---
title: The Sibylline Oracles
author: Sibylline Oracles
eul_wid: miu-aa
eul_aid: miu
canonical: "https://eulogikon.org/works/sibylline-oracles-miu-aa"
lang: grc
content_hash: "sha256:4c37d92efc88975fd564f39175972a3fde9788d0e15116a0e06edd61175d8a38"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# The Sibylline Oracles

**Author:** Sibylline Oracles

**eul_wid:** `miu-aa` · [HTML page](https://eulogikon.org/works/sibylline-oracles-miu-aa)

## Text

<!-- P -->Εἰ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν Ἑλληνικῶν γραφῶν ἐκπονεῖν  

πολλὴν τοῖς ἐκτελοῦσι τὴν ὠφέλειαν ἀπεργάζεται, ἅτε πολυ-  

μαθεῖς τοὺς περὶ ταῦτα πονήσαντας ἐκτελέσαι δυνάμενον,  

πολλῷ μᾶλλον περὶ τὰς θείας γραφὰς ἅτε περὶ θεοῦ καὶ τῶν  

<!-- 5 -->ὠφέλειαν ψυχικὴν προξενούντων δηλούσας τοὺς εὖ φρονοῦντας  

προσήκει σχολάζειν διὰ παντὸς διπλοῦν ἐκεῖθεν τὸ κέρδος κερδαί-  

νοντας ἑαυτούς τε καὶ τοὺς ἐντυγχάνοντας ὠφελεῖν δυναμέ-  

νους. ἔδοξε τοίνυν διὰ ταῦτα κἀμὲ τοὺς ἐπιλεγομένους Σιβυλ-  

λιακοὺς χρησμοὺς σποράδην εὑρισκομένους καὶ συγκεχυμένην τὴν  

<!-- 10 -->τούτων ἀνάγνωσιν καὶ ἐπίγνωσιν ἔχοντας εἰς μίαν συνάφειαν  

καὶ ἁρμονίαν ἐκθέσθαι τοῦ λόγου, ὡς ἂν εὐσύνοπτοι τοῖς ἀνα-  

γιγνώσκουσιν ὄντες τὴν ἐξ αὐτῶν ὠφέλειαν τούτοις ἐπιβρα-  

βεύσωσιν οὐκ ὀλίγα τῶν ἀναγκαίων καὶ χρησίμων δηλοῦντες  

καὶ πολυτελεστέραν ἅμα καὶ ποικιλωτέραν τὴν πραγματείαν ἀπερ-  

<!-- 15 -->γαζόμενοι. καὶ γὰρ περί τε πατρὸς καὶ υἱοῦ καὶ ἁγίου  

πνεύματος, τῆς θείας καὶ ζῳαρχικῆς τριάδος, ἀριδήλως διασα-  

φοῦσι περί τε τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου καὶ θεοῦ  

καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς ἐκ παρθένου φημὶ  

ἀρρεύστου γεννήσεως καὶ τῶν παρʼ αὐτοῦ τελεσθεισῶν ἰάσεων  

<!-- 20 -->ὡσαύτως τοῦ ζῳοποιοῦ πάθους αὐτοῦ καὶ τῆς ἐκ νεκρῶν  

τριημέρου ἐγέρσεως καὶ τῆς μελλούσης γενέσθαι κρίσεως καὶ  

ἀνταποδόσεως ὧν ἐν τῷ βίῳ τούτῳ ἐπράξαμεν ἅπαντες· πρὸς  

τούτοις τὰ ἐν ταῖς Μωσαϊκαῖς γραφαῖς καὶ ταῖς τῶν προφητῶν  

βίβλοις δηλούμενα περί τε τῆς κοσμικῆς κτίσεως καὶ τῆς τοῦ  

<!-- 25 -->ἀνθρώπου πλάσεως καὶ ἐκπτώσεως τοῦ παραδείσου καὶ αὖθις  

ἀναπλάσεως τρανῶς διαλαμβάνουσι· περί τινων γεγονότων ἢ  

καὶ ἴσως γενησομένων ποικίλως προλέγουσι· καὶ ἁπλῶς εἰπεῖν  

οὐ μικρῶς ὠφελεῖν τοὺς ἐντυγχάνοντας δύνανται.  

Σίβυλλα δὲ Ῥωμαϊκὴ λέξις ἑρμηνευομένη προφῆτις ἤγουν  

<!-- 30 -->μάντις· ὅθεν ἑνὶ ὀνόματι αἱ θήλειαι μάντιδες ὠνομάσθησαν,  

Σίβυλλαι τοίνυν, ὡς πολλοὶ ἔγραψαν, γεγόνασιν ἐν διαφόροις  

χρόνοις καὶ τόποις τὸν ἀριθμὸν δέκα. πρώτη οὖν ἡ Χαλδαία  

ἤγουν ἡ Περσὶς ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη, ἐκ τοῦ  

γένους οὖσα τοῦ μακαριωτάτου Νῶε, ἡ τὰ κατὰ Ἀλέξανδρον  

<!-- 35 -->τὸν Μακεδόνα λεγομένη προειρηκέναι· ἧς μνημονεύει Νικάνωρ ὁ  

τὸν Ἀλεξάνδρου βίον ἱστορήσας· δευτέρα Λίβυσσα, ἧς μνήμην  

ἐποιήσατο Εὐριπίδης ἐν τῷ προλόγῳ τῆς Λαμίας· τρίτη Δελφὶς  

ἡ ἐν Δελφοῖς τεχθεῖσα, περὶ ἧς εἶπε Χρύσιππος ἐν τῷ περὶ θεό-  

τητος βιβλίῳ· τετάρτη ἡ Ἰταλικὴ ἡ ἐν Κιμμερίᾳ τῆς Ἰταλίας, ἧς  

<!-- 40 -->υἱὸς ἐγένετο Εὔανδρος ὁ τὸ ἐν Ῥώμῃ τοῦ Πανὸς ἱερὸν τὸ καλού-  

μενον Λούπερκον κτίσας· πέμπτη ἡ Ἐρυθραία ἡ καὶ περὶ τοῦ  

Τρωικοῦ προειρηκυῖα πολέμου, περὶ ἧς Ἀπολλόδωρος ὁ Ἐρυθραῖος  

διαβεβαιοῦται· ἕκτη ἡ Σαμία ἡ κυρίῳ ὀνόματι καλουμένη Φυτώ,  

περὶ ἧς ἔγραψεν Ἐρατοσθένης· ἑβδόμη ἡ Κυμαία ἡ λεγομένη  

<!-- 45 -->Ἀμάλθεια ἡ καὶ Ἐροφίλη, παρά τισι δὲ Ταραξάνδρα· Βεργίλιος δὲ  

τὴν Κυμαίαν Δηιφόβην καλεῖ Γλαύκου θυγατέρα· ὀγδόη ἡ Ἑλλησ-  

ποντία τεχθεῖσα ἐν κώμῃ Μαρμησσῷ περὶ τὴν πολίχνην Γεργι-  

τίονα, ἥτις ἐνορία ποτὲ Τρῳάδος ἐτύγχανεν ἐν καιροῖς Σόλωνος  

καὶ Κύρου, ὡς ἔγραψεν Ἡρακλείδης ὁ Ποντικός· ἐννάτη ἡ Φρυγία·  

<!-- 50 -->δεκάτη ἡ Τιβουρτία ὀνόματι Ἀβουναία.  

Φασὶ δέ, ὡς ἡ Κυμαία ἐννέα βιβλία χρησμῶν ἰδίων προσεκόμισε  

Ταρκυνίῳ Πρίσκῳ, τῷ τηνικαῦτα βασιλεύοντι τῶν Ῥωμαϊκῶν  

πραγμάτων τριακοσίους φιλιππείους ὑπὲρ αὐτῶν ζητήσασα. κατα-  

φρονηθεῖσα δὲ καὶ οὐκ ἐρωτηθεῖσα τίνα ἐστὶ τὰ ἐν αὐτοῖς περι-  

<!-- 55 -->εχόμενα, πυρὶ παρέδωκεν ἐξ αὐτῶν τρία. αὖθίς τε ἐν ἑτέρᾳ  

προσόδῳ τοῦ βασιλέως προσήνεγκε τὰ ἓξ βιβλία τὴν αὐτὴν ὁλκὴν  

ἐπιζητήσασα. οὐκ ἀξιωθεῖσα δὲ λόγου πάλιν ἔκαυσεν ἄλλα τρία.  

εἶτα ἐκ τρίτου ἐπιφερομένη τὰ περιλειφθέντα τρία προσῆλθεν  

αἰτοῦσα τὸ αὐτὸ τίμημα λέγουσα, εἰ μὴ λάβοι, καίειν καὶ αὐτά.  

<!-- 60 -->τότε, φασίν, ὁ βασιλεὺς ἐντυχὼν αὐτοῖς καὶ θαυμάσας ἔδωκε μὲν  

ὑπὲρ αὐτῶν ἑκατὸν φιλιππείους καὶ ἐκομίσατο αὐτά, παρεκάλει  

δὲ περὶ τῶν ἄλλων· αὐτῆς δὲ ἀπαγγειλάσης μήτε τὰ ἴσα τῶν ἐμ-  

πρησθέντων ἔχειν μήτε τι δίχα ἐνθουσιασμοῦ τοιοῦτον εἰδέναι,  

ἔσθʼ ὅτε δέ τινας ἐκ διαφόρων πόλεων καὶ χωρίων ἐξειληφέναι  

<!-- 65 -->τὰ νομισθέντα αὐτοῖς ἀναγκαῖα καὶ ἐπωφελῆ καὶ δεῖν ἐξ αὐτῶν  

συναγωγὴν ποιήσασθαι, τοῦτο τάχιστα καὶ πεποιήκασι. τὸ γὰρ  

ἐκ θεοῦ δοθὲν ὡς ἀληθῶς μυχῷ κείμενον οὐκ ἔλαθε. πασῶν δὲ  

τῶν Σιβυλλῶν τὰ βιβλία ἀπετέθησαν ἐν τῷ Καπιτωλίῳ Ῥώμης  

τῆς πρεσβυτέρας τῶν μὲν τῆς Κυμαίας κατακρυβέντων καὶ οὐ  

<!-- 70 -->διαδοθέντων εἰς πολλούς, ἐπειδὴ τὰ συμβησόμενα ἐν Ἰταλίᾳ ἰδικώ-  

τερα καὶ τρανότερον ἀνεφώνησε, τῶν δὲ ἄλλων γνωσθέντων  

ἅπασιν. ἀλλὰ τὰ μὲν τῆς Ἐρυθραίας προγεγραμμένα ἔχει τοῦτο  

ἀπὸ τοῦ χωρίου ἐπικεκλημένον αὐτῇ ὄνομα· τὰ δέ γε ἄλλα οὐκ  

ἐπιγράφονται ποῖα ποίας εἰσίν, ἀδιάκριτα δὲ καθέστηκε.  

<!-- 75 -->Φιρμιανὸς τοίνυν, οὐκ ἀθαύμαστος φιλόσοφος καὶ ἱερεὺς τοῦ  

προλεχθέντος Καπιτωλίου γενόμενος, πρὸς τὸ αἰώνιον ἡμῶν φῶς  

τὸν Χριστὸν βλέψας ἐν ἰδίοις πονήμασι τὰ εἰρημένα ταῖς Σιβύλλαις  

περὶ τῆς ἀρρήτου δόξης παρέθηκε καὶ τὴν ἀλογίαν τῆς Ἑλληνικῆς  

πλάνης δυνατῶς ἀπήλεγξε. καὶ ἡ μὲν αὐτοῦ ἔντονος ἐξήγησις τῇ  

<!-- 80 -->Αὐσονίᾳ γλώττῃ, οἱ δὲ Σιβυλλιακοὶ στίχοι Ἑλλάδι φωνῇ ἐξηνέχ-  

θησαν. ἵνα δὲ τοῦτο μὴ ἄπιστον φαίνηται, μαρτυρίαν τοῦ προμνη-  

μονευθέντος ἀνδρὸς παρέξομαι ἔχουσαν τόνδε τὸν τρόπον· ἐπεὶ  

οὖν τὰ παρʼ ἡμῖν εὑρισκόμενα Σιβυλλιακὰ οὐ μόνον ὡς εὐπόριστα  

τοῖς νοοῦσι τὰ Ἑλλήνων εὐκαταφρόνητά ἐστιν—τὰ γὰρ σπάνια  

<!-- 85 -->τίμια δοκεῖ—ἀλλὰ καὶ ὡς πάντων τῶν στίχων μὴ σῳζόντων  

τὴν ἀκρίβειαν τοῦ μέτρου, ἀργοτέραν ἔχει τὴν πίστιν· αἰτία δὲ  

αὕτη τῶν ταχυγράφων οὐ συμφθασάντων τῇ ῥύμῃ τοῦ λόγου ἢ  

καὶ ἀπαιδεύτων γενομένων, οὐ τῆς προφήτιδος· ἅμα γὰρ τῇ  

ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεχθέντων μνήμη. πρὸς ἃ καὶ ὁ Πλάτων  

<!-- 90 -->βλέψας ἔφη, ὅτι κατορθώσουσι πολλὰ καὶ μεγάλα πράγματα μηδὲν  

εἰδότες ὧν λέγουσιν. ἡμεῖς οὖν ἐκ τῶν κομισθέντων ἐν Ῥώμῃ  

ὑπὸ τῶν πρέσβεων ὅσα δυνατὸν παραθήσομαι ἐξηγήσατο τοίνυν  

περὶ τοῦ ἀνάρχου θεοῦ τάδε·  

Εἷς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος· —  

<!-- 95 -->ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν  

οὐρανὸν ἠέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην  

καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου.  

ὃς μόνος ἐστὶ θεὸς κτίστης ἀκράτητος ὑπάρχων·  

αὐτὸς δʼ ἐστήριξε τύπον μορφῆς μερόπων τε  

<!-- 100 -->αὐτὸς ἔμιξε φύσιν πάντων, γενέτης βιότοιο.  

ὅπερ εἴρηκεν ἢ καθὸ συνερχόμενοι εἰς σάρκα μίαν πατρὸς γίνονται  

ἢ καθὸ ἐκ τῶν τεσσάρων στοιχείων ἐναντίων ὄντων ἀλλήλοις  

καὶ τὸν ὑπουράνιον κόσμον καὶ τὸν ἄνθρωπον ἐδημιούργησεν.  

<!-- 1 -->

Οἱ Σιβυλλιακοὶ χρησμοί·

  

ἐκ τοῦ πρώτου λόγου.

  

Ἀρχομένη πρώτης γενεῆς μερόπων ἀνθρώπων  

ἄχρις ἐπʼ ἐσχατίῃσι προφητεύσω τὰ ἕκαστα,  

ὁππόσα πρὶν γέγονεν, πόσα δʼ ἐστίν, ὁπόσσα δὲ μέλλει  

ἔσσεσθαι κόσμῳ διὰ δυσσεβίας ἀνθρώπων.  

<!-- 5 -->πρῶτον δὴ κέλεταί με λέγειν θεὸς ὡς ἐγενήθη  

ἀτρεκέως κόσμος. σὺ δέ, ποικίλε θνητέ, πίφασκε  

νουνεχέως, ἵνα μήποτʼ ἐμῶν ἐφετμῶν ἀμελήσῃς,  

ὕψιστον βασιλῆα, ὃς ἔκτισε κόσμον ἅπαντα  

εἴπας «γεινάσθω» καὶ ἐγείνατο. ἥδρασε γὰρ γῆν  

<!-- 10 -->Ταρτάρῳ ἀμφιβαλὼν καὶ φῶς γλυκὺ αὐτὸς ἔδωκεν·  

οὐρανὸν ὕψωσεν, γλαυκὴν δʼ ἥπλωσε θάλασσαν,  

καὶ πόλον ἐστεφάνωσεν ἅλις πυριλαμπέσιν ἄστροις  

καὶ γαῖαν κόσμησε φυτοῖς, ποταμοῖσι δὲ πόντον  

χευάμενος ἐκέρασσε καὶ ἀέρι μῖξεν ἀυτμάς  

<!-- 15 -->καὶ νέφεα δροσόεντα· τιθεὶς ἄρα καὶ γένος ἄλλο  

ἰχθύας ἐν πελάγεσσι καὶ ὄρνεα δῶκεν ἀήταις,  

ὕλαις δʼ αὖ θῆρας λασιαύχενας ἠδὲ δράκοντας  

ἑρπυστὰς γαίῃ, καὶ πάνθʼ ὅσα νῦν καθορᾶται,  

αὐτὸς ταῦτʼ ἐποίησε λόγῳ καὶ πάντʼ ἐγενήθη  

<!-- 20 -->ὦκα καὶ ἀτρεκέως· ὅδε γὰρ πέλετʼ αὐτολόχευτος,  

οὐρανόθεν καθορῶν· ὑπὸ τῷ τετέλεστο δὲ κόσμος.  

καὶ τότε δὴ μετέπειτα πλάσεν πάλιν ἔμπνοον ἔργον  

εἰκόνος ἐξ ἰδίης ἀπομαξάμενος νέον ἄνδρα  

καλὸν θεσπέσιον, τὸν δὴ κέλετʼ ἐν παραδείσῳ  

<!-- 25 -->ἀμβροσίῳ ναίειν, ὥς οἱ καλὰ ἔργα μεμήλῃ.  

αὐτὰρ ὃ μοῦνος ἐὼν παραδείσου ἐριθηλέι κήπῳ  

προσλαλιὴν ποθέεσκε καὶ ηὔχετο εἶδος ἀθρῆσαι  

ἄλλʼ οἷον αὐτὸς ἔχεν. τοῦ δὴ θεὸς αὐτὸς ἀπούρας  

ἐκ λαπάρης ὀστοῦν ἐποιήσατο Εὖαν ἀγητήν.  

<!-- 30 -->κουριδίην ἄλοχον, ἣν δὴ πόρεν ἐν παραδείσῳ  

τούτῳ συνναίειν. ὃ δέ μιν κατιδὼν μέγα θυμῷ  

θαῦμʼ ἔχεν ἐξαίφνης, κεχαρημένος, οἷον ὁρᾶτο  

ἀντίτυπον μίμημα· σοφοῖς δʼ ἠμείβετο μύθοις  

αὐτομάτοις ῥείουσι· θεῷ γὰρ πάντʼ ἐμεμήλει.  

<!-- 35 -->οὔτε γὰρ ἀκρασίῃ νόον ἔσκεπον οὔτε μὲν αἰδῶ  

εἶχον, ἀλλʼ ἦσαν κραδίῃς ἀπάνευθε κακοῖο,  

χὡς θῆρες βαίνεσκον ἀποσκεπέεσσι μέλεσσιν.  

τοῖσι δὲ καὶ μετέπειτα θεὸς ἐφετμὰς ἀγορεύσας  

δεῖξεν τοῦ δένδρου μὴ ψαῦσαι· τοὺς δὲ μάλʼ αἰνός  

<!-- 40 -->ἐξαπάτησεν ὄφις δολίως ἐπὶ μοῖραν ἀπελθεῖν  

τοῦ θανάτου γνῶσίν τε λαβεῖν ἀγαθοῦ τε κακοῦ τε.  

ἀλλὰ γυνὴ πρώτη προδότις γείνατʼ ἐκείνῳ,  

ἣ δῶκεν, τοῦτον δʼ ἀδαῆ πείθεσκεν ἁμαρτεῖν.  

ὃς δὲ γυναικὸς ἔπεσσι πεπεισμένος ἐξελάθεσκεν  

<!-- 45 -->ἀθανάτου κτίστου, σαφέων δʼ ἀμέλησεν ἐφετμῶν.  

τοὔνεκεν ἀντʼ ἀγαθοῖο λάβον κακόν, οἷον ἔπραξαν.  

καὶ τότε δὴ γλυκερῆς συκῆς πέταλʼ ἀμπείραντες  

ἐσθῆτας τεῦξαν καὶ ἐπʼ ἀλλήλοισιν ἔθηκαν  

μήδεά τʼ ἀμφεκάλυψαν, ἐπεί σφισιν ἤιεν αἰδώς.  

<!-- 50 -->τοῖσιν δʼ ἀθάνατος κότον ἔνθετο κἄβαλεν ἔξω  

ἀθανάτων χώρου. τόδε γὰρ τετελεσμένον ἦεν  

θνητῷ ἐνὶ χώρῳ μεῖναι, ἐπεὶ οὐκ ἐφύλαξαν  

ἀθανάτου μεγάλοιο θεοῦ λόγον εἰσαΐσαντες.  

οἳ δʼ ἄφαρ ἐξελθόντες ἐπὶ ζείδωρον ἄρουραν  

<!-- 55 -->δάκρυσι καὶ στοναχαῖς δεύοντο· ἔπειτα δὲ τοῖσιν  

ἀθάνατος θεὸς αὐτὸς ἐπὶ προφερέστερον εἶπεν·  

«αὔξετε, πληθύνεσθε καὶ ἐργάζεσθʼ ἐπὶ γαίης  

ἐντέχνως, ἵνʼ ἔχητε τροφῆς κόρον ἱδρώοντες.»  

ὣς φάτο· τῆς δʼ ἀπάτης τὸν ἐπαίτιον ἑρπυστῆρα  

<!-- 60 -->νηδύι καὶ κενεῶνι ποιήσατο γαῖαν ἐρείδειν  

πικρῶς ἐξελάσας· δεινὴν δʼ ἔχθραν προΐαψεν  

ἐν μέσῳ ἀλλήλων· καὶ ὃ μὲν κεφαλὴν προφυλάσσει  

σῴζειν, ὃς δὲ πτέρναν, ἐπεὶ θάνατός γε πάρεστιν  

πλησίον ἀνθρώπων καὶ ἰοβόλων κακοβούλων.  

<!-- 65 -->καὶ τότε δὴ γενεὴ πληθύνετο, ὡς ἐκέλευσεν  

αὐτὸς ὁ παντοκράτωρ, καὶ αὔξανεν ἄλλος ἐπʼ ἄλλῳ  

λαὸς ἀπειρέσιος· οἴκους δὲ μὲν ἐξήσκησαν  

παντοίους ἠδʼ αὖτε πόλεις καὶ τείχεʼ ἐποίουν  

εὖ καὶ ἐπισταμένως· οἷσιν πολυχρόνιον ἦμαρ  

<!-- 70 -->ὤπασεν εἰς ζωὴν πολυήρατον· οὐ γὰρ ἀνίαις  

τειρόμενοι θνῇσκον, ἀλλʼ ὡς δεδμημένοι ὕπνῳ·  

ὄλβιοι οἱ μέροπες μεγαλήτορες, οὓς ἐφίλησεν  

σωτὴρ ἀθάνατος βασιλεὺς θεός. ἀλλὰ καὶ αὐτοί  

ἤλιτον ἀφροσύνῃ βεβολημένοι. οἳ γὰρ ἀναιδῶς  

<!-- 75 -->ἐξεγέλων πατέρας καὶ μητέρας ἠτίμαζον,  

γνωστοὺς δʼ οὐ γίνωσκον ἀδελφειῶν ἐπίβουλοι.  

ἦσαν δʼ ἂρ μιαροὶ κεκορεσμένοι αἵματι φωτῶν  

καὶ πολέμους ἐποίουν. ἐπὶ δʼ αὐτοὺς ἤλυθεν ἄτη  

ὑστάτη οὐρανόθεν βεβολημένη, ἣ βιότοιο  

<!-- 80 -->δεινοὺς ἐξεῖλεν· τοὺς δʼ αὖ ὑπεδέξατο Ἅιδης·  

Ἅιδην δʼ αὖτʼ ἐκάλεσσαν, ἐπεὶ πρῶτος μόλεν Ἀδάμ  

γευσάμενος θανάτου, γαίη δέ μιν ἀμφεκάλυψεν.  

τοὔνεκα δὴ πάντες οἱ ἐπιχθόνιοι γεγαῶτες  

ἀνέρες εἰν Ἀίδαο δόμοις ἰέναι καλέονται.  

<!-- 85 -->ἀλλʼ οὗτοι πάντες καὶ εἰν Ἀίδαο μολόντες  

τιμὴν ἔσχηκαν, ἐπεὶ πρῶτον γένος ἦσαν.  

αὐτὰρ ἐπεὶ τούτους ὑπεδέξατο, δεύτερον αὖτις  

τῶν καταλειφθέντων δικαιοτάτων ἀνθρώπων  

ἄλλο γένος τεῦξεν πολυποίκιλον, οἷς ἐμεμήλει  

<!-- 90 -->ἔργʼ ἐρατὰ σπουδαί τε καλαὶ καὶ ὑπείροχος αἰδώς  

καὶ πυκινὴ σοφίη· τέχνας δὲ μὲν ἐξήσκησαν  

παντοίας εὑρόντες ἀμηχανίαις ἐπινοίας.  

καί τις μὲν γαίην ἀρότροις ἐξεῦρε γεωργεῖν,  

ἄλλος τεκταίνειν, ἄλλῳ δὲ πλέειν μεμέλητο,  

<!-- 95 -->ἄλλῳ δʼ ἀστρονομεῖν καὶ ὀνειροπολεῖν τὰ πετεινά,  

φαρμακίη δʼ ἄλλῳ, αὐτὰρ μαγικὴ πάλιν ἄλλῳ·  

ἄλλοι δʼ ἄλλα ἕκαστα μεμηλότα τεχνώοντο,  

Γρήγοροι ἀλφηστῆρες, ἐπωνυμίης μετέχοντες  

ταύτης, ὅττι φρεσὶν ἀκοίμητον νόον εἶχον  

<!-- 100 -->ἄπληστόν τε δέμας· στιβαροὶ μεγάλῳ ἐπὶ εἴδει  

ἦσαν· ὅμως δʼ ἔμολον ὑπὸ ταρτάριον δόμον αἰνόν,  

δεσμοῖς ἀρρήκτοις πεφυλαγμένοι ἐξαποτῖσαι  

εἰς γένναν μαλεροῦ λάβρου πυρὸς ἀκαμάτοιο.  

τῶν δὴ καὶ μετέπειτα πάλιν γένος ὀμβριμόθυμον  

<!-- 105 -->ἐξεφάνη τρίτατον ὑπερφιάλων ἀνθρώπων  

δεινῶν, οἳ κακὰ πολλὰ παρὰ σφίσιν ἐξεπονοῦντο.  

καὶ τούσδʼ ὑσμῖναί τʼ ἀνδροκτασίαι τε μάχαι τε  

συνεχέως ὤλεσκον ὑπέρβιον ἦτορ ἔχοντας.  

ἐκ τῶν δὴ μετὰ ταῦτα κατήλυθεν ὀψιτέλεστον  

<!-- 110 -->ὁπλότατον γένος ἄλλο μιαιφόνον ἀκριτόβουλον  

ἀνδρῶν ἐν τετράτῃ γενεῇ· οἳ πολλὰ χέεσκον  

αἵματα οὔτε θεὸν δειδιότες οὔτʼ ἀνθρώπους  

αἰδόμενοι· μάλα γάρ τοι ἐπʼ αὐτοῖσιν βεβόλητο  

οἰστρομανὴς μῆνις καὶ δυσσεβίη ἀλεγεινή.  

<!-- 115 -->καὶ τοὺς μὲν πόλεμοί τʼ ἀνδροκτασίαι τε μάχαι τε  

εἰς ἔρεβος προΐαψαν οἰζυρούς περ ἐόντας  

ἄνδρας δυσσεβέας. τοὺς δʼ αὖ μετόπισθε χόλοισιν  

οὐράνιος θεὸς αὐτὸς ἑοῦ μετεθήκατο κόσμου  

Ταρτάρῳ ἀμφιβαλὼν μεγάλῳ ὑπὸ πυθμένι γαίης.  

<!-- 120 -->καὶ πάλιν ἄλλο γένος πολὺ χειρότερον μετόπισθεν  

ἀνθρώπων ποίησʼ, οἷς οὐκ ἀγαθὸν μετέπειτα  

ἀθάνατος θεὸς τεῦξεν, ἐπεὶ κακὰ πόλλʼ ἐπονοῦντο.  

οἳ γὰρ ὑβριστῆρες πολλῷ πλέον ἢ ὅτʼ ἐκεῖνοι  

Γίγαντες σκολιοὶ μιαρῶς δύσφημα χέοντες.  

<!-- 125 -->μοῦνος δʼ ἐν πάντεσσι δικαιότατος καὶ ἀληθής  

ἦν Νῶε, πιστότατος καλοῖς τʼ ἔργοισι μεμηλώς.  

καὶ τῷ μὲν θεὸς αὐτὸς ἀπʼ οὐρανόθεν φάτο τοῖα·  

«Νῶε, δέμας θάρσυνον ἑὸν λαοῖσί τε πᾶσιν  

κήρυξον μετάνοιαν, ὅπως σωθῶσιν ἅπαντες.  

<!-- 130 -->ἢν δέ γε οὐκ ἀλέγωσιν ἀναιδέα θυμὸν ἔχοντες,  

πᾶν γένος ἐξολέσω μεγάλοις ὑδάτων κατακλυσμοῖς.  

σοὶ δʼ ὦκʼ ἐν ῥίζῃσιν ἀδιψήτοισι τεθηλός  

δουράτεον κέλομαι δῶμʼ ἄφθιτον ἀσκήσασθαι.  

θήσω δʼ ἐν στήθεσσι νόον πυκινὴν δέ τε τέχνην  

<!-- 135 -->καὶ μέτρα κατὰ κόλπον· ἐμοὶ δέ τε πάντα μελήσει,  

ὥστε σε σωθῆναι καὶ ὅσοι σὺν σοὶ ναίουσιν.  

ὣς φάτο· τὸν δὲ τρόμος λάβε μυρίος, οἷον ἄκουσεν.  

καὶ τότε δὴ νοερῶς τεχνησάμενος τὰ ἕκαστα  

λαοὺς ἐλλιτάνευε, λόγων δʼ ἐξήρχετο τοίων·  

<!-- 150 -->«ἄνδρες ἀπιστοκόροι, μεγάλῳ βεβολημένοι οἴστρῳ,  

οὐ λήσει θεὸν ὅσσʼ ἐπράξατε· πάντα γὰρ οἶδεν  

ἀθάνατος σωτὴρ πανεπίσκοπος, ὅς μʼ ἐκέλευσεν  

ἀγγέλλειν ὑμῖν, ἵνα μὴ φρεσὶν ἐξαπόλησθε.  

νήψατε, τὰς κακίας ἀποκόψατε, μηδὲ βιαίως  

<!-- 155 -->ἀλλήλοις μάρνασθε μιαιφόνον ἦτορ ἔχοντες,  

αἵμασιν ἀνδρομέοις πολλὴν γαῖαν ἀρδεύοντες.  

αἰδέσθητε, βροτοί, τὸν ὑπερμεγέθη καὶ ἄτρεστον  

οὐράνιον κτίστην, θεὸν ἄφθιτον, ὃς πόλον οἰκεῖ,  

καὶ τοῦτον πάντες λιτανεύσατε—χρηστὸς ὑπάρχει—  

<!-- 160 -->τοῦτον ὑπὲρ ζωῆς πόλεων κόσμοιό τε παντός  

τετραπόδων πτηνῶν θʼ, ὡς ἵλεως ἔσσεθʼ ἅπασιν.  

ἔσται γὰρ ὅτε κόσμος ὅλος ἀπερείσιος ἀνδρῶν  

ὕδασιν ὀλλύμενος φοβερὰν ὀλολύξετʼ ἀοιδήν.  

ἔσται δʼ ἐξαπίνης ἀὴρ ἀκατάστατος ὑμῖν  

<!-- 165 -->καὶ χόλος οὐρανόθεν μεγάλου θεοῦ ἥξει ἐφʼ ὑμᾶς.  

ἔσται δʼ ἀτρεκέως, ὅτʼ ἐς ἀνθρώπους προϊάψει — — — — — — — — — — — — —  

σωτὴρ ἀθάνατος, ἂν μὴ θεὸν ἱλάξησθε  

καὶ μετάνοιαν ἔχητʼ ἀπὸ νῦν, καὶ μηκέτι μηδέν  

δύσκολον ἠὲ κακόν γʼ ἀθεμίστως ἄλλος ἐπʼ ἄλλῳ  

<!-- 170 -->πράττῃ, ἀλλʼ ὁσίῳ βιότῳ πεφυλαγμένος εἴη.»  

οἳ δέ μιν εἰσαΐοντες ἐμυκτήριζον ἕκαστος  

ἔκφρονα κικλήσκοντες, ἀτὰρ μεμανημένον ἄνδρα.  

καὶ τότε δʼ αὖ, πάλιν αὖθις ἀνίαχε Νῶε ἀοιδήν·  

«ὦ μέγα δείλαιοι κακοήτορες ἄστατοι ἄνδρες,  

<!-- 175 -->αἰδοίην προλιπόντες, ἀναιδείην ποθέοντες,  

ἀστασίῃσι τύραννοι ἁμαρτωλοί τε βίαιοι  

ψεῦσται ἀπιστοκόροι κακοπράγμονες οὐδὲν ἀληθεῖς  

λεκτροκλόποι θʼ εὑρεσσίλογοι δύσφημα χέοντες,  

οὐκ ὀργήν τε θεοῦ δειδιότες ὑψίστοιο,  

<!-- 180 -->εἰς γενεὴν πέμπτην πεφυλαγμένοι ἐξαποτῖσαι.  

οὐ κλαίετʼ ἄλλυδις ἄλλον, ἀπηνέες, ἀλλὰ γελᾶτε·  

σαρδόνιον μείδημα γελάσσετε, ὁππόταν ἥξῃ  

τοῦτο, λέγω, τὸ θεοῦ φοβερὸν καὶ ἐπήλυτον ὕδωρ.  

καὶ τότε κόσμος ἅπας ἀπειρεσίων ἀνθρώπων  

<!-- 190 -->θνήξεται. αὐτὰρ ἐγὼ πόσα πενθήσω, πόσα κλαύσω  

οἴκῳ δουρατέῳ, πόσα δάκρυα κύμασι μίξω;  

ἢν γὰρ ἐπέλθῃ τοῦτο θεοῦ κεκελευσμένον ὕδωρ,  

πλεύσει γῆ, πλεύσουσιν ὄρη, πλεύσει δὲ καὶ αἰθήρ,  

ὕδωρ ἔσται ἅπαντα καὶ ὕδασι πάντʼ ἀπολεῖται.  

<!-- 195 -->στήσονται δʼ ἄνεμοι καὶ δεύτερος ἔσσεται αἰών.  

ὦ Φρυγίη, πρώτη δʼ ἀναδύσῃ ἀφʼ ὕδατος ἄκρου·  

πρώτη δʼ αὖ θρέψεις γενεὴν ἑτέρην ἀνθρώπων  

ἀρχομένην αὖθις· ἔσσῃ δὲ τροφὸς περὶ πάντων.»  

ἀλλʼ ὅτε δὴ γενεῇ τὰ μάτην ἐλάλησεν ἀθέσμῳ,  

<!-- 200 -->Ὕψιστος ὤφθη, πάλι δʼ ἴαχε φώνησέν τε·  

«ἤδη καιρὸς ἔπεστι, Νῶε, τὰ ἕκαστʼ ἀγορεύειν,  

ὅσσα τε ἤματι τῷ σοι ὑπέστην καὶ κατένευσα,  

πάντα μάλʼ, ὅσσα πάρος γενεαὶ κακὰ μυρίʼ ἔπραξαν,  

ῥέξαι ἀπειρεσίῳ κόσμῳ διὰ λαὸν ἀπειθῆ.  

<!-- 205 -->ἀλλὰ τάχει ἔμβηθι σὺν υἱέσιν ἠδὲ δάμαρτι  

καὶ νύμφαις. καλέσον δʼ, ὁπόσοις κέλομαι ἀγορεύειν,  

τετραπόδων φῦλα καὶ ἑρπετὰ καὶ πετεηνά.  

τοῖσι δʼ ἐνὶ στήθεσσιν ἐγὼ μετέπειτα βαλοῦμαι  

προφρονέως ἰέναι, ὁπόσων ζωὴν ἐπιτείλω.»  

<!-- 210 -->ὣς ἔφατʼ· αὐτὰρ ὃ βῆ, μέγα δʼ ἴαχε φώνησέν τε.  

καὶ τότε δʼ αὖ ἄλοχος καὶ υἱέες ἠδέ τε νύμφαι  

οἴκῳ δουρατέῳ ἐσελήλυθαν· αὐτὰρ ἔπειτα  

βῆσαν τἆλλα ἕκασθʼ, ὅσα περ θεὸς ἤθελε ῥέξαι.  

ἀλλʼ ὅτε δʼ ἁρμονία κληὶς περὶ πῶμʼ ἐγενήθη  

<!-- 215 -->εἰς πλάγιον ἁρμοσθεῖσα περιξεστῷ ἐνὶ τοίχῳ,  

δὴ τότʼ ἐπουρανίοιο θεοῦ ἐτελείετο βουλή.  

σὺν δʼ ἔβαλεν νεφέλας, κρύψεν δὲ πυραυγέα δίσκον,  

σὺν δʼ ἄστροις μήνην καὶ οὐράνιον στεφάνωμα,  

πάντα περισκεπάσας μεγάλʼ ἔκτυπε, δεῖμα βροτοῖσιν,  

<!-- 220 -->πρηστῆρας πέμπων· συνεπηγείροντο δʼ ἀῆται  

πάντες καὶ ὑδάτων φλέβες ἐλύοντο ἅπασαι  

οὐρανόθεν μεγάλων ἀνεοιγομένων καταρακτῶν,  

καὶ μυχῶν γαίης καὶ ἀβύσσου ἀκαμάτοιο  

ὕδατα μυριόεντα φάνη καὶ γῆ ἐκαλύφθη  

<!-- 225 -->πᾶσα ἀπειρέσιος. αὐτὸς δʼ ἐπενήχετο ὄμβρῳ  

οἶκος θεσπέσιος· πολλοῖσι δὲ κύμασι λάβροις  

ῥηγνύμενος καὶ νηχόμενος ἀνέμων ὑπὸ ῥιπῆς  

ὤρνυτο δειμαλέως· ἔτεμνεν μυρίον ἀφρόν  

στείρη κινυμένων ὑδάτων κελαρυζομενάων.  

<!-- 230 -->ἀλλʼ ὅτε κόσμον ἅπαντα θεὸς κατέκλυσσʼ ὑετοῖσιν,  

καὶ τότε δʼ αὖ Νῶε φρεσὶν ἔνθετο, ὄφρʼ ἐσαθρήσῃ  

ἀθανάτου βούλησιν ἴδῃ δέ τε νηρέος ᾅδην·  

ὦκα δὲ πῶμʼ ἀνέῳξε περιξεστοῦ ἀπὸ τοίχου  

ἐμπείρως ἁρμοῖσι κατʼ ἀντίον ἁρμοσθέντα.  

<!-- 235 -->καὶ λεύσας ὑδάτων ἀπειρεσίων πολὺ πλῆθος  

πάντοσε Νῶε ἔμορ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι,  

δεῖμʼ ἔχε καὶ κραδίην πάλλεν μέγα. καὶ τότε δʼ ἀήρ  

βαιὸν στειλάμενος, ἐπεὶ κάμεν ἤμασι πολλοῖς  

κόσμον ὅλον δεύων, τότε δείελον οἷά τε χλωρόν  

<!-- 240 -->αἱματόεντα πόλον μέγαν τε πυραυγέα δίσκον  

δεῖξεν κεκμηκότα· μόλις δʼ ἔσχεν Νῶε θάρσος.  

καὶ τότε δὴ πελίην οἴην ἀπὸ νόσφι ποιήσας  

ἔκβαλεν, ὄφρα γνῷ ἐνὶ φρεσίν, εἴ ποτε γαῖα  

φαίνετʼ ἔτι στερεή. ἣ δὲ πτερύγεσσι καμοῦσα  

<!-- 245 -->πάντα περιπτήσασα, πάλιν τρέπετʼ· οὔτε γὰρ ὕδωρ  

ἦν κοπάσαν, μάλα γάρ τε πεπληρώκει τὰ ἕκαστα.  

αὐτὰρ ὃς ἡσυχάσας πάλιν ἤματα πέμπε πέλειαν  

αὖτις, ἵνα γνῷ, εἴπερ ἐπαύσατο ὕδατα πολλά.  

ἣ δʼ ἄρα πωτήεσσα διέπτατο, βῇ δʼ ἐπὶ γαῖαν,  

<!-- 250 -->βαιὸν δʼ ἀμπαύσασα δέμας νοτερῇ ἐπὶ γαίῃ  

ἂψ ἐπὶ Νῶε πάλιν δέ τε ἤλυθε, κάρφος ἐλαίας  

σῆμα φέρουσα μέγʼ ἀγγελίης. θάρσος δʼ ἔχε πάντας  

καὶ μέγα χάρμʼ, ὅτι γαῖαν ἐφελπίζεσκον ἀθρῆσαι.  

καὶ τότε δὴ μετέπειτʼ ἄλλον μελανόπτερον ὄρνιν  

<!-- 255 -->τάχος ὑπεξέπεμπεν· ὃ δὲ πτερύγεσσι πεποιθώς  

προφρονέως πέτατο, γαίῃ δʼ ἐλθὼν ἐπέμεινεν.  

γνῶ δέ τε Νῶε ὅτι γαῖα πέλει πέλας ἆσσον ἐοῦσα.  

ἀλλʼ ὅτε δὴ ῥοθίοις ἐπὶ κύμασιν ἔνθα καὶ ἔνθα  

ἀμβροσίη τέχνη ἐπενήχετο οἴδμασι πόντου,  

<!-- 260 -->πηγνυμένη ὀλίγης ἐπʼ ᾐόνος ἐστήρικτο.  

ἔστι δέ τι Φρυγίης ἐπʼ ἠπείροιο μελαίνης  

ἠλίβατον τανύμηκες ὄρος· Ἀραρὰτ δὲ καλεῖται,  

ὅττʼ ἄρα σωθήσεσθαι ἐπʼ αὐτῷ πάντες ἔμελλον,  

ἐν τούτῳ μεγάλη δὲ ποθὴ καταθύμιος ἦεν·  

<!-- 265 -->ἔνθα φλέβες μεγάλου ποταμοῦ Μαρσύου πέφυκαν.  

τῷδε κιβωτὸς ἔμεινεν ἐν ὑψηλοῖσι καρήνοις  

ληξάντων ὑδάτων, τότε δʼ αὖ πάλιν οὐρανόθι πρό  

θεσπεσίη μεγάλοιο θεοῦ πάλιν ἴαχε φωνή  

τοῖον ἔπος· «Νῶε πεφυλαγμένε πιστὲ δίκαιε,  

<!-- 270 -->θαρσαλέως ἔξελθε σὺν υἱέσι καί τε δάμαρτι  

καὶ νύμφαις τρισσαῖς καὶ πλήσατε γαῖαν ἅπασαν  

αὐξόμενοι πληθυνόμενοι τὰ δίκαια νέμοντες  

ἀλλήλοις, γενεαῖς γενεῶν, ἄχρις εἰς κρίσιν ἥξει  

πᾶν γένος ἀνθρώπων, ἐπεὶ κρίσις ἔσσεθʼ ἅπασιν.»  

<!-- 275 -->ὣς ἔφατʼ ἀμβροσίη φωνή. Νῶε δʼ ἀπὸ κοίτης  

ᾖσσʼ ἀποθαρσήσας ἐπὶ γῆς, υἱοὶ δὲ σὺν αὐτῷ  

ἠδὲ δάμαρ νύμφαι τε καὶ ἑρπετὰ καὶ πετεηνά  

τετραπόδων θηρῶν τε γένη καὶ τἆλλʼ ἅμα πάντα  

οἴκου δουρατέου ἐξῄεσαν εἰς ἕνα χῶρον.  

<!-- 280 -->καὶ τότε δή τοι Νῶε δικαιότατος ἀνθρώπων  

ὄγδοος ἐξῆλθεν δὶς εἴκοσι καὶ μίαν ἠῶ  

πληρώσας ὑδάτεσσι θεοῦ μεγάλου διὰ βουλάς.  

ἔνθʼ αὖτις βιότοιο νέη ἀνέτειλε γενέθλη  

χρυσείη πρώτη, ἥτις πέλεθʼ ἕκτη, ἀρίστη,  

<!-- 285 -->ἐξότε πρωτόπλαστος ἀνὴρ γένετʼ· οὔνομα δʼ αὐτῇ  

οὐρανίη, ὅτι πάντα θεῷ μεμελημένη ἔσται.  

ὦ γενεῆς ἕκτης πρῶτον γένος, ὦ μέγα χάρμα,  

ἧς ἔλαχον μετέπειτα, ὅτʼ ἔκφυγον αἰπὺν ὄλεθρον  

πολλὰ κλυδωνισθεῖσα σὺν ἐμῷ πόσει καὶ δαέρεσσιν  

<!-- 290 -->ἠδʼ ἑκυρῷ ἑκυρῇ θʼ ὁμονύμφοις τʼ αἰνὰ παθοῦσα.  

ἄρτια δʼ αἰνήσω· ἔσται πολυποίκιλον ἄνθος  

ἐν συκῇ· μεσάσει δὲ χρόνος· βασιλήιον ἀρχήν  

σκηπτροφόρον δʼ ἕξει. τρεῖς γὰρ βασιλεῖς μεγάθυμοι,  

ἄνδρε δικαιότατοι, μοίρας δέ τε δηλήσονται·  

<!-- 295 -->πουλυετῆ δʼ ἄρξουσι χρόνον τὰ δίκαια νέμοντες  

ἀνδράσιν, οἷσι μέμηλε πόνος καὶ ἔργʼ ἐρατεινά.  

γαίη δʼ αὖ καρποῖς ἐπαγάλλεται αὐτομάτοισιν  

φυομένη πολλοῖσιν, ὑπερσταχυοῦσα γενέθλῃ.  

οἱ δὲ τιθηνευτῆρες ἀγήραοι ἤματα πάντα  

<!-- 300 -->ἔσσονται, νόσφιν νούσων κρυερῶν μαλεράων  

θνήξονται ὕπνῳ βεβολημένοι, ἐς δʼ Ἀχέροντα  

εἰν Ἀίδαο δόμοις ἀπελεύσονται καὶ ἐκεῖσε  

τιμὴν ἕξουσιν, ἐπεὶ μακάρων γένος ἦσαν,  

ὄλβιοι ἀνέρες, οἷς Σαβαὼθ νόον ἐσθλὸν ἔδωκεν,  

<!-- 305 -->αὐτὰρ καὶ τούτοισιν ἀεὶ συμφράσσατο βουλάς.  

ἀλλʼ οὗτοι μάκαρες καὶ εἰν Ἀίδαο μολόντες  

ἔσσονται. τότε δʼ αὖτε βαρὺ στιβαρὸν μετέπειτα  

δεύτερον αὖ γένος ἄλλο χαμαιγενέων ἀνθρώπων,  

Τιτήνων. ὅμοιος δὲ τύπος ἐπὶ πᾶσιν ἑκάστων  

<!-- 310 -->εἶδος καὶ μέγεθός τε, φυὴ φωνή τε μίʼ ἔσται,  

ὡς πάρος ἐκ πρώτης γενεῆς θεὸς ἐν στήθεσσιν  

ἔνθετο. ἀλλὰ καὶ αὐτοὶ ὑπέρβιον ἦτορ ἔχοντες  

ὕστατα βουλεύσονται ἐπειγόμενοι πρὸς ὄλεθρον  

ἀντίβιον μαχέσασθαι ἐπʼ οὐρανῷ ἀστερόεντι.  

<!-- 315 -->καὶ τότε δʼ ὠκεανοῦ μεγάλου ῥύσις ἔσσετʼ ἐν αὐτοῖς  

μαινομένων ὑδάτων. ὁ μέγας Σαβαὼθ δὲ χολωθείς  

εἴρξει κωλύων, ὅτι μὴ κατακλυσμὸν ὑπέστη  

αὖτις ποιήσειν ἐπʼ ἀνθρώπους κακοθύμους.  

ἀλλʼ ὁπόταν ὑδάτων πολλῶν ἀπερείσιον οἶδμα  

<!-- 320 -->κύματος ὀρνυμένοιο ἐπʼ ἄλλυδις ἄλλο ποιήσει  

ὀργῆς παύεσθαι, εἰς ἄλλα τε βένθεα πόντου  

μέτρʼ ὀλιγώσειεν λιμέσιν καὶ τρηχέσιν ἀκταῖς  

ἀμφὶ γαίῃ ὁρίσας ὁ μέγας θεὸς ὑψικέραυνος·  

δὴ τότε καὶ μεγάλοιο θεοῦ παῖς ἀνθρώποισιν  

<!-- 325 -->ἥξει σαρκοφόρος θνητοῖς ὁμοιούμενος ἐν γῇ,  

τέσσαρα φωνήεντα φέρων, τὸ δʼ ἄφωνον ἐν αὐτῷ  

δισσόν· ἐγὼ δέ κέ τοι ἀριθμόν γʼ ὅλον ἐξονομήνω·  

ὀκτὼ γὰρ μονάδας, τόσσας δεκάδας δʼ ἐπὶ ταύταις  

ἠδʼ ἑκατοντάδας ὀκτὼ ἀπιστοκόροις ἀνθρώποις  

<!-- 330 -->οὔνομα δηλώσει· σὺ δʼ ἐνὶ φρεσὶ σῇσι νόησον  

ἀθανάτοιο θεοῦ Χριστὸν παῖδʼ ὑψίστοιο.  

αὐτὸς πληρώσει δὲ θεοῦ νόμον, οὐ καταλύσει,  

ἀντίτυπον μίμημα φέρων, καὶ πάντα διδάξει.  

τούτῳ προσκομίσουσʼ ἱερεῖς χρυσὸν προφέροντες,  

<!-- 335 -->σμύρναν ἀτὰρ λίβανον· καὶ γὰρ τάδε πάντα ποιήσει.  

ἀλλʼ ὁπόταν φωνή τις ἐρημαίης διὰ χώρης  

ἥξῃ ἀπαγγέλλουσα βροτοῖς καὶ πᾶσι βοήσῃ  

εὐθείας ἀτραποὺς ποιησέμεν ἠδʼ ἀπορῖψαι  

ἐκ κραδίης κακίας καὶ ὕδασι φωτίζεσθαι  

<!-- 340 -->πᾶν δέμας ἀνθρώπων, ἵνα γεννηθέντες ἄνωθεν  

μηκέτι μηδὲν ὅλως γε παρεκβαίνωσι δικαίων·  

τὴν δʼ αὖ βαρβαρόφρων, πεπεδημένος ὀρχηθμοῖσιν,  

ἐκκόψας δώσει μισθόν· τότε σῆμα βροτοῖσιν  

ἔσσεται ἐξαίφνης, ὁπόταν πεφυλαγμένος ἥξῃ  

<!-- 345 -->ἐκ γῆς Αἰγύπτοιο καλὸς λίθος· ἐν δʼ ἄρα τούτῳ  

λαὸς προσκόψει Ἑβραίων· ἔθνη δʼ ἀγεροῦνται  

αὐτοῦ ὑφηγήσει· καὶ γὰρ θεὸν ὑψιμέδοντα  

γνώσονται διὰ τοῦδε ἀταρπιτὸν ἐν φαῒ κοινῷ.  

δείξει γὰρ ζωὴν αἰώνιον ἀνθρώποισιν  

<!-- 350 -->ἐκλεκτοῖς, ἀνόμοις δὲ τὸ πῦρ αἰῶσιν ἐποίσει.  

καὶ τότε δὴ νοσεροὺς ἰήσεται ἠδʼ ἐπιμώμους  

πάντας, ὅσοι τούτῳ πίστιν ἐνιποιήσονται.  

βλέψουσιν δέ τε τυφλοί, ἀτὰρ βαδίσουσί τε χωλοί,  

κωφοί τʼ εἰσαΐσουσι, λαλήσουσʼ οὐ λαλέοντες.  

<!-- 355 -->δαίμονας ἐξελάσει, νεκρῶν δʼ ἐπανάστασις ἔσται·  

κύματα πεζεύσει καὶ ἐρημαίῳ ἐνὶ χώρῳ  

ἐξ ἄρτων πέντε καὶ ἰχθύος εἰναλίοιο  

χιλιάδας κορέσει πέντε, τὰ δὲ λείψανα τούτων  

δώδεκα πληρώσει κοφίνους εἰς ἐλπίδα λαῶν. — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —  

<!-- 360 -->Καὶ τότε δʼ Ἰσραὴλ μεμεθυσμένος οὐχὶ νοήσει,  

οὐδὲ μὲν αὖθʼ ἀίσει βεβαρημένος οὔασι λεπτοῖς.  

ἀλλʼ ὁπόταν Ἑβραίοις ἥξῃ χόλος Ὑψίστοιο  

οἰστρομανὴς καὶ πίστιν ἀπʼ αὐτῶν ἐξαφελεῖται,  

οὐρανίου ὅτι παῖδα θεοῦ διεδηλήσαντο,  

<!-- 365 -->καὶ τότε δὴ κολάφους καὶ πτύσματα φαρμακόεντα  

Ἰσραὴλ δώσει μυσαροῖς ἐνὶ χείλεσι τούτῳ.  

εἰς δὲ τὸ βρῶμα χολὴν καὶ εἰς ποτὸν ὄξος ἄκρατον  

δυσσεβέως δώσουσι κακῷ βεβολημένοι οἴστρῳ  

στήθεα καὶ κραδίην, ἀτὰρ ὄμμασιν οὐκ ἐσορῶντες  

<!-- 370 -->τυφλότεροι σπαλάκων, φοβερώτεροι ἑρπυστήρων  

θηρῶν ἰοβόλων, βαρέι πεπεδημένοι ὕπνῳ.  

ἀλλʼ ὅταν ἐκπετάσῃ χεῖρας καὶ πάντα μετρήσῃ  

καὶ στέφανον φορέσῃ τὸν ἀκάνθινον ἠδέ τε πλευράν  

νύξωσιν καλάμοισιν, ὅτου χάριν ἐν τρισὶν ὥραις  

<!-- 375 -->νὺξ ἔσται σκοτόεσσα πελώριος ἤματι μέσσῳ  

καὶ τότε δὴ ναὸς Σολομώνιος ἀνθρώποισιν  

σῆμα μέγʼ ἐκελέσει, ὁπόταν Ἀιδωνέος οἶκον  

βήσεται ἀγγέλλων ἐπαναστασίην τεθνεῶσιν.  

αὐτὰρ ἐπὴν ἔλθῃ τρισὶν ἤμασιν ἐς φάος αὖτις  

<!-- 380 -->καὶ δείξῃ θνητοῖσι τύπον καὶ πάντα διδάξῃ,  

ἐν νεφέλαις ἐπιβὰς εἰς οὐρανοῦ οἶκον ὁδεύσει  

καλλείψας κόσμῳ εὐαγγελίης διάθημα.  

τοῦ καὶ ἐπωνυμίῃ βλαστὸς νέος ἀνθήσειεν  

ἐξ ἐθνῶν Μεγάλοιο νόμῳ καθοδηγηθέντων.  

<!-- 385 -->ἀλλά γε καὶ μετὰ ταῦτα σοφοὶ καθοδηγοὶ ἔσονται,  

καὶ τότε δὴ παῦσις ἔσται μετέπειτα προφητῶν.  

ἔνθεν ὅταν Ἑβραῖοι τὸ κακὸν θέρος ἀμήσωνται,  

πολλὸν δʼ αὖ χρυσόν τε καὶ ἄργυρον ἐξαλαπάξει  

Ῥωμαῖος βασιλεύς. μετὰ δʼ αὖ βασιληίδες ἄλλαι  

<!-- 390 -->συνεχέως ἔσσονται ἀπολλυμένων βασιλειῶν  

καὶ θλίψουσι βροτούς. μέγα δʼ ἔσσεται ἀνδράσι κείνοις  

πτῶμʼ, ὁπόταν ἄρξωνθʼ ὑπερηφανίης ἀδίκοιο.  

ἀλλʼ ὁπόταν ναὸς Σολομώνιος ἐν χθονὶ δίᾳ  

καππέσεται βληθεὶς ὑπʼ ἀνδρῶν βαρβαροφώνων  

<!-- 395 -->χαλκεοθωρήκων, Ἑβραῖοι δʼ ἀπὸ γῆς ἐλάσονται  

πλαζόμενοι κεραϊζόμενοι, πολλὴν δέ τοι αἶραν  

ἐν σίτῳ μίξουσι, κακὴ στάσις ἔσται ἅπασιν  

ἀνδράσιν· αἱ δὲ πόλεις ὑβριζόμεναι παρʼ ἕκαστα  

ἀλλήλας κλαύσουσιν, ἐπεὶ κακὸν ἤλιτον ἔργον  

<!-- 400 -->δεξάμεναι μεγάλοιο θεοῦ χόλον ἐν κόλποισιν.  

<!-- 2* -->Ἦμος δὴ κατέπαυσε θεὸς πολυπάνσοφον ᾠδήν,  

πολλὰ λιταζομένης, καί μοι πάλιν ἐν στήθεσσιν  

ἔνθετο θεσπεσίων ἐπέων πολυγηθέα φωνήν.  

πᾶν δέμας ἐκπληχθεῖσα τάδʼ ἔσπομαι· οὐδὲ γὰρ οἶδα  

<!-- 5 -->ὅττι λέγω, κέλεται δὲ θεὸς τὰ ἕκαστʼ ἀγορεύειν.  

