---
title: Sentences of Sextus
title_greek: Γνῶμαι Σέξτου
author: Sententiae Sexti
eul_wid: pxc-aa
eul_aid: pxc
canonical: "https://eulogikon.org/works/sextus-sentences-pxc-aa"
period: Roman
dialect: Koine
domain: Philosophy
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Sentences of Sextus

*Γνῶμαι Σέξτου*

**Author:** Sententiae Sexti

**eul_wid:** `pxc-aa` · [HTML page](https://eulogikon.org/works/sextus-sentences-pxc-aa)

## Text

## ΣΕΞΤΟΥ ΓΝΩΜΑΙ Πιστὸς ἄνθρωπος ἐκλεκτός ἐστιν ἄνθρωπος.

### 2

ἐκλεκτὸς ἄνθρωπος ἄνθρωπός ἐστι θεοῦ. θεοῦ ἄνθρωπος ὁ ἄξιος θεοῦ.

### 4

θεοῦ ἄξιος ὁ μηδὲν ἀνάξιον θεοῦ πράττων. ἐπιτηδεύων οὖν πιστὸς εἶναι μηδὲν ἀνάξιον θεοῦ πράξῃς.

### 6

ὀλιγόπιστος ἐν πίστει ἄπιστος. πιστὸς ἐν δοκιμῇ πίστεως θεὸς ἐν ἀνθρώπου σώματι [ζῶντι].

### 7b

ἄπιστος ἐν πίστει νεκρὸς ἄνθρωπος ἐν σώματι ζῶντι. πιστὸς ἀληθείᾳ ὁ ἀναμάρτητος.

### 9

μέχρι καὶ τῶν ἐλαχίστων ἀκριβῶς βίου. οὐ γὰρ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν.

### 11

πᾶν ἁμάρτημα ἀσέβημα ἡγοῦ. οὐκ ὀφθαλμὸς οὐδὲ χεὶρ ἁμαρτάνει οὐδέ τι τῶν ὁμοίων, ἀλλ’ ὁ κακῶς χρώμενος χειρὶ καὶ ὀφθαλμῷ.

### 13

πᾶν μέλος τοῦ σώματος ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον· ἄμεινον γὰρ χωρὶς τοῦ μέλους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέλους ὀλεθρίως. ἀθανάτους σοι νόμιζε παρὰ τῇ κρίσει καὶ τὰς τιμὰς ἔσεσθαι καὶ τὰς τιμωρίας.

### 15

ὁπόσα τοῦ κόσμου ἔχεις, κἂν ἀφέληταί σού τις, μὴ ἀγανάκτει. σεαυτὸν ἐπιλήψιμον μὴ πάρεχε τῷ κόσμῳ.

### 17

χωρὶς τῆς ἐλευθερίας πάντα ἀφαιρουμένῳ σε τῷ πέλας ὕπεικε. σοφὸς ἀκτήμων ὅμοιος θεῷ.

### 19

τοῖς κοσμικοῖς πράγμασιν εἰς αὐτὰ τὰ ἀναγκαῖα χρῶ. τὰ μὲν τοῦ κόσμου τῷ κόσμῳ, τὰ δὲ τοῦ θεοῦ τῷ θεῷ ἀκριβῶς ἀποδίδου.

### 21

τὴν ψυχήν σου νόμιζε παραθήκην ἔχειν παρὰ θεοῦ. ὅτε λέγεις περὶ θεοῦ, κρίνῃ ὑπὸ θεοῦ.

### 23

ἄριστον ἡγοῦ καθαρμὸν τὸ μηδένα ἀδικεῖν. ψυχὴ καθαίρεται λόγῳ θεοῦ ὑπὸ σοφοῦ.

### 25

ἀναίσθητον οὐσίαν μὴ πεισθῇς εἶναί ποτε θεοῦ. ὁ θεὸς καθὸ νοῦς ἐστιν αὐτοκίνητος, κατ’ αὐτὸ τοῦτο καὶ ὑφέστηκεν.

### 27

θεοῦ μέγεθος οὐκ ἂν ἐξεύροις πτεροῖς πετόμενος. θεοῦ ὄνομα μὴ ζήτει, οὐ γὰρ εὑρήσεις· πᾶν τὸ ὀνομαζόμενον ὀνομάζεται ὑπὸ τοῦ κρείττονος, ἵνα τὸ μὲν καλῇ, τὸ δὲ ὑπακούῃ· τίς οὖν ὁ ὀνομάσας θεόν; θεὸς οὐκ ὄνομα θεοῦ, ἀλλὰ δόξα περὶ θεοῦ.

### 29

μηθὲν οὖν ἐν θεῷ ὃ μὴ ἔστι ζήτει. θεὸς αὐγὴ σοφὴ τοῦ ἐναντίου ἀνεπίδεκτος.

### 31

ὁ θεὸς ὅσα ἐποίησεν, ὑπὲρ ἀνθρώπων αὐτὰ ἐποίησεν. ἄγγελος ὑπηρέτης θεοῦ πρὸς ἄνθρωπον, οὐ γὰρ δὴ πρὸς οὐδένα ἄλλον· τιμιώτερον οὖν ἄνθρωπος ἀγγέλου παρὰ θεῷ.

### 33

τὸ μὲν πρῶτον εὐεργετοῦν ὁ θεός, τὸ δὲ δεύτερον εὐεργετούμενον ἄνθρωπος. βίου τοιγαροῦν ὡς ὢν μετὰ θεόν.

### 35

ἐκλεκτὸς ὢν ἔχεις τι ἐν τῇ συστάσει σου ὁποῖον θεός· χρῶ οὖν τῇ συστάσει σου ὡς ἱερῷ θεοῦ. ἐξουσίαν πιστῷ ὁ θεὸς δίδωσι τὴν κατὰ θεόν· καθαρὰν οὖν δίδωσι καὶ ἀναμάρτητον.

### 37

αἰδείσθω σου τὸν βίον ὁ κόσμος. μηδενὶ σεαυτὸν ἐπιλήψιμον δίδου.

### 39

κακῶς ζῶντα μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος εὐθύνει κακὸς δαίμων μέχρις οὗ καὶ τὸν ἔσχατον κοδράντην ἀπολάβῃ. μακάριος ἀνήρ, οὗ τῆς ψυχῆς οὐδεὶς ἐπιλήψεται εἰς θεὸν πορευομένης.

### 41

ὃ ἂν τιμήσῃς ὑπὲρ πάντα, ἐκεῖνό σου κυριεύσει. τίμα τὸ ἄριστον, ἵνα καὶ ἄρχῃ ὑπὸ τοῦ ἀρίστου.

### 43

ἀρχόμενος ὑπὸ τοῦ ἀρίστου αὐτὸς ἄρξεις ὧν ἂν προαιρῇ. τιμὴ μεγίστη θεῷ θεοῦ γνῶσις καὶ ὁμοίωμα.

### 45

ὅμοιον μὲν οὐδὲν θεῷ, προσφιλέστατον δὲ τὸ εἰς δύναμιν ἐξομοιούμενον. ἱερὸν ἅγιον θεοῦ διάνοια εὐσεβοῦς.

### 46b

ἄριστον θυσιαστήριον θεῷ καρδία καθαρὰ καὶ ἀναμάρτητος. θυσία θεῷ μόνη καὶ προσηνὴς ἡ ἀνθρώποις εὐεργεσία διὰ θεόν.

### 48

ἄνθρωπος κεχαρισμένα θεῷ πράττει ὁ ζῶν εἰς δύναμιν κατὰ θεόν. ὁ μὲν θεὸς οὐδενὸς δεῖται, ὁ δὲ πιστὸς μόνου θεοῦ.

### 50

ζηλοῖ τὸν οὐδενὸς δεόμενον ὁ τῶν ὀλίγων ἀναγκαίως δεόμενος. ἄσκει μέγας μὲν εἶναι παρὰ θεῷ, παρὰ δὲ ἀνθρώποις ἀνεπίφθονος.

### 52

χρηστὸς ὢν εἰς τοὺς δεομένους μέγας ἂν εἴης παρὰ θεῷ. ἀνδρὸς σοφοῦ ζῶντος μὲν ὀλίγος ὁ λόγος παρὰ ἀνθρώποις, τελευτήσαντος δὲ τὸ κλέος ᾄδεται.

