τὸ ἐν ἄλλῳ γίνεσθαι μετέβαλεν, ἐν ᾧ καὶ κεῖσθαι λέγεται, οἷον παρεθέντα καὶ τὸ αὐτοκρατὲς ἀπολέσαντα· ὥσπερ καὶ ἐν ταῖς ἐνεργείαις ἀφʼ ἑαυτῶν ἐκστάντα κινεῖσθαι λέγεται καὶ μεταβάλλειν. τούτων οὖν τῶν διαστάσεων, ἵνα μὴ παντελῶς εἰς τὸ ἀόριστον ὑπενεχθῶσι, μέτρα συναγωγὰ ὑπέστη τῆς μὲν κατὰ τὴν ἐν κινήσει ἐνέργειαν ὁ χρόνος, τῶν δὲ κατὰ τὴν οὐσίαν τῆς μὲν κατὰ διάκρισιν τὸ ὡρισμένον πλῆθος ὅπερ ἐστὶν ὁ ἀριθμός, τῆς δὲ κατὰ συνέχειαν τὸ ὡρισμένον μέγεθος οἷον πηχυαῖον ἤ τι τοιοῦτον, τῆς δὲ κατὰ τὴν τῆς θέσεως διάρριψιν ὁ τόπος. διὸ ἐν χρόνῳ μὲν λέγεται κινεῖσθαι τὰ κινούμενα, ἐν τόπῳ δὲ τὴν θέσιν τῆς οὐσίας ἔχειν καὶ αὐτῆς τῆς κινήσεως, καθόσον καὶ αὐτὴ τοῦ κινεῖσθαι μετέσχε». καὶ ὅτι μὲν περὶ θέσιν ἔχει καὶ τῶν κειμένων τί ἐστιν ὁ τόπος, πρόδηλον. <!-- 9.626 -->ταῦτα γὰρ ἐν τόπῳ λέγομεν, ὅσα καὶ θέσιν ἔχειν φαμέν, καὶ τὸ ἄνω καὶ κάτω τόπου διαφοραί εἰσι κατὰ τὴν θέσιν θεωρούμεναι ὥσπερ καὶ τὰ δεξιὰ καὶ ἀριστερὰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν. ὅτι δὲ ἀφοριστικὸς καὶ μετρητικὸς καὶ τακτικὸς τῆς θέσεώς ἐστιν ὁ τόπος, ἐντεῦθεν ἂν μάθῃς· κεῖσθαι μὲν ἕκαστόν φαμεν κἂν ὁπωσοῦν ἀτάκτως κέηται, τὸν δὲ εὐθετισμὸν τὸν οἰκεῖον ἕκαστον τότε λέγεται ἔχειν, ὅταν τὸν οἰκεῖον ἀπολάβῃ τόπον, ὥσπερ γίνεται μὲν ἕκαστον ὁτεοῦν εἰς τὸ εἶναι παρελθόν, τὸ δὲ εὔκαιρον ἔχει τὸ οἰκεῖον, ὅταν ἐν τῷ δέοντι γένηται χρόνῳ. διὰ τὸν τόπον οὖν τῶν μορίων ἕκαστον εὐθετίζοντα ἡ μὲν κεφαλὴ τοῦ ἐμοῦ σώματος γέγονεν ἄνω, οἱ δὲ πόδες κάτω· καὶ τὸ μὲν ἧπαρ ἐν τοῖς δεξιοῖς, ἡ δὲ καρδία ἐν τῷ μέσῳ. καὶ οἱ μὲν ὀφθαλμοὶ διʼ ὧν ὁρῶντες πρόιμεν ἔμπροσθεν, τὸ δὲ μετάφρενον ᾧ ἀχθοφοροῦμεν ὄπισθεν. καὶ εἰσὶν αὗται διὰ τὸν τόπον αἱ διαφοραί, ὥσπερ διὰ τὸν χρόνον ἄλλο τι πρὸ ἄλλου δημιουργεῖται τῶν τοῦ ἐμβρύου μερῶν, καὶ ἄλλη πρὸ ἄλλης ἡλικία πρόεισι τεταγμένη. καὶ οὐκ ἐπισυγχεῖται τὰ Τρωϊκὰ τοῖς Πελοποννησιακοῖς· τὸ γὰρ πρότερον καὶ ὕστερον χρόνου διαφοραί εἰσιν, ὡς τὸ ἄνω καὶ κάτω καὶ αἱ λοιπαὶ τέτταρες διαστάσεις τοῦ τόπου, καθάπερ καὶ Ἀριστοτέλης ὁμολογεῖ· καὶ τοῦ κόσμου ἄρα τὰ μόρια διὰ τὸν τόπον ἔχει τὸν οἰκεῖον εὐθετισμὸν ἐν τῷ ὅλῳ. καὶ ἔστιν ὡς τύπῳ φάναι ὁ τόπος κατὰ ταύτην τὴν ἐπιβολὴν ὁ μὲν ἁπλῶς οὕτως λεγόμενος ἀφορισμὸς τῆς τῶν σωμάτων θέσεως, ὡς δὲ τὸν κατὰ φύσιν εἰπεῖν ἀφορισμὸς τῆς κατὰ φύσιν ἐπιβαλλούσης τοῖς σωματικοῖς μορίοις θέσεως πρός τε ἄλληλα καὶ πρὸς τὸ ὅλον καὶ τοῦ ὅλου πρὸς τὰ μόρια. ὡς γὰρ τῆς γῆς καὶ τοῦ οὐρανοῦ τὰ μόρια ἄλλα ἀλλαχοῦ τέτακται διὰ τὸν τόπον, καὶ τὰ μέν ἐστιν εἰ τύχοι βόρεια, τὰ δὲ νότια, οὕτω καὶ ὁ ὅλος οὐρανὸς καὶ ἡ ὅλη γῆ μέρη ὄντα τοῦ κόσμου τὴν ἐπιβάλλουσαν αὐτοῖς τῆς θέσεως εὐμετρίαν καὶ διακόσμησιν ἔχουσι διὰ τὸν τόπον, ὁ μὲν τὸ πέριξ τοῦ παντός, ἡ δὲ τὸ μέσον ἐπέχουσα. καὶ οὗτός ἐστιν ὁ τὴν σύμπτωσιν τουτέστι συντόπωσιν τοῖς μορίοις παρεχόμενος. εἰ δὲ καὶ ἀπὸ τοῦ τοπάζειν εἴρηται τόπος ἐκ τοῦ τετόπακα παρακειμένου τόπος γινόμενος ὡς εἰκασία τις ὢν τοῦ νοεροῦ ἀφορισμοῦ, καὶ οὕτω σύμφωνος ὁ λόγος· ταῖς γὰρ εἰκόσιν οὗτος παρέχεται τὴν σύστασιν καὶ τὴν πρὸς τὰ παραδείγματα ὁμοιότητα. μὴ γὰρ κειμένου κατὰ τὸν οἰκεῖον τόπον ἑκάστου τῶν ἅπαξ διαστατῶν μερῶν οὐκ ἄν ποτε ἡ εἰκὼν ὁμοιωθείη τῷ παραδείγματι, πᾶσα δὲ τάξις οἰχήσεται καὶ εὐμετρία καὶ διακόσμησις. καὶ εἴπερ ἀνέλοις τὸν τόπον, ὄψει τὴν τῶν σωμάτων διάθεσιν ἀλλόκοτόν τε καὶ ἄτακτον καὶ εἰς παντελῆ φερομένην ἀοριστίαν. ἐν ποίᾳ γὰρ ἕκαστον τῶν μορίων θέσει στήσεται πρὸς μηδεμίαν ἔχον οἰκείως; διὰ τοῦτον οὖν <!-- 9.627 -->καὶ τὰ κινούμενα φυσικῶς κινεῖται, ἵνα τῆς οἰκείας θέσεως τὸ ἐπιβάλλον ἀπολάβῃ, καὶ τὰ ἱστάμενα ἕστηκεν ἐν τῷ προσήκοντι μέτρῳ τῆς θέσεως φιλοχωροῦντα. ὥστε τίνος μὲν αἴτιός ἐστιν ὁ τόπος τοῖς σώμασι καὶ τοῖς σωματικοῖς πᾶσι καὶ τί ποτέ ἐστιν αὐτός, τάχα ἄν τις ἐκ τῶν εἰρημένων ἐννοήσειεν.

Ἀκόλουθον δʼ ἂν εἴη τὸν τοιοῦτον τόπον μήτε τὸ πέρας εἶναι τοῦ περιέχοντος. πῶς γὰρ τοῦτο τάξεώς ἐστιν αἴτιον ἢ ἀφορισμοῦ αὐτὸ μᾶλλον ὑπὸ τῶν ἐν αὐτῷ γινομένων καὶ περιεχομένων ὑπʼ αὐτοῦ ὁριζόμενον; ἀλλὰ μὴν οὐδὲ σῶμα ἂν εἴη. κἂν γὰρ ἄυλόν τις αὐτὸν λέγῃ σῶμα καὶ τοῦτο πάντως διαστατὰ μέρη ἔχον καὶ διαφορὰς μερῶν, καὶ αὐτὸ δεήσεται τοῦ τάττοντος αὐτὸ καὶ τὸ μὲν ἐν μέσῳ τὸ δὲ ἐν τῷ πέριξ κεῖσθαι ποιοῦντος. οὐδὲ διάστημα δὲ τὸ τοιοῦτον εἶναι δυνατόν· καὶ γὰρ καὶ τὸ διάστημα διὰ τὰς αὐτὰς αἰτίας ἅτε διαφορὰς ἔχον καὶ ἄλλο ἀλλαχοῦ διερριμμένον κατὰ τὰ μόρια εὐθετισμοῦ καὶ αὐτὸ δεῖταί τινος. ἔοικεν οὖν ὁ τόπος μέτρον εἶναι τῆς τῶν κειμένων θέσεως, ὥσπερ ὁ χρόνος ἀριθμὸς λέγεται τῆς τῶν κινουμένων κινήσεως. ἐπεὶ δὲ ἡ θέσις διττή, ἡ μὲν οὐσιώδης ἡ δὲ ἐπείσακτος, καὶ ὁ τόπος ἂν εἴη διττός, ὁ μὲν στοιχεῖον τελειωτικὸν τοῦ θέσιν ἔχοντος γινόμενος, ὁ δὲ κατὰ συμβεβηκὸς ὑπάρχων. ἔστι δέ τις καὶ τῆς οὐσιώδους θέσεως διαφορά, καθόσον ἢ ὡς αὐτὰ ὅλα τὴν οἰκείαν ἔχει θέσιν τῶν οἰκείων μερῶν πρός τε ἄλληλα καὶ πρὸς τὸ ὅλον ἢ ὡς μέρη τὴν πρὸς τὸ ὅλον τε καὶ τὰ λοιπὰ μέρη. καὶ ταύτῃ διττὸς ὁ τόπος γίνεται, ὁ μὲν ἰδίᾳ ἑκάστοις ἐπιβάλλων, ὁ δὲ κατὰ τὴν ἐν τῷ ὅλῳ θέσιν ἀφοριζόμενος. ὥσπερ γὰρ τὸ ὅλον διττόν, τὸ μὲν ἑκάστῳ τῶν μερῶν ἐπιβάλλον κατὰ τὴν ἀφωρισμένην αὐτοῦ καὶ διακεκριμένην ὑπόστασιν — καθὸ καὶ τὴν γῆν ὅλον τι εἶναί φαμεν, καὶ οὐ τὴν γῆν μόνον, ἀλλὰ καὶ ζῷον καὶ φυτὸν καὶ τῶν ἐν τούτοις μορίων ἕκαστον —, τὸ δὲ καὶ περιεκτικώτερον, ὡς τὸν κόσμον ὅλον καὶ τὴν γῆν ὅλην καὶ τὸν ἀέρα ὅλον λέγομεν, καὶ ἔστιν ἑκάστης ὁλότητος οἰκεῖα μέρη, οὕτως οὖν καὶ τόπον ἄλλον μὲν τὸν τῶν οἰκείων ἑκάστου μορίων εὐθετισμόν φαμεν οἷον τῶν ἐμῶν ἐν τῷ ἐμῷ ὅλῳ σώματι, ἄλλον δὲ τὸν καὶ τοῦ ὅλου τούτου ὡς μέρους ἐν τόπῳ τῆς περιεκτικωτέρας ὁλότητος, καθὸ τόπος τῶν χερσαίων ἐστὶν ὁ τῆς γῆς τόπος, καὶ καθὸ ἡ γῆ τὸ μέσον ἐπέχει τοῦ παντός. κἂν γὰρ ἐκστήσῃ τις τὴν γῆν τῆς περὶ τὸ μέσον τοῦ παντὸς θέσεως, τῶν μὲν οἰκείων μερῶν τὸν εὐθετισμὸν ἐν τῷ οἰκείῳ ὅλῳ καθέξει, τὴν δὲ ὡς μέρος τοῦ παντὸς οὐκ ἔχει τότε. διὸ καὶ αὐτὴ ὅλη ἀφεθεῖσα ἂν ἐπὶ τὸ μέσον οἰσθείη, καίτοι τῶν ἐν αὐτῇ μερῶν φυλαττόντων τὴν πρὸς ἄλληλα διατύπωσιν, καὶ ὅταν αὕτη ἔξω τοῦ <!-- 9.628 -->μέσου τυγχάνῃ. οὕτω δὲ καὶ ὁ ἐν τῷ ἀέρι μετέωρος ἄνθρωπος τῶν μὲν οἰκείων μερῶν ἕξει τὴν εὐταξίαν, τὴν δὲ ὡς μέρους πρὸς τὸ ὅλον οὐκέτι. καὶ ἐπειδὴ μέρη μᾶλλόν ἐστιν ἕκαστα τῶν ὁλικωτέρων ἢ αὐτὰ ὅλα, — κρατεῖται γὰρ ὑπὸ τῶν κρειττόνων μᾶλλον ἢ κρατεῖ τῶν καταδεεστέρων, τοῦτο δὲ ὅτι ἐν μείζονι λόγῳ ἐστὶν ἀεὶ τὰ πρῶτα πρὸς τὰ δεύτερα ἤπερ τὰ δεύτερα πρὸς τὰ τρίτα —, δικαίως κἂν τὸν οἰκεῖον εὐθετισμὸν ἔχῃ ἡ βῶλος ἡ ἐν ἀέρι, ἀλλὰ τοῦ γε ὁλικωτέρου ἐφιεμένη φέρεται. νεκρὸν γάρ ἐστι πανταχοῦ καὶ ἀπεψυγμένον τὸ ἴδιον, ὅταν ἀποσπασθῇ τοῦ κοινοῦ καὶ στερηθῇ τῆς ἀπʼ αὐτοῦ καθηκούσης εἰς αὐτὰ συνοχῆς, ὥσπερ τὰ φυτά, κἂν πρόρριζά τις ἀνασπάσῃ καὶ πᾶσι τοῖς ἑαυτῶν συμπεπληρωμένα μορίοις, ἀλλʼ αὐαίνεταί γε παραχρῆμα τῆς κοινῆς ὁλότητος ἀποσπασθέντα. ζῇ γὰρ πάντα διὰ τὸ ἓν ζῷον τὸ κοσμικόν. ὥστε ἕως ἂν διὰ τῶν προσεχῶν ὁλοτήτων ἕκαστον ἐνερρίζωται τῷ κόσμῳ, ἕως τότε καὶ ζῇ καὶ σῴζεται, ἐὰν δὲ ἀποσπασθῇ τῆς προσεχοῦς ὁλότητος, ἀποσπᾶται καὶ τῆς κοινῆς. οὕτως οὖν καὶ αἱ κατὰ φύσιν φοραὶ τῶν σωμάτων καὶ ἐν τοῖς οἰκείοις τόποις μοναὶ σωθήσονται τῷ τοιοῦτον ὑποτιθεμένῳ τὸν τόπον. καὶ ἡ κατὰ τόπον κίνησις τῶν κινουμένων οὐδὲν ἄλλο ἐστὶν ἢ θέσεων ἄλλοτε ἄλλων μετάληψις, ἕως ἂν τὴν προσήκουσαν ἀπολάβῃ τὸ κινούμενον τοῦ μεταξὺ ἀέρος ἢ τοῦ ὕδατος διαιρουμένου, καὶ ἣν ἔχει τότε θέσιν ἀπολαβόντος, ἕως ἂν τὸ ἰσχυρότερον παρέλθῃ. καὶ ἔστι τῶν τοῦ ἀέρος μορίων θέσις, ἣν ἡ βῶλος ἢ ἐγὼ μεταλαμβάνω κινούμενος. καὶ οὗτός ἐστιν ὁ ἐν πλάτει τόπος ὃν διαμείβω, οὐκ ἐμὸς ἴδιος ὢν ἀφορισμός, ἀλλὰ τοῦ περιέχοντος ἀέρος, οὗ καὶ ἐγὼ πέφυκα γίνεσθαι ἄλλοτε ἐν ἄλλῳ μέρει. διὸ καὶ ἀπόρου ὄντος πῶς τὰ κινούμενα ἐν τόπῳ κινεῖται, εἴπερ τὰ ἐν τόπῳ ἠρεμεῖν μᾶλλον ἢ κινεῖσθαι λέγοιτο ἂν δικαίως, ἴδωμεν ὅπως καὶ τὴν ἀπορίαν τίθησιν ὁ φιλόσοφος Συριανὸς καὶ τὴν λύσιν ἐπάγει γράφων οὕτως· «καὶ πῶς, φαίη ἄν τις, τὰ κινούμενα ἐν τόπῳ κινεῖται; μᾶλλον γὰρ πόθεν ποῖ τὰ κινούμενα· ὅλως γὰρ τὰ ἐν τόπῳ δοκεῖ ἠρεμεῖν. ἢ τὰ κινούμενα καὶ ἐν τόπῳ καὶ οὐκ ἐν τόπῳ. ἐν μὲν γὰρ τῷ πρώτῳ καὶ ὥσπερ ἰδίῳ τόπῳ ἑαυτῶν οὐκ ἔστιν — ἦ γὰρ ἂν ἠρέμει —, ἐν δὲ τῷ ἐν πλάτει θεωρουμένῳ ἔστιν, ὡς λέγομεν καὶ τὸν ἥλιον ἐν λέοντι εἶναι, ὅτι δὴ τὸ πλάτος τοῦ λέοντος αὐτὸν περιέχει, καὶ τὸν πετόμενον ἀετὸν ἐν ἀέρι καὶ τὴν οὐριοδρομοῦσαν ναῦν ἐν θαλάττῃ· πάντα γὰρ ταῦτα τὸν μὲν ἐν πλάτει τόπον ἔχει, τὸν δὲ πρῶτον καὶ ἴδιον ἔστʼ ἂν κινῆται οὐκ ἔχει.» καί μοι δοκοῦσι πρὸς τοῦτον μάλιστα τὸν ἔξωθεν τόπον ἀπιδεῖν οἱ πλεῖστοι τῶν περὶ τόπου λεγόντων. <!-- 9.629 -->τίς γὰρ τῆς γῆς τόπος, ἐρωτηθέντες τὸ μέσον τοῦ παντὸς λέγουσιν, ὥσπερ τόπος τοῦ παντός ἐστιν ἴδιος καὶ τῆς γῆς ὡς ἐν τῷ παντί· καὶ τίς τοῦ οὐρανοῦ, τὸ πέριξ. τὸν δὲ αὐτῆς τῆς γῆς τόπον τὸν εὐθετίζοντα αὐτῆς τὰ μόρια καὶ τοῦ οὐρανοῦ τὸν τοιοῦτον οὐ προλογίζονται, ὁμοίως δὲ καὶ τῶν κατὰ μέρος ζῴων τε καὶ φυτῶν. καὶ διὰ τοῦτο πάντες, ὡς ἔοικε, χωριστὸν εἶναι τὸν τόπον τοῦ ἐν τόπῳ ἀπεφήναντο. τῷ γὰρ ὄντι τὸ ἀπὸ τοῦ ὁλικωτέρου τόπου ἐπιβάλλον ἑκάστῳ χωριστόν ἐστιν αὐτοῦ τοῦ ἐν τόπῳ καὶ οὐκ ἔστιν αὐτοῦ προηγουμένως τόπος. καὶ ἀκίνητον δὲ τὸν τόπον ἀξιοῦσιν εἶναι πρὸς τὸν κοινὸν τοῦτον καὶ ἐν πλάτει τόπον ἀποβλέψαντες. καὶ γὰρ ὁ μὲν ἴδιος ἑκάστου καὶ συνουσιωμένος συγκινεῖται πάντως, ὁ δὲ κοινὸς ἐν πλάτει θεωρούμενος μένει τοῦ ὁλικωτέρου ὢν καὶ περιεκτικωτέρου σώματος ἴδιος.

Ἀλλʼ ἴδωμεν, εἰ δοκεῖ καὶ τὰ τούτῳ προσιστάμενα τῷ λόγῳ. καὶ πρῶτόν γε ὅτι μὴ ἔστι τὸ εἶδος ὁ τόπος ἀποδείξαντες νῦν τὸν εὐθετισμὸν τῶν μορίων εἶναι λέγομεν τὸν τόπον, καίτοι ἑκάστου εἴδους οἰκείαν τάξιν τῶν μορίων ἔχοντος, καθʼ ἣν καὶ ἔστιν ἕκαστον, οἷόν ἐστιν ὁ μὲν ἄνθρωπος ὄρθιος, τὰ δὲ ἄλογα τῶν ζῴων εἰς γῆν κύπτοντα, καὶ τὰ μὲν τοιῶσδε, τὰ δὲ τοιῶσδε διεσκευασμένα τοῖς μορίοις. πῶς οὖν ἡμεῖς οὐ τὸ κατὰ τὴν μορφὴν εἶδος αἴτιον τούτου φαμέν, ἀλλὰ τὸν τόπον; δεύτερον εἰ τοῦ εὐθετισμοῦ τῶν μερῶν αἴτιον εἶναι λέγομεν, ὃ μὴ ἔστι μέρος, τοῦτο οὐδʼ ἂν ἐν τόπῳ εἶναι λέγοιτο. πῶς οὖν οὐχὶ καὶ οὗτος ὁ λόγος τὰ αὐτὰ δοκεῖ πάσχειν τῷ τοῦ Ἀριστοτέλους τὸν ὅλον κόσμον οὐ συγχωρῶν εἶναι ἐν τόπῳ, εἴπερ μηδενός ἐστι μέρος μηδὲ διέρριπται πρὸς ἄλλο τι μέρος ἀντιτεταγμένον αὐτῷ; τρίτον δὲ τὰ τοῦ οὐρανοῦ μέρη κινούμενα πότερον κατὰ τόπον ἐροῦμεν κινεῖσθαι ἢ οὔ; εἰ γὰρ μή, πῶς οὐ ταῖς αὐταῖς ἐναντιολογίαις αἷς καὶ ὁ Ἀριστοτέλης ἐνσχεθησόμεθα; εἰ δὲ κατὰ τόπον κινεῖται, τίς οὗτος ὁ τόπος; δεῖ μὲν γὰρ τὸ κατὰ τόπον κινούμενον ἄλλον μὲν ἀπολείπειν ἄλλον δὲ ἐπιλαμβάνειν τόπον. οὔτε δὲ ὁ τῶν μορίων τόπος, καθʼ ὃν συντετάχθαι τὰ μόρια ἀλλήλοις φαμέν, τοιοῦτός ἐστι — μένει γὰρ οὗτος ὁ αὐτὸς ἀεί — οὔτε ὁ πρὸς τὰ ἄλλα μόρια συντάττων κατʼ οὐσίαν αὐτά, καθʼ ὃν μετὰ τὸν κριὸν ὁ ταῦρος τέτακται καὶ μετὰ τοῦτον οἱ δίδυμοι καὶ ἑξῆς· αὗται γὰρ αἱ θέσεις αἱ αὐταὶ μένουσιν ἀεί. οὔτε μέντοι περιεκτικώτερόν τινα καὶ ἀκίνητον τόπον ἡ νῦν ἀποδοθεῖσα ἔννοια τοῦ τόπου προσλογίζεται, καθʼ ὃν μεταβάλλοντα τὰ μέρη κινεῖσθαι λέγεται κατὰ τόπον. πῶς δὲ ἄλλης καὶ ἄλλης γινομένης τῆς τοῦ παντὸς θέσεως κατὰ τὴν τῶν μερῶν ἀντιμετάστασιν οὐκ ἔσται καὶ ὁ τοῦ παντὸς τόπος μεταβάλλων, καὶ ὅσαι θέσεις, τοσοῦτοι καὶ τόποι; τέταρτον πῶς ἔτι κρείττων ὁ τόπος ἔσται τοῦ ἐν τόπῳ στοιχεῖόν τι ὑπάρχων αὐτοῦ; τὸ γὰρ στοιχεῖον <!-- 9.630 -->τοῦ στοιχειωτοῦ καταδεέστερον, ὥσπερ τὸ μέρος τοῦ ὅλου. πέμπτον ἢ διαστατός ἐστιν ἢ ἀδιάστατος ὁ τόπος. ἀλλʼ εἰ μὲν διαστατός, πῶς οὐχὶ καὶ αὐτὸς δεήσεται τόπου κατὰ τὰ εἰρημένα; εἰ δὲ ἀδιάστατος, πῶς ἴσος ἢ πῶς περιεκτικὸς ἢ πῶς χωρητικὸς τῶν ἐν τόπῳ; τὸ γὰρ τῷ διαστατῷ ἴσον διεστάναι χρὴ καὶ τὸ τοῦ ὠγκωμένου περιεκτικὸν ἢ χωρητικὸν ὠγκῶσθαι. ἕκτον πῶς οὐκ ἀχώριστον τοῦ ἐν τόπῳ τὸν τόπον δόξομεν ἡμεῖς λέγειν, πάντων σχεδὸν ἀξιούντων χωριστὴν αὐτὸν ἔχειν τοῦ ἐν τόπῳ φύσιν; ἕβδομον πῶς ἀκίνητος ἔσται στοιχεῖόν γε ὢν τοῦ κινουμένου; συγκινηθήσεται γὰρ ἐκείνῳ. ὄγδοον εἰ στοιχεῖον τοῦ ἐν τόπῳ τὸν τόπον εἶναι λέγομεν, πῶς οὐχὶ τὸν τόπον ἐν τῷ σώματι μᾶλλόν φαμεν εἶναι, ἀλλὰ τὸ σῶμα ἐν τῷ τόπῳ; τὸ γὰρ στοιχεῖον ἐν τῷ στοιχειωτῷ ἐστιν, ἀλλʼ οὐκ ἀνάπαλιν. ἔνατον εἰ μέτρον θέσεώς ἐστιν ὁ τόπος, πῶς ἀληθὲς ἔτι τὸ παρὰ τῶν πλειόνων φιλοσόφων ἀξιούμενον, ὅτι τὰ ἀίδια τῶν θεῶν σύμβολα ἐν τῷ κόσμῳ μένει διὰ τὸ ἐν ἀιδίῳ τῷ τόπῳ διαγεγράφθαι καὶ διὰ τούτου τοῦ μέσου καὶ τὰ ἐν τόπῳ σώματα τῶν θείων ἐλλάμψεων ἀπολαύει; δέκατον ἐπὶ πᾶσιν εἰ ἀπὸ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων ἤλθομεν εἰς ἔννοιαν τοῦ τόπου, διότι ἔνθα πρότερον ἦν ὕδωρ ἐκεῖ γέγονεν ἀήρ, πῶς ἑκάστου τὸν οἰκεῖον ἔχοντος τόπον δεησόμεθα τῆς ἀντιμεταστάσεως; ταῦτα μὲν οὖν καὶ τοιαῦτα ἄλλα λέγοι ἄν τις πρὸς τὴν περὶ τόπου νοερὰν δοκοῦσαν ταύτην ὑπόνοιαν ἐνιστάμενος.

Ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, ὅτι τὸ ὅλον εἶδος πλήρωμα πάντων ἐστὶ τῶν ἑαυτοῦ στοιχείων ἄλλο τι κατʼ ἄλλο ἐκείνων ἔχον. καὶ ὥσπερ ὅλον ἐστὶν οὐ διὰ τὸ καλὸν εἰ τύχοι τὸ ἐν αὐτῷ ἀλλὰ διὰ τὸ ὅλον, καὶ τέλειον διὰ τὴν τελειότητα, καὶ ἄλλο τι διʼ ἄλλο τῶν ἐν αὐτῷ, οὕτως καὶ θέσιν ἔχει τεταγμένην καὶ εὔτυπον διὰ τὸν τόπον. μὴ τοίνυν χωρίζοντες τὸ εἶδος τῆς συνουσιωμένης αὐτῷ τοπικῆς μεθέξεως ἐθελήσωμεν εὔθετον αὐτὸ καθʼ ἑαυτὸ ἰδεῖν· ὅμοιον γάρ, ὡς εἰ καὶ τὴν τελειότητα αὐτοῦ τῇ ἐπινοίᾳ χωρίσαντες τέλειον ὅμως αὐτὸ καὶ ταύτης χωρὶς ὁρᾶν φιλονεικοῖμεν. οὐδὲν οὖν ἐναντίον ὁ λόγος οὗτος λέγει τῷ μὴ εἶναι τὸ εἶδος τὸν τόπον βουλομένῳ, κἂν τοῦ εἴδους τι τὸν τόπον φῇ. εἰ δὲ ὁ δεικνὺς λόγος μὴ εἶναι τὸ εἶδος τὸν τόπον ἀξιώματι ἐχρῆτο τῷ χωριστὸν εἶναι τοῦ ἐν τόπῳ τὸν τόπον καὶ προσλαμβάνων ἑτέραν πρότασιν τὴν λέγουσαν «τὸ εἶδος τοῦ ἐν τόπῳ οὐ χωριστόν ἐστιν αὐτοῦ» συνῆγεν, ὅτι ὁ τόπος οὐκ ἔστι τὸ εἶδος τοῦ ἐν τόπῳ, χρὴ γινώσκειν ὅτι τὸ ἀξίωμα τοῦτο κατά τινας ἐννοίας εἴληπται τοῦ τόπου, αἷς οὐ συναρμόζει ἡ ὑπὸ τοῦ ἡμετέρου Δαμασκίου <!-- 9.631 -->ῥηθεῖσα περὶ τοῦ τόπου σημασία. καὶ μέντοι εἰ ἀπὸ τῆς κατὰ τόπον ἀντιμεταστάσεως εἴληπται ὁ τόπος, καθʼ ἣν ἔνθα πρότερον ὕδωρ ἦν εἰ τύχοι, ἐκεῖ ἀέρα ὁρῶμεν γινόμενον, τὸν ἐν πλάτει τόπον ἀλλʼ οὐχὶ τὸν οἰκεῖον ἑκάστου τῶν μορίων οὕτως εὑρίσκομεν. ὁ μὲν γὰρ οἰκεῖος, καθʼ ὃν ὁ αὐτός ἐστι τοῦ αὐτοῦ σώματος λόγος, μένει ὡσαύτως, ὁ δὲ ἄλλοτε ἄλλου τόπος γινόμενος οὐκέτι οἰκεῖός ἐστι.

Πρὸς δὲ τὸ δεύτερον τῶν ἀπορηθέντων ῥητέον, ὅτι κἂν τῶν μορίων εὐθετισμὸν εἶναι λέγωμεν τὸν τόπον, ἀλλὰ καὶ τὸ ὅλον οὐδὲν ἧττον τετόπισται κατὰ τοῦτον. ὥσπερ γὰρ τὸ ἡρμοσμένον καίτοι κατὰ τὴν πρὸς ἄλληλα συμμετρίαν τῶν μερῶν ἡρμοσμένον, ὅμως καὶ κατὰ τὸ ὅλον ἡρμόσθαι λέγομεν, οὕτω καὶ τὸ τεταγμένον καὶ εὐθετισμένον, κἂν κατὰ τὰ μόρια τοῦτο πάσχῃ, ὅτι πᾶσα τάξις ἐν διακρίσει ἐστίν, ἀλλʼ αὐτό γέ ἐστι τὸ τεταγμένον· καὶ τὸ τετοπισμένον ἄρα ὁμοίως ἕξει. καὶ γὰρ καὶ τὸ μεμετρημένον πᾶν κατὰ τὰ μόρια μεμέτρηται· τάξιν δέ τινα καὶ μέτρον ἢ ἀφορισμὸν τῆς θέσεως τὸν τόπον φαμέν. ἆρα δὲ καὶ ὅτε τὸ ὅλον ἡνωμένον εἶναί φαμεν, οὐ κατὰ τὴν τῶν στοιχείων ἕνωσιν τὸ ὅλον ἡνῶσθαι λέγομεν; καίτοι γε ὡς ὅλον καὶ ἓν ἄνευ τῆς τῶν μερῶν διακρίσεως θεωρούμενον οὔτε ἡρμοσμένον ἂν οὔτε ἡνωμένον λέγοιμεν, ἀλλὰ κατὰ τὰ μέρη τὸ ὅλον. ὥστε καὶ εὔθετόν τι σῶμα καὶ εὔτοπον εἶναι λέγομεν οὐκ ἄλλο ἢ τὸ τῶν μορίων ἕκαστον ἔχον ἐν τῇ προσηκούσῃ θέσει κείμενον. καὶ ὅρα ὅτι ὥσπερ τὰ μόρια τοῦ ὅλου λέγομεν εἶναι, οὕτω καὶ τοὺς τῶν μορίων τόπους ἐν οἷς κεῖται τὰ μόρια τοῦ ὅλου φαμὲν οἷον τὸ μέσον καὶ τὸ πέριξ· εἰκότως, ὅτι τῆς ὅλης θέσεώς ἐστι μέρη ταῦτα, ὥσπερ τῆς ὅλης ἁρμονίας ὁ τόνος ὁ ὀξὺς καὶ ὁ βαρύς. ἔστιν οὖν κατὰ ἀλήθειαν ὁ ὅλος τόπος τοῦ ὅλου κόσμου, ἀλλʼ οὕτως ὡς ἐν τῇ τῶν μερῶν εὐθημοσύνῃ τὸ κῦρος ἔχων καὶ ἐν τῇ ὅλῃ κατὰ τὰ μόρια. καὶ γὰρ καὶ αἱ τοῦ τόπου διαφοραὶ τὸ ἄνω καὶ τὸ κάτω τοῦ ὅλου εἰσὶ καὶ πρὸς τοῦτο κρίνονται, ὡς εἴ γε ἡ κεφαλὴ μόνη τοῦ ἐμοῦ σώματος ἐτύγχανεν οὖσα, οὐκ ἂν ἄνω κεῖσθαι ἐλέγετο κατὰ τὸ συνουσιωμένον ἄνω. ὅλως δὲ οὐ τὰ μόρια μόνον εὐάρμοστον ἔχειν τὴν θέσιν πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον λέγομεν, ἀλλὰ καὶ τὸ ὅλον πρὸς τὰ μόρια.

Πρὸς δὲ τὸ τρίτον ἔπεισί μοι λέγειν, ὅτι διττή τίς ἐστιν, ὡς εἴρηται πρότερον, ἡ θέσις τοῦ τε ὅλου καὶ τῶν μορίων ἑκάστου, ἡ μὲν οὐσιώδης καὶ ἀεὶ μόνιμος, ἡ δὲ ἐπείσακτος καὶ ἄλλοτε ἄλλη γινομένη. καὶ τῆς οὐσιώδους ἡ μέν ἐστι τοῦ ὅλου καθʼ αὑτό, ἡ δὲ τοῦ ὅλου πρὸς τὰ μέρη, καὶ αὖ τῶν μερῶν ἡ μὲν καθʼ αὑτά, ἡ δὲ πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον. ἡ μὲν οὖν οὐσιώδης πᾶσα διάστασις ἤτοι θέσις ὡσαύτως ἀεὶ μένει, κἂν κινούμενα κἂν ἑστῶτα θεωρηθείη. καὶ ὁ συναγωγός τε καὶ <!-- 9.632 -->μετρητικὸς αὐτῆς τόπος ὁ αὐτός ἐστιν ἀεί, ἡ δʼ ἐπεισοδιώδης ἀμείβεται. καὶ γὰρ οὐ μόνον τὰ μόρια τοῦ οὐρανοῦ μεταβάλλει τὴν θέσιν, ἀλλὰ καὶ τὸ ὅλον. ἄλλη γὰρ τοῦ ὅλου θέσις νῦν, καὶ ἄλλη μετὰ ὥραν. καὶ διὰ τοῦτο κινεῖσθαι κατὰ τόπον καὶ τὰ μόρια καὶ τὸ ὅλον ἂν λέγοιτο δικαίως, ὅτι μεταβάλλει τῆς θέσεως τὴν τάξιν καὶ τὸν ἀφορισμόν, ὃν ἐλέγομεν εἶναι τὸν τόπον. καὶ ὥσπερ κατὰ χρόνον ἐκεῖνα λέγομεν κινεῖσθαι, ὅσα ἄλλον ἀφιέντα χρόνον ἄλλον μεταλαμβάνει κἂν φθείρηται ὁ πρῶτος, οὕτω καὶ κατὰ τόπον ἐκεῖνα λέγοιτο ἂν κινεῖσθαι τὰ τὸν πρῶτον ἀφορισμὸν τῆς θέσεως ἀποβάλλοντα καὶ μεταλαμβάνοντα ἕτερον, κἂν ὁ πρότερος ἀεὶ φθείρηται. οὕτω δὲ καὶ κατὰ ποιότητα μεταβάλλειν λέγομεν τὰ πρότερον μὲν ὄντα λευκά, αὖθις δὲ μελαινόμενα, οὐχ ὅτι ὑπομένει που καθʼ ἑαυτὴν ἡ λευκότης, ἣν τὸ μελαινόμενον ἀποτίθεται. καὶ κατʼ οὐσίαν δὲ μεταβάλλει τὰ γινόμενα καὶ φθειρόμενα καὶ κατὰ ποσὸν τὰ αὐξόμενα καὶ μειούμενα τῆς προτέρας διαθέσεως οὐχ ὑπομενούσης. μὴ τοίνυν μηδὲ τοὺς τόπους ἀναγκάζωμεν σῴζεσθαι τοὺς προτέρους ἐπὶ τῶν κατὰ τόπον μεταβαλλόντων. οὐδὲ γὰρ ἐπὶ ἡμῶν ἐν ταῖς μεταστάσεσιν οἱ τόποι σῴζονται, ὅταν ἔνθεν ἐκεῖσε μεταβαίνω, ἀλλʼ ἡ ὁλότης ἐστὶν ἡ σῳζομένη τοῦ περιέχοντος καὶ ὁ ἐκείνης τόπος δυνάμενος καὶ αὖθις κατά τι μέρος συμμέτρως ἔχειν πρὸς τὸ ἐμὸν διάστημα· ὥσπερ καὶ ἐγὼ καίτοι μεταστὰς ὅμως δυνάμει ἔχω τὴν πρὸς τὸ μέρος ἐκεῖνο τῆς ὁλότητος καὶ τὸν ἀφορισμὸν τῆς θέσεως αὐτοῦ συμμετρίαν. διὸ καὶ αὖθις αὐτῷ δύναμαι συναρμόζεσθαι, καὶ τὸν ἀφορισμὸν τῆς ἐμῆς θέσεως, τουτέστι τὸν τόπον, ἴσχειν κατʼ ἐκεῖνον, ὅταν ὁ τοῦ ὅλου ἀέρος τόπος κατά τι ἑαυτοῦ τὴν ἐμὴν διάστασιν μετρήσῃ καὶ συντάξῃ με τῇ τοῦ ἀέρος ὁλότητι. καὶ γὰρ οὐδέ, ὃ αὐτὸς ὁ Ἀριστοτέλης ὡς ἀξίωμα προλαμβάνει, τὸ δεῖν ὑπολείπεσθαι τὸν τόπον τὸ πέρας τοῦ ἀέρος τὸ περιέχον ἐμὲ λέγει μένειν ἀναχωροῦντος ἐμοῦ· εἰ δὲ ὅτι μένει ὁ τοῦ ὅλου τόπος ἀκίνητος, διὰ τοῦτό φαμεν τὰ μέρη τόπον ἐκ τόπου μεταβάλλειν, τοῦτο καὶ ἐπὶ ταύτης οἶμαι σωθήσεται τῆς ὑποθέσεως· ὁ γὰρ τοῦ ὅλου τῆς θέσεως οὐσιώδης ἀφορισμὸς ὁ αὐτὸς ἀεὶ μένει, κἂν κινῆται τὸ πᾶν κἂν ἑστήκῃ· τοῦ δὲ μένοντος ἐκείνου τὸ πλῆθος τῶν ἄλλοτε ἄλλων γινομένων θέσεων οἷον ἀνέλιξίς τίς ἐστι. πᾶσαν γὰρ θέσιν τοῦ παντὸς ἡ μία ἡ οὐσιώδης περιέχει. ὁμοίως δὲ καὶ τῶν μορίων ἑκάστου. καὶ κατὰ τοῦτο ὁ τόπος προσέοικε τῷ χρόνῳ. ὡς γὰρ ἐκείνου ὁ μέν τίς ἐστιν ἀίδιος καὶ ἐν ταὐτῷ μένων ὁ τῇ γενέσει τῆς οὐσίας τῶν οὐρανίων συμπεφυκὼς ἀγενήτῳ πως οὔσῃ καὶ μόνην ὑπόφασιν ἐχούσῃ <!-- 9.633 -->γενέσεως κατά τε τὴν σωματικὴν διάστασιν καὶ τὴν ὁποιανοῦν ἀλλοίωσιν — εἴπερ ἄρα τις καὶ τοῦτον καὶ τὸν τῆς ψυχικῆς οὐσίας μετρητικὸν χρόνον συγχωρήσοι καλεῖν, ἀλλὰ μὴ μεταξύ τι χρόνου καὶ αἰῶνος —, ὁ δέ τις ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὴν ὅλην ἔχων ὑπόστασιν οὗτος ὁ τήν τε μεταβατικὴν κίνησιν τῶν οὐρανίων καὶ τὴν παντοίαν τῶν ἐν γενέσει μεταβολὴν μετρῶν, οὕτως καὶ τόπος ὁ μὲν τὴν οὐσιώδη διάστασιν ἤτοι θέσιν μετρῶν ἀίδιός ἐστι καὶ μόνιμος ὥσπερ ἐκείνη, ὁ δὲ τὴν μεταβαλλομένην καὶ κατʼ ἐνέργειαν θεωρουμένην ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. καὶ ὥσπερ τὰς ἀεὶ γινομένας τῆς ψυχικῆς ζωῆς κατὰ φύσιν προβολὰς ἀνέλιξίν φαμεν εἶναι τῆς κατʼ οὐσίαν προϋπαρχούσης καὶ συνῃρηκυίας ἐν ἑαυτῇ κατὰ τεταγμένους ὅρους τὴν τῶν προβολῶν διάκρισιν, οὕτω καὶ τοῦ παντὸς ὁ κατʼ οὐσίαν τόπος συνῄρηκε πάντας τοὺς ἄλλοτε ἄλλους γινομένους καὶ ἀφʼ ἑαυτοῦ προάγει πάσης θέσεως τὴν συμμετρίαν. καὶ ἡ τοῦ κριοῦ θέσις ἡ οὐσιώδης πάσας ὁμοίως αὐτοῦ τὰς θέσεις προείληφε καὶ ὁ τόπος τοὺς τόπους· οὐ γὰρ οὐσίωται κατὰ τὸ ἀνατέλλειν ἢ δύνειν ἢ ὅλως κατὰ τὴν τοίαν ἢ τοίαν τοῦ παντὸς θέσιν ὁ κριός, ὥσπερ οὐδὲ ἡ ψυχὴ κατά τινα ἄτομον προβολήν, ἀλλὰ κατὰ τὴν μονοειδῆ πρόληψιν πάσης τῆς ὁποιασοῦν θέσεως. ὥστε κἂν μηδὲν ἀκίνητον προϋποτεθῇ σῶμα ἢ διάστημα ὁ τόπος, οὐδὲν κωλύεται κατὰ τόπον τὰ οὐράνια κινεῖσθαι· καὶ γὰρ κατὰ χρόνον αὐτὰ κινεῖσθαι λέγουσιν οὐ δήπου καὶ τοῦ χρόνου σφαῖράν τινα ἀκίνητον προϋποτιθέμενοι, ἧς τὰ μόρια μεταβάλλειν φήσουσι κατὰ χρόνον κινούμενα. ἀλλʼ εἰ καί τινος δεῖ μένοντος, ἀρκοῦνται τῷ οὐσιώδει χρόνῳ ἢ ἐπὶ τὸν παραδειγματικὸν ἀνατρέχουσι. μήποτε δὲ ἐκεῖνος ὁ μένειν λεγόμενος τόπος οὐδὲ συντελεῖ τι μέγα πρὸς τὴν κατὰ τόπον κίνησιν. φέρε γὰρ ἀφαιρεθείσης ἐκείνης τῷ λόγῳ τῆς τοῦ διαστήματος ἢ τοῦ τοπικοῦ σώματος σφαίρας, εἰ κινοῖτο τὸ σῶμα τοῦ οὐρανοῦ τὴν ἐγκύκλιον ταύτην κίνησιν, τίνα ἂν αὐτὴν ἄλλην ἢ τὴν κατὰ τόπον φήσαιμεν εἶναι; ἀλλʼ ἔοικεν ἐκεῖνο τὸ ἀκίνητον τῇ ἡμετέρᾳ κρίσει λυσιτελεῖν, ἵνα πρὸς αὐτὸ παραβάλλοντες κρίνωμέν τε καὶ διαριθμώμεθα τὰς μεταβάσεις, ὥσπερ οἱ ἀστρονόμοι καὶ τὴν ἄναστρον ὑπέθεντο σφαῖραν καὶ τὸν ἐν αὐτῇ νοητὸν ζῳδιακὸν καὶ τῶν ἄλλων ἀστέρων τὰς νοητὰς ἐποχάς, οὐχ ἵνα κινῆται διʼ ἐκεῖνα ὁ οὐρανὸς τὴν ἐγκύκλιον κίνησιν, ἀλλʼ ἵνα τῆς κινήσεως τὰ μέτρα πρὸς ὡρισμένα πέρατα παραβάλλοντες διαριθμήσασθαι δυνηθῶσι. καὶ πρὸς αὐτὸ δὲ τὸ κινεῖσθαι δοκεῖν αὐτὰ κατὰ τόπον πάνυ συμβάλλεται ἡμῖν ἡ πρὸς τὸ ἀκίνητον παραβολή. πῶς γὰρ ἂν κινεῖσθαί τι κατὰ τόπον λέγοιμεν, ὃ μὴ μεταβάλλει τὴν θέσιν; πῶς δὲ ἂν αἰσθοίμεθα μεταβεβληκότος τὸν τόπον τοῦ κριοῦ, εἰ μὴ πρὸς τὰ κέντρα αὐτὸν παραβάλλοιμεν. τὰ δὲ κέντρα πρὸς <!-- 9.634 -->τὴν γῆν ἀφορίζομεν. εἰ οὖν μήτε ἀνατολὴ μήτε δύσις εἴη μήτε μεσουράνημα, κινηθήσεται μὲν ὁμοίως ὁ οὐρανός, ἡμεῖς δὲ τῶν διαφόρων θέσεων τεκμήρια οὐχ ἕξομεν.

Πρὸς δὲ τὸ τέταρτον ῥητέον, ὅτι τελεσιουργὸς ὢν ὁ οὕτως ἀφορισθεὶς τόπος ὁμοίως ἔχει ταῖς ἄλλαις τελειότησιν, οἷον τῷ καλῷ τῷ ἀγαθῷ τῷ ὅλῳ καὶ τοῖς τοιούτοις. ὥσπερ οὖν τούτων ἕκαστον τοῦ μὲν ὅλου πληρώματος τοῦ μεθʼ ἑαυτοῦ ἔλαττον φαίνεται, ἀντιδιαιρούμενον δὲ πρὸς τὰ ἄλλα κρεῖττον δοκεῖ, οὕτως καὶ ὁ τοιοῦτος τόπος· πρὸς μὲν τὸ εὐθετισμένον ὁ ὅλου συγκρινόμενος εὐθετισμὸς ἐνδεέστερος φανεῖται, ὡς δὲ τελειῶν τοῦ τελειουμένου κρείττων δοκεῖ.

Ἀλλὰ δὴ καὶ πρὸς τὸ πέμπτον τῶν ἀπόρων τὸ ζητοῦν, πότερον διαστατὸς ἢ ἀδιάστατός ἐστιν ὁ τόπος ὁ τοιοῦτος, λέγομεν ὅτι μέτρον τῆς κατὰ τὴν θέσιν διαστάσεως ὑπόκειται ὁ τόπος. πᾶν δὲ μέτρον συνεξισοῦσθαι βούλεται τῷ μετρουμένῳ, μᾶλλον δὲ συνεξισοῦν ἑαυτῷ τὸ μετρούμενον. ἀλλὰ τὸ μὲν ἐξῃρημένον μέτρον ἅτε καὶ δυνάμεως ὑπερβολῇ καὶ τῇ ἑνώσει τῆς οὐσίας ὑπερέχον τοῦ μετρουμένου ἀναρπάζει τὸ μετρούμενον πρὸς τὴν οἰκείαν συναίρεσιν μεταδιδὸν αὐτῆς ὡς δυνατὸν τῷ μετρουμένῳ, ὥσπερ καὶ τοὺς νοητοὺς ἀριθμοὺς πάντα μετρεῖν φαμεν κατὰ τὴν συνῃρημένην πάντων ἀκρότητα· καὶ ἔστι τὰ τοιαῦτα μετροῦντα μᾶλλον ἢ μέτρα. τὸ δέ γε συντεταγμένον ἅτε μέθεξις ὂν ἀπὸ τοῦ μετροῦντος εἰς τὸ μετρούμενον καὶ συμμέτρως ἔχον πρὸς τὸ μετρούμενον συνδιέστη καὶ συμπαρετάθη τῷ μετρουμένῳ, ὥσπερ ὁ παρʼ ἡμῖν πῆχυς μέτρον ὑπάρχων διαστατός ἐστιν ἐξ ἀδιαστάτου τοῦ μετροῦντος, τουτέστι τοῦ ἐν τῇ ψυχῇ πήχεως, ἐπιγενόμενος. οὕτω δὲ καὶ ὁ χρόνος τῇ κινήσει συνδιέστηκε. καὶ ἔστι καὶ ἐπʼ ἐκείνου τὸ αὐτὸ ἄπορον, εἴτε διαστατός ἐστι καὶ αὐτὸς εἴτε ἀδιάστατος. καὶ δῆλον ὅτι ὁ μεθεκτὸς οὗτος, μᾶλλον δὲ ἡ μέθεξις, συμμεμέρισται τῇ κινήσει συμπαρομαρτῶν αὐτῇ πανταχοῦ καὶ τὴν παράτασιν αὐτῆς καὶ τὸν σκεδασμὸν συνάγων ἢ τό γε ἀληθὲς εἰπεῖν συναγωγὴ τῶν συναγομένων ὑπάρχων. καὶ ὁ τόπος οὖν οὗτος ὁ συνυπάρχων τοῖς σώμασι συνδιέστηκεν αὐτοῖς· πανταχοῦ γὰρ τοῦ σώματος ἡ θέσις ἐστὶ καὶ ὁ τῆς θέσεως ἀφορισμός. πῶς οὖν φαμεν, εἰ διέστηκεν ὁ τόπος, οὐχὶ καὶ αὐτὸς ἐν θέσει ἔσται, καὶ δεηθήσεται τόπου, τοῦτο δὴ τὸ πρὸς πᾶσαν περὶ τόπου γενομένην ὑπόθεσιν ἐνιστάμενον; ἀλλʼ εἰδέναι χρὴ ὅτι πᾶν τὸ οὑτινοσοῦν μετέχον ἐνδεὲς ὂν ἀφʼ ἑαυτοῦ τῆς τοῦ μετεχομένου φύσεως λέγεται μετέχειν αὐτοῦ. τὰ δέ γε οἴκοθεν ἔχοντά τι οὐ δεῖται τῆς ἔξωθεν οὗ ἔχουσιν ἐπεισαγωγῆς. ἐπεὶ καὶ εἰς ἄπειρον οὕτως ἀνάγκη προϊέναι, οἷον ἡ διάστασις αὐτὴ καθʼ ἣν διέστηκε τὰ διεστῶτα συνδιέστηκε μὲν αὐτοῖς, ἀλλʼ οὐχ οὕτως ὡς τὰ κατʼ ἄλλο τι χαρακτηριζόμενα καὶ κατὰ μέθεξιν <!-- 9.635 -->τῆς διαστάσεως λεγόμενα διεστάναι, ἀλλʼ ὡς αὐτὴ ἂν ἡ διάστασις διεστάναι λέγοιτο, συνεκτεταμένη τῷ διεστῶτι καὶ πάσχοντι ἑαυτήν· ὡς εἴ γε ἄλλης τινὸς ἐπεισάκτου δέοιτο διαστάσεως, πάλιν περὶ ἐκείνης ζητήσομεν. εἰ μὲν γὰρ ἀδιάστατος, πῶς ἐφήρμοσε τοῖς διεστῶσιν; εἰ δὲ διαστατή, καὶ αὐτὴ δεήσεται ἑτέρας ἐπʼ ἄπειρον. καὶ διὰ τοῦτο οὔτε κινήσεως κίνησιν ἀπαιτητέον οὔτε χρόνου χρόνον οὔτε μέτρου μέτρον. τί οὖν ἄρα οὐ δυνήσονται καὶ οἱ σῶμα πάντα τόπον ἢ διάστημά τι λέγοντες ἀφωρισμένον ἐκφυγεῖν οὕτως τὴν ἐπαχθεῖσαν ἀπορίαν αὐτοῖς; ἐπήγετο δὲ τὸ δεῖν εἴπερ καὶ ἐκείνων ἄλλο ἀλλαχοῦ τῶν μορίων ἐστίν, ἐν τόπῳ πάντως εἶναι καὶ αὐτά. καὶ γὰρ ἐκεῖνοι ἐροῦσιν ἑτοίμως, ὅτι τὸ σῶμα ἐκεῖνο ἢ τὸ διάστημα τόπον εἶναί φαμεν, τόπου δὲ τόπος οὐκ ἂν εἴη, ὥσπερ οὖν καὶ λέγουσιν. ὁ γοῦν φιλόσοφος Συριανός· «τὸν ταῦτα, φησί, διαποροῦντα παρακαλέσομεν πρὸς τὴν διάνοιαν τῶν πρεσβυτέρων ὁρᾶν καὶ μήτε κινήσεως κίνησιν ζητεῖν μήτε στάσεως στάσιν μήτε τόπου τόπον ἢ ἀτοπίαν.» ἀλλʼ εἰ μὲν ταὐτὸν ἦν ἡ σώματος φύσις καὶ τὸ μέτρον τῆς θέσεως, καλῶς ἂν ἐλέγετο· εἰ δὲ πᾶν σῶμα καθὸ σῶμα μέτρου δεῖται, κἂν κατὰ τὴν διάστασιν μετρῆται — ἄλλο γάρ ἐστι διάστασις καὶ ἄλλο μέτρον διαστάσεως —, δῆλον ὅτι ἡ διάστασις καθὸ διάστασις, εἴπερ καθʼ αὑτὴν εἴη, διαστάσεως μὲν οὐ δεῖται, μέτρου δὲ δεῖται. τὸ δέ γε μέτρον πῶς ἂν μέτρου δεηθείη; ἀλλʼ ἔοικε μέτρου μὲν μὴ δεῖσθαι, τὴν δὲ διάστασιν ἐπείσακτον ἔχειν. καὶ ἔστι διαστατὸς ὁ τόπος κατὰ μέθεξιν τοῦ ἐν τόπῳ, ὥσπερ μεμέτρηται τὸ ἐν τόπῳ καὶ τετόπισται κατὰ τὸν τόπον. καὶ οὐδὲν μὲν οἶμαι ἄτοπον οὕτω λέγειν. καὶ γὰρ καὶ τὴν λευκότητα σωματοῦσθαί φασι διὰ τὸ σῶμα, ὥσπερ τὸ σῶμα λευκαίνεσθαι διὰ τὴν λευκότητα. τί οὖν ἄτοπον καὶ τὸν μεθεκτὸν τόπον διεστάναι διὰ τὸ μετέχον αὐτοῦ διαστατὸν ὑπάρχον; φαίη γὰρ ἄν τις καταλαβεῖν βουλόμενον τὸ μετρούμενον ὑπʼ αὐτοῦ συνεκταθῆναι αὐτῷ· καὶ ἔχοι μὲν ἄν τινα καὶ ταῦτα λόγον· ἄμεινον δὲ οὕτως οἶμαι λέγειν, ὅτι ἄλλη ἐστὶν ἡ διάστασις ἡ κατʼ εἶδος, ἥτις ἂν καὶ ἐν τοῖς παραδείγμασι θεωρηθείη λόγος οὖσα, μᾶλλον δὲ εἶδος διαστάσεως, καὶ ἄλλη ἡ κατὰ τὴν ἀπὸ τοῦ διαστατοῦ ὕφεσιν κατὰ πάθος γινομένη. τοιγαροῦν τὴν ἐν τῷ νῷ διάστασιν κατʼ εἶδος προϋπάρχουσαν, ἤτοι τὴν τῆς διαστάσεως αἰτίαν, ὑφʼ ἧς πᾶν μέγεθος ὑφίσταται, καίτοι πρώτην καὶ κυριωτάτην εἶναι λέγοντες, ὅμως ἀδιάστατόν φαμεν διὰ τὴν ἀμέριστον τῆς νοερᾶς οὐσίας συναίρεσιν, καὶ οὐκ ἐκείνην μόνην, ἀλλὰ καὶ τὰ μετέχοντα αὐτῆς κατʼ αὐτήν. τὰ δέ γε ἐνταῦθα διαστατὰ οὐ μόνον τῇ τῆς ἰδιότητος μεθέξει, ἀλλὰ καὶ τῇ ὑφέσει τῆς ἐκεῖθεν ἀμερείας διεστάναι φαμέν, καὶ κατά γε τοῦτο τὸ σημαινόμενον τῆς διαστάσεως οὐ τὰ σώματα μόνα διέστη ἐνταῦθα, ἀλλὰ καὶ τὰ τοῖς σώμασι συμβεβηκότα. ὥστε καὶ τὴν λευκότητα καὶ τὴν <!-- 9.636 -->θερμότητα καὶ τοὺς ἀριθμοὺς καὶ τὰ τοιαῦτα πάντα τὰ ἐνθάδε μὴ μόνον διὰ τὰ ὑποκείμενα αὐτοῖς σώματα διεστάναι, ἀλλὰ καὶ διʼ ἑαυτά. μᾶλλον δὲ τὴν μὲν εἰδητικὴν διάστασιν ἔσχε διὰ τὸ τοῦ σώματος εἶδος ἐν ᾧ γέγονε, τὴν δὲ γενητὴν καὶ εἰκονικὴν διὰ τὴν ὕφεσιν τὴν ἀπὸ τοῦ ἀδιαστάτου· διʼ ἣν καὶ τὸ σῶμα καίτοι καὶ ἐν νῷ σῶμα ὂν ἐκεῖ μὲν ἀδιάστατον ἦν, ἐνταῦθα δὲ διέστη. ὡς οὖν τὸ θέσιν ἔχον σῶμα διέστη διὰ τὴν ὕφεσιν, οὕτω καὶ τὸ τῆς θέσεως μέτρον ὁ τόπος διέστη, ὡς διεστάναι τῷ μέτρῳ δυνατὸν ὑφειμένῳ ὄντι τοῦ μετροῦντος ἀδιαστάτου. διέστη οὖν ὁ τόπος πάντα συνάγων τὰ διεστῶτα, οὐχὶ τὰ σώματα μόνον ὡς λέγεσθαι δοκεῖ οὐδὲ τὰς διαστάσεις εἴ τινές εἰσι καθʼ αὑτάς, ἀλλὰ καὶ ταῦτα καὶ τὰς ποιότητας καὶ τὰ ἄλλα συμβεβηκότα, καὶ συνάγων καὶ ταύτας οὐ μόνον κατὰ συμβεβηκός, καθόσου συνδιέστησαν τῷ σώματι, ἀλλὰ καὶ καθʼ αὑτά, καθόσον καὶ αὐτὰ διέστη διὰ τὴν ὕφεσιν. καὶ γὰρ καὶ χρόνου τὰ συμβεβηκότα δεῖται οὐ διὰ τὸ σῶμα μόνον, ἀλλὰ καὶ καθʼ αὑτὰ διὰ τὴν γενητὴν ὕπαρξιν. καὶ ἵνα τὸ παράδοξον εἴπω, καὶ τὴν στιγμὴν αὐτὴν διεστάναι ταύτην ἄν τις εἴποι τὴν διάστασιν, καθόσον θέσιν ἔσχε καὶ πέρας γέγονε τῆς γραμμῆς.

Ἀλλὰ τὸ νῦν δὴ τοῦτο περὶ τῆς γενητῆς διαστάσεως ῥηθὲν ἑτέρας ἂν ἀπορίας ἀρχὴ γένοιτο δικαίως. εἰ γὰρ τὸ διαστατὸν καίτοι καὶ ἐν νῷ προϋπάρχον τῇ ἰδιότητι ὅμως οὐκ ἐδεήθη τόπου διὰ τὴν ἀδιάστατον ἕνωσιν, ἔοικε δὲ μηδὲ ἐνθάδε διὰ τὴν ἰδιότητα τῆς διαστάσεως τοῦ τόπου δεῖσθαι, ἀλλὰ διὰ τὴν γενητὴν ὑπόστασιν καὶ τὴν ἐν τῇ ὑφέσει γενομένην διόγκωσιν καὶ τὴν τῶν μορίων διάρριψιν, εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ αὐτὸς ὁ τόπος ὑπομείνας ταύτην τὴν καθʼ ὕφεσιν διάστασιν δεήσεται τόπου τοῦ συνάγοντος καὶ ὁ χρόνος δεήσεται χρόνου. ἢ καὶ τὰ κατʼ ἰδιότητα διακεκριμένα καὶ παρατεταμένα καὶ διεστῶτα τῶν κατʼ ἰδιότητα μέτρων ἐδεήθη, ὡς τὸ μὲν ἐκεῖ πλῆθος τοῦ ἐκεῖ ἀριθμοῦ, τὸ δὲ εἶναι τοῦ ὄντος τῆς αἰωνίου συναιρέσεως, τὸ δὲ μέγεθος ἐκεῖνο τοῦ μεγεθικοῦ μέτρου. ὁμοίως δὲ καὶ τὰ κατὰ ὕφεσιν εἰκονικῶς ὑποστάντα ὑπὸ τῶν ὑφειμένων καὶ εἰκονικῶν μέτρων περιωρίσθη, ἅτε δὲ γενέσεως ὄντα συναγωγὰ καὶ μετρητικά, μᾶλλον δὲ αὐτὴ ἡ συναγωγὴ καὶ αὐτὸ τὸ μέτρον, ὑπερανέχει τῆς γενέσεως· καὶ ἀφʼ ἑαυτῶν ἔχοντα τὸ μέτρον οὐ δεῖται συναγωγῆς ἑτέρας ὥσπερ τὰ ἄλλα τὰ ὑπὸ τούτων συναγόμενα. ἀλλʼ εἴπερ ἄρα καὶ δεῖται, κρείττονος δεῖται καὶ ἀμερεστέρας. μεσότης γάρ ἐστι τοῦ ταῦτα μετροῦντος καὶ τοῦ μετρουμένου, ἐξῃρτημένα μὲν τῶν μετρούντων, ἐμφυόμενα δὲ τοῖς μετρουμένοις. καὶ ὥσπερ τὰ σώματα διὰ μὲν τὸν οἰκεῖον μερισμὸν ἄμοιρα ζωῆς ἐστι καθʼ αὑτά, μετέχει δὲ ζωῆς τῆς ἀπὸ ψυχῆς ἐνδιδομένης καὶ ὁλοποιούσης αὐτά, καὶ ἡ ζωτικὴ μέθεξις αὐτὴ διίσταται μὲν καὶ μερίζεται περὶ τοῖς σώμασι διὰ τὴν ἀπὸ ψυχῆς ὕφεσιν, οὐ μέντοι <!-- 9.637 -->ζωῆς πάλιν ἑτέρας δεῖται, ἀλλʼ αὐτῆς μόνης τῆς εἰς τὴν ψυχὴν ἐνριζώσεως, οὕτως ἂν ἔχοι καὶ ὁ τόπος. ἡ γὰρ φύσις τοῦ μέτρου· ὑπερτέρα πρὸς τὸ μετρούμενόν ἐστι καὶ οὐ τῶν αὐτῶν ἐπιδεὴς ὧν καὶ ἡ τοῦ μετρουμένου. οὐδὲ γὰρ τὸ καλὸν τὸ ἐνταῦθα καίτοι διὰ τὴν ὕφεσιν ποσῶς αἰσχυνόμενον δεῖται ἄλλου καλοῦ τινος ἐνύλου μεθέξεως, ἀλλὰ μόνης τῆς πρὸς τὸ ἀρχέτυπον καλὸν ἀπεικασίας. καίτοι τὸ καλὸν συντέτακται μᾶλλον πρὸς τὰ ἄλλα εἴδη, ὁ δέ γε τόπος καὶ ὁ χρόνος ἐξῃρημένην μᾶλλον ἔχουσι φύσιν κατὰ τὸ συναγωγὸν αὐτῶν θεωρούμενοι. καὶ ἡ διάστασις αὐτῶν οὐχ ὁμοία γέγονε ταῖς ἄλλαις κατὰ μεσότητα θεωρουμένη τοῦ τε ἀδιαστάτου καὶ μετροῦντος καὶ τοῦ διαστατοῦ καὶ μετρουμένου. καὶ γὰρ γενέσεως εἰς τοσοῦτον μετέσχε τὸ μέτρον τῆς γενέσεως, εἰς ὅσον ὑφείθη τῆς ἀμερίστου αἰτίας τῆς μετρούσης τὴν γένεσιν· ὑφείθη δὲ ὡς μὴ πάντῃ γένεσις εἶναι· οὐ γὰρ ἂν ἦν μέσον τὸ μέτρον τοῦ τε μετροῦντος ἀγενήτου καὶ τῆς μετρουμένης γενέσεως. μέσον δὲ ὄν, εἰ καὶ αὐτὸ μέτρου δεῖται, ἄλλης ἂν δέοιτο μεσότητος. τὸ γὰρ μέτρον μέσον εἶναι χρὴ πάντως τοῦ τε μετροῦντος καὶ τοῦ μετρουμένου, ἐνερριζωμένον μὲν τῷ μετροῦντι καὶ εἰς ἐκεῖνο κορυφούμενον, συνεκτεινόμενον δὲ τῷ μετρουμένῳ, μίαν δὲ ἁπλῆν ἔχον τὴν συναμφότερον ὑπόστασιν. τὸ δέ γε σῶμα, ὅπερ ὡς τόπον ἁπλῶς ὑποτίθενται σῶμά γε ὂν τῇ ἑαυτοῦ φύσει, διὰ τί μὴ δεῖται καὶ αὐτὸ μέτρου, ὁμοίως δὲ καὶ τὸ διάστημα, εἴπερ οὐσία τίς ἐστι καὶ ἄλλο ἀλλαχοῦ μέρος ἔχουσα;

Ἀλλὰ δὴ καὶ πρὸς τὸ ἕκτον καὶ πρὸς τὸ ἕβδομον τῶν ἀπορηθέντων ἐροῦμεν, ὅτι οἱ χωριστὸν καὶ ἀκίνητον λέγοντες τὸν τόπον καὶ ὡς ἀξιώματα ταῦτα περὶ τόπου προλαμβάνοντες εἰς τὸν κοινὸν καὶ πλατικὸν ἀπεῖδον τόπον, ὡς καὶ πρότερον εἴρηται. ὁ μὲν γὰρ ἴδιος ἑκάστου τῆς τῶν μορίων θέσεως καὶ ἀχώριστός ἐστιν αὐτοῦ καὶ κινουμένῳ συγκινεῖται, ὁ δὲ ἐν πλάτει, ὡς καὶ Συριανὸς ἔλεγε, καθʼ ὃν καὶ ἡ κατὰ τόπον γίνεται κίνησις, ἄλλου ὢν ἴδιος τοῦ ὁλικωτέρου σώματος ἐκείνου μὲν καὶ ἀχώριστός ἐστι καὶ συγκινεῖται ἐκείνῳ, εἴπερ τύχοι κινούμενον, τοῦ δὲ ἐν ἐκείνῳ σώματος καὶ χωριστός ἐστιν καὶ ἀκίνητος ὥσπερ ἐκεῖνο. καὶ οὐδὲν θαυμαστὸν εἰς τὸν πλατικὸν τοῦτον ἀποβλέψαι τοὺς ἀπὸ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων εἰς ἔννοιαν ἐλθόντας τοῦ τόπου.

Τὸ δὲ ὄγδοον «εἰ στοιχεῖον, φησίν, ὁ τόπος ἐστὶ τοῦ ἐν τόπῳ, τὸ δὲ στοιχεῖον ἐν τῷ στοιχειωτῷ ἐστιν, ἀλλʼ οὐχὶ τὸ στοιχειωτὸν ἐν τῷ στοιχείῳ, συμβήσεται τὸν τόπον ἐν τῷ σώματι λέγειν, ἀλλʼ οὐχὶ τὸ σῶμα ἐν τῷ τόπῳ». καὶ τοῦτο οὖν ἔστι μὲν διαλύειν λέγοντα, ὅτι ἐν τῷ ὁλικωτέρῳ καὶ περιεκτικωτέρῳ τόπῳ τὸ ἐν τόπῳ θεωροῦντες εἰκότως ἐν ἐκείνῳ <!-- 9.638 -->λέγομεν. ἔστι δὲ καὶ ὡς πλήρωμα τοῦ ἐν τόπῳ προϋπάρχον ὁρᾶν αὐτὸ συναγωγὸν αὐτοῦ τῆς διαστάσεως, ὡς εἰ καὶ τὴν ἐμψυχίαν νοήσαις τοῦ ζῶντος σώματος. ἔχει γάρ τι καὶ ὁ τόπος ἐξῃρημένον καὶ πάντα τοπικῶς καὶ μετρητικῶς προσειληφός, ὅσα τὸ σῶμα σωματικῶς· διὸ καὶ ἐξῃρημένος καὶ χωριστὸς δοκεῖ, καὶ τὸ σῶμα λέγεται ἐν τόπῳ, ἀλλʼ οὐχὶ ὁ τόπος ἐν τῷ σώματι. ἡ γὰρ παραβολὴ γίνεται ὡς κεχωρισμένων. ἔστιν οὖν ἐν τῷ συνάγοντι τὸ συναγόμενον καὶ ἐν τῷ ἡνωμένῳ τὸ διακεκριμένον καὶ ἐν τῷ μετροῦντι τὸ μετρούμενον, ὥσπερ καὶ ἐν τῷ ὅλῳ τῷ τοῖς μέρεσιν ἀντιδιῃρημένῳ λέγεται εἶναι τὰ μέρη. καὶ γὰρ περιεκτικὸν καὶ χωρητικόν ἐστι τοῦ μετρουμένου τὸ μέτρον ὁρίζον αὐτὸ πανταχόθεν καὶ συνάγον. διά τοι τοῦτο καὶ πρῶτον εἰκὸς ἀπολαύειν τὸν τόπον τῆς θείας ἐλλάμψεως, μάλιστα μὲν τὸν τῶν ὁλικωτέρων καὶ ἀιδίων, εἰς ὃν καὶ ἀφορῶντες λέγουσι τῷ τόπῳ τὰ σύμβολα τῶν θεῶν ἀιδίως ἐνεσπάρθαι, ἤδη δὲ καὶ τὸν μερικώτερον καὶ ἑκάστου ἴδιον. ἡ γὰρ ἕνωσις καὶ τὸ μέτρον καὶ ὁ ὅρος συγγενέστερα ταῖς ἑνιαίαις ὄντα τῶν θεῶν ὑποστάσεσι πρῶτα ἂν αὐτῶν ἀπολαύοι τῆς ἐλλάμψεως. ὥστε καὶ τὸ ἔνατον τῶν ἀπόρων οὕτω διαλυτέον.

«Τὸ δὲ ἔσχατον, φησίν, εἰ κοινῶς ἀρέσκει τὸ εἰς ἔννοιαν ἡμᾶς ἐλθεῖν τοῦ τόπου μὴ ἀλλαχόθεν ἢ ἀπὸ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων, πῶς ἀπὸ ταύτης μέτρον ἢ ἀφορισμὸν θέσεως τὸν τόπον εἶναι λέγομεν; καὶ γὰρ καὶ μὴ μεθισταμένων καὶ μεθισταμένων ὁ οἰκεῖος ἀφορισμὸς ἑκάστων ὁ αὐτὸς μένει.» ἢ καὶ τοῦτο ἀπὸ τῶν ἤδη πολλάκις εἰρημένων διαλέλυται. διττοῦ γὰρ ὄντος, ὡς εἴρηται, τοῦ τόπου τοῦ μὲν οὐσιώδους καὶ καθʼ αὑτὸ ὑπάρχοντος ἑκάστῳ καὶ μένοντι καὶ κινουμένῳ τοῦ αὐτοῦ, τοῦ δὲ ἄλλοτε ἄλλου γινομένου ἐν ταῖς μεταστάσεσι κατὰ τὴν θέσιν τῆς πρὸς τὰ ὁλικώτερα συντάξεως, ὁ μὲν οὐσιώδης ἅτε τῇ οὐσίᾳ συμπεφυκὼς δυσδιάκριτος ἀπὸ τῆς οὐσίας ἐστίν, ὁ δὲ ἄλλοτε ἄλλος γινόμενος τῆς οὐσίας τῆς αὐτῆς μενούσης πλήττει ῥᾳδίως καὶ διεγείρει τὸ κρῖνον ἐν ἡμῖν τῇ πρὸς τὴν οὐσίαν ἑτερότητι· ὥσπερ καὶ τοῦ χρόνου διττὴν ἔχοντος φύσιν καὶ τοῦ μὲν τὴν οὐσιώδη κίνησιν μετροῦντος, τοῦ δὲ τὴν ἐκτὸς καὶ κατʼ ἐνέργειαν, ὁ μὲν κατʼ οὐσίαν οὕτως ἐστὶ δυσκατανόητος, εἴπερ καὶ χρόνος οὗτος ἄξιος λέγεσθαι, ὡς τὸν Ἀριστοτέλην μηδὲ φάναι ὅλως ἔγχρονα τὰ τὴν οὐσίαν ἀίδιον ἔχοντα, ἀλλʼ ἐκεῖνα μόνα ὅσα τῶν γινομένων καὶ φθειρομένων μετρεῖται. καὶ γὰρ καὶ κίνησις ἡ μὲν οὐσιώδης ἄγνωστος ἦν, ἡ δὲ ἐνεργητικὴ πρόχειρος. καὶ θέσις οὖν ἡ μὲν οὐσιώδης, κἂν ᾖ πάντως ἄλλων <!-- 9.639 -->ἀλλαχῇ διεστώτων τῶν μορίων, ἀλλʼ ὅτι γε ἑτέρα τίς ἐστι παρὰ τὰ μόρια, τότε γίνεται ἐκδηλότερον, ὅτε μενόντων τῶν μορίων ἐν τῇ κατʼ οὐσίαν ἑαυτῶν θέσει ἡ τοῦ ὅλου θέσις μεταβαλλομένη φαίνοιτο· τοῦτο δὲ ἐν ταῖς ἀντιμεταστάσεσι γίνεται. καὶ μήποτε καὶ τοῦτο γέγονεν αἴτιον τοῦ τὴν οὐσιώδη θέσιν τὴν ἰδίαν ἑκάστων καὶ τὸ ταύτης μέτρον διαλαθεῖν, τὸ δυσδιάκριτον τῆς θέσεως αὐτῆς ἀπὸ τοῦ κεῖσθαι λεγομένου. ἡ μέντοι κοινοτέρα ἐκ τῶν ἀντιμεταστάσεων προφανεστέρα ἦν, εἰς ἣν ὡς ἔοικε καὶ οἱ Περιπατητικοὶ βλέποντες τὰ κινούμενα κατὰ τόπον μόνα καὶ εἶναι ἐν τόπῳ φασί, διότι τοῦτον μάλιστα ἑώρων τὸν μεταβαλλόμενον τόπον.

Ἀλλʼ ἐπειδὴ καὶ ταύτην τὴν περὶ τοῦ τόπου ἔννοιαν ὡς ἦν ἐμοὶ δυνατὸν διήρθρωσα, καὶ τάς τε ἀπορίας τὰς πρὸς αὐτὴν ἐξεθέμην καὶ τὰς τῶν ἀποριῶν λύσεις ἐπήγαγον, ὅτι μὴ πάντῃ καινοπρεπής ἐστι μηδὲ τοῖς κλεινοῖς τῶν φιλοσόφων ἀγνοηθεῖσα βούλομαι δεῖξαι. καὶ γὰρ καὶ Θεόφραστος ἐν τοῖς Φυσικοῖς φαίνεται τὴν ἔννοιαν ταύτην ἐσχηκὼς περὶ τόπου, ἐν οἷς φησιν ὡς ἐν ἀπορίᾳ προάγων τὸν λόγον· «μήποτε οὐκ ἔστι καθʼ αὑτὸν οὐσία τις τόπος, ἀλλὰ τῇ τάξει καὶ θέσει τῶν σωμάτων λέγεται κατὰ τὰς φύσεις καὶ δυνάμεις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ζῴων καὶ φυτῶν καὶ ὅλως τῶν ἀνομοιομερῶν εἴτε ἐμψύχων εἴτε ἀψύχων, ἔμμορφον δὲ τὴν φύσιν ἐχόντων. καὶ γὰρ τούτων τάξις τις καὶ θέσις τῶν μερῶν ἐστι πρὸς τὴν ὅλην οὐσίαν. διὸ καὶ ἕκαστον ἐν τῇ αὑτοῦ χώρᾳ λέγεται τῷ ἔχειν τὴν οἰκείαν τάξιν, ἐπεὶ καὶ τῶν τοῦ σώματος μερῶν ἕκαστον ἐπιποθήσειεν ἂν καὶ ἀπαιτήσειε τὴν ἑαυτοῦ χώραν καὶ θέσιν.» τὸ δὲ αὐτὸ δείξω τὸν θεῖον Ἰάμβλιχον μαρτυρόμενον. καὶ οὗτος γὰρ ἐν τῷ ε βιβλίῳ τῶν εἰς Τίμαιον ὑπομνημάτων ἐν κεφαλαίῳ δευτέρῳ τάδε γέγραφε· «πᾶν σῶμα ᾗ σῶμα ὑπάρχει ἐν τόπῳ ἐστί· συμφυὴς ἄρα τοῖς σώμασιν ὁ τόπος συνυφέστηκε καὶ οὐδαμῶς ἀπεσχισμένος αὐτῶν τῆς πρώτης παρόδου εἰς τὰ ὄντα καὶ τῆς κυριωτάτης οὐσίας. εἰκότως ἄρα καὶ ὁ Τίμαιος μετʼ αὐτῆς τῆς τῶν σωμάτων ἀρχῆς τοῦ εἶναι καὶ τὸν τόπον πρώτως παράγει. ὅσοι δὴ οὖν οὐκ αἰτίας συγγενῆ ποιοῦσι τὸν τόπον εἰς πέρατα ἐπιφανειῶν ἢ χωρήματα διάκενα ἢ καὶ διαστήματα ὁποιαδητιναοῦν αὐτὸν καθέλκοντες ἅμα μὲν ἀλλότρια δοξάσματα ἐφέλκονται, ἅμα δὲ καὶ ἀποτυγχάνουσι τῆς ὅλης τοῦ Τιμαίου προαιρέσεως, ἥτις ἀεὶ τῇ δημιουργίᾳ τὴν φύσιν συνάπτει. ἔδει τοίνυν, ὥσπερ τὰ σώματα συγγενῶς τῇ αἰτίᾳ πρώτως παρήγαγεν, οὕτως καὶ τὸν τόπον ἠρτημένον ἀπὸ τῆς αἰτίας κατιδεῖν, ᾗπερ ὁ Τίμαιος ὑφηγεῖται. καὶ ὥσπερ τὸν χρόνον ἐπειράθημεν ὁμοφυῆ πρὸς τὴν δημιουργίαν ἀποδοῦναι, οὕτω καὶ τὸν τόπον ἐξηγεῖσθαι.» ὥστε καὶ αὐτὸς τὰς ἄλλας ἐπιβολὰς ἀποσκευαζόμενος τὰς ἔξωθεν τῶν ἐν τόπῳ τὸν τόπον ποιούσας <!-- 9.640 -->συμφυῆ τὸν τόπον τοῖς ἐν τόπῳ φησί. καὶ προελθὼν δὲ «τίς οὖν δόξα, φησί, τὸ τέλειον καὶ τὸ τῆς οὐσίας συγγενὲς περὶ τὸν τόπον ἀφορίζεται; ἡ δύναμιν αὐτὸν σωματοειδῆ τιθεμένη τὴν ἀνέχουσαν τὰ σώματα καὶ διερείδουσαν καὶ πίπτοντα μὲν ἀνεγείρουσαν διασκορπιζόμενα δὲ συνάγουσαν, συμπληροῦσαν δὲ αὐτὰ ἅμα καὶ περιέχουσαν πανταχόθεν». ἔοικεν οὖν καὶ αὐτὸς ὁρισμὸν ἀποδιδόναι τοῦ τόπου «δύναμιν αὐτὸν σωματοειδῆ» λέγων συμφυῆ τῷ ἐν τόπῳ «τὴν ἀνέχουσαν τὰ σώματα καὶ διερείδουσαν καὶ πίπτοντα μὲν ἀνεγείρουσαν διασκορπιζόμενα δὲ συνάγουσαν, συμπληροῦσαν δὲ αὐτὰ ἅμα καὶ περιέχουσαν πανταχόθεν». καὶ δῆλον ὅτι, εἴπερ συμπληροῖ τὰ σώματα ὁ τόπος, οὐκ ἂν εἴη χωριστὸς τοῦ ἐν τόπῳ. περιεκτικὸς δὲ οὕτως ὡς ὁριστικός ἐστι καὶ συναγωγὸς τῶν σωμάτων.

Τί οὖν ἄρα τοσούτους καὶ τηλικούτους ἄνδρας διαμαρτεῖν ἐν τῇ περὶ τόπου δόξῃ φήσαιμεν θοίνην οὐκ εὐτυχῆ προτιθέντες τὰς ἡμετέρας ἀπορίας τοῖς εἰωθόσιν ἐντρυφᾶν ταῖς δοκούσαις τῶν παλαιῶν ἐναντιολογίαις, ἢ μᾶλλον ἑκάστῳ τῶν περὶ τόπου τι γραψάντων παρακολουθοῦντες δείξωμεν μηδένα μὲν τῆς περὶ τόπου διαμαρτεῖν ἀληθείας, πολυειδοῦς δὲ ὄντος αὐτοῦ ἄλλον κατʼ ἄλλο τι τῶν εἰδῶν τοῦ τόπου θεάσασθαί τε καὶ ἐκφῆναι. ἵνα τοίνυν καὶ τὴν κοινὴν ἔννοιαν περὶ τόπου παντὸς ἰδεῖν δυνηθῶμεν καὶ τὰς ὑπὸ τῶν φιλοσόφων εἰρημένας διαφορὰς ὑπʼ αὐτὴν θεασώμεθα, λέγομεν ἀρχήν τινα πάλιν λαβόντες τοιάνδε. τὸ μὲν κυρίως ἓν ἅτε κατὰ πάντα τρόπον ἀδιάστατον καὶ ἀδιάκριτον καὶ ἀπαράτατον ὑπάρχον ὅρος πάντων ἐστὶ καὶ μέτρον οὔτε ὁρίζεσθαι δεόμενον οὔτε μετρεῖσθαι παρά τινος. ἀλλὰ μὴν καὶ τὸ ἡνωμένον ἓν τῷ ἑνὶ κρατούμενόν ἐστι καὶ αὐτὸ τέως ἀνενδεές ἐστι τῆς τοιαύτης τελεσιουργίας. ἡνωμένον δὲ λέγω νῦν οὐ τὸ συνεχές — ἤδη γὰρ καὶ τοῦτο διέστηκεν —, ἀλλὰ τὸ μὴ πρὸς μερῶν τὴν ὁποιανοῦν διάκρισιν ὑπελθόν. τὸ δέ γε διακριθὲν ἤδη κατὰ πλείονας πέπονθε τοῦτο τρόπους. καὶ τὸ μὲν κατὰ μέγεθος οὐσίας ἢ δυνάμεως διέστη, ὥσπερ τὰ συνεχῆ λεγόμενα ποσά, τὰ δὲ κατὰ πλῆθος διωρίσθη, ὡς τὰ διωρισμένα ἰδίως καλούμενα. τὰ δὲ κατὰ τὴν τοῦ εἶναι παράτασιν ἐξετάθη, ὅσα ἀίδια ἢ κατὰ τοσόνδε χρόνον ἔχειν τὴν ὑπόστασιν λέγομεν. ἐκβάντα δὲ ὅλως τοῦ ἑνιαίου πέρατος καὶ πρὸς ἀπειρίαν ὁρμήσαντα καὶ ἀοριστίαν μέτρων ἐδεήθη καὶ ἀφορισμῶν τῶν ὡρισμένα καὶ ἀσύγχυτα φυλαττόντων αὐτά. καὶ ἄλλων μὲν κατὰ τὴν εἰς ἄπειρον ἔκχυσιν, ἄλλων δὲ κατὰ τὴν ἐν ἀλλήλοις τῶν ἤδη διεστώτων μόνων κινδυνεύουσαν ἐπιγενέσθαι σύγχυσιν. καὶ τοῦ μὲν διωρισμένου πλήθους τὸν εἰς ἄπειρον διασπασμὸν ἔστησεν <!-- 9.641 -->ἀριθμὸς ὡρισμένοις εἴδεσι περιλαβὼν τὴν διάκρισιν, τοῦ δὲ διισταμένου ποσοῦ τὴν ἀόριστον ἔκχυσιν ὥρισε τὸ μεγεθικὸν μέτρον, οἷον ὡς εἰκόνα φάναι τὸ πηχυαῖον ἢ δακτυλιαῖον. τῆς δὲ κατὰ τὸ εἶναι παρατάσεως τὸ οἷον μέγεθος τὸ μὲν ἀκίνητον ἐμέτρησε καὶ συνήγαγεν εἰς ἓν ὁ αἰών, τὸ δὲ κινούμενον εἰς ἀριθμὸν ὁ χρόνος. καὶ τοιαῦτα μὲν τὰ μέτρα τὰ μὴ συγχωρήσαντα τὸ ποσὸν εἰς ἄπειρον ἀοριστίαν ἐξενεχθῆναι διακριθὲν μήτε ἐν τοῖς παραδείγμασι μήτε ἐν ταῖς εἰκόσιν. ἄλλο δέ τί ἐστι τῆς ἐν πᾶσι τούτοις τῶν διακριθέντων συγχύσεως ἀναιρετικὸν αἴτιον τοῦ μὴ ἐπισυγχεῖσθαι ἀλλήλοις τὰ μέρη κατὰ τὴν οἰκείαν ὁλότητα, ἀλλʼ ἕκαστον τάξιν τε καὶ θέσιν τὴν προσήκουσαν ἀπολαμβάνειν. οὐ γὰρ ἀναιτίως ἐν μὲν τοῖς ἀριθμοῖς ἡ μὲν μονὰς πρὸ τῆς δυάδος τέτακται, ἡ δὲ δυὰς πρὸ τῆς τριάδος καὶ ἐφεξῆς. οὐδὲ ἐκ τοῦ ἐπιτυχόντος ἐναλλὰξ οἱ περιττοὶ καὶ ἄρτιοι τετάχαται καὶ οἱ τετράγωνοι κατὰ τὸ ἑξῆς τὰ μεταξὺ ἀλλήλων διαστήματα κατὰ δυάδα παραυξόμενα ἔχουσι, καὶ ὅσα ἄλλα γλαφυρὰ θεωρήματα τῆς οὐσιώδους τάξεως τῶν ἀριθμῶν ἐν τοῖς ἀριθμητικοῖς παρελάβομεν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἄλλων ἀσωμάτων εἰδῶν ἡ διάκρισις τέτακται. τὸ δὲ αὐτὸ αἴτιον καὶ τῶν ζῴων καὶ τῶν φυτῶν ἔταξε τὴν κατὰ τὰ μόρια θέσιν, καθʼ ἣν κεφαλὴ μὲν καὶ χεῖρες καὶ πόδες ἐπὶ ζῴων τοιῶσδε κεῖνται πρὸς ἄλληλα, ῥίζαι δὲ καὶ στέλεχος καὶ κλάδοι ἐπὶ φυτῶν τοιῶσδε. καὶ οὐ μόνον δὲ τὴν τῶν μορίων πρὸς ἄλληλα τάξιν ἀφώρισεν, ἀλλὰ καὶ τὴν ἑκάστου ὅλου ὡς μέρους τὴν ἐν τῷ ὁλικωτέρῳ θέσιν διώρισεν. οὕτω γοῦν ἡ μὲν γῆ τὸ μέσον τοῦ παντὸς εἴληχεν, ὁ δὲ οὐρανὸς τὸ πέριξ, τὰ δὲ μέσα ἐν μέσοις. ἀλλὰ ταῦτα μὲν εἴρηταί πως καὶ πρόσθεν. νῦν δὲ προσκείσθω τοῖς εἰρημένοις, ὅτι κοινή τις ἂν εἴη τόπου παντὸς ἔννοια ἡ λέγουσα ἀφορισμὸν αὐτὸν εἶναι τῆς ἑκάστου τῶν ἐν τοῖς οὖσι διακεκριμένων θέσεως. ὁ δὲ ἀφορισμὸς ὁ μὲν κατὰ τὴν ὑποδοχήν ἐστιν, ὁ δὲ κατὰ τὴν περιοχήν, ὁ δὲ κατὰ τὴν ἑκάστου πρὸς τὰ ἄλλα τάξιν τῆς θέσεως. καὶ ταῦτα πάντα καὶ ἐν ἀσωμάτοις ἔστιν ὁρᾶν καὶ ἐν σωματικοῖς. καὶ γὰρ αἱ νοηταὶ τάξεις ὡς τόπους διαφόρους ἐκληρώσαντο τὰς τοῦ νοητοῦ κόσμου διαφόρους ὑποδοχάς. λέγει γοῦν Ὀρφεὺς περὶ ἐκείνου τοῦ τὰς τῶν λήξεων διαφορὰς ἔχοντος

  
τοῖον ἑλὼν διένειμε θεοῖς θνητοῖσί τε κόσμον,  
καὶ ἡ περιοχὴ δὲ τόπος ἐκεῖ λέγεται πολλάκις. διὸ καὶ τὴν Συρίαν Ἀταργάτην τόπον θεῶν καλοῦσιν καὶ τὴν Ἶσιν οἱ Αἰγύπτιοι, ὡς πολλῶν θεῶν ἰδιότητας περιεχούσας. κατὰ δὲ τὴν ἑκάστου πρὸς τὰ ἄλλα τῆς θέσεως τάξιν ὁ Πλάτων ὑπερουράνιον καὶ νοητὸν τόπον ἐκεῖνόν φησιν, καθʼ ὃν ἀφώρισται καὶ διακέκριται τῶν νοητῶν εἰδῶν ἡ τάξις. κατὰ τοῦτο δὲ τὸ <!-- 9.642 -->σημαινόμενον καὶ τῶν ἀριθμῶν ἕκαστον ἐν τῷ οἰκείῳ τόπῳ λέγομεν τετάχθαι, ὅταν πρώτη μὲν ἡ μονάς, μετʼ ἐκείνην δὲ ἡ δυάς, καὶ ἐφεξῆς ἡ τριάς, καί, ὡς εἴρηται πρότερον, οἱ τετράγωνοι τάσδε ἔχουσι τὰς χώρας καὶ ἄλλοι ἄλλας τεταγμένως. καὶ ἡ ψυχὴ δὲ τόπος εἰδῶν οὕτω λέγεται κατὰ τόδε τὸ τῆς περιοχῆς εἶδος. καὶ τὰ τῶν ἐπιχειρημάτων ἀποδεικτικῶς ἀφοριστικὰ τόπους καλοῦμεν οἷον τὸν ἀπὸ τῶν ἐναντίων ἢ ἀπὸ τῶν ὁμοίων ἐπιχειροῦντα καὶ ἀπὸ γενῶν ἢ εἰδῶν. ὁμοίως δὲ καὶ ἐν τοῖς σωματικοῖς κατὰ μὲν τὸν τῆς ὑποδοχῆς ἀφορισμὸν τὴν ὕλην τινὲς ᾠήθησαν τόπον, κατὰ δὲ τὸν τῆς περιοχῆς, ἐπειδὴ καὶ αὐτὴ ἡ μὲν συμφυής ἐστιν ἡ δὲ ἔξωθεν, κατὰ μὲν τὴν συμφυῆ τόπον λέγουσι τὸ κατὰ τὴν ἐπιφάνειαν εἶδος ὡς ἐν τούτῳ κειμένου τοῦ ὅλου, κατὰ δὲ τὴν ἔξωθεν περιοχὴν ὡς ἐν αὐτῇ κειμένων τῶν θέσιν ἐχόντων οἱ μὲν τὸ πέρας τοῦ περιέχοντος ἔθεντο τόπον, ὥσπερ ὁ Ἀριστοτέλης, οἱ δὲ τὸ ἀσώματον διάστημα πολλὰ δοκοῦντες ἐκφεύγειν ἄτοπα τῶν τοῖς προτέροις ἐπαγομένων. κατὰ δὲ τὴν ἑκάστου πρὸς τὰ ἄλλα τάξιν τῆς θέσεως ὡς ἀσώματον μέν, αἰσθητὸν δὲ καὶ ἐν σώμασι τὸν τόπον ὁ προσεχῶς ἀποδεδομένος λόγος ἀφορίζεσθαί μοι δοκεῖ, ὃν εἶπον Δαμασκίου τοῦ ἡμετέρου καθηγεμόνος καὶ ὑπὸ τοῦ Θεοφράστου καὶ τοῦ θείου Ἰαμβλίχου μαρτυρούμενον. ὡς γὰρ αὐτὴ ἡ θέσις ἀσώματός ἐστιν — οὔτε γὰρ τὸ κείμενον σῶμα οὔτε τὸ ἐν ᾧ κεῖται ἡ θέσις ἐστίν —, οὕτω καὶ ὁ τῆς θέσεως ἀφορισμὸς ἀσώματός ἐστι κατὰ ταύτην τὴν ἔννοιαν. διὸ καὶ αἱ διαφοραὶ τοῦ τόπου, τό τε ἄνω φημὶ καὶ τὸ κάτω καὶ δεξιὰ καὶ ἀριστερὰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν, ἀσώματά ἐστι, κἂν ἐν σώματι ὑφεστηκότα θεωρῆται. δεξιὰν γὰρ λέγομεν χεῖρα οὐ μόνον κατὰ τὴν διάφορον κατασκευὴν αὐτῆς, ἀλλὰ καὶ ὅτι ἐν τοῖς δεξιοῖς κεῖται τοῦ σώματος ὥσπερ καὶ τὸ ἧπαρ. ἀλλʼ ἐν ἀσωμάτοις μὲν ὁ τῶν ἀριθμῶν τόπος ἔστω τὴν τάξιν αὐτοῖς ἀφορίζων τῆς πρὸς ἀλλήλους θέσεως, ὁμοίως δὲ καὶ ὁ τῶν εἰδῶν τῶν τε νοερῶν καὶ τῶν ψυχικῶν· ἀλλὰ μὴν καὶ ἐν σώμασιν, ὡς εἴρηται πρότερον, ὁ τῶν μορίων ἑκάστοις τὴν τάξιν καὶ τὸν εὐθετισμὸν πρός τε ἄλληλα καὶ πρὸς τὸ ὅλον παρεχόμενος τὸ οἰκεῖον, ἔτι δὲ καὶ ὁ ἐν τῷ κοινῷ ὅλῳ οἷον ἐν τῷ ὅλῳ κόσμῳ διὰ τοῦ προσεχῶς ὅλου τὴν προσήκουσαν ἀποδιδοὺς θέσιν. καὶ ἔοικεν εἰς τοῦτο μάλιστα τοῦ τόπου τὸ σημαινόμενον ἀπιδεῖν ὁ Ἀριστοτέλης, καθʼ ὃ ἄλλο ἐν ἄλλῳ κεῖται τῶν σωμάτων, ὅλον μὲν ἐν ὅλῳ οἷον ἐγὼ ἐν τῷ ἀέρι, μερικώτερον δὲ ἐν ὁλικωτέρῳ, κἂν ὁ προσεχὴς τόπος ἴσος εἶναι βούληται τῷ ἐν τόπῳ. <!-- 9.643 -->«λέγομεν, γάρ φησιν, εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν τῷ οὐρανῷ. καὶ ἐν τῷ ἀέρι δὲ οὐκ ἐν ἅπαντι, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ περιέχον ἐν τῷ ἀέρι φαμὲν εἶναι.» ἔστι δὲ καὶ περιεκτικὸς καὶ ὑποδεκτικὸς ὁ τοιοῦτος τόπος, καθόσον ἐστὶν ὁλικώτερος. τόπος δὲ ὅλος κατὰ τὸν ἀφορισμὸν τῆς θέσεως· καὶ ὁ Πλάτων δὲ τὴν ὕλην τόπον τῶν εἰδῶν εἶπε καὶ χώραν ὡς ὑποδεχομένην τὴν θέσιν τῶν εἰδῶν τῶν εἰς αὐτὴν ἐκπεσόντων καὶ ἀφορίζουσαν αὐτῶν τὴν διάστασιν. τὰ μὲν γὰρ εἴδη καθʼ αὑτὰ συνῃρημένην ἔχει τὴν τῶν μερῶν διάκρισιν, διαστάντα δὲ κατὰ τὴν ὑλικὴν ἀοριστίαν ὑλικὴν ἔσχε τὴν τάξιν τῆς διαστάσεως ὡς ἄυλον πρὸ τοῦ τὴν τάξιν τῆς διακρίσεως. τόπος οὖν ἡ ὕλη τῶν εἰδῶν καὶ ὡς ὑποδοχὴ καὶ ὡς τῆς διαστατῆς θέσεως καὶ τῆς τοιαύτης τάξεως αἰτία. ἀλλὰ μὴν καὶ τὸ διάστημα τόπος ὡς προϋπογραφὴ καὶ τύπος τῶν ἐν αὐτῷ γινομένων σωμάτων, ὁ μὲν ἴδιος ὡς ὁ τῶν οὐρανίων σφαιρῶν, ὁ δὲ κοινὸς ὡς ὁ τῶν ἐπιμιγνυμένων ἀλλήλοις στοιχείων. ἐν γὰρ τῷ αὐτῷ διαστήματι καὶ πῦρ γίνεται καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄλλοτε ἄλλο κατὰ τὴν κοινὴν τοῦ διαστήματος ἐπιτηδειότητα. οὐδὲν δὲ θαυμαστὸν καὶ σῶμα σώματος εἶναι τόπον ἀυλότερον ἐνυλοτέρου καὶ ὑπέρτερον τῇ φύσει τοῦ καταδεεστέρου, ὡς ὁ φιλόσοφος ἐπέβαλε Πρόκλος. καὶ γὰρ οἱ κλεινοὶ τῶν φιλοσόφων ὁμολογοῦσι τὰς οὐρανίους σφαίρας ὁλοκλήρους εἶναι καὶ μέχρι τοῦ κέντρου πεπληρωμένας. καὶ δῆλον ὅτι αἱ ἐνδοτέρω ἐν ταῖς ἐξωτέρω εἰσίν, οἷον ἡ τῆς σελήνης ἐν τῇ τοῦ Ἑρμοῦ καὶ αὕτη ἐν τῇ τῆς Ἀφροδίτης καὶ ἐφεξῆς οὕτως· ἀλλὰ καὶ τὰ ὑπὸ σελήνην στοιχεῖα καὶ ζῷα καὶ φυτὰ ἐν πάσαις, εἰ καὶ προσεχέστερον ἐν τῇ σεληνιακῇ ὡς συγγενέστερα αὐτῇ μᾶλλον. γίνεται οὖν ἕκαστος τῶν περιεχόντων τόπος τῷ περιεχομένῳ ὡς περιεκτικός τε αὐτοῦ καὶ ὑποδεκτικὸς καὶ ἀφοριστικὸς τῆς θέσεως αὐτοῦ. διὸ οὐδὲ ὡς ἐν ὅλῳ κατὰ τοῦτό εἰσιν, ἀλλʼ ὡς ἐν τόπῳ. ἐπεὶ οὖν ἡ Ἀσσύριος θεολογία καὶ ὑπὲρ τόνδε τὸν κόσμον ἄλλο σῶμα θειότερον τὸ αἰθέριον παραδέδωκεν, οἶδε δὲ αὐτὸ καὶ Ὀρφεὺς ἐν οἷς φησιν

  
αἰθέρι πάντα πέριξ ἀφάτῳ λάβε· τῷ δʼ ἐνὶ μέσσῳ  
  
οὐρανόν,  
ἴσασι δὲ καὶ ἀστρονόμοι τὴν ἄναστρον καὶ ὄντως ἀπλανῆ ὑπὲρ τὴν λεγομένην ἀπλανῆ τιθέντες ἐξ ἀνάγκης, ἐπειδὴ καὶ ταύτην τὴν τοὺς πολλοὺς ἔχουσαν ἀστέρας ἀπὸ δύσεως κινουμένην ἐν ἑκατὸν ἔτεσι μίαν μοῖραν καταλαβόντες δέονται τῆς τὴν φαινομένην ταύτην τὴν ἀπʼ ἀνατολῶν περιφορὰν περιαγούσης, ἐπεὶ οὖν, ὡς ἠρξάμην λέγειν, πολλὴν ἔσχε μαρτυρίαν ὁ Πρόκλος τῶν θειότερόν τι καὶ τοῦδε τοῦ κόσμου σῶμα πρεσβευόντων, <!-- 9.644 -->εἰκότως ἐκεῖνο τόπον ἔθετο τοῦδε τοῦ παντὸς κόσμου. δῆλον δὲ ὅτι καὶ τῶν τοιούτων σωμάτων τῶν ὑποδεχομένων τε καὶ περιεχόντων τὰ ἄλλα ἕκαστον διάστασιν ἔχον καὶ μορίων διαφορὰς ἔχει καὶ τόπον οἰκεῖον καὶ ὡς διάστημα καὶ ὡς τὴν τῶν μορίων εὐθετίζοντα τάξιν. ὅπερ οὖν ἐξ ἀρχῆς εἶπον, καὶ νῦν ἐρῶ, ὅτι τῶν περὶ τόπου λεγόντων ἕκαστος ἀπεῖδεν εἰς ἀληθῆ τινα περὶ τόπου ἔννοιαν καὶ τοῦ κοινοῦ χαρακτῆρος οὐκ ἀπέπεσεν, εἰ δὲ μὴ πάσαις πάντες ἐπέβαλον ταῖς τοῦ τόπου διαφοραῖς, θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ ἀπεικός ἐστι καὶ ἄλλας εἶναί τινας οὔπω γενομένας καταφανεῖς.

Προσκείσθω δὲ τοῖς εἰρημένοις καὶ τοῦτο, ὅτι Δαμάσκιος ὁ ἡμέτερος ἥψατο μὲν καλῶς τοῦ κατὰ τὸν εὐθετισμὸν τόπου καὶ διήρθρωσέ γε αὐτὸν πρῶτος ὧν ἡμεῖς ἴσμεν, οὐ προσεποιήσατο δὲ καὶ τὰ ἄλλα τοῦ τόπου σημαινόμενα, τά τε ἐπὶ τῶν ἀσωμάτων καὶ τὰ ἐπὶ τῶν σωμάτων λεγόμενα. τὸ μὲν γὰρ ἀφορισμὸν καὶ μέτρον εἶναι θέσεως τὸν τόπον καλῶς οἶμαι λέγεται, θέσις δὲ καὶ ἐν ἀσωμάτοις κατὰ τὴν τάξιν εἴη ἄν, ὡς καὶ ἐν ἀριθμοῖς τὴν δυάδα λέγομεν κεῖσθαι πρὸ τῆς τριάδος καὶ ταύτην πρὸ τῆς τετράδος· ἔστι δὲ καὶ ἐν σώμασι κατὰ τὴν τῆς διαστάσεως διαφοράν. τοῦτό τε οὖν ἐπισημαίνομαι καὶ ὅτι τρία μέτρα ὑποθέμενος τὸ μὲν τῆς διακρίσεως τὸν ἀριθμόν, τὸ δὲ τῆς ἐν τῇ κινήσει παρατάσεως τὸν χρόνον, τὸ δὲ τῆς διαστάσεως τὸν τόπον, οὐ διώρισε τὸ διττὸν τῆς διαστάσεως τὸ μὲν ὡς μεγέθους ὡρισμένου, καθʼ ὃ τὸ μὲν πηχυαῖον τὸ δὲ δακτυλιαῖον εἶναι λέγομεν, τὸ δὲ ὡς θέσιν ἐχούσης, καθʼ ἣν τὸ μὲν ἄνω τὸ δὲ κάτω καλοῦμεν καὶ τὸ μὲν δεξιὰ τὸ δὲ ἀριστερά, ἀλλὰ καίτοι πολλαχοῦ τῆς θέσεως μέτρον εἶναι λέγων τὸν τόπον οὐ διέκρινεν αὐτὸν ἀπὸ τοῦ μέτρου τοῦ μεγέθους. οὐδὲν δὲ ἴσως χεῖρον καὶ τῶν αὐτοῦ λόγων ἀκούειν ἐν τῷ Περὶ τόπου βιβλίῳ γράφοντος ὧδε· «πέφηνεν ἄρα ἡμῖν τρία μέτρα ὄντα τριῶν μερισμῶν. οὔτε δὲ ἄλλος ἐστὶ μερισμὸς ἐν τῇ γενέσει παρὰ τοὺς τρεῖς οὔτε ἄλλο μέτρον· καὶ γὰρ τὸ ἀδιαίρετον τριττόν· μονὰς γὰρ καὶ τὸ νῦν καὶ σημεῖον. τῆς μὲν οὖν μονάδος ἡ κατὰ τὴν ὕλην διαίρεσις, ἢ ἀκριβέστερον φάναι τοῦ ἑνός, ποιεῖ τὸ πλῆθος, ὃ περιγράφει τις ἀριθμός, ὡς τὸ ἓν πρᾶγμα ἡ μονὰς τὸ ἀδιαίρετον τοῦ ἀριθμοῦ. τοῦ δὲ νῦν ἡ ῥύσις ποιεῖ παράτασιν· λέγω δὲ νῦν τὸ ἐν τῷ νῦν τοῦ ῥέοντος ἄρρευστον, οἷον τὸ κίνημα πρὸς τὴν κίνησιν ὡς ἀρχὴ κινήσεως· τοῦτο δὴ οὖν μετρεῖν εἴληχε τὸ τοῦ χρόνου νῦν καὶ τὴν ῥύσιν ὁ χρόνος, καθάπερ τὸ πλῆθος ὁ ἀριθμός. τοῦ δὲ σημείου ἡ ἔκτασις ποιεῖ τὴν διάστασιν, ᾗ μέτρον σύνεστιν ὁ τόπος ἀφοριστικὸν τῆς τε τοῦ ὅλου θέσεως ἁπάσης, μέχρις ὅσου διαστᾶσα τριχῇ, ὅ ἐστι πανταχῇ, εὖ ποιήσει κεῖσθαι τὸ ὅλον κατὰ τὴν ἑαυτοῦ πρὸς ἑαυτὸ <!-- 9.645 -->πανταχῇ θέσιν καὶ τὰ ἐν αὑτῷ μέρη πάντα, καὶ ἔτι τῆς πάντων τῶν μερῶν θέσεως ἐν τῷ παντὶ τόπῳ καὶ τῆς ἑκάστου ἑκάστης· ὥστε καὶ εἰ σφαῖρα εἴη, ἢ ἄλλως ἔχοι τι μέσον ἢ πέρας ἄλλο καὶ τοῦ τόπου κεῖσθαι ὅπου κείμενον εὖ κείσεται.» καὶ ὅτι μὲν τῆς θέσεως μέτρον εἶναι λέγει τὸν τόπον εὐθετίζοντα τὸ κείμενον, δῆλον. οὐ μόνης δὲ ταύτης, ἀλλὰ καὶ τοῦ μεγέθους ὡς μεγέθους μέτρον αὐτὸν ἀφορίζεται. λέγει γοῦν μετʼ ὀλίγα τῶν εἰρημένων, «οἷον προϋπογραφή τις αὐτὸς ὢν τῆς τε ὅλης θέσεως καὶ τῶν μορίων αὐτῆς καὶ ὡς ἄν τις εἴποι τύπος, εἰς ὃν ἐνηρμόσθαι χρὴ τὸ κείμενον, εἰ μέλλοι κεῖσθαι κατὰ τρόπον καὶ μὴ συγκεχύσθαι καὶ παρὰ φύσιν ἔχειν. οἷον ἢ ὅλον μεῖζον ἢ ἔλαττον τοῦ ἁρμόζοντος μεγέθους διαστὰν ἢ ἐν τῷ παντὶ κείμενον ὅπου μὴ καλὸν ἢ τῶν μορίων αὐτοῦ τὴν ὀφειλομένην θέσιν οὐκ ἐχόντων, εἰ τὸν ἐγκέφαλον ἐν ταῖς πτέρναις ἔχοι τις ἄνθρωπος κατὰ τὸν εἰπόντα». οὕτω σαφῶς τὸν τόπον οὐ τοῦ εὐθετισμοῦ μόνον, ἀλλὰ καὶ τοῦ μεῖζον ἢ ἔλαττον εἶναι τὸ διεστὼς αἰτιᾶται. καίτοι τέτταρα οἶμαι τὰ μέτρα ἐχρῆν ἀφορίσασθαι ἀριθμὸν μέγεθος τόπον χρόνον, τὸ μὲν τὴν διάκρισιν μετροῦντα, τὸ δὲ τὴν διάστασιν, τὸν δὲ τὴν παντοίαν θέσιν, τὸν δὲ τὴν τῆς γενέσεως παράτασιν. ταῦτα τοίνυν καὶ περὶ τόπου τοῖς φιλομαθέσι συγγνωμονησάμενος ἐπὶ τὰ ἑξῆς τοῦ Ἀριστοτέλους μέτειμι λοιπὸν τὰ περὶ τοῦ κενοῦ πολυπραγμονήσων.

Τὸν αὐτὸν δὲ τρόπον ὑποληπτέον ἕως τοῦ καὶ τρίτον τὰς περὶ αὐτῶν κοινὰς δόξας.

Ἀρχόμενος τοῦ τρίτου βιβλίου καὶ περὶ κινήσεως ὡς ἀναγκαίας τῷ φυσικῷ προθέμενος εἰπεῖν ἐπήγαγεν, ὅτι ἄνευ τόπου καὶ κενοῦ καὶ χρόνου κίνησιν ἀδύνατον εἶναι δοκεῖ· δῆλον οὖν φησιν, ὡς διά τε ταῦτα καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα πᾶσι, σκεπτέον προχειρισαμένοις περὶ ἑκάστου τούτων. εἰπὼν οὖν περὶ κινήσεως καὶ ἐφεξῆς περὶ ἀπείρου, ἐπειδὴ ἡ κίνησις ἢ πεπερασμένη ἢ ἄπειρος δοκεῖ καὶ συνεχὴς οὖσα ἐπʼ ἄπειρόν ἐστι διαιρετὴ ὥσπερ πάντα τὰ συνεχῆ, μετʼ ἐκεῖνα περὶ τόπου διείλεκται. ἐπειδὴ δέ τινες τὸ κενὸν τόπον ἔλεγον ἐστερημένον σώματος καὶ τὸν τόπον διάστημα κενὸν δεκτικὸν σωμάτων, πρὸς μὲν τοὺς διάστημα δεκτικὸν σωμάτων λέγοντας εἶναι τὸν τόπον ἐν τοῖς περὶ τόπου λόγοις ὑπήντησε, πρὸς δὲ αὐτὴν τὴν τοῦ κενοῦ θέσιν, εἴτε τόπος εἴτε ὁτιδήποτέ ἐστι, νῦν ὑπαντήσει, οἰκεῖον καὶ νῦν τοῦ φυσικοῦ τὸν περὶ κενοῦ λόγον <!-- 9.646 -->ὑποδεικνύς, διότι τόπον τινὰ καὶ οἷον ἀγγεῖον τὸ κενὸν ἐννοοῦσιν οἱ λέγοντες. τὰ δὲ αὐτὰ προβλήματα καὶ περὶ κενοῦ φησιν εἶναι, ἅπερ καὶ περὶ τόπου. πρῶτον μὲν εἰ ἔστιν ἢ μὴ καὶ πῶς ἐστι καὶ τί ἐστι. καὶ ὅτι μὲν ταὐτὸν σημαίνει τὸ πῶς ἐστι καὶ τί ἐστι, καλῶς ὁ Ἀσπάσιος ἐπέστησε. καὶ γὰρ καὶ ἐπὶ τοῦ τόπου τὸ εἰ ἔστι καὶ τί ἐστι ζητῶν οὕτως εἶπεν· «εἰ ἔστι τι ἢ μὴ καὶ πῶς ἐστι καὶ τί ἐστιν.» ἀλλὰ δοκεῖ τὸ πῶς ἐστι καὶ τί ἐστιν ἐπὶ τοῦ κενοῦ μὴ ἔχειν χώραν, εἴπερ δείκνυται μηδὲ ὅλως ὂν τὸ κενόν. εἰ μὴ ἄρα τὸ πῶς καὶ τὸ τί οὐ πρὸς τὴν ὑπόστασιν ἀναφέρων τοῦ κενοῦ προβάλλεται, ἀλλὰ πρὸς τοὺς τιθεμένους αὐτό, πῶς ἄρα αὐτὸ καὶ τί τίθενται; ἢ ἐπειδὴ αἴτιον τοῦ κινεῖσθαι λεγόντων ἐκείνων τὸ κενόν, αὐτὸς αἴτιον τοῦ κινεῖσθαι τὴν ὕλην φησίν, ἣν κενὸν λέγεσθαι συγχωρεῖ, διὰ τοῦτο τρόπον τινὰ εἶναι τὸ κενὸν συγχωρεῖ· καὶ συμπεραινόμενος τὸν περὶ αὐτοῦ λόγον οὕτως εἶπε· «καὶ περὶ μὲν κενοῦ πῶς ἔστι καὶ πῶς οὐκ ἔστι, διωρίσθω», ὅτι ὡς μὲν λέγουσιν οἱ τιθέντες αὐτὸ οὐκ ἔστιν, ὡς δὲ ὕλην οὐδὲν κωλύει τὸ κενὸν εἶναι. παραπλησίαν δὲ ἔχει τὴν πίστιν καὶ τὴν ἀπιστίαν τῷ τόπῳ τὸ κενόν φησιν, ἐπειδὴ οἱ τὸ κενὸν τιθέντες τόπον ἔλεγον αὐτὸ σώματος ἐστερημένον καὶ ἀπὸ τῶν κατὰ τόπον κινουμένων μάλιστα καὶ οὗτοι τὴν πίστιν ἐποιοῦντο τοῦ κενοῦ ὥσπερ καὶ τοῦ τόπου. οἱ οὖν διάστημα κενὸν τὸν τόπον λέγοντες ταὐτὸν λέγοντες τὸ κενὸν καὶ τὸν τόπον τὴν αὐτὴν πίστιν καὶ ἀπιστίαν ἔχουσιν ἐπιφερομένην τῇ ἑαυτῶν θέσει. ὅτι δὲ καὶ αὐτὸς διὰ τοῦτο παραπλησίαν ᾠήθη τὴν πίστιν καὶ τὴν ἀπιστίαν, ἐδήλωσεν ἐπαγαγὼν οἷον γὰρ τόπον καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες. ἐφιστάνει δὲ καλῶς, ὅτι τὸ αὐτὸ ἔχον μὲν ἐν ἑαυτῷ τὸ σῶμα, οὗ δεκτικόν ἐστι, πλῆρες λέγεται, ἐστερημένον δὲ αὐτοῦ, κενόν· τόπος δὲ τὸ αὐτὸ καθόσον δεκτικός· ὥστε τὸ αὐτὸ τῷ ὑποκειμένῳ καὶ κενόν ἐστι καὶ πλῆρες καὶ τόπος, τῷ δὲ λόγῳ διαφέρουσι. δῆλον δὲ ὅτι οὐ τὸ πλῆρες ταὐτόν ἐστι κατὰ τὸ ὑποκείμενον τῷ τε κενῷ καὶ τῷ τόπῳ, ἀλλὰ τὸ διάστημα. τοῦτο γὰρ ποτὲ μὲν πλῆρές ἐστι, ποτὲ δὲ κενόν. καὶ τόπος τὸ αὐτὸ ὡς δεκτικόν, ἀλλʼ οὐχ ᾗ πεπληρωμένον, οὐδὲ ᾗ κενόν. δεῖ δέ, φησί, τὸν ζητοῦντα εἰ ἔστιν ἢ μὴ καὶ τί ἐστιν, ἐπισκέψασθαι πρῶτον ἃ λέγουσιν οἱ λέγοντες εἶναι, εἶτα ἃ λέγουσιν οἱ λέγοντες μὴ εἶναι. ἐκ τούτων γὰρ ἔσται δῆλον, εἴτε ἔστιν εἴτε μή, τοῖς ἀληθέστερα λέγουσι προστιθεμένων ἡμῶν διὰ τοῦ τὰς κοινὰς ἐννοίας ἤτοι τὰς δόξας ἀνερευνήσασθαι περί τε τοῦ τόπου καὶ τοῦ κενοῦ καὶ τοῦ διαστήματος ἁπλῶς· ἔθος γὰρ αὐτῷ ταῖς κοιναῖς ἐννοίαις κριτηρίῳ χρωμένῳ πρὸς ταύτας παραβάλλειν καὶ βασανίζειν τὰς ἀντικειμένας δόξας· ὅτι δὲ καὶ φύσει προηγούμενός ἐστιν ὁ περὶ τόπου λόγος τοῦ περὶ κενοῦ, <!-- 9.647 -->δῆλον, εἴπερ ὁ τόπος κοινότερός ἐστι τοῦ τε πλήρους καὶ τοῦ κενοῦ· καὶ γὰρ τόπος ὁ μὲν κενός ἐστιν, ὁ δὲ πλήρης. προηγεῖται δὲ τὰ κοινὰ τῶν ἰδίων. καὶ μέντοι ὁ μὲν τόπος ἕξει ἔοικε κατὰ τὸ δεκτικὸν ἀφωρισμένος, εἴτε ἔχει τι εἴτε μή, τὸ δὲ κενὸν στερήσει· ὑστέρα δὲ πανταχοῦ τῆς ἕξεως ἡ στέρησίς ἐστιν. οὔτε οὖν ταὐτόν ἐστι τόπος καὶ κενόν· οὔτε γὰρ ὁ τόπος ἐστὶ κενόν, εἴπερ τόπος ὁ μὲν κενός ἐστιν, ὁ δὲ πλήρης, κενὸν δὲ καὶ πλῆρες οὐκ ἂν εἴη τὸ αὐτό, οὔτε τὸ κενὸν τόπος καθὸ κενόν, ἀλλὰ καθὸ δεκτικόν ἐστι καὶ ἐπιτηδείως ἔχει πρὸς τὴν ὑπὸ τοῦ σώματος πλήρωσιν.