ἀλλʼ ὁπόταν ἐπὶ γῆς σεισμοὶ μαλεροί τε κεραυνοί  

βρονταί τʼ ἀστεροπαί ....... τε γῆς ἐρυσίβη  

καὶ μανίη θώων τε λύκων τʼ ἀνδροκτασίαι τε  

καὶ φθοραὶ ἀνθρώπων ἢ καὶ βοῶν μυκομενάων  

<!-- 10 -->τετραπόδων κτηνῶν τε καὶ οὐρήων ταλαεργῶν  

ἠδʼ αἰγῶν ὀίων τε· ἔπειτα δὲ χέρσος ἄρουρα  

πολλὴ καλλειφθεῖσα γενήσεται ἐξ ἀμελείας  

καὶ καρποὶ λείψουσιν, ἐλευθεροπρασία δʼ ἔσται  

πλείστοις ἐν μερόπεσσι καὶ ἱεροσυλία ναῶν.  

<!-- 15 -->δὴ τότε καὶ δεκάτη γενεὴ μετὰ ταῦτα φανεῖται  

ἀνθρώπων, ὁπόταν σεισίχθων ἀστεροπητής  

εἰδώλων ζῆλον θραύσει λαόν τε τινάξει  

Ῥώμης ἑπταλόφοιο, μέγας δέ τε πλοῦτος ὀλεῖται  

δαιόμενος πυρὶ πολλῷ ὑπὸ φλογὸς Ἡφαίστοιο.  

<!-- 20 -->καὶ τότε δʼ αἱματόεσσαι ἀπʼ οὐρανίου καταβᾶσαι — — — — — — — — — — — — — — — — —  

αὐτὰρ κόσμος ὅλος ἀπειρεσίων ἀνθρώπων  

ἀλλήλους κτείνουσι μεμηνότες, ἐν δὲ κυδοιμῷ  

λιμοὺς καὶ λοιμοὺς θήσει θεὸς ἠδὲ κεραυνούς  

ἀνθρώποις, οἳ ἄτερθε δίκης κρίνουσι θέμιστας.  

<!-- 25 -->λεῖψις δʼ ἀνθρώπων ἔσται κατὰ κόσμον ἅπαντα,  

ὡς, ἴχνος εἰ κατίδῃ τις ἐπὶ χθονί, θαυμάσσειεν,  

ἀνθρώπου. τότε δʼ αὖτε μέγας θεὸς αἰθέρι ναίων  

ἀνδρῶν εὐσεβέων σωτὴρ κατὰ πάντα γένηται.  

καὶ τότε δʼ εἰρήνη τε βαθεῖά τε σύνεσις ἔσται,  

<!-- 30 -->καὶ γῆ καρποφόρος καρποὺς πάλι πλείονας οἴσει  

οὐδὲ μεριζομένη οὐδʼ εἰσέτι λατρεύουσα.  

πᾶς δὲ λιμήν, πᾶς ὅρμος ἐλεύθερος ἀνθρώποισιν  

ἔσσεται, ὡς πάρος ἦεν, ἀναιδείη τʼ ἀπολεῖται.  

καὶ τότε δὴ μέγα σῆμα θεὸς μετέπειτα ποιήσει·  

<!-- 35 -->λάμψει γὰρ στεφάνῳ λαμπρῷ παρομοίιος ἀστήρ  

λαμπρὸς παμφαίνων ἀπʼ οὐρανοῦ αἰγλήεντος  

ἤμασιν οὐκ ὀλίγοις· τότε γὰρ στέφος ἀνθρώποισιν  

δείξει ἀπʼ οὐρανόθεν ἐναγώνιον ἀθλεύουσιν  

καὶ τόθμαι· μέγας γὰρ ἀγὼν εἰσελαστικὸς ἔσται  

<!-- 40 -->εἰς πόλιν οὐράνιον, οἰκουμενικὸς δέ τε πᾶσιν  

ἔσσεται ἀνθρώποισιν ἔχων κλέος ἀθανασίης.  

καὶ τότε πᾶς λαὸς ἐπʼ ἀθανάτοισιν ἀέθλοις  

ἀθλήσει νίκης περικαλλέος· οὐ γὰρ ἀναιδῶς  

ἀργυρίου τις ἐκεῖ δύναται στέφος ὠνήσασθαι.  

<!-- 45 -->ἁγνὸς γὰρ Χριστὸς τούτοις τὰ δίκαια βραβεύσει  

καὶ δοκίμους στέψει, αὐτὰρ θέμα μάρτυσι δώσει  

ἀθάνατον ἄχρι καὶ θανάτου τὸν ἀγῶνα ποιοῦσιν.  

παρθενικοῖς δὲ δραμοῦσι καλῶς ἄφθαρτον ἄεθλον  

δώσει τοῦ θέματος καὶ τοῖς τὰ δίκαια νέμουσιν  

<!-- 50 -->ἀνθρώποις πᾶσίν τε καὶ ἔθνεσιν ἀλλοδαποῖσιν  

τοῖς ὁσίως ζώουσι θεόν θʼ ἕνα γινώσκουσιν.  

οἳ δʼ ἀγαπῶσι γάμον τε γαμοκλοπιῶν τʼ ἀπέχονται,  

δώσει πλούσια δῶρα, αἰώνιον ἐλπίδα καὶ τοῖς.  

πᾶσά τε γὰρ ψυχὴ μερόπων θεοῦ ἐστι χάρισμα,  

<!-- 55 -->κοὐ θέμις ἀνθρώποις τὴν ἄλγεσι πᾶσι μιαίνειν.  

μὴ πλουτεῖν ἀδίκως, ἀλλʼ ἐξ ὁσίων βιοτεύειν.  

ἀρκεῖσθαι παρεοῦσι καὶ ἀλλοτρίων ἀπέχεσθαι.  

ψεύδεα μὴ βάζειν, τὰ δʼ ἐτήτυμα πάντα φυλάσσειν.  

— μηδὲ μάτην εἴδωλα σέβου· τὸν δʼ ἄφθιτον αἰεί —  

<!-- 60 -->πρῶτα θεὸν τίμα, μετέπειτα δὲ σεῖο γονῆας.  

πάντα δίκαια νέμειν, μηδʼ εἰς κρίσιν ἄδικον ἔλθῃς.  

μὴ ῥίψῃς πενίην ἀδίκως, μὴ κρῖνε προσώπῳ·  

ἢν σὺ κακῶς δικάσῃς, μετέπειτα θεός σε δικάσσει.  

μαρτυρίην ψευδῆ φεύγειν, τὰ δίκαια βραβεύειν.  

<!-- 65 -->παρθεσίην τηρεῖν· ἀγάπην δʼ ἐν πᾶσι φυλάσσειν  

μέτρα νέμειν τὰ δίκαια· καλὸν δʼ ἐπίμετρον ἅπασιν.  

σταθμὸν μὴ κρούειν ἑτερόζυγον, ἀλλʼ ἴσον ἕλκειν.  

μήδʼ ἐπιορκήσῃς μήτʼ ἀγνὼς μήτε ἑκοντί·  

ψεύδορκον στυγέει θεός, ὅττι κεν ἄν τις ὀμόσσῃ.  

<!-- 70 -->— ἐξ ἀδίκων ἔργων δῶρον χερὶ μήποτε δέξῃ. —  

σπέρματα μὴ κλέπτειν· ἐπαράσιμος ὅστις ἕληται  

— εἰς γενεὰς γενεῶν εἰς σκορπισμὸν βιότοιο.  

μὴ ἀρσενοκοιτεῖν, μὴ συκοφαντεῖν, μήτε φονεύειν. —  

μισθὸν μοχθήσαντι δίδου· μὴ θλῖβε πένητα.  

<!-- 75 -->γλώσσῃ νοῦν ἐχέμεν· κρυπτὸν λόγον ἐν φρεσὶν ἴσχειν.  

— ὀρφανικοῖς χήραις ἐπιδευομένοις δὲ παράσχου. —  

μήτʼ ἀδικεῖν ἐθέλῃς μήτʼ οὖν ἀδικοῦντα ἐάσῃς.  

πτωχοῖς εὐθὺ δίδου μήδʼ αὔριον ἐλθέμεν εἴπῃς.  

— ἱδρώσῃ σταχύων χειρὶ χρῄζοντι παράσχου.  

<!-- 80 -->ὃς δʼ ἐλεημοσύνην παρέχει, θεῷ οἶδε δανείζειν.  

ῥύεται ἐκ θανάτου ἔλεος, κρίσις ὁππόταν ἔλθῃ.  

οὐ θυσίην, ἔλεος δὲ θέλει θεὸς ἀντὶ θυσίης.  

ἔνδυσον γυμνόν, μετάδος πεινῶντʼ ἄρτων σῶν. —  

ἄστεγον εἰς οἶκον δέξαι καὶ τυφλὸν ὁδήγει.  

<!-- 85 -->ναυηγοὺς οἴκτειρον· ὁ γὰρ πλοῦς ἐστιν ἄδηλος.  

χεῖρα πεσόντι δίδου· σῶσον δʼ ἀπερίστατον ἄνδρα.  

κοινὰ πάθη πάντων, βίοτος τροχός, ἄστατος ὄλβος.  

πλοῦτον ἔχων σὴν χεῖρα πενητεύουσιν ὄρεξον.  

ὧν σοι ἔδωκε θεός, τούτων χρῄζοντι παράσχου.  

<!-- 90 -->κοινὸς πᾶς ὁ βίος μερόπων, ἄνισος δὲ τέτυκται.  

— μήποτε ἄνδρα πένητα ἰδὼν σκώψῃς ἐπέεσσιν  

μηδὲ κακῶς γε προσείπῃς μωμητόν τινα φῶτα.  

τὸ ζῆν ἐν θανάτῳ δοκιμάζεται· εἴ τις ἔπραξεν  

ἔκνομον ἢ δίκαιον, διακρίνεται εἰς κρίσιν ἐλθών.  

<!-- 95 -->μηδὲ φρένας βλάπτειν οἴνῳ μηδʼ ἄμετρα πίνειν.  

αἷμα δὲ μὴ φαγέειν, εἰδωλοθύτων δʼ ἀπέχεσθαι. —  

τὸ ξίφος ἀμφιβαλοῦ μὴ πρὸς φόνον, ἀλλʼ ἐπʼ ἄμυναν·  

εἴθε δὲ μὴ χρήσῃ μήτʼ ἔκνομα μήτε δικαίως·  

κἂν γὰρ ἀποκτείνῃς ἐχθρόν, σέο χεῖρα μιαίνεις.  

<!-- 100 -->ἀγροῦ γειτονέοντος ἀπόσχου, μηδʼ ἄρʼ ὑπερβῇς·  

πᾶς ὅρος ἐστὶ δίκαιος, ὑπερβασίη δʼ ἀλεγεινή.  

κτῆσις ὀνήσιμός ἐσθʼ ὁσίων, ἀδίκων δὲ πονηρά.  

μηδέ τινʼ αὐξόμενον λωβήσῃ καρπὸν ἀρούρης.  

ἔστωσαν δʼ ὁμότιμοι ἐπήλυδες ἐν πολιήταις·  

<!-- 105 -->πάντες γὰρ ξενίης πειρήσονται πολυμόχθου,  

— ὡς ξένοι ἀλλήλων· ξεῖνος δέ τε οὔτις ἐν ὑμῖν  

ἔσσετʼ, ἐπεὶ πάντες βροτοὶ αἵματος ἐξ ἑνός ἐστε, —  

χώρη δʼ οὔτι βέβαιον ἔχει τόπον ἀνθρώποισιν.  

— μηδὲ θέλῃς πλουτεῖν μηδʼ εὔχεο· ἀλλὰ τόδʼ εὔχου  

<!-- 110 -->ζῆν ἀπὸ τῶν ὀλίγων μηδέν τε ἔχοντα ἄδικον. —  

ἡ φιλοχρημοσύνη μήτηρ κακότητος ἁπάσης.  

— μὴ πόθος εἰς χρυσὸν ἢ εἰς ἄργυρον· ἐν δʼ ἄρα καὶ τοῖς  

ἔσσεται ἀμφήκης θυμοφθόρος ἔνθα σίδηρος. —  

χρυσὸς ἀεὶ δόλος ἐστὶ καὶ ἄργυρος ἀνθρώποισιν.  

<!-- 115 -->χρυσὲ κακῶν ἀρχηγὲ βιοφθόρε πάντα χαλέπτων,  

εἴθε σε μὴ θνητοῖσι γενέσθαι πῆμα ποθεινόν·  

σοῦ γὰρ ἕκητι μάχαι τε λεηλασίαι τε φόνοι τε,  

ἐχθρὰ δὲ τέκνα γονεῦσιν ἀδελφειοί τε συναίμοις.  

— μηδὲ δόλους ῥάπτειν· μὴ πρὸς φίλον ἦτορ ὁπλίζειν. —  

<!-- 120 -->μηδʼ ἕτερον κεύθῃς κραδίῃ νόον ἄλλʼ ἀγορεύων·  

μηδʼ ὡς πετροφυὴς πολύπους κατὰ χῶρον ἀμείβου.  

πᾶσιν δʼ ἁπλόος ἴσθι, τά τʼ ἐκ ψυχῆς ἀγόρευε.  

ὅστις ἑκὼν ἀδικεῖ, κακὸς ἀνήρ· ὃς δʼ ὑπʼ ἀνάγκης,  

οὐκ ἐρέω τὸ τέλος· βουλὴ δʼ εὐθύνεθʼ ἑκάστου.  

<!-- 125 -->μὴ γαυροῦ σοφίῃ μήτʼ ἀλκῇ μήτʼ ἐνὶ πλούτῳ·  

εἷς θεός ἐστι σοφὸς δυνατός θʼ ἅμα καὶ πολύολβος.  

μηδὲ παροιχομένοισι κακοῖς τρύχου τεὸν ἦτορ·  

οὐκέτι γὰρ δύναται τὸ τετυγμένον εἶναι ἄτυκτον.  

μὴ προπετὴς ἐς χεῖρα· χαλίνου δʼ ἄγριον ὀργήν·  

<!-- 130 -->πολλάκι γὰρ πλήξας ἀέκων φόνον ἐξετέλεσσεν.  

ἔστω κοινὰ πάθη, μηδὲν μέγα μηδʼ ὑπέροπλον.  

οὐκ ἀγαθὸν πλεονάζον ἔφυ θνητοῖσιν ὄνειαρ.  

ἡ πολλὴ δὲ τρυφὴ πρὸς ἀμέτρους ἕλκετʼ ἔρωτας.  

ὑψαυχεῖ δʼ ὁ πολὺς πλοῦτος καὶ ἐς ὕβριν ἀέξει.  

<!-- 135 -->θυμὸς ὑπαρχόμενος μανίην ὀλοόφρονα τεύχει.  

ὀργὴ δʼ ἐστὶν ὄρεξις, ὑπερβαίνουσα δὲ μῆνις.  

ζῆλος τῶν ἀγαθῶν ἐσθλός, φαύλων δέ τε φαῦλος.  

τόλμα κακῶν ὀλοή, ἀγαθῶν δέ τε κῦδος ὀπάζει.  

σεμνὸς ἔρως ἀρετῆς, ὁ δὲ Κύπριδος αἶσχος ὀφέλλει.  

<!-- 140 -->ἡδὺς ἀγανόφρων κικλήσκεται ἐν πολιήταις.  

ἐν μέτρῳ φαγέειν, πιέειν καὶ μυθολογεύειν·  

πάντων μέτρον ἄριστον· ὑπερβασίη δʼ ἀλεγεινόν.  

— μὴ φθονερός, μὴ ἄπιστος ἔσῃ, μὴ λοίδορος ἴσθι,  

μηδὲ κακογνώμων, μὴ ψευδαπάτης ἀμέτρητος. —  

<!-- 145 -->σωφροσύνην ἀσκεῖν, αἰσχρῶν δʼ ἔργων ἀπέχεσθαι.  

μὴ μιμοῦ κακότητα, δίκῃ δʼ ἀπόλειψον ἄμυναν·  

πειθὼ μὲν γὰρ ὄνειαρ, ἔρις δʼ ἔριν ἀντιφυτεύει.  

μὴ πίστευε τάχιστα, πρὶν ἀτρεκέως πέρας ὄψει.  

οὗτος ἀγών, ταῦτʼ ἐστὶν ἀέθλια, ταῦτα βραβεῖα,  

<!-- 150 -->τοῦτο πύλη ζωῆς καὶ εἴσοδος ἀθανασίης,  

ἣν θεὸς οὐράνιος δικαιοτάτοις ἀνθρώποις  

ἔστησεν νίκης ἐπαέθλιον· οἳ δὲ λαβόντες  

τὸ στέφος ἐνδόξως διελεύσονται διὰ ταύτης.  

ἀλλʼ ὁπόταν τόδε σῆμα φανῇ κατὰ κόσμον ἅπαντα,  

<!-- 155 -->ἐκ γενετῆς παῖδες πολιοκρόταφοι γεγαῶτες,  

θλίψεις δʼ ἀνθρώπων λιμοὶ λοιμοὶ πόλεμοί τε,  

καιρῶν δʼ ἀλλαγίη, πενθήματα, δάκρυα πολλά,  

αἶ, ὁπόσων παῖδες χώραις ἐνὶ θοινήσονται  

οἴκτρʼ ὀλοφυρόμενοι γονέας, ἐν φάρεσι σάρκας  

<!-- 160 -->ἐνθέντες, θάψουσιν ἐπὶ χθονὶ μητέρι λαῶν  

αἵμασι καὶ κονίῃσι πεφυρμένοι· ὦ μέγα δειλοί  

ὑστατίης γενεῆς φῶτες κακοεργέες αἰνοί  

νήπιοι οὐδὲ νοοῦντες, ὅθʼ, ἡνίκα φῦλα γυναικῶν  

μὴ τίκτωσιν, ἔφυ τὸ θέρος μερόπων ἀνθρώπων.  

<!-- 165 -->ἡ δὲ συναίρεσις ἐγγύς, ὅταν τινὲς ἀντὶ προφητῶν  

ψευδαπάται πελάσωσιν ἐπὶ χθονὶ φημίζοντες.  

καὶ Βελίαρ θʼ ἥξει καὶ σήματα πολλὰ ποιήσει  

ἀνθρώποις. τότε δὴ ὁσίων ἀκαταστασίʼ ἀνδρῶν  

ἐκλεκτῶν πιστῶν τε, λεηλασίη τε γένηται  

<!-- 170 -->τούτων ἠδʼ Ἑβραίων. δεινὸς δʼ αὐτοῖς χόλος ἥξει,  

ἡνίκα δὴ δεκάφυλος ἀπʼ ἀντολίης λαὸς ἥξει  

ζητήσων λαόν, ὃν ἀπώλεσεν Ἀσσύριος κλών,  

συμφύλων Ἑβραίων· ἔθνη δʼ ἐπὶ τοῖσιν ὀλοῦνται.  

ὕστερον αὖ ἄρξουσιν ὑπερμενέων ἀνθρώπων  

<!-- 175 -->ἐκλεκτοὶ πιστοὶ Ἑβραῖοι καταδουλώσαντες  

αὐτοὺς ὡς τὸ πάροιθεν, ἐπεὶ κράτος οὔποτε λείψει.  

ὕψιστος πάντων πανεπίσκοπος αἰθέρι ναίων  

ὕπνον ἐπʼ ἀνθρώποις σκεδάσει βλέφαρʼ ἀμφικαλύψας.  

ὦ μάκαρες θεράποντες, ὅσους ἐλθὼν ἀγρυπνοῦντας  

<!-- 180 -->εὕροι ὁ δεσπόζων· τοὶ δʼ ἐγρήγορθαν ἅπαντες  

πάντοτε προσδοκάοντες ἀκοιμήτοις βλεφάροισιν.  

ἥξει γάρ τʼ ἠοῦς ἢ δείλης ἢ μέσον ἦμαρ·  

ἥξει δʼ ἀτρεκέως καὶ ἔσσεται ὡς ἀγορεύω,  

ἔσσεται ἐσσομένοις, ὅτʼ ἀπʼ οὐρανοῦ ἀστερόεντος  

<!-- 185 -->ἄστρα τε πάντα μέσῳ ἐνὶ ἤματι πᾶσι φανεῖται  

σὺν δυσὶ φωστῆρσιν κατεπειγομένοιο χρόνοιο.  

καὶ τόθʼ ὁ Θεσβίτης ἀπʼ οὐρανοῦ ἅρμα τιταίνων  

οὐράνιον, γαίῃ δʼ ἐπιβὰς τότε σήματα τρισσά  

κόσμῳ ὅλῳ δείξει ἀπολλυμένου βιότοιο.  

<!-- 190 -->αἶ, ὁπόσαι κείνῳ ἐνὶ ἤματι φορτοφοροῦσαι  

γαστέρι φωραθῶσιν, ὅσαι δέ τε νήπια τέκνα  

γαλαδοτοῦσιν, ὅσαι δʼ ἐπὶ κύματι ναιετάουσιν·  

αἶ, ὁπόσοι κείνην τὴν ἡμέραν ἀθρήσουσιν·  

ἀχλὺς γὰρ ζοφερὴ σκεπάσει τὸν ἀπείρονα κόσμον  

<!-- 195 -->ἀντολίης δύσεως τε μεσημβρίης τε καὶ ἄρκτου.  

καὶ τότε δὴ ποταμός τε μέγας πυρὸς αἰθομένοιο  

ῥεύσει ἀπʼ οὐρανόθεν καὶ πάντα τόπον δαπανήσει,  

γαῖάν τʼ ὠκεανόν τε μέγαν γλαυκήν τε θάλασσαν  

λίμνας καὶ ποταμοὺς πηγὰς καὶ ἀμείλιχον Ἅιδην  

<!-- 200 -->καὶ πόλον οὐράνιον. ἀτὰρ οὐράνιοι φωστῆρες  

εἰς ἓν συρρήξουσι καὶ εἰς μορφὴν πανέρημον.  

ἄστρα γὰρ οὐρανόθεν τε θαλάσσῃ πάντα πεσεῖται·  

ψυχαὶ δʼ ἀνθρώπων πᾶσαι βρύξουσιν ὀδοῦσιν  

καιόμεναι ποταμῷ καὶ θείῳ καὶ πυρὸς ὁρμῇ  

<!-- 205 -->ἐν δαπέδῳ μαλερῷ, τέφρα δέ τε πάντα καλύψει.  

καὶ τότε χηρεύσει στοιχεῖα πρόπαντα τὰ κόσμου  

ἀὴρ γαῖα θάλασσα φάος πόλος ἤματα νύκτες·  

κοὐκέτι πωτήσονται ἐν ἠέρι ἄπλετοι ὄρνεις,  

οὐ ζῷα νηκτὰ θάλασσαν ὅλως ἔτι νηχήσονται,  

<!-- 210 -->οὐ ναῦς ἔμφορτος ἐπὶ κύμασι ποντοπορήσει,  

οὐ βόες ἰθυντῆρες ἀροτρεύσουσιν ἄρουραν,  

οὐκ ἦχος δένδρων ἀνέμων ὕπο· ἀλλʼ ἅμα πάντα  

εἰς ἓν χωνεύσει καὶ εἰς καθαρὸν διαλέξει.  

ἡνίκα δʼ ἀθανάτου θεοῦ ἄφθιτοι ἀγγελτῆρες  

<!-- 215 -->Βαρακιὴλ Ῥαμιὴλ Οὐριὴλ Σαμιὴλ Ἀζαήλ τε,  

αὐτοὶ ἐπιστάμενοι ὅσα τις κακὰ πρόσθεν ἔρεξεν,  

ἀνθρώπων ψυχὰς ἀπὸ ζόφου ἠερόεντος  

εἰς κρίσιν ἄξουσιν πάσας ἐπὶ βῆμα θεοῖο  

ἀθανάτου μεγάλου· εἷς γὰρ μόνος ἄφθιτός ἐστιν,  

<!-- 220 -->αὐτὸς ὁ παντοκράτωρ, θνητῶν ὃ δικασπόλος ἔσται·  

καὶ τότε νερτερίοις ψυχὰς καὶ πνεῦμα καὶ αὐδήν  

δώσει ἐπουράνιος, καί τʼ ὀστέα ἁρμοσθέντα  

ἁρμοῖς παντοίοις, σάρκες καὶ νεῦρα  <span class="gap">…</span>  

καὶ φλέβες ἠδέ τε δέρμα περὶ χροῒ καὶ πρὶν ἔθειραι  

<!-- 225 -->ἀμβροσίως πηχθέντα, καὶ ἔμπνοα κινηθέντα  

σώματʼ ἐπιχθονίων ἑνὶ ἤματʼ ἀναστήσονται.  

καὶ τότʼ ἀμειλίκτοιο καὶ ἀρρήκτου ἀδάμαντος  

κλεῖθρα πέλωρα πυλῶν τε ἀχαλκεύτου Ἀίδαο  

ῥηξάμενος Οὐριὴλ μέγας ἄγγελος εὐθὺ βαλεῖται,  

<!-- 230 -->καὶ πάσας μορφὰς πολυπενθέας εἰς κρίσιν ἄξει  

εἰδώλων τὰ μάλιστα παλαιγενέων Τιτήνων  

ἠδέ τε Γιγάντων, καὶ ὅσας εἷλεν κατακλυσμός,  

καί θʼ ἃς ἐν πελάγεσσιν ἀπώλεσε κῦμα θαλάσσης  

ἠδʼ ὁπόσας θῆρες καὶ ἑρπετὰ καὶ πετεηνά  

<!-- 235 -->θοινήσαντο, ὅλας ταύτας ἐπὶ βῆμα καλέσσει·  

καὶ πάλιν, ἃς ἔφθειρεν ἐνὶ φλογὶ σαρκοφάγον πῦρ,  

καὶ ταύτας ἐπὶ βῆμα θεοῦ στήσειεν ἀγείρας.  

ἡνίκα δʼ ἀνστήσῃ νέκυας μοῖραν καταλύσας  

καὶ καθίσῃ Σαβαὼθ Ἀδωναῖος ὑψικέραυνος  

<!-- 240 -->ἐς θρόνον οὐράνιον μέγαν δέ τε κίονα πήξῃ,  

ἥξει δʼ ἐν νεφέλῃ πρὸς ἄφθιτον ἄφθιτος αὐτός  

ἐν δόξῃ Χριστὸς σὺν ἀμύμοσιν ἀγγελτῆρσιν  

καὶ καθίσει Μεγάλῳ ἐπὶ δεξιά, βήματι κρίνων  

εὐσεβέων βίοτον καὶ δυσσεβέων τρόπον ἀνδρῶν.  

<!-- 245 -->ἥξει καὶ Μωσῆς ὁ μέγας φίλος Ὑψίστοιο  

σάρκας δυσάμενος· Ἀβραὰμ δʼ αὐτὸς μέγας ἥξει,  

Ἰσαὰκ ἠδʼ Ἰακώβ, Ἰησοῦς Δανιήλ τʼ Ἠλίας,  

Ἀμβακοὺμ καὶ Ἰωνᾶς καὶ οὓς ἔκταν Ἑβραῖοι.  

τοὺς δὲ μετʼ Ἠρεμίαν ἐπὶ βήματι πάντας ὀλέσσει  

<!-- 250 -->κρινομένους Ἑβραίους, ἵνα ἄξια ἔργα λάβωσιν  

καὶ τίσωσʼ, ὅσα περ βιότῳ θνητῷ τις ἔπραξεν.  

καὶ τότε δὴ πάντες διὰ αἰθομένου ποταμοῖο  

καὶ φλογὸς ἀσβέστου διελεύσονθʼ· οἵ τε δίκαιοι  

πάντες σωθήσοντʼ· ἀσεβεῖς δʼ ἐπὶ τοῖσιν ὀλοῦνται  

<!-- 255 -->εἰς αἰῶνας ὅλους, ὁπόσοι κακὰ πρόσθεν ἔρεξαν,  

ἠδὲ φόνους ἐποίησαν, ὅσοι δὲ συνίστορές εἰσιν,  

ψεῦσται καὶ κλέπται δόλιοί τʼ οἰκοφθόροι αἰνοί  

δειπνολόχοι καὶ κλεψίγαμοι δύσφημα χέοντες  

δεινοί θʼ ὑβρισταί τʼ ἄνομοί τʼ εἰδωλολάτραι τε·  

<!-- 260 -->ἠδʼ ὁπόσοι μέγαν ἀθάνατον θεὸν ἐγκατέλειψαν  

βλάσφημοι δʼ ἐγένοντο καὶ εὐσεβέων κεραϊσταί  

πιστολέται καὶ τῶν δικαίων φθισήνορες ἀνδρῶν·  

ἠδʼ ὁπόσοι δολίοις καὶ ἀναιδέσιν ἀμφιπροσώποις  

πρεσβύτεροι γεραροί τε διήκονες εἰσορόωσιν . . . . . . . . . . . . . . . . . . . . .  

<!-- 265 -->αἰδόμενοι κρίνουσʼ ἀδίκως ἑτέροισι ποιοῦντες  

ψευδαπάταις φήμῃσι πεπεισμένοι ..........  

παρδαλίων τε λύκων ὀλοώτεροι ἠδὲ  

ἠδʼ ὁπόσοι μεγάλως ὑπερήφανοι ἠδὲ τοκισταί,  

οἳ τόκον ἔκ γε τόκων συναθροίζοντες κατὰ οἴκους  

<!-- 270 -->ὀρφανικοὺς χήρας τε καταβλάπτουσιν  

ἠδʼ ὁπόσοι χήρῃσι καὶ ὀρφανικοῖσι διδοῦσιν  

ἐξ ἀδίκων ἔργων, ὁπόσοι δʼ ἰδίων ἀπὸ μόχθων  

δόντες ὀνειδίζουσιν· ὅσοι δὲ γονεῖς ἐνὶ γήρᾳ  

κάλλιπον οὐ τίσαντες ὅλως, οὐ θρέπτρα γονεῦσιν  

<!-- 275 -->ἀντιπαρασχόντες, αὐτὰρ δʼ ὅσοι ἠπείθησαν  

ἠδὲ καὶ ἀντεῖπαν λόγον ἄγριον εἰς γενετῆρας·  

ἠδʼ ὁπόσοι πίστεις ἀπηρνήσαντο λαβόντες·  

καὶ θεράποντες ὅσοι κατὰ δεσποτέων ἐγένοντο,  

καὶ πάλιν οἳ τὴν σάρκα ἀσελγείῃ ἐμίηναν,  

<!-- 280 -->ἠδʼ ὁπόσοι ζώνην τὴν παρθενικὴν ἀπέλυσαν  

λάθρη μισγόμενοι, ὅσσαι δʼ ἐνὶ γαστέρι φόρτους  

ἐκτρώσκουσιν, ὅσοι τε τόκους ῥίπτουσιν ἀθέσμως·  

φαρμακοὺς ἢ φαρμακίδας σὺν τοῖσι καὶ αὐτούς  

ὀργὴ ἐπουρανίοιο καὶ ἀφθάρτοιο θεοῖο  

<!-- 285 -->κίονι προσπελάσειεν, ὅπου περὶ κύκλον ἅπαντα  

ἀκάματος ποταμὸς πύρινος ῥεῖ, τοὺς δʼ ἅμα πάντας  

ἄγγελοι ἀθανάτοιο θεοῖό τε αἰὲν ἐόντος  

ἐν φλογίναις μάστιξι καὶ ἐν πυρίναις ἁλύσεσσιν  

δεσμοῖς ἀρρήκτοις τε περισφίγξαντες ὕπερθεν  

<!-- 290 -->δεινοτάτως κολάσουσιν· ἔπειτα δὲ νυκτὸς ἀμολγῷ  

ἐν γέννῃ θηρσὶν ὑπὸ ταρταρίοισι βαλοῦνται  

πολλοῖς δειμαλέοισιν, ὅπου σκότος ἐστὶν ἄμετρον.  

ἀλλʼ ὁπόταν πολλὰς κολάσεις ἐνιποιήσωνται  

πᾶσιν, ὅσων κακὸν ἦτορ ἔην, ἀτὰρ ὕστερον αὖτε  

<!-- 295 -->ἐκ ποταμοῦ μεγάλου πύρινος τροχὸς ἀμφικατέρξει  

αὐτούς, ὅττʼ ἄρα τοῖσιν ἀτάσθαλα ἔργα μέμηλεν.  

καὶ τότε θρηνήσουσιν ἐπʼ ἄλλυδις ἄλλος ἄπωθεν  

οἰκτροτάτῃ μοίρῃ πατέρες καὶ νήπια τέκνα,  

μητέρες ἠδέ τε τέκνʼ ὑπομάζια δακρυόεντα.  

<!-- 300 -->οὐδέ σφιν δακρύων κόρος ἔσσεται οὐδὲ μὲν αὐδή  

οἴκτρʼ ὀλοφυρομένων ἐσακούσεται ἄλλυδις ἄλλου,  

ἀλλὰ μακρὰν ζοφόενθʼ ὑπὸ Τάρταρον εὐρώεντα  

τειρόμενοι βώσονται· ἐπʼ οὐχ ὁσίοισι δὲ χώροις  

τίσουσιν τρὶς τόσσον ὅσον κακὸν ἤλιτον ἔργον  

<!-- 305 -->δαιόμενοι πυρὶ πολλῷ· ἐπιβρύξουσι δʼ ὀδοῦσιν  

πάντες τηκόμενοι δίψῃ μαλερῇ τε βίῃ τε,  

καὶ καλέσουσι καλὸν τὸ θανεῖν καὶ φεύξετʼ ἀπʼ αὐτῶν.  

οὐκέτι γὰρ θάνατος τούτους, οὐ νὺξ ἀναπαύσει.  

πολλὰ δʼ ἐρωτήσουσι μάτην θεὸν ὑψιμέδοντα,  

<!-- 310 -->καὶ τότʼ ἀποστρέψει φανερῶς τὸ πρόσωπον ἀπʼ αὐτῶν.  

ἑπτὰ γὰρ αἰώνων μετανοίας ἤματʼ ἔδωκεν  

ἀνδράσι πλαζομένοις διὰ χειρὸς παρθένου ἁγνῆς.  

τοὺς δʼ ἄλλους, ὁπόσοις τε δίκη καλά τʼ ἔργα μέμηλεν  

ἠδὲ καὶ εὐσεβίη τε δικαιότατοί τε λογισμοί,  

<!-- 315 -->ἄγγελοι αἰρόμενοι διʼ αἰθομένου ποταμοῖο  

εἰς φῶς ἄξουσιν καὶ εἰς ζωὴν ἀμέριμνον,  

ἔνθα πέλει τρίβος ἀθάνατος μεγάλοιο θεοῖο  

καὶ τρισσαὶ πηγαὶ οἴνου μέλιτός τε γάλακτος·  

γαῖα δʼ ἴση πάντων οὐ τείχεσιν οὐ περιφραγμοῖς  

<!-- 320 -->διαμεριζομένη καρποὺς τότε πλείονας οἴσει  

αὐτομάτη, κοινοί τε βίοι καὶ πλοῦτος ἄμοιρος.  

οὐ γὰρ πτωχὸς ἐκεῖ, οὐ πλούσιος, οὐδὲ τύραννος,  

οὐ δοῦλος, οὐδʼ αὖ μέγας, οὐ μικρός τις ἔτʼ ἔσται,  

οὐ βασιλεῖς, οὐχ ἡγεμόνες· κοινῇ δʼ ἅμα πάντες.  

<!-- 325 -->κοὐκέτʼ ἐρεῖ τις ὅλως «νὺξ ἤλυθεν», οὐδὲ μὲν «αὔριον»,  

οὐκ «ἐχθὲς γέγονεν», οὐκ ἤματα πολλὰ μεριμνᾷ,  

οὐκ ἔαρ, οὐχὶ θέρος, οὐ χειμῶνʼ, οὐ μετόπωρον,  

οὐ γάμον, οὐ θάνατον, οὐ πράσεις, οὐδʼ ἀγορασμούς,  

οὐ δύσιν ἀντολίην· ποιήσει γὰρ μακρὸν ἦμαρ·  

<!-- 330 -->τοῖς καὶ ὁ παντοκράτωρ θεὸς ἄφθιτος ἄλλο παρέξει.  

εὐσεβέσιν, ὁπόταν θεὸν ἄφθιτον αἰτήσωνται,  

ἐκ μαλεροῖο πυρὸς καὶ ἀθανάτων ἀπὸ βρυγμῶν  

ἀνθρώπους σῶσαι δώσει· καὶ τοῦτο ποιήσει·  

λεξάμενος γὰρ ἐσαῦθις ἀπὸ φλογὸς ἀκαμάτοιο  

<!-- 335 -->ἄλλοσʼ ἀποστήσας πέμψει διὰ λαὸν ἑαυτοῦ  

εἰς ζωὴν ἑτέραν καὶ αἰώνιον ἀθανάτοισιν  

Ἠλυσίῳ πεδίῳ, ὅθι οἱ πέλε κύματα μακρά  

λίμνης ἀενάου Ἀχερουσιάδος βαθυκόλπου.  

αἰαῖ ἐγὼ δειλή, τί γενήσομαι ἤματι τῷδε,  

<!-- 340 -->ἀνθʼ ὧν ἡ δύσφρων γε πονησαμένη περὶ πάντων  

ἤλιτον οὔτε γάμῳ μεμελημένη οὔτε λογισμοῖς·  

ἀλλὰ καὶ ἐν μελάθροισιν ἐμοῖς πολυπάμμονος ἀνδρός  

δευομένους ἀπέκλεισα· τὰ δʼ ἔκνομα πρόσθεν ἔρεξα  

εἰδυῖα. σὺ δέ, σῶτερ, ἐμῶν ἀπὸ μαστικτήρων  

<!-- 345 -->ῥῦσαι δή με κυνῶπιν, ἀναιδέα περ ῥέξασαν.  

ἥδε δʼ ἐγὼ λίτομαί σε βαιὸν παῦσαί μεν ἀοιδῆς,  

ἅγιε μαννοδότα, βασιλεῦ μεγάλης βασιλείης.  

<!-- 3 -->

Ἐκ τοῦ δευτέρου λόγου

  

περὶ θεοῦ.

  

Ὑψιβρεμέτα, μάκαρ, οὐράνιε, ὃς ἔχεις τὰ Χερουβίμ  

ἱδρυμένος, λίτομαι, παναληθέα φημίξασαν  

παῦσον βαιόν με· κέκμηκε γὰρ ἔνδοθεν ἦτορ.  

ἀλλὰ τί μοι κραδίη πάλι πάλλεται ἠδέ γε θυμός  

<!-- 5 -->τυπτόμενος μάστιγι βιάζεται ἔνδοθεν αὐδήν  

ἀγγέλλειν πᾶσιν· αὐτὰρ πάλι πάντʼ ἀγορεύσω,  

ὅσσα θεὸς κέλεταί μʼ ἀγορευέμεν ἀνθρώποισιν.  

ἄνθρωποι θεόπλαστον ἔχοντες ἐν εἰκόνι μορφήν  

τίπτε μάτην πλάζεσθε καὶ οὐκ εὐθεῖαν ἀταρπόν  

<!-- 10 -->βαίνετε, ἀθανάτου κτίστου μεμνημένοι αἰεί;  

εἷς θεός ἐστι μόναρχος ἀθέσφατος αἰθέρι ναίων  

αὐτοφυὴς ἀόρατος ὁρώμενος αὐτὸς ἅπαντα·  

ὃν χεὶρ οὐκ ἐποίησε λιθοξόος οὐδʼ ἀπὸ χρυσοῦ  

τέχνῃσʼ ἀνθρώπου φαίνει τύπος οὐδʼ ἐλέφαντος·  

<!-- 15 -->ἀλλʼ αὐτὸς ἀνέδειξεν αἰώνιος αὐτὸς ἑαυτόν  

ὄντα τε καὶ πρὶν ἐόντα, ἀτὰρ πάλι καὶ μετέπειτα.  

τίς γὰρ θνητὸς ἐὼν κατιδεῖν δύναται θεὸν ὄσσοις;  

ἢ τίς χωρήσει κἂν τοὔνομα μοῦνον ἀκοῦσαι  

οὐρανίου μεγάλοιο θεοῦ κόσμον κρατέοντος;  

<!-- 20 -->ὃς λόγῳ ἔκτισε πάντα καὶ οὐρανὸν ἠδὲ θάλασσαν  

ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν  

ἄστρα τε λαμπετόωντα, κραταιὰν μητέρα Τηθύν,  

πηγὰς καὶ ποταμούς, πῦρ ἄφθιτον, ἤματα, νύκτας,  

αὐτὸς δὴ θεός ἐσθʼ ὁ πλάσας τετραγράμματον Ἀδάμ  

<!-- 25 -->τὸν πρῶτον πλασθέντα καὶ οὔνομα πληρώσαντα  

ἀντολίην τε δύσιν τε μεσημβρίην τε καὶ ἄρκτον·  

αὐτὸς δʼ ἐστήριξε τύπον μορφῆς μερόπων τε  

καὶ θῆρας ποίησε καὶ ἑρπετὰ καὶ πετεηνά.  

οὐ σέβετʼ, οὐδὲ φοβεῖσθε θεόν, ματαίως δὲ πλανᾶσθε  

<!-- 30 -->προσκυνέοντες ὄφεις τε καὶ αἰλούροισι θύοντες  

εἰδώλοις τʼ ἀλάλοις λιθίνοις θʼ ἱδρύμασι φωτῶν·  

καὶ ναοῖς ἀθέοισι καθεζόμενοι πρὸ θυράων  

τηρεῖτε τὸν ἐόντα θεόν, ὃς πάντα φυλάσσει,  

τερπόμενοι κακότητι λίθων κρίσιν ἐκλαθέοντες  

<!-- 35 -->ἀθανάτου σωτῆρος, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν.  

αἶ γένος αἱμοχαρὲς δόλιον κακὸν ἀσεβέων τε  

ψευδῶν διγλώσσων ἀνθρώπων καὶ κακοηθῶν  

λεκτροκλόπων εἰδωλολατρῶν δόλια φρονεόντων,  

οἷς κακὸν ἐν στέρνοισιν, ἔνι μεμανημένος οἶστρος,  

<!-- 40 -->αὐτοῖς ἁρπάζοντες, ἀναιδέα θυμὸν ἔχοντες·  

οὐδεὶς γὰρ πλουτῶν καὶ ἔχων ἄλλῳ μεταδώσει,  

ἀλλʼ ἔσεται κακίη δεινὴ πάντεσσι βροτοῖσιν,  

πίστιν δʼ οὐ σχήσουσιν ὅλως, χῆραί τε γυναῖκες  

στέρξουσιν κρυφίως ἄλλους πολλαὶ διὰ κέρδος,  

<!-- 45 -->οὐ σπάρτην κατέχουσι βίου ἀνδρῶν λελαχοῦσαι.  

αὐτὰρ ἐπεὶ Ῥώμη καὶ Αἰγύπτου βασιλεύσει  

εἰσέτι δηθύνουσα, τότε δὴ βασιλεία μεγίστη  

ἀθανάτου βασιλῆος ἐπʼ ἀνθρώποισι φανεῖται.  

ἥξει δʼ ἁγνὸς ἄναξ πάσης γῆς σκῆπτρα κρατήσων  

<!-- 50 -->εἰς αἰῶνας ἅπαντας ἐπειγομένοιο χρόνοιο.  

καὶ τότε Λατίνων ἀπαραίτητος χόλος ἀνδρῶν·  

τρεῖς Ῥώμην οἰκτρῇ μοίρῃ καταδηλήσονται.  

πάντες δʼ ἄνθρωποι μελάθροις ἰδίοισιν ὀλοῦνται,  

ὁππόταν οὐρανόθεν πύρινος ῥεύσῃ καταράκτης.  

<!-- 55 -->οἴμοι, δειλαίη, πότʼ ἐλεύσεται ἦμαρ ἐκεῖνο  

καὶ κρίσις ἀθανάτοιο θεοῦ μεγάλου βασιλῆος;  

ἄρτι δʼ ἔτι κτίζεσθε, πόλεις, κοσμεῖσθέ τε πᾶσαι  

ναοῖς καὶ σταδίοις ἀγοραῖς χρυσοῖς ξοάνοις τε  

ἀργυρέοις λιθίνοις τε, ἵνʼ ἔλθητʼ εἰς πικρὸν ἦμαρ.  

<!-- 60 -->ἥξει γάρ, ὁπόταν θείου διαβήσεται ὀδμή  

πᾶσιν ἐν ἀνθρώποισιν. ἀτὰρ τὰ ἕκαστʼ ἀγορεύσω,  

ὅσσαις ἐν πόλεσιν μέροπες κακότητα φέρουσιν.  <span class="gap">…</span>  

ἐκ δὲ Σεβαστηνῶν ἥξει Βελίαρ μετόπισθεν  

καὶ στήσει ὀρέων ὕψος, στήσει δὲ θάλασσαν,  

<!-- 65 -->ἠέλιον πυρόεντα μέγαν λαμπράν τε σελήνην  

καὶ νέκυας στήσει καὶ σήματα πολλὰ ποιήσει  

ἀνθρώποις· ἀλλʼ οὐχὶ τελεσφόρα ἔσσετʼ ἐν αὐτῷ,  

ἀλλὰ πλανᾷ καὶ δὴ μέροπας, πολλούς τε πλανήσει  

πιστούς τʼ ἐκλεκτούς θʼ Ἑβραίους ἀνόμους τε καὶ ἄλλους  

<!-- 70 -->ἀνέρας, οἵτινες οὔπω θεοῦ λόγον εἰσήκουσαν.  

ἀλλʼ ὁπόταν μεγάλοιο θεοῦ πελάσωσιν ἀπειλαί,  

καὶ δύναμις φλογέουσα διʼ οἴδματος εἰς γαῖαν ἥξῃ,  

καὶ Βελίαρ φλέξῃ καὶ ὑπερφιάλους ἀνθρώπους  

πάντας, ὅσοι τούτῳ πίστιν ἐνιποιήσαντο·  

<!-- 75 -->καὶ τότε δὴ κόσμος ὑπὸ ταῖς παλάμῃσι γυναικός  

ἔσσεται ἀρχόμενος καὶ πειθόμενος περὶ παντός.  

ἔνθʼ ὁπόταν κόσμου παντὸς χήρη βασιλεύσῃ  

καὶ ῥίψῃ χρυσόν τε καὶ ἄργυρον εἰς ἅλα δῖαν,  

καὶ χαλκόν τε σίδηρον ἐφημερίων ἀνθρώπων  

<!-- 80 -->εἰς πόντον ῥίψῃ, τότε δὴ στοιχεῖα πρόπαντα  

χηρεύσει κόσμου, ὁπόταν θεὸς αἰθέρι ναίων  

οὐρανὸν εἱλίξῃ, καθʼ ἅπερ βιβλίον εἰλεῖται·  

καὶ πέσεται πολύμορφος ὅλος πόλος ἐν χθονὶ δίῃ  

καὶ πελάγει· ῥεύσει δὲ πυρὸς μαλεροῦ καταράκτης  

<!-- 85 -->ἀκάματος, φλέξει δὲ γαῖαν, φλέξει δὲ θάλασσαν,  

καὶ πόλον οὐράνιον καὶ ἤματα καὶ κτίσιν αὐτήν  

εἰς ἓν χωνεύσει καὶ εἰς καθαρὸν διαλέξει.  

κοὐκέτι φωστήρων σφαιρώματα καγχαλόωντα,  

οὐ νύξ, οὐκ ἠώς, οὐκ ἤματα πολλὰ μεριμνᾷς,  

<!-- 90 -->οὐκ ἔαρ, οὐχὶ θέρος, οὐ χειμῶνʼ, οὐ μετόπωρον.  

καὶ τότε δὴ μεγάλοιο θεοῦ κρίσις εἰς μέσον ἥξει  

αἰῶνος μεγάλοιο, ὅταν τάδε πάντα γένηται.  <span class="gap">…</span>  

ὢ ὢ δὴ πλωτῶν ὑδάτων καὶ χέρσου ἁπάσης·  

ἠελίου ἀνιόντος, ὃς οὐ δὴ καὶ πάλι δύνει,  

<!-- 95 -->πάνθʼ ὑπακούσονται κόσμον πάλιν εἰσανιόντι·  

τοὔνεκʼ ἄρʼ αὐτὸς πρῶτος ἐπέγνω καὶ κράτος αὐτοῦ.  <span class="gap">…</span>  

ἀλλʼ ὁπόταν μεγάλοιο θεοῦ τελέωνται ἀπειλαί,  

ἅς ποτʼ ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν  

χώρῃ ἐν Ἀσσυρίῃ· ὁμόφωνοι δʼ ἦσαν ἅπαντες  

<!-- 100 -->καὶ βούλοντʼ ἀναβῆνʼ εἰς οὐρανὸν ἀστερόεντα·  

αὐτίκα δʼ ἀθάνατος μεγάλην ἐπέθηκεν ἀνάγκην  

πνεύμασιν· αὐτὰρ ἔπειτʼ ἄνεμοι μέγαν ὑψόθι πύργον  

ῥίψαν καὶ θνητοῖσιν ἐπʼ ἀλλήλους ἔριν ὦρσαν·  

τοὔνεκά τοι Βαβυλῶνα βροτοὶ πόλει οὔνομʼ ἔθεντο.  

<!-- 105 -->αὐτὰρ ἐπεὶ πύργος τʼ ἔπεσεν γλῶσσαί τʼ ἀνθρώπων  

παντοδαπαῖς φωναῖσι διέστρεφον, αὐτὰρ ἅπασα  

γαῖα βροτῶν πληροῦτο μεριζομένων βασιλειῶν,  

καὶ τότε δὴ δεκάτη γενεὴ μερόπων ἀνθρώπων,  

ἐξ οὗ περ κατακλυσμὸς ἐπὶ προτέρους γένετʼ ἄνδρας.  

<!-- 110 -->καὶ βασίλευσε Κρόνος καὶ Τιτὰν Ἰαπετός τε,  

Γαίης τέκνα φέριστα καὶ Οὐρανοῦ, οὓς ἐκάλεσσαν  

ἄνθρωποι γαῖάν τε καὶ οὐρανόν, οὔνομα θέντες,  

οὕνεκά τοι πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων.  

τρισσαὶ δὴ μερίδες γαίης κατὰ κλῆρον ἑκάστου,  

<!-- 115 -->καὶ βασίλευσεν ἕκαστος ἔχων μέρος οὐδʼ ἐμάχοντο·  

ὅρκοι γάρ τʼ ἐγένοντο πατρὸς μερίδες τε δίκαιαι.  

τηνίκα δὴ πατρὸς τέλεος χρόνος ἵκετο γήρως  

καί ῥʼ ἔθανεν· καὶ παῖδες ὑπερβασίην ὅρκοισιν  

δεινὴν ποιήσαντες ἐπʼ ἀλλήλους ἔριν ὦρσαν,  

<!-- 120 -->ὃς πάντεσσι βροτοῖσιν ἔχων βασιληίδα τιμήν  

ἄρξει· καὶ μαχέσαντο Κρόνος Τιτάν τε πρὸς αὐτούς.  

τοὺς δὲ Ῥέη καὶ Γαῖα φιλοστέφανός τʼ Ἀφροδίτη  

Δημήτηρ Ἑστίη τε ἐυπλόκαμός τε Διώνη  

ἤγαγον ἐς φιλίην συναγείρασαι βασιλῆας  

<!-- 125 -->πάντας ἀδελφειούς τε συναίμους ἠδὲ καὶ ἄλλους  

ἀνθρώπους, οἵ τʼ ἦσαν ἀφʼ αἵματος ἠδὲ τοκήων·  

καὶ κρῖναν βασιλῆα Κρόνον πάντων βασιλεύειν,  

οὕνεκά τοι πρέσβιστος ἔην καὶ εἶδος ἄριστος.  

ὅρκους δʼ αὖτε Κρόνῳ μεγάλους Τιτὰν ἐπέθηκεν,  

<!-- 130 -->μὴ θρέψʼ ἀρσενικῶν παίδων γένος, ὡς βασιλεύσῃ  

αὐτός, ὅταν γῆράς τε Κρόνῳ καὶ μοῖρα πέληται.  

ὁππότε κεν δὲ Ῥέη τίκτῃ, παρὰ τήνδʼ ἐκάθηντο  

Τιτῆνες καὶ τέκνα διέσπων ἄρσενα πάντα,  

θήλεα δὲ ζώοντʼ εἴων παρὰ μητρὶ τρέφεσθαι.  

<!-- 135 -->ἀλλʼ ὅτε τὴν τριτάτην γενεὴν τέκε πότνια Ῥείη,  

τίχθʼ Ἥρην πρώτην· καὶ ἐπεὶ ἴδον ὀφθαλμοῖσιν  

θῆλυ γένος, ᾤχοντο πρὸς αὐτοὺς ἄγριοι ἄνδρες  

Τιτῆνες. καὶ ἔπειτα Ῥέη τέκεν ἄρσενα παῖδα,  

τὸν ταχέως διέπεμψε λάθρη ἰδίῃ τε τρέφεσθαι  

<!-- 140 -->ἐς Φρυγίην τρεῖς ἄνδρας ἐνόρκους Κρῆτας ἑλοῦσα·  

τοὔνεκά τοι Δίʼ ἐπωνομάσανθʼ, ὁτιὴ διεπέμφθη.  

ὣς δʼ αὔτως διέπεμψε Ποσειδάωνα λαθραίως.  

τὸ τρίτον αὖ Πλούτωνα Ῥέη τέκε δῖα γυναικῶν  

Δωδώνην παριοῦσα, ὅθεν ῥέεν ὑγρὰ κέλευθα  

<!-- 145 -->Εὐρώπου ποταμοῖο καὶ εἰς ἅλα μύρατο ὕδωρ  

ἄμμιγα Πηνειῷ, καί μιν στύγιον καλέουσιν.  

ἡνίκα δʼ ἤκουσαν Τιτῆνες παῖδας ἐόντας  

λάθριον, οὓς ἔσπειρε Κρόνος Ῥείη τε σύνευνος,  

ἑξήκοντα δέ τοι παῖδας συναγείρατο Τιτάν  

<!-- 150 -->καί ῥʼ εἶχʼ ἐν δεσμοῖσι Κρόνον Ῥείην τε σύνευνον,  

κρύψεν δʼ ἐν γαίῃ καὶ ἐν ζωσμοῖς ἐφύλασσεν.  

καὶ τότε δή μιν ἄκουσαν υἱοὶ κρατεροῖο Κρόνοιο  

καί οἱ ἐπήγειραν πόλεμον μέγαν ἠδὲ κυδοιμόν.  

αὕτη δʼ ἔστʼ ἀρχὴ πολέμου πάντεσσι βροτοῖσιν.  

καὶ τότε Τιτάνεσσι θεὸς κακὸν ἐγγυάλιξεν.  

καὶ πᾶσαι γενεαὶ Τιτάνων ἠδὲ Κρόνοιο  

κάτθανον. αὐτὰρ ἔπειτα χρόνου περιτελλομένοιο  

Αἰγύπτου βασίλειον ἐγείρατο, εἶτα τὸ Περσῶν  

<!-- 160 -->Μήδων Αἰθιόπων τε καὶ Ἀσσυρίης Βαβυλῶνος,  

εἶτα Μακηδονίων, πάλιν Αἰγύπτου, τότε Ῥώμης.  

καὶ τότε μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν  

ἵστατο καί μʼ ἐκέλευσε προφητεῦσαι κατὰ πᾶσαν  

γαῖαν καὶ βασιλεῦσι τά τʼ ἐσσόμενʼ ἐν φρεσὶ θεῖναι.  

<!-- 165 -->καί μοι τοῦτο θεὸς πρῶτον νόῳ ἐγγυάλιξεν,  

ὅσσαι ἀνθρώπων βασιληίδες ἠγερέθονται.  

οἶκος μὲν γὰρ πρώτιστος Σολομώνιος ἄρξει  

Φοίνικές τʼ, Ἀσίης ἐπιβήτορες ἠδὲ καὶ ἄλλων  

νήσων, Παμφύλων τε γένος Περσῶν τε Φρυγῶν τε,  

<!-- 170 -->Καρῶν καὶ Μυσῶν Λυδῶν τε γένος πολυχρύσων.  

αὐτὰρ ἔπειθʼ Ἕλληνες ὑπερφίαλοι καὶ ἄναγνοι·  

ἄλλο Μακηδονίης ἔθνος μέγα ποικίλον ἄρξει,  

οἳ φοβερὸν πολέμοιο νέφος ἥξουσι βροτοῖσιν.  

ἀλλά μιν οὐράνιος θεὸς ἐκ βυθοῦ ἐξαλαπάξει.  

<!-- 175 -->αὐτὰρ ἔπειτʼ ἄλλης βασιληίδος ἔσσεται ἀρχή  

λευκὴ καὶ πολύκρανος ἀφʼ ἑσπερίοιο θαλάσσης,  

ἣ πολλῆς γαίης ἄρξει, πολλοὺς δὲ σαλεύσει,  

καὶ πᾶσιν βασιλεῦσι φόβον μετόπισθε ποιήσει,  

πολλὸν δʼ αὖ χρυσόν τε καὶ ἄργυρον ἐξαλαπάξει  

<!-- 180 -->ἐκ πόλεων πολλῶν· πάλι δʼ ἔσσεται ἐν χθονὶ δίῃ  

χρυσίον, αὐτὰρ ἔπειτα καὶ ἄργυρος ἠδέ τε κόσμος.  

καὶ θλίψουσι βροτούς. μέγα δʼ ἔσσεται ἀνδράσι κείνοις  

πτῶνʼ, ὁπόταν ἄρξωνθʼ ὑπερηφανίης ἀδίκοιο.  

αὐτίκα δʼ ἐν τούτοις ἀσεβείας ἔσσετʼ ἀνάγκη,  

<!-- 185 -->ἄρσην δʼ ἄρσενι πλησιάσει στήσουσί τε παῖδας  

αἰσχροῖς ἐν τεγέεσσι καὶ ἔσσεται ἤμασι κείνοις  

θλῖψις ἐν ἀνθρώποις μεγάλη καὶ πάντα ταράξει,  

πάντα δὲ συγκόψει καὶ πάντα κακῶν ἀναπλήσει  

αἰσχροβίῳ φιλοχρημοσύνῃ, κακοκερδέι πλούτῳ,  

<!-- 190 -->ἐν πολλαῖς χώρῃσι, Μακηδονίῃ δὲ μάλιστα.  

