---
title: Fragments on God and Mortals
author: Sibylline Oracles
eul_wid: miu-ab
eul_aid: miu
canonical: "https://eulogikon.org/works/sibylline-oracles-fragments-miu-ab"
lang: grc
content_hash: "sha256:69dcd31a9cb586a8fa74df81afd7975a6b6ea910feb2ad9580aa5fd2820a5657"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on God and Mortals

**Author:** Sibylline Oracles

**eul_wid:** `miu-ab` · [HTML page](https://eulogikon.org/works/sibylline-oracles-fragments-miu-ab)

## Text

<!-- 1 -->Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες,  

πῶς ταχέως ὑψοῦσθε βίου τέλος οὐκ ἐσορῶντες;  

οὐ τρέμετʼ οὐδὲ φοβεῖσθε θεόν, τὸν ἐπίσκοπον ὑμῶν,  

ὕψιστον γνώστην πανεπόπτην μάρτυρα πάντων  

<!-- 5 -->παντοτρόφον κτίστην, ὅστις γλυκὺ πνεῦμʼ ἐν ἅπασιν  

κάτθετο χἠγητῆρα βροτῶν πάντων ἐποίησεν;  

εἷς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης ἀγένητος  

παντοκράτωρ ἀόρατος ὁρώμενος αὐτὸς ἅπαντα,  

αὐτὸς δʼ οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης·  

<!-- 10 -->τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ  

ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ;  

ἀλλʼ οὐδʼ ἀκτίνων κατεναντίον ἠελίοιο  

ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες  

ἄνδρες, ἐν ὀστείοισι φλέβες καὶ σάρκες ἐόντες.  

<!-- 15 -->αὐτὸν τὸν μόνον ὄντα σέβεσθʼ ἡγήτορα κόσμου,  

ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτύχθη  

αὐτογενὴς ἀγένητος ἅπαντα κρατῶν διὰ παντός,  

πᾶσι βροτοῖσι νέμων τὸ κριτήριον ἐν φαῒ κοινῷ.  

τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθόν,  

<!-- 20 -->ὅττι θεὸν προλιπόντες ἀληθινὸν ἀέναόν τε  

δοξάζειν αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας  

δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν Ἅιδῃ.  

τύφῳ καὶ μανίῃ δὲ βαδίζετε καὶ τρίβον ὀρθήν  

εὐθεῖαν προλιπόντες ἀπήλθετε καὶ διʼ ἀκανθῶν  

<!-- 25 -->καὶ σκολόπων ἐπλανᾶσθε· βροτοί, παύσασθε, μάταιοι,  

ῥεμβόμενοι σκοτίῃ καὶ ἀφεγγέι νυκτὶ μελαίνῃ,  

καὶ λίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε.  

οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει.  

ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεί.  

<!-- 30 -->ἠελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει.  

γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν·  

εἷς θεός ἐστι βροχὰς ἀνέμους σεισμοὺς ἐπιπέμπων  

ἀστεροπὰς λιμοὺς λοιμοὺς καὶ κήδεα λυγρά  

καὶ νιφετοὺς κρύσταλλα. τί δὴ καθʼ ἓν ἐξαγορεύω;  

<!-- 35 -->οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει.  

<!-- 2 -->εἰ δὲ θεοὶ γεννῶσι καὶ ἀθάνατοί γε μένουσιν,  

πλείονες ἀνθρώπων γεγενημένοι ἂν θεοὶ ἦσαν,  

οὐδὲ τόπος στῆναι θνητοῖς οὐκ ἄν ποθʼ ὑπῆρξεν.  

<!-- 3 -->εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατʼ ἀνδρός  

ἐκ μηρῶν μήτρας τε θεὸς τετυπωμένος εἶναι·  

ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν  

οὐρανὸν ἠέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην  

<!-- 5 -->καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου  

οὔρεά θʼ ὑψήεντα ἀένναα χεύματα πηγῶν.  

τῶν τʼ ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος,  

ἑρπετὰ δʼ ἐν γαίῃ κινούμενα ψυχοτροφεῖται,  

ποικίλα τε πτηνῶν λιγυροθρόα τραυλίζοντα  

<!-- 10 -->ξουθὰ λιγυπτερόφωνα ταράσσοντʼ ἀέρα ταρσοῖς,  

ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν  

ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν.  

πάντων δʼ ἡγητῆρα κατέστησεν θεότευκτον,  

ἀνδρὶ δʼ ὑπέταξεν παμποίκιλα κοὐ κατάληπτα.  