Οἱ μὲν οὖν πειρώμενοι δεικνύναι ὅτι οὐκ ἔστιν ἕως τοῦ ἀλλʼ οἱ φάσκοντες εἶναι μᾶλλον.

Προθέμενος εἰπεῖν ἅ τε λέγουσιν οἱ φάσκοντες εἶναι τὸ κενὸν καὶ ἃ λέγουσιν οἱ μὴ εἶναι φάσκοντες, καὶ πρώτους τοὺς φάσκοντας εἶναι ὁρμήσας προχειρίσασθαι καὶ παραστῆναι τῷ λόγῳ, καὶ πιθανὸν αὐτὸν ὥσπερ εἴωθεν ἐπιδεῖξαι πρὸ τοῦ τὰ ἐπιχειρήματα θεῖναι τὰ τοιαῦτα, τοὺς ἐπιχειροῦντας μὲν ἐλέγχειν αὐτά, μὴ καλῶς δὲ πρὸς αὐτὰ ὑπαντῶντας διελέγχει. καὶ οὕτως πρώτους παράγει τοὺς μὴ φάσκοντας εἶναι ἅμα καὶ δεικνύς, πρὸς ποίαν ἔννοιαν τοῦ κενοῦ χρὴ διαμάχεσθαι, ὅτι οὐχ ἣν λέγουσιν οἱ πολλοί, μόνα νομίζοντες εἶναι σώματα τὰ ἀντιτυποῦντα, τὸν δὲ τοῦ λεγομένου ἀέρος τόπον πάντα κενὸν λέγοντες ὡς τοῦ ἀέρος μηδὲν ὄντος· οἱ γοῦν περὶ Ἀναξαγόραν ἀναιρεῖν οἴονται τὸ εἶναί τι κενόν, εἰ μόνον δείξαιεν, ὅτι ἔστι τι ὁ ἀήρ· καὶ ἐδείκνυον ὅτι καὶ σῶμά ἐστι καὶ ἀντίτυπον σῶμα εἰς τοὺς ἀσκοὺς συνθλίβοντες αὐτόν. ἢ καταλληλότερον ἔστιν ἀκούειν τοῦ Ἀριστοτέλους λέγοντος ὡς τοὺς πεφυσημένους παραφερόντων καὶ δεικνύντων ὅπως δύσκολόν ἐστι τὸ στρεβλοῦν αὐτοὺς ἐγκειμένου τοῦ ἀέρος, καίτοι τοὺς μὴ πεφυσημένους στρεβλοῦν πάνυ ῥᾴδιόν ἐστι. καὶ μέντοι καὶ τὰς κλεψύδρας ἐπιδεικνύντες, τουτέστι τοὺς ἅρπαγας, ὅταν μὲν ἔχωσιν ἀέρα μὴ δεχομένας ὕδωρ· ἐκμυζηθέντος δὲ αὐτοῦ εὐθέως ἁρπάζουσι τὸ ὕδωρ, καὶ οὐ πρότερον ἀφιᾶσι, πρὶν τὸν ἐπιπωματίζοντα τὴν ὀπὴν δάκτυλον ἀφελών τις τῷ ἐξιόντι ὕδατι ἀνάλογον εἰσελθεῖν ἀέρα συγχωρήσῃ· οἱ οὖν οὕτως ἀντειπόντες τῷ κενῷ, ὅτι μὲν ἠπατῶντο οἱ τὸν τοῦ ἀέρος τόπον κενὸν λέγοντες, ἤλεγχον αὐτούς· ὅτι δὲ μὴ ἔστι κενόν — τοῦτο γὰρ οἴονται κενὸν οἱ ἄνθρωποι τὸ διάστημα, ἐν ᾧ μηδέν ἐστιν αἰσθητὸν σῶμα —, οὐκ <!-- 9.648 -->ἤλεγχον. ἐπειδὴ δὲ τὸ ὂν ἅπαν σῶμα εἶναι νομίζουσιν, ὑποβεβληκότες ὡς ταὐτὸν ὂν τὸ μηδὲν καὶ τὸ μὴ σῶμα, κενὸν λέγουσι τὸ διάστημα, ἐν ᾧ μηδέν ἐστι, ταύτην ἔχοντες ἔννοιαν περὶ τοῦ κενοῦ. τὸ δὲ τὸν ἀέρα μὴ εἶναι σῶμα, καὶ διὰ τοῦτο μηδὲν εἶναι ἐν τῷ διαστήματι τῷ τὸν ἀέρα ἔχοντι, τοῦτο ἀπατώμενοι λέγουσιν. ἔδει οὖν οὐ πρὸς ἐκεῖνο ὑπαντᾶν, ὅπερ ἀπατώμενοι λέγουσιν, ἀλλὰ πρὸς αὐτὴν τὴν περὶ τοῦ κενοῦ ἔννοιαν δεικνύντας, ὅτι οὐκ ἔστι τι διάστημα ἄλλο παρὰ τὸ ἐν αὐτοῖς τοῖς σώμασι — τοῦτο γὰρ δηλοῖ τὸ οὔτε χωριστόν. κἂν γὰρ πλῆρες ᾖ, ἄλλο δὲ παρὰ τὰ σώματα, χωριστὸν τῶν σωμάτων ἐστί —, καὶ ὅτι τοῦτο ἐν ὑποστάσει οὐκ ἔστιν, ἀλλὰ κατὰ μόνην ἐπίνοιαν, ὅπερ δηλοῖ τὸ οὔτε ἐνεργείᾳ ὄν. ἐκεῖνοι γὰρ ἔλεγον ἐνεργείᾳ τι τοιοῦτον εἶναι διάστημα, ὃ μεταξὺ τῶν σωμάτων ὑπάρχον οὐκ ἐᾷ συνεχῆ εἶναι τὰ σώματα, ὡς οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον ἔλεγον, οὐ μόνον ἐν τῷ κόσμῳ κενὸν εἶναί τι λέγοντες, ἀλλὰ καὶ ἔξω τοῦ κόσμου, ὅπερ δῆλον ὅτι τόπος μὲν οὐκ ἂν εἴη, αὐτὸ δὲ καθʼ αὑτὸ ὑφέστηκε. ταύτης δὲ τῆς δόξης γέγονε καὶ Μητρόδωρος ὁ Χῖος, καὶ τῶν Πυθαγορείων τινές, ὡς μετʼ ὀλίγον αὐτὸς ἐρεῖ· ὕστερον δὲ καὶ Ἐπίκουρος. ὁ μέντοι Πορφύριος οὐ γράφει οὔτε χωριστὸν οὔτε ἐνεργείᾳ ὄν, ἀλλʼ οὔτε ἀχώριστον αὐτῶν οὔτε χωριστόν. «ἀχώριστον μὲν γὰρ ἔθεντο, φησίν, αὐτὸ οἱ περὶ τὸν Δημόκριτον, διόπερ μηδὲ συνεχὲς τὸ πᾶν μεσολαβουμένων τῶν σωμάτων ὑπὸ τοῦ κενοῦ· χωριστὸν δὲ οἱ λέγοντες ἔξω τοῦ κόσμου κενόν, συνεχὲς δὲ ἀπολείποντες τὸ πᾶν, ὡς οἱ Πυθαγορικοί.» ἀμείνων δὲ οἶμαι ἡ προτέρα γραφή· ἔχει δὲ καὶ αὕτη λόγον· καὶ γὰρ τῶν περὶ τοῦ κενοῦ δοξαζόντων οἱ μὲν χωριστὸν αὐτὸ καθʼ ἑαυτὸ ἔλεγον εἶναι διʼ ὅλου τε τοῦ κόσμου χωροῦν καὶ ὑπὲρ τὸν κόσμον ἐκτεινόμενον συνεχὲς ἑαυτῷ ὄν. οἱ δὲ ἐν τοῖς σώμασι πανταχοῦ παρεσπαρμένον κατὰ μικρὰ καὶ ταύτῃ δοκοῦν ἀχώριστον. διὸ καὶ τῶν ἐφεξῆς τεττάρων ἐπιχειρημάτων τὸ μὲν ἀπὸ τῆς κινήσεως καὶ τῆς αὐξήσεως τὸ πρῶτον κενὸν εἰσάγει, τὸ δὲ ἀπὸ τῆς πιλήσεως καὶ τῆς τέφρας τὸ δεύτερον· ὥστε οἱ διὰ τοῦ δεικνύναι ὅτι ἔστι τι ὁ ἀὴρ βουλόμενοι πρὸς τὸ κενὸν ἐνίστασθαι οὐκ ἐπὶ τὰς οἰκείας θύρας καὶ οἷον εἰσόδους πρὸς τὴν ἔννοιαν ταύτην ἔρχονται τοῦ κενοῦ, ἀλλὰ παρὰ θύρας, τουτέστιν ἔξωθεν καὶ ἐπʼ ἄλλας θύρας, ἢ οἷον διὰ τοίχου τινὸς εἰσιέναι πειρῶνται τοῦ μὴ εἰσάγοντος· ἐπὶ τούτων γὰρ καὶ ἡ παροιμία λέγεται· οὗτοι οὖν οὐ κατὰ θύρας ὑπαντῶσιν, ἀλλʼ ἐκεῖνοι μᾶλλόν εἰσι πιθανώτεροι οἱ λέγοντες εἶναι τὸ κενόν, ὧν ἑξῆς τὰ ἐπιχειρήματα τίθησιν.

<!-- 9.649 -->

Λέγουσι δὲ ἓν μέν, ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἂν εἴη ἕως τοῦ ἕνα μὲν οὖν τρόπον ἐκ τούτου δεικνύουσιν ὅτι ἔστι τὸ κενόν.

Τέτταρα τίθησιν ἐπιχειρήματα τῶν τὸ κενὸν εἶναι λεγόντων ἓν μὲν κατὰ τὴν ἔννοιαν τοῦ χωριστοῦ κενοῦ, τὰ δὲ τρία κατὰ τὴν τοῦ παρεσπαρμένου ἐν τοῖς σώμασι, καὶ πέμπτον ἐπʼ αὐτοῖς ἐπάγει τὸ παρὰ τοῖς Πυθαγορείοις δοξαζόμενον· τῶν δὲ τεττάρων τὸ πρῶτον τοιοῦτόν τί ἐστιν ἐκ διαιρετικοῦ τινος ὡρμημένον τοῦ λέγοντες, ὅτι ἡ κατὰ τόπον κίνησις, ἥτις ἔν τε τῇ φορᾷ θεωρεῖται καὶ ἐν τῇ αὐξήσει, ἢ διὰ κενοῦ τοῦ μεταξὺ γίνεται ἢ διὰ πλήρους· ἀλλὰ μὴν οὐ διὰ πλήρους, ὡς δειχθήσεται· διὰ κενοῦ ἄρα, καὶ ἔστι τὸ κενόν. καὶ ὅτι μὲν διά τινος τοῦ μεταξὺ τὴν κίνησιν ἀνάγκη γίνεσθαι, αὐτόπιστον δοκεῖ τοῖς ἐννοοῦσιν, ὅτι ἡ ἀπό τινος ἐπί τι τοπικὴ μετάστασις τοῦ τε ἀφʼ οὗ καὶ τοῦ εἰς ὃ διεστηκότων ἀλλήλων διά τινος τοῦ μεταξὺ γίνεται διαστήματος. ὅτι δὲ πᾶν διάστημα ἢ πλῆρες ἢ οὐ πλῆρες ἀνάγκη εἶναι, πρόδηλον· ἀντιφατικὴ γάρ ἐστιν ἡ διαίρεσις· τὸ δὲ οὐ πλῆρες πάντως κενόν. ὅτι δὲ διὰ πλήρους ἀδύνατον γίνεσθαι τὴν κίνησιν, διʼ ὑποθετικοῦ δείκνυσι συλλογισμοῦ οὕτως· εἰ διὰ πλήρους ἡ τῶν σωμάτων κατὰ τόπον γίνεται κίνησις, σῶμα διὰ σώματος χωρήσει, καὶ τὸ μικρότατον δέξεται τὸ μέγιστον· ἀλλὰ μὴν τοῦτο ἀδύνατον τὸ ἐν κυαθιαίῳ ὕδατι χωρηθῆναι τὴν θάλασσαν· ἀδύνατον ἄρα καὶ τὸ ἡγούμενον τὸ διὰ πλήρους γίνεσθαι τὴν κίνησιν. καὶ τὸ μὲν συνημμένον, ὅτι τὸ μικρότατον δέξεται τὸ μέγιστον, δείκνυσι διὰ τοῦ «εἰ δέχεται ὅλως ἄλλο σῶμα τὸ ἐξ ἀρχῆς ὡς δύνασθαι ἐν τῷ αὐτῷ διαστήματι δύο εἶναι σώματα, δέξεται καὶ ταῦτα τρίτον ἄλλο διὰ τοῦ διπλοῦ χωροῦν καὶ τὸ ὅλον πάλιν ἄλλο τέταρτον καὶ ἐφεξῆς ὁποσαοῦν». οὐ γὰρ ἄν τις αἰτίαν εἴποι, διʼ ἣν ἓν μὲν ἐδέξατο, πλείω δὲ οὔ — πλῆρες γὰρ τὸ ἓν ἦν ὡς καὶ τὰ δύο· δέξεται ἄρα καὶ τὸ μέγιστον, ἐπειδὴ τὸ μέγα δύναται εἰς πολλὰ ἴσα τῷ μικρῷ τῷ ἐξ ἀρχῆς ὑποκειμένῳ διαιρεθῆναι. πολλὰ γὰρ μικρὰ τὸ μέγα ἐστίν, ὥς φησιν, ἑκάστου τῶν ἐν τῷ μεγάλῳ μικρῶν τῶν ἴσων τῷ ὑποκειμένῳ γινομένου ἐν τῷ ἐξ ἀρχῆς μικρῷ, καὶ τὸ ὅλον ἂν ἐν αὐτῷ γένοιτο καὶ τὸ μικρότατον δέξεται τὸ μέγιστον, ὅπερ ἐστὶν ἐναργῶς ἄτοπον· δῆλον δὲ ὅτι εἰ τὰ ἴσα δέχοιτο ἑαυτῷ καὶ τὰ ἄνισα δέξεται· τὰ γὰρ πλείονα ἴσα ἄνισον ποιεῖ. δέχεται οὖν καὶ τὰ ἄνισα, ὥστε καὶ τὰ μέγιστα. καίτοι καὶ αὐτὸ τὸ τὰ ἄνισα δέχεσθαι ἄτοπον. διὸ οὐδὲ αὐτὸ παρῆκεν. ὅτι δὲ παλαιὸς οὗτος ὁ λόγος ἦν ὁ τὸ κενὸν ἐκ τῆς κινήσεως εἰσάγων, <!-- 9.650 -->πιστοῦται διὰ τοῦ καὶ Μέλισσον ὡς ἐναργεῖ χρώμενον τῷ συνημμένῳ τῷ λέγοντι, εἰ κινεῖται τὸ ὄν, διὰ κενοῦ κινεῖσθαι, εἶτα προσλαμβάνοντα τὸ «ἀλλὰ μὴν οὐκ ἔστι κενόν» ἐπάγειν τὸ «οὐ κινεῖται ἄρα τὸ ὄν». καὶ ὅτι μὲν οὕτω πως ἐρωτᾷ τὸν λόγον ὁ Μέλισσος, δῆλον. ἐρωτᾷ δὲ αὐτὸν οὐ περὶ τοῦ σωματικοῦ οὐδὲ περὶ τοῦ μερικοῦ ὄντος, ἀλλὰ περὶ τοῦ νοητοῦ καὶ ὁλοτελοῦς. ἐκεῖνο γὰρ καὶ ἓν καὶ ἀκίνητον εἶναι βούλεται, τὸ ἀκίνητον οἶμαι δεικνὺς διὰ τοῦ πάντα αὐτὸ εἶναι καὶ μηδὲν εἶναι παρʼ αὐτό, ἐφʼ οὗ ἐκστήσεται διὰ κενοῦ· οὐ γάρ ἐστι τὸ κενὸν ἐκεῖ, τάχα δὲ οὐδὲ ἑτερότης, εἴπερ πάντα αὐτό ἐστι. καὶ τὸ μὴ ὂν ἐν τῷ παντελῶς ὄντι χώραν οὐκ ἔχει. κἂν γὰρ ἑτερότης ᾖ ἐκεῖ, καθʼ ἣν τὰ εἴδη διακέκριται ἀλλήλων, ἀλλὰ καὶ ἡ ἑτερότης ὄν. καὶ τὸ κενὸν οὐκ ἔχει χώραν ἐν τῷ παντελῶς ὄντι, ὥσπερ οὐδὲ τὸ μὴ ὄν.

  
ἀλλὰ σὺ τῆσδʼ ἀφʼ ὁδοῦ διζήσιος εἶργε νόημα,  
φησὶν ὁ μέγας Παρμενίδης.

Ἄλλον δὲ ὅτι φαίνεται ἔνια συνιόντα καὶ πιλούμενα ἕως τοῦ συνιόντος τοῦ πυκνουμένου σώματος.

Δεύτερον τίθησι λόγον τὸν ἀπὸ τῆς τῶν σωμάτων πιλήσεως. εἰ γὰρ τῆς αὐτῆς οὐσίας μενούσης συνιζάνει καὶ ἐκτείνεται τὰ σώματα, δῆλόν φασιν ὅτι κενῶν ὄντων μεταξὺ διαστημάτων ἡ κατʼ αὐτὰ σύμπτωσις γίνεται. τούτου δὲ τεκμήριον παρατίθεται τὸ τὸν πίθον μετὰ τῶν ἀσκῶν δέχεσθαι τὸν οἶνον· τοῦτο δὲ ὁ μὲν Ἀλέξανδρος ἤκουσεν, ὡς τοῦ πίθου, κἂν εἰς ἀσκοὺς ἐμβληθῇ ὁ πληρῶν αὐτὸν οἶνος, δέχεσθαι αὐτὸν μετὰ τῶν ἀσκῶν. μήποτε δὲ τοῦτο μὲν περιττὸν καὶ διὰ τὴν δυσκολίαν τῆς συνθέσεως· ἀλλʼ ὅτι ὁ αὐτὸς πίθος μεστὸς ὢν οἴνου καὶ τοὺς ἀσκοὺς τοὺς δεχομένους τὸν ἐν αὐτῷ οἶνον προσεμβληθέντας δέχεται καὶ οὐχ ὑπερχεῖται· ὃ ἀδύνατον ἦν, φασί, μὴ τοῦ οἴνου συμπιλουμένου· τοῦτο δὲ οὐκ ἂν ἐγένετο μὴ κενῶν ὄντων μεταξὺ διαστημάτων, ὧν συμπιπτόντων ἡ πίλησις ἀποτελεῖται. οἱ δὲ τὸ κενὸν τῆς πιλήσεως αἰτιώμενοι καὶ τὰ βαρέα τῶν κούφων ταύτῃ διαφέρειν φασὶ τῷ τὰ μὲν πλέον ἔχειν, τὰ δὲ ἔλαττον.

Ἔτι δὲ καὶ ἡ αὔξησις δοκεῖ γίνεσθαι πᾶσι διὰ κενοῦ ἕως τοῦ δύο δὲ σώματα ἀδύνατον ἅμα εἶναι.

Εἰπὼν ὅτι ἡ κατὰ τόπον κίνησις οὐκ ἂν γένοιτο μὴ ὄντος κενοῦ καὶ ὅτι τῆς κατὰ τόπον κινήσεως ἡ μέν ἐστι κατὰ αὔξησιν, ἡ δὲ κατὰ φοράν, <!-- 9.651 -->καὶ δείξας ἐπὶ τῆς κατὰ φορὰν τὸ εἰρημένον, νῦν λέγει, πῶς ἐδείκνυον ὅτι οὐδὲ ἡ κατὰ αὔξησιν κίνησις γένοιτο ἂν κενοῦ μὴ ὄντος. εἰ γὰρ ἡ μὲν αὔξησις γίνεται διὰ τροφῆς πάντῃ διιούσης, ἡ δὲ τροφὴ σῶμα, ἀνάγκη ἢ διὰ πλήρους γίνεσθαι ἢ διὰ κενοῦ· ἀλλὰ διὰ πλήρους ἀδύνατον, ὡς δέδεικται — σῶμα γὰρ διὰ σώματος οὐ χωρεῖ, ὥστε ἅμα εἶναι δύο σώματα· δῆλον οὖν ὅτι εἰς τὰ κενὰ τοῦ τρεφομένου γινομένη ἡ τῆς τροφῆς εἴσοδος πανταχῇ παρεσπαρμένα ποιεῖ πανταχόθεν αὔξεσθαι τὸ τρεφόμενον. τὸ δὲ δοκεῖ γίνεσθαι πᾶσι τὸ ἔνδοξον ἐνδείκνυται τῆς ἐπιχειρήσεως.

Μαρτύριον δὲ καὶ τὸ περὶ τῆς τέφρας ποιοῦνται, εἰ δέχεται ἴσον ὕδωρ ὅσον τὸ ἀγγεῖον κενὸν ὄν.

Τοῦτο κεῖται μὲν ὡς τέταρτον ἐπιχείρημα κατασκευαστικὸν τοῦ κενοῦ. ἔστι δὲ ταὐτόν πως τῷ περὶ τοῦ οἴνου καὶ τῶν ἀσκῶν ἀπὸ τῆς πιλήσεως τῶν σωμάτων καὶ αὐτὸ προσαγόμενον· ὡς γὰρ ὁ πίθος πρὸς τῷ οἴνῳ δέχεται τοὺς ἀσκοὺς διὰ τὸ πεπιλῆσθαι τὸν οἶνον, οὕτω τὸ τέφρας μεστὸν ἄγγος ἐπὶ τῇ τέφρᾳ ὕδωρ δέχεται συνιζανόντων τῶν ἐν τῇ τέφρα κενωμάτων. διαφέρει δὲ τοῦτο τὸ παράδειγμα τοῦ κατὰ τὸν οἶνον, ὡς οἶμαι, ὅτι ἐκεῖ μὲν πρὸς τῷ οἴνῳ καὶ τοὺς ἀσκοὺς ἐδέχετο τὸ αὐτὸ χώρημα οὐκ ἔχοντας ἴσον ὄγκον τῷ οἴνῳ, ἐνταῦθα δὲ καὶ ἡ τέφρα καὶ τὸ ὕδωρ ἱκανὰ καὶ καθʼ αὑτά ἐστι πληροῦν τὸ ἀγγεῖον, συμπιπτόντων δηλονότι τῶν ἐν ἑκατέρῳ πόρων, μᾶλλον δὲ τῶν μὲν ἐν τῷ ὕδατι συμπιπτόντων, τῶν δὲ ἐν τῇ τέφρᾳ τῶν μὲν συνιζανόντων, τῶν δὲ τὸ ὕδωρ δεχομένων ἐν ἑαυτοῖς.

Εἶναι δέ φασι καὶ οἱ Πυθαγόρειοι κενὸν ἕως τοῦ τὸ γὰρ κενὸν διορίζειν τὴν φύσιν αὐτῶν.

Διὰ τὸ τῶν Πυθαγορείων ἔνδοξον ὡς πέμπτον ἐπιχείρημα τὴν δόξαν αὐτῶν παρατίθεται πρὸς τὸ εἶναι κενόν. ἔλεγον γὰρ ἐκεῖνοι τὸ κενὸν ἐπεισιέναι τῷ κόσμῳ οἷον ἀναπνέοντι ἤτοι εἰσπνέοντι αὐτῷ ὥσπερ πνεῦμα ἀπὸ τοῦ ἔξωθεν περικεχυμένου· χρείαν δὲ παρέχεσθαι πρὸς τὸ μὴ συνεχῆ πάντα εἶναι τὰ σώματα ἀλλήλοις, ὡς ὁ Ἀλέξανδρος ἀκούει. ὁ μέντοι Ἀριστοτέλης οὐκ ἐπὶ σωμάτων ἤκουσεν, ἀλλὰ διορίζει, φησί, τὰς φύσεις, ὡς αἰτίου ὄντος τοῦ κενοῦ χωρισμοῦ τινος τῶν ἐφεξῆς καὶ τῆς διορίσεως αὐτῶν· τὰ γὰρ ἐφεξῆς ἀλλήλοις, ὧν μηδέν ἐστι μεταξύ, <!-- 9.652 -->ταῦτα διορίζει τὸ κενόν· ὅσα γὰρ ὑπʼ ἄλλων μεταξὺ διαλαμβάνεταί τινων, ταῦτα οὐχ ὑπὸ τοῦ κενοῦ ἀλλʼ ὑπʼ ἐκείνων χωρίζεται. τὴν δὲ τοῦ κενοῦ τοιαύτην δύναμιν ἐν τοῖς ἀριθμοῖς εἶναί τε καὶ φαίνεσθαι πρώτοις διορίζουσαν τὴν φύσιν αὐτῶν. τί γὰρ ἄλλο ἐστὶ τὸ διορίζον τὴν μονάδα τῆς δυάδος καὶ ταύτην τῆς τριάδος πλὴν τοῦ κενοῦ μηδεμιᾶς οὔσης μεταξὺ ὑποστάσεως;

Ἀλλὰ τίνα ἂν εἴη ταῦτα τὰ τῶν Πυθαγορείων αἰνίγματα; ἢ ὅτι ἡ ὑπὲρ τὸν σωματικὸν κόσμον διακριτικὴ τῶν ἐκεῖ εἰδῶν ἑτερότης ὑπὸ τοῦ κόσμου μετασχεθεῖσα τῶν ἐν αὐτῷ εἰδῶν τὴν διάκρισιν ἀπειργάσατο καὶ τὸν χωρισμόν, ἐκεῖ μὲν μὴ οὖσα κενόν — τὸ γὰρ καλὸν εἰ τύχοι ἕτερον τοῦ δικαίου, οὐχ ὅτι οὐκ ἔστι δίκαιον, ἀλλʼ ὅτι πάντα ἐστὶ κατὰ τὸ καλὸν διὰ τὴν ἐκεῖ ἕνωσιν, καὶ ὅτι ἐν τῷ παντελῶς ὄντι οὐκ ἔστι τὸ μὴ ὄν —, ἐνταῦθα δὲ ὁ χωρισμὸς γίνεται διὰ τὴν τοῦ μὴ ὄντος παρείσδυσιν. ἡ γὰρ μονὰς οὐκ ἔστι δυὰς καὶ ἡ δυὰς οὐκ ἔστι μονάς, καὶ τὸ μεταξὺ τοῦτο μὴ ὂν τοῦτό ἐστι τὸ κενόν, ὃ χωρίζει τὰ ἐν τῷ κόσμῳ εἴδη ὥσπερ τὰ ὑπὲρ τὸν κόσμον ἡ ἑτερότης ἡ ἐκεῖ ὂν οὖσα καὶ αὐτὴ καὶ μὴ λεγομένη μὴ ὄν — διὸ οὐδὲ κενόν —, αἴτιον δὲ ὂν τοῦ ἐνταῦθα κενοῦ. διὸ καὶ ἐκεῖνό πως μὴ ὂν ἐκάλεσεν ὁ ἐν Σοφιστῇ Πλάτων. ταῦτα μὲν οὖν τὰ ἐπιχειρήματα τέθεικεν ὁ Ἀριστοτέλης τῶν λεγόντων εἶναι τὸ κενόν. ὁ δὲ Λαμψακηνὸς Στράτων ταῦτα μὲν εἰς δύο συνήγαγε τὰ τέτταρα εἴς τε τὴν κατὰ τόπον κίνησιν καὶ εἰς τὴν τῶν σωμάτων πίλησιν, τρίτον δὲ προστίθησι τὸ ἀπὸ τῆς ὁλκῆς· τὴν γὰρ σιδηρῖτιν λίθον ἕτερα σιδήρια διʼ ἑτέρων ἕλκειν συμβαίνει, ὅταν ἐπισπάσηται τὸ ἐκ τῶν πόρων τοῦ σιδήρου ἡ λίθος, ᾧ σώματι καὶ συνέλκεται ὁ σίδηρος, καὶ οὗτος πάλιν τοῦ ἐφεξῆς ἕλκει καὶ οὗτος ἄλλου, καὶ οὕτως ὁρμαθὸς σιδηρίων ἀποκρεμάννυται τῆς λίθου.

Ἐξ ὧν μὲν οὖν οἱ μέν φασιν εἶναι οἱ δὲ οὔ φασι, σχεδὸν τοιαῦτα καὶ τοσαῦτά ἐστι.

Τῶν λεγόντων εἶναι τὸ κενὸν πλείονα παρέθετο ἐπιχειρήματα, πρὸ δὲ ἐκείνων τὸν τῶν ἀναιρούντων αὐτὸ λόγον ἐξέθετο τῶν περὶ Ἀναξαγόραν, ὃν καὶ παρὰ θύρας ἀπαντᾶν ἔλεγεν, οὐχ ὅτι μὴ ἔστι τὸ κενόν, ἀλλʼ ὅτι ὁ ἀὴρ σῶμά ἐστι δεικνύντα. εἰκότως οὖν νῦν ἄμφω τοὺς λόγους εἶπεν εἰρηκέναι τούς τε εἶναι τιθέντας τὸ κενὸν καὶ τοὺς μὴ εἶναι.

<!-- 9.653 -->

Πρὸς δὲ τὸ ποτέρως ἔχει δεῖ λαβεῖν, τί σημαίνει τοὔνομα ἕως τοῦ δεῖ γὰρ τόπον εἶναι, ἐν ᾧ σώματός ἐστι διάστημα ἁπτοῦ.

Καὶ τοὺς μὴ εἶναι τὸ κενὸν καὶ τοὺς εἶναι λέγοντας παραθέμενος εἰκότως λοιπὸν καιρὸν ἔχειν φησὶ διαιτᾶν αὐτοῖς, πότερον οὕτως ἢ ἐκείνως ἔχει τὸ πρόβλημα. ἀλλʼ ἐπειδὴ καὶ οἱ μὴ εἶναι, τάχα δὲ καὶ οἱ εἶναι δεικνύντες ἀδιάρθρωτον ἐφαίνοντο τὴν περὶ αὐτοῦ ἔννοιαν ἔχοντες, διὰ τοῦτο πρότερόν φησι δεῖν τί σημαίνει τοὔνομα διορίσασθαι· δῆλον γὰρ ὅτι τοῦτο τὸ πρόβλημα καὶ τοῦ εἰ ἔστι προηγεῖται, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς μεμαθήκαμεν. οὐ γὰρ δυνατὸν ζητεῖν εἰ ἔστι τι, οὗ μὴ πρότερον ἔννοιαν προὐβαλλόμεθα, ὥσπερ οὐδὲ τὸ τί ἐστι ζητεῖν δυνατὸν μὴ πρότερον ὅτι ἔστι πεισθέντας. διαφέρει δὲ τοῦ τί ἐστι τὸ τί σημαίνει τοὔνομα, ὅτι τοῦτο μὲν ἀπὸ τῶν τῇ περὶ αὐτοῦ ἐννοίᾳ ὑπαρχόντων εἴληπται εἴτε ἔστιν εἴτε μὴ τὸ σημαινόμενον, ὡς ἐπὶ τοῦ κενοῦ νῦν φανήσεται καίτοι μὴ ὄντος, τὸ δὲ τί ἐστιν ἀπὸ τῶν αὐτῷ τῷ πράγματι ὑπαρχόντων. διὸ καὶ πάντως εἶναι χρὴ ἐκεῖνο ἐφʼ οὗ τὸ τί ἐστι σκοποῦμεν. καὶ προηγεῖται τὸ εἰ ἔστι πρόβλημα τοῦ τί ἐστιν. ὁ δὲ Ἀλέξανδρος «ὡς ἐπὶ τοῦ τόπου, φησί, πρῶτον ἐξέθετο τί ἐσήμαινε τὸ ἔν τινι ὄν, οὕτως καὶ ἐνταῦθα ζητεῖ τί σημαίνει τὸ κενόν.» μήποτε δὲ ἐπὶ τοῦ τόπου διὰ τὸ ὁμολογεῖσθαι τὴν ἔννοιαν οὐκ ἐδεήθη προλαβεῖν τὸ τί σημαίνει τοὔνομα, οὐδὲ πρὸς τοῦτο προελήφθη ἡ τῶν σημαινομένων τοῦ ἔν τινι ἀπαρίθμησις, ἀλλὰ πρὸς τὸ διορίσαι καὶ τὸ γένος τοῦ ἐν τόπῳ καὶ τὸ ἐν τόπῳ τῶν ἄλλων τοῦ ἔν τινι σημαινομένων καὶ μάλιστα τοῦ ὡς ἐν ὅλῳ. λέγει οὖν πρῶτον, τί δοκεῖ σημαίνειν τὸ τοῦ κενοῦ ὄνομα, ὅτι τόπος εἶναι δοκεῖ κατὰ κοινὴν δόξαν ἐν ᾧ μηδέν ἐστι. τί δὲ αἴτιον τοῦ οὕτως δοκεῖν, ἀλλὰ μὴ ἐν ᾧ μηδέν ἐστι σῶμα, ἐπάγει· ἐπειδὴ γὰρ πᾶν τὸ ὂν σῶμα λέγουσιν οἱ φυσιολογοῦντες ἢ οἱ μήπω τὴν ἀσώματον θεασάμενοι φύσιν, δῆλον ὅτι τὸ μὴ σῶμα ὂν οὐδὲν εἶναί φασι. ταὐτὸν οὖν ἔστιν εἰπεῖν ἐν ᾧ μηδέν ἐστι σῶμα καὶ ἐν ᾧ μηδέν ἐστι. καὶ οὐδὲ τούτῳ ἀρκοῦνται. ἀλλʼ ὥσπερ πᾶν τὸ ὂν σῶμα εἶναι λέγουσιν, οὕτως καὶ πᾶν σῶμα ἁπτὸν εἶναί φασι. διὸ τὸν ἀέρα οὔτε σῶμα οὔτε ὂν ἔλεγον. ἐπεὶ οὖν ἁπτόν ἐστι πᾶν ὅπερ βάρος ἔχει ἢ κουφότητα, ἐκ συλλογισμοῦ συμβαίνει λέγειν αὐτοὺς κενὸν εἶναι, ἐν ᾧ μηδέν ἐστι βαρὺ ἢ κοῦφον. ὥστε καὶ ἐν ᾧ ἐστιν ἀήρ. καὶ εἴπερ οὕτω λέγοιεν ἀδιορίστως τὸ ἐν ᾧ τιθέντες, ἕπεται καὶ τὸ σημεῖον αὐτοὺς καὶ τὴν γραμμὴν καὶ τοὺς ἀριθμοὺς κενὸν λέγειν. οὐ γάρ ἐστί τι βαρὺ ἢ κοῦφον ἐν τούτοις, κἂν ἄλλα τινὰ αὐτοῖς ἐνυπάρχῃ. ἀλλʼ οὕτως οὐ συνέσονται τῇ τοῦ κενοῦ ἐννοίᾳ. τόπος <!-- 9.654 -->γὰρ εἶναι βούλεται καὶ διάστημα τὸ κενόν, ἐν ᾧ σώματός ἐστι διάστημα ἁπτοῦ. ἀλλʼ οὐ τότε ἐστὶ κενόν, ὅτε ἐν αὐτῷ ἐστι τὸ σῶμα, ἀλλʼ ὅταν οὕτως ἔχῃ, ὡς δύνασθαι εἶναι ἐν αὐτῷ σῶμα. οὐκ ἔστι δὲ τὸ σημεῖον τοιοῦτον. καὶ δῆλον ὅτι τὸ ἄτοπον συνήχθη ἀπὸ τοῦ ἀδιορίστως εἰπεῖν ἐν ᾧ, μὴ συνεκφήναντας, ὅτι διάστημά τι χρὴ εἶναι. διὸ καταφρονήσας τῆς τῶν οὕτως ὑποθεμένων εὐκολίας, καὶ πρὸς τὴν ἔννοιαν τραπεὶς τοῦ κενοῦ οὕτως τὰ ἐφεξῆς ἐπάγει διάστημα αὐτὸ ὑποτιθέμενος.

Ἀλλʼ οὖν φαίνεται λέγεσθαι τὸ κενὸν ἕως τοῦ εἰ δὲ μή, οὔ.

Εἰπὼν τὸ ἑπόμενον τῇ ἀδιορίστως εἰρημένῃ σημασίᾳ τοῦ κενοῦ ἄτοπον ἐπάγει καὶ τοὺς ὡς διάστημα λέγοντας τὸ κενὸν τὸ πλῆρες — ἢ μὴ πλῆρες — αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν· γράφεται γὰρ ἑκάτερον. τοῦτο δὲ ὡς διάστημα λαμβάνεται, ὡς δηλοῖ καὶ ἡ ἐφεξῆς ἀπορία ἡ λέγουσα εἰ ἔχοι τὸ διάστημα. καὶ εἰ μὲν εἴη γεγραμμένον τὸ μὴ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν, λέγοι ἂν διάστημά τι πεφυκὸς μὲν δέχεσθαι αἰσθητὸν σῶμα κατὰ τὴν ἁφὴν καὶ πληροῦσθαι ὑπʼ αὐτοῦ, μὴ δεδεγμένον δὲ μηδὲ πεπληρωμένον. εἰ δὲ εἴη τὸ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν, καὶ οὕτως ὡς πεφυκὸς πληροῦσθαι ἀκουστέον, ἀλλʼ οὐχ ὡς πεπληρωμένον. ὅπερ διεσάφησεν εἰπὼν ἢ δῆλον ὅτι εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν. εἴτε δὲ οὕτως εἴτε ἐκείνως, τὸ ἐπιφερόμενον ἄπορον τοιοῦτόν ἐστιν· εἰ τὸ διάστημα ἐκεῖνο κατὰ μὲν τὴν ἁφὴν αἰσθητὸν σῶμα μὴ ἔχοι, χρῶμα δὲ ἢ ψόφον ἢ ἄλλην τινὰ ποιότητα κατʼ ἄλλην αἴσθησιν ἀντιληπτὴν ἔχειν ὑποτεθῇ, ἆρα κενόν ἐστι τοῦτο ἢ οὔ; εἰ μὲν γὰρ κενὸν λέγοιτο, πῶς ἂν εἴη κενὸν τὸ ποιότητα αἰσθητὴν ἔχον; πῶς δὲ ἂν εἴη τὸ κενὸν αἰσθητόν; εἰ δὲ μὴ κενόν, ἔσται τι μὴ κενὸν καίτοι μὴ ὂν πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. ἰδοὺ γὰρ τὸ διάστημα ἐκεῖνο τὸ χρῶμα ἔχον ἢ ψόφον καὶ πεφυκὸς πληροῦσθαι ἁπτοῦ σώματος, εἴπερ διάστημα καὶ μὴ πεπληρωμένον, ὅμως λέγεται μὴ εἶναι κενόν. αὐτὸς δὲ τὸ ἄπορον εἰπὼν τὴν λύσιν ὡς ἀπʼ ἐκείνων τὴν ἐκείνοις προσήκουσαν ἐπήγαγε λέγων ἢ δῆλον ὅτι εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν, εἰ δὲ μὴ οὔ. τοῦτο δὲ μὴ προσποιουμένων ἐστὶ τὸ ἄτοπον εἶναι τὸ διάστημα ἐκεῖνο, κἂν δεκτικὸν εἴη ἁπτοῦ σώματος, μὴ τοῦτο δʼ ἔχοι, ἀλλὰ χρῶμα ἢ ψόφον ἢ ὅλως αἰσθητὴν ποιότητα, κενὸν λέγεσθαι.

Ὁ δὲ Ἀλέξανδρος «εἴπερ εἴη, φησί, γεγραμμένον τὸ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν», δύναται λέγειν τὸ μὴ κατʼ ἄλλην αἴσθησιν ἀλλὰ κατὰ μόνην τὴν ἁφήν· τοιοῦτον δὲ τὸν ἀέρα λέγειν αἰσθητὸν σῶμα <!-- 9.655 -->κατὰ τὴν ἁφήν, ἐπειδὴ ἦν τις περὶ κενοῦ δόξα λέγουσα κενὸν εἶναι τὸν ἀέρα ἁπτὸν ὄντα τῷ ῥοπήν τινα ἔχειν βάρους ἢ κουφότητος. ταύτην δὲ τὴν δόξαν οἱ περὶ τὸν Ἀναξαγόραν ἀνατρέπειν ἐπεχείρουν στρεβλοῦντες τοὺς ἀσκούς. καὶ εἴπερ εἴη, φησί, περὶ τοῦ ἀέρος λεγόμενον, τὸ ἀπορούμενον ἂν εἴη τοιοῦτον· εἰ οὗτος ὁ ἀήρ, ὃν κενὸν λέγουσι, προσλάβοι χρῶμα ἢ ψόφον ἤ τινα ἄλλῃ αἰσθήσει αἰσθητὴν ποιότητα διάφορον παρὰ τὴν ἁφήν, πότερον ἔτι μένει κενὸν ἢ οὔ; εἰ μὲν γὰρ ἔτι κενὸν λέγοιεν, οὐκ ἂν εἴη κενὸν τὸ πλῆρες αἰσθητοῦ κατὰ τὴν ἁφήν, ὡς ἐλέγετο, εἴπερ καὶ ἄλλα αἰσθητὰ ἔχον κενὸν ἔτι μεμένηκεν· εἰ δὲ μηκέτι κενὸς ὁ ἀὴρ εἴη τούτων τι προσλαβών, εἴη ἂν ποιοτήτων οὐ σωμάτων δεκτικὸν τὸ κενόν. οὕτως δὲ καὶ ἐν τόπῳ ἂν οὐ τὰ σώματα, ἀλλʼ αἱ ποιότητες γίγνοιντο”. καὶ αὐτὸς δὲ ὁ Ἀλέξανδρος ἔοικεν οὐκ ἀποδέχεσθαι ταύτην τὴν ἐξήγησιν. τοιγαροῦν καὶ τὸ ἐφεξῆς τὸ ἢ δῆλον εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν, εἰ δὲ μὴ οὔ οὐ τῷ ἀέρι καὶ τῷ κατʼ αὐτὸν κενῷ ἐφαρμόζειν φησίν, ἀλλὰ τῷ διαστήματι. καὶ γὰρ καὶ οἱ τὸν ἀέρα κενὸν λέγοντες τὸ διάστημα, ἐν ᾧ ὁ ἀήρ, κενὸν ἔλεγον ὡς τοῦ ἀέρος μηδὲν ὄντος, ὡς εἴ γε τὸν ἀέρα σῶμα αἰσθητὸν ἁφῇ ἐνόμιζον, οὐκ ἂν εἶπον κενὸν τὸ ἔχον αὐτὸν διάστημα. οὐδʼ ἂν οἱ περὶ Ἀναξαγόραν ἀνῄρουν τὸ κενὸν δεικνύντες εἶναι σῶμα τὸν ἀέρα καὶ ἰσχυρόν. διὰ γὰρ τοῦτο τὸ κενὸν ὁρίζεσθαι διάστημα πληροῦσθαι πεφυκὸς σώματος αἰσθητοῦ κατὰ τὴν ἁφήν, ἵνα τὸ τοῦ ἀέρος δεκτικὸν κενὸν ἀναφανῇ, τοῦ ἀέρος μὴ ὄντος σώματος αἰσθητοῦ κατὰ τὴν ἁφήν, ὡς ἐνόμιζον.

Λέγει δὲ ὁ Ἀλέξανδρος καὶ τρίτην τινὰ φέρεσθαι γραφὴν τὴν λέγουσαν τὸ πλῆρες ἀναισθήτου σώματος κατὰ τὴν ἁφήν. καὶ εἴη ἂν ἀναίσθητον σῶμα τὸ διάστημα λέγων τὸ τρεῖς ἔχον διαστάσεις καὶ διὰ τοῦτο σῶμα λεγόμενον καὶ πλῆρες, ἐπειδὴ σώματος ὁρισμὸς εἶναι δοκεῖ τὸ τὰς τρεῖς ἔχον σχεδὸν διαστάσεις. οὐδὲ ταύτῃ δὲ τῇ γραφῇ συνᾴδειν φησὶ τὴν ἐπαγομένην λύσιν ὁ Ἀλέξανδρος, οὐκ οἶδα διὰ τί, εἴπερ ὡς διάστημα εἴληπται· ἀλλὰ κατάλληλος ἡ προφορὰ διάστημα κενὸν εἰπεῖν τὸ πλῆρες ἀναισθήτου σώματος κατὰ τὴν ἁφήν. τὸν δὲ ἀέρα φησὶν Ἀλέξανδρος τῇ αὑτοῦ φύσει ἄλλαις μὲν αἰσθήσεσιν αἰσθητῶν ποιοτήτων μὴ μετέχειν, ἁπτὸν δὲ μόνον εἶναι· οὐ γὰρ ἂν ταῖς ἄλλαις αἰσθήσεσι διηκονεῖτο διʼ αὐτοῦ γινομέναις, εἰ παρενέφαινέ τινα αὐταῖς οἰκείαν ποιότητα. μέλας γὰρ ὢν εἰ τύχοι πῶς ἂν πρὸς τὴν τοῦ λευκοῦ διακομιδὴν ὑπηρετοῖτο; δῆλον δὲ ὅτι κατὰ ταύτην τὴν ἀπόδοσιν τοῦ κενοῦ τὴν λέγουσαν κενὸν εἶναι ἐν ᾧ μηδέν ἐστι σῶμα αἰσθητὸν ἁφῇ, τουτέστιν ἢ βαρὺ ἢ κοῦφον, καὶ εἴ τι διάστημά ἐστιν, ἐν ᾧ ὁ οὐρανός, κενὸν ἂν εἴη. τὸ γὰρ θεῖον καὶ κυκλοφορητικὸν σῶμα, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται, οὔτε βαρύ ἐστιν οὔτε κοῦφον. ἔοικε δὲ τὸ μὲν πρῶτον συναχθὲν ἄτοπον τὸ τὴν στιγμὴν κενὸν εἶναι <!-- 9.656 -->συνῆχθαι ἀπὸ τοῦ ἀδιορίστως ληφθῆναι τὸ ἐν ᾧ, τοῦτο δὲ ἀπὸ τοῦ ἁφῇ μόνῃ διορισθῆναι ἐκεῖνο ὃ μὴ ἔστιν ἐν τῷ κενῷ καὶ διὰ τοῦτο λέγεσθαι κενόν.

Ἄλλον δὲ τρόπον, ἐν ᾧ μὴ τόδε τί ἐστιν ἕως τοῦ τὸ δὲ κενὸν ζητοῦσιν ὡς χωριστόν.

Ἄλλην ἔννοιαν τοῦ κενοῦ παραδίδωσι κενὸν λέγουσαν, ἐν ᾧ μὴ ἔστιν οὐσία σωματική· τὸ γὰρ τόδε τι ἐξηγούμενος ἐπήγαγε μηδὲ οὐσία σωματική· διαφέροι δὲ ἂν αὕτη τῆς προτέρας ἡ σημασία τῷ ἐκεῖ μὲν κενὸν λέγεσθαι, ἐν ᾧ μηδέν ἐστι σῶμα αἰσθητὸν ἁφῇ, κατὰ τὴν ἀντιτυπίαν χαρακτηριζομένου τοῦ τοιούτου σώματος, ἣν τῷ ἀέρι μὴ ἐνορῶντες κενὸν ἔλεγον τὸ διάστημα ἐν ᾧ ἀήρ· ἐνταῦθα δὲ λέγεται κενόν, ἐν ᾧ μηδεμία ἐστὶν οὐσία σωματική, ἡ δὲ σωματικὴ οὐσία οὐ μόνον βάρος ἔχει καὶ κουφότητα, ἀλλὰ καὶ χρώματα καὶ σχήματα καὶ μεγέθη. διὸ κατὰ μὲν τὴν προτέραν ἀπόδοσιν τὸ διάστημα, ἐν ᾧ ὁ οὐρανός, κενὸν ἂν εἴη, ὅτι τὸ οὐράνιον σῶμα οὔτε βάρος ἔχει οὔτε κουφότητα· κατὰ δὲ ταύτην τὴν ἀπόδοσιν οὐκ ἂν εἴη κενόν, εἴπερ κενὸν μέν ἐστιν ἐν ᾧ μὴ ἔστι σώματος οὐσία, τὸ δὲ οὐράνιον σώματος οὐσία ἐστί· καὶ μήποτε τῷ ὄντι ἡ μὲν προτέρα ἀπόδοσις ἐκείνων ἦν τῶν βουλομένων τὸν ἀέρα μὴ εἶναι σῶμα διὰ τὸ μὴ εἶναι ἀντίτυπον καὶ διὰ τοῦτο τὸ διάστημα ἐν ᾧ ἐστιν ὁ ἀὴρ κενὸν οἰομένων, πρὸς οὓς καὶ Ἀναξαγόρας ἀντιλέγων ἠρκεῖτο δεικνύναι σῶμα τὸν ἀέρα. εἰ γὰρ κενὸν ἔλεγον ἐν ᾧ μηδὲν ἦν σῶμα ἀντίτυπον, ὁ δὲ ἀὴρ κἂν μὴ ἀντίτυπον ἀλλʼ ὅμως σῶμά ἐστι, καὶ τὸ ἐν ᾧ ἐστιν οὐ κενόν, δῆλον ὅτι οὐκ ἂν εἴη κενὸν νῦν λεγόμενον τὸ ὑπʼ αὐτῶν ἀποδεδομένον. ὑποθέμενος δὲ τοὺς τὸ κενὸν λέγοντας, ἐν ᾧ μὴ ἔστιν οὐσία τις σωματική, καὶ ταύτῃ δοκοῦντας ἀκριβέστερον λέγειν τῶν τῷ σώματι τὸ ἁπτὸν προσθέντων καὶ διὰ τοῦτο ἀτόπῳ περιπεσόντων, ἀπάγει καὶ τούτους εἰς τὸ τὴν ὕλην τὸ κενὸν λέγειν ὅταν καθʼ αὑτὴν ᾖ, διότι αὕτη ἐστὶν ἐν ᾗ τὸ σωματικὸν εἶδος ἐγγίνεται. οἱ οὖν ταύτην ἔχοντες ἔννοιαν τοῦ κενοῦ τὴν ὕλην λέγουσι τὸ κενόν. οἱ δὲ αὐτοὶ οὗτοι καὶ τόπον αὐτὴν λέγουσιν, ὥσπερ καὶ τὸ κενὸν λέγουσι τόπον, ὥστε κενὸν καὶ ὕλην καὶ τόπον ταὐτὸν τῷ ὑποκειμένῳ λέγειν. καὶ πρότερον μὲν ἐν τοῖς περὶ τόπου λόγοις ἤλεγξε τοὺς τόπον τὴν ὕλην λέγοντας. νῦν δὲ προχειρισάμενος τοὺς τὸ κενὸν ὕλην λέγοντας ἐπάγει καὶ τούτοις τὸ αὐτὸ ἄτοπον τὸ τὴν ὕλην καὶ τὸ κενὸν ταὐτὸν λέγειν, τὰς ἐναντίας αὐτῶν ἐννοίας παραδεικνύς, καθʼ ἃς ἡ μὲν ὕλη οὐκ ἔστι χωριστὴ τῶν πραγμάτων, ὧν ἐστιν ὕλη. τὸ δὲ κενὸν οἱ λέγοντες <!-- 9.657 -->ὡς χωριστὸν ζητοῦσιν ἐκείνου τοῦ ἐν αὐτῷ πεφυκότος γίνεσθαι σώματος, ὡς ἐν δευτέρῳ σχήματι καὶ ἐνταῦθα δείκνυσθαι τὸ κενὸν μὴ ὂν ὕλην, τὸ δὲ τόπον πως ὑπὸ τοῦ ὀνόματος τοῦ κενοῦ σημαίνεσθαι συγχωρεῖ.

Ἐπεὶ δὲ περὶ τοῦ τόπου διώρισται ἕως τοῦ οἷον τὸν τόπον φασί τινες εἶναι.

Τὰς διαφόρους τοῦ κενοῦ δοκούσας ἐννοίας ἐκθέμενος πάσας εἰς ἓν τὸ αὐτὸ τείνειν ὑπέδειξε, τὸ τόπον τινὰ εἶναι τὸ κενὸν ἐστερημένον σώματος. εἴτε γὰρ τόπος ἐν ᾧ μηδέν ἐστιν, εἴτε διάστημα τὸ μὴ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν, εἴτε τὸ ἐν ᾧ μὴ τόδε τι μηδὲ οὐσία σωματική, κατὰ πάσας ταύτας τὰς ἀποδόσεις τὸ κενὸν διάστημά τι καὶ τόπος ἐστὶ σώματος ἐστερημένος. καὶ γὰρ τὸν μὲν τόπον ὡς τόπον, ἐπειδή τινος ὁ τόπος, ὅταν δέξηται σῶμα, τότε νοοῦμεν, τὸ δὲ κενόν, ὅταν μήπω δέξηται σῶμα. τὸ μέντοι εἶναι διαστήμασι κεχωρισμένοις τῶν σωμάτων ἀμφοτέροις ὑπάρχει καὶ τῷ κατʼ αὐτὸν τόπῳ καὶ τῷ κενῷ. ἐπεὶ οὖν δέδεικται περὶ τοῦ τόπου, ὅτι ὡς μὲν πέρας τοῦ περιέχοντος ἔστιν, ὡς δὲ διάστημά τι καθʼ αὑτὸ οὐκ ἔστι, τότε μὲν σύμμετρον ἐδείχθη τῷ περὶ τόπου λόγῳ, ὅτι οὐκ ἔστι τοῦτο διάστημα· νῦν δὲ ἐπειδὴ αὐτὸ τοῦτο πρόκειται σκοπεῖν, λοιπὸν μετὰ τὸ τί σημαίνει τοὔνομα τοῦ κενοῦ, εἰ ἔστιν ὅλως τὸ κενόν, τουτέστι τὸ διάστημα τὸ εἰρημένον, χρὴ δεῖξαι λοιπὸν ὅτι οὐκ ἔστι τι τοιοῦτον οὔτε μὴ ἔχον ἐν ἑαυτῷ σῶμα, ὅπερ σημαίνει τὸ κεχωρισμένον, οὔτε ἔχον ὅπερ τὸ ἀχώριστον· καὶ γὰρ τῶν λεγόντων τὸ κενὸν οἱ μὲν οὕτως ἔλεγον ὡς εἶναί τι καθʼ αὑτό, τὸ μὲν ἀεὶ μηδὲν ἔχον σῶμα ὡς τὸ ἔξω τοῦ οὐρανοῦ, τὸ δὲ ποτὲ ὡς τὸ ἐν τοῖς μανοῖς καὶ τὸ διαλαμβάνον τὰ σώματα πρὸς τὸ μὴ συνεχισθῆναι· οἱ δὲ ὡς ἔχον μέν τινα καὶ καθʼ αὑτὸ φύσιν τοῦτο τὸ διάστημα, ἀεὶ δὲ σώματος πεπληρωμένον. δύναται δὲ κεχωρισμένον μὲν τὸ εἰρημένον ἔξω τοῦ οὐρανοῦ παρʼ αὐτῶν λέγειν, ἀχώριστον δὲ τὸ τοῖς σώμασιν ἐμφερόμενον, ἀλλʼ οὐχὶ τὸ ἀεὶ ἔχον σῶμα. αὕτη γὰρ ἡ ὑπόθεσις μετʼ αὐτὸν ἐν τοῖς Πλατωνικοῖς σαφῶς ἐπεπόλασεν· ὅτι δὲ οἱ πρὸς τὸ μὴ εἶναι διάστημα τοιοῦτον τὸν τόπον ῥηθέντες λόγοι καὶ πρὸς τὸ τοιοῦτον κενὸν εὐλόγως ἂν λέγοιντο, δείκνυσι διὰ τοῦ τὰ αὐτὰ εἶναι κατασκευαστικὰ τοῦ τοιούτου κενοῦ, ἅπερ καὶ τοῦ τόπου, τὸ ὑποδεκτικὸν καὶ χωριστὸν καὶ ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἂν εἴη. καὶ γὰρ καὶ τὸ κενὸν οὐ σῶμα, ἀλλὰ διάστημα σώματος δεκτικὸν δηλονότι βούλονται εἶναι. καὶ διὰ τοσαύτας αἰτίας καὶ εἶναι δοκεῖ τὸ κενόν, διʼ ἃς καὶ ὁ τόπος.

Ὁ δὲ Ἀλέξανδρος· “ἐκ τοῦ λέγειν, φησίν, ὅτι τὸ κενὸν καίτοι τριχῇ διαστατὸν ὂν οὐ σῶμα, ἐλέγχειν ἔστι τοὺς κακῶς οἰομένους ἐν Κατηγορίαις <!-- 9.658 -->ὑπʼ αὐτοῦ ποσὸν σῶμα τὸ μαθηματικὸν λέγεσθαι διάστημα μόνον ὂν ἄνευ τῆς ὕλης· οὐδαμοῦ γὰρ λέγει τὸ τοιοῦτον ἁπλῶς σῶμα ἀλλʼ ἢ σώματος διάστημα ἢ μαθηματικὸν σῶμα, ἐκεῖ δὲ ἁπλῶς τὸ σῶμα ποσὸν ἔφη· δῆλον δὲ ὅτι τὸ μαθηματικὸν οὐκ ἂν εἴη σώματος διάστημα. καὶ γὰρ ἐνταῦθα τὸ κενὸν οὕτω λέγεται σώματος διάστημα ὡς διάστημα σώματος δεκτικόν, ἀλλʼ οὐχὶ διάστημα σώματος”. ὁ δὲ Ἀλέξανδρος οὕτως ἀκούων συλλογίζεται, ὅτι εἰ μέν ἐστι μὴ σῶμα ἀλλὰ διάστημα σώματος, ἀδύνατον δὲ τοιοῦτον εἶναι διάστημα ἄνευ σώματος, ἀδύνατον εἶναι καὶ κενόν· εἰ μὴ ἄρα σώματος διάστημα λέγει τὸ τριχῇ διεστώς, οἷόν ἐστι καὶ τὸ τοῦ σώματος. οὕτω γὰρ ἂν εἴη λέγων· εἰ πανταχοῦ σώματός εἰσιν αἱ τρεῖς διαστάσεις, οἱ μόνον σώματος ὑποτιθέμενοι τὸ μὴ ὂν ὑποτίθενται. πλειόνων δὲ ὄντων, ὡς εἴρηται, τῶν αὐτῶν αἰτίων τῆς τε τοῦ τόπου εἰς τὰ ὄντα εἰσαγωγῆς καὶ τῆς τοῦ κενοῦ, ἐνεδείξατο μὲν τὸ πλῆθος εἰπὼν καὶ διὰ ταὐτά, τὴν δὲ κυριωτάτην δοκοῦσαν ἐπήγαγεν. ἥκει γάρ, φησίν, ἡ κίνησις ἡ κατὰ τόπον καὶ τοῖς τὸν τόπον φάσκουσιν εἶναί τι παρὰ τὰ σώματα ἐμπίπτοντα εἰς αὐτὸν καὶ τοῖς τὸ κενόν. ἐπειδὴ δὲ δυνατὸν τοῦ αὐτοῦ πλείονα καὶ διάφορα αἴτια εἶναι, ὅτι ὡς τὸ αὐτὸ αἴτιον τῆς κατὰ τόπον κινήσεως τό τε κενὸν καὶ ὁ τόπος ἔδειξεν, εἰπὼν καὶ τοὺς τὸ κενὸν αἴτιον λέγειν ὡς ἐν ᾧ κινεῖται, οὕτως δὲ ἦν καὶ ὁ τόπος αἴτιος.

Οὐδεμία δὲ ἀνάγκη ἕως τοῦ ὥσπερ ἐν ταῖς τῶν ὑγρῶν.

Διακρίνας τὸ τοῦ ὀνόματος τοῦ κενοῦ σημαινόμενον, ὅτι ἔστι διάστημα καὶ τόπος ἐστερημένος σώματος, λοιπὸν ὅτι μὴ ἔστι τοῦτο μήτε χωριστὸν μήτε ἀχώριστον προτίθεται δεῖξαι. καὶ πρῶτον τοὺς ἐπιχειροῦντας λόγους εἰσάγειν τὸ κενὸν ὅτι μηδὲν ἔχουσιν ἀναγκαῖον δείκνυσι· καὶ πρῶτον τὸν πρῶτον ἐρωτηθέντα καὶ τῶν ἄλλων δοκοῦντα πραγματειωδέστερον, ὃς ἔλεγεν, εἰ ἔστι κίνησις, ἔστι τὸ κενόν. καὶ νῦν μὲν ὅτι οὐκ ἀναγκαίως ἠρώτηται δείκνυσιν, ὀλίγον δὲ ὕστερον ὅτι καὶ πᾶν τοὐναντίον, εἰ ἔστι κίνησις, οὐκ ἔστι κενόν, καὶ εἰ ἔστι κενόν, οὐκ ἔστι κίνησις. νῦν δὲ τέως μὲν ἀπὸ τοῦ ἀδιορίστου τὸν λόγον ἐλέγχει· εἰ γὰρ καὶ ἔστι κινήσεως αἴτιον τὸ κενόν, οὔτι γε πάσης· οὐ γὰρ δὴ καὶ ἀλλοιώσεως· δύναται γάρ τι θερμαίνεσθαι καὶ λευκαίνεσθαι καὶ ὅλως ἀλλοιοῦσθαι καὶ πλῆρες ὂν καὶ μηδὲν προσδεόμενον κενοῦ. καὶ μέμφεται Μελίσσῳ ἀδιορίστως ἀκίνητον τὸ πᾶν λέγοντι διὰ τὸ μὴ εἶναι τὸ κενόν. ἀγνοῆσαι γὰρ δοκεῖ, ὅτι ἀλλοίωσιν <!-- 9.659 -->οὐδὲν ἐκώλυεν εἶναι, κἂν μὴ ᾖ κενόν. ποῖον δὲ πᾶν ὁ Μέλισσος ἀκίνητον ἔλεγε διὰ τὸ μὴ εἶναι κενόν, εἴρηται πρότερον. ἔδει οὖν, εἴπερ ἄρα, ἐρωτᾶν “εἰ ἔστιν ἡ κατὰ τόπον κίνησις, ἔστι κενόν”, ἀλλὰ μὴ ἁπλῶς “εἰ ἔστι κίνησις”. ᾐτιάσατο δὲ τοῦτο Μελίσσου ὡς ἄν τις εἴποι τὸ παρόραμα καὶ ἐν τῷ πρώτῳ βιβλίῳ λέγων “ἔπειτα ἀλλοίωσις διὰ τί οὐκ ἂν εἴη;” λύσας οὖν τὸ συνημμένον διὰ τῆς τοῦ ἀδιορίστου ἐρωτήσεως, ἑξῆς δείκνυσιν, ὅτι οὐδὲ τῆς κατὰ τόπον κινήσεως αἴτιον τὸ κενόν· δύναται γὰρ ἀντιμεθίστασθαι ἀλλήλοις τὰ σώματα, καὶ οὕτω κινεῖσθαι κατὰ τόπον τοὺς ἀλλήλων τόπους ἀμείβοντα καὶ μηδενὸς ὄντος κενοῦ, ὅπερ εἶπε κεχωρισμένον διάστημα, τουτέστι τὸ μὴ σώματος ὂν ἀλλʼ αὑτοῦ καθʼ αὑτό. καὶ ὅτι δυνατὸν τοῦτο, ἔδειξεν ἐπὶ τῶν περιδινουμένων καὶ τὸν αὐτὸν ἀεὶ τόπον κατεχόντων συνεχῶν σωμάτων· καὶ γὰρ οἱ στρόμβοι κινοῦνται κατὰ τόπον οὐ δεόμενοι κενοῦ· καὶ τὸ ὕδωρ, ὅταν ἐν τῷ ἀγγείῳ κινῆται περιφερόμενον, τὸ μὲν ὅλον τὸν αὐτὸν κατέχει τόπον, τὰ δὲ μόρια αὐτοῦ ἀλλήλοις ἀντιμεθίσταται κινούμενα τοπικῶς. καὶ οὔτε κενὸν προσλαμβάνει οὔτε σῶμα διὰ σώματος χωρεῖ. ἐχρήσατο δὲ τούτῳ τῷ παραδείγματι καὶ ἐν τῷ πρώτῳ βιβλίῳ πρὸς τὸ τοῦ Μελίσσου ἀκίνητον ὑπαντῶν· ἀλλʼ ἴσως ἄν τις λέγοι τὰ τοιαῦτα μηδὲ κινεῖσθαι κατὰ τόπον καθʼ ἡμᾶς, ὅσα τὸν αὐτὸν φυλάττει τόπον κατὰ τὴν ὁλότητα, εἴπερ καὶ τὸν ὅλον οὐρανὸν ἀκίνητον κατὰ τόπον λέγομεν· καὶ μέντοι ἐπὶ τούτων μόνων δόξει τὸ κενὸν μὴ εἶναι αἴτιον τῆς κατὰ τόπον κινήσεως τῶν κατὰ τὸ ὅλον ἐν τῷ αὐτῷ τόπῳ μενόντων ἀεί. προσφυέστερον οὖν ἐστι τὸ τοῦ Στράτωνος παράδειγμα ταύτας τὰς ὑπονοίας ἐκφεῦγον· ἐὰν γὰρ εἰς ἀγγεῖόν τις πεπληρωμένον ὕδατος ψηφῖδα ἐμβαλὼν καταστρέψῃ τὸ ἀγγεῖον ἐπὶ στόμα ἐπέχων τὴν ἔκροιαν, ἡ ψηφὶς ἐπὶ τὸ στόμα τοῦ ἀγγείου φέρεται ἀντιμεθισταμένου τοῦ ὕδατος εἰς τὸν τῆς ψήφου τόπον. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν νηχομένων συμβαίνει καὶ ἰχθύος καὶ οὑτινοσοῦν. ἐρεῖ δὲ καὶ αὐτὸς Ἀριστοτέλης πλείονα περὶ ταύτης τῆς ἀντιμεταστάσεως.

Ἐνδέχεται δὲ καὶ πυκνοῦσθαι μὴ εἰς τὸ κενόν ἕως τοῦ οἷον ὕδατος συνθλιβομένου τὸν ἐνόντα ἀέρα.

Δεύτερος ἦν λόγος τῶν δοκούντων δεικνύναι, ὅτι ἔστι τὸ κενόν, ὁ ἀπὸ τῆς πιλήσεως. οὗ παράδειγμα ἦν τὸ κατὰ τοὺς ἀσκούς, οὓς ὁ πίθος δέχεται μετὰ τοῦ οἴνου διὰ τὴν τοῦ οἴνου πίλησιν οὐδὲν ἄλλο οὖσαν ἢ <!-- 9.660 -->συνίζησιν εἰς τὰ ἐνυπάρχοντα κενά. λέγει οὖν πρὸς τοῦτον τὸν λόγον, ὅτι οὐκ ἀνάγκη τὸ πιλούμενον τῷ κενὰ ἔχειν ἐν ἑαυτῷ εἰς αὐτὰ συστελλόμενον πυκνοῦσθαι. δύναται γὰρ ἐκθλιβομένου καὶ ἐκπυρηνιζομένου λεπτοτέρου τινὸς σώματος συνιζάνειν τὰ λοιπὰ μόρια εἰς ὄγκον ἐλάττονα. καὶ γίνεται ἡ πίλησις ἐξιόντος μὲν τοῦ λεπτομερεστέρου καὶ ἀραιοτέρου οἷον ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ ὅλως τῶν λεπτοτέρων ἀπὸ τῶν παχυτέρων, τοῦ δὲ παχυμερεστέρου συνιζάνοντος. διὸ οὐ μόνον βραχύτερον τῷ ὄγκῳ ἐστὶ τὸ πυκνούμενον, ἀλλὰ καὶ τῇ ὅλῃ οὐσίᾳ παχυμερέστερον· τὸ δὲ ἐκπυρηνίζειν εἴρηται ἀπὸ τῶν τοὺς πυρῆνας τῶν ἐλαιῶν τοῖς δακτύλοις συμπιλουμένους ἐξακοντιζόντων διὰ τὸ μυουρίζον σχῆμα.

Καὶ αὔξεσθαι οὐ μόνον εἰσιόντος τινός, ἀλλὰ καὶ ἀλλοιώσει, οἷον εἰ ἐξ ὕδατος γένοιτο ἀήρ.

Τρίτος ἦν λόγος ἀπὸ τῆς αὐξήσεως δεικνύς, ὅτι ἔστι τὸ κενὸν διά τινος συνημμένου τοιοῦδε “εἰ ἔστιν αὔξησις, ἔστι τὸ κενόν, ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον”, κατασκευάζων δὲ τὸ συνημμένον ἐκ τοῦ τὴν τροφὴν διοδεύουσαν διὰ κενοῦ προστίθεσθαι τοῖς τρεφομένοις διὰ τὸ μὴ σῶμα διὰ σώματος χωρεῖν. λέγει οὖν μὴ εἶναι ἀναγκαῖον πάντως, εἴ τι αὔξεται εἰσιόντος τινὸς σώματος, καὶ προσκρινόμενον αὔξεσθαι. πολλὰ γὰρ αὔξεται καὶ μείζω γίνεται πρὸς τὸν ὄγκον ἐξ ἐλαττόνων, οὐ προσκρινομένου τινὸς αὐτοῖς, ἀλλὰ ἀλλοιούμενα καὶ μεταβάλλοντα εἴς τι τῶν λεπτομερεστέρων σωμάτων, ὡς ὅταν ἐξ ὕδατος ἀὴρ γένηται. μείζων γὰρ ὄγκος ὁ τοῦ γενομένου ἀέρος ἐκ τοῦ ὕδατος ἐκείνου τοῦ ὕδατος, ἐξ οὗ γέγονεν ἀήρ. ὥστε οὐκ ἀληθὲς τὸ εἰ ἔστιν αὔξησις, ἔστι κενόν. ἐν δὴ τούτοις τὸ μὲν ἀλλοίωσιν εἰπεῖν τὴν ἐξ ὕδατος εἰς ἀέρα μεταβολήν, καίτοι γένεσιν μὲν οὖσαν ἀέρος φθορὰν δὲ ὕδατος, οὐδὲν θαυμαστόν· τὸ δὲ τῆς αὐξήσεως πλείονός ἐστιν ἐπιστάσεως ἄξιον. πρῶτον μὲν πῶς ἐπὶ τῶν ἀψύχων αὔξησιν εἶναί φησι καὶ πῶς τροφῆς χωρὶς αὐξάνεσθαι λέγει, καίτοι αὐτὸς ἐν τοῖς Περὶ ψυχῆς σαφῶς λέγων ὅτι μόνα αὔξεται τὰ τρεφόμενα, τρέφεται δὲ τὰ ἔμψυχα; τὰ γὰρ τῆς φυτικῆς μετέχοντα ψυχῆς ταῦτα τρέφεσθαί τε καὶ αὔξεσθαι μόνα φησί. πῶς οὖν καὶ χωρὶς τροφῆς εἰσιούσης νῦν αὔξεσθαί φησιν; ἵνα τὸ ἑκατέρωθεν ἐπαγόμενον ἄτοπον ἐκφύγῃ τῆς ἐρωτήσεως τῆς λεγούσης, ἢ διὰ πλήρους ἢ διὰ κενοῦ διιέναι τὴν τροφήν· λύων δὲ <!-- 9.661 -->ταύτας τὰς ἐνστάσεις ὁ Ἀλέξανδρος “διὰ τὸ μήπω δῆλον εἶναι, φησί, πῶς τοῖς τρεφομένοις καὶ αὐξομένοις ἡ πρόσκρισις γίνεται, καὶ τί ποτέ ἐστι τὸ αὐξόμενον τὸ εἶδος ἢ ἡ ὕλη, περὶ ὧν ἐν τοῖς Περὶ γενέσεως ζητήσει τε καὶ διαιρήσει, καὶ δείξει πῶς ἡ αὔξησις γίνεται καὶ τί ποτέ ἐστι τὸ αὐξόμενον τὸ εἶδος ἢ ἡ ὕλη, διὰ τοῦτο νῦν κοινότερον τὴν αὔξησιν λαβὼν οὕτως ἐνέστη τῇ ἀπὸ ταύτης κατασκευῇ τοῦ κενοῦ.” ἀλλʼ εἰ πρὸς αὔξησιν ὅλως καὶ τροφὴν ὑπήντα, πῶς εἶχε λόγον παρὰ θύρας ὑπαντᾶν, κἂν μήπω περὶ τούτων ἐδίδαξε; μήποτε οὖν ὡς ἐν τῷ περὶ κινήσεως λόγῳ πρῶτον μὲν ὑπήντησεν, ὡς ἀδιορίστως πάσης κινήσεως αἴτιον λεγόντων τὸ κενὸν εἶτα καὶ ὡς τῆς κατὰ τόπον κινήσεως, οὕτω καὶ νῦν πρῶτον μὲν ὑπαντᾷ ὡς αὔξησιν τὴν ὁποιανοῦν ἐπίδοσιν λεγόντων καὶ δείκνυσιν ὅτι δυνατὸν εἰς μεῖζον ἐπιδιδόναι μέγεθος καὶ μὴ κατὰ διάδοσιν τροφῆς, εἶτα οὕτως ἐφεξῆς ὡς μαθησόμεθα τὴν κυρίως αὔξησιν τὴν κατὰ διάδοσιν τροφῆς ὑποθέμενος λέγειν αὐτοὺς καὶ ἀπὸ ταύτης τὴν ἀπορίαν τοῦ λόγου κινεῖν, περιτρέπειν αὐτοῖς πειρᾶται τὴν ἀπορίαν λέγων·

Ὅλως δὲ ὅ τε περὶ τῆς αὐξήσεως λόγος ἕως τοῦ ἐξ ὧν δεικνύουσι τὸ κενὸν εἶναι λύειν ῥᾴδιον, φανερόν.

Εἰ μὲν ἀδιορίστως ἀκούοι τις τὴν αὔξησιν ἐπὶ τῶν εἰς μεῖζον μέγεθος ἐπιδιδόντων, ἀρκεῖ προφέρειν αὐτοῖς τὴν ἀπὸ ὕδατος εἰς ἀέρα μεταβολὴν καὶ ὅλως ἀπὸ τοῦ βραχυτέρου τῷ ὄγκῳ σώματος εἰς τὸ μεῖζον· εἰ δὲ ὡς ἐπὶ τῆς κυρίως αὐξήσεως τῆς γινομένης διὰ τὴν πρόσκρισιν τῆς τροφῆς, οὐκέτι ὑπὸ ἄλλων ἀνατραπήσονται λόγων οἱ τὸ κενὸν εἰσάγοντες διὰ τὴν τῆς τροφῆς πάροδον, ἀλλὰ τοῖς ἑαυτῶν πτεροῖς κατὰ τὴν παροιμίαν ἁλίσκονται, ἢ ὅπερ κυριώτερον ὁ Ἀριστοτέλης εἶπεν αὐτὸς ἑαυτὸν ὁ λόγος ἐμποδίζει· ἵνα γὰρ λύσῃ κοινὴν ἀπορίαν τὴν περὶ τῆς τροφῆς, τὸ κενὸν εἰσάγει μὴ λύων ἀλλὰ μᾶλλον ἀπορωτέραν τὴν ἀπορίαν ποιῶν· εἰ γὰρ διιούσης διὰ τοῦ κενοῦ τῆς τροφῆς ἡ πρόσκρισις γίνεται καὶ οὕτως ἡ αὔξησις ἐπιτελεῖται, ὥς φασιν, ἢ οὐ διὰ σώματος γίνεται ἡ τροφή — καὶ τίς ἦν χρεία τῆς τοῦ κενοῦ ὑποθέσεως, ἣν ὑπέθεντο διὰ τὸ μὴ σῶμα διὰ σώματος χωρεῖν τὸ τρέφον διὰ τοῦ τρεφομένου; — ἢ εἰ σῶμα ἡ τροφή, ἢ οὐ κατὰ πᾶν μέρος τραφήσεται καὶ αὐξηθήσεται — ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· κατὰ πᾶν γὰρ μέρος τρέφεται καὶ αὔξεται τὰ σώματα — ἢ εἰ πάντῃ τρέφοιτο καὶ αὔξοιτο, ἤτοι σῶμα διὰ σώματος χωρήσει, ὃ φεύγοντες ὑπέθεντο τὸ κενόν, ἢ πᾶν ἔσται τὸ σῶμα κενόν, εἴπερ αὔξεται μὲν πᾶν, ἡ δὲ αὔξησις διὰ κενοῦ γίνεται, ὥστε μηκέτι σῶμα ἔχειν ἐν ἑαυτῷ κενόν, ἀλλʼ αὐτὸ κενὸν εἶναι· ὡς ταὐτὸν εἶναι σῶμά τε καὶ κενόν. ὥστε οἱ τὸ <!-- 9.662 -->κενὸν ὑποτιθέμενοι οὐχ ὅτι ἔστι κενὸν δεικνύουσιν, ἀλλὰ τὴν περὶ τῆς τροφῆς ἀπορίαν κοινὴν οὖσαν λύειν ἐπιχειροῦντες διὰ τοῦ κενοῦ ἀπορωτέραν αὐτὴν ποιοῦσι· μεταξὺ δὲ τοῦ διαιρετικοῦ βαλὼν τὸ ἀπορίαν οὖν ἀξιοῦσι κοινὴν λύειν, ἀλλʼ οὐ κενὸν δεικνύουσιν ὡς ἔστιν, εἶτα τὸ λοιπὸν ἐπαγαγὼν τὸ ἢ πᾶν εἶναι τὸ σῶμα ἀναγκαῖον κενόν ἀσάφειαν ὀλίγην ἐνεποίησε τῷ ῥητῷ. ταύτας δὲ τὰς ἀπορίας καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς πραγματείᾳ περὶ τῆς τροφῆς ἀπορήσας διέλυσε λέγων μὴ ὁτῳοῦν μέρει παντὶ προσγίνεσθαι, ἀλλὰ τὸ μὲν ὑπεκρεῖν τὸ δὲ προσέρχεσθαι· ὅταν δὲ πλέον ᾖ τὸ ἐπιρρέον τοῦ ἀπορρέοντος, τότε γίνεται αὔξησις. ὥσπερ ὅταν πλέον ᾖ τὸ ἀπορρέον τοῦ ἐπιρρέοντος γίνεται φθίσις· γίνεται μὲν γὰρ ἐν τοῖς τῶν σωμάτων πόροις ἡ τροφὴ καὶ ἐξομοιωθεῖσα προσφύεται. οὐ πᾶν δὲ τὸ σῶμα πόρος ἐστίν, ἀλλʼ ὅπου νῦν πόρος, ἐκεῖνο γίνεται πλῆρες, καὶ τὸ νῦν πλῆρες ἀπορρέον ποροποιεῖται.

Ἐπειδὴ δὲ καὶ τέταρτος ἦν τις λόγος ὁ ἀπὸ τῆς τέφρας εἰσάγων τὸ κενόν, εἴπερ τὸ πλῆρες τέφρας ἀγγεῖον τοσοῦτον ὕδωρ ἐγχεόμενον τῇ τέφρᾳ δέχεται, ὅσον ἂν δέξηται καὶ κενὸν ὑπάρχον, — ἢ γὰρ σῶμα, φασί, διὰ σώματος χωρήσει, ὅπερ ἄτοπον, ἢ εἰς τὰ τῆς τέφρας κενὰ χωρηθήσεται τὸ ὕδωρ — καὶ τούτοις οὖν φησι περιτρέπεται ἡ ἀπορία. φεύγοντες γὰρ τὸ σῶμα διὰ σώματος χωρεῖν ἀναγκασθήσονται τὴν τέφραν ἀσώματον λέγειν καὶ διʼ ὅλης κενόν, ἵνα δέξηται τὸ ἀγγεῖον τὸ αὐτὸ τοῦ ὕδατος ποσόν, ὅσον εἰ καὶ μὴ εἶχε τὴν τέφραν. εἰ γὰρ οὖσα σῶμα ἡ τέφρα δέχοιτο τὸ ἴσον ὕδωρ, ἀκολουθήσει καὶ οὕτως τὸ σῶμα διὰ σώματος χωρεῖν, ὅπερ φεύγοντες ὑπέθεντο τὸ κενόν, ὥστε διὰ τοῦ κενοῦ καὶ οὗτοι λύειν τὴν ἀπορίαν ἐπιχειροῦντες ὑπʼ αὐτοῦ πρὸς τὴν λύσιν ἐμποδισθήσονται· λύει δὲ τὴν τῆς τέφρας ἀπορίαν ὁ Εὔδημος ἐν τῷ τρίτῳ τῶν Φυσικῶν λέγων ὅτι “ἐνδέχεται καὶ ἄνευ τῶν κενωμάτων συμβαίνειν τὸ λεγόμενον· θερμὸν γὰρ ἐν τῇ τέφρᾳ περιλαμβάνεσθαί τι δοκεῖ καθάπερ ἐν τῇ τιτάνῳ. δῆλον δέ· ἐπιχεομένου γὰρ ὕδατος ἀμφότερα ταῦτα καίει ἡ μὲν τίτανος αὐτή, ἐπὶ δὲ τῆς τέφρας τὸ διὰ τῆς τέφρας διηθούμενον ὕδωρ καίει τὰ σώματα. τούτου δὲ συμβαίνοντος ἀτμὶς ἀποπορεύεται πολλή, ὥστε μειοῦσθαι τοὺς ὄγκους διὰ τὴν ἀτμίδα”. ἀλλʼ εἰ καὶ μειοῦται, οὐ δήπου ἡ ὅλη τῆς τέφρας οὐσία δαπανᾶται. δυνατὸν οὖν οἶμαι καὶ τοῖς τὸ κενὸν ὑποτιθεμένοις καὶ τοῖς τὴν πύκνωσιν βοηθεῖν λέγοντα μὴ μόνα τὰ τῆς τέφρας κενὰ λύειν τὸ ζητούμενον, ἀλλὰ καὶ τὰ τοῦ ὕδατος συνιζάνειν, ὑπὸ τοῦ πλήρους <!-- 9.663 -->τῆς τέφρας ὠθούμενα, ὥστε μὴ τὸν αὐτὸν ὄγκον ἴσχειν τῷ καθʼ αὑτὸ ὕδατι τὸ εἰς τὴν τέφραν ἐμβαλλόμενον. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης πρὸς τοὺς ἱστορηθέντας ὑπʼ αὐτοῦ τιθέναι τὸ κενὸν λόγους ἀντείρηκεν· ὁ δὲ Στράτων καὶ τὸν ἀπὸ τῆς ἕλξεως ἀναλύων “οὐδὲ ἡ ἕλξις, φησίν, ἀναγκάζει τίθεσθαι τὸ κενόν· οὔτε γὰρ εἰ ἔστιν ὅλως ἕλξις φανερόν — ὅτε καὶ Πλάτων αὐτὸς τὴν ἑλκτικὴν δύναμιν ἀναιρεῖν δοκεῖ — οὔτε εἰ ἔστιν ἡ ἕλξις, δῆλον, εἰ διὰ τὸ κενὸν ἡ λίθος ἕλκει καὶ μὴ διʼ ἄλλην αἰτίαν· οὐ γὰρ ἀποδεικνύουσιν ἀλλʼ ὑποτίθενται τὸ κενὸν οἱ οὕτω λέγοντες”.

Ὅτι δὲ οὐκ ἔστι κενὸν οὕτω κεχωρισμένον ἕως τοῦ δοκεῖ γὰρ αἴτιον εἶναι κινήσεως τῆς κατὰ τόπον, ταύτης δὲ οὐκ ἔστιν.

Δείξας ὅτι οἱ τιθέναι δοκοῦντες τὸ κενὸν λόγοι οἱ μὲν οὐδὲν ἔχουσιν ἀναγκαῖον, οἱ δὲ ὅτι δοκοῦντες ἀπορίαν λύειν μείζονι περιπίπτουσι, προέθετο λοιπὸν καὶ προηγουμένως δεῖξαι μὴ οὖσαν ὅλως ὑπόστασιν τοῦ τοιούτου κενοῦ. ἐπεὶ οὖν, ὡς εἴρηται πρότερον, οἱ μὲν κεχωρισμένον τι καθʼ αὑτό φασιν εἶναι διάστημα κενὸν ἄπειρον αἴτιον τοῖς σώμασι τῆς κατὰ τόπον κινήσεως, οἱ δὲ παρεσπαρμένον καὶ μεμιγμένον τοῖς σώμασι τὸ κενὸν ὑποτίθενται, πρὸς τὴν πρώτην ὑπαντᾷ δόξαν πρῶτον λέγων, ὡς εἰ διὰ τοῦτο κενὸν κεχωρισμένον λέγουσιν εἶναι, διότι αἴτιόν ἐστιν αὐτὸ τοῖς σώμασι τῆς κατὰ τόπον κινήσεως, μὴ ἔστι δὲ τούτου αἴτιον τὸ κενόν, οὐδʼ ἂν εἴη κεχωρισμένον κενόν· ἀλλὰ μὴν οὐκ ἔστι τὸ κενὸν αἴτιον τῆς κατὰ τόπον κινήσεως· οὐκ ἄρα ἔστι τὸ κενόν· τούτου δὴ τοῦ ὑποθετικοῦ τὸ μὲν συνημμένον πᾶς ἂν ὁμολογήσειεν, τὴν δὲ πρόσληψιν δείκνυσι δυνάμει οὕτω· τὸ αἴτιον τῆς κατὰ τόπον κινήσεως ἡ φύσις ἐστί· τὸ κενὸν οὐκ ἔστιν ἡ φύσις, ταύτην ὡς σαφῆ παραλιπὼν τὴν πρότασιν· τὸ κενὸν οὐκ ἔστιν ἄρα αἴτιον τῆς κατὰ τόπον κινήσεως. δυνατὸν δὲ καὶ ὑποθετικῶς οὕτω τὴν πρόσληψιν κατασκευάζειν· εἰ τοῖς σώμασι τῆς κατὰ τόπον φορᾶς ἣν ἐξ αὐτῶν κινοῦνται ἡ φύσις αἰτία, τὸ κενὸν οὐκ ἂν αἴτιον εἴη τῆς τοιαύτης κινήσεως· ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον. ὅτι δὲ ἡ φύσις αἰτία τῆς κατὰ τόπον κινήσεώς ἐστι, δείκνυσιν ἐναργῶς ἀπὸ τῆς φυσικῆς τῶν σωμάτων ῥοπῆς. εἰ γάρ ἐστι κατὰ φύσιν τῷ μὲν πυρὶ ἡ ἐπὶ τὸ ἄνω φορά, τῇ δὲ γῇ ἡ ἐπὶ τὸ κάτω, τοῖς δὲ μεταξὺ ἡ ἐπὶ τὰ μέσα, δῆλον ὅτι ἡ φύσις καὶ οὐχὶ τὸ κενὸν αἴτιόν ἐστι τῆς κατὰ τόπον κινήσεως. ὥστε δοκεῖ μάτην τισὶ τὸ κενὸν αἴτιον ὑπάρχειν ταύτης.

<!-- 9.664 -->

Ἔτι εἰ ἔστι τι οἷον τόπος ἐστερημένος σώματος ἕως τοῦ οὐ γὰρ δὴ εἰς ἅπαν.

Δείξας πρότερον, ὅτι ὡς ποιητικὸν τῆς κινήσεως οὐκ ἔστιν αἴτιον τὸ κενόν, ἐπειδὴ καὶ οἱ τιθέντες αὐτὸ οὐχ ὡς ποιητικὸν ἐτίθεσαν, ἀλλʼ ὡς τὸ ἐν ᾧ καὶ ὡς τόπον, ἐν ᾧ τὰ σώματα ἦν ἀνάγκη κινεῖσθαι καὶ διʼ οὗ κινεῖσθαι, εἰκότως μεταβὰς ἀποδείκνυσιν, ὅτι οὐδὲ οὕτως αἴτιον ἢ συναίτιόν ἐστι τὸ κενὸν ὡς τόπος, ἐν ᾧ κινεῖται τὸ κινούμενον καὶ μένει· εἰ γάρ ἐστιν οἷον τόπος τις τὸ κενόν, προσειληφὼς τὸ κενὸν εἶναι παρὰ τὸν τόπον τῷ μηδὲν ἔχειν ἐν αὐτῷ σῶμα, ἀλλʼ ἐν στερήσει εἶναι ἐκείνου οὗ δεκτικόν ἐστιν, εἰ οὖν ἔστι τοιοῦτον ἄπειρόν τι ὡς λέγουσι, τὸ τεθὲν ἐν αὐτῷ σῶμα ποῦ οἰσθήσεται; ποίαν γὰρ διαφορὰν κινήσεως ἐνδώσει τὸ κενὸν κενὸν ὑπάρχον; οὔτε γὰρ τὴν ἄνω οὔτε τὴν κάτω ἀφωρισμένως· εἰ δὲ ἐπὶ πάντα ἅμα, ἢ διασπασθήσεται ἢ μονῆς ἂν μᾶλλον ἢ κινήσεως εἴη· μᾶλλον δὲ οὐδὲ μονῆς· τί γὰρ μᾶλλον ἐν τῷδε ἢ ἐν τῷδε μενεῖ; τῷ δʼ αὐτῷ ἐπιχειρήματι καὶ ἐν τῷ τρίτῳ βιβλίῳ περὶ τοῦ ἀπείρου λέγων ἐχρήσατο· εἰ γὰρ ἔσται σῶμα, φησί, ἄπειρον ὁμοειδὲς ὄν, ἔσται αὐτοῦ ἄπειρος ὁ οἰκεῖος τόπος, ὁ δὲ αὐτὸς καὶ ἑκάστου τῶν μορίων αὐτοῦ· ὁ γὰρ αὐτὸς κατὰ φύσιν τοῦ ὅλου καὶ τῶν μορίων. τὰ οὖν μόρια τοῦ ἀπείρου, ἐπεὶ ἄπειρος ὁ οἰκεῖος αὐτῶν τόπος, ἐπὶ ποῖον κινηθήσεται ἢ ἐν ποίῳ αὐτοῦ μέρει; οὔτε γὰρ ἐπὶ πᾶν αὐτὸ κινηθῆναι δύναται ἅμα — διασπασθήσεται γάρ — οὐδὲ ἐπὶ τόδε μᾶλλον ἢ τόδε. ὁμοίως δὲ οὐδὲ μενεῖ. τί γὰρ μᾶλλον ἐν τῷδε ἢ ἐν τῷδε; τὸ αὐτὸ οὖν ἄτοπον προσάγει καὶ τοῖς λέγουσιν ἄπειρον κενὸν ἐκεῖ μὲν ἀπὸ τῆς τῶν μερῶν τοῦ ἀπείρου πρὸς τὸ ὅλον ὁμοιότητος, ἐνταῦθα δὲ ἀπὸ τῆς τοῦ κενοῦ ἀδιαφορίας· ἀδιαφόρου γὰρ ὄντος τί μᾶλλον ἐπὶ τόδε ἢ τόδε κινηθήσεται τὸ ἐν αὐτῷ τεθέν; ὥστε οὐ μόνον οὐκ ἂν εἴη αἴτιον κινήσεως τὸ κενὸν ὡς τὸ ἐν ᾧ ἡ κίνησις, ἀλλὰ καὶ τοὐναντίον κωλυτικόν ἐστι καὶ τῆς κατὰ φύσιν κινήσεως τῶν σωμάτων, δῆλον δὲ ὅτι καὶ τῆς κατὰ φύσιν μονῆς· ἀδιαφόρου γὰρ ὄντος τί μᾶλλον ἐνταῦθα μὲν ἡ γῆ μενεῖ, τὸ δὲ πῦρ πρὸς τὸ ἄνω;

Ὁ δὲ αὐτὸς λόγος καὶ πρὸς τοὺς τὸν τόπον οἰομένους ἕως τοῦ τὸ γὰρ κενὸν τόπον ποιοῦσιν οἱ εἶναι φάσκοντες.

Πρότερον μὲν κατὰ τὴν πρὸς τὸ ἄπειρον ὁμοιότητα τὸ κενὸν ἀνεῖλε, νῦν δὲ ἀπὸ τῆς πρὸς τὸ τοπικὸν διάστημα ὁμοιότητος ἐπιχειρεῖ. ὃς γὰρ ἂν ἁρμόσῃ λόγος πρὸς τοὺς διάστημα κεχωρισμένον τὸν τόπον λέγοντας, <!-- 9.665 -->οὗτος, φησίν, ἁρμόσει καὶ πρὸς τοὺς τὸ κενὸν τοῦτο διάστημα εἰσάγοντας ἡμῖν. πῶς γὰρ ἐπὶ τὸν τοιοῦτον τόπον οἰσθήσεται τῶν φυσικῶν ἕκαστον σωμάτων ἢ πῶς ἐν αὐτῷ μενεῖ, λεκτέον. οἱ μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος λέγοντες τὸν τόπον, ἐπειδὴ μὴ πέρας οὕτως ὡς τὴν μαθηματικὴν ἐπιφάνειαν λαμβάνουσιν, ἀλλὰ τὴν ἐν φυσικῷ σώματι, οὗ καὶ τῆς ἰδιότητος μετέχει τὸ πέρας, εἰκότως ἐπειδὴ τὰ σώματα διαφέρει τὰ ἄνω τῶν κάτω, διαφέρει καὶ τὰ πέρατα αὐτῶν. καὶ αἱ πρὸς ταῦτα φυσικαὶ φοραὶ τῶν σωμάτων διάφοροί εἰσι, τὸ δὲ διάστημα ἀδιάφορον πανταχοῦ. τί γὰρ διοίσει τὸ ἄνω τοῦ κάτω ἐπὶ τούτου; τί δὲ διοίσει πυρὸς ἐπιτηδειότης ἐπὶ τούτου ἤπερ ὕδατος; οὕτω δὲ καὶ ἐπὶ τοῦ κενοῦ. καὶ γὰρ τὸ κενὸν οὐδὲν ἄλλο ἢ διάστημα χωριστὸν ἡγοῦνται, ὥσπερ καὶ τὸν τόπον οἱ καὶ τοῦτον διάστημα λέγοντες. εἰ οὖν τὸ τοπικὸν διάστημα μὴ ἔστι κινήσεως αἴτιον, δῆλον ὅτι οὐδὲ τὸ κενόν. ὁμοίως δὲ οὐδὲ μονῆς. τί γὰρ μᾶλλον τῇδε τοῦ τόπου ἢ τοῦ κενοῦ ἢ τῆδε; ὁ δὲ Ἀλέξανδρος τὸ πῶς γὰρ οἰσθήσεται τὸ τεθὲν ἢ μενεῖ; καταλληλότερόν φησιν ἂν ἔχειν οὕτω· πῶς οἰσθήσεται ἢ τὸ τεθὲν μενεῖ ὡς τῆς θέσεως τῇ μονῇ οἰκείας. καίτοι καὶ τὰ κινούμενα, εἴπερ ἐν τόπῳ κινεῖται, πῶς οὐκ ἂν λέγοιτο καὶ θέσιν ἔχειν ἐν ἐκείνῳ; ἀκριβεστέρα οὖν ἡ τοῦ Ἀριστοτέλους ἑρμηνεία ἂν εἴη.

Καὶ πῶς δὴ ἐνέσται ἐν τόπῳ ἢ ἐν τῷ κενῷ;

Εἰ μὲν αὕτη μόνη ἡ λέξις ἕπεται τοῖς προειρημένοις, οὐδὲν ἀσαφὲς ἔσται. εἰπὼν γὰρ ὅτι τὸ τεθὲν ἐν τῷ κενῷ σῶμα οὔτε κινηθήσεται οὔτε μενεῖ, εὐλόγως ἐπιφέρει τὸ πῶς δὴ ἐνέσται ἐν τόπῳ ἢ ἐν τῷ κενῷ; πῶς γὰρ ὅλως ἔσται ἢ ὡς ἐν τόπῳ ἢ ὡς ἐν κενῷ ἐν τούτῳ, ἐν ᾧ μήτε κινεῖσθαι μήτε ἠρεμεῖν δύναται, καίτοι καὶ τῶν κινουμένων καὶ τῶν ἠρεμούντων ἢ ὡς ἐν τόπῳ ἢ ὡς ἐν κενῷ κινεῖσθαι δοκούντων ἢ ἠρεμεῖν. ἐπειδὴ δὲ ἔν τισιν ἀντιγράφοις μετὰ τὴν εἰρημένην λέξιν ἐπάγεται ταῦτα· οὐ γὰρ συμβαίνει, ὅταν ὅλον τεθῇ ὡς ἐν κεχωρισμένῳ τόπῳ καὶ ὑπομένοντι σώματι· τὸ γὰρ μέρος ἂν μὴ χωρὶς τιθῆται, οὐκ ἔσται ἐν τόπῳ ἀλλʼ ἐν τῷ ὅλῳ, εἴη ἄν τι καὶ τοῦτο ἐπιχείρημα πρὸς τὸ μὴ εἶναι τὸ χωριστὸν τοῦτο διάστημα μήτε ὡς τόπον μήτε ὡς κενόν· πῶς γὰρ ἔσται, φησί, τὸ σῶμα ἐν τῷ τοιούτῳ διαστήματι ἢ ὡς ἐν τόπῳ ἢ ὡς ἐν κενῷ, ταὐτὸν δὲ εἰπεῖν πάλιν ὡς ἐν τόπῳ; οὐ γὰρ συμβαίνει, τουτέστι οὐ κατὰ λόγον ἀπαντᾷ, ἂν ᾖ ὁ τόπος ὑπομένουσά τις φύσις τριχῇ διαστατὴ καὶ ἐν αὐτῷ ὑποτεθῇ σῶμά τι. ἀλλὰ τί ἀπαντᾷ παρὰ λόγον τῷ οὕτω λέγοντι, ἐπιφέρει. δοκεῖ γὰρ ὅταν ὅλον τι σῶμα τεθῇ ἐν τόπῳ, τὸ μὲν ὅλον κατέχειν τὸν τόπον, τὰ δὲ μόρια αὐτοῦ τὰ <!-- 9.666 -->συνεχῆ ἐν ὅλῳ εἶναι ἐκείνῳ τῷ ὄντι ἐν τόπῳ, ἀλλʼ οὐ καθʼ αὑτὰ ἐν τόπῳ· τότε γὰρ τὰ μόρια ἐν τόπῳ, ὅταν χωρισθῇ τοῦ ὅλου καὶ τῆς πρὸς αὐτὸ συνεχείας ἀπολυθῇ. ἕως δʼ ἂν ᾖ συνεχῆ τῷ ὅλῳ, ἐν ὅλῳ ἐστὶν ὁ τόπος, καὶ τὰ συνεχῆ τῷ ὅλῳ μέρη καὶ αὐτὰ καθʼ αὑτὰ οὐδὲν ἧττον τοῦ ὅλου ἐν τόπῳ ἔσται· ὁμοίως γὰρ καὶ ταῦτα ἴσον ἑαυτοῖς κατέχει διάστημα. τὰ δὲ τούτῳ ἑπόμενα ἄτοπα ἐν τοῖς περὶ τόπου λόγοις εἶπεν· ὅτι ἐὰν τὰ μέρη καθʼ αὑτὰ ᾖ ἐν τόπῳ, καὶ κινηθήσεται ὁ τόπος καὶ ὁ τόπος ἐν τόπῳ ἔσται καὶ πλείους τόποι ἅμα ἔσονται. τούτων δὲ ἐπὶ τοῦ τόπου συναχθέντων τῶν ἀτόπων, ἐὰν διάστημα ὑποτεθῇ ὁ τόπος, ἐπήγαγε τοῖς δεδειγμένοις καὶ τοῦτο, ὅτι εἰ μηδὲ τόπος ἐστί τι τοιοῦτον διάστημα, οὐδὲ κενὸν ἔσται, διότι καὶ τὸ κενὸν διάστημα ὁ τόπος ὑποτίθεται, καθάπερ εἴρηται πολλάκις.

Συμβαίνει δὲ τοῖς λέγουσιν ἕως τοῦ ᾗ γὰρ κενόν, οὐκ ἔχει διαφοράν.

Καὶ τοὺς δοκοῦντας κατασκευάζειν τὸ κενὸν λόγους διαλύσας, καὶ ὅτι μὴ ἔστι τὸ κενὸν κινήσεως αἴτιον καὶ διὰ τοῦτο οὐδὲ ἔστιν ὅλως ἀποδείξας, νῦν καὶ τοὐναντίον αὐτοῖς συμβαίνειν οὗπερ ἐβούλοντο δείκνυσιν. οἱ μὲν γὰρ ᾤοντο μὴ δύνασθαι κίνησιν εἶναι τὴν κατὰ τόπον, εἰ μὴ εἴη κενόν, αὐτὸς δὲ δείκνυσι μὴ δυναμένην ὅλως εἶναι τὴν κατὰ τόπον τῶν σωμάτων κίνησιν, εἴπερ εἴη κενὸν τοιοῦτον ὡς κεχωρισμένον. καὶ πρῶτον μέν, ὅπερ εἶπε πρὸ ὀλίγου, εἰς τοῦτο τεῖνον τὸ ἐπιχείρημα τίθησιν, ὅτι ἀδιαφόρου ὄντος τοῦ κενοῦ οὐδὲν μᾶλλον τῇ ἢ τῇ κινηθήσεται τὸ ἐν αὐτῷ κείμενον. οὕτω δὲ ἔχον οὐκ ἂν κινηθείη· ὅτι δὲ ὁμοίως ἔχον πρὸς πᾶν μόριον τοῦ ἐν ᾧ ἐστιν, ἀκίνητον ἂν μένοι, ἐπιστώσατο καὶ ἀπὸ τοῦ Πλάτωνος τὴν ἐν μέσῳ τῆς γῆς μονὴν ἐκ τούτου κατασκευάζοντος ἐν οἷς φησιν ἐν Τιμαίῳ· “ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθέν.” εἰ γὰρ πρὸς πᾶν τὸ περὶ ἑαυτὸ μέρος ὁμοίως ἔχει, τί δὴ μᾶλλον πρὸς τόδε τὸ μέρος προσχωρήσειεν ἢ τόδε; εἴπερ καὶ αὐτὸ τὴν ἴσην ἔχει πρὸς πᾶν ῥοπήν, καὶ τὸ πᾶν τὸ περὶ αὐτὸ ὁμοίαν ἔχει πανταχόθεν τὴν περὶ αὐτὸ σχέσιν. τί γὰρ μᾶλλον τῇδε ἢ ἐκεῖσε κλιθείη; εἰ τοίνυν καὶ τὸ κενὸν ἀδιάφορον πάντῃ ἐστὶν αὐτό τε ὁμοίαν ἔχει σχέσιν πρὸς τὸ ἐν αὐτῷ τεθέν, καὶ ἐκεῖνο ὁμοίαν πρὸς τὸ ἐν ᾧ κεῖται πᾶν· ὥστε ταύτῃ ἰσόρροπον εἶναι καὶ διὰ τοῦτο μὴ κινεῖσθαι. ἀξιῶ δὲ ἐπιστῆσαι, ὅτι τὴν κατὰ φύσιν κίνησιν ἔοικεν ἀναιρεῖν ἐκ τούτου τοῦ ἐπιχειρήματος, εἰ ἔστι κενόν. ταύτῃ γὰρ <!-- 9.667 -->ἁρμόττει τὸ οὐ γὰρ ἔστιν οὗ μᾶλλον καὶ ἧττον κινηθήσεται, εἰ μὴ ἄρα καὶ τὴν παρὰ φύσιν συναναιρεῖ. ἡ γὰρ ἐναντία τῇ κατὰ φύσιν ἡ παρὰ φύσιν ἐστί. “σημειωτέον δέ, φησὶν ὁ Ἀλέξανδρος, ὅτι ἔν τισιν ἀντιγράφοις ἡ ἐπιχείρησις αὕτη οὐ φέρεται, ἴσως ὡς εἰρημένη ἤδη, ἀλλʼ ἡ μετʼ αὐτήν.”

Ἔπειτα ὅτι πᾶσα κίνησις ἢ βίᾳ ἢ κατὰ φύσιν ἕως τοῦ ἢ εἰ τοῦτό ἐστιν, οὐκ ἔστι κενόν.

Δευτέρῳ χρῆται τούτῳ λόγῳ δεικνύς, ὅτι εἰ ἔστι κενὸν οὐκ ἔστιν κίνησις. οὐ μόνον ὅτι ἡ κατὰ φύσιν οὐκ ἔστιν, ἀλλʼ οὐδὲ ἡ βίαιος. εἰ οὖν πᾶσα κίνησις ἢ κατὰ φύσιν ἐστὶν ἢ παρὰ φύσιν, μηδετέρα δὲ τούτων εἶναι δύναται κενοῦ ὄντος, δῆλον ὅτι εἰ ἔστι κενὸν οὐκ ἔστιν ὅλως κίνησις. καὶ πρῶτον μὲν τίθησιν, ὅτι πᾶσα κίνησις ἢ κατὰ φύσιν ἐστὶν ἢ βίαιος, ταὐτὸν δὲ εἰπεῖν παρὰ φύσιν, ἀρκεσθεὶς τῇ ἀνάγκῃ τῆς διαιρέσεως. εἶτα ὅτι ἐὰν ᾖ κίνησις βίαιος, ταὐτὸν δὲ εἰπεῖν παρὰ φύσιν, πάντως ἔσται καὶ κατὰ φύσιν, εἴπερ τὸ παρὰ φύσιν ἐκτροπὴ τοῦ κατὰ φύσιν ἐστίν. ἡ δὲ ἐκτροπὴ πανταχοῦ ὑστέρα τῆς προηγουμένης ἐστὶν ὑπάρξεως, ὥστε εἰ μὴ κατὰ φύσιν εἴη κίνησις οὐδὲ παρὰ φύσιν οὐδὲ ὅλως ἔσται κίνησις. τούτων οὖν προαποδεδειγμένων δείκνυσι λοιπὸν ὅτι κενοῦ διαστήματος ὄντος ἀπείρου, οὐκ ἂν εἴη κατὰ φύσιν κίνησις καὶ διὰ τὸ ἄπειρον καὶ διὰ τὸ κενόν. αἱ μὲν γὰρ κατὰ φύσιν κινήσεις ἐπὶ τὰς οἰκείας τοῦ τόπου γίνονται διαφοράς· αὗται δέ εἰσι τὸ ἄνω καὶ τὸ κάτω ἢ τὸ μέσον καὶ τὸ πέριξ πέρατα οὖσαι διαστάσεως. τὸ οὖν ἄπειρον οὔτε τὸ ἄνω ἕξει ἢ κάτω οὔτε τὸ μέσον καὶ πέριξ τὰ κατὰ φύσιν τοιαῦτα. τὰ μὲν γὰρ κατὰ σχέσιν οὐδὲν κωλύει εἶναι, ἀλλὰ ταῦτα μεταπίπτει ῥᾳδίως· τῶν δὲ φύσει κινουμένων αἱ κινήσεις ἐπὶ τὰ αὐτὰ ἀεὶ φέρονται. ὥστε οὐκ ἂν ἐν ταῖς κατὰ σχέσιν διαφοραῖς αἱ κατὰ φύσιν κινήσεις γίνοιντο, ὥστε ἀπείρου ὄντος οὐκ ἂν εἴη κατὰ φύσιν κίνησις. τὸ δὲ κενὸν διὰ τὸ ἀδιάφορον ἐμποδίσει τῇ κατὰ φύσιν κινήσει. οὐδὲν γὰρ διοίσει τι τὸ ἄνω τοῦ κάτω ἐν αὐτῷ ἢ τὸ μέσον τοῦ πέριξ. ὥσπερ γάρ, φησί, τοῦ μηδενὸς οὐδεμία ἐστὶ διαφορά, οὕτω καὶ τοῦ κενοῦ. τὸ γὰρ κενὸν μὴ ὄν τι καὶ στέρησις δοκεῖ εἶναι. ὥστε καὶ ἀντιστρέψας ἀληθῶς ἐρεῖς, εἰ ἔστι κενὸν οὐκ ἔστιν ἡ κατὰ φύσιν κινήσις. ἀλλὰ μὴν καὶ εἰ βίαιος ἡ κίνησίς ἐστιν, ἀνάγκη πρὸ ταύτης εἶναι τὴν κατὰ φύσιν, εἰ δὲ τὴν κατὰ φύσιν εἶναι, κενὸν μὴ εἶναι, ὥστε καὶ εἰ βίαιος ἡ κίνησις, οὐκ ἔστι κενόν. εἰ οὖν πᾶσα κίνησις ἢ βίαιος ἢ κατὰ φύσιν, δῆλον ὅτι οὐκ ἂν εἴη κίνησις ὅλως κενοῦ ὄντος. ἡ οὖν ἐρώτησις <!-- 9.668 -->τοῦ λόγου δύναται μὲν καὶ κατὰ τὸν δεύτερον καλούμενον ἀναπόδεικτον γεγονέναι οὕτως· εἰ ἔστι κενόν, οὐκ ἔστιν ἡ κατὰ φύσιν κίνησις· ἀλλὰ μὴν ἔστιν ἡ κατὰ φύσιν κίνησις· οὐκ ἄρα ἔστι κενόν. ἢ κατὰ τὸν πρῶτον· εἰ ἔστι κατὰ φύσιν κίνησις, οὐκ ἔστι κενόν· ἀλλὰ μὴν ἔστι κατὰ φύσιν κίνησις· οὐκ ἄρα ἔστι κενόν. δύναται δὲ καὶ κατὰ τὸν τέταρτον οὕτως· ἤτοι ἡ κατὰ φύσιν ἔστι κίνησις ἢ τὸ κενόν· ἀλλὰ μὴν ἡ κατὰ φύσιν κίνησις ἔστιν· οὐκ ἄρα ἔστι τὸ κενόν.

Ἔτι νῦν μὲν κινεῖται τοῦ ὤσαντος οὐχ ἁπτομένου ἕως τοῦ οὐδὲ ἔσται φέρεσθαι, ἀλλʼ ἢ ὡς τὸ ὀχούμενον.