μῖσος δʼ ἐξεγερεῖ καὶ πᾶς δόλος ἔσσεται αὐτοῖς.  

καὶ τότʼ ἔθνος μεγάλοιο θεοῦ πάλι καρτερὸν ἔσται,  

<!-- 195 -->οἳ πάντεσσι βροτοῖσι βίου καθοδηγοὶ ἔσονται.  

ἀλλὰ τί μοι καὶ τοῦτο θεὸς νόῳ ἔνθετο λέξαι,  

τί πρῶτον, τί δʼ ἔπειτα, τί δʼ ὑστάτιον κακὸν ἔσται  

πάντας ἐπʼ ἀνθρώπους, τίς δʼ ἀρχὴ τούτων ἔσται;  

πρῶτον Τιτάνεσσι θεὸς κακὸν ἐγγυαλίξει·  

<!-- 200 -->υἱοῖς γὰρ κρατεροῖο δίκας τίσουσι Κρόνοιο,  

οὕνεκά τοι δῆσάν τε Κρόνον καὶ μητέρα κεδνήν.  

δεύτερον αὖθʼ Ἕλλησι τυραννίδες ἠδʼ ἀγέρωχοι  

ἔσσονται βασιλῆες, ὑπερφίαλοι καὶ ἄναγνοι,  

κλεψίγαμοι καὶ πάντα κακοί, καὶ οὐκέτι θνητοῖς  

<!-- 205 -->ἄμπαυσις πολέμοιο. Φρύγες δʼ ἔκπαγλοι ὀλοῦνται  

πάντες καὶ Τροίῃ κακὸν ἔσσεται ἤματι κείνῳ.  

αὐτίκα καὶ Πέρσῃσι καὶ Ἀσσυρίοις κακὸν ἥξει  

πάσῃ τʼ Αἰγύπτῳ Λιβύῃ τʼ ἠδʼ Αἰθιόπεσσιν  

Καρσί τε Παμφύλοις τε κακὸν μετακινηθῆναι  

<!-- 210 -->καὶ πάντεσσι βροτοῖσι. τί δὴ καθʼ ἓν ἐξαγορεύω;  

ἀλλʼ ὁπόταν τὰ πρῶτα τέλος λάβῃ, αὐτίκα δʼ ἔσται  

δεύτερʼ ἐπʼ ἀνθρώπους. καί τοι πρώτιστα βοήσω.  

ἀνδράσιν εὐσεβέσιν ἥξει κακόν, οἳ περὶ ναόν  

οἰκείουσι μέγαν Σολομώνιον οἵ τε δικαίων  

<!-- 215 -->ἀνδρῶν ἔκγονοί εἰσιν· ὁμῶς καὶ τῶνδε βοήσω  

φῦλον καὶ γενεὴν πατέρων καὶ δῆμον ἁπάντων  

πάντα περιφραδέως, βροτὲ ποικιλόμητι, δολόφρον.  

ἔστι πόλις ..... κατὰ χθονὸς Οὒρ Χαλδαίων,  

ἐξ ἧς δὴ γένος ἐστὶ δικαιοτάτων ἀνθρώπων,  

<!-- 220 -->οἷσιν ἀεὶ βουλή τʼ ἀγαθὴ καλά τʼ ἔργα μέμηλεν.  

οὔτε γὰρ ἠελίου κύκλιον δρόμον οὔτε σελήνης  

οὔτε πελώρια ἔργα μεριμνῶσιν κατὰ γαίης  

οὔτε βάθος χαροποῖο θαλάσσης Ὠκεανοῖο,  

οὐ πταρμῶν σημεῖʼ, οἰωνοπόλων τε πετεεινά,  

<!-- 225 -->οὐ μάντεις, οὐ φαρμακούς, οὐ μὴν ἐπαοιδούς,  

οὐ μύθων μωρῶν ἀπάτας ἐγγαστεριμύθων,  

οὐδέ τε Χαλδαίων τὰ προμάντια ἀστρολογοῦσιν  

οὐδὲ μὲν ἀστρονομοῦσι· τὰ γὰρ πλάνα πάντα πέφυκεν,  

ὅσσα κεν ἄφρονες ἄνδρες ἐρευνώωσι κατʼ ἦμαρ  

<!-- 230 -->ψυχὰς γυμνάζοντες ἐς οὐδὲν χρήσιμον ἔργον·  

καί ῥα πλάνας ἐδίδαξαν ἀεικελίους ἀνθρώπους,  

ἐξ ὧν δὴ κακὰ πολλὰ βροτοῖς πέλεται κατὰ γαῖαν,  

τοῦ πεπλανῆσθαι ὁδούς τʼ ἀγαθὰς καὶ ἔργα δίκαια.  

οἳ δὲ μεριμνῶσίν τε δικαιοσύνην τʼ ἀρετήν τε,  

<!-- 235 -->κοὐ φιλοχρημοσύνην, ἥτις κακὰ μυρία τίκτει  

θνητοῖς ἀνθρώποις, πόλεμον καὶ λιμὸν ἄπειρον.  

τοῖσι δὲ μέτρα δίκαια πέλει κατʼ ἀγρούς τε πόλεις τε,  

οὐδὲ κατʼ ἀλλήλων νυκτοκλοπίας τελέουσιν  

οὐδʼ ἀγέλας ἐλάουσι βοῶν ὀίων τε καὶ αἰγῶν  

<!-- 240 -->οὐδὲ ὅρους γαίης γείτων τοῦ γείτονος αἴρει  

οὐδὲ πολὺ πλουτῶν τις ἀνὴρ τὸν ἐλάττονα λυπεῖ,  

οὐδέ γε χήρας θλίβει μᾶλλον δʼ αὖτε βοηθεῖ  

αἰεὶ ἐπαρκείων σίτῳ οἴνῳ καὶ ἐλαίῳ·  

αἰεὶ δʼ ὄλβιος ἐν δήμῳ τοῖς μηδὲν ἔχουσιν,  

<!-- 245 -->ἀλλὰ πενιχρομένοισι, θέρους ἀπόμοιραν ἰάλλει,  

πληροῦντες μεγάλοιο θεοῦ φάτιν, ἔννομον ὕμνον·  

πᾶσι γὰρ Οὐράνιος κοινὴν ἐτελέσσατο γαῖαν.  

ἡνίκα δʼ Αἴγυπτον λείψει καὶ ἀταρπὸν ὁδεύσει  

λαὸς ὁ δωδεκάφυλος ἐν ἡγεμόσιν θεοπέμπτοις  

<!-- 250 -->ἐν στύλῳ πυρόεντι τὸ νυκτερινὸν διοδεύων  

καὶ στύλῳ νεφέλης πᾶν ἠὼς ἦμαρ ὁδεύσει,  

τούτῳ δʼ ἡγητῆρα καταστήσει μέγαν ἄνδρα  

Μωσῆν, ὃν παρʼ ἕλους βασιλὶς εὑροῦσʼ ἐκόμιζεν,  

θρεψαμένη δʼ υἱὸν ἐκαλέσσατο. ἡνίκα δʼ ἦλθεν  

<!-- 255 -->λαὸν ὅδʼ ἡγεμονῶν, ὃν ἀπʼ Αἰγύπτου θεὸς ἦγεν  

εἰς τὸ ὄρος Σινᾶ, καὶ τὸν νόμον οὐρανόθι πρό  

δῶκε θεὸς γράψας πλαξὶν δυσὶ πάντα δίκαια,  

καὶ προσέταξε ποιεῖν· καὶ ἢν ἄρα τις παρακούσῃ,  

ἠὲ νόμῳ τίσειε δίκην ἢ χερσὶ βροτείαις  

<!-- 260 -->ἠὲ λαθὼν θνητοὺς πάσῃ δίκῃ ἐξαπολεῖται.  

τοῖσι μόνοις καρπὸν τελέθει ζείδωρος ἄρουρα  

ἐξ ἑνὸς εἰς ἑκατόν, τελέθοντό τε μέτρα θεοῖο.  

<!-- 265 -->ἀλλʼ ἄρα καὶ τούτοις κακὸν ἔσσεται οὐδὲ φύγονται  

λοιμόν. καὶ σὺ δὲ κάρτα, λιπὼν περικαλλέα σηκόν,  

φεύξῃ, ἐπεί σοι μοῖρα λιπεῖν πέδον ἁγνὸν ὑπάρχει.  

ἀχθήσῃ δὲ πρὸς Ἀσσυρίους καὶ νήπια τέκνα  

ὄψει δουλεύοντα παρʼ ἀνδράσι δυσμενέεσσιν  

<!-- 270 -->ἠδʼ ἀλόχους· καὶ πᾶς βίοτος καὶ πλοῦτος ὀλεῖται·  

πᾶσα δὲ γαῖα σέθεν πλήρης καὶ πᾶσα θάλασσα·  

πᾶς δὲ προσοχθίζων ἔσται τοῖς σοῖς ἐθίμοισιν.  

γαῖα δʼ ἔρημος ἅπασα σέθεν· καὶ βωμὸς ἐρυμνός  

καὶ ναὸς μεγάλοιο θεοῦ καὶ τείχεα μακρά  

<!-- 275 -->πάντα χαμαὶ πεσέονται, ὅτι φρεσὶν οὐκ ἐπίθησας  

ἀθανάτοιο θεοῦ ἁγνῷ νόμῳ, ἀλλὰ πλανηθείς  

εἰδώλοις ἐλάτρευσας ἀεικέσιν οὐδὲ φοβηθείς  

ἀθάνατον γενετῆρα θεῶν πάντων τʼ ἀνθρώπων  

οὐκ ἔθελες τιμᾶν, θνητῶν εἴδωλα δʼ ἐτίμας.  

<!-- 280 -->ἀνθʼ ὧν ἑπτὰ χρόνων δεκάδας γῆ καρποδότειρα  

πᾶσι γὰρ Οὐράνιος κοινὴν ἐτελέσσατο γαῖαν  

καὶ πίστιν καὶ ἄριστον ἐνὶ στήθεσσι νόημα.  

ἔσσετʼ ἔρημος ἅπασα σέθεν καὶ θαύματα σηκοῦ.  

ἀλλὰ μένει σʼ ἀγαθοῖο τέλος καὶ δόξα μεγίστη,  

ὡς ἐπέκρανε θεός σοι ἄμβροτος. ἀλλὰ σὺ μίμνε  

πιστεύων μεγάλοιο θεοῦ ἁγνοῖσι νόμοισιν,  

<!-- 285 -->ὁππότε σεῖο καμὸν ὀρθὸν γόνυ πρὸς φάος ἄρῃ.  

καὶ τότε δὴ θεὸς οὐράνιος πέμψει βασιλῆα,  

κρινεῖ δʼ ἄνδρα ἕκαστον ἐν αἵματι καὶ πυρὸς αὐγῇ.  

ἔστι δέ τις φυλὴ βασιλήιος, ἧς γένος ἔσται  

ἄπταιστον· καὶ τοῦτο χρόνοις περιτελλομένοισιν  

<!-- 290 -->ἄρξει καὶ καινὸν σηκὸν θεοῦ ἄρξετʼ ἐγείρειν.  

καὶ πάντες Περσῶν βασιλεῖς ἐπικουρήσουσιν  

χρυσὸν καὶ χαλκόν τε πολύκμητόν τε σίδηρον.  

αὐτὸς γὰρ δώσει θεὸς ἔννυχον ἁγνὸν ὄνειρον.  

καὶ τότε δὴ ναὸς πάλιν ἔσσεται, ὡς πάρος ἦεν.  <span class="gap">…</span>  

<!-- 295 -->ἡνίκα δή μοι θυμὸς ἐπαύσατο ἔνθεον ὕμνον  

καὶ λιτόμην γενετῆρα μέγαν παύσασθαι ἀνάγκης,  

καὶ πάλι μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν  

ἵστατο καί μʼ ἐκέλευσε προφητεῦσαι κατὰ πᾶσαν  

γαῖαν καὶ βασιλεῦσι τά τʼ ἐσσόμενʼ ἐν φρεσὶ θεῖναι.  

<!-- 300 -->καί μοι τοῦτο θεὸς πρῶτον νόῳ ἔνθετο λέξαι,  

ὅσσα γέ τοι Βαβυλῶνι ἐμήσατο ἄλγεα λυγρά  

ἀθάνατος, ὅτι οἱ ναὸν μέγαν ἐξαλάπαξεν.  

αἰαῖ σοι, Βαβυλὼν ἠδʼ Ἀσσυρίων γένος ἀνδρῶν,  

πᾶσαν ἁμαρτωλῶν γαῖαν ῥοῖζός ποθʼ ἱκνεῖται,  

<!-- 305 -->καὶ πᾶσαν χώραν μερόπων ἀλαλαγμὸς ὀλέσσει  

καὶ πληγὴ μεγάλοιο θεοῦ, ἡγήτορος ὕμνων.  

ἀέριος γάρ σοι, Βαβυλών, ἥξει ποτʼ ἄνωθεν  

καὶ θυμοῦ τέκνοις αἰώνιος ἐξολόθρευσις.  

<!-- 310 -->καὶ τότʼ ἔσῃ, ὡς ἦσθα πρὸ τοῦ, ὡς μὴ γεγονυῖα·  

καὶ τότε πλησθήσῃ ἀπὸ αἵματος, ὡς πάρος αὐτή  

ἐξέχεας ἀνδρῶν τʼ ἀγαθῶν ἀνδρῶν τε δικαίων,  

ὧν ἔτι καὶ νῦν αἷμα βοᾷ εἰς αἰθέρα μακρόν.  

ἥξει σοι πληγὴ μεγάλη, Αἴγυπτε, πρὸς οἴκους,  

<!-- 315 -->δεινή, ἣν οὔπω ποτʼ ἐπήλπισας ἐρχομένην σοι.  

ῥομφαία γὰρ διελεύσεται διὰ μέσον σεῖο,  

σκορπισμὸς δέ τε καὶ θάνατος καὶ λιμὸς ἐφέξει  

ἑβδομάτῃ γενεῇ βασιλήων, καὶ τότε παύσῃ.  

αἰαῖ σοι, χώρα Γὼγ ἠδὲ Μαγὼγ μέσον οὖσα  

<!-- 320 -->Αἰθιόπων ποταμῶν, πόσον αἵματος ἔκχυμα δέξῃ,  

καὶ κρίσεως οἴκησις ἐν ἀνθρώποισι κεκλήσῃ,  

καὶ πίεταί σου γαῖα πολύδροσος αἷμα κελαινόν.  

αἰαῖ σοι, Λιβύη· αἰαῖ δὲ θάλασσά τε καὶ γῆ·  

θυγατέρες δυσμῶν, ὡς ἥξετε πικρὸν ἐς ἦμαρ.  

<!-- 325 -->ἥξετε καὶ χαλεποῖο διωκόμεναι ὑπʼ ἀγῶνος,  

δεινοῦ καὶ χαλεποῦ· δεινὴ κρίσις ἔσσεται αὖτις,  

καὶ κατʼ ἀνάγκην πάντες ἐλεύσεσθʼ εἰς τὸν ὄλεθρον,  

ἀνθʼ ὧν ἀθανάτοιο μέγαν διεδηλήσασθε  

οἶκον ὀδοῦσι σιδηρείοις τʼ ἐμασήσατε δεινῶς.  

<!-- 330 -->τοὔνεκα δὴ νεκρῶν πλήρη σὴν γαῖαν ἐπόψει,  

τοὺς μὲν ὑπὸ πτολέμου καὶ πάσης δαίμονος ὁρμῆς,  

λιμοῦ καὶ λοιμοῦ, ὑπό τʼ ἐχθρῶν βαρβαροθύμων.  

γαῖα δʼ ἔρημος ἅπασα σέθεν καὶ ἔρημα πόληες.  

ἐν δὲ δύσει ἀστὴρ λάμψει, ὃν ἐροῦσι κομήτην,  

<!-- 335 -->ῥομφαίας λιμοῦ θανάτοιό τε σῆμα βροτοῖσιν,  

ἡγεμόνων τε φθορὰν ἀνδρῶν μεγάλων τʼ ἐπισήμων.  

σήματα δʼ ἔσσεται αὖτις ἐν ἀνθρώποισι μέγιστα·  

καὶ γὰρ Μαιῶτιν λίμνην Τάναϊς βαθυδίνης  

λείψει, κὰδ δὲ ῥόον βαθὺν αὔλακος ἔσσεται ὁλκός  

<!-- 340 -->καρποφόρου, τὸ δὲ ῥεῦμα τὸ μυρίον αὐχένʼ ἐφέξει.  

χάσματα ἠδὲ βάραθρʼ ἀχανῆ· πολλαὶ δὲ πόληες  

αὔτανδροι πεσέονται· ἐν Ἀσιάδι μὲν Ἰασσός  

Κεβρὴν Πανδονίη Κολοφὼν Ἔφεσος Νίκαια  

Ἀντιόχεια Τάναγρα Σινώπη Σμύρνη Μάρος  

<!-- 345 -->Γάζα πανολβίστη Ἱεράπολις Ἀστυπάλαια,  

Εὐρώπης δὲ Κύαγρα κλύτος βασιλὶς Μερόπεια  

Ἀντιγόνη Μαγνησίη Μυκήνη πάνθεια.  

ἴσθι τότʼ Αἰγύπτου ὀλοὸν γένος ἐγγὺς ὀλέθρου,  

καὶ τότʼ Ἀλεξανδρεῦσιν ἔτος τὸ παρελθὸν ἄμεινον  

<!-- 350 -->ὁππόσα δασμοφόρου Ἀσίης ὑπεδέξατο Ῥώμη,  

χρήματά κεν τρὶς τόσσα δεδέξεται ἔμπαλιν Ἀσίς  

ἐκ Ῥώμης, ὀλοὴν δʼ ἀποτίσεται ὕβριν ἐς αὐτήν.  

ὅσσοι δʼ ἐξ Ἀσίης Ἰταλῶν δόμον ἀμφεπόλευσαν,  

εἰκοσάκις τοσσοῦτοι ἐν Ἀσίδι θητεύσουσιν  

<!-- 355 -->Ἰταλοὶ ἐν πενίῃ, ἀνὰ μυρία δʼ ὀφλήσουσιν.  

ὦ χλιδανὴ ζάχρυσε Λατινίδος ἔκγονε Ῥώμη,  

παρθένε, πολλάκι σοῖσι πολυμνήστοισι γάμοισιν  

οἰνωθεῖσα, λάτρις νυμφεύσεαι οὐκ ἐνὶ κόσμῳ,  

πολλάκι δʼ ἁβρὴν σεῖο κόμην δέσποινά τε κείρει  

<!-- 360 -->ἠδὲ δίκην διέπουσα ἀπʼ οὐρανόθεν ποτὶ γαῖαν  

ῥίψει, ἐκ δὲ γαίης πάλιν οὐρανὸν εἲς ἀνεγείρει,  

ὅττι βροτοὶ φαύλου ζωῆς ἀδίκου τʼ ἐνέχοντο.  

ἔσται καὶ Σάμος ἄμμος, ἐσεῖται Δῆλος ἄδηλος,  

καὶ Ῥώμη ῥύμη· τὰ δὲ θέσφατα πάντα τελεῖται.  

<!-- 365 -->Σμύρνης δʼ ὀλλυμένης οὐδεὶς λόγος. ἔκδικος ἔσται,  

ἀλλὰ κακαῖς βουλῇσι καὶ ἡγεμόνων κακότητι — — — — — — — — — — — — —  

εἰρήνη δὲ γαληνὸς ἐς Ἀσίδα γαῖαν ὁδεύσει·  

Εὐρώπη δὲ μάκαιρα τότʼ ἔσσεται, εὔβοτος αἰθήρ  

πουλυετὴς εὔρωστος ἀχείματος ἠδʼ ἀχάλαζος  

<!-- 370 -->πάντα φέρων καὶ πτηνὰ καὶ ἑρπετὰ θηρία γαίης.  

ὦ μακαριστός, ἐκεῖνον ὃς ἐς χρόνον ἔσσεται ἀνήρ  

ἠὲ γυνή· μακάρων κενεήφατος ὅσσον ἄγραυλος·  

εὐνομίη γὰρ πᾶσα ἀπʼ οὐρανοῦ ἀστερόεντος  

ἥξει ἐπʼ ἀνθρώπους ἠδʼ εὐδικίη, μετὰ δʼ αὐτῆς  

<!-- 375 -->ἡ πάντων προφέρουσα βροτοῖς ὁμόνοια σαόφρων  

καὶ στοργὴ πίστις φιλίη ξείνων ἄπο καὐτῶν  

ἠδέ τε δυσνομίη μῶμος φθόνος ὀργὴ ἄνοια  

φεύξετʼ ἀπʼ ἀνθρώπων πενίη· καὶ φεύξετʼ ἀνάγκη  

καὶ φόνος οὐλόμεναί τʼ ἔριδες, καὶ νείκεα λυγρά  

<!-- 380 -->καὶ νυκτοκλοπίαι καὶ πᾶν κακὸν ἤμασι κείνοις.  

ἀλλὰ Μακηδονίη βαρὺ τέξεται Ἀσίδι πῆμα,  

Εὐρώπῃ δὲ μέγιστον ἀνασταχυώσεται ἄλγος  

ἐκ γενεῆς Κρονίδαο νόθων δούλων τε γενέθλης.  

κείνη καὶ Βαβυλῶνα πόλιν δεδομήσετʼ ἐρυμνήν,  

<!-- 385 -->καὶ πάσης ὁπόσην ἐπιδέρκεται ἠέλιος γῆν  

δεσπότις αὐδηθεῖσα κακαῖς ἄτῃσιν ὀλεῖται  

οὔνομʼ ἐν ὀψιγόνοισι πολυπλάγκτοισιν ἔχουσα.  

ἥξει καί ποτʼ ἄπιστος ἐς Ἀσίδος ὄλβιον οὖδας  

ἀνὴρ πορφυρέην λώπην ἐπιειμένος ὤμοις  

<!-- 390 -->ἄγριος ἀλλοδίκης φλογόεις· ἤγειρε γὰρ αὐτοῦ  

πρόσθε κεραυνὸς φῶτα· κακὸν δʼ Ἀσίη ζυγὸν ἕξει  

πᾶσα, πολὺν δὲ χθὼν πίεται φόνον ὀμβρηθεῖσα.  

ἀλλὰ καὶ ὣς πανάιστον ἅπαντʼ Ἀίδης θεραπεύσει·  

ὧν δή περ γενεὴν αὐτὸς θέλει ἐξαπολέσσαι,  

<!-- 395 -->ἐκ τῶν δὴ γενεῆς κείνου γένος ἐξαπολεῖται·  

ῥίζαν ἴαν γε διδούς, ἣν καὶ κόψει βροτολοιγός  

ἐκ δέκα δὴ κεράτων, παρὰ δὴ φυτὸν ἄλλο φυτεύσει,  

κόψει πορφυρέης γενεῆς γενετῆρα μαχητήν  

καὐτὸς ὑφʼ υἱῶν ὧν ἐς ὁμόφρονα αἴσιον ἄρρης  

<!-- 400 -->φθεῖται· καὶ τότε δὴ παραφυόμενον κέρας ἄρξει.  

ἔσται καὶ Φρυγίῃ δὲ φερεσβίῳ αὐτίκα τέκμαρ,  

ὁππότε κεν Ῥείης μιαρὸν γένος ἐν χθονὶ κῦμα  

ἀέναον ῥίζῃσιν ἀδιψήτοισι τεθηλός  

αὐτόπρεμνον ἄιστον ἰῇ ἐν νυκτὶ γένηται  

<!-- 405 -->ἐν πόλει αὐτάνδρῳ σεισίχθονος ἐννοσιγαίου,  

ἥν ποτε φημίξουσιν ἐπωνυμίην Δορύλαιον  

ἀρχαίης Φρυγίης πολυδακρύτοιο κελαινῆς.  

ἔστʼ ἄρα καιρὸς ἐκεῖνος ἐπωνυμίην ἐνοσίχθων  

κευθμῶνας γαίης σκεδάσει καὶ τείχεα λύσει.  

<!-- 410 -->σήματα δʼ οὐκ ἀγαθοῖο, κακοῖο δὲ φύσεται ἀρχή.  

παμφύλου πολέμοιο δαήμονας ἕξει ἄνακτας,  

Αἰνεάδας διδούς αὐτόχθονος, ἐγγενὲς αἷμα.  

ἀλλὰ μεταῦτις ἕλωρ ἔσῃ ἀνθρώποισιν ἐρασταῖς.  

Ἴλιον, οἰκτείρω σε· κατὰ Σπάρτην γὰρ Ἐρινύς  

<!-- 415 -->βλαστήσει περικαλλὲς ἀείφατον ἔρνος ἄριστον  

Ἀσίδος Εὐρώπης τε πολυσπερὲς οἶδμα λιποῦσα·  

σοὶ δὲ μάλιστα γόους μόχθους στοναχάς τε φέρουσα  

θήσει· ἀγήρατον δʼ ἔσται κλέος ἐσσομένοισιν.  

καί τις ψευδογράφος πρέσβυς βροτὸς ἔσσεται αὖτις  

<!-- 420 -->ψευδόπατρις· δύσει δὲ φάος ἐν ὀπῇσιν ἑῇσιν·  

νοῦν δὲ πολὺν καὶ ἔπος διανοίαις ἔμμετρον ἕξει,  

οὐνόμασιν δυσὶ μισγόμενον· Χῖον δὲ καλέσσει  

αὑτὸν καὶ γράψει τὰ κατʼ Ἴλιον, οὐ μὲν ἀληθῶς,  

ἀλλὰ σοφῶς· ἐπέων γὰρ ἐμῶν μέτρων τε κρατήσει·  

<!-- 425 -->πρῶτος γὰρ χείρεσσιν ἐμὰς βίβλους ἀναπλώσει·  

αὐτὸς δʼ αὖ μάλα κοσμήσει πολέμοιο κορυστάς,  

Ἕκτορα Πριαμίδην καὶ Ἀχιλλέα Πηλείωνα  

τούς τʼ ἄλλους, ὁπόσοις πολεμήια ἔργα μέμηλεν.  

καί γε θεοὺς τούτοισι παρίστασθαί γε ποιήσει,  

<!-- 430 -->ψευδογραφῶν κατὰ πάντα τρόπον, μέροπας κενοκράνους.  

καὶ θανέειν μᾶλλον τοῖσιν κλέος ἔσσεται εὐρύ  

Ἰλίῳ· ἀλλὰ καὶ αὐτὸς ἀμοιβαῖα δέξεται ἔργα.  

καὶ Λυκίῃ Λοκροῖο γένος κακὰ πολλὰ φυτεύσει.  

Χαλκηδὼν στεινοῖο πόρον πόντοιο λαχοῦσα,  

<!-- 435 -->καί σε μολών ποτε παῖς Αἰτώλιος ἐξεναρίξει.  

Κύζικε, καί σοι πόντος ἀπορρήξει βαρὺν ὄλβον.  

καὶ σύ ποτʼ Ἄρη, Βυζάντιον Ἀσίδι στέρξῃ,  

καὶ δὴ καὶ στοναχὰς λήψῃ καὶ ἀνήριθμον αἷμα.  

καὶ Κράγος ὑψηλὸν Λυκίης ὄρος, ἐκ κορυφάων  

<!-- 440 -->χάσματʼ ἀνοιγομένης πέτρης κελαρύξεται ὕδωρ,  

μέχρι κε καὶ Πατάρων μαντήια σήματα παύσῃ.  

Κύζικος, οἰκήτειρα Προποντίδος οἰνοπόλοιο,  

Ῥύνδακος ἀμφί σε κῦμα κορυσσόμενον σμαραγήσει.  

καὶ σύ, Ῥόδος, πουλὺν μὲν ἀδούλωτος χρόνον ἔσσῃ,  

<!-- 445 -->ἡμερίη θυγάτηρ, πουλὺς δέ τοι ὄλβος ὄπισθεν  

ἔσσεται, ἐν πόντῳ δʼ ἕξεις κράτος ἔξοχον ἄλλων.  

ἀλλὰ μεταῦτις ἕλωρ ἔσῃ ἀνθρώποισιν ἐρασταῖς  

κάλλεσιν ἠδʼ ὄλβῳ· δεινὸν ζυγὸν αὐχένι θήσῃ.  

Λύδιος αὖ σεισμὸς δὲ τὰ Περσίδος ἐξεναρίξει,  

<!-- 450 -->Εὐρώπης Ἀσίης τελέων ῥίγιστά περ ἄλγη.  

Σιδονίων δʼ ὀλοὸς βασιλεὺς καὶ φύλοπις ἄλλων  

ποντοπόρον σαμίοις ὀλοὸν δʼ ἵξουσιν ὄλεθρον.  

αἵματι μὲν δάπεδον κελαρύξεται εἰς ἅλα φωτῶν  

ὀλλυμένων ἄλοχοι δὲ σὺν ἀγλαοφαρέσι κούραις  

<!-- 455 -->ὕβριν ἀεικελίην ἰδίην ἀποθωΰξουσιν,  

ταὶ μὲν ὑπὲρ νεκύων, ταὶ δʼ ὀλλυμένων ὑπὲρ υἱῶν.  

σημεῖον Κύπρου· σεισμὸς φθίσει δὲ φάραγγας  

καὶ πολλὰς ψυχὰς Ἀίδης ὁμοθυμαδὸν ἕξει.  

Τράλλις δʼ ἡ γείτων Ἐφέσου σεισμῷ καταλύσει  

<!-- 460 -->τείχεά τʼ εὐποίητʼ ἀνδρῶν τε λεὼν βαρυθύμων·  

ὀμβρήσει δέ τε γαῖα ὕδωρ ζεστόν, ποτὶ δʼ αὐτῆς  

γαῖα βαρυνομένη πίεται· ὀσμὴ δέ τε θείου.  

Καὶ Σάμος ἐν καιρῷ βασιλήια δώματα τεύξει.  

Ἰταλίη, σοὶ δʼ οὔτις Ἄρης ἀλλότριος ἥξει,  

<!-- 465 -->ἀλλʼ ἐμφύλιον αἷμα πολύστονον οὐκ ἀλαπαδνόν  

πουλυθρύλλητόν τε ἀναιδέα σε κεραΐξει.  

καὶ δʼ αὐτὴ θερμῇσι παρὰ σποδιῇσι ταθεῖσα,  

ἀπροϊδῆ στήθεσσιν ἑοῖς ἐναρίξεαι αὐτήν.  

ἔσσῃ δʼ οὐκ ἀγαθῶν μήτηρ, θηρῶν δὲ τιθήνη.  

<!-- 470 -->ἀλλʼ ὅτʼ ἀπʼ Ἰταλίης λυμήτης ἵξεται ἀνήρ,  

τῆμος, Λαοδίκεια, καταπρηνὴς ἐριποῦσα,  

Καρῶν ἀγλαὸν ἄστυ Λύκου παρὰ θέσκελον ὕδωρ,  

σιγήσεις μεγάλαυχον ἀποιμώξασα τοκῆα.  

Θρήικες δὲ Κρόβυζοι ἀναστήσονται ἀνʼ Αἷμον.  

<!-- 475 -->Καμπανοῖς ἄραβος πέλεται διὰ τὸν πολύκαρπον  

λιμόν· πουλυετεῖς δὲ.  

Κύρνος καὶ Σαρδὼ μεγάλαις χειμῶνος ἀέλλαις  

καὶ πληγαῖς ἁγίοιο θεοῦ κατὰ βένθεα πόντου  

δύσονται κατὰ κῦμα θαλασσείοις τεκέεσσιν.  

<!-- 480 -->αἰαῖ, παρθενικὰς ὁπόσας νυμφεύσεται Ἅιδης,  

κούρους δʼ ἀκτερέας ὁπόσους βυθὸς ἀμφιπολεύσει·  

αἰαῖ νήπια τέκνʼ ἁλινηχέα καὶ βαρὺν ὄλβον.  

Μυσῶν γαῖα μάκαιρα, γένος βασιλήιον ἄφνω  

τεύξεται. οὐ μὴν πουλὺν ἐπὶ χρόνον ἔσσετʼ ἀληθῶς  

<!-- 485 -->Καρχηδών. Γαλάταις δὲ πολύστονος ἔσσεται οἶκτος.  

ἥξει καὶ Τενέδῳ κακὸν ἔσχατον, ἀλλὰ μέγιστον.  

καὶ Σικυὼν χάλκειος ὑλάγμασι καὶ σέ, Κόρινθε,  

αὐχήσει ἐπὶ πᾶσιν· ἴσον δὲ βοήσεται αὐλός.  <span class="gap">…</span>  

ἡνίκα δή μοι θυμὸς ἐπαύσατο ἔνθεον ὕμνον,  

<!-- 490 -->καὶ πάλι μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν  

ἵστατο καί μʼ ἐκέλευσε προφητεῦσαι κατὰ γαῖαν.  

αἰαῖ Φοινίκων γένει ἀνδρῶν ἠδὲ γυναικῶν,  

καὶ πάσαις πόλεσιν παραλίαις, οὐδεμίʼ ὑμῶν  

πρὸς φάος ἠελίοιο παρέσσεται ἐν φαῒ κοινῷ,  

<!-- 495 -->οὐδʼ ἔτι τῆς ζωῆς ἀριθμὸς καὶ φῦλον ἔτʼ ἔσται  

ἀντʼ ἀδίκου γλώττης ἀνόμου τε βίου καὶ ἀνάγνου,  

ὃν κατέτριψαν πάντες ἀνοίγοντες στόμʼ ἄναγνον,  

καὶ δεινοὺς διέθεντο λόγους ψευδεῖς τʼ ἀδίκους τε  

κἄστησαν κατέναντι θεοῦ μεγάλου βασιλῆος  

<!-- 500 -->κἤνοιξαν ψευδῶς μυσαρὸν στόμα. τοὔνεκʼ ἄρʼ αὐτούς  

ἐκπάγλως πληγαῖσι δαμάσσειεν παρὰ πᾶσαν  

γαῖαν καὶ πικρὴν μοίρην πέμψει θεὸς αὐτοῖς  

ἐξ ἐδάφους φλέξας πόλιας καὶ πολλὰ θέμεθλα.  

αἰαῖ σοι, Κρήτη πολυώδυνε, εἴς σέ περ ἥξει  

<!-- 505 -->πληγὴ καὶ φοβερὰ αἰώνιος ἐξαλαπάξει,  

καί σε καπνιζομένην πᾶσα χθὼν ὄψεται αὖτις  

κοὔ σε διʼ αἰῶνος λείψει πῦρ, ἀλλὰ καήσῃ.  

αἰαῖ σοι, Θρῄκη, ζυγὸν ὡς εἰς δούλιον ἥξεις·  

ἡνίκα σύμμικτοι Γαλάται τοῖς Δαρδανίδαισιν  

<!-- 510 -->Ἑλλάδʼ ἐπεσσυμένως πορθέοντες, τότε σοι κακὸν ἔσται,  

γαίῃ δʼ ἀλλοτρίῃ δώσεις οὐδέ τι λήψῃ.  

αἰαῖ σοι Γὼγ καὶ πᾶσιν ἐφεξῆς ἅμα Μαγώγ  

μαρσῶν ἠδʼ ἀγγὼν ὅσα σοι κακὰ μοῖρα πελάζει,  

καὶ Λυκίων υἱοῖς Μυσῶν τε Φρυγῶν τε.  

<!-- 515 -->πολλὰ δὲ Παμφύλων ἔθνη Λυδῶν τε πεσεῖται  

Μαύρων τʼ Αἰθιόπων τε καὶ ἐθνῶν βαρβαροφώνων  

Καππαδοκῶν τʼ Ἀράβων τε· τί δὴ κατὰ μοῖραν ἕκαστον  

ἐξαυδῶ; πᾶσιν γάρ, ὅσοι χθόνα ναιετάουσιν,  

Ὕψιστος δεινὴν ἐπιπέμψει ἔθνεσι πληγήν.  

<!-- 520 -->Ἕλλησιν δʼ ὁπόταν πολὺ βάρβαρον ἔθνος ἐπέλθῃ,  

πολλὰ μὲν ἐκλεκτῶν ἀνδρῶν ὀλέσειε κάρηνα·  

πολλὰ δὲ πίονα μῆλα βροτῶν διαδηλήσονται  

ἵππων θʼ ἡμιόνων τε βοῶν τʼ ἀγέλας ἐριμύκων·  

δώματά τʼ εὐποίητα πυρὶ φλέξουσιν ἀθέσμως·  

<!-- 525 -->πολλὰ δὲ σώματα δοῦλα πρὸς ἄλλην γαῖαν ἀνάγκῃ  

ἄξουσιν καὶ τέκνα βαθυζώνους τε γυναῖκας  

ἐκ θαλάμων ἁπαλὰς τρυφεροῖς ποσὶ πρόσθε πεσούσας·  

ὄψονται δεσμοῖσιν ὑπʼ ἐχθρῶν βαρβαροφώνων  

πᾶσαν ὕβριν δεινὴν πάσχοντας· κοὐκ ἔσετʼ αὐτοῖς  

<!-- 530 -->μικρὸν ἐπαρκέσσων πόλεμον ζωῆς τʼ ἐπαρωγός.  

ὄψονταί τʼ ἰδίας κτήσεις καὶ πλοῦτον ἅπαντα  

ἐχθρὸν καρπίζοντα· τρόμος δʼ ὑπὸ γούνασιν ἔσται.  

φεύξονται δʼ ἑκατόν, εἷς δʼ αὐτοὺς πάντας ὀλέσσει·  

πέντε δὲ κινήσουσι βαρὺν χόλον· οἳ δὲ πρὸς αὐτούς  

<!-- 535 -->αἰσχρῶς φυρόμενοι πολέμῳ δεινῷ τε κυδοιμῷ  

οἴσουσιν ἐχθροῖσι χαράν, Ἕλλησι δὲ πένθος.  

δούλειος δʼ ἄρα  <span class="gap">…</span> ζυγὸς ἔσσεται Ἑλλάδι πάσῃ·  

πᾶσι δʼ ὁμοῦ πόλεμός τε βροτοῖς καὶ λοιμὸς ἐπέσται,  

χάλκειόν τε μέγαν τεύξει θεὸς οὐρανὸν ὑψοῦ  

<!-- 540 -->ἀβροχίην τʼ ἐπὶ γαῖαν ὅλην, αὐτὴν δὲ σιδηρᾶν.  

αὐτὰρ ἔπειτα βροτοὶ δεινῶς κλαύσουσιν ἅπαντες  

ἀσπορίην καὶ ἀνηροσίην· καὶ πῦρ ἐπὶ γαίης  

κατθήσει πολὺν ἱστὸν, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν·  

πάντων δʼ ἀνθρώπων τὸ τρίτον μέρος ἔσσεται αὖτις.  

<!-- 545 -->Ἑλλὰς δή, τί πέποιθας ἐπʼ ἀνδράσιν ἡγεμόνεσσιν  

θνητοῖς, οἷς οὐκ ἔστι φυγεῖν θανάτοιο τελευτήν;  

πρὸς τί τε δῶρα μάταια καταφθιμένοισι πορίζεις  

θύεις τʼ εἰδώλοις; τίς τοι πλάνον ἐν φρεσὶ θῆκεν  

ταῦτα τελεῖν προλιποῦσα θεοῦ μεγάλοιο πρόσωπον;  

<!-- 550 -->οὔνομα παγγενέταο σέβας δʼ ἔχε, μηδὲ λάθῃ σε.  

χίλια δʼ ἔστʼ ἔτεα καὶ πένθʼ ἑκατοντάδες ἄλλαι,  

ἐξ οὗ δὴ βασίλευσαν ὑπερφίαλοι βασιλῆες  

Ἑλλήνων, οἳ πρῶτα βροτοῖς κακὰ ἡγεμόνευσαν,  

πολλὰ θεῶν εἴδωλα καταφθιμένων θανεόντων,  

<!-- 555 -->ὧν ἕνεκεν τὰ μάταια φρονεῖν ὑμῖν ὑπεδείχθη.  

ἀλλʼ ὁπόταν μεγάλοιο θεοῦ χόλος ἔσσεται ὑμῖν,  

δὴ τότʼ ἐπιγνώσεσθε θεοῦ μεγάλοιο πρόσωπον.  

πᾶσαι δʼ ἀνθρώπων ψυχαὶ μεγάλα στενάχουσαι  

ἄντα πρὸς οὐρανὸν εὐρὺν ἀνασχόμεναι χέρας αὐτῶν  

<!-- 560 -->ἄρξονται βασιλῆα μέγαν ἐπαμύντορα κλῄζειν  

καὶ ζητεῖν ῥυστῆρα χόλου μεγάλοιο, τίς ἔσται.  

ἀλλʼ ἄγε καὶ μάθε τοῦτο καὶ ἐν φρεσὶ κάτθεο σῇσιν,  

ὅσσα περιπλομένων ἐνιαυτῶν κήδεα ἔσται. — — — — — — — — — — — — — — — — —  

καὶ τοὺς ἑλλὰς ἔρεξε βοῶν ταύρων τʼ ἐριμύκων  

<!-- 565 -->πρὸς ναὸν μεγάλοιο θεοῦ ὁλοκαρπώσασα,  

ἐκφεύξῃ πολέμοιο δυσηχέος ἠδὲ φόβοιο  

καὶ λοιμοῦ καὶ δοῦλον ὑπεκφεύξῃ ζυγὸν αὖτις.  

ἀλλὰ μέχρις γε τοσοῦδʼ ἀσεβῶν γένος ἔσσεται ἀνδρῶν,  

ὁππότε κεν τοῦτο προλάβῃ τέλος αἴσιμον ἦμαρ.  

<!-- 570 -->οὐ γὰρ μὴ θύσητε θεῷ, μέχρι πάντα γένηται·  

ὅσσα θεός γε μόνος βουλεύσεται, οὐκ ἀτέλεστα.  

πάντα τελεσθῆναι κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη.  

εὐσεβέων ἀνδρῶν ἱερὸν γένος ἔσσεται αὖτις,  

βουλαῖς ἠδὲ νόῳ προσκείμενοι Ὑψίστοιο,  

<!-- 575 -->οἳ ναὸν μεγάλοιο θεοῦ περικυδανέουσιν  

λοιβῇ τε κνίσσῃ τʼ ἠδʼ αὖθʼ ἱεραῖς ἑκατόμβαις  

ταύρων ζατρεφέων θυσίαις κριῶν τε τελείων  

πρωτοτόκων ὀίων τε καὶ ἀρνῶν πίονα μῆλα  

βωμῷ ἐπὶ μεγάλῳ ἁγίως ὁλοκαρπεύοντες.  

<!-- 580 -->ἐν δὲ δικαιοσύνῃ νόμου Ὑψίστοιο λαχόντες  

ὄλβιοι οἰκήσουσι πόλεις καὶ πίονας ἀγρούς,  

αὐτοὶ δʼ ὑψωθέντες ὑπʼ ἀθανάτοιο προφῆται  

καὶ μέγα χάρμα βροτοῖς πάντεσσι φέροντες.  

μούνοις γάρ σφιν δῶκε θεὸς μέγας εὔφρονα βουλήν  

<!-- 585 -->καὶ πίστιν καὶ ἄριστον ἐνὶ στήθεσσι νόημα·  

οἵτινες οὐκ ἀπάτῃσι κεναῖς οὐδʼ ἔργʼ ἀνθρώπων  

χρύσεα καὶ χάλκεια καὶ ἀργύρου ἠδʼ ἐλέφαντος  

καὶ ξυλίνων λιθίνων τε θεῶν εἴδωλα καμόντων  

πήλινα μιλτόχριστα ζῳογραφίας τυποειδεῖς  

<!-- 590 -->τιμῶσιν, ὅσα πέρ τε βροτοὶ κενεόφρονι βουλῇ  

ἀλλὰ γὰρ ἀείρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς  

ὄρθριοι ἐξ εὐνῆς αἰεὶ χρόα ἁγνίζοντες  

ὕδατι καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα  

ἀθάνατον καὶ ἔπειτα γονεῖς· μέγα δʼ ἔξοχα πάντων  

<!-- 595 -->ἀνθρώπων ὁσίης εὐνῆς μεμνημένοι εἰσίν·  

κοὐδὲ πρὸς ἀρσενικοὺς παῖδας μίγνυνται ἀνάγνως,  

ὅσσα τε Φοίνικες Αἰγύπτιοι ἠδὲ Λατῖνοι  

Ἑλλάς τʼ εὐρύχορος καὶ ἄλλων ἔθνεα πολλά  

Περσῶν καὶ Γαλατῶν πάσης τʼ Ἀσίης παραβάντες  

<!-- 600 -->ἀθανάτοιο θεοῦ ἁγνὸν νόμον ὃν παρέβησαν  

ἀνθʼ ὧν ἀθάνατος θήσει πάντεσσι βροτοῖσιν  

ἄτην καὶ λιμὸν καὶ πήματά τε στοναχάς τε  

καὶ πόλεμον καὶ λοιμὸν ἰδʼ ἄλγεα δακρυόεντα·  

οὕνεκεν ἀθάνατον γενέτην πάντων ἀνθρώπων  

<!-- 605 -->οὐκ ἔθελον τιμᾶν ὁσίως, εἴδωλα δʼ ἐτίμων  

χειροποίητα σέβοντες, ἃ ῥίψουσιν βροτοὶ αὐτοί  

ἐν σχισμαῖς πετρῶν κατακρύψαντες διʼ ὄνειδος,  

ὁππόταν Αἰγύπτου βασιλεὺς νέος ἕβδομος ἄρχῃ  

τῆς ἰδίης γαίης ἀριθμούμενος ἐξ Ἑλλήνων  

<!-- 610 -->ἀρχῆς, ἧς ἄρξουσι Μακηδόνες ἄσπετοι ἄνδρες·  

ἔλθῃ δʼ ἐξ Ἀσίης βασιλεὺς μέγας, αἰετὸς αἴθων,  

ὃς πᾶσαν σκεπάσει γαῖαν πεζῶν τε καὶ ἱππέων,  

πάντα δὲ συγκόψει καὶ πάντα κακῶν ἀναπλήσει·  

ῥίψει δʼ Αἰγύπτου βασιλήιον· ἐκ δέ τε πάντα  

<!-- 615 -->κτήμαθʼ ἑλὼν ἐποχεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.  

καὶ τότε δὴ κάμψουσι θεῷ μεγάλῳ βασιλῆι  

ἀθανάτῳ γόνυ λευκὸν ἐπὶ χθονὶ πουλυβοτείρῃ·  

ἔργα δὲ χειροποίητα πυρὸς φλογὶ πάντα πεσεῖται.  

καὶ τότε δὴ χάρμην μεγάλην θεὸς ἀνδράσι δώσει·  

<!-- 620 -->καὶ γὰρ γῆ καὶ δένδρα καὶ ἄσπετα ποίμνια μήλων  

δώσουσιν καρπὸν τὸν ἀληθινὸν ἀνθρώποισιν  

οἴνου καὶ μέλιτος γλυκεροῦ λευκοῦ τε γάλακτος  

καὶ σίτου, ὅπερ ἐστὶ βροτοῖς κάλλιστον ἁπάντων.  

ἀλλὰ σὺ μὴ μέλλων, βροτὲ ποικιλόμητι, βράδυνε,  

<!-- 625 -->ἀλλὰ παλίμπλαγκτος στρέψας θεὸν ἱλάσκοιο.  

θῦε θεῷ ταύρων ἑκατοντάδας ἠδὲ καὶ ἀρνῶν  

πρωτοτόκων αἰγῶν τε περιπλομέναισιν ἐν ὥραις.  

ἀλλά μιν ἱλάσκου, θεὸν ἄμβροτον, αἴ κʼ ἐλεήσῃ.  

αὐτὸς γὰρ μόνος ἐστὶ θεὸς κοὐκ ἔστιν ἔτʼ ἄλλος.  

<!-- 630 -->τὴν δὲ δικαιοσύνην τίμα καὶ μηδένα θλῖβε.  

ταῦτα γὰρ ἀθάνατος κέλεται δειλοῖσι βροτοῖσιν.  

ἀλλὰ σὺ τοῦ μεγάλοιο θεοῦ μήνιμα φύλαξαι,  

ὁππότε κεν πάντεσσι βροτοῖς λοιμοῖο τελευτή  

ἔλθῃ καὶ φοβεροῖο δίκης τετύχωσι δαμέντες,  

<!-- 635 -->καὶ βασιλεὺς βασιλῆα λάβῃ χώραν τʼ ἀφέληται,  

ἔθνη δʼ ἔθνεα πορθήσῃ καὶ φῦλα δυνάσται,  

ἡγεμόνες δὲ φύγωσιν ἐς ἄλλην γαῖαν ἅπαντες,  

ἀλλαχθῇ δέ τε γαῖα βροτῶν καὶ βάρβαρος ἀρχή  

Ἑλλάδα πορθήσῃ πᾶσαν καὶ πίονα γαῖαν  

<!-- 640 -->ἐξαρύσῃ πλούτοιο καὶ ἀντίον εἰς ἔριν αὐτῶν  

ἔλθωσιν χρυσοῦ τε καὶ ἀργύρου εἵνεκεν· ἔσται  

ἡ φιλοχρημοσύνη κακὰ ποιμαίνουσα πόλεσσιν.  

χώρῃ ἐν ἀλλοτρίῃ, ἄταφοι δὲ ἅπαντες ἔσονται,  

καὶ τῶν μὲν γῦπές τε καὶ ἄγρια θηρία γαίης  

<!-- 645 -->σάρκας δηλήσονται· ἐπὰν δὴ ταῦτα τελεσθῇ,  

λείψανα γαῖα πέλωρος ἀναλώσειε θανόντων.  

αὐτὴ δʼ ἄσπαρτος καὶ ἀνήροτος ἔσται ἅπασα  

κηρύσσουσα τάλαινα μύσος μυρίων ἀνθρώπων· — — — — — — — — — — — — —  

πολλὰ χρόνων μήκη περιτελλομένων ἐνιαυτῶν  

<!-- 650 -->πέλτας καὶ θυρεοὺς γαισοὺς παμποίκιλά θʼ ὅπλα·  

οὐδὲ μὲν ἐκ δρυμοῦ ξύλα κόψεται εἰς πυρὸς αὐγήν.  

καὶ τότʼ ἀπʼ ἠελίοιο θεὸς πέμψει βασιλῆα,  

ὃς πᾶσαν γαῖαν παύσει πολέμοιο κακοῖο,  

οὓς μὲν ἄρα κτείνας, οἷς δʼ ὅρκια πιστὰ τελέσσας.  

<!-- 655 -->οὐδέ γε ταῖς ἰδίαις βουλαῖς τάδε πάντα ποιήσει,  

ἀλλὰ θεοῦ μεγάλοιο πιθήσας δόγμασιν ἐσθλοῖς. — — — — — — — — — — — — — — — — —  

ναὸς δʼ αὖ μεγάλοιο θεοῦ περικαλλέι πλούτῳ  

βεβριθώς, χρυσῷ τε καὶ ἀργύρῳ ἠδέ τε κόσμῳ  

πορφυρέῳ· καὶ γαῖα τελεσφόρος ἠδὲ θάλασσα  

<!-- 660 -->τῶν ἀγαθῶν πλήθουσα. καὶ ἄρξονται βασιλῆες  

ἀλλήλοις κοτέειν ἐπαμύνοντες κακὰ θυμῷ·  

ὁ φθόνος οὐκ ἀγαθὸν πέλεται δειλοῖσι βροτοῖσιν.  

ἀλλὰ πάλιν βασιλῆες ἐθνῶν ἐπὶ τήνδε γε γαῖαν  

ἀθρόοι ὁρμήσονται ἑαυτοῖς κῆρα φέροντες·  

<!-- 665 -->σηκὸν γὰρ μεγάλοιο θεοῦ καὶ φῶτας ἀρίστους  

πορθεῖν βουλήσονται, ὁπηνίκα γαῖαν ἵκωνται.  

θήσουσιν κύκλῳ πόλεως μιαροὶ βασιλῆες  

τὸν θρόνον αὐτοῦ ἕκαστος ἔχων καὶ λαὸν ἀπειθῆ.  

καί ῥα θεὸς φωνῇ μεγάλῃ πρὸς πάντα λαλήσει  

<!-- 670 -->λαὸν ἀπαίδευτον κενεόφρονα, καὶ κρίσις αὐτοῖς  

ἔσσεται ἐκ μεγάλοιο θεοῦ, καὶ πάντες ὀλοῦνται  

χειρὸς ἀπʼ ἀθανάτοιο· ἀπʼ οὐρανόθεν δὲ πεσοῦνται  

ῥομφαῖαι πύρινοι κατὰ γαῖαν· λαμπάδες, αὐγαί  

ἵξονται μεγάλαι λάμπουσαι εἰς μέσον ἀνδρῶν.  

<!-- 675 -->γαῖα δὲ παγγενέτειρα σαλεύσεται ἤμασι κείνοις  

χειρὸς ἀπʼ ἀθανάτοιο, καὶ ἰχθύες οἱ κατὰ πόντον  

πάντα τε θηρία γῆς ἠδʼ ἄσπετα φῦλα πετεινῶν  

πᾶσαί τʼ ἀνθρώπων ψυχαὶ καὶ πᾶσα θάλασσα  

φρίξει ὑπʼ ἀθανάτοιο προσώπου καὶ φόβος ἔσται.  

<!-- 680 -->ἠλιβάτους κορυφάς τʼ ὀρέων βουνούς τε πελώρων  

ῥήξει, κυάνεόν τʼ ἔρεβος πάντεσσι φανεῖται.  

ἠέριαι δὲ φάραγγες ἐν οὔρεσιν ὑψηλοῖσιν  

ἔσσονται πλήρεις νεκύων· ῥεύσουσι δὲ πέτραι  

αἵματι καὶ πεδίον πληρώσει πᾶσα χαράδρα.  

<!-- 685 -->τείχεα δʼ εὐποίητα χαμαὶ πεσέονται ἅπαντα  

ἀνδρῶν δυσμενέων, ὅτι τὸν νόμον οὐκ ἔγνωσαν  

οὐδὲ κρίσιν μεγάλοιο θεοῦ, ἀλλʼ ἄφρονι θυμῷ  

πάντες ἐφορμηθέντες ἐφʼ Ἱερὸν ἤρατε λόγχας.  

καὶ κρινεῖ πάντας πολέμῳ θεὸς ἠδὲ μαχαίρῃ  

<!-- 690 -->καὶ πυρὶ καὶ ὑετῷ τε κατακλύζοντι· καὶ ἔσται  

θεῖον ἀπʼ οὐρανόθεν, αὐτὰρ λίθος ἠδὲ χάλαζα  

πολλὴ καὶ χαλεπή· θάνατος δʼ ἐπὶ τετράποδʼ ἔσται.  

καὶ τότε γνώσονται θεὸν ἄμβροτον, ὃς τἄδε κρίνει·  

οἰμωγή τε καὶ ἀλαλαγμὸς κατʼ ἀπείρονα γαῖαν  

<!-- 695 -->ἵξεται ὀλλυμένων ἀνδρῶν· καὶ πάντες ἄναγνοι  

αἵματι λούσονται· πίεται δέ τε γαῖα καὶ αὐτή  

αἵματος ὀλλυμένων, κορέσονται θηρία σαρκῶν. —  

αὐτός μοι τάδε πάντα θεὸς μέγας ἀέναός τε  

εἶπε προφητεῦσαι· τάδε δʼ ἔσσεται οὐκ ἀτέλεστα·  

<!-- 700 -->οὐδʼ ἀτελεύτητον, ὅ τι κεν μόνον ἐν φρεσὶ θείῃ·  

ἄψευστον γὰρ πνεῦμα θεοῦ πέλεται κατὰ κόσμον.  

υἱοὶ δʼ αὖ μεγάλοιο θεοῦ περὶ ναὸν ἅπαντες  

ἡσυχίως ζήσοντʼ εὐφραινόμενοι ἐπὶ τούτοις,  

οἷς δώσει κτίστης ὁ δικαιοκρίτης τε μόναρχος.  

<!-- 705 -->αὐτὸς γὰρ σκεπάσειε μόνος μεγαλωστὶ παραστάς,  

κύκλοθεν ὡσεὶ τεῖχος ἔχων πυρὸς αἰθομένοιο.  

ἀπτόλεμοι δʼ ἔσσονται ἐν ἄστεσιν ἠδʼ ἐνὶ χώραις.  

οὐ χεὶρ γὰρ πολέμοιο κακοῦ, μάλα δʼ ἔσσεται αὐτοῖς  

αὐτὸς ὑπέρμαχος ἀθάνατος καὶ χεὶρ Ἁγίοιο.  

<!-- 710 -->καὶ τότε δὴ νῆσοι πᾶσαι πόλιές τʼ ἐρέουσιν,  

ὁππόσον ἀθάνατος φιλέει τοὺς ἄνδρας ἐκείνους.  

πάντα γὰρ αὐτοῖσιν συναγωνιᾷ ἠδὲ βοηθεῖ,  

οὐρανὸς ἠέλιός τε θεήλατος ἠδὲ σελήνη.  

<!-- 715 -->ἡδὺν ἀπὸ στομάτων δὲ λόγον ἄξουσιν ἐν ὕμνοις·  

«δεῦτε, πεσόντες ἅπαντες ἐπὶ χθονὶ λισσώμεσθα  

ἀθάνατον βασιλῆα, θεὸν μέγαν ἀέναόν τε.  