<!-- 15 -->τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδʼ ἅπαντα;  

ἀλλʼ αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδʼ ἀπʼ ἀρχῆς,  

ἄφθαρτος κτίστης αἰώνιος αἰθέρα ναίων,  

τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθόν,  

τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων  

<!-- 20 -->καὶ πόλεμον καὶ λοιμὸν ἰδʼ ἄλγεα δακρυόεντα.  

ἄνθρωποι, τί μάτην ὑψούμενοι ἐκριζοῦσθε;  

αἰσχύνθητε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες.  

οὐ μανίη καὶ λύσσα φρενῶν αἴσθησιν ἀφαιρεῖ,  

εἰ λοπάδας κλέπτουσι θεοί, συλοῦσι δὲ χύτρας·  

<!-- 25 -->ἀντὶ δὲ χρυσήεντα πόλον κατʼ ἀπείρονα ναίειν  

σητόβρωτα δέδορκε, πυκναῖς δʼ ἀράχναις δεδίασται·  

προσκυνέοντες ὄφεις κύνας αἰλούρους, ἀνόητοι,  

καὶ πετεηνὰ σέβεσθε καὶ ἑρπετὰ θηρία γαίης  

καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα  

<!-- 30 -->καὶ παρʼ ὁδοῖσι λίθων συγχώσματα· ταῦτα σέβεσθε  

ἄλλα τε πολλὰ μάταια, ἃ δὴ καἰσχρὸν ἀγορεύειν·  

εἰσὶ θεοὶ μερόπων δόλῳ ἡγητῆρες ἀβούλων,  

τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός.  

ὃς δʼ ἔστιν ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς  

<!-- 35 -->καὶ μέλιτος  <span class="gap">…</span> γλυκερώτερον ἀνδράσι χάρμα  

ἐκπροχέει  <span class="gap">…</span> τῷ δὴ μόνῳ αὐχένα κάμπτε,  

καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσʼ ἀνακλίνοις.  

ταῦτα λιπόντες ἅπαντα δίκης μεστὸν τὸ κύπελλον  

ζωρότερον στιβαρὸν βεβαρημένον εὖ μάλʼ ἄκρητον  

<!-- 40 -->εἱλκύσατʼ ἀφροσύνῃ μεμανηότι πνεύματι πάντες.  

κοὐ θέλετʼ ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν  

καὶ γνῶναι βασιλῆα θεόν, τὸν πάντʼ ἐφορῶντα.  

τοὔνεκεν αἰθομένοιο πυρὸς σέλας ἔρχετʼ ἐφʼ ὑμᾶς,  

λαμπάσι καυθήσεσθε διʼ αἰῶνος τὸ πανῆμαρ  

<!-- 45 -->ψευδέσιν αἰσχυνθέντες ἐπʼ εἰδώλοισιν ἀχρήστοις.  

οἱ δὲ θεὸν τιμῶντες ἀληθινὸν ἀέναόν τε  

ζωὴν κληρονομοῦσι, τὸν αἰῶνος χρόνον αὐτοί  

οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον  

δαινύμενοι γλυκὺν ἄρτον ἀπʼ οὐρανοῦ ἀστερόεντος.  

<!-- 4 -->κλῦτε δέ μου, μέροπες, βασιλεὺς αἰώνιος ἄρχει.  

<!-- 5 -->ὃς μόνος ἐστὶ θεὸς κτίστης ἀκράτητος ὑπάρχων·  

αὐτὸς δʼ ἐστήριξε τύπον μορφῆς μερόπων τε  

αὐτὸς ἔμιξε φύσιν πάντων, γενέτης βιότοιο.  

<!-- 6 -->ὁππόταν ἔλθῃ,  

πῦρ ἔσται σκοτόεντι μέσῃ ἐνὶ νυκτὶ μελαίνῃ.  

<!-- 7* -->θεός ἀποίητος.  

<!-- 8* -->Ἡ γοῦν Ἐρυθραία πρὸς τὸν θεόν· τί δή μοι, φησίν, ὦ δέσποτα, τὴν  

τῆς μαντείας ἐπισκήπτεις ἀνάγκην, καὶ οὐχὶ μᾶλλον ἀπὸ τῆς γῆς με-  

τέωρον ἀρθεῖσαν διαφυλάττεις, ἄχρι τῆς μακαριωτάτης σῆς ἐλεύσεως  

ἡμέρας;

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: miu-ab`.