Ἐπειδὴ τὴν βίαιον κίνησιν ὄντος κενοῦ διὰ τῆς κατὰ φύσιν ἀνεῖλε πρότερον, ὡς εἰ μὴ ἔστιν ἡ κατὰ φύσιν κενοῦ ὄντος μηδὲ τῆς παρὰ φύσιν ὑποστῆναι δυναμένης, νῦν καὶ προηγουμένην ἀπόδειξιν πορίζει τοῦ εἰ ἔστι τὸ κενὸν μὴ εἶναι βίαιον κίνησιν· τῆς δὲ βιαίου κινήσεως διχῶς γινομένης ἢ παρόντος τοῦ βιαζομένου καὶ ὀχοῦντος ἢ ὠθοῦντος ἢ ἕλκοντος, ἢ μὴ παρόντος ὡς ἐπὶ τῶν ῥιπτουμένων, ἐπὶ ταύτης ποιεῖται τὴν ἀπόδειξιν τὴν ἑτέραν διὰ τὸ ἐναργές, ὡς ὁ Ἀλέξανδρός φησι, παραλιπών. παρόντος μὲν γάρ, φησί, τοῦ βιαζομένου καὶ τῷ κινεῖσθαι κινοῦντος, ἀνάγκη κατὰ φύσιν αὐτὸ κινούμενον οὕτως ἐκεῖνο βιάζεσθαι. εἰ γὰρ καὶ τοῦτο βιαζόμενον βιάζοιτο, κἀκεῖνο ὑπʼ ἄλλου, εἰς ἄπειρον ἂν προίοιμεν. ἡ δὲ κατὰ φύσιν κίνησις οὐκ ἔστιν ἐν τῷ κενῷ, ὡς δέδεικται πρότερον. μήποτε δὲ οὐ διὰ τὸ ἐναργὲς τῆς ἀποδείξεως τὴν οὕτω βίαιον τέως παρέλιπεν, ἀλλʼ ὅτι προείληπτο οὗτος ὁ τρόπος τῆς ἀποδείξεως. νῦν δὲ προὔκειτο τὴν βίαιον προηγουμένως, ἀλλʼ οὐ διὰ τῆς κατὰ φύσιν ἀνελεῖν· μετʼ ὀλίγον δὲ προσθήσει καὶ τὴν ἑτέραν. νῦν οὖν περὶ τῆς ἀπόντος τοῦ βιαζομένου, τουτέστι τῆς κατὰ ῥῖψιν, δείκνυσιν ὡς οὐκ ἐσομένης ἐν τῷ κενῷ· ἐν μὲν γὰρ πλήρει γινομένης τῆς ῥίψεως τὰ ῥιπτούμενα κινεῖται ἢ τῷ ἀντιπεριίστασθαι τὸν πρὸ τοῦ ῥιπτουμένου προωθούμενον ἀέρα ὑπὸ τῆς τοῦ ῥιπτοῦντος ῥύμης· εὐκινητότερος γὰρ ὢν τοῦ ῥιπτουμένου ὁ ἀὴρ προωθεῖται καὶ τῇ βίᾳ ἀθρόος ἀντιπεριιστάμενος ἐπωθεῖ τὰ κινούμενα· τούτου δὲ κατὰ συνέχειαν γινομένου συνεχὴς ἡ κίνησις τοῦ ῥιφέντος μένει, ἕως ἂν κατʼ ὀλίγον ἐκλυομένης τῆς τοῦ ἀντιπεριισταμένου ἀέρος ῥύμης ἐπικρατήσῃ ταύτης ἡ οἰκεία τοῦ ῥιφέντος κατὰ φύσιν φορὰ καὶ οὕτω κατενεχθῇ τὸ ῥιπτούμενον. ταύτης δὲ τῆς δόξης ὁ Πλάτων δοκεῖ τὴν ἀντιπερίστασιν οὕτως ἐξηγούμενος ἐν Τιμαίῳ· “πάλιν δὲ ἐκπίπτοντος ἐντεῦθεν τοῦ πυρὸς ἅτε οὐκ εἰς κενὸν <!-- 9.669 -->ἐξιόντος ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ἔτι ὄντα τὸν ὑγρὸν ὄγκον εἰς τὰς τοῦ πυρὸς ἕδρας συνωθῶν αὐτὸν ἑαυτῷ συμμίγνυσιν.” ἢ οὖν οὕτως ἡ τῶν ῥιπτουμένων κίνησις μένει συνεχὴς ἢ διὰ τὸ ἐπωθεῖν τὸν συναπωσθέντα ὑπὸ τοῦ ῥίψαντος τὸν βίᾳ φερόμενον ἀέρα, ὃς εὐκινητότερος ὢν τοῦ ῥιπτουμένου, ἕως ἂν ἔχῃ τὴν ἀπὸ τοῦ ῥίψαντος δύναμιν, προωθεῖ τὸ ῥιπτούμενον, ἐπισυρρέοντος αὐτῷ τοῦ μετʼ αὐτὸν ἀέρος ἀθρόου διὰ τὸ βίαιον τῆς κινήσεως καὶ συνεπωθοῦντος καὶ τούτου, ἕως ἂν κατʼ ὀλίγον ἐκλυομένης τῆς ἐν αὐτῷ δυνάμεως ἐπικρατήσῃ ταύτης ἡ τοῦ ῥιφέντος κατὰ φύσιν ἐπὶ τὸ κάτω φορά. εὐκίνητος γὰρ ὢν ὁ ἀὴρ καὶ δεόμενος ἀρχῆς τινος πρὸς τὸ κινεῖσθαί τε καὶ φέρεσθαι ταύτην λαβὼν ἐν τῇ τοῦ ῥιπτουμένου μετὰ βίας ἀφέσει καὶ ὥσπερ συναφθεὶς τῷ ῥιφθέντι ἀθρόος ἐπιρρεῖ αὐτῷ καὶ μετὰ βίας τοῦτο ποιῶν κινεῖ τὸ πεμφθέν τε καὶ ῥιφὲν μηκέτι τοῦ ῥίψαντος αὐτῷ παρόντος, ἕως ἂν ἐκλυθῇ κατʼ ὀλίγον ἡ βίαιος καὶ ἀθρόα φορά. οὕτω μὲν οὖν ἡ διὰ τοῦ πλήρους τῶν ῥιπτουμένων κίνησις αἰτιολογεῖται. ἐν δὲ τῷ κενῷ οὐδέτερον τούτων οἷόν τε γενέσθαι. οὔτε γὰρ ὠθεῖν οὔτε ἀντιπεριίστασθαι δύναταί τι μηδενὸς ὄντος ἐν τῷ κενῷ· εἰπὼν δὲ ὅτι οὐδὲν τούτων ὑπάρχει ἐν τῷ κενῷ οὐδὲ ἐνδέχεται φέρεσθαι ἐν αὐτῷ ἐπήγαγεν ἀλλʼ ἢ ὡς τὸ ὀχούμενον ἐνδεικνύμενος, ὅτι κατὰ μὲν τὸν τῆς ῥίψεως τρόπον ἀδύνατον φέρεσθαι ἐν κενῷ τὸ φερόμενον· εἴπερ δὲ ἄρα, ὡς τὰ ὀχούμενα φέρεται· εἰ δὲ τοῦτο, ἢ ἐπʼ αὐτοῦ τοῦ κενοῦ ὀχεῖται ἢ ἐπί τινος σώματος· ἀλλʼ ἐπὶ τοῦ κενοῦ ἀδύνατον — ἀδρανὲς γὰρ τὸ κενόν, εἴπερ τὸ μηδέν ἐστιν —, εἰ δὲ σῶμά τι εἴη τὸ ὀχοῦν ἐν τῷ κενῷ καὶ βίᾳ κινοῦν, ἐπειδὴ κινούμενον καὶ αὐτὸ κινεῖ, δῆλον ὅτι ἢ κατὰ φύσιν κινεῖται — ἐδείχθη δὲ ἀδύνατον εἶναι τὸ κατὰ φύσιν ἐν τῷ κενῷ κινεῖσθαι — ἢ βίᾳ. καὶ εἰ βίᾳ, ἢ ῥιπτούμενον καὶ ἀδύνατον, ἢ πάλιν ὡς ὀχούμενον, καὶ τοῦτο ἐπʼ ἄπειρον. ἐπειδὴ δέ, ὡς εἴρηται, τὸ μὲν τῷ ῥίπτεσθαι βίᾳ κινεῖται, τὸ δὲ τῷ παρεῖναι τὸ κινοῦν καὶ βιαζόμενον, τοῦτο δὲ ἢ ὠθοῦν ἢ ἕλκον ἢ ὀχοῦν βιάζεται, κοινότερον δὲ τὸ ὀχεῖν, ἐπειδὴ καὶ τὸ ἕλκον καὶ τὸ ὠθοῦν τρόπον τινὰ ὀχεῖ διὰ τοῦτο τὸ ὀχοῦν ἔλαβεν ἀντὶ πάντων. ἀλλὰ τί κωλύει τὰ ζῷα αὐτά τε κινεῖσθαι καθʼ ὁρμὴν οἰκείαν ἐν τῷ κενῷ καὶ ἄλλα σώματα κινεῖν βιαίως ἢ ὠθοῦντα ἢ ἕλκοντα ἢ ὀχοῦντα ἢ καὶ ῥιπτοῦντα; οὐ γὰρ ἔστιν ἐπὶ τῶν ζῴων εἰπεῖν, ὅτι ἄνω ἢ κάτω ἀφωρισμένως κατὰ φύσιν κινηθήσεται, ὥστε τούτων μὴ ὄντων ἐν τῷ κενῷ μηδὲ τὰ ζῷα δύνασθαι κινεῖσθαι. ἢ φυσικῆς οὔσης τῆς πραγματείας περὶ φυσικῆς κινήσεως νῦν ὁ λόγος, ἀλλʼ οὐ προαιρετικῆς, ὡς περί γε ἐκείνης <!-- 9.670 -->ἐν τοῖς Περὶ κινήσεως ζῴων διαλέξεται. τὰ δέ γε ῥιπτούμενα, κἂν ὑπὸ ζῴων ῥιφῇ μὴ παρόντος λοιπὸν τοῦ κινήσαντος, φυσικὴν ἔχει τὴν θεωρίαν παρὰ φύσιν τὴν οἰκείαν κινούμενα.

Ἔτι οὐδεὶς ἂν ἔχοι εἰπεῖν, διὰ τί κινηθὲν στήσεται ἕως τοῦ ἐὰν μή τι ἐμποδίσῃ κρεῖττον.

Δείξας πρότερον ὅτι εἰ ἔστι κενὸν οὐκ ἔστι κίνησις οὔτε ἡ κατὰ φύσιν οὔτε ἡ παρὰ φύσιν, νῦν οἶμαι δείκνυσιν, ὅτι κενοῦ ὄντος οὐ μόνον κίνησις ἀναιρεῖται, ἀλλὰ καὶ μονὴ ἡ κατὰ φύσιν. αἱ μὲν γὰρ κατὰ φύσιν μοναὶ ἐν τοῖς οἰκείοις τόποις τῶν σωμάτων γίνονται διαφόροις οὖσι, τὸ δὲ κενὸν ἀδιάφορον. τί οὖν μᾶλλον ἐνταῦθα ἢ ἐνταῦθα κινηθὲν στήσεται, ἐφʼ ὃ καὶ διʼ ὃ ἡ κίνησις τοῖς σώμασιν; ὥστε εἰ μηδεμία διαφορὰ ἐν τῷ κενῷ, κἂν ὑπόθηταί τις κινούμενα ἐν αὐτῷ τὰ σώματα, εἰς ἄπειρον ἀνάγκη κινεῖσθαι, ἐὰν μή τι ἰσχυρότερον ἐμποδίσῃ. κἂν ἠρεμεῖν λέγοιτο, ἀεὶ ἠρεμήσει· εἰ γὰρ ἐν τῷδε τῷ μέρει τοῦ κενοῦ ἠρεμεῖν πέφυκε, δῆλον ὅτι ὁμοίως ἐν πᾶσιν. ὥστε δεδειγμένον ἂν εἴη, ὅτι οὔτε ἵστασθαι κατὰ φύσιν δυνατὸν κενοῦ ὄντος. καὶ γὰρ τὸ ἢ εἰς ἄπειρον ἀνάγκη φέρεσθαι ὡς ἀκόλουθον τῷ μὴ ἑστάναι κατὰ φύσιν ἐπῆκται. εἰ δὲ οἱ ἐξηγηταὶ καὶ τοῦτο ἐπιχείρημα λέγουσιν, ὅτι οὐκ ἔσται κίνησις κατὰ φύσιν ἐν τῷ κενῷ, διότι τὰ κατὰ φύσιν κινούμενα ἐπὶ τὸν οἰκεῖον φέρεται τόπον, οὐκ ἔστι δὲ οἰκεῖος τόπος ἐν τῷ κενῷ διὰ τὸ ἀδιάφορον, ἄμεινον οἶμαι τῆς κινήσεως πρότερον ἀναιρεθείσης νῦν τὴν στάσιν ἀναιρεῖσθαι καὶ τοῦτο τῇ λέξει συμφωνότερόν μοι δοκεῖ οὕτως ἀρχομένῃ τοῦ ἐπιχειρήματος ἔτι οὐδεὶς ἂν ἔχοι εἰπεῖν διὰ τί κινηθὲν στήσεταί που. τί δὲ ἂν εἴη ἐν τῷ κενῷ τοιοῦτον ὡς ἐμποδίζειν κινεῖσθαι κρεῖττον ὄν, παρῆκε ζητεῖν ὡς ἐναργὲς ὂν ὅτι μηδέν ἐστι. καὶ γὰρ ἐκεῖνο ἢ κατὰ φύσιν ἑστὼς ἢ παρὰ φύσιν ἐμποδίζοι ἄν. καὶ κατὰ φύσιν μὲν ἀδύνατον, εἰ δὲ καὶ αὐτὸ ἐμποδιζόμενον, ἐπʼ ἄπειρον ἂν προΐοι. ἀλλὰ καὶ εἰ κινούμενόν τις λέγοι βιάζεσθαι τὸ φερόμενον ἑστάναι, εἴρηται ἤδη καὶ περὶ τῆς κατὰ τοῦτο ἀτοπίας.

Ἔτι νῦν μὲν εἰς τὸ κενὸν ἕως τοῦ ὥστε πάντῃ οἰσθήσεται.

Πανταχόθεν τὰς ἐννοίας περικρούει, διʼ ἃς ὑποτίθενται τὸ κενόν. καὶ νῦν οὖν ἐπειδὴ οἱ τὸ κενὸν αἴτιον τιθέντες διὰ τὸ ὑπεικτικὸν αὐτοῦ, καὶ τὴν αἰτίαν τοῦ διʼ ἀέρος μὲν καὶ ὕδατος κινεῖσθαι διὰ λίθου δὲ καὶ γῆς μηκέτι ταύτην λέγοντες, ὅτι ὁ μὲν ἀὴρ καὶ τὸ ὕδωρ πολύκενά ἐστι, λίθοι <!-- 9.671 -->δὲ καὶ γῆ πλήρη μᾶλλον, διὸ οὐχ ὑπείκουσιν, ἐπὶ τοῦ ἀπείρου, φησί, κενοῦ τί ἐροῦσι; πανταχοῦ γὰρ ὁμοίως εἶκον οὐ παρέξει διαφορὰν τοῖς σώμασι τοῦ ἐπὶ τόδε τὸ μόριον ἢ τόδε κινεῖσθαι. ὥστε ἢ πανταχοῦ κινηθήσεται ἢ οὐδαμοῦ· λέγει δὲ ὁ Ἀλέξανδρος ὅτι “δυνατὸν τούτῳ τῷ ἐπιχειρήματι καὶ πρὸς τοὺς Στωικοὺς χρήσασθαι ἄπειρον κενὸν λέγοντας ἐκτὸς περιέχειν τὸν κόσμον. διὰ τί γὰρ ἀπείρου ὄντος τοῦ κενοῦ ἐνταῦθα οὗ ἐστι μένει ὁ κόσμος καὶ οὐ φέρεται; ἢ εἰ φέρεται, τί μᾶλλον ἐνταῦθα ἢ ἀλλαχοῦ; τὸ γὰρ κενὸν ἀδιάφορον καὶ ὁμοίως ὑπεῖκον πανταχῇ. εἰ δὲ λέγουσιν, ὅτι τῆς ἕξεως τῆς αὐτῆς αὐτὸν συνεχούσης μένει, πρὸς μὲν τὸ μὴ σκεδάννυσθαι αὐτοῦ τὰ μόρια καὶ διασπᾶσθαι καὶ ἄλλο ἀλλαχοῦ φέρεσθαι συνεργοίη ἄν τι ἴσως ἡ ἕξις· πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συνεχούσης ἕξεως μένειν, ἀλλὰ μὴ φέρεσθαι, οὐδὲν ἔτι ἡ ἕξις ποιήσει. εἴη δʼ ἄν, φησί, διὰ τούτων δεικνύμενον, ὅτι μηδʼ οὕτως αἴτιον τὸ κενὸν κινήσεως ὡς τὸ διʼ οὗ, εἴ γε τὸ τεθὲν ἐν αὐτῷ ἐπὶ μηδέτερον αἰτίαν ἔχει τοῦ κινεῖσθαι. τοῦτο δὲ δῆλον ὅτι καὶ ἐκ προτέρων ἐπιχειρημάτων συνήγετο.”

Ἔτι δὲ καὶ ἐκ τῶνδε φανερὸν τὸ λεγόμενον ἕως τοῦ ὥστε οὐδὲ τὴν κίνησιν.

Τὰς πραγματειωδεστάτας νῦν ἀποδείξεις προσάγει τῷ λόγῳ δεικνύς, ὅτι οὐκ ἔσται κίνησις ἐν κενῷ. τεττάρων δὲ ὄντων τῶν κατὰ ταύτην τὴν μέθοδον ἐπιχειρημάτων διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς περαινομένων, τὸ μὲν πρῶτον συνάγει ὅτι ἔσται κίνησις ἄχρονος, τὸ δεύτερον ὅτι τὸ κενὸν λόγον ἕξει πρὸς τὸ πλῆρες, τὸ τρίτον ὅτι οὐ μόνον λόγον ἕξει τὸ κενὸν πρὸς τὸ πλῆρες, ἀλλὰ καὶ ὃν πλῆρες πρὸς πλῆρες, τὸ τέταρτον ὅτι ἐν τῷ αὐτῷ χρόνῳ τό τε κενὸν καὶ τὸ πλῆρες διελεύσεται τὸ κινούμενον· προσλαμβάνει δὲ τὰς αἰτίας τῆς ἀνισοταχοῦς κινήσεως δύο οὔσας· ὁμοειδῶν γὰρ ὄντων τῶν κινουμένων — οἷον ἀμφοῖν ἐπὶ τὸ κάτω πεφυκότων κινεῖσθαι ἢ ἀμφοῖν ἐπὶ τὸ ἄνω — καὶ σχῆμα τὸ αὐτὸ ἐχόντων ἡ ἀνισοταχὴς κίνησις γίνεται ἢ τῷ διαφέρειν τὸ διʼ οὗ οἷον διὰ γῆς ἢ βορβόρου ἢ διʼ ὕδατος ἢ διʼ ἀέρος, καὶ εἰ τὸ μὲν διὰ μένοντος, τὸ δὲ διʼ ἀντικινουμένου καὶ ἀνακρούοντος κινοῖτο. ἢ οὖν παρὰ τοῦτο τὸ μὲν θᾶττον κινεῖται τὸ αὐτὸ διάστημα τὸ δὲ βραδύτερον, ἢ παρʼ αὐτὰ τὰ κινούμενα ῥοπὴν μὲν ἔχοντα κατὰ φύσιν τὴν αὐτήν — οἷον ἀνώφορα ὄντα ἢ κατώφορα — καὶ σχῆμα τὸ αὐτό, ὑπεροχὴν δὲ ἔχοντα πρὸς ἄλληλα τοῦ βάρους, εἴπερ βαρέα εἴη ἄμφω, ἢ τῆς κουφότητος, εἴπερ κοῦφα. καὶ γὰρ ἂν πάντα τὰ αὐτὰ ὑπάρχῃ, θᾶττον κινηθήσεται τὸ βαρύτερον, οἷον εἰ σφαῖρα χρυσοῦ τε καὶ ἀργύρου διʼ ἀέρος ἄμφω κινοῖντο. ἀλλʼ αὕτη μὲν ἡ διαφορὰ μετʼ ὀλίγον λόγου τεύξεται. νῦν δὲ τὸ διʼ οὗ ἡ κίνησις διάφορον ὑποτιθέμενος τὸ μὲν παχυμερέστερον <!-- 9.672 -->τὸ δὲ λεπτομερέστερον, καὶ παρὰ τοῦτο τὰ ἀνισοταχῆ ὁρῶν, τὰ ἑπόμενα ἄτοπα τοῖς διὰ κενοῦ λέγουσι τὴν κίνησιν ἐπάγει.

Ὑποκείσθω γὰρ τὸ αὐτὸ βάρος ἐν ὥρᾳ μιᾷ διʼ ἀέρος εἰ βούλει καὶ τοῦ λεπτοτάτου σταδιαῖον κινεῖσθαι διάστημα. διὰ τοίνυν τοῦ κενοῦ τὸ στάδιον τοῦτο ἐν πόσῳ κινηθήσεται χρόνῳ; εἰ γὰρ ἐν ἡμίσει εἰ τύχοι, ἔσται ὁ ἀὴρ διπλασίως παχύτερος τοῦ κενοῦ. καὶ εἰ ἐν τριτημορίῳ ἢ δεκατημορίῳ ἢ μυριοστῷ, ἔσται ὡς ὁ χρόνος πρὸς τὸν χρόνον, οὕτως τὸ διʼ οὗ πρὸς τὴν σύστασιν. ἀλλὰ μὴν οὐδένα λόγον ἔστιν εὑρεῖν τοῦ πλήρους πρὸς τὸ κενόν· παντὸς γὰρ ὑπερβάλλει τοῦ λαμβανομένου. συμβαίνει ἄρα ἐν μηδενὶ χρόνῳ κινηθῆναι διὰ τοῦ κενοῦ τὸ αὐτὸ βάρος ἴσον διάστημα, οὗ διὰ τοῦ πλήρους ἐκινήθη ἔν τινι χρόνῳ ὡρισμένῳ. ἔσται ἄρα κίνησις ἄχρονος, ὅπερ ἀδύνατον, εἴπερ πᾶσα κίνησις ἐν χρόνῳ γίνεται. ὅτι δὲ οὐδένα λόγον ἔχει τὸ κενὸν πρὸς τὸ πλῆρες δείκνυσι διὰ τῆς τοῦ μηδενὸς πρὸς τὸν ἀριθμὸν ὁμοίας σχέσεως. οὐ γὰρ ἔχει τινὰ λόγον πρὸς ἀριθμὸν τὸ μηδέν, ᾧ ὑπερέχεται ὑπʼ αὐτοῦ· οὐδὲ ὑπερέχειν ἂν λέγοιτο τοῦ μηδενὸς ὁ ἀριθμός. δείκνυσι δὲ καὶ τοῦτο λαβών τινα ἀλλήλων ὑπερέχειν ἅμα καὶ κανόνα τινὰ τῶν ὑπερεχόντων παραδιδούς. ἐπειδὴ γὰρ πᾶν τὸ ὑπερέχον τινὸς διαιρεῖται εἴς τε τὸ ὑπερεχόμενον καὶ τὴν ὑπεροχήν, καὶ σύγκειται δηλονότι ἐκ τούτων· εἰς ἃ γὰρ διαιρεῖταί τι, ἐκ τούτων καὶ σύγκειται. ἐὰν τοῦ δ ἀριθμοῦ τὴν ὑπεροχὴν τὴν πρὸς τὸ μηδὲν λάβωμεν, δῆλον ὅτι ὁ δ αὐτός ἐστι. σύγκειται ἄρα ὁ δ ἐκ τοῦ δ καὶ τοῦ μηδενός. ἄτοπον δὲ μέρος τοῦ δ ἀριθμοῦ λέγειν τὸ μηδὲν καὶ συγκεῖσθαι αὐτὸν ἐκ τοῦ μηδενός. διὰ τοῦτο δέ, φησί, μηδὲ τὴν γραμμὴν στιγμῆς ὑπερέχειν, ὅτι μὴ σύγκειται ἐκ στιγμῆς μηδὲ ἔστι μέρος αὐτῆς ἡ στιγμή. δεῖ γὰρ ἐν τῷ ὑπερέχοντι ὡς μέρος εἶναι τὸ ὑπερεχόμενον, ἀλλὰ μὴ τὸ ὑπερέχον μόνην εἶναι τὴν ὑπεροχήν. ὡς οὖν οὐχ ὑπερέχει τοῦ μηδενὸς ὁ ἀριθμὸς οὐδὲ λόγον ἔχει πρὸς αὐτό, οὕτως οὐδὲ τὸ σῶμα πρὸς τὸ κενόν, ἵνα μὴ συγκείμενον ᾖ τὸ σῶμα ἐκ σώματος καὶ κενοῦ, ὥστε οὐδὲ αἱ κινήσεις αἱ διὰ τούτων οὐδὲ οἱ χρόνοι ἐν οἷς αἱ κινήσεις ἐν οὐδενὶ ἔσονται λόγῳ. οὐδὲ γὰρ ἐν χρόνῳ ὅλως ἡ διὰ τοῦ κενοῦ γίνεται κίνησις, κατὰ δὲ τὸ εἰωθὸς αὐτῷ διὰ τὸ ἀκριβὲς ἐπὶ στοιχείων ποιούμενος τὴν ἔκθεσιν τίθησιν τὸ μὲν κινούμενον διὰ τῶν διαφόρων σωμάτων βάρος τὸ Α, διʼ ὧν δὲ κινεῖται τὸ μὲν πυκνότερον Β, τὸ δὲ λεπτότερον Δ, χρόνον δέ, ἐν ᾧ τὸ Α διὰ τοῦ Β ὡρισμένον τι μέγεθος κεκίνηται, τὸ Γ. διὰ δὴ τοῦ Δ, ὃ λεπτότερόν ἐστι τοῦ Β, τὸ Α κινηθήσεσθαί φησι τὸ ἴσον διάστημα, ὅσον διὰ τοῦ Β ἐκινήθη ἐν ἐλάττονι δηλονότι χρόνῳ, καὶ τοσούτῳ ἐλάττονι, ὅσῳ ἦν παχύτερον τὸ Β τὸ ἐμποδίζον αὐτοῦ μᾶλλον τὴν κίνησιν τοῦ Δ τοῦ λεπτοτέρου καὶ ἧττον ἐμποδίζοντος. σαφεστέραν δὲ τὴν ἀναλογίαν ποιῆσαι βουλόμενος ὀνομάζει τὰ σώματα, διʼ ὧν τὸ Α ἐκινεῖτο, καὶ τίθησιν ἐπὶ <!-- 9.673 -->μὲν τοῦ Β ὅπερ ἦν τὸ παχύτερον ὕδωρ, ἐπὶ δὲ τοῦ Δ ὃ ἦν λεπτότερον ἀέρα. καὶ λέγει ὅτι ὅσῳ ἀὴρ λεπτότερος ὕδατος καὶ ἀσωματώτερός ἐστι, τουτέστιν ἧττον ἐμποδιστικός, τοσούτῳ θᾶττον διὰ τούτου κινηθήσεται τὸ Α ἢ τοῦ ὕδατος. διὰ τούτων οὖν τὸ πρῶτον συνήγαγεν ἀδύνατον, ὅτι ἔσται κίνησις ἄχρονος. εἰ γὰρ τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδένα λόγον ἔχει, ὡς δὲ τὸ κενὸν πρὸς τὸ πλῆρες διʼ ὧν ἡ κίνησις, οὕτως ἡ κίνησις πρὸς τὴν κίνησιν, καὶ οἱ χρόνοι τῶν κινήσεων μετρητικοί, δῆλον ὅτι καὶ ὁ χρόνος πρὸς τὸν χρόνον ὡς τὸ οὐδὲν πρὸς ἀριθμὸν ἔσται· οὐδὲ χρόνος ἄρα ἔσται· πᾶς γὰρ χρόνος πεπερασμένος πρὸς πάντα πεπερασμένον χρόνον ἐν λόγῳ τινί ἐστιν, ἐπειδὴ καὶ πᾶς ἀριθμὸς πρὸς πάντα, ὥστε ἔσται τις κίνησις ἡ διὰ τοῦ κενοῦ μὴ ἐν χρόνῳ οὖσα, ἢ εἰ ἐν χρόνῳ αὕτη, ἔσται τις κίνησις πρὸς κίνησιν καὶ χρόνος πρὸς χρόνον πεπερασμένα ἐν μηδενὶ λόγῳ ὄντα, ὅπερ ἀδύνατον. καί μοι δοκεῖ τοῦτο μᾶλλον τὸ ἀδύνατον συνάγειν ὁ Ἀριστοτέλης ἐν τῷ πέρατι τῆσδε τῆς λέξεως, διʼ ὧν φησιν ὁμοίως δὲ καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδένα οἷόν τε ἔχειν λόγον, ὥστε οὐδὲ τὴν κίνησιν· ὅτι δὲ σὺν τῇ κινήσει καὶ τὸν χρόνον παραλαμβάνει, δῆλον καὶ ἐκ τῶν ἑξῆς ῥηθησομένων γενήσεται.

Ἀλλʼ εἰ διὰ τοῦ λεπτοτάτου ἐν τοσῳδὶ ἕως τοῦ καὶ τοῦτον ἕξει τὸν λόγον τὸ πλῆρες πρὸς τὸ κενόν.

Διὰ μὲν τοῦ πρώτου ἐπιχειρήματος δείξας ὅτι τὸ κενὸν ἐν οὐδενὶ λόγῳ ἐστὶ πρὸς τὸ πλῆρες, συνήγαγεν ἐκ τούτου, εἰ ἔστι διὰ κενοῦ κίνησις, τὸ περὶ τὴν κίνησιν καὶ τὸν χρόνον συμβαῖνον ἀδύνατον, ὅτι πεπερασμένη κίνησις πρὸς πεπερασμένην καὶ χρόνος πεπερασμένος πρὸς πεπερασμένον ἐν οὐδενὶ λόγῳ ἔσται — τοῦτο γὰρ σημαίνει τὸ “ὥστε οὐδὲ τὴν κίνησιν”· καὶ ὅτι ἔσται κίνησις μὴ οὖσα ἐν χρόνῳ· νῦν δὲ εἰπὼν ὅτι ἡ τοῦ κενοῦ κίνησις ἐν οὐδενὶ ἔσται λόγῳ οὐδὲ πρὸς τὴν διὰ τοῦ λεπτοτάτου τῷ ἄχρονον εἶναι τὴν διὰ τοῦ κενοῦ, τὰ ἑπόμενα τοῖς μὴ οὕτω λέγουσιν ἄτοπα ἐπάγει. καὶ ὁ μὲν Ἀλέξανδρος τὸ ἀλλʼ εἰ διὰ τοῦ λεπτοτάτου ἐν τοσῳδὶ τὴν τοσηνδὶ φέρεται διὰ τοῦ κενοῦ, παντὸς ὑπερβάλλει λόγου συμπέρασμα τοῦ προτέρου ἐπιχειρήματος ποιησάμενος, τοῦ νῦν προκειμένου ἤρξατο ἀπὸ τοῦ ἔστω γὰρ τὸ Ζ κενόν. ἄμεινον δὲ οἶμαι μὴ ὡς ἀρχὴν τοῦτο λέγειν· ἢ πῶς ἔχει λόγον ὁ γὰρ σύνδεσμος; ἀλλὰ διὰ τούτων δείκνυσι τὰ ἑπόμενα τοῖς ἐν χρόνῳ ὑποτιθεμένοις τὴν διὰ τοῦ κενοῦ κίνησιν καὶ λόγον εἶναι λέγουσι τῶν κινήσεων καὶ τῶν χρόνων. <!-- 9.674 -->ἕπεται δὲ τὸ ἀντίστροφον τὸ λόγον εἶναι τοῦ κενοῦ πρὸς τὸ πλῆρες, ὅπερ ἔδειξεν ἀδύνατον. ὡς γὰρ τῷ μηδένα λόγον εἶναι τοῦ κενοῦ πρὸς τὸ πλῆρες ἀκολουθεῖ τὸ μήτε τῶν κινήσεων εἶναι μήτε τῶν χρόνων, οὕτως τῷ λόγον εἶναι καὶ τῶν κινήσεων καὶ τῶν χρόνων ἀκολουθεῖ τὸ λόγον εἶναι τοῦ κενοῦ πρὸς τὸ πλῆρες. ὑποθέμενος γὰρ ἐν χρόνῳ πεπερασμένῳ γίνεσθαι τὴν διὰ τοῦ κενοῦ κίνησιν καὶ τὴν αὐτὴν ἀναλογίαν ἐν τοῖς χρόνοις τῆς κινήσεως καὶ τοῖς διʼ ὧν γίνεται ἡ κίνησις λαβών, ἐπὶ τούτων συνάγει τὸ ἀδύνατον, ὅτι ἕξει λόγον τὸ κενὸν πρὸς τὸ πλῆρες, ὃν ὁ χρόνος πρὸς χρόνον, ταὐτὸν δὲ εἰπεῖν ὃν ἀριθμὸς πρὸς ἀριθμόν. καὶ οὐ τοῦτο μόνον, ἀλλʼ ὅτι ἕξει λόγον τὸ κενὸν πρὸς τὸ πλῆρες, ὃν ἔχει τὸ πλῆρες πρὸς τὸ πλῆρες. ἔστω γάρ, φησί, κενὸν τὸ ἐφʼ οὗ Ζ ἴσον κατὰ τὸ μέγεθος τῷ τε Β ὃ ἦν ὕδωρ καὶ τῷ Δ ὃ ἦν ἀήρ. τὸ δὲ Α τὸ κινούμενον εἰ κινεῖται ἔν τινι χρόνῳ διὰ τοῦ Ζ κενοῦ, οἷον φέρε εἰπεῖν τῷ Η, ἔσται δηλονότι ὁ Η χρόνος ἐλάττων τοῦ Ε, ἐν ᾧ τὸ Α διὰ τοῦ Δ ὃ ἦν ἀὴρ ἐκινεῖτο — ἔκειτο γὰρ ἐν τούτῳ διὰ τούτου κινεῖσθαι —, ὃν δὴ ἔχει λόγον ὁ χρόνος ὁ Η πρὸς τὸν Ε, τοῦτον ἕξει καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες. ὡς γὰρ τὰ ὑποκείμενα, διʼ ὧν αἱ κινήσεις πρὸς ἄλληλα, οὕτω καὶ αἱ κινήσεις καὶ οἱ χρόνοι τῶν κινήσεων. καὶ ἀνάπαλιν ὡς ὁ χρόνος πρὸς τὸν χρόνον, οὕτω καὶ τὸ ὑποκείμενον πρὸς τὸ ὑποκείμενον. ὥστε εἰ παντὸς χρόνου πεπερασμένου πρὸς πάντα χρόνον πεπερασμένον λόγος ἐστίν, ἔσται καὶ τοῦ κενοῦ πρὸς τὸ πλῆρες λόγος. διὸ ἐπήγαγε καὶ τοῦτον ἕξει τὸν λόγον τὸ πλῆρες πρὸς τὸ κενόν. ὥσπερ ἀδύνατον ἐν λόγῳ εἶναι ἀριθμὸν πρὸς τὸ μηδέν, ὡς ἔδειξε πρότερον.

Ἀλλʼ ἐν τοσούτῳ χρόνῳ ὅσος ἐφʼ οὗ τὸ Η τοῦ Δ τὸ Α δίεισι τὴν τὸ Θ.

Ἐπὶ ταῖς αὐταῖς ὑποθέσεσι τρίτον ἀδύνατον συνάγει, ὅτι ἐν ἴσῳ χρόνῳ πλῆρές τι διεξελεύσεται καὶ κενὸν τὸ κινούμενον· οἷον τὸ Α ἐν τῷ Η χρόνῳ, ἐν ᾧ διὰ τοῦ Ζ κενοῦ ἐκινεῖτο, καὶ διὰ πλήρους τινὸς κινηθήσεται. εἰ γὰρ ἐν τῷ Ε χρόνῳ διὰ τοῦ Δ παντὸς κεκίνηται, ἐν τῷ Η ἐλάττονι ὄντι τοῦ Ε — ἔλαττον γάρ ἐστιν, εἴπερ ἐν τῷ Η διὰ τοῦ Ζ κενοῦ ἐκινεῖτο τοῦ ἴσου τῷ Δ — μόριόν τι τοῦ Δ κινηθήσεται τὸ Α· ἔστω τοῦτο τὸ Θ. καὶ δῆλον ὅτι συνάγεται διὰ βραχέων μέν, ἐναργῶς δέ, τὸ ἐν τῷ αὐτῷ <!-- 9.675 -->χρόνῳ τῷ Η τὸ κινούμενον ὅπερ ἐστὶ τὸ Α τό τε Ζ κενὸν διιέναι καὶ τὸ Θ πλῆρες, οὐ μέντοι ἴσα ὄντα τῷ μήκει. “ἀγαγὼν δέ, φησὶν ὁ Ἀλέξανδρος, εἰς τοῦτο τὸν λόγον κατέλιπε τὸ δεῖξαι τὸ ἑπόμενον ἄτοπον. ἦν δὲ τοῦτο τὸ ἴσον ἕξειν λόγον τὸ κενὸν πρὸς τὸ πλῆρες, ὃν τὸ πλῆρες πρὸς τὸ πλῆρες· ὡς γὰρ οἱ χρόνοι πρὸς ἀλλήλους ὁ Η πρὸς τὸν Ε, οὕτως ἕξει καὶ τὸ Θ μόριον τοῦ Δ πρὸς ὅλον τὸ Δ· ἀλλὰ μὴν ὃν ἔχει λόγον ὁ Η χρόνος πρὸς τὸν Ε, τοῦτον εἶχε καὶ τὸ κενὸν τὸ Ζ πρὸς τὸ πλῆρες τὸ Δ· τὰ δὲ πρὸς τὰ αὐτὰ τὸν αὐτὸν λόγον ἔχοντα καὶ πρὸς ἄλληλα τὸν αὐτὸν ἔχει λόγον· καὶ ὃν ἄρα λόγον ἔχει τὸ Θ σῶμα πρὸς τὸ Δ, τοῦτον ἕξει καὶ τὸ κενὸν τὸ Ζ πρὸς τὸ πλῆρες τὸ Δ· ὃν τὸ πλῆρες ἄρα πρὸς τὸ πλῆρες λόγον ἔχει, τοῦτον ἕξει καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες”. ταῦτα μὲν ὁ Ἀλέξανδρός φησι· μήποτε δὲ συνάγεται μὲν καὶ τοῦτο τὸ ὑπʼ αὐτοῦ λεγόμενον ἄτοπον, ὁ δὲ Ἀριστοτέλης ὡς ἐναργῶς ἄτοπον καὶ ἀδύνατον συνήγαγε τὸ ἐν ἴσῳ χρόνῳ πλῆρές τι διεξιέναι καὶ κενόν· καὶ λέγει προελθὼν αὐτῇ λέξει “συμβήσεται τοῦτο τὸ ἀδύνατον. ἐν ἴσῳ γὰρ χρόνῳ ληφθήσεται πλῆρες διεξιέναι τι καὶ κενόν”. ἔσται γάρ τι ἀνάλογον σῶμα ἕτερον πρὸς ἕτερον, ὥσπερ χρόνος πρὸς χρόνον, τοῦτο ἐκεῖνο λέγων, ὅπερ ἔναγχος συνήχθη. διότι γὰρ ὃ μέρος ἐστὶ τὸ Θ μέγεθος τοῦ Δ μεγέθους, τοῦτο καὶ ὁ Η χρόνος τοῦ Ε χρόνου, διὰ τοῦτο καὶ ὁ Η χρόνος αὐτός ἐστιν ἐν ᾧ τὸ Α τό τε Ζ κενὸν διέξεισι καὶ τὸ Θ πλῆρες. εἰ δέ τις νομίζοι μηδὲν ἄτοπον συνάγεσθαι, διότι μεῖζόν ἐστι τὸ τοῦ κενοῦ διάστημα τοῦ Ζ τοῦ διαστήματος τοῦ Θ σώματος, ἐπιστησάτω ὅτι καὶ ὁ Ἀριστοτέλης οὐκ ἰσότητα συναγαγεῖν ἠβουλήθη, ἀλλὰ λόγων ὁμοιότητα. ἐπειδὴ γὰρ ἔδειξε πρότερον, ὅτι τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδένα ἔχει λόγον, ὡς οὐδὲ τὸ οὐδὲν πρὸς τὸν ἀριθμόν, εἰκότως νῦν ὡς ἄτοπον συνήγαγε τὸ ἐν ἴσῳ χρόνῳ διιέναι πλῆρές τι καὶ κενόν.

Δίεισι δέ, κἂν ᾖ τι λεπτότητι διαφέρον ἕως τοῦ ὥσπερ χρόνος πρὸς χρόνον.

“Διὰ τούτων, φησὶν ὁ Ἀλέξανδρος, προστίθησιν, ὅτι κἂν τοσούτῳ τι λεπτότητι διαφέρῃ τοῦ Δ σώματος, ὅσῳ ὁ Ε χρόνος ὑπερέχει τοῦ Η, τὸ <!-- 9.676 -->Α ἐν τῷ Η χρόνῳ ἴσον ἐκείνου τοῦ σώματος τοῦ λεπτοῦ διελεύσεται, ὅσον τοῦ Δ τοῦ παχυτέρου ἐν τῷ Ε. τίθησι δὲ νῦν λεπτότερον τοῦ Δ σώματος τὸ Ζ, ὅπερ πρότερον κενὸν ἐτίθει· ἂν γὰρ ᾖ τοσοῦτον τὸ Ζ σῶμα λεπτότερον τοῦ Δ, ὅσον ὑπερέχει ὁ Ε χρόνος τοῦ Η, ἀντεστραμμένως τὸ μὲν ὑπερέχον τῇ λεπτότητι σῶμα ἐν τῷ ὑπερεχομένῳ χρόνῳ διελεύσεται, τὸ δὲ ὑπερεχόμενον σῶμα τῇ λεπτότητι ἐν τῷ ὑπερέχοντι χρόνῳ· ἐν μὲν γὰρ τῷ πλείονι τὸ παχύτερον, ἐν δὲ τῷ ἐλάττονι τὸ λεπτότερον”. καὶ ἐξηγήσατο μὲν καλῶς τὸ κατὰ πόδας τῶν εἰρημένων ὁ Ἀλέξανδρος, τίνα δὲ χρείαν τοῖς προκειμένοις ταῦτα παρέχεται οὐκ εἶπεν. οὐ μέντοι οἶμαι οὐδὲ ὡς προσθήκη ταῦτα λέγεται· φησὶ δὲ μηδὲ ἀνάγκην ἔχειν τὸν λόγον τοῦτον· οὐ γὰρ πάντως ἔσται λαβεῖν τι τοσούτῳ τοῦ Δ λεπτότερον, ὅσῳ ὁ Ε χρόνος ὑπερέχει τοῦ Η. δύναται γὰρ μηδὲ τὴν ἀρχὴν εἶναί τι λεπτότερον τοῦ Δ, δύναται δὲ καὶ εἶναι μὲν λεπτότερον αὐτοῦ, μὴ τοσούτῳ δὲ ὅσῳ ὑπερέχει ὁ Ε χρόνος τοῦ Η. “καὶ τὸ ἡγεῖσθαι, φησί, πάντα τὰ προειρημένα οὕτως ὄντα ἰσχυρὰ εἰς τοῦτο συντείνειν, καὶ τούτου χάριν εἰρῆσθαι οὕτως ὄντος σαθροῦ, ὡς οἱ ἐξηγούμενοι λέγουσιν, οὐ παρακολουθούντων ἐστὶ ταῖς δείξεσιν οὐδὲ συνορώντων, ὅτι τοῦτο ἐξ ὑποθέσεως πρόσκειται καὶ οὐχ ὡς ἀναγκαῖον. διὸ καὶ οὕτως εἶπε δίεισι δέ γε κἂν ᾖ τι λεπτότητι διαφέρον ἐνδεικνύμενος, ὅτι οὐκ ἀνάγκη μὲν εἶναι, ἐὰν δὲ ᾖ, ἡ αὐτὴ ἀναλογία φυλαχθήσεται.” καὶ τὸ μὲν μὴ πάντως εἶναί τι λεπτότερον τοῦ Δ εἰκότως λέγεται. μήποτε δὲ ἀέρα τὸ Δ ὑποθέμενος ὁ Ἀριστοτέλης καὶ τὸ τοῦ Δ μέρος τὸ Θ, τὸ δὲ Ζ κενὸν λαβὼν ἐβουλήθη προαγαγεῖν τὸν λόγον ἄχρι τοῦ λεπτοτάτου καὶ προσεχοῦς ὄντος τῷ κενῷ διὰ τὴν λεπτότητα, ἵνα καὶ τὴν ἀναλογίαν ἐπιδείξῃ σαφῶς, καὶ διὰ τῆς κατʼ ὀλίγον τοῦ χρόνου μειώσεως ἔννοιαν παράσχῃ, ὅτι ἡ διὰ τοῦ κενοῦ κίνησις, εἴπερ ἦν, οὐκ ἂν ἦν ἐν χρόνῳ. εἰ γὰρ καὶ τοῦ ἐλαχίστου χρόνου, ἐν ᾧ τὸ λεπτότατον δίεισι, θάττων ὤφειλεν εἶναι ἐκεῖνος ἐν ᾧ τὸ κενόν, δῆλον ὅτι οὐδʼ ἂν χρόνος εἴη. διὸ οἶμαι καὶ τὸ ἐὰν φέρηται ἐπήγαγεν ἐπὶ τοῦ Ζ, διότι εἰ μὲν λεπτὸν εἴη, κινοῖτο ἂν διʼ αὐτοῦ τὸ Α ἐν τῷ Ε χρόνῳ· εἰ δὲ κενόν, οὐδὲ κινεῖται. πρὸς δὲ τούτοις εἰ ὑποτεθῇ ὅλως κινεῖσθαι διὰ κενοῦ ὄντος τοῦ Ζ, τὸ προκείμενον ἄτοπον ἐναργέστερον συνάγεται. ἐν γὰρ θάττονι χρόνῳ κινηθήσεται· ἀλλʼ ἦν ἐν τῷ Η ἡ τοῦ Α διὰ τοῦ Ζ κίνησις κενοῦ ὄντος, ἐν ᾧ καὶ διὰ σώματος ἐδείχθη τοῦ Θ· ὥστε ἐν ἴσῳ χρόνῳ δίεισι πλῆρές τε ὂν καὶ κενόν, ὅπερ ἀδύνατον. καὶ τὸ αἴτιον ἐπάγει τοῦ ἀδυνάτου· εἰ γὰρ ἐν χρόνῳ τινὶ κινεῖται ὁτιοῦν διὰ τοῦ κενοῦ, συμβήσεται ἐν ἴσῳ χρόνῳ πλῆρες διεξιέναι τι καὶ κενόν, διότι, ὡς εἴρηται <!-- 9.677 -->καὶ πρότερον, ὡς τὸ Δ πρὸς τὸ Θ, οὕτω τὸ Ε πρὸς τὸ Η. ἀλλʼ ὡς τὸ Ε πρὸς τὸ Η, οὕτως ἦν τὸ Δ πρὸς τὸ Ζ· καὶ ὡς ἄρα τὸ Δ πρὸς τὸ Θ, οὕτω τὸ Δ πρὸς τὸ Ζ· τὸ ἄρα Ζ κενὸν πρὸς τὸ Δ πλῆρες λόγον ἔχει, ὃν τὸ Θ πλῆρες πρὸς τὸ Δ πλῆρες. καὶ ἐν ἴσῳ χρόνῳ διεξελεύσεται κενόν τι καὶ πλῆρες, ὅπερ ἄτοπον, κἂν ἄνισα ᾖ. ὅτι δὲ πάντα ταῦτα τὰ ἄτοπα ἀκολουθεῖ τῷ λέγειν, ὅτι ἐν χρόνῳ τινὶ ἡ διὰ τοῦ κενοῦ γίνεται κίνησις, αὐτὸς ἐδήλωσεν εἰπὼν φανερὸν τοίνυν ὅτι, εἰ ἔστι χρόνος ἐν ᾧ τοῦ κενοῦ ὁτιοῦν οἰσθήσεται, τοῦτο ἀδύνατον, τουτέστιν ἐὰν ὑποτεθῇ ἐν χρόνῳ κινεῖσθαί τι διὰ τοῦ κενοῦ.

Διὰ τί δὲ τῇ διὰ τοῦ κενοῦ λεγούσῃ κινεῖσθαι ὑποθέσει ταῦτα τὰ ἀδύνατα ἕπεται, καλῶς ἐφεξῆς προσέθηκεν. εἰ γὰρ κινήσεως μὲν πρὸς κίνησιν καὶ χρόνου πρὸς χρόνον ἔστι τις λόγος πεπερασμένων ἀμφοῖν, κενοῦ δὲ πρὸς πλῆρες οὐκ ἔστι, δῆλον ὅτι ἄχρονος ἔσται ἡ διὰ τοῦ κενοῦ κίνησις. ἐὰν δὲ ἐν χρόνῳ τις ὑπόθηται τὴν διὰ τοῦ κενοῦ κίνησιν, ἐπειδὴ ὁ χρόνος λόγον ἔχει πρὸς χρόνον, ὡς δὲ οἱ χρόνοι ἐν οἷς ἡ κίνησις οὕτω καὶ τὰ ὑποκείμενα διʼ ὧν ἡ κίνησις, ἔσται καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες λόγον ἔχον, ὃ πλῆρες πρὸς πλῆρες, καὶ ἐν ἴσῳ χρόνῳ κινηθήσεταί τι διὰ κενοῦ καὶ διὰ πλήρους. ταῦτα μὲν οὖν ἐστι τὰ ἑπόμενα ἄτοπα καὶ διὰ ταύτην τὴν αἰτίαν τῇ διαφορᾷ ἐκείνων διʼ ὧν φέρεται τὰ φερόμενα τῇ παρὰ τὴν σύστασιν, ῥᾴδιον δὲ καὶ ἀπὸ τῆς ἑτέρας τῆς κατὰ τὴν ἀντικίνησιν ἀναιρεῖν τὸ κενόν. οὐ γὰρ ἀντικινηθήσεται τὸ κενόν, ὅτι μηδὲ κινήσεται ὅλως. μήποτε δὲ εἴ τις ὑπόθηται μὲν εἶναί τι χωρὶς τὸ κενὸν καὶ διὰ τοῦ κενοῦ λέγῃ γίνεσθαι τὴν κίνησιν — μὴ γὰρ εἶναι διὰ πλήρους —, ἔχειν δὲ ἀεί τι σῶμα τὸ κενόν, οὗ ἐξωθουμένου ὑπὸ τοῦ κινουμένου γίνεσθαι διὰ τοῦ κενοῦ τὴν κίνησιν, οὐ περιπεσεῖται τῶν ἐπαχθέντων ἀτόπων οὐδὲ τῶν ἐπαχθησομένων οὐδενί. δεδόσθω γάρ, ὅσον μὲν ἐπὶ τῷ κενῷ, ἰσοταχῆ εἶναι τὰ κινούμενα· γίνεται δὲ ἡ διαφορὰ παρὰ τὰ ἐν τῷ κενῷ σώματα, ὧν ἐξωθουμένων ἢ θᾶττον ἢ βραδύτερον, οὕτως ἀνάγκη φέρεσθαι τὰ φερόμενα. εἰ οὖν τὸ μὲν εἴη παχὺ καὶ δυσδιαίρετον ἢ δυσεξώθητον, τὸ δὲ ἀνάπαλιν, ἀνισοταχὴς ἡ κίνησις γίνεται καίτοι διὰ τοῦ κενοῦ πᾶσα γινομένη. γίνεται δὲ ἡ διαφορά, ὡς καὶ αὐτὸς εἶπέ τε καὶ ἐρεῖ, καὶ παρʼ αὐτὰ τὰ κινούμενα, εἰ τὰ μὲν πλείονα ῥοπὴν ἔχοι, τὰ δὲ ἐλάττονα· ὡς γὰρ τῶν ἄλλων δυνάμεων, οὕτω καὶ τῶν κατὰ τὴν ῥοπὴν τὰς διαφορὰς ἔχει τὰ σώματα. καὶ οὕτως οὔτε ἄχρονος ἔσται κίνησις οὔτε τὸ κενὸν λόγον ἔχει πρὸς τὸ πλῆρες. οὔτε γὰρ διὰ μόνου κενοῦ γίνεταί ποτε ἡ κίνησις οὔτε διὰ μόνον τὸ εὐδιαίρετον τὸ διʼ οὗ θᾶττον φέρεται τὸ <!-- 9.678 -->φερόμενον, ἀλλὰ καὶ διὰ τὴν οἰκείαν δύναμιν. ὅτι γὰρ οὐ διὰ κενοῦ διαστήματος ἡ κίνησις, ἐντεῦθεν ἄν τις κατασκευάσειεν, ὡς εἴρηται καὶ ἐν τοῖς περὶ τόπου λόγοις· τὸ κινούμενον πόθεν ποῖ κινεῖται· τὸ οὖν μεταξὺ διάστημα τοῦ τε ὅθεν καὶ τοῦ ὅπου ἡ κίνησις ἢ κενόν ἐστιν ἢ τοῦ μεταξὺ σώματος οἷον ἀέρος διάστημα. ἀλλὰ τὸ τοῦ ἀέρος συνεξίσταται τῷ ἀέρι. πῶς οὖν τὸ μὴ ὂν διάστημα διελεύσεται τὸ κινούμενον; πῶς δὲ τὸ μὴ ὂν μετρηθήσεται;

Κατὰ δὲ τὴν τῶν φερομένων ὑπεροχὴν τάδε ἕως τοῦ ἰσοταχῆ ἄρα πάντα ἔσται. ἀλλʼ ἀδύνατον.

Δύο ῥηθέντων αἰτίων τῆς ἀνισοταχοῦς κινήσεως ἑνὸς μὲν κατὰ τὴν διαφορὰν ἐκείνων, διʼ ὧν ἡ κίνησις γίνεται, εἰ τὸ μὲν εἴη παχύτερον καὶ στερεμνιώτερον, τὸ δὲ λεπτότερον καὶ εὐεικτότερον, ἢ τὸ μὲν μένον, τὸ δὲ ἀντιφερόμενον, ἑτέρου δὲ κατὰ τὴν αὐτῶν τῶν κινουμένων διαφοράν, πλειόνων δὲ ὄντων καὶ ἐν τούτοις τοῦ ἀνισοταχοῦς αἰτίων — καὶ γὰρ σχήματος καὶ ῥοπῆς ἢ διὰ τὴν σύστασιν ἢ διὰ τὸ μέγεθος διαφόρου οὔσης. καὶ γὰρ χρυσὸς βραχύτερος ξύλου μείζονός ἐστι βαρύτερος καὶ βῶλος ἡ μείζων τῆς βραχυτέρας — τὰ ἄλλα τὰ αὐτὰ φυλάττων, τὴν δὲ ῥοπὴν ἀμείβων ἐν τοῖς ὑποκειμένοις σώμασι δείκνυσι καὶ οὕτω τὰ ἑπόμενα ἄτοπα τοῖς διὰ κενοῦ λέγουσι τὴν κίνησιν γίνεσθαι. τῶν γὰρ ἄλλων τῶν αὐτῶν ὄντων τὰ μείζω ῥοπὴν ἔχοντα βάρους ἢ κουφότητος ὁρῶμεν θᾶττον ἐπὶ τὸ κάτω ἢ ἐπὶ τὸ ἄνω φερόμενα. οἷον εἰ δύο σφαῖραι ἡ μὲν χρυσοῦ ἡ δὲ ἀργύρου ἰσομεγέθεις ἀφεθῶσι θᾶττον ἡ χρυσῆ κατενεχθήσεται. ὁμοίως οὖν τοῦτο δεήσει γίνεσθαι καὶ ἐν τῷ κενῷ, εἴπερ διὰ κενοῦ ἡ κίνησις γίνοιτο. ἀλλὰ μὴν ἐν τῷ κενῷ τοῦτο οὐ συμβήσεται. τί γὰρ ἔσται αἴτιον ἐν τούτῳ τοῦ τὸ μὲν θᾶττον φέρεσθαι, τὸ δὲ βραδέως; ἐπὶ μὲν γὰρ τοῦ πλήρους τὸ βαρύτερον θᾶττον διαιρεῖ τὸ ὑποκείμενον, ἐπὶ δὲ τοῦ κενοῦ οὐδεμία τοιαύτη αἰτιολογία χώραν ἕξει· οὐ γάρ ἐστί τι τὸ διαιρούμενον. ἰσοταχῶς ἄρα οἰσθήσεται τὰ κινούμενα, κἂν τῇ ῥοπῇ διάφορα ὑπάρχῃ. ἀλλὰ ἀδύνατον. τὸ γὰρ βαρυτέρῳ εἶναι ἦν τὸ θᾶττον κάτω φέρεσθαι, εἴπερ καὶ βαρὺ εἶναι ἦν τὸ φέρεσθαι κάτω· ὁ δὲ Ἀλέξανδρος ἅμα δὲ ἀδύνατον γράφει ἀντὶ τοῦ ἀλλὰ ἀδύνατον καὶ ἐξηγεῖται· ἢ ὅτι ἀδύνατον ἅμα καταφέρεσθαι τὸ κουφότερον καὶ τὸ βαρύτερον, ἢ ὅτι συμβαίνει τὸ βαρύτερον διὰ μὲν τὴν φύσιν αὐτοῦ ἀναγκαῖον εἶναι θᾶττον κινεῖσθαι, διὰ δὲ τὸ κενὸν τὸ μὴ θᾶττον κινεῖσθαι. ταῦτα δὲ ἅμα συντρέχειν ἀδύνατον. τὸ δὲ κατὰ τὸν λόγον ὃν ἔχουσι τὰ μεγέθη πρὸς ἄλληλα τὰ φερόμενα λέγει σώματα <!-- 9.679 -->κατὰ τὸν λόγον ὃν ἔχουσι πρὸς ἄλληλα τῆς ῥοπῆς φέρεσθαι· τοσούτῳ γὰρ θᾶττον ἢ βραδύτερον, οἷον ἐὰν διπλασίως ᾖ βαρύτερον, διπλασίως θᾶττον, τουτέστιν ἐν ἡμίσει χρόνῳ, κατενεχθήσεται.

Ἀλλʼ οὐδὲ τῆς παρὰ τὸ σχῆμα διαφορᾶς τὴν αἰτίαν οἱ τὸ κενὸν εἰσάγοντες ἀποδώσουσι. ζητεῖται γὰρ διὰ τί πλατὺς μὲν σίδηρος ἢ μόλυβδος ἐπιπολάζει μᾶλλον τῷ ὕδατι, στρογγύλος δὲ οὐκέτι οὐδὲ μακρός, κἂν πάνυ σμικρότερος τύχῃ. καὶ τοῖς μὲν ἄλλοις ῥᾴδιον ὑπάρχει λέγειν, ὅτι τὰ μὲν πλατέα διὰ τὸ πολὺ ἐπιλαμβάνειν ἀέρα ἢ ὕδωρ, οἷς ἐποχεῖται, οὐ ταχέως φέρεται κάτω· οὐ γὰρ διαιρεῖται ῥᾳδίως τὸ ὑποκείμενον ὑπὸ τῆς τοῦ σχήματος ἀμβλύτητος· τὰ δὲ ἄλλως ἐσχηματισμένα ὀλίγον ἐπιλαμβάνει· διὸ τάχιστα ὅπῃ ἂν ῥέψῃ ῥήγνυται τὸ ὑποκείμενον. τοῖς δὲ τὸ κενὸν λέγουσιν ἀδύνατον οὕτως αἰτιολογεῖν. “ἐκ δὴ τούτων, φησὶν ὁ Ἀλέξανδρος, ἔνεστι λέγειν πρὸς Ἐπίκουρον, οὐδὲν δὲ ἧττον ἴσως καὶ πρὸς Δημόκριτον καὶ Λεύκιππον καὶ ἁπλῶς τοὺς ἀρχὰς τὰ ἄτομα λέγοντας καὶ τὸ κενόν, ὅτι εἰ μὲν ἀνισοταχῶς ἐν τῷ κενῷ φέρονται αἱ ἄτομοι, τὰς αἰτίας τῆς ἀνισοταχοῦς φορᾶς ὥρα λέγειν αὐτοῖς· οὐδὲν γὰρ αὐταῖς τὸ μέγεθος ἢ τὸ βάρος ἢ τὸ σχῆμα πρὸς τὸ τάχος συμβάλλεται. εἰ δὲ ἰσοταχῶς, οὐδέποτε καταλήψεται ἡ ἑτέρα τὴν ἑτέραν, οὐδὲ ἀλληλοτυπήσουσιν ἢ περιπλακήσονται. οὐδὲ γὰρ ἡ τῶν σχημάτων διαφορὰ οἵα τέ ἐστιν ἄνισον αὐτῶν ποιεῖν τὴν φοράν. καὶ γὰρ τὰ σχήματα τῷ διαιρεῖν ἢ τῷ μὴ διαιρεῖν ἄνισον τὴν φορὰν ποιεῖ, ἐν δὲ τῷ κενῷ οὐδέν ἐστι τὸ διαιρούμενον· ὥστε οὐδὲ γένεσις ἔσται τινὸς κατʼ αὐτούς.” μήποτε δὲ τοῦτο τὸ ἄτοπον αὐτοῖς ἀκολουθήσει, εἰ λέγοιεν ἀεὶ κινεῖσθαι τὰς ἀτόμους. εἰ γὰρ καὶ ἠρεμοῦσι καὶ ἰσοταχῶς κινοῦνται, ἐπικαταλαμβάνουσιν ἀλλήλας. εἰ δέ τις ζητεῖ διὰ τί ἀδύνατόν ἐστι τὸ ἰσοταχῶς κινεῖσθαι τὸ βαρύτερον τῷ ἧττον βαρεῖ, ῥᾴδιον λέγειν, ὅτι εἰ μὴ ἡ προσθήκη τοῦ βάρους θάττω ποιεῖ τὴν κίνησιν, οὐδὲ τὴν ἀρχὴν ἡ βαρύτης αἰτία ἔσται τῆς ἐπὶ τὸ κάτω κινήσεως ἐν τῷ κενῷ. ὃ γὰρ προστιθέμενον οὐκ ἐπιτείνει οὐδὲ αὔξει τὴν κίνησιν, τοῦτο οὐδὲ τὴν ἀρχὴν ἂν αἴτιον εἴη κινήσεως. εἰ δὲ μὴ αἱ ῥοπαὶ τοῖς σώμασίν εἰσιν αἴτιαι τῆς κινήσεως τῆς ἐν τῷ κενῷ, οὐδʼ ἂν κινοῖτο τὴν ἀρχὴν ἐν τῷ κενῷ τὰ σώματα. οὐ γὰρ ἄλλη τις αἰτία τῆς κατὰ φύσιν φορᾶς τοῖς σώμασι πλὴν τῆς οἰκείας ῥοπῆς. ἔτι δέ φησιν ὁ Ἀλέξανδρος “εἰ πᾶν σῶμα βάρος ἔχειν τοῖς περὶ Ἐπίκουρον δοκεῖ καὶ διὰ τὸ βάρος κινεῖσθαι τὰ σώματα διὰ τοῦ κενοῦ, ἕπεται δὲ οἷς ἡ βαρύτης αἰτία τῆς κινήσεως τούτοις τὴν μείζω ῥοπὴν ταχυτέρας αἰτίαν γίνεσθαι κινήσεως, οὐχ οἷόν τε δὲ τοῦτο ἐν τῷ κενῷ γίνεσθαι, οὐδʼ ἂν διὰ τὸ βάρος κινοῖτο ἐν αὐτῷ. εἰ δὲ μὴ διὰ τοῦτο, οὐδʼ ἂν ὅλως κινοῖτο”. τούτων ἀκούων τις ἐρεῖ προχείρως οἶμαι, ὅτι εἴπερ ἡ ῥοπὴ τοῖς σώμασιν αἰτία τῆς κινήσεως καὶ ἡ <!-- 9.680 -->πλείων τοῦ θᾶττον, διὰ τί μὴ κινήσεται τὰ σώματα διὰ τοῦ κενοῦ; κἂν γὰρ ἔχῃ τι καὶ τὸ ῥᾷον ἢ μὴ ῥᾷον διαιρεῖσθαι, τὸ διʼ οὗ γίνεται ἡ κίνησις πρὸς τὸ θᾶττον καὶ βραδύτερον τῆς κινήσεως, ἀλλʼ οὐκ ἔστι τοῦτο τῆς ῥοπῆς αἴτιον· ἀλλʼ οὔσης ἐκείνης διαφόρου προστίθησί τι τῇ διαφορᾷ τῆς κατὰ φύσιν ῥοπῆς καὶ τὸ εὐδιαίρετον καὶ μή· ὡς γὰρ αἱ ἄλλαι ποιότητες αἱ ὁμογενεῖς ἐν τοῖς μείζοσίν εἰσι μείζονες, οὕτω καὶ τὴν ῥοπὴν ἀκόλουθον ἔχειν. καὶ ὅλως ἡ ῥοπὴ τῆς διαιρέσεως αἰτία μᾶλλον, ἀλλʼ οὐχ ἡ διαίρεσις τῆς ῥοπῆς, κἂν ὅπου μὲν ἐμποδίζῃ τι τὰ ὑποκείμενα, ὅπου δὲ οὔ.

Ὅτι μὲν οὖν εἰ ἔστι κενὸν συμβαίνει τοὐναντίον ἕως τοῦ τοῦτο δὲ ὅτι ἀδύνατον, εἴρηται πρότερον.

Οἱ τὸ κενὸν εἰσάγοντες ὡς ἀναγκαῖον εἰσῆγον τῇ κινήσει, ἐπειδὴ διὰ πλήρους ἀδύνατον ἦν κινεῖσθαι, ἵνα μὴ σῶμα διὰ σώματος χωρῇ. διὸ καὶ λόγον ἠρώτων συνημμένον λέγοντες “εἰ ἔστι κίνησις, ἔστι κενόν”. αὐτὸς δὲ τοὐναντίον ἔδειξε διὰ πλειόνων, ὅτι εἰ ἔστι κενόν, οὐκ ἔστι κίνησις. ὑπομιμνῄσκει δὲ καὶ τῆς ἐν τοῖς περὶ τόπου ῥηθείσης ἀποδείξεως τοῦ τὸν τόπον μὴ εἶναί τι διάστημα κενὸν κεχωρισμένον. ἁρμόσει γὰρ καὶ νῦν ὁ λόγος. ἐκεῖνος δέ ἐστιν ὁ συνάγων, ὅτι ὁ τόπος κινηθήσεται, καὶ πολλοὶ τόποι ἅμα ἔσονται· εἰπὼν δὲ οἱ μὲν οὖν οἴονται τὸ κενὸν οὐκ ἀποδέδωκεν εὐθέως τὸ δέ, ἀλλʼ ἀντειπὼν πρὸς τούτους πρότερον, οὕτω περὶ τῶν ἄλλως τιθεμένων τὸ κενὸν προστίθησι λέγων “εἰσὶ δέ τινες οἱ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ”.

Καὶ καθʼ αὑτὸ δὲ σκοποῦντι φανείη ἂν ἕως τοῦ ἓν μὲν δὴ τοῦτο ἄτοπον καὶ ἀδύνατον.

Πολλὴ τάξις ἐστὶ τῆς διδασκαλίας. καὶ γὰρ πρότερον μὲν τοὺς δοκοῦντας κατασκευάζειν τὸ κενὸν λόγους διέλυσεν, εἶτα ὅτι μὴ ἔστι κινήσεως αἴτιον ἔδειξε καὶ διὰ τοῦτο οὐδὲ ἔστιν ὅλως, εἴπερ διὰ τοῦτο παρείληπτο. καὶ τότε εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον. ἐκείνων γὰρ λεγόντων “εἰ ἔστι κίνησις, ἔστι κενόν” αὐτὸς διὰ πολλῶν δείκνυσιν ἐπιχειρημάτων, ὅτι εἰ ἔστι κενόν, οὐκ ἔστι κίνησις. καὶ λοιπὸν ἐντεῦθεν αὐτὸ καθʼ αὑτὸ τὸ πρόβλημα προθεὶς διελέγχει καὶ δείκνυσιν, ὅτι οὐκ ἔστι κενόν, εἰς ἀδύνατον ἄγων πάλιν τὸ σῶμα διὰ σώματος χωρεῖν, εἴπερ εἴη κενόν, ὅπερ ἐκεῖνοι φεύγοντες ὑπετίθεντο τὸ κενόν. ὅταν γὰρ ἄλλο σῶμα ἐν ἄλλῳ σώματι τεθῇ οἷον λίθινος κύβος ἐν ὕδατι ἢ ἀέρι, ἀναγκαῖον ἐκστῆναι τῷ <!-- 9.681 -->ἐπεισιόντι τὸ προϋπάρχον ἢ ἄνω εἰ πῦρ, ἢ κάτω εἰ γῆ, ἢ εἰς τὸ μεταξύ, εἴ τι τῶν μεταξὺ στοιχείων εἴη, καὶ τοσοῦτον ἐκστῆναι, ὅσος ὁ τοῦ τιθεμένου ὄγκος ἐστί. τοῦτο δὲ ἐπʼ ἐνίων μὲν δῆλον εὐθὺς ὡς ἐπὶ τοῦ λιθίνου κύβου τοῦ εἰς τὸ ὕδωρ ἐμβαλλομένου· τοσοῦτος γὰρ ὄγκος ἐκρεύσει τοῦ ὕδατος, ὅσος ἐστὶν ὁ τοῦ κύβου· ἐπʼ ἐνίων δὲ τῇ μὲν αἰσθήσει πρόδηλος οὐκ ἔστιν ἡ ὑποχώρησις, καταλαμβάνεται δὲ ἐκ κατασκευασμάτων τινῶν· ἐν γὰρ ταῖς ὑδραύλεσιν ὅταν μεσταῖς οὔσαις ἀέρος ἐγχέηται ὕδωρ, γλῶσσαί τινες σαλπίγγων ἢ αὐλῶν ταῖς ὀπαῖς προστιθέμεναι, διʼ ὧν ἔξεισι τὸ πνεῦμα, διὰ τοῦ ψόφου τὴν ἔξοδον διελέγχουσι τὴν διʼ αὐτῶν τοῦ ἀέρος· εἰ δὲ μηδεμίαν ἔξοδον ἔχει τὸ προεγκείμενον σῶμα, βιάζοιτο δὲ ἕτερον ἐπεμβάλλειν, ἢ πιλεῖται εἰς αὑτὸ τὸ ἐγκείμενον καὶ παχύνεται συστελλόμενον, ὡς καὶ τὸ ἐπεμβαλλόμενον δέξασθαι τὸ ἄγγος τοσοῦτον, ὅσον ἡ πίλησις συνέστειλε τοῦ πρώτου ὄγκου, ἢ διαρραγείη ἂν τὸ ἀγγεῖον μᾶλλον ἤπερ σῶμα ἕτερον δέξαιτο· τούτων οὖν οὕτως ἐναργῶς φαινομένων ἐπὶ τοῦ κενοῦ τί φήσομεν συμβαίνειν, ὅταν ἐν αὐτῷ τι τεθῇ σῶμα; πότερον ὑπεξίστασθαι τὸν ἴσον ὄγκον τοῦ κενοῦ; ἀλλὰ γελοῖον τοῦτο, εἴπερ γελοῖον τὸ ἀδύνατον. τί γὰρ ὂν ὑπεξίσταται; ἀλλὰ μένειν; οὐκοῦν δίεισι διὰ τοῦ κύβου τὸ ἴσον διάστημα τοῦ κενοῦ· ὥστε εἰ μηδὲν παντάπασιν ἔστι τὸ κενόν, ἔχομεν ἡμεῖς τὸ ζητούμενον. εἰ δὲ ἔχει τινὰ φύσιν ἐπὶ τρία διεστώς, πῶς διʼ ἑτέρου τοιούτου διαστήματος δίεισιν; ὁμοίως γὰρ τοῦτο ἄτοπον, ὡς εἰ τὸ ὕδωρ μὴ ἐξιστάμενον διὰ τοῦ λιθίνου κύβου χωροίη. διὰ τί γὰρ ταῦτα μὲν κωλυθήσεται διʼ ἀλλήλων χωρεῖν καὶ ἐν τῷ αὐτῷ γίνεσθαι τόπῳ, τὸ δὲ κενὸν οὔ; ἆρα ὅτι θερμὰ ταῦτα ἢ λευκὰ ἢ βαρέα ἢ ὑπʼ ἄλλων τινῶν παθῶν συμβεβηκότων αὐτοῖς πληρούμενα, τὸ κενὸν δὲ τῶν τοιούτων ἐστέρηται; ἢ τοῦτο ἄτοπον ὑπολαμβάνειν. ἐλέχθη γὰρ καὶ πρότερον, ὅτι τοῖς σώμασι τὸ εἶναι ἐν τόπῳ κατὰ μόνα ὑπάρχει τὰ διαστήματα, καθʼ ἃ καὶ διερριμμένα τοῖς μορίοις ἐδεήθη τῆς θέσεως. κἂν γὰρ ἀχώριστα τὰ διαστήματα τῶν ἄλλων συμβεβηκότων ἐστίν, ἀλλὰ τό γε εἶναι αὐτοῖς διαστήμασιν, ὅπερ πέφυκεν ὁ λόγος χωρίζειν, ἕτερόν ἐστι. καὶ ὁ λίθος οὖν οὐκ ἐπειδὴ λευκὸς ἢ μέλας ἢ βαρύς, τοσόνδε τινὰ κατέχει τόπον, ἀλλʼ ἐπειδὴ τοσοῦτον αὐτοῦ τὸ διάστημα. καίτοι φέρεται μὲν διὰ τὴν βαρύτητα εἰς τοῦτον τὸν τόπον, ὅταν δὲ ἐν τόπῳ ᾖ, κατὰ τὸν ὄγκον ἐστὶν ἐν τόπῳ. τούτῳ γὰρ μόνῳ τῶν ὑπαρχόντων τῷ κύβῳ τὸ τοῦ τόπου μέγεθος ἕπεται. ὥστε κἂν ὑπόθῃ τὸν λίθινον κύβον ἁπάντων κεχωρισμένον τῶν ἄλλων συμβεβηκότων, ἐν μόνῳ δὲ ὄντα τῷ διαστήματι, οὐδὲν ἧττον καθέξει τὴν ἴσην χώραν, ὅσην κατεῖχε καὶ μετὰ τῶν ἄλλων παθῶν. τί οὖν διοίσει τὸ τοῦ <!-- 9.682 -->κύβου διάστημα τοῦ ἴσου κενοῦ καὶ τόπου; καὶ εἰ δύο τοιαῦτα ἐν τῷ αὐτῷ, διὰ τί μὴ καὶ πλείω καὶ ἄπειρα; συναγαγὼν δὲ τὸν λόγον ὄψει τὴν ἀνάγκην τῆς ἀποδείξεως. εἰ γάρ ἐστι σῶμα ἐν κενῷ, διάστημά ἐστιν ἐν διαστήματι καὶ ὄγκος ἐν ὄγκῳ· κατὰ τοῦτον γάρ ἐστιν ἐν τόπῳ τὸ σῶμα. εἰ δὲ διάστημα ἐν διαστήματι καὶ ὄγκος ἐν ὄγκῳ, ἔσται καὶ σῶμα ἐν σώματι. τὰ γὰρ ἄλλα συμβεβηκότα οὐδὲν κωλύει τὰ σώματα διʼ ἀλλήλων χωρεῖν. εἰ οὖν ἀδύνατον σῶμα ἐν σώματι εἶναι, ἀδύνατον καὶ σῶμα ἐν κενῷ εἶναι. ἀληθῶς δὲ κενὸν αὐτὸ εἶπεν, ὅτι δειχθήσεται μηδεμίαν χρείαν παρεχόμενον.

Ἔτι δὲ φανερὸν ὅτι τοῦτο ὁ κύβος ἕξει ἕως τοῦ εἰ ἕτερον περὶ αὐτὸν ἴσον διάστημα τοιοῦτον εἴη.

Δεύτερον τοῦτο τίθησιν εἰς τὸ αὐτὸ τεῖνον ἐπιχείρημα· εἰ γὰρ τὸ ἐν ἑκάστῳ διάστημα χωριζόμενον τῷ λόγῳ τῶν παθῶν, τουτέστι τῶν συμβεβηκότων, οὐδὲν διαφέρει τοῦ κενοῦ, κινούμενα δὲ καὶ μεταφερόμενα τὰ σώματα σὺν τοῖς οἰκείοις κινεῖται διαστήμασι, τί δεῖ τοῖς σώμασιν ἄλλων τοιούτων διαστημάτων; εἰ γὰρ καθὸ διάστημα ἔχει ἕκαστον ἑτέρου δεῖται διαστήματος, πῶς οὐχὶ καὶ τὸ κενὸν ἄλλου δεήσεται καὶ ἐκεῖνο ἄλλου καὶ ἐπʼ ἄπειρον οὕτω προελευσόμεθα;

Εἰσὶ δέ τινες οἳ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ οἴονται ἕως τοῦ οὐκ ἐνδέχεται ἄλλως.

Τῶν περὶ τοῦ κενοῦ λεγόντων οἱ μὲν κεχωρισμένον τι καὶ καθʼ αὑτὸ ὂν τὸ κενὸν ἔλεγον ὡς διὰ πάντων τῶν σωμάτων χωρεῖν καὶ κατά τι μὲν ἑαυτοῦ ἔχειν σῶμα κατά τι δὲ οὔ, ὅπερ καὶ κυρίως κενὸν ἔλεγον, ὥσπερ τὸ ἔχον τόπον· οἱ δὲ ἐν τοῖς σώμασι κατὰ μικρὰ πανταχοῦ παρεσπαρμένον. εἰπὼν οὖν πρὸς τὴν προτέραν δόξαν προβάλλεται νῦν τὴν λοιπήν, τῷ μὲν ἐκείνῳ τῷ ὅτε ἔλεγεν “οἱ μὲν οὖν οἴονται τὸ κενὸν εἶναι, εἴπερ ἔσται ἡ κατὰ τόπον κίνησις, ἀποκεκριμένον καθʼ αὑτό” τὸν δὲ νῦν ἐπαγαγὼν ἐν τῷ εἰσὶ δέ τινες οἳ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ οἴονται φανερὸν εἶναι ὅτι ἔστι κενόν· οὗτοι γὰρ ἔλεγον, ὅτι εἰ ἔστι μάνωσις καὶ <!-- 9.683 -->πύκνωσις, ἔστι κενόν. καὶ ἤδη μὲν ἀντείρηκε πρὸς τὸν λόγον. εἷς γὰρ καὶ οὗτος τῶν ἐν ἀρχῇ τιθέντων τὸ κενὸν τεττάρων λόγων ἦν κατὰ ἀλήθειαν λύειν, τῶν μὲν τὸ κεχωρισμένον καὶ καθʼ αὑτὸ κενὸν ἀπὸ τῆς κινήσεως εἰσαγόντων, τῶν δὲ τὸ παρεσπαρμένον ἀπὸ τῆς μανώσεως καὶ πυκνώσεως. νῦν δὲ ἔτι ἀκριβέστερον τήν τε κατασκευὴν ἐκτίθεται τοῦ λόγου καὶ τὴν ἀναίρεσιν ἐπάγει. οὐ μόνον γὰρ τὴν μάνωσιν καὶ πύκνωσιν ἀναιρεῖσθαι ἔλεγον οὗτοι ἀναιρουμένου τοῦ κενοῦ, ἀλλʼ ὅτι εἰ μὴ ἔστι κενόν, οὐκ ἔστι μάνωσις καὶ πύκνωσις, εἰ δὲ μὴ ἔστι μάνωσις καὶ πύκνωσις, ὅλως κίνησις οὐκ ἔσται. οὔτε γὰρ ἡ κατὰ τόπον οὔτε ἡ κατὰ αὔξησιν οὔτε ἡ κατʼ ἀλλοίωσιν καὶ γένεσιν· τήν τε γὰρ κατὰ τόπον οὐκ ἄλλως γίνεσθαί φασιν ἢ συστελλομένων καὶ πιλουμένων τῶν σωμάτων καὶ χώραν τοῖς διʼ αὐτῶν κινουμένοις παρεχόντων ὥσπερ τοῖς διὰ πλήθους βαδίζουσι, καὶ τὰ αὐξανόμενα δὲ καὶ ἐπεκτεινόμενα κατὰ τὸν ὄγκον πυκνουμένων ἄλλων καὶ συστελλομένων εἰς τὰ ἐν αὑτοῖς κενὰ χώραν εἰς τὴν ἐπίδοσιν λαμβάνειν. ἀλλὰ καὶ τὰ γινόμενα μείζονα ἐξ ἐλαττόνων καὶ χώραν μείζονα καταλαμβάνοντα τῷ πιλεῖσθαι καὶ συστέλλεσθαί τινα γίνεται. πίλησις δὲ οὐκ ἔστι μὴ παρεσπαρμένου κενοῦ τοῖς σώμασιν, ὅλως δὲ μανώσεως μὴ οὔσης μὴ δύνασθαί τι ἐξ ἐλάττονος γίνεσθαι μεῖζον· μάνωσιν δὲ κενοῦ χωρὶς μὴ εἶναι διαλαμβάνοντος τὰ σώματα. ἀλλʼ οὐδὲ ἀλλοίωσις γένοιτʼ ἂν χωρὶς τῆς κατὰ τόπον κινήσεως· δεῖ γὰρ κινηθέντα πλησιάσαι ἀλλήλοις τό τε ἀλλοιοῦν καὶ τὸ ἀλλοιούμενον. ἔλεγον οὖν ὡς εἰ μὴ ἔστι κενόν, οὐκ ἔστι μάνωσις καὶ πύκνωσις· εἰ δὲ μὴ εἴη μάνωσις καὶ πύκνωσις, οὐκ ἔστι κίνησις· εἰ δὲ μὴ οὔσης μανώσεως καὶ πυκνώσεως εἴη κίνησις, κυμανεῖ τὸ πᾶν, ὥς φησι Ξοῦθος ὁ Πυθαγορικός, καὶ ὑπερχυθήσεται καὶ ἐπὶ πλέον ἐκταθήσεται, ὡς ἡ θάλασσα διὰ τῶν κυμάτων εἰς τοὺς αἰγιαλοὺς ὑπερχεῖται. τοῦτο οὖν συμβαίνειν τῶν τε τοπικῶς ἐπʼ εὐθείας κινουμένων προωθούντων τὰ παρακείμενα καὶ τῶν αὐξομένων ὁμοίως διὰ τὸ μὴ εἶναι πίλησιν, διʼ ἣν χώρα τοῖς προσιοῦσι γενήσεται — ἐπὶ μόνων γὰρ τῶν κύκλῳ κινουμένων τὴν ἀντιμετάστασιν γίνεσθαι· ἐπὶ τούτων γὰρ μόνων ἐδέχοντο τὴν ἀντιπερίστασιν· καὶ ὅταν δέ τι τῶν πεπυκνωμένων σωμάτων εἰς μανώτερον μεταβάλλῃ, προωθεῖσθαι πάλιν ἀνάγκη καὶ ὑπερχεῖσθαι· ἡ δὲ ὑπέρχυσις οὐκ ἂν γένοιτο πάλιν μὴ ὄντος κενοῦ τοῦ κεχωρισμένου δηλονότι ἔξω τοῦ παντός, ὥστε εἰς τὸ αὐτὸ πάλιν ἥκει ὁ λόγος· ἀναιρουμένου γὰρ τοῦ κενοῦ ἀναιρεῖται πίλησις, ἧς ἀναιρουμένης εἰσάγεται τὸ κενόν. οὐ γὰρ δὴ εἰς σῶμα κυμανεῖ τὸ πᾶν, ἀλλʼ εἰς κενὸν πάντως· ἔστι δέ τις καὶ ἄλλη πλασματώδης ὑπόθεσις ἐπὶ τῶν γενέσεων. εἴποι γὰρ ἄν τις, ὅτι ὅταν μεταβάλλῃ κυαθιαῖον ὕδωρ εἰς μείζονα ἀέρα, ἄλλος ἀὴρ ὁπουοῦν ἴσος τούτῳ μεταβάλλων εἰς κυαθιαῖον ὕδωρ φυλάττει τὴν ἰσότητα, ἢ καὶ πῦρ ἐνίοτε <!-- 9.684 -->εἰς ἀέρα μεταβάλλον τὴν ἀναλογίαν τηρεῖ. οὕτω γὰρ οἶμαι κάλλιον ἀκούειν ἢ ὡς ὁ Θεμίστιος ἤκουσεν, ὅτι ἀνάγκη “ἐξ ὕδατος κυαθιαίου κυαθιαῖον ἀέρα γίνεσθαι”. τοῦτο δὲ ἀδύνατον. τάχα δὲ καὶ Ἀλέξανδρος οὕτως ἐξηγεῖται λέγων ἴσων εἰς ἴσα γίνεσθαι τὴν μεταβολήν· εἰ μὴ ἄρα ἀμφότερα ἀμφοτέροις ἴσα λέγει, ἀλλʼ οὐχὶ τῷ ὕδατι τὸν ἀέρα ὡς ὁ Θεμίστιος. εἰ οὖν ταῦτα ἄτοπα τό τε μὴ εἶναι κίνησιν καὶ τὸ ὑπερχεῖσθαι τὸ πᾶν καὶ τὸ ἴσας γίνεσθαι τὰς μεταβολάς, ἀνάγκη κενὸν ἐν τοῖς σώμασι μεμιγμένον εἶναι. οὕτως γὰρ μόνως ἔσεσθαι πίλησίν τε καὶ μάνωσιν, καὶ μηδὲν ἀκολουθήσειν ἔτι τῶν εἰρημένων ἀτόπων.

Εἰ μὲν οὖν τὸ μανὸν λέγουσι ἕως τοῦ ἀσύμβλητα γὰρ τὰ τάχη.

Παραστὰς ὡς οἷόν τε ἦν τοῖς ἀπὸ τοῦ μανοῦ καὶ πυκνοῦ τὸ κενὸν εἰσάγουσι λόγοις καὶ προθέμενος ὑπαντῆσαι πρὸς αὐτοὺς διαιρεῖ πάλιν τὸ κενὸν εἴς τε τὸ κεχωρισμένον καὶ τὸ ἀχώριστον· καὶ κεχωρισμένον μὲν κενὸν λέγει τὸ καθʼ αὑτὸ ὂν διάστημα συνεχὲς δεκτικὸν μὲν σώματος μὴ μέντοι δεδεγμένον, μὴ χωριστὸν δὲ τὸ διεσπαρμένον ἐν τοῖς σώμασιν· αὗται γὰρ ἦσαν αἱ δύο τῶν τὸ κενὸν λεγόντων ὑποθέσεις. διαιρεῖ δὲ οἶμαι νῦν τὸ διεσπαρμένον εἴς τε τὸ κατὰ μεγάλα διεσπαρμένον καὶ εἰς τὸ μὴ κατὰ μεγάλα· καὶ λέγει ὅτι οἱ τὸ μανὸν λέγοντες, εἰ μὲν τοιοῦτον λέγουσιν ὡς ἔχον πολλὰ κενὰ κεχωρισμένα τουτέστιν ἔχοντα περιγραφὰς ἀξιολόγους, ἤδη δέδεικται ὅτι ἀδύνατον εἶναι κενὸν τοιοῦτον, ὡς καὶ κινεῖσθαι ἄν τι διʼ αὐτοῦ. τὸ δὲ αὐτὸ ἐδείχθη καὶ ὅτε τὸν τόπον ἐδείκνυμεν μὴ ὄντα διάστημά τι κεχωρισμένον. ὅλως δὲ οὐδὲ μανὸν εἴη ἂν κατὰ τοιοῦτον τρόπον. εἰ δὲ τὸ μανὸν λέγοιεν ὡς κατὰ μικρὰ ἐνεσπαρμένου τοῦ κενοῦ καὶ μὴ χωριστοῦ, πιθανωτέρα μὲν ἡ ὑπόθεσις καὶ ἧττον ἀδύνατος δοκοῦσα, συμβαίνει δὲ καὶ ταύτῃ ἄτοπα τὰ ῥηθησόμενα· πρῶτον μὲν ὅτι οὐ πάσης κινήσεως αἴτιον τὸ τοιοῦτον κενόν, ἀλλʼ εἴπερ ἄρα, τῆς ἄνω. τὸ γὰρ μανόν, ὅπερ δοκεῖ μανόν, διὰ τὸ ἐν αὐτῷ τοιοῦτον κενὸν κοῦφόν ἐστι καὶ ἀνώφορον. διὸ καὶ τὸ πῦρ μανὸν εἶναι καὶ αὐτοί φασι. τί οὖν αἴτιον ἔσται τῆς ἐπὶ τὸ κάτω κινήσεως, ὅπερ μετʼ ὀλίγον ἐπάξει; ἀλλὰ νῦν συγχωρήσας τὸ μανὸν αἴτιον εἶναι τῆς ἐπὶ τὸ ἄνω κινήσεως, πῶς αἴτιον αὐτὸ τῆς τοπικῆς κινήσεως συμβαίνει γίνεσθαι, δείκνυσιν, ὅτι οὐχ οὕτως ὡς τὸ διʼ οὗ ἡ κίνησις, ὡς ἔλεγον οἱ τὸ κεχωρισμένον εἰσάγοντες κενόν, ἀλλʼ ὡς αὐτὸ κινοῦν καὶ ὡς τὸ ὑφʼ οὗ, ὥσπερ ἡ φύσις ἐδείχθη κινοῦσα· προσφυῶς δὲ καὶ χαριέντως εἰς παράδειγμα παρέθετο τοὺς ἐν ὕδατι <!-- 9.685 -->πεφυσημένους ἀσκούς, οἵτινες καὶ τὰ ὑποκείμενα κουφίζουσιν ὡς τὰ ἐν θαλάττῃ δίκτυα καὶ τὰ ἐπικείμενα αὐτοῖς· πολλοὶ γοῦν ποταμοὺς διαπεραιοῦνται πορθμείοις τοῖς ἀσκοῖς χρώμενοι. οὕτω δὲ καὶ τὸ κενὸν δοκεῖ τὰ σώματα τὰ ἐν οἷς ἐστι κουφίζειν τῷ αὐτὸ ἄνω φέρεσθαι. εἰ δὴ τοιοῦτον τὸ κενόν, δύο ἄτοπα ἐπάγει τέως, ἓν μὲν τὸ εἶναί τινα κίνησιν καὶ φορὰν κενοῦ. πῶς γὰρ οἷόν τε φορὰν εἶναι κενοῦ κενοῦ γε ὄντος; δεύτερον εἰ ἄνω φέρεται κατὰ φύσιν τὸ κενόν, ἔσται ἐν τῷ ἄνω ὡς ἐν τόπῳ δηλονότι ὥστε καὶ αὐτὸς δηλονότι κενὸν ἔσται, ὥστε ἔσται τὸ κενὸν ἐν κενῷ. ἐπὶ δὲ τούτοις ἐπάγει τὸ ἑπόμενον ἄτοπον τοῖς ἀνώφορον λέγουσι τὸ κενόν· ἔστω γὰρ τοῦτο τῆς ἐπὶ τὸ ἄνω κινήσεως αἴτιον. τί δὴ ἐροῦσιν ἐπὶ τοῦ βαρέος, καὶ πῶς τὴν αἰτίαν ἀποδώσουσι τοῦ κάτω φέρεσθαι; οὐ γὰρ δὴ καὶ ταύτης τὸ κενὸν ἔσται αἴτιον· οὐ γὰρ ἐπισπάσεται κάτω καὶ τὰ ἐν οἷς ἐστι σώματα. ὥστε οὐχ ἁπλῶς τῆς κατὰ τόπον κινήσεως αἴτιον αὐτοῖς τὸ κενόν, ἀλλὰ ἄλλο τι τὸ καὶ τῆς κάτω καὶ τῆς ἄνω κινήσεως αἴτιον. ὡς γὰρ καθʼ οὓς ἡ φύσις αἰτία κινήσεώς ἐστι τοῖς σώμασιν, οὐ τῆς ἄνω μόνον εἶναι λέγεται ἀλλʼ ὁμοίως ἀμφοῖν, οὕτω καὶ τὸ κενὸν ἄν, εἰ εἴη κινήσεως αἴτιον ὁμοίως αἴτιον τῆς τε ἄνω καὶ τῆς κάτω ῥηθήσεται. εἰ δέ τις λέγοι τὰ βαρέα κατὰ τὴν ἐνοῦσαν ἐν τοῖς σώμασι κατώφορον αἰτίαν κάτω φέρεσθαι βαρύτητα καλουμένην, διὰ τί μὴ καὶ τὰ κοῦφα διὰ τὴν ἐν αὐτοῖς κουφότητα φέρεται ἐπὶ τὸ ἄνω, ἀλλὰ χωλεύει ἡ φύσις τὸ ἀντικείμενον τῇ βαρύτητι μὴ ἀποδιδοῦσα; ἁρμόζει δὲ οὗτος ὁ λόγος πρὸς τοὺς πάντα τὰ σώματα φύσει βαρέα καὶ κατώφορα λέγοντας· τοῦ δὲ ἄλλα ἄλλοις ἐπιπολάζειν οἱ μὲν τὸ κενὸν οἱ δὲ τὴν τῶν βαρυτέρων ὑφίζησιν αἰτιῶνται.

Προστίθησι δὲ καὶ ἄλλο ἄτοπον τοῖς τὸ κενὸν τῆς ἄνω φορᾶς τῶν σωμάτων αἰτιωμένοις. εἰ γὰρ τοῦτο αἴτιον τῆς ἐπὶ τὸ ἄνω φορᾶς ὡς ἑαυτῷ συναναφέρον τὰ σώματα, δῆλον ὅτι αὐτὸ καθʼ αὑτὸ τὸ κενὸν τάχιστα ἀνοισθήσεται, εἴπερ καὶ τὰ σώματα ὀχοῦν φέρεται. καὶ τί ἄτοπον, φαίη ἄν τις; ἢ ὅτι καὶ ἀδύνατόν ἐστι κινηθῆναι ὅλως τὸ κενόν. ὁ δὲ αὐτὸς λόγος, φησίν, ἔσται καὶ νῦν ὁ πρότερον δείξας, ὅτι ἐν κενῷ οὐ γίνεται κίνησις, ἐπειδὴ μηδὲ λόγον τινὰ εἶχε τὸ κενὸν πρὸς τὸ πλῆρες. οὕτω δείκνυσιν ὡς οὐδὲ τὸ κενὸν κινηθήσεται. εἰ γὰρ ἄλλο ἄλλου σῶμα θᾶττον κινεῖται διὰ τοῦ αὐτοῦ κινούμενον κατὰ τὴν ὑπεροχὴν ὥσπερ ἐπὶ τῶν κάτω φερομένων τῆς βαρύτητος, οὕτως ἐπὶ τῶν ἄνω φερομένων τῆς κουφότητος καὶ μανότητος, καὶ κατὰ ἀναλογίαν τὰ πλείονα κουφότητα ἔχοντα ἐν ἐλάττονι χρόνῳ, ἐπεὶ τὸ κοῦφον σῶμα μηδένα λόγον ἔχει πρὸς τὸ κενὸν μηδὲ ὑπερέχει αὐτοῦ, οὐδʼ ἂν χρόνος τις αὐτοῦ εἴη ἐν ᾧ τὸ κενὸν ἄνω τὴν ἴσην κινεῖται τῷ κούφῳ σώματι. πᾶσαν γὰρ σωματικὴν κουφότητα ὑπεραίρει <!-- 9.686 -->τὸ κενὸν κουφότητι κατὰ ἀσύμβλητον ὑπεροχήν. ὃν γὰρ ἔχει λόγον ὁ χρόνος, ἐν ᾧ κεκίνηται τὸ κενόν, πρὸς τὸν χρόνον ἐν ᾧ τὸ κοῦφον σῶμα, τοῦτον ἕξει καὶ τὸ κενὸν πρὸς τὸ σῶμα· ἀλλʼ οὐδείς ἐστι τοῦ κενοῦ πρὸς τὸ σῶμα λόγος, ὡς οὐδὲ τοῦ μηδενὸς πρὸς ἀριθμόν· οὐκ ἄρα ἐν χρόνῳ τὸ κενὸν κινεῖται οὐδὲ κινεῖται ἄρα· τὸ δὲ ἴσως προσέθηκεν ὅτι κυρίως μὲν λαμβανομένου τοῦ κούφου καὶ μανοῦ σώματος ἀναμφισβήτητον τὸ λεγόμενον· τὸ δὲ ὑπʼ αὐτῶν λεγόμενον κοῦφον οὐ παρὰ τὴν αὐτοῦ φύσιν ὂν κοῦφον ἀλλὰ διὰ τὸ μεμῖχθαι κενῷ, εἰ μὲν κατὰ τὸ σῶμα τὸ ἐν ἑαυτῷ πρὸς τὸ κενὸν συγκρίνοιτο, ἀσύμβλητα ἂν εἴη, εἰ δὲ κατὰ τὸ κενὸν πρὸς τὸ κενόν, οὐκ ἀσύμβλητα τὰ κενά· εἴη ἂν οὖν τὸ μανότερον τὸ ὑπερέχον μὲν κατὰ τὸ κενόν, ὑπερεχόμενον δὲ κατὰ τὸ σῶμα ἔν τινι λόγῳ. εἰ οὖν ἀναιρεῖται ἡ τοῦ κενοῦ κίνησις, οὐδὲ αἴτιον ἂν εἴη κινήσεως οὕτως ὡς ὑπʼ αὐτοῦ κινουμένων τῶν κινουμένων διὰ τὸ αὐτὸ κινεῖσθαι, ὡς ἔλεγεν ἡ ἀχώριστον τὸ κενὸν λέγουσα. ἀνῄρητο δὲ ἡ τοῦ κενοῦ κίνησις καὶ διʼ αὐτὸ τοῦτο, ὅτι ἄτοπόν ἐστιν εἶναι κενοῦ κίνησιν, καὶ διὰ τὰ ἄλλα.

Ἐπεὶ δὲ κενὸν μὲν οὔ φαμεν εἶναι ἕως τοῦ οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι φαῖεν ἂν εἶναι.

Ἐκείνων λεγόντων, ὅτι εἰ μὴ ἔστι κενόν, οὐκ ἔστι μάνωσις καὶ πύκνωσις, εἰ δὲ μὴ εἴη μάνωσις καὶ πύκνωσις, οὐκ ἔσται κίνησις ἢ κυμανεῖ τὸ πᾶν, αὐτὸς ἐφιστάνει καλῶς, ὅτι τὸ μὲν πρῶτον συνημμένον οὐ παραδεκτέον — οὐδὲ γὰρ ἔστι κενὸν καὶ ὁμοῦ μάνωσίς ἐστι καὶ πύκνωσις —, τὰ δὲ ἐφεξῆς ὡς ἠπορημένα καλῶς ἀποδέχεται. εἰ γὰρ μὴ ἔστι μάνωσις καὶ πύκνωσις τῷ ὄντι, ἢ οὐκ ἔσται κίνησις ἢ κυμανεῖ τὸ πᾶν, ἢ εἰ μὴ ταῦτα, ἀνάγκη εἰ γίγνοιτο ἐνταῦθα ὕδωρ ἐξ ἀέρος, ἀλλαχοῦ ἐξ ἴσου ὕδατος ἴσον ἀέρα γίνεσθαι οὐ τῷ ὕδατι ἀλλὰ τῷ ἀέρι τῷ ἐξ οὗ τὸ ὕδωρ. ὅτι γὰρ οὔχ, ὡς ἤκουσαν οἱ ἐξηγηταί, ἴσον τῷ ὄγκῳ τὸν ἀέρα τῷ ὕδατι λέγει, αὐτὸς παρίστησιν εἰπὼν δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίνεται. καὶ οἶδα μὲν ὅτι τοῦτο ὡς ἔλεγχον ἀκούσονται τοῦ ἀεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται οἱ οὕτω τὸ ἴσον ἐκλαβόντες, ὅτι δὲ οὐχ οὕτως εἴρηται ἀλλʼ ὡς ἑρμηνεῦον, πῶς χρὴ τὴν ἰσότητα λαμβάνειν, ὅτι τοῦ γενομένου οὐ πρὸς τὸ ἐξ οὗ γίνεται, οἷον εἰ ἐξ ἀέρος ὕδωρ ἐνθάδε, ἀλλαχοῦ ἐξ ἴσου τῷ ἐνθάδε γενομένῳ ὕδατι ἴσον ἀέρα γενόμενον τῷ ἐξ οὗ γέγονεν ἐνθάδε τὸ ὕδωρ. ὅτι γὰρ οὕτως ὁ Ἀριστοτέλης τὴν ἰσότητα εἶπε, δηλοῖ συμπεραινόμενος καὶ λέγων ἀνάγκη τοίνυν, εἰ μὴ ἔστι πίλησις, ἢ ἐξωθούμενον τὸ ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἢ ἄλλοθί που ἴσον <!-- 9.687 -->μεταβάλλειν ἐξ ἀέρος εἰς ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ, ἢ μηθὲν κινεῖσθαι. τὸ γὰρ ἄλλοθι οὐκ ἂν προσέθηκεν, εἰ ἴσον ἔλεγε τῷ ὄγκῳ τὸ ὕδωρ τοῦ ἀέρος εἶναι τὸ γινόμενον τῷ ἐξ οὗ γίνεται. πῶς δὲ δῆλον ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίνεται; ἢ ὅτι ἐκ τῶν ἀγγείων δῆλον τῶν ῥηγνυμένων ἐκ τῆς τοῦ ὑγροῦ εἰς πνεῦμα μεταβολῆς, ὡς ἐπὶ τῶν πίθων τοῦ γλεύκους συνεχῶς ὁρᾶται γινόμενον διὰ τὴν εἰς πλείονα ὄγκον μεταβολήν· ἀναλαμβάνει τοίνυν τὴν ἀπορίαν βεβαιούμενος τὸ δεῖν εἶναι μάνωσιν καὶ πύκνωσιν, εἴπερ ἀδύνατα ἕπεται τοῖς ἀναιροῦσιν, ἵνα λοιπὸν δείξας, ὡς οὐ διὰ τὸ παρεσπαρμένον κενὸν ἀλλὰ διʼ ἄλλην αἰτίαν ἡ μάνωσις καὶ ἡ πύκνωσις γίνεται, ἀνέλῃ τὸ κενὸν ὡς οὐκ ἀναγκαῖον πρὸς ταῦτα μετὰ τοῦ κίνησιν φυλάττειν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι οἱ ἴσον τὸν ὄγκον τῶν μεταβαλλομένων ὑποτιθέμενοι καὶ πλασματώδη λέγοντες θέσιν οὐ πᾶσαν κίνησιν εἰσάγουσιν, ἀλλὰ μόνην τὴν αὔξησιν καὶ τὴν γένεσιν.

Εἰπὼν δὲ ὅτι ἀνάγκη ἐστίν, εἰ μὴ εἴη κενὸν ἢ μηδὲν κινεῖσθαι ἤ, εἰ κινοῖτό τι, συνεχῶς ἄλλου μετʼ ἄλλο ὠθουμένου ἢ κυμαίνειν ἀνάγκη καὶ ἔξω ὑπερχεῖσθαι τὸν οὐρανὸν ἢ εἰς ἴσα γίνεσθαι τὰς μεταβολάς, ἐπήγαγε καὶ τὸν ἄλλον τρόπον, καθʼ ὃν ἦν δυνατὸν μὴ ὄντος κενοῦ κίνησιν εἶναι καὶ τούτων συμβαίνειν μηδέν. τοῦτο δέ ἐστι τὸ κύκλῳ ἀντιπεριίστασθαι. ἐπὶ γὰρ τῶν κύκλῳ κινουμένων οὔτε κυμαίνειν ἀνάγκη οὔτε εἰς ἴσα μεταβάλλειν οὔτε μάνωσιν ἢ πύκνωσιν εἶναι, διότι τὰ κύκλῳ κινούμενα τὸν αὐτὸν ἀεὶ κατέχει τόπον καὶ οὐ δεῖται ἑτέρας ἐπιλήψεως. εἰπὼν δὲ τοῦτο παρίσταται πάλιν τοῖς ἀποροῦσι λέγων, ὅτι κἂν ἡ κύκλῳ κίνησις λύει τὰς ἀπορίας οὐδενὸς δεομένη τῶν εἰρημένων, ἀλλʼ οὐδὲ πᾶσα κίνησις οὐδὲ ἡ τοπικὴ κύκλῳ γίνεται. ἀλλʼ ἔστι κίνησις τοπικὴ ἐπʼ εὐθείας, ὥστε μένειν τὸ καλῶς ἠπορημένον ἐπὶ ταύτης, ὅτι πιλήσεως μὴ οὔσης ἢ οὐκ ἔσται κίνησις ἐπὶ τὸ ἄνω ἢ κάτω ἢ κυμανεῖ τὸ πᾶν ἢ εἰς ἴσα τὰς μεταβολὰς ἀνάγκη γίνεσθαι. ἵνα οὖν μὴ ταῦτα συμβαίνῃ τὰ ἄτοπα, τὸ κενὸν εἶναι ὑπέθεντο, ὡς πάντων ἀπολῦον αὐτοὺς τῶν τοιούτων· ὅτι δὲ οὐκ ἐκείνων ἦν τὸ πιθανὸν τοῦτο τῆς ἀπορίας, ἀλλʼ αὐτὸς τῷ λόγῳ παραστὰς τοιοῦτον αὐτὸν ὑπέδειξεν, ἱκανῶς οἶμαι τὸ φαῖεν ἂν ἐνδείκνυται, ὡς οὐκ εἰπόντων μέν, ἐρούντων δὲ ἡδέως, εἴ τις αὐτοῖς τὴν τοιαύτην μεταχείρισιν ἐπιδείξειεν.

Ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ἕως τοῦ καὶ μία ὕλη αὐτῶν.

Εἰπὼν ὅτι κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ δὲ ἄλλα ἠπόρηται καλῶς παρὰ τοῖς ἀπορήσασιν, ὅτι εἰ μὴ εἴη πίλησις, ἓν τῶν εἰρημένων ἀδυνάτων <!-- 9.688 -->συμβήσεται — ἢ γὰρ οὐκ ἔσται κίνησις ἢ κυμανεῖ τὸ πᾶν ἢ ἐπί γε τῶν εἰς μέγεθος ἐπιδιδόντων ἴσην ἀνάγκη γίνεσθαι τὴν μεταβολήν —, νῦν λύει τὴν ἀπορίαν συγχωρῶν μὲν εἶναι πίλησιν ἐν τοῖς σώμασιν, οὐ μέντοι διὰ τοῦτο καὶ κενὸν εἶναι ἐπιτρέπων, ἀλλʼ ἄλλον τρόπον τὴν πύκνωσιν καὶ μάνωσιν αἰτιολογῶν ἀπὸ τῆς ὑποκειμένης τοῖς σώμασιν ὕλης, περὶ ἧς ἐν τῷ πρώτῳ βιβλίῳ διδάξας εἰκότως ἐκ τῶν ὑποκειμένων, ταὐτὸν δὲ εἰπεῖν προωμολογημένων, ποιήσεσθαι τοὺς λόγους ἐπαγγέλλεται. εἴρηται γὰρ ὅτι ἐστὶν ἡ ὕλη ὑποκείμενόν τι τοῖς ἐναντίοις, καὶ ἡ αὐτὴ ὕλη θερμοῦ καὶ ψυχροῦ ἐστιν, ὁμοίως δὲ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ τῶν ἄλλων ἐναντιώσεων, μεταβάλλουσα ἀπὸ θατέρου εἰς θάτερον διὰ τὸ ἀεὶ ἐνεργείᾳ μὲν εἶναι τὸ ἕτερον τῶν ἐναντίων, δυνάμει δὲ τὸ ἕτερον. καὶ τῇ μὲν ὑποστάσει οὐδέποτε χωρίς ἐστιν ἡ ὕλη ἑνὸς τῶν ἐναντίων, τῷ δὲ οἰκείῳ λόγῳ αὐτῆς καὶ τῇ ἐπινοίᾳ ἄλλη παρὰ ταῦτά ἐστι. καὶ μένουσα κατὰ τὸν ἀριθμὸν ἡ αὐτὴ ἑκάτερον δέχεται τῶν ἐναντίων. ὥσπερ οὖν τῶν κατὰ τὸ ποιὸν ἐναντιώσεων ἡ αὐτὴ τῷ ἀριθμῷ ἐστιν ὑποκειμένη ὕλη οἷον θερμοῦ καὶ ψυχροῦ ἢ λευκοῦ καὶ μέλανος ἢ γλυκέος καὶ πικροῦ, οὕτω καὶ τῶν ἐν τῷ ποσῷ ἢ περὶ τὸ ποσὸν καὶ μετὰ ποσοῦ τοῦ τε μεγάλου καὶ μικροῦ τοῦ ἐν τοῖς σώμασιν ἡ αὐτή ἐστι τῷ ἀριθμῷ δεκτικὴ ὕλη. εἰ μὲν γὰρ εἶχε μέγεθός τι καθʼ αὑτὴν ἡ ὕλη ὁποσονοῦν, οὐκ ἂν ἐδέξατο τὸ ἐναντίον ᾧ κατὰ φύσιν εἶχεν οὔτε μεῖζον οὔτε ἔλαττον, ὥσπερ οὐδὲ εἰ λευκὴ ἦν κατὰ φύσιν, ἐδέξατο ἂν τὸ μέλαν· ἐπειδὴ δὲ ὥσπερ τῶν ἄλλων εἰδῶν οὕτως καὶ μεγέθους καὶ σώματος ἐστέρηται, καὶ τὰς ἐν τῷ μεγέθει ἐναντιώσεις ἡ αὐτὴ τῷ ἀριθμῷ μένουσα δέχεται. δῆλον δὲ τοῦτο ἐκ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς. οὐ γὰρ ἄλλη τις ἐπεισέρχεται ὕλη, ὅταν ἐξ ὕδατος ἀὴρ γένηται. εἰ γὰρ ἡ τότε οὖσα ὕδωρ ὕλη δυνάμει ἦν ἀήρ, ὅταν ἀπὸ τοῦ δυνάμει μεταβάλλῃ εἰς τὸ ἐνεργείᾳ, ἡ αὐτὴ τῷ ἀριθμῷ μένουσα γίνεται ἀήρ, ἥτις ἦν πρότερον ὕδωρ, καὶ μεῖζον γίνεται τὸν ὄγκον τὸ πρότερον ἔλαττον ὂν οὔτε ὕλης μιχθείσης οὔτε κενοῦ προσεισελθόντος· οὐκέτι γὰρ ἂν ἦν αὕτη δυνάμει ἀήρ, εἴπερ μίξει τινὸς ἀὴρ γέγονεν. ὁμοίως δὲ κἂν ἐξ ἀέρος ὕδωρ γένηται, εἰς ἐλάττονα ὄγκον μεταβάλλει οὐδεμιᾶς ὕλης ἐξισταμένης. ἐναργέστερον δὲ τοῦτο πεποίηκεν αὐτὸν τὸν ἀέρα λαβὼν ἐκ μείζονος ἐλάττονα γινόμενον καὶ ἐξ ἐλάττονος μείζονα οὔτε προσεισιόντος τινὸς οὔτε ἀπιόντος, ἀλλʼ αὐτοῦ τοῦ ἀέρος παχυνομένου καὶ λεπτυνομένου τῆς ἐν αὐτῷ ὕλης ἄμφω δυναμένης καὶ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβαλλούσης καὶ οὕτως ἐκ μείζονος εἰς ἐλάττονα ὄγκον μεθισταμένης καὶ ἐξ ἐλάττονος εἰς μείζονα. ἐπειδὴ δὲ οὐκ ἐξ ἀμεγέθους εἰς μέγεθος μεταβάλλει ἢ ἀνάπαλιν, ἀλλʼ ἐκ μείζονος εἰς ἔλαττον ἢ ἐξ ἐλάττονος εἰς μεῖζον, ὅπερ ἔοικε τῷ μᾶλλον καὶ ἧττον ἐπὶ τῶν ποιοτήτων, διὰ τοῦτο δείκνυσι καὶ ἐπὶ τῶν ἄλλων <!-- 9.689 -->ποιοτήτων, ὅτι ὡς εἰς τὰ ἐναντία οὕτω καὶ εἰς τὸ μᾶλλον καὶ ἧττον μεταβάλλει τὸ αὐτὸ ὑποκείμενον. ὡς γὰρ ἐκ θερμοῦ ψυχρὸν καὶ ἐκ ψυχροῦ θερμὸν γίνεται ἡ αὐτὴ ὕλη, ὅτι ἦν ἄμφω δυνάμει, οὕτω καὶ ἐκ θερμοῦ μᾶλλον θερμόν. οὐ γὰρ οὕτω μεταβάλλει ὥς τινων πρότερον μὲν τοῦ ὑποκειμένου μορίων μὴ ὄντων θερμῶν, νῦν δὲ γεγονότων θερμῶν, ὡς τοῦ ἧττον θερμοῦ μίξει τῶν μὴ θερμῶν ὄντος τοιούτου. καὶ γὰρ ὅτε ἦν ἧττον θερμὸν τὸ σῶμα, ὁμοίως πᾶσα ἡ ὕλη ἦν τοιαύτη, καὶ ὅτε μᾶλλον ἐγένετο θερμή, πᾶσα ὁμοίως ἐπιδέδωκεν. ἂν γὰρ ἄλλα μὲν αὐτῆς εἴη θερμά, ὅτε ἧττόν ἐστι θερμή, ἄλλα δὲ ὅτε μᾶλλον, οὐκέτι ἡ αὐτὴ κατʼ ἀριθμὸν θερμοτέρα γίνεται καὶ ἧττον θερμὴ δεχομένη τὸ μᾶλλόν τε καὶ ἧττον, ἀλλʼ ἄλλο τι θερμὸν τῷ προϋπάρχοντι προσγίνεταί τε καὶ προσμίγνυται. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τοῦ σώματος τοῦ μανουμένου καὶ πυκνουμένου καὶ μείζονος γινομένου καὶ ἐλάττονος ἡ αὐτή ἐστιν ὕλη ἄμφω δεχομένη καὶ οὐκ ἔξωθέν τι εἰσιὸν ἢ ἐξιόν, ὡς οἱ τὸ κενὸν εἰσάγοντες λέγουσιν. ἀγνοούντων γάρ ἐστι τὴν τῆς ὕλης φύσιν, ὡς ἡ αὐτὴ μένουσα δέχεται τὰ ἐναντία.

Δείξας δὲ ἐπὶ τῶν ἄλλων ποιοτήτων, ὅτι τὸ αὐτὸ μένον ὑποκείμενον δέχεται τὸ μᾶλλόν τε καὶ τὸ ἧττον, δείκνυσιν αὐτὸ καὶ ἐπὶ τοῦ σχήματος, ἐπειδὴ κἂν ποιόν ἐστιν, ἀλλὰ πολλὴν ἔχει πρὸς μέγεθός τε καὶ ποσότητα κοινωνίαν. ἐὰν γὰρ μείζονος κύκλου περιφέρεια εἰς ἐλάττονος κύκλου κατακαμφθῇ σύστασιν, οὐ τῷ τινα μέρη τῆς περιφερείας πρότερον μὴ ὄντα κυρτὰ ἀλλʼ εὐθέα νῦν κυρτωθῆναι εἰς ἐλάττονα συνάγεται κύκλον, ἀλλὰ τῷ τὰ ἧττον κυρτὰ μᾶλλον γενέσθαι κυρτά. κἄν τε οὖν ἡ αὐτὴ λέγοιτο περιφέρεια ἡ πρότερον μὲν ἧττον οὖσα κυρτὴ ὕστερον δὲ γενομένη μᾶλλον, κἄν τε ἄλλη μὲν ἐκείνη ἄλλη δὲ αὕτη, τοῦτο πρόδηλόν ἐστιν, ὅτι οὐχ ὡς εὐθεῖ κυρτότης ἐπεγένετο, ἀλλʼ ὅτι τὸ ἧττον κυρτὸν μᾶλλον κυρτὸν γέγονε. καὶ ἔοικε τὸ ἢ ἄλλη προσθεῖναι εἰς περιουσίαν ἀποδείξεως· κἂν γὰρ μὴ βούληταί τις τὴν αὐτὴν εἶναι περιφέρειαν τὴν πρότερον μὲν ἧττον κυρτὴν τὰ νῦν δὲ μᾶλλον γενομένην, ἀλλὰ ἄλλην καὶ ἄλλην λέγοι, καὶ οὕτως οὐχ ὡς εὐθεῖ κυρτὸν ἐπεισῆλθεν, ἀλλὰ τὸ ἧττον κυρτὸν μᾶλλον ἐγένετο κυρτόν· ὅλως γὰρ τὸ μᾶλλον καὶ ἧττον λέγεται οὐκ ἐν τῷ διαλείπειν τι εἶδος ἐν τῷ ἧττον λεγομένῳ καὶ μὴ διαλείπειν ἐν τῷ μᾶλλον. οὐ γὰρ προσεισέρχεταί τι εἶδος, ἀλλὰ τὸ ὅλον ἐπιτείνεται ἢ ἀνίεται, ὡς τὸ θερμότερον, ὡς τὸ γλυκύτερον, ὡς τὸ λευκότερον. οὕτως οὖν καὶ ἐπὶ μεγέθους καὶ σμικρότητος τοῦ αἰσθητοῦ ὄγκου οὐ προσλαβοῦσα ἡ ὕλη ἕτερον μέγεθος ἐπεκτείνεται ἢ ἀποβαλοῦσα συστέλλεται, ὡς λέγουσιν οἱ τὸ κενὸν αἰτιώμενοι, ἀλλὰ τὸ αὐτὸ μένον ὑποκείμενον, ὅπερ ἦν δυνάμει μεῖζον, γέγονεν ἐνεργείᾳ μεῖζον <!-- 9.690 -->ἐξ ἐλάττονος, καὶ ὅπερ ἦν δυνάμει ἔλαττον, γέγονεν ἐνεργείᾳ ἔλαττον ἐκ μείζονος. τοῦτο γάρ ἐστι τὸ εἶναι δεκτικὴν τῶν ἐναντίων τὴν ὑποκειμένην φύσιν, ὅπερ ἐδήλωσε διὰ τοῦ ἡ δυνάμει ὕλη οὖσα οὐχ ὅτι δυνάμει ὕλη ἐστὶ λέγων, ἀλλʼ ὅτι ἡ ὕλη δυνάμει ταῦτά ἐστιν. ὡς δὲ κατὰ πᾶν μόριον ἡ φλὸξ καὶ θερμὴ καὶ λευκή ἐστιν, οὕτω κατὰ πᾶν μόριον καὶ μανή ἐστιν καὶ οὐχὶ κατὰ τὴν τοῦ κενοῦ μῖξιν. οὕτω δὲ καὶ ἡ θερμότης ἡ πρότερον πρὸς τὴν ὕστερον οὐ τῷ προσεισιέναι τι ἢ ἀπιέναι ἔχει τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γὰρ προσεισέρχεταί τι ἢ ἀπέρχεται εἶδος, ἀλλʼ ἀνίεται ἢ ἐπιτείνεται τὸ αὐτό. αἰσθητὸν δὲ ὄγκον τὸν ἔνυλον εἶπεν ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νοητοῦ καὶ τοῦ μαθηματικοῦ. ὁ γὰρ αἰσθητὸς καὶ ἔνυλος οὗτός ἐστιν ὁ ἐκτεινόμενος καὶ συστελλόμενος. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ τὸ μέγεθος εἶδός τι εἶναι βούλεται καὶ τὸ μικρὸν καὶ μέγα μεγέθους εἰδητικὰς διαφοράς· λόγοι γὰρ καὶ οὗτοι συμπληρωτικοὶ τῶν εἰδῶν προέρχονται εἰς τὴν ὕλην· ὡς γὰρ ὑπὸ λευκοῦ καὶ μέλανος καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν τοιούτων συμπληροῦται τὰ ζῷα καὶ τὰ φυτά, οὕτω καὶ ὑπὸ μεγέθους οἰκείου. διὰ καὶ ὥρισται ἐν ἑκάστῳ τῶν ζῴων τό τε μέγιστον καὶ τὸ ἐλάχιστον μέγεθος.

Ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ δὲ μανὸν κοῦφον.

Δείξας ὅπως δυνατὸν εἶναι μάνωσιν καὶ πύκνωσιν καὶ κενοῦ μὴ ὄντος — ἀρκεῖν γὰρ τὴν τῆς ὕλης ἐπιτηδειότητα πρὸς τὴν ἔκτασίν τε καὶ τὴν συστολὴν τοῦ σωματικοῦ μεγέθους — ἐφεξῆς δείκνυσι, πῶς τῷ μανῷ καὶ πυκνῷ ἡ διαφορὰ τῶν κατʼ εὐθεῖαν κινήσεων ἀκολουθεῖ. εἰ γὰρ τὸ μανὸν κοῦφόν ἐστι, τὸ δὲ κοῦφον ἄνω κινεῖται τῇ αὑτοῦ φύσει, δῆλον ὅτι τὸ μανὸν γινόμενον οὐ διὰ τὸ κενόν, ἀλλὰ διὰ τὴν ὑποκειμένην ὕλην τούτῳ, ἐπειδὴ ἅμα τῷ μανὸν εἶναι καὶ κοῦφόν ἐστιν ἄνω κινήσεται. ὁμοίως δὲ εἰ τὸ πυκνὸν καὶ βαρύ, τὸ δὲ βαρὺ κάτω, ἕξομεν τὰς αἰτίας τῆς κατὰ τόπον ἐπʼ εὐθείας κινήσεως οὐ δεόμενοι τοῦ κενοῦ.