πέμπωμεν πρὸς ναόν, ἐπεὶ μόνος ἐστὶ δυνάστης·  

καὶ νόμον ὑψίστοιο θεοῦ φραζώμεθα πάντες,  

γαῖα δὲ παγγενέτειρα σαλεύσεται ἤμασι κείνοις  

<!-- 720 -->ὅστε δικαιότατος πέλεται πάντων κατὰ γαῖαν.  

ἡμεῖς δʼ ἀθανάτοιο τρίβου πεπλανημένοι ἦμεν,  

ἔργα δὲ χειροποίητα σεβάσμεθα ἄφρονι θυμῷ  

εἴδωλα ξόανά τε καταφθιμένων ἀνθρώπων.»  

ταῦτα βοήσουσιν ψυχαὶ πιστῶν ἀνθρώπων·  

ἀλλά, τάλαινʼ Ἑλλάς, ὑπερήφανα παῦε φρονοῦσα·  

λίσσεο δʼ ἀθάνατον μεγαλήτορα καὶ προφύλαξαι·  

στεῖλον μὴ ἐπὶ τήνδε πόλιν σὸν λαὸν ἄβουλον,  

<!-- 735 -->ὅστε μὴ ἐξ ὁσίης γαίης πέλεται Μεγάλοιο.  

μὴ κίνει Καμάριναν· ἀκίνητος γὰρ ἀμείνων·  

πάρδαλιν ἐκ κοίτης· μή τοι κακὸν ἀντιβολήσῃ·  

ἀλλʼ ἀπέχου, μηδʼ ἴσχʼ ὑπερήφανον ἐν στήθεσσιν  

θυμὸν ὑπερφίαλον, στείλας πρὸς ἀγῶνα κραταιόν.  

<!-- 740 -->καὶ δούλευε θεῷ μεγάλῳ, ἵνα τῶνδε μετάσχῃς.  

ὁππότε δὴ καὶ τοῦτο λάβῃ τέλος αἴσιμον ἦμαρ,  

ἥξει ἐπʼ ἀνθρώπους μεγάλη κρίσις ἠδὲ καὶ ἀρχή.  

γῆ γὰρ παγγενέτειρα βροτοῖς δώσει τὸν ἄριστον  

<!-- 745 -->καρπὸν ἀπειρέσιον σίτου οἴνου καὶ ἐλαίου  

πηγάς τε ῥήξει γλυκερὰς λευκοῖο γάλακτος·  

<!-- 750 -->πλήρεις δʼ αὖτε πόλεις ἀγαθῶν καὶ πίονες ἀγροί  

ἔσσοντʼ· οὐδὲ μάχαιρα κατὰ χθονὸς οὐδὲ κυδοιμός·  

οὐδὲ βαρὺ στενάχουσα σαλεύσεται οὐκέτι γαῖα·  

οὐ πόλεμος οὐδʼ αὖτε κατὰ χθονὸς αὐχμὸς ἔτʼ ἔσται,  

οὐ λιμὸς καρπῶν τε κακορρέκτειρα χάλαζα·  

<!-- 755 -->ἀλλὰ μὲν εἰρήνη μεγάλη κατὰ γαῖαν ἅπασαν,  

καὶ βασιλεὺς βασιλῆι φίλος μέχρι τέρματος ἔσται  

αἰῶνος, κοινόν τε νόμον κατὰ γαῖαν ἅπασαν  

ἀνθρώποις τελέσειεν ἐν οὐρανῷ ἀστερόεντι  

ἀθάνατος, ὅσα πέπρακται δειλοῖσι βροτοῖσιν.  

<!-- 760 -->αὐτὸς γὰρ μόνος ἐστὶ θεὸς κοὐκ ἔστιν ἔτʼ ἄλλος·  

αὐτὸς καὶ πυρὶ φλέξειεν χαλεπῶν γένος ἀνδρῶν.  

ἀλλὰ κατασπεύσαντες ἑὰς φρένας ἐν στήθεσσιν,  

φεύγετε λατρείας ἀνόμους, τῷ ζῶντι λάτρευε·  

μοιχείας πεφύλαξο καὶ ἄρσενος ἄκριτον εὐνήν·  

<!-- 765 -->τὴν δʼ ἰδίαν γένναν παίδων τρέφε μηδὲ φόνευε  

ταῦτα γὰρ ἀθάνατος κεχολώσεται ὅς κεν ἁμάρτῃ.  

καὶ τότε δὴ ἐξεγερεῖ βασιλήιον εἰς αἰῶνας  

πάντας ἐπʼ ἀνθρώπους, ἅγιον νόμον ὅς ποτʼ ἔδωκεν  

εὐσεβέσιν, τοῖς πᾶσιν ὑπέσχετο γαῖαν ἀνοίξειν  

<!-- 770 -->καὶ κόσμον μακάρων τε πύλας καὶ χάρματα πάντα  

καὶ νοῦν ἀθάνατον αἰώνιον εὐφροσύνην τε.  

πάσης δʼ ἐκ γαίης λίβανον καὶ δῶρα πρὸς οἴκους  

οἴσουσιν μεγάλοιο θεοῦ· κοὐκ ἔσσεται ἄλλος  

οἶκος ἐπʼ ἀνθρώποισι καὶ ἐσσομένοισι πυθέσθαι,  

<!-- 775 -->ἀλλʼ ὃν ἔδωκε θεὸς πιστοῖς ἄνδρεσσι γεραίρειν.  

καὶ πᾶσαι πεδίοιο τρίβοι καὶ τρηχέες ὄχθαι  

οὔρεά θʼ ὑψήεντα καὶ ἄγρια κύματα πόντου  

εὔβατα καὶ εὔπλωτα γενήσεται ἤμασι κείνοις·  

<!-- 780 -->πᾶσα γὰρ εἰρήνη ἀγαθῶν ἐπὶ γαῖαν ἱκνεῖται·  

ῥομφαίαν δʼ ἀφελοῦσι θεοῦ μεγάλοιο προφῆται·  

αὐτοὶ γὰρ κριταί εἰσι βροτῶν βασιλεῖς τε δίκαιοι.  

ἔσται δὴ καὶ πλοῦτος ἐν ἀνθρώποισι δίκαιος·  

αὕτη γὰρ μεγάλοιο θεοῦ κρίσις ἠδὲ καὶ ἀρχή.  

<!-- 785 -->εὐφράνθητι, κόρη, καὶ ἀγάλλεο· σοὶ γὰρ ἔδωκεν  

εὐφροσύνην αἰῶνος, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν.  

ἐν σοὶ δʼ οἰκήσει· σοὶ δʼ ἔσσεται ἀθάνατον φῶς·  

ἠδὲ λύκοι τε καὶ ἄρνες ἐν οὔρεσιν ἄμμιγʼ ἔδονται  

χόρτον, παρδάλιές τʼ ἐρίφοις ἅμα βοσκήσονται·  

<!-- 790 -->ἄρκτοι σὺν μόσχοις νομάδες αὐλισθήσονται·  

σαρκοβόρος τε λέων φάγεται ἄχυρον παρὰ φάτνῃ  

ὡς βοῦς· καὶ παῖδες μάλα νήπιοι ἐν δεσμοῖσιν  

ἄξουσιν· πηρὸν γὰρ ἐπὶ χθονὶ θῆρα ποιήσει.  

σὺν βρέφεσίν τε δράκοντες ἅμʼ ἀσπίσι κοιμήσονται  

<!-- 795 -->κοὐκ ἀδικήσουσιν· χεὶρ γὰρ θεοῦ ἔσσετʼ ἐπʼ αὐτούς.  

σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, ὥστε νοῆσαι,  

ἡνίκα δὴ πάντων τὸ τέλος γαίηφι γένηται.  

ὁππότε κεν ῥομφαῖαι ἐν οὐρανῷ ἀστερόεντι  

ἐννύχιαι ὀφθῶσι πρὸς ἕσπερον ἠδὲ πρὸς ἠῶ,  

<!-- 800 -->αὐτίκα καὶ κονιορτὸς ἀπʼ οὐρανόθεν προφέρηται  

πρὸς γαῖαν ἅπαν, καί οἱ σέλας ἠελίοιο  

ἐκλείψει κατὰ μέσσον ἀπʼ οὐρανοῦ ἠδὲ σελήνης  

ἀκτῖνες προφανοῦσι καὶ ἂψ ἐπὶ γαῖαν ἵκονται·  

αἵματι καὶ σταγόνεσσι πετρῶν δʼ ἄπο σῆμα γένηται·  

<!-- 805 -->ἐν νεφέλῃ δʼ ὄψεσθε μάχην πεζῶν τε καὶ ἱππέων  

οἷα κυνηγεσίην θηρῶν, ὀμίχλῃσιν ὁμοίην.  

τοῦτο τέλος πολέμοιο τελεῖ θεὸς οὐρανὸν οἰκῶν.  

ἀλλὰ χρὴ πάντας θύειν μεγάλῳ βασιλῆι.  

ταῦτά σοι Ἀσσυρίης Βαβυλώνια τείχεα μακρά  

<!-- 810 -->οἰστρομανὴς προλιποῦσα, ἐς Ἑλλάδα πεμπόμενον πῦρ  

πᾶσι προφητεύουσα θεοῦ μηνίματα θνητοῖς — — — — — — — — — — — — — — — — —  

ὥστε προφητευσαί με βροτοῖς αἰνίγματα θεῖα.  

καὶ καλέσουσι βροτοί με καθʼ Ἑλλάδα πατρίδος ἄλλης,  

ἐξ Ἐρυθρῆς γεγαυῖαν ἀναιδέα· οἳ δέ με Κίρκης  

<!-- 815 -->μητρὸς καὶ Γνωστοῖο πατρὸς φήσουσι Σίβυλλαν  

μαινομένην ψεύστειραν· ἐπὴν δὲ γένηται ἅπαντα,  

τηνίκα μου μνήμην ποιήσετε κοὐκέτι μʼ οὐδείς  

μαινομένην φήσειε, θεοῦ μεγάλοιο προφῆτιν.  

οὐ γὰρ ἐμοὶ δήλωσεν, ἃ πρὶν γενετῆρσιν ἐμοῖσιν·  

<!-- 820 -->ὅσσα δὲ πρῶτʼ ἐγένοντο, τά μοι θεὸς κατέλεξε,  

τῶν μετέπειτα δὲ πάντα θεὸς νόῳ ἐγκατέθηκεν,  

ὥστε προφητεύειν με τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα  

καὶ λέξαι θνητοῖς. ὅτε γὰρ κατεκλύζετο κόσμος  

ὕδασι, καί τις ἀνὴρ μόνος εὐδοκίμητος ἐλείφθη  

<!-- 825 -->ὑλοτόμῳ ἐνὶ οἴκῳ ἐπιπλώσας ὑδάτεσσιν  

σὺν θηρσὶν πτηνοῖσί θʼ, ἵνʼ ἐμπλησθῇ πάλι κόσμος·  

τοῦ μὲν ἐγὼ νύμφη καὶ ἀφʼ αἵματος αὐτοῦ ἐτύχθην,  

τῷ τὰ πρῶτʼ ἐγένοντο· τὰ δʼ ἔσχατα πάντʼ ἀπεδείχθη·  

ὥστʼ ἀπʼ ἐμοῦ στόματος τάδʼ ἀληθινὰ πάντα λελέχθω.  

<!-- 4 -->

Λόγος τέταρτος.

  

Κλῦτε, λεὼς Ἀσίης μεγαλαυχέος Εὐρώπης τε,  

ὅσσα μελιφθέγκτοιο διὰ στόματος μεγάροιο  

μέλλω ἀφʼ ἡμετέρου παναληθέα μαντεύεσθαι·  

οὐ ψευδοῦς Φοίβου χρησμηγόρος, ὅντε μάταιοι  

<!-- 5 -->ἄνθρωποι θεὸν εἶπον, ἐπεψεύσαντο δὲ μάντιν·  

ἀλλὰ θεοῦ μεγάλοιο, τὸν οὐ χέρες ἔπλασαν ἀνδρῶν  

εἰδώλοις ἀλάλοισι λιθοξέστοισιν ὅμοιον.  

οὐδὲ γὰρ οἶκον ἔχει ναῷ λίθον ἑλκυσθέντα,  

κωφότατον νωδόν τε, βροτῶν πολυαλγέα λώβην·  

<!-- 10 -->ἀλλʼ ὃν ἰδεῖν οὐκ ἔστιν ἀπὸ χθονὸς οὐδὲ μετρῆσαι  

ὄμμασιν ἐν θνητοῖς, οὐ πλασθέντα χερὶ θνητῇ·  

ὃς καθορῶν ἅμα πάντας ὑπʼ οὐδενὸς αὐτὸς ὁρᾶται·  

οὗ νύξ τε δνοφερή τε καὶ ἡμέρη ἠέλιός τε  

ἄστρα σεληναίη τε καὶ ἰχθυόεσσα θάλασσα  

<!-- 15 -->καὶ γῆ καὶ ποταμοί τε καὶ ἀενάων στόμα πηγῶν  

κτίσματα πρὸς ζωήν, ὄμβροι θʼ ἅμα καρπὸν ἀρούρης  

τίκτοντες καὶ δένδρα καὶ ἄμπελον ἠδέ τʼ ἐλαίην.  

οὗτός μοι μάστιγα διὰ φρενὸς ἤλασεν εἴσω,  

ἀνθρώποις ὅσα νῦν τε καὶ ὁππόσα ἔσσεται αὖτις  

<!-- 20 -->ἐκ πρώτης γενεῆς ἄχρις ἐς δεκάτην ἀφικέσθαι  

ἀτρεκέως καταλέξαι· ἅπαντα γὰρ αὐτὸς ἐλέγξει  

ἐξανύων. σὺ δὲ πάντα, λεώς, ἐπάκουε Σιβύλλης  

ἐξ ὁσίου στόματος φωνὴν προχέοντος ἀληθῆ.  

ὄλβιοι ἀνθρώπων κεῖνοι κατὰ γαῖαν ἔσονται,  

<!-- 25 -->ὅσσοι δὴ στέρξουσι μέγαν θεὸν εὐλογέοντες  

πρὶν πιέειν φαγέειν τε πεποιθότες εὐσεβίῃσιν·  

οἳ νηοὺς μὲν ἅπαντας ἀπαρνήσονται ἰδόντες  

καὶ βωμούς, εἰκαῖα λίθων ἀφιδρύματα κωφῶν,  

καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα.  

αἵμασιν ἐμψύχων μεμιασμένα καὶ θυσίῃσιν  

<!-- 30 -->τετραπόδων· λεύσουσι δʼ ἑνὸς θεοῦ εἰς μέγα κῦδος  

οὔτε φόνον ῥέξαντες ἀτάσθαλον οὔτε κλοπαῖον  

κέρδος ἀπεμπολέοντες, ἃ δὴ ῥίγιστα τέτυκται,  

οὐδʼ ἄρʼ ἐπʼ ἀλλοτρίῃ κοίτῃ πόθον αἰσχρὸν ἔχοντες.  

<!-- 35 -->ὧν τρόπον εὐσεβίην τε καὶ ἤθεα ἀνέρες ἄλλοι  

οὔποτε μιμήσονται ἀναιδείην ποθέοντες·  

ἀλλʼ αὐτοὺς χλεύῃ τε γέλωτί τε μυχθίζοντες  

νήπιοι ἀφροσύνῃσιν ἐπιψεύσονται ἐκείνοις,  

ὅσσʼ αὐτοὶ ῥέξουσιν ἀτάσθαλα καὶ κακὰ ἔργα.  

<!-- 40 -->δύσπιστον γὰρ ἅπαν μερόπων γένος. ἀλλʼ ὅταν ἤδη  

κόσμου καὶ θνητῶν ἔλθῃ κρίσις, ἣν θεὸς αὐτός  

ποιήσει κρίνων ἀσεβεῖς θʼ ἅμα εὐσεβέας τε·  

καὶ τότε δυσσεβέας μὲν ὑπὸ ζόφον ἐν πυρὶ πέμψει·  

<!-- 45 -->εὐσεβέες δὲ μενοῦσιν ἐπὶ ζείδωρον ἄρουραν  

πνεῦμα θεοῦ δόντος ζωήν θʼ ἅμα καὶ χάριν αὐτοῖς.  

ἀλλὰ τὰ μὲν δεκάτῃ γενεῇ μάλα πάντα τελεῖται·  

νῦν δʼ ὅσʼ ἀπὸ πρώτης γενεῆς ἔσται, τάδε λέξω.  

πρῶτα μὲν Ἀσσύριοι θνητῶν ἄρξουσιν ἁπάντων  

<!-- 50 -->ἓξ γενεὰς κόσμοιο διακρατέοντες ἐν ἀρχῇ,  

ἐξ οὗ μηνίσαντος ἐπουρανίοιο θεοῖο  

αὐτῇσιν πολίεσσι καὶ ἀνθρώποισιν ἅπασιν  

γῆν ἐκάλυψε θάλασσα κατακλυσμοῖο ῥαγέντος.  

οὓς Μῆδοι καθελόντες ἐπαυχήσουσι θρόνοισιν,  

<!-- 55 -->οἷς γενεαὶ δύο μοῦναι ἐφʼ ὧν τάδε ἔσσεται ἔργα·  

νὺξ ἔσται σκοτόεσσα μέσῃ ἐνὶ ἤματος ὥρῃ·  

ἄστρα δʼ ἀπʼ οὐρανόθεν λείψει καὶ κύκλα σελήνης·  

γῆ δὲ κλόνῳ σεισμοῖο τινασσομένη μεγάλοιο  

πολλὰς πρηνίξει πόλιας καὶ ἔργʼ ἀνθρώπων·  

<!-- 60 -->ἐκ δὲ βυθοῦ τότε νῆσοι ὑπερκύψουσι θαλάσσης.  

ἀλλʼ ὅταν Εὐφρήτης μέγας αἵματι πλημμύρηται,  

καὶ τότε δὴ Μήδοις Πέρσαισί τε φύλοπις αἰνή  

στήσεται ἐν πολέμῳ· Περσῶν δʼ ὑπὸ δούρασι Μῆδοι  

πίπτοντες φεύξονται ὑπὲρ μέγα Τίγριδος ὕδωρ.  

<!-- 65 -->Περσῶν δὲ κράτος ἔσται ὅλου κόσμοιο μέγιστον,  

οἷς γενεὴ μία κεῖται ἀνακτορίης πολυόλβου.  

ἔσται δʼ, ὅσσα κεν ἄνδρες ἀπεύξωνται, κακὰ ἔργα,  

φυλόπιδές τε φόνοι τε διχοστασίαι τε φυγαί τε  

πύργων τε πρηνισμοὶ ἀναστασίαι τε πολήων,  

<!-- 70 -->Ἑλλὰς ὅταν μεγάλαυχος ἐπὶ πλατὺν Ἑλλήσποντον  

πλεύσει Φρυξὶ βαρεῖαν ἰδʼ Ἀσίδι κῆρα φέρουσα.  

αὐτὰρ ἐς Αἴγυπτον πολυαύλακα πυροφόρον τε  

λιμὸς ἀκαρπίη τε περιπλομένων ἐνιαυτῶν  

εἴκοσι φοιτήσει, σταχυητρόφος ἡνίκα Νεῖλος  

<!-- 75 -->ἄλλοθί που ὑπὸ γαῖαν ἀποκρύψει μέλαν ὕδωρ.  

ἥξει δʼ ἐξ Ἀσίης βασιλεὺς μέγα ἔγχος ἀείρας  

νηυσὶν ἀμετρήτοισιν, τὰ μὲν βυθοῦ ὑγρὰ κέλευθα  

πεζεύσει, πλεύσει δὲ ταμὼν ὄρος ὑψικάρηνον·  

ὃν φυγάδʼ ἐκ πολέμου δειλὴ ὑποδέξεται Ἀσίς.  

<!-- 80 -->Σικελίην δὲ τάλαιναν ἐπιφλέξει μάλα πᾶσαν  

χεῦμα πυρὸς μεγάλοιο ἐρευγομένης φλογὸς Αἴτνης·  

ἠδὲ Κρότων πέσεται μεγάλη πόλις εἰς βαθὺ χεῦμα.  

ἔσται δʼ Ἑλλάδι νεῖκος· ἐν ἀλλήλοις δὲ μανέντες  

πολλὰς πρηνίξουσι πόλεις, πολλοὺς δʼ ὀλέσουσιν  

<!-- 85 -->μαρνάμενοι· τὸ δὲ νεῖκος ἰσόρροπον ἀλλήλοισιν.  

ἀλλʼ ὅταν ἐς δεκάτην γενεὴν μερόπων γένος ἔλθῃ,  

καὶ τότε Πέρσῃσιν ζυγὰ δούλια καὶ φόβος ἔσται.  

αὐτὰρ ἐπεὶ σκήπτροισι Μακηδόνες αὐχήσουσιν,  

ἔσται καὶ Θήβῃσι κακὴ μετόπισθεν ἅλωσις,  

<!-- 90 -->Κᾶρες δʼ οἰκήσουσι Τύρον, Τύριοι δʼ ἀπολοῦνται.  

καὶ Σάμον ἄμμος ἅπασαν ὑπʼ ἠιόνεσσι καλύψει,  

Δῆλος δʼ οὐκέτι δῆλος, ἄδηλα δὲ πάντα τὰ Δήλου.  

καὶ Βαβυλὼν μεγάλη μὲν ἰδεῖν, μικρὴ δὲ μάχεσθαι  

στήσεται ἀχρήστοισιν ἐπʼ ἐλπίσι τειχισθεῖσα.  

<!-- 95 -->Βάκτρα κατοικήσουσι Μακηδόνες· οἳ δʼ ὑπὸ Βάκτρων  

καὶ Σούσων φεύξονται ἐς Ἑλλάδα γαῖαν ἅπαντες.  

ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης  

ἠιόνα προχέων ἱερὴν ἐς νῆσον ἵκηται.  

καὶ σύ, Βάρις, πέσεαι καὶ Κύζικος, ἡνίκα γαίης  

<!-- 100 -->βρασσομένης σεισμοῖσιν ὀλισθαίνουσι πόληες.  

ἥξει καὶ Ῥοδίοις κακὸν ὕστατον, ἀλλὰ μέγιστον.  

οὐδὲ Μακηδονίης ἔσται κράτος· ἀλλʼ ἀπὸ δυσμῶν  

Ἰταλὸς ἀνθήσει πόλεμος μέγας, ᾧ ὕπο κόσμος  

λατρεύσει δούλειον ἔχων ζυγὸν Ἰταλίδῃσιν.  

<!-- 105 -->καὶ σύ, τάλαινα Κόρινθε, τεήν ποτʼ ἐπόψει ἅλωσιν.  

Καρχηδών, καὶ σεῖο χαμαὶ γόνυ πύργος ἐρείσει.  

τλῆμον Λαοδίκεια, σὲ δὲ στρώσει ποτὲ σεισμός  

πρηνίξας, στήσῃ δὲ πάλιν πόλις ἱδρυνθεῖσα.  

ὦ Λυκίης Μύρα καλά, σὲ δʼ οὔποτε βρασσομένη χθών  

<!-- 110 -->στηρίξει· πρηνὴς δὲ κάτω πίπτουσʼ ἐπὶ γαίης  

εἰς ἑτέρην εὔξῃ προφυγεῖν χθόνα, οἷα μέτοικος,  

ἡνίκα δὴ Πατάρων ὅμαδόν ποτε δυσσεβίῃσιν  

βρονταῖς καὶ σεισμοῖσιν ἁλὸς πετάσει μέλαν ὕδωρ.  

Ἀρμενίη, καὶ σοὶ δὲ μένει δούλειος ἀνάγκη·  

<!-- 115 -->ἥξει καὶ Σολύμοισι κακὴ πολέμοιο θύελλα  

Ἰταλόθεν, νηὸν δὲ θεοῦ μέγαν ἐξαλαπάξει,  

ἡνίκʼ ἂν ἀφροσύνῃσι πεποιθότες εὐσεβίην μέν  

ῥίψωσιν στυγεροὺς δὲ φόνους τελέωσι πρὸ νηοῦ·  

καὶ τότʼ ἀπʼ Ἰταλίης βασιλεὺς μέγας οἷά τε δράστης  

<!-- 120 -->φεύξετʼ ἄφαντος ἄπυστος ὑπὲρ πόρον Εὐφρήταο,  

ὁππότε δὴ μητρῷον ἄγος στυγεροῖο φόνοιο  

τλήσεται ἄλλα τε πολλά, κακῇ σὺν χειρὶ πιθήσας.  

πολλοὶ δʼ ἀμφὶ θρόνῳ Ῥώμης πέδον αἱμάξουσιν  

κείνου ἀποδρήσαντος ὑπὲρ Παρθηίδα γαῖαν.  

<!-- 125 -->εἰς Συρίην δʼ ἥξει Ῥώμης πρόμος, ὃς πυρὶ νηόν  

συμφλέξας Σολύμων, πολλοὺς δʼ ἅμα ἀνδροφονήσας  

Ἰουδαίων ὀλέσει μεγάλην χθόνα εὐρυάγυιαν.  

καὶ τότε δὴ Σαλαμῖνα Πάφον δʼ ἅμα σεισμὸς ὀλέσσει,  

Κύπρον ὅταν πολύκλυστον ὑπερκλονέῃ μέλαν ὕδωρ.  

<!-- 130 -->ἀλλʼ ὁπόταν χθονίης ἀπὸ ῥωγάδος Ἰταλίδος γῆς  

πυρσὸς ἀποστραφθεὶς εἰς οὐρανὸν εὐρὺν ἵκηται,  

πολλὰς δὲ φλέξῃ πόλιας καὶ ἄνδρας ὀλέσσῃ,  

πολλὴ δʼ αἰθαλόεσσα τέφρη μέγαν αἰθέρα πλήσῃ,  

καὶ ψεκάδες πίπτωσιν ἀπʼ οὐρανοῦ οἷά τε μίλτος,  

<!-- 135 -->γινώσκειν τότε μῆνιν ἐπουρανίοιο θεοῖο,  

εὐσεβέων ὅτι φῦλον ἀναίτιον ἐξολέσουσιν.  

ἐς δὲ δύσιν τότε νεῖκος ἐγειρομένου πολέμοιο  

ἥξει καὶ Ῥώμης ὁ φυγάς, μέγα ἔγχος ἀείρας,  

Εὐφρήτην διαβὰς πολλαῖς ἅμα μυριάδεσσιν.  

<!-- 140 -->τλήμων Ἀντιόχεια, σὲ δὲ πτόλιν οὔποτʼ ἐροῦσιν,  

ἡνίκʼ ἂν ἀφροσύνῃσι τεαῖς ὑπὸ δούρασι πίπτῃς.  

καὶ Κύρρον τότε λοιμὸς ὀλεῖ καὶ φύλοπις αἰνή.  

αἰαῖ, Κύπρε τάλαινα, σὲ δὲ πλατὺ κῦμα θαλάσσης  

κρύψει χειμερίῃσιν ἀναρριφθεῖσαν ἀέλλαις.  

<!-- 145 -->ἥξει δʼ εἰς Ἀσίην πλοῦτος μέγας, ὅν ποτε Ῥώμη  

αὐτὴ συλήσασα πολυκτέανον κατὰ δῶμα  

θήκατο· καὶ δὶς ἔπειτα τοσαῦτα καὶ ἄλλʼ ἀποδώσει  

εἰς Ἀσίην, τότε δʼ ἔσται ὑπέρκτησις πολέμοιο.  

Καρῶν δὲ πτολίεθρα παρʼ ὕδασι Μαιάνδροιο  

<!-- 150 -->ὅσσα πεπύργωνται περικαλλέα, πικρὸς ὀλέσσει  

λιμός, ὅταν Μαίανδρος ἀποκρύψῃ μέλαν ὕδωρ.  

ἀλλʼ ὅταν εὐσεβίης μὲν ἀπʼ ἀνθρώπων ἀπόληται  

πίστις καὶ τὸ δίκαιον ἀποκρυφθῇ ἐνὶ κόσμῳ,  

 <span class="gap">…</span> παλίμβολοι  <span class="gap">…</span> ἐπʼ οὐχ ὁσίοισι δὲ τόλμαις  

<!-- 155 -->ζῶντες ὕβριν ῥέξωσιν, ἀτάσθαλα καὶ κακὰ ἔργα,  

εὐσεβέων δʼ οὐδεὶς ποιῇ λόγον, ἀλλὰ καὶ αὐτούς  

πάντας ὑπʼ ἀφροσύνης μέγα νήπιοι ἐξολέσωσιν  

ὕβρεσι χαίροντες καὶ ἐφʼ αἵμασι χεῖρας ἔχοντες·  

καὶ τότε γινώσκειν θεὸν οὐκέτι πρηῢν ἐόντα,  

<!-- 160 -->ἀλλὰ χόλῳ βρύχοντα καὶ ἐξολέκοντα γενέθλην  

ἀνθρώπων ἅμα πᾶσαν ὑπʼ ἐμπρησμοῦ μεγάλοιο.  

ἆ μέλεοι, μετάθεσθε, βροτοί, τάδε, μηδὲ πρὸς ὀργήν  

παντοίην ἀγάγητε θεὸν μέγαν, ἀλλὰ μεθέντες  

φάσγανα καὶ στοναχὰς ἀνδροκτασίας τε καὶ ὕβρεις  

<!-- 165 -->ἐν ποταμοῖς λούσασθε ὅλον δέμας ἀενάοισιν,  

χεῖράς τʼ ἐκτανύσαντες ἐς αἰθέρα τῶν πάρος ἔργων  

συγγνώμην αἰτεῖσθε καὶ εὐλογίαις ἀσέβειαν  

πικρὰν ἱλάσκεσθε· θεὸς δώσει μετάνοιαν  

οὐδʼ ὀλέσει· παύσει δὲ χόλον πάλιν, ἤνπερ ἅπαντες  

<!-- 170 -->εὐσεβίην περίτιμον ἐνὶ φρεσὶν ἀσκήσητε.  

εἰ δʼ οὔ μοι πείθοισθε κακόφρονες, ἀλλʼ ἀσέβειαν  

στέργοντες τάδε πάντα κακαῖς δέξαισθε ἀκουαῖς,  

πῦρ ἔσται κατὰ κόσμον ὅλον καὶ σῆμα μέγιστον  

ῥομφαίᾳ σάλπιγγι, ἅμʼ ἠελίῳ ἀνιόντι·  

<!-- 175 -->κόσμος ἅπας μύκημα καὶ ὄμβριμον ἦχον ἀκούσει.  

φλέξει δὲ χθόνα πᾶσαν, ἅπαν δʼ ὀλέσει γένος ἀνδρῶν  

καὶ πάσας πόλιας ποταμούς θʼ ἅμα ἠδὲ θάλασσαν·  

ἐκκαύσει δέ τε πάντα, κόνις δʼ ἔσετʼ αἰθαλόεσσα.  

ἀλλʼ ὅταν ἤδη πάντα τέφρη σποδόεσσα γένηται  

<!-- 180 -->καὶ πῦρ κοιμήσῃ θεὸς ἄσπετον, ὥσπερ ἀνῆψεν,  

ὀστέα καὶ σποδιὴν αὐτὸς θεὸς ἔμπαλιν ἀνδρῶν  

μορφώσει, στήσει δὲ βροτοὺς πάλιν, ὡς πάρος ἦσαν.  

καὶ τότε δὴ κρίσις ἔσσετʼ, ἐφʼ ᾗ δικάσει θεὸς αὐτός  

κρίνων ἔμπαλι κόσμον· ὅσοι δʼ ὑπὸ δυσσεβίῃσιν  

<!-- 185 -->ἥμαρτον, τοὺς δʼ αὖτε χυτὴ κατὰ γαῖα καλύψει  

Τάρταρά τʼ εὐρώεντα μυχοὶ στύγιοί τε γεέννης.  

ὅσσοι δʼ εὐσεβέουσι, πάλιν ζήσοντʼ ἐπὶ γαῖαν  

πνεῦμα θεοῦ δόντος ζωήν θʼ ἅμα καὶ χάριν αὐτοῖς  

<!-- 190 -->εὐσεβέσιν· πάντες δὲ τότʼ εἰσόψονται ἑαυτούς  

νήδυμον ἠελίου τερπνὸν φάος εἰσορόωντες.  

ὦ μακαριστός, ἐκεῖνον ὃς ἐς χρόνον ἔσσεται ἀνήρ.  

ἀθανάτου μεγάλοιο θεοῦ καὶ ἄφθιτον ὄλβον  

<!-- 5 -->

Λόγος πέμπτος.

  

Ἀλλʼ ἄγε μοι στονόεντα χρόνον κλύε Λατινιδάων.  

ἦ τοι μὲν πρώτιστα μετʼ ὀλλυμένους βασιλῆας  

Αἰγύπτου, τοὺς πάντας ἴση κατὰ γαῖα φέρεσκεν,  

καὶ μετὰ τὸν Πέλλης πολιήτορα, ᾧ ὕπο πᾶσα  

<!-- 5 -->ἀντολίη βεβόλητο καὶ ἑσπερίη πολύολβος,  

ὃν Βαβυλὼν ἤλεγξε, νέκυν δʼ ὤρεξε Φιλίππῳ,  

οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα φημιχθέντα,  

καὶ μετὰ τὸν γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο,  

ὃς μόλεν ἐκ Τροίης, ὅστις πυρὸς ἔσχισεν ὁρμήν,  

<!-- 10 -->πολλοὺς δʼ αὖ μετʼ ἄνακτας, ἀρηιφίλους μετὰ φῶτας,  

καὶ μετὰ νηπιάχους, θηρὸς τέκνα μηλοφάγοιο,  

ἔσσετʼ ἄναξ πρώτιστος, ὅ τις δέκα δὶς κορυφώσει  

γράμματος ἀρχομένου· πολέμων δʼ ἐπὶ πουλὺ κρατήσει·  

ἕξει δʼ ἐκ δεκάδος πρῶτον τύπον· ὥστε μετʼ αὐτόν  

<!-- 15 -->ἄρχειν, στοιχείων ὅστις λάχε γράμματος ἀρχήν·  

ὃν Θρῄκη πτήξει καὶ Σικελίη, μετὰ Μέμφις,  

Μέμφις πρηνιχθεῖσα διʼ ἡγεμόνων κακότητα  

ἠδὲ γυναικὸς ἀδουλώτου ἐπὶ κῦμα πεσούσης.  

καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθʼ ὑποτάξει·  

<!-- 20 -->ἐν μακρῷ δὲ χρόνῳ ἑτέρῳ παραδώσεται ἀρχήν,  

ὅς τε τριηκοσίων ἀριθμῶν κεραίην ἐπὶ πρώτην  

ἕξει καὶ ποταμοῦ φίλον οὔνομα, ὅς τʼ ἐπὶ Πέρσας  

ἄρξει καὶ Βαβυλῶνα· βαλεῖ δορὶ δὴ τότε Μήδους.  

εἶτα τριῶν ἀριθμῶν κεραίην ὅστις λάχεν, ἄρξει.  

<!-- 25 -->δὶς δέκα δʼ ὅστις ἔπειτʼ ἄρξει, κεραίην ἐπὶ πρώτην  

ἕξει ἄναξ· κεῖνος δὲ καθʼ ὕστατον Ὠκεανοῖο  

ἵξεθʼ ὕδωρ ἄμπωτιν ὑπʼ αὐσονίσιν ἀίξας.  

πεντήκοντα δʼ ὅτις κεραίην λάχε, κοίρανος ἔσται,  

δεινὸς ὄφις φυσῶν πόλεμον βαρύν, ὅς ποτε χεῖρας  

<!-- 30 -->ἧς γενεῆς τανύσας ὀλέσει καὶ πάντα ταράξει  

ἀθλεύων ἐλάων κτείνων καὶ μυρία τολμῶν·  

καὶ τμήξει τὸ δίκυμον ὄρος λύθρῳ τε παλάξει·  

ἀλλʼ ἔσται καὶ ἄιστος ὀλοίιος· εἶτʼ ἀνακάμψει  

ἰσάζων θεῷ αὐτόν· ἐλέγξει δʼ οὔ μιν ἐόντα.  

<!-- 35 -->τρεῖς δὲ μετʼ αὐτὸν ἄνακτες ὑπʼ ἀλλήλων ἀπολοῦνται.  

εἶτά τις εὐσεβέων ὀλετὴρ ἥξει μέγας ἀνδρῶν,  

ἑπτάκις ὃς δεκάτην κεραίην δείκνυσι πρόδηλον.  

τοῦ δέ, τριηκοσίης κεραίης ὅ τι πρῶτον, ἐλέγχων  

παῖς κράτος ἐξαφελεῖ, μετὰ δʼ αὐτὸν κοίρανος ἔσται  

<!-- 40 -->τετράδος ἐκ κεραίης, τʼ ἔφθος μόρος, αὐτὰρ ἔπειτα  

πεντήκοντʼ ἀριθμῶν γεραρὸς βροτός. αὐτὰρ ἐπʼ αὐτῷ,  

ὅστε τριηκοσίης κεραίης λάχεν ἔντυπον ἀρχήν,  

Κελτὸς ὀρειοβάτης, σπεύδων δʼ ἐπὶ δῆριν ἑῴαν  

μοῖραν ἀεικελίην οὐ φεύξεται, ἀλλὰ καμεῖται·  

<!-- 45 -->ὃν κόνις ἀλλοτρίη κρύψει νέκυν, ἀλλὰ Νεμείης  

ἄνθεος οὔνομʼ ἔχουσα· μετʼ αὐτὸν δʼ ἄλλος ἀνάξει,  

ἀργυρόκρανος ἀνήρ· τῷ δʼ ἔσσεται οὔνομα πόντου·  

ἔσται καὶ πανάριστος ἀνὴρ καὶ πάντα νοήσει.  

καὶ ἐπὶ σοί, πανάριστε, πανέξοχε, κυανοχαῖτα,  

<!-- 50 -->καὶ ἐπὶ σοῖσι κλάδοισι τάδʼ ἔσσεται ἤματα πάντα.  

τὸν μέτα τρεῖς ἄρξουσιν, ὁ δὲ τρίτος ὀψὲ κρατήσει.  

τείρομαι ἡ τριτάλαινα κακὴν φάτιν ἐν φρεσὶ θέσθαι·  

Ἴσιδος ἡ γνωστή καὶ χρησμῶν ἔνθεον ὕμνον.  

πρῶτον μὲν περὶ σεῖο βάσιν ναοῦ πολυκλαύστου  

<!-- 55 -->μαινάδες ἀίξουσι, καὶ ἐν παλάμῃσι κακῇσιν  

ἔσσεαι ἤματι τῷδε, ὅταν ποτὲ Νεῖλος ὁδεύσῃ  

γαῖαν ὅλην Αἴγυπτον ἕως πηχῶν δέκα καὶ ἕξ,  

ὥστε κλύσαι γῆν πᾶσαν ἐπαρδεῦσαί τε ῥόοισιν·  

σιγήσει δὲ χάρις γαίης καὶ δόξα προσώπου.  

<!-- 60 -->Μέμφι, σὺ μὲν κλαύσῃ ὑπὲρ Αἰγύπτου τὰ μέγιστα·  

πρόσθε γὰρ ἡ μεγάλως γαίης κρατέουσα γενήσῃ  

λυπρή, ὥστε βοῆσαι καὶ αὐτὸν τερπικέραυνον  

οὐρανόθεν φωνῇ μεγάλῃ· «μεγαλόσθενε Μέμφι,  

ἡ τὸ πάλαι δειλοῖσι βροτοῖς αὐχοῦσα μέγιστα  

<!-- 65 -->κλαύσεαι ἀργαλέη καὶ πάμμορος, ὥστε νοῆσαι  

αὐτὴν ἀίδιον θεὸν ἄμβροτον ἐν νεφέεσσιν.  

ποῦ σοι λῆμα κραταιὸν ἐν ἀνθρώποισι τέτυκται;  

ἀνθʼ ὧν ἐξεμάνης ἐς ἐμοὺς παῖδας θεοχρίστους  

καί τε κάκην ὤτρυνας ἐπʼ ἀνδράσι τοῖς ἀγαθοῖσιν,  

<!-- 70 -->ἕξεις ἀντὶ τόσων τοίαν τροφὸν εἵνεκα ποινῆς.  

οὐκέτι σοι φανερῶς θέμις ἔσται ἐν μακάρεσσιν·  

ἐξ ἄστρων πέπτωκας, ἐς οὐρανὸν οὐκ ἀναβήσῃ.»  

ταῦτα μὲν Αἰγύπτῳ θεὸς ἔννεπεν ἐξαυδῆσαι  

ὑστατίῳ καιρῷ, ὅτε πάγκακοι ἄνδρες ἔσονται.  

<!-- 75 -->ἀλλὰ ταλαιπωροῦσι κακοὶ κακότητα μένοντες  

ὀργὴν ἀθανάτοιο βαρυκτύπου οὐρανίωνος,  

ἀντὶ θεοῦ δὲ λίθους καὶ κνώδαλα θρησκεύοντες  

πολλὰ μάλʼ ἄλλυδις ἄλλα φοβούμενοι, οἷς λόγος οὐδείς,  

οὐ νοῦς, οὐκ ἀκοή, ἅτε μοι θέμις οὐδʼ ἀγορεύειν,  

<!-- 80 -->εἰδώλων τὰ ἕκαστα, βροτῶν παλάμαις γεγαῶτα·  

ἐξ ἰδίων δὲ κόπων καὶ ἀτασθαλιῶν ἐπινοιῶν  

ἄνθρωποι δέξαντο θεοὺς ξυλίνους λιθίνους τε  

χαλκοῦς τε χρυσοῦς τε καὶ ἀργυρέους τε, ματαίους  

ἀψύχους κωφοὺς καὶ ἐν πυρὶ χωνευθέντας  

<!-- 85 -->ποιήσαντο μάτην γε πεποιθότες ἐν τοιούτοις. —  

Θμοῦις καὶ Ξοῦις θλίβεται κόπτεται βουλῆ  

Ἡρακλέους τε Διός τε καὶ Ἑρμείαο  <span class="gap">…</span>  

καὶ σὲ δʼ, Ἀλεξάνδρεια, κλυτὴ θρέπτειρα πολήων  

οὐ λείψει πόλεμός τʼ, οὐ ..........  

<!-- 90 -->τῆς ὑπερηφανίης δώσεις, ὅσα πρόσθεν ἔρεξας.  

σιγήσεις αἰῶνα πολὺν καὶ νόστιμον ἦμαρ — — — — — — — — — — — — — — — — —  

κοὐκέτι σοι ῥεύσει τρυφερὸν πόμα..... — — — — — — — — — — — — — — — — —  

ἥξει γὰρ Πέρσης ἐπὶ σὸν δάπος ὥστε χάλαζα  

καὶ σὴν γαῖαν ὀλεῖ καὶ ἀνθρώπους κακοτέχνους,  

<!-- 95 -->αἵματι καὶ νεκύεσσι παρʼ ἐκπάγλοισί τε βωμοῖς  

βαρβαρόφρων σθεναρὸς πολυαίματος ἄφρονα λυσσῶν,  

παμπληθεὶ ψαμαθηδὸν ἀπαίξων σὸν ὄλεθρον.  

καὶ τότʼ ἔσῃ, πόλεων πολύολβος, πολλὰ καμοῦσα.  

κλαύσεται Ἀσὶς ὅλη δώρων χάριν, ὧν ἀπὸ σεῖο  

<!-- 100 -->στεψαμένη κεφαλὴν ἐχάρη, πίπτουσʼ ἐπὶ γαίης.  

αὐτὸς δʼ ὃς Περσῶν ἔλαχεν γαῖαν πτολεμίξει  

κτείνας τʼ ἄνδρα ἕκαστον ὅλον βίον ἐξαλαπάξει,  

ὥστε μένειν μοῖραν τριτάτην δειλοῖσι βροτοῖσιν.  

αὐτὸς δʼ ἐκ δυσμῶν εἰσπτήσεται ἅλματι κούφῳ  

<!-- 105 -->σύμπασαν γαῖαν πολιορκῶν, πᾶσαν ἐρημῶν.  

ἀλλʼ ὅταν ὕψος ἔχῃ κρατερὸν καὶ θάρσος ἀηδές,  

ἥξει καὶ μακάρων ἐθέλων πόλιν ἐξαλαπάξαι.  

καί κέν τις θεόθεν βασιλεὺς πεμφθεὶς ἐπὶ τοῦτον  

πάντας ὀλεῖ βασιλεῖς μεγάλους καὶ φῶτας ἀρίστους.  

<!-- 110 -->εἶθʼ οὕτως κρίσις ἔσται ὑπʼ ἀφθίτου ἀνθρώποισιν.  

αἰαῖ σοι, κραδίη δειλή, τί με ταῦτʼ ἐρεθίζεις  

δηλοῦν Αἰγύπτῳ, πολυκοιρανίην ἀλεγεινήν;  

βαῖνε πρὸς ἀντολίην, Περσῶν γενεὰς ἀνοήτους  

καὶ δήλου τοῖσιν τὸ παρὸν τό τε μέλλον ἔσεσθαι.  

<!-- 115 -->Εὐφρήτου ποταμοῦ ῥεῖθρον κατακλυσμὸν ἐποίσει  

καὶ Πέρσας ὀλέσει καὶ Ἴβηρας καὶ Βαβυλῶνας  

Μασσαγέτας τε φιλοπτολέμους τόξοισί τε πιστούς.  

Ἀσὶς ὅλη πυρίφλεκτος ἕως νήσων σελαγήσει.  

Πέργαμος ἣ τὸ πάλαι σεμνὴ βοτρυδὸν ὀλεῖται  

<!-- 120 -->καὶ Πιτάνη πανέρημος ἐν ἀνθρώποισι φανεῖται.  

Λέσβος ὅλη δύσει βαθὺν εἰς βυθὸν ὥστʼ ἀπολέσθαι.  

Σμύρνα κατὰ κρημνῶν εἱλισσομένη ποτὲ κλαύσει,  

ἣ τὸ πάλαι σεμνὴ καὶ ἐπώνυμος ἐξαπολεῖται.  

Βιθυνοὶ κλαύσουσιν ἑὴν χθόνα τεφρωθεῖσαν  

<!-- 125 -->καὶ Συρίην μεγάλην καὶ Φοινίκην πολύφυλον.  

αἰαῖ σοι, Λυκίη, ὅσα σοι κακὰ μηχανάαται  

πόντος ἀπʼ αὐτομάτου ἐπιβὰς χώρης ἀλεγεινῆς,  

ὥστε κλύσαι σεισμῷ τε κακῷ καὶ νάμασι πικροῖς  

τὴν Λυκίης ἄμυρον καὶ τὴν μυρίπνουν ποτε χέρσον.  

<!-- 130 -->ἔσται καὶ Φρυγίῃ δεινὸς χόλος εἵνεκα λύπης,  

ἧς χάριν ἡ Διὸς ἦλθε Ῥέη κἀκεῖ προσέμεινεν.  

πόντος ὀλεῖ Ταύρων γενεὴν καὶ βάρβαρον ἔθνος·  

καὶ Λαπίθας δάπεδον κατὰ γῆν ἐναρίξει.  

Θεσσαλίην χώρην ἀπολεῖ ποταμὸς βαθυδίνης,  

<!-- 135 -->Πηνειὸς βαθύρους μορφὰς θηρῶν ἀπὸ γαίης·  

Ἠπιδανὸς φάσκων θηρῶν μορφάς ποτε γεννᾶν.  

Ἑλλάδα τὴν τριτάλαιναν ἀναιάξουσι ποιηταί,  

ἡνίκʼ ἀπʼ Ἰταλίης ἰσθμοῦ πλήξειε τένοντα  

τῆς μεγάλης Ῥώμης βασιλεὺς μέγας ἰσόθεος φώς,  

<!-- 140 -->ὅν, φάσʼ, αὐτὸς ὁ Ζεὺς ἔτεκεν καὶ πότνια Ἥρη·  

ὅστις παμμούσῳ φθόγγῳ μελιηδέας ὕμνους  

θεατροκοπῶν ἀπολεῖ πολλοὺς σὺν μητρὶ ταλαίνῃ.  

φεύξεται ἐκ Βαβυλῶνος ἄναξ φοβερὸς καὶ ἀναιδής,  

ὃν πάντες στυγέουσι βροτοὶ καὶ φῶτες ἄριστοι·  

<!-- 145 -->ὤλεσε γὰρ πολλοὺς καὶ γαστέρι χεῖρας ἔθηκεν,  

εἰς ἀλόχους ἥμαρτε καὶ ἐκ μιαρῶν ἐτέτυκτο.  

ἥξει δʼ εἰς Μήδους καὶ Περσῶν πρὸς βασιλῆας,  

πρώτους οὓς ἐπόθησε καὶ οἷς κλέος ἐγκατέθηκεν  

φωλεύων μετὰ τῶνδε κακῶν εἰς ἔθνος ἀληθές·  

<!-- 150 -->ὃς ναὸν θεότευκτον ἕλεν καὶ ἔφλεξε πολίτας  

λαοὺς εἰσανιόντας, ὅσους ὕμνησα δικαίως·  

τούτου γὰρ φανέντος ὅλη κτίσις ἐξετινάχθη  

καὶ βασιλεῖς ὤλοντο, καὶ ἐν τοῖσιν μένεν ἀρχή,  

ἐξόλεσαν μεγάλην τε πόλιν λαόν τε δίκαιον.  

<!-- 155 -->ἀλλʼ ὅταν ἐκ τετράτου ἔτεος λάμψῃ μέγας ἀστήρ,  

ὃς πᾶσαν γαῖαν καθελεῖ μόνος εἵνεκα τιμῆς,  

αὐτοὶ πρῶτον ἔθηκάν τʼ εἰναλίῳ Ποσειδῶνι,  

ἥξει δʼ οὐρανόθεν ἀστὴρ μέγας εἰς ἅλα δῖαν  

καὶ φλέξει πόντον βαθὺν αὐτήν τε Βαβυλῶνα  

<!-- 160 -->Ἰταλίης γαῖάν θʼ, ἧς εἵνεκα πολλοὶ ὄλοντο  

Ἑβραίων ἅγιοι πιστοὶ καὶ λαὸς ἀληθής.  

ἔσσεαι ἐν θνητοῖσι κακοῖς κακὰ μοχθήσασα,  

ἀλλὰ μενεῖς πανέρημος ὅλους αἰῶνας ἐσαῦτις  

<!-- 165 -->σὸν στυγέουσʼ ἔδαφος, ὅτι φαρμακίην ἐπόθησας·  

μοιχεῖαι παρά σοι καὶ παίδων μῖξις ἄθεσμος  

θηλυγενὴς ἄδικός τε, κακὴ πόλι, δύσμορε πασῶν.  

αἰαῖ πάντʼ ἀκάθαρτε πόλι Λατινίδος αἴης  

μαινὰς ἐχιδνοχαρής, χήρη καθεδοῖο παρʼ ὄχθας,  

<!-- 170 -->καὶ ποταμὸς Τίβερίς σε κλαύσεται, ἣν παράκοιτιν,  

ἥτε μιαιφόνον ἦτορ ἔχεις ἀσεβῆ δέ τε θυμόν.  

οὐκ ἔγνως, τί θεὸς δύναται, τί δὲ μηχανάαται;  

ἀλλʼ ἔλεγες· «μόνη εἰμὶ καὶ οὐδείς μʼ ἐξαλαπάξει».  

νῦν δὲ σὲ καὶ σοὺς πάντας ὀλεῖ θεὸς αἰὲν ὑπάρχων,  

<!-- 175 -->κοὐκέτι σου σημεῖον ἔτʼ ἔσσεται ἐν χθονὶ κείνῃ,  

ὡς τὸ πάλαι, ὅτι σὰς ὁ μέγας θεὸς εὕρατο τιμάς.  

μεῖνον, ἄθεσμε, μόνη, πυρὶ δὲ φλεγέθοντι μιγεῖσα  

ταρτάρεον οἴκησον ἐς Ἅιδου χῶρον ἄθεσμον.  

νῦν δὲ πάλιν, Αἴγυπτε, τεὴν ὀλοφύρομαι ἄτην·  

<!-- 180 -->Μέμφι, πόνων ἀρχηγὸς ἔσῃ, πληχθεῖσα τένοντας·  

ἐν σοὶ πυραμίδες φωνὴν φθέγξονται ἀναιδῆ.  

Πυθών, ἡ τὸ πάλαι δίπολις κληθεῖσα δικαίως,  

αἰῶσιν σίγησον, ὅπως παύσῃ κακότητος.  

ὕβρι, κακῶν θησαυρὲ πόνων, μαινὰς πολύθρηνε,  

<!-- 185 -->αἰνοπαθὴς πολύδακρυ, μενεῖς χήρη διὰ παντός.  

πουλυετὴς ἐγένου σὺ μόνη κόσμοιο κρατοῦσα.  

ἀλλʼ ὅταν ἡ Βάρκη τὸ κυπάσσιον ἀμφιβάληται  

λευκὸν ἐπὶ ῥυπαρῷ, μήτʼ εἴην μήτε γενοίμαν.  

ὦ Θῆβαι, ποῦ σοι τὸ μέγα σθένος; ἄγριος ἀνήρ  

<!-- 190 -->ἐξολέσει λαόν· σὺ δὲ εἵματα φαιὰ λαβοῦσα  

θρηνήσεις, δύστηνε, μόνη, καὶ πάντʼ ἀποτίσεις,  

ὅσσα τὸ πρόσθεν ἔρεξας ἀναιδέα θυμὸν ἔχουσα.  

καὶ κοπετὸν ὄψονται ἀθέσμων εἵνεκα ἔργων.  

Συήνην δʼ ὀλέσειε μέγας φὼς Αἰθιοπήων·  

<!-- 195 -->Τεύχιραν οἰκήσουσι βίῃ μελανόχροες Ἰνδοί.  

Πεντάπολι, κλαύσεις· σὲ δʼ ὀλεῖ μεγαλόσθενος ἀνήρ.  

σάς, Λιβύη πάγκλαυστε, τίς ἐξηγήσεται ἄτας;  

τίς δέ σε, Κυρήνη, μερόπων ἐλεεινὰ δακρύσει;  

οὐ παύσῃ θρήνου στυγεροῦ πρὸς καιρὸν ὀλέθρου.  

<!-- 200 -->ἔσσεται ἐν Βρύγεσσι καὶ ἐν Γάλλοις πολυχρύσοις  

ὠκεανὸς κελαδῶν πληρούμενος αἵματι πολλῷ·  

καὐτοὶ γὰρ κακότητα θεοῦ τέκνοις ἐποίησαν,  

ἡνίκα Σιδονίοις βασιλεὺς Φοῖνιξ Γαλικανόν  

ἤγαγεν ἐκ Συρίης πλῆθος πολύ· καί σε φονεύσει,  

<!-- 205 -->αὐτήν, Ῥαβέννη, τε καὶ εἰς φόνον ἡγεμονεύσει.  

Ἰνδοί, μὴ θαρσεῖτε καὶ Αἰθίοπες μεγάθυμοι·  

ἡνίκα γὰρ τούτους τροχὸς Ἄξονος, Αἰγοκεράστης  

Ταῦρός τʼ ἐν Διδύμοις μέσον οὐρανὸν ἀμφιελίξῃ,  

Παρθένος ἐξαναβᾶσα καὶ Ἥλιος ἀμφὶ μετώπῳ  

<!-- 210 -->πηξάμενος ζώνην περιπάμπολον ἡγεμονεύσῃ·  

ἔσσεται ἐμπρησμὸς μέγας αἰθέριος κατὰ γαῖαν,  

ἄστρων δʼ ἐν μαχίμοις καινὴ φύσις, ὥστʼ ἀπολέσθαι  

ἐν πυρὶ καὶ στοναχαῖσιν ὅλην γῆν Αἰθιοπήων.  

μύρεο καὶ σύ, Κόρινθε, τὸν ἐν σοὶ λυγρὸν ὄλεθρον·  

<!-- 215 -->ἡνίκα γὰρ στρεπτοῖσι μίτοις Μοῖραι τριάδελφοι  

κλωσάμεναι φεύγοντα δόλῳ ἰσθμοῖο παρʼ ὄχθην  

ἄξουσιν μετέωρον, ἕως ἐσίδωσίν ἑ πάντες,  

τὸν πάλαι ἐκκόψαντα πέτρην πολυήλατι χαλκῷ,  

καὶ σὴν γαῖαν ὀλεῖ καὶ κόψει, ὡς προτέθειται.  

<!-- 220 -->τούτῳ γάρ τοι δῶκε θεὸς μένος ἐς τὸ ποιῆσαι  

οἷά τις οὐ πρότερος τῶν συμπάντων βασιλήων·  

πρῶτα μὲν ἐκ τρισσῶν κεφαλῶν σὺν πληγάδι ῥίζας  

στησάμενος μεγάλως ἑτέροις δώσειε πάσασθαι,  

ὥστε φαγεῖν σάρκας γονέων βασιλῆος ἀνάγνου.  

<!-- 225 -->πᾶσι γὰρ ἀνθρώποισι φόνος καὶ δείματα κεῖται  

εἵνεκα τῆς μεγάλης πόλεως λαοῦ τε δικαίου  

σῳζομένου διὰ παντός, ὃν ἔξοχον εἶχε Πρόνοια.  

ἄστατε καὶ κακόβουλε, κακὰς περικείμενε κῆρας,  

ἀρχὴ καὶ καμάτοιο καὶ ἀνθρώποις μέγα τέρμα  

<!-- 230 -->βλαπτομένης κτίσεως καὶ σῳζομένης πάλι Μοίραις,  

ὕβρι, κακῶν ἀρχηγὲ καὶ ἀνθρώποις μέγα πῆμα,  

τίς σε βροτῶν ἐπόθησε, τίς ἔνδοθεν οὐ χαλέπηνεν·  

ἐν σοί τις βασιλεὺς σεμνὸν βίον ὤλεσε ῥιφθείς.  