### 54

τὸν χρόνον ὃν ἂν μὴ νοήσῃς τὸν θεόν, τοῦτον νόμιζέ σοι ἀπολωλέναι. τὸ μὲν σῶμά σου μόνον ἐπιδημείτω τῇ γῇ, ἡ δὲ ψυχὴ ἀεὶ ἔστω παρὰ θεῷ.

### 56

νόει τὰ καλά, ἵνα καὶ πράττῃς τὰ καλά. ἔννοια ἀνθρώπου θεὸν οὐ λανθάνει.

### 57b

ἔστω σου ἡ διάνοια καθαρὰ κακοῦ παντός. ἄξιος ἔσο τοῦ ἀξιώσαντός σε εἰπεῖν υἱὸν καὶ πρᾶττε πάντα ὡς υἱὸς θεοῦ.

### 59

θεὸν πατέρα καλῶν ἐν οἷς πράττεις τούτου μέμνησο. ἁγνὸς ἀνὴρ καὶ ἀναμάρτητος ἐξουσίαν ἔχει παρὰ θεῷ ὡς υἱὸς θεοῦ.

### 61

ἀγαθὴ διάνοια χῶρος θεοῦ. κακὴ διάνοια χῶρός ἐστιν κακῶν.

### 63

τὸν ἀδικοῦντα τοῦ ἀδικεῖν ἀπαλλάττων κολάζοις ἂν κατὰ θεόν. ἄσκει μὴ τὸ δοκεῖν ἀλλὰ τὸ εἶναι δίκαιος· τὸ δοκεῖν γὰρ ἕκαστον τοῦ εἶναι ἀφαιρεῖται.

### 65

τίμα τὸ δίκαιον δι’ αὐτό. οὐκ ἂν λάθοις θεὸν πράττων ἄδικα, οὐδὲ γὰρ διανοούμενος.

### 67

σώφρων ἀνὴρ ἁγνὸς παρὰ τῷ θεῷ. ἀκολασίαν φεῦγε.

### 69

εὐλογιστίαν ἄσκει. κράτει τῶν ἡδονῶν.

### 71a

νίκα τὸ σῶμα ἐν παντί. ἐκ φιληδονίας ἀκολασίαν οὐκ ἐκφεύξῃ.

### 72

φιληδόνου ὁ θεὸς οὐκ ἀκούει. τρυφῆς πέρας ὄλεθρος.

### 74

ὁ λόγος σου τῶν ὁρμῶν σου προηγείσθω. δεινότατόν ἐστιν πάθεσι δουλεύειν.

### 75b

ὅσα πάθη ψυχῆς, τοσοῦτοι δεσπόται. φιλοχρηματία φιλοσωματίας ἔλεγχος.

### 77

κτῶ τὰ τῆς ψυχῆς ὡς βέβαια. ἀποτάττου τοῖς τοῦ σώματος, ἐφ’ ὅσον δυνατὸς εἶ.

### 79

μόνον οἰκεῖον ἡγοῦ τὸ ἀγαθόν. ὁποῖος θέλεις εὐχόμενος εἶναι, ἀεὶ ἔσο.

### 81

ὅταν τὰ κάλλιστα τῶν κτημάτων εὐλόγως εἰς βόρβορον ῥίψῃς, τότε καθαρὸς ὢν αἰτοῦ τι παρὰ τοῦ θεοῦ. ὁποῖος θέλεις εἶναι παρὰ θεῷ, ἤδη ἔσο.

### 82b

τῶν τοῦ κόσμου μεταδιδοὺς καταφρόνει. μέμνησο ὢν μετὰ θεόν.

### 82d

ψυχὴ ἀνθρώπου θεοσεβοῦς θεὸς ἐν σώματι. μιαίνει τὸν θεὸν ὁ κακῶς νοῶν τὸν θεόν.

### 83

γλῶσσα βλάσφημος διανοίας ἔλεγχος κακῆς. γλῶσσαν εὔφημον κέκτησο, μάλιστα δὲ περὶ θεοῦ.

### 85

κακῶς μὲν ποιῆσαι θεὸν δυνατὸς οὐδείς, ἀσεβέστατος δὲ ὁ βλασφημῶν· δυνατὸς γὰρ ὢν κἂν ἐποίησεν. κρηπὶς εὐσεβείας ἐγκράτεια.

### 86b

τέλος εὐσεβείας φιλία πρὸς θεόν. χρῶ τῷ εὐσεβεῖ ὡς σαυτῷ.

### 88

εὔχου σοι γενέσθαι μὴ ἃ βούλει, ἀλλ’ ἃ δεῖ καὶ συμφέρει. ὡς θέλεις χρήσασθαί σοι τοὺς πέλας, καὶ σὺ χρῶ αὐτοῖς.

### 90

ἃ ψέγεις, μηδὲ ποίει. μηδείς σε πειθέτω ποιεῖν τι παρὰ τὸ βέλτιον.

### 91b

ἃ δέδοταί σοι, κἂν ἀφέληταί σού τις, μὴ ἀγανάκτει. ἃ δίδωσιν ὁ θεός, οὐδεὶς ἀφαιρεῖται.

### 93

σκέπτου πρὸ τοῦ πράττειν καὶ ἃ πράττεις ἐξέταζε, ἵνα μηδὲν ποιῇς ὃ μὴ δεῖ. ὃ πράττων οὐκ ἂν θέλοις εἰδέναι τὸν θεόν, τοῦτο μὴ πράξῃς.

### 95a

πρὸ παντὸς οὗ πράττεις νόει τὸν θεόν. φῶς σου τῶν πράξεων προηγείσθω.

### 96

μεγίστη ἀσέβεια εἰς θεὸν ἀνθρώπου κάκωσις. ψυχὴ φωτίζεται ἐννοίᾳ θεοῦ.

### 98

αὐτάρκειαν ἄσκει. τῶν ἀτόπων μὴ ὀρέγου.

### 100

τῶν καλῶν ἐκπόνει τὰ αἴτια. τὰ τοῦ σώματος μὴ ἀγάπα.

### 102

ἀκάθαρτον ἄνθρωπον ποιεῖ πρᾶξις αἰσχρά. καθαίρει ψυχὴν ἀνοήτου δόξης ἔλεγχος.

### 104

ὁ θεὸς ἀνθρώπων καλῶν πράξεων ἡγεμών ἐστιν. μηδένα ἐχθρὸν ἡγοῦ.

### 106a

ἀγάπα τὸ ὁμόφυλον. ἀγάπα τὸν θεὸν καὶ πρὸ τῆς ψυχῆς σου.

### 107

οὐ χαλεπὸν ἁμαρτωλοὺς ἐπὶ τὸ αὐτὸ γενέσθαι μὴ ἁμαρτάνοντας. τροφαὶ πολλαὶ ἁγνείαν ἐμποδίζουσιν.

### 108b

ἀκρασία σιτίων ἀκάθαρτον ποιεῖ. ἐμψύχων ἁπάντων χρῆσις μὲν ἀδιάφορον, ἀποχὴ δὲ λογικώτερον.

### 110

οὐ τὰ εἰσιόντα διὰ τοῦ στόματος σιτία καὶ ποτὰ μιαίνει τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἀπὸ κακοῦ ἤθους ἐξιόντα. ὃ ἂν 〈ἡδονῇ〉 ἡττώμενος σιτίον προσφέρῃ μιαίνει σε.

### 112

πλήθει ἀρέσκειν μὴ ἐπιτήδευε. παντὸς οὗ καλῶς πράττεις αἴτιον ἡγοῦ τὸν θεόν.

### 114

κακῶν θεὸς ἀναίτιος. μὴ πλέον κτῶ ὧν τὸ σῶμα ἐπιζητεῖ.

### 116

ψυχὴν χρυσὸς οὐ ῥύεται κακῶν. οὐ γέγονας ἐντρυφήσων τῇ τοῦ θεοῦ παρασκευῇ.

### 118

κτῶ ἃ μηδείς σου ἀφαιρεῖται. φέρε τὰ ἀναγκαῖα ὡς ἀναγκαῖα.

### 120

μεγαλοψυχίαν ἄσκει. ὧν καταφρονῶν ἐπαινῇ εὐλόγως, τούτων μὴ περιέχου.