Ἔτι ὥσπερ ἡ τοῦ κύκλου περιφέρεια ἕως τοῦ οὕτω καὶ τὸ πᾶν συναγωγὴ καὶ διαστολὴ τῆς αὐτῆς ὕλης.

Αὕτη ἡ ῥῆσις δοκεῖ τὰ πρότερον εἰρημένα πάλιν λέγειν, πῶς τὰ μᾶλλον καὶ ἧττον γινόμενα οὐ προσθήκῃ τινὸς ἢ ἀφαιρέσει τοῦτο πάσχει οὔτε ἐπὶ τοῦ κυρτοῦ σχήματος οὔτε ἐπὶ τῆς τοῦ πυρὸς θερμότητος οὔτε ἐπὶ τῆς τοῦ μεγέθους ἐπιτάσεως τε καὶ ἀνέσεως, ἀλλὰ τῆς αὐτῆς ὕλης εἰς τἀναντία μεταβαλλομένης. καὶ οὐδὲν τοῖς ἤδη εἰρημένοις περὶ τούτων προστίθησιν, <!-- 9.691 -->ἐν οἷς ἔλεγεν “ὥσπερ γε οὐδὲ ἡ τοῦ μείζονος κύκλου περιφέρεια καὶ κυρτότης” καὶ τὰ ἑξῆς, ἀλλʼ ἐκείνων τίς ἐστι παράφρασις· διὸ καὶ ἔν τισιν ἀντιγράφοις οὐ φέρεται ὡς ἀπὸ παραγραφῆς εἰσενεχθεῖσα — τοιοῦτος καὶ ὁ τοῦ λόγου χαρακτήρ —, ἀλλʼ ἕπεται τῇ δείξει τῇ λεγούσῃ “ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ δὲ μανὸν κοῦφον” ἡ λέγουσα “δύο γάρ ἐστιν ἀφʼ ἑκατέρου τοῦ τε πυκνοῦ καὶ τοῦ μανοῦ” καὶ τὰ ἑξῆς.

Δύο γάρ ἐστιν ἀφʼ ἑκατέρου τοῦ τε πυκνοῦ καὶ τοῦ μανοῦ ἕως τοῦ ἐπὶ μολύβδου καὶ σιδήρου.

Εἰπὼν ὅτι τὸ μὲν πυκνὸν βαρύ ἐστι, τὸ δὲ μανὸν κοῦφον, προστίθησιν ὅτι οὐ τὸ βαρὺ μόνον ἕπεται τῷ πυκνῷ, ἀλλὰ καὶ τὸ σκληρόν· καὶ αὖ πάλιν τῷ μανῷ οὐ τὸ κοῦφον μόνον, ἀλλὰ καὶ τὸ μαλακόν. ὡς δύο εἶναι ἀφʼ ἑκατέρου τοῦ τε πυκνοῦ καὶ τοῦ μανοῦ καὶ τοῦ μὲν τὸ βαρὺ καὶ σκληρόν, τοῦ δὲ τὸ κοῦφον καὶ μαλακόν· τὴν δὲ χρείαν τῆς τοῦ μαλακοῦ καὶ σκληροῦ προσθήκης μετʼ ὀλίγον εἰσόμεθα, ὅταν διὰ ταύτης τῶν ἄλλων τριῶν κινήσεων τῶν παρὰ τὴν τοπικὴν αἰτίαν τὴν ὕλην δεικνύῃ· ὅτι δὲ τοῦτο, κἂν ἐπὶ τῶν πλειόνων οὕτως ἔχῃ, οὐκ ἐπὶ πάντων ἐστὶν ἀπαράβατον, ὑπέμνησεν ἡμᾶς διὰ σιδήρου καὶ μολύβδου. ὁ γὰρ μόλυβδος καίτοι μαλακώτερος ὢν τοῦ σιδήρου βαρύτερος ὅμως ἐστὶν αὐτοῦ ἐν τῷ ἴσῳ ὄγκῳ καὶ μανότερος. καὶ μήποτε οὐ μάτην τοῦτο προστέθεικεν, ἀλλʼ ἐνδεικνύμενος ὅτι τὸ μανὸν εἶδός τι καὶ αὐτό ἐστιν οὐ κατὰ παρεμπλοκὴν πλείονος κενοῦ γινόμενον· εἰ γὰρ τοῦτο, καὶ κουφότερον πάντως ἦν. νῦν δὲ οὐχ οὕτως ἔχον φαίνεται, εἴπερ ὁ μόλυβδος μανότερος ὢν τοῦ σιδήρου καὶ ἁπαλώτερος βαρύτερος ὅμως ἐστὶν αὐτοῦ.

Ἐκ δὴ τῶν εἰρημένων φανερόν ἐστιν ἕως τοῦ καὶ οὐ φορᾶς ἀλλʼ ἑτεροιώσεως μᾶλλον.

Οἱ τὸ κενὸν λέγοντες οἱ μὲν ἐνεργείᾳ ἔλεγον αὐτὸ εἶναι ἀεὶ ἀποκεκριμένον τῶν σωμάτων, οἱ δὲ δυνάμει ὡς γινόμενον καὶ ἀπολλύμενον τοῖς σώμασι. καὶ τῶν ἀποκεκριμένον καὶ ἐνεργείᾳ λεγόντων οἱ μὲν ἁπλῶς καὶ καθʼ αὑτὸ εἶναι ἔλεγον ἐκτὸς τῶν σωμάτων ὡς οἱ τὸ κενὸν ἐκτὸς τοῦ κόσμου τιθέντες, οἱ δὲ ἀποκεκριμένον μὲν καὶ ὡς ἐνεργείᾳ, οὐ μέντοι καθʼ αὑτὸ ὄν, ἀλλʼ ἐν τοῖς σώμασι παρεσπαρμένον, καὶ διακόπτον αὐτῶν τὴν συνέχειαν, ὃ καὶ μανότητος αἴτιον ἐγίνετο. ἔδειξεν οὖν ὅτι οὔτε ὡς καθʼ <!-- 9.692 -->αὑτὸ οὔτε ὡς ἐν τοῖς σώμασι παρεσπαρμένον ἐστίν· ὥστε κατʼ οὐδένα τρόπον ὡς ἐνεργείᾳ ὂν καὶ ἀποκεκριμένον. “δυνάμει δέ, φησὶν ὁ Ἀλέξανδρος, λέγοι ἂν τοῦτο, πρὸς ὃ τοὺς ὑστέρους ἐποιήσατο λόγους, ὃ τῷ ἐγκεκρᾶσθαι καὶ μεμῖχθαι τοῖς σώμασι μανότητος καὶ κουφότητος αὐτοῖς αἴτιον ἐλέγετο γίνεσθαι· τοῦτο δʼ ἂν εἴη οἶμαι τὸ παρεσπαρμένον κενόν· ὅτι δὲ μὴ εἰσάγει τὴν μανότητα τὸ κενόν, δέδεικται”. ταῦτα μὲν ὁ Ἀλέξανδρος. ἐπιστῆσαι δὲ ἄξιον, εἰ τὸ δυνάμει κενὸν αἴτιον εἴρηται μανώσεως, ἀλλʼ οὐχὶ τὸ ἐνεργείᾳ παρεσπαρμένον. μήποτε οὖν δυνάμει λέγει κενὸν τὸ μήπω μὲν ὄν, κατὰ διάστασιν δὲ τῶν σωμάτων ἄλλοτε ἄλλου γινόμενον, ὥσπερ ἡμεῖς τοὺς πόρους γίνεσθαί φαμεν, ἐν οἷς ἐστιν ἀεί τι λεπτότερον τοῦ περιέχοντος σώματος. δῆλον δὲ ὅτι εἰ τὸ ἐνεργείᾳ κενὸν οὐκ ἔχει πάροδον εἰς τὰ ὄντα, οὐδὲ τὸ δυνάμει ἕξει· τὸ γὰρ δυνάμει τοῦτό ἐστι πανταχοῦ τὸ πεφυκὸς εἰς ἐνέργειαν ἄγεσθαι πάντως, ἐὰν μὴ προαπαγορεύσῃ πρὸς τὸ εἶναι τὸ ὑποκείμενον.

Δείξας δὲ ὅτι μὴ ἔστιν ὅλως κενόν, ἐπειδὴ οἱ τὸ κενὸν τιθέμενοι ὡς αἴτιον αὐτὸ κινήσεως ἐτίθεντο, συγκαταβαίνων τῷ λόγῳ καὶ τὴν δυνατὴν αὐτῷ διόρθωσιν ἐπάγων ὑπομιμνῄσκει, ὅτι εἰ τὸ τῆς κατὰ τόπον κινήσεως αἴτιον τοῦτο λέγουσι τὸ κενόν, αἴτιον δὲ ταύτης ἡ ὕλη δεκτικὴ μανότητος οὖσα καὶ πυκνότητος, ἢ ἀκριβέστερον εἰπεῖν κουφότητος καὶ βαρύτητος, λεγέσθω ἡ ὕλη κενόν. καὶ γὰρ ἐπιπρέπει ταύτῃ τὸ ὄνομα. καὶ εἴπερ εἴη ἐν ὑποστάσει, αὕτη ἂν εἴη τὸ κενόν, ἥτις δέδεικται μὲν τῶν ὄντων οὖσα, οὐδὲν δὲ τῶν συνεγνωσμένων εἰδῶν, ἀλλὰ κατὰ ἀφαίρεσιν ὡς κενὴ πάντων νοουμένη. ἐπειδὴ δὲ τὸ μανὸν καὶ τὸ πυκνὸν ἑκάτερον, δύο εἶχε συνεδρεύοντα, τὸ μὲν μανὸν τό τε κοῦφον καὶ τὸ μαλακόν, τὸ δὲ πυκνὸν τό τε βαρὺ καὶ τὸ σκληρόν, εἰκότως τὸ μανὸν καὶ πυκνὸν κατὰ μὲν τὸ κοῦφον καὶ βαρὺ τῆς ἐπʼ εὐθείας κινήσεώς ἐστιν αἴτια, κατὰ δὲ τὸ μαλακὸν καὶ σκληρὸν ταύτης μὲν οὐκέτι, εὐπαθείας δὲ καὶ δυσπαθείας, καθʼ ἃς αἱ μεταβολαὶ καὶ ἑτεροιώσεις γίνονται. καὶ γὰρ εὐπαθὲς μὲν τὸ μαλακόν ἐστι, δυσπαθὲς δὲ τὸ σκληρόν· ἔδειξεν οὖν εὐθὺς διὰ τούτων, ὅτι καὶ τῆς κατὰ ἀλλοίωσιν κινήσεως ἡ ὕλη ἐστὶν αἰτία καὶ οὐχὶ τὸ κενόν, εἴπερ ἡ ἀλλοίωσις τῇ σκληρότητι καὶ μαλακότητι ἀκολουθεῖ, αὗται δὲ τῇ μανώσει καὶ πυκνώσει, αὗται δὲ διὰ τὴν ὕλην. ἀλλοίωσιν δὲ νῦν ἀκουστέον οὐ τὴν κατὰ ποιότητα μόνην μεταβολήν, ἀλλὰ καὶ τὴν κατὰ ποσότητα καὶ τὴν κατʼ οὐσίαν· τὸ γὰρ ποιεῖν καὶ πάσχειν ἐν πᾶσι τούτοις θεωρεῖται τοῖς εἴδεσι. καὶ ἰδοὺ νῦν δῆλον γέγονε, τίνος ἕνεκεν ἡ τοῦ μαλακοῦ καὶ σκληροῦ παρελήφθη ἀντίθεσις, ἵνα γὰρ δείξῃ ὅτι διὰ ταύτης καὶ τῶν ἄλλων τριῶν τῆς κινήσεως εἰδῶν αἰτία ἐστὶν ἡ ὕλη, τῆς κατὰ ποιότητα, τῆς κατὰ ποσότητα, τῆς κατʼ οὐσίαν. εἰπὼν δέ, ὅτι ἡ τοῦ βαρέος καὶ κούφου ὕλη κινήσεως αἰτία, προσέθηκε τὸ ᾗ τοιαύτη, διότι πάσαις μὲν ὑπόκειται ταῖς <!-- 9.693 -->διαφοραῖς ἡ ὕλη, οὐ κατὰ πάσας δὲ κινήσεως τῆς κατὰ τόπον ἐστὶν αἰτία, ἀλλὰ κατὰ μόνην τὴν τοῦ κούφου καὶ βαρέος ἀντίθεσιν.

Καὶ περὶ μὲν κενοῦ πῶς ἔστι καὶ πῶς οὐκ ἔστι, διωρίσθω τὸν τρόπον τοῦτον.

Καὶ ἐν ἀρχῇ τῶν περὶ τοῦ κενοῦ λόγων προϋπέθετο ζητεῖν, εἰ ἔστιν ἢ μὴ καὶ πῶς ἔστι καὶ τί ἐστι, καὶ νῦν συμπεραινόμενος τὸν λόγον πῶς ἔστι φησὶ καὶ πῶς οὐκ ἔστιν, ὅτι ὡς μὲν ἀποκεκριμένον κενὸν ἢ ὡς δυνάμει οὐκ ἔστιν, εἴ τις διάστημα λέγοι τὸ κενὸν ἐστερημένον σώματος ἢ δυνάμει ἢ ἐνεργείᾳ· εἰ μέντοι ὡς κινήσεως αἰτίαν τὴν ὕλην λέγοι τὸ κενόν, συγχωρεῖ κατὰ τοῦτον τὸν τρόπον εἶναι τὸ κενόν. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης περὶ τοῦ κενοῦ διετάξατο· ὁ μέντοι Λαμψακηνὸς Στράτων δεικνύναι πειρᾶται, ὅτι ἔστι τὸ κενὸν διαλαμβάνον τὸ πᾶν σῶμα, ὥστε μὴ εἶναι συνεχές, λέγων ὅτι “οὐκ ἂν διʼ ὕδατος ἢ ἀέρος ἢ ἄλλου σώματος ἐδύνατο διεκπίπτειν τὸ φῶς οὐδὲ ἡ θερμότης οὐδὲ ἄλλη δύναμις οὐδεμία σωματική. πῶς γὰρ ἂν αἱ τοῦ ἡλίου ἀκτῖνες διεξέπιπτον εἰς τὸ τοῦ ἀγγείου ἔδαφος; εἰ γὰρ τὸ ὑγρὸν μὴ εἶχε πόρους, ἀλλὰ βίᾳ διέστελλον αὐτὸ αἱ αὐγαί, συνέβαινεν ὑπερεκχεῖσθαι τὰ πλήρη τῶν ἀγγείων, καὶ οὐκ ἂν αἱ μὲν τῶν ἀκτίνων ἀνεκλῶντο πρὸς τὸν ἄνω τόπον, αἱ δὲ κάτω διεξέπιπτον”. ἀλλὰ ταῦτα μὲν οἶμαι λύειν δυνατὸν κατὰ τὰς Περιπατητικὰς ὑποθέσεις, καθʼ ἃς καὶ ἡ θερμότης καὶ αἱ ἄλλαι σωματικαὶ δυνάμεις καὶ τὸ φῶς ἀσώματα ὄντα οὐ χρῄζει κενοῦ διαστήματος ὑποκειμένου πρὸς ὑπόστασιν καὶ δίοδον, ἀλλʼ ἐν τοῖς σώμασιν ὑφίσταται οὐκ ὀγκοῦντα τὰ σώματα. εἰ δὲ καὶ σῶμά τις λέγοι τὸ φῶς εἶναι καὶ ἔνυλον σῶμα τό τε ὑπὸ σελήνην τοῦ ἡλίου φῶς μαρτυρόμενος τάς τε ἀνακλάσεις καὶ τὰς τῶν στερεῶν ἀντιφράξεις, ὅτι παθητικῇ ὕλῃ συμμέμικται, καὶ οὕτως διὰ τῆς μανώσεως καὶ πυκνώσεως δυνατὸν λύειν τὴν ἀπορίαν. οὐδὲν γὰρ κωλύει τὰ οὕτω μανὰ τῶν σωμάτων ὡς ὕδωρ καὶ ἀέρα πυκνούμενα χώραν διδόναι τισὶ τῶν ἀκτίνων εἰς διέκπτωσιν. ὅσαι δὲ πυκνοτέροις μέρεσι προσπίπτουσιν, αὗται ἀντανακλῶνται. ταῦτα μὲν οὖν, ὅπερ εἶπον, οὕτω λύειν ἴσως δυνατὸν μηδὲν ἐμποδιζόμενον πρὸς ἀναίρεσιν τοῦ τῷ ὄντι καθʼ ὑπόστασιν κενοῦ. τὸ μέντοι καθʼ αὑτὸ ὂν διάστημα χωρητικὸν τῶν σωμάτων καὶ ἐπιτηδειότητας πρὸς τὰς διαφορὰς αὐτῶν διαφόρους ἔχον τάχα οὔπω ἐκ τῶν εἰρημένων ἀνῄρηται. καὶ γὰρ ἐν ταῖς μανώσεσι καὶ πυκνώσεσιν εἶναι δεῖ τινα χώραν καὶ διάστημα ἄλλο παρὰ τὸ τῶν σωμάτων, ὅπερ ἐπιλαμβάνει τὸ μανούμενον. οὐ γὰρ ἐν τῷ σώματι γίνεται τῷ πλησιάζοντι, ἀλλʼ ἐν τῷ διαστήματι, <!-- 9.694 -->ἀφʼ οὗ τὸ πλησιάζον σῶμα ὠθηθὲν ἢ πιληθὲν ἐξέστη. φαίνεται δὲ καὶ ὁ Πλάτων τὸ μὲν τῷ ὄντι κενὸν καὶ παντὸς σώματος ἐστερημένον διάστημα ἀπογινώσκων καὶ τὴν τελικὴν τούτου λέγων αἰτίαν. “ἡ γὰρ τοῦ παντός, φησί, περίοδος, ἐπειδὴ συμπεριέλαβε τὰ γένη κυκλοτερὴς οὖσα καὶ πρὸς αὑτὴν πεφυκυῖα βούλεσθαι ξυνιέναι, σφίγγει πάντα καὶ κενὴν χώραν οὐδεμίαν ἐᾷ λείπεσθαι.” ὅλως γὰρ τὸ εἶναι τὸ κατʼ ἐνέργειαν τοῦτο κενὸν καὶ τὴν συνέχειαν καὶ συμπάθειαν ἀνατρέπει τοῦ παντὸς καὶ χρείαν οὐχ ἕξει τοῦ εἶναι. τίνος γὰρ ἕνεκα γέγονε τόπος πλείων τῶν ἐσομένων ἐν αὑτῷ σωμάτων, εἴπερ πᾶσα χώρα πρὸς τὸ ἐν αὐτῇ γέγονεν; ἔτι δὲ εἰ τὸ μὲν ἔχει σῶμα, τὸ δὲ μὴ ἔχει, τίς ἡ ἀποκλήρωσις μηδεμιᾶς οὔσης ἐν τῷ κενῷ διαφορᾶς; τὸ μέντοι διάστημα τοῦτο ἄλλο μὲν ὂν παρὰ τὰ ἐν αὐτῷ σώματα, ἄλλοτε δὲ ἄλλο ἔχον ἐν ἑαυτῷ σῶμα, φαίνεται καὶ αὐτὸς εἰδὼς ὁ Πλάτων καὶ κενὸν ὀνομάζων, ἐν οἷς φησι “τὰ γὰρ ἐκ μεγίστων μερῶν γεγονότα μεγίστην κενότητα ἐν τῇ συστάσει παρέλειπε, τὰ δὲ σμικρότατα ἐλαχίστην. ἡ δὴ τῆς πιλήσεως σύνοδος τὰ σμικρὰ εἰς τὰ τῶν μεγάλων διάκενα ξυνωθεῖ”. καὶ μετʼ ὀλίγον δὲ σαφῶς δεδήλωκε τὰ μεθιστάμενα σώματα οὐκ εἰς κενήν τινα σώματος χώραν μεταχωρεῖν, ἀλλʼ εἴς τινα πρότερον ἄλλο σῶμα ἔχουσαν ἀντιπεριστάσεως γινομένης, ἐν οἷς φησι “πάλιν δὲ ἐκπίπτοντος ἐντεῦθεν τοῦ πυρὸς ἅτε οὐκ εἰς κενὸν ἐξιόντος ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ὄντα ἔτι τὸν ὑγρὸν ὄγκον εἰς τὰς τοῦ πυρὸς ἕδρας συνωθῶν αὐτὸν ἑαυτῷ συμμίγνυσι”. καὶ δῆλον ὅτι ἡ τοῦ πυρὸς ἕδρα χώρα τις ἦν ἐν ᾗ τὸ πῦρ ἦν. ὅτι δέ ἐστι τοῦτο διάστημα ἰσόμετρον γινόμενον τῷ ἐν αὐτῷ παντὶ σώματι, καὶ ἐκ τῶν περὶ τόπου πρότερον εἰρημένων ἀναμνησθῶμεν. τὰ γὰρ κινούμενα πόθεν ποῖ κατὰ τόπον εἴτε κύκλῳ εἴτε ἐπʼ εὐθείας, ὡς καὶ πρότερον εἶπον, ἐν διαστήματι πάντως ἀνάγκη κινεῖσθαί τινι. εἰ οὖν μήτε ἐν τῷ αὑτοῦ μήτε ἐν τῷ τῶν παρακειμένων σωμάτων, ἐν ἄλλῳ τινὶ χωριστῷ σωμάτων κινηθήσεται. καὶ ἔστι τοῦτο τὸ διάστημα τὸ τὴν πρόχειρον καὶ ἐκφανῆ τοῦ τόπου καὶ τοῦ κενοῦ παρεχόμενον ἔννοιαν.

Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου.

Ὅτι μὲν ὁ περὶ κινήσεως λόγος οἰκειότατός ἐστι τῷ φυσικῷ, πρόδηλον, εἴπερ ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ εἴπερ τὰ φύσει τῶν μὴ φύσει <!-- 9.695 -->κινήσει διενήνοχεν· εἰ δὲ πᾶσα κίνησις ἐν χρόνῳ, καὶ οἱ μὲν τὴν κίνησιν αὐτήν, οἱ δὲ τῆς κινήσεώς τι τὸν χρόνον ᾠήθησαν, δῆλον ὅτι καὶ ὁ περὶ χρόνου λόγος ἀναγκαῖος τῷ φυσικῷ — καὶ γὰρ προφανὴς καὶ ἀνὰ στόμα πᾶσιν ὁ χρόνος, κἂν τὸ ἀκριβὲς αὐτοῦ τῆς ὑποστάσεως πολλοὺς λέληθε — καὶ πᾶσι τοῖς φυσικοῖς καὶ ἐν γενέσει παρακολουθεῖ ὥσπερ ἡ κίνησις. διὰ πάντα οὖν ταῦτα σπουδῆς ἄξιος τῷ φυσικῷ ὁ περὶ χρόνου λόγος. εἰπὼν δὲ περὶ κινήσεως ἐν τῷ τρίτῳ βιβλίῳ καὶ συνάψας τὸν περὶ τοῦ ἀπείρου λόγον, ἐπειδὴ συνεχὴς ἡ κίνησις, τὸ δὲ συνεχὲς ἐπʼ ἄπειρον διαιρετὸν καὶ ἢ ἄπειρον ἢ πεπερασμένον, λοιπὸν ἐπειδὴ πᾶσα κίνησις ἐν τόπῳ καὶ ἐν χρόνῳ γίνεται, καὶ πλησιαίτερος καὶ προφανέστερος ὁ τόπος τοῦ χρόνου δοκεῖ, εἰπὼν περὶ τοῦ τόπου καὶ προσθεὶς τὸν περὶ τοῦ κενοῦ λόγον, ἐπειδὴ τὸ κενὸν τόπον ἔλεγον σώματος ἐστερημένον, εἰκότως ἐχόμενον φησὶ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου. θαυμαστὸν δέ τι πέπονθεν ὁ χρόνος τὸ μὲν κοινὸν πρὸς ἄλλα, τὸ δὲ ἴδιον. ὡς γὰρ χρῶμα καὶ κίνησις τὴν μὲν ὕπαρξιν ἔχουσιν ἐναργῆ, τὸν δὲ τῆς οὐσίας λόγον δυσκατάληπτον, οὕτω καὶ τοῦ χρόνου ἡ μὲν ὕπαρξις οὐ τοῖς σοφοῖς μόνοις, ἀλλὰ καὶ πᾶσίν ἐστι πρόδηλος. νεώτερον γὰρ καὶ πρεσβύτερον πάντες φαμὲν καὶ χθὲς καὶ σήμερον καὶ αὔριον καὶ πάλαι καὶ τῆτες καὶ εἰς νέωτα· ἡμέρας δὲ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς τίς ἀγνοῶν ἔτι ἄνθρωπος δόξειε; τί δὲ δήποτέ ἐστιν ὁ χρόνος, ἐρωτηθεὶς μόγις ἂν ὁ σοφώτατος ἀποκρίναιτο. καὶ τοῦτο μὲν κοινὸν πρὸς ἄλλα. ἴδιον δὲ τὸ τὴν ὕπαρξιν αὐτὴν μηδὲ αἰσθήσει καταληπτὴν ἔχοντα, κἂν ἔχῃ τινὰς ἀφορμὰς ἐξ αἰσθήσεως — οὐ γὰρ αἰσθητὸν τὸ πρεσβύτερον καὶ νεώτερον οὐδὲ τὸ χθὲς καὶ σήμερον —, ὅμως πάντων δοκεῖν προφανέστατον. οὕτω δὲ ἄπορος ἡ περὶ τῆς οὐσίας αὐτοῦ ζήτησις ἔδοξεν, ὥστε τινὰς ὑπὸ ταύτης σκοτουμένους καὶ τῆς ὑπάρξεως τοῦ χρόνου καίτοι οὕτως ἐναργοῦς οὔσης ἀπογνῶναι παντάπασι. καίτοι ἄτοπον τῇ τῆς οὐσίας ἀγνωσίᾳ τὴν τῆς ὑπάρξεως ἀναίρεσιν συναρτῆσαι· πολλὰ γὰρ τῶν ὄντων οὐ μόνον τίνα ἐστί, ἀλλὰ καὶ ὅτι ἔστιν ὅλως ὑφʼ ἡμῶν ἀγνοεῖται καὶ ὅμως οὐδὲν ἧττον τῶν ὄντων ἐστίν.

Πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ ἕως τοῦ ἔπειτα τίς ἡ φύσις αὐτοῦ.

Ὥσπερ ἐπὶ τῶν ἄλλων οὕτω καὶ ἐπὶ τοῦ χρόνου, εἰ ἔστι πρῶτον ὁ χρόνος ἢ μὴ ἔστι, προθέμενος ζητεῖν τοὺς ἀναιροῦντας αὐτὸν πρῶτον συνίστησι λόγους διὰ τῶν ἐξωτερικῶν· ἐξωτερικὰ δέ ἐστι τὰ κοινὰ καὶ διʼ <!-- 9.696 -->ἐνδόξων περαινόμενα, ἀλλὰ μὴ ἀποδεικτικὰ μηδὲ ἀκροαματικά· μετὰ δὲ τὴν τοιαύτην διάσκεψιν, ἐφεξῆς φησι δεῖν ἐπισκέψασθαι, τίς ἡ φύσις τοῦ χρόνου ἐστί· μετὰ γὰρ τὸ εἰ ἔστι πρόβλημα τὸ τί ἐστι διαδέχεται. “σημειωτέον δέ, φησὶν Ἀλέξανδρος, ὅτι ἐπὶ μὲν τοῦ κενοῦ ὃ ἔμελλε δείξειν μὴ ὂν εἶπεν ἀρχόμενος τοῦ περὶ αὐτοῦ λόγου, τί σημαίνει τοὔνομα, ἐπὶ δὲ τοῦ χρόνου, ὃς ἔστιν ὁμολογουμένως, τίς ἡ φύσις ζητεῖ· σημαίνεται μὲν γὰρ ὑπὸ ὀνομάτων τινῶν καὶ τὰ μὴ ὄντα ὡς τραγέλαφος, φύσιν δὲ τὰ ἔχοντα οἰκείαν πάντως καὶ ἔστι.” ταῦτα δὴ πῶς εἴρηται σκοπεῖν ἄξιον· καὶ γὰρ ἐπὶ τοῦ χρόνου ἀπὸ τοῦ εἰ ἔστιν ἤρξατο καὶ οὐκ ἀπὸ τοῦ τί ἐστιν. ἔπειτα καὶ ἐπὶ τῶν ὁμολογουμένως ὄντων, ὅταν ἀσαφέστερα ᾖ τὰ ὀνόματα, τὸ τί σημαίνει τοὔνομα προηγεῖται τοῦ εἰ ἔστι, καὶ αὐτὴν τὴν τάξιν τῶν προβλημάτων ἐν τοῖς Ἀποδεικτικοῖς παρελάβομεν· ἀλλʼ ἐπειδὴ τὸ μὲν τοῦ κενοῦ ὄνομα καὶ πολλαχῶς ἐλέγετο καὶ ἀδιάρθρωτον εἶχε τὴν ἔννοιαν, τὸ δὲ τοῦ χρόνου ἐναργὲς πᾶσιν ἦν, κἂν ἡ φύσις τοῦ χρόνου ἀκατάληπτος ὑπῆρχεν, εἰκότως ἐπὶ μὲν τοῦ κενοῦ τὸ τί σημαίνει τοὔνομα προὐλαμβάνετο, ἐπὶ δὲ τοῦ χρόνου τὸ εἰ ἔστι. ῥητέον οὖν μᾶλλον, ὅτι τὸ μὲν τί σημαίνει τοὔνομα καὶ ἐπὶ τῶν μὴ ὄντων καὶ ἐπὶ τῶν ὄντων, ὅταν ἀσαφὲς ᾖ τὸ λεγόμενον, προσήκει ζητεῖν, ὥσπερ καὶ τὸ εἰ ἔστιν ἢ μὴ ἐπʼ ἀμφοῖν. τὸ δὲ τί ἐστι καὶ ὁποῖόν τι καὶ διὰ τί ἐπὶ τῶν ὄντων μόνων. καὶ ἐπὶ τῶν μὴ ὄντων δέ, ἂν ᾖ σαφὲς τὸ ὄνομα, ὥσπερ τὸ τραγέλαφος καὶ αὐτὸ τὸ μὴ ὄν, οὐ δεόμεθα τοῦ τί σημαίνει τοὔνομα.

Ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἕως τοῦ ὁ δὲ χρόνος οὐ δοκεῖ συγκεῖσθαι ἐκ τῶν νῦν.

Τρία τίθησιν ἐπιχειρήματα δεικνύντα ὅτι οὐκ ἔστιν ὁ χρόνος, ὧν τὸ μὲν πρῶτον τοιοῦτον· ὁ χρόνος ἐκ παρεληλυθότος καὶ μέλλοντος σύγκειται, ὧν τὸ μὲν οὐκέτι ἔστι, τὸ δὲ οὔπω ἔστι· τὸ ἐκ μὴ ὄντων συγκείμενον μὴ ὄν ἐστιν· ὁ χρόνος ἄρα μὴ ὄν ἐστι. κἂν γὰρ τὸν ἄπειρον κἂν τὸν ἀεὶ λαμβανόμενον λέγῃς, ἐκ τούτων ἐστί. τὸ δὲ δεύτερον ἐπιχείρημα προηξιωμένου δεῖται τοιοῦδε· παντὸς μεριστοῦ, ἐάνπερ ᾖ αὐτό, ἤτοι ἔνια ἢ πάντα τὰ μέρη αὐτοῦ ἀνάγκη εἶναι, πάντα μὲν ὡς ἐπὶ γραμμῆς καὶ ἐπιφανείας καὶ σώματος, ἔνια δὲ ὡς ἐπὶ τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων ὡς ἐπὶ ἀγῶνος καὶ κινήσεως. ἐπεὶ οὖν ὁ χρόνος, εἴπερ ἔστι, συνεχὴς ὢν μεριστός ἐστιν, ἀνάγκη ἢ πάντα ἢ ἔνια τῶν μορίων αὐτοῦ εἶναι· ἀλλὰ μὴν οὐδέν ἐστι τοῦ χρόνου μόριον, εἴπερ μέρη μὲν αὐτοῦ ὁ παρεληλυθὼς καὶ ὁ μέλλων, <!-- 9.697 -->οὐδέτερον δὲ τούτων ἔστιν, ἀλλὰ τὸ μὲν οὐκέτι, τὸ δὲ οὔπω· οὐδὲ ὁ χρόνος ἄρα ἔστι. διαφέρει δὲ τοῦτο τὸ ἐπιχείρημα τοῦ προτέρου, καθόσον ἐκεῖνο μὲν κατηγορικῶς πρόεισι, τοῦτο δὲ ὑποθετικῶς, καὶ τὸ μὲν κατὰ τὴν ἐκ τῶν μερῶν σύνθεσιν, τὸ δὲ κατὰ τὴν εἰς τὰ μέρη διαίρεσιν. διὸ καὶ ἐκεῖνο μὲν ὡς σύνθετον, τοῦτο δὲ ὡς μεριστὸν λαμβάνει τὸν χρόνον. κοινὸν δὲ αὐτοῖς τὸ διὰ τὴν τῶν μερῶν ἀνυπαρξίαν μὴ εἶναι τὸ ὅλον. ἐπειδὴ δὲ οὐ μόνον τὸ παρεληλυθὸς καὶ τὸ μέλλον μέρη δοκεῖ τοῦ χρόνου, ἀλλὰ καὶ τὸ ἐνεστὼς ὅπερ ἐστὶ τὸ νῦν, τοῦτο δὲ ὑφέστηκε, καὶ οὐκέτι ἀληθεῖς οἱ προειρημένοι δόξουσι συλλογισμοί, τρίτον εἰκότως δείκνυσιν, ὅτι τὸ νῦν οὐκ ἔστι μέρος τοῦ χρόνου δύο συλλογισμοὺς ἐν δευτέρῳ σχήματι συντόμως συνάγων τοιούτους· τὸ μέρος καταμετρεῖ τὸ ὅλον· τὸ νῦν οὐ καταμετρεῖ τὸν χρόνον ὅλον· τὸ ἄρα νῦν οὐκ ἔστι μέρος τοῦ χρόνου. ἴδιον δὲ τῶν τοῦ ποσοῦ μερῶν ἐστι τοῦτο τὸ καταμετρεῖσθαι τὸ ὅλον ὑπὸ τοῦ μέρους. πάλιν δὲ τὸ μέρος συντίθησι τὸ ὅλον, τὸ δὲ νῦν οὐ συντίθησιν· οὐ γὰρ ἐκ τῶν νῦν σύγκειται ὁ χρόνος, ὥσπερ οὐδὲ ἐκ στιγμῶν ἡ γραμμὴ οὐδὲ ὅλως ἐκ τῶν ἀδιαστάτων τὸ διαστατόν.

Ὁ δὲ Ἀλέξανδρος γράψας τὸ μετρεῖται παθητικῶς ἐν τῷ μετρεῖται γὰρ τὸ μέρος περισκελέστερον ἐξηγεῖται λέγων ὅτι “διάστημα ἔχει· τοῦ γὰρ ἐν διαστάσει καὶ συνεχοῦς καὶ τὰ μέρη ἐν διαστάσει, τὸ δὲ νῦν οὐκ ἔστι μετρητόν, ὅτι μηδὲ διαστατόν”. ἀλλʼ οὐχ ὡς παθητικὸν τὸ μετρεῖται ληπτέον, ἀλλʼ ὡς ῥῆμα τὸ μετρεῖ καὶ σύνδεσμον τὸν τέ· τὸ γὰρ μέρος ἐπὶ τοῦ ποσοῦ μετρεῖν λέγεται τὸ ὅλον, ἀλλʼ οὐχὶ αὐτὸ μετρεῖσθαι· καὶ οἶδε καὶ ταύτην τὴν γραφὴν ὁ Ἀλέξανδρος. οὐ δοκεῖ δέ, εἶπε, συγκεῖσθαι ὁ χρόνος ἐκ τῶν νῦν, ὅτι μηδέπω δέδεικται τοῦτο, δειχθήσεται δὲ ἐν τοῖς ἐφεξῆς· ἐπειδὴ δὲ τὸ νῦν ἐστι μέν τι τοῦ χρόνου ἐν ὑποστάσει ὄν, οὐ μέντοι μόριον αὐτοῦ, διὰ τοῦτο ἀρχόμενος τῆς ῥήσεως εἶπε περὶ τοῦ χρόνου ὅτι ἢ ὅλως οὐκ ἔστιν ἢ μόλις καὶ ἀμυδρῶς. ἔστι γάρ, εἴπερ ἄρα, ὁ χρόνος κατὰ τὸ νῦν, ὅπερ οὔτε χρόνος ἐστίν, εἴπερ διαιρετὸς ὁ χρόνος, οὔτε μέρος χρόνου, εἴπερ μὴ μετρεῖ τὸ ὅλον. λέγοι δὲ ἂν τὸ ἢ μόλις καὶ ἀμυδρῶς καὶ ὅτι τὸ μὲν γέγονεν αὐτοῦ τὸ δὲ μέλλει, τοῦ δὲ μηδὲ ὅλως ὄντος ἐν ὑπάρξει ἢ τοῦ τελείως ὄντος οὐχ οἷόν τε τὸ μὲν γεγονέναι τὸ δὲ μέλλειν.

Ἔτι δὲ τὸ νῦν ὃ φαίνεται διορίζειν ἕως τοῦ ἅμα ἂν εἴη· τοῦτο δὲ ἀδύνατον.

Πρότερον μὲν ὡς ὂν τὸ νῦν λαβὼν ἔδειξεν, ὅτι μέρος οὐκ ἔστι τοῦ χρόνου. νῦν δὲ διὰ τοῦ τρίτου τοῦδε ἐπιχειρήματος πειρᾶται δεικνύναι, <!-- 9.698 -->ὅτι οὐδὲ αὐτὸ τὸ νῦν τὸ δοκοῦν εἶναι καὶ διορίζειν τὸ παρεληλυθὸς καὶ τὸ μέλλον ἔστι τι. ἀνάγκη γάρ, εἰ ἔστι τὸ νῦν, ἤτοι τὸ αὐτὸ εἶναι ἢ ἄλλο καὶ ἄλλο, ὅπερ ταὐτόν ἐστι τῷ οὐ τὸ αὐτό. εἰ οὖν μήτε τὸ αὐτό ἐστι μήτε ἄλλο καὶ ἄλλο, δῆλον ὅτι οὐδὲ ἔστι. πρῶτον οὖν δείκνυσιν ὅτι ἄλλο καὶ ἄλλο οὐκ ἔστιν, οὕτως· εἰ ἄλλο καὶ ἄλλο ἐστὶ τὸ νῦν, δεῖ τὸ πρότερον ἐφθάρθαι· ἀλλὰ μὴν ἐφθάρθαι τὸ νῦν ἀδύνατον· οὐκ ἄρα ἄλλο καὶ ἄλλο τὸ νῦν. καὶ τὸ μὲν συνημμένον δείκνυσιν ἐκ τοῦ μὴ εἶναι ἅμα τὸ πρότερον νῦν καὶ τὸ ὕστερον. οὐ γὰρ οἷόν τε δύο χρόνους ἅμα εἶναι, εἰ μὴ ὁ μὲν πλείων εἴη ὁ δὲ ἐλάττων, καὶ ὁ μὲν περιέχοι ὁ δὲ περιέχοιτο, ὡς ὁ ἐνιαυτὸς ἔχει πρὸς τὸν ἐν αὐτῷ μῆνα καὶ ὁ μὴν πρὸς τὴν ἐν αὐτῷ ἡμέραν· τῷ γὰρ ἐνεστάναι τήνδε τοῦ μηνὸς τὴν ἡμέραν λέγεται καὶ ὁ μὴν ἐνεστάναι· καὶ οὕτως ἅμα εἶναι δοκοῦσι. τῶν δὲ νῦν οὐχ οἷόν τε τὸ μὲν περιέχειν τὸ δὲ περιέχεσθαι, ἢ τὸ μὲν μέρος τὸ δὲ ὅλον εἶναι· ἄμφω γὰρ ἀμερῆ καὶ οὐδέτερον οὐδετέρου πλέον. οὐδὲ γὰρ ποσά, ἀλλʼ ἀρχαὶ ποσῶν. τὸ δὲ πλέον ἐν ποσοῖς, ὥστε ἅμα εἶναι οὐ δύναται, ἀλλʼ ἀνάγκη, εἴπερ ἐστὶν ἄλλο καὶ ἄλλο, τὸ πρότερον ἐφθάρθαι. ὃ γὰρ πρότερον ὂν ὕστερον οὐκ ἔστιν, ἔφθαρται. εἶτα καὶ τὴν πρόσληψιν δείκνυσι τὴν λέγουσαν, ὅτι ἐφθάρθαι τὸ νῦν ἀδύνατον, ἐκ διαιρέσεως καὶ ταύτην· εἰ γὰρ ἔφθαρται, ἐπειδὴ τὸ φθειρόμενον ἐν χρόνῳ φθείρεται, ἤτοι ἐν αὑτῷ ἔφθαρται ἢ ἐν ἄλλῳ νῦν· ἀλλʼ ἐν αὑτῷ μὲν ἀδύνατον· τότε γὰρ ἔστιν· εἰ οὖν ἐν ἄλλῳ, ἐπειδὴ οὐκ ἔστιν ἐχόμενα ἀλλήλων τὰ νῦν — οὐ γὰρ σύγκειται ὁ χρόνος ἐκ τῶν νῦν, ὅπερ νῦν μὲν ὑπέθετο, δείξει δὲ ὕστερον —, ἔφθαρται δὲ ἐν ἄλλῳ νῦν, δῆλον ὅτι ἐν τῷ μεταξὺ αὑτοῦ τε καὶ τοῦ ἐν ᾧ ἔφθαρται ἦν· τῶν δὲ νῦν μεταξὺ χρόνος, ὥσπερ καὶ τῶν σημείων γραμμή· ἦν ἄρα ἐν τῷ μεταξὺ χρόνῳ· ἀλλʼ ἐν τῷ μεταξὺ χρόνῳ ἄπειρά ἐστι νῦν, εἴ γε πᾶς χρόνος ἐπʼ ἄπειρον διαιρετός, ὡς δειχθήσεται, καὶ διαιρεῖται κατὰ τὰ νῦν· ἔσται ἄρα ἅμα νῦν αὐτό τε καὶ τὰ ἐν οἷς ἐστιν ἀπείροις οὖσιν, εἴπερ ἐν τῷ μεταξὺ χρόνῳ ἦν· ἀλλὰ μὴν οὐδὲ ἐν τῷ μεταξὺ χρόνῳ παντὶ φθείρεται τὸ νῦν· εἰ γὰρ τοῦτο, δεήσει ἐν ἑκάστῳ μέρει αὐτοῦ μέρος τι τοῦ νῦν φθείρεσθαι· ἀλλʼ ἔστιν ἀμερές. ὥστε οὔτε ἐν τῷ νῦν οὔτε ἐν τῷ μεταξὺ χρόνῳ ἔφθαρται τὸ νῦν. καὶ ἄλλως δέ, εἰ ἐν χρόνῳ τινὶ φθείρεται τὸ νῦν ἑτέρῳ παρʼ ἑαυτό, ἢ καὶ ἐκεῖνο νῦν ἐστι καὶ γίνεται δύο ἅμα νῦν τό τε φθειρόμενον καὶ ἐν ᾧ νῦν φθείρεται, ἢ ἕτερος. <!-- 9.699 -->καὶ ἤτοι παρελθών ἐστιν ἢ μέλλων. ἀλλʼ εἰ μὲν παρελθών, πρὸ τοῦ εἶναι ἔφθαρται· εἰ δὲ μέλλων, οὐδέποτε ἂν φθείροιτο τὸ νῦν, ἀλλὰ μέλλει ἀεὶ φθαρήσεσθαι· ἀεὶ γὰρ ἐν ᾧ φθείρεται μέλλει. καὶ ὅλως χρόνος ὁ παρελθὼν καὶ ὁ μέλλων· εἰ δὲ ἐν χρόνῳ φθείροιτο τὸ νῦν, συμπαρεκτείνοιτο ἂν τὸ ἀμερὲς τῷ μεριστῷ. εἰ τοίνυν μήτε ἔστι τὸ πρότερον νῦν, ὅτι οὐ δύναται δύο ἅμα εἶναι, μήτε ἔφθαρται, δῆλον ὅτι οὐδὲ πρότερον ἦν. εἰ δὲ μήτε ἦν μήτε ἔστι τὸ πρότερον νῦν, δῆλον ὅτι ἄλλο καὶ ἄλλο ἀδύνατον εἶναι τὸ νῦν.

Ἀλλὰ μὴν οὐδὲ ἀεὶ τὸ αὐτὸ διαμένειν δυνατόν· ἕως τοῦ τοσαῦτα ἔστω διηπορημένα.

Δείξας ὅτι ἄλλο καὶ ἄλλο τὸ νῦν ἀδύνατον εἶναι, ἐφεξῆς δείκνυσι διὰ δυοῖν ἐπιχειρημάτων ὅτι οὐδὲ ἀεὶ τὸ αὐτὸ κατʼ ἀριθμὸν διαμένειν δυνατόν, ὧν τὸ πρῶτον τοιοῦτον· εἰ μηδενὸς συνεχοῦς πεπερασμένου ἓν πέρας ἐστίν, εἴτε ἐφʼ ἑνὶ ᾖ συνεχὲς ὡς ἡ γραμμή, εἴτε ἐπὶ δύο ὡς τὸ ἐπίπεδον, εἴτε ἐπὶ τρία ὡς τὸ σῶμα — ἀλλʼ ἡ μὲν γραμμὴ δύο σημείοις ὥρισται, τὸ δὲ ἐπίπεδον τοσούτοις, ὅσαι εἰσὶν αἱ περιέχουσαι γραμμαί, τὸ δὲ στερεὸν τοσούτοις ὅσα ἐστὶ τὰ περιέχοντα ἐπίπεδα —, δῆλον ὅτι καὶ τὸ νῦν πέρας ὂν τοῦ πεπερασμένου χρόνου οὐκ ἂν εἴη ἓν καὶ τὸ αὐτό· ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον. ὃν γὰρ ἂν λάβωμεν χρόνον κἂν τὸν ἐλάχιστον πεπερασμένον, ἄλλο μὲν ἔχει τὸ ἐν ἀρχῇ νῦν, ἄλλο δὲ τὸ ἐν τῷ πέρατι· ἐφʼ ἑκάτερα γὰρ ὑπὸ τοῦ νῦν περαίνεται. ὥστε οὐχ ἓν καὶ ταὐτὸν ἀεὶ διαμένει τὸ νῦν. πεπερασμένον δὲ δεῖ λαβεῖν χρόνον ὡς τὸ ἐπʼ εὐθείας συνεχές, ὁποῖός ἐστι καὶ ὁ χρόνος. τὰ γὰρ τοιαῦτα οὐχ ἓν πέρας ἔχει. ἐπεὶ τῆς γε σφαίρας καὶ τοῦ κύκλου ἓν δοκεῖ πέρας εἶναι· ὑπὸ μιᾶς γὰρ ἐπιφανείας καὶ μιᾶς γραμμῆς περιέχονται.

Κατὰ δεύτερον δὲ τρόπον δείκνυσιν, ὅτι οὐ τὸ αὐτὸ ἀεὶ νῦν ἐπιμένει. εἰ γὰρ τὸ αὐτὸ ἀεὶ νῦν ἐστι, πάντα ἐν τῷ αὐτῷ νῦν ἔσται, καὶ οὔτε πρότερον οὔτε ὕστερον. τὰ δὲ οὕτως ὄντα ἅμα ἐστί, καὶ τὰ οὕτω γεγονότα ἅμα γέγονε, καὶ ἔσται τὰ πρεσβύτατα καὶ παλαιότατα ἅμα τοῖς ἄρτι γεγονόσι καὶ οὖσιν· ἐν γὰρ τῷ αὐτῷ νῦν ἐστιν ἀμφότερα· τούτου δὲ τί ἂν ἀτοπώτερον εἴη τοῦ κατὰ τὸν κατακλυσμὸν νῦν εἶναι ἢ γεγονέναι; ἔσται δὲ καὶ ἰσήλικα τὰ πρὸ πολλοῦ καὶ ἄρτι γεγονότα, εἴπερ εἰσὶν ἰσήλικα τὰ ἐν τῷ αὐτῷ νῦν. πάνυ δὲ ἀσφαλῶς εἶπεν ὅτι τὰ πρότερον καὶ ὕστερον ἐν τῷ νῦν τῳδὶ γινόμενά ἐστι. τὸ γὰρ γεγονέναι ἔχει ἐν τῷ νῦν, ἀλλʼ <!-- 9.700 -->οὐχὶ τὸ εἶναι· τοῦτο γὰρ ἐν χρόνῳ. εἰ οὖν ἀνάγκη μὲν εἴπερ ἔστι τὸ νῦν, ἢ τὸ αὐτὸ εἶναι ἢ ἄλλο καὶ ἄλλο, μήτε δὲ τὸ αὐτό ἐστι μήτε ἄλλο καὶ ἄλλο, δῆλον ὅτι οὐκ ἔστι τῶν ὄντων τὸ νῦν. ταῦτα οὖν συμπεραινόμενος ἐπάγει ὅτι περὶ τῶν ὑπαρχόντων τῷ χρόνῳ, ἐξ ὧν δηλονότι δείκνυται ὅτι μὴ ἔστιν, εἴρηται. ὅλως δέ, εἰ ἀνάγκη μὲν εἴπερ ἔστιν ὁ χρόνος συνεχῆ αὐτὸν εἶναι, τὸ δὲ νῦν οὔτε τῷ παρελθόντι συνάπτει οὔτε τῷ μέλλοντι διὰ τὸ μηδέτερον αὐτῶν ἐν ὑποστάσει εἶναι, δῆλον ὅτι οὐδʼ ἂν συνεχὴς εἴη.

Τί δέ ἐστιν ὁ χρόνος καὶ τίς ἡ φύσις αὐτοῦ ἕως τοῦ ἢ ὥστε περὶ αὐτοῦ τὰ ἀδύνατα ἐπισκοπεῖν.

Δείξας ἐκ τῶν ῥηθέντων ἐπιχειρημάτων δριμέως προσενεχθέντων, ὅτι ἄδηλόν ἐστι τὸ εἶναι τὸν χρόνον, εἴπερ οὕτως εἰσὶ πιθανοὶ καὶ οἱ λέγοντες μὴ εἶναι λόγοι, ἐφεξῆς φησιν ὅτι καὶ τὸ τί ἐστιν ὁ χρόνος καὶ τίς ἡ φύσις αὐτοῦ, εἴπερ τις ἐκ τῶν παραδεδομένων ἐπιχειρήσει σκοπεῖν, ὁμοίως ἄδηλον εὑρήσει, ὥσπερ καὶ τὸ εἰ ἔστιν ἄδηλον ἐφαίνετο ἐν τοῖς λόγοις, ἐν οἷς ἐτύχομεν διεληλυθότες πρότερον. ἄδηλον οὖν καὶ τὸ τί ἐστιν, εἴπερ οἱ μὲν τὴν τοῦ ὅλου κίνησιν καὶ περιφορὰν τὸν χρόνον εἶναί φασιν, ὡς τὸν Πλάτωνα νομίζουσιν ὅ τε Εὔδημος καὶ ὁ Θεόφραστος καὶ ὁ Ἀλέξανδρος· οἱ δὲ τὴν σφαῖραν αὐτὴν τοῦ οὐρανοῦ, ὡς τοὺς Πυθαγορείους ἱστοροῦσι λέγειν οἱ παρακούσαντες ἴσως τοῦ Ἀρχύτου λέγοντος καθόλου τὸν χρόνον διάστημα τῆς τοῦ παντὸς φύσεως, ἢ ὥς τινες τῶν Στωικῶν ἔλεγον· οἱ δὲ τὴν κίνησιν ἁπλῶς· τρεῖς γὰρ ἱστορεῖ περὶ χρόνου δόξας τὰς μυθικωτέρας παρείς· ἐν αἷς ἐκ διαιρέσεως εἰλημμέναις πάσας συνείληφεν. ἢ γὰρ κίνησις ὁ χρόνος ἐστὶν ἢ τὸ κινούμενον πρώτως ἢ τοῦ παντὸς σφαῖρα. καὶ εἰ κίνησις, ἢ ἡ πᾶσα κίνησις ἢ ἡ τοῦ παντός. στάσιν γὰρ ἢ στάσεώς τι οὐκ ἐπιδέχεται ἡ τοῦ χρόνου ἔννοια. ὧν πρὸς μὲν τὴν λέγουσαν τὴν τοῦ οὐρανοῦ περιφορὰν τὸν χρόνον βραχέα ἀντιλέγει, πρὸς δὲ τὴν εἰς ταὐτὸν ἁπλῶς ἄγουσαν τῇ κινήσει πλείονα· τὸ δὲ τὴν σφαῖραν αὐτὴν τοῦ οὐρανοῦ εἶναι τὸν χρόνον ὡς ἄγαν ἀπίθανον οὐδὲ ἀντιλογίας ἠξίωσεν ὁ Ἀριστοτέλης.

Διὰ τοῦτο γὰρ ἐδόκουν τὸν οὐρανὸν λέγειν τὸν χρόνον, ὅτι ἔν τε τῷ <!-- 9.701 -->οὐρανῷ τὰ πάντα καὶ ἐν τῷ χρόνῳ τὰ πάντα· καὶ δῆλον ὅτι οἱ οὕτω λέγοντες πρῶτον μὲν τοῦ ἔν τινι τὴν ὁμωνυμίαν ἠγνόησαν· ἣν αὐτὸς ἐν τοῖς περὶ τόπου λόγοις καλῶς διωρίσατο. ἄλλο γὰρ τὸ ὡς ἐν χρόνῳ εἶναι καὶ ἄλλο τὸ ὡς ἐν τόπῳ ἢ ἐν ὅλῳ. ἔπειτα ἀπείρως εἶχον τῶν συλλογιστικῶν συμπλοκῶν — διὸ καὶ εὐηθικωτέραν ἐκάλεσε τὴν δόξαν —, ἐν γὰρ δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συλλογιζόμενοι, ὅτι οὐρανός ἐστιν ἐν ᾧ τὰ πάντα, καὶ χρόνος ἐν ᾧ τὰ πάντα, καὶ διὰ τοῦτο ὁ χρόνος οὐρανός ἐστι. δύναται δὲ ἴσως καὶ ἐν πρώτῳ σχήματι· ὁ οὐρανὸς ἐν ᾧ τὰ πάντα· τὸ δὲ ἐν ᾧ τὰ πάντα χρόνος. ἔπειτα τοῦ μὲν χρόνου μέρη τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, τῆς σφαίρας δὲ ἄλλα τὰ μέρη. καὶ ὁ μὲν χρόνος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ἡ δὲ σφαῖρα οὔ. καὶ τῆς μὲν σφαίρας τὰ μόρια οὐ πανταχοῦ, ὁ δὲ χρόνος πανταχοῦ. καὶ ἐν μὲν τῇ αὐτῇ σφαίρᾳ οἱ πρεσβύτεροι καὶ οἱ νεώτεροι, ἐν δὲ τῷ αὐτῷ χρόνῳ οὔ. καὶ αὕτη μὲν οὐσία τις σωματική, ὁ δὲ χρόνος οὔ. ἀλλὰ ταύτην μὲν ὡς εὐηθεστέραν τὴν ὑπόθεσιν οὐδὲ λόγου τινὸς ὁ Ἀριστοτέλης ἠξίωσε.

Πρὸς δὲ τὴν ἑτέραν ὑπήντησε τὴν λέγουσαν χρόνον εἶναι τὴν τοῦ παντὸς κίνησίν τε καὶ περιφοράν· τῆς γὰρ τοῦ παντὸς περιφορᾶς καὶ ἀνακυκλήσεως τὸ μέρος οἷον ἡ ἡμέρα χρόνος μέν ἐστι κατʼ αὐτούς, περιφορὰ δʼ οὐκ ἔστι· τὸ γὰρ τῆς ἀνακυκλήσεως μέρος οὔτε ἀνακύκλησίς ἐστιν οὔτε περιφορά. ἐξ οὗ συνάγεται ὅτι ὁ χρόνος οὐκ ἔστιν ἡ τοῦ παντὸς περιφορά, εἴπερ τις χρόνος μέρος ἐστὶν ἀνακυκλήσεως, οὐ πᾶς ἄρα χρόνος περιφορά. ὅτι δὲ μὴ ἔστι τὸ μέρος τῆς περιφορᾶς περιφορὰ καίτοι χρόνος ὄν, ἐδήλωσεν εἰπὼν μέρος γὰρ περιφορᾶς, οὐ περιφορά. ἡ γὰρ περιφορὰ ἡ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ κίνησίς ἐστι. καὶ τότε λέγεται περιενηνέχθαι τὸ πᾶν, ὅταν ἕκαστον αὐτοῦ τῶν μορίων ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαταστῇ. ὁ δὲ εἰρημένος χρόνος οἷον ἡμέρα ἢ νὺξ μέρος περιφορᾶς ἐστι καὶ οὐ περιφορά. ἐὰν δὲ τὸ συναμφότερον λάβῃς τήν τε ἡμέραν καὶ τὴν νύκτα, πλείων οὗτος ὁ χρόνος ἔσται τῆς τοῦ παντὸς περιφορᾶς διὰ τὴν τοῦ ἡλίου ἐπικίνησιν. εἶτα καὶ ἄλλο τίθησι πρὸς τὸ αὐτὸ ἐπιχείρημα. εἰ γὰρ πλείους ἦσαν φησὶν οὐρανοί, τουτέστι κόσμοι, ὥσπερ ὑποτίθενται οἱ περὶ Δημόκριτον, ἡ ἑκάστου ἂν αὐτῶν περιφορὰ χρόνος ἦν, οὕτω δὲ πολλοὶ ἂν ἅμα ἦσαν χρόνοι, ὅπερ ἀδύνατον. κινήσεις μὲν γὰρ ἅμα πλείους εἶναι δυνατόν, χρόνους δὲ ἀδύνατον. τὸ γὰρ αὐτὸ νῦν πανταχοῦ τὸ αὐτό.

<!-- 9.702 -->Ὁ δὲ Εὔδημος καὶ ἄλλας ἐπιχειρήσεις τίθησιν, ὧν οὐδὲν ἄτοπον διʼ αὐτῆς ἀκούειν τῆς λέξεως λεγούσης· “ἔτι δὲ ἡ μὲν κίνησις ἡ τοῦ παντὸς δῆλον ὅτι ἐν τούτῳ ἐστίν, οἷον ἡ Διάρους βάδισις ἐν Διάρει, καὶ ἡ τοῦ οὐρανοῦ ἄρα ἐν τῷ οὐρανῷ αὐτοτελής. τοῦτο δὲ ἄτοπον· οὐ γὰρ δοκεῖ ὁ χρόνος ἐν τῷ οὐρανῷ εἶναι, ἀλλὰ μᾶλλον ὁ οὐρανὸς ἐν τῷ χρόνῳ. ἔτι δὲ ἀτοπώτερον τὸ μὴ εἶναι χρόνον ἄλλοθι. ὁ γὰρ οὐρανὸς ἐν τῷ αὐτῷ ἀεί, ἐν ἄλλῳ δὲ οὐδενί. οὐκ ἔσται ἄρα οὔτε ἐν γῇ οὔτε ἐν θαλάττῃ ὁ χρόνος. εἰ δὲ μὴ τὴν ὅλην περιφορὰν λεκτέον τὸν χρόνον ἀλλʼ ὁμοίως τὴν οὑτινοσοῦν τῶν μορίων, ἕκαστον δὲ τῶν μορίων ἕτερον τοῦ οὐρανοῦ ὁμοίως δὲ καὶ ὁ οὐρανὸς τῶν μορίων, καὶ αἱ κινήσεις ἕτεραι τοῦ τε ὅλου καὶ τῶν μορίων ἑκάστου. εἰ οὖν αἱ κινήσεις ἕτεραι, φησίν, ὁ δὲ χρόνος οὐχ ἕτερος ἀλλʼ ὁ αὐτός, οὐκ ἂν εἶεν αἱ κινήσεις ὁ χρόνος. ὥστε οὔτε ἡ τοῦ παντὸς οὔτε αἱ τῶν μορίων κινήσεις ὁ χρόνος ἐστίν.” εἶτα προελθὼν καὶ ταῦτά φησιν· “οἱ δὲ λέγοντες τὴν τοῦ ἡλίου κίνησιν τὸν χρόνον, πῶς ἐροῦσι περὶ τῶν ἄλλων ἀστέρων; οὐ γὰρ πάντων αἱ αὐταὶ φοραί. εἰ μὲν οὖν πᾶσαι χρόνοι ἕτεραι οὖσαι, αὐτὸ τοῦτο ἄτοπον, καὶ ἔσονται πολλοὶ χρόνοι ἅμα. εἰ δὲ μὴ χρόνοι εἰσὶ καὶ αἱ τῶν λοιπῶν φοραί, διαφορὰν λεκτέον, διὰ τί ἡ μὲν τοῦ ἡλίου φορὰ χρόνος, ἡ δὲ τῆς σελήνης οὐ χρόνος, οὐδὲ δὴ αἱ τῶν ἄλλων. τοῦτο δὲ ἔοικεν οὐκ εὐμαρεῖ.” ὁ δὲ Ἰάμβλιχος ἐν τῷ ὀγδόῳ τῶν εἰς Τίμαιον ὑπομνημάτων καὶ ταῦτα πρὸς τὴν δόξαν ἐπήγαγεν· “εἰ πᾶσα κίνησις ἐν χρόνῳ, κινήσεις πολλαὶ ὁμοῦ συνίστανται. τὰ δὲ τοῦ χρόνου μόρια ἄλλα ἄλλοτε. ἡ κίνησις περί τι μένον φέρεται, χρόνῳ δὲ οὐδὲν ἠρεμίας δεῖ. κινήσει κίνησις ἢ ἠρεμία ἐναντιοῦται τῇ μὲν ἐν γένει ἡ ἐν γένει, τῇ δὲ ἐν εἴδει ἡ ἐν εἴδει, χρόνῳ δὲ οὐδέν.” ὁ δὲ Ἀλέξανδρος φιλονεικῶν δεῖξαι τοῦ Πλάτωνος οὖσαν δόξαν τὴν λέγουσαν χρόνον εἶναι τὴν τοῦ οὐρανοῦ φορὰν πρῶτον μὲν τὸν Εὔδημον μαρτύρεται λέγοντα “ἠκολούθησε καὶ Πλάτων τῇ δόξῃ ταύτῃ καὶ μάλα ἀτόπως· πρὶν γὰρ οὐρανὸν γενέσθαι, φησὶ κίνησιν εἶναι ἄτακτον. οὐ λίνον δὴ λίνῳ συνάπτει, εἴπερ πᾶσα κίνησις ἐν χρόνῳ”. ἔπειτα οὐκ ἀποδέχεται τῶν λεγόντων, ὅτι καὶ ὁ Πλάτων συμφώνως τῷ Ἀριστοτέλει τὸν χρόνον ἀριθμὸν λέγει κινήσεως εἰπὼν “κατʼ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα”. “οὐ γὰρ ἀριθμὸν κινήσεως, φησί, λέγει τὸν χρόνον, ἀλλὰ κατὰ ἀριθμὸν κίνησιν ὅ ἐστι κατὰ τάξιν.” ταῦτα μὲν ὁ Ἀλέξανδρος.

Ἐμὲ δὲ ὑποδεῖξαι χρεών, πρῶτον μὲν πόθεν ὁ Εὔδημος ὑπενόησε <!-- 9.703 -->χρόνον λέγειν τὸν Πλάτωνα τὴν τοῦ οὐρανοῦ περιφοράν, εἶτα ὅτι οὐκ ἀκολουθεῖ τοῦτο τὸ ἄτοπον τῷ Πλάτωνι, ὡς ὁ Ἀλέξανδρος συνελογίσατο, τὸ χρόνον εἶναι πρὸ χρόνου. “εἰ γὰρ πᾶσα κίνησις, φησίν, ἐν χρόνῳ, δῆλον ὅτι καὶ ἡ πλημμελὴς καὶ ἄτακτος κίνησις ἐν χρόνῳ. εἰ οὖν ἡ τοιαύτη κίνησις ἦν πρὶν οὐρανὸν γενέσθαι, δῆλον ὅτι καὶ χρόνος ἦν πρὸ τῆς τοῦ οὐρανοῦ περιφορᾶς. εἰ οὖν αὕτη ὁ χρόνος, εἴη ἂν χρόνος πρὸ χρόνου.” πρὸς ταῦτα οὖν ἀπολογήσασθαι χρή. τὸ γὰρ ὅπως ὁ Πλάτων “κατʼ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα” τὸν χρόνον εἶπε, τότε μαθησόμεθα, ὅταν τοῦ Ἀριστοτέλους ἀριθμὸν κινήσεως λέγοντος τὸν χρόνον ἀκούσωμεν. καὶ τὸ μὲν τὴν τοῦ οὐρανοῦ περιφορὰν χρόνον λέγειν τὸν Πλάτωνα, ἐκ τῶνδε οἶμαι τῶν ἐν Τιμαίῳ γεγραμμένων ὑπενοήθη· “νὺξ μὲν οὖν ἡμέρα τε γέγονε διὰ ταῦτα ἡ τῆς μιᾶς κυκλήσεως περίοδος, μεὶς δὲ ἐπειδὰν σελήνη περιελθοῦσα τὸν ἑαυτῆς κύκλον ἥλιον ἐπικαταλάβῃ, ἐνιαυτὸς δὲ ὁπόταν ὁ ἥλιος τὸν ἑαυτοῦ περιέλθῃ κύκλον. τῶν δὲ ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρωποι πλὴν ὀλίγοι τῶν πολλῶν οὔτε ὀνομάζουσιν οὔτε πρὸς ἄλληλα ξυμμετροῦνται σκοποῦντες ἀριθμοῖς, ὥστε ὡς ἔπος εἰπεῖν οὐκ ἴσασι χρόνον ὄντα τὰς τούτων πλάνας.” καὶ οὕτω μὲν ἑκάστην περίοδόν τινα χρόνον δοκεῖ λέγειν, τὴν δὲ τοῦ παντὸς μίαν τὸν ὅλον χρόνον. φησὶ γάρ· “ὡς ὁ τέλειος ἀριθμὸς χρόνου τὸν τέλειον ἐνιαυτὸν πληροῖ τότε, ὅταν ἁπασῶν τῶν περιόδων τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλὴν τῷ ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.” ὅτι δὲ οὐ τὴν κίνησιν τῶν οὐρανίων ὁ Πλάτων λέγει τὸν χρόνον, ἀλλὰ τὸ μέτρον τῆς κινήσεως, σαφὲς μὲν οἶμαι καὶ ἐκ τούτων τῶν παραγεγραμμένων ἐστί. τὸ γὰρ διὰ τὸ μὴ ἀριθμοῖς συμμετρεῖσθαι τὰς περιόδους, διὰ τοῦτο μὴ εἰδέναι χρόνον ὄντα τὰς τούτων πλάνας, σαφῶς δηλοῖ ὅτι ὁ χρόνος κατὰ τὸ μέτρον εἶναι τῶν κινήσεων ἔχει τὴν οὐσίαν. ἔτι δὲ ἐναργέστερον ἔστι μαθεῖν ὅτι οὐ ταὐτὸν τὴν κίνησιν καὶ τὸν χρόνον φησὶν ὁ Πλάτων, ἐὰν εὕρωμεν κινηθέντι ἤδη τῷ παντὶ κατὰ τὸν λόγον διὰ τὴν τῆς ψυχῆς μετουσίαν τότε ὡς μέτρον τῆς κινήσεως ἐπαγαγόντα τὸν χρόνον. λέγει δὲ οὕτως ἐν Τιμαίῳ μετὰ τὴν τοῦ σωματοειδοῦς ψύχωσιν· “ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνενόησε τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι. καθάπερ <!-- 9.704 -->οὖν αὐτὸ τυγχάνει ζῷον ἀίδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιοῦτον ἀποτελεῖν. ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος. καὶ τοῦτο μὲν δὴ τῷ γενητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν· εἰκὼ δὲ ἐπινοεῖ κινητήν τινα αἰῶνος ποιῆσαι, καὶ διακοσμῶν ἅμα οὐρανὸν ποιεῖ μένοντος αἰῶνος ἐν ἑνὶ κατʼ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν”. καὶ ὅτι μὲν πάντων ὑφισταμένων ἅμα ὑπὸ τοῦ δημιουργοῦ τὴν πρὸς ἄλληλα τάξιν ὁ λόγος ἐνεδείξατο, δῆλον. εἰ γὰρ ἅμα τῷ οὐρανῷ γέγονεν ὁ χρόνος, ὡς δηλοῖ τὸ μετʼ ὀλίγον τούτων εἰρημένον, χρόνος δʼ οὖν μετʼ οὐρανοῦ γέγονε, δῆλον ὅτι οὐδέτερον οὐδετέρου προηγεῖται τῷ χρόνῳ. πῶς δʼ ἂν καὶ χρόνου τι τῷ χρόνῳ προϋπῆρχεν; εἰ δὲ κινηθέντι τῷ παντὶ τὸν χρόνον ἐπεισήγαγε, δῆλον ὅτι οὐ ταὐτὸν ὁ χρόνος καὶ ἡ κίνησις κατʼ αὐτόν, ἀλλὰ τελειωτικός πως τῆς κινήσεως ὁ χρόνος. καὶ ὅταν δὲ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον προηγεῖσθαι λέγῃ τῆς τοῦ κόσμου γενέσεως ὁ Πλάτων, ἐν οἷς φησι “βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δʼ οὐδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον”, καὶ ἐν τούτοις οὖν οὐ τοῦτό φησιν, ὅπερ δοκεῖ λέγειν τὸ φαινόμενον, ὅτι ἦν ποτε τῷ χρόνῳ προϋπάρχον τὸ αἰσθητὸν ἄτακτον, καὶ ὕστερον ὡς ἐξ ὕπνου τινὸς ἀναστὰς ὁ δημιουργὸς ἔταξεν αὐτό. εἰ γὰρ διὰ τὴν ἀγαθότητα δημιουργεῖ, ἡ δὲ ἀγαθότης αὐτοῦ ἀεὶ τελεία καὶ ἐνεργός ἐστι καὶ τῷ εἶναι πάντα ἀγαθύνει, δῆλον ὅτι τῇ τοῦ θεοῦ ἀγαθότητι συνυφέστηκεν ἡ δημιουργικὴ πρόνοια. ἐνδείκνυται δὲ τὸ λεγόμενον, ὅτι κόσμου καὶ τάξεως ὁ δημιουργὸς αἴτιός ἐστι τῷ παντί, εἴπερ πρὸ τῆς αὐτοῦ ἐνεργείας πλημμελὲς καὶ ἄτακτον ὑποτίθεται. κἂν τῷ λόγῳ δὲ ὑπέθετο πλημμελῆ κίνησιν πρὶν οὐρανὸν γενέσθαι, καὶ πᾶσα κίνησις ἐν χρόνῳ, δῆλον ὅτι καὶ ὁ χρόνος ἐκεῖνος πλημμελὴς καὶ ἄτακτος καὶ οἷον σκιαγραφία τις ὑποτεθήσεται τοῦ τελείου χρόνου κατὰ τὴν τοῦ λόγου ὑπόθεσιν. ἀλλὰ ταῦτα μὲν μὴ καὶ πλέονα τοῦ δέοντος εἴρηται, τῶν δʼ ἐφεξῆς ἐχώμεθα.

Ἐπεὶ δὲ δοκεῖ μάλιστα κίνησις εἶναι καὶ μεταβολή τις ἕως τοῦ ὁ δὲ χρόνος ὁμοίως πανταχοῦ καὶ παρὰ πᾶσιν.

Δύο δόξας ἐκθέμενος περὶ χρόνου τήν τε λέγουσαν χρόνον εἶναι τὴν τοῦ παντὸς περιφορὰν καὶ τὴν λέγουσαν τὴν τοῦ παντὸς σφαῖραν, καὶ τὴν <!-- 9.705 -->μὲν προτέραν ἐλέγξας, τὴν δὲ εὐηθικωτέραν οὐδὲ ἀντιλογίας ἀξιώσας τρίτην νῦν προτίθεται τὴν τῶν τριῶν πιθανωτέραν τὴν λέγουσαν τὸν χρόνον κίνησιν εἶναι καὶ μεταβολήν τινα. καὶ δῆλον ὅτι ἄλλη τίς ἐστιν ὑπόθεσις αὕτη παρὰ τὴν λέγουσαν τὴν τοῦ παντὸς περιφορὰν εἶναι τὸν χρόνον, καὶ οὐκ ἀναγκαίως νῦν ὁ Ἀλέξανδρος ἐπήγαγε· “διὸ καὶ Πλάτων τε καὶ ἄλλοι τινὲς κίνησιν εἶπον αὐτόν· ὁ γὰρ Πλάτων, εἴπερ ἄρα, τὴν τοῦ παντὸς περιφορὰν εἶπε τὸν χρόνον”. οὕτω γὰρ αὐτὸν μέχρι νῦν ηὔθυνεν ὁ Ἀλέξανδρος. δοκεῖ δὲ ἡ αὐτή πως ἔννοια εἶναι χρόνου καὶ κινήσεως· ῥύσιν γάρ τινα καὶ ὁ χρόνος καὶ χορείαν ἐνδείκνυται, καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ὅπερ ἐστὶ κινήσεως ἴδιον, καὶ συμβεβηκός τι καὶ συνεχὲς καὶ ἐπʼ ἄπειρον διαιρετὸν ὁμοίως. ὅτι δὲ οὐκ ἔστι ταὐτὸν κίνησις καὶ χρόνος δείκνυσι προλαμβάνων, ὅτι πᾶσα κίνησις καὶ μεταβολὴ ἐν αὐτῷ τῷ μεταβάλλοντι μόνον ἐστὶν ἢ ἐν τῷ τόπῳ, ἐν ᾧ ἂν τύχῃ ὂν τὸ κινούμενον καὶ μεταβάλλον. “διὰ τοῦτο δέ, φησὶν ὁ Ἀλέξανδρος, τοῦτο προσέθηκεν, ὅτι ἐπὶ μὲν τῶν ἄλλων μεταβολῶν ἐν αὐτῷ τῷ μεταβάλλοντί ἐστιν ἐκεῖνο τὸ καθʼ ὃ ἡ μεταβολή· τό τε γὰρ ἀλλοιούμενον μεταβάλλει κατὰ τὴν ἐν αὐτῷ ποιότητα καὶ τὸ αὐξόμενον κατὰ τὸ ἐν αὐτῷ ποσὸν καὶ τὸ γινόμενον κατὰ τὴν οὐσίαν τὴν ἐν αὐτῷ. ὁ δὲ τόπος, καθʼ ὃν μεταβάλλει τὸ κατὰ τόπον κινούμενον, οὐκ ἔστιν ἐν τῷ κινουμένῳ, ἀλλʼ ὅπου ἐστὶ τὸ μεταβάλλον, ἐκεῖ καὶ ἡ κίνησις.” οὕτω μὲν ὁ Ἀλέξανδρος· μήποτε δὲ καὶ ἡ κατὰ τόπον μὲν κίνησις ἐν τῷ κινουμένῳ ἐστίν· οὐ γὰρ ὁ τόπος καθʼ ὃν κινεῖται τὸ κινούμενον ὑποτίθεται χρόνος, ἀλλʼ ἡ κατὰ τόπον κίνησις, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ ἐστὶν ἀεί, ὡς δέδεικται ἐν τοῖς περὶ κινήσεως λόγοις. οὐ διὰ τοῦτο οὖν “ἐν τῷ τόπῳ” πρόσκειται, ἀλλʼ ἐπειδὴ καὶ ἐν τῷ τόπῳ ἐν ᾧ ἐστι τὸ κινούμενον οὐ μόνον τὴν κατὰ τόπον κίνησιν, ἀλλὰ καὶ τὰς ἄλλας λέγει εἶναι κινήσεις. Ἀθήνησι γοῦν καὶ γενέσθαι φαμὲν καὶ αὐξηθῆναι τὸν Σωκράτην καὶ φαλακρωθῆναι. ἀκριβῶς οὖν ὁ Ἀριστοτέλης εἶπεν, ὅτι πᾶσα μεταβολὴ καὶ κίνησις ἐν αὐτῷ τῷ μεταβάλλοντι μόνον ἐστὶν ἢ οὗ ἂν τύχῃ ὂν αὐτὸ τὸ κινούμενον. καὶ ὅτι οὕτως εἴληπται, δηλοῖ ἡ ἑτέρα πρότασις ἡ ταύτῃ προσληφθεῖσα, λέγουσα δὲ ὅτι ὁ χρόνος ὁμοίως πανταχοῦ καὶ παρὰ πᾶσιν. εἰ οὖν ἡ μὲν κίνησις οὐχ ὁμοίως πανταχοῦ, ἀλλʼ ἐκεῖ μόνον οὗ ἐστι τὸ κινούμενον οὐδὲ παρὰ πᾶσιν, ἀλλʼ ἐν τῷ μεταβάλλοντι μόνον, δῆλον ὅτι οὐκ ἔστιν ὁ χρόνος κίνησις. ἡ συναγωγὴ ἐν δευτέρῳ σχήματι. ἀντίκειται δὲ τῷ μὲν πανταχοῦ τὸ οὗ ἐστι τὸ κινούμενον, τῷ δὲ παρὰ πᾶσι τὸ ἐν τῷ μεταβάλλοντι μόνον.

<!-- 9.706 -->

Ἔτι δὲ μεταβολὴ μέν ἐστι θάττων καὶ βραδυτέρα ἕως τοῦ οὔτε τῷ ποσός τις εἶναι οὔτε τῷ ποιός.

Τὸ αὐτὸ δείκνυσι καὶ διʼ ἑτέρου πάλιν ἐν δευτέρῳ σχήματι συναγομένου συλλογισμοῦ τοιούτου· κίνησις θάττων ἐστὶ καὶ βραδυτέρα· χρόνος δὲ οὐκ ἔστι θάττων καὶ βραδύτερος· οὐκ ἄρα κίνησις ὁ χρόνος. ὅτι δὲ οὐκ ἔστι χρόνος θάττων καὶ βραδύτερος, δῆλον μὲν καὶ ἐκ τῆς συνηθείας. καὶ γὰρ πολὺν μὲν καὶ ὀλίγον χρόνον λέγομεν, θάττω δὲ καὶ βραδύτερον οὐ λέγομεν. δείκνυσι δὲ καὶ τοῦτο συλλογιστικῶς οὗτος· τὸ ταχὺ καὶ βραδὺ χρόνῳ ὥρισται· ὁ δὲ χρόνος οὐχ ὥρισται χρόνῳ· οὐκ ἄρα θάττων καὶ βραδύτερος ὁ χρόνος. ὅτι δὲ τὸ ταχὺ καὶ βραδὺ χρόνῳ ὁρίζεται, δῆλον. ταχὺ μὲν γὰρ λέγομεν τὸ ἐν ὀλίγῳ χρόνῳ πολὺ κινούμενον, βραδὺ δὲ τὸ ἐν πολλῷ ὀλίγον. χρόνον δὲ οὐχ οἷόν τε λέγειν ἢ ἐν ὀλίγῳ πολλὴν γίνεσθαι ἢ ἐν πολλῷ ὀλίγον. ἀλλὰ μὴν καὶ ὅτι ὁ χρόνος οὐχ ὥρισται χρόνῳ, δῆλον πάλιν ἐκ τοῦ μηδὲ κατὰ ποσὸν ἑαυτοῦ ὑπὸ χρόνου τὸν χρόνον ὡρίσθαι. ὁ γὰρ πολὺς χρόνος πολύς ἐστιν οὐ τῷ ἐν πολλῷ χρόνῳ εἶναι καὶ ὀλίγος οὐ τῷ ἐν ὀλίγῳ· τοῦτο γὰρ κινήσεως ἴδιον. πολλὴν γὰρ λέγομεν κίνησιν τὴν ἐν πολλῷ χρόνῳ εἶναι καὶ ὀλίγην τὴν ἐν ὀλίγῳ, χρόνον δὲ οὐχ οὕτω. ποιὸς δὲ χρόνος οὐκ ἔστιν ὅλως οἷον ταχὺς ἢ βραδύς. ὥστʼ οὐδʼ ἂν ὁρίζοιτο αὐτοῦ τὸ ποιὸν ὑπὸ χρόνου ὥσπερ τῆς κινήσεως. ταχεῖαν γὰρ καὶ βραδεῖαν κίνησιν λέγομεν. καὶ τοῦτο τὸ ποιὸν χρόνῳ ὁρίζεται. ταχεῖα γὰρ κίνησις ἡ ἐν ὀλίγῳ χρόνῳ πολλὴ καὶ βραδεῖα ἡ ἐν πολλῷ ὀλίγη. οὕτω τῆς κινήσεως τὸ ποσὸν ὁρίζεται χρόνῳ, τοῦ δὲ χρόνου οὐκέτι. κἂν γὰρ λέγηται πολὺς καὶ ὀλίγος χρόνος, ἀλλʼ οὐ κατὰ τὴν ἐπὶ τὸν χρόνον ἀναφορὰν ὁρίζεται ταῦτα, ἀλλὰ κατὰ τὴν ἐπὶ τὸ συνεχὲς καὶ τὸν ἀριθμόν, ὡς δειχθήσεται· ὁ δέ γε Πλωτῖνος καὶ ἄλλο προστίθησιν ἐπιχείρημα δεικτικὸν τοῦ μὴ εἶναι κίνησιν τὸν χρόνον· “κίνησις μέν, γάρ φησι, καὶ παύσαιτο ἂν καὶ διαλείποι, χρόνος δὲ οὔ.” ἐπειδὴ δὲ οὐ ταὐτόν ἐστι κίνησις καὶ μεταβολή, ὡς δείξει τοῦ Ε βιβλίου τῆσδε τῆς πραγματείας ἀρχόμενος — τὴν γὰρ γένεσιν καὶ τὴν φθορὰν μεταβολὴν μὲν εἶναι δείξει, κίνησιν δὲ οὔ —, ἐχρήσατο δὲ καὶ χρήσεται ἀδιαφόρως τῷ τῆς κινήσεως καὶ μεταβολῆς ὀνόματι, εἰκότως ἐπὶ τῇ ἀδιαφορίᾳ παρῃτήσατο τὸν ἀκροατήν, ὅτι ἀδιαφόρως χρῆται δηλώσας.

Ἀλλὰ μὴν οὐδὲ ἄνευ μεταβολῆς ἕως τοῦ φανερὸν ὅτι οὐκ ἔστιν ἄνευ κινήσεως καὶ μεταβολῆς χρόνος.

Δείξας ὅτι οὐκ ἔστιν ὁ χρόνος κίνησις, ἐφεξῆς δείκνυσιν ὅτι οὐδʼ ἄνευ <!-- 9.707 -->κινήσεώς ἐστιν, ἀλλὰ μετὰ κινήσεως πάντως. τοῦ γὰρ ἐπιστήμονός ἐστι καὶ τῶν σύνεγγυς ὄντων τῇ φύσει καὶ τὴν διαφορὰν παραδιδόναι καὶ τὴν κοινωνίαν. ὅτι δὲ οὐκ ἄνευ κινήσεως ὁ χρόνος, οὐδὲ οἷόν τε χρόνον ἄνευ κινήσεως λαβεῖν, δείκνυσιν οὕτως· ὁ χρόνος ἄνευ κινήσεως ἀσυναίσθητος ἡμῖν ἐστι· τὸ ἄνευ κινήσεως ἀσυναίσθητον οὐκ ἔστιν ἄνευ κινήσεως λαβεῖν, ὅτι μετὰ κινήσεως πάντως ὑφέστηκεν· ὁ ἄρα χρόνος μετὰ κινήσεως ὑφέστηκε καὶ ἄνευ ταύτης οὐδὲ ἔστιν οὐδὲ νοεῖται. ὅτι δὲ ἄνευ κινήσεως ἀσυναίσθητός ἐστι, δείκνυσιν ἐκ τοῦ “ὅταν ἀκίνητοι πάντῃ κατὰ τὴν διάνοιαν ὦμεν ἢ λάθωμεν ἑαυτοὺς κινούμενοι κατʼ αὐτήν, τουτέστιν ἐννοοῦντές τι, τότε οὐδὲ χρόνον ἡγούμεθα γεγονέναι τινά” ὡς μὴ δυναμένου χωρὶς ἐννοίας κινήσεως ἐπινοηθῆναι χρόνου. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δῆλον μὲν ἡμῖν καὶ ἐκ τῶν ὕπνων. κοιμηθέντες γὰρ ὁμαλῶς καὶ διαναστάντες τὸν μεταξὺ χρόνον οὐκ ἐννοοῦμεν. δῆλον δὲ καὶ ἐν ταῖς σὺν τόνοις νοήσεσιν ἢ πράξεσι. πρὸς γὰρ ἐκείναις ὄντες τὴν διάνοιαν οὐχ ἡγούμεθα μεταξὺ γεγονέναι χρόνον καίτοι μακροῦ διανυσθέντος πολλάκις. οὐ γὰρ τῷ κινεῖσθαι ἡμᾶς, ἀλλὰ τῷ κινήσεως ἔννοιαν λαμβάνειν, συνεννοοῦμεν καὶ τὸν χρόνον ὡς τῇ κινήσει συνυπάρχοντα. διὰ τοῦτο γὰρ εἰπὼν ὅταν μηδὲν αὐτοὶ μεταβάλλωμεν προσέθηκε τὴν διάνοιαν, ὅτι κατὰ τὴν παρακολούθησιν τὴν διανοητικὴν τῆς κινήσεως ἀκίνητον αὐτὴν οὖσαν καὶ ἡ τοῦ χρόνου συναίσθησις γίνεται. καὶ γὰρ καὶ ἐκ τοῦ ἐναντίου δυνατὸν ἰδεῖν, ὅτι οἱ ἀλγοῦντες καὶ ταλαιπωρούμενοι ἢ ἐν ἐνδείᾳ καὶ ἐπιποθήσει τινὸς ὄντες πολὺ τὸ τοιοῦτο κίνημα νομίζοντες πολὺν ἡγοῦνται καὶ τὸν χρόνον. λέγει γοῦν ἐκεῖνος ἐν τῇ κωμῳδίᾳ

  
οὐδέποθʼ ἡμέρα γενήσεται;  

  
καὶ μὴν πάλαι γʼ ἀλεκτρυόνων ἤκουσʼ ἐγώ.  
καὶ ἄλλος

  
οἱ δὲ ποθοῦντες ἐν ἤματι γηράσκουσιν.  
ὅτι δὲ οἱ τῇ κινήσει μὴ παρακολουθοῦντες οὐδὲ τοῦ χρόνου συναισθάνονται, ἡμεῖς μέν, ὡς εἶπον, ὁσημέραι ἐκ τῶν ὕπνων γινώσκομεν, ὁ δὲ Ἀριστοτέλης ἀπὸ μακροτέρου τοῦτο πιστοῦται ὕπνου τῶν ἐν Σαρδοῖ τῇ νήσῳ παρὰ τοῖς ἥρωσι μυθολογουμένων καθεύδειν· ἐννέα γὰρ τῷ Ἡρακλεῖ γεγονότων παίδων ἐκ τῶν Θεσπίου τοῦ Θεσπιέως θυγατέρων ἐν Σαρδοῖ τελευτησάντων ἔλεγον ἕως Ἀριστοτέλους, τάχα δὲ καὶ Ἀλεξάνδρου τοῦ ἐξηγητοῦ τῶν Ἀριστοτέλους, ἄσηπτά τε καὶ ὁλόκληρα διαμένειν τὰ σώματα καὶ φαντασίαν καθευδόντων παρεχόμενα· καὶ οἱ μὲν ἐν Σαρδοῖ ἥρωες οὗτοι. παρὰ <!-- 9.708 -->τούτοις δὲ ὀνείρων ἕνεκεν ἢ ἄλλης τινὸς χρείας εἰκὸς ἦν συμβολικῶς τινας μακροτέρους καθεύδειν ὕπνους, οἵτινες συνάπτοντες τὸ ἐν ἀρχῇ τοῦ ὕπνου νῦν τῷ ἐν τῷ πέρατι καὶ ἓν ποιοῦντες τὸ νῦν διὰ τὸ ἀσυναίσθητον τῆς μεταξὺ τῶν δύο νῦν κινήσεως συνῄρουν καὶ τὴν τοῦ χρόνου ἔννοιαν εἰς τὸ νῦν καὶ ἐξῄρουν τὸν χρόνον διὰ τὴν ἀναισθησίαν τῆς μεταξὺ κινήσεως. ὡς γὰρ εἰ μὴ ἦν, φησίν, ἕτερον μὲν τὸ ἐν τῇ ἀρχῇ νῦν, ἕτερον δὲ τὸ ἐν τῷ πέρατι, ἀλλὰ ταὐτὸν καὶ ἕν, οὐκ ἂν ἦν χρόνος· οὐ γὰρ χρόνος τὸ νῦν, ἀλλὰ χρόνου πέρας, οὕτω καὶ ὅταν λανθάνῃ ἕτερον ὂν τὸ νῦν, οὐ δοκεῖ εἶναι ὁ μεταξὺ τῶν δύο νῦν χρόνος. ὁ μέντοι Εὔδημος τὴν ἀπὸ τῆς Σαρδοῦς παρεὶς πίστιν ἔκ τινος Ἀθήνησι συμβεβηκότος αὐτὸς τὸ λεγόμενον πιστοῦται· “λέγεται γάρ, φησίν, θυσίας οὔσης δημοτελοῦς ἑστιᾶσθαί τινας ἐν καταγείῳ σπηλαίῳ, μεθυσθέντας δὲ κατακοιμηθῆναι πρὸς ἡμέραν ἤδη καὶ αὐτοὺς καὶ τοὺς οἰκέτας καὶ καθεύδειν τὸ λοιπὸν τῆς νυκτὸς καὶ τὴν ἡμέραν καὶ ἔτι τὴν νύκτα· ἐπεγερθέντα γὰρ ἕνα τινά, ὡς εἶδεν ἀστέρας, πάλιν ἀπελθόντα ἀναπαύεσθαι. τῆς δὲ ἐπιούσης ἡμέρας, ὡς ἠγέρθησαν, τὴν Κουρεῶτιν ἄγειν ὕστερον τῶν ἄλλων ἡμέραν, ὅθεν δὴ καὶ κατανοηθῆναι τὸ συμβάν.” Κουρεῶτις δὲ ἦν ἡ τρίτη τῶν Ἀπατουρίων ἡμέρα, ὥσπερ ἡ πρώτη Δορπία καὶ ἡ δευτέρα Ἀνάρρυσις καὶ ἡ τετάρτη Ἐπίβδα· μετὰ τὴν τῆς δευτέρας οὖν θυσίαν καθευδήσαντες τὴν ἐφεξῆς ἡμέραν καὶ τὴν μετʼ αὐτὴν νύκτα τὴν τετάρτην λοιπὸν ἀντὶ τῆς τρίτης ὡς Κουρεῶτιν ἦγον.

Εἰ οὖν ὅταν μὲν μηδεμίαν νομίσωμεν εἶναι μεταβολὴν ἀλλʼ ἐν τῷ αὐτῷ νῦν ἑστάναι, τότε συμβαίνει μηδὲ χρόνον οἴεσθαι εἶναι, ὅταν δὲ αἰσθώμεθα κινήσεως καὶ πλείω τὰ νῦν ὁρίσωμεν, τὸ μὲν ὡς ἀρχὴν τὸ δὲ ὡς πέρας τὸ μὲν ὡς πρότερον τὸ δὲ ὡς ὕστερον, τότε καὶ τοῦ μεταξὺ χρόνου συναισθανόμεθα, δῆλον ὅτι οὐκ ἔστιν ἄνευ κινήσεως καὶ μεταβολῆς χρόνος· ἐκ δὲ τῶν ἐνταῦθα ῥηθέντων ὁ θαυμάσιος Γαληνὸς ἐν τῷ ὀγδόῳ τῆς ἑαυτοῦ Ἀποδεικτικῆς ὑπονοεῖ λέγειν τὸν Ἀριστοτέλην διὰ τοῦτο μὴ εἶναι χρόνον ἄνευ κινήσεως, ὅτι κινούμενον νοοῦμεν αὐτόν, καὶ ἐπάγει τι τῷ λόγῳ ἄτοπον ὅτι “καὶ τὰ παντάπασιν ἀκίνητα μετὰ κινήσεως ἀνάγκη εἶναι, εἴπερ καὶ τούτων ἡ νόησις ἡμῖν μετὰ κινήσεώς ἐστιν· οὐδὲν γὰρ ἡμεῖς ἀκινήτῳ νοήσει νοοῦμεν”· εἴποι δʼ ἂν ὅτι οὐδὲ διαστάσεως χωρὶς ἂν εἴη τὰ ἀδιάστατα, εἰ μετὰ διαστάσεως αὐτὰ νοοῦμεν ἡμεῖς τὰ πολλὰ φανταστικῶς ἐνεργοῦντες. ἀλλὰ πρῶτον μὲν ἐχρῆν ἐννοῆσαι, ὅτι ὁ Ἀριστοτέλης οὐ βούλεται κινεῖσθαι τὴν ψυχὴν ἀλλʼ ἐνεργεῖν, μόνας ἀξιῶν τὰς φυσικὰς μεταβολὰς κινήσεις καλεῖν· οὐκ ἄρα τῷ κινουμένους νοεῖν τὸν χρόνον λέγει μὴ εἶναι χωρὶς κινήσεως αὐτόν, ἀλλʼ ὅτι ἡ τῆς κινήσεως <!-- 9.709 -->ἔννοια ἀκίνητος οὖσα συνεισάγει τὴν τοῦ χρόνου ἔννοιαν. καὶ ὅτι οὕτω λέγει, δῆλον ποιεῖ καὶ ἐξ ὧν φησιν, ὅτι κἂν μεταβάλλωμεν τὴν διάνοιαν, τουτέστι κἂν τῇ διανοίᾳ περὶ τὴν μεταβολὴν ἐνεργῶμεν, λανθάνωμεν δὲ μεταβάλλοντες, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος. καὶ πάλιν λανθάνειν ἡμᾶς φησι τὴν κίνησιν οὐ τῷ μὴ κινεῖσθαι, ἀλλὰ τῷ μηδεμίαν ἔννοιαν ἴσχειν κινήσεως· εἰ δὲ καὶ ἅμα κινήσεως ἡμᾶς αἰσθάνεσθαί φησι καὶ χρόνου, ἀλλʼ οὐ κινουμένους αἰσθάνεσθαι. εἰ δὲ καὶ νομίζοι τις τὸ ὅταν αὐτοὶ μὴ μεταβάλλωμεν τὴν διάνοιαν ἀντὶ τοῦ μὴ κινώμεθα κατὰ διάνοιαν εἰρῆσθαι, καὶ οὕτως οὐ διὰ τὸ κινουμένους νοεῖν τὸν χρόνον νομίζει μετὰ κινήσεως εἶναι τὸν χρόνον, ἀλλὰ διὰ τὸ τῇ κινήσει παρακολουθεῖν, κἄν τε κινούμενοι κἄν τε μὴ κινούμενοι παρακολουθῶμεν. διὸ καὶ ὡς διορθῶν ἐπήγαγε τὸ ἢ λάθωμεν μεταβάλλοντες. τοιγαροῦν, ὅπερ εἶπον πρότερον, καὶ νοοῦντες καὶ ἐργαζόμενοι συντόνως, ὅτι μὲν κινούμεθα δῆλον, μὴ ἐφιστάνοντες δὲ τῇ παρατάσει τῆς κινήσεως μηδʼ ὁρίζοντες τὸ πρότερον καὶ ὕστερον νῦν ἀνεπαίσθητοι καὶ τοῦ μεταξὺ χρόνου γινόμεθα ὡς τῇ κινήσει συνυφεστηκότος ἣν συνῃρήκαμεν. οὐ μέντοι ἄνευ τοῦ κίνησιν ἐννοεῖν ἀδυνατοῦμεν τοὺς πόλους ἢ τὸ κέντρον τοῦ παντὸς ἐννοεῖν. καθόλου γὰρ ἐπὶ τῶν ἅμα συνυπαρχόντων καὶ τὴν οὐσίαν ἐν τῇ πρὸς ἄλληλά πως ἐχόντων σχέσει τῇ τοῦ ἑτέρου ἐννοίᾳ ἀνάγκη καὶ τὴν τοῦ ἑτέρου συνεννοεῖσθαι. ὁ γοῦν φίλον ἐννοῶν καὶ ὅτι φίλου φίλος ἐστὶν ἐννοήσει, καὶ ὁ δεξιὸν ἐννοῶν εὐθὺς καὶ τὸ ἀριστερὸν συναναφέρει. διὸ καὶ ἐφιστάνειν ἀξιῶ, πῶς εἶπεν ὁ Ἀλέξανδρος, ὅτι ἐπʼ οὐδενὸς τῶν ἄλλων ἡμῖν ἐν τῷ ἄλλο τι νοεῖν ἡ τοῦ ἄλλου συνοδεύει ἐπίνοια, εἰ μὴ ἐπὶ τοῦ χρόνου τῇ τῆς κινήσεως ἐννοίᾳ τῆς τοῦ χρόνου συμπεφυκυίας. δῆλον δὲ ὅτι καὶ τῷ χρόνῳ συναναφέρεται ἡ κίνησις· βαδίσαντες γὰρ τοσόνδε χρόνον, τοσάδε στάδια ἠνυσμένα ἐν τῷ τοσῷδε χρόνῳ τεκμαιρόμεθα. καὶ ὁ Ἀριστοτέλης δὲ ἐν τοῖς ἑξῆς λέγει· “ἀλλὰ μὴν ὅταν καὶ χρόνος δοκῇ γεγονέναι τις, ἅμα καὶ κίνησίς τις φαίνεται γεγονέναι.”

Ληπτέον δέ, ἐπεὶ ζητοῦμεν τί ἐστι ὁ χρόνος ἕως τοῦ ἐπεὶ οὖν οὐ κίνησις, ἀνάγκη τῆς κινήσεως εἶναί τι αὐτόν.

Συμπερανάμενος ἐκ τῶν εἰρημένων, ὅτι οὔτε κίνησίς ἐστιν ὁ χρόνος οὔτε ἄνευ κινήσεως, καὶ ὁρμήσας ἐπὶ ζήτησιν τῆς οὐσίας αὐτοῦ πρῶτον <!-- 9.710 -->μὲν προσκατασκευάζει τοῖς ἤδη εἰρημένοις, ὅτι ἅμα αἴσθησιν ἔχομεν κινήσεώς τε καὶ χρόνου· κἂν γὰρ σκότος ᾖ, φησίν, ὥστε μὴ ἡμᾶς σωματικῶς κινεῖσθαι μήτε ἄλλων κινουμένων αἰσθάνεσθαι, κίνησις δέ τις ἐν τῇ ψυχῇ ἐνῇ, νοούσης τι τῆς ψυχῆς, ὃ ἴσον ἐστί, φησὶν Ἀλέξανδρος, τῷ “ἔννοιαν δέ τινα κινήσεως ἔχωμεν”, ὅπερ ἐστὶ δηλονότι ἐπίστασις τῆς κινήσεως, εὐθὺς ἅμα τις δοκεῖ γεγονέναι καὶ χρόνος. οὕτως δὲ ὁ Ἀλέξανδρος ἐξηγεῖται εἰδὼς ὅτι οὐ βούλεται ὁ Ἀριστοτέλης κινεῖσθαι τὴν ψυχήν, ἀλλὰ κίνησιν ἐν τῇ ψυχῇ εἶπε τὴν ἀκίνητον ἔννοιαν τῆς ὁποιασοῦν κινήσεως. μήποτε δὲ κατὰ μὲν τὰς φυσικὰς κινήσεις ἀκινήτους οἴεται τὰς ψυχικὰς ἐννοίας ὁ Ἀριστοτέλης, ἄλλο δὲ εἶδος κινήσεως ἐνορᾷ· ἐφεξῆς δὲ τοῖς εἰρημένοις καὶ τὸ ἀντίστροφον προστίθησιν, ὅτι οὐ μόνον τῇ κινήσει συνεπινοεῖται ὁ χρόνος, ἀλλὰ καὶ τῷ χρόνῳ ἡ κίνησις. εἰκότως οὖν ἐπειδὴ συναναφέρεται ταῦτα ἀλλήλοις, ἢ κίνησίς ἐστιν ἢ τῆς κινήσεώς τι ὁ χρόνος. εἰ οὖν δέδεικται ὅτι κίνησις οὐκ ἔστι, δῆλον ὅτι περιλείπεται τὸ τῆς κινήσεώς τι αὐτὸν εἶναι.

Ἐπεὶ δὲ τὸ κινούμενον κινεῖται ἔκ τινος εἴς τι ἕως τοῦ τοσοῦτος καὶ ὁ χρόνος ἀεὶ δοκεῖ γεγονέναι.

Δείξας ὅτι μετὰ τῆς κινήσεώς ἐστιν ὁ χρόνος, ἐφεξῆς ζητεῖ τί ἄρα τῆς κινήσεώς ἐστι. δείκνυσιν οὖν ὅτι συνεχὴς οὖσα ἡ κίνησις ἔχει τὸ πρότερον καὶ ὕστερον. καὶ τοῦτό ἐστιν ὁ χρόνος, ὡς μαθησόμεθα. ὅτι δὲ συνεχὴς ἡ κίνησις, ὧδε δείκνυσι διὰ τοῦ δεῖξαι πρότερον τὸ μέγεθος ἐφʼ οὗ ἡ κίνησις συνεχές· τὸ κινούμενον ἔκ τινος εἴς τι κινεῖται· τὸ ἔκ τινος εἴς τι κινούμενον ἐπὶ διαστατοῦ τινος μεγέθους κινεῖται· ἐπειδὴ οὖν πᾶν μέγεθος συνεχές, ἐπὶ μεγέθους δὲ ἡ κίνησις, καὶ ἡ κίνησις συνεχὴς διὰ τὸ μέγεθος, ὥσπερ ὁ χρόνος διὰ τὴν κίνησιν· ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος δοκεῖ γεγονέναι, ὥσπερ ὅσον τὸ μέγεθος, τοσαύτη καὶ ἡ κίνησις. εἰ δὲ τὸ ὅσον τῆς κινήσεως συνεχὲς ὡς καὶ τὸ μέγεθος — οἷον σταδιαῖον γάρ —, δῆλον ὅτι καὶ τὸ ὅσον τοῦ χρόνου συνεχές. εἰ γὰρ τὸ μὲν εἴη συνεχές, τὸ δὲ διωρισμένον, οὐκ ἂν λέγοι τις ὅτι ὅσον τὸ ἕτερον, τοσοῦτον καὶ τὸ ἕτερόν ἐστιν· ἀσύμβλητα γὰρ τὰ τοιαῦτα ποσά· παραλιπὼν δὲ μίαν πρότασιν τὴν λέγουσαν, ὅτι τὸ ἔκ τινος εἴς τι κινούμενον ἐπὶ μεγέθους κινεῖται, ἀσάφειαν ἔδοξε μικρὰν ἐμποιεῖν τῇ λέξει.

Καὶ ὁ Εὔδημος δὲ ἐν τῷ τρίτῳ τῶν Φυσικῶν τὴν αὐτὴν ἔχων γνώμην φαίνεται, ὅτι διὰ μὲν τὸ μέγεθος ἡ κίνησις συνεχής, διὰ δὲ τὴν κίνησιν ὁ χρόνος, γράφων οὕτως· “ἀναλαβόντες δὴ πάλιν λέγωμεν, ὅτι τῶν συνεχῶν <!-- 9.711 -->ὁ χρόνος εἶναι δοκεῖ καὶ τῶν μεριστῶν· οὐκοῦν καὶ ἡ κίνησίς τε καὶ τὸ μῆκος. τίς οὖν τούτων ἀρχὴ καὶ τίνι πρώτως ὑπάρχει ταῦτα; ἆρʼ οὖν τῷ μὲν μήκει καὶ τῷ σώματι καθʼ αὑτὰ φαίνεται ταῦτα ὑπάρχειν; οὐ γὰρ τῷ εἶναί τι αὐτῶν οὐδὲ τῷ τοιαῦτα εἶναι μερίζεται καὶ συνεχῆ ἐστιν. ἡ δὲ κίνησις τῷ ἐπὶ τοῦ μήκους εἶναι συνεχής τε καὶ μεριστὴ φαίνεται, συνεχὴς μὲν τῷ ἐπὶ συνεχοῦς εἶναι, μεριστὴ δὲ τῷ διαιρεῖσθαι ὥσπερ τὸ μῆκος· ὅτι γὰρ ἂν ληφθῇ τοῦ μήκους μόριον, τοῦτο καὶ τῆς κινήσεώς ἐστιν. ὁμοίως δὲ καὶ τοῦ χρόνου· ὡς γὰρ ἡ κίνησις, οὕτω καὶ τὸν χρόνον οἰόμεθα μερίζειν”. ὁ δὲ Λαμψακηνὸς Στράτων οὐκ ἀπὸ τοῦ μεγέθους μόνον συνεχῆ τὴν κίνησιν εἶναί φησιν, ἀλλὰ καὶ καθʼ ἑαυτήν, ὡς εἰ διακοπείη, στάσει διαλαμβανομένην, καὶ τὸ μεταξὺ δύο στάσεων κίνησιν οὖσαν ἀδιάκοπον. “καὶ ποσὸν δέ τι, φησίν, ἡ κίνησις καὶ διαιρετὸν εἰς ἀεὶ διαιρετά.”

Εἰ δὲ τὸ ἐκστατικὸν ἔχει τοῦ ἀεὶ παρόντος, καθʼ ὃ καὶ ὀνομάζεται κίνησις, καὶ κατὰ τοῦτο οὐ ποσόν ἐστιν, οὐδὲν θαυμαστόν. καὶ γὰρ ἀριθμὸς διορίζει, ἀλλʼ οὐ ποσοῦ τὸ διορίζειν. καὶ τὸ μέγεθος ἀλληλουχεῖται, ἀλλʼ οὐχ ᾗ ποσόν· διαφοραὶ γὰρ αὗται ποσοῦ, ἀλλʼ οὐ ποσόν. διὸ καὶ τὸ ἐκστατικὸν ἔστω διαφορὰ τῆς κινήσεως. ἀλλὰ πῶς εἶπεν ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος δοκεῖ γεγονέναι, εἴπερ ταχεῖαν λέγομεν κίνησιν τὴν ἐν ὀλίγῳ χρόνῳ πολλήν; οὐκέτι γὰρ ὅση ἡ κίνησις, τοσοῦτος ὁ χρόνος, εἴπερ ἡ μὲν πολλή ἐστιν, ὁ δὲ ὀλίγος. ἢ τὸ ὅσον καὶ ὅσον οὐκ ἐν ποσῶν ἰσότητι θεωρεῖται μόνον, ἀλλὰ καὶ ἐν λόγων ταυτότητι. ὅσος γὰρ ὁ τῶν δ πρὸς τὰ β λόγος, τοσοῦτος καὶ ὁ τῶν η πρὸς τὰ δ· διπλάσιος γάρ. οὕτω δὲ καὶ ὡς ἡ κίνησις πρὸς τὴν κίνησιν, ὁ χρόνος πρὸς τὸν χρόνον, τοῦ τάχους καὶ τῆς βραδυτῆτος τῶν αὐτῶν ὄντων. καὶ ὁ Ἀριστοτέλης δὲ οὐ διὰ τὴν ἰσότητα τοῦ ποσοῦ τὸ ὅσον καὶ ὅσον παρέλαβεν, ἀλλὰ διὰ τὴν ὁμοιότητα τῆς συνεχείας. τὰ γὰρ μὴ ὁμοίως συνεχῆ, οὐδὲ συμβλητά ἐστιν, ὥσπερ εἴρηται πρότερον. ἀλλὰ μηδὲ τοῦτο παρῶμεν προσθεῖναι τοῖς ζητουμένοις, ὅτι ὁ ἀπὸ τοῦ μεγέθους, ἐφʼ οὗ ἡ κίνησις, τὴν συνέχειαν ἐπὶ τὴν κίνησιν καὶ τὸν χρόνον μεταφέρων λόγος καὶ ἐκ ταύτης τὴν εὕρεσιν τῆς οὐσίας τοῦ χρόνου ποιούμενος μόνην κίνησιν τὴν κατὰ τόπον λαμβάνει. αἱ γὰρ ἄλλαι κινήσεις οἷον ἀλλοίωσις αὔξησις μείωσις γένεσις φθορὰ μεγεθῶν μὲν ἔστωσαν κινήσεις, οὐ μέντοι ἐπὶ μεγεθικοῦ διαστήματος γίνονται· ὥστε καὶ χρόνον οὐ πάντα, ἀλλὰ μόνον ἐκεῖνον τὸν τῇ κατὰ τόπον κινήσει συνόντα εὑρίσκει ὁ λόγος. ἀλλʼ ὁ μὲν Ἀριστοτέλης ἔοικεν ἐκ τοῦ σαφεστέρου ποιήσασθαι τὴν ἐπιβολήν, ὁ δὲ Στράτων <!-- 9.712 -->φιλοκάλως καὶ αὐτὴν καθʼ αὑτὴν τὴν κίνησιν ἔδειξε τὸ συνεχὲς ἔχουσαν· ἴσως καὶ πρὸς τοῦτο βλέπων, ἵνα μὴ μόνον ἐπὶ τῆς κατὰ τόπον κινήσεως, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πασῶν συνάγηται τὰ λεγόμενα.

Τὸ δὲ πρότερον καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν ἕως τοῦ ἔστι δὲ ἕτερον ᾧ ἀριθμοῦμεν καὶ τὸ ἀριθμούμενον.

Ὁ τῶν λεγομένων ὅλος σκοπός ἐστιν ὅτι ὥσπερ τὸ συνεχὲς ἡ κίνησις ἀπὸ τοῦ μεγέθους ἔχει τοῦ ἐφʼ οὗ ἡ κίνησις, οὕτως καὶ τὸ πρότερον καὶ ὕστερον ἐν τῷ μεγέθει κατὰ θέσιν ὑπάρχον ἡ κίνησις ἀπʼ αὐτοῦ οἰκείως μεταλαμβάνει, καὶ ἀπὸ τῆς κινήσεως ὁ χρόνος ὥσπερ καὶ τὸ συνεχές· ἐπὶ μὲν γὰρ τοῦ μεγέθους πρότερον εἰ τύχοι τὸ πρὸς τοῖς ἀθλοθέταις ἐστίν, ὕστερον δὲ τὸ ἔσχατον τοῦ σταδίου, ἐπὶ δὲ τῆς κινήσεως προτέρα μὲν ἡ κατὰ τὸ πρῶτον σημεῖον κίνησις, ὑστέρα δὲ ἡ κατὰ τὸ ὕστερον. ἀλλʼ ἐπὶ μὲν τοῦ μεγέθους συνυπάρχει ἀεὶ τὸ πρότερον τῷ ὑστέρῳ — ἅμα γὰρ τὸ πρῶτον σημεῖόν ἐστι καὶ τὸ ἔσχατον —, ἐπὶ δὲ τῆς κινήσεως ἀπολλυμένου τοῦ προτέρου ἐπιγίνεται τὸ ὕστερον. οὐ μέντοι ταὐτὸν κινήσει τε εἶναι καὶ προτέρῳ καὶ ὑστέρῳ κινήσεως, ὥσπερ οὐδὲ μεγέθει καὶ ὑστέρῳ καὶ προτέρῳ μεγέθους. ἀλλὰ κἂν τῷ ὑποκειμένῳ ταὐτὰ ᾖ, τῷ λόγῳ διαφέρει. ὥσπερ τὰ πέντε τῷ μὲν ὑποκειμένῳ εἰ τύχοι ξύλα ἐστί, τὸ μέντοι πέντε αὐτοῖς εἶναι κατὰ τὸν ἀριθμόν ἐστι. καὶ τὸ μὲν ὑποκείμενον τῆς κινήσεως ἐντελέχεια τοῦ κινητοῦ ἐστι, τὸ δὲ πρότερον καὶ ὕστερον ἐν τῇ κινήσει ἀριθμὸς καὶ τάξις ἐν τῷ τοιούτῳ. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μεγέθους, ἀφʼ οὗ τῇ κινήσει τὸ πρότερον καὶ ὕστερον, τὸ μὲν ὑποκείμενον εἰ τύχοι κίονες, τὸ δὲ πρότερον καὶ ὕστερον τάξις ἐν αὐτοῖς. καὶ τοῦτό ἐστιν ὃ λέγει, ὃ μέν ποτε ὂν κίνησις, τουτέστιν ἡ ὕπαρξις αὐτὴ καὶ τὸ ὑποκείμενον. τὸ μέντοι εἶναι αὐτῷ, τουτέστιν ὁ λόγος, ἕτερον καὶ οὐ κίνησις. οὕτως οὖν χωρίσας τῆς κινήσεως τὸ πρότερον καὶ ὕστερον τὸ ἐν κινήσει ζητεῖ λοιπὸν τί τὸ προτέρῳ καὶ ὑστέρῳ εἶναι, ᾧ διαφέρουσι τῆς κινήσεως. ὥσπερ οὖν ἐπὶ τῆς γραμμῆς, ἕως μὲν μίαν αὐτὴν καὶ συνεχῆ νοῶμεν, οὐ νοοῦμεν αὐτῆς τὸ μέν τι πρότερον τῇ θέσει μέρος τὸ δὲ ὕστερον, ὅταν δὲ διελώμεθα καὶ διορίσωμεν τοῖς σημείοις, εὐθέως τὸ μέν τι πρότερον τῇ θέσει ποιοῦμεν τὸ δὲ ὕστερον καὶ ἕτερα τὰ ἄκρα τῆς μέσης γραμμῆς τῆς ὑπʼ αὐτῶν περιεχομένης, οὕτω δὲ καὶ ἐπὶ τῆς <!-- 9.713 -->κινήσεως οὐκ ἄλλως νοοῦμεν ἐν αὐτῇ τὸ πρότερον καὶ τὸ ὕστερον, εἰ μὴ διελώμεθα αὐτὴν καὶ διορίσωμεν οἷον εἰς δύο καὶ λάβωμεν αἴσθησιν ὡς ἄλλου καὶ ἄλλου. τίνι οὖν διορίζομεν; οὐ δήπου σημείῳ — οὐ γὰρ ἔχει θέσιν —, ἀλλʼ ἄλλον τινὰ τρόπον. λέγω γὰρ προτέραν κίνησιν, ἣν κεκίνημαι εἰ τύχοι βαδίζων, ὑστέραν δὲ ἣν κινήσομαι. ὥστε ὁ διορισμὸς γίνεται τῷ τὸ μὲν παρεληλυθέναι, τὸ δὲ μέλλειν· τὸ δὲ παρεληλυθὸς καὶ τὸ μέλλον χρόνος· ταὐτὸν ἄρα ὁ χρόνος ἐστὶ καὶ τὸ πρότερον καὶ ὕστερον ἐν κινήσει, ὅταν διορίζηται ταῦτα· διορίζεται δέ, ὅταν δύο προσπέσῃ τῇ ψυχῇ τὰ νῦν τὸ μὲν ὡς ἀρχὴ τῆς κινήσεως τὸ δὲ ὡς πέρας· τότε γὰρ τὸν μεταξὺ τῶν νῦν χρόνον εὐθὺς ἐννοοῦμεν ἕτερον αὐτῶν ὄντα, πολλάκις δὲ καὶ ἓν νῦν λαμβάνοντες, τοῦ μὲν παρεληλυθότος ὡς πέρας τοῦ δὲ μέλλοντος ὡς ἀρχήν, ἔννοιαν πάλιν τοῦ χρόνου λαμβάνομεν τοῦ τε προτέρου καὶ τοῦ ὑστέρου. αὐτὸ γὰρ ἄμεινον οἶμαι ἀκούειν τοῦ ἢ ὡς τὸ αὐτὸ μὲν προτέρου δὲ καὶ ὑστέρου τινὸς ἤπερ ὡς ὁ Ἀλέξανδρος ἐξηγήσατο “τὸ αὐτό, λέγων, καὶ ἓν τὸ νῦν, ἐν προτέρῳ δὲ καί τινι ὑστέρῳ ὂν ὥσπερ παραγόμενον αὐτὸ καὶ ἄλλοτε κατʼ ἄλλο γινόμενον τῆς κινήσεως ἐπινοοῦντες”.