πάντα κακῶς διέθηκας ὅλον τε κακὸν κατέκλυσσας,  

<!-- 235 -->καὶ διὰ σοῦ κόσμοιο καλαὶ πτύχες ἠλλάχθησαν.  

εἰς ἔριν ἡμετέρην τυχὸν ὕστατα ταῦτα προβάλλου·  

πῶς τί λέγεις; πείσω σε καὶ εἴ τί σε μέμφομαι αὐδῶ·  

ἦν ποτʼ ἐν ἀνθρώποις λαμπρὸν σέλας ἠελίοιο  

σπειρομένης ἀκτῖνος ὁμοσπόνδοιο προφητῶν·  

<!-- 240 -->γλῶσσα μελισταγέουσα καλὸν πόμα πᾶσι βροτοῖσιν  

φαῖνέ τε καὶ προὔβαλλε καὶ ἥμερα πᾶσιν ἔτελλεν.  

τοῦδʼ ἕνεκεν, στενόβουλε κακῶν ἀρχηγὲ μεγίστων,  

καὶ ῥαμφὴ καὶ πένθος ἐλεύσεται ἤματι κείνῳ.  

ἀρχὴ καὶ καμάτοιο καὶ ἀνθρώποις μέγα τέρμα  

<!-- 245 -->βλαπτομένης κτίσεως καὶ σῳζομένης πάλι Μοίραις,  

κλῦθι πικρᾶς φήμης δυσηχέος, ἀνδράσι πῆμα.  

ἀλλʼ ὁπόταν Περσὶς γαῖʼ ἀπόσχηται πτολέμοιο  

λοιμοῦ τε στοναχῆς τε, τότʼ ἔσσεται ἤματι κείνῳ  

Ἰουδαίων μακάρων θεῖον γένος οὐράνιόν τε,  

<!-- 250 -->οἳ περιναιετάουσι θεοῦ πόλιν ἐν μεσογαίοις·  

ἄχρι δὲ καὶ Ἰόπης τεῖχος μέγα κυκλώσαντες  

ὑψόσʼ ἀείρονται ἄχρι καὶ νεφέων ἐρεβεννῶν.  

οὐκέτι συρίξει σάλπιγξ πολεμόκλονον ἦχον,  

οὐδʼ ἔτι μαινομέναις παλάμαις ἐχθραῖς διολοῦνται,  

<!-- 255 -->ἀλλʼ ἐπιστήσει τε κακῶν αἰῶνι τρόπαια.  

εἷς δέ τις ἔσσεται αὖτις ἀπʼ αἰθέρος ἔξοχος ἀνήρ,  

ὃς παλάμας ἥπλωσεν ἐπὶ ξύλου πολυκάρπου,  

Ἑβραίων ὁ ἄριστος, ὃς ἠέλιόν ποτε στήσει  

φωνήσας ῥήσει τε καλῇ καὶ χείλεσιν ἁγνοῖς.  

<!-- 260 -->μηκέτι τείρεο θυμὸν ἐνὶ στήθεσσι, μάκαιρα,  

θειογενές, πάμπλουτε, μόνον πεποθημένον ἄνθος,  

φῶς ἀγαθὸν σεμνόν τε τέλος πεποθημένον ἅγνος,  

Ἰουδαίη χαρίεσσα, καλὴ πόλις, ἔνθεος ὕμνων.  

οὐκέτι βακχεύσει περὶ σὴν χθόνα ποὺς ἀκάθαρτος  

<!-- 265 -->Ἑλλήνων ὁμόθεσμον ἐνὶ στήθεσσιν ἔχων νοῦν·  

ἀλλά σε κυδάλιμοι παῖδες περιτιμήσουσιν  

καὶ μούσαις ἁγίαισι τράπεζαν ἐπιστήσονται  

παντοίαις θυσίαισι καὶ εὐχαῖς ἐν θεοτίμοις,  

ἐκ μικρᾶς στενότητος ὅσοι καμάτους ὑπέμειναν,  

<!-- 270 -->πλείονα καὶ χαρίεντα καλὸν ἄρξουσι δίκαιοι·  

οἱ δὲ κακοὶ στείλαντες ἐπʼ αἰθέρα γλῶσσαν ἄθεσμον  

παύσονται λαλέοντες ἐναντίον ἀλλήλοισιν,  

αὐτοὺς δὲ κρύψουσιν, ἕως κόσμος ἀλλαγῇ.  

ἔσται δʼ ἐκ νεφέων ὄμβρος πυρὸς αἰθομένοιο·  

<!-- 275 -->κοὐκέτι καρπεύσουσι βροτοὶ στάχυν ἀγλαὸν ἐκ γῆς·  

πάντʼ ἄσπαρτα μενεῖ καὶ ἀνήροτα, ἄχρι νοῆσαι  

τὸν πρύτανιν πάντων θεὸν ἄμβροτον αἰὲν ἐόντα  

ἀνθρώπους θνητοὺς καὶ μηκέτι θνητὰ γεραίρειν  

μηδὲ κύνας καὶ γῦπας ἃ Αἴγυπτος κατέδειξεν  

<!-- 280 -->σεμνύνειν στομάτεσσι κενοῖς καὶ χείλεσι μωροῖς.  

εὐσεβέων δὲ μόνων ἁγία χθὼν πάντα τάδʼ οἴσει,  

νᾶμα μελισταγέος ἀπὸ πέτρης ἠδʼ ἀπὸ πηγῆς  

καὶ γλάγος ἀμβρόσιον ῥεύσει πάντεσσι δικαίοις·  

εἰς ἕνα γὰρ γενετῆρα θεὸν μόνον ἔξοχον ὄντα  

<!-- 285 -->ἤλπισαν εὐσεβίην μεγάλην καὶ πίστιν ἔχοντες.  

ἀλλὰ τί δή μοι ταῦτα νόος σοφὸς ἐγγυαλίζει;  

ἄρτι δέ σε, τλήμων Ἀσίη, κατοδύρομαι οἰκτρῶς  

καὶ γένος Ἰώνων Καρῶν Λυδῶν πολυχρύσων.  

αἰαῖ σοι, Σάρδεις· αἰαῖ πολυήρατε Τράλλις·  

<!-- 290 -->αἰαῖ, Λαοδίκεια, καλὴ πόλι· ὡς ἀπολεῖσθε  

σεισμοῖς ὀλλύμεναί τε καὶ εἰς κόνιν ἀλλαχθεῖσαι.  

Ἀσίδι τῇ δνοφερῇ — — — — — — — — — — — — — — — — —  

Ἀρτέμιδος σηκὸς Ἐφέσου πηγνύμενος  

χάσμασι καὶ σεισμοῖσί ποθʼ ἵξεται εἰς ἅλα δῖαν  

<!-- 295 -->πρηνής, ἠύτε νῆας ἐπικλύζουσιν ἄελλαι.  

ὕπτια δʼ οἰμώξει Ἔφεσος κλαίουσα παρʼ ὄχθαις  

καὶ νηὸν ζητοῦσα τὸν οὐκέτι ναιετάοντα.  

καὶ τότε θυμωθεὶς θεὸς ἄφθιτος αἰθέρι ναίων  

οὐρανόθεν πρηστῆρα βαλεῖ κατὰ κρατὸς ἀνάγνου.  

<!-- 300 -->ἀντὶ δὲ χειμῶνος θέρος ἔσσεται ἤματι τῷδε.  

καὶ τότε δὴ μετέπειτʼ ἔσται ἄνδρεσσι βροτοῖσιν·  

ἐξολέσει γὰρ πάντας ἀναιδέας ὑψικέραυνος  

βρονταῖς τε στεροπαῖς τε κεραυνοῖς τε φλεγέθουσιν,  

ἀνδράσι δυσμενέεσσι, καὶ ὡς ἀσεβεῖς ὀλοθρεύσει,  

<!-- 305 -->ὥστε μένειν νέκυας κατὰ γῆς πλέονας ψαμάθοιο.  

ἥξει γὰρ καὶ Σμύρνα ἑὸν κλαίουσα λυκουργόν  

εἰς Ἐφέσοιο πύλας καὶ αὐτὴ μᾶλλον ὀλεῖται.  

Κύμη δʼ ἡ μωρὰ σὺν νάμασι τοῖς θεοπνεύστοις  

ἐν παλάμαις ἀθέων ἀνδρῶν ἀδίκων καὶ ἀθέσμων  

<!-- 310 -->ῥιφθεῖσʼ οὐκέτι τόσσον ἐς αἰθέρα ἅρμα προδώσει,  

ἀλλὰ μενεῖ νεκρὰ ἐν νάμασι κυμήοισιν.  

καὶ τότʼ ἀναιάξουσιν ὁμοῦ κακότητα μένοντες.  

εἰδήσει σημεῖον ἔχων, ἀνθʼ ὧν ἐμόγησεν,  

Κυμαίων δῆμος χαλεπὸς καὶ φῦλον ἀναιδές.  

<!-- 315 -->εἶθʼ ὅτʼ ἀναιάξουσι κακὴν χθόνα τεφρωθεῖσαν,  

Λέσβος ὑπʼ Ἠριδανοῦ αἰώνιον ἐξαπολεῖται.  

αἰαῖ σοι, Κέρκυρα, καλὴ πόλι, παύεο κώμου.  

καὶ Ἱεράπολι, γαῖα μόνη Πλούτωνι μιγεῖσα,  

ἕξεις, ὃν πεπόθηκας ἔχειν, χῶρον πολύδακρυν  

<!-- 320 -->ἐς γῆν χωσαμένη παρὰ χεύμασι Θερμώδοντος.  

πετροφυὴς Τρίπολίς τε παρʼ ὕδασι Μαιάνδροιο,  

κύμασι νυκτερινοῖσι ὑπʼ ᾐόνι κληρωθεῖσα,  

ἄρδην ἐξολέσει σε θεοῖό ποθʼ ἥδε πρόνοια.  

μή μʼ ἐθέλουσαν ἑλεῖν Φοίβου τὴν γείτονα χώραν·  

<!-- 325 -->Μίλητον τρυφερὴν ἀπολεῖ πρηστήρ ποτʼ ἄνωθεν,  

ἀνθʼ ὧν εἵλετο τὴν Φοίβου δολόεσσαν ἀοιδήν  

τήν τε σοφὴν ἀνδρῶν μελέτην καὶ σώφρονα βουλήν.  

ἵλαθι, παγγενέτωρ, τρυφερῇ χθονὶ τῇ πολυκάρπῳ  

Ἰουδαίᾳ μεγάλῃ, ἵνα σὰς γνώμας ἐπίδωμεν.  

<!-- 330 -->ταύτην γὰρ πρώτην ἔγνως, θεός, ἐν χαρίτεσσιν  

ἐς τὸ δοκεῖν προχάρισμα τεὸν πάντεσσι βροτοῖσιν  

εἶναι καὶ προσέχειν, οἷον θεὸς ἐγγυάλιξεν.  

ἱμείρω τριτάλαινα τὰ Θρῃκῶν ἔργα ἰδέσθαι  

καὶ τεῖχος διθάλασσον ὑπʼ Ἄρεος ἐν κονίῃσιν  

<!-- 335 -->συρόμενον ποταμηδὸν ἐπʼ ἰχθυόεντι κολύμβῳ.  

Ἑλλήσποντε τάλαν, ζεύξει ποτέ σʼ Ἀσσυρίων παῖς,  

εἰς σὲ μάχη Θρῃκῶν κρατερὸν σθένος ἐξαλαπάξει.  

τήν τε Μακηδονίην βασιλεὺς Αἰγύπτιος αἱρεῖ,  

καὶ κλίμα βαρβαρικὸν ῥίψει σθένος ἡγεμονήων.  

<!-- 340 -->Λυδοὶ καὶ Γαλάται Πάμφυλοι σὺν Πισίδαισι  

πανδημεὶ κρατέουσι κακὴν ἔριν ὁπλισθέντες.  

Ἰταλίη τριτάλαινα, μενεῖς πανέρημος ἄκλαυστος  

ἐν γαίῃ θαλερῇ ὀλοὸν δάκος ἐξαπολέσθαι.  

ἔσται δʼ αἰθέρος οὐρανὸς εὐρὺς ὕπερθεν  

<!-- 345 -->βροντηδὸν κελάδημα, θεοῦ φωνὴν ἐπακοῦσαι  

ἠελίου δʼ αὐτοῦ φλόγες ἄφθιτοι οὐκέτʼ ἔσονται  

οὐδὲ σεληναίης λαμπρὸν φάος ἔσσεται αὖτις  

ὑστατίῳ καιρῷ, ὁπόταν θεὸς ἡγεμονεύσῃ.  

πάντα μελανθείη, σκοτίη δʼ ἔσται κατὰ γαῖαν,  

<!-- 350 -->καὶ τυφλοὶ μέροπες θῆρές τε κακοὶ καὶ ὀιζύς.  

ἔσσεται ἦμαρ ἐκεῖνο χρόνον πολύν, ὥστε νοῆσαι  

αὐτὸν ἄνακτα θεὸν πανεπίσκοπον οὐρανόθι πρό.  

αὐτὸς δυσμενέας ἄνδρας τότε δʼ οὐκ ἐλεήσει,  

ἀρνῶν ἠδʼ ὀίων ταύρων τʼ ἀγέλας ἐριμύκων  

<!-- 355 -->ἐκθυσιάζοντας μόσχων μεγάλων κεροχρύσων  

ἀψύχοις θʼ Ἑρμαῖς καὶ τοῖς λιθίνοισι θεοῖσιν.  

ἡγείσθω δὲ θέμις σοφίη καὶ δόξα δικαίων·  

μή ποτε θυμωθεὶς θεὸς ἄφθιτος ἐξαπολέσσῃ  

πᾶν γένος ἀνθρώπων βίοτον καὶ φῦλον ἀναιδές,  

<!-- 360 -->δεῖ στέργειν γενετῆρα θεὸν σοφὸν αἰὲν ἐόντα.  

ἔσσεται ὑστατίῳ καιρῷ περὶ τέρμα σελήνης  

κοσμομανὴς πόλεμος καὶ ἐπίκλοπος ἐν δολότητι.  

ἥξει δʼ ἐκ περάτων γαίης μητροκτόνος ἀνήρ  

φεύγων ἠδὲ νόῳ ὀξύστομα μερμηρίζων,  

<!-- 365 -->ὃς πᾶσαν γαῖαν καθελεῖ καὶ πάντα κρατήσει  

πάντων τʼ ἀνθρώπων φρονιμώτερα πάντα νοήσει·  

ἧς χάριν ὤλετό τʼ αὐτός, ἑλεῖ ταύτην παραχρῆμα.  

ἄνδρας τʼ ἐξολέσει πολλοὺς μεγάλους τε τυράννους  

πάντας τʼ ἐμπρήσει, ὡς οὐδέποτʼ ἄλλος ἐποίει,  

<!-- 370 -->τοὺς δʼ αὖ πεπτηῶτας ἀνορθώσει διὰ ζῆλον.  

ἔσται δʼ ἐκ δυσμῶν πόλεμος πολὺς ἀνθρώποισιν,  

ῥεύσει δʼ αἵμαθʼ ἕως ὄχθου ποταμῶν βαθυδινῶν.  

τῆς τε Μακηδονίης στάξει χόλος ἐν πεδίοισιν — — — — — — — — — — — — — — — — —  

συμμαχίην δῶ δʼ ἐκ δυσμῶν, βασιλῆι δʼ ὄλεθρον.  

<!-- 375 -->καὶ τότε χειμερίη πνοιὴ πνεύσει κατὰ γαῖαν,  

καὶ πεδίον πολέμοιο κακοῦ πλησθήσεται αὖτις.  

πῦρ γὰρ ἀπʼ οὐρανίων δαπέδων βρέξει μερόπεσσιν,  

πῦρ καὶ αἷμα ὕδωρ πρηστὴρ γνόφος οὐρανίη νύξ  

καὶ φθίσις ἐν πολέμῳ καὶ ἐπὶ σφαγῇσιν ὀμίχλη  

<!-- 380 -->πάντας ὁμοῦ τʼ ὀλέσει βασιλεῖς καὶ φῶτας ἀρίστους.  

εἶθʼ οὕτως πολέμοιο πεπαύσεται οἰκτρὸς ὄλεθρος,  

κοὐκέτι τις ξίφεσιν πολεμίξεται οὐδὲ σιδήρῳ  

οὐδʼ αὐτοῖς βελέεσσιν, ἃ μὴ θέμις ἔσσεται αὖτις.  

εἰρήνην δʼ ἕξει λαὸς σοφός, ὅσπερ ἐλείφθη,  

<!-- 385 -->πειραθεὶς κακότητος, ἵνʼ ὕστερον εὐφρανθείη.  

μητρολέται, παύσασθε θράσους τόλμης τε κακούργου,  

οἳ τὸ πάλαι παίδων κοίτην ἐπορίζετʼ ἀνάγνως  

καὶ τέγεσιν πόρνας ἐστήσατε τὰς πάλαι ἁγνάς  

ὕβρεσι καὶ κολάσει κἀσχημοσύνῃ πολυμόχθῳ. — — — — — — — — — — — — — — — — —  

<!-- 390 -->ἐν σοὶ γὰρ μήτηρ τέκνῳ ἐμίγη ἀθεμίστως,  

καὶ θυγάτηρ γενετῆρι ἑῷ συζεύξατο νύμφη·  

ἐν σοὶ καὶ βασιλεῖς στόμα δύσμορον ἐξεμίηναν,  

ἐν σοὶ καὶ κτηνῶν εὗρον κοίτην κακοὶ ἄνδρες.  

σίγησον, πανόδυρτε κακὴ πόλι, κῶμον ἔχουσα·  

<!-- 395 -->οὐκέτι γὰρ παρὰ σοῖο τὴν τῆς φιλοθρέμμονος ὕλης  

παρθενικαὶ κοῦραι πῦρ ἔνθεον ὠρήσουσιν.  

ἔσβεσται παρὰ σεῖο πάλαι πεποθημένος οἶκος,  

ἡνίκα δεύτερον εἶδον ἐγὼ ῥιπτούμενον οἶκον  

πρηνηδὸν πυρὶ τεγγόμενον διὰ χειρὸς ἀνάγνου,  

<!-- 400 -->οἶκον ἀεὶ θάλλοντα, θεοῦ τηρήμονα ναόν,  

ἐξ ἁγίων γεγαῶτα καὶ ἄφθιτον αἰὲν ἐόντα  

ἐκ ψυχῆς ἐλπιζόμενον καὶ σώματος αὐτοῦ  

οὐ γὰρ ἀκηδέστως αἰνεῖ θεὸν ἐξ ἀφανοῦς γῆς  

οὐδὲ πέτρης ποίησε σοφὸς τέκτων παρὰ τούτοις,  

<!-- 405 -->οὐ χρυσοῦ κόσμον, ἀπάτην ψυχῶν ἐσεβάσθη.  

ἀλλὰ μέγαν γενετῆρα θεὸν πάντων θεοπνεύστων  

ἐν θυσίαις ἁγίαις ἐγέραιρον καὶ ἑκατόμβαις.  

νῦν δέ τις ἐξαναβὰς ἀφανὴς βασιλεὺς καὶ ἄναγνος  

ταύτην ἔρριψεν καὶ ἀνοικοδόμητον ἀφῆκεν  

<!-- 410 -->σὺν πλήθει μεγάλῳ καὶ ἀνδράσι κυδαλίμοισιν.  

αὐτὸς δʼ ὤλετο χέρσον ἀπʼ ἀθανάτην ἐπιβὰς γῆν,  

κοὐκέτι σῆμα τοιοῦτον ἐπʼ ἀνθρώποισι τέτυκτο,  

ὥστε δοκεῖν ἑτέρους μεγάλην πόλιν ἐξαλαπάξαι.  

ἦλθε γὰρ οὐρανίων νώτων ἀνὴρ μακαρίτης  

<!-- 415 -->σκῆπτρον ἔχων ἐν χερσίν, ὅ οἱ θεὸς ἐγγυάλιξεν,  

καὶ πάντων ἐκράτησε καλῶς πᾶσίν τʼ ἀπέδωκεν  

τοῖς ἀγαθοῖς τὸν πλοῦτον, ὃν οἱ πρότεροι λάβον ἄνδρες.  

πᾶσαν δʼ ἐκ βάθρων εἷλεν πόλιν ἐν πυρὶ πολλῷ  

καὶ δήμους ἔφλεξε βροτῶν τῶν πρόσθε κακούργων  

<!-- 420 -->καὶ πόλιν, ἣν ἐπόθησε θεός, ταύτην ἐποίησεν  

φαιδροτέραν ἄστρων τε καὶ ἡλίου ἠδὲ σελήνης  

καὶ κόσμον κατέθηχʼ ἅγιόν τʼ ..... ἐποίησεν  

ἔνσαρκον καλὸν περικαλλέα ἠδὲ ἔπλασσεν  

πολλοῖς ἐν σταδίοισι μέγαν καὶ ἀπείρονα πύργον  

<!-- 425 -->αὐτῶν ἁπτόμενον νεφέων καὶ πᾶσιν ὁρατόν,  

ὥστε βλέπειν πάντας πιστοὺς πάντας τε δικαίους  

ἀιδίοιο θεοῦ δόξαν, πεποθημένον εἶδος·  

ἀντολίαι δύσιές τε θεοῦ κλέος ἐξύμνησαν.  

οὐκέτι γὰρ πέλεται δειλοῖσι βροτοῖσιν δεινά  

<!-- 430 -->οὐδὲ γαμοκλοπίαι καὶ παίδων Κύπρις ἄθεσμος,  

οὐ φόνος οὐδὲ κυδοιμός, ἔρις δʼ ἐν πᾶσι δικαίη.  

ὕστατος ἔσθʼ ἁγίων καιρός, ὅτε ταῦτα περαίνει  

θεὸς ὑψιβρεμέτης, κτίστης ναοῖο μεγίστου.  

αἰαῖ σοι, Βαβυλὼν χρυσόθρονε, χρυσοπέδιλε,  

<!-- 435 -->πουλυετὴς βασίλεια μόνη κόσμοιο κρατοῦσα,  

ἡ τὸ πάλαι μεγάλη καὶ πάμπολις, οὐκέτι κείσῃ  

οὔρεσιν ἐν χρυσέοις καὶ νάμασιν Εὐφρήταο·  

στρωθήσῃ σεισμοῖο κλόνῳ· Πάρθοι δέ σε δεινοί  

πάντα κρατεῖν ἐποίησαν. ἔχε στόμα φιμῷ, ἄναγνε  

<!-- 440 -->Χαλδαίων γενεή, μήτʼ εἴρεο μηδὲ μερίμνα,  

πῶς Περσῶν ἄρξεις ἢ πῶς Μήδων τε κρατήσεις·  

εἵνεκα γὰρ τῆς σῆς ἀρχῆς, ἧς ἔσχες, ὅμηρα  

εἰς Ῥώμην πέμψασα καὶ Ἀσίδι θητεύοντας,  

τοιγάρτοι καὐτὴ βασιλὶς φρονέουσʼ εἰς κρίσιν  

<!-- 445 -->ἀντιδίκων ἥξεις, ὧν εἵνεκα λύτρα πέπομφας·  

δώσεις δʼ ἀντὶ λόγων σκολιῶν πικρὸν λόγον ἐχθροῖς.  

ἔσται δʼ ὑστατίῳ καιρῷ ξηρός ποτε πόντος,  

κοὐκέτι πλωτεύσουσιν ἐς Ἰταλίην τότε νῆες,  

Ἀσὶς δʼ ἡ μεγάλη τότε πάμφορον ἔσσεται ὕδωρ  

<!-- 450 -->καὶ Κρήτη πεδίον. Κύπρος δʼ ἕξει μέγα πῆμα  

καὶ Πάφος αἰάξει δεινὸν μόρον, ὥστε νοῆσαι  

καὶ Σαλαμῖνα πόλιν μεγάλην μέγα πῆμα παθοῦσαν·  

νῦν μὲν χέρσος ἄκαρπος ἐπʼ ᾐόνος ἔσσεται αὖθις,  

ἀκρὶς δʼ οὐκ ὀλίγη χθόνα Κύπριον ἐξολοθρεύσει.  

<!-- 455 -->εἰς Τύρον, αἰνόμοροι μέροπες, κλαύσεσθε βλέποντες.  

Φοινίκη, δεινός σε μένει χόλος, ἄχρι πεσεῖν σε  

πτῶμα κακόν, Σειρῆνες ὅπως κλαύσωνται ἀληθῶς.  

ἔσται δʼ ἐν πέμπτῃ γενεῇ, ὅτε παύσετʼ ὄλεθρος  

Αἰγύπτου, βασιλῆες ὅταν μιχθῶσιν ἀναιδεῖς·  

<!-- 460 -->Παμφύλων γενεαὶ δʼ εἰς Αἴγυπτον καθεδοῦνται,  

ἔν τε Μακηδονίῃ καὶ ἐν Ἀσίδι καὶ Λυκίοισιν  

κοσμομανὴς πόλεμος πολυαίματος ἐν κονίῃσιν,  

ὃν παύσει Ῥώμης βασιλεὺς δυσμῶν τε δυνάσται.  

χειμερίη ὁπόταν ῥιπὴ στάξῃ χιονώδης  

<!-- 465 -->πηγνυμένου μεγάλου ποταμοῦ λιμνῶν τε μεγίστων,  

εὐθὺς βάρβαρος ὄχλος ἐς Ἀσίδα γαῖαν ὁδεύσει,  

καὶ Θρᾳκῶν ὀλέσει δεινῶν γένος ὡς ἀλαπαδνόν.  

καὶ τότε θυμοβόροι μέροπες κατέδουσι γονῆας  

λιμῷ τειρόμενοι καὶ ἐδέσματα λαιφάσσονται.  

<!-- 470 -->πάντων δʼ ἐκ μελάθρων θῆρες κατέδουσι τράπεζαν,  

αὐτοί τʼ οἰωνοί τε βροτοὺς κατέδουσιν ἅπαντας  

ὠκεανός τε κακοῦ πλησθήσεται ἐκ πολέμοιο  

αἱματόεις σάρκας τε καὶ αἵματα τῶν ἀνοήτων.  

εἶθʼ οὕτως ὀλιγηπελίη ἔσται κατὰ γαῖαν,  

<!-- 475 -->ὥστε νοεῖν ἀνδρῶν τʼ ἀριθμὸν μέτρον τε γυναικῶν.  

μυρία δʼ οἰμώξει δειλὴ γενεὴ κατὰ τέρμα  

ἠελίου δύνοντος, ἵνʼ ἔμπαλι μηκέτʼ ἀνέλθῃ,  

ὠκεανοῦ μείνας ἵνʼ ἐφʼ ὕδασι βαπτισθείη·  

πολλῶν γὰρ μερόπων εἶδεν κακότητας ἀνάγνους.  

<!-- 480 -->ἔσται δὲ σκοτόμαινα περὶ μέγαν οὐρανὸν αὐτόν,  

ἀχλὺς δʼ οὐκ ὀλίγη κόσμου πτύχας ἀμφικαλύψει  

δεύτερον· αὐτὰρ ἔπειτα θεοῦ φάος ἡγεμονεύσει  

ἀνδράσι τοῖς ἀγαθοῖσιν, ὅσοι θεὸν ἐξύμνησαν.  

Ἶσι, θεὰ τριτάλαινα, μενεῖς ἐπὶ χεύμασι Νείλου  

<!-- 485 -->μούνη, μαινὰς ἄναυδος ἐπὶ ψαμάθοις Ἀχέροντος,  

κοὐκέτι σου μνεία γε μενεῖ κατὰ γαῖαν ἅπασαν.  

καὶ σύ, Σάραπι λίθους ἀργοὺς ἐπικείμενε πολλούς,  

κείσῃ πτῶμα μέγιστον ἐν Αἰγύπτῳ τριταλαίνῃ.  

ὅσσοι δʼ Αἰγύπτου πόθον ἤγαγον εἴς σε, ἅπαντες  

<!-- 490 -->κλαύσονταί σε κακῶς θεὸν ἄφθιτον ἐν φρεσὶ θέντες·  

γνώσονταί σε τὸ μηδέν, ὅσοι θεὸν ἐξύμνησαν.  

καί ποτε τῶν ἱερέων τις ἐρεῖ λινόστολος ἀνήρ·  

«δεῦτε, θεοῦ τέμενος καλὸν στήσωμεν ἀληθοῦς·  

δεῦτε, τὸν ἐκ προγόνων δεινὸν νόμον ἀλλάξωμεν,  

<!-- 495 -->τοῦ χάριν οἱ λιθίνοις καὶ ὀστρακίνοισι θεοῖσιν  

πομπὰς καὶ τελετὰς ποιούμενοι οὐκ ἐνόησαν.  

στρέψωμεν ψυχὰς θεὸν ἄφθιτον ἐξυμνοῦντες  

αὐτὸν τὸν γενετῆρα, τὸν ἀίδιον γεγαῶτα,  

τὸν πρύτανιν πάντων, τὸν ἀληθέα, τὸν βασιλῆα,  

<!-- 500 -->ψυχοτρόφον γενετῆρα, θεὸν μέγαν αἰὲν ἐόντα.» —  

καὶ τότʼ ἐν Αἰγύπτῳ ναὸς μέγας ἔσσεται ἁγνός  

κεἰς αὐτὸν θυσίας οἴσει λαὸς θεότευκτος,  

κείνοισιν δώσει θεὸς ἄφθιτος ἐμβιοτεύειν.  

ἀλλʼ ὅταν ἐκπρολιπόντες ἀναιδέα φῦλα Τριβαλλῶν  

<!-- 505 -->Αἰθίοπες μέλλωσʼ Αἴγυπτον ἑήν τε ἀροῦσθαι,  

ἄρξονται κακότητος, ἵνʼ ὕστερα πάντα γένηται.  

νηὸν γὰρ καθελοῦσι μέγαν Αἰγυπτιάδος γῆς·  

ἐν δὲ θεὸς βρέξει κατὰ γῆς δεινὸν χόλον αὐτοῖς,  

ὥστʼ ὀλέσαι πάντας τε κακοὺς πάντας τʼ ἀνόμους τε.  

<!-- 510 -->κοὐκέτι δὴ φειδώ τις ἔτʼ ἔσσεται ἐν χθονὶ κείνῃ,  

ἀνθʼ ὧν οὐκ ἐφύλαξαν ὅ μιν θεὸς ἐγγυάλιξεν.  

Ἠελίου φαέθοντος ἐν ἀστράσιν εἶδον ἀπειλήν  

ἠδὲ Σεληναίης δεινὸν χόλον ἐν στεροπῇσιν·  

ἄστρα μάχην ὤδινε· θεὸς δʼ ἐπέτρεψε μάχεσθαι.  

<!-- 515 -->ἀντὶ γὰρ Ἠελίου μακραὶ φλόγες ἐστασίαζον,  

ἠδὲ Σεληναίης δίκερως ἠλλάξατο ῥοῖζος·  

Φωσφόρος ἔσχε μάχην, ἐπιβὰς ἐς νῶτα Λέοντος·  

Αἰγόκερως δʼ ἔπληξε νέου Ταύροιο τένοντα·  

Ταῦρος δʼ Αἰγοκέρωτος ἀφήρπασε νόστιμον ἦμαρ.  

<!-- 520 -->καὶ Ζυγὸν Ὠρίων ἀπενόσφισε μηκέτι μεῖναι·  

Παρθένος ἐν Κριῷ Διδύμων ἠλλάξατο μοῖραν·  

Πλειὰς δʼ οὐκέτʼ ἔφαινε· Δράκων δʼ ἠρνήσατο ζώνην·  

Ἰχθύες εἰσεδύοντο κατὰ ζωστῆρα Λέοντος·  

Καρκίνος οὐκ ἐνέμεινεν, ἔδεισε γὰρ Ὠρίωνα·  

<!-- 525 -->Σκορπίος οὐρὰν ἐπῆλθε διὰ δεινοῖο Λέοντος,  

ἠδὲ Κύων ὤλισθεν ἀπὸ φλογὸς Ἠελίοιο·  

Ὑδροχόον δʼ ἐπύρωσε μένος κρατεροῖο Φαεινοῦ.  

ὦρτο μὲν Οὐρανὸς αὐτός, ἕως ἐτίναξε μαχητάς·  

θυμωθεὶς δʼ ἔρριψε καταπρηνεῖς ἐπὶ γαῖαν.  

<!-- 530 -->ῥίμφα μὲν οὖν πληγέντες ἐπʼ Ὠκεανοῖο λοετρά  

ἧψαν γαῖαν ἅπασαν· ἔμεινε δʼ ἀνάστερος αἰθήρ.  

<!-- 6 -->

Λόγος ἕκτος.

  

Ἀθανάτου μέγαν υἱὸν ἀοίδιμον ἐκ φρενὸς αὐδῶ,  

ᾧ θρόνον ὕψιστος γενέτης παρέδωκε λαβέσθαι  

οὔπω γεννηθέντι· ἐπεὶ κατὰ σάρκα τὸ δισσόν  

ἠγέρθη, προχοαῖς ἀπολουσάμενος ποταμοῖο  

<!-- 5 -->Ἰορδάνου, ὃς φέρεται γλαυκῷ ποδί, κύματα σύρων.  

ὃς πυρὸς ἐκφεύξας πρῶτος θεὸν ὄψεται ἡδύν  

πνεύματι γινόμενον, λευκαῖς πτερύγεσσι πελείης.  

ἀνθήσει δʼ ἄνθος καθαρόν, βρύσουσι δὲ πηγαί.  

δείξει δʼ ἀνθρώποισιν ὁδούς, δείξει δὲ κελεύθους  

<!-- 10 -->οὐρανίας· πάντας δὲ σοφοῖς μύθοισι διδάξει.  

ἥξει δʼ ἔς τε δίκην καὶ πείσει λαὸν ἀπειθῆ  

αἰνετὸν αὐχήσας πατρὸς γένος οὐρανίδαο.  

κύματα πεζεύσει, νόσον ἀνθρώπων ἀπολύσει,  

στήσει τεθνηῶτας, ἀπώσεται ἄλγεα πολλά·  

<!-- 15 -->ἐκ δὲ μιῆς πήρης ἄρτου κόρος ἔσσεται ἀνδρῶν,  

οἶκος ὅταν Δαυὶδ φύῃ φυτόν· ἐν χερὶ δʼ αὐτοῦ  

κόσμος ὅλος καὶ γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα.  

ἀστράψει δʼ ἐπὶ γῆν, οἷόν ποτε πρῶτα φανέντα  

εἶδον ἀπʼ ἀλλήλων πλευρῶν δύο γεννηθέντες.  

<!-- 20 -->ἔσσεται, ἡνίκα γαῖα χαρήσεται ἐλπίδι παιδός.  

σοὶ δὲ μόνῃ, Σοδομῖτι γαίη, κακὰ πήματα κεῖται·  

αὐτὴ γὰρ δύσφρων τὸν σὸν θεὸν οὐκ ἐνόησας  

ἐλθόντα θνητοῖσιν ἐν ὄμμασιν· ἀλλʼ ἀπʼ ἀκάνθης  

ἔστεψας στεφάνῳ, φοβερὴν δὲ χολὴν ἐκέρασσας  

<!-- 25 -->εἰς ὕβριν καὶ πνεῦμα· τό σοι κακὰ πήματα τεύξει.  

ὦ ξύλον ὦ μακαριστόν, ἐφʼ οὗ θεὸς ἐξετανύσθη,  

οὐχ ἕξει σε χθών, ἀλλʼ οὐρανὸν οἶκον ἐσόψει,  

ἡνίκα ἀστράψειε τὸ σόν, θεός, ἔμπυρον ὄμμα.  

<!-- 7 -->

Ἐκ τοῦ ἑβδόμου λόγου.

  

Ὦ Ῥόδε δειλαίη σύ· σὲ γὰρ πρώτην, σὲ δακρύσω·  

ἔσσῃ δὲ πρώτη πόλεων, πρώτη δʼ ἀπολέσσῃ,  

ἀνδρῶν μὲν χήρη, βιότου δέ τε πάμπαν ἀδευκής·  

Δῆλε, σὺ μὲν πλεύσεις καὶ ἐφʼ ὕδατος ἄστατος ἔσσῃ·  

<!-- 5 -->Κύπρε, σὲ δʼ ἐξολέσει γλαυκῆς ποτε κῦμα θαλάσσης·  

Σικελίη, φλέξει σε τὸ καιόμενον κατὰ σοῦ πῦρ.  <span class="gap">…</span>  

τοῦτο, λέγω, τὸ θεοῦ φοβερὸν καὶ ἐπήλυτον ὕδωρ.  <span class="gap">…</span>  

Νῶέ τις ἐκ πάντων μοῦνος φυγὰς ἤλυθεν ἀνδρῶν.  <span class="gap">…</span>  

πλεύσει γῆ, πλεύσει δὲ ὄρη, πλεύσει δὲ καὶ αἰθήρ.  

<!-- 10 -->ὕδωρ ἔσται ἅπαντα καὶ ὕδασι πάντʼ ἀπολεῖται.  

στήσονται δʼ ἄνεμοι καὶ δεύτερος ἔσσεται αἰών.  

ὦ Φρυγίη, πρώτη δʼ ἀναλάμψεις ὕδατος ἄκρου·  

πρώτη δʼ εἰς ἀσέβειαν ἀπαρνήσῃ θεὸν αὐτή  

εἰδώλοις ἀλάλοις κεχαρισμένη, ὅσσα σε, δειλή,  

<!-- 15 -->ἐξολέσει πολλῶν περιτελλομένων ἐνιαυτῶν.  

Αἰθίοπες δύστηνοι ὑπʼ ἄλγεα οἰκτρὰ παθόντες  

ῥομφαίαις πλήξονται ὑπὸ χρόα πεπτηῶτες.  

τὴν λιπαρὴν Αἴγυπτον ἀεὶ σταχύεσσι μέλουσαν,  

ἣν Νεῖλος νηκτοῖς ὑπὸ χεύμασιν ἑπτὰ μεθύσκει,  

<!-- 20 -->ἀλλήλων ἔμφυλος ὀλεῖ στάσις· ἔνθεν ἀέλπτως  

ἀνέρες ἐξελάσουσι τὸν οὐ θεὸν ἀνδράσιν Ἆπιν.  

αἰαῖ, Λαοδίκεια, σὺ δʼ οὐ θεὸν οὔποτʼ ἰδοῦσα  

ψεύσῃ, τολμηρή· κλύσσει δέ σε κῦμα Λύκοιο.  <span class="gap">…</span>  

αὐτὸς ὁ γεννηθεὶς ὁ μέγας θεὸς ἄστρʼ ὃς πολλά  

<!-- 25 -->ποιήσει, κρεμάσει δὲ διʼ αἰθέρος ἄξονα μέσσον,  

στήσει δʼ ἀνθρώποισι μέγαν φόβον ὑψόσʼ ἰδέσθαι  

κίονα μετρήσας μεγάλῳ πυρί, οὗ ῥαθάμιγγες  

ἀνθρώπων ὀλέσουσι γένη κακὰ δηλησάντων.  

ἔσται γάρ ποτε κεῖνος ἅπαξ χρόνος, ἔνθα δὲ φῶτες  

<!-- 30 -->ἐξιλάσουσι θεόν, ἀλλʼ οὐ παύσουσιν ἀνίας  

ἀκράντους. Δαυὶδ δὲ διʼ οἴκου πάντα τελεῖται.  

τῷ γάρ τʼ αὐτὸς ἔδωκε θεὸς θρόνον ἐγγυαλίξας·  

οἱ δὲ διαγγελτῆρες ὑπαὶ ποσὶ κοιμήσονται,  

οἵ τε πυρὰς φαίνουσι καὶ οἳ ποταμοὺς φαίνουσιν,  

<!-- 35 -->οἵ τʼ ἄστη σῴζουσι καὶ οἳ πέμπουσιν ἀήτας. —  

πολλοῖς δʼ αὖ χαλεπὸς βίος ἀνθρώποισιν ἔπεισιν  

ἐσδύνων ψυχαῖσι καὶ ἀλλάσσων φρένας ἀνδρῶν.  

ἀλλʼ ὅταν ἐκ ῥίζης βλαστὸς νέος ὄμματα φύσῃ,  

τὴν κτίσιν ἥ ποτε πᾶσι τροφὴν διέδωκε περισσήν,  <span class="gap">…</span>  

<!-- 40 -->καὶ τὰ μὲν ἀμφὶ χρόνοις ἔσται πλέον. ἀλλʼ ὅταν ἄλλοι  

ἄρξωνται Πέρσαι μαχίμων φῦλον, αὐτίκα δεινοί  

ἔσσονται θάλαμοι νυμφῶν διὰ δύσνομα φῦλα.  

ἕξει γὰρ μήτηρ ἑὸν υἱέα καὶ πόσιν· υἱός  

μητέρα δηλήσει· θυγάτηρ δʼ ἐπὶ πατρὶ κλιθεῖσα  

<!-- 45 -->βάρβαρον ὑπνώσει τοῦτον νόμον· ὕστερα δʼ αὐτοῖς  

ἐκλάμψει Ῥωμαῖος Ἄρης πολλῆς ἀπὸ λόγχης·  

αἵματι δʼ ἀνδρομέῳ πολλὴν χθόνα φυρήσουσιν.  

Ἰταλίης δὲ πρόμος τότε φεύξεται ἐκ δορὸς ἀλκῆς.  

λείψουσιν δʼ ἐπὶ γῆς χρυσῷ κεχαραγμένον ἄνθος  

<!-- 50 -->ἐκπρομολόντα φέρον γε ἀεὶ σημεῖον ἀνάγκης.  

ἔσται μάν, ὅτε πᾶσα κακὴ καὶ δύσμορος οἰκτρῶς  

Ἰλιὰς ἐκπίεται τάφον, οὐ γάμον, ἔνθα βαθεῖα  

κλαύσουσιν νύμφαι, ὅτι δὴ θεὸν οὐκ ἐνόησαν,  

ἀλλʼ αἰεὶ τυπάνοις καὶ κρότοις τʼ ἦχον ἔδωκαν.  

<!-- 55 -->μαντεύου, Κολοφών· μέγα σοι κρέμαται φοβερὸν πῦρ.  

Θεσσαλίη δύσνυμφε, σὲ δʼ ὄψεται οὐκέτι γαῖα  

οὐδὲ τέφρην, πλεύσῃ δὲ μόνη φυγὰς ἠπείροιο.  

αὐτοῖς ὦ τλῆμον, σκύβαλον πολέμου λυγρὸν ἔσσῃ,  

ὦ κυσὶ καὶ ποταμοῖς καὶ ῥομφαίαισι πεσοῦσα.  

<!-- 60 -->ὦ τλῆμόν γε Κόρινθε, σὺ δʼ ἀμφʼ αὐτὴν βαρὺν Ἄρην  

δέξῃ, δειλαίη, καὶ ἐν ἀλλήλοις ἀπολεῖσθε.  

Τύρε, σὺ δʼ ἡλίκα δὴ λήψῃ μόνη· εὐσεβέων γάρ  

ἀνδρῶν χηρεύουσʼ ὀλιγηφρενίῃσι διοίσει.  

ἆ Συρίη κοίλη, Φοινίκων ὕστατον ἀνδρῶν,  

<!-- 65 -->οἷς ἐπερευγομένη κεῖται Βηρυτιὰς ἅλμη,  

τλήμων, οὐκ ἔγνως τὸν σὸν θεόν, ὅν ποτʼ ἔλουσεν  

Ἰόρδανος ἐν τριτάτοισι καὶ ἔπτατο πνεῦμα πελείῃ,  

ὃς πρὶν καὶ γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος  

αὐθέντης γένετο λόγος πατρὶ πνεύματί θʼ ἁγνῷ  

<!-- 70 -->σάρκα τε δυσάμενος ταχὺς ἵπτατο πατρὸς ἐς οἴκους.  

τρεῖς δʼ αὐτῷ πύργους μέγας Οὐρανὸς ἐστήριξεν,  

ἐν τῷ δὴ ναίουσι θεοῦ νῦν μητέρες ἐσθλαί,  

Ἐλπίς τʼ Εὐσεβίη τε Σεβασμοσύνη τε ποθεινή,  

οὐ χρυσῷ χαίρουσαι ἢ ἀργύρῳ, ἀλλὰ σεβασμοῖς  

<!-- 75 -->ἀνθρώπων θυσίαις τε δικαιοτάτοις τε λογισμοῖς.  

θύσεις δʼ ἀθανάτῳ θεῷ μεγάλῳ ἀγερώχῳ  

οὐ χόνδρον τήξας λιβάνου πυρὶ οὐδὲ μαχαίρῃ  

ἀρνειὸν κόψας λασιότριχα, ἀλλʼ ἅμα πᾶσιν,  

οἳ τεὸν αἷμα φέρουσι, λαβὼν ἀγρίηνα πετεινά  

<!-- 80 -->εὐξάμενος πέμψεις εἰς οὐρανὸν ὄμματα τείνας·  

ὕδωρ δὲ σπείσεις καθαρῷ πυρὶ τοῖα βοήσας·  

«ὥς σε λόγον γέννησε πατήρ πάτερ ὄρνιν ἀφῆκα,  

ὀξὺν ἀπαγγελτῆρα λόγων λόγον, ὕδασιν ἁγνοῖς  

ῥαίνων σὸν βάπτισμα, διʼ οὗ πυρὸς ἐξεφαάνθης.» —  

<!-- 85 -->οὐδὲ θύρην κλείσεις, ὅτε τίς σοι ἐπήλυτος ἄλλος  

ἥξει δευόμενος πενίην λιμόν τʼ ἀπερύκειν.  

ἀλλὰ λαβὼν κεφαλὴν τοῦδʼ ἀνέρος ὕδατι ῥάνας  

εὖξαι τρίς· τῷ σῷ δὲ θεῷ μάλα τοῖα βόησον·  

«οὐκ ἔραμαι πλούτου· λιτὸς δέ τε λιτὸν ἐδέγμην·  

<!-- 90 -->ἄμφω δὸς σύ, πάτερ, σύ, χορηγητήρ, ἐπάκουσον».  

εὐξαμένῳ δώσει σοι· ἀπήγαγεν ἔκτοτε δʼ ἀνήρ  <span class="gap">…</span>  

μὴ θλίψῃς με, θεοῦ ἱερὸν σέβας ἠδὲ δίκαιον,  

ἁγνὸν ἀδούλωτον περὶ γένναν ἐλεγχθὲν ...  

τλήμονά μου κραδίην στῆσον, πάτερ· εἰς δὲ δέδορκα,  

<!-- 95 -->εἰς σὲ τὸν ἄχραντον, τὸν μὴ χέρες ἐργάσσαντο.  <span class="gap">…</span>  

Σαρδώ, νῦν σὺ βαρεῖα, μεταλλάξῃ ἐς τέφρην.  

ἔσσῃ δʼ οὐκέτι νῆσος, ὅταν δέκατος χρόνος ἔλθῃ.  

ζητήσουσι πλέοντες ἐν ὕδασιν οὐκέτʼ ἐοῦσαν,  

ἀλκυόνες δʼ ἐπὶ σοὶ οἰκτρὸν γόον αἰάξουσιν.  

<!-- 100 -->Μυγδονίη τρηχεῖα, δυσέκβατε πυρσὲ θαλάσσης,  

αὐχήσεις αἰῶνα, διʼ αἰώνων ἀπολέσσῃ  

θερμῷ πνεύματι πᾶσα, μανήσῃ δʼ ἄλγεσι πολλοῖς.  

Κελτὶ γαίη, τὸ δὲ σὸν κατʼ ὄρος, παρὰ δύσβατον Ἄλπιν,  

ψάμμος ὅλην χώσει σε βαθύς· φόρον οὐκέτι δώσεις,  

<!-- 105 -->οὐ στάχυν, οὐ βοτάνας· πανέρημος ἔσῃ δʼ ἀπὸ λαῶν  

αἰεί, κρυμαλέοις δὲ παχυνομένη κρυστάλλοις  

λώβην ἐκτίσεις, ἣν οὐκ ἐνόησας, ἄναγνε.  

Ῥώμη καρτερόθυμε, Μακηδονίην μετὰ λόγχην  

ἀστράψεις ἐς Ὄλυμπον· θεὸς δέ σε πάμπαν ἄπυστον  

<!-- 110 -->ποιήσει, ὁπόταν δοκέῃς πολὺ κρεῖσσον ἐς ὄμμα  

ἑδραίη μίμνειν· τότε σοι τοιαῦτα βοήσω·  

ὀλλυμένη φθέγξῃ λαμπρόν ποτε καὶ μαρμάραν σε·  

δεύτερά σοι, Ῥώμη, μέλλω πάλι δεύτερα φωνεῖν.  

ἄρτι δέ σε, Συρίη τλῆμον, κατοδύρομαι οἰκτρῶς.  

<!-- 115 -->Θῆβαι δύσβουλοι, ὑμῖν κακὸς ἦχος ἐπέσται  

αὐλῶν φθεγγομένων, ὑμῖν σάλπιγξ κακὸν ἦχον  

ἠχήσει, ὄψεσθε δʼ ἀπολλυμένην χθόνα πᾶσαν.  

αἰαῖ σοι τλῆμον, αἰαῖ κακόθυμε θάλασσα.  

βρωθήσῃ πυρὶ πᾶσα καὶ ἐξολέσεις λαὸν ἅλμῃ.  

<!-- 120 -->ἔσται γάρ τε τοσοῦτον ἐπὶ χθονὶ μαινόμενον πῦρ,  

ὅσσον ὕδωρ, ῥεύσει τε καὶ ἐξολέσει χθόνα πᾶσαν.  

φλέξει ὄρη, καύσει ποταμούς, πηγὰς δὲ κενώσει.  

ἔσται κόσμος ἄκοσμος ἀπολλυμένων ἀνθρώπων.  

καιόμενοι δὲ κακῶς τότε τλήμονες ἐμβλέψουσιν  

<!-- 125 -->οὐρανόν, οὐκ ἄστροις, ἀλλʼ ἐν πυρὶ κεκμηῶτα.  

οὐδὲ θοῶς ὀλέκονται, ἀπολλυμένων δʼ ὑπὸ σαρκῶν  

πνεύματι καιόμενοι εἰς αἰώνων ἐνιαυτούς  

αἰεὶ δυσβασάνιστα θεοῦ νόμον εἰδήσουσιν  

οὐκ ἀπαφητὸν ἐόντα, βιαζομένη δʼ ἄρα γαῖα,  

<!-- 130 -->ὅντινα τολμήσασα θεῶν ἐπεδέξατο βωμοῖς  

ψευδομένη, καπνὸν εἶδε διʼ αἰθέρος ἀλγηθέντα  

κεῖνοι δὲ τλήσονται ἄγαν πόνον, οἳ διὰ κέρδος  

αἰσχρὰ προφητεύσουσι κακὸν χρόνον ἀλδαίνοντες.  

οἳ μὲν δυσάμενοι προβάτων λασιότριχα ῥινά  

<!-- 135 -->Ἑβραῖοι ψεύσονται, ὃ μὴ γένος ἔλλαβον αὐτοί,  

ἀλλὰ λόγοις λαλέοντες ἐπʼ ἄλγεσι κερδαντῆρες  

οὐ βίον ἀλλάξουσι καὶ οὐ πείσουσι δικαίους,  

οἵτε θεὸν πάμπιστα διὰ φρενὸς ἱλάσκονται.  

ἐν δὲ τρίτῳ κλήρῳ περιτελλομένων ἐνιαυτῶν  

<!-- 140 -->ὀγδοάδος πρώτης ἄλλος πάλι κόσμος ὁρᾶται.  

νὺξ ἔσται πάντη  <span class="gap">…</span> μακρὴ καὶ ἀπειθής.  

καὶ τότε μὲν θείου δεινὴ περιβήσεται ὀδμή  

ἀγγέλλουσα φόνους, ὁπόταν κεῖνοι ἀπόλωνται  

νυκτί τε καὶ λιμῷ· τότε γεννήσει καθαρὸν νοῦν  

<!-- 145 -->ἀνθρώπων, στήσει δὲ τεὸν γένος, ὡς πάρος ἦν σοι·  

οὐκέτι τις κόψει βαθὺν αὔλακα γυρῷ ἀρότρῳ·  

οὐ βόες ἰθυντῆρα κάτω βάψουσι σίδηρον·  

κλήματα δʼ οὐκ ἔσται οὐδὲ στάχυς· ἀλλʼ ἅμα πάντες  

μάννην τὴν δροσερὴν λευκοῖσιν ὀδοῦσι φάγονται.  

<!-- 150 -->σὺν δʼ αὐτοῖς ἔσται τότε καὶ θεός, ὅς σε διδάξει,  

ὡς ἐμὲ τὴν λυγρήν. ὅσα γὰρ κακὰ πρόσθεν ἔρεξα  

εἰδυῖʼ ἄλλα τε πολλὰ κακῶς ἐπόνησʼ ἀμελοῦσα.  

μυρία μέν μοι λέκτρα, γάμος δʼ οὐδεὶς ἐμελήθη·  

πᾶσι δʼ ἐγὼ πανάπιστος ἐπήγαγον ἄγριον ὅρκον.  

<!-- 155 -->δευομένους ἀπέκλεισα καὶ ἐν προμολοῦσιν ἰοῦσα  

ἴκελον εἰς αὐλῶνα θεοῦ φάτιν οὐκ ἐνόησα.  

τοὔνεκα πῦρ μʼ ἔφαγεν καὶ βρώσεται· οὐδὲ γὰρ αὐτή  

ζήσομαι, ἀλλʼ ὀλέσει με κακὸς χρόνος, ἔνθα τάφον μοι  

ἄνθρωποι τεύξουσι παρερχόμενοί με θαλάσσῃ.  

<!-- 160 -->καί με λίθοις ὀλέσουσʼ· ἐπʼ ἐμῷ γὰρ πατρὶ λαλοῦσα  

υἷα φίλον μετέδωκα. βάλοιτέ με, βάλλετε πάντες·  

οὕτω γὰρ ζήσω καὶ ἐς οὐρανὸν ὄμματα πήξω.  

<!-- 8 -->

Λόγος ὄγδοος.

  

Ἐρχομένης μεγάλης ὀργῆς ἐπὶ κόσμον ἀπειθῆ  

ἔσχατον εἰς αἰῶνα θεοῦ μηνίματα φαίνω  

πᾶσι προφητεύουσα κατὰ πτόλιν ἀνθρώποισιν.  

ἐξότε δὴ πύργος τʼ ἔπεσεν γλῶσσαί τʼ ἀνθρώπων  

<!-- 5 -->ἐς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους,  

πρῶτα μὲν Αἰγύπτου βασιλήιον, εἶτα τὸ Περσῶν  

Μήδων Αἰθιόπων τε καὶ Ἀσσυρίης Βαβυλῶνος,  

εἶτα Μακηδονίης τῦφον μέγαν αὐχησάσης,  

πέμπτον δʼ εἶτʼ Ἰταλῶν κλεινὴ βασιλεία ἄθεσμος  

<!-- 10 -->ὑστάτιον πᾶσιν δείξει κακὰ πολλὰ βροτοῖσιν  

καὶ πάσης γαίης ἀνδρῶν μόχθους δαπανήσει.  

ἄξει δʼ ἀκμῆτας βασιλεῖς ἐθνῶν ἐπὶ δυσμάς  

καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθʼ ὑποτάξει.  

ὀψὲ θεοῦ μύλοι γʼ ἀλέουσι τὸ λεπτὸν ἄλευρον.  

<!-- 15 -->πῦρ τότε πάντʼ ὀλέσει καὶ λεπτὸν χοῦν ἀποδώσει  

ὑψικόμων ὀρέων κορυφὰς καὶ σαρκὸς ἁπάσης.  

ἀρχὴ πᾶσι κακῶν φιλοχρημοσύνη καὶ ἄνοια.  

χρυσοῦ γὰρ δολίοιο καὶ ἀργυρίου πόθος ἔσται·  

οὐδὲν γὰρ τούτων θνητοὶ μεῖζον προέκριναν,  

<!-- 20 -->οὐ φάος ἠελίου, οὐκ οὐρανόν, οὐδὲ θάλασσαν,  

οὐ γαῖαν πλατύνωτον, ὅθεν φύουσιν ἅπαντα,  

οὐ τὸν πάντα διδόντα θεόν, γεννήτορα πάντων,  

οὐ πίστιν τούτων καὶ εὐσεβίην προέκριναν.  

πηγὴ δυσσεβίης καὶ ἀταξίης προοδηγός,  

<!-- 25 -->μηχανίη πολέμων, εἰρήνης ἐχθρὰ ἀνία  

ἐχθραίνουσα τέκνοις γονέας καὶ τέκνα γονεῦσιν.  

κοὐδὲ γάμος δίχα χρυσοῦ ὅλως ποτὲ τίμιος ἔσται.  

γαῖά θʼ ὅρους ἕξει καὶ φρουροὺς πᾶσα θάλασσα  

πᾶσι μεριζομένη δολίως τοῖς χρυσὸν ἔχουσιν·  

<!-- 30 -->ὡς αἰῶσι θέλοντες ἔχειν πολυθρέμμονα γαῖαν  

πορθήσουσι πένητας, ἵνʼ αὐτοὶ πλείονα χῶρον  

προσπορίσαντες ἀλαζονίῃ καταδουλώσωσιν.  

κεἰ μὴ γαῖα πέλωρος ἀπʼ οὐρανοῦ ἀστερόεντος  

τὸν θρόνον εἶχε μακρήν, οὐκ ἦν ἴσον ἀνδράσι φέγγος,  

<!-- 35 -->ἀλλʼ ἀγοραζόμενον χρυσῷ πλουτοῦσιν ὑπῆρχεν  

καὶ πτωχοῖς αἰῶνʼ ἕτερον θεὸς ἡτοίμαζεν.  