### 121b

ἐφ’ οἷς εὐλόγως μεγαλοφρονεῖς, ταῦτα κέκτησο. εὔχου τῷ θεῷ τὰ ἄξια τοῦ θεοῦ.

### 123

τὸν ἐν σοὶ λόγον τοῦ βίου σου νόμον ποίει. αἰτοῦ παρὰ θεοῦ ἃ μὴ λάβοις ἂν παρὰ ἀνθρώπου.

### 125

ὧν ἡγεμόνες οἱ πόνοι, ταῦτά σοι εὔχου γενέσθαι μετὰ τοὺς πόνους. εὐχὴ ῥᾳθύμου μάταιος λόγος.

### 127

ὧν τοῦ σώματος ἀπαλλαγεὶς οὐ δεήσῃ, καταφρόνει. ὃ κτησάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ.

### 129

ἔθιζε τὴν ψυχήν σου μετὰ θεὸν ἐφ’ ἑαυτῇ μεγαλοφρονεῖν. μηθὲν ὧν ἀφαιρήσεταί σε κακὸς ἀνὴρ τίμα.

### 131

μόνον ἀγαθὸν ἡγοῦ τὸ πρέπον θεῷ. τὸ ἄξιον θεοῦ καὶ ἀνδρὸς ἀγαθοῦ.

### 133

ὃ οὐ συμβάλλεται πρὸς εὐδαιμονίαν θεῷ, οὐδὲ ἀνθρώπῳ. ταῦτα θέλε ἃ θέλοι ἂν καὶ ὁ θεός.

### 135

υἱὸς θεοῦ ὁ ταῦτα μόνα τιμῶν ἃ καὶ ὁ θεός. ἐφ’ ὅσον ποθεῖ τὸ σῶμα, ἡ ψυχὴ τὸν θεὸν ἀγνοεῖ.

### 137

ὄρεξις κτήσεως ἀρχὴ πλεονεξίας. ἐκ φιλαυτίας ἀδικία φύεται.

### 139a

ὀλίγα πέφυκεν τῇ ψυχῇ τὸ σῶμα ἐνοχλεῖν. φιληδονία ποιεῖ σώμα ἀφόρητον.

### 140

πᾶν τὸ πλέον ἀνθρώπῳ πολέμιον. φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ.

### 142

σπουδάζοντά σε περὶ τὰ μὴ καλὰ λήσεται τὰ καλά. σοφοῦ διάνοια ἀεὶ παρὰ θεῷ.

### 144

σοφοῦ διανοίᾳ θεὸς ἐνοικεῖ. σοφὸς ὀλίγοις γινώσκεται.

### 146

ἀπλήρωτος ἐπιθυμία, διὰ τοῦτο καὶ ἄπορος. τὸ σοφὸν ἀεὶ ἑαυτῷ ὅμοιον.

### 148

αὔταρκες πρὸς εὐδαιμονίαν θεοῦ γνῶσις καὶ ὁμοίωμα. κακοὶ κολακευόμενοι κακίους γίνονται.

### 150

ἀφόρητον γίνεται κακία ἐπαινουμένη. ἡ γλῶσσά σου τῷ νοΐ σου ἑπέσθω.

### 152

αἱρετώτερον λίθον εἰκῇ βάλλειν ἢ λόγον. σκέπτου πρὸ τοῦ λέγειν ἵνα μὴ λέγῃς ἃ μὴ δεῖ.

### 154

ῥήματα ἄνευ νοῦ ψόφος. πολυλογία οὐκ ἐκφεύγει ἁμαρτίαν.

### 156

βραχυλογίᾳ σοφία παρακολουθεῖ. μακρολογία σημεῖον ἀμαθίας.

### 158

τὸ ἀληθὲς ἀγάπα. τῷ ψεύδει χρῶ ὡς φαρμάκῳ.

### 160

καιρὸς τῶν λόγων σου προηγείσθω. λέγε ὅτε σιγᾶν οὐ καθήκει.

### 162a

περὶ ὧν οὐκ οἶδας σιώπα. περὶ ὧν οἶδας, ὅτε δεῖ λέγε.

### 163a

λόγος παρὰ καιρὸν διανοίας ἔλεγχος κακῆς. ὁπότε δεῖ πράττειν, λόγῳ μὴ χρῶ.

### 164a

ἐν συλλόγῳ πρῶτος λέγειν μὴ ἐπιτήδευε. ἡ αὐτὴ ἐπιστήμη ἐστὶ τοῦ λέγειν καὶ τοῦ σιωπᾶν.

### 165a

ἄμεινον ἡττᾶσθαι τἀληθῆ λέγοντα τοῦ περιγενέσθαι μετὰ ἀπάτης. ὁ νικῶν τῷ ἀπατᾶν νικᾶται ἐν ἤθει.

### 165c

μάρτυρες κακῶν γίνονται λόγοι ψευδεῖς. μεγάλη περίστασις ᾗ πρέπει ψεῦδος.

### 165e

ὁπότε ἁμαρτάνων εἶ τἀληθῆ λέγων, ἀναγκαίως τότε ψευδῆ λέγων οὐχ ἁμαρτήσεις. μηδένα ἀπάτα, μάλιστα τὸν συμβουλίας δεόμενον.

### 165g

μετὰ πλειόνων λέγων μᾶλλον ὄψει τὰ συμφέροντα. πίστις ἁπασῶν καλῶν πράξεων ἡγεμών ἐστιν.

### 167

σοφία ψυχὴν ὁδηγεῖ πρὸς θεόν. οὐδὲν οἰκειότερον σοφίᾳ ἀληθείας.

### 169

οὐ δυνατὸν τὴν αὐτὴν φύσιν πιστήν τε εἶναι καὶ φιλοψευδῆ. δειλῇ καὶ ἀνελευθέρῳ φύσει πίστις οὐκ ἂν μετείη.

### 171a

τὸ λέγειν ἃ δεῖ τοῦ ἀκούειν πιστὸς ὢν μὴ προτίμα. ἐν πιστοῖς ὢν μᾶλλον ἄκουε ἤπερ λέγε.

### 172

φιλήδονος ἀνὴρ ἄχρηστος ἐν παντί. ἀνεύθυνος ὢν λόγοις μὴ χρῶ περὶ θεοῦ.

### 174

τὰ τῶν ἀγνοούντων ἁμαρτήματα τῶν διδαξάντων αὐτοὺς ὀνείδη. νεκροὶ παρὰ θεῷ δι’ οὓς τὸ ὄνομα τοῦ θεοῦ λοιδορεῖται.

### 176

σοφὸς ἀνὴρ εὐεργέτης μετὰ θεόν. τοὺς λόγους σου ὁ βίος βεβαιούτω παρὰ τοῖς ἀκούουσιν.

### 178

ὃ μὴ δεῖ ποιεῖν, μηδ’ ὑπονοοῦ ποιεῖν. ἃ μὴ θέλεις παθεῖν, μηδὲ ποίει.

### 180

ἃ ποιεῖν αἰσχρόν, καὶ προστάττειν ἑτέρῳ αἰσχρόν. μέχρι καὶ τοῦ νοῦ καθάρευε τῶν ἁμαρτημάτων.

### 182

ἄρχων ἀνθρώπων μέμνησο ἄρχεσθαι παρὰ θεοῦ. ὁ κρίνων ἄνθρωπον κρίνεται ὑπὸ τοῦ θεοῦ.

### 184

μείζων ὁ κίνδυνος δικαζομένου δικαστῇ. ἅπασι μᾶλλον ἢ λόγῳ βλάπτε ἄνθρωπον.

### 186

δυνατὸν ἀπατῆσαι λόγῳ ἄνθρωπον, θεὸν μέντοι ἀδύνατον. οὐ χαλεπὸν ἐπίστασθαι καὶ ἐν λόγῳ νενικῆσθαι.

### 188

κακοδοξίας αἰτιώτατον ἡ ἐν πίστει φιλοδοξία. τίμα τὸ πιστὸς εἶναι διὰ τοῦ εἶναι.

### 190

σέβου σοφὸν ἄνδρα ὡς εἰκόνα θεοῦ ζῶσαν. σοφὸς ἀνὴρ καὶ γυμνὸς ὢν δοκείτω σοι σοφὸς εἶναι.