Ὥστε πανταχόθεν ἡ τοῦ χρόνου ἔννοια ἐγγίνεται τῷ διαλαμβάνεσθαι τὸ πρότερον καὶ ὕστερον τῆς κινήσεως· διαλαμβάνεται δέ, ὅταν ὡς ἄλλο καὶ ἄλλο ληφθῇ, τουτέστιν ὅταν ἀριθμηθῇ. ὁ γὰρ ἀριθμὸς οὐχ ἑνὸς οὐδὲ τοῦ αὐτοῦ παντάπασίν ἐστιν, ἀλλὰ τοῦ ἔχοντος ἄλλο καὶ ἄλλο. ὥστε ἀριθμὸς κινήσεως ὁ χρόνος ὡς ἀριθμητὸς κατὰ τὸ πρότερόν τε καὶ ὕστερον. καὶ ὅτι μὲν ἀριθμὸς κινήσεως, δῆλον, εἴπερ πᾶν πλέον καὶ ἔλαττον ἀριθμῷ κρίνεται. τὸ δὲ πλέον καὶ ἔλαττον τὸ τῆς κινήσεως χρόνῳ κρίνεται· πλείων γὰρ ἡ ἐν πλείονι χρόνῳ ἰσοταχὴς λαμβανομένη καὶ ἐλάττων ἡ ἐν ἐλάττονι. ὥστε ἐν τρίτῳ σχήματι συνάγεται, ὅτι τις ἀριθμός ἐστιν ὁ χρόνος. ὁ δὲ Ἀλέξανδρος καὶ ἐκ δύο καθόλου καταφατικῶν ἐν τρίτῳ σχήματι συνάγει οὕτω· παντὸς τὸ πλεῖον καὶ ἔλαττον ἀριθμῷ κρίνεται, δῆλον οὖν ὅτι καὶ κινήσεως· ἀλλὰ μὴν πάσης κινήσεως τὸ πλεῖον καὶ ἔλαττον χρόνῳ κρίνεται· τὶς ἄρα ἀριθμὸς χρόνος ἐστί. προσεκτέον οὖν εἰ ὁ αὐτός ἐστιν ὑποκείμενος, ὅταν λέγωμεν “παντὸς τὸ πλεῖον καὶ ἔλαττον ἀριθμῷ κρίνεται” καὶ “πάσης κινήσεως τὸ πλεῖον καὶ ἔλαττον χρόνῳ κρίνεται”. ὅτι δὲ καὶ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀναγκαίως πρόσκειται, δῆλον, εἴπερ ἀριθμοῦνται μὲν κινήσεις καὶ πλείους ἅμα, ὡς ἐπὶ σοῦ φέρε ὅτι αὔξῃ καὶ <!-- 9.714 -->θερμαίνῃ καὶ προβαίνεις τόπον ἐκ τόπου καὶ ὅτι τρεῖς ἅμα κινήσεις κινῇ. ἀλλʼ οὐχ ὁ τοιοῦτος ἀριθμὸς τῆς κινήσεως χρόνος ἐστίν, ἀλλʼ ὁ κατὰ τὸ πρότερόν τε καὶ ὕστερον.

Οὐδὲν δὲ θαυμαστόν, εἰ τὸ ἀριθμούμενον τῆς κινήσεως χρόνον εἶναι βουλόμενος ἐν τῷ ὁρισμῷ οὐ τὸ ἀριθμητὸν εἶπεν ἀλλὰ τὸν ἀριθμόν· λέγεται γὰρ καὶ τὸ ἀριθμούμενον ἀριθμός, ὡς καὶ τὸ μετρούμενον μέτρον, οἷον ἀριθμὸς ὁ μοναδικὸς καὶ ἀριθμὸς βοῶν καὶ ἀριθμὸς ἵππων. καὶ αὖ πάλιν χοῖνιξ ἡ ξυλίνη καὶ ἡ τοῦ σίτου καὶ χοῦς ὁ κεραμεοῦς καὶ ὁ τοῦ οἴνου. καὶ γὰρ χοίνικα ἐσθίομεν καὶ χοῦν πίνομεν οὐ τὴν ξυλίνην καὶ τὸν κεραμεοῦν, ἀλλὰ σίτου καὶ οἴνου. καὶ ὁ μὲν ἀριθμῶν ἀριθμὸς οὐδʼ ἁρμόσειε τῷ χρόνῳ· διῃρημένος γάρ ἐστι καὶ οὐ συνεχής. ὁ δὲ ἀριθμούμενος δύναται καὶ συνεχὴς εἶναι, ὡς τὸ δόρυ τὸ ἑνδεκάπηχυ. καὶ τὸ ἀριθμούμενον δὲ διττόν, τὸ μὲν κατὰ τὸ ποσόν, ὡς λέγομεν δύο κινήσεις ἢ τρεῖς, τὸ δὲ κατὰ τὴν τάξιν, ὡς λέγομεν κατὰ τὴν προτέραν κίνησιν καὶ ὑστέραν. δεῖξαι οὖν βούλεται, ὅτι ἀριθμός ἐστι κινήσεως ὁ χρόνος καὶ ὡς ἀριθμούμενος καὶ ὡς κατὰ τὴν τάξιν ἀριθμούμενος. οὗτος γὰρ ἴδιος. ὁ γὰρ ἀριθμὸς κοινὸς καὶ κινήσεως καὶ βοῶν καὶ ἵππων. ὅτε οὖν ἔλεγε τὸ γὰρ ὁριζόμενον τῷ νῦν χρόνος εἶναι δοκεῖ, καὶ ὑποκείσθω ἐνεδείκνυτο, πῶς ἀριθμὸς κινήσεως ὁ χρόνος ἐστίν, ὅτι ὡς ἀριθμούμενον καὶ ὁριζόμενον, ἀλλʼ οὐχ ὡς ἀριθμοῦν. τὸ γὰρ ἀριθμούμενον ἐν τῇ κινήσει καὶ οὕτως ὁριζόμενον ὡς ἄλλο καὶ ἄλλο τὸ πρότερον καὶ ὕστερον ἦν ἐν τῇ κινήσει, οὐχ ἡ κίνησις, εἴπερ ἄλλο καὶ ἄλλο δέδεικται τῆς κινήσεως τὸ πρότερον καὶ ὕστερον. ὁ γὰρ τοῦ προτέρου καὶ ὑστέρου τῆς κινήσεως ἀριθμὸς οὗτός ἐστιν ὁ χρόνος, οὐχ ὁ τῆς κινήσεως αὐτῆς. κινήσεων γὰρ ἀριθμός, ὡς εἴρηται, καὶ εἰ πολλοὶ ἅμα εἶεν κινούμενοι — ἢ ἐγὼ βαδίζων καὶ θερμαινόμενος καὶ αὐξόμενος ἢ τὰ μέρη αὐτὰ τῆς κινήσεως —, ἀλλʼ οὗτος ὁ ἀριθμὸς οὐκ ἔστι χρόνος, ἑκάστης μέντοι τούτων τῶν πολλῶν ἀναρίθμησις κατὰ τὸ πρότερον καὶ ὕστερον τοῦτο ἤδη χρόνος. οὐδὲ γὰρ οὐδὲ τὸ ἐν τῷ μεγέθει πρότερον καὶ ὕστερον· ὑπομένει γὰρ ἅμα τὰ ἐν ἐκείνῳ· τὰ δὲ τοῦ χρόνου οὐχ ὑπομένει.

Ἐπειδὴ δὲ ὑπὸ τοῦ χρόνου μετρεῖσθαι δοκοῦμεν — τοσῶνδε γὰρ λεγόμεθα ἐτῶν εἶναι καὶ τοσῶνδε ἡμερῶν ἡ ἑορτή —, διὰ τοῦτό τινες μεταγράφουσι τὴν λέξιν, ὡς Ἀσπάσιός φησιν, οὕτως· ὁ δὲ χρόνος ἐστὶν οὐχ ὁ ἀριθμούμενος, ἀλλʼ ᾧ ἀριθμοῦμεν. ἀλλὰ δῆλον ὅτι καὶ ὁ χρόνος ὑπὸ τοῦ μοναδικοῦ ἀριθμοῦ μετρεῖται· λέγομεν γάρ, πόσοι χρόνοι διεληλύθασιν. οὐδὲν δὲ ἴσως κωλύει ἀριθμητὸν ὄντα καὶ ἀριθμεῖν. καὶ τὴν ἐφεξῆς δὲ λέξιν ὁ Ἀσπάσιος οὕτως ἐκτίθεται· ἔστι δὲ ἕτερον οὐχ ᾧ ἀριθμοῦμεν ἀλλὰ τὸ ἀριθμούμενον. καί φησιν ὅτι “ἐὰν <!-- 9.715 -->δεχώμεθα εἶναι κυρίως ᾧ ἀριθμοῦμεν τὸν μοναδικόν, ἔστι λέγειν ὅτι οὐχ οἷόν τε ἕτερον εἶναι ᾧ ἀριθμοῦμεν· τὴν γὰρ μονάδα πολλάκις λαμβάνομεν, μονὰς δὲ μονάδος οὔτε γένει οὔτε εἴδει οὔτε ἀριθμῷ διαφέρει· τὸ γὰρ ἀριθμῷ διαφέρον ἢ μορφῇ διοίσει ὡς Σωκράτης Πλάτωνος, ἢ τάξει ὡς στιγμὴ στιγμῆς ἢ τὸ νῦν τοῦ νῦν τὸ πρότερον τοῦ ὕστερον, ἢ θέσει ὡς ἄνω καὶ κάτω, ἢ κατʼ ἄλλην τινὰ τοιαύτην ἐπίνοιαν, ἅπερ ἐπὶ μονάδων οὐκ ἔστιν. ἄμεινον δέ, φησί, τὸ νῦν λαμβάνειν ᾧ ἀριθμοῦμεν”. μήποτε δὲ τὸ ἀριθμοῦν πανταχοῦ τὸ αὐτὸ πλειόνων. ὁ μὲν οὖν τῶν λεγομένων σκοπὸς τοιοῦτος.

Καλῶς δὲ πάντα σχεδὸν ἐξηγούμενος ὁ Ἀλέξανδρος τινὰ μικρὰ παρεμβέβληκεν ἐπιστάσεως ἄξια· τοῦ γὰρ Ἀριστοτέλους ἐν ἀρχῇ τῆς προκειμένης ῥήσεως εἰπόντος, ὅτι τὸ πρότερον καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν, αὐτός φησιν ἴσον εἶναι τοῦτο τῷ “τὸ δὴ πρότερον καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστι τουτέστιν ἐν τῷ μεγέθει τῷ κινουμένῳ”. “τῇ γὰρ θέσει, φησί, τὸ ἐν τόπῳ ὅ ἐστι τὸ μέγεθος ἔχει τὸ πρότερον καὶ ὕστερον.” πῶς δὲ τοῦτο εἴρηται; τὸ γὰρ τῇ θέσει πρότερον καὶ ὕστερον ἐν τῷ τόπῳ ἐστίν, ἀλλʼ οὐκ ἐν τῷ μεγέθει τῷ ἐν τόπῳ. αἱ γὰρ θέσεις τοῦ μεγέθους κατὰ τὴν κίνησίν εἰσιν, ἥτις ἀπὸ τοῦ τόπου ἔχει τὸ κατὰ τὴν θέσιν πρότερον καὶ ὕστερον. οὐδέ εἰσιν ἅμα ἡ προτέρα καὶ ἡ ὑστέρα, ἀλλʼ ἄλλοτε ἄλλην τὸ μέγεθος μεταλαμβάνει. αἱ δὲ τοῦ τόπου ἅμα εἰσί. πῶς δʼ ἂν ἐκ τοῦ ἐν τῷ κινουμένῳ προτέρου καὶ ὑστέρου τῇ θέσει οἷον τῆς κεφαλῆς καὶ τῶν ποδῶν τὸ τῆς κινήσεως πρότερον καὶ ὕστερον λαμβάνοιτο; μήποτε οὖν καὶ ὅτε εἶπεν ὁ Ἀριστοτέλης, ὅτι ἐν τῷ μεγέθει τὸ πρότερον καὶ ὕστερόν ἐστιν, οὐ τῷ κινουμένῳ μεγέθει εἶπεν, ἀλλὰ τῷ ἐφʼ οὗ ἡ κίνησις.

Πρὸς δὲ τὰ ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα ἀπορήσειεν ἄν τις πρῶτον μέν, πῶς ἐν τῷ προτέρῳ καὶ ὑστέρῳ τῆς κατὰ τόπον κινήσεως τίθεται τὸν χρόνον, ὡς δηλοῖ τὸ ἀπὸ τοῦ ἐν τόπῳ προτέρου καὶ ὑστέρου τὴν θέσιν ἔχοντος ἐπὶ τὸ τῆς κινήσεως πρότερον καὶ ὕστερον μετελθεῖν, καίτοι τοῦ χρόνου οὐκ ἐν τῇ τοπικῇ μόνῃ ἀλλʼ ἐν πάσῃ κινήσει θεωρουμένου. δεύτερον δὲ πῶς εἰπὼν ἐπειδὴ ἐν τῷ μεγέθει ἐστὶ τὸ πρότερον καὶ ὕστερον, ἀνάγκη καὶ ἐν κινήσει εἶναι τὸ πρότερον καὶ ὕστερον ἀνὰ λόγον τοῖς ἐκεῖ, χρόνον εἶπεν εἶναι τοῦτο τὸ πρότερον καὶ ὕστερον τὸ καθʼ ὁμοιότητα τοῦ μεγέθους ἐν τῇ κινήσει γινόμενον. καίτοι τὸ τοιοῦτον κατὰ τὴν θέσιν ἂν εἴη, καὶ οὐ κατὰ τὸν χρόνον, ὅταν ἡ μὲν κατὰ τὸ πρότερον τῇ θέσει μέγεθος ἐπιτελῆται, ἡ δὲ κατὰ τὸ ὕστερον. ὡς τῆς Ἀθήνηθεν Θήβαζε κινήσεως πρῶτον τῇ θέσει τὸ πρὸς ταῖς Ἀθήναις. εἰ <!-- 9.716 -->δέ τι καὶ χρονικόν ἐστιν ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον, μήποτε οὐκ ἀπὸ τοῦ μεγέθους ἐνδέδοται τοῦτο. ἀλλʼ ἔοικε διττὸν εἶναι τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον, τὸ μὲν ἀπὸ τοῦ τόπου, τὸ δὲ ἀπὸ τοῦ χρόνου. καὶ ὥσπερ πρότερον τοῦ τόπου τὴν ἔννοιαν ἔλεγε γίνεσθαι ἀπὸ τοῦ προτέρου καὶ ὑστέρου τοῦ ἐν τῇ κινήσει ὄντος κατὰ τὴν θέσιν, οὕτω καὶ τὸν χρόνον ἐννοεῖν ἡμᾶς βούλεται ἀπὸ τοῦ προτέρου καὶ ὑστέρου τοῦ ἐν τῇ κινήσει, οὐ τοῦ ἀπὸ τῆς θέσεως τοῦ μεγέθους ἐγγενομένου τῇ κινήσει, ἀλλὰ τοῦ ἀπὸ τῆς χρονικῆς παρατάσεως. μέση γὰρ οὖσα ἡ κίνησις τοῦ τε τόπου καὶ τοῦ χρόνου ἑκατέρωθεν προσλαμβάνει μέτρον ἤτοι ἀριθμὸν τοῦ προτέρου καὶ ὑστέρου. ἀλλὰ κατὰ μὲν τὸν τόπον τοπίζεται, κατὰ δὲ τὸν χρόνον χρονίζεται· καὶ τοπίζεται μέν, καθόσον θέσιν ἔχει αὐτῆς ἡ διάστασις, χρονίζεται δέ, καθόσον ἐν ῥοῇ ἦν ἡ ὑπόστασις. οὔτε γὰρ εἰ θέσιν μόνην εἶχεν, ἐδεῖτο χρόνου — ἅμα γὰρ οὖσα ἐν τῷ νῦν ἂν ἦν —, οὔτε εἰ ῥοὴν μόνην, ἐδεῖτο τόπου. τῆς γὰρ κατὰ τὴν θέσιν διαστάσεως μέτρον ὁ τόπος ἦν. ὥστʼ εἴ τις τὸν χρόνον ὁρίζοιτο ἀριθμὸν τοῦ προτέρου καὶ ὑστέρου τοῦ κατὰ τὸ εἶναι τὸ ῥέον τῆς κινήσεως ὥσπερ τὸν τόπον ἀριθμὸν τοῦ προτέρου καὶ ὑστέρου τοῦ κατὰ τὴν θέσιν τῆς διαστάσεως, οὐκ ἂν οἶμαι διαμαρτάνοι. ἐπειδὴ δὲ ὁ ἀριθμὸς διττός, ὁ μὲν ἀριθμητικὸς ἢ ἀριθμητὸς τοῦ ποσοῦ, ὅταν λέγωμεν ἓν δύο τρία, ὁ δὲ τακτικός, ὅταν λέγωμεν πρῶτον δεύτερον τρίτον, τοιοῦτός ἐστιν ἀριθμὸς ὁ χρόνος· διὸ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀφορίζεται. τί οὖν ἄρα ἐλλιπῶς ὁ ὅρος ἔχει μὴ προσκειμένου τοῦ κατὰ τὴν ῥοὴν ἢ τὴν τοῦ εἶναι παράτασιν προτέρου καὶ ὑστέρου τοῦ διακρίνοντος αὐτὸ πρὸς τὸ κατὰ τὴν θέσιν; ἢ ἄρα τὸ μὲν κατὰ τὴν θέσιν κατὰ συμβεβηκός ἐστιν ἐν τῇ κινήσει· διὰ γὰρ τὴν τοῦ κινουμένου ἐν τῷ διαστήματι θέσιν δοκεῖ διεστάναι τε καὶ θέσιν ἔχειν ἡ κίνησις. καὶ διὰ τοῦτο παρεῖται. ἡ μέντοι κατὰ ῥοὴν παράτασις οὐσία τῆς κινήσεώς ἐστι. καὶ τοῦτο δὲ ὕστερον διοριζόμενος αὐτὸς λέγει ἑκάστου τὸ εἶναι μετρεῖσθαι ὑπὸ τοῦ χρόνου. τάχα οὖν σαφέστερον ἦν μὴ ἀπὸ τοῦ κατὰ τόπον προτέρου καὶ ὑστέρου τὸν χρόνον χαρακτηρίσαι μηδὲ λέγειν ἐν τοῖς ἑξῆς, ὅτι ὅσον τὸ μέγεθος τοσαύτη ἡ κίνησις καὶ ὅση ἡ κίνησις τοσοῦτος ὁ χρόνος. ταῦτα γὰρ τὴν κατὰ τὴν θέσιν τῆς κινήσεως διάστασιν παραδίδωσιν, οὐ τὴν κατὰ χρόνον. ἀλλʼ ἐκείνοις αὐτοῦ μάλιστα προσεκτέον, ἐν οἷς φησι τὴν κατὰ τὸ εἶναι παράτασιν ὑπὸ τοῦ χρόνου μετρεῖσθαι. καὶ ταῦτα μὲν πρὸς τὸ δεύτερον τῶν ἀπορηθέντων. πρὸς δὲ τὸ πρῶτον λέγομεν, ὅτι κἂν πᾶσα κίνησις χρόνῳ μετρῆται, ἀλλʼ ὥσπερ ἐναργεστέρα τῶν ἄλλων κινήσεών ἐστιν ἡ κατὰ τόπον, οὕτω καὶ ὁ χρόνος ἐναργέστερος <!-- 9.717 -->ὁ ταύτῃ τῇ κινήσει συνὼν τοῦ ταῖς ἄλλαις κινήσεσι συνόντος χρόνου. μήποτε δὲ ἀκριβέστερον σκοποῦντι καὶ αἱ ἄλλαι πᾶσαι κινήσεις οἷον αὔξησις γένεσις ἀλλοίωσις ὑπὸ τοῦ χρόνου μετροῦνται τούτου τοῦ τῇ τοπικῇ κινήσει συνόντος· ὥραις γὰρ καὶ ἡμέραις καὶ μησὶ καὶ ἐνιαυτοῖς καὶ τῶν ἄλλων κινήσεων ὁρίζομεν τὴν παράτασιν.

Ὁ μέντοι Εὔδημος ἐν τῷ τρίτῳ τῶν Φυσικῶν τάδε γέγραφε· “περὶ δὲ χρόνου τάχα ἄν τις ἀπορήσειε, τίνος ἢ ποίας κινήσεως ἀριθμός ἐστιν· οὐ δὴ φαίνεται μιᾶς τινος, ἀλλʼ ὁμοίως πάσης· παντὸς γάρ ἐστιν ὁμοίως ἀριθμός, ἐν ᾧ τὸ πρότερον καὶ ὕστερον· τοῦτο δὲ κοινὸν τῆς κινήσεως· ὥσπερ θνητοῦ ζῴου ἐπιστήμη οὐκ ἔστιν ἵππου οὐδὲ ἀνθρώπου οὐδὲ ἄλλου τῶν εἰδῶν οὐδενός, ἀλλὰ τοῦ καθόλου, οὕτως οὐδὲ χρόνος τῆσδέ τινος κινήσεως ἀριθμός, ἀλλʼ ὁμοίως πάσης — ἔστη δὴ πανταχοῦ καὶ ὁμοίως ἂν ἡτισοῦν κίνησις —, οὐ μὴν ἀλλὰ πρώτως καὶ μᾶλλον τῆς προτέρας καὶ ὁμαλωτέρας. ἐν ὡρισμένοις γὰρ γνωριμώτερος γίνεται”. ταῦτα σαφῶς οὕτω τοῦ Εὐδήμου γεγραφότος ἄξιον ἐπιστῆσαι τί τὸ καθόλου τοῦτο. εἰ μὲν γάρ ἐστιν ἐν ὑποστάσει ἡ καθόλου κίνησις, διὰ τί μὴ καὶ ἄνθρωπος καὶ ἵππος καὶ τῶν ἄλλων ἕκαστον; διὰ τί δὲ μὴ ὥσπερ ἡ κίνησις ἡ μὲν καθόλου, ἡ δὲ ἴδιος, οὕτω καὶ ὁ χρόνος ὁ μὲν κοινός, ὁ δὲ ἴδιος; εἰ δὲ τὸ καθόλου τῆς κινήσεως ἢ οὐδὲν ἢ ὕστερον, ὡς δὲ ἔχει ἡ κίνησις ἔχει καὶ ὁ χρόνος, καὶ οὗτος ἄρα ἢ οὐδὲν ἢ ἐπινοίᾳ μόνον.

Ἐπειδὴ δὲ ἔδοξε τῷ Ἀλεξάνδρῳ μὴ τὴν αὐτὴν ἔννοιαν ἔχειν ὁ ὑπὸ τοῦ Ἀριστοτέλους ἀποδοθεὶς ὁρισμὸς τοῦ χρόνου τοῖς εἰρημένοις ὑπὸ τοῦ Πλάτωνος περὶ αὐτοῦ, φέρε καὶ τούτους παραβάλωμεν τοὺς λόγους· ὁ μὲν γὰρ Ἀριστοτέλης ἀριθμὸν κινήσεως εἶπε τὸν χρόνον κατὰ τὸ πρότερον καὶ ὕστερον, ὁ δέ γε Πλάτων τοῦ ἐν ἑνὶ μένοντος αἰῶνος “κατʼ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα” τὸν χρόνον φησί, τῷ μὲν “ἑνὶ” τὸ “κατʼ ἀριθμόν” ἀντιθείς, τῷ δὲ μένοντι τὸ κινούμενον, τῷ δὲ παραδείγματι τὴν εἰκόνα. καὶ ὅρα ὅτι πάντων μάλιστα ὁ Ἀριστοτέλης καλῶς ἐνόησε τὴν τοῦ Πλάτωνος ἔννοιαν περὶ τοῦ χρόνου. τὸ γὰρ “κατʼ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα” τί ἄλλο ἐστὶν ἢ τὸ κατʼ ἀριθμὸν ὑποστῆναι τὸν χρόνον οὔτε τὸν παραδειγματικὸν οὔτε τὸν μοναδικόν, ἀλλὰ τὸν εἰκονικὸν καὶ κατὰ τάξιν τῆς κινήσεως, τουτέστι κατὰ τὸ πρότερον καὶ ὕστερον, θεωρούμενον. ὁ γὰρ τοῦ κινουμένου ὡς κινουμένου ἴδιος ἀριθμὸς ἄλλοτε ἄλλο ἔχων τὸ πρότερον <!-- 9.718 -->καὶ ὕστερον καὶ εἰσάγει καὶ κατὰ τὴν τάξιν ἀφορίζεται. ταῦτα οὖν καλῶς θεασάμενος ὁ Ἀριστοτέλης καὶ ἐπὶ τὸ σαφέστερον ἐξηγούμενος ἀριθμὸν κινήσεως εἶπε κατὰ τὸ πρότερον καὶ ὕστερον τὸν χρόνον. ὥστε εἰ τὸ “κατʼ ἀριθμόν” τὸ κατὰ τάξιν δηλοῖ, ὡς ὁ Ἀλέξανδρος ὑπενόησεν, οὐδὲν ἄλλο δηλοῖ ἢ τὸ κατὰ τὸ πρότερον καὶ ὕστερον. οὗτος γάρ ἐστιν ὁ τακτικὸς ἀριθμός, ὥσπερ ὁ μοναδικὸς τὸ ἓν δύο τρία. ὅρα δὲ πῶς καὶ τὸν αἰῶνα καλῶς κατὰ τὴν Πλάτωνος ἔννοιαν ὁ Ἀριστοτέλης ἐνόησεν. ἐκείνου γὰρ τὸ ἀίδιον διὰ τὸν αἰῶνα τὸ αὐτοζῷον ἔχειν λέγοντος, οὗτος ἀπὸ τοῦ ἀεὶ εἶναι τὴν ἐπωνυμίαν εἰληφέναι φησίν, ἔχειν τε καὶ περιέχειν τὸν ἅπαντα χρόνον τῷ ἐν ἑνὶ μένειν καλῶς ἑρμηνεύσας καὶ ἀπʼ αὐτοῦ πᾶσι τὸ εἶναι καὶ τὸ ζῆν ἐπιλάμπεσθαι. τὸ δὲ πρῶτον μετέχον ζωῆς τὸ πρῶτόν ἐστι ζῷον.

Ἐπειδὴ δὲ καὶ πρός τινα τῶν ἐνταῦθα λεγομένων ὁ πολυμαθέστατος ἐνέστη Γαληνὸς λέγων τὸν χρόνον διʼ ἑαυτοῦ δηλοῦσθαι, φέρε καὶ ταύτην τὴν ἔνστασιν προβαλλώμεθα. “πολλὰ γὰρ ἐξαριθμησάμενος σημαινόμενα τοῦ προτέρου καὶ ὑστέρου τὰ μὲν ἄλλα οὐκ ἐφαρμόζειν φησὶ τῷ ὁρισμῷ, τὸ κατὰ χρόνον δὲ μόνον· ὥστε εἶναι τὸν χρόνον ἀριθμὸν τῆς κινήσεως κατὰ χρόνον.” ταύτην δὲ τὴν ἔνστασιν διὰ δυεῖν ἐπιχειρημάτων λύειν προθέμενος ὁ Θεμίστιος· “ἰστέον, φησίν, ὅτι τὸ πρότερον καὶ ὕστερον ἐν κινήσει οὐ διὰ τὸν χρόνον τὸ μὲν πρότερόν ἐστι τὸ δὲ ὕστερον, ἀλλʼ αὐτὸ μᾶλλον ποιεῖ τὸ ἐν χρόνῳ πρότερόν τε καὶ ὕστερον. γίνεται δὲ ἐκ τοῦ κατὰ μέγεθος καὶ τὴν θέσιν, παρʼ οὗ καὶ τὸ συνεχὲς ἔχει. καὶ διὰ τοῦτο διαρρήδην φησὶν Ἀριστοτέλης τὸ δὴ πρότερόν τε καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν. ἐνταῦθα μὲν δὴ τῇ θέσει, ἐπειδὴ δὲ ἐν τῷ μεγέθει, ἀνάγκη καὶ ἐν κινήσει”. πρὸς δὴ ταῦτα εἴποι ἂν ὁ Γαληνός, ὅτι τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον τὸ ἀκολουθοῦν τῷ ἐν τῷ μεγέθει ἐφʼ οὗ ἡ κίνησις προτέρῳ καὶ ὑστέρῳ κατὰ τὴν θέσιν μάλιστά ἐστι· τοιοῦτον γὰρ ἦν καὶ τὸ ἐν τῷ μεγέθει πρότερον καὶ ὕστερον. ἄλλο δὲ τὸ κατὰ τὸν χρόνον, ὡς εἴρηται, πρότερον, συνυπάρχον μὲν τῷ ἐν τῇ κινήσει προτέρῳ καὶ ὑστέρῳ, οὐ κατὰ τὴν θέσιν δὲ τὸ πρότερον καὶ ὕστερον <!-- 9.719 -->ἔχον, ἀλλὰ κατὰ τὴν τοῦ εἶναι παράτασιν, ἄλλο τοῦτο ὂν παρὰ τὸ κατὰ τὴν θέσιν τὴν ἀπὸ τοῦ μεγέθους ἐγγενομένην τῇ κινήσει. δευτέραν δὲ λύσιν ἐπάγων φησίν· “ἀλλὰ καὶ δεδόσθω μηδὲν ἄλλο σημαίνειν τὸ πρότερόν τε καὶ ὕστερον ἢ τὸ κατὰ χρόνον, ὡς οἴεται. τί οὖν ἄτοπον ἐκ τοῦδε συμβαίνει; οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι λέγομεν εἶναι τὸν χρόνον ἢ τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει· πᾶσα δὲ ἀνάγκη ταὐτὸν σημαίνειν τοὺς ὁρισμοὺς τοῖς ὀνόμασιν. ὥστε λανθάνει τοῦτο μεμφόμενος τοῦ λόγου, διʼ ὃ μᾶλλον ἐχρῆν αὐτὸν ἀποδέχεσθαι.” καὶ πρὸς τοῦτο δὲ ἂν ὁ Γαληνὸς εἴποι, ὅτι εἰ μὲν ἓν ἦν τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον τῷ κατὰ τὸν χρόνον, καλῶς ἂν ἐλέγετο τοῦτο εἶναι χρόνος τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον, καὶ οὐκ ἂν ἦν διʼ ἑαυτοῦ δεικνύμενος ὁ χρόνος. εἰ δὲ ἄλλο μὲν τὸ κατὰ τὴν θέσιν οὐκ ὂν χρονικόν, ἄλλο δὲ τὸ κατὰ τὸν χρόνον, ἀνάγκη λέγειν, ὅτι χρόνος ἐστὶ τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον τὸ κατὰ τὸν χρόνον. μήποτε οὖν εἴ τις τὸ πρότερον καὶ ὕστερον λάβῃ τὸ κατὰ τὴν τοῦ εἶναι παράτασιν, ἀλλʼ οὐ τὸ κατὰ τὴν θέσιν, καὶ σημαίνεται ὁ χρόνος καὶ οὐ διʼ ἑαυτοῦ σημαίνεται. καὶ τὸ ὄνομα αὐτοῦ οὐ τῷ προτέρῳ καὶ ὑστέρῳ ἁπλῶς τὸ αὐτὸ ἔσται, ἀλλὰ τῷ τοιῷδε προτέρῳ καὶ ὑστέρῳ, ὅπερ ἐστὶν ὁ ὁρισμός. ἐπειδὴ δὲ διχῶς εἰπὼν εἶναι τὸν ἀριθμὸν τρία ἀπηριθμήσατο τὸ ἀριθμούμενον καὶ τὸ ἀριθμητὸν καὶ ᾧ ἀριθμοῦμεν, παντὶ πρόδηλον ὅτι τὸ ἀριθμούμενον καὶ τὸ ἀριθμητὸν τὸ αὐτό ἐστι.

Καὶ ὥσπερ ἡ κίνησις ἀεὶ ἄλλη καὶ ἄλλη, καὶ ὁ χρόνος. ὁ δʼ ἅμα πᾶς χρόνος ὁ αὐτός.

Δείξας ὅτι ὁ χρόνος κινήσεώς τί ἐστιν — τὸ γὰρ ἀριθμητὸν τῆς κινήσεώς ἐστι τὸ κατὰ τὸ πρότερον καὶ ὕστερον — πιστοῦται τὴν συγγένειαν αὐτῶν καὶ ἐκ τῆς ῥοῆς κοινῆς οὔσης τῇ τε κινήσει καὶ τῷ χρόνῳ. ὡς γὰρ ἡ κίνησις ἀεὶ ἄλλη καὶ ἄλλη οὐχ ὑπομενούσης τῆς πρώτης ἀλλὰ φθειρομένης, οὕτω καὶ τοῦ χρόνου τὸ πρότερον ἀεὶ φθείρεται ἐπιγινομένου τοῦ ὑστέρου. δῆλον δὲ ὅτι οὐ τὸ χρονικὸν μόνον τῆς κινήσεως οὐχ ὑπομένει τοῦτο, ἀλλὰ καὶ τὸ κατὰ τὴν θέσιν, καὶ γὰρ ἐν τούτῳ τοῦ προτέρου φθειρομένου τὸ ὕστερον ἐπιγίνεται. καίτοι τοῦ μεγέθους αὐτοῦ, ἐφʼ οὗ ἡ κίνησις γίνεται, τὸ πρότερον καὶ ὕστερον ὑπομένει ἅμα. μόνοις γὰρ τοῖς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν ὑπάρχει τὸ τοῦ προτέρου ἀεὶ φθειρομένου τὸ ὕστερον ἐπιγίνεσθαι. τὸ ἐν κινήσει οὖν πρότερον καὶ ὕστερον, <!-- 9.720 -->οὐχὶ τὸ κατὰ τὴν θέσιν αὐτῆς, ἀλλὰ τὸ κατὰ τὴν τοῦ εἶναι παράτασιν, τοῦτό ἐστιν ὁ χρόνος, οὐχ ᾗ κίνησις, ἀλλʼ ᾗ πρότερον καὶ ὕστερον τοιοῦτο. τὸ γὰρ κατὰ τὴν θέσιν τῆς κινήσεως πρότερον καὶ ὕστερον, καθʼ ὃ τῷ Ἀθήνηθεν εἰς Θήβας βαδίζοντι πρώτη κίνησίς ἐστιν ἡ πρὸς ταῖς Ἀθήναις, τοῦτο τὸ πρότερον καὶ ὕστερον, κἂν ἐν τῷ γίνεσθαι αὐτῷ τὸ εἶναι ἔχῃ, ἀλλὰ κατὰ τὴν πρὸς τὴν θέσιν ἀναφορὰν θεωρούμενον τὴν ὑπομένουσαν ὑπομένειν πως δοκεῖ, ὅταν καὶ ἡ κίνησις ὡς συμπαρατεταμένη θεωρῆται τῷ μεγέθει ἐφʼ οὗ ἡ κίνησις. ὅταν δὲ κυρίως ὡς κίνησις θεωρῆται κατὰ τὸ ῥέον καὶ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, τότε τὸ μὲν παρεληλυθὸς ἴσχουσα τὸ δὲ μέλλον χρονίζεται· εἰπὼν δὲ τὴν κοινωνίαν τοῦ χρόνου πρὸς τὴν κίνησιν εἰκότως ἐπάγει καὶ τὴν διαφοράν· καὶ γὰρ ἡ μὲν κίνησις οὐ μόνον ἡ προτέρα τῆς μετʼ αὐτὴν ἄλλη, ὅπερ κοινὸν ὑπάρχει καὶ τῷ χρόνῳ, ἀλλὰ καὶ αἱ ἅμα οὖσαι διαφέρουσιν ἀλλήλων, αἱ μὲν καὶ τῷ εἴδει, εἰ τὸ μὲν φέροιτο τὸ δὲ αὔξοιτο τὸ δὲ ἀλλοιοῖτο, αἱ δὲ τῷ ἀριθμῷ μόνον, εἰ πλείω ἅμα φέροιτο ἢ αὔξοιτο ἢ ἀλλοιοῖτο· ἡ γὰρ κίνησις ἐν τῷ κινουμένῳ. ὥστε ὅσα τὰ κινούμενα, τοσαῦται καὶ αἱ κινήσεις. ὁ μέντοι χρόνος πανταχοῦ ὁ αὐτός ἐστι κατά τι τοῦ ταὐτοῦ σημαινόμενον, καὶ οὐ διαφέρει χρόνος χρόνου. οὐδὲ γὰρ ἡ διαφορὰ ἐκείνων, παρʼ οἷς ἐστιν ὁ χρόνος, εἴτε κατʼ εἶδός ἐστιν εἴτε κατʼ ἀριθμόν, τοῦ χρόνου διαφορά ἐστι — καὶ γὰρ τὰ ἐν Ἀθήναις καὶ τὰ ἐν Κορίνθῳ ἐν τῷ αὐτῷ χρόνῳ ἐστί —, διότι οὐχ ὡς ἑκάστου κινουμένου ἰδία τίς ἐστι κίνησις, οὕτως ἑκάστης κινήσεως ἀφωρισμένης ἀριθμός ἐστιν ὁ χρόνος, ἀλλὰ πασῶν ὡς μιᾶς. ἓν γὰρ καὶ ταὐτὸν ἐν πάσαις ταῖς ἅμα γινομέναις τὸ πρότερόν τε καὶ ὕστερον καθὸ τοιοῦτον. οὐ γὰρ καθὸ ἡ μὲν ἐν τῷδέ ἐστιν ἡ δὲ ἐν τῷδε, οὐδὲ καθὸ ἡ μὲν φορά ἐστιν ἡ δὲ αὔξησις ἡ δὲ ἀλλοίωσις τὸ πρότερον καὶ ὕστερον ἔχουσιν, ἀλλὰ κατὰ τὸ κοινὸν καθὸ κίνησις. διὸ καὶ ὁμήλικα λέγεται, ὅτι ἅμα ἐν τῷ αὐτῷ χρόνῳ ἐστίν, ὥσπερ καὶ πεντὰς ἡ αὐτή, κἂν τὰ ἐν οἷς ᾖ διαφέρῃ. μόνη δὲ διαφορὰ κατὰ χρόνον ἐστὶ παρὰ τὴν τῶν νῦν ἑτερότητα. ἐν γὰρ τῇ τούτων λήψει τῷ χρόνῳ τὸ εἶναί ἐστιν, ὅταν τὸ μὲν πρότερον ληφθῇ, τὸ δὲ ὕστερον. εἰ δὲ ἡ ἐν τῷ νῦν διαφορὰ τὴν ἐν χρόνῳ διαφορὰν ποιεῖ, ἔσται καὶ ἡ ἐν χρόνῳ διαφορὰ κατὰ τὸ πρότερον καὶ ὕστερον μόνον, τοῦ δὲ ἅμα ὄντος χρόνου οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον· ὥστε οὐδὲ διαφέρει ὁ ἅμα ὢν χρόνος.

Πρὸς δὴ ταῦτα ἀπορῶν τις ἂν οἶμαι λέγοι, ὅτι εἰ μὲν ἦν ὁ χρόνος ἀριθμὸς ὡς ἀριθμῶν, τάχα ἂν ἦν εἷς καὶ ὁ αὐτός· ἐπεὶ δὲ ὡς ἀριθμούμενος, οὗτος δέ ἐστιν ὁ ἤδη καταταχθεὶς καὶ ἐν μεθέξει γεγονώς, πῶς <!-- 9.721 -->οἷόν τε τὸν αὐτὸν εἶναι. εἰ δὲ κατὰ τὸ κοινὸν καθὸ χρόνος, διὰ τί μὴ καὶ ἡ κίνησις καθὸ κίνησις ἡ αὐτὴ ἂν εἴη; εἰ δὲ καὶ ἡ κίνησις καὶ τὸ ἄλλο καὶ ἄλλο ἔχει καὶ τὸ κοινόν, πρῶτον μὲν τί τὸ κοινὸν λεγέτωσαν οἱ τὰ κοινὰ ἢ οὐδὲν ἢ ὕστερον λέγοντες. ἔπειτα διὰ τί μὴ καὶ χρόνος ὁ μὲν κοινός, ὁ δὲ ἴδιος; λύοι δʼ ἄν τις τὴν ἀπορίαν οἶμαι λέγων, ὅτι οὐ πάσης κινήσεως ἀριθμός ἐστιν ὡς ἀριθμητὸς ὁ χρόνος κατὰ ταύτην τὴν ὑπόθεσιν οἷον καὶ τῆς ἐμῆς βαδίσεως καὶ τῆς σῆς λευκάνσεως. ἐπεὶ οὕτω γε οὐκ ἂν ἦν ἀδιάφορος οὐδὲ ἅμα καθʼ ἓν νῦν ἀφοριζόμενος ὁ χρόνος. ἀλλὰ τῆς πρώτης καὶ ἁπλῆς τοῦ οὐρανοῦ κινήσεως ἀριθμητὸν ὁ χρόνος ὢν κατὰ τὸ ἐκείνης πρότερον καὶ ὕστερον ἀριθμεῖ τὰ ἐν ταῖς διαφόροις κινήσεσι πρότερα καὶ ὕστερα καθʼ ἓν τὸ οἰκεῖον νῦν. διὸ καὶ ἅμα πανταχοῦ ὁ αὐτὸς χρόνος. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης προϊὼν τὸ νῦν οὐκ ἀριθμητὸν μόνον ἀλλὰ καὶ ἀριθμοῦν θήσεται, ὅταν λέγῃ “ᾗ μὲν οὖν πέρας τὸ νῦν, οὐ χρόνος, ἀλλὰ συμβέβηκεν· ᾗ δὲ ἀριθμεῖ”. καὶ εἰ τοῦτο οὕτως ἔχει, καθὸ μὲν ἀριθμεῖ ἀδιάφορος ἔσται, καθὸ δὲ ἀριθμεῖται διάφορος. μήποτε δὲ συμφωνότερον τῷ Ἀριστοτέλει λέξομεν, ὅτι αἱ διάφοροι κινήσεις κἂν καθὸ κινήσεις τοιαίδε διαφέρωσιν ἀλλήλων ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ, ἀλλὰ τό γε κοινὸν τῆς κινήσεως τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον καὶ κατατεταγμένον, καθʼ ὃ τὸ πρότερον αὐτῶν καὶ ὕστερον τὸ κατὰ τὴν τοῦ εἶναι παράτασιν λαμβανόμενον καθʼ ὃ καὶ ὁ χρόνος ἀφορίζεται, ἓν καὶ τὸ αὐτό ἐστι πανταχοῦ. τὸ γὰρ πρότερον τῆς ἐμῆς βαδίσεως καὶ τῆς σῆς λευκάνσεως ὡς κινήσεως εἰ ἅμα εἴη, ἐν τῷ αὐτῷ νῦν ἔσται. ὁμοίως δὲ καὶ τὸ ὕστερον ἐν τῷ αὐτῷ τῷδε τῷ κατὰ τὸ πέρας τοῦ βιβλίου δηλουμένῳ. κἂν γὰρ μὴ ἐξῃρημένον που καθʼ αὑτὸ ᾖ τὸ κοινὸν τῆς κινήσεως, ἀλλὰ κατατεταγμένον, φυλάττον γε ὅμως τὴν κοινότητα, πανταχοῦ τὸ αὐτό ἐστι. κατʼ ἐκεῖνο γὰρ οὐδὲ εἰς ἀριθμὸν οὔπω διῄρηνται αἱ κινήσεις.

Τὸ γὰρ νῦν τὸ αὐτὸ ὅ ποτε ἦν ἕως τοῦ ἔστι δὲ ὡς οὐ τὸ αὐτό· καὶ γὰρ καὶ τὸ φερόμενον.

Εἰπὼν ὅτι καὶ κοινωνεῖ τῇ κινήσει ὁ χρόνος τῷ γίνεσθαι καὶ φθείρεσθαι καὶ αὖ πάλιν διαφέρει, ὅτι αἱ μὲν κινήσεις διαφέρουσιν ἀλλήλων, “ὁ δὲ ἅμα πᾶς χρόνος ὁ αὐτός”, αἰτίαν τούτου φησὶ τὸ τὸ νῦν τὸ αὐτὸ εἶναι τῷ ὑποκειμένῳ — τοῦτο γὰρ σημαίνει τὸ ὅ ποτε ἦν· ὡς γὰρ ἐπὶ τοῦ προτέρου καὶ ὑστέρου ἔλεγεν, ὅτι “ὃ μέν ποτε ὂν κίνησίς ἐστι”, τὸ δὲ εἶναι αὐτῷ ἄλλο καὶ οὐ κίνησις, οὕτω καὶ περὶ τοῦ νῦν εἶπεν, ὅτι τῷ μὲν ὑποκειμένῳ ἕν τι καὶ ταὐτόν ἐστι, τῷ δὲ λόγῳ διάφορον, καθόσον τὸ μὲν πρότερόν ἐστι τὸ δὲ ὕστερον· κατὰ τοῦτο δὲ τὸ πρότερον καὶ ὕστερον <!-- 9.722 -->τὸ εἶναι ἔχει καὶ μέτρον χρόνου ἐστὶ τὸ νῦν, καθʼ ὃ μετρεῖται ὁ χρόνος ὡς ἄλλο καὶ ἄλλο ὄν, ὥσπερ κατὰ τὴν μονάδα μετρεῖται ὁ ἀριθμός. εἰκότως οὖν καὶ ἡ τοῦ χρόνου διαφορὰ καὶ ταυτότης κατὰ τὴν τῶν νῦν διαφορὰν καὶ ταυτότητα λαμβάνεται. καὶ ὁ αὐτὸς μὲν ἔσται χρόνος ὁ ἀπὸ τῶν ἀδιαφόρως λαμβανομένων νῦν ὁριζόμενος, κἂν ἐν διαφόροις ᾖ κινήσεσιν, οἷον ἡ αὐτὴ σήμερον ἡμέρα, ἐν ᾗ τὸ μὲν αὔξεται, τὸ δὲ λευκαίνεται, τὸ δὲ περιπατεῖ, τὰ αὐτὰ νῦν ἔχουσα τό τε ἐν ἀρχῇ καὶ τὸ ἐν τῷ τέλει. ἐὰν δὲ διαφέροντα ληφθῇ τὰ νῦν τῷ τὰ μὲν πρότερα εἶναι, τὰ δὲ ὕστερα, διάφορος ἂν εἴη καὶ ὁ χρόνος. ὁ οὖν ἅμα ὢν χρόνος ὑπὸ τῶν αὐτῶν καὶ ἀδιαφόρων νῦν ὁριζόμενος, οὐκ ἂν διαφέροι.

Ἀσάφειαν δὲ μικρὰν ἡ λέξις ἔχειν δοκεῖ τοῦ Ἀριστοτέλους παρὰ τὴν ἑαυτοῦ συνήθειαν τὸ αὐτὸ διαφόρως ἑρμηνεύσαντος ἢ μᾶλλον τὸ πρότερον διὰ τοῦ ἐφεξῆς σαφηνίζοντος. εἰπὼν γὰρ τὸ γὰρ νῦν τὸ αὐτὸ ὅ ποτε ἦν· τὸ δὲ εἶναι αὐτῷ ἕτερον εἶτα ἐπαγαγὼν ὅτι τὸ νῦν τὸν χρόνον μετρεῖ, καθὸ πρότερον καὶ ὕστερον, βουλόμενος σαφηνίσαι πῶς ἕτερον τὸ νῦν, πάλιν τὸ διαιρετικὸν ὅλον τέθεικεν εἰπὼν τὸ δὲ νῦν ἔστι μὲν ὡς τὸ αὐτό, ἔστι δὲ ὡς οὐ τὸ αὐτό. ᾗ μὲν γὰρ ἐν ἄλλῳ καὶ ἄλλῳ ἕτερον, τοῦτο δὲ ἦν αὐτῷ πρώτῳ καὶ ὑστέρῳ λέγειν· εἶτα πάλιν ἐπήγαγεν ὃ δέ ποτε ὂν τὸ νῦν ἐστι, τὸ αὐτό, ὅπερ ταὐτόν ἐστι τῷ τὸ γὰρ νῦν τὸ αὐτὸ ὅ ποτε ἦν. οὐκ ὂν δὲ ἀναμφίλεκτον οἶμαι τοῦτο τὸ νῦν ταὐτὸν μὲν εἶναι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερον κατὰ τὸ ἐν ἄλλῳ καὶ ἄλλῳ λαμβανόμενον πρότερον καὶ ὕστερον γίνεσθαι, κατασκευάζειν πειρᾶται διὰ τῆς πρὸς τὰ σύστοιχα αὐτῷ ἀκολουθίας· ἀκολουθεῖν μὲν γὰρ ἐλέγετο πρότερον τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ δὲ κινήσει ὁ χρόνος, διότι ὅσον τὸ μέγεθος τὸ ἐφʼ οὗ ἡ κίνησις, τοσαύτη ἡ κίνησις, ὅση δὲ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος τὸ ἀριθμητὸν ὢν τῆς κινήσεως. τούτων δὲ ἀκολουθούντων ἀκολουθήσει καὶ τὰ τούτων γεννητικὰ ἀλλήλοις. ἔστι δὲ τοῦ μὲν μεγέθους ἡ στιγμὴ γεννητική, εἴ γε ἡ γραμμὴ ῥύσις στιγμῆς, καὶ πρῶτον μέγεθος ἡ γραμμή, τῆς δὲ κινήσεως τὸ φερόμενον ποιητικὸν καὶ τοῦ χρόνου τὸ νῦν. ὡς οὖν ἡ αὐτὴ στιγμὴ ῥυϊσκομένη ποιεῖ τὸ μέγεθος, ἀλλʼ οὐ παρατιθεμένη πρὸς ἄλλην στιγμήν, καὶ τὸ αὐτὸ φερόμενον ποιεῖ τὴν κίνησιν, οὕτω καὶ τὸ νῦν τὸ αὐτὸ ὂν κατὰ τὸ ὑποκείμενον τῷ πρότερον καὶ ὕστερον ἀριθμούμενον λαμβάνεσθαι τὸν χρόνον ὁρίζει τε καὶ ποιεῖ.

Ὅτι δὲ οὕτως ἔχει τὸ νῦν ἀπὸ τοῦ ἐναργεστέρου κατασκευάζει τοῦ κινουμένου, καὶ ὅτι μὲν ἐναργέστερον τοῦτο ὑπέμνησε διὰ τοῦ καὶ τὴν <!-- 9.723 -->κίνησιν ἡμᾶς τούτῳ γνωρίζειν καὶ τὸ πρότερον ἐν αὐτῇ καὶ ὕστερον. τῷ γὰρ φερόμενον κατʼ ἄλλο καὶ ἄλλο τοῦ ὑποκειμένου γίνεσθαι μέρος καὶ τὴν κίνησιν γνωρίζομεν καὶ τὸ πρότερον καὶ ὕστερον τό τε ἐν τῇ κινήσει καὶ τὸ ἐν τῷ χρόνῳ. ὅτι δὲ τὸ αὐτὸ τῷ ὑποκειμένῳ ἐστὶ τὸ κινούμενον ὡς ἐναργὲς λαμβάνει, ὅτι ἢ στιγμή ἐστιν ἢ λίθος ἤ τι ἄλλο τοιοῦτον. καὶ ὅτι μὲν ὁ λίθος ὁ αὐτός ἐστι, πρόδηλον, κἂν ἄλλοτε ἐν ἄλλῳ γίνηται τόπῳ. ὅτι δὲ καὶ ἡ στιγμὴ ἡ αὐτὴ ἐν τῇ ῥύσει, δῆλον εἴπερ συνεχές ἐστι τὸ γινόμενον καὶ οὐ κατὰ ἐπαφὴν στιγμῶν συνίσταται. ἀλλὰ τῷ προτέρῳ μένοντι συνυφαίνεται τὸ ἐφεξῆς κατὰ τὴν τῆς μιᾶς στιγμῆς ῥύσιν. τῷ δὲ λόγῳ διαφέρει ὁ φερόμενος λίθος τῷ κατʼ ἄλλο καὶ ἄλλο τοῦ μεγέθους ἐφʼ οὗ φέρεται γίνεσθαι· ὅτι δὲ διαφορά τις αὕτη δοκεῖ, καὶ ἐκ τῶν σοφιστικῶν λόγων κατασκευάζει, οἵτινες τὴν διαφορὰν ταύτην ἐπὶ τὸ ὑποκείμενον μεταφέροντες ἄτοπον ἐδόκουν συνάγειν τὸ τὸ αὐτὸ ὂν ἕτερον ἑαυτοῦ γίνεσθαι· ἔλεγον γάρ “ὁ αὐτὸς ὢν Κορίσκος ποτὲ μὲν ἐν ἀγορᾷ ποτὲ δὲ ἐν Λυκείῳ γίνεται· ὁ ποτὲ μὲν ἐν ἀγορᾷ ποτὲ δὲ ἐν Λυκείῳ γινόμενος ἕτερος ἑαυτοῦ γίνεται” οὐ φυλάξαντες τὸ ἕτερον καθὸ ἕτερον ἐλήφθη, ἀλλὰ τὸ κατὰ συμβεβηκὸς ἕτερον εἰς τὸ οὐσιῶδες μεταγαγόντες. σοφιστικὸν οὖν ἐνεδείξατο εἶναι τὸ νομίζειν, ὅτι ἀκολουθεῖ τῷ τῷ λόγῳ ἕτερον εἶναι τὸ πρότερον καὶ ὕστερον τὸ καὶ τῷ ὑποκειμένῳ εἶναι ἕτερον.

Δείξας δὲ ὅπως τὸ φερόμενον τῷ μὲν ὑποκειμένῳ τὸ αὐτό ἐστι, τῷ δὲ λόγῳ ἕτερον, ὁμοίως ἔχειν φησὶ καὶ τὸ νῦν, εἴπερ ἀκολουθεῖ καὶ τὰ αὐτὰ πάσχει τῇ μὲν κινήσεις ὁ χρόνος, ὡς εἴρηται πρότερον, τῷ δὲ κινουμένῳ τὸ νῦν. τὴν δὲ ὁμοιότητα καὶ ταυτότητα τούτων δηλοῖ τὸ καὶ τὸ νῦν τῷ φερομένῳ, καὶ οὐκ ἄλλῳ γνωρίζομεν τὸ πρότερον καὶ ὕστερον ἐν τῇ κινήσει. “οὐ γὰρ ἂν διεκρίθη ταῦτα μένοντος τοῦ φερομένου, ἀλλʼ ἐπειδὴ τὸ φερόμενον ποτὲ μὲν κατὰ τὸν πρότερον γίνεται τρόπον, ποτὲ δὲ κατὰ τὸν ὕστερον, διὰ τοῦτο καὶ τῆς κινήσεως γίνεται τὸ μὲν πρότερον, τὸ δʼ ὕστερον”. καθόσον δὲ ἀριθμητὸν τὸ πρότερον τοῦτο καὶ ὕστερον, κατὰ τοσοῦτον, φησί, νῦν δείκνυται. καὶ δῆλον ὅτι πάλιν κατά γε τὴν ἐμὴν ἐκεῖνο τὸ πρότερον τῆς κινήσεως ληπτέον οὐ τὸ κατὰ τὴν θέσιν, ἀλλὰ τὸ κατὰ τὴν τοῦ εἶναι παράτασιν, ὥστε καὶ τὸ νῦν τῷ μὲν ὑποκειμένῳ ταὐτόν ἐστι, τῷ λόγῳ δὲ ἕτερον. τὸ γὰρ ἀριθμητὸν αὐτὸ εἶναι καὶ ὡς ἄλλο καὶ ἄλλο διαλαμβάνεσθαι δίδωσιν αὐτῷ τὴν κατὰ τὸν λόγον διαφοράν.

Καὶ ὁ Εὔδημος δὲ τὰ αὐτὰ περὶ τοῦ νῦν ἐν τῷ τρίτῳ τῶν Φυσικῶν φησι γράφων οὕτως· “εἰ δὲ νοήσαιμεν φερομένην στιγμήν, τῷ δὲ ἐν ἄλλῳ <!-- 9.724 -->καὶ ἄλλῳ τῆς γραμμῆς γίνεσθαι καὶ αὐτὴν ἄλλο καὶ ἄλλο γινομένην, οὕτω δὲ οἰηθείημεν καὶ περὶ τὸ νῦν ἔχειν, τὸ μὲν ὑποκείμενον, ὁτιδήποτε δεῖ νοῆσαι αὐτό, διαμενεῖ τὸ αὐτό, ἐν ἄλλῳ δὲ καὶ ἄλλῳ γινόμενον ἕτερον καὶ ἕτερον ἔσται. ὥστε εἶναι κατὰ μὲν τὸ ὑποκείμενον, ὃ δήποτέ ἐστι, ταὐτό, τῷ δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ γίνεσθαι ἕτερον. ᾗ δὴ πρότερον καὶ ὕστερον γίνεται τὸ νῦν, ταύτῃ ἕτερον, ταύτῃ δὲ καὶ ἀριθμὸς ὁ χρόνος. ὥστε ὅταν μὲν τὰ νῦν ᾖ τὰ αὐτά, καὶ ὁ ἀριθμὸς καὶ ὁ χρόνος ὁ αὐτὸς ἔσται· ὅταν δὲ ἕτερα, καὶ τὰ λοιπὰ ἕτερα”.

Δείξας δὲ τὴν τοῦ νῦν πρὸς τὸ κινούμενον ἀκολουθίαν ἐκ τοῦ προτέρου καὶ ὑστέρου δείκνυσι καὶ ἐκ τοῦ γνώριμα ἄμφω κατὰ ταῦτα εἶναι, τὴν μὲν κίνησιν κατὰ τὸ κινούμενον, τὸν δὲ χρόνον κατὰ τὸ νῦν. γνωρίζεται γὰρ ἡ κίνησις διὰ τὸ κινούμενον καὶ ὁ χρόνος διὰ τὸ νῦν· τοῦτο γὰρ δοκεῖ μόνον ἐν ὑπάρξει τοῦ χρόνου εἶναι. διὰ τί δὲ γνωριμώτερον τῆς φορᾶς τὸ φερόμενον, ἐδήλωσεν εἰπών, τόδε γάρ τι τὸ φερόμενον, ἡ δὲ κίνησις οὔ. οὐσία γὰρ καὶ ὑφεστὼς ἅμα ὅλον τὸ φερόμενον, ἡ δὲ κίνησις συμβεβηκὸς καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει· ἐν γὰρ τῇ τοῦ κινουμένου μεταβάσει ἡ κίνησις ὑφέστηκεν. εἰπὼν δὲ καὶ γὰρ ἡ κίνησις διὰ τὸ κινούμενον ἐπήγαγε καὶ ἡ φορὰ διὰ τὸ φερόμενον, οὐχ ὅτι ἡ φορὰ οὐκ ἔστι κίνησις, ἀλλʼ ὅτι ἐπὶ τῆς φορᾶς προφανέστερόν ἐστι τὸ ἀπὸ τοῦ φερομένου γνωρίζεσθαι τὴν φοράν. κἂν γὰρ ἡ ἀλλοίωσις ἀπὸ τοῦ ἀλλοιουμένου καὶ ἡ αὔξησις ἀπὸ τοῦ αὐξομένου ὡς οὐσίας καὶ τούτων ὄντων γνωρίζεται, ἀλλὰ μᾶλλον καὶ ἡ φορὰ ἀπὸ τοῦ φερομένου, ἐπειδὴ προφανεστέρα ἐστὶν ἡ φορὰ τῶν ἄλλων κινήσεων. εἶτα λοιπὸν ἐκ τῶν εἰρημένων συμπεραινόμενος λέγει ἔστι μὲν οὖν ὡς τὸ αὐτὸ νῦν, ἔστι δʼ ὡς οὐ τὸ αὐτό. καὶ γὰρ τὸ φερόμενον. διὰ γὰρ τὴν πρὸς τὸ φερόμενον ἀκολουθίαν καὶ διὰ τὸ ἐξ ἐκείνου τὸ εἶναι ἔχειν καὶ τὸ νῦν τὸ αὐτὸ καὶ ἕτερόν ἐστιν. ἐν δὴ τούτοις ἐπιστάσεως ἄξιον εἶναί μοι δοκεῖ, πῶς τὸ πρότερον καὶ ὕστερον τῷ ὑποκειμένῳ τὸ αὐτό φησιν εἶναι. πῶς γὰρ τὸ παρεληλυθὸς τῷ ἐνεστηκότι καὶ τὸ μηκέτι ὂν τῷ ὄντι; τὸ μὲν γὰρ φερόμενον καὶ ἄλλοτε ἀλλαχοῦ γινόμενον ἅτε ὑπομένον ἐν τῷ εἶναι ἀληθὲς εἰπεῖν ὅτι τῷ ὑποκειμένῳ τὸ αὐτό ἐστιν; ἡ δὲ κίνησις καὶ ὁ χρόνος καὶ ὅλως ὅσα ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει πῶς ἂν εἴη τὰ αὐτὰ τῷ ὑποκειμένῳ; τῇ μὲν γὰρ στιγμῇ τοῦτο ἐνορᾶν οὐδὲν κωλύει· κατὰ γὰρ τὴν ταύτης ῥύσιν ὑφιστάμενον τὸ μέγεθος ὑπομένει ὅλον καὶ οὐκ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὥσπερ ὁ χρόνος. πῶς δὲ τῷ φερομένῳ καὶ τῇ στιγμῇ <!-- 9.725 -->τὸ νῦν ἀκολουθεῖ κατʼ ἐκεῖνα καὶ ἀπʼ ἐκείνων τοῦτο ἔδειξε τοσαύτης οὔσης αὐτῶν τῆς διαφορᾶς, ὡς τὰ μὲν ὑπομένειν, τὰ δὲ μὴ ὑπομένειν; πῶς οὖν τὸ μὴ ὑπομένον τῷ ὑπομένοντι ὁμοίως ἂν ἔχοι τὸ τῷ ὑποκειμένῳ τὸ αὐτὸ εἶναι; δεύτερον δὲ ἀξιῶ ζητεῖν, τριῶν τούτων ὄντων μεγέθους κινήσεως χρόνου ἀκολουθούντων ἀλλήλοις, ὥς φησι, καὶ τοῦ μὲν μεγέθους ὑπὸ στιγμῶν περατουμένου, τοῦ δὲ χρόνου ὑπὸ τοῦ νῦν, τί ἂν εἴη τούτοις ἀνάλογον ἐν τῇ κινήσει, τῇ τε στιγμῇ φημι καὶ τῷ νῦν; πέρας γὰρ εἶναι κινήσεως ἄλλο, οὐ τὸ κινούμενον χρή. ποίαν γὰρ ἔχει τοῦτο πρὸς τὸ νῦν καὶ τὴν στιγμὴν ἀκολουθίαν; μήποτε οὖν πρὸς μὲν τὸ πρῶτον τῶν ἀπορηθέντων ῥητέον, ὅτι τὰ νῦν ἀλλήλων κατʼ οὐδὲν διαφέρει πλὴν τῷ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον εἶναι, ἐπεὶ οὔτε γένει οὔτε εἴδει, ἀλλʼ οὔτε ἀριθμῷ, ὥσπερ οὐδὲ μονὰς μονάδος. τὰ γὰρ ἀριθμῷ διαφέροντα, ὡς καὶ πρότερον εἴρηται, συμβεβηκόσι διαφέρουσί τισιν, ὡς Πλάτων Σωκράτους. ἴσως οὖν διὰ τὸ κατὰ μηδένα τρόπον διαφορᾶς διαφέρειν τὸ αὐτὸ τῷ ὑποκειμένῳ εἴρηται. ἀλλʼ ἡ ὁμοιότης βίαιος δοκεῖ ἡ πρὸς στιγμὴν καὶ λίθον, τῶν μὲν ὑπομενόντων, τῶν δὲ ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἐχόντων. ἐὰν οὖν πρὸς ταύτην τὴν ἀναλογίαν μὴ ἀκριβολογώμεθα, ἄμεινον οἶμαι λέγειν, ὅτι τὸ τῷ ὑποκειμένῳ ταὐτὸν τῷ τῷ εἴδει ταὐτὸν σημαίνει. καὶ γὰρ αὐτὸς ὀλίγον προελθὼν ἐρεῖ, ὅτι ὥσπερ ἡ κίνησις τῷ εἴδει ἡ αὐτὴ τῷ πάλιν καὶ πάλιν, οὕτω καὶ ὁ χρόνος. τὸ δὲ οὕτως τῷ εἴδει τὸ αὐτὸ ὡς κατὰ μηδὲν εἶναι διάφορον, καὶ τῷ ἀριθμῷ πως τὸ αὐτὸ δοκεῖ, ὡς καὶ ἐπὶ τῶν μονάδων εἴρηται πρότερον. καὶ μετʼ ὀλίγον τὸν Εὔδημον μάρτυρα παραθήσομαι. διόπερ οὐδὲ πάνυ δοκεῖ σκληρὰ ἡ πρὸς τὴν στιγμὴν καὶ τὸ φερόμενον ὁμοιότης τοῦ νῦν. πρὸς δὲ τὸ δεύτερον τῶν ζητηθέντων ῥητέον, ὅτι τὸ κίνημα πέρας ἐστὶ κινήσεως, οὐ μέντοι οὔτε ἀρχὴ κινήσεως οὔτε αἰτία. ὡς αἴτια οὖν τήν τε στιγμὴν καὶ τὸ νῦν ὑποτιθέμενος, τὸ μὲν τῆς γραμμῆς, τὸ δὲ τοῦ χρόνου, εἰκότως τούτοις ἀνάλογον τὸ φερόμενον ἔλαβεν.

Φανερὸν δὲ καὶ ὅτι εἴτε χρόνος μὴ εἴη ἕως τοῦ οἷον μονὰς ἀριθμοῦ.

Εἰπὼν πῶς ἔχει τὸ νῦν πρὸς τὸν χρόνον, ὅτι ὡς τὸ φερόμενον πρὸς τὴν φοράν, καὶ ὅτι γνωριμώτερόν ἐστι τὸ νῦν τοῦ χρόνου, νῦν καὶ τὴν συνύπαρξιν αὐτῶν ἀποδείκνυσι κατὰ τὴν ὁμοιότητα πάλιν τὴν πρὸς τὸ φερόμενον καὶ τὴν φοράν. ὥσπερ γάρ, φησί, τὸ φερόμενον καὶ ἡ φορὰ <!-- 9.726 -->ἅμα ἐστίν — ἀδύνατον γὰρ τὸ ἕτερον χωρὶς τοῦ ἑτέρου εἶναι, εἰ τὸ φερόμενον μὴ κατὰ τὴν οὐσίαν, ἀλλὰ καθὸ φέρεται λαμβάνοις —, οὕτως καὶ τὸ νῦν καὶ ὁ χρόνος. καὶ τὴν ἀνάγκην ἔδειξε τῆς ἀκολουθίας ἐκ τῆς πρὸς τὸ φερόμενον καὶ τὴν φορὰν ἀναλογίας. ἔστι γὰρ τοῦ μὲν φερομένου ἀριθμὸς τὸ νῦν, οἷον μονάς τις ὡς ἀδιαίρετον ἐφαρμόζουσα ἀδιαιρέτῳ. τῆς δὲ κινήσεως ὁ χρόνος ἀριθμός. ὡς γὰρ ἡ μονὰς τῷ πάλιν καὶ πάλιν λαμβάνεσθαι ποιεῖ τὸν ἀριθμόν, οὕτω καὶ τὸ νῦν τὸν χρόνον καὶ τὸ φερόμενον τὴν φοράν. ἀριθμὸς δὲ ὁ χρόνος τῆς φορᾶς οὐ καθὸ φορά, ὡς εἴρηται, ἀλλὰ κατὰ τὸ πρότερον καὶ ὕστερον τὸ ἐν αὐτῇ. οὐ γὰρ ὁ αὐτῆς τῆς κινήσεως ἀριθμὸς χρόνος, ἀλλὰ τὸ μεταξὺ διάστημα τοῦ προτέρου καὶ ὑστέρου κατὰ τὸ πάλιν λαμβάνεσθαι τὸ διάστημα ποιούντων. διαφέρει δὲ ἡ μονὰς τοῦ τε φερομένου καὶ τοῦ νῦν, καθόσον ἡ μὲν διωρισμένον ποιεῖ τὸν ἀριθμόν, ἐκεῖνα δὲ συνεχῆ τήν τε κίνησιν καὶ τὸν χρόνον.

Καὶ συνεχής τε δὴ ὁ χρόνος τῷ νῦν ἕως τοῦ αἱ δὲ γραμμαὶ αἱ δύο τῆς μιᾶς μόρια.

Ὅτι καὶ ἡ συνέχεια τοῦ χρόνου καὶ ἡ διαίρεσις κατὰ τὸ νῦν, δείκνυσι πάλιν ἐκ τῆς πρὸς τὸ φερόμενον καὶ τὴν φορὰν ἀκολουθίας. καὶ γὰρ ἡ κίνησις, ταὐτὸν δὲ εἰπεῖν ἡ φορά, τῷ φερομένῳ γίνεται συνεχὴς καὶ μία καὶ οὐκ ἄλλῳ τινί. τούτῳ δὲ γίνεται μία καὶ συνεχής, ὅτι καὶ τοῦτο ἕν· τὸ ἓν δὲ διχῶς κατά τε τὸ ὑποκείμενον, ὃ πάλιν ὅ ποτε ὂν εἶπεν, οἷον εἰ λίθος εἴη τὸ φερόμενον, καὶ κατʼ αὐτὸ τὸ φερόμενον εἶναι, τουτέστι τῷ λόγῳ τοῦ φερομένου. ἀλλὰ κατὰ μὲν τὸ ὑποκείμενον οὐκ ἔσται τῆς συνεχείας αἴτιον. δύναται γὰρ καὶ διαλείπειν φερόμενον, καὶ μένει μὲν ὅ ἐστι λίθος, οὐ ποιεῖ δὲ συνεχῆ τὴν κίνησιν, ἐπειδὴ κἂν αὐτὸ κυρίως ἓν μένῃ, ἀλλʼ ἡ κίνησις αὐτοῦ διακόπτεται στάσει διαλαμβανομένη. εἰ μέντοι ὡς ἓν κατὰ τὸν λόγον τοῦ φερομένου καὶ ὡς φερόμενον ληφθῇ, τότε αἴτιον γίνεται τοῦ μίαν καὶ συνεχῆ τὴν κίνησιν εἶναι. οὐ μόνον δὲ συνεχῆ τὸν χρόνον ποιεῖ τὸ νῦν κατὰ τὴν πρὸς τὸ φερόμενον ἀκολουθίαν, ἀλλὰ καὶ διαιρεῖ αὐτὸν διορίζον τὸ πρότερον καὶ ὕστερον τῆς κινήσεως· οὕτως γὰρ διαιρεῖται ὁ χρόνος. ἀκολουθεῖ δὲ κατὰ τὸ συνεχίζειν καὶ διορίζειν οὐ μόνον τῷ φερομένῳ, ἀλλὰ καὶ τῇ στιγμῇ κατά τινα τρόπον. καὶ γὰρ ἡ στιγμὴ ὅταν ἡ αὐτὴ ληφθῇ, τοῦ μὲν ἀρχὴ τοῦ δὲ τελευτή, καὶ συνέχει τὸ μῆκος, εἴπερ ἐν ἑκατέρῳ τῷ μέρει τοῦ μήκους μία καὶ ἡ <!-- 9.727 -->αὐτὴ λαμβάνοιτο, καὶ διαιρεῖ μέντοι αὐτό. κατὰ γὰρ σημεῖον ἡ διαίρεσις τοῦ μήκους γίνεται. ὁμοίως δὲ καὶ τὸ νῦν καὶ συνέχει καὶ διαιρεῖ τὸν χρόνον. κατά γε οὖν τὸ συνέχειν καὶ διαιρεῖν ἁπλῶς ἀκολουθεῖ καὶ τῇ στιγμῇ, καθόσον δὲ ἡ αὐτὴ στιγμὴ ἀρχὴ καὶ τελευτή ἐστιν, ὡς δυσὶ χρώμεθα τῇ μιᾷ. καὶ ἀνάγκη ἵστασθαι ἐν μιᾷ στιγμῇ δὶς λαμβανομένῃ ποτὲ μὲν ὡς πέρατι ποτὲ δὲ ὡς ἀρχῇ. ὑπομένει γὰρ καὶ ἐν θέσει τὸ εἶναι αὐτῆς. τὸ δὲ φερόμενον οὐκ ἔστι δὶς λαβεῖν· ἀεὶ γὰρ ἄλλο καὶ ἄλλο. ἄλλο δὲ οὐχ ὅτι ἕτερον ἑαυτοῦ, ἀλλʼ ὅτι ἄλλο ἐν ἄλλῳ καὶ ἄλλῳ. εἰ γὰρ ἐν ταὐτῷ δίς, ἀνάγκη στῆναι· κινεῖσθαι δὲ ὑπόκειται συνεχῶς· οὕτω δὲ καὶ τὸ νῦν οὐκ ἔσται δὶς λαβεῖν. πῶς οὖν τῷ ἀριθμεῖσθαι τὸ νῦν ὁ χρόνος; ἢ οὐχ ὡς τὸ αὐτὸ σημεῖον δὶς ὡς ἀρχήν τε καὶ τελευτήν, ἀλλʼ εἴπερ ἄρα, ὡς τὰ δύο πέρατα τῆς γραμμῆς τοδὶ καὶ τοδί. ταῦτα δὲ ὁρίζει τὸ μεταξὺ διάστημα τῆς γραμμῆς ἕτερον καὶ ἕτερον ὄντα. οὕτω δὲ καὶ τὰ νῦν ἀριθμεῖται ὡς ἄλλο καὶ ἄλλο, τὸ μὲν πρότερον τὸ δὲ ὕστερον. δὶς δὲ τοῦτο λαβεῖν ἀμήχανον· σταίη γὰρ ἂν ὁ χρόνος· τοῦτο δὲ ἀμήχανον. τὴν μέντοι στιγμὴν δὶς λαβεῖν οὐδὲν ἄτοπον θέσιν ἔχουσαν καὶ ὑπομένουσαν. τὸ δὲ νῦν οὐχ ὑπομένει ὥστε δὶς ληφθῆναι. δῆλον δὲ ὅτι εἰ ὡς πέρας καὶ ἀρχὴ λαμβάνοιτο ἡ στιγμή, διῄρηται κατʼ αὐτὴν ἡ γραμμή· διῃρημένη δὲ οὐκέτι συνεχής· ὥστε οὐδʼ ἡ ἐπʼ αὐτῆς κίνησις συνεχής. ὁ δὲ χρόνος συνεχής, ἐπειδὴ καὶ ἡ κίνησις συνεχής. ἀριθμὸς οὖν τοῦ νῦν ὁ χρόνος οὔτε ὡς τοῦ αὐτοῦ νῦν δὶς λαμβανομένου, ὥσπερ τῆς στιγμῆς τῆς δὶς λαμβανομένης, ἀλλʼ ὡς ἐκείνης τῆς ἄλλης καὶ ἄλλης τῆς μὲν ὡς ἀρχῆς τῆς δὲ ὡς πέρατος· καὶ οὐδὲ οὕτως ἀρχὴ καὶ πέρας, ὡς τὰ μέρη λέγεται πολλάκις τό τε πρῶτον καὶ τὸ ἔσχατον. καὶ ὅτι μὲν οὐ τῇ δὶς λαμβανομένῃ στιγμῇ ἔοικε τὰ νῦν, ἔδειξε διὰ τοῦ τῇ γὰρ μέσῃ στιγμῇ ὡς δυσὶ χρήσεται, ὥστε ἠρεμεῖν συμβήσεται. εἰ γοῦν μὴ ἠρεμεῖ ὁ χρόνος, οὐχ ὡς ἡ δὶς λαμβανομένη στιγμή ἐστιν ἐν αὐτῷ τὸ νῦν, ἀλλʼ ὡς ἀρχὴ καὶ τελευτή. ὅτι δὲ οὐχ οὕτως ἀρχὴ καὶ τελευτὴ ὡς τὰ μέρη, ἀλλʼ ὡς τὰ πέρατα, ἐφεξῆς πιστοῦται πάλιν ἐκ τῆς πρὸς τὰ σύστοιχα αὐτοῦ ὁμοιότητος. ὥστε τὸ μὲν διά τε τὸ εἰρημένον καὶ τὸ ἑξῆς αἰτιολογικὸν ἀποδεδόσθαι πρὸς τὸ οὐχ ὡς τῆς αὐτῆς στιγμῆς, ὅτι ἀρχὴ καὶ τελευτή, ἀλλʼ ὡς τὰ ἔσχατα τῆς αὐτῆς μᾶλλον, τὸ δὲ καὶ ἔτι φανερὸν ὅτι οὐδὲν μόριον καὶ τὰ ἑξῆς πρὸς τὸ καὶ οὐχ ὡς τὰ μέρη.

Καὶ εἰ μὲν οὕτως εἴη γεγραμμένον, ὡς Ἀλέξανδρός τε καὶ Ἀσπάσιος <!-- 9.728 -->γράφουσι καὶ ἔτι φανερὸν ὅτι οὐδὲν μέρος ὁ χρόνος τῆς κινήσεως, ὥσπερ οὐδὲ ἡ στιγμὴ τῆς γραμμῆς, χρόνον, φασί, λέγει τὸ νῦν, ὃ οὔτε τῆς κινήσεως οὔτε τοῦ χρόνου μόριον αὐτοῦ ἐστι· πέρας γὰρ αὐτοῦ, τὸ δὲ πέρας οὐ μέρος· οὐδὲ γὰρ τὸ σημεῖον μέρος τῆς γραμμῆς, γραμμῆς γὰρ μέρος γραμμή. οὕτω μὲν ὁ Ἀλέξανδρος. ὁ δὲ Ἀσπάσιος “ὁ χρόνος, φησίν, οὐκ ἔστι μόριον τῆς κινήσεως διότι ἀριθμεῖ μὲν αὐτὴν κατὰ τὸ νῦν, τοῦτο δὲ πέρας ἐστὶ τῆς κινήσεως, μέρος δὲ οὔ”. πῶς δὲ τὸ νῦν πέρας ἂν λέγοιτο κινήσεως; ὧν γὰρ ἄλλη ἡ ὑπόστασις, τούτων καὶ τὰ πέρατα ἄλλα. εἰ οὖν διαφέρει χρόνος κινήσεως, καὶ τὰ πέρατα αὐτῶν διοίσει. ἀμείνων οὖν οἶμαι ἡ ἐν τοῖς πολλοῖς τῶν ἀντιγράφων φερομένη γραφή, ἣν καὶ ὁ Πορφύριος καὶ ὁ Θεμίστιος εἰδότες φαίνονται ἔχουσαν οὕτως· καὶ ἔτι φανερὸν ὅτι οὐδὲν μόριον τὸ νῦν τοῦ χρόνου οὐδὲ ἡ διαίρεσις τῆς κινήσεως, ὥσπερ οὐδὲ αἱ στιγμαὶ τῆς γραμμῆς· αἱ δὲ γραμμαὶ αἱ δύο τῆς μιᾶς μόρια· γραμμαὶ γὰρ γραμμῆς δηλονότι μόρια, ἀλλʼ οὐχὶ στιγμαί· διαίρεσιν δὲ καλεῖ τὸ πέρας τῆς κινήσεως ὡς κατὰ τοῦτο διαιρουμένης αὐτῆς, ὅπερ ἐν τοῖς περὶ κινήσεως λόγοις κίνημα καλεῖ. εἰπόντος δὲ τοῦ Ἀριστοτέλους ὥστε ὁ χρόνος ἀριθμὸς οὐχ ὡς τῆς αὐτῆς στιγμῆς ὁ Ἀλέξανδρός φησιν, ὅτι χρόνον τὸ νῦν εἴρηκεν. “οὐχ οὕτως οὖν, φησί, τὸ νῦν ἀριθμὸς ὡς ὁ τῆς στιγμῆς ἀριθμός, ὡς ὅταν τὴν μίαν ὡς δύο καὶ δὶς λαμβάνωμεν.” μήποτε δὲ οὐκ ἀνάγκη χρόνον τὸ νῦν ἐκδέχεσθαι, ἀλλὰ τὸ λεγόμενον, ὅτι ἀριθμός ἐστιν ὁ χρόνος, ὡς ἐκ μονάδων τῶν νῦν, οὐχὶ τοῦ αὐτοῦ δὶς λαμβανομένου, ἀλλὰ ἄλλου καὶ ἄλλου.

Ἧι μὲν οὖν πέρας τὸ νῦν, οὐ χρόνος, ἀλλὰ συμβέβηκεν ἕως τοῦ καὶ συνεχής — συνεχοῦς γάρ —, φανερόν.

Εἰπὼν ὅτι τὸ νῦν οὕτως ἐστὶ πέρας ὡς τὰ ἔσχατα τῆς αὐτῆς γραμμῆς σημεῖα, ἐπειδὴ καθʼ αὑτὸ μέν ἐστι τοῦ χρόνου πέρας τὸ νῦν, τῷ δὲ τὸν χρόνον εἶναι ἄλλο μηδὲν ἢ τὸ ἀριθμούμενον τῆς κινήσεως κατὰ τὸ πρότερόν τε καὶ ὕστερον ἅπερ ἦν τὰ νῦν, ἐφιστάνει ὅτι, ὅταν μὲν ὡς ἀριθμούμενον τῆς κινήσεως λαμβάνηται τὸ νῦν, τότε τῆς κινήσεως γίνεται <!-- 9.729 -->πέρας καὶ συμβέβηκεν αὐτῷ τὸ πέρατι εἶναι — τότε δὲ καὶ κατὰ τὸ ὑποκείμενον τὸ νῦν λαμβάνεται, καὶ ἐν ἐκείνῳ μόνῳ ἐστὶν οὗ ἐστι πέρας —, ὅταν δὲ ὡς χρόνου λαμβάνηται πέρας, οὔτε συμβεβηκός ἐστι· καθʼ αὑτὸ γὰρ ὑπάρχει τῷ χρόνῳ. καὶ ἐπειδὴ ἀριθμὸς τὸ νῦν πανταχοῦ, ὁ δὲ πανταχοῦ ὢν ἀριθμὸς ἀριθμῶν ἐστιν — ἡ γὰρ τοὺς δέκα ἵππους μετροῦσα δεκὰς καὶ τοὺς δέκα ἀνθρώπους μετρεῖ —, καὶ τὸ νῦν οὖν ἅμα πανταχοῦ ἐστι, καὶ οὐκ ἐν τῇ κινήσει μόνῃ, ἧς πέρας ἐστὶν οὐχ ὡς νῦν, ἀλλʼ ὡς κίνημα. ζητήσας δὲ ὁ Ἀλέξανδρος, πῶς εἶπεν ἀριθμεῖν τὸ νῦν — οὐ γὰρ ἦν ἀριθμὸς ὁ χρόνος ὡς ἀριθμῶν ἀλλʼ ὡς ἀριθμούμενος —, “ἤτοι, φησίν, ἡ γραφὴ οὐκ ἔστιν ἀριθμεῖ ἀλλʼ ἀριθμεῖται, ἢ ἀριθμεῖται μὲν τὰ νῦν ἐν τῇ κινήσει, ἀριθμεῖ δὲ τὸν χρόνον· κατὰ γὰρ τὰ νῦν ἡ διαίρεσις τοῦ χρόνου, καὶ τούτοις ἀριθμοῦμεν αὐτόν, ὡς εἶναι τὸ νῦν ἀριθμούμενον μὲν ὡς ἐν κινήσει, ἀριθμοῦν δὲ ὡς πρὸς τὸν χρόνον”. ὅτι γὰρ ὡς ἀριθμοῦντα ἀριθμὸν τὸ νῦν λαμβάνει, δηλοῖ λέγων ὁ γὰρ ἀριθμὸς τῶνδε τῶν ἵππων ἡ δεκὰς καὶ ἄλλοθι. δυνατὸν δὲ καὶ τὴν κίνησιν ὑπὸ τοῦ νῦν ἀριθμουμένην ἰδεῖν. εἰ γὰρ ὁ χρόνος ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον, τὸ δὲ πρότερον καὶ ὕστερον τὸ νῦν ἐστι, τῷ νῦν ἀριθμεῖται ἡ κίνησις. ἐπειδὴ δὲ ὁ χρόνος οὐκ ἔστι τὰ νῦν, ἀλλὰ τὸ μεταξὺ τῶν νῦν, ἅπερ ἐστὶν ἀριθμοῦντα, καὶ αὐτὸς ἀριθμούμενος γίνεται. δῆλον δὲ ὅτι καὶ πᾶς ὁ μεθεκτὸς κατὰ τοῦτο ἀριθμεῖν ἂν λέγοιτο οἷον ἡ τῶν ἵππων δεκάς· κατὰ τοῦτον γὰρ ἀριθμοῦνται οἱ ἵπποι. ἀλλʼ ὁ τοιοῦτος οὐκ ἐλέγετο πανταχοῦ εἶναι· οὗτος γὰρ ἦν ὁ ἀριθμητός. εἰ οὖν ἀριθμεῖν λέγοιτο τὸ νῦν, ἐκεῖνο ἂν λέγοιτο τὸ ἀριθμητὸν μὲν τῆς πρώτης κινήσεως, ἀριθμοῦν δὲ τὰς ἄλλας· τοῦτο γὰρ δὴ ἁπανταχοῦ ἐστι. ταῦτα εἰπὼν συμπεραίνεται τὰ εἰρημένα. καὶ ὅτι συνεχής ἐστιν ὁ χρόνος προστίθησι, διότι συνεχοῦς ἐστιν ἀριθμός. ἐν γὰρ τούτῳ ἔχει τὸ εἶναι ὁ χρόνος ἐν τῷ ἀριθμὸς εἶναι κινήσεως. ἡ οὖν τοῦ χρόνου οὐσία παρεκτεινομένη τῇ συνεχείᾳ τῆς ἀριθμουμένης κινήσεως, συνεχὴς ἂν εἴη καὶ αὐτή· μὴ διαλειπούσης γὰρ οὐδὲ αὐτὴ ἂν διαλιμπάνοι. τοῖς γὰρ πέρασι τῆς κινήσεως οὐ καθὸ πέρατα κινήσεως, ἀλλὰ καθὸ πρότερον καὶ ὕστερον ὁριζόμενος ὁ χρόνος, καθὸ καὶ χρόνος ἐστί, συνεχὴς ἂν εἴη καὶ αὐτός.

Ἐλάχιστος δὲ ἀριθμὸς ἕως τοῦ κατὰ μέγεθος δὲ οὐκ ἔστιν.

Εἰπὼν ὅτι καὶ ἀριθμός ἐστιν ὁ χρόνος καὶ συνεχής, βούλεται τὴν δοκοῦσαν ἐν τοῖς εἰρημένοις εἶναι μάχην παραμυθήσασθαι· ὁ μὲν γὰρ ἀριθμὸς διωρισμένον ἐστὶ ποσόν, τὸ δὲ συνεχὲς οὐ διωρισμένον· καὶ ὅπερ αὐτός φησιν “ἐν μὲν ἀριθμῷ ἔστι τι τὸ ἐλάχιστον οἷον ἡ δυάς”. πρῶτος γὰρ <!-- 9.730 -->ἀριθμὸς αὕτη καὶ ἀδιαίρετος εἰς ἀριθμούς. ἐν δὲ συνεχεῖ οὐκ ἔστι τὸ ἐλάχιστον· ἐπʼ ἄπειρον γὰρ τὸ συνεχὲς εἰς συνεχῆ διαιρεῖται. εἰ οὖν ἀριθμὸς μέν ἐστιν ἐλάχιστος, χρόνος δὲ οὐκ ἔστιν ἐλάχιστος, εἴπερ συνεχής, οὐκ ἂν ὁ χρόνος ἀριθμὸς εἴη. τοῦτο οὖν λύων χρῆται τῷ πρότερον εἰρημένῳ, ὅτι ἀριθμὸς ὁ χρόνος οὐχ ὡς τὸ ἀριθμοῦν, ἀλλʼ ὡς τὸ ἀριθμούμενον. διχῶς δὲ λεγομένου τοῦ ἀριθμοῦ ὁ μὲν ἁπλῶς καὶ κυρίως — οὗτος δέ ἐστιν ᾧ ἀριθμοῦμεν, διωρισμένος τέ ἐστι καὶ ἐξ ἀδιαιρέτων σύγκειται τῶν μονάδων. καὶ διὰ τοῦτο ἔστιν ἐν αὐτῷ ὁ ἐλάχιστος —, ὁ δὲ ὡς ἀριθμούμενος οὐχ ἁπλῶς οὗτος οὐδὲ κυρίως λεγόμενος ἀριθμὸς καὶ ἐν συνεχέσιν ὑφέστηκεν· ἀλλʼ ὡς μὲν ἀριθμὸς καὶ οὗτος λαμβανόμενος οἷον δύο γραμμαὶ ἢ δύο ἔτη ἔχει τὸ ἐλάχιστον, ὡς δὲ μέγεθος οὐκέτι· ἔχει γὰρ καὶ τὴν κατὰ μέγεθος ποσότητα ταῦτα καὶ οὐ μόνον τὴν κατʼ ἀριθμόν. ἐφιστάνει δὲ καλῶς ὁ Ἀλέξανδρος ὅτι “ἐλάχιστον ἀριθμὸν τὴν δυάδα εἰπὼν καὶ οὐχὶ τὴν μονάδα, διότι ἡ μονὰς οὔπω ἀριθμός — εἴπερ ἀριθμός ἐστι τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, ἀσύνθετον δὲ ἡ μονάς —, γραμμὴν ὅμως μίαν καὶ χρόνον ἕνα ὡς ἐλάχιστα κατʼ ἀριθμὸν δυνάμενα λέγεσθαι ἔλαβε· τοῦτο δὲ ἢ κοινότερόν φησι, διότι μὴ περὶ τούτων ὁ λόγος προέκειτο νῦν, ἢ ὅτι ἐπὶ μὲν τοῦ ὡς ἀριθμοῦντος ἀριθμοῦ ἀσύνθετος οὖσα παντελῶς ἡ μονὰς οὐδέπω ἀριθμὸς ἦν, ἐπὶ δὲ τοῦ ἀριθμουμένου καὶ τὸ ἓν ἤδη ἀριθμός· σύνθεσις γὰρ ἐν αὐτῷ τοῦ τε ὑποκειμένου καὶ τῆς μονάδος”.

Φανερὸν δὲ καὶ ὅτι ταχὺς μὲν καὶ βραδὺς οὐ λέγεται ἕως τοῦ οὐδὲ γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν ταχὺς καὶ βραδὺς οὐδείς ἐστι.

Δείξας ὅπως ὁ χρόνος καὶ ἀριθμὸς ὢν ὡς ἀριθμητὸς καὶ συνεχὴς ὡς μέγεθος διὰ μὲν τὸ ἀριθμὸς εἶναι τὸ ἐλάχιστον ἔχει, διὰ δὲ τὸ συνεχὴς οὐκ ἔχει, ὡς ἀκόλουθον ἐπιφέρει τούτοις, ὅτι εὐλόγως ὁ χρόνος τὸ μὲν πολὺ καὶ ὀλίγον ὡς ἀριθμὸς ἔχει, τὸ δὲ μακρὸν καὶ βραχὺ ὡς μέγεθος· τούτων γὰρ ἴδια ταῦτα. ταχὺς δὲ καὶ βραδὺς οὐκέτι λέγεται, διότι μηδεὶς ἀριθμὸς ταχὺς καὶ βραδύς· οὔτε γὰρ ᾧ ἀριθμοῦμεν ὁ μοναδικὸς ταχὺς καὶ βραδὺς λέγεται οὔτε ὁ ἀριθμητός. πόθεν γὰρ ἂν οὗτος ἔσχε τὸ ταχὺ καὶ βραδὺ τοῦ ἀριθμοῦντος μὴ ἔχοντος; ὡς γὰρ τὸ ἀριθμὸς εἶναι διʼ ἐκεῖνον ἔχει, οὕτως εἰ καὶ ταχὺς ἦν ὁ ἀριθμῶν ἀριθμὸς καὶ βραδύς, καὶ τὰ ἀριθμούμενα εἶχεν ἂν παρʼ αὐτοῦ τὸ ταχὺ καὶ βραδύ. δῆλον δὲ <!-- 9.731 -->ὅτι οὐδὲ τὸ μέγεθος καθὸ μέγεθος ἔχει τὸ ταχὺ καὶ βραδύ· κινήσεως γὰρ ἀλλʼ οὐ μεγέθους ἴδια ταῦτα. ἔδειξε δὲ καὶ πρότερον, ὅτι ὁ μὲν χρόνος οὐκ ἔχει τὸ ταχὺ καὶ βραδύ, ἡ δὲ κίνησις ἔχει. ὁρίζεται μὲν γὰρ ταῦτα χρόνῳ. χρόνος δὲ χρόνῳ οὐχ ὁρίζεται.

Καὶ ὁ αὐτὸς δὲ πανταχοῦ ἅμα ἕως τοῦ οἱ ἵπποι τῶν ἀνθρώπων.

Ἓν ἦν τῶν πρότερον εἰρημένων περὶ τοῦ χρόνου τὸ τὸν ἐνεστῶτα καὶ κατὰ τὸ νῦν θεωρούμενον ἅμα πανταχοῦ εἶναι τὸν αὐτόν, τὸν δὲ πρότερον καὶ ὕστερον οὐ τὸν αὐτὸν εἶναι. ὅτι οὖν καὶ τοῦτο ἀκολουθεῖ τῇ ἀποδοθείσῃ τοῦ χρόνου ἐννοίᾳ ὥσπερ καὶ τὰ προσεχῶς εἰρημένα δείκνυσιν ἐκ τοῦ καὶ τὴν κίνησιν, ἐν ᾗ τῷ χρόνῳ τὸ εἶναι, ταῦτα ἔχειν. ἡ μὲν γὰρ παροῦσα καὶ ἐνεστῶσα κίνησις ἡ αὐτή — οὐ γάρ ἐστι ταύτης πρὸς ἑαυτὴν διαφορά, ἀλλʼ ἔστι κατὰ τὸ κοινὸν εἶδος τῆς τοῦ εἶναι παρατάσεως μία —, ἡ μέντοι παρεληλυθυῖα καὶ ἡ μέλλουσα ἕτεραι ἀλλήλων. ὡς οὖν ἔχει ἡ μία κίνησις τὸ ταὐτὸν καὶ θάτερον, οὕτως ἔχει καὶ πᾶς ὁ χρόνος ὁ ἅμα πάσας τὰς κινήσεις μετρῶν. οὐ γάρ ἐστιν ὁ χρόνος τῆσδε καὶ τῆσδε τῆς κινήσεως ἀριθμὸς καθὸ τοιαίδε, ἀλλὰ κινήσεως ᾗ κίνησις. διὸ εἷς ὁ χρόνος πολλῶν οὐσῶν κινήσεων, ὅτι οὐχ ᾗ πολλαὶ ταύτῃ αὐτῶν ἐστιν ἀριθμός, ἀλλʼ ᾗ κινήσεις πᾶσαι. ἡ δὲ μεταβολὴ ἡ παροῦσα μία πᾶσα καθὸ μεταβολή. ὁ δὲ χρόνος οὐ τῷ εἴδει μόνον εἷς, ἀλλὰ καὶ ὅτι τῆς τῷ εἴδει μιᾶς κινήσεώς ἐστι, καὶ κατʼ ἀριθμόν, ὅτι μηδὲν αὐτῆς προσποιεῖται τὰς διαφοράς. ὁ δὲ πρότερος χρόνος τοῦ ὑστέρου ἕτερος, ὅτι καὶ ἡ κίνησις κἂν ὡς μία τῷ ἀριθμῷ ληφθῇ διὰ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν τῷ προτέρῳ καὶ ὑστέρῳ ἑτέρα. ἐφεξῆς δὲ δείκνυσι, διότι ὁ πρότερος καὶ ὕστερος χρόνος οὐχ οἱ αὐτοί. ὁ μὲν γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν ὁ αὐτὸς ἀεί, ἄν τε πρότερον ἄν τε ὕστερον λαμβάνηται οἷον ἡ τριάς, τὰ μέντοι μετρούμενα οὐκέτι τὰ αὐτὰ ἀνάγκη εἶναι· ἄλλοι γὰρ οἱ ἵπποι τῶν ἀνθρώπων. εἰ οὖν ὁ χρόνος ἀριθμὸς οὕτως ὡς τὸ ἀριθμούμενον ἐν τῇ κινήσει οὐχ ὡς τὸ ἀριθμοῦν, τὸ δὲ ἀριθμούμενον τῆς κινήσεως οὐχ ὑπομένει τὸ αὐτό, ἀλλʼ ἄλλο λαμβάνεται, εἰκότως καὶ χρόνος ἄλλος ὁ πρότερος τοῦ ὑστέρου καὶ ὁ παρεληλυθὼς τοῦ μέλλοντος· καὶ γὰρ τὰ νῦν οἷς ἀριθμεῖται καὶ διορίζεται ἕτερα. τὸ γὰρ ἀριθμούμενον τῆς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον ἕτερα, καὶ δηλονότι τῷ λόγῳ ἕτερα, τῷ δὲ ὑποκειμένῳ ὡς τῷ εἴδει τὰ αὐτά. οὕτω γὰρ δέδεικται πρότερον.

<!-- 9.732 -->

Ἔτι ὡς ἐνδέχεται κίνησιν εἶναι τὴν αὐτὴν ἕως τοῦ οἷον ἐνιαυτὸν ἢ ἔαρ ἢ μετόπωρον.

Εἰπὼν ὅτι ἡ μὲν παροῦσα καὶ ἐνεστῶσα κίνησις ἡ αὐτὴ πᾶσα κατὰ τὴν κοινότητα καὶ διὰ τοῦτο καὶ ὁ χρόνος ὁ ἐνεστὼς ὁ αὐτὸς ἅμα πανταχοῦ, ἡ δὲ παρεληλυθυῖα καὶ ἡ μέλλουσα ἑτέρα καὶ οἱ χρόνοι ἕτεροι, νῦν δείκνυσιν ὅπως καὶ τὸ πρότερον καὶ ὕστερον καὶ ἐν κινήσει καὶ ἐν χρόνῳ τὸ αὐτὸ εἶναι δύναται τῷ πάλιν καὶ πάλιν. καὶ εἰπὼν πρότερον τὸ νῦν τῷ ὑποκειμένῳ ταὐτὸν εἶναι, τῷ δὲ λόγῳ διάφορον, νῦν οἶμαι διαρθροῖ πῶς τότε τὸ αὐτὸ ἔλεγε, καὶ ὅτι οὕτως, ὥσπερ ἡ κίνησις τῷ πάλιν καὶ πάλιν, τουτέστι τῷ τὴν αὐτὴν οὖσαν κατʼ εἶδος πάλιν γίνεσθαι καὶ πάλιν. ἐπειδὴ γὰρ αἱ κινήσεις πάλιν καὶ πάλιν γίνονται — οἷον ἡλίου ἀπὸ τοῦ αὐτοῦ πάλιν καὶ πάλιν ἰόντος καὶ ἀπὸ κριοῦ καὶ ἀπὸ ζυγοῦ πάλιν καὶ πάλιν —, ὁ δὲ χρόνος ἀκολουθεῖ τῇ κινήσει, δῆλον ὅτι καὶ ἐνιαυτὸς πάλιν καὶ πάλιν καὶ ἔαρ πάλιν καὶ πάλιν γίνεται καὶ μετόπωρον. ἀλλὰ διὰ τί ἄρα οὔτε πρότερον εἶπε τῷ εἴδει τὸ αὐτὸ εἶναι τὸ νῦν, ἀλλὰ τῷ ὑποκειμένῳ, οὔτε νῦν τὸν χρόνον τῷ εἴδει τὸν αὐτόν, ἀλλὰ τῷ πάλιν καὶ πάλιν, ὥσπερ τὴν κίνησιν; καίτοι γε αὐτοῦ μάλιστά ἐστιν ἡ τοῦ ταὐτοῦ τριχῇ γενομένη διαστολὴ γένει καὶ εἴδει καὶ ἀριθμῷ. ἢ ὅτι οὐ μόνον τὰ γένει αὐτὰ πολλὴν ἔτι διαφορὰν ἀπολείπει, ἀλλὰ καὶ τὰ εἴδει τὰ αὐτὰ λεγόμενα, εἰ τῷ ἀριθμῷ διαφέρει ὡς Πλάτων καὶ Σωκράτης, πολλὴν ἔχουσι συμβεβηκότων διαφοράν. αἱ δέ γε κινήσεις αἱ πάλιν καὶ πάλιν αἱ αὐταὶ καὶ τὰ νῦν καὶ οἱ χρόνοι σχεδόν τι καὶ τῷ ἀριθμῷ οἱ αὐτοί εἰσιν.

Οὕτω δὲ καὶ οἱ Πυθαγόρειοι τὰ αὐτά πως καὶ τῷ ἀριθμῷ τῷ πάλιν καὶ πάλιν ἔλεγον γίνεσθαι· οὐδὲν δὲ ἴσως χεῖρον καὶ τῆς Εὐδήμου ῥήσεως ἐκ τοῦ τρίτου τῶν Φυσικῶν τὰ ἐνταῦθα λεγόμενα παραφραζούσης ἀκούειν· “ὁ δὲ αὐτὸς χρόνος πότερον γίνεται ὥσπερ ἔνιοί φασιν ἢ οὔ, ἀπορήσειεν ἄν τις. πλεοναχῶς δὴ λεγομένου τοῦ ταὐτοῦ τῷ μὲν εἴδει φαίνεται γίνεσθαι τὸ αὐτὸ οἷον θέρος καὶ χειμὼν καὶ αἱ λοιπαὶ ὧραί τε καὶ περίοδοι, ὁμοίως δὲ καὶ αἱ κινήσεις αἱ αὐταὶ γίνονται τῷ εἴδει, τροπὰς γὰρ καὶ ἰσημερίας καὶ τὰς λοιπὰς πορείας ὁ ἥλιος ἀποτελεῖ. εἰ δέ τις πιστεύσειε τοῖς Πυθαγορείοις, ὥστε πάλιν τὰ αὐτὰ ἀριθμῷ, κἀγὼ μυθολογήσω τὸ ῥαβδίον ἔχων ὑμῖν καθημένοις οὕτω, καὶ τὰ ἄλλα πάντα ὁμοίως ἕξει, καὶ τὸν χρόνον εὔλογόν ἐστι τὸν αὐτὸν εἶναι. μιᾶς γὰρ καὶ τῆς αὐτῆς κινήσεως, ὁμοίως δὲ καὶ πολλῶν τῶν αὐτῶν τὸ πρότερον καὶ ὕστερον ἓν καὶ ταὐτόν, καὶ ὁ τούτων δὴ ἀριθμός· πάντα ἄρα τὰ αὐτά, ὥστε καὶ ὁ <!-- 9.733 -->χρόνος.” καὶ ὅρα ὅτι μίαν καὶ τὴν αὐτὴν λέγει κίνησιν τὴν πάλιν καὶ πάλιν, καὶ τὸ πρότερον καὶ ὕστερον ἓν καὶ τὸ αὐτό· ὅτι δὲ καὶ οὗτος ἄλλο καὶ ἄλλο τὸ ἀεὶ γινόμενον εἶναί φησι καὶ τῆς κινήσεως καὶ τοῦ χρόνου, ἄκουσον οἷα μετʼ ὀλίγον τῶν ἤδη παρατεθέντων γέγραφεν· “ὥσπερ δὲ τῆς κινήσεως τὸ ἄτομόν ἐστι μόνον τὸ δὲ παρεληλυθὸς ἔρρει τὸ δὲ ἐσόμενον οὔπω ἔστιν, οὕτω καὶ τοῦ χρόνου τὸ μὲν οἴχεται τὸ δὲ οὔπω ἔστι τὸ δὲ παρόν ἐστιν ἄλλο καὶ ἄλλο γινόμενον ἀεί”.

Οὐ μόνον δὲ τὴν κίνησιν τῷ χρόνῳ μετροῦμεν ἕως τοῦ καὶ τὴν κίνησιν, ἂν ὁ χρόνος.

Ἐπειδὴ ἀριθμὸς καὶ μέτρον κινήσεως ὁ χρόνος λέγεται, ὡς κατὰ τοῦτον μετρουμένης τῆς κινήσεως, ἐλέγετο δὲ καὶ θάττων καὶ βραδυτέρα κίνησις ἡ ἐλάττονι καὶ πλείονι χρόνῳ μετρουμένη, προστίθησι νῦν ὅτι οὐ μόνος ὁ χρόνος μετρεῖ τὴν κίνησιν, ἀλλὰ καὶ ἡ κίνησις τὸν χρόνον. μετρεῖται δὲ ἑκάτερον ὑπὸ θατέρου τῷ ὁρίζεσθαι ὑπʼ ἀλλήλων τήν τε κίνησιν ὑπὸ τοῦ χρόνου καὶ τὸν χρόνον ὑπὸ τῆς κινήσεως. ἐν ᾧ γὰρ χρόνῳ πολλὴ ἡ κίνησις, πολὺς οὗτος λέγεται. προηγουμένως δὲ ὁ χρόνος τὴν κίνησιν μετρεῖ ἀριθμὸς ὢν αὐτῆς καὶ κατὰ τὸ πρότερον καὶ ὕστερον ὁρίζων αὐτήν, κατὰ συμβεβηκὸς δέ πως καὶ ἀντιμετρεῖται ὑπʼ αὐτῆς. καὶ ἐπὶ τῶν ἄλλων δὲ μέτρων ἁπάντων ὁρῶμεν τοῦτο γινόμενον. ἀντιμετρεῖται γὰρ ὑπὸ τῶν μετρουμένων τὰ μέτρα. τῷ γὰρ τῶν πυρῶν μεδίμνῳ κρίνομεν τὸν ξύλινον μέδιμνον, εἰ μὴ μείζων ἢ ἐλάττων ἐστί, καὶ τῇ κοτύλῃ τοῦ οἴνου τὴν χαλκῆν ἀντιμετροῦμεν κοτύλην. εἰπὼν δὲ ἐπὶ χρόνου καὶ κινήσεως καὶ τῶν συνεχῶν ἄλλων μέτρων, ὅτι καὶ ἀντιμετρεῖται αὐτὰ ὑπὸ τῶν μετρουμένων, λέγει ὅτι τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἀριθμῶν ἔστιν ἰδεῖν. καὶ γὰρ ὁ ἀριθμὸς τρόπον τινὰ ἀριθμεῖται ὑπὸ τῶν ἀριθμουμένων ὑπʼ αὐτοῦ. ὥσπερ γὰρ δέκα ἵππους φαμέν, ὅτι δέκα μονάσιν αὐτοὺς ἠριθμήσαμεν, οὕτω καὶ τὰς μονάδας δέκα λέγομεν, ὅτι δέκα ἵπποις ἰσώθησαν. μήποτε γὰρ οὐδὲ εἰς ἔννοιαν ἤλθομεν ἂν τῶν δέκα μὴ ἕνα ἵππον εἶναι καὶ τὸν ἕνα ἄνθρωπον τοσαυτάκις λαβόντες. εἰπὼν δὲ ταῦτα καὶ τὴν αἰτίαν ἐπάγει τῆς ἀντιμετρήσεως. ἀκολουθεῖ γάρ, φησίν, ὥσπερ ἐλέχθη, τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ κινήσει δὲ ὁ χρόνος. ἐπεὶ οὖν ὡς ἔχει ἡ κίνησις πρὸς τὸ μέγεθος, οὕτως ὁ χρόνος πρὸς τὴν κίνησιν, ἡ δὲ κίνησις μετρεῖ τε ἅμα τὸ μέγεθος καὶ ἀντιμετρεῖται ὑπʼ αὐτοῦ· πολλὴν γάρ φαμεν εἶναι τὴν <!-- 9.734 -->ὁδόν, ἐὰν ἡ πορεία πολλή, καὶ πολλὴν τὴν πορείαν, ἐὰν ἡ ὁδὸς πολλή, ὁμοίως ἔχειν δεῖ καὶ τὴν κίνησιν πρὸς τὸν χρόνον. ὥσπερ γὰρ πολλὴ ἡ κίνησις, ἐὰν ὁ χρόνος πολὺς ᾖ, οὕτω καὶ ὁ χρόνος πολύς, ἐὰν ἡ κίνησις πολλή. παρισούμενα γὰρ ἀλλήλοις ἀντιμετρεῖ ἄλληλα, καὶ ὁ χρόνος συνεχὴς ὢν καὶ διαιρετὸς διὰ τὴν κίνησιν, τί θαυμαστόν, εἰ καὶ μετρεῖται ὑπʼ αὐτῆς, ὥσπερ καὶ ἡ κίνησις διὰ τὸ μέγεθος ταῦτα ἔχουσα μετρεῖται ὑπʼ αὐτοῦ;

Διάφορος δὲ φέρεται ἡ γραφὴ ἡ ἐπὶ τῷ τέλει ταύτης τῆς ῥήσεως. κἂν μὲν οὕτως ἔχῃ καὶ τὸν χρόνον, ἂν ἡ κίνησις, καὶ τὴν κίνησιν, ἂν ὁ χρόνος, ὥσπερ ἐν τοῖς πλείοσι φέρεται, σαφές ἐστι τὸ λεγόμενον. εἰ δέ καὶ τὸν χρόνον ἂν ἡ κίνησις καὶ ὁ χρόνος τὴν κίνησιν — φέρεται γὰρ καὶ αὕτη ἡ γραφή, καὶ ἀποσκευάζεται αὐτὴν ὁ Ἀλέξανδρος διʼ ἀμφοτέρων τὸ αὐτὸ λέγων σημαίνεσθαι, ὅτι ὁ χρόνος ὑπὸ τῆς κινήσεως μετρεῖται. καίτοι πῶς τὸ καὶ ὁ χρόνος τὴν κίνησιν σημαίνοι ἂν ὅτι καὶ ὁ χρόνος ὑπὸ τῆς κινήσεως μετρεῖται; —, ἀλλὰ τὸ καὶ τὸν χρόνον ἂν ἡ κίνησις εἰπὼν εἰς πίστιν τοῦ ὅτι ἡ κίνησις τὸν χρόνον μετρεῖ, κατὰ ταύτην τὴν ἔννοιαν ἐπήγαγε γοργῶς καὶ ὁ χρόνος τὴν κίνησιν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ νῦν ὑπὸ μὲν τοῦ μεγέθους τὴν κίνησιν μετρεῖσθαί φησιν, ὑπὸ δὲ τῆς κινήσεως τὸν χρόνον. καίτοι τὸ πρότερον καὶ ὕστερον τὸ ἀπὸ τῆς ἐν τῷ μεγέθει θέσεως ἐνδιδόμενον τῇ κινήσει ἄλλο ἐστὶ παρʼ ἐκεῖνο τὸ κατὰ τὴν τοῦ εἶναι παράτασιν, καθʼ ὃ θεωρεῖται ὁ χρόνος. διὸ καὶ τὴν ἀναλογίαν δεῖ σκοπεῖν τὴν λέγουσαν ὅτι ὡς ἔχει τὸ μέγεθος, ἔχει ἡ κίνησις, καὶ ὡς ἡ κίνησις ὁ χρόνος, πῶς ἂν ἔχοι τὸ ἀληθές; καὶ γὰρ πολλῆς οὔσης τῆς ὁδοῦ καὶ τῆς κινήσεως πολλῆς οὐδὲν κωλύει τὸν χρόνον ὀλίγον εἶναι, ἐὰν ταχὺ τὸ κινούμενον ᾖ. ἢ δυνατὸν μὲν καὶ ὅσον ἐφʼ ἑαυτοῖς ταῦτα σκοπεῖν, ὅτι ὅσον ἐπὶ τῇ κινήσει πολὺς ἂν εἴη ὁ χρόνος ὁ τῆς πολλῆς κινήσεως· δυνατὸν δὲ καὶ κατὰ ἀναλογίαν τοῦ τάχους τὸ πολὺ καὶ τὸ ὀλίγον τοῦ χρόνου λαμβάνειν· τῷ γὰρ ταχυτάτῳ πολὺς ἂν εἴη χρόνος ὁ τῆς μιᾶς ἡμέρας ὡς ἐξ Ἤλιδος εἰς Ἐπίδαυρον πολλὴν ὁδὸν ἐν αὐτῇ διατρέχειν.

Ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως ἕως τοῦ τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου.

Δείξας τί ἐστιν ὁ χρόνος, καὶ τὰ ὑπάρχειν αὐτῷ λεγόμενα συμφωνοῦντα δείξας τῷ ὁρισμῷ, καὶ ὅτι κυρίως ἐν χρόνῳ λέγομεν τὰ περιεχόμενα <!-- 9.735 -->ὑπὸ χρόνου, νῦν οἶμαι τὰ συνεκτικώτατα περὶ χρόνου λέγων δηλοῖ κατὰ τί ἕκαστον ἐν χρόνῳ εἶναι λέγεται· μακροαπόδοτος δὲ γενόμενος ὁ λόγος ἀσάφειαν ἔσχε τινά. ἡ δὲ ἀπόδοσις τοῦ ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι, τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι καὶ τῇ κινήσει καὶ τοῖς ἄλλοις τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου. ὁ δὲ καί σύνδεσμος ὁ ἐν τῷ καὶ τοῦτό ἐστιν οὐκ ἔστιν οἶμαι περιττός, ὡς Ἀλέξανδρος ἐνόμισε, πρὸς τὰ προσεχῶς εἰρημένα συμπλέκων. ἴσως δέ, ὡς καὶ Ἀλέξανδρος ἐγκρίνει, ἡ ἀπόδοσις ἀπὸ τοῦ δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῦτό ἐστι τοῦ τοῖς ἄλλοις μετὰ τῆς κινήσεως ἀντὶ τοῦ πᾶσιν εἰλημμένου· διὰ γὰρ μέσης τῆς κινήσεως κατασκευάζει, ὅτι πᾶσι τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι, τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου· καὶ τοῦτο εἰκότως. τὸ γὰρ εἶναι ἑκάστου ἡ ἐνέργεια καὶ κίνησις τοῦ ὄντος αὐτοῦ ἐστιν, ὡς εἰ ἔλεγεν, ἐπειδή ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τῇ κινήσει καὶ τοῖς ἄλλοις κατὰ τὴν κίνησιν αὐτῶν, τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι, τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου.

Δείκνυσι δὲ ὅπως ἡ κίνησις ἐν χρόνῳ οὕτως· ὁ χρόνος μετρεῖ τὴν κίνησιν, τὸ δὲ μετρεῖν τὴν κίνησιν τὴν μὴ ἅμα οὖσαν, ἀλλʼ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσαν κυρίως ταὐτόν ἐστι τῷ μετρεῖν τὸ εἶναι αὐτῆς, τουτέστιν ἐφʼ ὅσον ἐστὶν ἡ κίνησις. μετρεῖται μὲν γὰρ ἡ κίνησις καὶ κατὰ τὸ διάστημα τὸ ἐφʼ οὗ ἡ κίνησις, ὅταν λέγωμεν σταδίου τὴν κίνησιν εἶναι. ἀλλὰ τοῦτο κατὰ συμβεβηκὸς ἔχει τὸ μέτρον καὶ οὐχ ᾗ κίνησις. ὡς γὰρ ὑπομένοντος τοῦ προτέρου οὕτως ἔχει τὸ τοιοῦτον μέτρον, ὡς δὲ κίνησις καὶ ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσα μέτρον ἔχει τὸν ἐφʼ ὅσον γίνεται χρόνον. τοῦτο γὰρ αὐτῆς τοῦ εἶναι μέτρον ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσης. καὶ ἰδοὺ νῦν ὡς οἶμαι ὁ Ἀριστοτέλης σαφῶς παραδέδωκε, πῶς μέτρον κινήσεως ὁ χρόνος, ὅτι κατὰ τὴν τοῦ εἶναι παράτασιν αὐτῆς, καθʼ ἣν μάλιστα καὶ ὑφέστηκεν· “ἐπὶ γὰρ τῆς κινήσεως, ὥς φησιν Ἀλέξανδρος, ταὐτὸν τὸ εἶναι καὶ τὸ κινήσει εἶναι ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων. καὶ διὰ τοῦτο ταὐτόν ἐστι τὸ μετρεῖν τὴν κίνησιν καὶ τὸ εἶναι τῆς κινήσεως.” δῆλον δὲ ὅτι ἄλλο τοῦτό ἐστι τὸ εἶναι παρʼ ἐκεῖνο τὸ συνήθως ὑπὸ τοῦ Περιπάτου λεγόμενον καὶ τὸ εἶδος σημαῖνον· τοῦτο γὰρ τὴν παράτασιν τῆς ὑπάρξεως καὶ οἷον τὴν ἐνέργειαν τοῦ ὄντος δηλοῖ. ἐπεὶ οὖν ἡ τῆς κινήσεως οὐσία ἐνέργειά ἐστι παρατεταμένη — ἐντελέχεια γὰρ ἦν τοῦ κινητοῦ —, εἰκότως ταὐτόν ἐστι κίνησις καὶ τὸ εἶναι τῆς κινήσεως. διὸ καὶ αὐτὸς μέτρον κινήσεως εἰπὼν τὸν χρόνον ἐπήγαγε καὶ τοῦ κινεῖσθαι, οὐχ ὡς ἄλλο τοῦτο προστιθείς, ἀλλʼ ὅτι ἐνέργειά ἐστιν ἡ κίνησις ἐνδεικνύμενος, καὶ ὡς ἐνεργείας μέτρον ἐστὶν <!-- 9.736 -->ὁ χρόνος. ὅτι δὲ μετρεῖται ὑπὸ χρόνου ἡ κίνησις καὶ τὸ εἶναι αὐτῆς, δείκνυσιν ἐκ τοῦ πᾶσαν τὴν ληφθεῖσαν ὁρίζεσθαι χρόνῳ. ἡ γὰρ μέλλουσα οὔπω ἔστι· διὸ οὐδὲ ὥρισται. ὥσπερ γὰρ ὁ λέγων, ὅτι τὸ εἶναι τοῦ ἀνθρώπου ὁ χρόνος μετρεῖ, τοῦτο λέγει, ὅτι τοσαῦτα ἔτη ὅσα ὁ ἄνθρωπος ζῇ, ὁ χρόνος ὁρίζει καὶ μετρεῖ, οὕτως καὶ ἐπὶ τῆς κινήσεως ὁ λέγων τὸ εἶναι τῆς κινήσεως ὑπὸ τοῦ χρόνου μετρεῖσθαι οὐδὲν ἄλλο λέγει ἢ ὅτι τὸ ἐφʼ ὅσον ἡ κίνησίς ἐστιν ὁ χρόνος μετρεῖ. καὶ ἐπὶ μὲν τῶν ἄλλων ἃ μὴ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ἀλλʼ ἔστιν ὅλα ἐν ὑποστάσει, ὡς ἐπὶ τοῦ ἀνθρώπου, τὸ μὲν εἶναι τοῦ ἀνθρώπου, τουτέστι τὸ διάστημα τῆς ὑπάρξεως αὐτοῦ, ὁ χρόνος καταμετρεῖ· αὐτὸν δὲ τὸν ἄνθρωπον, τουτέστι τὸ διάστημα τὸ τοῦ ἀνθρώπου, ἢ πῆχυς ἤ τι τοιοῦτον μετρεῖ. ἐπὶ δὲ τῆς κινήσεως καὶ τὸ εἶναι τῆς κινήσεως καὶ αὐτὴν τὴν κίνησιν ὁ χρόνος καταμετρεῖ. ἐπὶ γὰρ τῆς κινήσεως συντρέχει τό τε εἶναι τῆς κινήσεως, ὃ χρόνῳ μετρητόν ἐστι, καὶ ἡ κίνησις αὐτή. εἰ δὲ ταῦτα ἀληθῆ, τί ἂν εἴη τῆς κινήσεως τὸ ὑπὸ τοῦ μεγέθους μετρούμενον, εἴπερ μὴ μόνον τὸ μέγεθος τῇ κινήσει μετροῦμεν, ἀλλὰ καὶ τὴν κίνησιν τῷ μεγέθει, ὡς εἴρηται; ἢ δῆλον ὅτι ἡ διάστασις αὐτῆς ἡ αὐτὴ οὖσα τῷ ὑποκειμένῳ τῇ τοῦ εἶναι παρατάσει· ἐνέργεια γάρ ἐστι καὶ οὐχ ὑπομένει. μετρεῖται δὲ ὡς μὲν διάστασις ὑπομένουσα διὰ τὴν πρὸς τὸ μέγεθος ἀναφορὰν ὑπὸ τοῦ μεγέθους — σταδιαίαν γὰρ τὴν κίνησιν λέγομεν —, ὡς δὲ τοῦ εἶναι παράτασις ὑπὸ χρόνου. ἐπεὶ δὲ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ ταῦτα, εἰκότως εἴρηται ταὐτὸν εἶναι κίνησις καὶ τὸ κινήσει εἶναι.