ἥξει σοί ποτʼ ἄνωθεν ἴση, ὑψαύχενε Ῥώμη,  

οὐράνιος πληγὴ καὶ κάμψεις αὐχένα πρώτη  

κἀξεδαφισθήσῃ καὶ πῦρ σε ὅλην δαπανήσει  

<!-- 40 -->κεκλιμένην ἐδάφεσσιν ἑοῖς, καὶ πλοῦτος ὀλεῖται  

καὶ σὰ θέμειλα λύκοι καὶ ἀλώπεκες οἰκήσουσιν.  

καὶ τότʼ ἔσῃ πανέρημος ὅλως, ὡς μὴ γεγονυῖα.  

ποῦ τότε Παλλάδιον; ποῖός σε θεὸς διασώσει,  

χρυσοῦς ἢ λίθινος ἢ χάλκεος; ἢ τότε ποῦ σοι  

<!-- 45 -->δόγματα συγκλήτου; ποῦ Ῥείης ἠὲ Κρόνοιο  

ἠὲ Διὸς γενεὴ καὶ πάντων, ὧν ἐσεβάσθης,  

δαίμονας ἀψύχους, νεκύων εἴδωλα καμόντων,  

ὧν Κρήτη καύχημα τάφους ἡ δύσμορος ἕξει,  

θρησκεύουσα θρόνωσιν ἀναισθήτοις νεκύεσσιν.  

<!-- 50 -->ἀλλʼ ὅτε σοι βασιλεῖς, χλιδανή, τρὶς πέντε γένωνται  

κόσμον δουλώσαντες ἀπʼ ἀντολίης μέχρι δυσμῶν,  

ἔσσετʼ ἄναξ πολιόκρανος ἔχων πέλας οὔνομα πόντου,  

κόσμον ἐποπτεύων μιαρῷ ποδί, δῶρα πορίζων,  

χρυσὸν μὲν πάμπλειστον ἔχων καὶ ἄργυρον ἐχθρῶν  

<!-- 55 -->πλείονα συλλέξας καὶ γυμνώσας ἀναλύσει.  

καὶ μαγικῶν ἀδύτων μυστήρια πάντα μεθέξει,  

παῖδα θεὸν δεικνύσει, ἅπαντα σεβάσματα λύσει,  

κἀξ ἀρχῆς τὰ πλάνης μυστήρια πᾶσιν ἀνοίξει.  

αἴλινος ἔκτοτε καιρός, ὅτʼ Αἴλινος αὐτὸς ὀλεῖται.  

<!-- 60 -->καί ποτε δῆμος ἐρεῖ· «μέγα σὸν κράτος, ἄστυ, πεσεῖται·»  

εἰδὼς εὐθὺ τὸ μέλλον ἐπερχόμενον κακὸν ἦμαρ.  

καὶ τότε πενθήσουσιν ὁμοῦ τὴν σὴν προβλέποντες  

οἰκτροτάτην μοῖραν πατέρες καὶ νήπια τέκνα·  

αἴλινα θρηνήσουσι λυγροὶ παρὰ Θύμβριδος ὄχθαις.  

<!-- 65 -->τὸν μέτα τρεῖς ἄρξουσι πανύστατον ἦμαρ ἔχοντες,  

οὔνομα πληρώσαντες ἐπουρανίοιο θεοῖο,  

οὗ τὸ κράτος καὶ νῦν καὶ εἰς αἰῶνας ἅπαντας.  

εἷς μὲν πρέσβυς ἐὼν σκήπτρων ἐπὶ πουλὺ κρατήσει,  

οἰκτρότατος βασιλεύς, ὃς χρήματα κόσμου ἅπαντα  

<!-- 70 -->δώμασιν ἐγκλείσει τηρῶν, ἵνʼ, ὅταν γʼ ἐπανέλθῃ  

ἐκ περάτων γαίης ὁ φυγὰς μητροκτόνος αἴθων,  

ταῦτα ἅπασι διδοὺς πλοῦτον μέγαν Ἀσίδι θήσει.  

καὶ τότε πενθήσεις πλατυπόρφυρον ἡγεμονήων  

φῶς ἐκδυσαμένη καὶ πένθιμον εἷμα φοροῦσα,  

<!-- 75 -->ὦ βασιλὶς μεγάλαυχε, Λατινίδος ἔκγονε Ῥώμης·  

οὐκέτι σοι τῆς σῆς μεγαλαυχενίης κλέος ἔσται,  

οὐδʼ ὀρθωθήσῃ ποτὲ δύσμορος, ἀλλὰ κλιθήσῃ·  

καὶ γὰρ ἀετοφόρων λεγεώνων δόξα πεσεῖται.  

ποῦ τότε σοι τὸ κράτος; ποία γῆ σύμμαχος ἔσται  

<!-- 80 -->δουλωθεῖσα τεαῖς ματαιοφροσύνῃσιν ἀθέσμως;  

πάσης γὰρ γαίης θνητῶν τότε σύγχυσις ἔσται,  

αὐτὸς ὁ παντοκράτωρ ὅταν ἐλθὼν βήματι κρίνῃ  

ζώντων καὶ νεκύων ψυχὰς καὶ κόσμον ἅπαντα.  

κοὔτε γονεῖς τέκνοισι φίλοι, οὐ τέκνα γονεῦσιν  

<!-- 85 -->ἔσσονται διὰ δυσσεβίην καὶ θλῖψιν ἄελπτον.  

ἔκτοτέ σοι βρυγμὸς καὶ σκορπισμὸς καὶ ἅλωσις,  

πτῶσις ὅταν ἔλθῃ πόλεων καὶ χάσματα γαίης·  

πορφύρεός τε δράκων ὁπόταν ἐπὶ κύμασιν ἔλθῃ  

γαστέρι πλῆθος ἔχων καὶ θρέψει σεῖο τὰ τέκνα  

<!-- 90 -->ἐσσομένου λιμοῦ τε καὶ ἐμφυλίου πολέμοιο,  

ἐγγὺς μὲν κόσμου τὸ τέλος καὶ ἔσχατον ἦμαρ  

καὶ δοκίμοις κλητοῖς κρίσις ἀθανάτοιο θεοῖο.  

πρῶτα δὲ Ῥωμαίων ἀπαραίτητος χόλος ἔσται,  

αἱμοπότης καιρὸς καὶ δύστηνος βίος ἥξει.  

<!-- 95 -->αἰαῖ σοι, Ἰταλὴ χώρη, μέγα βάρβαρον ἔθνος,  

οὐκ ἐνόησας, ὅθεν γυμνὴ καὶ ἀνάξιος ἦλθες  

πρὸς φάος ἠελίοιο, ἵνʼ εἰς αὐτὸν πάλι χῶρον  

γυμνὴ χωρήσῃς καὶ ὕστερον ἐς κρίσιν ἔλθῃς  

ὡς ἀδίκως κρίνουσα ................  

<!-- 100 -->χερσὶ γιγαντείῃσι μόνη κατὰ κόσμον ἅπαντα  

ἐξ ὕψους ἐλθοῦσα κατοικήσεις ὑπὸ γαῖαν.  

νάφθῃ κἀσφάλτῳ καὶ θείῳ καὶ πυρὶ πολλῷ  

ἐξαφανισθήσῃ καὶ ἔσῃ κόνις αἰώνεσσιν  

αἰθομένη· καὶ πᾶς ὁ βλέπων μυκηθμὸν ἀκούσει  

<!-- 105 -->πένθιμον ἐξ Ἀίδαο μέγαν καὶ βρυγμὸν ὀδόντων  

καὶ ταῖς σαῖς παλάμαις ἄθεα στήθη παταγοῦσαν.  

πᾶσιν ὁμοῦ νύξ ἐστιν ἴση τοῖς πλοῦτον ἔχουσιν  

καὶ πτωχοῖς· γυμνοὶ δʼ ἀπὸ γῆς, γυμνοὶ πάλιν ἐς γῆν  

ἥξαντες λήγουσι βίου χρόνον ἐκτελέσαντες.  

<!-- 110 -->οὐδεὶς δοῦλος ἐκεῖ, οὐ κύριος, οὐδὲ τύραννος,  

οὐ βασιλεῖς, οὐχ ἡγεμόνες μάλα τῦφον ἔχοντες,  

οὐ νομικὸς ῥήτωρ, οὐκ ἄρχων χρήμασι κρίνων·  

οὐ θυσιῶν σπονδαῖς ἐπὶ βωμοῖς αἷμα χέουσιν·  

τύμπανον οὐκ ἠχεῖ, οὐ κύμβαλον ..........  

<!-- 115 -->οὐκ αὐλὸς πολύτρητος, ἔχοντα φρενοβλάβον αὐδήν,  

οὐ σκολιοῦ σύριγμα φέρον μίμημα δράκοντος,  

οὐ σάλπιγξ πολέμων ἀγγέλτρια βαρβαρόφωνος·  

οὐ κώμοις μεθύοντες ἀθέσμοις, οὐχὶ χορείαις·  

οὐ φθόγγος κιθάρης, οὐ μηχανίη κακοεργός·  

<!-- 120 -->οὐκ ἔρις, οὐκ ὀργὴ πολυποίκιλος, οὐδὲ μάχαιρα  

ἔστι παρὰ φθιμένοις, ἀλλʼ αἰὼν κοινὸς ἅπασιν. — — — — — — — — — — — — — — — — —  

κλειδοφύλαξ εἱρκτῆς μεγάλης ἐπὶ βῆμα θεοῖο. — — — — — — — — — — — — — — — — —  

χρυσοῖς τε ξοάνοισιν ἀργυρέοις λιθίνοισιν  

ὡραῖαι γίνεσθε, ἵνʼ ἔλθητʼ εἰς πικρὸν ἦμαρ  

<!-- 125 -->σὴν πρώτην κόλασιν, Ῥώμη, καὶ βρυγμὸν ὁρῶσαι.  

κοὐκέτι σοι δούλειον ὑπὸ ζυγὸν αὐχένα θήσει  

οὐ Σύρος, οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐκ ἔθνος ἄλλο.  

ἐκπορθηθήσῃ κἀκπραχθήσῃ ὅσʼ ἔπραξας,  

δώσεις τʼ οἰμώξασα φόβῳ, μέχρι πάντʼ ἀποτίσεις·  

<!-- 130 -->καὶ σὺ θρίαμβος ἔσῃ κόσμῳ καὶ ὄνειδος ἁπάντων. — — — — — — — — — — — — —  

ἔκτοτε Λατίνων ἕκτη γενεὴ βασιλήων  

ὑστάτιον βίον ἐκτελέσει καὶ σκῆπτρα προλείψει.  

τῆς αὐτῆς γενεῆς ἕτερος βασιλεὺς βασιλεύσει,  

ὃς πάσης γαίης ἄρξει καὶ σκῆπτρα κρατήσει,  

<!-- 135 -->ἄρξει δʼ αὐτοκέραστα θεοῦ βουλαῖσι μεγίστου·  

παῖδες καὶ παίδων τούτου γενεὴ ἀσαλεύτων·  

ὣς γὰρ θέσφατόν ἐστι περιπλομένοιο χρόνοιο,  

ὁππόταν Αἰγύπτου βασιλεῖς τρὶς πέντε γένωνται.  

ἔνθεν ὅταν φοίνικος ἐπέλθῃ πενταχρόνοιο — — — — — — — — — — — — — — — — —  

<!-- 140 -->ἥξει πορθήσων λαῶν γένος, ἄκριτα φῦλα,  

Ἑβραίων ἔθνος. τότʼ Ἄρης Ἄρεα προνομεύσει,  

Ῥωμαίων ὑπέροπλον ἀπειλὴν αὐτὸς ὀλέσσει.  

ὤλετο γὰρ Ῥώμης ἀρχὴ τότε τηλεθόωσα,  

ἀρχαίη πολέεσσι περικτιόνεσσιν ἄνασσα.  

<!-- 145 -->οὐκέτι νικήσειε πέδον Ῥώμης ἐριθήλου,  

ὁππόταν ἐξ Ἀσίης κρατέων ἔλθῃ σὺν Ἄρηι.  

ταῦτα δὲ πάντʼ ἔρξας ἥξει κρηπισθὲν ἐς ἄστυ.  

τρὶς δὲ τριηκοσίους καὶ τεσσαράκοντα καὶ ὀκτώ  

πληρώσεις λυκάβαντας, ὅταν σοι δύσμορος ἥξῃ  

<!-- 150 -->μοῖρα βιαζομένη τεὸν οὔνομα πληρώσασα.  

οἴμοι ἐγὼ τριτάλαινα, πότʼ ὄψομαι ἦμαρ ἐκεῖνο  

σεῖό ποτε, Ῥώμη, πᾶσιν δὲ μάλιστα Λατίνοις;  

κώμαζʼ, εἰ βούλει σύ, τὸν ἐν κρυφίαισι λοχείαις  

Ἀσίδος ἐκ γαίης ἐπὶ Τρωικὸν ἅρμʼ ἐπιβάντα,  

<!-- 155 -->θυμὸν ἔχοντʼ αἴθωνος. ὅταν δʼ ἰσθμὸν διακόψῃ  

παπταίνων, ἐπὶ πάντας ἰών, πέλαγος διαμείψας,  

καὶ τότε θῆρα μέγαν μετελεύσεται αἷμα κελαινόν.  

τὸν δὲ λέοντʼ ἐδίωξε κύων ὀλέκοντα νομῆας.  

σκῆπτρα δʼ ἀφαιρήσουσι καὶ εἰς Ἀίδαο περήσει.  

<!-- 160 -->ἥξει καὶ Ῥοδίοις κακὸν ὕστατον, ἀλλὰ μέγιστον,  

καὶ Θήβῃσι κακή γε μένει μετόπισθεν ἅλωσις.  

Αἴγυπτος δʼ ἀπολεῖται ὑφʼ ἡγεμόνων κακότητος.  

<!-- 165 -->ἔσται καὶ Ῥώμη ῥύμη καὶ Δῆλος ἄδηλος  

καὶ Σάμος ἄμμος — — — — — — —  

ὕστερον αὖ καὶ ἔπειτά γε τοὺς Πέρσας κακὸν ἥξει  

ἀνθʼ ὑπερηφανίης, ἀπολεῖται ὕβρις ἅπασα.  

καὶ τότε δʼ ἁγνὸς ἄναξ πάσης γῆς σκῆπτρα κρατήσει  

<!-- 170 -->εἰς αἰῶνας ἅπαντας ὁ τοὺς φθιμένους ἀνεγείρας  

τρεῖς Ῥώμῃ Ὕψιστος ἄγοι οἰκτρῇ τότε μοίρῃ,  

πάντες δʼ ἄνθρωποι μελάθροις ἰδίοισιν ὀλοῦνται·  

ἀλλʼ οὐ μὴ πεισθῶσιν, ὅ κεν πολὺ λώιον εἴη.  

ἀλλʼ ὁπόταν δὴ πᾶσιν ἐπαυξήσῃ κακὸν ἦμαρ  

<!-- 175 -->λιμοῦ καὶ λοιμοῦ δυσανασχέτου ἠδὲ κυδοιμοῦ,  

καὶ τότʼ ἔπειτʼ αὖτις κρείων ἔμπροσθεν ὁ τλήμων  

συγκαλέσας βουλὴν βουλεύσεται, ὡς ἀπολέσσει — — — — — — — — — — — — — — — — —  

ξηρὰ μὲν ἀνθήσουσιν ὁμοῦ φύλλοισι φανέντα·  

οὐράνιον δʼ ἔδαφος δείξει στερεᾷ ἐπὶ πέτρῃ  

<!-- 180 -->ὄμβρον τε φλογμόν τε πολύπνοιάν τʼ ἐπὶ γαῖαν  

καὶ σπορίμων πληθὺν ἰῶν κατὰ γαῖαν ἅπασαν. — — — — — — — — — — — — — — — — —  

ἀλλὰ πάλιν πράξουσιν ἀναιδέα θυμὸν ἔχοντες,  

οὐ μήνιμα θεοῦ δειδιότες οὐδʼ ἀνθρώπων,  

αἰδοίην προλιπόντες, ἀναιδείην ποθέοντες,  

<!-- 185 -->ἀστασίῃσι τύραννοι ἁμαρτωλοί τε βίαιοι  

ψεῦσται ἀπιστόφιλοι κακοπράγμονες οὐδὲν ἀληθεῖς  

πιστολέται εὑρεσσίλογοι δύσφημα χέοντες·  

οὐδέ σφιν πλούτου κόρος ἔσσεται· ἀλλά τʼ ἀναιδῶς  

πλείονα συλλέξουσι· τυραννωθέντες ὀλοῦνται.  

<!-- 190 -->ἄστρα πεσεῖται ἅπαντα θαλάσσης ἀντίπρῳρα,  

πολλὰ μὲν ἑξῆς ἄστρα, καὶ ἀκτινόεντα κομήτην  

ἄνθρωποι καλέουσι τὸν ἀστέρα, σῆμα πόνοιο  

πολλοῦ ἐπερχομένου, πολέμου καὶ δηιοτῆτος.  

μή ποτʼ ἐγὼ ζῴην, ὅτε ἡ μιαρὰ βασιλεύσει,  

<!-- 195 -->ἀλλὰ τότʼ, οὐρανίη ὅταν ἡ χάρις ἐμβασιλεύσῃ,  

καὶ ὁπόταν ἱερός ποτε παῖς δολοφῶν ἁπάντων  

ἐξολέσῃ δεσμοῖς ὀλοόφρονα βυσσὸν ἀνοίγων,  

αἰφνίδιος δὲ βροτοὺς ξύλινος δόμος ἀμφικαλύψῃ.  

ἀλλʼ ὅταν ἡ δεκάτη γενεὴ δόμον Ἄιδος εἴσω,  

<!-- 200 -->θηλυτέρης μετέπειτα μέγα κράτος· ᾗ κακὰ πολλά  

αὐξήσει θεὸς αὐτός, ὅταν βασιληίδα τιμήν  

στεψαμένη τετύχῃ· σύμπαν δʼ ἔτος ἥπιος αἰών.  

ἠέλιος αὐχμηρὰ τρέχων νυκτερινὰ φαίνει,  

λείψει δʼ ἄστρα πόλον· πολλῇ δέ τε λαίλαπι θύων  

<!-- 205 -->γαῖαν ἐρημώσει· νεκρῶν δʼ ἐπανάστασις ἔσται·  

καὶ χωλῶν δρόμος ὠκύτατος καὶ κωφὸς ἀκούσει  

καὶ τυφλοὶ βλέψουσι, λαλήσουσʼ οὐ λαλέοντες,  

καὶ κοινὸς πάντεσσι βίος καὶ πλοῦτος ἐσεῖται.  

γαῖα δʼ ἴση πάντων οὐ τείχεσιν οὐ περιφραγμοῖς  

<!-- 210 -->διαμεριζομένη καρπούς ποτε πλείονας οἴσει,  

πηγὰς δὲ γλυκεροῦ οἴνου λευκοῦ τε γάλακτος  

καὶ μέλιτος δώσει ........... — — — — — — — — — — — — — — — — —  

καὶ κρίσιν ἀθανάτοιο θεοῦ .........  

ἀλλʼ ὅταν ἀλλάξῃ θεὸς καιροὺς ........  

<!-- 215 -->χεῖμα θέρος ποιῶν, τότε θέσφατα πάντα τελεῖται.  

ἀλλʼ ὅτε κόσμος ὄλωλεν ............  

ΙΗϹΟΥϹ ΧΡΕΙϹΤΟϹ ΘΕΟΥ ΥΙΟϹ ϹΩΤΗΡ ϹΤΑΥΡΟϹ.

Ἱδρώσει δὲ χθών, κρίσεως σημεῖον ὅτʼ ἔσται.  

Ἥξει δʼ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων,  

Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἅπαντα.  

<!-- 220 -->Ὄψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι  

Ὕψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο.  

Σαρκοφόρων δʼ ἀνδρῶν ψυχὰς ἐπὶ βήματι κρίνει,  

Χέρσος ὅταν ποτὲ κόσμος ὅλος καὶ ἄκανθα γένηται.  

Ῥίψουσιν δʼ εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα.  

<!-- 225 -->Ἐκκαύσει δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν  

Ἰχνεῦον, ῥήξει τε πύλας εἱρκτῆς Ἀίδαο.  

Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει  

Τῶν ἁγίων· ἀνόμους δὲ τὸ πῦρ αἰῶσιν ἐλέγξει.  

Ὁππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει·  

<!-- 230 -->Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει.  

Θρῆνος δʼ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων.  

Ἐκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι.  

Οὐρανὸν εἱλίξει· μήνης δέ τε φέγγος ὀλεῖται.  

Ὑψώσει δὲ φάραγγας, ὀλεῖ δʼ ὑψώματα βουνῶν,  

<!-- 235 -->Ὕψος δʼ οὐκέτι λυγρὸν ἐν ἀνθρώποισι φανεῖται.  

Ἶσα δʼ ὄρη πεδίοις ἔσται καὶ πᾶσα θάλασσα  

Οὐκέτι πλοῦν ἕξει. γῆ γὰρ φρυχθεῖσα τότʼ ἔσται  

Σὺν πηγαῖς, ποταμοί τε καχλάζοντες λείψουσιν.  

Σάλπιγξ δʼ οὐρανόθεν φωνὴν πολύθρηνον ἀφήσει  

<!-- 240 -->Ὠρύουσα μύσος μελέων καὶ πήματα κόσμου.  

Ταρτάρεον δὲ χάος δείξει τότε γαῖα χανοῦσα.  

Ἥξουσιν δʼ ἐπὶ βῆμα θεοῦ βασιλῆος ἅπαντες.  

Ῥεύσει δʼ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου.  

Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς, σφρηγὶς ἐπίσημος  

<!-- 245 -->Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται,  

Ἀνδρῶν εὐσεβέων ζωή, πρόσκομμα δὲ κόσμου,  

Ὕδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς·  

Ῥάβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει.  

Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν  

<!-- 250 -->Σωτὴρ ἀθάνατος βασιλεύς, ὁ παθὼν ἕνεχʼ ἡμῶν.  

ὃν Μωσῆς ἐτύπωσε προτείνας ὠλένας ἁγνάς  

νικῶν τὸν Ἀμαλὴκ πίστει, ἵνα λαὸς ἐπιγνῷ  

ἐκλεκτὸν παρὰ πατρὶ θεῷ καὶ τίμιον εἶναι  

τὴν ῥάβδον Δαυὶδ καὶ τὸν λίθον, ὅνπερ ὑπέστη,  

<!-- 255 -->εἰς ὃν ὁ πιστεύσας ζωὴν αἰώνιον ἕξει.  

οὐδὲ γὰρ ἐν δόξῃ, ἀλλʼ ὡς βροτὸς εἰς κτίσιν ἥξει  

οἰκτρὸς ἄτιμος ἄμορφος, ἵνʼ οἰκτροῖς ἐλπίδα δώσει·  

καὶ φθαρτῇ σαρκὶ μορφὴν καὶ πίστιν ἀπίστοις  

οὐράνιον δώσει καὶ μορφώσει τὸν ἀπʼ ἀρχῆς  

<!-- 260 -->ἄνθρωπον πλασθέντα θεοῦ παλάμαις ἁγίαισιν,  

ὅν τʼ ἐπλάνησεν ὄφις δολίως ἐπὶ μοῖραν ἀπελθεῖν  

τοῦ θανάτου γνῶσίν τε λαβεῖν ἀγαθοῦ τε κακοῦ τε,  

ὥστε θεὸν προλιπόντα λατρεύειν ἤθεσι θνητοῖς.  

αὐτὸν γὰρ πρώτιστα λαβὼν σύμβουλον ἀπʼ ἀρχῆς  

<!-- 265 -->εἶπεν ὁ παντοκράτωρ· «ποιήσωμεν, τέκνον, ἄμφω  

εἰκόνος ἡμετέρης ἀπομαξάμενοι βροτὰ φῦλα·  

νῦν μὲν ἐγὼ χερσίν, σὺ δʼ ἔπειτα λόγῳ θεραπεύσεις  

μορφὴν ἡμετέρην, ἵνα κοινὸν ἀνάστεμα δῶμεν.»  

γνώμης οὖν ταύτης μεμνημένος ἐς κτίσιν ἥξει  

<!-- 270 -->ἀντίτυπον μίμημα φέρων εἰς παρθένον ἁγνήν,  

ὕδατι φωτίζων διὰ πρεσβυτέρων ἅμα χειρῶν,  

πάντα λόγῳ πράσσων, πᾶσαν δὲ νόσον θεραπεύων.  

τοὺς ἀνέμους παύσειε λόγῳ, στορέσει δὲ θάλασσαν  

μαινομένην ποσὶν εἰρήνης πίστει τε πατήσας.  

<!-- 275 -->ἐκ δʼ ἄρτων ἅμα πέντε καὶ ἰχθύος εἰναλίοιο  

ἀνδρῶν χιλιάδας ἐν ἐρήμῳ πέντε κορέσσει,  

καὶ τὰ περισσεύοντα λαβὼν τότε κλάσματα πάντα  

δώδεκα πληρώσει κοφίνους εἰς ἐλπίδα λαῶν.  

καὶ καλέσει ψυχὰς μακάρων, οἰκτροὺς δʼ ἀγαπήσει,  

<!-- 280 -->οἳ καλὸν ἀντὶ κακοῦ χλευαζόμενοι πρήξουσιν  

τυπτόμενοι μαστιζόμενοι πενίην ποθέοντες.  

πάντα νοῶν καὶ πάντα βλέπων καὶ πάντʼ ἐπακούων  

σπλάγχνα κατοπτεύσει καὶ γυμνώσει πρὸς ἔλεγχον·  

αὐτὸς γὰρ πάντων ἀκοὴ καὶ νοῦς καὶ ὅρασις  

<!-- 285 -->καὶ λόγος ὁ κτίζων μορφάς, ᾧ πάνθʼ ὑπακούει,  

καὶ νέκυας σῴζων, πᾶσαν δὲ νόσον θεραπεύων.  

εἰς ἀνόμων χεῖρας καὶ ἀπίστων ὕστερον ἥξει,  

δώσουσιν δὲ θεῷ ῥαπίσματα χερσὶν ἀνάγνοις  

καὶ στόμασιν μιαροῖς ἐμπτύσματα φαρμακόεντα.  

<!-- 290 -->δώσει δʼ εἰς μάστιγας ἀναπλώσας τότε νῶτον·  

καὶ κολαφιζόμενος σιγήσει, μή τις ἐπιγνῷ,  

τίς τίνος ὢν πόθεν ἦλθεν, ἵνα φθιμένοισι λαλήσει.  

καὶ στέφανον φορέσει τὸν ἀκάνθινον· ἐκ γὰρ ἀκανθῶν  

<!-- 295 -->τὸ στέφος ἐκλεκτῶν αἰώνιόν ἐστιν ἄγαλμα.  

πλευρὰς νύξουσιν καλάμῳ διὰ τὸν νόμον αὐτῶν·  

ἐκ καλάμων γὰρ σειομένων ὑπὸ πνεύματος ἄλλου  

πρὸς κρίματα ψυχῆς ἐτράφη ὀργῆς καὶ ἀμοιβῆς.  

ἀλλʼ ὅτε ταῦτά γε πάντα τελειωθῇ ἅπερ εἶπον.  

<!-- 300 -->εἰς αὐτὸν τότε πᾶς λύεται νόμος, ὅστις ἀπʼ ἀρχῆς  

δόγμασιν ἀνθρώποις ἐδόθη διὰ λαὸν ἀπειθῆ.  

ἐκπετάσει χεῖρας καὶ κόσμον ἅπαντα μετρήσει.  

εἰς δὲ τὸ βρῶμα χολὴν καὶ πιεῖν ὄξος ἔδωκαν·  

τῆς ἀφιλοξενίης ταύτην δείξουσι τράπεζαν.  

<!-- 305 -->ναοῦ δὲ σχισθῇ τὸ πέτασμα καὶ ἤματι μέσσῳ  

νὺξ ἔσται σκοτόεσσα πελώριος ἐν τρισὶν ὥραις.  

οὐκέτι γὰρ κρυφίῳ τε νόμῳ ναῷ τε λατρεύειν  

φαντασίαις κόσμου κεκαλυμμένον αὖτις ἐδείχθη  

αὐθέντου καταβάντος ἐπὶ χθονὸς ἀενάοιο.  

<!-- 310 -->ἥξει δʼ εἰς Ἀίδην ἀγγέλλων ἐλπίδα πᾶσιν  

τοῖς ἁγίοις, τέλος αἰώνων καὶ ἔσχατον ἦμαρ,  

καὶ θανάτου μοῖραν τελέσει τρίτον ἦμαρ ὑπνώσας·  

καὶ τότʼ ἀπὸ φθιμένων ἀναλύσας εἰς φάος ἥξει  

πρῶτος ἀναστάσεως κλητοῖς ἀρχὴν ὑποδείξας,  

<!-- 315 -->ἀθανάτου πηγῆς ἀπολουσάμενος ὑδάτεσσιν  

τὰς πρότερον κακίας, ἵνα γεννηθέντες ἄνωθεν  

μηκέτι δουλεύσωσιν ἀθέσμοις ἤθεσι κόσμου.  

πρῶτα δὲ τοῖς ἰδίοις φανερῶς τότε κύριος ὀφθῇ  

σάρκινος, ὡς πάρος ἦν, χερσίν τε ποσίν τʼ ἐπιδείξει  

<!-- 320 -->τέσσαρα τοῖς ἰδίοις ἴχνη πηχθέντα μέλεσσιν,  

ἀντολίην τε δύσιν τε μεσημβρίην τε καὶ ἄρκτον·  

τόσσαι γὰρ κόσμου βασιληίδες ἐκτελέσουσιν  

πρᾶξιν τὴν ἀθέμιστον ἐπίψογον εἰς τύπον ἡμῶν.  

χαῖρʼ, ἁγνὴ θύγατερ Σιών, πολλὰ παθοῦσα·  

<!-- 325 -->αὐτός σου βασιλεὺς ἐπιβὰς ἐπὶ πῶλον ἐσάγει  

πρᾶος πᾶσι φανείς, ἵνα τὸν ζυγὸν ἡμῶν  

δοῦλον δυσβάστακτον ἐπʼ αὐχένι κείμενον ἄρῃ  

καὶ θεσμοὺς ἀθέους λύσῃ δεσμούς τε βιαίους.  

αὐτόν σου γίνωσκε θεὸν θεοῦ υἱὸν ἐόντα·  

<!-- 330 -->τοῦτον δοξάζουσα καὶ ἐν στέρνοισιν ἔχουσα  

ἐκ ψυχῆς ἀγάπα καὶ τοὔνομα βάστασον αὐτοῦ.  

τοὺς προτέρους δʼ ἀπόθου καὶ λοῦσον ἀφʼ αἵματος αὐτοῦ·  

οὐ γὰρ σαῖς οἴμαις ἱλάσκεται οὐδὲ λιταῖσιν,  

οὐ θυσίαις προσέχει φθαρταῖς ἄφθαρτος ὑπάρχων·  

<!-- 335 -->ἀλλʼ ὕμνον στομάτων συνετῶν τότε ἐκπροφέροντες  

γνῶθι, τίς ἔσθʼ οὗτος, καὶ τὸν γενετῆρα τότʼ ὄψει.  <span class="gap">…</span>  

χηρεύσει τότε πάντα χρόνῳ στοιχεῖα τὰ κόσμου,  

ἀὴρ γαῖα θάλασσα φάος πυρὸς αἰθομένοιο·  

καὶ πόλος οὐράνιος καὶ νὺξ καὶ ἤματα πάντα  

<!-- 340 -->εἰς ἓν συρρήξουσι καὶ εἰς μορφὴν πανέρημον.  

ἄστρα γὰρ οὐρανόθεν φωστήρων πάντα πεσεῖται.  

κοὐκέτι δὴ πτήσονται ἐπʼ ἀέρος εὔπτεροι ὄρνεις  

οὐδὲ βάσις γαίης· θῆρες γὰρ ἅπαντες ὀλοῦνται.  

κοὐκ ἀνδρῶν φωναί, οὐ θηρῶν, οὐ πετεηνῶν.  

<!-- 345 -->κόσμος ἄτακτος ἐὼν οὐ χρήσιμον ἦχον ἀκούσει·  

ἠχήσει δὲ βαθὺς πόντος μέγαν ἦχον ἀπειλῆς  

ζῷά τε νηκτὰ τρέμοντα θαλάσσης πάντα θανεῖται·  

καὶ ναῦς φόρτον ἔχουσʼ ἐπὶ κύμασιν οὐκέτι πλεύσει.  

μυκήσει δὲ χθὼν αἱμασσομένη πολέμοισιν·  

<!-- 350 -->πᾶσαι δʼ ἀνθρώπων ψυχαὶ βρύξουσιν ὀδοῦσιν  

τηκόμεναι δίψει λιμῷ λοιμῷ τε φόνοις τε  

καὶ καλέσουσι καλὸν τὸ θανεῖν καὶ φεύξετʼ ἀπʼ αὐτῶν·  

οὐκέτι γὰρ θάνατος κείνους, οὐ νὺξ ἀναπαύσει·  

<!-- 355 -->πολλὰ δʼ ἐρωτήσουσι μάτην θεὸν ὑψιμέδοντα,  

καὶ τότʼ ἀποστρέψει φανερῶς τὸ πρόσωπον ἀπʼ αὐτῶν.  

ἑπτὰ γὰρ αἰώνων μετανοίας ἤματʼ ἔδωκεν  

ἀνδράσι πλαζομένοις διὰ χειρῶν παρθένου ἁγνῆς.  

αὐτός μοι τάδε πάντα θεὸς νόῳ ἐγκατέδειξεν  

<!-- 360 -->καὶ διʼ ἐμοῦ στόματος τὰ λελεγμένα πάντα τελέσσει·  

Οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάσσης,  

οἶδα μυχοὺς γαίης καὶ Τάρταρον ἠερόεντα,  

οἶδʼ ἀριθμοὺς ἄστρων καὶ δένδρεα καὶ πόσα φῦλα  

τετραπόδων νηκτῶν τε καὶ ὀρνίθων πετεηνῶν  

<!-- 365 -->καὶ μερόπων ὄντων τε καὶ ἐσσομένων νεκύων τε·  

αὐτὸς γὰρ μορφὰς καὶ νοῦν ἀνδρῶν ἐτύπωσα,  

καὶ λόγον ὀρθὸν ἔδωκα ἐπιστήμην τʼ ἐδίδαξα,  

ὀφθαλμοὺς ὁ πλάσας καὶ ὦτα, βλέπων καὶ ἀκούων  

καὶ πᾶν ἐνθύμημα νοῶν καὶ πᾶσι συνίστωρ  

<!-- 370 -->ἐντὸς ἐὼν σιγῶ καὶ ὕστερον αὐτὸς ἐλέγξω·  

καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω  

καὶ πόσον ἐστὶ τὸ πᾶν ἀπὸ γῆς εἰς οὐρανὸν ὕψος,  

<!-- 375 -->ἀρχὴν καὶ τέλος οἶδα, ὃς οὐρανὸν ἔκτισα καὶ γῆν.  

μοῦνος γὰρ θεός εἰμι καὶ οὐκ ἔστιν θεὸς ἄλλος.  

εἰκόνα θεσπίζουσιν ἐμὴν πλασθεῖσαν ἀφʼ ὕλης,  

χερσί τε μορφώσαντες ἑαῖς εἴδωλον ἄναυδον  

<!-- 380 -->δοξάζουσι λιταῖς καὶ θρησκείῃσιν ἀνάγνοις.  

τὸν κτίστην προλιπόντες ἀσελγείαις ἐλάτρευσαν  

πάντες δʼ αὐτοῦ ἔχοντες ἀχρήστοις δῶρα διδοῦσιν  

καὶ ὡς ἐμὰς τιμὰς τάδε χρήσιμα πάντα δοκοῦσιν  

θοίνῃ κνισσοῦντες, ὡς τοῖς ἰδίοις νεκύεσσιν.  

<!-- 385 -->σάρκας γὰρ καίουσι καὶ ὀστέα μυελόεντα  

θύοντες βωμοῖς καὶ δαίμοσιν αἷμα χέουσιν  

καὶ λύχνους ἅπτουσιν ἐμοὶ τῷ φῶτα διδόντι,  

χὡς διψῶντι θεῷ θνητοὶ σπένδουσι τὸν οἶνον  

εἰς οὐδὲν μεθύοντες ἐπʼ εἰδώλοισιν ἀχρήστοις.  

<!-- 390 -->οὐ χρῄζω θυσίης ἢ σπονδῆς ὑμετέρηφιν,  

οὐ κνίσσης μιαρῆς, οὐχ αἵματος ἐχθίστοιο.  

ταῦτα γὰρ ἐς μνήμην βασιλήων ἠδὲ τυράννων  

δαίμοσι ποιήσουσι νεκροῖς, ὡς οὐρανίοισιν,  

θρησκείαν ἄθεον καὶ ὀλέθριον ἐκτελέοντες.  

<!-- 395 -->καὶ καλέουσι θεοὺς ἄθεοι τὰς εἰκόνας αὐτῶν  

τὸν κτίστην προλιπόντες, ἀπʼ αὐτῶν ἐλπίδα πᾶσαν  

καὶ ζωὴν νομίσαντες ἔχειν, κωφοῖς καὶ ἀναύδοις  

ἐς τὸ κακὸν πιστοὶ ἀγαθὸν τέλος ἀγνοιοῦσιν.  

αὐτὸς ὁδοὺς προέθηκα δύο, ζωῆς θανάτου τε,  

<!-- 400 -->καὶ γνώμῃ προέθηκʼ ἀγαθὴν ζωὴν προελέσθαι·  

αὐτοὶ δʼ ἐς θάνατον καὶ πῦρ αἰώνιον ᾖξαν.  

εἰκών ἐστʼ ἄνθρωπος ἐμὴ λόγον ὀρθὸν ἔχουσα  

τούτῳ θὲς καθαρὰν καὶ ἀναίμακτον σὺ τράπεζαν  

πληρώσας ἀγαθῶν καὶ δὸς πεινῶντι τὸν ἄρτον  

<!-- 405 -->καὶ διψῶντι ποτὸν καὶ εἵματα σώματι γυμνῷ  

ἐκ μόχθων ἰδίων πορίσας ἁγναῖς παλάμῃσιν.  

θλιβόμενον κτῆσαι καὶ τῷ κάμνοντι παράστα  

καὶ ζῶσαν θυσίαν ἐμοὶ τῷ ζῶντι πόριζε,  

σπείρων νῦν ἐς ὕδωρ, ἵνα σοι κἀγώ ποτε δώσω  

<!-- 410 -->καρποὺς ἀθανάτους, καὶ φῶς αἰώνιον ἕξεις  

καὶ ζωὴν ἀμάραντον, ὅταν πυρὶ πάντας ἐλέγξω.  

χωνεύσω γὰρ ἅπαντα καὶ εἰς καθαρὸν διαλέξω,  

οὐρανὸν εἱλίξω, γαίης κευθμῶνας ἀνοίξω,  

καὶ τότʼ ἀναστήσω νεκροὺς μοῖραν ἀναλύσας  

<!-- 415 -->καὶ θανάτου κέντρον, καὶ ὕστερον εἰς κρίσιν ἥξω  

κρίνων εὐσεβέων καὶ δυσσεβέων βίον ἀνδρῶν·  

καὶ κριὸν κριῷ καὶ ποιμένι ποιμένα θήσω  

καὶ μόσχον μόσχῳ πέλας ἀλλήλων ἐς ἔλεγχον·  

οἵτινες ὑψώθησαν ἐλεγχόμενοι ὑπʼ ἐλέγχῳ  

<!-- 420 -->καὶ στόμα παντὸς ἔφραξαν, ἵνʼ αὐτοὶ ζηλώσαντες  

τοὺς ὁσίως πράσσοντας ἴσως καταδουλώσουσιν  

σιγᾶν προστάσσοντες, ἐπειγόμενοι διὰ κέρδος.  

καὶ δόκιμοι παρʼ ἐμοὶ τότε χωρήσουσιν ἅπαντες,  

κοὐκέτι λοιπὸν ἐρεῖς λυπούμενος, «αὔριον ἔσται»,  

<!-- 425 -->οὐκ «ἐχθὲς γέγονεν»· οὐκ ἤματα πολλὰ μεριμνᾷς,  

οὐκ ἔαρ, οὐ χειμῶνʼ, οὔτʼ ἂρ θέρος, οὐ μετόπωρον,  

οὐ δύσιν ἀντολίην· ποιήσω γὰρ μακρὸν ἦμαρ.  

εἰς δʼ αἰῶνα τὸ φῶς  <span class="gap">…</span> πεποθημένον ἔσται. — — — — — — — — — — — — — — — — —  

αὐτογένητος, ἄχραντος, ἀένναος ἀίδιός τε,  

<!-- 430 -->οὐρανοῦχος ἰσχύι μετρῶν πυρόεσσαν αὐτμήν  

καὶ πατάγου σκῆπτρον κατέχει σὺν ἀπηνέι πυρσῷ,  

πρηΰνει τε βαρυκτυπέων δουπήματα βροντῶν,  

γῆν κλονέων κατέχει ῥοιζήματα ......  

κἀστεροπῶν μάστιγας ἀπαμβλύνει πυροφεγγεῖς  

<!-- 435 -->ὄμβρων δʼ ἄσπετα χεύματʼ ἔχει ῥιπάς τε χαλάζης  

κρυμαλέης νεφελῶν τε βολὰς καὶ χείματος ὁρμάς. — — — — — — — — — — — — — — — — —  

αὐτοὶ μὲν γὰρ ἕκαστα νόῳ διατεκμαίρονται,  

ὅσσα περ αὐτῷ σοι δοκέει πρήσσειν τʼ ἐπινεύεις. — — — — — — — — — — — — — — — — —  

σῷ παιδὶ πρὸ κτίσεως πάσης στέρνοις ἴσοισι πεφυκώς  

<!-- 440 -->σύμβουλος, πλάστης μερόπων κτίστης τε βίοιο.  

ὃν πρώτῃ στόματος γλυκερῇ προσφθέγξαο φωνῇ·  

«ποιήσωμεν ἰδοὺ πανομοίιον ἀνέρα μορφῇ  

ἡμετέρῃ καὶ δῶμεν ἔχειν ζωαρκέα πνοιήν·  

ᾧ θνητῷ περ ἐόντι τὰ κοσμικὰ πάντα λατρεύσει  

<!-- 445 -->καὶ χοικῷ πλασθέντι τὰ πάνθʼ ὑποτάξομεν αὐτῷ».  

ταῦτα δʼ ἔφησθα Λόγῳ, τῇ σῇ φρενὶ πάντα δʼ ἐτύχθη·  

πάντα δʼ ὁμοῦ στοιχεῖα κελεύσματι πείθετο τῷ σῷ,  

καὶ κτίσις ἀίδιος συνετάσσετο πλάσματι θνητῷ,  

οὐρανὸς ἀὴρ πῦρ χθὼν γῆ καὶ χεῦμα θαλάσσης,  

<!-- 450 -->ἠέλιος μήνη, χορὸς ἄστρων οὔρεα ...  

εὐφρόνη ἡμέρη ὕπνος ἔγερσις πνεῦμα καὶ ὁρμή,  

ψυχὴ καὶ σύνεσις, τέχνη φωνή τε καὶ ἀλκή  

ζῴων τʼ ἄγρια φῦλα τὰ νηκτῶν καὶ πετεηνῶν  

πεζῶν τʼ ἀμφιβίων τε καὶ ἑρπυστῶν διφυῶν τε·  

<!-- 455 -->πάντα γὰρ αὐτός σοι συνετάσσετο σῇ ὑπʼ ἀγωγῇ.  

ὑστατίοις τε χρόνοις χθόνʼ ἀμείψατο καὶ βραχὺς ἐλθών  

παρθένου ἐκ Μαρίας λαγόνων ἀνέτειλε νέον φῶς,  

οὐρανόθεν δὲ μολὼν βροτέην ἐνεδύσατο μορφήν.  

πρῶτα μὲν οὖν Γαβριὴλ σθεναρὸν δέμας ἁγνὸν ἐδείχθη·  

<!-- 460 -->δεύτερα καὶ κούρην ἀρχάγγελος ἔννεπε φωνῇ·  

«δέξαι ἀχράντοισι θεὸν σοῖς, παρθένε, κόλποις».  

ὣς εἰπὼν ἔμπνευσε θεὸς χάριν ἠδʼ αἰεὶ κούρῃ·  

τὴν δʼ ἄρα τάρβος ὁμοῦ θάμβος θʼ ἕλεν εἰσαΐουσαν,  

στῆ δʼ ἄρʼ ὑποτρομέουσα· νόος δέ οἱ ἐπτοίητο  

<!-- 465 -->παλλομένης κραδίης ὑπʼ ἀγνώστοισιν ἀκουαῖς.  

αὖτις δʼ εὐφράνθη καὶ ἰάνθη κέαρ αὐδῇ,  

κουρίδιον δʼ ἐγέλασσεν, ἑὴν δʼ ἐρύθηνε παρειήν  

χάρματι τερπομένη καὶ θελγομένη φρένας αἰδοῖ,  

καί οἱ θάρσος ἐπῆλθεν. ἔπος δʼ εἰσέπτατο νηδύν,  

<!-- 470 -->σαρκωθὲν δὲ χρόνῳ καὶ γαστέρι ζῳογονηθέν  

ἐπλάσθη βροτέην ἰδέην καὶ κοῦρος ἐτύχθη  

παρθενικοῖς τοκετοῖς· τόδε γὰρ μέγα θαῦμα βροτοῖσιν,  

ἀλλʼ οὐδὲν μέγα θαῦμα θεῷ πατρὶ καὶ θεῷ υἱῷ.  

τικτόμενον δὲ βρέφος ποτὶ δʼ ἔπτατο γηθοσύνη χθών,  

<!-- 475 -->οὐράνιος δʼ ἐγέλασσε θρόνος καὶ ἀγάλλετο κόσμος.  

καινοφαὴς δὲ μάγοισι σεβάσθη θέσφατος ἀστήρ,  

σπειρωθὲν δὲ βρέφος δείχθη θεοπειθέσι φάτνῃ  

βουπελάταις τε καὶ αἰγονόμοις καὶ ποιμέσιν ἀρνῶν·  

καὶ Λόγου ἡ Βηθλεὲμ πατρὶς θεόκλητος ἐλέχθη.  <span class="gap">…</span>  

<!-- 480 -->ἐν κραδίῃ τε ταπεινοφρονεῖν, πικρὰ τέρματα μισεῖν  

καὶ πάντων ἀγαπᾶν τὸν πλησίον ὥσπερ ἑαυτόν·  

καὶ θεὸν ἐκ ψυχῆς φιλέειν, αὐτῷ δὲ λατρεύειν.  

τοὔνεκʼ ἄρʼ ἡμεῖς καὶ ὁσίης Χριστοῖο γενέθλης  

οὐρανίης πεφυῶτες ἐπικλεόμεσθα σύναιμοι  

<!-- 485 -->μνῆστιν ἐυφροσύνης ἐπὶ θρησκείῃσιν ἔχοντες,  

εὐσεβίης τε καὶ ἀτρεκίης βαίνοντες ἀταρπούς.  

οὔποτε πρὸς νηῶν ἀδύτοις ἐώμεσθα πελάζειν,  

οὐ ξοάνοις σπένδειν, οὐδʼ εὐχωλῇσι γεραίρειν,  

οὐδʼ ὀδμαῖς ἀνθῶν πολυτερπέσιν οὐδὲ μὲν αὐγαῖς  

<!-- 490 -->λαμπτήρων, ἀτὰρ οὐδʼ ἄρα τοὺς ἀναθήμασι κοσμεῖν,  

οὐ λιβάνου ἀτμοῖσιν ἀνιεῖσιν φλόγα βωμόν·  

οὐδʼ ἐπὶ ταυροθύτοις μηλόσφαγα αἵματα λοιβαῖς  

λυτροχαρεῖς πέμπειν, χθονίας μειλίγματα ποινῆς·  

οὐδʼ ἀπὸ σαρκοβόροιο πυρῆς κνισσώδεϊ καπνῷ  

<!-- 495 -->καὶ μιαραῖς πνοιῇσι μιαίνειν αἰθέρος αὐγήν·  

ἀλλʼ ἁγναῖς πραπίδεσσι γεγηθότες εὔφρονι θυμῷ  

ἀφνειαῖς τʼ ἀγάπῃσι καὶ εὐδώροις παλάμῃσιν  

μειλιχίοις ψαλμοῖσι θεοπρεπέεσσί τε μολπαῖς  

ἄφθιτον ἐξυμνεῖν σε καὶ ἄψευστον κελόμεσθα,  

<!-- 500 -->παγγενετῆρα θεόν, πινυτόφρονα ..........  

<!-- 11 -->

Σιβύλλης λόγος ιαʹ.

  

Κόσμε πολυσπερέων ἀνδρῶν καὶ τείχεα μακρά  

καὶ πόλιες ἄπλητοι ἰδʼ ἔθνεα μυριόεντα  

ἀντολίης δύσεως τε μεσημβρίης τε καὶ ἄρκτου  

παντοδαπαῖς φωναῖς μεμερισμένα καὶ βασιλείαις·  

<!-- 5 -->ἀλλʼ ἅπερ ὑμῶν μέλλω τὰ κάκιστʼ ἀγορεύειν.  

ἐξ οὗ γὰρ κατακλυσμὸς ἐπὶ προτέρους γένετʼ ἄνδρας  

καὶ γενεὴν πενίην ἐξώλεσεν ὕδασι πολλοῖς  

αὐτὸς ὁ παντοκράτωρ, ἕτερον δὲ γένος πόρεν ἄλλο  

ἀκαμάτων ἀνδρῶν· οἳ οὐρανῷ ἀντιφέροντες  

<!-- 10 -->πύργον δωμήσαντʼ ἐς ἀθέσφατον ὕψος· ἀπʼ ἄλλων  

γλῶσσαι δʼ αὖτʼ ἐλύθησαν· ἐπʼ αὐτοὺς δʼ ἤλυθεν ὀργή  

ὑψίστοιο θεοῦ βεβολημένη, κἄπεσε πύργος  

ἄσπετος· οἳ δὲ κακὴν γὰρ ἐπʼ ἀλλήλους ἔριν ὦρσαν.  

δὴ τότε καὶ δεκάτη γενεὴ μερόπων ἀνθρώπων,  

<!-- 15 -->ἐξ οὗ ταῦτʼ ἐγένοντο· μερίζετο γαῖα δʼ ἅπασα  

ἀλλοδαπῶν ἀνδρῶν καὶ παντοδαπῶν διαλέκτων,  

ὧν ἀριθμοὺς λέξω καὶ ἀκροστιχίοις ὀνομήνω  

γράμματος ἀρχομένου καὶ τοὔνομα δηλώσαιμι.  

πρώτη δʼ Αἴγυπτος βασιληίδα δέξεται ἀρχήν  

<!-- 20 -->ἔξοχον ἠδὲ δίκαιον· ἔπειτα δὲ φῶτες ἐν αὐτῇ  

πολλοὶ ἐπάρξουσιν βουληφόροι· αὐτὰρ ἔπειτα  

ἄρξει δεινὸς ἀνὴρ κρατερώτερος ἀγχιμαχητής·  

οὔνομα δὲ σχήσει τοῦ ἀκροστιχίου τὸ γράμμα,  

Φάσγανα δʼ ἐκτανύσειε κατʼ εὐσεβέων ἀνθρώπων.  

<!-- 25 -->σῆμα δʼ ἔσται ἐκείνῳ μέγα τούτου κρατέοντος  

γαίῃ ἐν Αἰγύπτῳ, ἥτις μέγα κυδαίνουσα  

ὀλλυμένας ψυχὰς λιμῷ τότε σιτοδοτήσει·  

ἀντολίην θρέψει ἠδʼ Ἀσσυρίων γένος ἀνδρῶν  

αὐτὸς δεσμώτης ὁ δικασπόλος· οὔνομα δʼ αὐτοῦ  

<!-- 30 -->ἴσθιν .... μέτρου δεκάτου ἀριθμοῖο.  

ἀλλʼ ὁπόταν δεκάπληγος ἀπʼ οὐρανοῦ αἰγλήεντος  

ἥξει ἐπʼ Αἴγυπτον, τότε σοι πάλι ταῦτα βοήσω.  

αἰαῖ σοι, Μέμφι, αἰαῖ μεγάλη βασιλείη·  

ἐξολέσειε λαόν σου πολὺν Ἐρυθραία θάλασσα.  

<!-- 35 -->ἔνθʼ ὁπόταν λείψωσι πέδον πολύκαρπον ὄλεθρον  

λαὸς ὁ δωδεκάφυλος ἀπʼ ἀθανάτοιο κελευσθείς,  

καὶ νόμον αὐτὸς ἄναξ δώσει θεὸς ἀνθρώποισιν.  

Ἑβραίοις δʼ ἄρʼ ἔπειτα μέγας βασιλεὺς μεγάθυμος  

ἄρξει, ἀπʼ Αἰγύπτου ψαμαθώδεος οὔνομʼ ἔχων τις,  

<!-- 40 -->ψευδόπατρις Θηβαῖος ἀνήρ· Μέμφιν δʼ ἀγαπήσει  

δεινὸς ὄφις, καὶ πολλὰ φυλάξεται ἐν πολέμοισιν.  

δωδεκάτης δεκάδος περιτελλομένης βασιλείας  

ἕπτʼ ἐπὶ καὶ δεκάτης ἐτέων ἑκατοντάδος, ἄλλων  

πέντʼ ἐπιλειπομένων, τότε δὴ Περσηίδος ἀρχή.  

<!-- 45 -->καὶ τότʼ Ἰουδαίοις σκότος ἔσσεται οὐδὲ φυγοῦνται  

λιμὸν καὶ λοιμὸν δυσανάσχετον ἤματι κείνῳ.  

ἀλλʼ ὁπόταν ἄρξῃ Πέρσης καὶ σκῆπτρα προλείψῃ  

υἱὸς υἱωνοῖο περιτελλομένων ἐνιαυτῶν  

ἐς μούνας πέντε τετράδας δεκατεύσει δὲ ταύτας  

<!-- 50 -->ἐννεάδας τελεθεὶς ἑκατὸν καὶ πάντʼ ἀποτίσεις·  

καὶ τότʼ ἔσῃ, Περσηΐ, λάτρις Μήδοισι δοθεῖσα,  

πληγαῖς ὀλλυμένη διά κρατερὰς ὑσμίνας.  

αὐτίκα δὴ Πέρσαισι καὶ Ἀσσυρίοις κακὸν ἔσται  

πάσῃ τʼ Αἰγύπτῳ, Λιβύῃ τʼ ἠδʼ Αἰθιόπεσσιν  

<!-- 55 -->Καρσί τε Παμφύλοισιν ἰδʼ ἄλλοις πᾶσι βροτοῖσιν.  

καὶ τότε υἱωνοῖς δώσει βασιλήιον ἀρχήν,  

οἳ πάλι πορθήσουσι γένη πολλοῖσι λαφύροις  

γαῖαν ἀφαρπάζοντες ὅλην μὴ συμπαθέοντες.  

αἴλινα θρηνήσουσι λυγροὶ παρὰ Τίγριδι Πέρσαι.  

<!-- 60 -->Αἴγυπτος δάκρυσιν πολλὴν χθόνα ἀρδεύσειεν.  

καὶ τότε σοι, Μηδεία γαίη, κακὰ πολλὰ ποιήσει  

Ἰνδογενὴς πολύολβος  <span class="gap">…</span> ἄχρι πάντʼ ἀποτίσεις,  

ὅσσα πάρος πεποίηκας ἀναιδέα θυμὸν ἔχουσα.  

αἰαῖ σοι, Μήδειον ἔθνος, μετέπειτα λατρεύσεις  

<!-- 65 -->ἀνδράσιν Αἰθιόπεσσιν ὑπὲρ Μεροηίδα χώραν·  

ἕπτʼ ἐπὶ τοῖς προσθεῖσʼ ἑκατὸν λυκάβαντας ἀπʼ ἀρχῆς  

πληρώσεις, δύστηνε, χʼ ὑπὸ ζυγὸν αὐχένα θήσεις.  

καὶ τότε κυανόχρως πολιοπλόκαμος μεγάθυμος  

Ἰνδὸς ἄναξ μετέπειτα γενήσεται, ὃς κακὰ πολλά  

<!-- 70 -->θήσει ἐπʼ ἀντολίης διὰ κρατερὰς ὑσμίνας·  

καὶ σέ γε λωβήσει μᾶλλον παρὰ πάντας ὀλέσσει.  

ἀλλʼ ὅταν εἰκοστὸν ἔτος καὶ δέκατον βασιλεύσῃ  

ἕπτʼ ἐπὶ καὶ δέκατον, τότε δὴ βασιληίου ἀρχῆς  

πᾶν ἔθνος οἰστρήσει καὶ ἐλευθερίην ἀναδείξει  

<!-- 75 -->λείψας δούλιον αἷμʼ ἐπὶ τρεῖς μονάδας ἐνιαυτῶν.  

ἀλλὰ πάλιν ἥξει καὶ ὑπὸ ζυγὸν αὐχένα θήσει  

πᾶν ἔθνος ἀνθρώπων κρατερῷ πάλιν, ᾗ πάρος ἦεν  

δουλεῦον βασιλεῖ, καὶ ἑκουσίως ὑποτάξει.  

ἔσσεται εἰρήνη μεγάλη κατὰ κόσμον ἅπαντα.  