### 192

διὰ τὸ πολλὰ ἔχειν χρήματα 〈μὴ〉 τιμήσῃς μηδένα. χαλεπόν ἐστιν πλουτοῦντα σωθῆναι.

### 194

ψέγειν ἄνδρα σοφὸν καὶ θεὸν ἴσον ἁμάρτημα. λόγον χειρίζων περὶ θεοῦ παραθήκην σοι δεδόσθαι νόμιζε τὰς ψυχὰς τῶν ἀκουόντων.

### 196

οὐκ ἔστιν βιῶναι καλῶς μὴ πεπιστευκότα γνησίως. μόνον τὸ καλὸν ἀγαθὸν ἡγοῦ καὶ καλὸν μόνον τὸ πρέπον θεῷ.

### 198

ποίει μεγάλα μὴ μεγάλα ὑπισχνούμενος. οὐ γενήσῃ σοφὸς οἰόμενος εἶναι πρὸ τοῦ εἶναι.

### 200

μεγάλη περίστασις πιστὸν ἄνδρα δείκνυσι. τέλος ἡγοῦ βίου τὸ ζῆν κατὰ θεόν.

### 202

μηδὲν ἡγοῦ κακόν, ὃ μή ἐστιν αἰσχρόν. κόρου πέρας ὕβρις, ὕβρεως δὲ ὄλεθρος.

### 204

οὐκ ἀναβήσεται πάθος ἐπὶ καρδίαν πιστοῦ. πᾶν πάθος ψυχῆς λόγῳ πολέμιον.

### 206

ὃ ἂν πράξῃς ἐν πάθει ὤν, μετανοήσεις. πάθη νοσημάτων ἀρχαί.

### 208a

κακία νόσος ψυχῆς. ἀδικία ψυχῆς θάνατος.

### 209

τότε δόκει πιστὸς εἶναι, ὅταν τῶν τῆς ψυχῆς παθῶν ἀπαλλαγῇς. ἀνθρώποις χρῶ τοῖς ἅπασιν ὡς κοινὸς ἀνθρώπων εὐεργέτης.

### 210b

ὡς θέλεις χρήσασθαί σοι τοὺς πέλας, καὶ σὺ χρῶ αὐτοῖς. ἀνθρώποις κακῶς χρώμενος σεαυτῷ κακῶς χρήσῃ.

### 212

οὐδένα κακῶς ποιήσει ὁ πιστός. εὔχου τοὺς ἐχθροὺς δύνασθαι εὐεργετεῖν.

### 214

φαύλοις φαίνεται ἄχρηστος σοφὸς ἀνήρ. οὐκ ἄνευ θεοῦ καλῶς ζήσεις.

### 216

ὑπὲρ τοῦ κατὰ θεὸν ζῆν πάντα ὑπόμενε. εὐχῆς οὐκ ἀκούει θεὸς τοῦ ἀνθρώπων δεομένων οὐκ ἀκούοντος.

### 218

φιλόσοφος φιλοσόφῳ δῶρον παρὰ θεοῦ. τιμῶν φιλόσοφον τιμήσεις σεαυτόν.

### 220

πιστὸς ὢν ἴσθι. ὅταν υἱόν σε λέγῃ τις, μέμνησο τίνος σε λέγει υἱόν.

### 222

θεὸν πατέρα καλῶν ἐν οἷς πράττεις τούτου μέμνησο. τὰ ῥήματά σου [τὰ πιστὰ] πολλῆς εὐσεβείας μεστὰ ἔστω.

### 224

ἐν οἷς πράττεις πρὸ ὀφθαλμῶν ἔχε τὸν θεόν. δεινόν ἐστιν θεὸν πατέρα ὁμολογοῦντα πρᾶξαί τι ἄσχημον.

### 226

σοφὸν ὁ μὴ φιλῶν, οὐδὲ ἑαυτόν. μηθὲν ἴδιον κτῆμα νομιζέσθω φιλοσόφῳ.

### 228

ὧν κοινὸς ὁ θεὸς καὶ ταῦτα ὡς πατήρ, τούτων μὴ κοινὰ εἶναι τὰ κτήματα οὐκ εὐσεβές. ἀχαριστεῖ θεῷ ὁ μὴ περὶ πολλοῦ ποιούμενος φιλόσοφον.

### 230a

γάμον γὰρ δίδωσίν σοι παραιτεῖσθαι ἵνα ζήσῃς ὡς πάρεδρος θεῷ. γάμει καὶ παιδοποιοῦ χαλεπὸν εἰδὼς ἑκάτερον· εἰ δὲ καθάπερ εἰδὼς πόλεμον ὅτι χαλεπὸν ἀνδρίζοιο, καὶ γάμει καὶ παιδοποιοῦ.

### 231

μοιχὸς τῆς ἑαυτοῦ γυναικὸς πᾶς ὁ ἀκόλαστος. μηδὲν ἕνεκα ψιλῆς ἡδονῆς ποίει.

### 233

ἴσθι μοιχὸς εἶναι κἂν νοήσῃς μοιχεῦσαι· καὶ περὶ παντὸς ἁμαρτήματος ὁ αὐτὸς ἔστω σοι λόγος. πιστὸν εἰπὼν σεαυτὸν ὡμολόγησας μηδὲ ἁμαρτεῖν θεῷ.

### 235

πιστῇ γυναικὶ κόσμος σωφροσύνη νομιζέσθω. ἀνὴρ γυναῖκα ἀποπέμπων ὁμολογεῖ μηδὲ γυναικὸς ἄρχειν δύνασθαι.

### 237

γυνὴ σώφρων ἀνδρὸς εὔκλεια. αἰδούμενος γαμετὴν αἰδουμένην ἕξεις.

### 239

ὁ τῶν πιστῶν γάμος ἀγὼν ἔστω περὶ ἐγκρατείας. ὡς ἂν γαστρὸς ἄρξῃς, καὶ ἀφροδισίων ἄρξεις.

### 241

φυλάττου τὸν παρὰ τῶν ἀπίστων ἔπαινον. ἃ προῖκα λαμβάνεις παρὰ θεοῦ, καὶ δίδου προῖκα.

### 243

πλῆθος πιστῶν οὐκ ἂν ἐξεύροις· σπάνιον γὰρ τὸ ἀγαθόν. σοφὸν τίμα μετὰ θεόν.

### 245

ἐλεγχόμενος ἵνα γένῃ σοφὸς χάριν ἴσθι τοῖς ἐλέγχουσιν. ὁ τὸν σοφὸν οὐ δυνάμενος φέρειν τὸ ἀγαθὸν οὐ δύναται φέρειν.

### 247

πιστὸς εἶναι θέλων μάλιστα μὲν μὴ ἁμάρτῃς, εἰ δέ τι, μὴ δισσῶς τὸ αὐτό. ὃ μή ἐστι μάθημα θεοῦ ἄξιον, μὴ μάθῃς.

### 249

πολυμαθία περιεργία ψυχῆς νομιζέσθω. ὁ τὰ τοῦ θεοῦ ἀξίως εἰδὼς σοφὸς ἀνήρ.

### 251

χωρὶς μαθήματος οὐκ ἔσῃ θεοφιλής· ἐκείνου περιέχου ὡς ἀναγκαίου. φείδεται χρόνου σοφὸς ἀνήρ.

### 253a

παρρησίαν ἄγε μετὰ αἰδοῦς. ἔστιν σοφοῦ καὶ ὕπνος ἐγκράτεια.

### 254

ἀνιάτω σε μᾶλλον τέκνα κακῶς ζῶντα τοῦ μὴ ζῆν. τὸ γὰρ ζῆν μὲν οὐκ ἐφ’ ἡμῖν, καλῶς δὲ ζῆν καὶ ἐφ’ ἡμῖν.

### 256

τέκνα μὴ πιστὰ οὐ τέκνα. πιστὸς ἀνὴρ εὐχαρίστως φέρει τέκνων ἀποβολήν.

### 258

μὴ κρίνῃς φιλόσοφον ᾧ μὴ πάντα πιστεύεις. διαβολὰς κατὰ φιλοσόφου μὴ παραδέχου.

### 260

ἐπιτήδευε κοινὸς ἀνθρώποις εὐεργέτης εἶναι. ἀπευκτὸν ἡγοῦ καὶ τὸ δικαίως τινὰ κολάζειν.