Εἰπὼν δὲ μέτρον εἶναι τὸν χρόνον τῆς κινήσεως, πῶς αὐτὴν καταμετρεῖ, προστίθησι. τὸ γὰρ μετρούμενον πᾶν ὑπὸ μέρους ἰδίου καταμετρεῖσθαι δοκεῖ, ἐπειδὴ καὶ μέρος τοῦτό ἐστιν ὃ καταμετρεῖ τὸ ὅλον, ὅπερ ἐκ τοσούτων ἐστὶ μέτρων, ὁσάκις μετρεῖται· καὶ ἡ κίνησις οὖν, εἰ ὑπὸ κινήσεως καταμετρεῖται. τὸ γὰρ μέρος τῆς κινήσεως κίνησίς ἐστι· καὶ πᾶν συνεχὲς ἔστιν εἰς ἴσα πεπερασμένα διελεῖν. πῶς οὖν ὑπὸ τοῦ χρόνου λέγεται ἡ κίνησις μετρεῖσθαι; ὁρίζει, φησί, μέρος τῆς κινήσεως ὁ χρόνος, ὃ καταμετρεῖ τὴν ὅλην κίνησιν. ὁρίζει δὲ τοῦτο τὸ πρότερον καὶ ὕστερον νῦν. καὶ παραπλησίως ὁ χρόνος τὴν κίνησιν μετρεῖ, ὡς καὶ ὁ πῆχυς τὸ μέγεθος, οὐκ ὢν μέρος αὐτοῦ, ἀλλὰ τῷ ὁρίσαι τι μέρος αὐτοῦ. ὑφʼ οὗ μέρους τοσαυτάκις ληφθέντος καταμετρεῖται τὸ ὅλον. ἐπεὶ οὖν καὶ ἡ ὁρισθεῖσα κίνησις ὑπὸ τοῦ χρόνου οἷον ἡ ὡριαία μετρεῖ τὴν ὅλην κίνησιν, διὰ τοῦτο λέγεται ὑπὸ τοῦ χρόνου μετρεῖσθαι ἡ κίνησις.

Δείξας οὖν ὅτι τῇ κινήσει τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι αὐτήν, ταὐτὸν δὲ εἰπεῖν τὸ εἶναι αὐτῆς ὑπὸ χρόνου μετρεῖσθαι, ἀπὸ ταύτης καὶ ἐπὶ τὰ ἄλλα μεταβαίνει τὰ ἐν χρόνῳ λεγόμενα, ὡσανεὶ ἔλεγεν, εἰ τῇ κινήσει τὸ <!-- 9.737 -->ἐν χρόνῳ εἶναι τοῦτό ἐστι τὸ μετρεῖσθαι αὐτῆς τὸ εἶναι ὑπὸ χρόνου, καὶ τοῖς ἄλλοις τοῦτο ἔσται τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου, διότι τὸ εἶναι αὐτῶν ἡ ἐνέργεια καὶ ἡ κίνησις τοῦ ὄντος αὐτῶν ἐστιν. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. οὐκέτι δὲ καὶ ἐπὶ τῶν ἄλλων εἶπε, τὸ καὶ αὐτὰ καὶ τὸ εἶναι αὐτῶν μετρεῖσθαι ὑπὸ τοῦ χρόνου, διότι ἐπὶ μὲν τῆς κινήσεως ταὐτὸν ἡ κίνησις ἦν καὶ τὸ εἶναι τῆς κινήσεως, ἐπὶ δὲ τῶν ἄλλων τῶν ἐν χρόνῳ λεγομένων οὐχ ὁμοίως. ἀλλὰ τὸ μὲν κατὰ τὸ εἶναι αὐτῶν διάστημα ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔσχεν, αὐτὰ δὲ οὐχ οὕτως. ἔστιν οὖν ἐν χρόνῳ, διότι καὶ τούτων τὸ εἶναι ὑπὸ χρόνου μετρεῖται.

Ἐκ δὴ τούτων ἀπορεῖν οἶμαι συμβαίνει πρῶτον μέν, εἰ κινήσεως ἀριθμὸς καὶ μέτρον ὁ χρόνος, πῶς ἄλλο τι παρὰ τὴν κίνησιν ὑπὸ χρόνου μετρεῖται καὶ ἐν χρόνῳ ἐστίν, ὥστε εἰπεῖν ὅτι καὶ τοῖς ἄλλοις τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι· τὰ γὰρ ἄλλα τῆς κινήσεως, οὐ κινήσει δὲ ἢ κίνησις οὐδὲ ὑπὸ χρόνου μετρεῖται, εἴπερ κινήσεως μέτρον ἐστὶν ὁ χρόνος. δεύτερον δὲ ἄνθρωπος ὅδε καὶ ἵππος ὅδε καὶ τῶν ἄλλων ἕκαστον, ὅσα μὴ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ὡς δυνατὸν ἐπὶ τῶν ἐν γενέσει τοῦτο λέγειν, πῶς ἂν εἴη ἐν χρόνῳ, εἴπερ ὁ χρόνος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει καὶ συμπαρατίθεσθαι ἀνάγκη τῷ χρόνῳ τὸ ἐν χρόνῳ λεγόμενον; καὶ πρὸς μὲν τὴν πρώτην ἀπορίαν ῥητέον ἴσως, ὅτι ἐπὶ τῆς κατὰ τόπον μάλιστα κινήσεως ποιούμενος τὸν λόγον — ὡς δηλοῖ τὸ λέγειν ὑπὸ τοῦ μεγέθους μετρεῖσθαι τὴν κίνησιν, καὶ ταύτην πολλὴν εἶναι, ἂν ἡ ὁδὸς ᾖ πολλή — τὰ ἄλλα τὰ λοιπὰ λέγει τῆς κινήσεως καὶ μεταβολῆς εἴδη, αὔξησιν ἀλλοίωσιν γένεσιν. ἄμεινον δὲ ἴσως λέγειν, ὅτι ἡ μὲν κίνησις ἐνέργειά ἐστι καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, καὶ ταὐτόν ἐστι κίνησις. καὶ τὸ εἶναι τῆς κινήσεως προηγουμένως ἐν χρόνῳ ἐστὶ καὶ ὑπὸ τοῦ χρόνου μετρεῖται, τὰ δὲ ἄλλα ὅσα λέγεται ἐν χρόνῳ οἷον ἄνθρωπος ἢ ἵππος καὶ αὐτὰ κατὰ τὴν οὐσιώδη κίνησιν ἑαυτῶν, ὃ σημαίνει τὸ εἶναι ἐνέργεια τῆς οὐσίας καὶ τοῦ ὄντος ὂν καὶ ἐνέργεια οὐ τελεία οὐδὲ ἑστῶσα, ἀλλʼ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσα, κατὰ τοῦτο ἐν χρόνῳ ἐστὶν ἐκ γενέσεως καὶ φθορᾶς συγκείμενον. τὰ οὖν ἄλλα παρὰ τὴν κίνησιν τὰς ἐν χρόνῳ οὐσίας λαβὼν καὶ ταύτας κατὰ τὴν ἑαυτῶν κίνησιν, ἥτις ἐστὶν ἡ τοῦ εἶναι παράτασις, ἐν χρόνῳ εἶναί φησιν. ὥστε τὰ κυρίως ὄντα καὶ μὴ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, ἅπερ ἀίδια καλοῦσι καὶ Πλάτων καὶ Ἀριστοτέλης, οὐκ ἔστιν ἐν χρόνῳ, ἀλλʼ ἐν αἰῶνι τῷ ἐν ἑνὶ μένοντι. καὶ εἰ ταῦτα ἀληθῆ, λέλυται καὶ τὸ δεύτερον ἄπορον. αἱ γὰρ γενηταὶ οὐσίαι ἔγχρονοι λέγονται κατὰ τὴν τοῦ <!-- 9.738 -->οἰκείου εἶναι ῥοὴν καὶ παράτασιν· ἐπὶ τοσοῦτον γὰρ εἶναι λέγονται καὶ αὗται, ἐφʼ ὅσον χρόνον τὸ εἶναι αὐτῶν παρατείνεται. καὶ οὕτως ὁ χρόνος μέτρον τῆς κατὰ τὸ εἶναι ῥοῆς καὶ παρατάσεώς ἐστι. καὶ ταῦτά ἐστιν, ὡς ἐμοὶ δοκεῖ, τὰ νοερῶς καὶ εὐεπηβόλως παραδοθέντα τοῦ Ἀριστοτέλους φιλοσοφήματα περὶ τοῦ χρόνου.

Τὸ γὰρ ἐν χρόνῳ εἶναι δυεῖν ἐστι θάτερον ἕως τοῦ οἷον τὰ ἐν τῷ τόπῳ ὑπὸ τοῦ τόπου.

Εἰπὼν ὅτι ἐν χρόνῳ λέγεται ἡ κίνησις ὡς μετρουμένη ὑπὸ τοῦ χρόνου τὰ σημαινόμενα τοῦ ἐν χρόνῳ ἐφεξῆς ἀπαριθμεῖται, ἵνα δῆλον γένηται, πῶς μὲν τὰ χρονικὰ ἐν χρόνῳ ἐστὶν οἷον τὸ νῦν καὶ τὸ πρότερον καὶ ὕστερον καὶ τὰ τοιαῦτα, πῶς δὲ τὰ ἄλλα πράγματα. δύο γὰρ σημαίνει τὸ ἐν χρόνῳ ἓν μὲν τὸ εἶναι τότε ὅτε χρόνος ἐστίν, ἓν δὲ οὕτως ὡς λέγομεν ὅτι ἐν ἀριθμῷ ἐστι. καὶ τοῦτο δὲ διττόν· ἢ γὰρ οὕτως ἐν ἀριθμῷ, ὅτι μέρος ἢ πάθος ἀριθμοῦ, ὡς τὰ δύο καὶ τὸ περιττὸν τὰ μὲν μέρος, τὸ δὲ πάθος. ἢ ὅτι ἔστιν αὐτῶν ἀριθμὸς καὶ ἀριθμεῖται, ὡς οἱ δέκα ἵπποι καὶ οἱ δέκα βόες ἐν ἀριθμῷ. ἐπεὶ οὖν ἀριθμὸς ὁ χρόνος, ὡς ἔχει τὰ ἐν ἀριθμῷ, οὕτως ἔχει καὶ τὰ ἐν χρόνῳ. ὥστε τὸ μὲν νῦν καὶ τὸ πρότερον οὕτως ἐν χρόνῳ, ὡς ἐν τῷ μοναδικῷ ἀριθμῷ ἡ μονὰς καὶ τὸ περιττόν· τὰ μὲν γὰρ τοῦ ἀριθμοῦ, τὰ δὲ τοῦ χρόνου μέρη ἢ συμβεβηκότα. κίνησις δὲ καὶ τὰ ἄλλα τὰ μὴ ὄντα μέρη ἢ πάθη τοῦ χρόνου οὕτως ἐν χρόνῳ ἐστὶν ὡς ἐν τῷ ἀριθμῷ οἱ δέκα ἄνθρωποι τῷ ἀριθμεῖσθαι ὑπʼ αὐτοῦ. ὥσπερ οὖν τῶν οὕτως ἐν ἀριθμῷ λεγομένων πλείων τίς ἐστιν ἀριθμὸς ἀεί, οὕτως καὶ τῶν ἐν χρόνῳ ὄντων πλείων τίς ἐστιν ἀεὶ χρόνος. καὶ γὰρ ὁ χρόνος ἀριθμός τίς ἐστιν. εἰ δὲ τοῦτο, τὰ ἐν χρόνῳ ὄντα περιέχεται ὑπὸ τοῦ χρόνου, ὥσπερ καὶ τὰ ἐν ἀριθμῷ ὄντα περιέχεται ὑπὸ τοῦ ἀριθμοῦ καὶ τὰ ἐν τόπῳ ὄντα περιέχεται ὑπὸ τοῦ τόπου καὶ ὅλως τὰ ἔν τινι ὡς περιεκτικῷ. καὶ ὅρα ὅπως ὁ Ἀριστοτέλης τὴν κοινωνίαν τοῦ χρόνου τὴν πρὸς τὸν τόπον καὶ τὸν ἀριθμὸν πρὸ τῶν ὕστερον αὐτὴν ἐκφηνάντων ἐνόησε· τοῦτο δέ ἐστι κυριώτερον τοῦ ἐν χρόνῳ σημαινόμενον. τὸ γὰρ λέγειν ἐν χρόνῳ εἶναι τὸ εἶναι ὅτε χρόνος ἐστὶν ἀκυρώτερον λέγεται ἐν χρόνῳ. οὕτως γὰρ καὶ ἐν κινήσει εἶναι λέγοιτο ἂν τὸ ἀκίνητον, εἰ ἔστιν ὅτε κίνησίς ἐστι. τοῦτο δὲ τί διαφέρει τοῦ λέγειν τὸν οὐρανὸν ἐν κέγχρῳ εἶναι καὶ ὅλως πᾶν ἐν παντὶ καὶ τὸ μέγιστον ἐν τῷ ἐλαχίστῳ, εἴπερ ὅτε ἐστὶν ὁ οὐρανὸς καὶ ἡ κέγχρος ἐστίν. <!-- 9.739 -->ἀλλὰ τὸ μὲν ἅμα εἶναι πολλοῖς συμβέβηκεν, ὃ σημαίνει τὸ ὅτε καὶ τότε, τὸ δὲ εἶναι θάτερον ἐν θατέρῳ τὸ περιέχεσθαί ἐστιν ὑπὸ τοῦ ἑτέρου τὸ ἕτερον· καὶ ἀκολουθεῖ μὲν τούτοις καὶ τὸ ἅμα εἶναι, ἀλλʼ οὐκ ἐπειδὴ ἅμα, διὰ τοῦτο ἐν ἀλλήλοις, ἀλλʼ ὅτι ἐν ἀλλήλοις, διὰ τοῦτο ἅμα. καὶ ὅτι ἄμφω ἐν τῷ αὐτῷ χρόνῳ. τὰ μέντοι μὴ ἐν χρόνῳ, κἂν χρόνου ὄντος ᾖ, οὐκ ἂν λέγοιτο ἅμα, ὅτι ἅμα τὰ ἐν τῷ αὐτῷ χρόνῳ ἐστίν. ἀλλʼ οὐδὲ τὸ ὅτε καὶ τότε τούτοις προσήκει λεγόμενα.

Δείξας δὲ ὅτι τὰ κυρίως λεγόμενα ἐν χρόνῳ οὕτως λέγεται ὡς τὰ περιεχόμενα ὑπὸ τοῦ χρόνου, ὥσπερ καὶ τὰ ἐν ἀριθμῷ ὑπὸ τοῦ ἀριθμοῦ, τεκμήριόν τι τῶν οὕτως ἐν χρόνῳ, καὶ ἅμα αἴτιον τοῦ οὕτως λέγεσθαι παραδίδωσι. τῶν γὰρ κυρίως ἐν χρόνῳ ὄντων πλείονα χρόνον ἔστιν ἀεὶ λαβεῖν τοῦ εἶναι αὐτῶν. οὕτω γὰρ ἔσται περιεχόμενα ὑπὸ τοῦ χρόνου καὶ κυρίως ἐν χρόνῳ λεγόμενα, ὥσπερ ἐν τόπῳ καὶ ἐν ἀριθμῷ. “διό, φησὶν Ἀλέξανδρος τὰ ἀίδια οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ περιέχει αὐτῶν ὁ χρόνος τὸ εἶναι.” καὶ εἰ μὲν ἀίδια τὰ αἰώνια λέγει, ὥσπερ καὶ Πλάτων ὠνόμασεν ἐν Τιμαίῳ περὶ τοῦ παραδείγματος εἰπών “ἡ μὲν ζῴου φύσις ἐτύγχανεν οὖσα ἀίδιος”, καλῶς ἂν λέγοι· τὸ γὰρ αἰώνιον οὐκ ἐν χρόνῳ οὐδὲ περιέχεται ὑπὸ τοῦ χρόνου. εἰ δὲ ἀίδιον λέγει τὸ κατὰ πάντα τὸν χρόνον ὑφεστηκός, οὐκ ἔστιν ἀληθὲς ὅτι οὐκ ἔστι τοῦτο ἐν χρόνῳ, εἰ μόνον οὕτως ὑποτεθείη ὡς ἐν χρόνῳ τὸ εἶναι ἔχειν· τοιαῦτα δὲ τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα καὶ μὴ ἅμα ὅλα ὑφεστηκότα ὥσπερ τὰ αἰώνια. μαρτυρεῖ δὲ καὶ αὐτὸς ὁ Ἀλέξανδρος αὐτῇ λέξει γράφων “ἡ δὲ κίνησις ἀίδιος οὖσα ἐν χρόνῳ ἐστίν, ὅτι οὐκ ἔστιν ἐν ὑποστάσει οὐδὲ ἡ αὐτή τις ὑπομένουσα κατʼ ἀριθμόν, ἀλλʼ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. ἀεὶ οὖν γινομένη ἄλλη καὶ ἄλλη οὖσά ἐστιν οὕτως ἐν χρόνῳ”. εἰ τοίνυν καὶ τὰ ἄλλα τὰ ἐν γενέσει κατὰ τὴν κίνησίν ἐστιν ἐν χρόνῳ — κατὰ γὰρ τὸ εἶναι ἑαυτῶν —, εἴ τινα εἴη ἀνέκλειπτον ἔχοντα τὸ εἶναι ἐν τῷ γίνεσθαι ὑφεστὼς εἴτε κατʼ ἐνέργειαν εἴτε κατὰ ποιότητα μεταβαλλόμενα εἴτε κατὰ τόπον, οὐδὲν κωλύει ἐν χρόνῳ ταῦτα εἶναι. ἀλλὰ τῷ μὲν ἐν ἀριθμῷ εἶναι κατὰ πάντα ἔοικε τὸ ἐν χρόνῳ εἶναι, διότι καὶ ἀριθμός ἐστιν ὁ χρόνος· καὶ γὰρ τῶν ἐν ἀριθμῷ ὄντων ἔστι πλείω λαβεῖν ἀριθμόν, διότι πᾶν τὸ ἠριθμημένον ἐν πεπερασμένῳ ἐστὶν ἀριθμῷ· παντὸς δὲ πεπερασμένου ἀριθμοῦ ἔστι πλείω λαβεῖν ἀριθμόν, διότι ἐπʼ ἄπειρον αὔξεται ὁ ἀριθμός, ὥσπερ τὸ μέγεθος ἐπʼ ἄπειρον μειοῦται. τῶν δὲ ἐν τόπῳ ὄντων οὐκ ἔστιν ἀεὶ πλείω τόπον λαβεῖν. εἰ μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντός ἐστιν ὁ τόπος ἢ ὁ τῶν διακεκριμένων εὐθετισμός, συμπεριγέγραπται τῷ τόπῳ ὁ τόπος· εἰ δὲ τὸ <!-- 9.740 -->διάστημα ὁ τόπος, τὰ μὲν μερικὰ σώματα ἐν τόπῳ ὄντα ἔχει ἀεί τινα τόπον ὑπερβάλλοντα, εἰς ὃν πολλάκις καὶ μεθίσταται· τὸ δὲ ὅλον οὐκέτι ἔχει μείζονα τόπον· τὸν γὰρ ὅλον τὸ ὅλον κατείληφεν. ὥστε κατὰ πᾶν τοῦ τόπου σημαινόμενον ἀληθὲς εἰπεῖν, ὅτι οὐ παντὸς τόπου ἔστι μείζονα τόπον λαβεῖν ὡς παντὸς χρόνου καὶ παντὸς ἀριθμοῦ. τῷ δὲ τοῦ τόπου παραδείγματι ἐχρήσατο πρὸς μόνον τὸ δεῖξαι, ὅτι τὰ ἐν χρόνῳ περιέχεται ὑπὸ χρόνου, ὥσπερ τὰ ἐν τόπῳ ὑπὸ τοῦ τόπου. τὸν δὲ ὅλον λόγον οὕτω συνήγαγεν ὁ Ἀλέξανδρος· τὰ ἐν χρόνῳ ὄντα ἐν ἀριθμῷ ἐστι· τῶν ἐν ἀριθμῷ ὄντων ἀριθμός ἐστι· τῶν ἄρα ἐν χρόνῳ ὄντων ἀριθμός ἐστιν· ὧν δέ ἐστιν ἀριθμός, τούτων πλείων ἐστὶν ἀριθμός· πεπερασμένων γὰρ ἀριθμός· παντὸς δὲ πεπερασμένου πλείονα ἔστι λαβεῖν· τῶν ἄρα ἐν χρόνῳ ὄντων πλείων ἐστὶν ἀριθμὸς κατὰ τὸν χρόνον.

Καὶ πάσχει δή τι ὑπὸ τοῦ χρόνου ἕως τοῦ ἡ δὲ κίνησις ἐξίστησι τὸ ὑπάρχον.

Δείξας ὅτι τὸ ἐν χρόνῳ ὂν περιέχεται ὑπὸ τοῦ χρόνου καὶ οὕτω περιέχεται, ὡς καὶ πρὸ αὐτοῦ εἶναι χρόνον καὶ μετʼ αὐτό, προστίθησιν ἐφεξῆς, ὅτι καὶ πάσχει τὰ ἐν χρόνῳ ὄντα ὑπὸ τοῦ χρόνου. εἰώθαμεν γὰρ λέγειν ὅτι κατατήκει ὁ χρόνος καὶ γηράσκει πάντα ὑπὸ τοῦ χρόνου καὶ ἐπιλανθάνεται διὰ τὸν χρόνον, ἅπερ ἐστὶν οὐσίας καὶ ζωῆς καὶ γνώσεως φθαρτικά. οὐ γὰρ ὁμοίως λέγομεν ὅτι μεμάθηκεν οὐδὲ νέον γέγονεν οὐδὲ καλὸν διὰ τὸν χρόνον, διότι φθορᾶς μᾶλλον αἴτιος ὁ χρόνος δοκεῖ ἀριθμὸς ὢν κινήσεως· ἡ δὲ κίνησις ἔκστασις τοῦ ὄντος ἐστὶ καὶ μεταβολή. ὥστε εἰκότως ὁ χρόνος κινήσεώς τι ὢν τὸ ἐν αὐτῷ ὂν ἐξίστησι τοῦ εἶναι καὶ μεταβάλλειν ποιεῖ ἀριθμὸς ὢν τῆς ἑκάστου τῶν ὄντων ἐν αὐτῷ μεταβολῆς τε καὶ ἐκστάσεως· ἀσφαλῶς δὲ τὸ μᾶλλον προσέθηκε τῷ φθορᾶς γὰρ αἴτιος καθʼ αὑτόν, καὶ διότι οὐδὲ τοῦ πάσχειν αἴτιος ὁ χρόνος αὐτῷ δοκεῖ ἁπλῶς τε καὶ καθʼ αὑτὸν εἶναι, ἀλλὰ κατὰ τοσοῦτον καθʼ ὅσον τοῖς ἐν χρόνῳ οὖσι πᾶσι τὸ πάσχειν ὑπάρχει· δῆλον δὲ καὶ ὅτι οὐ μόνον φθορᾶς, ἀλλὰ καὶ γενέσεως καὶ ἐκφάνσεως αἴτιος ἐδόκει τῷ εἰπόντι

  
ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνος,  
  
φύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται,  

  
καὶ οὐ μόνης λήθης ἀλλὰ καὶ μαθήσεως·  

  
ὁ γὰρ χρόνος τί μʼ εἰδέναι ποιεῖ  
<!-- 9.741 -->λέγοντος ἔστιν ἀκούειν ἐκείνου. ὁ δὲ Σιμωνίδης τὸ σοφώτατον τῷ χρόνῳ περιῆψε· τούτῳ γὰρ ἔφη πάντας εὑρίσκειν καὶ μανθάνειν,  <span class="gap">…</span> Εὐηνὸς δὲ ἐξ ἀμφοῖν πεποίηκε τὸ “σοφώτατόν τοι καὶ ἀμαθέστατον χρόνον”.

Καὶ αὐτὸς δὲ Ἀριστοτέλης ἔλεγεν ἐν τῷ τρίτῳ βιβλίῳ τὴν κίνησιν διττήν, τὴν μὲν ἀπὸ εἴδους εἰς στέρησιν τὴν δὲ ἀπὸ στερήσεως εἰς εἶδος καὶ ἐξίστησιν οὖν ἡ κίνησις οὐκ ἀπὸ εἴδους μόνον, ἀλλὰ καὶ ἀπὸ στερήσεως. διὰ τοῦτο δὲ μᾶλλον φθορᾶς αἴτιος, ὅτι τὰ μὲν γινόμενα εἰ καὶ ἐν χρόνῳ δοκεῖ γίνεσθαι, ἀλλʼ οὔ τί γε ὑπὸ χρόνου, ὅτι πρόδηλον τὸ ποιοῦν αἴτιον ἄλλο ὂν παρὰ τὸν χρόνον οἷον ὁ οἰκοδόμος τῆς οἰκίας. τὰ δὲ φθειρόμενα οὐ μόνον ἐν χρόνῳ φθείρεσθαι δοκεῖ, ἀλλὰ καὶ ὑπὸ χρόνου, ὅταν μηδὲν ἄλλο τοῦ φθείρεσθαι τὴν οἰκίαν αἴτιον φαίνηται. ὁμοίως δὲ μανθάνειν μὲν ὁ διδάσκαλος ποιεῖ, πρὸς δὲ λήθην ἀρκεῖν ὁ χρόνος δοκεῖ.

Ὥστε φανερὸν ὅτι τὰ ἀεὶ ὄντα ᾗ ἀεὶ ὄντα ἕως τοῦ οὐδὲ πάσχει οὐδὲν ὑπὸ τοῦ χρόνου ὡς οὐκ ὄντα ἐν χρόνῳ.

Δείξας ὅτι ταῦτά ἐστιν ἐν χρόνῳ, ὧν πλείονα χρόνον ἔστι λαβεῖν, καὶ ὅτι πάσχει τὰ ἐν χρόνῳ ὑπὸ τοῦ χρόνου, οἷον πόρισμά τι ἐκ τῶν εἰρημένων συνάγει, ὅτι τὰ ἀεὶ ὄντα ᾗ ἀεὶ ὄντα οὐκ ἔστιν ἐν χρόνῳ. οὔτε γὰρ περιέχεται ὑπὸ τοῦ χρόνου, ὡς εἶναι πλείονα χρόνον τοῦ εἶναι αὐτῶν λαβεῖν, οὔτε πάσχει τι ὑπὸ χρόνου· τὸ δὲ ᾗ ἀεὶ ὄντα προσέθηκε, διότι ἡ ὕπαρξίς ἐστιν αὐτῶν ἡ παρισουμένη τῷ χρόνῳ, αἱ μέντοι κινήσεις αὐτῶν καὶ αἱ μεταβολαὶ ἐν χρόνῳ τῷ ἑκάστου αὐτῶν εἶναι πλείω λαβεῖν. τί οὖν ἡ ἀίδιος κίνησις; δειχθήσεται γὰρ ἀίδιος ἡ κυκλοφορία. ἆρα ἐν χρόνῳ ἐστὶν ἢ οὔ; εἰ μὲν γὰρ μὴ ἐν χρόνῳ, οὐ πάσης κινήσεως ἀριθμὸς ὁ χρόνος, εἰ δὲ ἐν χρόνῳ, πῶς ἐν χρόνῳ τοῦτο, οὗ μὴ ὑπερβάλλει χρόνος; ἢ ὅτι ἀεὶ ἄλλη καὶ ἄλλη καὶ οὐδέποτε κατʼ ἀριθμὸν ἡ αὐτή, διὰ τοῦτο ἔστι τῆς λαμβανομένης πλείονα χρόνον λαβεῖν. ὁ δὲ Θεμίστιος· “κἂν μὴ περιττεύῃ, φησί, τῆς κινήσεως ὁ χρόνος μηδὲ οὕτως αὐτὴν περιέχῃ, ἀλλʼ ὅτι γε ἀλλήλοις συνήρμοσται συμπαρεκτεινόμενα καὶ συνετεροιούμενα καὶ δεῖται ἀλλήλων, διὰ τοῦτό ἐστιν ἡ κίνησις ἐν χρόνῳ.” τάχα δὲ ἄν τις <!-- 9.742 -->εἴποι ὅτι τούτου γε ἕνεκεν καὶ ὁ χρόνος ἔσται ἐν τῇ κινήσει. τὰ δὲ ἀίδια κατʼ οὐσίαν λεγόμενα τὰ μὲν ἀεὶ ἅμα ὅλα ὄντα οἷα τὰ νοητὰ καὶ ὄντως ὄντα καὶ τὴν ἐνέργειαν ἀεὶ ἅμα ὅλην ἔχει καὶ ὑπὲρ τὸν χρόνον ἐστὶ παντελῶς ὑπὸ τοῦ αἰῶνος μετρούμενα. ἡ δὲ οὐράνιος οὐσία ὅτι μὲν κατʼ οὐσίαν ἀμετάβλητός ἐστι, πρόδηλον· εἰ μέντοι μηδὲ ἀλλοίωσιν ὑπομένει τινά, δῆλον ὅτι κίνησιν μηδεμίαν ἔχουσα μηδὲ παράτασιν ἐν τῷ εἶναι ὑπὲρ χρόνον ἔσται καὶ αὕτη. χρόνος γὰρ τῶν γινομένων, οὐχὶ τῶν ὄντων μέτρον ἐστίν. εἰ δὲ ἔστι τις αὐτοῖς ὑπʼ ἀλλήλων ἐνδιδομένη τελείωσις κατὰ τοὺς διαφόρους σχηματισμούς, ὡς ἐπὶ τῆς σελήνης ἐναργῶς ὁρῶμεν γινόμενον καὶ ἔστιν ἄλλοτε ἄλλη γινομένη αὐτὴ καὶ τῆς οὐσίας τελειωτική, δῆλον ὅτι κατὰ ταῦτα ὑπὸ χρόνου μετρηθήσεται. τὸ γὰρ γενέσεως μετασχὸν ἔχειν τι δεῖ πάντως γινόμενον καὶ ἀπολλύμενον, ἀλλʼ οὐ κατʼ οὐσίαν ἀνάγκη. τῷ δὲ Ἀριστοτέλει καὶ τοῖς ἀπʼ αὐτοῦ ἐκ τῶν ἐναργῶν ἀεὶ φιλοσοφοῦσιν ἀρέσκει τὴν μὲν οὐσίαν τῶν οὐρανίων καὶ ἀγένητον καὶ ὑπὲρ χρόνον εἶναι, τὰς δὲ κινήσεις χρονίζεσθαι. καὶ μήποτε ἄμεινον λέγειν, ὅτι τῶν μὲν ἄκρων οἷον τῶν πάντῃ ἀκινήτων καὶ τῶν πάντῃ μεταβαλλομένων τῶν μὲν αἰὼν τῶν δὲ χρόνος μέτρον ἐστί, τῶν δὲ μέσων οἷον ψυχῆς καὶ τῶν ἀιδίων σωμάτων ἄλλα τινὰ μέσα μέτρα μὴ τυχόντα ὀνομάτων.

Ἐπειδή ἐστιν ὁ χρόνος μέτρον κινήσεως ἕως τοῦ ἀλλʼ ᾗ κίνησις αὐτοῦ ποσή τις.

Μέχρι τοῦδε μέτρον κινήσεως τὸν χρόνον εἰπὼν προστίθησιν εἰκότως, ὅτι καὶ ἠρεμίας μέτρον ὁ χρόνος ἐστὶ καὶ διὰ τοῦτο ἐπειδὴ κινήσεως. ὁ γὰρ παρασυναπτικὸς σύνδεσμος ὁ ἐπειδὴ τοῦτο δηλοῖ. εἰ γὰρ ἡ ἠρεμία στέρησίς ἐστι κινήσεως, τὰ δὲ αὐτὰ κριτικά τε καὶ μετρητικὰ τῶν τε ἕξεών ἐστι καὶ τῶν στερήσεων, ὥσπερ φωτὸς καὶ σκότους ἡ ὄψις καὶ φωνῆς καὶ ἡσυχίας ἡ ἀκοὴ καὶ τοῦ εὐθέως καὶ στρεβλοῦ ὁ κανών, εἰκότως τὸ τὴν κίνησιν μετροῦν καὶ τὴν ταύτης στέρησιν τὴν ἠρεμίαν μετρήσει· κατὰ συμβεβηκὸς δὲ ταύτην· τὴν μὲν γὰρ κίνησιν καθʼ αὑτὸ ὁ χρόνος μετρεῖ — ἐν τούτῳ γὰρ αὐτοῦ ἡ οὐσία —, κατὰ συμβεβηκὸς δὲ καὶ τὴν ἠρεμίαν καὶ κατὰ τὴν πρὸς τὴν κίνησιν ἀναφορὰν μετρεῖ. μετρεῖ γὰρ αὐτῆς τὸ ὅσον οὐ κεκίνηται, ὡς καὶ αὐτὸς ἐρεῖ. ἔστι γάρ τις χρόνος, ὃν ἠρεμεῖ τὸ ἠρεμοῦν, οὗ πλείονα λαβεῖν ἔστιν. ἠρεμεῖν γὰρ ἐκεῖνα λέγεται τὰ καὶ κινεῖσθαι πεφυκότα. καὶ ὁ μὲν Ἀλέξανδρος ἀριθμὸν τῆς ἠρεμίας τὸν χρόνον φησίν, ὅτι συμβέβηκε τῇ κινήσει ἡ στέρησις τῆς κινήσεως, ἧς καθʼ αὑτὸ ἀριθμός <!-- 9.743 -->ἐστιν ὁ χρόνος· ὁ δὲ Θεμίστιος τῷ κίνησιν ἄλλην μετρεῖν. “ἡ γὰρ νὺξ μέτρον μὲν καθʼ αὑτὴν τῆς τοῦ ἡλίου φορᾶς τῆς ὑπὸ γῆν, κατὰ συμβεβηκὸς δὲ καὶ τῆς τῶν ζῴων ἠρεμίας.” λέγοιτο δὲ ἂν τάχα καὶ ἄλλως. ἐπειδὴ γὰρ πᾶσα ἠρεμία μεταξὺ δυεῖν κινήσεών ἐστιν, ἃς καθʼ αὑτὸ μετρεῖ ὁ χρόνος, καὶ ἔστι τὸ μὲν πρότερον νῦν πέρας ὂν τῆς προτέρας κινήσεως, τὸ δὲ ὕστερον ἀρχὴ τῆς δευτέρας, τὸ μεταξὺ διάστημα χρόνος ἂν εἴη τοῦ διαστήματος τῆς μεταξὺ ἠρεμίας μετρητικὸς κατὰ συμβεβηκός, ὅτι συμβέβηκε μεταξὺ δυεῖν κινήσεων ἠρεμίαν εἶναι. ἀλλὰ πῶς ὁ χρόνος ἐν τούτῳ οὐσιωμένος ἐν τῷ ἀριθμὸς εἶναι καὶ μέτρον κινήσεως καὶ τὴν ἠρεμίαν στέρησιν οὖσαν τῆς κινήσεως μετρεῖ; ἔσται γὰρ καὶ ἡ ἠρεμία κίνησις, εἴπερ τὸ μετρούμενον ὑπὸ χρόνου κίνησίς ἐστι. ταύτην οὖν λύων τὴν ἔνστασίν φησιν· οὐκ ἀνάγκη τὸ ἐν χρόνῳ ὂν κινεῖσθαι· οὐ γὰρ κίνησις ὁ χρόνος, ἀλλʼ ἀριθμὸς κινήσεως καὶ συμβεβηκός τι. οὐκ εἴ τι δὲ ἐν τῷ συμβεβηκότι, ἤδη καὶ ἐν ἐκείνῳ ᾧ τοῦτο συμβέβηκεν. οὐ γὰρ εἴ τι ἐν τῇ ἡμέρᾳ, ἤδη καὶ ἐν τῇ φορᾷ τοῦ ἡλίου, εἴπερ ἡμέρα ἐστὶ τοσόσδε χρόνος ὁ τῆς τοσῆσδε τοῦ ἡλίου κινήσεως ἀριθμός. ὥστε οὐκ ἀνάγκη κινεῖσθαι τὴν ἠρεμίαν, κἂν ἐν τῷ ἀριθμῷ τῆς κινήσεως τῷ χρόνῳ εἶναι οὐ κεκώλυται. λέγομεν γὰρ ὅτι ὁ κάμνων ἐν τοσῷδε χρόνῳ ἠρέμησε. καὶ γὰρ ὁ κανὼν κριτήριον καθʼ αὑτὸν τῶν εὐθέων ὑπάρχων, κατὰ συμβεβηκὸς κρίνει καὶ τὰ στρεβλά.

Εἰπὼν δὲ ὅτι καὶ τὸ ἠρεμοῦν ἐν χρόνῳ, τί τὸ ἠρεμοῦν λέγει, ὅτι οὐ πᾶν τὸ ἀκίνητον. εἰ γὰρ τοῦτο, οὐ πάσης ἦν ἠρεμίας μέτρον ὁ χρόνος· οὐ γὰρ δὴ καὶ τῆς ἀιδίου ἀκινησίας, ἐπεὶ μὴ περιέχει αὐτῆς τὸ εἶναι. ἀλλʼ ἔστιν ἠρεμοῦντα ταῦτα, ὡς εἴρηται, ὅσα πεφυκότα κινεῖσθαι ἐστέρηνται τοῦ κινεῖσθαι· τὸ δὲ πεφυκὸς κινεῖσθαι οὐκ ἀίδιον ἔχει τὴν ἀκινησίαν. εἶτα καὶ τί τὸ ἐν χρόνῳ προστίθησιν, ὅτι ὥσπερ τὸ ἐν ἀριθμῷ ἐστι τὸ εἶναί τινα ἀριθμὸν τοῦ πράγματος καὶ μετρεῖσθαι αὐτοῦ τὸ εἶναι τῷ ἀριθμῷ ἐν ᾧ ἐστιν, οὕτω καὶ τὸ ἐν χρόνῳ τὸ ὑπὸ χρόνου μετρεῖσθαι τὸ εἶναι αὐτοῦ. ἐφʼ οἷς προστίθησιν, ὅτι καὶ τὸ ἠρεμοῦν καθὸ ἠρεμοῦν μετρήσει ὁ χρόνος, ὥσπερ καὶ τὸ κινούμενον καθὸ κινούμενον. ἀλλʼ οὐ τὸ ὑποκείμενον μετρεῖ, ἀλλὰ τὴν κίνησιν καὶ τὴν ἠρεμίαν αὐτῶν. “ὥστε, φησὶν Ἀλέξανδρος, καὶ τῶν ἀιδίων τὰς κινήσεις, ἀλλʼ οὐχὶ τὰς τῶν κινουμένων οὐσίας μετρήσει ὁ χρόνος.” τινῶν δὲ ἐκ τῶν ἐνταῦθα εἰρημένων ἐλλιπῆ λεγόντων εἶναι τὸν ἀποδοθέντα τοῦ χρόνου ὁρισμόν — ἔδει γάρ φασι μὴ μόνον κινήσεως αὐτὸν ἀλλὰ καὶ ἠρεμίας ἀριθμὸν ἀφορίσασθαι — ἐπισκήπτων ὁ Ἀλέξανδρος “ὡς ἴσον, φησίν, ὂν τὸ ἀριθμὸν κινήσεως τῷ <!-- 9.744 -->μέτρον κινήσεως, οὕτως ἀκούουσι τοῦ ἀριθμὸς κινήσεως. διὸ ἀξιοῦσιν, ἐπεὶ μέτρον καὶ ἠρεμίας ἐστίν, οὐ μόνον κινήσεως, καὶ τοῦτο τῷ λόγῳ προστίθεσθαι. οὐ μὴν ταὐτόν ἐστιν. οὐ γὰρ ἐν τῷ μετρεῖν τὴν κίνησιν ὁ χρόνος ἔχει τὸ εἶναι. ἀλλὰ τοῦτο μὲν αὐτῷ συμβέβηκε· τὸ δὲ εἶναι αὐτῷ καὶ ἡ οὐσία ἐν τῷ ἀριθμεῖσθαι τὸ ἐν κινήσει πρότερον καὶ ὕστερον καθὸ πρότερον καὶ ὕστερον, ὃ οὐκ ἔστιν ἐν ἠρεμίᾳ. οὐ γὰρ καὶ ταύτῃ ἐν τῇ μεταβάσει τῇ ἀπὸ προτέρου τινὸς ἐπί τι δεύτερον καὶ μετʼ αὐτὸ τὸ εἶναι, ὥσπερ τῇ κινήσει. καὶ τοῦτο σαφῶς ἐδήλωσεν εἰπὼν ἐν ἀριθμῷ δὲ κινήσεως ἐνδέχεται εἶναι καὶ τὸ ἠρεμοῦν. τὸ δὲ εἶναι ἐν ἀριθμῷ ἐστι τὸ εἶναί τινα ἀριθμὸν τοῦ πράγματος”. ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος θαυμάζειν ἔπεισί μοι, πῶς λέγει τὴν ἠρεμίαν μὴ ἔχειν τὸ πρότερον καὶ ὕστερον ὥσπερ τὴν κίνησιν. εἰ γὰρ μὴ εἶχεν, ἀλλὰ συνῆπται τὸ πρότερον νῦν τῷ ὑστέρῳ, οὐκ ἂν ἦν ἔννοια χρόνου ἐν ἠρεμίᾳ ὥσπερ οὐδὲ ἐν κινήσει. εἰ δὲ ἔστι τὸ πρότερον καὶ ὕστερον καὶ μετάβασις ἀπʼ ἐκείνης ἐπὶ τοῦτο καὶ τοῦ προτέρου φθειρομένου τὸ ὕστερον ἐπιγίνεται, πῶς οὐκ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει καὶ ἠρεμία καὶ κίνησίς τις καὶ ἐν αὐτῇ οὖσα φανήσεται; μήποτε οὖν διττὴ ἡ κίνησις ἡ μὲν ἀντικειμένη τῇ ἠρεμίᾳ, ἡ δὲ καὶ αὐτὴ ὑπάρχουσα παράτασις οὖσα τοῦ εἶναι τῆς ἠρεμίας. ὥσπερ γὰρ καὶ τῶν ἄλλων πάντων τῶν ἐν γενέσει τὴν ῥοὴν τῆς ὑπάρξεως τὸ εἶναι πρότερον ἐκαλοῦμεν, καὶ τῆς ἠρεμίας τὸ εἶναι ἐν ῥοῇ ἐστι καὶ παρατάσει. διὸ καὶ Ἀριστοτέλης καίτοι ἐν ἀρχῇ κατὰ συμβεβηκὸς εἰπὼν μετρεῖσθαι τὴν ἠρεμίαν ὑπὸ τοῦ χρόνου ὅμως προελθὼν φήσει· μετρήσει δὲ ὁ χρόνος τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν, τὸ μὲν ᾗ κινούμενον τὸ δὲ ᾗ ἠρεμοῦν. τὴν γὰρ κίνησιν αὐτῶν καὶ τὴν ἠρεμίαν, πόση τις, τουτέστι τὴν παράτασιν ἑκατέρας μετρήσει ἐκείνην τὴν κατὰ τὸ εἶναι, τουτέστι τὴν γένεσιν καὶ τὴν ῥοήν. καὶ μήποτε διὰ τοῦτο κατὰ συμβεβηκὸς εἶπε τὴν ἠρεμίαν ὑπὸ τοῦ χρόνου μετρεῖσθαι. ὅτι οὐχ ὡς ἠρεμία ἁπλῶς, ἀλλὰ κατὰ τὸ εἶναι τὸ γενητὸν αὐτῆς, ὥσπερ καὶ ἡ κίνησις καὶ τὰ ἄλλα εἴδη κατὰ τοῦτο χρονίζονται. πλὴν ἐπειδὴ ἐπὶ τῆς κινήσεως ταὐτόν ἐστι κίνησις καὶ τὸ εἶναι τῆς κινήσεως, εἰκότως τῇ κινήσει καθʼ αὑτὸ ὑπάρχειν ὁ χρόνος δοκεῖ. ὅτι δὲ στέρησιν κινήσεως τὴν ἠρεμίαν οὐχ ὡς τὸ στρεβλὸν τοῦ εὐθέος καὶ ὅλως τὰ παρὰ φύσιν τῶν κατὰ φύσιν, ἀλλʼ ὡς τὴν ἀπουσίαν τοῦ πεφυκότος λέγει κατὰ φύσιν καὶ αὐτὴν οὖσαν, δῆλον, εἰ καὶ τὴν φύσιν ὁριζόμενος ἀρχὴν καὶ αἰτίαν οὐ μόνον κινήσεως, ἀλλὰ καὶ ἠρεμίας αὐτὴν ἔλεγε καθʼ αὑτό. καὶ γὰρ τῆς <!-- 9.745 -->ἠρεμίας ἡ φύσις αἰτία. διὰ τοῦτο δὲ ἴσως στάσιν αὐτὴν οὐκ ἐκάλεσε διὰ τὸ βούλεσθαι ἰδίῳ ὀνόματι καλέσαι τὴν στάσιν, εἰς ἣν καὶ ἀφʼ ἧς μεταβάλλει ἡ κίνησις. καὶ γὰρ καὶ τὰ ἀεὶ ἀκίνητα μένοντα ὡς οἱ πόλοι καὶ ὁ ἄξων τοῦ παντὸς ἑστάναι μὲν λέγονται, ἠρεμεῖν δὲ οὐκέτι, ὅτι τὸ ἠρεμεῖν προσήκει τοῖς κινουμένοις ποτέ.

Ὥστε ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ οὐκ ἔστιν ἐν χρόνῳ ἕως τοῦ ὁ δὲ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον.

Εἰπὼν πρότερον τίνα τὰ ἐν χρόνῳ, ὅτι τὰ κινούμενα καὶ ἠρεμοῦντα καὶ τὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα, ὧν καὶ ὑπερβάλλει χρόνος, ἐν τούτοις δείκνυσι τίνα οὐκ ἔστιν ἐν χρόνῳ ὅτι ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ οὐκ ἔστιν ἐν χρόνῳ, καὶ ἐφεξῆς ὅτι οὔτε τὸ μὴ ὂν πάντῃ οὔτε τὸ ἀιδίως ὄν, ἀλλʼ ἐκεῖνα ὧν γένεσίς ἐστι καὶ φθορά. ὅτι δὲ ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ οὐκ ἔστιν ἐν χρόνῳ δείκνυσιν οὕτως· εἰ μέτρον κινήσεως καὶ ἠρεμίας ἐστὶν ὁ χρόνος, ἃ μήτε κινεῖται μήτε ἠρεμεῖ ταῦτα οὐκ ἔστιν ἐν χρόνῳ· ἔστι δὲ μήτε κινούμενα μήτε ἠρεμοῦντα τὰ ἀκίνητα τῇ ἑαυτῶν φύσει καὶ δηλονότι τὰ κατὰ πᾶσαν κίνησιν ἀκίνητα. καὶ ὁ μὲν συλλογισμός ἐστιν ἐν δευτέρῳ σχήματι τοιοῦτος· τὰ ἐν χρόνῳ ὄντα μετρεῖται ὑπὸ χρόνου· τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα οὐ μετρεῖται ὑπὸ χρόνου· καὶ τὸ συμπέρασμα, ὅτι τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα οὐκ ἔστιν ἐν χρόνῳ. τούτων δὲ τὴν μὲν μείζονα πρότασιν τέθεικεν διὰ τοῦ τὸ μὲν γὰρ ἐν χρόνῳ ἐστὶ τὸ μετρεῖσθαι χρόνῳ, τὴν δὲ ἐλάττονα τὴν λέγουσαν “τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα οὐ μετρεῖται ὑπὸ χρόνου” αὐτὴν μὲν οὐ τέθεικε, τὴν δὲ κατασκευαστικὴν αὐτῆς τὴν λέγουσαν “ὁ δὲ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον ἐστίν”, ᾧ δεῖ προσυπακοῦσαι τὸ “μόνων” ὡς ἤδη δεδειγμένων. εἰ δὲ τούτων μόνων, δῆλον ὅτι ἀληθές ἐστιν, ὅτι τὸ μήτε κινούμενον μήτε ἠρεμοῦν οὐ μετρεῖται ὑπὸ χρόνου· ἐπειδὴ δὲ τῶν ὄντων τὰ μέν ἐστιν ἀκίνητα, τὰ δὲ ἀεικίνητα, τὰ δὲ ποτὲ κινούμενα καὶ ποτὲ ἠρεμοῦντα, δῆλον ὅτι τὰ μὲν ἀκίνητα παντελῶς οὐκ ἔστιν ἐν χρόνῳ, τὰ δὲ ἀεὶ καὶ τὰ ποτὲ κινούμενα καὶ τὰ ἠρεμοῦντα ἐν χρόνῳ ἐστίν. ὅσα δὲ μήτε ἀιδίως μήτε ποτὲ κινεῖται, ταῦτα οὐκ ἔστιν ἐν χρόνῳ. δῆλον δὲ ὅτι τὰ ποτὲ κινούμενα ταῦτά ἐστι τὰ καὶ ποτὲ ἠρεμοῦντα. ἀλλὰ πῶς ὁ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον ἐστίν; <!-- 9.746 -->οἱ μὲν γὰρ λέγοντες κινήσεως μέτρον εἶναι καθʼ αὑτό, τῆς δὲ ἠρεμίας ὡς στερήσεως οὔσης κινήσεως, εἰκότως μόνων τούτων μέτρον εἶναι λέγουσιν. οἱ δὲ κινήσεως μὲν μόνης μέτρον εἶναι τὸν χρόνον λέγοντες, τῆς δὲ ἠρεμίας κατὰ τὸ εἶναι καὶ ταύτης ἐν ῥοῇ θεωρούμενον, δῆλον ὅτι οὐ μόνης ἠρεμίας, ἀλλὰ καὶ τῶν ἄλλων πάντων τῶν ἐν γενέσει, ὡς αὐτὸς εἶπε, μέτρον ἔσται ὁ χρόνος κατὰ τὸ εἶναι. τῆς γὰρ κατὰ τὴν ῥοὴν τοῦ εἶναι κινήσεώς ἐστι μέτρον ὁ χρόνος κυρίως, ἥτις ἴδιός ἐστι τῆς γενέσεως. ἀλλʼ ἴσως ἐπειδὴ πάντα τὰ ἐν γενέσει ἢ κινεῖται ἢ ἠρεμεῖ, ἀληθὲς εἰπεῖν ὅτι ταῦτα μόνα ἐν χρόνῳ ἐστίν.

Φανερὸν οὖν ὅτι οὔτε τὸ μὴ ὂν ἔσται πᾶν ἐν χρόνῳ ἕως τοῦ καὶ ἔστι γένεσις καὶ φθορὰ αὐτῶν.

Ἔτι μὲν ἐπιμένει διαρθρῶν τίνα τὰ ἐν χρόνῳ ἐστὶν ἢ οὐκ ἔστιν, καὶ δείκνυσι νῦν, ὅτι οὔτε τὰ πάντῃ μὴ ὄντα ἐν χρόνῳ ἔστιν οὔτε τὰ ἀιδίως ὄντα οὐδὲ ὅλως ὧν μὴ ὑπερβάλλει χρόνος, ἀλλʼ ἐκεῖνα μόνα ὧν ἐστι γένεσις καὶ φθορά· σαφεστέραν δὲ διὰ τούτων ποιεῖ τὴν ἔννοιαν ἣν ἔχει περὶ τοῦ χρόνου. λέγει δὲ ὅτι οὔτε τὰ μὴ ὄντα πάντα ἐστὶν ἐν χρόνῳ, ἀλλὰ τινά. τῶν γὰρ μὴ ὄντων τὰ μὲν παρῆλθεν οἷον Ὅμηρος ὁ ποιητής, τὰ δὲ μέλλει οἷον ἔκλειψις, τὰ δὲ καὶ παρῆλθε καὶ μέλλει ὡς πόλεμος καὶ ἔκλειψις. καὶ ταῦτα μὲν πάντα ἐν χρόνῳ δειχθήσεται. ἔστι δέ τινα τῶν μὴ ὄντων, ὅσα μὴ ἐνδέχεται εἶναι, ὥσπερ καὶ τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ οὐκ ἐνδέχεται ὅλως εἶναι. ταῦτα οὖν οὐκ ἔστιν ἐν χρόνῳ. καὶ τὴν αἰτίαν προστίθησιν. ἐπειδὴ γὰρ μέτρον ἐστὶν ὁ χρόνος κινήσεως μὲν καθʼ αὑτό, τῶν δὲ ἄλλων κατὰ συμβεβηκός. ἄλλα δὲ λέγει τήν τε ἠρεμίαν αὐτὴν καὶ τὰ κινούμενα καὶ ἠρεμοῦντα αὐτά, ὧν τὴν μὲν ἠρεμίαν καὶ αὐτὴν ὁ χρόνος μετρεῖ “μετρῶν, φησὶν Ἀλέξανδρος, τὸ ὅσον οὐ κεκίνηται τοῦ ἠρεμοῦντος”, οἶμαι δὲ ὅτι καὶ τὴν τοῦ εἶναι τῆς ἠρεμίας παράτασιν. καὶ διὰ τοῦτό φησι κατὰ συμβεβηκός, ὅτι κατὰ τὴν ἐπὶ τὴν κίνησιν ἀναφοράν. τὰ δὲ ὑποκείμενα τῇ τε κινήσει καὶ τῇ ἠρεμίᾳ οὐδὲ τὴν ἀρχὴν αὐτὰ μετρεῖ, ἀλλὰ κατὰ συμβεβηκὸς ταῦτα λέγεται μετρεῖν τῷ τοῖς μετρουμένοις ὑπὸ τοῦ χρόνου τῇ τε κινήσει καὶ τῇ ἠρεμίᾳ ταῦτα συμβεβηκέναι τῷ εἶναι ἄνθρωπον ἢ ἵππον τὸ κινούμενον ἢ ἠρεμοῦν. ἐπεὶ οὖν μόνα μετρεῖ ὁ χρόνος κίνησιν καὶ ἠρεμίαν, δῆλον ὡς ὧν τὸ εἶναι μετρεῖται, ταῦτα ἐν τῷ κινεῖσθαι ἢ ἠρεμεῖν ἕξει τὸ εἶναι. τοιαῦτα δέ ἐστι τὰ γενητὰ καὶ φθαρτὰ καὶ ὅλως ὅσα ὁτὲ μὲν ὄντα, ὁτὲ δὲ μή. διὸ καὶ περιέχεται ταῦτα ὑπὸ τοῦ χρόνου. ἔστι γὰρ χρόνος τις πλείων, <!-- 9.747 -->ὃς ὑπερέχει τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν. τῶν οὖν μὴ ὄντων, ὅσα μὲν τοιαῦτά ἐστιν ὡς γεγονέναι ποτὲ ἢ ἔσεσθαι ἢ καὶ γεγονέναι καὶ ἔσεσθαι, τούτων τὸν τοῦ μὴ εἶναι χρόνον ὑπερέχει ὁ χρόνος. καὶ γὰρ ὁ ἐν ᾧ ἦν ἢ ἐν ᾧ ἔσται χρόνος ἐστί. διὸ τὰ τοιαῦτα τῶν μὴ ὄντων ἔσται ἐν χρόνῳ. εἰπὼν δὲ τὸ οἷον τῶν μελλόντων προσέθηκε τὸ ἐφʼ ὁπότερα περιέχει. ἐπὶ μὲν γὰρ τῶν γεγονότων ὑπὸ τοῦ παρεληλυθότος χρόνου ὄντος, ἐν ᾧ ἔτυχον ὄντα, τὸ μὴ εἶναι αὐτῶν περιέχεται ἤτοι ὁ χρόνος ὁ τούτου μετρητικός· διὸ ἐν χρόνῳ τὰ οὕτω μὴ ὄντα. ἐπὶ δὲ τῶν ἐσομένων ὑπὸ τοῦ μέλλοντος. ὁ γὰρ ἐν ᾧ ἔσται χρόνος μετὰ τοῦ ἐν ᾧ οὐκ ἔστι πλείων ἐστὶ τοῦ ἐν ᾧ οὐκ ἔστιν. διὸ καὶ ταῦτα ἐν χρόνῳ. ὅσα δὲ πρότερον μὲν ἦν καὶ ὕστερον ἔσται, νῦν δὲ οὐκ ἔστιν, οἷον ἔκλειψις ἢ διοσημεῖα ἢ πόλεμος, τούτων ὁ τοῦ μὴ εἶναι χρόνος ἐπʼ ἀμφότερα περιέχεται· καὶ γὰρ ὑπὸ τοῦ παρεληλυθότος, ὅτι ἐν ἐκείνῳ ἦν, καὶ ὑπὸ τοῦ μέλλοντος, ὅτι ἐν ἐκείνῳ ἔσται. καὶ πλείων ἑκάτερος τοῦ ἐν ᾧ μὴ ἔστι μόνου ὅ τε μετὰ τοῦ παρεληλυθότος καὶ ὁ μετὰ τοῦ μέλλοντος. διὸ καὶ ἐπὶ τῶν τοιούτων ἐστὶ τὸ μὴ εἶναι αὐτῶν ἐν χρόνῳ ὥσπερ καὶ τὸ εἶναι. ὑπερβάλλει γὰρ ἑκατέρου χρόνος, καὶ διὰ τοῦτο περιέχεται ὑπὸ χρόνου καὶ ἐν χρόνῳ ἐστίν. ὧν δὲ ἀδύνατος ἡ ὕπαρξις τούτων τὸ μὴ εἶναι οὐκ ἔστιν ἐν χρόνῳ. τίνα δὲ ταῦτά ἐστι, πρότερον μὲν ἐπὶ παραδείγματος εἶπεν ὥσπερ τὸ τὴν διάμετρον εἶναι τῇ πλευρᾷ σύμμετρον, νῦν δὲ καὶ διὰ καθολικοῦ κανόνος παρέδωκεν. ὧν γὰρ ἀίδια τὰ ἀντικείμενα, ταῦτα ἀδύνατον αὐτὰ εἶναι. ἐπεὶ οὖν ἀιδίως τε καὶ ἀναγκαίως ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ, τὸ σύμμετρον αὐτὴν εἶναι ἀδύνατόν ἐστι. πάλιν δὲ τίνα ἐστὶ τὰ δυνάμενα καὶ εἶναι καὶ μὴ εἶναι, κανονικῶς παραδέδωκεν εἰπὼν ὅσων τὰ ἐναντία μὴ ἀεί ἐστιν, ἀλλὰ ποτὲ δηλονότι. εἰ μὲν γὰρ ἀεὶ ἦν τὰ ἐναντία, οὐδέποτε ἂν ἦν αὐτά· εἰ δὲ μὴ ἦν τὰ ἐναντία αὐτοῖς, αὐτὰ ἂν ἦν ἀεί. εἰ δὲ ποτὲ μὲν ἔστι ποτὲ δὲ μὴ ἔστι τὰ ἐναντία, καὶ αὐτὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα γινόμενα ἂν εἴη καὶ φθειρόμενα. ὅτε μὲν γὰρ ἔστι τὰ ἐναντία, αὐτὰ οὐκ ἔστιν, ὅτε δὲ μὴ ἔστιν ἐκεῖνα, ταῦτα ἔστι.

Τὸ δὲ νῦν ἐστι συνέχεια χρόνου ἕως τοῦ τὸ μὲν οὖν οὕτω λέγεται τῶν νῦν.

Περὶ τοῦ νῦν, καθʼ ὃ μάλιστα δοκεῖ εἶναι ὁ χρόνος, εἰπεῖν προτίθεται τοῦ τε κυρίως καὶ τοῦ ἐν πλάτει λεγομένου, καὶ πρῶτον περὶ τοῦ κυρίως, περὶ οὗ καὶ πρότερον εἴρηκεν, ὅτι συνεχὴς ὁ χρόνος τῷ νῦν καὶ διῄρηται <!-- 9.748 -->κατὰ τὸ νῦν. ταῦτα δὴ καὶ νῦν περὶ αὐτοῦ διὰ μακροτέρων ἐρεῖ, ὅτι συνέχεια χρόνου τὸ νῦν ἐστι. τοῦτο γάρ ἐστι, καθὸ συνεχής ἐστιν ὁ χρόνος. συνεχῆ μὲν γάρ ἐστιν, ὧν τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, ὡς ἐν τῷ ἕκτῳ βιβλίῳ τῆσδε τῆς πραγματείας δειχθήσεται. πρὸς δὲ τὸ νῦν τὰ μόρια τοῦ χρόνου συνῆπται τό τε παρεληλυθὸς καὶ τὸ μέλλον κοινὸν ὅρον γινόμενον ὡς ἐν ἀμφοτέροις ὑπάρχον. καὶ οὕτως μὲν λαμβανόμενον συνέχει τὸν χρόνον τὸ νῦν. ὅταν δὲ ὡς πέρας τοῦ παρεληλυθότος καὶ ὡς ἀρχὴ τοῦ μέλλοντος ληφθῇ καὶ νοηθῇ, διεῖλεν αὐτὸν πάλιν. τὸ γὰρ αὐτὸ ποτὲ μὲν συνέχει, ποτὲ δὲ διαιρεῖ, ὡς ἔχει καὶ ἡ στιγμὴ ἐν τῷ μήκει. καὶ γὰρ αὕτη καὶ συνέχει τὸ μῆκος, ὅταν ὡς μία ἐπινοῆταί τε καὶ λαμβάνηται, καὶ διαιρεῖ, ὅταν ὡς δυσὶ χρησώμεθα τοῦ μὲν πέρας αὐτὴν λέγοντες, τοῦ δὲ ἀρχήν. οὕτως ὁ Ἀλέξανδρος τὴν μὲν συνέχειαν δηλοῦσθαι νομίζων ἕως τοῦ συνέχει γὰρ τὸν χρόνον τὸν παρεληλυθότα καὶ ἐσόμενον, τὰ δὲ ἐντεῦθεν περὶ τῆς διαιρέσεως ἀκούων, διότι τοῦ μὲν ἀρχὴν τοῦ δὲ τελευτὴν εἶπε τὸ νῦν. οὐχ οὕτω μέντοι ὥσπερ ἐπὶ τῆς στιγμῆς ὑπομένον συνέχει· τὸ γὰρ νῦν τοῦ χρόνου ῥέοντος οὐχ ὑπομένει. διαφόρου δὲ οὔσης τῆς γραφῆς καὶ τῆς μὲν ἐχούσης καὶ ὅρος χρόνου, τῆς δὲ καὶ πέρας χρόνου, ἀμφοῖν μὲν ἡ αὐτὴ ἔννοια — καὶ γὰρ προελθὼν τὸν κοινὸν ὅρον πέρας ἀμφοῖν καὶ ἑνότητα καλεῖ —, οἰκειότερος δὲ ὁ ὅρος, διότι συνεχῆ λέγομεν ἐκεῖνα τὰ πρὸς κοινὸν ὅρον συνάπτοντα. καὶ Ἀλέξανδρος τὸ διαιρεῖ δὲ δυνάμει ἀκούει πρὸς τὸ προειρημένον, ὅτι οὐχ ὡς ἐπὶ τῆς στιγμῆς μενούσης φανερόν, ἀλλὰ δυνάμει διαιρεῖ τὸ νῦν. καὶ ἔχει λόγον οὕτως ἡ ἑρμηνεία· λέγει οὖν ὅτι τὸ νῦν τὸν χρόνον διαιρεῖ δυνάμει, τουτέστι τῷ ἐπινοεῖσθαι· οὐ γὰρ ἐνεργείᾳ ὡς ἡ στιγμὴ τῷ ἔχειν θέσιν καὶ ὑπομένειν καὶ κεχωρισμένα δεικνύναι τὰ μέρη· διὰ γὰρ τὴν ῥοὴν τοῦ χρόνου οὐ δύναται χωρὶς ἀλλήλων ὑπομένοντα δειχθῆναι τὰ τοῦ χρόνου μέρη. καὶ ὅταν μὲν ὡς συνέχον λαμβάνηται τὸ νῦν, ταὐτὸν καὶ τῷ λόγῳ καὶ οὐ τῷ ὑποκειμένῳ μόνον ἐστίν· οὐ γὰρ κατʼ ἄλλον καὶ ἄλλον λόγον λαμβανόμενον συνέχει τὸν χρόνον, ἀλλʼ ὅταν πρὸς ἄμφω τὰ μέρη τὸν αὐτὸν ἔχῃ λόγον κοινὸς ὅρος γινόμενον ἀμφοῖν. οὕτω δὲ ἔχει τὰ ἐπὶ τοῦ νῦν, φησίν, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν, καθὸ μὲν τὴν αὐτὴν οὖσαν στιγμὴν κατὰ τὸ ὑποκείμενον λαμβάνομεν ὡς διαιροῦσαν τῷ λόγῳ καὶ τῇ νοήσει τὸ μῆκος καὶ τοῦ μὲν πέρας τοῦ δὲ ἀρχὴν γινομένην, πλείους αὐτὴν ποιοῦμεν τῷ λόγῳ τὴν αὐτὴν οὖσαν κατὰ τὸ ὑποκείμενον — ἄλλος γὰρ λόγος τῆς ὡς πέρατος καὶ ἄλλος τῆς ὡς ἀρχῆς λαμβανομένης· καθόσον δὲ ὡς μίαν αὐτὴν οὐ τῷ ὑποκειμένῳ μόνον ἀλλὰ καὶ <!-- 9.749 -->τῷ λόγῳ λαμβάνομεν ὡς συνέχουσαν τὴν γραμμήν, κατὰ δὴ τοῦτο πάντῃ μία γίνεται, τουτέστιν οὐ κατὰ τὸ ὑποκείμενον μόνον, ὅπερ καὶ τῇ διαιρούσῃ ὑπῆρχεν, ἀλλὰ καὶ κατὰ τὸν λόγον. “δύναται δέ, φησὶν Ἀλέξανδρος, τὸ τῇ νοήσει μὴ πρὸς τὴν διαίρεσιν συντάττεσθαι, ἀλλὰ πρὸς τὸ ἄλλη· τῇ γὰρ νοήσει ἄλλη καὶ ἄλλη γίνεται ἡ διαιροῦσα στιγμή· οὐ γὰρ δὴ τῷ ὑποκειμένῳ.” ὡς δὲ ἔχει ἐν τοῖς μαθηματικοῖς ἡ στιγμὴ τῆς γραμμῆς, οὕτω καὶ ἐν τοῖς φυσικοῖς ἔχει τὸ τοῦ χρόνου νῦν. τὸ μὲν γὰρ ὡς διαιροῦν τὸν χρόνον λαμβάνεται τῇ ἐπινοίᾳ καὶ οἷον δυνάμει· οὐ γὰρ ὡς ἐνεργείᾳ καὶ ὑπομένον ἀλλʼ οὕτως ἡ ἐν τῇ γραμμῇ διαιρετικὴ στιγμὴ δὶς ἐπινοουμένη δυνάμει δύο ἐστί, γίνεται δὲ ἐνεργείᾳ δύο, ὅταν χωρισθῇ ἀπʼ ἀλλήλων τὰ μέρη τῆς γραμμῆς· τὸ δὲ νῦν δυνάμει ὡς ἐοικὸς τούτῳ, ὅταν ἐπινοίᾳ ἑκάτερον δὶς λαμβάνηται. οὐ γὰρ γίνεταί ποτε τοῦτο ἐνεργείᾳ· οὐ γὰρ ὑπομένει. “ἢ δυνάμει, φησὶν Ἀλέξανδρος, ὅτι κατὰ δύναμίν τινα καὶ λόγον τὸ ἓν κατὰ τὸ ὑποκείμενον δύο γίνεται τῷ λόγῳ.”

Τὸ μὲν οὖν διαιροῦν οὕτως, τὸ δὲ ὡς πέρας, τουτέστιν ὡς ὅρος καὶ ἕνωσις ἀμφοῖν, ἐν ἀμφοτέροις ὁμοίως ὂν λαμβάνεται. ὅταν γὰρ τὸν αὐτὸν ἔχῃ λόγον πρὸς ἄμφω, τότε ἑνοῖ τε αὐτὰ καὶ ἓν ποιεῖ. κατὰ τὸ αὐτὸ δὲ σημεῖον καὶ κατὰ τὸ αὐτὸ νῦν καὶ ἡ διαίρεσις καὶ ἡ συνέχεια τῷ τε μήκει καὶ τῷ χρόνῳ. ὁ δὲ λόγος οὐχ ὁ αὐτὸς τοῦ τε ἑνοῦντος καὶ τοῦ διαιροῦντός ἐστιν, εἴπερ τὸ μὲν ἓν καὶ τὸ αὐτὸ οὐ μόνον τῷ ὑποκειμένῳ ἀλλὰ καὶ τῷ λόγῳ, τὸ δὲ ὡς δύο τῷ λόγῳ λαμβάνεται. διὰ τί δὲ ἄρα τῇ τῶν μαθηματικῶν μεγεθῶν διαιρέσει τε καὶ συνεχείᾳ ἐχρήσατο πρὸς παράδειγμα καὶ οὐχὶ τῇ τῶν φυσικῶν; καὶ γὰρ ἐπὶ τούτων ἀληθὲς τὸ λεγόμενον. ἢ τοῖς μαθηματικοῖς προσεχρήσατο πρῶτον μέν, ὅτι τὸ κυρίως νῦν ἀμερές ἐστιν. ἀμερὴς δὲ στιγμὴ ἡ μαθηματική ἐστιν, ἀλλʼ οὐχ ἡ φυσική, ἔπειτα διὰ τὸ ἐπινοίᾳ μόνῃ τὴν τούτων εἶναι διαίρεσιν, ὥσπερ καὶ τὴν τοῦ χρόνου φησίν. ἐν γὰρ τοῖς φυσικοῖς μεγέθεσι καὶ ἐν ὑποστάσει ἐστὶν ἡ τοιαύτη διαίρεσις. μήποτε δὲ καὶ ἐν τῷ χρόνῳ ἐστίν, εἴ τις τοὺς φυσικοὺς διορισμοὺς ἐννοήσοι τῶν τοῦ χρόνου μερῶν οἷον ἡμέρας καὶ νυκτὸς καὶ μηνῶν καὶ ἐνιαυτῶν, ὡς καὶ ἐπὶ τῆς κινήσεως ἔχει. καὶ γὰρ καὶ ταύτης οἶμαί τινας εἶναι φυσικοὺς διορισμοὺς τοὺς μὲν ἐκ τῶν ὑποκειμένων, τοὺς δὲ καὶ ἐξ αὐτῆς τῆς κατὰ τὴν κίνησιν διαφορᾶς.

Τὸ μὲν οὖν οὕτω λέγεται τῶν νῦν ἕως τοῦ καὶ οὐχ ὑπολείψει δή· ἀεὶ γὰρ ἐν ἀρχῇ.

Εἰπὼν περὶ τοῦ κυρίως λεγομένου νῦν, ὃ ἀδιάστατόν τε καὶ ἀμερὲς ὂν συνέχει τὸν χρόνον καὶ διαιρεῖ, προστίθησι καὶ τὰ ἄλλα σημαινόμενα <!-- 9.750 -->τοῦ νῦν, καθʼ ἃ λέγεσθαι συνείθισται οὐκέτι κυρίως. ὁ γὰρ ἐφʼ ἑκάτερα παρακείμενος τῷ τοιούτῳ νῦν χρόνος ὅ τε παρεληλυθὼς καὶ ὁ μέλλων ἅτε ἐγγὺς ὢν αὐτοῦ νῦν καὶ αὐτὸς λέγεται κατὰ τὴν πρὸς τὸ κυρίως λεγόμενον νῦν γειτνίασιν. λέγομεν γὰρ ἥξειν νῦν τὸν σήμερον ἐλευσόμενον καὶ ἥκειν νῦν τὸν πρὸ ὀλίγου ἐληλυθότα· τὰ δὲ ἐν Ἰλίῳ οὐ γέγονε νῦν οὐδʼ ὁ κατακλυσμός· καίτοι συνεχὴς ὁ χρόνος. ἀλλʼ οὐκ ἦν ἐγγὺς τοῦ κυρίως νῦν τὰ τότε πραχθέντα ἀλλὰ πόρρω.

Τὸ δὲ ποτὲ χρόνος ὡρισμένος ἕως τοῦ ἀεὶ γὰρ ἐν ἀρχῇ.

Ἐφεξῆς περί τε τοῦ ποτέ ἐπιρρήματος καὶ περὶ τῶν ἄλλων ὅσα χρονικά ἐστι πειράσεται διδάσκειν. ἅμα δὲ καὶ τὰ πρὸς τὸ νῦν ἔχοντα τὴν σχέσιν διαρθροῖ, πρὸς δὲ τούτοις ἵνα δείξῃ διʼ αὐτοῦ, ὅτι οὐδεὶς χρόνος λαμβάνεται ἄπειρος· ἔστιν οὖν, φησί, τὸ ποτὲ χρόνος ὡρισμένος πρός τε τὸ πρότερον νῦν καὶ τὸ ὕστερον νῦν, οἷον ποτὲ ἐλήφθη Τροία. τοῦτο λέγομεν δηλοῦντες, ὅτι ἔστι τι ἀπόστημα ἀπὸ τοῦ ἐνεστῶτος νῦν ἐπὶ τὸ παρεληλυθὸς νῦν, ὃ ἦν ὅτε ἥλω Τροία· ὁμοίως δὲ καὶ πρὸς τὸ μέλλον. λέγομεν γὰρ ποτὲ ἔσται κατακλυσμός. ἐφʼ οἷς δείξει λοιπὸν ὅτι πᾶς ὁ λαμβανόμενος χρόνος ὥρισται. πᾶς γὰρ χρόνος τὸ ποτὲ κατηγορούμενον ἔχει. τοῦτο γάρ ἐστι τὸ εἰ δὲ μηδεὶς χρόνος ὃς οὐ ποτέ, οὐχ ὅτι ὁ χρόνος ποτὲ ἦν ἢ ἔσται, ἀλλʼ ὅτι οὐδείς ἐστι χρόνος, ὃς τὴν ποτὲ κατηγορίαν οὐκ ἀναδέχεται. εἰ οὖν πᾶς χρόνος ποτέ, πᾶς δὲ ὁ ποτὲ ὥρισται — τοῦτο γὰρ ἔναγχος ἐδείχθη —, πᾶς χρόνος ὥρισται. κἂν ὁ λαμβανόμενος δὲ χρόνος ὥρισται, οὐδὲ παύσεται, ἀλλʼ ἀεὶ ἔσται, ἐπεὶ καὶ ἡ κίνησις, ἧς ἀριθμὸς ὁ χρόνος. ὅτι δὲ ἡ κίνησις οὐκ ἐπιλείψει ποτέ, ἐπὶ τῷ τέλει τῆσδε τῆς πραγματείας δειχθήσεται. ἀλλʼ εἰ καὶ ἠρεμίας μέτρον ὁ χρόνος, δόξει καὶ μὴ οὔσης κινήσεως εἶναι χρόνος. τοιαύτην ἔνστασιν λύων ὁ Ἀλέξανδρος “μετρεῖ μέν, φησί, καὶ τὴν ἠρεμίαν ὁ χρόνος, τὸ δὲ εἶναι καὶ ἡ οὐσία αὐτοῦ ἐν τῇ κινήσει”. ταύτης γάρ ἐστιν ἀριθμός, ὡς ἀποδέδεικται πρότερον. πάλιν οὖν ἀναμνησθῶμεν, ὅτι οὐ τῆς ἀντιδιῃρημένης τῇ ἠρεμίᾳ κινήσεως ἀριθμὸς ὤφειλε νοεῖσθαι ὁ χρόνος, ἀλλὰ καὶ τῆς ἐν ἠρεμίᾳ καὶ πᾶσι τοῖς ἐν γενέσει τὴν ὑπόστασιν ἔχουσι κατὰ τὴν τοῦ εἶναι παράτασιν ὑπʼ αὐτοῦ θεωρούμενος. λέγοιτο δʼ ἂν τὸ εἶναι καὶ ἡ οὐσία αὐτοῦ ἐν τῇ κινήσει, ὅτι τὴν πρώτην καὶ κυριωτάτην τῶν <!-- 9.751 -->κινήσεων τὴν κυκλοφορίαν μετρῶν, κατʼ ἐκείνην καὶ τὰς ἄλλας κινήσεις μετρεῖ.

Ἐρωτήσας δὲ περὶ τοῦ χρόνου, εἰ μὴ ἐπιλείπων ὁ αὐτὸς ἢ ἄλλος ἐστίν, ἐγκρίνει καὶ νῦν ὅτι ὁμοίως τῇ κινήσει ὁ αὐτὸς πάλιν καὶ πάλιν γίνεται, τῷ μὲν ἀριθμῷ ἄλλος καὶ ἄλλος, εἴδει δὲ ὁ αὐτός· οὕτω γὰρ καὶ ἐπὶ κινήσεως βούλεται. ὅτι δὲ καὶ ἀεὶ ἄλλος καὶ ἄλλος καὶ οὐκ ἐπιλείψει ὁ χρόνος, δείκνυσιν ἐναργῶς διὰ τοῦ νῦν. ἐπεὶ γὰρ τὸ αὐτὸ νῦν τὸ ἐνεστὼς ὡς ἐνεστώς — οὐδὲ γὰρ ὡς πέρας ἁπλῶς — ἅμα ἀρχὴ καὶ τελευτὴ χρόνου, ἀρχὴ μὲν τοῦ μέλλοντος, τελευτὴ δὲ τοῦ παρεληλυθότος καὶ ἔστιν ἐν τῷ αὐτῷ νῦν ταῦτα ὥσπερ ἐν τῷ κύκλῳ τὸ κυρτὸν καὶ τὸ κοῖλον, δῆλον ὅτι ἄλλου μέν ἐστι πέρας, ἄλλου δὲ ἀρχή· οὕτω γὰρ καὶ διαιρεῖ τὸν χρόνον. καὶ ἀδύνατον ἅμα τοῦ αὐτοῦ τὸ αὐτὸ νῦν καὶ ἀρχὴν εἶναι καὶ πέρας. εἴη γὰρ ἂν ἅμα τὸ αὐτὸ τὰ ἀντικείμενα, ἅπερ αὐτὸς κοινότερον ἐναντία εἴρηκεν. εἴη δὲ ἂν καὶ ἐναντία πως ἡ ἀρχὴ καὶ τὸ πέρας, καὶ οὐ μόνον ὡς τὰ πρός τι ἀντίκειται, καὶ ὁ χρόνος ἐστὶν ὁ τἀναντία ἔχων. εἰ γὰρ οὗ μὲν πέρας ἐστὶ τὸ νῦν, οὗτος παρεληλυθώς ἐστιν, οὗ δὲ ἀρχὴ οὗτος μέλλων, ἂν τὸ αὐτὸ νῦν πέρας καὶ ἀρχὴ ληφθῇ, εἴη ἂν ἅμα ὁ αὐτὸς χρόνος καὶ παρεληλυθὼς καὶ μέλλων, ἥτις ἐναντίωσίς ἐστιν ἐν χρόνῳ. εἰ τοίνυν μὴ τοῦ αὐτοῦ, ἀλλὰ πέρας μὲν τοῦ παρῳχηκότος, ἀρχὴ δὲ τοῦ μέλλοντος, ἀναγκαίως ὁ μέλλων ἄλλος ἔσται τοῦ παρεληλυθότος. διʼ αὐτὸ δὲ τοῦτο οὐδέποτε ἐπιλείψει ὁ χρόνος τῷ τὸ ἐνεστὼς νῦν ὁμοίως μὲν ὡς ἔστι πέρας οὕτω καὶ ἀρχὴν εἶναι πέρας μὲν τοῦ παρεληλυθότος, ἀρχὴν δὲ τοῦ μέλλοντος. ἔσται ἄρα καὶ ὁ μέλλων ἀεί. ἀρχῆς γὰρ οὔσης δεῖ εἶναι καὶ τὸ οὗ ἐστιν ἀρχή, καὶ οὐκ ἐπιλείψει. ὅτι δὲ οὐδὲν κωλύει τὸ αὐτὸ πέρας εἶναι καὶ ἀρχὴν καὶ ὅλως τὰ ἐναντία, κατʼ ἄλλην καὶ ἄλλην σχέσιν λαμβανόμενον, ἔδειξεν ἐπὶ τῆς τοῦ κύκλου περιφερείας, ἐφʼ ἧς τὸ ληφθὲν πᾶν κοῖλόν τέ ἐστι καὶ κυρτὸν ἅμα τὸ αὐτὸ κατʼ ἄλλην καὶ ἄλλην σχέσιν, καὶ οὐχ οἷόν τε θάτερον μὲν εἶναι περὶ τὴν τοῦ κύκλου γραμμήν, τὸ δὲ ἕτερον μὴ εἶναι. οὕτως οὖν καὶ πάλιν νῦν τὸ κυρίως λαμβανόμενον πέρας τέ ἐστιν ἅμα καὶ ἀρχὴ κατὰ τὴν πρὸς τοὺς διαφέροντας χρόνους σχέσιν. ὁ γὰρ ἐνεστὼς χρόνος καθὸ ἐνεστὼς μέσος ἐστὶ τοῦ παρεληλυθότος καὶ τοῦ μέλλοντος.

Τὸ δὲ ἤδη τὸ ἐγγύς ἐστι τοῦ παρόντος νῦν ἕως τοῦ ὅτι πόρρω λίαν τοῦ νῦν.

Καὶ τὸ ἤδη χρονικόν ἐστιν ἐπίρρημα, ὥσπερ καὶ τὸ ποτέ. ὁρίζεται <!-- 9.752 -->δὲ καὶ αὐτὸ τῷ νῦν τῷ ἀτόμῳ, ἀλλʼ οὐχὶ τῷ ἐν πλάτει λεγομένῳ. τὸ γὰρ ἐφʼ ἑκάτερα ἐγγὺς τοῦ ἐνεστῶτος νῦν τοῦτο ἤδη λέγομεν. καὶ γὰρ γεγονέναι καὶ ἔσεσθαι ἤδη τοῦτο λέγεται, ὃ πρὸ ὀλίγου γέγονε καὶ μετʼ ὀλίγον ἔσται. πότε γὰρ βαδίζεις ἐρωτηθέντες ἤδη λέγομεν, καὶ ἤδη βεβάδικα, ὅταν ὁ χρόνος ἐγγὺς ᾖ τοῦ νῦν. ἐπὶ δὲ τῶν πρὸ πολλοῦ χρόνου γεγονότων οὐδεὶς λέγει τὸ ἤδη. οὐδεὶς γὰρ λέγει Ἴλιον ἤδη ἑαλωκέναι, ἐπεὶ πάλαι ἥλω· ἐγγὺς γὰρ τοῦ ἐνεστῶτος βούλεται εἶναι τὸ ἤδη.

Καὶ τὸ ἄρτι τὸ ἐγγὺς τοῦ παρόντος ἕως τοῦ ἐὰν ᾖ ὁ χρόνος ἐγγὺς τοῦ ἐνεστῶτος νῦν.

Καὶ τὸ ἄρτι χρονικὸν μόριον εἶναί φησι τοῦ παρεληλυθότος χρόνου τὸ ἐγγὺς τοῦ νῦν τοῦ ἐνεστῶτος. πότε γὰρ ἦλθες ἐρωτηθέντες ἄρτι λέγομεν, ἐὰν ὁ χρόνος ἐν ᾧ ἤλθομεν ἐγγὺς ᾖ τοῦ νῦν. καὶ ὁ μὲν Ἀριστοτέλης ὡς ἐπὶ μόνου τοῦ παρεληλυθότος τὸ ἄρτι λεγόμενον ἀκούει, ὡς καὶ τὸ παράδειγμα δηλοῖ, ὁ δὲ Ἀλέξανδρος καὶ Ἀσπάσιος καὶ ἐπὶ τοῦ μέλλοντος λέγεσθαί φασι· πότε γὰρ ἥξει ἐρωτηθέντες λέγομεν ἄρτι, ἐὰν εὐθὺς μέλλῃ ἀφικνεῖσθαι. οὕτω δέ, φησὶν Ἀλέξανδρος, οὐδὲν διοίσει τὸ ἄρτι τοῦ ἤδη, εἰ μὴ κατὰ τὸ ὄνομα μόνον.» κατὰ μέντοι τὸν Ἀριστοτέλην τὸ μὲν ἤδη ἐφʼ ἑκάτερα λέγεται, τὸ δὲ ἄρτι ἐπὶ τοῦ παρεληλυθότος, καὶ ταύτῃ διαφέρειν δοκοῦσιν. «ἀλλʼ οὐδὲ τοῦ νῦν ταῦτα διοίσει, φησὶν Ἀλέξανδρος, τό τε ἤδη καὶ τὸ ἄρτι τοῦ λεγομένου ἐπὶ τοῦ χρόνου καὶ ἐν πλάτει, ὃ ἐγγύς ἐστι τοῦ κυρίως λεγομένου νῦν· διὸ καὶ αὐτὸ οὕτως ὠνόμασται, ὥστε, φησί, τὸ νῦν τὸ ἐν πλάτει λεγόμενον καὶ τὸ ἤδη καὶ τὸ ἄρτι τοῦ αὐτοῦ χρόνου δηλωτικά.» ὁ δὲ Ἀσπάσιος τὸ νῦν σφοδρότητα τοῦ ἐγγὺς εἶναι δηλοῦν φησι. μήποτε δὲ τὸ μὲν νῦν τὸ ἐν πλάτει ἅτε ἐγγὺς ὂν τοῦ κυρίως νῦν ταύτης ἔτυχε τῆς ἐπωνυμίας· τὸ δὲ ἤδη μετὰ τοῦ ἐγγὺς καὶ συμπερασματικὸν ἔχει τι σημαινόμενον, κἂν ἐπὶ τοῦ μέλλοντος λέγηται χρόνου· τὸ δὲ ἄρτι τὸ νεωστὶ δηλοῦν φαίνεται, καὶ τάχα μὲν ἂν καὶ ἐπὶ τοῦ μέλλοντος λέγοιτο τὸ ἄρτι, ἡ δὲ πολλὴ συνήθεια καὶ ἐπὶ τοῦ παρεληλυθότος αὐτῷ προσκέχρηται.

Πάλαι δὲ τὸ πόρρω.

Τὸ ἐν τῷ παρεληλυθότι πόρρω τοῦ νῦν τοῦ χρόνου μέρος πάλαι λέγομεν ἀντικείμενον τῷ ἄρτι, ἑνὶ ὀνόματι ἐφʼ ἑκάστου τούτων τοσαύτην περιλαμβάνοντες ἔννοιαν.

<!-- 9.753 -->

Τὸ δὲ ἐξαίφνης τὸ ἐν ἀνεπαισθήτῳ χρόνῳ διὰ μικρότητα.

Τὸ ἐξαίφνης δεῖται τούτων· καὶ τοῦ ἐν ὀλίγῳ γίνεσθαι χρόνῳ ὅλον ἅμα, ὡς δοκεῖν ἄχρονον εἶναι ὅπερ ἐξαίφνης λέγομεν, καὶ τοῦ διά τε τὴν ὀλιγότητα τοῦ χρόνου καὶ τὴν ὀξύτητα τῆς τοῦ γινομένου κινήσεως ἀνεπαισθήτους ἡμᾶς γίνεσθαι τῆς χρονικῆς αὐτοῦ παρατάσεως. οὕτω γοῦν τὴν ἀστραπὴν ἐξαίφνης γίνεσθαί φαμεν, ὅτι ἀθρόα καὶ ἐν ὀλίγῳ καὶ ὀξέως οὐ προαισθανομένοις οὐδὲ συνεθιζομένοις ἡ ἔκλαμψις γίνεται. διὰ τοῦτο δὲ καὶ τοὺς ἀνδρειοτάτους τὰ ἐξαίφνης διαταράττει· ζητεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ἀναίσθητον τὸν χρόνον λέγει διὰ μικρότητα, καίτοι ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητῶν μηδένα χρόνον βουλόμενος ἀναίσθητον εἶναι τῇ αὑτοῦ φύσει. «μήποτε οὖν, φησίν, ἐπειδὴ ὁ αἰσθητὸς καὶ ἀναίσθητος χρόνος τῷ αἰσθητῷ καὶ μὴ αἰσθητῷ πάθει κρίνεται, ὅταν τινὸς γενομένου ἀντίληψιν μὴ δυνηθῶμεν ἔχειν διὰ ταχυτῆτα μὲν τῆς ἐκείνου κινήσεως, ὀλιγότητα δὲ τοῦ χρόνου, ἐν ᾧ ἐγένετο ἢ ἐκινήθη, τότε ἐπʼ ἐκείνου ἀναίσθητος ὁ χρόνος εἴη ἂν οὕτως, οὐχ ἁπλῶς ἀναίσθητος· ἔστι γὰρ ἐν αὐτῷ, εἰ καὶ μὴ ἐκείνου, ἀλλʼ ἄλλου τινὸς αἰσθέσθαι. ἑαυτῶν γοῦν ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ ὄντων καὶ αἰσθανομένων ἀντιλαμβανόμεθα. οὐ γὰρ ἔστι χρόνον λαβεῖν, ἐν ᾧ οὐχ οἷοί τε ἐσόμεθα ἑαυτῶν ὄντων ἀντιλαβέσθαι· ὥστε ἁπλῶς μὲν οὗτος ὁ βραχὺς χρόνος αἰσθητὸς ἂν εἴη, ἀναίσθητος δὲ ἐπὶ τοῦδέ τινος, ὃ λέγομεν ἐξαίφνης γεγονέναι, ὡς διὰ τὸ τῆς κινήσεως ἀναίσθητον καὶ τὸν χρόνον ἀναίσθητον λέγεσθαι, ἐν ᾧ ἡ τοιαύτη κίνησις. ἢ κοινότερον, φησίν, ἄρτι χρόνον ὠνόμασε τὸ πέρας τοῦ χρόνου τὸ νῦν, ὅ ἐστιν ἀναίσθητον τῇ αὑτοῦ φύσει· ἔθος γὰρ αὐτῷ καὶ τοῦτο χρόνον καλεῖν. τὰ οὖν ἐν τούτῳ γεγονότα — ἔστι δὲ τὸ πέρας τῶν μεταβολῶν ἐν τούτῳ, καὶ εἴ τινα ἀχρόνως γίνεται — ἐν ἀναισθήτῳ γίνεται τῷ νῦν, καὶ λέγεται ταῦτα ἐξαίφνης· ἐπὶ γὰρ τῶν ἐξαίφνης γινομένων τὸ ἐξαίφνης εἴωθε λέγεσθαι.» ἔν τισι δὲ τῶν ἀντιγράφων διὰ σμικρότητα ἐκστάν γέγραπται καὶ σημαίνοι ἂν κινηθέν.

Μεταβολὴ δὲ πᾶσα φύσει ἐκστατικὸν ἕως τοῦ ἀλλὰ συμβαίνει ἐν χρόνῳ γίνεσθαι καὶ ταύτην τὴν μεταβολήν.

Μετὰ τὴν τῶν χρονικῶν ἐπιρρημάτων διάρθρωσιν τοῦ νῦν τοῦ ποτὲ <!-- 9.754 -->τοῦ ἤδη τοῦ ἄρτι τοῦ πάλαι τοῦ ἐξαίφνης τὸ πρότερον εἰρημένον, ὅτι φθορᾶς αἴτιος μᾶλλον ἢ γενέσεως ὁ χρόνος, αὐτό τε διαρθροῖ πλέον καὶ ἔτι προστίθησιν ὅτι οὐδὲ φθορᾶς καθʼ αὑτὸ αἴτιος. προλαβὼν γὰρ ὅτι πᾶσα μεταβολὴ ἐκστατικόν ἐστι, τούτῳ μὲν χρήσεται μετʼ ὀλίγον εἰς τὴν ἀπόδειξιν· νῦν δὲ τέως, ἐπειδὴ πάντα, φησί, καὶ τὰ γινόμενα καὶ τὰ φθειρόμενα ἐν χρόνῳ τὰ μὲν γίνεται τὰ δὲ φθείρεται, εἰκότως οἱ μὲν σοφώτατον οἱ δὲ ἀμαθέστατον λέγουσιν εἶναι τὸν χρόνον· Σιμωνίδης μὲν γὰρ σοφώτατον, ὅτι γίνονται ἐπιστήμονες ὑπὸ χρόνου· Πάρων δὲ ὁ Πυθαγόρειος ἀμαθέστατον, ὅτι ἐπιλανθάνονται ὑπὸ χρόνου. οὗτος δὲ ἔοικεν εἶναι, οὗ καὶ Εὔδημος ἀνωνύμως ἐμνήσθη λέγων ἐν Ὀλυμπίᾳ Σιμωνίδου τὸν χρόνον ἐπαινοῦντος ὡς σοφώτατον, εἴπερ ἐν αὐτῷ αἱ μαθήσεις γίνονται καὶ αἱ ἀναμνήσεις, παρόντα τινὰ τῶν σοφῶν εἰπεῖν «τί δέ, ὦ Σιμωνίδη, οὐκ ἐπιλανθανόμεθα μέντοι ἐν τῷ χρόνῳ;» καὶ μήποτε καὶ παρὰ Ἀριστοτέλει ἐν τῷ ὁ δὲ Πυθαγόρειος ΠΑΡΩΝ τὸ ΠΑΡΩΝ οὐκ εἶναι ὄνομα κύριον ἀλλὰ μετοχήν· παρόντα γὰρ τὸν Πυθαγόρειον τῷ Σιμωνίδῃ λέγοντι, ὅτι σοφώτατος ὁ χρόνος, εἰπεῖν φησιν, ὅτι ἀμαθέστατον. δοκεῖ οὖν οὗτος λέγειν ὀρθότερον. μεταβολὴ γὰρ πᾶσα φύσει ἐκστατικόν. δῆλον οὖν ὅτι φθορᾶς μᾶλλον αἴτιος ὁ χρόνος καθʼ αὑτόν ἐστιν ἢ γενέσεως, καθάπερ ἐλέχθη καὶ πρότερον. καὶ γὰρ ἡ κίνησις καὶ ἡ μεταβολὴ καθʼ αὑτὸ μὲν ἐξίστησι τὸ προϋπάρχον, ἐπειδὴ δὲ συμβαίνει τισὶν ἐξισταμένοις τῆς οἰκείας οὐσίας μεταβάλλειν εἰς ἕτερα, διὰ τοῦτο καὶ γενέσεως αἰτία κατὰ συμβεβηκὸς ἡ κίνησις δοκεῖ. εἰ οὖν ὁ χρόνος ἀριθμὸς κινήσεως καὶ μεταβολῆς, ἡ δὲ μεταβολὴ καὶ ἡ κίνησις φθορᾶς καθʼ αὑτό ἐστιν αἰτία, καὶ ὁ χρόνος φθορᾶς καθʼ αὑτό ἐστιν αἴτιος, εἴπερ τῆς κινήσεως ἀριθμὸς ὁ χρόνος. τεκμήριον δὲ τῆς τῶν εἰρημένων ὀρθότητος ποιεῖται, ὅτι τοῖς μὲν γινομένοις οὐ μόνον ὁ χρόνος ἀρκεῖ πρὸς τὴν γένεσιν, ἀλλὰ προσδεῖταί τινος ἐνεργείας ὑφʼ ἧς γίνεται οἷον τέχνης ἢ φύσεως ἢ διδασκαλίας ἢ πράξεως, τοῖς δὲ φθειρομένοις αὐτὸς ἀρκεῖ μόνον ὁ χρόνος πρὸς τὴν φθοράν, κἂν ἔξωθεν αἰτία μηδεμία προσγίνηται, ὥσπερ τοῖς ἐν χρόνῳ τηκομένοις τε καὶ σηπομένοις· περὶ ὧν καὶ λέγειν εἰώθαμεν, ὅτι ὑπὸ χρόνου ταῦτα πεπόνθασι. καὶ αὕτη ἐστὶν ἡ ὑπὸ τοῦ χρόνου γινομένη φθορά.

Ταῦτα δὲ εἰπὼν ἐπήνεγκεν, οὗ ἕνεκεν ἀνέλαβε τὰ πρότερον εἰρημένα, ὅτι οὐδὲ τὴν φθορὰν ὁ χρόνος καθʼ αὑτὸ ποιεῖ, ἀλλὰ συμβαίνει ἐν χρόνῳ γίνεσθαι καὶ ταύτην τὴν μεταβολήν. τί οὖν τὸ τῆς φθορᾶς <!-- 9.755 -->αἴτιον; ἡ ἑκάστου φύσις, φασὶν οἱ ἐξηγηταί, καὶ ἡ ὑποκειμένη ὕλη. μέτρα γὰρ ἑκάστου τῶν ἐν γενέσει ὑπὸ τῆς φύσεώς ἐστιν ὡρισμένα καὶ αὐξήσεως καὶ ἀκμῆς καὶ παρακμῆς. καὶ τὸ μὲν αὐξήσεως εἶναι καὶ ἀκμῆς αἰτίαν τὴν φύσιν ὁμολογούμενον εἴρηται. τίς δὲ ἡ φθορᾶς αἰτία; λέγομεν γὰρ ὄντως φύσιν ἔχειν φθαρτήν. ἢ ἡ μὲν κυρίως λεγομένη φύσις ποιητική τις καὶ κινητικὴ τῶν σωμάτων ἀρχὴ γενέσεώς ἐστι καὶ τοῦ εἶναι προηγουμένως αἰτία. διὸ καὶ τὸν ποιητὴν ἐν τῷ δευτέρῳ βιβλίῳ τῆσδε τῆς πραγματείας γελοίως ἐκεῖνό φησιν εἰπεῖν·

  
ἔχει τελευτὴν ἧσπερ οὕνεκʼ ἐγένετο·  
οὐ γὰρ ἀφορᾶν τὴν φύσιν εἰς τέλος τὴν φθοράν, ἀλλὰ τὴν γένεσιν καὶ τὸ εἶναι. τοιαύτης δὲ οὔσης τῆς τῶν ἐπικήρων γενέσεως, ὡς ἄλλου γινομένου πάντως ἄλλο φθείρεσθαι, παρυφίστανται ταῖς γενέσεσι αἱ φθοραὶ καὶ αἱ κατʼ αὐτὰς κινήσεις ταῖς δημιουργικαῖς κινήσεσι. τὸ δὲ φύσει φθαρτὸν κατὰ τὸ πεφυκέναι καὶ ὑλικὸν καὶ ἀτελὲς λέγομεν. αἰτία δὲ φθορᾶς, εἴ τις ζητήσειεν, ἥ τε τῆς ὑπὸ σελήνην ὕλης φύσις ἐστὶν οὐ δυναμένη στέγειν ἀεὶ τὰ εἴδη καὶ ὁ τῶν ἐναντίων ἐνθάδε διὰ τὴν ὕφεσιν διασπασμὸς οὐ δυναμένων συνυπάρχειν ἀλλήλοις ὡς ἐν τῇ πρώτῃ καὶ νοερᾷ αὐτῶν αἰτίᾳ. εἰ οὖν ταῦτα ἀληθῆ, καὶ ὁ χρόνος προηγουμένως μὲν ἂν εἴη γενέσεως αἴτιος, κατὰ δεύτερον δὲ λόγον φθορᾶς. ὁ μέντοι Ἀριστοτέλης κἀνταῦθα τὰ ἐναργέστερον φαινόμενα παραλαμβάνων αἴτια τὸν χρόνον τῆς φθορᾶς αἰτιᾶται μᾶλλον. αὐτὸς γὰρ τὸ μᾶλλον προστέθεικεν, ἐπεὶ ὅτι πάσης μεταβολῆς τὴν ὕλην αὐτὸς ᾐτιάσατο διὰ τὴν πρὸς τὰ ἐναντία ἐπιτηδειότητα, ἐμάθομεν πρὸς τῷ τέλει τῶν περὶ τοῦ κενοῦ λόγων. ἀλλὰ πῶς ὁ χρόνος, εἴπερ μέτρον ἐστίν, αἴτιος γενέσεως λέγεται καὶ φθορᾶς; ἢ ὅτι καὶ τὸ μέτρον συμπληρωτικόν ἐστιν, ὥσπερ καὶ τοῦ μεγέθους τὸ εἶναι τρίπηχυ ἢ τετράπηχυ, οὕτω καὶ τῆς τοῦ γίνεσθαι ἢ φθείρεσθαι παρατάσεως τὸ ἐπὶ τόσον ἢ τόσον.

Ὅτι μὲν οὖν ἔστιν ὁ χρόνος ἕως τοῦ εἴρηται.

Δοκεῖ μὲν τὸ ὅτι ἔστι μὴ ἀποδεδεῖχθαι, ἀλλὰ καὶ τοὐναντίον ἐν τῇ ἀρχῇ τῶν περὶ τοῦ χρόνου λόγων ὅτι οὐκ ἔστι δριμέως ἐπικεχείρηται. ἐν δὲ τῷ δεικνύναι, τί ἐστιν ὁ χρόνος, περί τινος τῶν ὄντων οὗ καὶ ἔννοιαν ἔχομεν ποιησάμενος τὸν λόγον καὶ ὅτι ἔστι συναπέδειξε. δείξει δὲ καὶ ἐφεξῆς εὐθύς, ὅταν δεικνύῃ πᾶσαν μεταβολὴν καὶ πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖσθαι, καὶ τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ εἶναι.

<!-- 9.756 -->

Τούτων δὲ ἡμῖν οὕτω διωρισμένων ἕως τοῦ φανερὸν ὅτι πᾶσα μεταβολὴ καὶ πᾶσα κίνησις ἐν χρόνῳ ἐστίν.

Εἰπὼν πρὸ ὀλίγου ὅτι πάντα ἐν χρόνῳ καὶ γίνεται καὶ φθείρεται, νῦν τοῦτο δεῖξαι προτίθεται καθολικωτέραν ποιούμενος τὴν ἀπόδειξιν, ὅτι πᾶσα μεταβολὴ καὶ πᾶσα κίνησις ἐν χρόνῳ γίνεται· ἡ γὰρ τούτου δεῖξις καὶ πρὸς τὴν περὶ χρόνου ζήτησιν οἰκείως ἔχει. καὶ βεβαιοῖ τὸ πρότερον δεδειγμένον, ὅτι φθορᾶς μᾶλλον ἢ γενέσεώς ἐστιν αἴτιος ὁ χρόνος. καὶ τὸ μὲν ἐπιχείρημα τοιοῦτον ἐν πρώτῳ σχήματι συναγόμενον· πᾶσα κίνησις τὸ πρότερον καὶ ὕστερον ἔχει· τὸ ἔχον τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἐστίν· οἷς ἕπεται τὸ πᾶσαν κίνησιν ἐν χρόνῳ εἶναι. ἐπειδὴ δὲ μὴ ἐναργεῖς εἰσιν αἱ προτάσεις, ἑκατέραν κατεσκεύασε, τὴν μὲν ἐλάττονα οὕτως· πᾶσα κίνησις τὸ θᾶττον ἔχει καὶ βραδύτερον· κατὰ πᾶσαν γὰρ ἔστιν ἢ θᾶττον κινεῖσθαι ἢ βραδύτερον· πᾶν δὲ τὸ ἔχον τὸ θᾶττον καὶ βραδύτερον τὸ πρότερον καὶ ὕστερον ἔχει. τούτοις γὰρ τὸ θᾶττον ὁρίζεται καὶ βραδύτερον· θᾶττον γὰρ ἐκεῖνο λέγομεν τὸ πρότερον εἰς ἐκεῖνο μεταβάλλον ἐφʼ ὃ ἡ κίνησις, βραδύτερον δὲ τὸ ὕστερον. ἡ δὲ σύγκρισις ὀρθῶς ἂν γίνοιτο, εἰ καὶ τὸ τῆς κινήσεως εἶδος τὸ αὐτὸ λάβοιμεν, οἷον τὸ κατὰ τόπον, καὶ τὸ διάστημα ἴσον τε καὶ ὅμοιον, οἷον ἐπὶ περιφερείας ἢ ἐπʼ εὐθείας, καὶ τὴν κίνησιν ὁμαλῆ. ἐὰν γὰρ τὸ μὲν ἀνωμάλως, τὸ δὲ ὁμαλῶς κινῆται, δύναται καὶ τὸ θᾶττον κινούμενον ὕστερον ἐπὶ τὸ πέρας ἀφικνεῖσθαι τῆς κινήσεως. γίνεται δέ τις καὶ παρὰ τὸ τοῦ ὑποκειμένου σχῆμα τῆς κινήσεως διαφορά, εἰ τὸ μὲν εὐθὺ εἴη, τὸ δὲ περιφερές. τὴν δὲ μείζονα πρότασιν τὴν λέγουσαν τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ εἶναι ἔδειξε διὰ τοῦ τὸ πρότερον καὶ ὕστερον λέγεσθαι κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν. πρότερον μὲν γὰρ τὸ τοῦ ἐνεστῶτος νῦν ἐπὶ τὸ παρεληλυθὸς διιστάμενον πλέον, ὕστερον δὲ ἔκειτο τὸ τοῦ νῦν ἐγγυτέρω· ἐπὶ δὲ τοῦ μέλλοντος ἀνάπαλιν πρότερον μὲν τὸ ἐγγυτέρω τοῦ νῦν, ὕστερον δὲ τὸ πορρωτέρω. ὥστε τὸ πρότερον καὶ ὕστερον κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν τὸ εἶναι ἔχει· τὸ γὰρ νῦν ὅρος τοῦ παρελθόντος καὶ τοῦ μέλλοντος· ὥστε ἐπεὶ τὸ νῦν ἐν χρόνῳ, καὶ τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἔσται· ἐν ᾧ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν ἀπόστασις, ὅπερ ἐστὶ τὸ πρότερον καὶ ὕστερον. εἰ οὖν πᾶσα κίνησις τὸ πρότερον καὶ ὕστερον ἔχει, ταῦτα δὲ ἐν χρόνῳ, καὶ πᾶσα κίνησις ἐν χρόνῳ ἑκατέρας τῶν προτάσεων ἀληθῶς ληφθείσης. ὅτι γὰρ ὡς προσεχεῖς τῆς ἀποδείξεως προτάσεις τέθεικε τήν τε ἀκριβῶς λέγουσαν, ὅτι πᾶσα κίνησις τὸ πρότερον ἔχει καὶ τὸ ὕστερον, καὶ τὴν λέγουσαν <!-- 9.757 -->τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ, ἐδήλωσε μετὰ τὴν δεῖξιν ἐπενεγκὼν ὥστε ἐπεὶ τὸ μὲν πρότερον ἐν χρόνῳ, πάσῃ δὲ ἀκολουθεῖ κινήσει τὸ πρότερον, φανερὸν ὅτι πᾶσα μεταβολὴ καὶ πᾶσα κίνησις ἐν χρόνῳ ἐστίν. ἀκολουθεῖν δέ ἐστι τὸ ἕπεσθαι καὶ κατηγορεῖσθαι.

Ἄξιον δὲ ἐπισκέψεως καὶ πῶς ποτε ἔχει ὁ χρόνος ἕως τοῦ ἅμα κατά τε δύναμιν καὶ κατὰ ἐνέργειαν.

Δύο προὐβάλετο ζητεῖν ἐν τούτοις, ἓν μὲν πῶς ἔχει πρὸς τὴν ψυχὴν ὁ χρόνος, τοῦτο δέ ἐστιν εἰ δύναται χρόνος εἶναι ψυχῆς μὴ οὔσης, ταὐτὸν δὲ εἰπεῖν εἰ δύναται τὸ ἀριθμούμενον εἶναι μὴ ὄντος τοῦ ἀριθμοῦντος, εἴπερ ψυχὴ τὸ ἀριθμοῦν. ἀλλὰ τοῦτο μὲν πρῶτον προβαλλόμενος ὕστερον ἐπιχειρήσει διαρθροῦν, τὸ δὲ ἕτερον διὰ τί πανταχοῦ ὁ χρόνος εἶναι δοκεῖ καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν οὐρανῷ. καὶ δὴ πρώτου τούτου τὴν αἰτίαν ἀποδίδωσιν, ὅτι ὁ χρόνος ἀριθμὸς ὢν κινήσεως ἐκείνης τί ἐστιν ἕξις ἢ πάθος, ὥστε συμβεβηκὸς ἀχώριστόν ἐστιν τῇ κινήσει· καὶ γὰρ καὶ ὁ ἀριθμὸς ἐν τοῖς ἀριθμουμένοις εἶναι δοκεῖ καὶ ἔχεσθαι ὑπʼ αὐτῶν. ἐπειδὴ οὖν ταῦτα πάντα, ἐν οἷς ὁ χρόνος λέγεται, οἷον γῆ θάλαττα οὐρανὸς σώματά ἐστι, πᾶν δὲ σῶμα ἐν τόπῳ, τὸ δὲ ἐν τόπῳ κινητὸν ἢ καθʼ ὅλον ἢ κατὰ μόρια, τὸ δὲ κινητὸν μετὰ τῆς κινήσεως ἔχει καὶ τὸ τῇ κινήσει συμβεβηκὸς ὡς πάθος ἢ ἕξιν τὸν χρόνον, εἰκότως ἐν γῇ καὶ θαλάττῃ καὶ οὐρανῷ ἐν οἷς κίνησις, ἐν τούτοις καὶ χρόνος ἐστί. ταῦτα δὲ συντόμως συναγαγὼν ἐπήγαγεν ὁ δὲ χρόνος καὶ ἡ κίνησις ἅμα κατά τε δύναμιν καὶ κατὰ ἐνέργειαν. εἰπὼν γὰρ συνυπάρχειν τῇ κινήσει τὸν χρόνον, ἐν ὅσοις ἐστὶ καὶ ἡ κίνησις, προστίθησιν ὅτι καὶ ὁμοίως ἔχει τῇ κινήσει ὁ χρόνος ἑκασταχοῦ· εἰ μὲν δυνάμει ἡ κίνησις, δυνάμει καὶ ὁ χρόνος· εἰ δὲ ἐνεργείᾳ, καὶ ὁ χρόνος ἐνεργείᾳ. καὶ διὰ τοῦτο ἐν τῇ συναγωγῇ τοῦ λόγου κινητὰ εἶπε τὰ ἐν τόπῳ καὶ οὐχὶ κινούμενα, ἵνα ἄμφω περιλάβῃ καὶ τὰ δυνάμει καὶ τὰ ἐνεργείᾳ. κινητὸν γὰρ καὶ τὸ κινούμενον καὶ τὸ πεφυκὸς κινεῖσθαι οἷον τὸ ἠρεμοῦν, ὥς φησιν Ἀλέξανδρος. λέγει δὲ πάθος μὲν τῆς κινήσεως τὸν χρόνον ὡς συμβεβηκός, ὡς τῶν ἀριθμητῶν ὁ ἀριθμὸς πάθος, ἕξιν δὲ διότι ἔχεται ὑπὸ τῆς κινήσεως. ἀλλʼ εἰ δυνάμει κινούμενον τὸ ἠρεμοῦν λέγεται νῦν, ὡς Ἀλέξανδρος ἤκουσεν, ἐν ᾧ δὲ δυνάμει ἡ κίνησις ἐν τούτῳ δυνάμει καὶ ὁ χρόνος, δῆλον ὅτι ἐν τῷ ἠρεμοῦντι δυνάμει εἴη ἂν ὁ χρόνος. καίτοι οὐ μόνον τὰ κινούμενα ἀλλὰ καὶ τὰ ἠρεμοῦντα ἐν χρόνῳ εἶναι κατʼ ἐνέργειαν ἐλέγετο· μέτρον γὰρ καὶ ἠρεμίας ὁ χρόνος κατʼ ἐνέργειαν, ὡς τοῦ εἶναι τῆς ἠρεμίας ὥσπερ καὶ τοῦ τῆς κινήσεως ὑπὸ τοῦ <!-- 9.758 -->χρόνου μετρουμένου. μήποτε οὖν ὡς πρὸς τὸν χρόνον οὐ τὰ ἠρεμοῦντα δυνάμει κινούμενα ἀκουστέον, ἀλλὰ τὰ μήπω μὲν παρελθόντα εἰς γένεσιν, δυνάμενα δὲ γενέσθαι. εἰ γὰρ τῆς κατὰ γένεσιν κινήσεως ἀριθμὸς ἦν ὁ χρόνος, ταύτην δὲ ἐκινεῖτο καὶ τὰ ἠρεμεῖν λεγόμενα, δῆλον ὅτι καὶ ἡ κίνησις κατʼ ἐνέργειαν εἴη ἂν ἐν τούτοις καὶ ὁ τὴν τοιαύτην κίνησιν μετρῶν χρόνος. ἐπειδὴ δὲ κατὰ συμβεβηκὸς ἐν χρόνῳ τὴν ἠρεμίαν ἤκουσεν ὁ Ἀλέξανδρος, εἴποι ἂν τὸ καθʼ αὑτὸ ἐν χρόνῳ τὴν κίνησιν ποτὲ μὲν δυνάμει ὡς ἐν τῷ ἠρεμοῦντι, τοτὲ δὲ ἐνεργείᾳ ἐν τῷ ἤδη κινουμένῳ λαμβάνεσθαι.