<!-- 80 -->καὶ τότε δʼ Ἀσσυρίοις βασιλεὺς μέγας ἔσσεται ἀνήρ,  

ἄρξει καὶ πάντας πείσει καταθύμια βάζειν,  

ἅσσα θεὸς νομίμως διετάξατο· καὶ τότε τοῦτον  

φρίξουσιν πάντες βασιλεῖς κομόωντες ἀκωκαῖς  

δειμαλέοι καὶ ἄναυδοι, ὑπερμενέες τʼ ἐρατωποί  

<!-- 85 -->τούτῳ δουλεύσουσι θεοῦ μεγάλου διὰ βουλάς.  

πείσει γὰρ τὰ ἅπαντα λόγῳ καὶ πάνθʼ ὑποτάξει  

καὶ ναὸν μεγάλοιο θεοῦ καὶ βωμὸν ἐραννόν  

αὐτὸς δωμήσει κρατερῶς, εἴδωλα δὲ ῥίψει·  

φῦλα δὲ καὶ γενεὴν πατέρων καὶ νήπια τέκνα  

<!-- 90 -->εἰς ἓν συγκομίσας οἰκήτορας ἀμφιβαλεῖται·  

οὔνομα δὲ σχήσειε διακοσίων ἀριθμοῖο,  

ὀκτωκαιδεκάτης γραμμῆς σημήια δείξει.  

ἀλλʼ ὁπόταν δεκάσιν περιτελλομένῃσι κρατήσῃ  

ταῖς δύο καὶ πρὸς πέντʼ, ἐλθὼν ἐπὶ τέρμα χρόνοιο,  

<!-- 95 -->ἔσσονται δὲ τόσοι βασιλεῖς, ὅσα φῦλα τὰ θνητῶν,  

ὅσσαι φῆτραι, ὅσαι δὲ πόλεις, ὅσσαι δέ τε νῆσοι,  

ἤπειροι μακάρων ἠδʼ ἀγλαόκαρποι ἄρουραι.  

εἷς ἔσται δὲ μέγας τούτων βασιλεὺς ἀγὸς ἀνδρῶν·  

εἴξουσιν δʼ αὐτῷ πολλοὶ βασιλεῖς μεγάθυμοι,  

<!-- 100 -->καὶ τούτῳ παισίν τε καὶ υἱωνοῖς πολυόλβοις  

δώσουσιν μοίρας βασιληίδος εἵνεκεν ἀρχῆς  

ἐς δεκάδας δεκάδων ὀκτώ, μονάδας τʼ ἐπὶ ταύταις  

ἓξ ἐτέων· ἄρξει καὶ ἐς ὕστατον ἀντειλοῦσιν.  

ἡνίκα θὴρ βριαρὸς δʼ ἥξει σὺν Ἄρηι κραταιῷ,  

<!-- 105 -->καὶ τότε σοι, βασίλισσα γαίη, χόλος ἐξαναφύσει.  

αἰαῖ σοι, Περσὶς γῆ, ὅσσʼ ἐκχύματα δέξῃ  

αἵματος ἀνδρομέου, ὁπόταν ἥξει σοι ἐκεῖνος  

ὀμβριμόθυμος ἀνήρ· τότε τοι πάλι ταῦτα βοήσω.  

ἀλλʼ ὅταν Ἰταλίη προφύῃ μέγα θαῦμα βροτοῖσιν,  

<!-- 110 -->νηπιάχων μινύρισμα ἀκηρασίῃ παρὰ πηγῇ,  

ἄντρῳ ἐπὶ σκιερῷ θηρὸς τέκνα μηλοφάγοιο,  

οἵτινες ἀνδρωθέντες ἐφʼ ἑπτὰ λόφοισι κραταιοῖς  

πολλοὺς πρηνίξουσιν ἀναιδέα θυμὸν ἔχοντας,  

ἀμφότεροι ἀριθμῶν ἑκατόν, οἷς οὔνομα δείξει  

<!-- 115 -->σῆμα μέγʼ ἐσσομένων· καὶ ἑπτὰ λόφοισι δὲ τείχη  

καρτερὰ δωμήσουσι καὶ ἀμφʼ αὐτοῖς βαρὺν Ἄρη  

στήσουσιν. τότε δʼ αὖτʼ ἔσται ἐπανάστασις ἀνδρῶν  

φυομένη περὶ σέ, μεγάλη καλλίσταχυ γαῖα,  

Αἴγυπτε μεγάθυμε· ἀτὰρ πάλι ταῦτα βοήσω.  

<!-- 120 -->πρὸς ἐπὶ  <span class="gap">…</span> πληγὴν μεγάλην οἴκοις ὑποδέξῃ,  

καὶ πάλι σοι ἰδίων ἔσται ἐπανάστασις ἀνδρῶν.  

ἄρτι δέ σε, τλῆμον Φρυγίη, κατοδύρομαι οἰκτρῶς·  

ἥξει γάρ σοι ἅλωσις ἀφʼ Ἑλλάδος ἱπποδάμοιο  

καὶ πόλεμος δεινός διὰ κρατερὰς ὑσμίνας. —  

<!-- 125 -->Ἴλιον, οἰκτείρω σε· ἀπὸ Σπάρτης γὰρ Ἐριννύς  

ἥξει σοῖς μελάθροις ὀλοῷ κεκερασμένη ἄστρῳ·  

σοὶ δὲ μάλιστα πόνους μόχθους στοναχάς τε γόους τε  

θήσει, ἐπὰν ἄρξωσι μάχην εὖ εἰδότες ἄνδρες,  

ἥρωες Ἑλλήνων ἀρηιφίλων ὄχʼ ἄριστοι.  

<!-- 130 -->τούτων δʼ εἷς ἔσται βασιλεύς, κρατερὸς αἰχμητής·  

ἀμφὶ κασιγνήτῳ μετελεύσεται ἔργα κάκιστα.  

αὐτοὶ δʼ αὖτʼ ὀλέσουσι Φρυγῶν κλυτὰ τείχεα Τροίης·  

ἡνίκα δὶς πέντε περιτελλομένων ἐνιαυτῶν  

πληρώσει πολέμοιο μιαιφόνα ἔργα Κρονίων,  

<!-- 135 -->αἰφνίδιος δὲ βροτοὺς ξύλινος δόμος ἀμφικαλύψει,  

καὶ τοῦτον δέξῃ ἐπὶ γούνασιν οὐχὶ νοοῦσα  

ἔγκυον Ἑλλήνων λόχον ἔμμεναι, ἡ βαρυπενθής·  

αἰαῖ, ἐν νυκτὶ μιᾷ πόσους ὑποδέξεται Ἅιδης,  

ἠδὲ λάφυρα πόσα πολυδακρύτοιο γέροντος  

<!-- 140 -->ἄξει· ἀγήρατον δʼ ἔσται κλέος ἐσσομένοισιν.  

τοὔνομα δὲ σχήσει βασιλεὺς μέγας ἐκ Διὸς ἀνήρ  

στοιχείου ἀρχομένου· ὃς ἐπεὶ νόστου τετύχῃσι,  

δὴ τότε καὶ πέσεται δολίης ἐν χειρὶ γυναικός. —  

ἄρξει δʼ ἐκ γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο  

<!-- 145 -->παῖς κλυτὸς ἡρώων, κρατερὸς καὶ ἄλκιμος ἀνήρ.  

ἥξει δʼ ἐκ Τροίης μεγάλῳ πυρὶ δῃωθείσης  

φεύγων ἐκ πάτρης φοβερὸν διὰ μῶλον Ἄρηος·  

βαστάζων ὤμοισιν ἑὸν πρέσβυν γενετῆρα,  

υἱὸν δʼ ἐν παλάμῃ κατέχων μόνον, εὐσεβὲς ἔργον  

<!-- 150 -->ῥέξει, παπταίνων  

καὶ ἐπειγόμενος διʼ ὁμίλου  

δειμαίνων περάσει γαῖαν φοβερήν τε θάλασσαν.  

οὔνομα δὲ σχήσει τὸ τρισύλλαβον, οὐ γὰρ ἄσημον  

στοιχεῖον ἀρχόμενον δηλοῖ τὸν ὑπέρτατον ἄνδρα.  

<!-- 155 -->καὶ τότʼ ἀναστήσειε πόλιν κρατερήν τε Λατίνων.  

πέντʼ ἐπὶ καὶ δεκάτῳ ἔτεϊ ἐπὶ βένθεσιν ἅλμης  

ὕδασιν ὀλλύμενος σχήσει θανάτοιο τελευτήν.  

ἀλλά μιν οὐδὲ θανόντʼ ἐπιλήσεται ἔθνεα φωτῶν·  

ἄρξει γὰρ γενεὴ τούτου μετόπισθεν ἁπάντων  

<!-- 160 -->ἄχρις ἐπʼ Εὐφράτου Τίγριος ποταμῶν ἀνὰ μέσσον  

χώρης Ἀσσυρίων, ὅππη μηκύνετο Πάρθος.  

ἔσσεται ἐσσομένοις, ὁπόταν τάδε πάντα γένηται.  

καί τις πρέσβυς ἀνὴρ σοφὸς ἔσσεται αὖτις ἀοιδός,  

ὃν πάντες καλέουσι σοφώτατον ἐν μερόπεσσιν,  

<!-- 165 -->οὗ κόσμος πραπίδεσσιν ὅλος παιδεύσεται ἐσθλαῖς·  

γράψει γὰρ κεφάλαια  <span class="gap">…</span> δύναμίν τʼ ἐπίνοιαν.  

καί τε σαφῶς γράψει μάλʼ ἀθέσφατα ἄλλοτε ἄλλη  

τοῖσιν ἐμοῖσι λόγοις μέτροις ἐπέεσσι κρατήσας·  

αὐτὸς γὰρ πρώτιστος ἐμὰς βίβλους ἀναπλώσει  

<!-- 170 -->καὶ κρύψει μετὰ ταῦτα καὶ ἀνδράσιν οὐκέτι δείξει  

ἐς τέλος οὐλομένου θανάτου, βιότοιο τελευτῆς.  

ἀλλʼ ὁπόταν δὴ ταῦτα τελειωθῇ, ἅπερ εἶπον,  

Ἕλληνες πάλιν αὖτις ἐπʼ ἀλλήλους μαχέονται·  

Ἀσσύριοι Ἄραβές τε φαρετροφόροι τʼ ἔτι Μῆδοι,  

<!-- 175 -->Πέρσαι καὶ Σικελοὶ Λυδοί τʼ ἐπαναστήσονται,  

Θρῇκες Βιθυνοί τε καὶ οἳ παρὰ ῥεύμασι Νείλου  

ναίουσιν γαίην καλλίσταχυν· ἐν δὲ κυδοιμόν  

πᾶσιν ὁμοῦ θήσει θεὸς ἄφθιτος. ἀλλὰ μάλʼ αἰνῶς  

ἀνὴρ Ἀσσύριος νόθος Αἰθίοψ ἵξεται ἄφνω  

<!-- 180 -->θυμὸν ἔχων θηρὸς καὶ πάντʼ ἰσθμὸν διακόψει  

παπταίνων, ἐπὶ πᾶσιν ἰὼν πέλαγος διαπλεύσει.  

καὶ τότε σοι μάλα πολλὰ γενήσεται, Ἑλλὰς ἄπιστε.  

αἰαῖ σοι, τλῆμον Ἑλλάς, ὅσα δεῖ σʼ ἀνοιμῶξαι.  

ἕπτʼ ἐπὶ ὀγδοήκοντα ἐτῶν ἐπιτελλομενάων  

<!-- 185 -->παμφύλου φοβεροῦ πολέμου σκύβαλον λυγρὸν ἔσσῃ.  

ἔνθα Μακηδονίων πάλιν ἔσσεται Ἑλλάδι πῆμα  

καὶ Θρῄκην ὀλέσει πᾶσαν καὶ μῶλον Ἄρηος  

νήσοις ἠπείροις τε φιλοπτολέμοις τε τοράτροις. — — — — — — — — — — — — —  

ἔσσετʼ ἐνὶ προμάχοισι, τὸ δʼ οὔνομα τοῦτο μεθέξει,  

<!-- 190 -->πεντήκοντʼ ἀριθμῶν δεκάκις στοιχεῖον ὃ δηλοῖ.  

ἀρχὴν ὠκύμορος δὲ γενήσεται· ἀλλὰ μεγίστην  

καλλείψει βασιλείαν ἀπειρεσίην τε κατʼ αἶαν.  

αὐτὸς δʼ αὖ πέσεται ὑπὸ δουροφόρου κακοβούλου  

ζήσας ἐν συρίᾳ ἡγούμενος οἷά περ οὐδείς.  

<!-- 195 -->ἄρξει δʼ αὖ μετέπειτα πάις τούτου μεγάθυμος  

στοιχείου ἀρχομένου· γένους δὲ διέξοδος ἔσται.  

οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα τοῦτον ἐροῦσιν  

πάντες ὁμῶς, Κρονίδαο νόθον δʼ ὣς ἀναπλάσονται.  

πολλῶν δʼ αὖ μερόπων ἀνδρῶν πόλεις ἐξαλαπάξει·  

<!-- 200 -->Εὐρώπῃ δὲ μέγιστον ἀνασταχυώσεται ἕλκος.  

οὗτος καὶ Βαβυλῶνα πόλιν λωβήσεται λοιμῷ  

καὶ πᾶσαν ὁπόσην ἐπιδέρκεται ἠέλιος γῆν,  

ἀντολίῃ, κόσμον τε καταπλεύσει μόνος αὐτός.  

αἰαῖ σοι, Βαβυλών, θριαμβίαισι λατρεύσεις,  

<!-- 205 -->δεσπότις αὐδηθεῖσα· κατʼ Ἀσίδος ἔρχεται Ἄρης,  

ἔρχεται ἀτρεκέως καὶ σφάξει σου τέκνα πολλά.  

καὶ τότε δʼ ἐκπέμψεις τὸν σὸν βασιλήιον ἄνδρα  

τετράδος ἐξ ἀριθμοῦ συνώνυμον, ἐγχεσίμωρον  

δεινὸν τοξοβόλον τε μετὰ κρατερῶν πολεμιστῶν.  

<!-- 210 -->καὶ τότε δὴ Κιλίκων καὶ Ἀσσυρίων μέσον ἕξει  

λιμὸς καὶ πόλεμος· αὐτὰρ βασιλεῖς μεγάθυμοι  

θυμοβόρου ἔριδος δεινὴν στάσιν ἀμφιβαλοῦσιν.  

ἀλλὰ σὺ μὲν φύγε πέρον τὸν βασιλῆα λεῖπε δʼ αὐτόν  

μηδὲ θέλῃς μενέειν μηδʼ αἴδεο δειλὸς ὑπάρχειν·  

<!-- 215 -->δεινὸς γάρ σε λέων ἐπιίξεται, ὠμοβόρος θήρ,  

ἄγριος ἀλλοδίκης λώπην ἀμφειμένος ὤμοις.  

φεῦγε κεραύνιον ἄνδρα. κακὸν δʼ Ἀσίῃ ζυγὸν ἥξει  

καὶ πάλι πᾶσα χθὼν πίεται φόνον ὀμβρήεντα.  

ἀλλʼ ὅταν Αἰγύπτου μεγάλην πόλιν ὀλβοδότειραν  

<!-- 220 -->στηρίξει Πελλαῖος Ἄρης, αὐτῷ δʼ ὀνομήνῃ,  

μοῖραν καὶ θάνατον προδοθεὶς δολίως ὑφʼ ἑταίρων — — — — — — — — — — — — — — — — —  

Ἰνδοὺς γὰρ προλιπόντα καὶ ἐς Βαβυλῶνα μολόντα  

βάρβαρος ἐξολέσει τοῦτον φόνος ἀμφὶ τραπέζαις.  

ἄρξουσιν μετέπειτʼ ἄλλοι κατὰ φῦλον ἕκαστον  

<!-- 225 -->δημοβόροι βασιλεῖς καὶ ὑπερφίαλοι καὶ ἄπιστοι  

ἐν ὀλίγοις ἔτεσιν· αὐτὰρ μεγάθυμος ἀγήνωρ,  

ὃς πᾶσιν Εὐρώπην ἐπικαλαμήσεται γυμνήν,  

ἐξότε πᾶσα χθὼν πίεται παμφύλιον αἷμα,  

λείψει ἀτὰρ βιότου μορφὴν ἰδίαν ἀναλώσας.  

<!-- 230 -->ἔσσονται δʼ ἄλλοι βασιλεῖς δὶς τέσσαρες ἄνδρες  

ἐκ γενεῆς τούτου, οἷς οὔνομα πᾶσι τὸ αὐτό.  

ἔσται δʼ Αἴγυπτος νύμφη τότε κοιρανέουσα,  

καὶ πόλις ἡ μεγάλη Μακηδονίοιο ἄνακτος,  

πότνιʼ Ἀλεξάνδρεια, κλυτὴ θρέπτειρα πολήων  

<!-- 235 -->κάλλει τε στίλβουσα, μόνη μητρόπτολις ἔσται.  

καὶ τότε μεμφέσθω Μέμφις τοῖς κοιρανέουσιν.  

εἰρήνη δʼ ἔσται βαθεῖα κατὰ κόσμον ἅπαντα·  

γῆ δὲ μελάμβωλος καρποὺς τότε πλείονας ἕξει.  

καὶ τότʼ Ἰουδαίοις κακὸν ἔσσεται οὐδὲ φυγοῦνται  

<!-- 240 -->λιμὸν καὶ λοιμὸν δυσανασχέτῳ ἤματι κείνῳ·  

ἀλλὰ μελάμβωλος καλλίσταχυς ἡ νεόκοσμος  

ὀλλυμένους πολλοὺς ὑποδέξεται ἀμβροσίη χθών.  

ἀλλʼ ὀκτὼ βασιλεῖς ἑλώδεος Αἰγύπτοιο  

πληρώσουσιν ἐτῶν ἀριθμοὺς τρεῖς καὶ τριάκοντα  

<!-- 245 -->πρός τε διακοσίους. αὐτὰρ γένος ἐξαπολεῖται  

αὐτῶν οὐ πάντων, ῥίζη δέ γε ἐξαναφύσει  

θηλυτέρη βροτολοιγός, ἑῆς προδότις βασιλείης.  

ἀλλʼ αὐτοὶ κακότητι κατʼ αὐτῶν ἔργα πονηρά  

ῥέξουσιν μετέπειτα καὶ ἄλλος ἄλλον ὀλέσσει·  

ἔσται γὰρ χώρης βασιλὶς παρὰ χεύμασι Νείλου  

<!-- 255 -->ἑπταπόροις στομάτεσσιν ἐπερχομένοιο θαλάσσης,  

εἰκοστοῦ δʼ ἀριθμοῦ πολυήρατον οὔνομα ταύτῃ·  

μυρία δʼ αἰτήσει καὶ χρήματα πάντα συνάξει  

χρυσοῦ τʼ ἀργυρίου τε· δόλος δὴ ἔσσεται αὐτῇ  

ἐξ ἰδίων ἀνδρῶν. τότε σοι πάλι, γαῖα μάκαιρα,  

<!-- 260 -->ἔσσονται πόλεμοί τε μάχαι τʼ ἀνδροκτασίαι τε.  

ἀλλʼ ὅταν ἄρξωνται πολλοὶ Ῥώμης ἐριθήλου,  

οὔτι γε μὴν μακάρων προλελεγμένοι, ἀλλὰ τύραννοι  

χιλιάδων δʼ ἀρχοὶ καὶ μυριάδων γεγαῶτες  

καὶ νομίμων ἀγορῶν οἱ ἐπίσκοποι ἠδὲ μέγιστοι  

<!-- 265 -->Καίσαρες ἄρξουσιν διαδέγμενοι ἤματα πάντα·  

τούτων δʼ ὑστάτιος ἄρξει δεκάτου ἀριθμοῖο  

ὑστάτιος Καίσαρος ἐπὶ χθονὶ γυῖʼ ἐκτείνων,  

Ἄρηι δεινῷ βεβλημένος ἀνδρὸς ὑπʼ ἐχθροῦ·  

ὃν παῖδες Ῥώμης ἰδίῃς παλάμῃσι φέροντες  

<!-- 270 -->εὐσεβέως θάψουσʼ, ἐπὶ δʼ αὐτῷ σῆμα χέουσιν  

ἧς φιλίης ἕκατι χάριν μνήμῃ μετέχοντες.  

ἀλλʼ ὁπόταν λυκάβαντος ἐπέλθῃ τέρμα χρόνοιο,  

δὶς δὲ διηκοσίων καὶ δὶς δέκα πληρώσασα,  

ἐξότε σου κτίστης, θηρὸς παῖς, ἡγεμόνευσεν,  

<!-- 275 -->οὐκέτι δικτάτωρ ἔσται μεμετρημένος ἄρχων·  

ἀλλὰ ἄναξ βασιλεύς τε γενήσεται ἀντίθεος φώς.  

ἴσθι τότʼ, Αἴγυπτέ, σοι ἐπερχόμενον βασιλῆα·  

ἥξει δʼ ἀτρεκέως φοβερὸς κορυθαίολος Ἄρης.  

καὶ τότε σοι, χήρη, ἔσται μετόπισθεν ἅλωσις·  

<!-- 280 -->δεινοὶ γὰρ μαλεροί τε βίῃ περὶ τείχεα γαίης  

ἔσσονται πόλεμοι κακοεργέες. ἐν πολέμοις δέ  

αὐτὴ λυγρὰ παθοῦσα νεοτρώτων καθύπερθεν  

φεύξει δειλαίη· μετέπειτα δὲ εἰς λέχος ἥξεις  

αὐτῷ τῷ φοβερῷ· ὁ γάμος τέλος ἐστὶ σύνευνος.  

<!-- 285 -->αἰαῖ σοι, δύσνυμφε κόρη, βασιλήιον ἀρχήν  

δώσεις Ῥωμαίῳ βασιλεῖ καὶ πάντʼ ἀποτίσεις,  

ὅσσα πάρος πολέμοισιν ἀνδρείῃσιν ἔπραξας·  

δώσεις γαῖαν ὅλην ἐμπροίκιον ἀνδρὶ κραταιῷ  

ἄχρις ἔσω Λιβύης καὶ ἀνδρῶν κυανοχρώτων.  

<!-- 290 -->ἔσσῃ δʼ οὐκέτι χήρα, συνοικήσεις δὲ λέοντι  

ἀνδροβόρῳ φοβερῷ τε ἐνυαλίῳ πολεμιστῇ.  

καὶ τότε δειλαία ἐν ἀνθρώποισιν ἄφαντος  

πᾶσιν  <span class="gap">…</span> λείψεις γὰρ ἀναιδέα θυμὸν ἔχουσα·  

καὶ λάβεται σεμνὴν ὁπο περίδρομος, ἠχέτα τύμβος  

<!-- 295 -->ζῶσαν ἔσω υ σπλην ἐφάρμοστος κορυφαῖος,  

δαιδάλεος, πουλὺς δέ σε κλαύσεται  <span class="gap">…</span> λαός,  

καὶ βασιλεὺς ἐπὶ σοὶ δεινὸν στοναχήσεται οἶκτον.  

καὶ τότε δʼ Αἴγυπτος λάτρις ἔσσεται ἡ πολύμοχθος,  

ἣ πολλοῖς ἔτεσιν τροπαιοφορέουσα κατʼ Ἰνδῶν·  

<!-- 300 -->δουλεύσει δʼ αἰσχρῶς, ποταμῷ δʼ ἐπὶ δάκρυα μίξει  

καρποφόρῳ Νείλῳ, ὅτι δὴ κεκτημένη ὄλβον  

καὶ πάντων μέγεθος ἀγαθῶν, θρέπτειρα πολήων,  

θρέψει μηλοφάγου γενεὴν φοβερῶν ἀνθρώπων.  

αἶ, ὁπόσοις θήρεσσι λάτρις καὶ κύρμα γενήσῃ,  

<!-- 305 -->Αἴγυπτε πολύολβε, θεμιστεύουσα δὲ λαοῖς·  

ἣ πρὶν καὶ βασιλεῦσιν ἀγαλλομένη μεγάλοισιν  

λαοῖς δουλεύσεις τλήμων διὰ λαὸν ἐκεῖνον,  

ὃν πάρος εὐσεβέοντα μετήγαγες ἐς πολὺ πῆμα  

μόχθων καὶ κοπετῶν, ἐπὶ δʼ αὐχένα θῆκας ἄροτρον  

<!-- 310 -->αὐτοῦ καὶ δάκρυσιν βροτέοις ἤρδευσας ἀρούρας.  

τοὔνεκεν αὐτὸς ἄναξ θεὸς ἄφθιτος αἰθέρι ναίων  

ἐξαλαπάξει ὅλην καὶ εἰς κοπετὸν προϊάψει·  

καὶ τίσεις ἀνθʼ ὧν σὺ πάρος ποίησας ἀθέσμως,  

ὕστατα δὲ γνώσῃ, ὅτι σοὶ θεοῦ ἤλυθεν ὀργή.  

<!-- 315 -->αὐτὰρ ἐγὼ Πυθῶνα καὶ εὔπυργον Πανοπῆα  

βήσομαι· ἔνθα με πάντες ἀληθέα φημίξουσιν  

μάντιν χρησμῶ· αὐτὰρ μεμανηότι θυμῷ  

ἄγγελον  <span class="gap">…</span> ἐπὴν βίβλοις δὲ προσέλθῃ  

μὴ τρέσσῃ, καὶ πάντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα  

<!-- 320 -->γνώσετʼ ἀφʼ ἡμετέρων ἐπέων· τότε τὴν θεόληπτον  

οὐκέτι τις μάντιν καλέσει χρησμῳδὸν ἀνάγκης. —  

ἀλλά, ἄναξ, νῦν παῦσον ἐμὴν πολυήρατον αὐδήν  

οἶστρον ἀπωσάμενος καὶ ἐτήτυμον ἔνθεον ὀμφήν  

καὶ μανίην φοβεράν, δὸς δʼ ἱμερόεσσαν ἀοιδήν.  

<!-- 12 -->

Σιβύλλης λόγος ιβʹ.

  

Ἀλλʼ ἄγε μοι στονόεντα χρόνον κλύε Λατινιδάων·  

ἦ τοι μὲν πρώτιστα μετʼ ὀλλυμένους βασιλῆας  

Αἰγύπτου, τοὺς πάντας ἴση κατὰ γαῖα φέρεσκεν,  

καὶ μετὰ τὸν Πέλλης πολιήτορα, ᾧ ὕπο πᾶσα  

<!-- 5 -->ἀντολίη βεβόλητο καὶ ἑσπερίη πολύολβος,  

ὃν Βαβυλὼν ἤλεγξε, νέκυν δʼ ὤρεξε Φιλίππῳ,  

οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα φημιχθέντα,  

καὶ μετὰ τὸν γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο,  

ὃς μόλεν ἐκ Τροίης, ὅστις πυρὸς ἔσχισεν ὁρμήν,  

<!-- 10 -->πολλοὺς δʼ αὖ μετʼ ἄνακτας, ἀρηιφίλους μετὰ φῶτας,  

καὶ μετὰ νηπιάχους, θηρὸς τέκνα μηλοφάγοιο,  

καὶ μετὰ τὰς ἐτέων ἑκατοντάδας ἓξ διαβῆναι  

καὶ δισσὰς δεκάδας Ῥώμης δικτάτορος οὔσης,  

ἔσσετʼ ἄναξ πρώτιστος ἀφʼ ἑσπερίοιο θαλάσσης  

<!-- 15 -->Ῥώμην κοιρανέων μεγάλʼ ἄλκιμος ἠδὲ μαχητής,  

ἀρχὴν στοιχείων ὅστις λάχε καὶ σὲ πεδήσας  

Ἄρεος ἀνδροφόνοιο παγήσεται, ἀγλαόκαρπε·  

λώβην ἐκτίσεις, ἥν περ προέηκας ἑκοῦσα·  

αὐτὸς γὰρ μεγάθυμος ἀριστεύσει πολέμοισιν·  

<!-- 20 -->ὃν Θρῄκη πτήξει καὶ Σικελίη, μετὰ Μέμφις,  

Μέμφις πρηνιχθεῖσα διʼ ἡγεμόνων κακότητα  

ἠδὲ γυναικὸς ἀδουλεύτου ὑπὸ δουρὶ πεσούσης·  

καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθʼ ὑποτάξει·  

κῦδος ἔχων κρατερὸν σκήπτρων ἐπὶ πουλὺ κρατήσει·  

<!-- 25 -->οὐ γὰρ ὑπερθήσει ὀλίγον χρόνον οὐδέ ποτʼ ἄλλος  

σκηπτοῦχος βασιλεὺς τούτου πλέον, οὐ μίαν ὥρην,  

Ῥωμαίων, ὅτι πάντα θεὸς κατένευσʼ ἐπὶ τούτῳ·  

<!-- 35 -->αὐτὸς δʼ αὖθʼ ὁ μέγας βασιλεὺς ἰδίης ὑπὸ μοίρης  

κατθάνεται παραδοὺς ἑτέρῳ βασιλήιον ἀρχήν.  

καί τις δʼ αὖ μετὰ τοῦτον ἀνήρ, κρατερὸς αἰχμητής,  

ἄρξει πορφυρέην λώπην ἀμφειμένος ὤμοις,  

ὅς τε τριηκοσίων ἀριθμῶν κεραίην ἐπὶ πρώτην — — — — — — — — — — — — — — — — —  

<!-- 40 -->ἐξολέσει Μήδους καὶ ἰοβόλους ἅμα Πάρθους·  

αὐτὸς δʼ ὑψίπυλον καθελεῖ πόλιν ἐν κράτεϊ ᾧ·  

καὶ πόλει Αἰγύπτου κακὸν ἔσσεται Ἀσσυρίοις τε  

Κόλχοις Ἡνιόχοις καὶ τοῖς παρὰ χεύμασι Ῥήνου  

Γερμανοῖς ναίουσιν ὑπὲρ ψαμαθώδεας ἀκτάς.  

<!-- 45 -->αὐτὸς πορθήσει καὶ ὑψίπυλον μετόπισθεν  

ἐγγύθεν Ἠριδανοῖο πόλιν κακὰ μητιόωσαν.  

καὶ τότε δὴ πέσεται πληγεὶς αἴθωνι σιδήρῳ.  

ἄρξει δʼ αὖ μετέπειτʼ ἄλλος δολιοπλόκος ἀνήρ,  

τῶν τρισσῶν ἀριθμῶν ὅστις λάχεν, οὔνομα δʼ αὐτοῦ  

<!-- 50 -->δηλώσει κεραίη· χρυσὸν δὲ πολὺν συναθροίσει·  

κοὐκ ἔσται πλούτου πολλοῦ κόρος, ἀλλά τʼ ἀναιδῶς  

πλείονα συλήσας θήσει κατὰ γαῖαν ἅπαντα.  

εἰρήνη δʼ ἔσται, πολέμων δʼ ἀναπαύσεται Ἄρης.  

πολλὰ δὲ δηλήσει ἐπὶ μαντοσύνῃσι μέγιστον  

<!-- 55 -->πειθόμενος, βιότου ζωῆς χάριν· αὐτὰρ ἐπʼ αὐτῷ  

ἔσται σῆμα μέγιστον· ἀπʼ οὐρανοῦ αἱματόεσσαι  

ῥεύσουσιν ψεκάδες ἀπολλυμένου βασιλῆος.  

πολλὰ δὲ ποιήσει ἄνομα, περὶ δʼ αὐχένᾳ θήσει  

ἄλγεα Ῥωμαίοις ἐπὶ μαντοσύναισι πεποιθώς·  

<!-- 60 -->συγκλήτου δʼ ὀλέσει κεφαλάς. λιμὸς δὲ καθέξει  

Καμπανοὺς Θρᾷκάς τε Μακηδόνας Ἰταλιήτας·  

μούνη δʼ Αἴγυπτος θρέψει πολυπληθέα φῦλα.  

παρθενικὴν δὲ κόρην μυστήριον ἐξαπατήσας  

αὐτὸς ἄναξ ὀλέσει δολίως· τὴν δʼ αὖ πολιῆται  

<!-- 65 -->ἀχνύμενοι θάψουσι· χόλον δʼ ἐπʼ ἀνάκτορι πάντες  

κατθέμενοι δολίως τοῦτον διαλωβήσονται.  

ἀνθούσῃ κρατερὸς Ῥώμῃ κρατεροῖσιν ὀλεῖται.  

δὶς δεκάτου δʼ ἀριθμοῦ ἄρξει πάλι κοίρανος ἄλλος·  

καὶ τότε Σαυρομάταις πόλεμοι καὶ κήδεα λυγρά  

<!-- 70 -->ἥξει καὶ Θρᾳξὶν καὶ ἀκοντισταῖσι Τριβαλλοῖς·  

καὶ πάντας Ῥωμαῖος Ἄρης διαδηλήσηται.  

σημεῖον δʼ ἔσται φοβερὸν τούτου κρατέοντος  

Ἰταλικῶν γαίης καὶ Παννονίων· περὶ δʼ αὐτάς  

νὺξ ἔσται σκοτόεσσα μέσῃ ἐνὶ ἤματος ὥρῃ  

<!-- 75 -->καὶ λάινος ὑετὸς ἀπʼ οὐρανοῦ· αὐτὰρ ἔπειτα  

κοίρανος ἴφθιμός τε δικασπόλος Ἰταλιήων  

βήσεται εἰν Ἀίδαο δόμοις ἰδίης ὑπὸ μοίρης.  

πεντήκοντʼ ἀριθμῶν πάλιν ἄλλος ἐλεύσεται ἀνήρ  

δεινὸς καὶ φοβερός· πολλοὺς δʼ αὐτὸς ἀπολέσσει  

<!-- 80 -->ἐκ πασῶν πόλεων ὄλβῳ γεγαῶτας ἀρίστους  

δεινὸς ὄφις φύσεως ὁ βραχὺς λόγος. ὅς ποτε χεῖρας  

ἡγεμόνας τανύσει καὶ ὀλεῖ καὶ πολλὰ τελέσσει  

ἀθλεύων ἐλάων κτείνων καὶ μυρία τολμῶν·  

καὶ τμήξει τὸ δίκυμον ὄρος, λύθρῳ δὲ παλάξει.  

<!-- 85 -->ἀλλʼ ἔσται καὶ ἄιστος ὀλοίιος Ἰταλίδαισιν  

ἰσάζων θεῷ αὐτόν, ἐλέγξει δῆμον ἑκόντα·  

εἰρήνη δʼ ἔσται βαθεῖα τούτου κρατέοντος.  

<!-- 90 -->ἀμφί ἑ παπταίνων θήσει δʼ ἀθλεύματα λαοῖς  

πολλὰ μάλʼ ἠδʼ αὐτὸς ἐναγώνιος ἀθλεύσειεν  

φωνῇ καὶ κιθάρῃ, νευρῇ μέλπων ἅμʼ ἀοιδήν·  

ὕστερον αὖ φύγεται λείψας βασιλήιον ἀρχήν,  

ὀλλύμενος δὲ κακῶς ἀποτίσεται, ὅσσα ἔοργεν.  

<!-- 95 -->τὸν μέτα τρεῖς ἄρξουσιν, ἐπωνυμίῃσι λαχόντες  

ἑβδομήκοντʼ ἀριθμὸν δύο κοίρανοι, εἷς δʼ ἐπὶ τούτοις  

στοιχείου τριτάτου· καὶ ἐπʼ ἄλλυδις ἄλλος ὀλεῖται  

Ἄρηι κρατερῷ ὑπὸ στρατιῆς παλαμάων.  

εἶτά τις εὐσεβέων ἥξει ὀλέτης μέγας ἀνδρῶν  

<!-- 100 -->κοίρανος, ὀμβριμόθυμος ἀνήρ, ἐγχέσπαλος Ἄρης,  

ἑπτάκις ὃς δεκάτην κεραίην δείκνυσι πρόδηλον·  

Φοινίκην ὀλέσει καὶ Συρίαν ἐξολοθρεύσει·  

ἥξει καὶ ῥομφαία ἐπὶ Σολυμηίδα γαῖαν  

ἄχρις ἐπʼ ἐσχατίας καμπῆς Τιβεριάδος ἅλμης.  

<!-- 105 -->αἰαῖ, Φοινίκη, ὅσα τλήσεαι ἡ βαρυπενθής·  

σφικτῇσι τροπαίησι, καὶ πᾶν ἔθνος σε πατήσει.  

αἰαῖ, ἐπʼ Ἀσσυρίους ἥξεις καὶ νήπια τέκνα  

ὄψει δουλεύοντα παρʼ ἀνδράσι δυσμενέεσσιν  

σύν τʼ ἀλόχοις καὶ παντὶ βίῳ, πλοῦτος δʼ ἀπολεῖται·  

<!-- 110 -->ὀργὴ γάρ τε θεοῦ ἐπελεύσεται ἡ βαρυπενθής,  

ὅττι μιν οὐκ ἐφύλαξαν ἑὸν νόμον, ἀλλʼ ἐπὶ πᾶσιν  

εἰδώλοις ἐλάτρευσαν ἀεικελίῃς τέχνῃσιν.  

πολλοὶ δʼ αὖ πόλεμοί τε μάχαι τʼ ἀνδροκτασίαι τε  

λιμοὶ καὶ λοιμοὶ ἀκαταστασίαι τε πολήων.  

<!-- 115 -->εἰς δὲ τὸ τέρμα βίου γεραρὸς βασιλεὺς μεγάθυμος  

αὐτὸς ἀριστεύων πέσεται στρατιῆς ὑπʼ ἀνάγκης.  

ἄρξουσιν μετέπειτʼ ἄλλοι δύο φῶτες ἄνακτες  

στέργοντες μνήμην πατέρος μεγάλου βασιλῆος  

πολλὰ δὲ κυδιάοντες ἐν ἀγχιπάλοισι μαχηταῖς.  

<!-- 120 -->ἔσται δʼ εἷς τούτων ἐσθλὸς καὶ κοίρανος ἀνήρ,  

τοὔνομα δὲ σχήσει τριακοσίων· ἀτὰρ οὗτος  

καππέσεται δολίως ἐνὶ στρατιῇσι τανυσθείς,  

βληθεὶς δʼ ἐν δαπέδῳ Ῥώμης ἀμφήκεϊ χαλκῷ.  

καί τις δʼ αὖ μετὰ τοῦτον ἀνήρ, κρατερὸς αἰχμητής,  

<!-- 125 -->τετράδος ἐκ κεραίης ἄρξει μεγάλης βασιλείης,  

ὃν πάντες στέρξουσι βροτοὶ κατʼ ἀπείρονα γαῖαν.  

καὶ τότε γʼ ἄμπαυσις πολέμου κατὰ κόσμον ἅπαντα  

ἔσται. ἀτὰρ τούτῳ κεν ἀφʼ ἑσπερίης μέχρις ἠοῦς  

πάντες δουλεύσουσιν ἑκούσιοι οὐδʼ ὑπʼ ἀνάγκης,  

<!-- 130 -->καὶ πόλεις αὐτόματοι ὑποχείριοι ἠδʼ ὑπόδουλοι  

ἔσσονται. μάλα γάρ μιν ἐπʼ αὐτῷ κῦδος ἐποίσει  

οὐράνιος Σαβαώθ, θεὸς ἄφθιτος αἰθέρι ναίων.  

καὶ τότε Παννονίην καὶ Κελτίδα γαῖαν ἅπασαν  

μειώσει λιμὸς καὶ ἐπʼ ἀλλήλοισιν ὀλέσσει.  

<!-- 135 -->ἔσσεται Ἀσσυρίοις, οὕσπερ παρακλύζει Ὀρόντης,  

κτίσματα καὶ κόσμος καὶ εἴ που τι μεῖζον ὁρᾶται.  

καὶ τούτους βασιλεὺς στέρξει μέγας ἠδʼ ἀγαπήσει  

ἔξοχα τῶν ἄλλων πολιητῶν· ἀλλὰ μὲν αὐτός  

δέξεται ὠτειλὴν μεγάλην ἐν στήθεϊ μέσσῳ,  

<!-- 140 -->εἰς τὸ τέλος βιότου δολίως ληφθεὶς ὑφʼ ἑταίρου  

εἴσω ἐνὶ ζαθέῳ μεγάλῳ βασιληίδος οἴκῳ  

καππέσεται τρωθείς· μετὰ δʼ αὐτὸν κοίρανος ἔσται  

πεντήκοντʼ ἀριθμῶν γεραρὸς βροτός, ὃς περὶ πάντα  

πολλοὺς ἐξολέσει Ῥώμης ἀστούς τε πολίτας·  

<!-- 145 -->ἀλλʼ ὀλιγαρχήσει· διὰ γὰρ πρότερον βασιλῆα  

βήσεται εἰν Ἀίδαο δόμοις τρωθεὶς μετόπισθεν.  

αὐτίκʼ ἔπειτʼ ἄλλος βασιλεὺς κρατερός τʼ αἰχμητής  

ὅς τε τριηκοσίων ἀριθμῶν λάχεν ἔντυπον ἀρχήν,  

ἄρξει καὶ Θρᾳκῶν γαίην πολυποίκιλον οὖσαν  

<!-- 150 -->ἐκπέρσει καὶ τοὺς ἐπὶ ἔσχατα βάρβαρα Ῥήνου  

Γερμανοὺς ναίοντας ὀιστοβόλους τʼ Ἴβηρας.  

αὐτίκʼ Ἰουδαίοις κακὸν ἔσσεται ἄλλο μέγιστον,  

Φοινίκη δʼ ἐπὶ τοῖς πίεται φόνον ὀμβρήεντα·  

τείχη δʼ Ἀσσυρίων πέσεται πολλοῖς πολεμισταῖς.  

<!-- 155 -->καὶ πάλιν ἐξολέσει τούτους θυμοφθόρος ἀνήρ.  

ἔσσονται δʼ ἤπειτα θεοῦ κρατέοντος ἀπειλαί,  

σεισμοὶ καὶ λιμοὶ μεγάλοι κατὰ γαῖαν ἅπασαν  

καὶ νιφετοὶ παρὰ καιρόν, ἀτὰρ μαλεροί τε κεραυνοί.  

καὶ τότε δὴ βασιλεὺς ὁ μέγας διὰ μῶλον Ἄρηος  

<!-- 160 -->Κελτὸς ὀρειοβάτης σπεύδων ἐπὶ δῆριν ἀγῶνος  

μοῖραν ἀεικελίην οὐ φεύξεται, ἀλλὰ καμεῖται·  

ὃν κόνις ἀλλοτρίη κρύψει νέκυν, οὔνομα δʼ εἴη  

ἄνθεος οὔνομʼ ἔχουσα· μετʼ αὐτὸν δʼ ἄλλος ἀνάξει  

ἀργυρόκρανος ἀνήρ, τοῦ δʼ ἔσσεται οὔνομα πόντου,  

<!-- 165 -->ἀρχὴν στοιχείου προφέρων, τετρασύλλαβος Ἄρης.  

οὗτος καὶ ναοὺς πόλεσιν πάσαις ἀναθήσει  

κόσμον ἐποπτεύων ἰδίῳ ποδί, δῶρα κομίζων,  

χρυσόν τʼ ἤλεκτρόν τε πολὺν πολλοῖσι παρέξει·  

οὗτος καὶ μαγικῶν μυστήρια πάντα καθέξει  

<!-- 170 -->ἐξ ἀδύτων· καὶ μὴν πολὺ φέρτερον ἀνθρώποισιν  

θήσει κοιρανέοντα ......... κεραυνός·  

εἰρήνη μακρὰ δὲ γενήσεται, ὁππόταν ἔσται  

οὗτος ἄναξ· ἔσται δὲ καὶ ἀγλαόφωνος ἀοιδός  

καὶ νομίμων μέτοχος θεμιστοπόλος τε δίκαιος·  

<!-- 175 -->αὐτὸς δʼ αὖ πέσεται μοίρῃ ἰδίῃ καταλύσας.  

τὸν μέτα τρεῖς ἄρξουσιν, ὁ δὲ τρίτος ὀψὲ κρατήσει  

τρεῖς δεκάδας κατέχων· αὐτὰρ μονάδος πάλι πρώτης  

ἄλλος ἄναξ ἄρξει· μετὰ δʼ αὐτὸν κοίρανος ἄλλος  

ἐκ δεκάδων ἑπτά· τοῖς οὐνόματʼ ἔσσεται ἐσθλά.  

<!-- 180 -->αὐτοὶ δʼ αὖτʼ ὀλέσουσι πολυστίκτους ἀνθρώπους,  

Βρεττανοὺς Μαύρους, μεγάλους Δάκας Ἄραβάς τε.  

ἀλλʼ ὁπόταν τούτων ὁ νεώτατος ἐξαπολεῖται,  

δὴ τότε Παρθίᾳ πάλιν ἐπελεύσεται Ἄρης  

δεινός, ὁ πρὶν τρώσας, καὶ εἰς τέλος ἐξαλαπάξει.  

<!-- 185 -->καὶ τότε δʼ αὐτὸς ἄναξ πέσεται δολίου ὑπὸ θηρός  

γυμνάζων παλάμας· πρόφασις δʼ αὕτη θανάτοιο.  

τὸν μέτα γʼ ἄλλος ἀνὴρ ἄρξει σοφὰ πολλά τε εἰδώς  

τοὔνομʼ ἔχων  <span class="gap">…</span> πρώτου κρατεροῦ βασιλῆος  

ἐκ μονάδος πρώτης· ἔσται δʼ ἀγαθός τε μέγας τε·  

<!-- 190 -->πολλὰ δʼ ἂν ἐκτελέσῃ κρατερὸς μεγάλοισι Λατίνοις  

μνήμης εἵνεκα πατρός· ἐς αὐτίκα τείχεα Ῥώμης  

κοσμήσει χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι  

ἔν τʼ ἀγοραῖς ναοῖς τε μολὼν σὺν φωτὶ κραταιῷ.  

καί ποτε Ῥωμαίοισιν ἀνασταχυώσεται ἕλκος  

<!-- 195 -->δεινότατον πολέμοις· χώρην δέ μιν ἐξαλαπάξει  

πᾶσαν Γερμανῶν, ὁπόταν μέγα σῆμα θεοῖο  

οὐρανόθεν προφανῇ καί τʼ ἄνδρας χαλκοκορυστάς  

τρυχομένους σώσειε διʼ εὐσεβίην βασιλῆος·  

αὐτῷ γὰρ θεὸς οὐράνιος μάλα πάνθʼ ὑπακούσει·  

<!-- 200 -->εὐξαμένῳ βρέξει παρακαίριον ὄμβριον ὕδωρ.  

ἀλλʼ ὁπόταν δὴ ταῦτα τελειωθῇ ἅπερ εἶπον,  

καὶ τότε δὴ βασιλεία κλυτὴ μεγάλοιο ἄνακτος  

εὐσεβέος λείψει περιτελλομένοις ἐνιαυτοῖς·  

εἰς δὲ τὸ τέρμα βίου τὸν ἑὸν γόνον ἀμφαναδείξας  

<!-- 205 -->εἰς βασίλειʼ ἀνιόντα θανεῖτʼ ἰδίης ὑπὸ μοίρης  

ξανθῷ κοιρανέοντι λιπὼν βασιλήιον ἀρχήν,  

ὃς δεκάδων ἕξει δύο τοὔνομα, πατρὸς ἑοῖο  

ἐκ γενετῆς βασιλεὺς γεγαὼς διαδέξεται ἀρχήν.  

οὗτος ἀνὴρ ἕξει περισσοτέρῳ τε λογισμῷ  

<!-- 210 -->πάντα, μάλα μεγάθυμον ὑπέρβιον Ἡρακλῆα  

ζηλώσει καὶ ὅπλοισιν ἀριστεύσει κρατεροῖσιν  

ἔν τε κυνηγεσίαισι καὶ ἱππείαισι μέγιστον  

κῦδος ἔχων· σφαλερῶς δὲ βιώσεται οἰόθεν οἶος.  

σῆμα δέ τοι ἔσται φοβερὸν τούτου κρατέοντος·  

<!-- 215 -->ἐν δαπέδῳ Ῥώμης ἔσται νεφέλη ὀμίχλη τε,  

ὡς ἕτερον μὴ ὁρᾶν μερόπων τὸν πλησίον αὐτοῦ.  

καὶ τότε δὴ πόλεμοί τε ὁμοῦ καὶ κήδεα λυγρά,  

ὁππόταν αὐτὸς ἄναξ ἐρωτομανής, ὁ μεμηνώς  

ἥξει ἐπαισχύνων τὸ ἑὸν γένος ἐν λεχέεσσιν  

<!-- 220 -->αἰσχρὸς ἀβουλεύτοις ἐπʼ οὐχ ὁσίοις ὑμεναίοις.  

δὴ τότε χηροσύνῃ κρυφθεὶς μέγας οὔλιμος ἀνήρ  

μῆνιν ὑποσχόμενος κακὰ χώσεται ἐν βαλανείῳ,  

ἀνὴρ ἀνδροφόνος δολίαις μοίραισι πεδηθείς.  

ἴσθι τότε Ῥώμης ὀλοὸν χρόνον ἐγγὺς ἐόντα  

<!-- 225 -->ζήλου κοιρανίης ἕνεκεν· πολλοὶ δʼ ἀπολοῦνται  

Παλλαδίοισι δόμοισιν ὑπʼ Ἄρηος παλαμάων.  

καὶ τότε χηρεύσει Ῥώμη καὶ πάντʼ ἀποτίσει,  

ὅσσα πάρος μούνη πολέμοις πολλοῖσιν ἔδρασεν.  

κλαίει μοι κραδίη, κλαίει δέ μοι ἔνδοθεν ἦτορ·  

<!-- 230 -->ἐξότε γὰρ πρῶτος βασιλεύς, ὑψαύχενε Ῥώμη,  

εἷς νόμον ἐσθλὸν ἔθηκεν ἐπιχθονίοις ἀνθρώποις  

ἐννεακαιδεκάτης βασιληίδος ἄχρι τελευτῆς  

δὶς ἑκατὸν δὶς εἴκοσι δὶς δύο πληρωθείη  

<!-- 235 -->πρὸς τοῖς ἓξ μησὶν ἐτέων χρόνος· εἶτα γενέθλην — — — — — — — — — — — — — — — —  

χήρην εἰκοστὸς βασιλεύς, ὅτε σοῖσι μελάθροις  

φασγάνῳ αἷμα χέῃ βεβολημένος ὀξέι χαλκῷ,  

ὀγδοήκοντʼ ἀριθμὸν ἔτεος στοιχεῖον ὃ δηλοῖ  

οὔνομα καὶ βαρὺ γῆρας ἔχων· χήρην δὲ ποιήσει  

<!-- 240 -->εἰν ὀλίγῳ καιρῷ, ὁπόταν πολλοὶ πολεμισταί  

πολλοὶ πρηνισμοί τε φόνοι τʼ ἀνδροκτασίαι τε  

οὐλόμεναί τʼ ἔριδες καὶ ὀιζύες εἵνεκα νίκης  

κοιρανίης, πολλοί τʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες  

ἐν δαπέδῳ πολέμοισι δαϊζόμενοι πεσέονται.  

<!-- 245 -->καὶ τότε δʼ ἄλλος ἀνὴρ ἥξει δεκάτου ἀριθμοῖο  

οὐνόματος σημεῖον ἔχων καὶ πολλὰ ποιήσει  

ἄλγεα καὶ στοναχάς, πολλοὺς δέ τοι ἐξαλαπάξει·  

ὠκύμορος δʼ αὐτὸς πάλιν ἔσσεται ἠδὲ πεσεῖται  

Ἄρηι κρατερῷ βληθεὶς αἴθωνι σιδήρῳ.  

<!-- 250 -->ἄλλος πεντήκοντʼ ἀριθμῶν ἥξει πολεμιστής  

κοιρανίης ἕνεκεν ἀπʼ ἀντολίης ἐπεγερθείς·  

μέχρι δὲ καὶ Θρῄκης ἥξει πολεμήιος Ἄρης·  

καὶ φύγεται μετέπειτα καὶ εἰς Βιθυνῶν πέδον ἥξει  

καὶ Κιλίκων δάπεδον· ταχὺ δʼ αὐτὸν χάλκεος Ἄρης  

<!-- 255 -->Ἀσσυρίοις πεδίοις θυμοφθόρος ἐξαλαπάξει.  

καὶ τότε κρατῆσαι δολίως ἐπιτήδεια εἰδώς  

ἀνὴρ ποικιλόμητις ἀφʼ ἑσπερίης ἐπεγερθείς,  

οὔνομα δὲ σχήσει διακοσίων ἀριθμοῖο  

σημεῖον· πολὺ μᾶλλον ὑπὲρ βασιληίδος ἀρχῆς  

<!-- 260 -->συστήσει πόλεμον, κατʼ Ἀσσυρίων ἀνθρώπων  

συλλέξας πᾶσαν στρατιήν, καὶ πάντʼ ὑποτάξει.  

Ῥωμαίοις δʼ ἄρξει τὸ μέγα κράτος· ἐν φρεσὶ δʼ αὐτοῦ  

πολλὴ μηχανίη, ὀλοόφρονος Ἄρεος ὀργή·  

δεινὸς ὄφις πόλεμόν τε βαρύς, ὃς πάντας ὀλέσσει  

<!-- 265 -->ὑψηλοὺς γεγαῶτας ἐπιχθονίους ἀνθρώπους,  

ἐσθλοὺς δὲ κτείνας πλούτου χάριν, οἷά τε ἀστήρ,  

συλήσας χθόνα πᾶσαν ἀπολλυμένων ἀνθρώπων, — — — — — — — — — — — — — — — —  

θήσει ἐπʼ ἀντολίην· καὶ πᾶς δόλος ἔσσεται αὐτοῖς.  <span class="gap">…</span>  

ἔνθʼ ὅτε νηπίαχος Καῖσαρ σὺν τῷ βασιλεύσῃ  

<!-- 270 -->τοὔνομʼ ἔχων βριαροῖο Μακηδονίοιο ἄνακτος  

στοιχείου ἀρχομένου· περὶ δʼ αὐτοῦ μῶλος ἀπάξας  

ἐκφύγεται δόλον αἰπὺν ἐπερχομένου βασιλῆος  

ἐν κόλποις στρατιῆς· ὁ δὲ βαρβαρικοῖσιν ἐθισμοῖς  

ἄρχων ἐξαπίνης, ὁ νεωκόρος, ἐξαπολεῖται  

<!-- 275 -->Ἄρηι κρατερῷ δμηθεὶς αἴθωνι σιδήρῳ·  

τὸν καὶ τεθνηῶτα λαὸς διαδηλήσηται.  

καὶ τότε δὴ βασιλεῖς Περσῶν ἐπαναστήσονται  

κ........ Ῥωμαῖος Ἄρης Ῥωμαῖον ἄνακτα.  

καὶ Φρυγίη σεισμοῖσι πολυμήλη στοναχήσει.  

<!-- 280 -->αἰαῖ Λαοδίκεια, αἰαῖ Ἱεράπολι τλήμων·  

ὑμᾶς γὰρ πρώτας ποτʼ ἐδέξατο γαῖα χανοῦσα.  

Ῥώμης ......... πελώρια Αὐσ.......  

πάνθʼ ὅσα ....................  

οἰμώξει ...... ἀπολλυμένων ἀνθρώπων  

<!-- 285 -->Ἄρεος ἐν παλάμῃσι· κακὴ δέ σοι ἔσσεται αἶσα  

ἀνδρῶν· αὐτὰρ ἔπειτα καὶ ἀντολίης διʼ ὁδοῖο  

σπεύδων Ἰταλίην κατιδεῖν αἴθωνι σιδήρῳ  

γυμνωθεὶς πέσεται διὰ μητέρα μῖσος ἀγείρας.  

ὧραι γὰρ πάντα ..........τάρτη δʼ ἄλλο καθέξει  

<!-- 290 -->αἰθομένου ....... τὸ δʼ οὐχ ἅμα πάντες ἴσασιν·  

οὐ γὰρ πάντων πάντα· μόνοι δʼ ἐπὶ τέρψιν ἔσονται,  

οἳ θεὸν ἀσκήσουσι καὶ εἰδώλων ἐλάθοντο.  

νῦν δέ, ἄναξ κόσμου, βασιλεῦ πάσης βασιλείας  

ἄψευστʼ ἀθάνατε—σὺ γὰρ εἰς ἐμὸν ἦτορ ἔθηκας  

<!-- 295 -->αὐδὴν ἀμβροσίην—παῦσον λόγον· οὐδὲ γὰρ οἶδα,  

οἷα λέγω· σὺ γὰρ εἶ ἐν ἐμοὶ ὁ τὰ πάντʼ ἀγορεύων.  

βαιὸν δʼ ἄμπαυσόν με καὶ ἱμερόεσσαν ἀοιδήν  

κάτθες ἐμῆς κραδίης· κέκμηκε γὰρ ἔνδοθεν ἦτορ  

θεσπεσίων ἐπέων, προλέγον βασιληίδας ἀρχάς.  

<!-- 13 -->

Σιβύλλης λόγος ιγʹ.

  

θεὸν ἀείδειν με λόγον κέλεται μέγαν ..  

ἅγιος ἀθάνατος θεὸς ἄφθιτος, ὃς βασιλεῦσιν  

δῶκε κράτος καὶ ἀφείλατʼ ἰδὲ χρόνον ὥρισεν αὐτοῖς  

ἀμφοτέρων, ζωῆς τε καὶ οὐλομένου θανάτοιο.  