### 262

μετ’ εὐθυμίας εἰ θέλεις ζῆν, μὴ πολλὰ πρᾶττε· πολυπραγμονῶν γὰρ κακοπραγμονῶν ἔσῃ. ὃ μὴ κατέθου, μηδ’ ἀνέλῃς, οὐ γὰρ κατὰ τὸν αὐτάρκη πολιτεύῃ.

### 264a

ἀφεὶς ἃ κέκτησαι ἀκολούθει τῷ ὀρθῷ λόγῳ. ἐλεύθερος ἔσῃ ἀπὸ πάντων δουλεύων θεῷ.

### 265

ἀπαλλάττου τροφῆς ἔτι θέλων. τροφῆς παντὶ κοινώνει.

### 267

ὑπὲρ τοῦ πτωχὸν τραφῆναι καὶ νηστεῦσαι καλόν. ποτόν σοι πᾶν ἡδὺ ἔστω.

### 269

μέθην δὲ ὁμοίως μανίᾳ φυλάττου. ἄνθρωπος γαστρὸς ἡττώμενος ὅμοιος θηρίῳ.

### 271

οὐδὲν φύεται ἐκ σαρκὸς ἀγαθόν. αἰσχρᾶς ἡδονῆς τὸ μὲν ἡδὺ ταχέως ἄπεισιν, τὸ δὲ ὄνειδος παραμένει.

### 273

ἀνθρώπους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας ἑαυτῶν καὶ ῥίπτοντας μέλη· πόσῳ βέλτιον ὑπὲρ τοῦ σωφρονεῖν; μεγάλην νόμιζε παιδείαν τὸ ἄρχειν σώματος· οὐ γὰρ παύσει ἐπιθυμίαν κτημάτων ἡ χρημάτων κτῆσις.

### 275

φιλόσοφον οὐδέν ἐστιν ὃ τῆς ἐλευθερίας ἀφαιρεῖται. ἡδονὰς ἡγοῦ τὰς ἀναγκαίας ὡς ἀναγκαίας.

### 277

τὰ ἀγαθὰ μὲν ἔχειν πάντες εὔχονται, κτῶνται δὲ οἱ γνησίως τοῦ θείου λόγου μετέχοντες. φιλόσοφος ὢν σεμνὸς ἔσο μᾶλλον ἢ φιλοσκώπτης.

### 279

σπάνιόν σου ἔστω σκῶμμα καὶ τὸ εὔκαιρον. ἄμετρος γέλως σημεῖον ἀπροσεξίας.

### 280b

σεαυτῷ διαχεῖσθαι πέρα τοῦ μειδιᾶν μὴ ἐπιτρέψῃς. σπουδῇ πλείονι ἢ διαχύσει χρῶ.

### 282

ἀγὼν ὁ βίος ἔστω σοι περὶ τοῦ σεμνοῦ. ἄριστον μὲν τὸ μὴ ἁμαρτεῖν, ἁμαρτάνοντα δὲ γινώσκειν ἄμεινον ἢ ἀγνοεῖν.

### 284

ἀλαζὼν φιλόσοφος οὐκ ἔστιν. μεγάλην σοφίαν νόμιζε δι’ ἧς δυνήσῃ φέρειν ἀγνοούντων ἀπαιδευσίαν.

### 286

αἰσχρὸν ἡγοῦ λόγον ἔχων διὰ στόμα ἐπαινεῖσθαι. σοφῶν ψυχαὶ ἀκόρεστοι θεοσεβείας.

### 288

ἀρχόμενος ἀπὸ θεοῦ πρᾶττε ὃ ἂν πράττῃς. συνεχέστερον νόει τὸν θεὸν ἢ ἀνάπνει.

### 290

ἃ μαθόντα δεῖ ποιεῖν, ἄνευ τοῦ μαθεῖν μὴ ἐπιχείρει. σαρκὸς μὴ ἔρα.

### 292

ψυχῆς ἀγαθῆς ἔρα μετὰ θεόν. οἰκείων ὀργὰς δύνασθαι φέρειν κατὰ φιλόσοφον.

### 294

πιστοῦ πλοῦτος ἐγκράτεια. ὅπερ μεταδιδοὺς ἄλλοις αὐτὸς οὐχ ἕξεις, μὴ κρίνῃς ἀγαθὸν εἶναι.

### 296

οὐδὲν ἀκοινώνητον ἀγαθόν. μὴ νόμιζε μικρότερον ἁμάρτημα ἄλλο ἄλλου.

### 297b

[πᾶν ἁμάρτημα ἀσέβημα ἡγοῦ.] ὡς ἐπὶ τοῖς κατορθώμασιν τιμᾶσθαι θέλεις, καὶ ἐπὶ τοῖς ἁμαρτήμασιν ψεγόμενος ἀνέχου.

### 299

ὧν τῶν ἐπαίνων καταφρονεῖς, καὶ τῶν ψόγων ὑπερόρα. θησαυρὸν κατατίθεσθαι μὲν οὐ φιλάνθρωπον, ἀναιρεῖσθαι δὲ οὐ κατὰ φιλόσοφον.

### 301

ὅσα πονεῖς διὰ τὸ σῶμα, καὶ διὰ τὴν ψυχὴν πονέσας σοφὸς ἂν εἴης. σοφὸν οὐδέν ἐστιν ὃ βλάπτει.

### 303

ὧν ἂν πράττῃς θεὸν ἐπικαλοῦ μάρτυρα. ὁ θεὸς ἀνθρώπων βεβαιοῖ καλὰς πράξεις.

### 305

κακῶν πράξεων κακὸς δαίμων ἡγεμών ἐστιν. οὐκ ἀναγκάσεις σοφὸν πρᾶξαι ὃ μὴ βούλεται μᾶλλον ἤπερ θεόν.

### 307

σοφὸς ἀνὴρ θεὸν ἀνθρώποις συνιστᾷ. ὁ θεὸς τῶν ἰδίων ἔργων μέγιστον φρονεῖ ἐπὶ σοφῷ.

### 309

οὐδὲν οὕτως ἐλεύθερον μετὰ θεὸν ὡς σοφὸς ἀνήρ. ὅσα θεοῦ κτήματα, καὶ σοφοῦ.

### 311

κοινωνεῖ βασιλείας θεοῦ σοφὸς ἀνήρ. κακὸς ἀνὴρ πρόνοιαν θεοῦ εἶναι οὐ θέλει.

### 313

ψυχὴ κακὴ θεὸν φεύγει. πᾶν τὸ φαῦλον θεῷ πολέμιον.

### 315

τὸ ἐν σοὶ φρονοῦν τοῦτο νόμιζε εἶναι ἄνθρωπον. ὅπου σου τὸ φρονοῦν, ἐκεῖ σου τὸ ἀγαθόν.

### 317

ἀγαθὸν ἐν σαρκὶ μὴ ἐπιζήτει. ὃ μὴ βλάπτει ψυχήν, οὐδὲ ἄνθρωπον.

### 319

φιλόσοφον ἄνθρωπον ὡς ὑπηρέτην θεοῦ τίμα μετὰ θεόν. τὸ σκήνωμα τῆς ψυχῆς σου βαρύνεσθαι μὲν ὑπερήφανον, ἀποθέσθαι δὲ πραέως ὁπότε χρὴ δύνασθαι μακάριον.

### 321

θανάτου μὲν σαυτῷ παραίτιος μὴ γένῃ, τῷ δὲ ἀφαιρουμένῳ σε τοῦ σώματος μὴ ἀγανάκτει. σοφὸν ὁ τοῦ σώματος ἀφαιρούμενος τῇ ἑαυτοῦ κακίᾳ εὐεργετεῖ, λύεται γὰρ ὡς ἐκ δεσμῶν.

### 323

ἄνθρωπον θανάτου φόβος λυπεῖ ἀπειρίᾳ ψυχῆς. σίδηρον ἀνδροφόνον ἄριστον μὲν ἦν μὴ γενέσθαι, γενόμενον δὲ σοὶ μὴ νόμιζε εἶναι.

### 325

οὐδεμία προσποίησις ἐπὶ πολὺν χρόνον λανθάνει, μάλιστα δὲ ἐν πίστει. οἷον ἂν ᾖ σου τὸ ἦθος, τοιοῦτος ἔσται σου καὶ ὁ βίος.