Ἱστορεῖ δὲ καὶ ἄλλην γραφὴν ὁ Ἀλέξανδρος διὰ τὴν εἰρημένην ἴσως ἀπορίαν οὕτω μεταπλασθεῖσαν· ὁ δὲ τόπος καὶ ἡ κίνησις ἅμα κατά τε δύναμιν καὶ ἐνέργειαν, εἰς πίστιν τοῦ κινητὰ εἶναι τὰ εἰρημένα γῆν θάλατταν οὐρανὸν προσθέντος αὐτοῦ τὸ νῦν εἰρημένον, ὡς τῶν μὲν ἐνεργείᾳ ὄντων ἐν τόπῳ ἐνεργείᾳ καὶ καθʼ αὑτὸ κινουμένων, τῶν δὲ δυνάμει ἐν τόπῳ, ὥσπερ τὰ μέρη τοῦ ὅλου ἔχει τούτων καὶ κινητῶν δυνάμει ὄντων. τεκμήριον οὖν τοῦ ὑπάρχειν τοῖς ἐν τόπῳ οὖσι τὴν κίνησιν τό, ὡς ἕκαστον τοῦ ἐν τόπῳ μετέχει, οὕτω μετέχειν καὶ τῆς κινήσεως, εἰ μὲν δυνάμει, δυνάμει, εἰ δὲ ἐνεργείᾳ, ἐνεργείᾳ. προχείρου δὲ ὄντος ἀπορεῖν, πῶς ἐν οὐρανῷ ὁ χρόνος μὴ ἐν τόπῳ ὄντι, εἴπερ τὰ ἐν τόπῳ μόνα κινητά, τὰ δὲ κινητὰ μόνα ἐν χρόνῳ, αἰσθόμενος καὶ λύων ὁ Ἀλέξανδρος «ὅτι, φησίν, ἐν τῷ οὐρανῷ ὁ χρόνος, εἰ καὶ μὴ ἔστιν ἐν τόπῳ, πρόδηλον· ἀεὶ γὰρ κινεῖται· ἔνθα δὲ κίνησις, ἐκεῖ καὶ χρόνος. ἀλλʼ ἐπὶ μὲν τῶν ἄλλων τῶν μὴ ἀεὶ κινουμένων ἐδεήθη τοῦ τόπου διὰ τοῦ ἐν τόπῳ αὐτὰ εἶναι δείξας ὅτι καὶ κινητά, τὸ δὲ θεῖον σῶμα οὐκ ἐδεῖτο δείξεως πρὸς τὸ κινητὸν εἶναι· φανερὰ γὰρ αὐτοῦ καὶ ἐναργὴς ἡ κίνησις οὖσα ἀίδιος.» ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος αὐτῇ λέξει γέγραφεν. εἰ δὲ κινεῖται ὁ οὐρανὸς τὴν κύκλῳ κίνησιν, δῆλον ὅτι κατὰ τόπον ἐστὶν ἡ κίνησις αὕτη καὶ οὐ κατʼ ἄλλο εἶδος κινήσεως, τὸ δὲ κατὰ τόπον κινούμενον καὶ ἐν τόπῳ ἐστίν.

Πότερον δὲ μὴ οὔσης τῆς ψυχῆς εἴη ἂν ὁ χρόνος ἕως τοῦ χρόνος δὲ ταῦτά ἐστιν ᾗ ἀριθμητά ἐστιν.

Μεταβέβηκεν ἐπὶ τὸ ἕτερον τῶν προταθέντων, ὅπερ καὶ πρότερον ἦν, ἐκεῖ μὲν οὕτω προταθὲν «πῶς ποτε ἔχει ὁ χρόνος πρὸς τὴν ψυχήν», ἐνταῦθα δὲ σαφέστερον μεταληφθέν. ζητεῖται γὰρ εἰ μὴ οὔσης τῆς ψυχῆς <!-- 9.759 -->εἴη ἂν ὁ χρόνος ἢ οὔ. ἐπειδὴ γὰρ εὔλογον δοκεῖ τὰ πρός τι συνυπάρχειν καὶ συναναιρεῖσθαι ἀλλήλοις — δεξιοῦ γὰρ μὴ ὄντος οὐδὲ ἀριστερὸν ἔστιν —, ἔστι δὲ πρός τι καὶ ἀριθμητικὸν καὶ τὸ ἀριθμητόν, καὶ ἔστι ψυχὴ μὲν ἀριθμητικὸν καὶ ὁ τῆς ψυχῆς νοῦς — οὐ γὰρ τῷ παθητικῷ ἀριθμοῦμεν, ἀλλὰ τῷ λόγῳ —, ὁ δὲ χρόνος ἀριθμητόν, ὥστε μὴ οὔσης ψυχῆς οὐδὲ ὁ χρόνος εἶναι δοκεῖ, ἀντέθηκε δὲ τὸ ἀριθμῆσον τῷ ἀριθμητῷ δέον, φασί, τὸ ἀριθμητικὸν ἀντιθεῖναι — ταὐτὸν δέ ἐστι τὸ ἀριθμητικὸν καὶ τὸ ἀριθμῆσον, τὸ μὲν κατὰ δύναμιν, τὸ δὲ κατὰ μέλλοντα χρόνον λεγόμενον, ὅπερ πάλιν τὸ δυνάμει συνεμφαίνει, ὥσπερ ταὐτὸν τὸ ἀριθμητὸν καὶ τὸ ἀριθμησόμενον —, προσέλαβε καὶ ὅτι ἀριθμός ἐστιν ἢ τὸ ἠριθμημένον ἢ τὸ ἀριθμητόν· λέγομεν γὰρ ἀριθμὸν ἢ τὸ ἤδη ἀριθμηθὲν ἢ τὸ δυνάμενον ἀριθμηθῆναι, οἷον τὸ τῶν στρατιωτῶν πλῆθος ἀριθμητόν, ὅτι δύναται ἀριθμηθῆναι· ἔστι δὲ καὶ τὸ ἠριθμημένον ἀριθμητόν. μὴ ὄντος οὖν τοῦ ἀριθμητοῦ οὐδὲ ἀριθμὸς εἴη ἄν. ὥστε ἡ ὅλη συναγωγὴ κατὰ τὴν διὰ τριῶν ἀγωγὴν τοιαύτη· εἰ μὴ τὸ ἀριθμῆσον, οὐδὲ τὸ ἀριθμητόν· εἰ μὴ τὸ ἀριθμητόν, οὐδὲ ἀριθμὸς ὁ ὡς ἀριθμητός· εἰ οὖν τὸ μὲν ἀριθμῆσον ψυχὴ κατὰ τὸν ἑαυτῆς νοῦν, ὁ δὲ χρόνος ἀριθμός, μὴ οὔσης ψυχῆς οὐκ ἂν εἴη χρόνος.

Ἐνίσταται δὲ πρὸς τὸν λόγον τοῦτον ὁ Βόηθος λέγων μηδὲν κωλύειν τὸ ἀριθμητὸν εἶναι καὶ δίχα τοῦ ἀριθμοῦντος, ὥσπερ καὶ τὸ αἰσθητὸν δίχα τοῦ αἰσθανομένου. ὁ δὲ Ἀλέξανδρος καὶ τὴν ἔνστασιν διὰ πλειόνων τέθεικε καὶ τὴν λύσιν ἐπήγαγεν ἀκολουθῶν τῷ Ἀριστοτέλει. «ἄξιον γάρ, φησί, ζητῆσαι, πῶς ὑγιές ἐστι τὸ μὴ ὄντος τοῦ ἀριθμήσοντος μηδὲ ἀριθμητὸν εἶναι. τὸ μὲν γὰρ ἀριθμητὸν μὴ εἶναι μηδὲ τὸ ἀριθμούμενον καθὸ ἀριθμούμενον μὴ ὄντος τοῦ ἀριθμοῦντος, ἐχέτω λόγον, εἰ τῷ ἀριθμῷ ἐν τῷ ἀριθμεῖσθαι τὸ εἶναι· τὸ μέντοι ἀριθμητὸν αὐτὸ καὶ ὃ οἷόν τε ἀριθμηθῆναι οἷον ἄνθρωποι ἢ ἵπποι οὐ δοκεῖ τῷ ἀριθμοῦντι συναναιρεῖσθαι. τὸ γοῦν πρότερον καὶ ὕστερον ἐν κινήσει ὄντα ἀριθμητὰ δείκνυσιν αὐτὸς εἶναι δυνάμενα καὶ μὴ οὔσης ψυχῆς, εἴ γε κίνησιν οἷόν τε εἶναι μὴ οὔσης ψυχῆς.» λύων δὴ τὴν ἀπορίαν φησίν· «ἢ οὐκ ἀριθμητὸν ἔσται, ἀλλὰ τὸ μὲν ᾧ συμβέβηκεν ἀριθμητῷ γίνεσθαι ἔσται οἷον ἵπποι ἢ ἄνθρωποι, οὐ μὴν ἀριθμητὸν ὡς ἀριθμητόν· καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων πρός τι μὴ ὄντως εἰ τύχοι τοῦ δεξιοῦ, ὃς μὲν ἦν ἀριστερὸς ἔσται οἷον Σωκράτης, ἀριστερὸς δὲ <!-- 9.760 -->οὔ. εἰ οὖν τὸ πρότερον καὶ ὕστερον ὡς ἀριθμητὰ ἀριθμητὸς ὁ χρόνος ἦν, μὴ ὄντος τοῦ ἀριθμήσοντος οὐκ ἂν εἴη ὁ χρόνος. τὸ μέντοι τῷ χρόνῳ ὑποκείμενον, ὅπερ ἦν ἡ κίνησις, οὐδὲν κωλύει εἶναι.» ταύτην δὲ τὴν λύσιν συντόμως ὁ Ἀριστοτέλης παραδέδωκε διὰ τοῦ ἀλλʼ ἢ τοῦτο ὅ ποτέ ἐστιν ὁ χρόνος· τὸ γὰρ ὑποκείμενον τῷ χρόνῳ ἤτοι τῷ ἀριθμητῷ οὐδὲν κωλύει εἶναι καὶ μὴ οὔσης ψυχῆς, εἰ ὅλως οἷόν τε κίνησιν χωρὶς ψυχῆς εἶναι, χρόνος δὲ οὐκ ἔσται. εἰ γὰρ τὰ μὲν ἐνεργείᾳ λέγεται πρὸς τὰ ἐνεργείᾳ, τὰ δὲ δυνάμει πρὸς τὰ δυνάμει, ἂν ᾖ ἀδύνατον εἶναι τὸ ἀριθμῆσον, ἀδύνατον ἂν εἴη καὶ τὸ ἀριθμητόν, εἴ γε ἀριθμητὸν τὸ οἷόν τε ἀριθμηθῆναι. οὐδὲ γὰρ αἰσθήσεως ἀναιρεθείσης μένοντος τοῦ χρώματος τὸ χρῶμα ἔσται ὡς ὁρατόν, ἀλλʼ ὡς χρῶμα μόνον. πάνυ δὲ ἀκριβῶς προσέθηκε τὸ εἰ ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς· ὅσον μὲν γὰρ ἐπὶ τῇ κατὰ τὰ πρός τι ἀντιθέσει καὶ ἀναιρεθείσης τῷ λόγῳ τῆς ψυχῆς, κἂν μὴ χρόνον ἀλλὰ κίνησίν γε οὐδὲν κωλύει εἶναι. εἰ μέντοι μὴ δύναται κίνησις ἄνευ ψυχῆς εἶναι, οὐ μόνον ὁ χρόνος ἀλλὰ καὶ ἡ κίνησις ἀναιρεθήσεται ψυχῆς μὴ οὔσης· εἰ γὰρ ἡ κυκλοφορία, ἐξ ἧς καὶ αἱ ἄλλαι κινήσεις καὶ αἱ μεταβολαὶ τὸ εἶναι ἔχουσιν, ὑπὸ νοῦν καὶ κατʼ ὄρεξίν ἐστιν, ὡς ὁμολογεῖ καὶ Ἀλέξανδρος, ἀναιρουμένης ψυχῆς ἀναιροῖτο ἂν πᾶσα κίνησις· ἥ τε γὰρ κατὰ τόπον ἀπὸ τῆς κυκλοφορίας, εἴπερ αἱ τῶν ἁπλῶν σωμάτων εἰς ἄλληλα μεταβολαὶ παρʼ αὐτῆς — κατὰ γὰρ βαρύτητα καὶ κουφότητα — καὶ ἡ κατὰ τόπον κίνησίς ἐστιν ἡ κατὰ φύσιν, ὑστέρα δὲ ἡ παρὰ φύσιν τῆς κατὰ φύσιν· καὶ τῆς τῶν ζῴων δὲ κατὰ φύσιν κινήσεως ἥ τε οἰκεία ψυχή ἐστιν αἰτία καὶ ἡ κυκλοφορία. «ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ὁ ἥλιος.» ὥστε καὶ τῆς κατὰ γένεσιν μεταβολῆς αἰτία ἐστὶν ἡ κυκλοφορία· καὶ αἱ κατὰ ἀλλοίωσιν δὲ καὶ κατὰ αὔξησιν καὶ μείωσιν μεταβολαὶ ἀπʼ ἐκείνης. ἡ γὰρ τοῦ ἡλίου πρόσοδός τε καὶ ἄφοδος τὴν πλείστην τούτων αἰτίαν παρέχεται.

Τούτων δὲ ῥηθέντων ἐπιστῆσαι ἄξιον, ὡς οἶμαι, ὅτι τοῦ ἀριθμοῦντος ἀναιρουμένου ὡς μὲν ἀριθμὸς ἀριθμητὸς ὁ χρόνος ἀναιρεῖται, ὡς μέντοι τὸ πρότερον καὶ ὕστερον τὸ κατὰ τὴν τοῦ εἶναι τῆς κινήσεως παράτασιν οὐκ ἀναιρεῖται· κατὰ τοῦτο δὲ ὁ χρόνος ὑφέστηκε. τὸ γὰρ ἀριθμητὸν εἶναι συμβέβηκεν αὐτῷ κατὰ τὸ πρότερον καὶ ὕστερον. ψυχῆς δὲ ἀναιρουμένης, ἥτις ἀρχὴ γενέσεώς ἐστι καὶ τῆς κατὰ τὴν γένεσιν πάσης κινήσεως ᾗ συνυπάρχει ὁ χρόνος, ἀναιρεθήσεται καὶ ὁ χρόνος. εἰκότως οὖν ὁ Ἀριστοτέλης ὡς μὲν ἀριθμούσης τῆς ψυχῆς ἀναιρουμένης ὡς ἀριθμητὸν ἀναιρεῖσθαι τὸν χρόνον φησίν, ὡς μέντοι ἀρχῆς γενέσεως καὶ κινήσεως ἀναιρουμένης <!-- 9.761 -->καὶ τὴν κίνησιν καὶ τὴν γένεσιν ἀναιρεῖσθαι ἐνδείκνυται διὰ τοῦ εἰ ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς. οὐ μόνον δὲ τῷ τὴν κίνησιν ἀναιρεῖσθαι συναναιρεῖται ὁ χρόνος κινήσεώς τι ὤν, ἀλλὰ καὶ αὐτὸς καθʼ αὑτὸν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχων ἀναιρεθήσεται ψυχῆς ἀναιρουμένης, ἥτις αἰτία πάσης γενέσεως καὶ κινήσεως ἦν. καὶ ὅρα ὅπως κἀνταῦθα σύμφωνα γέγραφεν ὁ Ἀριστοτέλης τῷ σφετέρῳ καθηγεμόνι αὐτὸς εἰπὼν εἰ ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς, τουτέστιν ἄνευ τοῦ κινοῦντος, ἐκείνῳ λέγοντι ὅτι τοῖς ἄλλοις ὅσα κινεῖται «πηγὴ καὶ ἀρχὴ κινήσεώς» ἐστιν ἡ ψυχή, καὶ ὅτι ἐξ ἀρχῆς ταύτης πᾶν τὸ γινόμενον γίνεται.

Ἀπορήσειε δʼ ἄν τις καὶ ποίας κινήσεως ἀριθμὸς ὁ χρόνος ἕως τοῦ διὸ κινήσεώς ἐστιν ἁπλῶς ἀριθμὸς συνεχοῦς, ἀλλʼ οὐ τινός.

Ἀριθμὸν κινήσεως δείξας τὸν χρόνον καὶ μέχρι νῦν ὡς ἐπὶ τῆς κατὰ τόπον κινήσεως τὸν πλείονα λόγον ποιησάμενος — ταύτῃ γὰρ ἥρμοττε τὸ μετρεῖσθαι ὑπὸ τοῦ μεγέθους τὴν κίνησιν καὶ τὸ λέγειν, ὅτι «πολλήν φαμεν εἶναι τὴν ὁδόν, ἂν ᾖ ἡ πορεία πολλή, καὶ ταύτην πολλήν, ἂν ἡ ὁδὸς ᾖ πολλή» —, ἐπειδὴ τῶν κινήσεων πλείονά ἐστιν εἴδη τὸ μὲν κατὰ τόπον τὸ δὲ κατὰ ποιὸν τὸ δὲ κατὰ ποσόν, ἔστι δὲ καὶ ἡ γένεσις καὶ ἡ φθορὰ κατʼ οὐσίαν μεταβολή, εἰ καὶ μὴ κίνησις αὕτη, ὡς μετὰ τοῦτο τὸ βιβλίον ἀκριβολογουμένῳ φανήσεται, ἀλλʼ οὖν καὶ ἐν ταύτῃ τὸ πρότερον καὶ ὕστερον καὶ ἡ τοῦ χρόνου μέθεξις ὁρᾶται, εἰκότως ἀπορίας ἄξιον εἶναί φησι, ποίας τούτων τῶν κινήσεών ἐστιν ἀριθμὸς ὁ χρόνος. καὶ λέγει μὴ τῆσδέ τινος εἶναι, καθὸ ἥδε τις, ἀλλὰ τῆς ὁποιασοῦν κινήσεως. οὐ γὰρ καθὸ φθορὰ ἢ ἀλλοίωσις ἤ τις ἄλλη μεταβολή ἐστι, κατὰ τοῦτο ἀριθμὸς αὐτῆς ἐστιν ὁ χρόνος, ἀλλὰ κινήσεως καὶ μεταβολῆς καθὸ τοιαύτη, ὃ κοινόν ἐστι πάσαις ταῖς εἰρημέναις κινήσεσι. πάσης οὖν ὁμοίως κινήσεως ἀριθμὸς ὁ χρόνος ἐστίν — ἐν πάσαις γὰρ τὸ πρότερον ἐνορᾶται καὶ ὕστερον — καὶ ὅπερ ἀριθμούμενόν ἐστι χρόνος. καθὸ οὖν κινήσεως ἁπλῶς, ἀλλʼ οὐχ ἥδε τις, ἡ κίνησις ἐν χρόνῳ. καλῶς δὲ εἰπὼν ὅτι κινήσεώς ἐστιν ἀριθμὸς ὁ χρόνος προσέθηκεν τὸ συνεχοῦς ἀλλʼ οὐ τινός· καθὸ γὰρ συνεχὴς ἡ κίνησις, κατὰ τοῦτο ἔχει τὸ πρότερόν τε καὶ ὕστερον τὸ κατὰ χρόνον <!-- 9.762 -->ἀριθμούμενον· εἰ γὰρ διῃρημένη ληφθείη, οὐχ ὑπὸ χρόνου ἀλλʼ ὑπὸ ἀριθμοῦ μετρεῖται. δύο γὰρ ἢ τρεῖς ἢ πλείους γίνονται κινήσεις τῷ μοναδικῷ ἀριθμῷ μετρούμεναι. ἐὰν γὰρ ἡ μὲν ἀλλοίωσις ᾖ ἡ δὲ φθορὰ ἡ δὲ αὔξησις μηδεμιᾶς οὔσης αὐτῶν συνεχείας πρὸς ἀλλήλας, τρεῖς γίνονται κινήσεις. καθὸ δὲ τούτων ἑκάστη συνεχής ἐστι, τὰ ἐν αὐτῇ πρότερα καὶ ὕστερα ἀριθμεῖται οὐκέτι τῷ μοναδικῷ ἀριθμῷ, ἀλλὰ τῷ χρόνῳ.

Ὁ δὲ Ἀλέξανδρος τῷ χρόνῳ παρέχειν τὸ εἶναί φησιν τὸ πρότερον καὶ ὕστερον πάσης κινήσεως, καθὸ συνεχὴς καὶ καθὸ ἀκολουθεῖ τῷ μεγέθει, ἐφʼ οὗ γίνεται, ἐν ᾧ πρώτῳ τὸ πρότερόν τε καὶ ὕστερον. ἀπορητέον οὖν καὶ πρὸς τοῦτον καὶ πρὸς τὸν Ἀριστοτέλην ταῦτα, ἅπερ καὶ ἐγὼ πρότερον οἶμαι συντομώτερον καὶ ὁ Θεμίστιος πλατύτερον ἀπορεῖ· «εἰ, γάρ, τὸ πρότερόν τε καὶ ὕστερον πρῶτόν ἐστιν ἐν τῷ μεγέθει καὶ τῷ διαστήματι, ἐφʼ οὗ ἡ κίνησις, εἶθʼ οὕτως ἐν τῇ κινήσει καὶ τῷ χρόνῳ, πῶς ἐπὶ τῆς αὐξήσεώς τε καὶ ἀλλοιώσεως τὸ πρότερον καὶ ὕστερον; οὐ γὰρ ἐν διαστήματί γε αὗται οὐδὲ πόθεν ποῖ, ἀλλʼ ὁλόκληρον τὸ σῶμα θερμαίνεται κατʼ ὀλίγον, καὶ ὁλόκληρον αὔξεται καὶ πήγνυται. πόθεν οὖν ἐπὶ τούτων ἕξει τὸ πρότερόν τε καὶ ὕστερον ὁ χρόνος ὥσπερ ἐπὶ τῆς φορᾶς ἐκ τοῦ διαστήματός τε καὶ τῆς θέσεως; πῶς δὲ μὴ ἔχων τὸ πρότερόν τε καὶ ὕστερον τὸν κατʼ αὐτὰ ἀριθμὸν ἕξει; ἢ ἐπὶ μὲν τῆς αὐξήσεως εἴποι τις ἂν εἶναι τὸ πόθεν ποῖ· ἀπὸ γὰρ τοῦ ἐλάττονος εἰς τὸν μείζονα τόπον ἡ μεταβολή. ἐπʼ ἀλλοιώσεως δὲ καὶ γενέσεως καὶ φθορᾶς τί ἐροῦμεν; πόθεν γὰρ ἔτι τὸ πρότερόν τε καὶ ὕστερον ἕξει ἡ κίνησις ἢ ὁ χρόνος, ἢ οὖν μόνην τὴν κατὰ τόπον κίνησιν προηγουμένως μετρεῖ ὁ χρόνος, ἢ εἰ καὶ τὰς ἄλλας προηγουμένως, οὐδὲν προσδεῖται τοῦ τῇ θέσει προτέρου καὶ ὑστέρου, ἵνα καὶ αὐτὸς σχῇ τὸ πρότερόν τε καὶ ὕστερον.»

Ἀλλʼ ἐπειδὴ καὶ ὁ Θεμίστιος ἐνδοὺς φαίνεται τῇ ἀπορίᾳ, πολλάκις ἐξετάζειν ταῦτα κελεύων καὶ ἀβασανίστως μὴ παραδέχεσθαι, οὐδὲν ἴσως κωλύει καὶ τὴν ἐμὴν καὶ νῦν ὑπόνοιαν εἰπόντα μετὰ τῆς ἀπορίας καὶ ἐκείνην εἰς ἐξέτασιν προτιθέναι τοῖς ἐντυγχάνουσι. τὸ πρότερον καὶ ὕστερον τάξεως δηλωτικὸν ὑπάρχον ἄλλο μὲν τὸ κατὰ τὸν χρόνον εἶναι νομίζω κατὰ ἀριθμὸν καὶ τάξιν τῶν πλειόνων νῦν ὑφιστάμενον τῶν ὁριζόντων τὸν χρόνον, ἄλλο δὲ τὸ ἐν τῇ κατὰ τὴν τάξιν θέσει θεωρούμενον. διττὸν δὲ τοῦτο, τὸ μὲν ἐν μεγέθει — ὡς τῆς ὁδοῦ πρότερον ἐκεῖνο μέρος τὸ ὅθεν <!-- 9.763 -->ἀρχόμεθα, ὕστερον δὲ τὸ εἰς ὃ λήγομεν —, τὸ δὲ ἐν ἀριθμῷ καὶ τούτῳ διττῷ ἢ τῷ ἀριθμοῦντι καὶ μοναδικῷ — ὡς λέγομεν πρότερον εἶναι τῆς δυάδος τὴν μονάδα καὶ τὴν δυάδα τῆς τριάδος — ἢ τῷ μεθεκτῷ καὶ ἀριθμουμένῳ, ὡς τὰ νοητὰ τῶν αἰσθητῶν πρότερα καὶ ὅδε ὁ κίων τοῦδε τοῦ κίονος· καὶ γὰρ καὶ τὰ ἀσώματα θέσιν ἔχειν δοκεῖ κατὰ μεταφορὰν λεγομένης τῆς θέσεως. τρίτον δὲ τοῦ προτέρου καὶ ὑστέρου σημαινόμενόν ἐστιν ἐν ταῖς ἐνεργείαις τε καὶ κινήσεσι, τὸ μὲν κατὰ τὸν ἀριθμὸν τῶν ὁριζόντων τὴν κίνησιν περάτων, ἃ κινήματα καλοῦμεν ἀνὰ λόγον ἔχοντα πρός τε τὰ τῆς γραμμῆς σημεῖα καὶ τὰ τοῦ χρόνου νῦν, τὸ δὲ κατʼ αὐτὰ τὰ μέρη τῆς κινήσεως συνεχοῦς οὔσης ἀφʼ ἑαυτῆς. ἀλλʼ ἡ μὲν ἐν τόπῳ κίνησις τὸ κατὰ τὴν θέσιν ἐν τόπῳ πρότερόν τε καὶ ὕστερον εἰς ἑαυτὴν ἀναδεχομένη συναρμόττει τοῦτο τῷ οἰκείῳ προτέρῳ καὶ ὑστέρῳ τῷ τε ὡς πέρατι καὶ τῷ ὡς μέρει, ὅταν πρώτην κίνησιν τῶν δρομέων τὴν πρὸς τοῖς ἀθλοθέταις λέγωμεν, ὑστέραν δὲ τὴν ἐν τῷ πέρατι τοῦ σταδίου. καὶ ἔστι τοῦτο τὸ κατὰ τὴν θέσιν πρότερον καὶ ὕστερον οἰκεῖον τῆς κατὰ τόπον κινήσεως. καὶ ταύτῃ δὲ καὶ ταῖς ἄλλαις κινήσεσιν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσαις ὁ χρόνος ἀφʼ ἑαυτοῦ τὸ πρότερον καὶ ὕστερον δίδωσιν ἐφαρμόττων τῷ προτέρῳ καὶ ὑστέρῳ τῆς κινήσεως. τὰ γὰρ ὁρίζοντα τὸν χρόνον νῦν ἐγγινόμενα τοῖς τῆς κινήσεως ὅροις ὁρίζει τῷ χρόνῳ τὴν κίνησιν. μέτρον οὖν τῆς κινήσεως ὁ χρόνος. κατὰ γὰρ τὸ ἑαυτοῦ πρότερον καὶ ὕστερον ἐφαρμόττων τῷ προτέρῳ καὶ ὑστέρῳ τῆς κινήσεως μετρεῖ τῷ χρόνῳ τὴν κίνησιν· οὕτω δὲ καὶ ἡ κίνησις γίνεται μέτρον τοῦ χρόνου, ὅταν τὰ οἰκεῖα τῆς κινήσεως πρότερον καὶ ὕστερον ἐφαρμόσαντα τοῖς τοῦ χρόνου προτέροις καὶ ὑστέροις ὁρίσῃ τῇ κινήσει τὸν χρόνον· οὕτω δὲ καὶ τὸ τοπικὸν μέγεθος τὴν κίνησιν οὐ πᾶσαν ἀλλὰ τὴν τοπικὴν μετρεῖ, ὅταν τὸ πρότερον καὶ ὕστερον τοῦ τόπου τὸ κατὰ θέσιν ἐφαρμόσῃ τοῖς τῆς κινήσεως. εἰ δὲ ὁ Ἀριστοτέλης ὡς κοινῷ τούτῳ χρῆται τῷ ἀπὸ τοῦ μεγέθους μετρεῖσθαι τὴν κίνησιν, εἰκὸς διὰ τὸ ἐναργὲς αὐτῷ χρῆσθαι. διὸ καὶ διετέλεσε μέχρι πλείστου ὡς ἐπὶ τῆς κατὰ τόπον κινήσεως ποιούμενος τὸν λόγον.

Ἀλλʼ ἔστι νῦν καὶ κινεῖσθαι καὶ ἄλλο ἕως τοῦ ὅτι καὶ ὁ ἀριθμὸς εἷς καὶ ὁ αὐτὸς πανταχοῦ ὁ τῶν ἴσων καὶ ἅμα.

Ἀπορίαν τινὰ τίθησι τοῖς εἰρημένοις περὶ τοῦ χρόνου ἀκολουθοῦσαν καὶ ἅμα, ὃ πολλάκις εἶπε τὸ τὸν αὐτὸν χρόνον ἅμα πανταχοῦ εἶναι, πλείονος ἀξιοῖ διαρθρώσεως. ἡ δὲ ἀπορία τοιαύτη· εἰ ἀριθμὸς κινήσεως ὁ χρόνος, καὶ ἔστιν ἡ μὲν κίνησις ἐν τῷ κινουμένῳ, ὡς ἐμάθομεν, ὁ δὲ χρόνος ἐν <!-- 9.764 -->τῇ κινήσει, εἶεν ἂν τοσοῦτοι χρόνοι ὅσα τὰ κινούμενα καὶ αἱ κινήσεις· πλείους οὖν ἅμα ἔσονται χρόνοι οὐχ ὡς περιέχων καὶ περιεχόμενος· τοῦτο γὰρ οὐδὲν ἄτοπον ἦν. λύων οὖν τὴν ἀπορίαν οὐχ οὕτως ἔχει, φησίν· οὐ γὰρ πλείους ἅμα χρόνοι γίνονται, ἀλλʼ ὁ ἴσος χρόνος πᾶς ἐν τῷ ἐνεστῶτι ὁ αὐτὸς εἷς ἅμα ἐστὶ τῷ ἀριθμῷ, εἴδει δὲ οἱ αὐτοί εἰσι καὶ οἱ μὴ ἅμα, τουτέστιν ὁ παρεληλυθὼς τῷ μέλλοντι. τοῦτο δὲ εἰπών, ὅπως πλειόνων οὐσῶν κινήσεων εἷς ὁ χρόνος ἐστὶ καίτοι ἀριθμὸς ὢν κινήσεως, διδάσκει· ὡς γὰρ ἐπὶ τοῦ μοναδικοῦ ἀριθμοῦ οὐ τῇ τῶν ἀριθμουμένων διαφορᾷ ὁ ἀριθμὸς συνδιαιρεῖται, οἷον ἐὰν οἱ μὲν ἵπποι οἱ δὲ κύνες ὦσιν οἱ ἀριθμούμενοι ὄντες ἑκάτεροι ἑπτά, οὗτοι μὲν διαφέρουσιν ἀλλήλων, ὁ δὲ ἀριθμὸς ὁ τῆς ἑβδομάδος ὁ αὐτός ἐστιν ἐν ἀμφοτέροις — οὐ γὰρ καθὸ διάφοροι ἀριθμὸν ἔχουσι τὸν αὐτόν, ἀλλὰ κατὰ τὸ τοσαῦτα εἶναι, ὅ ἐστιν αὐτοῖς κοινόν —, οὕτω δὲ καὶ ἐπὶ τῶν κινήσεων καὶ τοῦ χρόνου ἀριθμοῦ ὄντος. τὸ γὰρ νῦν ταὐτὸν ἐν πάσαις καὶ ἓν κατʼ ἀριθμόν, κἂν ἡ μὲν φορά, ἡ δὲ ἀλλοίωσις ᾖ. καὶ ἔστιν ἐν πάσαις τὸ ἀριθμοόμενον καὶ τὸ πρότερον καὶ ὕστερον λαμβανόμενον τὸ νῦν, ὥστε εἰ τοῦτο τὸ αὐτὸ ἐν πάσαις, εἰκότως καὶ ὁ χρόνος ἐν πάσαις ὁ αὐτός. εἰ μὲν γὰρ ἄλλως συμβεβηκὸς ἦν ταῖς κινήσεσιν ὁ χρόνος, ὥσπερ τὸ λευκὸν καὶ τὸ θερμόν, εὐλόγως ἂν ἐκείναις συνδιῃρεῖτο· ἐπειδὴ δὲ τὸ ἀριθμούμενόν ἐστιν αὐτῶν καὶ τὸ ποσόν, οὐδὲν κωλύει τοῦτο ταὐτὸν εἶναι καὶ ἐν τοῖς πλείοσιν, ὥσπερ γε καὶ ἐπὶ τοῦ μοναδικοῦ ἀριθμοῦ ταὐτόν ἐστι τὸ ἀριθμούμενον οἷον τὸ τοσόνδε, κἂν πλείω τὰ ἀριθμητὰ καὶ διαφέροντα ἀλλήλων ὑπάρχῃ. οὕτως οὖν καὶ τῶν κινήσεων τῶν ἅμα ὁ αὐτὸς χρόνος, ἀλλʼ οὐχ ἡ αὐτὴ ταχυτὴς οὐδὲ ὁ αὐτὸς τόπος· οὐ γὰρ κατὰ ταχυτῆτα ἢ βραδυτῆτα οὐδὲ κατὰ τὰ διάφορα τῶν κινήσεων εἴδη αἱ κινήσεις ἀριθμούμεναι τὸν χρόνον ποιοῦσιν, οἷον εἰ ἡ μὲν ἀλλοίωσις ἡ δὲ φορὰ ἡ δὲ αὔξησις εἴη, ἀλλὰ κατὰ μόνον τὸ πρότερόν τε καὶ ὕστερον, ἅπερ ταὐτὰ ἐν πάσαις ταῖς ἅμα καὶ οὕτως λαμβανόμενα νῦν ἐστιν. εἰ οὖν τὰ νῦν τὰ αὐτά ἐστιν οἷς ἀριθμοῦμεν τὸν χρόνον, καὶ ὁ χρόνος ὁ αὐτὸς ὁ ὑπὸ τῶν νῦν ὁριζόμενός τε καὶ περιεχόμενος. ὡς γὰρ ἡ τῶν κινουμένων κατὰ τόπον διαφορά, ἂν κατʼ ἄλλο τι ᾖ οἷον κατὰ χρῶμα ἢ χυμὸν καὶ μὴ καθὸ κινεῖται οἷον κουφότητα ἢ βραδυτῆτα, οὐ ποιεῖ κινήσεων διαφοράν, οὕτως οὐδὲ αἱ τῶν κινήσεων διαφοραὶ διαφορὰν ποιοῦσι χρόνων, ἐπεὶ μὴ καθὸ διαφέρουσιν ἀριθμός ἐστιν αὐτῶν ὁ χρόνος, ἀλλὰ κατὰ τὸ ἐν αὐταῖς πρότερον καὶ ὕστερον, ὃ ἔχουσιν ἀδιάφορον· ὁ γὰρ τούτων ἀριθμὸς ἀδιάφορος.

«Ὁ δὲ ἀριθμός, φησὶν Ἀλέξανδρος, οὐκ ἔστι τῶν ἐνυπαρχόντων τῷ ἀριθμητῷ· ὥστε οὐδʼ ὁ χρόνος ἀριθμὸς ὢν οὕτως ἐν κινήσει. οὐδὲ γὰρ <!-- 9.765 -->τὸ ὄνομα τῷ οὗ ἐστιν ὄνομα οὕτως ἐνυπάρχει ὡς τὸ λευκόν, διότι τὸ μὲν αὐτὸ κατʼ ἀριθμὸν ὄνομα πλειόνων ἅμα ἔστιν ὥσπερ καὶ ὁ ἀριθμός, λευκὸν δὲ οὐ τὸ αὐτὸ κατʼ ἀριθμὸν ἐν πλείοσι.» καὶ ταῦτα δὲ προσέθηκεν ὁ Ἀλέξανδρος δηλῶν ὅτι μὴ οὕτως ἐν τῇ κινήσει ὁ χρόνος ὡς ὁ συνδιαιρούμενος αὐτῇ ἀριθμὸς τὸ εἶναι ἔχει ἐν τῷ ἀριθμεῖσθαι. ἐπεὶ μὴ ὄντος γε τοῦ ἀριθμοῦντος, ὡς ἔδειξεν ὁ Ἀριστοτέλης, οὐδὲ ὁ ἀριθμὸς χρόνος ἔσται, εἰ καὶ κίνησις εἴη· εἰ δὲ ὁ χρόνος παρὰ τοῦ ἀριθμοῦντος τὸ εἶναι ἔχει καὶ οὕτως γινόμενός ἐστιν ἐν κινήσει, οὐκ ἔστιν ἐνυπάρχων τῇ κινήσει οὕτως ὡς ἐκείνης τι ὤν· διὸ οὐδὲ συνδιαιρεῖται αὐτῇ. ἐν δὴ τούτοις ἐρωτητέον τὸν Ἀλέξανδρον, πῶς ὁ ἐν τῷ ἀριθμεῖσθαι ἀριθμὸς οὐκ ἐνυπάρχει τῷ ἀριθμητῷ, ἢ πῶς ὁ χρόνος ἀριθμὸς ὢν κινήσεως ὡς ἀριθμητὸν οὐκ ἐνυπάρχει τῇ κινήσει οὐδὲ ἔστι τι ἐκείνης καίτοι πάθος καὶ ἕξις λεγόμενος τῆς κινήσεως. ἔλεγε γὰρ «ἢ ὅτι κινήσεως πάθος ἢ ἕξις ἀριθμός γε ὤν». ἔτι δὲ μᾶλλον πῶς ἔχει λόγον τὸν ἀριθμητὸν ἀριθμὸν καὶ τὴν ἕξιν ἢ τὸ πάθος ἢ ὅλως τὸ συμβεβηκὸς οὕτως ἔχειν πρὸς ἐκεῖνο οὗ ἐστιν, ὡς ἔχει τὸ ὄνομα, ὥστε τὸ αὐτὸ τῷ ἀριθμῷ πλείοσιν ὑπάρχειν; ὁ μὲν γὰρ ἀριθμῶν ἀριθμὸς ἅτε ἐξῃρημένος τῶν ἀριθμουμένων εἷς ἂν καὶ ὁ αὐτὸς ὑπάρχοι πλείοσιν, ὁ δὲ ἀριθμητὸς ἤδη κατατεταγμένος ἐν τῷ μετέχοντι καὶ συνδιῃρημένος ἐκείνῳ ὁμοίως ἔχει τῷ λευκῷ. τὸ δὲ ὄνομα τοῦτο, εἰς ὃ ἀπεῖδεν ὁ Ἀλέξανδρος, τὸ κατὰ θέσιν ἐπεισοδιῶδες. καὶ ἄτοπον ὁμοίως ἔχειν νομίζειν τὰ κατὰ τὴν ἡμετέραν θέσιν σχεδιαζόμενα τοῖς ὑπὸ τῆς φύσεως συνταττομένοις. τοῦτο δὲ ἠκολούθησε τοῖς λέγουσι τὸν ἀριθμὸν ὑπὸ τοῦ ἀριθμοῦντος γίνεσθαι καὶ διὰ τοῦτο τὸν χρόνον ὑπὸ τῆς ψυχῆς, ὅπερ ὑπενοήθη διὰ τὸ πρός τι εἶναι τὸ ἀριθμοῦν καὶ τὸ ἀριθμούμενον. καὶ ὡς μὲν ἀριθμούμενον ἔστω ἅμα ὥσπερ καὶ τὸ χρῶμα καθὸ ὁρατόν, κατὰ μέντοι τὴν οἰκείαν φύσιν καὶ χωρὶς ὑφέστηκε. καὶ γὰρ καὶ αὐτὸς Ἀριστοτέλης ἐμέμψατο πρόσθεν τοῖς τὸ χρῶμα ἴδιον αἰσθητὸν ὄψεως ὁριζομένοις, ἀλλὰ μὴ τὴν φύσιν αὐτοῦ δηλοῦσιν. οὕτως οἶμαι μέμψαιτο ἄν τις τῷ τὸν ἀριθμὸν τὸν μεθεκτὸν ἐν τῷ ἀριθμεῖσθαι ἁπλῶς τὸ εἶναι ἔχειν λέγοντι. οἱ γὰρ δάκτυλοί μου τῆς χειρὸς πέντε εἰσί, κἂν μηδεὶς αὐτοὺς ἀριθμήσῃ.

Τοῖς δὲ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθεῖσι προσαπορεῖ καλῶς ὁ Θεμίστιος, καὶ ἀρκεῖ τῶν ἐκείνου παρατιθεμένων ἀκοῦσαι· «εἰ, γάρ, κοινῶς, φησί, πάσης κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος, φαίνεται οὐ παρὰ τῆς κινήσεως τὸ εἶναι ἔχον· εἰ γὰρ μὴ παρὰ τῆσδε ἢ τῆσδε, οὐδὲ παρὰ κινήσεως ὅλως. ἄτοπον γὰρ τὸ λέγειν, ὅτι τὸ πρότερόν τε καὶ ὕστερον ταὐτὸν ἐν πάσαις <!-- 9.766 -->κινήσεσιν· αὐτὸ γὰρ τοῦτο ζητητέον ἐστί, πῶς ταὐτὸν τὸ νῦν, πότερον γένει ἢ εἴδει ἢ ἀριθμῷ. εἰ μὲν γὰρ γένει ἢ εἴδει, πλείω δήπου κατʼ ἀριθμόν· εἰ δὲ ἓν ἀριθμῷ, πῶς τῶν κατʼ ἀριθμὸν διαφερόντων ἓν κατʼ ἀριθμὸν πάθος ἢ ἕξις; οὕτως δὲ αὐτὸς ὀνομάζει τὸν χρόνον τῆς κινήσεως. ἀμήχανον γὰρ ταὐτὸν καὶ ἓν κατʼ ἀριθμὸν ὑπάρχειν οὕτω πλείοσιν. οὕτως γὰρ ἓν ἅμα καὶ οὐχ ἓν γενήσεται, ὥστε εἰ πλείω τὰ νῦν ἐπὶ τῶν πλειόνων κινήσεων, ἐπὶ τῶν ἅμα οὐσῶν ἅμα πλείω ἔσται νῦν, ὅπερ οὐδὲ εἰς ἐπίνοιαν ἐλθεῖν δυνατόν· εἰ δὲ μὴ πλείω ἀλλʼ ἓν καὶ ταὐτὸν, ἐξῃρημένον ἔσται καὶ οὐδὲν τῆς κινήσεως ὁ χρόνος. οὐδὲ γὰρ ἐκεῖνο ἔχει τινὰ λόγον, ὅτι ὥσπερ τὸ ἀριθμούμενον ταὐτὸν ἐν τοῖς δέκα ἵπποις καὶ τοῖς δέκα προβάτοις, οὕτω καὶ ἐν ταῖς κινήσεσιν. οὐδὲ γὰρ ἐκεῖ ταὐτὸν τὸ ἀριθμούμενον, εἰ μὴ τῷ λόγῳ μόνον, ὅτι ἄμφω δέκα, ὅπερ ἡμετέρα ἐπίνοια καὶ θεωρία τοῦ ἐν τοῖς διαφέρουσιν ὁμοίως· ὑπόστασις δὲ οὐδεμία καθʼ ἑαυτήν. τοῦτο δὲ ἐπὶ τοῦ χρόνου πῶς εὔλογον ἔννοιαν μόνον εἶναι τῆς ἡμετέρας ψυχῆς τὸν χρόνον, φύσιν δὲ οἰκείαν μὴ ἔχειν, ὥσπερ ἔοικε δώσειν Ἀριστοτέλης, ὅταν συγχωρῇ μὴ οὔσης ψυχῆς μηδὲ τὸν χρόνον ὑπάρχειν· ἐπεὶ καὶ τὸ μέτρον καὶ τὸ ἀριθμὸν λέγειν τὸν χρόνον τοιαύτην ἐστὶν ὑπόνοιαν ἐνδιδόντος, ὥσπερ καὶ Βόηθός φησιν, ὅτι οὐδὲν μέτρον ὑπὸ τῆς φύσεως γίνεται, ἀλλʼ ἡμέτερον ἔργον ἐστὶ τὸ μετρεῖν καὶ ἀριθμεῖν.» τοιαῦτα καὶ τοῦ Θεμιστίου γράφοντος τὰ μὲν ἄλλα καλῶς ἀντιδιατετάχθαι νομίζω — πῶς γὰρ οἷόν τε καὶ πάθος ἢ ἕξιν εἶναι τῆς κινήσεως τὸν χρόνον καὶ πάλιν ὡς κεχωρισμένον τὸν αὐτὸν ἅμα πανταχοῦ εἶναι; —, τὸ μέντοι λέγειν, ὅτι ἡ κοινότης τῶν ἐν μεθέξει ἀριθμῶν τῆς ἡμετέρας ἐπινοίας ἐστί, Περιπατητικῶν μὲν εἶναι δοκεῖ, δεῖται δὲ ὡς οἶμαι διορισμοῦ τινος. καὶ γὰρ ὑφέστηκε μὲν καὶ ἡ τοιαύτη κοινότης — διὸ καὶ τὴν κοινὴν ἔχει φύσιν τὰ μετέχοντα —, ἀλλὰ μετὰ τῆς διαφορᾶς ὑφέστηκε· τὸ δὲ αὐτὴν καθʼ αὑτὴν ὁρᾶν τὴν κοινότητα τῆς ἡμετέρας ἐπινοίας ἐστίν. ἀλλʼ οὐδὲ ἀναιρεῖ τὴν οἰκείαν τοῦ χρόνου ὑπόστασιν Ἀριστοτέλης οὐδὲ ἐν ἐπινοίᾳ τίθησιν αὐτόν, εἰ μὴ οὔσης ψυχῆς μηδὲ χρόνον εἶναί φησι. καὶ τὸ ὑποκείμενον γὰρ τοῦ χρόνου τὴν κίνησιν καὶ τὸ οἷον εἶδος τὸν ἀριθμὸν ὑπὸ ψυχῆς δίδοσθαι νομίζων, ἐπειδὴ καὶ πάσης γενέσεως καὶ κινήσεως αἰτία ἡ ψυχή, εἰκότως ἀναιρουμένης ψυχῆς ἀναιρεῖσθαι τὸν χρόνον φησίν. οὐ μέντοι ἐπινοίᾳ διὰ τοῦτο εἶναι τὸν χρόνον, ὅτι τῷ αἰτίῳ συναναιρεῖται. πῶς δὲ οὐδὲν μέτρον ὑπὸ τῆς φύσεως γίνεται, εἴπερ πάντα τὰ φυσικὰ εἴδη μέτροις καὶ ἀριθμοῖς οἰκείοις διακεκόσμηται; εἰ μὴ ἄρα <!-- 9.767 -->λέγοι μηδὲν γίνεσθαι ὃ μόνον μέτρον ἐστὶν ἀλλὰ μὴ καὶ μεμετρημένον· μὴ γὰρ εἶναι πῆχυν φυσικὸν ἢ μονάδα αὐτόμετρα ὄντα. εἰ δὲ τοῦτο, ἐννοητέον ὅτι καὶ ὁ χρόνος, κἂν ᾖ μέτρον κινήσεως, ἀλλʼ ἔχει φύσιν οἰκείαν καὶ μεμέτρηται καὶ αὐτὸς ὑπὸ τῆς κινήσεως.

Ἀλλὰ ταῦτα μὲν ὅπῃ καλῶς ἢ μὴ καλῶς λέγεται παρὰ τῶν ἀνδρῶν τούτων ζητεῖν ἄξιον· τὸ δὲ νῦν ἔχον πῶς ἄρα ὁ Ἀριστοτέλης ἀμφότερα λέγειν περὶ τοῦ χρόνου καὶ ἐναντία δοκεῖ, καὶ ὅτι πάθος ἢ ἕξις ἐστὶ τῆς κινήσεως ὡς ἀχώριστος, καὶ ὅτι ὁ αὐτὸς κατʼ ἀριθμόν ἐστιν ἐν ταῖς διαφόροις κινήσεσιν ὡς χωριστός; μήποτε οὖν ὅλως ἀριθμὸν ὑποθέμενος τὸν χρόνον τὸ τοῦ ἀριθμοῦ ἴδιον ἐνεῖδεν αὐτῷ τὸ καὶ ἐν τῷ μεθεκτῷ ἀριθμῷ, κἂν διάφορα ᾖ τὰ ὑποκείμενα, ἴσος δὲ ὁ ἀριθμός, οἷον μονὰς ἵππου καὶ μονὰς ἀνθρώπου ἀφαιρεθεῖσαι κατʼ ἐπίνοιαν ἐκ τῶν ὑποκειμένων ἀδιάφοροι παντελῶς εἰσι. λευκότης δὲ ἡ ἐν χιόνι καὶ ἡ ἐν ψιμυθίῳ κἂν ἀφαιρεθεῖσαι τῇ ἐπινοίᾳ τῶν ὑποκειμένων διαφέρουσιν ἀλλήλων λευκότητος διαφοραῖς. εἰσὶ γὰρ διαφοραὶ λευκότητος καὶ γλυκύτητος καὶ τῶν ἄλλων συμβεβηκότων αὐτῶν καθʼ ἑαυτά, κἂν ἄνευ τῶν ὑποκειμένων λαμβάνηται, ἀριθμῶν δὲ τῶν ἴσων οὐκ εἰσὶ διαφοραί. οὐ γὰρ διαφέρει μονὰς μονάδος οὐδὲ ἡ μεθεκτὴ καθὸ μονὰς οὐδὲ πεντὰς πεντάδος καθὸ πεντάς, ὥσπερ οὐδὲ ἐπὶ τῶν μοναδικῶν ἀριθμῶν ἔστιν ἰδεῖν διαφορὰν μονάδος πρὸς μονάδα. ἐρεῖ δέ τι περὶ τούτου καὶ αὐτὸς προελθών. ὁ μέντοι Ἰάμβλιχος ἐν τούτοις ἀπὸ τοῦ ἀχωρίστου χρόνου εἰς τὸν χωριστὸν ἀναδραμεῖν αὐτὸν οἴεται, καὶ διὰ τοῦτο τὸν αὐτὸν κατʼ ἀριθμὸν ἐν ταῖς διαφόροις κινήσεσιν εἶναι λέγει. μνημονευτέον δὲ καὶ τῆς πρότερον εἰρημένης λύσεως, ὅτι κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος κατὰ τὸ κοινὸν τῆς κινήσεως καθʼ ὅρον καὶ τοῦ εἶναι παράτασιν, ὃ πανταχοῦ τὸ αὐτό ἐστιν.

Ἐπεὶ δέ ἐστι φορὰ καὶ ταύτης ἡ κύκλῳ ἕως τοῦ φορὰ δʼ ἐστίν.

Εἰπὼν τὸν χρόνον ἀριθμὸν ὡς ἀριθμούμενον καὶ μέτρον ὡς μετρούμενον, ἐπειδὴ ἕκαστον τῶν μετρουμένων καὶ ἀριθμουμένων ἀριθμεῖται καὶ μετρεῖται συγγενεῖ τινι οἷον μονάδες μονάδι καὶ πήχεις πήχει καὶ ἵπποι ἵππῳ καὶ ὅλως ἰδίῳ μορίῳ τῷ ἁπλουστάτῳ τῶν ἐν αὐτῷ — ὅσα γὰρ μέρη τοσαῦτα καὶ μέτρα καὶ ὁ Πλάτων φησί· κἂν γὰρ ὑπʼ ἄλλου τινὸς μετρῆται, διὰ τοῦτο καὶ ὑπʼ ἐκείνου μετρεῖται, ὅτι μορίῳ αὐτοῦ ἴσον ἐστὶ τὸ μετροῦν —, ἐπεὶ οὖν, ὡς εἴρηται, μέρει τινὶ ἑαυτοῦ μετρεῖται τὸ μετρούμενον, ὁ δὲ χρόνος συνεχὴς ὢν μετρεῖται, συνάγεται ὅτι ὁ χρόνος μέρει ἑαυτοῦ <!-- 9.768 -->μετρεῖται. ζητεῖ οὖν τίς ἂν εἴη χρόνος πρῶτος καὶ ἁπλοῦς, ὃς πάντα χρόνον μετρήσει. εἰ οὖν κινήσεως μέτρον ὁ χρόνος, ἐὰν κίνησίς τις εὑρεθῇ μέτρον οὖσα τῶν ἄλλων κινήσεων, δῆλον ὅτι ὁ ταύτης χρόνος μέτρον τοῦ χρόνου φανήσεται. τίς οὖν κίνησις τοιαύτη; ἢ δῆλον ὅτι ἡ πρώτη καὶ ὁμαλὴς καὶ γνώριμος. ἡ γὰρ μὴ πρώτη καὶ ἀνώμαλος καὶ ἄγνωστος εἰς μέτρον ἀνεπιτήδειος. ἀλλʼ αἱ μὲν τῶν γενητῶν ἴδιαι κινήσεις ἀλλοίωσις αὔξησις μείωσις γένεσις φθορὰ καὶ τῆς φορᾶς ἡ ἐπʼ εὐθείας οὔτε πρῶται — οὐ γὰρ πρῶτα τὰ γενητὰ τῶν ἀιδίων — οὔτε ὁμαλεῖς αἱ τοιαῦται κινήσεις, ἀλλὰ πᾶσαν ἀνωμαλίαν ἀνώμαλοι· οὐ γὰρ ἴσαι αἱ ἐν ἴσῳ χρόνῳ γινόμεναι ἀλλοιώσεις ἢ αὐξήσεις ἢ γενέσεις οὔτε μὴν γνώριμοι· μόνη δὲ ἡ κυκλοφορία τοιαύτη· ὥστε αὕτη τὸ τῆς κινήσεως μέτρον καὶ διὰ τοῦτο καὶ τοῦ χρόνου. μέτρον δὲ γίνεται κινήσεως ὁρισθεῖσα ὑπὸ χρόνου καὶ γενομένη τοσήδε· οἷον ἡ ὥρα χρόνου μέν ἐστι μέρος, ὁρίζει δὲ τοσήνδε κίνησιν τῆς περιφορᾶς τοῦ παντός. ὁμοίως δὲ καὶ ἡμέρα καὶ ἐνιαυτὸς τήν τε τοῦ παντὸς καὶ τὴν τοῦ ἡλίου κίνησιν ὁρίσασα μέτρον πασῶν ἐποίησε τῶν κινήσεων καὶ τοῦ ὅλου χρόνου. ὁ μὲν γὰρ πρότερος καὶ ἐλάττων χρόνος μετρεῖ τὸν χρόνον· μέτρον γὰρ ἡ μὲν ὥρα τῆς ἡμέρας, ἡ δὲ ἡμέρα τοῦ μηνός, ὁ δὲ μὴν τοῦ ἐνιαυτοῦ· μετρεῖ δὲ καὶ τὴν κίνησιν τὴν ὡριαίαν καὶ ἡμερήσιον. εἰ δὲ καὶ ταῦτα τοσαίδε τῆς τοῦ ἡλίου περιφορᾶς, δῆλον ὅτι ἀντιμετροῦνται ὑπὸ τῆς κινήσεως. διὸ καὶ αὐτὸς εἶπεν, ὅτι μετρεῖται ὅ τε χρόνος κινήσει καὶ ἡ κίνησις χρόνῳ. ὑπὸ γὰρ τῆς ὡρισμένης κινήσεως χρόνῳ ἥ τε κίνησις μετρεῖται καὶ ὁ χρόνος. ὁ ἄρα ὑπὸ τῆς κυκλοφορίας ἀντιμετρούμενος χρόνος πρώτης τε οὔσης καὶ ὁμαλοῦς μετρεῖ τὸν πάντα χρόνον. εἰ οὖν τὸ πρῶτον πανταχοῦ μέτρον τῶν συγγενῶν ἐστι, δῆλον ὅτι καὶ ἐν κινήσει ἡ κυκλοφορία καὶ πρώτη οὖσα καὶ ὁμαλὴς μέτρον μάλιστα διά τε ταῦτα καὶ ὅτι ἀριθμὸς ὁ ταύτης γνωριμώτατος.

Ἀριθμὸν δὲ τῆς κυκλοφορίας ὁ Ἀλέξανδρος τὸν χρόνον ἤκουσε τὴν πρώτην ὡς γνωριμώτατον τῶν χρόνων· ἡμέραι γὰρ καὶ νύκτες ὁ τῆς κυκλοφορίας ἀριθμός, ὃς γνωριμώτατός ἐστι τῶν χρόνων. «ἢ τὸν τῆς ὁμαλοῦς, φησί, κινήσεως ἀριθμὸν γνωριμώτατον εἶπε, διότι ἴσον ἐπὶ ταύτης τὸ ἀριθμοῦν καὶ τὸ ἐν τῷ ἀριθμεῖσθαι αὐτῷ τὸ εἶναι ἔχον, ὅπερ ἐστὶν ὁ χρόνος· καὶ οὐκ ἔστιν ἐπʼ αὐτῆς λαβεῖν τὴν μὲν θάττω τὴν δὲ βραδυτέραν, ὧν ἂν ἴσοι χρόνοι. ἡ οὖν ὁμαλὴς καὶ γνωριμωτάτῳ χρόνῳ ὁριζομένη κίνησις μέτρον ἐστί.» δύναται δὲ οἶμαι τὸν ἀριθμὸν τῆς περιφορᾶς γνώριμον λέγειν οὐ τὸν χρόνον λέγων, ἀλλὰ καθʼ ὃν αὕτη ἡ περιφορὰ <!-- 9.769 -->ἀριθμεῖται, οἷον ὅτι δὶς ἢ τρὶς περιεστράφη τὸ πᾶν. εὐσύνοπτον γὰρ τοῦτο καὶ οἰκειότερον τῷ μέτρον τὴν κυκλοφορίαν δεικνύντι τέως. καὶ ὁ ταύτην δὲ ὁρίζων χρόνος γνωριμώτατος καὶ πρῶτος· ἡμέραις γὰρ μῆνα καὶ μησὶν ἐνιαυτὸν καὶ ἐνιαυτοῖς πάντα τὸν χρόνον μετροῦμεν. ὅτι δὲ ὁμαλὴς τῶν κινήσεων ἡ κυκλοφορία μόνη, ἐν τῷ τελευταίῳ βιβλίῳ τῆσδε τῆς πραγματείας δειχθήσεται· ἀπορήσοι δʼ ἄν τις, ὅπερ καὶ Πλωτῖνος ἠπορηκέναι δοκεῖ· εἰ μὲν γὰρ τῆς ὁμαλοῦς καὶ συνεχοῦς κινήσεως ἀριθμὸς ἢ μέτρον ὁ χρόνος, τί ἂν εἴη μέτρον τῆς ἀνωμάλου καὶ ἀτάκτου κινήσεως; εἰ δὲ πάσης ὁμοίως ἀριθμὸς ὁ χρόνος, πῶς ἔτι ὡς ἀριθμητὸς ἀλλʼ οὐχὶ ὡς χωριστὸς ληφθήσεται, ὥσπερ ἡ αὐτὴ δεκὰς ἐλεφάντων καὶ μυρμήκων, ὅτι χωριστὴ ἦν ἀριθμοῦσα; μήποτε οὖν ὥσπερ προηγουμένην ὑπόστασιν ἔχει ἡ ὁμαλὴς καὶ συνεχὴς κίνησις καὶ τεταγμένη, ταύτῃ δὲ ἡ ἀνώμαλος καὶ ἄτακτος παρυφίσταται, οὕτω καὶ χρόνῳ μετρεῖται προηγουμένως μὲν ἡ ὁμαλής, κατὰ δεύτερον δὲ λόγον καὶ ἡ ἀνώμαλος· καὶ γὰρ καὶ ταύτην ὥραις μετροῦμεν καὶ ἡμέραις. εἰδέναι δὲ χρή, ὅτι ὁ μὲν Ἀλέξανδρος γράψας τοῦτο δέ ἐστιν ὅτι τῆς ὡρισμένης κινήσεως χρόνῳ ἀντὶ τοῦ «ὑπὸ τῆς ὡρισμένης κινήσεως ὑπὸ χρόνου» εἰρῆσθαί φησι. τινὰ δὲ τῶν ἀντιγράφων ὑπὸ τῆς ὡρισμένης κινήσεως ἔχει τὴν γραφὴν ἐπὶ τὸ σαφέστερον ἴσως τινῶν προσθέντων τὴν πρόθεσιν.

Διὸ καὶ δοκεῖ ὁ χρόνος εἶναι ἡ τῆς σφαίρας κίνησις ἕως τοῦ ἀλλʼ ἢ πλείω μέτρα τὸ ὅλον.

Εἴωθεν ὁ Ἀριστοτέλης τοῖς ἐπιχειροῦσι μὲν εἰς τὴν τῆς ἀληθείας γνῶσιν, μὴ καταδραττομένοις δὲ αὐτῆς ἀκριβῶς βοηθεῖν πολλάκις εὔλογον πρόφασιν τῆς παραγωγῆς λέγων· ἅμα δὲ καὶ τὸν ἑαυτοῦ συνίστησι λόγον διὰ τοῦ δεικνύναι καὶ τοὺς ἐσφαλμένους εἰς τοιοῦτόν τι βλέποντας ἀποσφαλῆναι. παρατίθεται οὖν πρώτους μὲν τοὺς λέγοντας χρόνον εἶναι τὴν κυκλοφορίαν· ἔχοι γὰρ ἄν τινα λόγον, εἴπερ ταύτῃ αἵ τε κινήσεις πᾶσαι μετροῦνται καὶ ὁ χρόνος. εἶτα καὶ τὸ εἰωθὸς λέγεσθαι τὸ κύκλον εἶναι τὰ ἀνθρώπινα πράγματα ἢ καὶ τὰ πάντων πράγματα τῶν ἐν γενέσει καὶ φθορᾷ συμβαῖνον δείκνυσι τοῖς εἰρημένοις περί τε τοῦ χρόνου καὶ τῆς κυκλοφορίας, διότι πάντα ταῦτα χρόνῳ κρίνεται καὶ τὴν ἀρχὴν τὴν ἑαυτῶν καὶ τὸ τέλος ἔγχρονον ἔχοντα. ὁ δὲ χρόνος κύκλος εἶναι, διότι καὶ μέτρον κυκλοφορίας ἐστὶν αὐτὸς καὶ μετρεῖται ὑπὸ κυκλοφορίας. ὥστε τὸ λέγειν κύκλον εἶναι καὶ τὰ πράγματα ταὐτόν ἐστι τῷ λέγειν εἶναί τινα τοῦ χρόνου κύκλον, τοῦτο δὲ διότι μετρεῖται τῇ κυκλοφορίᾳ. εἰ οὖν <!-- 9.770 -->τὸ μετρούμενον οὐδενὶ δοκεῖ τοῦ μετροῦντος διαφέρειν ἢ μόνον τῷ πλήθει — τὸ γὰρ μετρούμενον πολλὰ τὰ μετροῦντά ἐστι· καὶ γὰρ τὸ ὑπὸ πήχεος μετρούμενον τῷ πολλοὺς πήχεις εἶναι τοῦ πήχεος διαφέρει —, καὶ ὁ χρόνος ὑπὸ κύκλου μετρούμενος κύκλος ἂν εἴη καὶ αὐτὸς πολλάκις. κἂν γὰρ ἄλλο τι τὸ ὑποκείμενον τοῖς μέτροις ἐστὶ τῷ τε μετροῦντι καὶ τῷ μετρουμένῳ, οἷον εἰ ὁ μὲν μετρῶν πῆχυς χαλκοῦς ἐστιν, ὁ δὲ μετρούμενος ξύλινος, ἀλλʼ αὐτό γε τοῦτο, καθὸ ὁ μὲν μετρεῖ ὁ δὲ μετρεῖται, τὸ αὐτὸ πῆχυς, ταὐτὸν δὲ εἰπεῖν μῆκος τόσονδε, ὥσπερ καὶ κύκλος τοσόσδε.

Λέγεται δὲ ὀρθῶς ἕως τοῦ τέλους.

Τὸ μὲν λεγόμενον τοῦτό ἐστιν, ὅπερ καὶ πρότερον εἴρηται, ὅτι ὥσπερ ἀριθμὸς ὁ αὐτός ἐστι τῶν ἴσων καὶ διαφερόντων ἀριθμῶν οἷον ἑπτὰ ἵππων καὶ ἑπτὰ κυνῶν ἡ ἑβδομάς, οὕτω καὶ ὁ χρόνος ἀριθμὸς καὶ αὐτὸς ὢν εἷς καὶ ὁ αὐτός ἐστι τῶν διαφερουσῶν καὶ ἅμα οὐσῶν κινήσεων. τέθεικε δὲ αὐτὸ πάλιν οὐχ ὅτι περιττολογεῖν εἴωθεν ὁ Ἀριστοτέλης, ἀλλʼ ἅμα μὲν ἀκριβέστερον ἐπιχειρεῖ περὶ αὐτοῦ διαρθρῶσαι πολλὴν ἔνστασιν ἔχοντος, ἅμα δὲ καὶ τοῦτο τοῖς ἀπὸ τῶν ἄλλων συμφωνουμένοις συνέταξε· πρόδηλον γὰρ δοκεῖ ὅτι ὁ αὐτὸς ἀριθμός ἐστι τῶν ἑπτὰ κυνῶν, κἂν διαφέρῃ ταῦτα κατὰ τὸ ὑποκείμενον. τεκμαίρομαι δʼ ὅτι καὶ ἀπὸ τοιαύτης ἐννοίας τὰ αὐτὰ πάλιν ἀνέλαβε καὶ ἐκ τοῦ λέγεται δὲ ὀρθῶς καὶ ὅτι ἀριθμὸς μὲν ὁ αὐτὸς ὁ τῶν προβάτων καὶ τῶν κυνῶν, εἰ ἴσος ἑκάτερος, δεκὰς δὲ οὐχ ἡ αὐτή, οὐδὲ δέκα τὰ αὐτά. «διδάσκει δὲ ἡμᾶς, φησὶν ὁ Ἀλέξανδρος, διὰ τούτων, τίνι χρὴ κρίνειν τῶν ὑπό τι ταὐτὸν ὄντων τὰ διαφέροντα ἀλλήλων καὶ τὰ ταὐτά· ὅσα μὲν γὰρ μὴ διαφέρει οἰκείᾳ διαφορᾷ τούτου, καθὸ λέγεται τάδε τινά, ταῦτα τὰ αὐτά ἐστιν ἀλλήλοις κατὰ τοῦτο· ὅσα δὲ διαφέρει οἰκείᾳ διαφορᾷ ἐκείνου, ἕτερα κατὰ τοῦτο. τὸ γὰρ τρίγωνον τὸ ἰσόπλευρον καὶ τὸ ἰσοσκελὲς ἔστι μὲν καὶ σχήματα, ἔστι δὲ καὶ τρίγωνα. ἀλλὰ σχήματα μὲν τὰ αὐτά ἐστιν ἀλλήλοις, ἐπεὶ μὴ διαφέρει προσεχῶς σχήματος διαφορᾷ· σχήματος γὰρ διαφοραὶ εὐθύγραμμον καὶ περιφερόγραμμον. τὰ δὲ τρίγωνα πάντα ὑπὸ τὴν αὐτὴν τοῦ σχήματος διαφορὰν τέτακται· εὐθύγραμμα γάρ ἐστι καὶ ἔτι μέντοι ὑπὸ τριῶν εὐθειῶν περιέχεται. τρίγωνα μέντοι οὐκέτι τὰ αὐτά· τριγώνου γὰρ διαφορᾷ διαφέρει ἀλλήλων. τοῦ γὰρ τριγώνου καθὸ τρίγωνον διαφορὰ τὸ ἰσόπλευρον καὶ ἰσοσκελὲς καὶ τὸ σκαληνόν. καὶ ὁ ἀριθμὸς δὴ τῶν ἴσων κατʼ ἀριθμὸν οὐ διαφέρων ἀριθμοῦ διαφορᾷ ὁ αὐτὸς κατʼ ἀριθμόν ἐστιν οἷον ἡ προβάτων καὶ κυνῶν ἑβδομάς· ἀριθμοῦ μὲν γὰρ διαφορὰ τὸ περιττὸν καὶ ἄρτιον, καὶ τούτων ἑκατέρου τὸ ἐκ τόσων ἢ τόσων μονάδων. ὁ δὲ <!-- 9.771 -->ἑπτὰ ἐφʼ ὧν ἂν λέγηται ὁ αὐτὸς καὶ ἀδιάφορος ἀριθμός ἐστι κατὰ τὸ εἶναι ἀριθμός. τὰ μέντοι ἀριθμούμενα οἷον τὰ ἑπτὰ πρόβατα καὶ οἱ ἑπτὰ κύνες καὶ ἡ κατʼ αὐτὰ ἑβδομὰς οὐχ ἡ αὐτή· ἄλλα γὰρ τὰ πρόβατα καὶ ἄλλοι οἱ κύνες, ἅπερ ἦν ἀριθμούμενα. οὕτω δὲ καὶ ἄνθρωπος καὶ ἵππος οὐσίαι μὲν αἱ αὐταί — οὐ γὰρ διαφέρουσιν ἀλλήλων οὐσίας διαφορᾷ· οὐσίας γὰρ διαφοραὶ ἔμψυχον καὶ ἄψυχον, καὶ ἔστι τὰ εἰρημένα ᾗ ἔμψυχα οὐσία —, ζῷα μέντοι οὐ τὰ αὐτά, ἐπεὶ ζῴου διαφορᾷ διαφέρουσιν ἀλλήλων. τὸ γὰρ λογικὸν καὶ ἄλογον ζῴου διαφοραί. καὶ πάλιν Πλάτων καὶ Σωκράτης καθὸ ζῷα οἱ αὐτοί, ἐπεὶ μὴ διαφέρουσιν ἀλλήλων ζῴου διαφορᾷ, ἄνθρωποι μέντοι οὐχ οἱ αὐτοί· καθʼ ἃ γὰρ ἄνθρωποι διαφέρειν ἀλλήλων πεφύκασι, κατὰ ταῦτα καὶ οὗτοι διαφέρουσιν ἀλλήλων. ὁμοίως δὴ καὶ τὰ δέκα πρὸς τὰ δέκα ἔχει· ἀριθμὸς μὲν ὁ αὐτός — οὐ γὰρ ἀριθμοῦ διαφορᾷ διαφέρει τὰ δέκα τῶν δέκα· ἄρτια γάρ, ἀλλʼ οὐδὲ ἀρτίου ἀριθμοῦ διαφορᾷ διαφέρει, ἥτις εἴη ἂν κατὰ τὸ ἐκ πλειόνων ἢ ἐλαττόνων μονάδων συγκεῖσθαι —, τὰ μέντοι ὑποκείμενα αὐτοῖς καὶ ὧν κατηγορεῖται, ταῦτα δέ ἐστι τὰ ἀριθμούμενα, ἕτερα ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, διὸ οὐκέτι δεκὰς ἡ αὐτὴ οὐδὲ δέκα τὰ αὐτά· ἀμφοτέρως γὰρ λέγεται τὰ ἠριθμημένα. καὶ ὁ χρόνος δὴ ὁ ἐνεστὼς πανταχοῦ ὁ αὐτός· οὐ γὰρ διαφέρει χρόνου διαφοραῖς ἐν Ἀσίᾳ καὶ Εὐρώπῃ ἅμα ὤν. χρόνου γὰρ διαφοραὶ μόναι ὁ παρῳχηκὼς καὶ ὁ μέλλων. οὐ γὰρ αἱ τοῦ χρόνου διαφοραὶ κατὰ τὰς τῶν κινήσεων διαφοράς· οὐ γὰρ ὡς ἄλλην καὶ ἄλλην ἀριθμοῦμεν τὰς ἅμα οὔσας. κινήσεις μέντοι οὐχ αἱ αὐταὶ ὧν ἀριθμὸς ὁ χρόνος, ἐὰν ἡ μὲν ἀλλοίωσις εἴη, ἡ δὲ φορά· αὗται γὰρ κινήσεων διαφοραί.» ἐν δὴ τούτοις ἐπιστῆσαι χρὴ πρῶτον μέν, τίνι διαφέρει ὁ κανὼν οὗτος τῆς ταυτότητος καὶ ἑτερότητος τοῦ συνήθως λεγομένου τοῦ τῷ γένει ἢ εἴδει ἢ ἀριθμῷ τὰ ταὐτὰ καὶ ἕτερα διακρίνοντος ἤτοι ἓν καὶ πολλά. ἢ ἐπὶ μὲν τούτου γένει λέγομεν καὶ εἴδει τὰ αὐτὰ καὶ ἕν, ὧν τὸ αὐτὸ γένος καὶ εἶδος κατηγορεῖται, ὡς ἄνθρωπος καὶ ἵππος γένει ἕν, ὅτι ἄμφω ζῷα· εἴδει δὲ Σωκράτης καὶ Πλάτων, ὅτι ἄνθρωποι ἄμφω. ἀριθμῷ δὲ τὸ αὐτὸ καὶ ἕν, οὗ μονὰς κατηγορεῖται ἡ αὐτὴ καὶ μία. ἐπὶ δὲ τοῦ νῦν παραδοθέντος κανόνος, ἐάν τινων δυεῖν ἢ πλειόνων τὸ αὐτὸ ὄνομα κατηγορῆται, ταὐτὰ μὲν λέγεται κατʼ ἐκεῖνο, ὅταν μὴ διαφέρῃ ταῖς ἐκείνου διαφοραῖς, διάφορα δέ, ὅταν διαφέρῃ. τὸ γὰρ ἰσόπλευρον καὶ τὸ σκαληνὸν τρίγωνον σχήματα μὲν τὰ αὐτά ἐστιν, ὅτι οὐ διαφέρει ταῖς διαιρούσαις τὸ σχῆμα διαφοραῖς — αὗται δέ εἰσι τὸ εὐθύγραμμον καὶ περιφερόγραμμον καὶ μικτὸν εἰ βούλει —, ἄμφω γὰρ τὰ τρίγωνα εὐθύγραμμά ἐστιν, ᾗ ἐκ τριῶν εὐθειῶν συνέστηκε· τρίγωνα μέντοι οὐ τὰ αὐτά ἐστιν, ἀλλὰ διάφορα, ὅτι τριγώνου διαφοραῖς διενήνοχε τῷ ἰσοπλεύρῳ καὶ ἰσοσκελεῖ καὶ σκαληνῷ· ταύταις γὰρ διαιρεῖται τὸ <!-- 9.772 -->τρίγωνον. ὥστε καὶ τῶν ἐν τῷ προτέρῳ κανόνι τῶν αὐτῶν λεγομένων κατὰ γένος καὶ κατʼ εἶδος οἷον τῶν τριγώνων ἐνταῦθά τις εὕρηται διαφορά, διότι ἐκεῖ μὲν ἡ ταυτότης κατὰ τὴν τοῦ κοινοῦ γένους ἢ εἴδους ἐλέγετο μέθεξιν καὶ ἡ διαφορὰ κατὰ τὴν ἄλλου καὶ ἄλλου εἴδους ἢ γένους, ἐνταῦθα δὲ ἡ μὲν ταυτότης κατὰ τὸ ἐν τῇ αὐτῇ διαφορᾷ τοῦ κοινῶς κατηγορουμένου περιέχεσθαι. τρίγωνα γὰρ τὰ αὐτὰ τὰ ἰσόπλευρα πάντα λέγομεν καὶ ζῷα τὰ αὐτὰ τὰ λογικά, ἡ δὲ κατά τι ἑτερότης, ὅταν κατὰ τὰς διαφορὰς τοῦ κοινῶς κατηγορουμένου διαφέρῃ. τὸ γὰρ ἰσόπλευρον τοῦ σκαληνοῦ ὡς τρίγωνον τριγώνου διαφέρει, ὅτι ταῖς τοῦ τριγώνου διαφοραῖς διαφέρουσιν ἀλλήλων· ὥστε ἐκεῖ μὲν ἡ ταυτότης καὶ ἑτερότης κατὰ τὸ γένος ἦν καὶ τὸ εἶδος, ἐνταῦθα δὲ κατὰ τὰς διαφοράς. μήποτε δὲ καὶ κατὰ τὸ εἶδος εὐθύς· αἱ γὰρ ἕτεραι διαφοραὶ μετὰ τοῦ αὐτοῦ γένους ἕτερα καὶ τὰ εἴδη ποιοῦσιν.

Ἐκ δὴ τῶν εἰρημένων οἶμαι φανερὸν γέγονεν, ὅπως ὁ Ἀριστοτέλης τὸ νῦν τὸ κατὰ τὸν ἐνεστῶτα, κἂν διάφορα ᾖ τὰ ἐν αὐτῷ, τὸ αὐτό φησιν εἶναι ὡς μὴ διαφέρον ταῖς τοῦ νῦν διαφοραῖς, ὡς τό γε πρότερον καὶ ὕστερον διαφέροντα ταῖς τοῦ νῦν διαφοραῖς οὐκέτι τὰ αὐτά εἰσι νῦν, ὥσπερ τὰ μὲν ἰσόπλευρα καὶ τὰ ἰσοσκελῆ οὐκ ἔστι τὰ αὐτὰ τρίγωνα, ὅτι διαφέρει ταῖς τοῦ τριγώνου διαφοραῖς, τὰ δὲ ἰσόπλευρα τὰ αὐτά, ὅτι μὴ διαφέρει τριγώνου διαφοραῖς. καίτοι τῷ ἀριθμῷ καὶ ταῦτα διενήνοχεν οὐχ ὡς ἀριθμοῦ διαφοραῖς διαφέροντα, ἀλλʼ ὡς κατὰ μονάδας διωρισμένα. εἰ δὲ καὶ αἱ μονάδες μηδεμιᾷ διαφορᾷ διαφέρουσιν ἀλλήλων τῷ μηδὲν ἄλλο εἶναι ἢ μονάδες ὥσπερ αἱ τοῦ μοναδικοῦ ἀριθμοῦ μονάδες, οὐκ ἂν οὐδʼ ἀριθμῷ λέγοιντο διαφέρειν ἀλλήλων. Σωκράτης μὲν γὰρ καὶ Πλάτων τῷ γένει καὶ τῷ εἴδει οἱ αὐτοὶ λεγόμενοι, ὅτι καὶ ζῷα ἄμφω καὶ ἄνθρωποι, τῷ ἀριθμῷ διαφέρειν ἀλλήλων λέγονται, ὅτι διάφοροι μονάδες εἰσὶ συμβεβηκόσι πολλοῖς διαφέρουσαι, εἴπερ ὁ μὲν Σωφρονίσκου καὶ Φαιναρέτης υἱὸς ἦν, ὁ δὲ Ἀρίστωνος καὶ Περικτιόνης. καὶ ὁ μὲν σιμὸς προγάστωρ ἐξόφθαλμος, ὁ δὲ εὔρις πλατὺς τὸ σῶμα καὶ εὐόφθαλμος, καὶ ὁ μὲν διδάσκαλος Πλάτωνος, ὁ δὲ μαθητὴς Σωκράτους· καὶ κατὰ τὰς τῶν πράξεων διαφοράς. καὶ αἱ τῶν νῦν οὖν μονάδες τῶν κατὰ τὸ ἐνεστὼς λαμβανομένων, καθόσον μὲν ὡς νῦν λαμβάνονται, ἀδιάφοροι καὶ αἱ αὐταί εἰσιν, ὡς ἐν τῷ μοναδικῷ ἀριθμῷ μονάδες, εἰ δέ τις μετὰ τῶν ὑποκειμένων αὐτὰς ἰδὼν συμβεβηκότων διαφορὰς προσλογίζοιτο, διαφέρειν ἂν λέγοι τῷ ἀριθμῷ· τὸ μέντοι πρότερον καὶ ὕστερον νῦν ταῖς τοῦ εἴδους τοῦ νῦν διαφοραῖς διενηνόχασιν. ὥστε ὅταν τὰ νῦν τὰ αὐτὰ λέγῃ ὁ Ἀριστοτέλης ἢ τὸν <!-- 9.773 -->χρόνον, ἐν οἷς φησι «καὶ ὁ αὐτὸς δὲ πανταχοῦ ἅμα» καὶ ἐν ἄλλοις «ὁ αὐτὸς δὲ χρόνος ὁ ἴσος καὶ πᾶς ἅμα, εἴδει δὲ εἷς καὶ ὁ μὴ ἅμα,» δῆλον ὅτι τὸν αὐτὸν καὶ ἕνα λέγει τὸν μὴ διαφέροντα ταῖς τοῦ νῦν διαφοραῖς· καὶ χρόνος δὲ τοιοῦτος ὁ ἀεὶ ἐνεστὼς ἴσος. ὁ δὲ πρότερος καὶ ὕστερος εἴδει μόνον εἷς ἐστιν, οὐχ ὅτι ταῖς τοῦ αὐτοῦ εἴδους διαφοραῖς διενηνόχασιν — οὕτως γὰρ οὐκ ἂν ἤστην εἷς καὶ ὁ αὐτός —, ἀλλʼ ὅτι τοῦ αὐτοῦ εἴδους οἷον τοῦ νῦν ἢ τοῦ χρόνου μετέχουσι.

Ταῦτα μὲν οὖν ἀρκείτω πρὸς σαφήνειαν τῶν ὑπὸ τοῦ Ἀριστοτέλους περὶ χρόνου λεγομένων. ἑκάστοις γὰρ ἀπʼ ἀρχῆς ἄχρι τέλους τῶν ὑπʼ αὐτοῦ ῥηθέντων παρακολουθῶν τὴν δυνατὴν ἐποιησάμην διάρθρωσιν· ἐπειδὴ δὲ οὐ τοῦτο πρόκειται μόνον τέλος ἡμῖν τῆς φιλομαθοῦς γυμνασίας τὸ τὴν Ἀριστοτέλους δόξαν ἥτις ποτέ ἐστι περὶ χρόνου μαθεῖν ἀλλὰ μᾶλλον τί ποτέ ἐστιν ὁ χρόνος καταμαθεῖν — οὕτω γὰρ οἶμαι καὶ τῶν Ἀριστοτέλους ἐννοιῶν τῶν περὶ χρόνου ἐγγυτέρω γενησόμεθα —, τοῦτο συντόμως διευκρινήσωμεν. μετὰ δὲ τοῦτο καὶ τῶν περὶ χρόνου φιλοσοφησάντων τὰς ἐννοίας ἐπισκεψώμεθα· τοῦ δὲ Ἀριστοτέλους ἐν ἀρχῇ τοῦ λόγου δριμέως ἐπιχειρήσαντος εἰς τὸ μὴ εἶναι τὸν χρόνον καὶ τὰ ἐπιχειρήματα μὴ λύσαντος ἐκεῖνα, καλῶς ἂν ἔχοι πρὸς τῷ τέλει καὶ αὐτὰ διαλῦσαι κατὰ τὸ δυνατόν· τέλος γὰρ οὐκ ἂν ἄλλως ὁ περὶ χρόνου λόγος ἀπολαμβάνοι. ἡ μὲν οὖν ἑνιαία καὶ ἡνωμένη φύσις ἐν ἁπλότητι μένουσα πάσης διακρίσεως ὑπερανέχει. καὶ ἡ μὲν ἕν ἐστιν, ἡ δὲ κεκράτηται τῷ ἑνὶ ὀλίγον τι τοῦ ἑνὸς παραλλάξασα πρὸς τὸ ἓν ὂν εἶναι. καὶ οὐδὲ τὸ εἶναι τοῦ ὄντος ἐκεῖ διακέκριται. ὅπου δὲ ὡς ἡνωμένοις ὅλως ἀνεφάνη διάκρισις, ἐκεῖ καὶ πλῆθος ἀνεφάνη μετὰ τοῦ ἑνὸς καὶ ὅλον καὶ μέρη γέγονε, καὶ τῶν ἐνθάδε ἄλλων ἀλλαχοῦ διαστάντων προϋπογραφή τις ἐξέλαμψε, καὶ τὸ εἶναι ἄλλο γέγονε παρὰ τὸ ὄν. ὅπου δὲ διάκρισις ὁπωσοῦν, εὐθὺς ἔδει καὶ μέτρον εἶναι τῆς διακρίσεως, ἵνα μὴ τοῦ ἑνὸς ἐκστάντα πρὸς ἀοριστίαν ὑπενεχθῇ. διὸ τὸ μὲν πλῆθος ἐμετρήθη τῷ ἀριθμῷ, ἵνα μὴ ἀνάριθμον καὶ ὄντως ἄπειρον καὶ ἀόριστον ᾖ, ἡ δὲ κατὰ συνέχειαν διάστασις ἐμετρήθη μεγέθους ὅρῳ, καθʼ ὃν τοσόνδε τι, καὶ τὸ συνεχὲς ὥσπερ τὸ διωρισμένον γενόμενον ἔστησε τὴν ἐπʼ ἄπειρον ἔκστασιν. ὁμοίως δὲ καὶ ἡ τῶν μερῶν ἄλλου ἀλλαχοῦ διάκρισις εὐθετισμοῦ καὶ τάξεως ἐδεήθη τῆς τοπικῆς. καὶ ταῦτα μὲν τῆς κατὰ τὴν οὐσίαν καὶ τὸ ὂν διακρίσεώς ἐστι τὰ μέτρα. ἐπειδὴ δὲ καὶ τὸ εἶναι τοῦ ὄντος ὡς ἐν ἐκείνοις διεκρίθη οἷον βίος τις <!-- 9.774 -->τοῦ ὄντος γενόμενον παρατεταμένος, ἔμεινε δὲ ὅμως ἐν τῷ ἑνὶ ὄντι, διότι καὶ ἡ ἐνέργεια ἐν τῇ οὐσίᾳ — τῇ γὰρ οὐσίᾳ ἐστὶν ἐνέργεια τὰ ἐκεῖ, ὡς καὶ Ἀριστοτέλης ἐνθέως θεασάμενος ἀνεφθέγξατο —, μέτρον ἔσχε κατὰ τοῦτο τὸν αἰῶνα συνάγοντα τὴν τοῦ εἶναι παράτασιν εἰς τὴν ἀκίνητον ἐν τῷ ἑνὶ ὄντι μονήν. καὶ οὕτως μὲν τῆς νοητῆς τετραχῇ γενομένης διακρίσεως τὰ τέτταρα ταῦτα ἀνεφάνη μέτρα ἀριθμὸς μέγεθος τόπος αἰών· τὸ δὲ αἰσθητὸν ἀπὸ τοῦ νοητοῦ προελθὸν καὶ τὸ γενητὸν ἀπὸ τοῦ ὄντος κατʼ ἐκτροπήν τινα καὶ παράλλαξιν — οὐ γὰρ ἔμεινεν ἐν ὑφειμένοις τοῦ ὄντος μέτροις, ἀλλὰ τῷ μὴ ὄντι συνανεφύρη ἀγαπῆσαν πρὸς τὸ ὁπωσοῦν εἶναι τὴν ἀπὸ τοῦ ὄντος ἐν τῷ μὴ εἶναι παράχρωσιν· διὸ καὶ εἰκὼν ὑπέστη τοῦ ὄντος τὸ γινόμενον — εἰκότως οὖν καὶ τὴν διάκρισιν οὐκ εἰδητικὴν ἔσχεν ὥσπερ ἐκεῖ ἑκάστου μὴ μόνον ἡνωμένου τοῖς ἄλλοις πᾶσιν, ἀλλὰ καὶ ὄντος ὅπερ τὰ ἄλλα. παθητικὴν δὲ μᾶλλον τὴν διάκρισιν ἡ γένεσις ἀνεδέξατο ἀπὸ τῆς ἀμερίστου φύσεως εἰς μερισμὸν ὑπελθοῦσα· καὶ διὰ τοῦτο ὁ μὲν τοῦ πλήθους ἐκεῖ διορισμὸς ἐνταῦθα διασπασμὸς γέγονεν, ἡ δὲ ἐκεῖ συμφυὴς ὁλότης ἐνταῦθα διεστῶσα συνεχῶς ποσότης ἔνυλος ἀναπέφανται· καὶ ἡ τῶν μερῶν ἐκεῖ διάκρισις ἐνταῦθα ἄλλων ἀλλαχοῦ διάρριψις ἀπετελέσθη. οὕτω δὲ καὶ ἡ τοῦ εἶναι παράτασις εἰδητικῶς ἐκεῖ διακριθεῖσα τοῦ ὄντος, μείνασα δὲ ἐν τῷ ἑνὶ ὄντι καθʼ ὑπόστασιν, ἐνταῦθα παρετάθη καθʼ ὕπαρξιν ἐν κινήσει τῇ γενεσιουργῷ τὸ εἶναι λαχοῦσα. τοιγαροῦν καὶ τὰ μέτρα τῶν παθητικῶν διακρίσεων γενητὴν ἔσχε καὶ αὐτὰ τὴν ὑπόβασιν ἀριθμός τε ταῖς μονάσι διεσπασμένος καὶ μεγεθικὸν μέτρον διεστὼς καὶ τόπος συμμεμερισμένος καὶ χρόνος ῥέων τε καὶ τῷ προτέρῳ καὶ ὑστέρῳ διωρισμένος. καὶ οὕτω δή τι καὶ ταῦτα τῆς γενέσεως μετέσχεν, ὡς καὶ αὐτὰ δοκεῖν μέτρων προσδέεσθαι. καὶ γὰρ ὁ ἀριθμὸς ὁ ἐνταῦθα ἠριθμῆσθαι δοκεῖ καὶ τὸ μεγεθικὸν μέτρον οἷον ὁ πῆχυς μεμετρῆσθαι καὶ τὰ τοῦ τόπου μέρη τάξεως καὶ αὐτὰ καὶ εὐθετισμοῦ καὶ τοπισμοῦ δεῖσθαι καὶ ὁ χρόνος ἐν χρόνῳ εἶναι, ὡς προϊόντες εἰσόμεθα· παραιτοῦμαι δὲ ἐνταῦθα τὸν ἐμαυτοῦ καθηγεμόνα Δαμάσκιον οὐ τέτταρα βουλόμενον εἶναι τὰ μέτρα ἀλλὰ τρία ἀριθμὸν καὶ τόπον καὶ χρόνον ἐν τοῖς Περὶ ἀριθμοῦ καὶ τόπου καὶ χρόνου γεγραμμένοις αὐτῷ συγγράμμασιν· «ὥσπερ γὰρ τοῦ πλήθους ὁ ἀριθμὸς μέτρον, οὕτως τοῦ μεγέθους, φησίν, ὁ τόπος.» καίτοι ἐναργῶς οἶμαι δῆλόν ἐστιν, ὅτι ἄλλο μὲν τὸ μέτρον καὶ ὁ ὅρος ἐστί, καθʼ ὃ δίπηχυ ἢ τρίπηχυ λέγομεν εἶναί τι, καὶ ἄλλο τὸ κατὰ τὸν εὐθετισμόν, καθʼ ὃ τὸ μὲν ἄνω τῶν μορίων τὸ δὲ κάτω καὶ τὸ μὲν δεξιὰ τὸ δὲ ἀριστερά. «ἔστιν οὖν ὁ χρόνος μέτρον τῆς τοῦ εἶναι ῥοῆς, εἶναι δὲ λέγω οὐ τοῦ κατὰ τὴν οὐσίαν μόνον, ἀλλὰ καὶ τοῦ κατὰ τὴν ἐνέργειαν. καὶ θαυμαστῶς ὁ Ἀριστοτέλης <!-- 9.775 -->εἶδέ τε τοῦ χρόνου τὴν φύσιν καὶ ἐξέφηνεν εἰπών, ὅτι καὶ τῇ κινήσει “καὶ τοῖς ἄλλοις τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου”. ὥσπερ δὲ ἡ κίνησις οὐ κατὰ τὰ ἀμερῆ γίνεται — οὐδὲ γὰρ σύγκειται ἐκ κινημάτων οὐδὲ ἡ γραμμὴ ἐκ στιγμῶν, ἀλλὰ τὰ μὲν πέρατα καὶ τῆς γραμμῆς καὶ τῆς κινήσεως ἀμερῆ ἐστι, τὰ δὲ μέρη αὐτῶν ἐξ ὧν σύγκειται συνεχῆ ὄντα οὐκ ἔστιν ἀμερῆ ἀλλὰ μεριστά —, οὕτω δὲ καὶ τοῦ χρόνου τὰ μὲν ὡς πέρατα τὰ νῦν ἀμερῆ ἐστι, τὰ δὲ ὡς μέρη οὐκέτι. συνεχὴς γὰρ ὢν ὁ χρόνος διαιρούμενα ἔχει καὶ αὐτὸς τὰ μέρη εἰς ἀεὶ διαιρετά. ὥστε κἂν ἐν συνεχεῖ ῥοῇ ᾖ ἥ τε κίνησις καὶ ὁ χρόνος, οὐκ ἔστιν ἀνυπόστατα, ἀλλʼ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει· τὸ δὲ γίνεσθαι οὐ τὸ μὴ εἶναι ἁπλῶς ἐστιν, ἀλλὰ τὸ ἄλλοτε ἐν ἄλλῳ μέρει τοῦ εἶναι ὑφίστασθαι. ὥσπερ γὰρ ὁ αἰὼν αἴτιός ἐστι τοῦ κατὰ τὸ εἶναι μένειν ἐν τῷ ἑαυτοῦ ἑνὶ ὄντι τὸ τὴν νοητὴν διάκρισιν ὑπομεῖναν ἀπὸ τοῦ οἰκείου ἑνὸς ὄντος, οὕτως ὁ χρόνος αἴτιος τοῦ χορεύειν περὶ τὸ νοητὸν ἓν τοῦ εἴδους ἀπαύγασμα τὸ εἰς αἴσθησιν ἐκεῖθεν ὑπελθὸν καὶ τεταγμένην ἔχον τὴν τῆς χορείας συνέχειαν. ὡς γὰρ διὰ τὸν τόπον οὐ σύγκειται τὰ μέρη τῶν διεστώτων, οὕτω διὰ τὸν χρόνον οὐ συγχεῖται τὸ εἶναι τῶν Τρωικῶν τῷ τῶν Πελοποννησιακῶν εἶναι οὐδὲ ἐν ἑκάστῳ τὸ εἶναι τοῦ βρέφους τῷ εἶναι τοῦ νεανίσκου. καὶ δῆλον ὅτι πανταχοῦ κινήσει σύνεστιν ὁ χρόνος καὶ μεταβολῇ συνέχων ἐν τῷ γίνεσθαι τὰ ἐν τούτῳ τὴν ὕπαρξιν ἔχοντα, ὅπερ ταὐτόν ἐστι τῷ χορεύειν ποιῶν περὶ τὸ ὂν τὸ γινόμενον». καὶ ὅτι μὲν πάντων τῶν γενητῶν καὶ πάσης γενέσεως κρατητικὸς ἐν τῷ γίνεσθαι καὶ συνεκτικὸς ὁ χρόνος ὅ τε ἀεὶ ὅ τε ποτέ, καλῶς εἴρηκεν ὁ Δαμάσκιος. τὸ δὲ ἑξῆς ὅτι «καθʼ ἑαυτὸν ἀμεταβλησίας αἴτιος ἂν εἴη τοῖς ὅσον ἐφʼ ἑαυτοῖς ἐξισταμένοις τοῦ εἶναι ὅπερ εἰσίν, ὥστε μᾶλλον ἠρεμίας ἤπερ κινήσεως ὁ χρόνος» ἔοικε μὲν εἰρῆσθαι διὰ τὴν τοῦ χρόνου πρὸς τὸν αἰῶνα ὁμοιότητα καὶ τὴν ἐν τῷ γίνεσθαι συνοχήν — ὡς γὰρ ἐκεῖνος τοῦ μένειν ἐν τῷ εἶναι αἴτιος, οὕτως ὁ χρόνος τοῦ μένειν ἐν τῷ γίνεσθαι —, μήποτε δὲ οὐ προσήκει τὸ μένειν ὅλως τῷ χρόνῳ ὥσπερ οὐδὲ τὸ εἶναι τῇ γενέσει, ἀλλʼ ὥσπερ ἡ γένεσις ἀνέλιξίς τις ἐκτετραμμένη τοῦ ὄντος γέγονεν, οὕτως ἡ περὶ τὸ ὂν χορεία ἀνέλιξις τῆς ἐν τῷ ὄντι μονῆς. ἀλλὰ ταῦτα μὲν οὐ τοσοῦτον ἐμὲ θράττει λεγόμενα παρʼ αὐτοῦ, ἐκεῖνα δὲ μᾶλλον, ἅπερ καὶ ζῶν ἔτι πολλάκις πρὸς ἐμὲ λέγων οὐκ ἔπειθε, τὸ εἶναι ἅμα τὸν ὅλον χρόνον ἐν ὑποστάσει. τοῦτο οὖν καὶ ἐν τοῖς Περὶ χρόνου γεγραμμένοις ἐκθέμενος ἐπισκέψασθαι βούλομαι. τοῦ γὰρ Ἀριστοτέλους εἰπόντος, ὅτι ἐν χρόνῳ ἐκεῖνό <!-- 9.776 -->ἐστιν, οὗ ἔστιν ἔξω χρόνον λαβεῖν — οὕτω γὰρ περιλαμβάνεσθαι ὑπὸ τοῦ χρόνου —, ἐνιστάμενος πρὸς τοῦτο τάδε γέγραφε· «θαυμάσειε δʼ ἄν τις ἔτι μειζόνως τοῦ ἐν χρόνῳ ὄντος ἀκούσας τὸν ἀφορισμόν, ὅτι οὗ ἔστιν ἔξω χρόνον λαβεῖν — οὕτω γὰρ περιλαμβάνεσθαι ὑπὸ τοῦ χρόνου ὡς κατὰ τὴν περιοχήν — μετροῦντα καὶ ἀριθμοῦντα τὸν χρόνον ὅρων ἔξωθεν ὄντα τοῦ περιεχομένου ὡς τὸν τόπον. καὶ δὴ λέγει τοῦτο καὶ αὐτός. ἀλλʼ εἰ τοῦτο, πῶς πάθος τι τῆς κινήσεως ὁ χρόνος οἷον μέτρησις; ὁ γὰρ τόπος οὐ τοιοῦτος. καὶ εἰ μέτρησις, κἂν μηδὲν εἴη λαβεῖν ἔξω, μεμέτρηται καὶ ἐν χρόνῳ. παράλογον δὲ ἐπισυμβαίνει καὶ τοῦτο μὴ εἶναι χρόνον τὸν σύμπαντα χρόνον, οὐ λέγω τὸ εἶδος οἷον τὴν μορφήν, ὡς αὐτὸς ἔφη πάντα ἅμα εἶναι τὸν χρόνον, καθάπερ εἴ τις λέγοι πάντα ἅμα τὸν ἄνθρωπον εἶναι Σωκράτη, ἀλλὰ τὸν κοινὸν ἀεὶ ῥέοντα χρόνον, ὃν περιειλῆφθαι λέγει ὑπὸ τοῦ αἰῶνος. καίτοι ἀεὶ ῥέοντα χρόνον ταὐτὸν ὁμολογοῦμεν, ἐν ᾧ καὶ τὴν ἀεὶ τῶν εἰδῶν μεταβολὴν γίνεσθαι καὶ τῶν οὐρανίων σωμάτων τὴν ἀεικινησίαν. ἀλλʼ ὅμως οὐκ ἐν χρόνῳ αὗται κατὰ τὸν ἀφωρισμένον. τοῦ γὰρ ἀεὶ γινομένου χρόνου τί ἂν ἔξωθεν εἴη νοεῖν; παράδοξον δὲ καὶ τὸ μὴ τοῦ χρόνου ὅλου τὰ μόρια χρόνον ποιεῖν. ἔδει γάρ, εἰ τὸ παρελθὸν καὶ ἐνεστηκὸς καὶ μέλλον χρόνου μέρη, ἢ τὸ πέρυσι καὶ τῆτες καὶ εἰς νέωτα εἰ μέρη χρόνου, καὶ τὸν ὅλον ἐξ αὐτῶν χρόνον ποιεῖν, οὗ ὄνομα τὸ ἀεί. ἄτοπον δὲ καὶ ἐκεῖνο τὸ ἀεὶ ταὐτὸν κατʼ ἀριθμὸν μὴ εἶναι ἐν χρόνῳ, διότι μὴ ῥεῖ ἡ οὐσία μηδὲ πέφυκε ῥεῖν. ἀεὶ δὲ εἶναι μόνον ὡς τὸ ἀσύμμετρόν φησι τῆς διαμέτρου πρὸς τὴν πλευράν. καίτοι εἰ τὸ πολυχρονιώτατον ἐν χρόνῳ, διὰ τί μὴ καὶ τὸ παγχρόνιον, εἴ τις ὀνομάζοι καὶ τοῦτο; διὰ τί δὲ τὸ μὲν πανταχοῦ οἷον τὸ πᾶν ἢ εἰ βούλει τὸ ὑπουράνιον πᾶν ἐν τόπῳ λέγομεν κατειληφός γε πάντα τὸν τόπον — ποῦ γὰρ ὅλον τὸ πανταχοῦ; —, ἐπὶ δὲ τοῦ χρόνου μὴ οὕτω νοοῦμεν ἐν χρόνῳ εἶναι τῷ ὅλῳ τὸ ἀεὶ ὂν ταὐτὸν ἐν ταὐτῷ κατʼ ἀριθμόν; ὃ γάρ ἐστι πρὸς τόπον τὸ πανταχοῦ, τοῦτο πρὸς χρόνον τὸ ἀεί. διὰ τί δὲ τόπος μέν ἐστιν ἀίδιος οἷον ἡ κοίλη τοῦ οὐρανοῦ περιφέρεια καὶ τὸ μέσον τοῦ κόσμου, κατὰ ταὐτὸν δὲ εἰπεῖν καὶ ἀριθμὸς ἀεὶ ὁ αὐτὸς οἷον ὁ τῶν ἀστέρων, χρόνος δὲ μόνος εἷς ὁ φθαρτὸς καὶ γενητός, οὗ ἔξω πλείων ἀεί; καὶ γὰρ εἰ καὶ κατὰ τὸν ἀριθμόν, ἀλλʼ οὐδὲ τοῦ ἀιδίου ἀριθμοῦ ἔξω τις ἀίδιος, πᾶς δὲ καὶ αὐτὸς ἀριθμός.»

Ἐν δὴ τούτοις τὴν ὁμοιότητα τοῦ χρόνου πρὸς τὸν τόπον τοῦ <!-- 9.777 -->Ἀριστοτέλους λαβόντος, καθόσον καὶ ὁ χρόνος ὁρίζει καὶ περιέχει τὸ ἐν χρόνῳ, ὥσπερ καὶ ὁ τόπος τὸ ἐν τόπῳ καὶ ὁ ἀριθμὸς τὸ ἐν ἀριθμῷ λεγόμενον, αὐτὸς ἀξιοῖ, εἰ μὴ παντὸς τόπου ἔστιν ἔξω τόπον λαβεῖν, μηδὲ παντὸς χρόνου εἶναι χρόνον ἔξω λαβεῖν. καίτοι δῆλον ὅτι διαφέρειν καὶ ὁ Ἀριστοτέλης οἴεται τὸν τόπον τοῦ χρόνου, καθόσον ὁ μὲν τόπος ἅμα ὅλος εἶναι οὐ κωλύεται, ὁ δὲ χρόνος ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι ὥσπερ καὶ ἡ κίνησις, οὐ μέντοι ὅλος ἅμα ὑφέστηκεν. εἰ οὖν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὁ χρόνος ὥσπερ καὶ ἡ κίνησις, πῶς παράλογον τὸ μὴ εἶναι ἅμα τὸν σύμπαντα χρόνον; τοὐναντίον γὰρ ἂν ἦν παράλογον τὸ ἅμα εἶναι πᾶν τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον. εἰ οὖν μὴ ἔστι παράλογον τὸ μὴ εἶναι ἅμα πᾶσαν τὴν κίνησιν διὰ τὸ ῥοὴν εἶναι, οὐδὲ τὸ μὴ εἶναι ἅμα τὸν ῥέοντα χρόνον παράλογον, κἂν τὸ κοινὸν εἶδος μένῃ τῷ πάλιν καὶ πάλιν ὡς ἐπὶ τῆς κινήσεως. εἰ δὲ ἀεὶ ῥέοντα χρόνον λέγομεν, τὸ ἀεὶ οὐχ ὡς ἅμα ὑφεστὼς ἄπειρον, ἀλλὰ κατὰ τὸ ἐπʼ ἄπειρον λέγομεν. οὕτω γὰρ καὶ χρόνον καὶ κίνησιν ἀεὶ εἶναι λέγομεν ὡς μηδέποτε ἐκλείποντα, οὐχ ὡς ἅμα ὅλον ἔχοντα τὸ ἀεί. διττὸν γὰρ καὶ τὸ ἀεὶ τὸ μὲν ἅμα ὅλον ὡς τὸ αἰώνιον, τὸ δὲ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον κατὰ τὸν ἀνέκλειπτον χρόνον. ἐν τούτῳ οὖν καὶ ἡ ἀεὶ τῶν εἰδῶν μεταβολὴ γίνεται καὶ αὐτὴ ῥέουσα τῷ εἶναι, κατὰ δὲ τὸ εἶδος τῷ πάλιν καὶ πάλιν μένουσα, καὶ ἡ τῶν οὐρανίων ἀεικινησία. καὶ ὥσπερ ἡ κίνησις τῶν οὐρανίων οὐχ ἅμα ὅλη ἐστίν, οὕτως οὐδὲ ὁ μετρητικὸς αὐτῆς σύμπας χρόνος. καὶ διὰ τοῦτο τοῦ μὲν ἅμα ὅλου χρόνου ἅτε μηδὲ ὑφεστηκότος οὐκ ἔστι τι ἔξω λαβεῖν, τοῦ δὲ ἀεὶ ἐν ὑποστάσει ὄντος ἔστιν ἔξω λαβεῖν διὰ τὴν τοῦ ἀεὶ τούτου ἀνέκλειπτον ῥοήν. ἀλλʼ οὐδὲ παράδοξον οἶμαι τὸ τοῦ μὴ ὅλου ἅμα ὄντος χρόνου τὰ μόρια χρόνους ποιεῖν οἷον τὸ παρελθὸν καὶ ἐνεστηκὸς καὶ μέλλον. εἰ μὲν γὰρ ἅμα εἶναι ταῦτα τὰ μόρια ἐλέγομεν, ἄτοπον ἂν ἦν τῶν μορίων ἅμα ὄντων μὴ καὶ τὸ ὅλον ἅμα εἶναι. εἰ δὲ οὕτως ἐστὶ μέρη ὡς τοῦ μὲν οὐκέτι ὄντος τοῦ δὲ μήπω ὄντος, πῶς οἷόν τε τὸ ὅλον ἅμα εἶναι; τάχα γὰρ ἄν τις γράψας ἐναργέστερον ἐγὼ δείξω τὸ παράδοξον· τοῦ γὰρ ὅλου χρόνου ἅμα ὄντος παράδοξον πῶς οὐχ ἅμα τὰ μόρια· καὶ εἰ μὴ ἅμα τὰ μόρια, παράδοξον εἰ ὁ ὅλος ἅμα. τὸ δὲ ἀεὶ ὄνομα τοῦ χρόνου οὐχ ὡς ἅμα ὄντος τοῦ ἀεί, ὅπερ καὶ πρότερον εἶπον, ἀλλʼ ὡς κατὰ τὸ ἀνέκλειπτον ἔχοντος τὸ ἀεί.

Ἀτόπως δέ φησιν ὑπὸ τοῦ Ἀριστοτέλους τὰ ἀίδια λέγεσθαι μὴ εἶναι ἐν χρόνῳ ὡς τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ. καίτοι εἰ μὲν τῶν ἐνεστώτων καὶ ἅμα ὅλων ἐστὶ τοῦτο, δῆλον ὅτι τῶν ὄντων καὶ οὐ γινομένων ἐστὶν ὡς τὸ ἄρτιον εἶναι τὴν δυάδα καὶ τὰς ἰδέας ἀσωμάτους, <!-- 9.778 -->καὶ οὐκ ἂν εἴη ταῦτα ἐν χρόνῳ, ἀλλʼ ἐν αἰῶνι μᾶλλον. εἰ δὲ ἐν χρόνῳ, δῆλον ὅτι καὶ ἐν κινήσει, καὶ οὐκέτι ὅλον ἅμα ὑφεστήξεται. οὐ γὰρ ἐπειδὴ ἐν χρόνῳ γινώσκομεν ἡμεῖς τὰ ὑπὲρ χρόνον, διὰ τοῦτο καὶ ἐκεῖνα ἐν χρόνῳ ποιήσομεν. «εἰ δὲ τὸ πολυχρόνιον, φησίν, ἐν χρόνῳ, διὰ τί μὴ καὶ τὸ παγχρόνιον;» καὶ ἔστω γε καὶ τοῦτο ἐν χρόνῳ, εἴπερ ἐν κινήσει. καὶ μὴ ἅμα ὅλον ὑφέστηκε. τοιγαροῦν ἀίδιον τὴν κυκλοφορίαν λέγομεν, ὡς καὶ αὐτὴν ἀνέκλειπτον καὶ ὑπὸ χρόνου μετρουμένην ἀνεκλείπτου. ἀλλʼ οὐδὲ τοῦτο ἀναγκαῖον, εἰ ἔστι τι ἐν ὅλῳ τῷ τόπῳ ἅμα ὃ πανταχοῦ λέγομεν οἷον τὸν ὅλον σωματοειδῆ κόσμον, εἶναι καὶ ἐν τῷ ὅλῳ ἅμα χρόνῳ τὸ ἀεὶ ὂν ταὐτὸν ἐν ταὐτῷ κατʼ ἀριθμόν. τὸν μὲν γὰρ ὅλον τόπον εἶναι ἅμα οὐδὲν ἄτοπον· οὐδὲ γὰρ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὁ τόπος ὥσπερ ἡ κίνησις· τὸν δὲ χρόνον πῶς δυνατὸν κινήσεως ὄντα μέτρον; ὥστε κἂν ἀνὰ λόγον ἔχῃ τὸ πανταχοῦ πρὸς τὸ ἀεί, ἀλλὰ τὸ μὲν ὑπομένει, τὸ δὲ ῥεῖ. καὶ εἰ ἔτυχεν ἄπειρον εἶναι τὸ πανταχοῦ, τὸ μὲν ἦν ἄπειρον μένον, τὸ δὲ ἐπʼ ἄπειρον. «διὰ τί δέ, φησί, τόπος μὲν καὶ ἀριθμός ἐστιν ἀίδιος πρὸ τοῦ φθαρτοῦ, χρόνος δὲ οὐκ ἔστιν;» ἢ ἔστι μὲν καὶ χρόνος ἀίδιος — ἀνέκλειπτον γοῦν ἀποδείκνυσι τὸν χρόνον Ἀριστοτέλης —, ἀλλʼ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχων ὥσπερ καὶ ἡ κίνησις καὶ τὸ ἀεὶ αὐτοῖς ὑπάρχει, ἀλλʼ οὐχ ἅμα ὅλον ὄν, ἀλλʼ ἐπʼ ἄπειρον προϊόν.

Ἵνα δὲ συνελὼν εἴπω τὴν ἐμαυτοῦ γνώμην, εἰ ἔστι τις γένεσις καὶ κίνησις οὐκ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσα οὐδὲ ἄλλο μετʼ ἄλλο ἑαυτῆς μόριον, ἀλλʼ ἅμα ὅλη ὑφεστῶσα — ὡς τὴν τῆς ψυχικῆς οὐσίαν ἤ, εἰ μὴ ταύτης, τὴν γοῦν τοῦ οὐρανίου σώματος εἴποι τις ἂν γενητὴν μὲν εἶναι ὡς ἀπὸ μόνης αἰτίας ὑφεστῶσαν, καὶ κινητὴν οὕτω κατὰ τὴν τῆς γενέσεως κίνησιν, καθʼ ἣν τοῦ ὄντως ὄντος εἰς τὸ γινόμενον ἐξέστη καὶ ἀπὸ παραδείγματος εἰς εἰκόνα —, εἴ τις οὖν τοιαύτην γένεσιν καὶ κίνησιν ὁρᾷ, ὡς ὁ ἐμὸς πολλάκις διετείνετο Δαμάσκιος, εἰκότως καὶ χρόνον ἅμα ὅλον ὁρᾶν φιλονεικεῖ μετρητικὸν τῆς τοιαύτης κινήσεως καὶ τοῦ εἶναι τοῦ ἅμα ὄντος. εἰ δὲ γενητὸν ὁ Πλάτων ὁρίζεται τὸ γινόμενον καὶ ἀπολλύμενον ὄντως δὲ οὐδέποτε ὄν, καὶ εἰ πᾶσα κίνησις μεταβολὴ καὶ ἄλλο πάντως ἔχει μετʼ ἄλλο, οὐ χρὴ λέγειν γενητὰ ἢ κινητὰ τὰ ἅμα ὅλα ὄντα, εἰ μὴ κατά τινα τρόπον ἐνιδεῖν ἐν αὐτοῖς τὴν μεταβολὴν δυνατόν. καὶ οἶδα μὲν ὅτι τὸ γινόμενον καὶ ἀπολλύμενον καὶ ἐπὶ τῶν ἀιδίων γενητῶν ἀμεταβλήτων δὲ κατʼ οὐσίαν ἐξηγούμενος ὁ Δαμάσκιος μέσην ἔλεγε τοῦ ὄντος καὶ μὴ ὄντος τὴν τοιαύτην φύσιν, καὶ κατὰ μὲν τὴν εἰς τὸ ὂν ἀνάτασιν γινόμενον ἔλεγεν αὐτό, κατὰ δὲ τὴν εἰς τὸ μὴ ὂν ὑπόβασιν ἀπολλύμενον· ἀλλὰ μήποτε τὸ μέσον <!-- 9.779 -->οἷόν ἐστι τὸ τῆς ψυχικῆς οὐσίας οὐδὲ γενητόν ἐστι κυρίως, ἀλλὰ μέσον ἀμερίστου καὶ μεριστοῦ, ταὐτὸν δὲ εἰπεῖν ὄντος καὶ γενέσεως, καὶ διὰ τοῦτο μέσῳ τινὶ αἰῶνος καὶ χρόνου μέτρῳ μετρεῖται, ὅπερ διὰ τὸ μὴ ἔχειν ἴδιον ὄνομα ποτὲ μὲν αἰῶνα ποτὲ δὲ χρόνον οἱ φιλόσοφοι καλοῦσιν. ἡ μέντοι τῶν οὐρανίων σωμάτων οὐσία γενητὴ μὲν ὅλη — ὁρατὴ γὰρ ἁπτή τέ ἐστι καὶ σῶμα ἔχει —, γενητὴ δὲ οὖσα καὶ μὴ μείνασα ἐν τῷ ἑνὶ κίνησιν ἔσχε καὶ μεταβολήν, κἂν μὴ τὴν κατʼ οὐσίαν ὡς ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, ἀλλὰ τὴν κατὰ οἷον ἀλλοίωσίν τινα, καθʼ ἣν ἐν τοῖς διαφόροις σχηματισμοῖς διαφόρου ζωῆς τε καὶ τελειότητος αὐτοί τε μεταλαμβάνουσιν εἰς τὰς ἑαυτῶν οὐσίας ἀπὸ τῶν οἰκείων παραδειγμάτων καὶ ἀλλήλοις καὶ τοῖς ὑπὸ τὴν σελήνην μεταδιδόασιν.