<!-- 5 -->καὶ τὰ μὲν οὐράνιός με θεὸς ἀέκουσαν ἐπείγει  

ἀγγέλλειν βασιλεῦσιν ὑπὲρ βασιληίδος ἀρχῆς.  <span class="gap">…</span>  

καὶ δόρυ θοῦρος Ἄρης· ὑπὸ δʼ αὐτοῦ πάντες ὀλοῦνται,  

νηπίαχος γεγαώς τε θεμιστεύει ἀγοραῖσιν·  

πολλοὶ γὰρ πόλεμοί τε μάχαι τʼ ἀνδροκτασίαι τε  

<!-- 10 -->λιμοὶ καὶ λοιμοὶ σεισμοὶ μαλεροί τε κεραυνοί  

ἀσσυρίων τε πόροι πολλοὶ κατὰ κόσμον ἅπαντα  

ἠδὲ λεηλασίη τε καὶ ἱεροσυλία ναῶν.  

καὶ τότε δὴ Περσῶν ἐπανάστασις ἀλφηστήρων  

Ἰνδῶν τʼ Ἀρμενίων τʼ Ἀράβων θʼ ἅμα· καὶ περὶ τούτοις  

<!-- 15 -->Ῥωμαῖος πελάσει βασιλεὺς πολέμου ἀκόρητος  

αἰχμητὰς ἐπάγων καὶ ἐπʼ Ἀσσυρίους, νέος Ἄρης·  

ἄχρις ἐπʼ Εὐφράτην τε βαθύρροον ἀργυροδίνην  

ἐκτανύσει πέμψας λόγχην πολεμήιος Ἄρης  

ιδετεωσ ἕνεκα· καὶ γὰρ προδοθεὶς ὑφʼ ἑταίρου  

<!-- 20 -->καππέσετʼ ἐν τάξει τυφθεὶς αἴθωνι σιδήρῳ.  

αὐτίκα δʼ αὖτʼ ἄρξειε φιλοπόρφυρος αἰχμητής τε  

ἐκ Συρίης προφανείς, Ἄρεος φόβος, ἔν τε καὶ υἱῷ  

Καίσαρι καὶ πέρσει πᾶσαν χθόνα· τοὔνομα δʼ αὐτοῖς  

ἓν πέλετʼ ἀμφοτέροισιν· ἐπὶ πρώτου κεἰκοστοῦ  

<!-- 25 -->πένθʼ ἑκατοντάδες εἰσὶ τεθειμέναι. ἡνίκα δʼ οὗτοι  

ἐν πολέμοις ἄρξουσι, θεμιστονόμοι δὲ γένωνται,  

ἄμπαυσις πολέμου βαιὸν ἔσσεται, οὐκ ἐπὶ δηρόν·  

ἀλλʼ ὁπόταν ποίμνῃ λύκος ὅρκια πιστώσηται  

πρὸς κύνας ἀργιόδοντας, ἔπειτα δὲ δηλήσηται  

<!-- 30 -->βλάψας εἰροπόκους ὄιας, περὶ δʼ ὅρκια ῥίψει·  

καὶ τότε δῆρις ἄθεσμος ὑπερφιάλων βασιλήων  

ἔσσεται ἐν πολέμοισι, Σύροι δʼ ἔκπαγλʼ ἀπολοῦνται,  

Ἰνδοί τʼ Ἀρμένιοί τʼ Ἄραβες Πέρσαι Βαβυλῶνες.  

ἀλλήλους ὀλέσουσι διὰ κρατερὰς ὑσμίνας.  

<!-- 35 -->ἀλλʼ ὁπόταν Ῥωμαῖος Ἄρης Γερμανὸν ὀλέσσῃ  

Ἄρεα νικήσας θυμοφθόρον ὠκεανοῖο,  

δὴ τότε καὶ Πέρσῃσιν, ὑπερφιάλοις ἀνθρώποις,  

πουλυετὴς πόλεμος, νίκη δʼ οὐκ ἔσσεται αὐτοῖς·  

ὡς γὰρ ἐφʼ ὑψηλῆς πολυδειράδος ἠνεμοέσσης  

<!-- 40 -->ἠλιβάτου πέτρης ἰχθὺς οὐ νήχετʼ ἐπʼ ἄκρης  

οὐδὲ χέλυς πέταται, αἰετὸς δʼ οὐ νήχετʼ ἐς ὕδωρ,  

οὕτω καὶ Πέρσαι μακρόθεν νίκης γεγάωσιν  

ἤματι τῷ, ἐφʼ ὅσον τε φίλη τροφὸς Ἰταλιήων  

κειμένη ἐν πεδίῳ Νείλου παρὰ θέσφατον ὕδωρ  

<!-- 45 -->ἑπταλόφῳ Ῥώμῃ ὥρης ἀπόμοιραν ἰάλλοι.  

ταῦτα δὲ πέπρωται· ὅσσον δέ τοι οὔνομα, Ῥώμη,  

εἰν ἀριθμοῖς ἔσχεν ψηφιζομένοιο χρόνοιο,  

τοσσούτους λυκάβαντας ἑκοῦσά σε σιτομετρήσει,  

δῖα πόλις μεγάλη Μακηδονίοιο ἄνακτος.  

<!-- 50 -->ἄλλο δʼ ἄχος πολύμοχθον Ἀλεξανδρεῦσιν ἀείσω  

ὀλλυμένοις διὰ δῆριν ἀεικελίων ἀνθρώπων.  

ἄρσενες οἱ πρότερον δειλοὶ καὶ ἀνάλκιδες ὄντες  

εἰρήνην στέρξουσι διʼ ἡγεμόνων κακότητα.  

καὶ χόλος Ἀσσυρίοις ἥξει μεγάλοιο θεοῖο  

<!-- 55 -->αὐτούς τʼ ἐξολέσει ποταμοῦ χείμαρρος, ὃς ἐλθών  

Καίσαρος ἐς πτολίεθρα Χαναναίους ἀδικήσει.  

Πύραμος ἀρδεύσει Μόψου πόλιν, ἔνθα πεσοῦνται  

Αἰγαῖοι διὰ δῆριν ὑπερμενέων ἀνθρώπων.  

τλήμων Ἀντιόχεια, σὲ δʼ οὐ λείψει βαρὺς Ἄρης  

<!-- 60 -->Ἀσσυρίου πολέμοιο ἐπειγομένου περὶ σεῖο·  

σοῖς γὰρ ἐνὶ μελάθροισι κατοικήσει πρόμος ἀνδρῶν,  

ὃς Πέρσας μὲν ἅπαντας ὀιστοβόλους πολεμήσει,  

αὐτὸς Ῥωμαίων γεγαὼς βασιληίδος ἀρχῆς.  

νῦν κοσμεῖσθε, πόλεις Ἀράβων, ναοῖς σταδίοις τε  

<!-- 65 -->ἠδʼ ἀγοραῖς πλατείαις τε καὶ ἀγλαοφεγγέι πλούτῳ  

καὶ ξοάνοις χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·  

ἐκ πάντων δὲ μάλιστα μαθηματική περ ἐοῦσα  

Βόστρα Φιλιππόπολίς τε, ἵνʼ ἔλθῃς εἰς μέγα πένθος  

οὐ γάρ σʼ ὀνήσει σφαιρώματα καγχαλόωντα  

<!-- 70 -->ζῳδιακοῦ κύκλου, Κριὸς Ταῦρος Δίδυμοί τε,  

ἠδʼ ὁπόσοι σὺν τοῖσιν ἐν οὐρανῷ ἰνδάλλονται  

ἀστέρες ὡρονόμοι, τλήμων, πόλλʼ οἷς σὺ πέποιθας,  

ὁππόταν ἦμαρ ἐκεῖνο τὸ σὸν μετόπισθε πελάσσῃ.  

νῦν δὲ φιλοπτολέμοισιν Ἀλεξανδρεῦσιν ἀείσω  

<!-- 75 -->δεινοτάτους πολέμους· πουλὺς δʼ ἄρα λαὸς ὀλεῖται  

ἀστῶν ὀλλυμένων ὑπʼ ἀντιπάλων πολιητῶν  

μαρναμένων στυγερῆς ἔριδος χάριν, ἀμφὶ δὲ τούτοις  

ἀίξας φοβερωπὸς Ἄρης στήσει πολέμοιο. —  

καὶ τότε δʼ αὖ μεγάθυμος ἑῷ σὺν παιδὶ κραταιῷ  

<!-- 80 -->καππέσεται δολίως διὰ πρεσβύτερον βασιλῆα.  

τὸν μέτα δʼ αὖτʼ ἄρξει κρατερᾶς Ῥώμης ἐριθήλου  

ἄλλος ἄναξ μεγάθυμος ἐπιστάμενος πολεμίζειν,  

Δακῶν ἐξαναδύς, τριηκοσίων ἀριθμοῖο·  

ἔσσεται ἐκ τετράδος κεραίης, πολλοὺς δʼ ἀπολέσσει,  

<!-- 85 -->καὶ τότε δὴ μάλα πάντας ἀδελφειούς τε φίλους τε  

ἐξολέσει βασιλεύς, καὶ ἀποφθιμένων βασιλήων·  

αὐτίκα δʼ αὖ πιστῶν τε λεηλασίαι τε φόνοι τε  

ἔσσοντʼ ἐξαπίνης διὰ πρότερον βασιλῆα.  

ἔνθʼ ὁπόταν δολόμητις ἀνὴρ ἐπὶ κλίνης ἔλθῃ,  

<!-- 90 -->λῃστὴς ἐκ Συρίης προφανείς, Ῥωμαῖος ἄδηλος,  

καὶ πελάσει δολίως ἐς Καππαδόκων γένος ἀνδρῶν  

καὶ πολιορκήσας πέσεται πολέμου ἀκόρητος,  

δὴ τότε σοι, Τύανα καὶ Μάζακα, ἔσσεθʼ ἅλωσις·  

λατρεύσεις, τούτῳ δὲ ὑπὸ ζυγὸν αὐχένα θήσεις·  

<!-- 95 -->καὶ Συρίη κλαύσειεν ἀπολλυμένων ἀνθρώπων  

οὐδὲ Σεληναίη τότε ῥύσεται ἱερὸν ἄστυ.  

ἡνίκʼ ἂν ἐκ Συρίης φθάμενος περιφυξανασέλγην  

Ῥωμαίους προφυγὼν διὰ Εὐφρήταο ῥοάων,  

οὐκέτι Ῥωμαίοις ἐναλίγκιος, ἀλλʼ ἀγερώχοις  

<!-- 100 -->ἰοβόλοις Πέρσαις, τότε κοίρανος Ἰταλιητῶν  

καππέσετʼ ἐν τάξει τυφθεὶς αἴθωνι σιδήρῳ  

ὃν κόσμον ἐάσας· ἐπὶ δʼ αὐτῷ παῖδες ὀλοῦνται.  

ἀλλʼ ὁπόταν γʼ ἄλλος βασιλεὺς Ῥώμης βασιλεύσῃ,  

καὶ τότε Ῥωμαίοις ἀκατάστατα ἔθνεα ἔλθῃ  

<!-- 105 -->οὖλος Ἄρης σὺν παιδὶ νόθῳ ἐπὶ τείχεα Ῥώμης.  

καὶ τότε δὴ λιμοὶ λοιμοὶ μαλεροί τε κεραυνοί  

καὶ πόλεμοι δεινοὶ ἀκαταστασίαι τε πολήων  

ἔσσοντʼ ἐξαπίνης· Σύροι δʼ ἔκπαγλʼ ἀπολοῦνται·  

ἥξει γὰρ τούτοις μέγας χόλος Ὑψίστοιο  

<!-- 110 -->αὐτίκα δὴ Περσῶν ἐπανάστασις ἀλφηστήρων,  

Ῥωμαίους δʼ ὀλέσουσι Σύροι Πέρσῃσι μιγέντες·  

ἀλλʼ οὐ νικήσουσιν ὅμως θεοκράντορι βουλῇ.  

αἶ, ὁπόσοι φεύξονται ἀπʼ ἀντολίης γεγαῶτες  

σὺν κτεάτεσσιν ἑοῖσιν ἐς ἀλλοθρόους ἀνθρώπους·  

<!-- 115 -->αἶ, ὁπόσων ἀνδρῶν πίεται χθὼν αἷμα κελαινόν·  

ἔσται γὰρ χρόνος οὗτος, ἐν ᾧ ποτε τοῖς τεθνεῶσιν  

οἱ ζῶντες μακαρισμὸν ἀπὸ στομάτων ἐνέποντες  

φθέγξονται καλὸν τὸ θανεῖν καὶ φεύξετʼ ἀπʼ αὐτῶν.  

ἄρτι δὲ σέ, τλήμων Συρίη, κατοδύρομαι οἰκτρῶς·  

<!-- 120 -->ἥξει καὶ πληγή σοι ἀπʼ ἰοβόλων ἀνθρώπων  

δεινή, ἥν τοι οὔποτʼ ἐπήλπισας ἥξουσάν σοι.  

ἥξει καὶ Ῥώμης ὁ φυγάς, μέγα ἔγχος ἀείρας,  

Εὐφράτην διαβὰς πολλαῖς ἅμα μυριάδεσσιν,  

ὅς σε καταφλέξει καὶ πάντα κακῶς διαθήσει.  

<!-- 125 -->τλήμων Ἀντιόχεια, σὲ δὲ πτόλιν οὔποτʼ ἐροῦσιν,  

ὁππόταν ἀφροσύνῃσι τεαῖς ὑπὸ δούρασι πίπτῃς·  

πάντα δὲ συλήσας καὶ γυμνώσας σε προλείψει  

ἄστεγον ἀοίκητον· ἄφνω δέ σε κλαύσεθʼ ὁρῶν τις.  

καὶ σὺ θρίαμβος ἔσῃ, Ἱεράπολι, καὶ σύ, Βέροια·  

<!-- 130 -->Χαλκίδι συγκλαύσαιτε νεοτρώτοις ἐπὶ τέκνοις.  

αἶ, ὁπόσοι ναίουσι  <span class="gap">…</span> Κάσιον ὄρος αἰπύ,  

ἠδʼ ὁπόσοι κατʼ Ἀμανόν, ὅσους δὲ Λύκος παρακλύζει,  

Μαρσύας δὲ ὅσους καὶ Πύραμος ἀργυροδίνης·  

ἄχρι τε γὰρ Ἀσίης περάτων θήσουσι λάφυρα,  

<!-- 135 -->ἄστεα γυμνώσαντες, ὅλων δʼ εἴδωλʼ ἀφελοῦνται  

καὶ ναοὺς ῥίψουσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ.  

καί ποτε Γαλλίῃ καὶ Παννονίῃ μέγα πῆμα  

Μυσοῖς Βιθυνοῖς θʼ, ὁπόταν ἥξει πολεμιστής.  

ὦ Λύκιοι, Λύκιοι, λύκος ἔρχεται αἷμα λιχμῆσαι,  

<!-- 140 -->Σάννοι ὅταν ἔλθωσι σὺν Ἄρηι πτολιπόρθῳ  

καὶ Κάρποι πελάσωσιν ἐπʼ Αὐσονίοισι μάχεσθαι.  

καὶ τότε δὴ νόθος υἱὸς ἑῇ ὑπʼ ἀναιδέι τόλμῃ  

ἐξολέσει βασιλῆα, παραυτίκα δʼ αὐτὸς ὀλεῖται  

δυσσεβίης ἕνεκεν· μετὰ δʼ αὖτʼ ἄρξει πάλιν ἄλλος  

<!-- 145 -->ἀρχὴν οὐνομάτεσσι φέρων· ταχὺ δʼ αὖτε πεσεῖται  

Ἄρηι κρατερῷ βληθεὶς αἴθωνι σιδήρῳ.  

καὶ πάλι κόσμος ἄκοσμος ἀπολλυμένων ἀνθρώπων  

λοιμῷ καὶ πολέμῳ. Πέρσαι δʼ ἐπὶ μῶλον Ἄρηος  

αὖτις ἐφορμήσουσι μεμηνότες Αὐσονίοισιν.  

<!-- 150 -->καὶ τότε Ῥωμαίων φυγὴ ἔσσεται· αὐτὰρ ἔπειτα  

ἀρητὴρ ἥξει ὁ πανύστατος ἡλιόπεμπτος  

ἐκ Συρίης προφανεὶς καὶ πάντα δόλῳ διαπράξει.  

καὶ τότε δʼ ἠελίου πόλις ἔσσεται· ἀμφὶ δʼ ἄρʼ αὐτῇ  

Πέρσαι Φοινίκων φοβερὰς τλήσονται ἀπειλάς.  

<!-- 155 -->ἡνίκα δʼ αὖτʼ ἄρξουσιν ὑπερμενέων Ῥωμαίων  

ἄνδρες ἀρηίθοοι δύο κοίρανοι· ὃς μὲν ἐφέξει  

ἑβδομήκοντʼ ἀριθμόν, ὁ δὲ τριτάτου ἀριθμοῖο·  

καὶ τότε δʼ ὑψαύχην ταῦρος σκάπτων ὀνύχεσσιν  

γαῖαν καὶ κέρασιν κονίην δισσοῖσιν ἐγείρων,  

<!-- 160 -->ἑρπυστὴν κυανόχρωον δράσει κακὰ πολλά  

ὁλκὸν σύροντα φολίσιν· ἐπὶ δʼ αὐτὸς ὀλεῖται.  

ἠυκέρως δʼ ἔλαφος μετὰ τόνδʼ ἥξει πάλιν ἄλλος  

πεινάων κατʼ ὄρη μεμαὼς ἐν γαστρὶ πάσασθαι  

ἰοβόλους θῆρας· τότʼ ἐλεύσεται ἡλιόπεμπτος  

<!-- 165 -->δεινός τε φοβερός τε λέων πνείων φλόγα πολλήν.  

δὴ τόθʼ ὅ γʼ αὖτʼ ὀλέσει πολλῇ καὶ ἀναιδέι τόλμῃ  

εὐκεράωτʼ ἔλαφόν τε θοὸν καὶ θῆρα μέγιστον  

ἰοβόλον φοβερὸν συρίγματα πόλλʼ ἀφιέντα  

λοξοβάτην τε τράγον, ἐπὶ δʼ αὐτῷ κῦδος ὀπηδεῖ·  

<!-- 170 -->αὐτὸς δὴ ὁλόκληρος ἀλώβητος καὶ ἄπλητος  

ἄρξει Ῥωμαίων, Πέρσαι δʼ ἔσσοντʼ ἀλαπαδνοί.  

ἀλλὰ ἄναξ, βασιλεῦ κόσμου, θεέ, παῦσον ἀοιδήν  

ἡμετέρων ἐπέων, δὸς δʼ ἱμερόεσσαν ἀοιδήν.  

<!-- 14 -->

Σιβύλλης λόγος ιδʹ.

  

Ἄνθρωποι, τί μάτην ὡς ἀθάνατοί περ ἐόντες  

καὶ βραχὺ κοιρανέοντες ἄγαν ὑψηλὰ φρονεῖτε  

καὶ βασιλεύειν πάντες ὑπὲρ θνητοὺς ἐθέλοντες,  

οὐχὶ νοοῦντες, ὅτι φιλοκοιρανίην θεὸς αὐτός  

<!-- 5 -->ἐχθαίρει, τὰ μάλιστα δʼ ἀπληστοκόρους βασιλῆας  

δεινοὺς δυσσεβέας, σκοτίην δʼ ἐπὶ τοῖσιν ἐγείρει·  

οὕνεκεν ἀντʼ ἀγαθῶν ἔργων δικαίων τε λογισμῶν  

φάρεα πορφύρεα χλαίνας προύκριναν ἅπαντες  

τοὺς πολέμους ποθέοντες ὀιζύας τε φόνους τε·  

<!-- 10 -->ὠκυμόρους θήσει θεὸς ἄφθιτος αἰθέρι ναίων  

τούτους ἐκπέρσας καὶ ἐπʼ ἄλλυδις ἄλλον ὀλέσσει.  

ἀλλʼ ὁπόταν ταύρων ὀλετὴρ ᾗ ἀλκὶ πεποιθώς  

ἠύκομος βλοσυρὸς ἥξῃ καὶ πάντας ὀλέσσῃ  

καὶ νομέας θραύσῃ, βίη δʼ οὐκ ἔσσεται αὐτοῖς,  

<!-- 15 -->εἰ μὴ ἄρʼ ὠκύτητι ποδῶν σκύλακες διὰ βήσσας  

εἰς ἔριν ἀντήσουσι διωκέμεναι μεμαῶτες·  

τὸν δὲ λέοντʼ ἐδίωξε κύων ὀλέκοντα νομῆας.  

καὶ τότʼ ἄναξ ἔσται τετρασύλλαβος ἀλκὶ πεποιθώς  

ἐκ μονάδος προφανείς· ταχὺ δʼ αὐτὸν χάλκεος Ἄρης  

<!-- 20 -->ἐξολέσει διὰ δῆριν ἀπληστοκόρων ἀνθρώπων.  

ἄρξουσιν μετέπειτʼ ἄλλοι δύο φῶτες ἄνακτες  

ἄμφω τεσσαράκοντʼ ἀριθμῶν· μεγάλη δʼ ἐπὶ τούτοις  

ἔσσεται εἰρήνη κόσμοιο παντί τε δήμῳ  

καὶ θέμις ἠδὲ δίκη· τοὺς δʼ αὖ κορυθαίολοι ἄνδρες  

<!-- 25 -->χρυσοῦ δευόμενοι καὶ ἀργύρου οὕνεκα τούτου  

δυσσεβέως κτείνουσιν ἐνὶ παλάμῃσι λαβόντες.  

καὶ τότε δʼ αὖτʼ ἄρξει δεινὸς νέος ἀγχιμαχητής  

κοίρανος ἑβδομήκοντʼ ἀριθμῶν, θυμοφθόρος αἴθων,  

ὃς λαὸν Ῥώμης ἀσεβῶς στρατιῇ παραδώσει  

<!-- 30 -->κτεινόμενον κακότητι διὰ μῆνιν βασιλήων  

πρηνίξας πᾶσάν τε πόλιν κλεινήν τε Λατίνων.  

Ῥώμην δʼ οὐκέτι ἔστιν ἰδεῖν οὐδʼ ἔστιν ἀκοῦσαι  

οἵαν περ πρώην εἶδεν τοίαν παροδίτης·  

πάντα γὰρ ἐν σποδιῇ τάδε κείσεται οὐδέ τις ἔργων  

<!-- 35 -->ἔσται φειδωλή· ὅλος γὰρ ἐλεύσεται αὐτός  

οὐρανόθεν, πρηστῆρας ἀπʼ αἰθέρος ἠδὲ κεραυνούς  

ἀνθρώποις πέμψει θεὸς ἄμβροτος· οὓς μὲν ὀλέσσει  

σκηπτοῖς αἰθομένοις, οὓς δʼ αὖ κρυεροῖσι κεραυνοῖς.  

καὶ τότε δὴ κτανέουσιν ἀναιδέα κοίρανον αἰνόν  

<!-- 40 -->νηπίαχοι Ῥώμης κρατερᾶς Ῥώμης τε Λατῖνοι.  

οὔτοι τεθνηῶτι κόνις περικείσετʼ ἐλαφρή,  

ἀλλὰ κυσὶν μέλπηθρα καὶ οἰωνοῖς τε λύκοις τε  

ἔσσεται, οὕνεκα δῆμον Ἀρήιον ἐξενάριξεν.  

τὸν μέτα τεσσαράκοντʼ ἀριθμῶν ἄρξει κλυτὸς ἄλλος  

<!-- 45 -->Παρθολέτης Γερμανολέτης θῆρας καταλύσας  

δεινοὺς ἀνδροφόνους, οἳ ἐπʼ ὠκεανοῖο ῥοῇσιν  

ἠδὲ καὶ Εὐφράταο διηνεκέως ἐφέπουσιν.  

καὶ τότε δὴ Ῥώμη πάλιν ἔσσεται ὡς τὸ πρὶν ἦεν.  

αὐτὰρ ἐπὴν ἔλθῃσι μέγας λύκος ἐν δαπεδοῖς οἷς,  

<!-- 50 -->κοίρανος ἐκ δυσμῶν ἐπιβὰς μετέπειτα θανεῖται  

Ἄρηι κρατερῷ δεδαϊγμένος ὀξέι χαλκῷ.  

καὶ τότε δʼ αὖτʼ ἄρξει ὑπερμενέων Ῥωμαίων  

ἄλλος Ἄρης μεγάθυμος ἀπʼ Ἀσσυρίης ἀναδειχθείς  

γράμματος ἀρχομένου πολέμοισί τε πάνθʼ ὑποτάξει  

<!-- 55 -->αὐτὸς καὶ στρατιῇσιν ὁμοῦ ἀρχὴν ἐπιδείξει  

καὶ θεσμοὺς θήσει· ταχὺ δʼ αὐτὸν χάλκεος Ἄρης  

ἐξολέσει δολίοισιν ἐπὶ στρατιῇσι πεσόντα.  

τὸν μέτα τρεῖς ἄρξουσιν ὑπέρβιον ἦτορ ἔχοντες,  

ὃς μὲν ἔχων ἀριθμὸν μονάδος, δεκάδων δέ τε τρισσῶν  

<!-- 60 -->εἷς, ἕτερος δὲ ἄναξ τε τριηκοσίοισι μεθέξει·  

σχέτλιοι, οἳ χρυσόν τε καὶ ἄργυρον ἐν πυρὶ πολλῷ  

χωνεύσουσι, ναῶν ἱδρύματα χειροποιήτων,  

καὶ στρατιαῖς δώσουσιν ὁπλιζόμενοι περὶ νίκης  

χρήματα, δασσόμενοι κειμήλια πολλὰ καὶ ἐσθλά·  

<!-- 65 -->αἴσχεά τε μεμαῶτες ἴσως διαδηλήσονται,  

ἰοβόλους Πάρθους τε βαθυρρόου Εὐφράταο  

καὶ Μήδους ἐχθρούς τε καὶ ἁβροκόμους πολεμιστάς  

Μασσαγέτας Πέρσας τε, φαρετροφόρους ἀνθρώπους.  

ἀλλʼ ὁπόταν βασιλεὺς ἰδίῃ μοίρῃ καταλύσῃ  

<!-- 70 -->λείψας ὁπλοτέροις σκῆπτρον βασιλήιον υἱοῖς  

καὶ θέμιν ἀντιβολῶν, οἳ δʼ αὐτίκα πατρὸς ἐφετμῶν  

λησάμενοι καὶ χεῖρας ἐφοπλίσσαντες Ἄρηι  

εἰς ἔριν ὁρμήσουσιν ὑπὲρ βασιληίδος ἀρχῆς.  

καὶ τότε μοῦνος ἄναξ ἀπὸ τριτάτων πάλιν ἄλλος  

<!-- 75 -->ἄρξει καὶ ταχὺ μοῖραν ἐπόψεται δουρὶ βοληθείς.  

τὸν μέτα πολλοὶ ἔπειτα ἐπʼ ἀλλήλοισιν ὀλοῦνται  

ἴφθιμοι μέροπές τε ὑπὲρ βασιληίδος ἀρχῆς.  

εἷς δʼ ἄρξει μεγάθυμος ὑπερμενέων Ῥωμαίων  

πρέσβυς ἄναξ τετράδος καὶ πάντα καλῶς διαθήσει.  

<!-- 80 -->καὶ τότε Φοινίκῃ πόλεμος καὶ δῆρις ἐσεῖται,  

ἡνίκʼ ἂν ἰοβόλων ἔλθῃ πέλας ἔθνεα Περσῶν.  

αἶ, πόσα προπέσεται ὑπὸ ἀνδρῶν βαρβαροφώνων.  

Σιδὼν καὶ Τρίπολις Βηρυτός θʼ ἡ μεγάλαυχος  

ἀλλήλας ὄψονται ἐν αἵματι καὶ νεκύεσσιν.  

<!-- 85 -->τλήμων Λαοδίκεια, σὺ δʼ ἀμφʼ αὐτῇ μέγαν αἴρῃ  

ἄπρηκτον πόλεμον διὰ δυσσεβίας ἀνθρώπων.  

αἶ, μέλεοι Τύριοι, τὸ κακὸν θέρος ἀμήσεσθε,  

ὁππόταν ἠέλιος φαεσίμβροτος ἤματι λείψῃ,  

δίσκος δʼ οὐ φαίνῃ, ψεκάδες δʼ ἥξουσʼ ἐπὶ γαῖαν  

<!-- 90 -->πυκναὶ καὶ θαμέαι ἐξ οὐρανοῦ αἱματόεσσαι.  

καὶ τότε δὴ θάνεται βασιλεὺς προδοθεὶς ὑφʼ ἑταίρων.  

πολλοὶ δʼ αὖ μετὰ τοῦτον ἀναιδέες ἡγεμονῆες  

ἀλλήλους κτενέουσι κακὴν ἔριδα προφέροντες.  

καὶ τότε δʼ αὖτʼ ἔσται γεραρὸς πολύμητις ἀνάκτωρ  

<!-- 95 -->οὔνομα πέντʼ ἀριθμῶν μεγάλαις στρατιαῖσι πεποιθώς,  

ὃν μέροπες στέρξουσι χάριν βασιληίδος ἀρχῆς·  

τοὔνομα δʼ ἐσθλὸν ἔχων ἐσθλοῖς ἔργοισι προσάψει.  

σῆμα δέ τοι ἔσται φοβερόν· τούτου κρατέοντος  

μεσσηγὺς Ταυροῦ τε νιφοβλήτοιό τʼ Ἀμανοῦ  

<!-- 100 -->ἐκ Κιλίκων γαίης μία τις πόλις ἐξαπολεῖται  

καλή τε βριαρή τε βαρυσθενέος ποταμοῖο.  

πολλοὶ δʼ αὖ σεισμοί Προποντίδι καὶ Φρυγίαισιν  

ἔσσονται· βασιλεὺς δὲ κλυτὸς ἰδίης ὑπὸ μοίρης  

τηκεδανῷ θανάτοιο νόσῳ ψυχὴν ἀπολέσσει.  

<!-- 105 -->ἄρξουσιν μετὰ τόνδε δύο βασιλῆες ἄνακτες,  

ὃς μὲν τριηκοσίων ἀριθμὸν προφέρων, ὁ δὲ τρισσῶν·  

τοὔνεκα καὶ πολλοὺς ὑπὲρ ἄστεος ἐξολοθρεύσει  

Ῥώμης ἑπταλόφου διὰ κρατερὴν βασιλείαν.  

καὶ τότε συγκλήτῳ κακὸν ἔσσεται οὐδὲ φυγεῖται  

<!-- 110 -->χωομένου βασιλῆος ἐπʼ αὐτῇ θυμὸν ἔχοντος.  

σῆμʼ ἔσται παρὰ πᾶσιν ἐπιχθονίοις ἀνθρώποις·  

πλειότεροί θʼ ὑετοὶ νιφάδες ἔσονται, χάλαζα  

ἐξολέσει ληίων καρποὺς ἐπʼ ἀπείρονα γαῖαν.  

αὐτοὶ δʼ αὖτε πεσοῦνται ἐνὶ πολέμοισι δαμέντες  

<!-- 115 -->Ἄρηι κρατερῷ πολέμου χάριν Ἰταλιήων.  

καὶ τότε δʼ αὖτʼ ἄρξει βασιλεὺς πολυμήχανος ἄλλος  

συλλέξας πᾶσαν στρατιὴν καὶ χρήματα νείμας  

χαλκεοθώρηξιν πολέμου χάριν· αὐτὰρ ἔπειτα  

Νεῖλος ὑπὲρ Λιβύην πουλύσταχυν ἠπείροιο  

<!-- 120 -->ἀρδεύσει δύʼ ἔτη τὸ μέλαν πέδον Αἰγύπτοιο  

χώρην τʼ ἀροσίμην· λιμὸς δὲ τὰ πάντα καθέξει  

καὶ πόλεμος λῃσταί τε φόνοι τʼ ἀνδροκτασίαι τε.  

πολλαὶ δʼ αὖτε πόλεις ὑπʼ ἀνθρώπων πολεμιστῶν  

πρηνισμοῖς ἀπολοῦνται ὑπὸ στρατιῆς παλαμάων·  

<!-- 125 -->αὐτὸς δʼ αὖ πέσεται προδοθεὶς αἴθωνι σιδήρῳ.  

τὸν μέτα τριηκοσίων ἀριθμῶν ὅς τʼ ἔλλαχεν ἀρχήν  

Ῥωμαίων ἄρξει ὑπερμενέων ἀνθρώπων·  

ἐκτανύσει λόγχην θυμοφθόρον Ἀρμενίοισιν  

Πάρθοις Ἀσσυρίοισι μενεπτολέμοισί τε Πέρσαις.  

<!-- 130 -->καὶ τότε δʼ αὖ Ῥώμης κτίσις ἔσσεται ἀγλαοτεύκτου  

χρυσῷ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι  

κόσμῳ ἐπαιρομένης· πουλὺς δέ τε λαὸς ἐν αὐτῇ  

ἀντολίης πάσης ἠδʼ ἑσπερίης πολυόλβου  

οἰκήσει· βασιλεύς τε νόμους ἑτέρους ἐπὶ ταύτῃ  

<!-- 135 -->θήσει· τὸν μετὰ δʼ αὖτις ἀπειρεσίῃ ἐνὶ νήσῳ  

δέξεται οὐλόμενος θάνατος καὶ μοῖρα κραταιή.  

ἄρξει δʼ ἄλλος ἀνὴρ τριάδων δέκα θηρὶ ἐοικώς  

εὐχαίτῃ βλοσυρῷ, ὃς ἀφʼ Ἑλλήνων γένος ἔσται.  

καὶ τότε δὴ Φθίης πολυτρόφον ἄστυ Μολοσσῶν  

<!-- 140 -->καὶ Λάρισσα κλυτὴ καὶ ἐπʼ ὀφρύσι Πηνειοῖο — — — — — — — — — — — — — — — —  

καὶ τότε δʼ ἱπποβότου Σκυθίης ἐπανάστασις ἔσται.  

καὶ πόλεμος δεινὸς Μαιώτιδος ὕδασι λίμνης  

ἔσται, ἐπὶ προχοαῖσι παρʼ ὑστάτιον στόμα πηγῆς  

Φάσιδος ὑγροκόμοιο κατʼ ἀσφοδελὸν λειμῶνα·  

<!-- 145 -->πολλοὶ δὴ πεσέονται ὑπὸ κρατερῶν πολεμιστῶν.  

αἶ μέλεοι, χαλκῷ ὁπόσους παραλήψεται Ἄρης.  

καὶ τότε δὴ βασιλεὺς Σκυθικὸν γένος ἐξαλαπάξας  

θνήξεται εἰν ἰδίῃ μοίρῃ βίοτον ἀναλύσας.  

ἄλλος δʼ αὖτʼ ἄρξει τετράδος μετέπειτʼ ἀναδειχθείς  

<!-- 150 -->δεινὸς ἀνήρ, ὃν πάντες, ὅσοι πίνουσι πάχιστον  

Ἀρμένιοι κρύσταλλον ἄγαν ῥείοντος Ἀράξεω,  

δείσουσιν πολέμοισιν, ἀτὰρ Πέρσαι μεγάθυμοι.  

μεσσηγὺς Κόλχων τε πολυσθενέων τε Πελασγῶν  

ἔσσονται πόλεμοι δεινοί τʼ ἀνδροκτασίαι τε.  

<!-- 155 -->καὶ Φρυγίη γαίη τε Προποντίδος ἄστεα γαίης  

φάσγανά ἐκ κολεῶν ἀμφήκεα γυμνώσαντες  

ἀλλήλους κόψουσι διὰ δυσσεβίας ἀλεγεινάς.  

καὶ τότε δὴ μέγα σῆμα θεὸς μερόπεσσι βροτοῖσιν  

οὐρανόθεν δείξει περιτελλομένοις ἐνιαυτοῖς,  

<!-- 160 -->φάλκην, ἐσσομένοιο τέρας πολέμοιο κακοῖο.  

καὶ τότε δὴ βασιλεὺς στρατιῆς οὐ φεύξεται χεῖρας,  

ἀλλὰ θανεῖθʼ ὑπὸ χειρὶ δαμεὶς αἴθωνι σιδήρῳ.  

τὸν μέτα πεντήκοντʼ ἀριθμῶν ἄρξει πάλιν ἄλλος  

ἐξ Ἀσίης προφανείς, δεινὸς φόβος, ἀγχιμαχητής·  

<!-- 165 -->καὶ θήσει πόλεμον καὶ ἐπʼ ἀγλαὰ τείχεα Ῥώμης,  

Κόλχοις θʼ Ἡνιόχοις τε γαλακτοπόταις τʼ Ἀγαθύρσοις  

Εὐξείνῳ πόντῳ, Θρῄκης ψαμαθώδεϊ κόλπῳ.  

καὶ τότε δὴ βασιλεὺς στρατιῆς οὐ φεύξεται χεῖρας,  

ὃν καὶ τεθνηῶτα νέκυν διαδηλήσονται·  

<!-- 170 -->καὶ τότε δὴ βασιλῆος ὀλωλότος ἔσσετʼ ἐρήμη  

Ῥώμη κυδιάνειρα, πολὺς δέ τε λαὸς ὀλεῖται.  

καὶ τότε δʼ αὖτʼ ἄρξει ἀπʼ Αἰγύπτοιο μεγίστης  

δεινὸς καὶ φοβερός, Πάρθους δʼ ὀλέσει μεγαθύμους  

Μήδους Γερμανούς τε Βοοσπορίδας τʼ Ἀγαθύρσους  

<!-- 175 -->Βρεττανοὺς Περμανίους φαρετροφόρους τʼ Ἴβηρας  

Μασσαγέτας σκολιοὺς Πέρσας θʼ ὑπερηνορέοντας.  

καὶ τότε Ἑλλάδα πᾶσαν ἐσόψεται ἀγλαὸς ἀνήρ  

ἐχθαίρων Σκυθίῃ καὶ Καυκάσῳ ἠνεμόεντι.  

σῆμα δέ τοι ἔσται κρατερόν· τούτου κρατέοντος  

<!-- 180 -->οὐρανόθεν στέφανοι μεσημβρίης τε καὶ ἄρκτου  

ἀστράσι φαινομένοις πανομοίιοι ἀντείλωσιν.  

καὶ τότε παιδὶ ἑῷ λείψει βασιλήιον ἀρχήν  

στοιχείου ἀρχομένου, ἐπὴν ἰδίῃ ἐνὶ μοίρῃ  

βήσεται εἰν Ἀίδαο δόμοις βασιλεὺς ἀγαπήνωρ.  

<!-- 185 -->ἀλλʼ ὁπόταν ἄρχῃ τούτου παῖς ἐν χθονὶ Ῥώμης  

ἐκ μονάδος προφανείς, ἔσται κατὰ γαῖαν ἅπασαν  

εἰρήνη μεγάλη πολυήρατος· ὅν τε Λατῖνοι  

στέρξουσιν βασιλῆα ἑοῦ πατρὸς εἵνεκα τιμῆς·  

ὃν σπεύδοντα μολεῖν καὶ ἐπʼ ἀντολίην τε δύσιν τε  

<!-- 190 -->Ῥωμαῖοι σχήσουσι καὶ οὐκ ἐθέλοντα πρὸς οἴκοις  

Ῥώμης κοιρανέονθʼ, ὅτι δὴ φίλος ἔπλετο πᾶσιν  

θυμὸς ὑπὲρ βασιλῆος ἀγακλυτοῖο ἄνακτος.  

ἀλλὰ μινυνθάδιόν μιν ἀφαρπάξει βιότοιο  

οὐλόμενος θάνατος προδοθέντʼ ἰδίῃ ἐνὶ μοίρῃ.  

<!-- 195 -->ἄλλοι δʼ αὖ μετέπειτα πάλιν κρατεροὶ πολεμισταί  

ἀλλήλους κόψουσι κακὴν ἔριδα προφέροντες,  

οὐ βασίλειον ἔχοντες ἀνάκτορον, ἀλλὰ τυράννων.  

πολλὰ δὲ δὴ τελέσουσι κακὰ κόσμῳ ἔνι παντί,  

Ῥωμαίοις δὲ μάλιστα μέχρις τριτάτου Διονύσου,  

<!-- 200 -->ἄχρις ἀπʼ Αἰγύπτου κεκορυθμένος ἵξεται Ἄρης,  

ὃν Διόνυσον ἄνακτα μετωνυμίην καλέουσιν.  

ἀλλʼ ὁπόταν φόνιός τε λέων φονίη τε λέαινα  

πορφύρεον ῥήξουσι κλυτὸν βασιλήιον εἷμα,  

πνεύμονι συμμάρψουσιν ἐπειγομένης βασιλείης·  

<!-- 205 -->καὶ τότε δʼ ἁγνὸς ἄναξ, ὅς τʼ ἔλλαχε γράμματος ἀρχήν,  

ἐχθροὺς ἡγεμονῆας ἀμειψάμενος περὶ νίκης  

φέρβεσθαι σκυλάκεσσι καὶ οἰωνοῖσι μεθήσει.  

αἰαῖ σοι, πυρίκαυστε πόλις, μεγαλόσθενε Ῥώμη,  

ὁππόσα δεῖ σε παθεῖν, ὁπόταν τάδε πάντα γένηται.  

<!-- 210 -->ἀλλὰ μέγας βασιλεὺς ὁ περίκλυτος ἀμφὶς ἔπειτα  

χρυσῷ τʼ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι  

ἐξεγερεῖ πᾶσάν σε καὶ ἐν κόσμῳ προτερήσεις  

κτήμασι καὶ ναοῖς ἀγοραῖς πλούτοις σταδίοις τε·  

καὶ τότε δʼ αὖτις ἔσῃ πᾶσιν φῶς, ὡς τὸ πρὶν ἦσθα.  

<!-- 215 -->αἶ, μέλεοι Κέκροπες Καδμεῖοι ἠδὲ Λάκωνες,  

οἳ περὶ Πηνειόν τε βαθύσχοινόν τε Μολοσσόν  

Τρίκην Δωδώνην τε καὶ ὑψίδμητον Ἰθώμην  

αὐχένα Πιερικόν τε, μέγαν περὶ ῥίον Ὀλύμπου,  

Ὄσσαν Λάρισσάν τε καὶ ὑψίπυλον Καλυδῶνα.  

<!-- 220 -->ἀλλʼ ὁπόταν μέγα σῆμα θεὸς μερόπεσσι ποιήσῃ,  

ἡμερίην σκοτόεσσαν ἀμολγαίην περὶ κόσμον,  

καὶ τότε σοι, βασιλεῦ, τέλος ἔσσεται, οὐδὲ φύγοις ἄν  

ὀξὺ κασιγνήτοιο βιὸν βεβολημένον ἐς σέ.  

καὶ τότε δʼ αὖτʼ ἄρξει θυμοφθόρος ἄσπετος αἴθων  

<!-- 225 -->ἐκ γενετῆς βασιλῆος, ὃς Αἰγύπτου γένος ἕξει,  

ὁπλότερος μέν, πολλὸν ἀρειότερος δὲ συναίμου,  

ὀγδοήκοντʼ ἀριθμῶν ὃς ἔλλαχεν ἔντυπον ἀρχήν·  

καὶ τότε δʼ ἀθανάτοιο θεοῦ θυμαλγέα μῆνιν  

κόσμος ἅπας κόλποις ὑποδέξεται εἵνεκα τιμῆς·  

<!-- 230 -->ἔσται γὰρ μερόπεσσιν ἐφημερίοις ἀνθρώποις  

λιμοὶ καὶ λοιμοὶ πόλεμοί τʼ ἀνδροκτασίαι τε  

καὶ σκότος ἀκάματον ἐπὶ χθόνα μητέρα λαῶν  

ἠδʼ ἀκαταστασίη καιρῶν καὶ ἀμείλιχος ὀργή  

οὐρανόθεν σεισμοί τε κεραυνοί τε φλεγέθοντες  

<!-- 235 -->καὶ λάινοι ὑετοὶ καὶ αὐχμηραὶ ψεκάδες τε.  

σείετο δʼ αὖ Φρυγίης γαίης αἰπεινὰ κάρηνα,  

σείοντο Σκυθικῶν ὀρέων πόδες, ἔτρεμεν ἄστη,  

ἔτρεμε δὲ χθὼν πᾶσα μετὰ σφίσιν Ἑλλάδος αἴης.  

πολλαὶ δʼ αὖτε πόλεις τε θεοῦ μέγα θυμήναντος  

<!-- 240 -->πρηνισμοῖσι πέσονται ὑπʼ αἰθαλόεσσι κεραυνοῖς  

καὶ κοπετοῖς, κοὐκ ἔστι φυγεῖν χόλον οὐδʼ ὑπαλύξαι.  

καὶ τότε δʼ αὖ πέσεται βασιλεὺς στρατιῆς ὑπὸ χειρός  

βληθεὶς οἷά περ οὔτις ὑπὸ σφετέρων ἀνθρώπων.  

τὸν μέτα Λατίνων πολλοὶ πάλιν ἐξεγεροῦνται  

<!-- 245 -->ἄνδρες πορφυρέην λώπην ἀμφειμένοι ὤμοις,  

οἳ κλήρῳ στέρξουσι λαβεῖν βασιλήιον ἀρχήν.  

καὶ τότε τρεῖς βασιλεῖς ἐπʼ ἀγλαὰ τείχεα Ῥώμης  

ἔσσονται, δύο μὲν πρῶτον κατέχοντες ἀριθμόν,  

εἷς δὲ φέρων νεῖκος τὸ μετώνυμον οἷά περ οὐδείς·  

<!-- 250 -->στέρξουσιν Ῥώμην αὐτοὶ καὶ κόσμον ἅπαντα  

κηδόμενοι μερόπων· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτοῖς·  

οὐ γὰρ ἔφυ κόσμῳ θεὸς ἵλαος οὐδὲ μὲν ἔσται  

ἥμερος ἀνθρώποις, ὅτι δὴ κακὰ πολλὰ ἔοργαν.  

τοὔνεκεν αὖ βασιλεῦσιν ἀεικέα θυμὸν ἐποίσει  

<!-- 255 -->παρδαλίων τε λύκων πολὺ χείρονα· τοὺς γὰρ ἀφειδῶς  

χαλκεοθώρηκες παλάμαις ἰδίαισι λαβόντες  

ἀπρήκτως δμηθέντας ἀνάλκιδας οἷα γυναῖκας  

ἐξολέσουσιν ἄνακτας ἐπὶ σκήπτροισιν ἑοῖσιν.  

αἶ, μέλεοι Ῥώμης ἐρικυδέος ἔξοχοι ἄνδρες,  

<!-- 260 -->ψευδαπάταις ὅρκοισι πεπεισμένοι ἐξαπολεῖσθε.  

καὶ τότε δὴ πολλοὶ δορυκοίρανοι οὐ κατὰ κόσμον  

φῶτες ἐφορμηθέντες ἀφαιρήσουσι γενέθλας  

αἵματι πρωτογόνων ἀνδρῶν .........  

δὶς τοίην δʼ οὐ πρῶτον ἄγειν οἰκτρὴν τότε δαίμων,  

<!-- 265 -->πάντας δʼ ἀνθρώπους ἰδίοις ἔργοισιν ὀλέσσει.  

ἀλλὰ πάλιν θεὸς ἄξει ἀναιδέα θυμὸν ἔχοντας  

εἰς κρίσιν ἐλθέμεναι, ὅσσοι κακὰ τεκμήραντο·  

αὐτοὶ ἐπιφράσσονται, ἐν ἀλλήλοισι βαλόντες,  

αὐτὴν εἰσοικρίσιν ἐφιέμενοι κακότητος.  

ἄστρα πεσεῖται ἅπαντα θαλάσσης ἀντίπρῳρα  

<!-- 270 -->πολλὰ μὲν ἑξῆς ἄστρα, καὶ ἀκτινόεντα κομήτην  

ἄνθρωποι καλέουσι τὸν ἀστέρα, σῆμα πόνοιο  

πολλοῦ ἐπερχομένου, πολέμου καὶ δηιοτῆτος. — — — — — — — — — — — — — — — — — —  

ἡνίκα δʼ αὖ χρησμοὺς συνάγει πολλοὺς περὶ νήσων  

φραζόμενοι ξείνοισι μάχην καὶ δηιοτῆτα  

ἀργαλέην τʼ ἄτην ἱερόν, λέξει δὲ τάχιστα  

<!-- 275 -->πυροὺς καὶ κριθὰς συνάγειν ἐν δώμασι Ῥώμης  

εἰς ἄφενον σπεύδοντι ἐπὶ δυοκαίδεκα μῆνας.  

καί τε ταλαίπωρος πόλις ἔσσεται ἤμασι κείνοις,  

εὐθὺς δʼ εὐδαίμων πάλιν ἔσσεται οὐ κατὰ μικρόν·  

ἡσυχίη δʼ ἔσται, ὁπόταν τὸ κρατοῦν ἀπόληται.  

<!-- 280 -->καὶ τότε Λατίνων γενεὴ πύματος βασιλεύων  

ἔσται καὶ βασιλεία μετʼ αὐτὴν ἐξαναφύσει,  

παῖδες καὶ παίδων γενεὴ ἀσάλευτος ὑπάρξει·  

ἔσται γὰρ γνωστή οἱ, ἐπεὶ θεὸς αὐτὸς ἀνάσσει.  

ἔστι δέ τις γαίη φίλη τροφὸς ἀνθρώποισιν  

<!-- 285 -->κειμένη ἐν πεδίῳ, περὶ δʼ αὐτὴν Νεῖλος ὁρίζει  

πᾶσαν ἐπουρίζων Λιβύην ἠδʼ Αἰθιοπίαν,  

καὶ Σύροι ἁρπάζουσιν ἐφήμεροι ἄλλοθεν ἄλλος  

πᾶσαν ἀπαρτίην τῆσδʼ ἐκ γῆς· ᾗ μέγας ἔσται  

κεδνὸς ἄναξ βασιλεὺς παίδων καὶ φώτεσι πέμπων.  

<!-- 290 -->καὶ δεινὸν φρονέων περὶ δεινοτάτοις ἐπὶ πᾶσιν,  

Ἰταλίης πάσης μεγαλόφρονος οἷσιν ἀρωγόν  

καρτερόν· ἡνίκα δʼ Ἀσσυρίης ἐπὶ οἴνοπα πόντον  

ἔλθῃ καὶ Φοίνικας ἑοῖς οἴκοις δʼ ἀλαπάξει  

δησόμενος πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνήν,  

<!-- 295 -->τῶν δύο κοιρανιῶν γαίης εἷς κοίρανος ἔσται.  

νῦν δὲ τέλος πολύμοχθον Ἀλεξανδρεῦσιν ἀείσω·  

οἱ δʼ ἱερὴν Αἴγυπτον ἀπήμονα τὴν ἀσάλευτον  

βάρβαροι οἰκήσουσιν, ὅταν φθόνος ἔκποθεν ἔλθῃ·  

ἀλλʼ ὅταν ἀλλάξῃ καιροὺς θεὸς ..........  

χεῖμα θέρος ποιεῖ, τότε θέσφατα πάντα τελεῖται.  

<!-- 300 -->ἀλλʼ ὁπόταν τρεῖς παῖδες Ὀλύμπια νικήσωσιν,  

κἂν μὲν δὴ φράζωσι θεόκλυτα θέσφατα λέξῃ,  

αἵματι τετράποδος γαλαθηνοῦ πρῶτα καθήρη,  

τρὶς τοίνυν Ὕψιστος ἄγοι μοίρην τότε δεινήν,  

οὔ γʼ ἂν πενθαλέον δόρυ μακρὸν πᾶσι τανύσῃ,  

<!-- 305 -->αἷμα πολὺ ῥεύσει τότε βάρβαρον ἐν κονίῃσιν,  

ξείνοις ἀξείνοισιν ὅταν πόλις ἐξαλαπαχθῇ.  

ὄλβιος ὃς τέθνηκε καὶ ὄλβιος ὅστις ἄτεκνος·  

τὸν γὰρ δὴ δούλειον ὑπὸ ζυγὸν αὐχένα θήσει  

ὁ πρὶν ἐλευθερίῃσιν ἐπώνυμον ἡγεμονήσας,  

<!-- 310 -->βουλὰς ἔμπροσθεν μὲν ἀοίδιμον οὗτος ἑλίσσων·  

τοίην δουλοσύνην θήσει πολύεδρον ἀνάκτωρ.  

καὶ τότε δὴ Σικελῶν στρατὸς αὐτίκα δύσμορος ἥξει  

δεῖμα φέρων, ὁπόταν πολὺ βάρβαρον ἔθνος ἐπέλθῃ·  

καρπὸν ἐπὰν φύσωσι, διατμήξουσιν ἀρούρας.  

<!-- 315 -->τοῖς κακὸν ἀντʼ ἀγαθοῦ δώσει θεὸς ὑψικέραυνος·  

ξεῖνος ξεῖνον ἀεὶ προνομεύσει χρυσὸν ἀπεχθῆ.  

αὐτὰρ ἐπὴν δὴ πάντες ἐπόψονθʼ αἷμα λέοντος  

ὠμοβόρου, φονία τʼ ἐπὶ σώματι ἥξει λέαινα  

αὐτοῦ κὰκ κεφαλῆς, σκῆπτρον δʼ ἀπορίψει ἀπʼ αὐτοῦ.  

<!-- 320 -->ὡς δʼ ὁπόταν ἐν δαιτὶ φίλῃ γεύσωνται ἅπαντες  

λαοὶ ἐν Αἰγύπτῳ, τελέουσι δὲ καρτερὰ ἔργα,  

ἄλλος δʼ ἄλλον ἔρυκε, πολὺς δʼ ἀλαλητὸς ἐν αὐτοῖς·  

ὣς αὔτως καὶ τάρβος ἐπέσσεται ἀνθρώποισιν  

μαινομένης ἔριδος, πολλοὶ δʼ ἀπόλοιντο καὶ ἄλλοι  

<!-- 325 -->ἀλλήλους κτείνοντες ὑπὸ κρατερῆς ὑσμίνης·  

καὶ τότε κυανέαις φολίσιν πεπυκασμένος ἥξει·  

ἥξουσιν δύο ἄλλοι ὁμόρροθοι ἀλλήλοισιν  

καὶ τρίτατος αὐτοῖσι κριὸς μέγας ἐκ Κυρήνης,  

ὃν πρὶν ἔλεξα φυγόντα μάχης παρὰ χεύμασι Νείλου·  

<!-- 330 -->ἀλλʼ οὐδʼ ὣς ἄπρηκτον ὁδὸν τελέουσιν ἅπαντες.  

καὶ τότε μὲν μεγάλων περιτελλομένων ἐνιαυτῶν  

ἔσσονται μήκη πολυήσυχα· αὐτὰρ ἔπειτα  

θήσετʼ ἐν Αἰγύπτῳ πόλεμος πάλι δεύτερος αὐτοῖς,  

ναυμαχίη δʼ ἔσται, νῖκος δʼ οὐκ ἔσσεται αὐτοῖς.  

<!-- 335 -->ὦ μέλεοι, χείρωμʼ ἔσται πόλεως ἐπισήμου,  

καὶ πολέμοις σκύλευμα γενήσεται οὐκ ἐπὶ δηρόν.  

καὶ τότε δὴ χώρης πολλῆς ὁμοτέρμονες ἄνδρες  

φεύξονται δειλοί, πολιοὺς δʼ ἄξουσι τοκῆας.  

καὶ πάλιν ἐγκύρσουσι παῖδα μέγα νῖκος ἔχοντες,  

<!-- 340 -->Ἰουδαίους ὀλέσουσι μενεπτολέμους ἀνθρώπους,  

ἄχρις ἁλὸς πολιῆς κεραΐζοντες πολέμοισιν,  

ποιμένες ἀμφότεροι, περὶ πατρίδος ἠδὲ τοκήων.  

θήσει δὲ φθιμένοισι τροπαιοφόρων γένος ἀνδρῶν.  

αἶ, ὁπόσοι φῶτες περὶ κύματα νηχήσονται·  

<!-- 345 -->πολλοὶ γὰρ κείσονται ἐπὶ ψαμαθώδεας ἀκτάς·  

ξανθὰ κάρηνα πέσονται ὑπʼ Αἰγυπτίων πετεηνῶν·  

δὴ τότε τῶν Ἀράβων μετελεύσεται αἷμα βρότειον.  

ἀλλʼ ὅταν αὖτε λύκοι κυσὶν ὅρκια πιστώσωνται  

νήσῳ ἐν ἀμφιρύτῃ, πύργων τότʼ ἀνάστασις ἔσται,  

<!-- 350 -->ἄνδρες δʼ οἰκήσουσι πόλιν τὴν πολλὰ παθοῦσαν.  

οὐκέτι γὰρ δόλιος χρυσὸς οὐδʼ ἄργυρος ἔσται,  

οὐ κτῆσις γαίης, οὐ δουλείη πολύμοχθος·  

ἀλλὰ μίη φιλότης τε καὶ εἷς τρόπος εὔφρονι δήμῳ·  

κοινὰ δὲ πάντʼ ἔσται καὶ φῶς ἴσον ἓν βιότοιο.  

<!-- 355 -->ἐν γαίῃ κακίη καταδύσεται εἰς ἅλα δῖαν.  

καὶ τότε δʼ ἐγγὺς ἔην τὸ θέρος μερόπων ἀνθρώπων.  

ταῦτα τελεσθῆναι κρατερὴ ἐπικείσετʼ ἀνάγκη.  

οὐ λέξει τότε τις συμβλήμενος ἄλλος ὁδίτης,  

ὥς ῥά ποτʼ ἀμπαύσει μερόπων γένος ὀλλυμένων περ.  

<!-- 360 -->καὶ τότε δʼ ἁγνὸν ἔθνος πάσης γῆς σκῆπτρα κρατήσει  

εἰς αἰῶνας ἅπαντας ἅμʼ ἰφθίμοισι τοκεῦσιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: miu-aa`.