### 326b

ἦθος θεοσεβὲς ποιεῖ βίον μακάριον. ὁ βουλευόμενος κατ’ ἄλλου κακῶς, φθάνει κακῶς πάσχων.

### 328

μή σε παύσῃ τοῦ εὐεργετεῖν ἀχάριστος ἄνθρωπος. μηθὲν ὧν παραχρῆμα αἰτούμενος δῷς, πλείονος ἄξιον κρίνῃς τοῦ λαμβάνοντος.

### 330

κάλλιστα οὐσίᾳ χρήσῃ τοῖς δεομένοις προθύμως μεταδιδούς. ἀδελφὸν ἀγνωμονοῦντα πεῖθε μὴ ἀγνωμονεῖν καὶ ἀνιάτως ἔχοντα συντήρει.

### 332

εὐγνωμοσύνῃ πάντας ἀνθρώπους νικᾶν ἀγωνίζου. νοῦν οὐ πρότερον ἕξεις πρὶν ἢ γνῷς οὐκ ἔχων.

### 334

αὐτάρκειαν ἄσκει. τὰ μέλη τοῦ σώματος τοῖς οὐ χρωμένοις φορτία.

### 336

ὑπηρετεῖν κρεῖττον ἑτέροις ἢ πρὸς ἄλλων ὑπηρετεῖσθαι. ὃν οὐκ ἀπαλλάττει ὁ θεὸς τοῦ σώματος μὴ βαρυνέσθω.

### 338

δόγμα ἀκοινώνητον οὐ μόνον ἔχειν ἀλλὰ καὶ ἀκούειν χαλεπὸν ἡγοῦ. ὁ διδοὺς ὁτιοῦν μετ’ ὀνείδους ὑβρίζει.

### 340

κηδόμενος ὀρφανῶν πατὴρ ἔσῃ πλειόνων τέκνων θεοφιλής. ᾧ ἂν ὑπουργήσῃς ἕνεκα δόξης, μισθοῦ ὑπούργησας.

### 342

ἐάν τι δῷς ἐπὶ τὸ αὐτὸ γνωσθῆναι, οὐκ ἀνθρώπῳ δέδωκας, ἰδίᾳ δὲ ἡδονῇ. ὀργὴν πλήθους μὴ παρόξυνε.

### 344

μάθε τοίνυν τί δεῖ ποιεῖν τὸν εὐδαιμονήσοντα. κρεῖττον ἀποθανεῖν λιμῷ ἢ διὰ γαστρὸς ἀκρασίαν ψυχὴν ἀμαυρῶσαι.

### 346

ἐκμαγεῖον τὸ σῶμά σου νόμιζε τῆς ψυχῆς· καθαρὸν οὖν τήρει. ὁποῖα δ’ ἂν ἐπιτηδεύσῃ ψυχὴ ἐνοικοῦσα τῷ σώματι, τοιαῦτα μαρτύρια ἔχουσα ἄπεισιν ἐπὶ τὴν κρίσιν.

### 348

ἀκαθάρτου ψυχῆς ἀκάθαρτοι δαίμονες ἀντιποιοῦνται. πιστὴν ψυχὴν καὶ ἀγαθὴν ἐν ὁδῷ θεοῦ κακοὶ δαίμονες οὐκ ἐμποδίζουσιν.

### 350

λόγου περὶ θεοῦ μὴ παντὶ κοινώνει. οὐκ ἀσφαλὲς ἀκούειν περὶ θεοῦ τοῖς ὑπὸ δόξης διεφθαρμένοις.

### 352

περὶ θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός. περὶ θεοῦ μηδὲν εἴπῃς μὴ μαθὼν παρὰ θεοῦ.

### 354

ἀθέῳ δὲ περὶ θεοῦ μηδὲν εἴπῃς. περὶ θεοῦ λόγον ἀληθῆ ὡς θεὸν τίμα.

### 356

μὴ καθαρεύων ἀνοσίων ἔργων μὴ φθέγξῃ περὶ θεοῦ λόγον. λόγος ἀληθὴς περὶ θεοῦ λόγος ἐστὶν θεοῦ.

### 358

πεισθεὶς πρότερον θεοφιλὴς εἶναι πρὸς οὓς ἂν πεισθῇς λέγε περὶ θεοῦ. τὰ ἔργα σου θεοφιλῆ προηγείσθω παντὸς λόγου περὶ θεοῦ.

### 360

ἐπὶ πλήθους λέγειν περὶ θεοῦ μὴ ἐπιτήδευε. λόγου περὶ θεοῦ φείδου μᾶλλον ἢ ψυχῆς.

### 362

ψυχὴν αἱρετώτερον ἢ λόγον εἰκῆ προέσθαι περὶ θεοῦ. θεοφιλοῦς ἀνδρὸς σώματος μὲν ἄρξεις, λόγου δὲ οὐ κυριεύσεις.

### 363b

σοφοῦ σώματος καὶ λέων ἄρχει, τούτου δὴ μόνου καὶ τύραννος. ὑπὸ τυράννου γινομένης ἀπειλῆς τίνος εἶ τότε μάλιστα μέμνησο.

### 365

λόγον οἶς οὐ θέμις ὁ λέγων περὶ θεοῦ προδότης θεοῦ νομιζέσθω. λόγον περὶ θεοῦ σιγᾶν ἄμεινον ἢ προπετῶς διαλέγεσθαι.

### 367

ὁ λέγων ψευδῆ περὶ θεοῦ καταψεύδεται θεοῦ. ἄνθρωπος μηδὲν ἔχων λέγειν περὶ θεοῦ ἀληθὲς ἔρημός ἐστιν θεοῦ.

### 369

θεὸν οὐκ ἔστιν γινώσκειν μὴ σεβόμενον. οὐκ ἔστιν ὅπως ἀδικῶν τις ἄνθρωπον σέβοι τὸν θεόν.

### 371

κρηπὶς θεοσεβείας φιλανθρωπία. ὁ προνοῶν ἀνθρώπων εὐχόμενός τε ὑπὲρ πάντων οὗτος ἀληθείᾳ θεοῦ νομιζέσθω.

### 373

θεοῦ μὲν ἴδιον τὸ σώζειν οὓς ἂν προαιρῆται. εὐσεβοῦς δὲ τὸ εὔχεσθαι θεῷ σώζειν.

### 375

ὁπόταν εὐξαμένῳ σοι γένηται ὑπὸ τοῦ θεοῦ, τότε ἐξουσίαν ἔχειν ἡγοῦ παρὰ θεῷ. ἄξιος ἄνθρωπος θεοῦ θεὸς ἐν ἀνθρώποις.

### 376b

θεὸς καὶ υἱὸς θεοῦ τὸ μὲν ἄριστον, τὸ δὲ ἐγγυτάτω τοῦ ἀρίστου. ἀκτήμονα κρεῖττον ἢ ἀκοινώνητον εἶναι πολυκτήμονα.

### 378

μὴ διδοὺς δεομένοις δυνατὸς ὢν οὐ λήψῃ δεόμενος παρὰ θεοῦ. τροφῆς δεομένῳ μεταδιδόντος ἐξ ὅλης ψυχῆς δόμα μέν τι βραχύ, προθυμία δὲ μεγάλη παρὰ θεῷ.

### 380

θεὸν οὐ νομίζοντος ὁ νομίζων καὶ οὐδὲν εἶναι πρὸς αὐτὸν ἡγούμενος οὐχ ἧττον ἄθεος. τιμᾷ θεὸν ἄριστα ὁ τὴν ἑαυτοῦ διάνοιαν ἐξομοιώσας θεῷ εἰς δύναμιν.

### 382

θεὸς δεῖται μὲν οὐδαμῇ οὐδενός, χαίρει δὲ τοῖς μεταδιδοῦσι τοῖς δεομένοις. πιστῶν ὀλίγοι μὲν ἔστωσαν οἱ λόγοι, ἔργα δὲ πολλά.

### 384

πιστὸς φιλομαθὴς ἐργάτης ἀληθείας. ἁρμόζου πρὸς τὰς περιστάσεις ἵνα εὐθυμῇς.