Ἀλλʼ ἐπειδὴ καὶ διαίρεσιν τῆς τοῦ χρόνου ποιούμενος ὑποστάσεως ὁ Δαμάσκιος πολλὰ περὶ τοῦ ἅμα ὅλου ὑφεστῶτος χρόνου λέγει, φέρε καὶ ἐκείνων ἐπισκεψώμεθά τινα. ἔχει δὲ οὕτως· «τίς δὲ ὁ σύμπας χρόνος; ἢ οὗ μὴ ἔστιν ἔξω τινὰ λαβεῖν. τοῦ δὲ ἀεὶ τί ἂν ἐκτὸς εἴποιμεν δήλωμα χρόνου; τῷ γοῦν Ἀριστοτέλει καὶ ὑπὲρ χρόνον ἔδοξε τοῦτο καὶ τῷ αἰῶνι προσήκειν. παντὸς γὰρ εἶναι χρόνου λαβεῖν τι ἔξω σαφῶς ἀποφαίνεται ἐν τοῖς περὶ χρόνου λόγοις. τὸ ἀεὶ ἄρα ἐστὶν ὁ μέγιστος χρόνος. πότερον οὖν τὸ ἀειγενὲς ἀεὶ καὶ ὁ ῥέων χρόνος οὗτος ὁ μέγιστος; ἀλλʼ οὗτος οὐδέποτε πάρεισιν εἰς τὸ εἶναι σύμπας οὐδὲ γίνεται ὅλος ἄθρους οὐδὲ ἔστιν ἀεὶ τὸ ἀεί, μᾶλλον δὲ οὐδέποτε. ἐν μὲν γὰρ τῷ ποτὲ πῶς ἂν εἴη τὸ ἀεί, χαλεπὸν καὶ πλάσαι· ταὐτὸν γὰρ ἔσται καὶ ἅμα τὸ ποτὲ καὶ τὸ ἀεί. ἀλλὰ μὴν οὐδὲ ἐν τῷ ἀεί. αὐτὸ γὰρ τοῦτο λέγομεν οὐκ εἶναι ἅμα τὸ ἀεί, ῥεῖν δὲ κατὰ μέρος. ἄτοπον οὖν τὸν μέν τινα καὶ ἐλάχιστον ὑφίστασθαι χρόνον, τὸν δὲ σύμπαντα μηδέποτε. καίτοι εἰ σημαίνει τι τὸ ἀεὶ καὶ μὴ ἔστιν ὄνομα κενόν, ἀδύνατον τὸ ἀεὶ πρᾶγμα μὴ εἶναι ἀεί· δηλοῖ γὰρ τὸ ἀίδιον· ἀίδιον δέ ἐστιν, ὃ ἀδύνατον ποτὲ μὴ εἶναι ἢ μηδέποτε εἶναι. καὶ ὅπερ οὐκ ἐνδέχεται μὴ εἶναι, καὶ ἀναγκαῖον εἶναι. ἐπεὶ καὶ εἰ τὸ ἀεὶ μὴ ἔστιν ἢ ἔστι μὴ ἀεί, οὐδὲν ἔσται τῶν γενητῶν ἀίδιον· ὥστε οὔτε οὐρανὸς ἀεὶ οὔτε κόσμος κατʼ ἀριθμὸν ὁ αὐτός, ἀλλὰ ῥευσεῖται πάντα τοῦ ἀεὶ ἐν ῥοῇ ὄντος οὔτε δὴ ὄντος οὔτε γινομένου. τὸ γὰρ ποτὲ ἑκάστοτε γενήσεται καὶ οὐ τὸ ἀεί.» καὶ διὰ μὲν τούτων τὸ τοῦ οὐρανοῦ ἀεὶ καὶ τοῦ σύμπαντος κόσμου ἅμα ὅλον εἶναι βούλεται οὐ κατὰ τὸ ἐπʼ ἄπειρον καὶ ἀειγενὲς καὶ τὸν ῥέοντα χρόνον, ἀλλὰ κατὰ τὸν ἅμα ὅλον ὑφεστηκότα· ἐν δὲ τοῖς ἑξῆς ἀκριβέστερον οἶμαι ἐπιβλέπων ἀλλαχοῦ που πρώτως τὸν τοιοῦτον χρόνον ἀποτίθεται. καὶ ἐξ ἐκείνου καὶ ἐν τῇ τοῦ οὐρανοῦ οὐσίᾳ τοιοῦτον ὑφίστασθαί φησιν. ἀνάγκη δὲ πλείονα παραγράφειν. ζητήσας γάρ, τί τὸ ἀεὶ ποιοῦν ἔσται τὸ ποτὲ πάλιν καὶ πάλιν γινόμενον οὐδέποτε παυόμενον τοῦ πάλιν <!-- 9.780 -->καὶ πάλιν, ἐπάγει· «ἢ φυσικόν γε ὂν ἡ φύσις ποιήσει καὶ ψυχὴ πρὸ τῆς φύσεως· αὕτη γὰρ πάσης ἐξάρχει μεταβολῆς. καὶ πῶς ἡ φύσις ἀιδίων σωμάτων οὖσα δημιουργὸς καὶ τὸν ἀεὶ ῥέοντα χρόνον ἀφʼ ἑαυτῆς ἐκχέουσα πῶς οὐκ ἀίδιος καὶ λόγων πλήρης ἀιδίων; οὐκοῦν καὶ ὁ τοῦ χρόνου λόγος ἀίδιος ἐνουσιωμένος αὐτῇ οὗτος ἂν εἴη χρόνος ὁ ἀεὶ παρὼν ὅλος καὶ σύμπας. ὁμοίως δὲ καὶ ὁ ἐν τῇ ψυχῇ λόγος τοῦ χρόνου προϋπάρχων ἀεὶ κατʼ ἀριθμὸν ὁ αὐτὸς ἔσται χρόνος. εἰ δὲ ἐν τῇ ἀμεταβλήτῳ ψυχῇ καὶ φύσει τῇ τοιαύτῃ χρόνος ἔσται συνηγμένος εἰς ὅλον τὸ τοῦ χρόνου εἶδος, καὶ σύμπας χρόνος οὗτός ἐστιν ἀεὶ μένων ἐν τῷ ἀεὶ καὶ οὐδαμῇ ῥέων ἔχων ἐν ἑνὶ τὸ πρότερον καὶ ὕστερον, καὶ τὸ νῦν αὐτὸ ὃ λέγομεν ἐνεστῶτα χρόνον· ἀπὸ γοῦν τοῦ ἑστῶτος ἀδιαιρέτου ὁ ῥέων τριχῇ διαιρεῖται ὅπως ἂν διαιροῖτο. μήπω γὰρ περὶ τούτου.» λέγει δὲ προϊὼν ὅτι τὸ μέν ἐστιν ἐν ταῖς ἐνεργείαις τῶν ἀμεταβλήτων φύσεων ταῖς μεταβαλλομέναις εἴτε ψυχαίων εἴτε σωματοειδῶν σῳζούσαις τὸ ἀεὶ κατὰ εἶδος μόνον, τὸ δὲ ἐν ταῖς μεταβαλλομέναις ἐπʼ ἄπειρον οὐσίαις ὁρᾶται ἀεὶ σῳζόμενον κατὰ εἶδος ἐν ταῖς ὁλότησιν αὐτῶν, τὸ δὲ ἐν τοῖς γινομένοις ἢ ἀπογινομένοις πεπερασμένον τοῦτο ἢ κατὰ κύκλον ὡς ἡ τοῦ ὅλου γενητοῦ περίοδος ἢ τοῦ ἡλίου εἰ τύχοι ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ μία περιφορὰ ἢ κατʼ εὐθυπορίαν ὡς ἐπὶ τῶν ἀτόμων καὶ φθαρτῶν θεωρεῖται. οὕτω μὲν τὸν ῥέοντα χρόνον διεῖλε· τοῖς δὲ προειρημένοις συνῆψε ταῦτα· «εἰ δʼ οὖν, τὸ ποιοῦν ἀίδιον καὶ ἐν χρόνῳ τῷ ἀεί, ποιεῖ δὲ τῷ εἶναι τὰ πρῶτα τῶν γινομένων. εἰ γὰρ ταῖς ἐνεργείαις ποιεῖ, πολλῷ μᾶλλον τῷ εἶναι· δημιουργικὴ γὰρ ἡ οὐσία πρὸ τῶν ἐνεργειῶν καὶ τὸ ἀίδιον πρὸ τοῦ μὴ τοιούτου, ὥστε καὶ ἐν τοῖς ἀιδίοις τῶν γινομένων ἐνστηρίξει κατʼ οὐσίαν τὸν ἀεὶ ὄντα καὶ μηδέποτε ῥέοντα χρόνον, μᾶλλον δὲ ταῦτα ἐκείνῳ συνδήσει πρὸς τὸ ἀίδιον. τοῦ γὰρ ἀεὶ μετασχοῦσα ἡ τοῦ οὐρανοῦ οὐσία γέγονεν ἀίδιος κατʼ αὐτὸ τὸ ἀεί, ταὐτὸν δὲ εἰπεῖν τὸν σύμπαντα χρόνον οὐσιωθεῖσα. ὁ ἄρα τῷ ὅλῳ καὶ ἀιδίῳ χρόνος ὁμοφυὴς καὶ ὁμόγονος εἴτε ἀπὸ ψυχῆς ἀρχόμενος εἴτε ἀπὸ τῆς ἑαυτοῦ φύσεως  <span class="gap">…</span> τοῦτο μὲν γὰρ εἰς ὕστερον οὐ ῥέων οὐδὲ ῥέοντι συνὼν ὁ σύμπας τῷ ὄντι χρόνος ἐστίν, ἀφʼ οὗ ὁ ῥέων κατὰ μέρος ἐκμηρύεται· καὶ διὰ τοῦτον οὐ παύεται γινόμενος καίτοι ἑκάστοτε παυόμενος ὁ ἑκάστοτε ἐνιστάμενος, ὅτι ἐκεῖνος ἀεὶ κατʼ ἀριθμὸν ὁ αὐτὸς ἕστηκεν ἐνεργῶν τὸν ἀεὶ κατʼ εἶδος. ὡς γὰρ τοῦ οὐρανοῦ ἡ ἐνέργεια κυκλοφορία πάλιν καὶ πάλιν ἀνέκλειπτος, οὕτω καὶ χρόνου ἐκεῖ τοῦ εἰς ἓν συνηγμένου <!-- 9.781 -->ὁ τῆς κυκλοφορίας χρόνος ἐνέργεια. καὶ τί διοίσει, φαίη τις ἄν, τοῦ αἰῶνος ὁ συνηγμένος εἰς ἓν ὡς λέγομεν χρόνος; ὁ γοῦν Ἀριστοτέλης αἰῶνα τοῦτον ἂν λέγοι εἶναι ἐν τῷ περιέχεσθαι τὸν ἑκάστοτε γινόμενον ἕκαστον χρόνον. καὶ τάχα ἂν κατακολουθοίη μᾶλλον Ἀριστοτέλει τοῦτο λέγων Ἀλέξανδρος. ἢ πρὸς μὲν Ἀλέξανδρον εἴποι τις ἄν, ὡς εἴη σκεπτέον, εἰ ταὐτὸν Ἀριστοτέλης θήσεται τὸ εἶναι καὶ τὸ ἀεὶ τῆς τε τοῦ πέμπτου σώματος οὐσίας καὶ τῆς τοῦ ἀκινήτου ὀρεκτοῦ. εἰ γὰρ αὕτη μὲν αἰτία, ἐκείνη δὲ ἀπʼ αἰτίας, ὡς αὐτὸς ὁμολογεῖ, καὶ εἰ μὴ γένεσιν ἀξιοῖ κατηγορεῖν τῆς σωματικῆς ἀιδιότητος — τοῦτο γὰρ μόνον τὸ ὄνομα παραιτεῖσθαί φησιν —, εἰ δʼ οὖν διαφέροι, συγχωρήσειεν ἂν καὶ τὸ ἀεὶ διττὸν εἶναι, τὸ μὲν αἰτίαν, τὸ δʼ ἀπʼ αἰτίας. ἡμεῖς δὲ οἱ τὸ ὑπὸ ἑτέρου ὑφιστάμενον γενητὸν εἶναι καὶ γινόμενον ὁμολογοῦντες εἰκότως ἂν οὐκ αἰῶνα καλοῖμεν αὐτὸν ἀλλὰ χρόνον, αἰῶνος εἰκόνα πρώτην τιθέμενοι ταύτην.»

Ἐν δὴ τούτοις, ἵνα ἀπὸ τῶν τελευταίων ἄρξωμαι, εἰ γινόμενον οὗτός ἐστιν ὁ χρόνος, πάντως ὅτι καὶ κινούμενος· ὅπου γὰρ γένεσις, ἐκεῖ καὶ κίνησις καὶ μεταβολὴ πάντως. γενητὸν γὰρ ὁ Πλάτων ἐκεῖνό φησι τὸ γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. καὶ τὸν χρόνον δὲ τὸν πρώτιστον, ὃν ἅμα οὐρανῷ γενέσθαι φησίν, ἰοῦσαν εἰκόνα κατʼ ἀριθμὸν ἐκάλεσε τοῦ μένοντος ἐν ἑνὶ αἰῶνος, ὡς πάντως κίνησιν τῷ χρόνῳ συνεπινοῶν. τὸν δὲ Ἀλέξανδρον ἢ καὶ πρὸ τούτου τὸν Ἀριστοτέλην καλῶς μὲν ἀπαιτεῖ λέγειν, τί διαφέρει τὸ εἶναι καὶ τὸ ἀεὶ τῆς πέμπτης οὐσίας τοῦ εἶναι καὶ ἀεὶ τῆς πρώτης κατʼ αὐτοὺς αἰτίας. εἴποιεν δʼ ἂν οἶμαι αἰώνιον μὲν ἐκεῖνο τὸ εἶναι καὶ τὸ ἀεὶ ὡς τὸ ἄπειρον ἐν ταὐτῷ συνηγμένον ἔχον, καὶ ὅπερ ἄν τις αὐτοῦ λάβῃ τὸ ὅλον λαμβάνων, τὸ δὲ τῆς πέμπτης οὐσίας ἀίδιον μέν, ἀλλʼ οὐχ ὡς ἅμα ὂν ὅλον, ἀλλʼ ὡς ἐπʼ ἄπειρον προϊόν· διὸ καὶ ἔγχρονον. ὅπερ γὰρ ἄν τις αὐτοῦ λάβῃ τοῦ εἶναι μέρος, ἔχει τι ἑαυτοῦ ἔξω ἅτε ἐπʼ ἄπειρον προχωροῦν. κἂν αἰῶνα δέ τις τοιοῦτον λέγοι πᾶν τὸ ἀεὶ αἰώνιον εἶναι βουλόμενος καὶ τοῦτο διαιρῶν εἴς τε τὸ ἅμα ὅλον καὶ εἰς τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, περὶ μὲν τὰ ὀνόματα διαφωνεῖ πρὸς τὸν Πλάτωνα, τὰ δὲ πράγματα ὀρθῶς διαιρεῖ καὶ συμφώνως ἐκείνῳ. πρὸς δὲ τὰ ἐν ἀρχῇ τῆς νῦν παρατεθείσης λέξεως ἐφιστάνειν πάλιν ἀξιῶ, ὅτι τὸ ἀεὶ καθʼ ἕνα τρόπον λαμβάνει τὸν τὸ ἄπειρον εἰς ἓν ὁμοῦ συλλαμβάνοντα. καίτοι τὸ ἀειγενὲς οἶδε προσὸν τῷ ῥέοντι χρόνῳ, ἄλλο δηλονότι τοῦτο ἀεὶ λαμβάνων ἐπὶ τοῦ χρόνου τὸ ἐπʼ ἄπειρον. καὶ τό γε τοιοῦτον ἀεὶ οὐδὲ τῷ Ἀριστοτέλει δοκεῖ τῷ αἰῶνι προσήκειν, ὥς φησιν ὁ Δαμάσκιος. λέγει γοῦν ἐν τῷ τρίτῳ τῆσδε τῆς πραγματείας ὁ Ἀριστοτέλης· «ἄλλως <!-- 9.782 -->δὲ ἔν τε τῷ χρόνῳ δῆλον τὸ ἄπειρον καὶ ἐπὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τῆς διαιρέσεως τῶν μεγεθῶν. ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ πεπερασμένον, ἀλλʼ ἀεί γε ἕτερον καὶ ἕτερον. ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται. ὥστε τὸ ἐπʼ ἄπειρον οὐ δεῖ λαμβάνειν ὡς τόδε τι οἷον ἄνθρωπον ἢ οἰκίαν, ἀλλʼ ὡς ἡ ἡμέρα λέγεται καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία γέγονεν, ἀλλʼ ἀεὶ ἐν γενέσει ἢ φθορᾷ πεπερασμένον, ἀλλʼ ἀεί γε ἕτερον καὶ ἕτερον. ἀλλʼ ἐν μὲν τοῖς μεγέθεσιν ὑπομένοντος τοῦ ληφθέντος τοῦτο συμβαίνει, ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων φθειρομένων οὕτως ὥστε μὴ ἐπιλείπειν.» ἔτι δὲ σαφέστερον τὸ ἐπʼ ἄπειρον τοῦτο ἀεὶ παρέστησεν εἰπών· «συμβαίνει δὲ τοὐναντίον ἄπειρον εἶναι ἢ ὡς λέγουσιν. οὐ γὰρ οὗ μηδὲν ἔξω ἐστίν, ἀλλʼ οὗ ἀεί τι ἔξω ἐστί, τοῦτο ἄπειρον.» δοκεῖ δὲ ὡς ἄτοπον ἐπάγειν τῷ λόγῳ τὸ τοιοῦτον ἀεὶ μηδέποτε εἶναι σύμπαν, μηδὲ εἶναι ἀεὶ τὸ ἀεί. καίτοι τί ἂν ἄτοπον εἴη ἐπὶ τοῦ τοιούτου ἀεὶ τοῦ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντος; καὶ ἄλλο δὲ ἄτοπόν φησι τὸ τὸν μέν τινα καὶ ἐλάχιστον χρόνον ὑφίστασθαι, τὸν δὲ σύμπαντα μηδέποτε. καίτοι ἀτοπώτερον καὶ ἀδυνατώτερον ἂν εἴη τὸ τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα ἅμα ὅλα ὑφεστάναι. ὅλως δέ φησιν, εἰ τὸ ἀεὶ «μὴ ἔστιν ὄνομα κενόν, ἀδύνατον τὸ ἀεὶ πρᾶγμα μὴ εἶναι ἀεί· δηλοῖ γὰρ τὸ ἀίδιον· ἀίδιον δέ ἐστιν, ὃ ἀδύνατον ποτὲ μὴ εἶναι ἢ μηδέποτε εἶναι. καὶ ὅπερ οὐκ ἐνδέχεται μὴ εἶναι, καὶ ἀναγκαῖον εἶναι». καὶ οὗτος δὲ ὁ λόγος δοκεῖ μοι σοφίζεσθαι τὸ ἀεὶ ὂν ἀντὶ τοῦ ἀεὶ γινομένου λαβών. οὐδὲ γὰρ τὸ ἀεὶ ὂν οὕτως ὡς ἀεὶ γίνεσθαι ὄνομα κενόν ἐστιν, ἀλλʼ ἔστιν ἐν ὑποστάσει οὕτως ὡς ἀεὶ γινόμενον. ἔστι γάρ τι τοῦ εἶναι καὶ τοιοῦτον σημαινόμενον, καθόσον μέτεστί πῃ καὶ τῇ γενέσει τοῦ ὄντος. καὶ γὰρ ἡ ὄρχησις ἔστιν, ὅταν γίνηται, καὶ ὀρχεῖσθαι λέγομεν τὸν ὀρχηστήν, ἀλλʼ οὐχ ὡς ἅμα ὅλης οὔσης τῆς ὀρχήσεως, ἀλλʼ ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσης. ἐφεξῆς δὲ ἔοικε καὶ ἐν τοῖς γενητοῖς εἶναι τὸ ἀεὶ τοῦτο βουλόμενος τὸ ἑστὼς καὶ κατʼ ἀριθμὸν τὸ αὐτό, ὅπερ ἄν τις θαυμάσειεν. «εἰ, γάρ, τὸ ἀεὶ μὴ ἔστι, φησίν, ἢ ἔστι μὴ ἀεί, οὐδὲν ἔσται τῶν γενητῶν ἀίδιον, ὥστε οὔτε οὐρανὸς ἀεὶ οὔτε κόσμος κατʼ ἀριθμὸν ὁ αὐτός, ἀλλὰ ῥευσεῖται πάντα τοῦ ἀεὶ ἐν ῥοῇ ὄντος οὔτε δὴ ὄντος οὔτε γινομένου· τὸ γὰρ ποτὲ ἑκάστοτε γενήσεται καὶ οὐ τὸ ἀεί.» εἰ τοίνυν τὸ ἀεὶ τοῦ γενητοῦ οὐρανοῦ καὶ κόσμου ὡς ἑστηκὸς ἀξιοῖ θεωρεῖν καὶ ὡς ἅμα ὅλον ὄν, λεγέτω, τί τοῦ ὄντως ὄντος καὶ αἰωνίου διοίσει τὸ γενητόν.

<!-- 9.783 -->Ἀλλʼ ἔοικεν ἡ πανταχοῦ διὰ μεσότητος πρόοδος αἰτία εἶναι τοῦ καὶ αὐτὸν καλῶς ἐρωτᾶν, πῶς οὐρανὸς καὶ κόσμος κατʼ ἀριθμὸν ὁ αὐτὸς ἔσται, ἐὰν ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχῃ, καὶ ἐμὲ πάλιν ἀντερωτᾶν, εἰ γενητὸς ὢν ὁ οὐρανὸς καὶ ὁ σωματικὸς ὅδε κόσμος τὸ ἀεὶ ἑστηκὸς ἔχει καὶ ἅμα ὅλον ὑφεστηκός, πῶς τοῦ αἰωνίου καὶ ὄντως ὄντος διοίσει τὸ τοιοῦτον γενητόν. δυοῖν γὰρ ὄντων ἄκρων ὡς οἶμαι τοῦ ἀεὶ σημαινομένων τοῦ τε κυρίως αἰωνίου καὶ ὄντως ὄντος καὶ ἅμα ὅλου ὑφεστηκότος καὶ τοῦ κατʼ οὐσίαν ῥέοντος καὶ ἄλλοτε ἄλλο τῷ ἀριθμῷ κατʼ οὐσίαν τὸ γινόμενον ἔχοντος, ὡς ἥ τε κίνησις τῶν οὐρανίων ἐναργῶς ὁρᾶται καὶ εἴδη πάντα τὰ ὑπὸ σελήνην — τὸ γὰρ ἀνθρώπειον εἶδος ἐν ἄλλοις καὶ ἄλλοις ἀεὶ θεωρεῖται ἀτόμοις τοῖς γινομένοις καὶ φθειρομένοις —, τούτων οὖν τῶν ἄκρων δύο μεσότητές εἰσιν ἥ τε ψυχικὴ καὶ ἡ φυσικὴ ἅμα καὶ σωματική, πρὸς μὲν τοῦ ὄντως ὄντος ἡ ψυχική, πρὸς δὲ τοῦ μόνως γινομένου ἡ τῶν ἀιδίων σωμάτων φυσικὴ σύστασις· ὧν ἡ μὲν ψυχική, κἂν ἐξέβη τῆς αἰωνίου συναιρέσεως καὶ τῆς ἀμερίστου τελέως ὑποστάσεως, ἀλλʼ οὐχ ὑπέβη πρὸς τὸ τελέως μεριστὸν οὔτε κατʼ οὐσίαν οὔτε κατὰ τὴν τοῦ εἶναι παράτασιν. διόπερ καὶ ὁ Πλάτων καὶ ὁ Ἀριστοτέλης εἰς δύο διελόντες τὰ μέτρα τῆς τοῦ εἶναι παρατάσεως εἰς αἰῶνα καὶ χρόνον, ὁ μὲν Πλάτων ἄμφω τὰς μεσότητας ἐν χρόνῳ δοκεῖ τεθεικέναι περὶ μὲν τῆς ψυχῆς εἰπὼν ὅτι «ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον», περὶ δὲ τοῦ ὅλου οὐρανοῦ ἤτοι κόσμου ὅτι χρόνος μετʼ οὐρανοῦ γέγονεν· ὁ δὲ Ἀριστοτέλης ἐν αἰῶνι μᾶλλον ἄμφω τέθεικε τὸν χρόνον τοῖς ἐναργῶς ἀεὶ γινομένοις καὶ φθειρομένοις ἀποδούς· ἀκριβεῖ δὲ λόγῳ μέσα ἂν εἴη τῶν μέσων τὰ μέτρα καὶ ἄλλοις ὀνόμασι σύμμετρα. καὶ τὸ ἀεὶ τοίνυν τό τε τῆς ψυχικῆς οὐσίας καὶ τὸ τῆς οὐρανίας καὶ τῆς κοσμικῆς ὁλότητος οὔτε ὅλον ἅμα νοητέον ὡς τὸ κυρίως αἰώνιον οὔτε γινόμενον καὶ φθειρόμενον οὕτως ὡς τὸ τῶν ὑπὸ σελήνην, ἀλλʼ ὥσπερ αἱ οὐσίαι μέσην ἔχουσι φύσιν, οὕτως καὶ ἡ τοῦ εἶναι παράτασις αὐτῶν καὶ τὰ μέτρα τῆς τοῦ εἶναι παρατάσεως. καὶ εἰ βούλεταί τις χρόνον καλεῖν, οὐδεὶς φθόνος ὀνομάτων, μὴ μέντοι τοῦτο τὸ τοῦ χρόνου σημαινόμενον τὸ σύνηθες τὸ τῷ ἐνεστῶτι καὶ παρεληλυθότι καὶ μέλλοντι διαιρούμενον, ἐφʼ οὗ καὶ ὁ Ἀριστοτέλης καὶ Πλάτων τάττουσι τὸ ὄνομα, ἐπʼ ἐκείνων φερέτω, μηδὲ τὸ ἀεὶ μόνον ἐκεῖνο γινωσκέτω τὸ ἅμα ὅλον ὑφεστηκὼς καὶ ἐν ἑνὶ μένον, ἀλλʼ ἰδέτω καὶ τὸ ἐπʼ ἄπειρον ἀεὶ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον καὶ τὰς ἐν μέσῳ τούτων τεταγμένας τοῦ ἀεὶ διαφοράς, ἃς ἀκριβολογούμενός τις οὔτε τῷ αἰῶνι κυρίως προσήκειν οὔτε <!-- 9.784 -->τῷ χρόνῳ βουλήσεται· μετὰ γὰρ κινήσεως εἶναι πάντως καὶ κινήσεως ὁ χρόνος εἶναί τι δοκεῖ. εἰ δὲ τὸν ῥέοντα τοῦτον χρόνον τὸν τὴν σωματικὴν μετροῦντα κίνησιν τήν τε κατʼ οὐσίαν καὶ τὴν κατὰ τὰς ἄλλας μεταβολὰς ὁ ἐν τῇ φύσει λόγος ἀίδιος τοῦ χρόνου ὁ ἐνουσιωμένος τῇ φύσει οὗτός ἐστιν ὁ παράγων καὶ οὗτός ἐστιν, ὥς φησι, χρόνος ὁ ἀεὶ παρὼν ὅλος καὶ σύμπας, ὁμοίως δὲ καὶ ὁ ἐν τῇ ψυχῇ λόγος τοῦ χρόνου προϋπάρχων ἀεὶ κατʼ ἀριθμὸν ὁ αὐτὸς οὗτός ἐστιν ὁ ὅλος χρόνος, ὅν φησιν ἅμα ὅλον ὑφεστάναι, οὐκέτι μοι σκληρὸν τὸ δόγμα δοκεῖ. λόγον μὲν γὰρ χρόνου ὥσπερ καὶ κινήσεως ἅμα ὅλον εἶναι καὶ ἐν ψυχῇ καὶ ἐν φύσει, ὡς ἔστιν ἐν ἐκείνοις τὸ ἅμα, οὐδὲν θαυμαστόν. καὶ γὰρ τοῦ σώματος ὁ λόγος προϋπάρχει ἀσώματος καὶ ἀδιάστατος, καὶ ἀπʼ ἐκείνου τοῦτο τὸ ἐν διαστάσει, ὅπερ ἀδιάστατον εἶναι ἀδύνατον. οὕτως οὖν καὶ χρόνος καὶ κίνησις ἐν μὲν παραδείγμασι καὶ λόγοις εἰδητικοῖς ἔστω ὅλα ἅμα, ἐν εἰκόσι δὲ καὶ ὑποστάσεσι γενηταῖς ὡς οἶμαι ἀδύνατον. μήποτε δὲ οὐδὲ οἱ φυσικοὶ καὶ ψυχικοὶ λόγοι, εἴπερ τοῦ ὄντως ὄντος καὶ τοῦ ἐν ἑνὶ μένειν ὑπέβησαν, δύνανται τὸ ὅλον ἅμα ἔχειν ὡς ἀκριβῶς εἰπεῖν, ἀλλʼ οὕτως ὡς ἐκείναις προσήκει ταῖς μεσότησιν. ὡς δὲ συνελόντα φάναι ἐν μεθέξει μὲν ὅλον ἅμα χρόνον θεωρεῖν ἀδύνατον εἶναι νομίζω, ἀπὸ δὲ τῆς τοῦ αἰῶνος ἀναλογίας εἰς ἔννοιαν ἦλθον καὶ ἐγὼ τοῦ πρώτου χρόνου τοῦ ὑπὲρ πάντα τὰ ἔγχρονα ὄντος καὶ ταῖς ἑαυτοῦ μεθέξεσιν ἐκεῖνα χρονίζοντος, τουτέστι τὴν τοῦ εἶναι παράτασιν αὐτῶν εὐθετίζοντος καὶ μετροῦντος, καὶ τάξιν ἔχειν ποιοῦντος τὰ τῆς τοιαύτης παρατάσεως μόρια. ὡς γὰρ ὁ αἰὼν πρὸ τῶν αἰωνίων ὑφεστηκὼς μέσος ἐστὶ τῆς τε ἡνωμένης τοῦ ὄντος ὑπεροχῆς καὶ τῆς τοῦ νοῦ διακεκριμένης ὑποβάσεως κατὰ τὸ διακρινόμενον αὐτὸς ὑφεστώς — διὸ καὶ ζωῇ σύστοιχος ὁ αἰών, ἐπειδὴ καὶ αὐτὴ μεταξὺ τοῦ ὄντος οὖσα καὶ τοῦ νοῦ, ταὐτὸν δὲ εἰπεῖν τοῦ ἡνωμένου καὶ τοῦ διακεκριμένου, κατὰ τὸ διακρινόμενον ὑφέστηκεν —, οὕτως οὖν μεταξὺ τοῦ ὄντως ὄντος καὶ τοῦ γινομένου, ταὐτὸν δὲ εἰπεῖν τοῦ ἀκινήτου καὶ κινουμένου, ἤτοι τὸ ἅμα ὅλον ἔχοντος τὸ εἶναι τό τε τῆς οὐσίας καὶ τῆς δυνάμεως καὶ ἐνεργείας  <span class="gap">…</span> εἶναι δεῖ πάντως τὸ τῆς μὲν γενέσεως ἐξῃρημένον προσεχῶς, ὑποβεβηκὸς δὲ τοῦ ὄντος καὶ διὰ τοῦτο μετροῦν καὶ συνέχον καὶ τάττον τὴν παράτασιν τῆς γενέσεως τῇ ἑαυτοῦ μεθέξει. οὐ γὰρ ἡ παράτασίς ἐστιν ὁ μεθεκτὸς χρόνος, ἀλλὰ τὸ μέτρον καὶ ἡ τάξις τῆς παρατάσεως. καὶ εἰ ταῦτα ἀληθῆ λέγω, ὡς ἔχει πρὸς τὴν ζωὴν ὁ αἰὼν ὁ ἀμέθεκτος, οὕτως ἔχει πρὸς ψυχὴν ὁ πρῶτος οὗτος χρόνος. οὔτε δὲ ἡ ζωὴ αἰώνιός ἐστιν — αἰώνιον γὰρ τὸ ὑπὸ αἰῶνος <!-- 9.785 -->μετρούμενον —, ἀλλὰ ἡ αὐτὴ μὲν τῷ αἰῶνι οὐσία, κατʼ ἄλλην δὲ θεωρουμένη ἰδιότητα, οὔτε ἡ ψυχὴ ἔγχρονος ἀλλʼ αὐτόχρονος. πλὴν ὅτι ψυχὴ μὲν κατὰ τὸ ζῳοποιόν ἐστι, χρόνος δὲ κατὰ τὸ μετρητικὸν τῆς τοῦ εἶναι παρατάσεως, εἰ μὴ ἄρα ἡ πρόοδος ἐν τούτοις τὰς οὐσίας διέστησεν, ὡς ἄλλην μὲν εἶναι τὴν ψυχήν, ἄλλον δὲ τὸν χρόνον. καὶ γὰρ καὶ ἐκεῖ τριφυὴς ἦν ἡ μεσότης ἐκείνη, ἄλλως μὲν ὡς ζωή, ἄλλως δὲ ὡς αἰών, ἄλλως δὲ ὡς ὁλότης θεωρουμένη, οὐ διῃρημένων ἐκείνων, ἀλλʼ ἡμῶν περὶ τὴν ἡνωμένην ἐκείνων παντότητα διαιρουμένων. καὶ δῆλον ὅτι οὗτος ἂν εἴη ὁ χρόνος ὁ ὡς θεὸς ὑπό τε Χαλδαίων καὶ τῆς ἄλλης ἱερᾶς ἁγιστείας τιμηθείς, ἀλλʼ οὐ περὶ τούτου τοῖς φυσικοῖς ὁ λόγος, ἀλλὰ τοῦ ἐν μεθέξει θεωρουμένου. διὸ τούτων μὲν ἅλις ἔστω τῶν λόγων.

Τὰς δὲ τῶν προτέρων περὶ τοῦ χρόνου δόξας ἐπισκεψώμεθα. τάχα γὰρ καὶ τοῦ νῦν εἰρημένου χρόνου τινὲς αὐτῶν φανήσονται παραψάμενοι. ὁ μὲν οὖν Πυθαγόρειος Ἀρχύτας, ὃς καὶ πρῶτος ὧν ἀκοῇ ἴσμεν δοκεῖ τὴν οὐσίαν ἀφορίζεσθαι τοῦ χρόνου, τάδε περὶ αὐτοῦ γέγραφεν ἐν τῷ Περὶ τῶ παντὸς λόγῳ· «τὸ δὲ πόκα καὶ ὁ χρόνος καθόλου μὲν ἴδιον ἔχει τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον. τὸ γὰρ νῦν ἀμερὲς ὄν, λεγόμενον ἅμα καὶ νοούμενον, παρελήλυθε καὶ οὐκ ἔστι παραμένον. γινόμενον γὰρ συνεχῶς τὸ αὐτὸ μὲν οὐδέποκα σῴζεται κατʼ ἀριθμόν, κατὰ μέντοι γε τὸ εἶδος. ὁ γὰρ ἐνεστὼς νῦν χρόνος καὶ ὁ μέλλων οὐκ ἔστιν ὁ αὐτὸς τῷ προγεγονότι· ὁ μὲν γὰρ ἀπογέγονε καὶ οὐκέτι ἔστιν, ὁ δὲ ἅμα νοούμενος καὶ ἐνεστακὼς παρῴχηκε. καὶ οὕτως ἀεὶ συνάπτει τὸ νῦν συνεχῶς ἄλλο καὶ ἄλλο γινόμενόν τε καὶ φθειρόμενον, κατὰ μέντοι γε τὸ εἶδος τὸ αὐτό. πᾶν γὰρ τὸ νῦν ἀμερὲς καὶ ἀδιαίρετον πέρας μέν ἐστι τοῦ προγεγονότος, ἀρχὰ δὲ τῶ μέλλοντος, ὥσπερ καὶ γραμμᾶς εὐθείας κλασθείσας τὸ σαμεῖον περὶ ὃ ἁ κλάσις ἀρχὰ μὲν γίνεται τᾶς ἑτέρας γραμμᾶς, πέρας δὲ τᾶς ἑτέρας. συνεχὴς δὲ ὁ χρόνος καὶ οὐ διωρισμένος, ὥσπερ ἀριθμὸς καὶ λόγος καὶ ἁρμονία. τῶ μὲν γὰρ λόγω ταὶ συλλαβαὶ τὰ μόρια, ταῦτα δὲ διωρισμένα καὶ τᾶς ἁρμονίας τοὶ φθόγγοι καὶ τῶ ἀριθμῶ ταὶ μονάδες, γραμμὰ δὲ καὶ χωρίον καὶ τόπος συνεχές. τὰ γὰρ μόρια τούτων κοινὰ τμάματα ποιέει διαιρεύμενα. τέμνεται γὰρ γραμμὰ μὲν κατὰ στιγμάν, ἐπίπεδον δὲ κατὰ γραμμάν, στερεὸν <!-- 9.786 -->δὲ κατὰ ἐπίπεδον. ἔστιν ὦν καὶ ὁ χρόνος συνεχής. οὐ γὰρ ἦν ποκα φύσις, ὁπόκα χρόνος οὐκ ἦν, οὐδὲ κίνασις, ὁπόκα τὸ νῦν οὐ παρῆς· ἀλλʼ ἀεὶ ἦν καὶ ἐσσεῖται, καὶ οὐδέποκα ἐπιλείψει τὸ νῦν ἄλλο καὶ ἄλλο γινόμενον. καὶ ἀριθμῷ μὲν ἅτερον, εἴδει δὲ τωϋτόν. διαφέρει γε μὰν τῶν ἄλλων συνεχέων, ὅτι τᾶς μὲν γραμμᾶς καὶ τῶ χωρίω καὶ τῶ τόπω τὰ μέρεα ὑφέστακε, τῶ δὲ χρόνω τὰ μὲν γενόμενα ἔφθαρται, τὰ δὲ γενησόμενα φθαρήσεται. διόπερ ὁ χρόνος ἤτοι τὸ παράπαν οὐκ ἔστιν, ἢ ἀμυδρῶς καὶ μόλις ἔστιν. οὗ γὰρ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἔστι, τὸ δὲ μέλλον οὐδέπω ἔστι, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον, πῶς ἂν ὑπάρχοι τοῦτο κατʼ ἀλήθειαν;»

Ὁ μέντοι θεῖος Ἰάμβλιχος ἐν τῷ πρώτῳ τῶν εἰς τὰς Κατηγορίας ὑπομνημάτων τὸν Ἀρχύταν ὁρίζεσθαί φησι τὸν χρόνον ὡς ἔστι «κινάσιός τις ἀριθμὸς ἢ καὶ καθόλω διάσταμα τᾶς τῶ παντὸς φύσιος». ἐξηγεῖται δὲ τὸν ὁρισμὸν αὐτός, ὡς κινήσεως μὲν εἴρηταί τινος οὐχὶ μιᾶς τῶν πολλῶν — αἱ γὰρ ἄλλαι χρόνου λελείψονται — οὐδὲ τῆς τῶν πολλῶν κοινότητος — αὕτη γὰρ οὐ μία —, ἀλλὰ τῆς τῷ ὄντι μιᾶς καὶ πασῶν τῶν ἄλλων προϋπαρχούσης οἷον μονάδος τῶν κινήσεων, ἥ ἐστι πρώτη δικαίως καὶ αἰτία πασῶν ἡ ψυχικὴ κατὰ τὴν προβολὴν τῶν λόγων ἐκφυομένη πρώτη μεταβολή. ταύτης δὴ ἀριθμὸς οὐκ ἐπιγινόμενος οὐδὲ ἔξωθεν, ὡς ὁ Ἀριστοτέλης οἴεται, ἀλλὰ προτεταγμένος αὐτῆς ἐν αἰτίας τάξει καὶ προποδίζων αὐτὴν κατὰ μέτρα τὰ πρόσφορα οὐσία ὢν οὐσιώδη οὖσαν ἐνέργειαν οἷον ἐκμαιευομένη τῶν ψυχῆς οὐσιωδῶν λόγων τὰς αὐτοκινήτους προβολάς. «τὸ δὲ καθόλου διάστημα τῆς τοῦ παντὸς φύσεως ὑποληπτέον, φησί, τοὺς ἀρχαίους λέγειν τὸ ἐν τοῖς λόγοις θεωρούμενον συνεχὲς αὐτῶν καὶ εἰς μερισμὸν διιστάμενον. ὃ γὰρ ἐπὶ τῶν ἐν γενέσει μεταβολῶν ἐπιδείκνυσι τούτου τοῦ νῦν παρὰ τὸ πρόσθεν νῦν καὶ ταύτης τῆς κινήσεως παρὰ τὴν πρόσθεν κίνησιν, τοῦτο δὴ πολὺ πρότερον καὶ ἀρχηγικώτερον ἐπὶ τῆς οὐσίας τῶν ὅλων φυσικῶν λόγων προϋπάρχον θεωρεῖται, καὶ κυρίως συμπληροῖ τὸ διάστημα τοῦ πρεσβυτάτου πάντων χρόνου τοῦ συνεχίζοντος τοὺς τῆς φύσεως λόγους. συμφωνεῖ δέ, φησί, πρὸς τὸ αὐτὸ καὶ ἡ τῶν ἔτι παλαιοτέρων δόξα. οἱ μὲν γάρ, ὥσπερ καὶ τοὔνομα δηλοῖ, χορείᾳ τινὶ τοῦ νῦν, οἱ δὲ ταῖς τῆς ψυχῆς περιόδοις, οἱ δὲ τῇ τούτων φυσικῇ χώρᾳ, οἱ δὲ ταῖς ἐγκυκλίοις περιφοραῖς τὸν χρόνον ἀφωρίσαντο, ἃ πάντα περιείληφεν ἡ Πυθαγόρειος αἵρεσις. καὶ <!-- 9.787 -->νῦν μέν, φησίν, ὡς δύο τοὺς ὅρους διωρθωσάμεθα ταῖς ἐξηγήσεσι, δεῖ δὲ εἰς ἓν συνελεῖν ἀμφοτέρους τούτους τοὺς λόγους καὶ ὡς συνεχῆ καὶ διωρισμένον ἅμα τὸν χρόνον ποιεῖν, εἰ καὶ συνεχής ἐστι κυριώτερον.» οὕτω μὲν οὖν ὁ Ἰάμβλιχος τὸν ψυχικὸν καὶ τὸν φυσικὸν χρόνον ὑπὸ τοῦ Ἀρχύτου παραδεδόσθαι φησί. διὰ δὲ τῆς ἔμπροσθεν ὑπʼ ἐμοῦ παρατεθείσης τοῦ Ἀρχύτου ῥήσεως τὴν εἰς τὸ ἐκτὸς ἐκφαινομένην τοῦ χρόνου ἐνέργειαν δηλοῦσθαί φησιν, οὐ τοίνυν μόνον ἀξιοῦντος ὑφεστηκέναι τοῦ Ἀρχύτου, ἀλλὰ καὶ χρόνον εἶναι προηγούμενον ἐν τοῖς οὖσι κατὰ τὴν ἑαυτοῦ τάξιν εὖ διακείμενον, πρὸς ἣν ἀναφέρεται τὸ πρότερον καὶ δεύτερον τῶν ἡμετέρων πράξεων, ὅπερ οὐκ ἂν ἦν μὴ προϋφεστῶτος τοῦ χρόνου. τὸ δὲ ἀμερὲς καὶ ἀνυπόστατον ὁ Ἰάμβλιχος ἐπʼ ἄλλου καὶ ἄλλου χρόνου ἀκούειν ἀξιοῖ κατὰ μὲν τὰ εἴδη τῶν λόγων τὰ ἑστῶτα ἐν ἑαυτοῖς τὸ ἀμερὲς ἀφοριζόμενος, κατὰ δὲ τὰς προϊούσας ἀπʼ αὐτῶν κινήσεις, ἐπειδὴ αὗται οὐ διασῴζουσι τὴν ἀμέριστον καὶ ἀκίνητον οὐσίαν, τὸ ἀνυπόστατον. καὶ κατὰ μὲν τὴν μένουσαν ἐν οὐσίαις ἐνέργειαν καὶ τελειότητα τὸ ἀμερές, κατὰ δὲ τὴν ἐξιοῦσαν εἰς γένεσιν ῥοπὴν ἀπὸ τοῦ ὄντος τὸ ἀνυπόστατον, ὅτι τὸ τῆς πρώτης οὐσίας καθαρὸν οὐ διέσωσε. «καὶ ποῦ, φησί, δεῖ νοεῖν τὴν τοῦ χρόνου ῥοήν τε καὶ ἔκστασιν; ἐν τοῖς μετέχουσιν αὐτοῦ φήσομεν. γινόμενα γὰρ ταῦτα ἀεὶ οὐ δύναται τὴν ἐκείνου σταθερὰν οὐσίαν ἀκινήτως δέξασθαι, ἄλλοτε δὲ ἄλλοις μέρεσι τοῖς ἑαυτῶν ἐκείνης ἐφαπτόμενα τὸ ἑαυτῶν πάθημα ἐκείνης καταψεύδεται. καὶ τὸ γίνεσθαι νῦν τούτοις ὑπάρξει τοῖς ἀεὶ μετέχουσι τοῦ νῦν, ἡ δὲ ἐν τοῖς ἄλλοτε ἄλλως ἔχουσι καθʼ ἓν συνεχὲς ταυτότης τοῦ νῦν ἀμεροῦς ἐστιν ἰδία, καὶ ἀπʼ αὐτοῦ ἐνδίδοται τοῖς ἄλλοτε ἄλλοις γινομένοις. διόπερ καὶ ἡ μὲν κατʼ ἀριθμὸν ἑτερότης ἀεὶ ἀλλοιουμένη τῆς τῶν μετεχόντων ἐστὶ διαφορότητος δεῖγμα, τὸ δὲ εἶδος ταὐτὸ μένον τὴν τοῦ ἀμεροῦς νῦν ἐνδείκνυται ταυτότητα.» οὕτω μὲν οὖν ὁ Ἰάμβλιχος τὸν Ἀρχύταν ἐξηγήσατο καὶ ἄλλα πολλὰ τῇ ἐξηγήσει προσευπορήσας.

Ὁ δὲ Δαμάσκιος οἶμαι κἂν χθαμαλώτερον, ἀλλʼ οἰκειότερόν γε πρὸς τὴν Ἀρχύτου λέξιν ἀριθμὸν μέν τινος κινήσεως ἀκούει οὐ τῆς ὡς εἴδους καὶ ἀκινήτου, ἀλλὰ τῆς μεταβολικῆς, ὥστε οὐ τῆς ψυχικῆς μόνης, ἀλλὰ πάσης ὁμοίως μεταβολῆς — ἴσως δὲ καὶ ὅτι ἀτόμων ἀεὶ καὶ ἄτομος ἡ μεταβολή, διὰ τοῦτο τινός· τὸ γὰρ καθόλου ἀμετάβλητον —, καθόλου δὲ διάστημα τῆς τοῦ παντὸς φύσεως, ὅτι οὐ μόνης κινήσεως ἀλλὰ καὶ ἠρεμίας, ὅπερ καὶ Ἀριστοτέλης καλῶς νοήσας εἶπεν ὅτι «τοῦτό ἐστι» τῇ κινήσει «τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτῆς τὸ εἶναι· δῆλον ὅτι καὶ τοῖς ἄλλοις <!-- 9.788 -->τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου». ὥστε καὶ τῆς ἠρεμίας ἡ τοῦ εἶναι διάστασις ὑπὸ τοῦ χρόνου μετρεῖται, ὥσπερ καὶ εἰ τῆς κινήσεως ὁ χρόνος λέγεται, τῆς παρατάσεως λέγεται ταύτης τῆς τοῦ εἶναι τῆς ἐν γενέσει. καὶ ἔοικεν Ἀριστοτέλης τὸ διάστημα τῆς φύσεως εἰς τὴν παράτασιν τοῦ εἶναι τοῦ ἑκάστου μεταλαβεῖν. εἰπὼν οὖν ἀριθμὸν κινήσεως ἐπὶ κοινότερόν τι μετῆλθε τὸ διάστημα τῆς φύσεως τὸ τοῖς γινομένοις οἰκεῖον, ὅπερ καὶ ἐπὶ ἠρεμίας θεωρεῖται καὶ ὅλως πάσης γενητῆς τε καὶ φυσικῆς οὐσίας. διὸ καὶ οὕτως εἶπε «καὶ καθόλου τὸ διάστημα τῆς τοῦ παντὸς φύσεως» ὡς ἐν τοῖς φυσικοῖς μάλιστα θεωρεῖσθαι τὸν χρόνον βουλόμενος. καὶ γὰρ καὶ ἡ ψυχὴ χρόνου μετέχει καθόσον φύσεως καὶ γενέσεως κοινωνεῖ ὥσπερ αἰῶνος, ὅταν εἰς τὸ ὄντως ὂν ἀναδράμῃ. καὶ οἰκειότερον δὲ τῷ χρόνῳ τὸ διάστημά ἐστιν ἤπερ ἀριθμός· οὐ γὰρ ὡς αἱ μονάδες διεστήκασιν ἀλλήλων, οὕτω καὶ τὰ νῦν· οὐ γὰρ παρεμπίπτει τι μεταξὺ τῶν νῦν, ὃ μὴ νῦν ἐστι. διὸ καὶ συνεχὴς ὁ χρόνος ἀλλʼ οὐ διωρισμένος, ὡς ὁ λόγος ὀνόμασι καὶ ῥήμασι καὶ συλλαβαῖς καὶ στοιχείοις καὶ ἡ ἁρμονία τοῖς φθόγγοις. ἐπειδὴ δὲ καὶ ἄλλο διάστημα τὸ μεγεθικὸν ἦν, προσέθηκε «τῆς τοῦ παντὸς φύσεως», φύσιν καλέσας τὴν τοῦ γινομένου ἀπὸ τοῦ ὄντος ἔκφυσιν ἀεὶ γινομένην καὶ ῥέουσαν. καὶ προελθὼν ἔτι σαφέστερον ἐποίησεν, ὅτι οὐ κατὰ μέγεθος ὥρισε τὸ διάστημα, ἀλλὰ κατὰ τὴν τοῦ ἀεὶ συνέχειαν. «ἀμερὲς» δὲ καὶ «ἀνυπόστατον» καλεῖ τὸν χρόνον, διότι κατὰ τὸ νῦν αὐτὸν ὁρᾷ τὸ ἀδιάστατον, ἀνυπόστατον δέ, ὅτι οὐχ ὑπομένει τὸ αὐτὸ τῷ ἀριθμῷ· τοιαύτη γὰρ ἡ φύσις τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων. διὸ καὶ κίνησις καὶ τὸ πρότερον καὶ ὕστερον ἐν τούτοις. καὶ ὅρα ὅτι ὅταν μὲν ἀμερὲς καὶ ἀνυπόστατον λέγῃ τὸν χρόνον καὶ ὅταν τὸν ἐν τῷ νῦν χρόνον διαφέρειν λέγῃ τοῦ παρῳχημένου, ταὐτὸν λέγει τὸ νῦν τῷ χρόνῳ· ὅταν δὲ πέρας τοῦ παρῳχημένου χρόνου καὶ ἀρχὴν τοῦ μέλλοντος λέγῃ τὸ νῦν, τότε ἕτερον, καὶ ὅταν τὸ μὲν νῦν ἀδιαίρετον λέγῃ, τὸν δὲ χρόνον συνεχῆ, καὶ ὅταν τὸν χρόνον ἀριθμὸν ὁρίζηται· τὸ γὰρ νῦν οὐκ ἂν εἴποι ἀριθμὸν ἀδιαίρετον ὄν· ἔοικεν οὖν καὶ Ἀρχύτας, ὥσπερ καὶ Ἀριστοτέλης τὴν τῶν νῦν συνεχῆ καὶ ἀδιάκοπον ῥοὴν τίθεσθαι τὸν χρόνον καὶ τοῦτον μάλιστα παραδιδόναι τὸν τῇ γενέσει σύστοιχον καὶ κυρίως λεγόμενον χρόνον εἰκόνα ὄντως τοῦ αἰῶνος.

Ὁ δέ γε Πλάτων καὶ Ἀριστοτέλης ἣν ἐσχέτην περὶ χρόνου δόξαν, εἴρηται πρότερον. καὶ Θεόφραστος δὲ καὶ Εὔδημος οἱ τοῦ Ἀριστοτέλους ἑταῖροι τὰ αὐτὰ φαίνονται τῷ Ἀριστοτέλει περὶ χρόνου δοξάσαντές τε καὶ διδάξαντες. ὁ μέντοι Λαμψακηνὸς Στράτων αἰτιασάμενος τὸν ὑπʼ Ἀριστοτέλους τε καὶ τῶν Ἀριστοτέλους ἑταίρων ἀποδοθέντα τοῦ χρόνου ὁρισμὸν <!-- 9.789 -->αὐτὸς καίτοι Θεοφράστου μαθητὴς ὢν τοῦ πάντα σχεδὸν ἀκολουθήσαντος τῷ Ἀριστοτέλει καινοτέραν ἐβάδισεν ὁδόν· ἀριθμὸν μὲν γὰρ κινήσεως εἶναι τὸν χρόνον οὐκ ἀποδέχεται, διότι ὁ μὲν ἀριθμὸς διωρισμένον ποσόν, ἡ δὲ κίνησις καὶ ὁ χρόνος συνεχής, τὸ δὲ συνεχὲς οὐκ ἀριθμητόν· εἰ δέ, ὅτι ἄλλο καὶ ἄλλο τὸ μέρος τῆς κινήσεως καὶ τούτων τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, κατὰ τοῦτο ἔστι τις τῆς κινήσεως ἀριθμός, οὕτω γε ἂν καὶ τὸ μῆκος ἀριθμητὸν εἴη — καὶ γὰρ καὶ τοῦτο ποσὸν ἄλλο καὶ ἄλλο ἐστί — καὶ τῶν ἄλλων τῶν κατὰ συνέχειαν γινομένων, καὶ τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, ὥστε καὶ τοῦ χρόνου εἴη ἂν χρόνου χρόνος. ἔτι δὲ χρόνος καὶ οὐκ ἔστι γένεσις καὶ φθορά, κἂν τὰ ἀριθμητὰ φθείρηται, ὁ δὲ χρόνος καὶ γίνεται καὶ φθείρεται συνεχῶς. καὶ τοῦ μὲν ἀριθμοῦ ἀναγκαῖον εἶναι πάντα τὰ μέρη — μὴ γὰρ οὐσῶν τῶν τριῶν μονάδων οὐδʼ ἂν ἡ τριὰς εἴη —, τοῦ δὲ χρόνου ἀδύνατον. ἔσται γὰρ ὁ πρότερος χρόνος καὶ ὁ ὕστερος ἅμα. ἔτι τὸ αὐτὸ ἔσται μονὰς καὶ νῦν, εἴπερ ὁ χρόνος ἀριθμός. ὁ μὲν γὰρ χρόνος ἐκ τῶν νῦν σύνθετος, ὁ δὲ ἀριθμὸς ἐκ μονάδων. καὶ τοῦτο δὲ ἀπορεῖ· τί μᾶλλόν ἐστιν ὁ χρόνος ἀριθμὸς τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου ἢ τοῦ ἐν ἠρεμίᾳ; καὶ γὰρ ἐν ταύτῃ ὁμοίως ἐστὶ τὸ πρότερον καὶ ὕστερον. ἀλλὰ τοῦτο μὲν ἐκ τῶν εἰρημένων ἤδη ῥᾴδιον ἐπιλύσασθαι. τῆς γὰρ ἐν γενέσει ῥοῆς, ἥτις κοινὴ καὶ κινήσεώς ἐστι καὶ τῆς ἀντικειμένης αὐτῇ ἠρεμίας, καὶ τοῦ ἐν πᾶσι τοῖς γινομένοις εἶναι μέτρον ὁ χρόνος ὑπὸ τοῦ Ἀριστοτέλους ἐλέγετο. ἀριθμὸν δὲ τὸν χρόνον ἔλεγεν, οὐχ ὅτι ἁπλῶς ἀριθμός — συνεχῆ γὰρ εἶναι δείκνυσι τὸν χρόνον ὥσπερ καὶ τὸ μέγεθος καὶ τὴν κίνησιν —, ἀλλʼ ὡς τῷ διορισμῷ τοῦ ἐν τῇ συνεχείᾳ προτέρου καὶ ὑστέρου γνωριζόμενον ὑπὸ τῶν αἰσθέσθαι χρόνου δυναμένων. ὥστε οὐδὲν κινεῖ τῆς Ἀριστοτέλους ἐννοίας τὰ ἀπὸ τοῦ ἀριθμοῦ ἐπιχειρήματα. πρὸς δὲ τὸ ἐν χρόνῳ εἶναι λεγόμενον καλῶς ἐνίστασθαι δοκεῖ· «εἰ γὰρ τοῦτό ἐστι, φησί, τὸ ἐν χρόνῳ εἶναι τὸ ὑπὸ τοῦ χρόνου περιέχεσθαι, οὐθὲν ἂν δῆλον ὅτι τῶν ἀιδίων ἐν χρόνῳ εἴη.» ἀλλʼ ἔοικεν Ἀριστοτέλης τὸ ἐν τῷ παντὶ χρόνῳ ὑφεστὼς αἰώνιον λέγειν, ἀλλʼ οὐκ ἔγχρονον ἅτε οὐ περιεχόμενον χρόνῳ. μήποτε δέ, εἰ ἐν τῷ ἀεὶ γίνεσθαι τὸ εἶναι ἔχει ὁ ἀεὶ χρόνος, καὶ τὸ ἐν χρόνῳ ἀίδιον τοιοῦτόν ἐστιν οἷον ἡ τοῦ οὐρανοῦ κίνησις, ὡς τὸ ἀεὶ κατὰ τὸ ἐπʼ ἄπειρον ἔχειν, ἀληθὲς εἰπεῖν ὅτι πᾶς ὁ λαμβανόμενος χρόνος ὑπὸ χρόνου ἄλλου περιέχεται· καὶ ἄλλα δὲ πολλὰ ἀντειπὼν πρὸς τὴν Ἀριστοτέλους ἀπόδοσιν ὁ Στράτων αὐτὸς τὸν χρόνον τὸ ἐν ταῖς πράξεσι ποσὸν εἶναι τίθεται· «πολλὴν γάρ, φησί, χρόνον φαμὲν ἀποδημεῖν καὶ πλεῖν καὶ στρατεύεσθαι καὶ πολεμεῖν καὶ ὀλίγον χρόνον, ὁμοίως δὲ καθῆσθαι καὶ καθεύδειν καὶ μηθὲν πράττειν καὶ πολὺν χρόνον φαμὲν καὶ ὀλίγον· <!-- 9.790 -->ὧν μέν ἐστι τὸ ποσὸν πολύ, πολὺν χρόνον, ὧν δὲ ὀλίγον, ὀλίγον· χρόνος γὰρ τὸ ἐν ἑκάστοις τούτων ποσόν. διὸ καί φασιν οἱ μὲν βραδέως ἥκειν οἱ δὲ ταχέως τὸν αὐτόν, ὡς ἂν ἑκάστοις φαίνηται τὸ ἐν τούτοις ποσόν. ταχὺ μὲν γὰρ εἶναί φαμεν, ἐν ᾧ τὸ μὲν ποσὸν ἀφʼ οὗ ἤρξατο καὶ εἰς ὃ ἐπαύσατο ὀλίγον, τὸ δὲ γεγονὸς ἐν αὐτῷ πολύ· τὸ βραδὺ δὲ τοὐναντίον, ὅταν ᾖ τὸ μὲν ποσὸν ἐν αὐτῷ πολύ, τὸ δὲ πεπραγμένον ὀλίγον. διό, φησίν, οὐκ ἔστιν ἐν ἠρεμίᾳ τὸ ταχὺ καὶ τὸ βραδύ· πᾶσα γὰρ ἴση ἐστὶ τῷ ἑαυτῆς ποσῷ καὶ οὔτε ἐν ὀλίγῳ τῷ ποσῷ πολλὴ οὔτε ἐν πολλῷ βραχεῖα. διὰ τοῦτο δέ, φησί, καὶ πλείω μὲν εἶναι καὶ ἐλάττω χρόνον λέγομεν, θάττω δὲ καὶ βραδύτερον χρόνον οὐ λέγομεν. πρᾶξις μὲν γὰρ καὶ κίνησίς ἐστι θάττων καὶ βραδυτέρα, τὸ δὲ ποσὸν τὸ ἐν ᾧ ἡ πρᾶξις οὐκ ἔστι θᾶττον καὶ βραδύτερον, ἀλλὰ πλέον καὶ ἔλαττον ὥσπερ καὶ χρόνος. ἡμέρα δὲ καὶ νύξ, φησί, καὶ μὴν καὶ ἐνιαυτὸς οὐκ ἔστι χρόνος οὐδὲ χρόνου μέρη, ἀλλὰ τὰ μὲν ὁ φωτισμὸς καὶ ἡ σκίασις, τὰ δὲ ἡ τῆς σελήνης καὶ τοῦ ἡλίου περίοδος, ἀλλὰ χρόνος ἐστὶ τὸ ποσὸν ἐν ᾧ ταῦτα.» ἀλλʼ εἰ ἕτερον μὲν τὸ πεπραγμένον, ἕτερον δὲ τὸ ποσὸν ἐν ᾧ πέπρακται καὶ τοῦτό ἐστιν ὁ χρόνος, ὅτι μὲν ποσόν, εἴρηται, ὁποῖον δὲ ποσόν, ἄδηλον. διὸ οὐδὲ ἔστιν ἀπὸ τούτου ἔννοιαν τοῦ χρόνου λαβεῖν τὸν μὴ προειληφότα. καὶ ὅτι μὲν ἔστι τι ἕτερον ποσὸν παρὰ τὸ τῶν κινήσεων καὶ ἠρεμιῶν ἴδιον, δῆλον, εἴπερ πολλὴν κίνησιν ἐν ὀλίγῳ χρόνῳ γίνεσθαί φαμεν, ὅταν ταχεῖα ᾖ, ὀλίγην δὲ ἐν πολλῷ, ὅταν βραδεῖα· τί δὲ τοῦτό ἐστιν, οὐ διεσάφησεν ὁ λόγος. «διὰ τοῦτο δέ, φησί, πάντα ἐν χρόνῳ εἶναί φαμεν, ὅτι πᾶσι τὸ ποσὸν ἀκολουθεῖ καὶ τοῖς γινομένοις καὶ οὖσι. πολλὰ δὲ κατὰ τὸ ἐναντίον λέγομεν· τὴν γὰρ πόλιν ἐν ταραχῇ εἶναι καὶ τὸν ἄνθρωπον ἐν φόβῳ καὶ ἡδονῇ, ὅτι ταῦτα ἐν ἐκείνοις.» ταῦτα μὲν οὖν καὶ τὰ τοῦ Στράτωνος ὡς συντόμως ἀπομνημονεῦσαι περὶ χρόνου δοξάσματά τε καὶ ἀπορήματα· καὶ πάντες οἱ εἰρημένοι περὶ τὸν φυσικὸν χρόνον διέτριψαν, κἂν ἐνεδείξαντό τινες αὐτῶν περὶ τοῦ χωριστοῦ καὶ ἐξῃρημένου καὶ ἐν αἰτίας λόγῳ προεστηκότος χρόνου.

Ἐν δὲ τοῖς νεωτέροις Πλωτῖνος φαίνεται πρῶτος τὸν πρῶτον ἐκεῖνον ἐπιζητήσας χρόνον· καὶ ζωὴν αὐτόν φησι ψυχῆς ἐν κινήσει μεταβατικῇ ἐξ ἄλλου εἰς ἄλλον βίον οἰκείως τοῦτο τοῖς περὶ τοῦ αἰῶνος αὐτῷ ῥηθεῖσιν ἀποφηνάμενος. αἰῶνα γὰρ λέγει εἶναι τὴν περὶ τὸ ὂν ἐν τῷ εἶναι ζωὴν ὁμοῦ πᾶσαν καὶ πλήρη ἀδιάστατον πανταχῇ. κάλλιον δὲ ἴσως αὐτῶν ἀκοῦσαι τῶν νοερῶν τοῦ Πλωτίνου ῥημάτων· «εἰ οὖν χρόνον τις λέγοι ψυχῆς ἐν κινήσει μεταβατικῇ ἐξ ἄλλου εἰς ἄλλον βίον ζωὴν εἶναι, ἆρα ἂν δοκοῖ <!-- 9.791 -->τι λέγειν; εἰ γὰρ αἰών ἐστι ζωῆς ἐν στάσει καὶ τῷ αὐτῷ καὶ ὡσαύτως καὶ ἄπειρος ἤδη, εἰκόνα δὲ δεῖ τοῦ αἰῶνος τὸν χρόνον, ὥσπερ καὶ τόδε τὸ πᾶν ἔχει πρὸς ἐκεῖνο, εἶναι, ἀντὶ μὲν ζωῆς τῆς ἐκεῖ ἄλλην δεῖ ζωὴν τὴν τῆσδε τῆς δυνάμεως τῆς ψυχῆς ὥσπερ ὁμώνυμον εἶναι λέγειν καὶ ἀντὶ κινήσεως νοερᾶς ψυχῆς τινος μέρους κίνησιν, ἀντὶ δὲ ταυτότητος καὶ τοῦ ὡσαύτως καὶ μένοντος τὸ μὴ μένον ἐν τῷ αὐτῷ ἄλλο δὲ καὶ ἄλλο ἐνεργοῦν, ἀντὶ δὲ ἀδιαστάτου καὶ ἑνὸς εἴδωλον τοῦ ἑνὸς τὸ ἐν συνεχείᾳ ἕν, ἀντὶ δὲ ἀπείρου καὶ ὅλου τὸ εἰς ἄπειρον πρὸς τὸ ἐφεξῆς ἀεί, ἀντὶ δὲ ἀθρόου ὅλου τὸ κατὰ μέρος ἐσόμενον καὶ ἀεὶ ἐσόμενον ὅλον. οὕτω γὰρ μιμήσεται τὸ ἤδη ὅλον καὶ ἀθρόον καὶ ἄπειρον ἤδη, εἰ ἐθελήσει ἀεὶ προσκτώμενον εἶναι ἐν τῷ εἶναι· καὶ γὰρ τὸ εἶναι οὕτω τὸ ἐκείνου μιμήσεται. δεῖ δὲ οὐκ ἔξωθεν τῆς ψυχῆς λαμβάνειν τὸν χρόνον, ὥσπερ οὐδὲ τὸν αἰῶνα ἐκεῖ ἔξω τοῦ ὄντος, οὐδὲ αὖ παρακολούθημα οὐδὲ ὕστερον, ὥσπερ οὐδὲ ἐκεῖ, ἀλλʼ ἐνορώμενον καὶ ἐνόντα καὶ συνόντα, ὥσπερ κἀκεῖ ὁ αἰών.» προστίθησι δὲ καὶ ὅτι οὐχ ὁ χρόνος μετρεῖ τὴν κίνησιν, ἀλλʼ ἡ κίνησις τὸν χρόνον, εἴπερ ἀφανὴς μὲν ὁ χρόνος ἐστίν, ἐμφανὴς δὲ ἡ κίνησις, ἀπὸ δὲ τῶν φανερῶν γινώσκεται καὶ μετρεῖται τὰ ἀφανῆ. λέγει οὖν ὅτι «τὸ μετρούμενον ὑπὸ τῆς περιφορᾶς — τοῦτο δέ ἐστι τὸ δηλούμενον — ὁ χρόνος ἔσται, οὐ γεννηθεὶς ὑπὸ τῆς περιφορᾶς ἀλλὰ δηλωθείς». «διό, φησί, καὶ κινήσεως ἠνέχθησαν εἰς τὸ εἰπεῖν μέτρον ἀντὶ τοῦ εἰπεῖν κινήσει μετρούμενον, εἶτα προσθεῖναι τί ὢν κινήσει μετρεῖται.» προστίθησι δὲ καὶ τοῦτο· «ἆρα οὖν καὶ ἐν ἡμῖν χρόνος; ἢ ἐν ψυχῇ τῇ τοιαύτῃ πάσῃ καὶ ὁμοειδῶς ἐν πᾶσι καὶ αἱ πᾶσαι μία; διὸ οὐ διασπασθήσεται ὁ χρόνος, ἐπεὶ οὐδὲ ὁ αἰὼν ὁ κατʼ ἄλλο ἐν τοῖς ὁμοειδέσι πᾶσιν.» ἐν δὴ τούτοις χρόνον οἴεται τὴν μεταβατικὴν τῆς ψυχῆς ζωήν, ἐπειδὴ καὶ αἰῶνα τὴν περὶ τὸ ὂν ἐν τῷ εἶναι ζωὴν ὁμοῦ πᾶσαν καὶ πλήρη ἀδιάστατον πανταχῇ, ὡς εἴρηται πρότερον καὶ ἔοικεν ἐκ τῆς ἀναλογίας ὑπόνοιαν ἔχειν τοιαύτην ὁ Πλωτῖνος. ὡς γὰρ ἐν τῷ νοητῷ μετὰ τὸ πρώτως γινόμενον, ὅπερ καὶ αὐτὸ νοῦν καλεῖ, ἡ νοερὰ ζωή ἐστιν εἰς ταὐτὸν ἰοῦσα τῷ αἰῶνι — διὸ τὸ μετʼ αὐτὴν καὶ ζωὴ καὶ αἰώνιόν ἐστιν —, οὕτω καὶ ἐπʼ ἄκρῳ τοῦ γενητοῦ μετὰ τὴν ἀμέριστον οὐσίαν ἡ ψυχικὴ ζωὴ εἰς ταὐτὸν ἔρχεται τῷ χρόνῳ.

Ἐφιστάνει δὲ αὐτῷ ὁ Δαμάσκιος ὡς ἀντὶ αἰῶνος τὸν αἰώνιον νοῦν παραδεδωκότι. μήποτε δὲ ἡ περὶ τὸ ὂν ἐν τῷ εἶναι ζωή, εἴπερ ἡ μετὰ <!-- 9.792 -->τὸ ὂν εὐθύς ἐστιν, οὐκ ἔστιν ἡ κατὰ τὸν αἰώνιον νοῦν τὸν τρίτον, ἀλλʼ ἡ κατὰ τὸν μέσον, ὃν καὶ αὐτὸν νοῦν καλεῖ ὁ Πλωτῖνος, ὥσπερ καὶ τὸν πρῶτον. ἀλλʼ ἐκεῖνο οἶμαι ἄξιον ἐπιστάσεως, μήποτε κἂν ἐν τοῖς νοητοῖς ἥνωται ἥ τε ζωὴ καὶ ὁ αἰών, καὶ ἡμεῖς περὶ τὴν ἐκεῖ ἕνωσιν διαιρούμενοι ποτὲ μὲν ζωὴν ποτὲ δὲ αἰῶνα ποτὲ δὲ ὅλον καὶ μέρη τὴν ἐκεῖ μεσότητα καλοῦμεν, ὡς ἐν Παρμενίδῃ μεμαθήκαμεν, ἀλλʼ ἔν γε τοῖς γενέσεως ἐφαπτομένοις οὐκέτι μένει ἡ ἐν αὐτῇ ἕνωσις εἰς εἰκονικὴν προελθοῦσα φύσιν, κἂν ἔχῃ τι ἔτι τῆς εἰκόνος ἐξῃρημένον καὶ τῆς γενέσεως. ἀλλʼ ἡ μὲν ψυχικὴ ζωὴ τῆς νοερᾶς ἐστιν εἰκών, ὁ δὲ χρόνος τοῦ αἰῶνος, ὡς καὶ ὁ Πλάτων φησίν. οὐκ ἂν οὖν εἴη χρόνος ἁπλῶς ἡ μεταβατικὴ τῆς ψυχῆς ζωή, ἀλλʼ ἔγχρονος, ὥσπερ αἰώνιος ἡ τοῦ νοῦ ἀμετάβατος. καὶ ἔστιν οὗτος πρῶτος χρόνος ὁ τὴν τῆς ψυχῆς μετάβασιν μετρῶν, εἴπερ πρωτίστη μεταβολή ἐστιν ἡ ψυχικὴ καὶ ἀπʼ ἐκείνης αἱ ἄλλαι. καὶ τοῦτο τάχα ἐστίν, οὗ καὶ Ἀριστοτέλης ἐφαψάμενος ἔλεγε μὴ εἶναι χρόνον, εἰ μὴ εἴη ψυχή, διότι μὴ ἔστι τὸ ἀριθμοῦν. ἀρχέσθω μὲν οὖν ἀπὸ τῆς ψυχῆς ὁ χρόνος, ἄλλος δὲ ὢν παρὰ τὴν ψυχὴν καὶ τὰς μεταβολικὰς αὐτῆς μετρῶν ἐνεργείας. τὴν γὰρ οὐσίαν καὶ τὰς οὐσιώδεις ἐνεργείας αὐτῆς ἐν μεσότητι τῆς ἀμερίστου καὶ τῆς περὶ τοῖς σώμασι μεριζομένης φύσεως ὑποστάσας μέσον τι μέτρον αἰῶνος καὶ χρόνου συνέξει καὶ μετρήσει κατὰ τὸ δικαιότατον.

Μετὰ δὲ τὸν Πλωτῖνον καὶ ὁ Ἰάμβλιχος ἡμῖν ἡκέτω φῶς ἀνάψων καὶ αὐτὸς ταῖς ἡμετέραις νοήσεσι. λέγει οὖν καὶ αὐτὸς περὶ τοῦ πρώτου καὶ ἀμεθέκτου χρόνου ἐν τῷ εἰς τὰς Κατηγορίας ὑπομνήματι τὴν Ἀρχύτου λέξιν ἐξηγούμενος· οὐδὲ γὰρ ὡς ἡ τοῦ λύχνου φλὸξ οὕτως ἡ τοῦ ἀμεροῦς ἐνέργεια ἀεὶ γίνεται· οὔτε γὰρ αἰσθητὴ αὕτη γε οὔτε ῥέουσα μένει τε ἐν τῷ προϊέναι ἀεί τέ ἐστι καὶ ἀεὶ ἐνεργεῖ καὶ οὐδέποτε γίνεται, προέστηκε δὲ ἐν τῷ ἀκινήτῳ οὖσα ἀγένητος ἐν τῷ αὐτῷ κατʼ ἀριθμὸν εἴδει καὶ ἄφθαρτος. ἀλλὰ γίνεσθαί φησιν ἀεὶ τὸ νῦν. οἶμαι δὲ αὐτόθεν φαίνεσθαι, ὡς τὸ γινόμενον ποτὲ ἤρξατο γίνεσθαι καὶ οὐκ ἀεὶ γίνεται, καὶ ὅτι τὸ νῦν ἔστι καὶ οὐ γίνεται. εἰ δὲ γίνεται ἐν παρατάσει ἔχον τὸ κινεῖσθαι, οὐ γίνεται ἐν τῷ νῦν. ἠρεμία γὰρ μᾶλλον θεωρεῖται κατὰ τὸ νῦν καὶ οὐ κίνησις. ἀλλὰ συνεχές τί φησι καὶ κινήσεως μέτρον συνεχοῦς, καὶ αἴτιον γεννητικὸν τοῦ χρόνου τὸ ἀμερὲς ὑποληπτέον. ποῦ τοίνυν ὁ ῥέων καὶ γινόμενος χρόνος; ἢ ἐν τοῖς μετέχουσι. «γινόμενα γάρ, φησί, ταῦτα ἀεὶ οὐ δύναται τὴν ἐκείνου σταθερὰν οὐσίαν ἀκινήτως δέξασθαι, ἄλλοτε δὲ ἄλλοις μέρεσι τοῖς ἑαυτῶν ἐκείνης ἐφαπτόμενα τὸ ἑαυτῶν πάθημα ἐκείνης <!-- 9.793 -->καταψεύδεται. καὶ τὸ γίνεσθαι οὖν τούτοις ὑπάρξει τοῖς ἀεὶ μετέχουσι τοῦ νῦν, ἡ δὲ ἐν τοῖς ἄλλοτε ἄλλως ἔχουσι καθʼ ἓν συνεχὲς ταυτότης τοῦ νῦν ἀμεροῦς ἰδία.» ἔοικε δὴ ἐν τούτοις ἓν μὲν τὸ πρὸ τῶν μετεχόντων νῦν ἀγένητον ὑποτίθεσθαι, ἐκ δὲ τούτου τὰ τοῖς μετέχουσιν ἐνδιδόμενα. ὡς δὲ τὸ νῦν, οὕτω καὶ ὁ χρόνος εἷς μὲν ὁ πρὸ τῶν χρονιζομένων, πολλοὶ δὲ οἱ ἐν τοῖς μετέχουσι γινόμενοι, ἐν οἷς δὴ καὶ ὁ μὲν παρεληλυθώς, ὁ δὲ ἐνεστώς, ὁ δὲ μέλλων. «οὐ κατὰ εὐτρεπισμόν, φησίν, ὥς τινες οἴονται, τῶν ἡμετέρων πράξεων, ἀλλὰ καθʼ ὑπόστασιν χρόνου τὰς ἡμετέρας πράξεις εὖ διατάττοντος. οὐδὲ γὰρ τὸ πρῶτον καὶ δεύτερον, φησίν, τῶν πράξεων οἷόν τε συλλογίζεσθαι μὴ ὑφεστῶτος τοῦ χρόνου καθʼ ἑαυτόν, πρὸς ὃν ἀναφέρεται τὸ τεταγμένον τῶν πράξεων. ὅτι δὲ περιεκτικὸς ὁ χρόνος κατʼ αὐτὸν τῆς ψυχῆς, ἐκείνη δηλώσει ἡ λέξις «εἰκότως ἄρα αἰῶνος εἰκὼν κινητὴ ἀφώρισται ὁ χρόνος, ὡς τῆς ψυχῆς πρὸς τὸν νοῦν ἀπεικασθείσης καὶ τῶν λόγων αὐτῆς πρὸς τὰς νοήσεις ἀφομοιωθέντων, καὶ τοῦ νῦν ἀμεροῦς ἐν αὐτῇ πρὸς τὸ ἐν ἑνὶ μένον καὶ τὸ περιεκτικὸν πάντων τούτου πρὸς τὸ ἐκείνου ἅμα καὶ ἀεὶ τὰ ὄντα ἐν ἑαυτῷ περιέχον καὶ πρὸς τὸ ἐκείνου ἑστηκὸς καὶ τὸ τοῦδε κινούμενον ἀπεικασθὲν καὶ πρὸς τὸ μέτρον τῶν οὐσιῶν τὸ τῆς γενέσεως μέτρον ἀποτυπωθέν.» δῆλος οὖν ἐστι τὸν μὲν αἰῶνα τῶν ὄντως ὄντων περιεκτικὸν μέτρον τιθέμενος, τὸν δὲ χρόνον οὐσίαν μὲν αὐτόν, μετροῦσαν δὲ τὴν γένεσιν, πρώτην μὲν τὴν ψυχικήν, ἀπὸ δὲ ταύτης τὴν ἀπʼ αὐτῆς προϊοῦσαν, ἔνθα λοιπὸν κινήσει σύστοιχος καὶ ἀνυπόστατός ἐστιν ὁ χρόνος ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχων. βούλεται δὲ οὐ τὸ νῦν ἐνεστηκέναι μόνον, ἀλλὰ καὶ χρόνον μεταξὺ δύο περάτων. προσκείσθω δὲ καὶ τὰ ἀπὸ τῶν εἰς Τίμαιον ὑπομνημάτων. ἐν τοίνυν τῷ ὀγδόῳ βιβλίῳ τῷ Πλάτωνι μάλιστα παρακολουθῶν τὴν πρὸς τὸν αἰῶνα τοῦ χρόνου συνάρτησιν παραδίδωσι. διὸ καὶ περὶ ἐκείνου μάλιστα ποιεῖται τὸν λόγον τοῦ ἐξῃρημένου μὲν ἀπὸ τοῦ κόσμου, πάσης δὲ τῆς ἐν αὐτῷ κινήσεως τὰ μέτρα περιέχοντός τε καὶ χορηγοῦντος, ὃς ἄλλος ἂν εἴη οὗτος παρὰ τὸν ὑπὸ τῶν φυσικῶν ζητούμενον χρόνον. λέγει δὲ καὶ ἐν τῷ ϛ κεφαλαίῳ ταῦτα· «τὴν δὲ οὐσίαν αὐτοῦ τὴν κατʼ ἐνέργειαν τῇ προϊούσῃ διακοσμήσει καὶ συνταττομένῃ πρὸς τὰ δημιουργούμενα καὶ ἀχωρίστῳ τῶν ἀποτελουμένων ὑφʼ ἑαυτῆς ὑπαρχούσῃ ταύτῃ συντάττομεν. τὸν γὰρ διάκοσμον ἅμα οὐρανὸν ποιεῖν δηλοῖ τοῦτο, ὅτι συντέτακται τῇ διακοσμήσει τῇ ἀπὸ τοῦ δημιουργοῦ προελθούσῃ καὶ ἡ τοῦ χρόνου ὑπόστασις· καὶ δῆτα καὶ αὕτη προηγεῖται τῆς τοῦ οὐρανοῦ περιόδου, ὥσπερ δὴ καὶ ἡ διακοσμοῦσα αὐτὴν διακόσμησις προσεχῶς τε αὐτῆς προτέτακται κατὰ τὰ αὐτὰ ταῖς ἐκείνης ἐπιστασίαις· <!-- 9.794 -->ὅλην τε καὶ αὐτὴν ἀθρόος συνείληφε διωρισμένοις τισὶ πέρασιν ἅτε διασῴζουσα τὸν λόγον τῆς αἰτίας ἀφʼ ἧς παράγεται. τάξιν μὲν οὖν εἶναι τοῦ χρόνου καὶ ἡμεῖς συγχωροῦμεν οὐ μέντοι τὴν ταττομένην, ἀλλὰ τὴν τάττουσαν, οὐδὲ τὴν ἑπομένην τοῖς προηγουμένοις, ἀλλὰ τὴν ἀρχηγὸν τῶν ἀποτελουμένων καὶ πρεσβυτέραν· οὐδὲ τὴν μεριστῶς κατὰ λόγους ἢ κινήσεις ἢ ἄλλας διωρισμένας δυνάμεις ἀφωρισμένην, ἀλλὰ τὴν παντελῆ καθʼ ὅλας τὰς δημιουργικὰς ἀπογεννήσεις συμπεπληρωμένην. τὸ δὲ πρότερον καὶ ὕστερον ἐν τῇ τάξει οὐ κατὰ κινήσεων μεταβάσεις οὐδὲ κατὰ ζωῆς ἀνελίξεις οὐδὲ κατὰ κοσμικῶν γενέσεων διεξόδους οὐδὲ κατʼ ἄλλο οὐδὲν τοιοῦτον τιθέμεθα, ἀλλὰ κατʼ αἰτίων προήγησιν καὶ συμπλοκὴν συνεχῆ τῶν ἀπογεννήσεων καὶ πρωτουργὸν ἐνέργειαν καὶ δύναμιν ἐπιτελεστικὴν τῶν κινήσεων καὶ κατὰ τοιαῦτα πάντα ἀφοριζόμεθα. ἔτι τοίνυν οὐ μετὰ τῆς προϊούσης ἀπὸ τῆς ψυχῆς κινήσεως ἢ ζωῆς τὸν χρόνον καὶ ὁμοῦ τὸν οὐρανὸν λέγομεν ἀπογεννᾶσθαι, ἀλλʼ ἀπὸ τῆς προϊούσης ἀπὸ τοῦ δημιουργοῦ νοερᾶς διακοσμήσεως· μετὰ γὰρ ταύτης ὁ χρόνος τε ἐν αὐτῷ συνυπέστη καὶ ὁ κόσμος. καὶ αὐτὸς δὲ ὁ παλαιὸς διαρρήδην τὸν θεὸν διακοσμοῦντα καὶ παράγοντα τὸν χρόνον ὁμοῦ καὶ τὸν οὐρανὸν ποιεῖν ἀποφαίνεται. καὶ θείη ἄν τις αὐτὸν εἶναι μέτρον οὔ τοι κατὰ τὸ μετροῦν τὴν φορὰν ἢ τῇ κινήσει μετρούμενον ἢ δηλοῦν τὴν περιφορὰν ἢ δηλούμενον, ἀλλὰ κατὰ τὸ αἴτιον καὶ ἓν ὁμοῦ δὴ πάντων τούτων.» ταῦτα μὲν οὖν περὶ τοῦ ἐξῃρημένου τῆς γενέσεως καὶ καθʼ ἑαυτὸν ὑφεστηκότος γέγραφεν. ἅμα δὲ περὶ τούτου καὶ περὶ τοῦ ἀπʼ αὐτοῦ ἐνδιδομένου τῷ κόσμῳ ἐν τῷ ι κεφαλαίῳ τάδε γέγραφε· «διὰ δὴ ταῦτα καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως ὁμοιότατος αὐτὸς αὑτῷ κατὰ δύναμίν ἐστι καὶ ὁ χρόνος. καὶ προσέοικε τῷ αἰῶνι καὶ πρὸς ἑαυτὸν ὁμοιότατός ἐστι κατὰ τὸ δυνατὸν διὰ τὴν ἀμερῆ φύσιν, διὰ μιᾶς τε ἐνεργείας ἐνίσταται καὶ πρόεισι κατʼ αὐτὴν καὶ ὁρίζει πάντα τὰ γινόμενα ὡσαύτως, κἂν ᾖ διαφέροντα.» λέγει τοίνυν περὶ τούτων καὶ ἄλλην ἀπόδειξιν τοιαύτην· «τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν, ὁ δὲ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γέγονεν, ὥστε καὶ ὢν καὶ ἐσόμενος. ὃ τοίνυν ἐστὶν ὡς παράδειγμα ἐν τῷ νοητῷ, τοῦτο ὡς εἰκών ἐστιν ἐν τῷ γενητῷ. καὶ ὅπερ ἐστὶν ἐκεῖ κατʼ αἰῶνα, τοῦτο ἐνταῦθα κατὰ χρόνον. καὶ τὸ ἐν τῷ νοητῷ κατὰ τὸ εἶναι νῦν ἤδη παρόν, τοῦτο ἐν τοῖς τῇδε κατὰ συνέχειαν διὰ τέλους παραγίνεται. καὶ τὸ ὂν ὡσαύτως τὸ ἐν αὐτῷ γεγονός τε καὶ ὂν καὶ ἐσόμενον κατὰ τοὺς τῇδε τόπους ἐκφαίνεται. καὶ τὸ ἀδιάστατον ἐκεῖ διεστηκὸς ἐνταῦθα καθορᾶται. καὶ νῦν δὴ τοῦ χρόνου γέγονε κατάδηλος ἡ μέση διπλῆ φύσις, μέση μὲν αἰῶνός τε καὶ οὐρανοῦ, διπλῆ δὲ καθόσον συνυφίσταται μὲν πρὸς τὸν κόσμον, συντάττεται <!-- 9.795 -->δὲ πρὸς τὸν αἰῶνα, καὶ τοῦ μὲν ἡγεῖται, τῷ δὲ ἀφομοιοῦται.» τοιαύτη μέν τίς ἐστιν ἡ τῶν προκειμένων λέξεων τοῦ Τιμαίου σαφήνεια κατὰ τὸν θεῖον Ἰάμβλιχον.

Ἀλλὰ καὶ Πρόκλος ὁ ἐκ τῆς Λυκίας φιλόσοφος ὁ τῶν ἡμετέρων διδασκάλων καθηγεμὼν περὶ μὲν τοῦ χωριστοῦ χρόνου τὰ αὐτά πως τῷ Ἰαμβλίχῳ φιλοσοφεῖ καὶ οὐ μόνον νοῦν, ἀλλὰ καὶ θεὸν αὐτὸν ἀποδεικνύναι πειρᾶται, ὡς καὶ εἰς αὐτοψίαν ὑπὸ τῶν θεουργῶν κληθῆναι. τοῦτον δὲ τὰς μὲν εἴσω μενούσας ἐνεργείας ἀμεταβλήτους ἔχειν φησί, τὰς δὲ εἰς τὸ ἐκτὸς ἀποτεινομένας μεταβαλλομένας. περὶ μέντοι τοῦ μεθεκτοῦ καὶ ἀχωρίστου τῆς γενέσεως χρόνου τὰ αὐτὰ τῷ Ἀριστοτέλει διατάττεται νομίζων τὸν Ἀριστοτέλην κατὰ τὸ νῦν μόνον ὑφεστάναι λέγειν τὸν χρόνον. οἱ δὲ μετὰ Πρόκλον ἕως ἡμῶν σχεδόν τι πάντες οὐκ ἐν τούτῳ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τῷ Πρόκλῳ κατηκολούθησαν. Ἀσκληπιόδοτον ἐξαιρῶ λόγου τὸν ἄριστον τῶν Πρόκλου μαθητῶν καὶ Δαμάσκιον τὸν ἡμέτερον· ὧν ὁ μὲν διʼ ἄκραν εὐφυΐαν καινοτέροις ἔχαιρε δόγμασιν, ὁ δὲ Δαμάσκιος διὰ φιλοπονίαν καὶ τὴν πρὸς τὰ Ἰαμβλίχου συμπάθειαν πολλοῖς οὐκ ὤκνει τῶν Πρόκλου δογμάτων ἐφιστάνειν. ἐμοὶ δὲ πρὸς τὰς εἰρημένας τῶν δύο φιλοσόφων δόξας τοσοῦτον λεγέσθω, ὡς εἰ μὲν τὸ αἴτιον τοῦ χρόνου τὸ ἐν νοῖς καὶ θεοῖς ζητοῦντες νοῦν καὶ τοῦτο ἑστῶτα καὶ θεὸν ἔλεγον, ἀνάγκη δέχεσθαι· καὶ γὰρ τῆς κινήσεως καὶ τῆς γενέσεως εἴ τις τὰς πρώτας αἰτίας ζητεῖ, νοῦν πάντως καὶ θεὸν εὑρήσει. καὶ θαυμαστὸν οὐδὲν εἰ καὶ ὀνόμασιν αὐτὸν καλοίη τοῖς αὐτοῖς, ἐπειδὴ πολλαχοῦ τοῦτο τοῖς θεολόγοις ἤρεσεν, ἴσως δὲ καὶ αὐτοῖς τοῖς θεοῖς. εἰ μέντοι τις τὸν συνεγνωσμένον τοῦτον ζητεῖ χρόνον τὸν τῇ κινήσει συνυπάρχοντα, οὔτε ἀκίνητον οὔτε ἅμα ὅλον ὑφεστῶτα οὔτε νοῦν οἶμαι λέγειν δυνατόν, ὥσπερ οὐδὲ τὴν κίνησιν ἀκίνητον οὐδὲ ἅμα ὅλην ὑφεστῶσαν ἔστιν ἐπινοεῖν.

Ἀλλʼ ὅπερ ἡμῖν λοιπὸν τῶν περὶ χρόνου προβλημάτων ὑπολέλειπται, τοῦτο νῦν μεταχειριστέον τὰς ἀπορίας τὰς ὑπὸ τοῦ Ἀριστοτέλους ἐν ἀρχῇ ῥηθείσας πρὸς τὴν χρόνου ὑπόστασιν ταύτας διαλῦσαι. δῆλον γὰρ ὅτι τούτων μὴ λυθεισῶν καὶ εἰ ἔστιν ὅλως ὁ χρόνος οὐδεὶς βεβαίως πεισθήσεται. σπουδῆς δὲ ἀξία μάλιστά ἐστιν ἡ τῶν ἀποριῶν λύσις, ὅτι καὶ αὐτὸς Ἀριστοτέλης ἐν τοῖς περὶ τόπου λόγοις τὰς ἐν ἀρχῇ ῥηθείσας ἀπορίας ἐπὶ τῷ πέρατι διαλύσας ταύτας ἀλύτους καταλέλοιπε. καὶ τῶν μετʼ αὐτὸν δὲ ἐξηγητῶν οὐδεὶς αὐτῶν οἶμαι τὰς λύσεις παραδέδωκεν οὐδὲ ὁ φιλοπονώτατος τῶν αὐτοῦ ἐξηγητῶν ὁ ἐξ Ἀφροδισιάδος Ἀλέξανδρος. ἵνα δὲ πρόχειρος ἡ τῶν ἠπορημένων ἀνάμνησις γένηται, τὰ τοῦ Ἀριστοτέλους ἡμῖν προκείσθω <!-- 9.796 -->ῥήματα· «ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἢ μόλις καὶ ἀμυδρῶς, ἐκ τούτων ἄν τις ὑποπτεύσειε. τὸ μὲν γὰρ αὐτοῦ γέγονε καὶ οὐκ ἔστι, τὸ δὲ μέλλει καὶ οὔπω ἔστιν. ἐκ δὲ τούτων καὶ ὁ ἄπειρος καὶ ὁ ἀεὶ λαμβανόμενος χρόνος σύγκειται. τὸ δὲ ἐκ μὴ ὄντων συγκείμενον ἀδύνατον ἂν εἶναι δόξειε μετέχειν οὐσίας. πρὸς δὲ τούτοις παντὸς μεριστοῦ, ἄνπερ ᾖ, ἀνάγκη ὅτε ἔστιν ἢ πάντα τὰ μέρη ἢ ἔνια εἶναι. τοῦ δὲ χρόνου τὰ μὲν γέγονε, τὰ δὲ μέλλει, ἔστι δὲ οὐδὲν ὄντος μεριστοῦ. τὸ δὲ νῦν οὐ μέρος· μετρεῖται γὰρ τὸ μέρος, καὶ συγκεῖσθαι δεῖ τὸ ὅλον ἐκ τῶν μερῶν· ὁ δὲ χρόνος οὐ δοκεῖ συγκεῖσθαι ἐκ τῶν νῦν· ἔτι δὲ τὸ νῦν, ὃ φαίνεται διορίζειν τὸ παρελθὸν καὶ τὸ μέλλον, πότερον ἓν καὶ ταὐτὸν ἀεὶ διαμένει ἢ ἄλλο καὶ ἄλλο, οὐ ῥᾴδιον ἰδεῖν. εἰ μὲν γὰρ ἀεὶ ἕτερον καὶ ἕτερον, μηδὲν δέ ἐστι τῶν ἐν τῷ χρόνῳ ἄλλο καὶ ἄλλο ἅμα μέρος, καὶ μὴ περιέχει, τὸ δὲ περιέχεται, ὥσπερ ὁ ἐλάττων χρόνος ὑπὸ τοῦ πλείονος, τό τε νῦν μὴ ὂν πρότερον δὲ ὂν ἀνάγκη ἐφθάρθαι ποτέ, καὶ τὰ νῦν ἅμα μὲν ἀλλήλοις οὐκ ἔσται, ἐφθάρθαι δὲ ἀεὶ ἀνάγκη τὸ πρότερον. ἐν αὑτῷ μὲν ἐφθάρθαι τὸ νῦν οὐχ οἷόν τε διὰ τὸ εἶναι τότε, ἐν ἄλλῳ δὲ νῦν ἐφθάρθαι τὸ πρότερον νῦν οὐκ ἐνδέχεται. ἔστω γὰρ ἀδύνατον ἐχόμενα ἀλλήλων εἶναι τὰ νῦν ὥσπερ στιγμὴν στιγμῆς. εἴπερ οὖν ἐν τῷ ἐφεξῆς οὐκ ἔφθαρται, ἀλλʼ ἐν ἄλλῳ, ἐν τοῖς μεταξὺ νῦν ἀπείροις οὖσιν ἅμα ἂν εἴη· τοῦτο δὲ ἀδύνατον. ἀλλὰ μὴν οὐδὲ τὸ αὐτὸ ἀεὶ διαμένειν δυνατόν· οὐδενὸς γὰρ διαιρετοῦ πεπερασμένου ἓν πέρας ἐστίν, οὔτʼ ἂν ἐφʼ ἓν ᾖ συνεχὲς οὔτʼ ἂν ἐπὶ πλείω. τὸ δὲ νῦν πέρας ἐστί, καὶ χρόνον ἔστι λαβεῖν πεπερασμένον. ἔτι εἰ τὸ ἅμα εἶναι κατὰ χρόνον καὶ μήτε πρότερον μήτε ὕστερον τὸ ἐν τῷ αὐτῷ εἶναι καὶ ἐν τῷ νῦν, εἰ τὰ πρότερον καὶ ὕστερον γινόμενα ἐν τῷ νῦν τῳδί ἐστιν, ἅμα ἂν εἴη τὰ εἰς ἔτος γενησόμενα μυριοστὸν τοῖς γινομένοις τήμερον καὶ οὔτε πρότερον οὔτε ὕστερον οὐδὲν ἄλλο ἄλλου.»

Ταύτας τοίνυν τὰς ἀπορίας ὁ φιλόσοφος Δαμάσκιος λύειν ἐπιχειρεῖ τὸν ἐνεστῶτα χρόνον οὐ κατὰ τὸ ἀμερὲς νῦν λαμβάνειν ἀξιῶν. πέρας γὰρ χρόνου τὸ τοιοῦτο νῦν καὶ οὐ χρόνος. τοῦ δὲ περατουμένου μὴ ὄντος οὐδʼ ἂν τὸ πέρας ὑφεστήξεται· οὐ μέντοι οὔτε κίνησις οὔτε μεταβολή τις ἐν τῷ τοιούτῳ νῦν φανεῖται. μεριστὸν γάρ τι ἐν ἀμερεῖ πῶς ὑποστήσεται; ἀλλὰ ταῦτα μὲν καὶ αὐτὸς ἂν ὁ ἀπορῶν εἴποι λόγος· «θαυμάζω δὲ ἔγωγε, φησὶν οὕτως καὶ τοῖς ῥήμασι λέγων, πῶς τὸν μὲν Ζήνωνος ἐπιλύονται λόγον, ὡς οὐ κατά τι ἀδιαίρετον τῆς κινήσεως ἐπιτελουμένης, ἀλλὰ καθʼ ὅλον βῆμα <!-- 9.797 -->προκοπτούσης ἀθρούστερον, καὶ οὐκ ἀεὶ τὸ ἥμισυ πρὸ τοῦ ὅλου, ἀλλὰ ποτὲ καὶ ὅλον καὶ μέρος οἷον ὑπεραλλομένης. οὐ συνενόησαν δὲ οἱ τὸ ἀδιαίρετον μόνον νῦν εἶναι λέγοντες τὸ αὐτὸ καὶ ἐπὶ τοῦ χρόνου συμβαῖνον ἅτε συνόντος ἀεὶ τῇ κινήσει καὶ οἷον συμπαραθέοντος, ὥστε καὶ συμβηματίζοντος ὅλῳ πηδήματι συνεχεῖ καὶ οὐ κατὰ τὸ νῦν διεξιόντος ἐπʼ ἄπειρον, καὶ ταῦτα κινήσεως μὲν οὔσης ἐναργοῦς ἐν τοῖς πράγμασι, τοῦ Ἀριστοτέλους οὕτω δεικνύντος λαμπρῶς, ὅτι οὐδὲν ἐν τῷ νῦν κινεῖται οὐδὲ μεταβάλλεται, ἀλλʼ ἐν τούτῳ μὲν κεκίνηται καὶ μεταβέβληται, μεταβάλλεται δὲ καὶ κινεῖται πάντως ἐν χρόνῳ. τὸ γοῦν ἅλμα τῆς κινήσεως μέρος ὂν κινήσεως τὸ ἐν τῷ κινεῖσθαι, οὐκ ἐν τῷ νῦν ἔσται κινούμενον, οὐδὲ ἐν μὴ ἐνεστῶτι χρόνῳ τό γε ἐνεστώς. ὥστε ἐν ᾧ κίνησις ἡ ἐνεστῶσα, χρόνος οὗτός ἐστιν ὁ ἐνεστὼς ἄπειρος ὢν τῇ διαιρέσει ἀπείρου οὔσης· ἑκάτερον γὰρ συνεχές. πᾶν δὲ συνεχὲς ἐπʼ ἄπειρον διαιρετόν.» ταῦτα εἰπὼν καὶ τὴν Ἀριστοτέλους παρατίθεται ῥῆσιν, ἐν ᾗ τὴν Ζήνωνος ἀπορίαν ἐπιλύεται ἔχουσαν οὕτως· «αἱ γὰρ αὐταὶ διαιρέσεις ἔσονται τοῦ χρόνου καὶ τοῦ μεγέθους καὶ εἰ ὁποτερονοῦν ἄπειρον, καὶ θάτερον, καὶ ὡς θάτερον, καὶ θάτερον, οἷον εἰ μὲν τοῖς ἐσχάτοις ἄπειρος ὁ χρόνος, καὶ τὸ μῆκος τοῖς ἐσχάτοις, εἰ δὲ τῇ διαιρέσει, τῇ διαιρέσει καὶ τὸ μῆκος, εἰ δὲ ἀμφοῖν ὁ χρόνος, ἀμφοῖν καὶ τὸ μέγεθος. διόπερ καὶ ὁ Ζήνωνος λόγος ψεῦδος λαμβάνει τὸ μὴ ἐνδέχεσθαι τὰ ἄπειρα διελθεῖν ἢ ἅψασθαι, τῶν ἀπείρων καθʼ ἕκαστον ἐν πεπερασμένῳ χρόνῳ· διχῶς γὰρ λέγεται καὶ ὁ χρόνος καὶ τὸ μῆκος ἄπειρον καὶ ὅλως πᾶν τὸ συνεχές, ἤτοι κατὰ διαίρεσιν ἢ τοῖς ἐσχάτοις. τῶν μὲν οὖν κατὰ τὸ ποσὸν ἀπείρων οὐκ ἐνδέχεται ἅψασθαι ἐν πεπερασμένῳ χρόνῳ, τῶν δὲ κατὰ διαίρεσιν ἐνδέχεται. καὶ γὰρ αὐτὸς ὁ χρόνος οὕτως ἄπειρος. ὥστε ἐν τῷ ἀπείρῳ καὶ οὐκ ἐν τῷ πεπερασμένῳ συμβαίνει διιέναι τὸ ἄπειρον καὶ ἅπτεσθαι τῶν ἀπείρων τοῖς ἀπείροις, οὐ τοῖς πεπερασμένοις.» ἐκ δὴ τούτων φανερὸν ὅτι ἐν τοῖς συνεχέσιν οὐ βούλεται ἐνεργείᾳ εἶναι, οὐ μέντοι οὐδὲ τὸ ὅλον ἀθρούστερον βῆμα οὐδὲ τὸ τοῦ ὅλου μέρους ἅλμα δοκεῖ μοι λόγον ἔχειν ἐπὶ τῆς κινήσεως ἢ ἐπὶ τοῦ χρόνου λεγόμενον. ἐπὶ μὲν γὰρ τοῦ τόπου, οὗ τὰ μόρια ὑπομένει, δυνατὸν οἶμαι τὴν τοιαύτην σύλληψιν θεωρεῖν, ἐπὶ μέντοι τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων οὐκ ἂν εἴη τι ἀθρόον λαβεῖν, πλὴν εἰ μὴ κατὰ τὴν ἡμετέραν ἐπίνοιαν, τὸ γὰρ ἄθρουν ἐκεῖνο ἀνάγκη μὴ ὡς ῥέον ἀλλʼ ὡς ἑστηκὸς λαβεῖν καὶ μὴ ὡς γινόμενον ἀλλʼ ὡς ὄν. καίτοι τί ἐστι τοιοῦτον ἐν τοῖς τὸ ὂν ἐν τῷ γίνεσθαι ἔχουσιν; ἀλλὰ τούτοις μᾶλλον προσεκτέον ὑπὸ τοῦ φιλοσόφου Δαμασκίου καὶ τοῖς ῥηθεῖσιν αὐταῖς λέξεσι· «τὸ δʼ αὖ ἀεὶ μηδέποτε ὂν συνηγμένον εἰς ἕν, ἐν δὲ τῷ γίνεσθαι τὸ εἶναι ἔχον, τοῦτον εἶναι τὸν χρόνον ὡς ἡμέραν καὶ νύκτα <!-- 9.798 -->καὶ μῆνα καὶ ἐνιαυτόν. οὐδὲν γὰρ τούτων ἀθρόον οὐδὲ ὁ ἀγών — καίτοι πάρεστιν ὁ ἀγών, ἀλλὰ κατὰ μέρος ἐπιτελούμενος — οὐδὲ ὄρχησις — καὶ αὐτὴ γὰρ κατὰ μέρος· ἀλλʼ ὅμως ὀρχεῖσθαι λέγεταί τις ἐνεστῶσαν ὄρχησιν. οὕτω δὴ καὶ τὸν σύμπαντα χρόνον ἐφεστάναι γινόμενον, ἀλλʼ οὐκ ὄντα. καὶ γὰρ τὰ κοινὰ τῶν εἰδῶν ἀίδια λέγειν ἡμᾶς ὡς ἀεὶ γένη, καὶ ῥέοντα μὲν κατʼ ἀριθμόν, ἑστῶτα δὲ τὰ αὐτὰ κατʼ εἶδος. καὶ τὴν συνέχειαν κατὰ τοῦτο σῴζειν τριχῇ ταύτην διαιρουμένην ὡς πρὸς ἡμᾶς καὶ τὸν καθʼ ἡμᾶς ἐνεστῶτα χρόνον. ἄλλοις γοῦν ἄλλος ὁ ἐνεστώς, ἐπεὶ καθʼ ἑαυτόν γε ὁ χρόνος εἷς συνεχής. τούτων οὖν καλῶς εἰρημένων δυνάμει ῥητέον εἶναι τὴν τοῦ χρόνου διαίρεσιν. καὶ τὸ ἀμερὲς νῦν δυνάμει, τὴν δὲ ἡμετέραν ἐπίνοιαν διαιρεῖν, καὶ τὸ νῦν ὑφιστάνειν τοῦτο ὡς πέρας καὶ τὸ ἀμερές, καὶ συλλαμβάνειν ὡς ἑστηκότα μέτρα τινὰ τοῦ χρόνου, οὐ καθʼ ἓν εἶδος ἀφορίζοντας, οἷον ἡμέρας καὶ μῆνας καὶ ἐνιαυτούς. καίτοι ἡ τῶν εἰδῶν τούτων ἀπόστασις κατέχει μὲν τοῦ εἶναι μεγάλης τινὸς μοίρας, ἀλλʼ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. κἂν ἀθρόον τις τὸ εἶδος στῆσαι βουληθῇ, οὐκέτι ταὐτὸν τοῦτο ἐν γενέσει λαμβάνει, ἀλλὰ τὸ χωριστὸν καὶ ἐξῃρημένον οὐ κατὰ μέθεξιν ῥέουσαν, ὥσπερ ὁ ποταμὸς ὑφίσταται, τὸ τῇδε. καὶ γὰρ τῶν ποταμῶν ἕκαστόν ἐστιν εἶδος ἑστηκός, ἀφʼ οὗ ὁ ῥέων ποταμὸς ὑφίσταται ἐν ῥοῇ τὸ εἶδος δεχόμενος. καὶ ἂν στήσῃς τὸν ποταμόν, οὐκέτι ὁ ποταμὸς ἔσται. οὕτως οὖν καὶ τὸ ἐνεστὼς καὶ τὸ παρεληλυθὸς καὶ τὸ μέλλον κατʼ εἶδος μὲν ἐν τῷ ἑνὶ εἴδει συνείληπται τοῦ χρόνου, ἀνελίττεται δὲ ἐν τῇ γενέσει, τὸ μὲν ἀεὶ προϊὸν εἰς τὸ εἶναι ὑφεστὼς λεγόμενον, τὸ δὲ ἐφθαρμένον παρεληλυθός, τὸ δὲ μήπω ὂν μέλλον. χρόνος δὲ ὁ σύμπας ἐστὶν ἐνδελεχῶς ῥέων ὥσπερ καὶ ἡ κίνησις, κἂν ἀπολαβὼν τὸν ἐνεστῶτα ὡς ἐνεργείᾳ τοῖς νῦν ἑκατέρωθεν περατούμενον ἀθρόον στήσῃ, ἀπολέσας τὸ τοῦ χρόνου εἶδος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, ὥσπερ ἡ κίνησις. οἶμαι οὖν τὴν ἀπορίαν γίνεσθαι τῆς ψυχῆς κατὰ τὰ ἐν αὐτῇ ἑστῶτα εἴδη πάντα γινώσκειν ἐπιχειρούσης. οὕτως γοῦν καὶ τὴν κίνησιν ἵστησιν, εἰδητικῶς αὐτὴν καὶ οὐ κατὰ τὴν σύμφυτον αὐτῇ ῥοὴν γινώσκειν ἐπιχειροῦσα. καὶ ὥσπερ τὴν νοητὴν ἕνωσιν διακρίνει μὴ δυναμένη συνελεῖν τὴν ἐκείνης παντότητα, ἀλλʼ ἰδίᾳ μὲν δικαιοσύνην, ἰδίᾳ δὲ σωφροσύνην, ἰδίᾳ δὲ ἐπιστήμην καθορῶσα, καίτοι ἑκάστου τῶν ἐκεῖ παντὸς ὄντος. καὶ συλλογίζεται ὅτι ἀθάνατος ἡ ψυχὴ τρεῖς ὅρους τιθεῖσα, ψυχὴν αὐτοκίνητον ἀθάνατον, καίτοι τῆς ψυχῆς καθὸ ψυχὴ καὶ τὸ αὐτοκίνητον καὶ τὸ ἀθάνατον ἐν ἑαυτῇ ἐχούσης· ὡς οὖν ταῦτα πάσχει πρὸς τὰ νοητὰ καὶ ἡνωμένα τῶν ὄντων διακρίνουσα ἐν ἑαυτῇ τὴν ἐκείνων ἕνωσιν, καὶ τοιαῦτα εἶναι νομίζουσα οἵα τίς ἐστιν ἡ ἐν αὐτῇ περὶ ἐκείνων γνῶσις, οὕτως οἶμαι τῇ στάσει τῶν ἐν αὐτῇ εἰδῶν <!-- 9.799 -->ἱστάνειν ἐπιχειρεῖ τὸν ποταμὸν τῆς γενέσεως καὶ τρία μέρη χρόνου περιγράφουσα διωρισμένα κατὰ τὸ ἐνεστὼς ἵστησιν, ἀφωρισμένον τι ἀθρόον συλλαμβάνουσα. μέση γὰρ οὖσα τὴν οὐσίαν τῶν τε γινομένων καὶ τῶν ὄντων ἑκάτερα κατὰ τὴν ἑαυτῆς φύσιν νοεῖν ἐπιχειρεῖ, τὰ μὲν διακρίνουσα κατὰ τὸ χεῖρον μὲν ἐκείνων ἑαυτῇ δὲ συμφυέστερον, τὰ δὲ συνάγουσα κατὰ τὸ κρεῖττον μὲν τῆς γενέσεως, ἑαυτῇ δὲ γνωριμώτερον. οὕτω γοῦν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτὸν γινώσκει συναιροῦσα εἰς ἓν εἶδος ἕκαστον καὶ ἀποτομὰς τοῦ ὅλου χρόνου τοῦ ῥέοντος περιγράφουσα. εἰ οὖν μὴ κενεμβατεῖ παντελῶς ἡ ἐμὴ ἔννοια ταῦτα λέγουσα, ἐκ ταύτης ἀξιῶ τὰς πρὸς τὸν χρόνον ἀπορίας διαλύειν. τούτων γὰρ ἡ μὲν πρώτη φησίν· ἐπεὶ μήτε τὸ παρεληλυθὸς ἔστι μήτε τὸ μέλλον, ἐκ δὲ τούτων καὶ ἄπειρος ὁ ἀεὶ λαμβανόμενος χρόνος σύγκειται, τὸ ἐκ μὴ ὄντων συγκείμενον ἀδύνατον ἂν εἶναι δόξειε μετέχειν οὐσίας. καὶ δῆλον ὅτι ὁ ταῦτα ἀπορῶν οὐ προσποιεῖται τὴν ῥοὴν τῆς γενέσεως, οὐδὲ ὁρίζει τῶν ἅμα ὅλων ὑφεστώτων τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, ἐφʼ ὧν τὸ ἀνάπαλιν ἄν τις εἴποι, ὅτι εἰ μὴ τὸ μὲν γέγονεν αὐτῶν, τὸ δὲ οὔπω ἔστιν, ἤτοι ἔνια ἢ πάντα τὰ μέρη εἶναι. ὅλως γὰρ τὸ εἶναι τούτοις οὐ προσήκει, ἀλλὰ τὸ γίνεσθαι. καὶ ἔστιν οὗτος ὁ τῆς ὑποστάσεως αὐτῶν τρόπος ὅλου ῥέοντος τοῦ εἴδους ἐνδελεχῶς. ἐπειδὴ δὲ ὁ κατὰ τὸ νῦν ἑστὼς ὑφεστάναι καὶ εἶναι δοκεῖ καὶ ταύτῃ λύειν δυνατὸν εἶναι δοκεῖ τὴν ἀπορίαν, ὅτι μέρος τι τοῦ μεριστοῦ ἐστι, δεικνύουσιν ὅτι τὸ νῦν οὐκ ἔστι μέρος τοῦ χρόνου ἐκ δυοῖν ἐπιχειρημάτων· πᾶν μέρος μετρεῖ τὸ ὅλον, ὥστε καὶ τὸ τοῦ χρόνου μέρος. εἰ οὖν τὸ νῦν ἀμερὲς ὂν οὐ μετρεῖ τὸν χρόνον συνεχῆ ὄντα, δῆλον ὅτι τὸ νῦν οὐκ ἀεὶ μέρος τοῦ χρόνου. ἔτι δὲ καὶ οὕτω δείκνυσι· τὸ μέρος τοῦ χρόνου συντίθησι τὸν ὅλον χρόνον· μέρος γάρ ἐστιν ἐξ οὗ σύγκειται τὸ ὅλον· τὸ δὲ νῦν οὐ συντίθησι τὸν χρόνον — οὐ γὰρ σύγκειται ἐκ τῶν νῦν, ὡς δείκνυσιν ἐν τοῖς περὶ κινήσεως· τὸ ἄρα νῦν οὐκ ἔστι μέρος χρόνου. καὶ ἔστω ταῦτα καλῶς λεγόμενα. οὐδὲ γὰρ κατὰ τοῦτο τὸ νῦν ἕστηκεν ὁ χρόνος. οὐδὲ γάρ ἐστιν ἐνεργείᾳ τὸ νῦν ἀφωρισμένον, ὡς ὅ γε διδοὺς εἶναι τὸ νῦν πέρας ὂν χρόνου πάντως δώσει καὶ τὸ περατούμενον. αἱ δὲ ἐφεξῆς ἀπορίαι πειρῶνται δεικνύναι, ὅτι τὸ νῦν οὐ πέρας χρόνου ἀνυπόστατόν ἐστιν, ἀλλʼ οὐδʼ ὥσπερ χρόνου ἔχειν τινὰ ὑπόστασιν δύναται, εἴπερ ἀνάγκη μέν, εἰ πάρεστιν, ἢ τὸ αὐτὸ διαμένειν ἢ ἄλλο καὶ ἄλλο γίνεσθαι· ἑκάτερον δὲ ἀδύνατον δείκνυται. ταῦτα δὲ ὥσπερ ἐνεργείᾳ τοῦ νῦν ὑποτιθεμένου λέγεται καὶ ὡς μέρος χρόνου λαμβανομένου, ὧν οὐδέτερον ἀληθές. ἔπειτα δὲ ἀξιοῖ, εἰ φθείρεται τὸ νῦν, ἢ ἐν ἑαυτῷ φθείρεσθαι ἢ ἐν ἄλλῳ νῦν, ἐπειδὴ τὸ φθειρόμενον ἐν χρόνῳ φθείρεται, ὥσπερ τὸ γινόμενον ἐν χρόνῳ γίνεται. καὶ δῆλον ὅτι οὗτος ὁ <!-- 9.800 -->λόγος χρόνου χρόνον ἀπαιτεῖ. καίτοι κινήσεως εἶναι κίνησιν αὐτὸς ἀπέφηνε. καὶ ὅλως εἰ τῶν μέτρων μέτρα πειραθῶμεν λαβεῖν, ἐπʼ ἄπειρον ἥξομεν τοῦ μετρητικοῦ πήχεος ἄλλον πῆχυν μετρητικὸν ὡς μετρητὸν λαμβάνοντες καὶ πρὸ τῶν ἀριθμῶν ἀριθμοὺς τιθέντες. εἰ δὲ ταῦτα ἄτοπα, ἀρκοῦντος ἑκάστου τῆς ἑαυτοῦ ἰδιότητος τοῖς ἄλλοις δεομένοις αὐτῆς μεταδιδόναι, οὐ μέντοι καὶ αὐτοῦ χρῄζοντος μεταλαβεῖν τούτου ὅπερ ἐστίν, ἄτοπον καὶ ἐκεῖνο. εἰ δὲ καὶ λέγοι τις χρῄζειν, βιαζόμενος ὡς οἶμαι λέγει, καὶ ἀρέσκει ὅμως ἑαυτῷ μεταδιδόναι. ὥστε οὐκ ἀνάγκη τὸν χρόνον ἐν χρόνῳ φθείρεσθαι οὐδὲ τὸ νῦν ἐν τῷ νῦν. ἀλλʼ οὐδὲ ἅμα πλείονα εἶναι δυνατόν. ἐν γὰρ τῇ ῥύσει τοῦ χρόνου κατὰ τὴν ὁποιανοῦν καὶ ὑπονοουμένην στάσιν ἡ τοῦ νῦν θεωρεῖται ὑπόστασις. ἀλλὰ πῶς, εἰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὁ χρόνος κινούμενος καὶ αὐτός, οὐ δεήσεται χρόνου τοῦ μετροῦντος καὶ τάττοντος τὰ τοῦ χρόνου μέρη, ὥστε μὴ ἐπισυγχυθῆναι ἀλλήλοις; ἢ οὕτω κινεῖται ὁ χρόνος, ὡς τῇ κινήσει συμπαρομαρτῶν μέτρον ὂν τῆς κινήσεως. καὶ γὰρ καὶ ὁ πῆχυς συνδιίσταται τῷ μετρουμένῳ μένων ἐν τῇ τοῦ μέτρου ἰδιότητι καὶ ἀνενδεὴς ὢν τοῦ μετροῦντος.» ἐκ δὲ τούτων τῶν λύσεων καὶ τὰς τοῦ Στράτωνος ἀπορίας περὶ τοῦ μὴ εἶναι τὸν χρόνον διαλύειν δυνατὸν καὶ αὐτὰς τὰς τῷ Ἀριστοτέλει διεσκεδασμένας καὶ τὸ νῦν ἐνεργείᾳ λαμβανούσας. ἀλλʼ ὅτῳ ταῦτα πρὸς διάλυσιν μὴ ἀρκεῖ τῶν εἰρημένων, ἐντυγχανέτω τῷ τοῦ φιλοσόφου Δαμασκίου Περὶ χρόνου συγγράμματι. τίνος δʼ εἵνεκεν ἄρα τὰς ἀπορίας ἃς προύλαβεν οὐ διέλυσεν ὁ Ἀριστοτέλης; ἢ ὅτι τῆς νῦν ἀμερείας ὁ λόγος ἐδεῖτο καὶ τοῦ μὴ εἶναι ἐνεργείᾳ τὸ νῦν, ἅπερ ἐν τῷ ἕκτῳ βιβλίῳ τῆσδε τῆς πραγματείας ἐν τοῖς περὶ κινήσεως λόγοις ἀποδείκνυσιν, ἐν οἷς πολλὰ περὶ τῆς πρὸς ἄλληλα σχέσεως τοῦ τε χρόνου καὶ τῆς κινήσεως διδάσκει καὶ καλὰ θεωρήματα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uzu-add`.