### 386

μηδένα ἀδικῶν οὐδένα φοβηθήσῃ. τύραννος εὐδαιμονίαν οὐκ ἀφαιρεῖται.

### 388

ὃ δεῖ ποιεῖν, ἑκὼν ποίει. ὃ μὴ δεῖ ποιεῖν, μηδενὶ τρόπῳ ποίει.

### 389b

πάντα μᾶλλον ἢ τὸ σοφὸς εἶναι ὑπισχνοῦ. οὗ καλῶς πράττεις τὴν αἰτίαν ἀνάφερε εἰς θεόν.

### 391

οὐδεὶς σοφὸς ἀνὴρ κάτω που βλέπων εἰς γῆν καὶ τραπέζας. τὸν φιλόσοφον οὐ τὸν χρηματισμὸν ἐλευθεροῦν δεῖ, ἀλλὰ τὴν ψυχήν.

### 393

ψεύδεσθαι φυλάττου· ἔστιν γὰρ ἀπατᾶν καὶ ἀπατᾶσθαι. τίς θεὸς γνῶθι· μάθε τὸ νοοῦν ἐν σοί.

### 395

θεοῦ καλὸν ἔργον ἀγαθὸς ἄνθρωπος. ἄθλιοι δι’ οὓς ὁ λόγος ἀκούει κακῶς.

### 397

ψυχὴν θάνατος οὐκ ἀπόλλυσιν ἀλλὰ κακὸς βίος. πρὸς ὃ γέγονας εἰδὼς γνώσῃ σαυτόν.

### 399

οὐκ ἔστιν κατὰ θεὸν ζῆν ἄνευ τοῦ σωφρόνως καὶ καλῶς καὶ δικαίως πράττειν. ἀνθρώπων ἀπίστων βίος ὄνειδος.

### 401

μήποτε λάθῃς σαυτὸν ἀγενεῖ φύσει μεταδιδοὺς λόγου θεοῦ. ψυχὴν ἀπὸ γῆς πίστις ἀνάγει παρὰ θεόν.

### 403

σοφοῦ ψυχῆς μέγεθος οὐκ ἂν ἐξεύροις μᾶλλον ἤπερ καὶ θεοῦ. ὅσα δίδωσιν ὁ θεὸς οὐδεὶς ἀφαιρεῖται.

### 405

ὃ παρέχει κόσμος βεβαίως οὐ τηρεῖ. θεία σοφία ἡ τοῦ θεοῦ γνῶσις.

### 407

ἀκαθάρτῳ ψυχῇ μὴ τόλμα λέγειν περὶ θεοῦ. ἀνδρὸς πεῖραν πρότερον ἔργων ἢ λόγων ποίει.

### 409

τὰ ὦτά σου μὴ παντὶ πίστευε. οἴεσθαι μὲν περὶ θεοῦ εὐμαρές, λέγειν δὲ ἀληθὲς μόνῳ τῷ δικαίῳ συγκεχώρηται.

### 411

μὴ βασανίσῃς σου τῇ ψυχῇ τὸ σῶμα μηδὲ τὴν ψυχήν σου βασανίσῃς ταῖς τοῦ σώματος ἡδοναῖς. ἔθιζε σεαυτὸν τῷ μὲν σώματι παρέχειν τὰ τοῦ σώματος σωφρόνως, τῇ δὲ ψυχῇ θεοσεβῶς.

### 413

τρέφε σου τὴν μὲν ψυχὴν λόγῳ θείῳ, τὸ δὲ σῶμα σιτίοις λιτοῖς. χαίρειν ἔθιζέ σου τὴν ψυχὴν ἐφ’ οἷς καλὸν χαίρειν.

### 415a

ψυχὴ χαίρουσα ἐπὶ μικροῖς ἄτιμος παρὰ θεῷ. σοφοῦ ψυχὴ ἀκούει θεοῦ.

### 416

σοφοῦ ψυχὴ ἁρμόζεται πρὸς θεὸν ὑπὸ θεοῦ. σοφοῦ ψυχὴ ἀεὶ θεὸν ὁρᾷ.

### 418

ψυχὴ σοφοῦ σύνεστιν ἀεὶ θεῷ. καρδία θεοφιλοῦς ἐν χειρὶ θεοῦ ἵδρυται.

### 420

ψυχῆς ἄνοδος πρὸς θεὸν διὰ λόγου θεοῦ. σοφὸς ἕπεται θεῷ καὶ ὁ θεὸς ψυχῇ σοφοῦ.

### 422

χαίρει τῷ ἀρχομένῳ τὸ ἄρχον, καὶ ὁ θεὸς οὖν σοφῷ χαίρει. ἀχώριστόν ἐστιν τοῦ ἀρχομένου τὸ ἄρχον, καὶ θεὸς οὖν τοῦ σοφοῦ προνοεῖ καὶ κήδεται.

### 424

ἐπιτροπεύεται σοφὸς ἀνὴρ ὑπὸ θεοῦ, διὰ τοῦτο καὶ μακάριος. ψυχὴ σοφοῦ δοκιμάζεται διὰ σώματος ὑπὸ θεοῦ.

### 426

οὐχ ἡ γλῶττα τοῦ σοφοῦ τιμία παρὰ θεῷ, ἀλλ’ ἡ φρόνησις. σοφὸς ἀνὴρ καὶ σιγῶν τὸν θεὸν τιμᾷ [εἰδὼς διὰ τίνα σιγᾷ].

### 428

γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα [ὁ] μὴ κρατῶν οὐδεὶς πιστός. ἄνθρωπος ἀκρατὴς μιαίνει τὸν θεόν.

### 430

ἄνθρωπον θεοῦ γνῶσις βραχύλογον ποιεῖ. πολλοὺς λόγους περὶ θεοῦ ἀπειρία ποιεῖ.

### 432

θεὸν ἄνθρωπος εἰδὼς οὐ πολλὰ κομπάζει. ἐκλεκτὸς ἄνθρωπος ποιεῖ μὲν πάντα κατὰ θεόν, εἶναι δὲ οὐχ ὑπισχνεῖται.

### 434

*************** ἄνθρωπος δὶς ἐμπιπλώμενος τροφῇ καὶ μηδέποτε μόνος κοιμώμενος νύκτωρ συνουσίας οὐ φεύγει.

### 436a

εἱμαρμένη πιστὸν οὐ ποιεῖ. εἱμαρμένη θεοῦ χάριτος οὐκ ἄρχει· εἰ δὲ μή, καὶ θεοῦ.

### 437

*************** πιστὸς ἀνὴρ τρέφεται ἐγκρατείᾳ.

### 439

γνῶθι ῥήματα καὶ κτίσματα θεοῦ καὶ τίμα κατ’ ἀξίαν τὸν θεόν. *************** ψυχὴ πιστὴ ἁγνὴ καὶ σοφὴ καὶ προφῆτις ἀληθείας θεοῦ.

### 442

οὐκ ἀγαπήσεις κύριον τὸν θεὸν οὐκ ἔχων ἐν ἑαυτῷ οἷον ὁ θεὸς θέλει. φίλον ἡγοῦ τὸ ὅμοιον τῷ ὁμοίῳ.

### 444

οὐκ ἀγαπῶν τὸν θεὸν οὐκ ἔσῃ παρὰ θεῷ. ἔθιζε σεαυτὸν ἀεὶ ἀφορᾶν πρὸς τὸν θεόν.

### 446

ὁρῶν τὸν θεὸν ὄψῃ σεαυτόν. ὁρῶν τὸν θεὸν ποιήσεις τὸ ἐν σοὶ φρονοῦν ὁποῖον ὁ θεός.

### 448

σέβου τὸ ἐν σοὶ καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις μὴ καθυβρίσῃς. ἀσπίλωτόν σου τὸ σῶμα τήρει ὡς ἔνδυμα τῆς ψυχῆς παρὰ θεοῦ, ὡς καὶ τὸν χιτῶνά σου τηρεῖς ἀσπίλωτον ἔνδυμα ὄντα τῆς σαρκός.

### 450

σοφοῦ διάνοια θεοῦ ἔνοπτρον. ἀκολάστῳ ψυχῇ μὴ τόλμα λέγειν περὶ θεοῦ.

### 452

Ἀγωνιζόμενος ὑπὲρ οὗ ἀδίκως ἔπραξας δὶς ἀδικήσεις. ἄρχων μὲν ἐπιτήδευε πραῢς εἶναι, ἀρχόμενος δὲ μεγαλόφρων.

### 454

βασιλεῖ συμβούλευε τὰ συμφέροντα τῇ ἀρχῇ. βασιλεῖ μὴ ἐπιχείρει συγγίνεσθαι μὴ δυνάμενος δυσωπεῖν βασιλέα.

### 456

βασιλεῖ καλῶς χρώμενος ἄρξεις βασιλέως. βασιλέα φρόνησις οὐ διάδημα ποιεῖ.

### 458

νοῦς ἐστι τὸ ἄρχον. ὁ βασιλεύων ἀνθρώπων καλῶς βασιλεύεται ὑπὸ θεοῦ.

### 460

βασιλεῖ πιστὸς ὢν βασιλεὺς ἔσῃ. κυνικοῦ ἀνδρὸς ἄσκησις μὲν ἀγαθή, βίος δὲ οὐ προηγούμενος.

### 462

κυνικοῦ μὴ τὸ σχῆμα ἀποδέχου ἀλλὰ τὴν μεγαλοψυχίαν ζήλου. κυνικὸς ἀληθὴς βασιλεὺς ἀνεπίφθονος.

### 464

κυνικὸς ἀληθὴς τὸν κόσμον οἶκον ἡγεῖται. ᾧ ἂν ἕλῃ βίῳ πρᾶττε τὰ ἀκόλουθα.

### 466

πρὸς τὴν ἄκραν εὐδαιμονίαν αὐτάρκης ἀρετή. πλούσιον μόνον νόμιζε τὸν σοφόν.

### 468

ὧν ἀρετὴ αἰτία, τούτων οὐδενὶ φαῦλον πρόσεστιν. ὧν κακία αἰτία, τούτων καθαρεύσει σοφὸς ἀνήρ.

### 470

τὰ καλὰ ποιεῖν μὲν καλόν, ὑπισχνεῖσθαι δὲ αὔθαδες. ἃ δεῖ πράττειν ἐν περιστάσει, μὴ πράξῃς προηγουμένως.

### 472

ὑπὲρ ὧν θέλεις ζῆν, ὑπὲρ τούτων καὶ ἀπόθανε. οὐχ ὁ θάνατος κακόν, ἀλλὰ τὸ μὴ δύνασθαι γενναίως ἀποθανεῖν.

### 474

μηδὲν τῶν μεταξὺ ἀρετῆς καὶ κακίας ἀγαθὸν ἡγοῦ. οὐδὲν κακόν, ὃ μὴ αἰσχρόν.

### 476

ὀργὴ λογισμὸν ἐκπλήττει. ὁ φθονῶν ἑαυτὸν ζημιοῖ.

### 478

ἀνθρώποις χρῶ ὡς κοινωνοῖς καὶ πολίταις θεοῦ. μᾶλλον τοῖς μὴ δυναμένοις σε ἀμείβεσθαι χαρίζου.

### 480

οὐδεὶς ἂν γένοιτο εὔλογος, ὅπου λογισμὸς τοῦ ποιῆσαι αἰσχρόν. ἀρχὴ πατρίδος ἐπιμελείας ἀρίστη ἡ ἑαυτοῦ ἐπιμέλεια.

### 482

μεγάλως εὐεργετεῖ πατρίδα ὁ σπουδάσας ἀγαθὸς εἶναι πολίτης. ἀναθημάτων ἄριστον ἐν πόλει πολιτῶν ἀνδραγαθία.

### 484

πατρίδος εὐεργέτης ἀνὴρ σοφός. οὐ σῴζεται μέρος ἄνευ τοῦ ὅλου.

### 486

ἄριστα τιμᾷ γονεῖς ὁ μάλιστα γονέων ἐπιμελούμενος. εὐχάριστος γονεῦσιν ἄνθρωπος θεοφιλής.

### 488

θεραπεύει θεὸν ὁ θεραπεύων γονεῖς. οὐκ ἔστιν εὐσεβέστερον ἀνάλωμα τοῦ εἰς γονεῖς.

### 490

ὁποίους ἂν ἀξιοῖς σοι παῖδας εἶναι, τοιοῦτος ἔσο τοῖς γονεῦσι. ἀχάριστος γονεῦσιν ἄνθρωπος ἀσεβής.

### 492

εὐχῆς οὐκ ἀκούει θεὸς γονέων οὐκ ἀκούοντος. γονέων ὀργὰς φέρειν εὐσεβές.

### 494

γονέων πείθου μὲν μᾶλλον τῷ πατρί, θεράπευε δὲ τὴν μητέρα. γονεῦσιν ἀποπιμπλᾶσι τὸν θυμὸν καλὸν ὑπείκειν.

### 496

ἀναγκαιότατον τὸ φιλάδελφον ἡγοῦ. αἱ μὲν ἄλλαι φιλίαι φθονοῦνται, ἀδελφὸς δὲ ἀδελφὸν εὐθύνεται μὴ φιλῶν.

### 498

καλὸν ἀδελφῷ καὶ ζωῆς καὶ θανάτου ἰσομοιρεῖν. οὐδὲν οἰκειότερον σωφροσύνης γάμῳ.

### 500

ὅρα τὴν γυναῖκα ὡς μέρος σεαυτοῦ. αἰδούμενος τὴν γαμετὴν σῴζεις [ἀνήρ].

### 502

ἀνὴρ καὶ γυνὴ ἑνὸς ζῴου τελείου μέρη. τιμάτω μὲν ὁ ἀνὴρ τὴν γυναῖκα ὡς προστάτιν, ἡ γυνὴ δὲ τὸν ἄνδρα ὡς κηδεμόνα.

### 504

μηδὲν κτῆμα ἔστω τοῦ ἀνδρός, ὃ μὴ καὶ τῆς γυναικός ἐστιν. ἁμαρτήματα γυναικῶν ἀνδρῶν ἀπαιδευσίαι.

### 506

ἀνὴρ ἀρχέτω γυναικός, ἀλλὰ μὴ τυραννείτω. ἀνδρὸς ἀκρασία γυναῖκα ἀπόλλυσιν.

### 508

γυναικὸς ἄρχειν ἱκανὸς ὁ σώφρων ἀνήρ. οἱ δι’ ἡδονὴν παιδοποιούμενοι ὑβρίζουσι τὰς παιδοποιΐας.

### 510

λαγνεία κόρου περίσσευμα. προὶξ πολλὴ τέκνα βελτίονα οὐ ποιεῖ.

### 512

χαλεπώτερον πλουσιωτέρας ἄρξεις. γυνὴ φιλόκοσμος οὐ πιστή.

### 514

γυνὴ τὸν ἑαυτῆς ἄνδρα νόμον ἡγείσθω τοῦ βίου. ὁ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα πείθεσθαι αὑτῷ ποιείτω.

### 516

ὁ ἐπιγαμῶν τέκνοις μὴ εὐδοκιμείτω. ὅταν ἀρκῇ τέκνοις, ἀρκοῦ καὶ ἀφροδισίοις.

### 518

ὠμότατος τεκνοκτόνος ὁ τὰ μηδὲν ἠδικηκότα τέκνα ἀναιρῶν. τοῦς παῖδας τρέφε ὡς ὑπηρέτας θεοῦ ἐσομένους.

### 520

εὔχου σοι μὴ γίνεσθαι τέκνα ἢ κακὰ γίνεσθαι. ὁποία ἂν ᾖ σου ἡ γυνή, τοιοῦτος ἔσται σου καὶ ὁ οἶκος.

### 522

οὐ σεαυτῷ μόνῳ τέκνα γεννήσας μέμνησο ὅτι θνητὰ γεννᾷς. μὴ δυνάμενος φέρειν τέκνων ἀποβολὴν μὴ παιδοποιοῦ.

### 524

φύσις μεγάλη ἐπιμελουμένη βελτίων γίνεται, ἀμελουμένη δὲ χείρων. μεγάλη φύσις μεγάλης δεῖται καὶ τῆς ἐπιμελείας.

### 526

μεγάλη φύσις ἡ πρὸς ἀρετὴν εὖ πεφυκυῖα. ἡ ἐπ’ ἄκρον εὐφυΐα σφαλερά.

### 528

ὁ κακῶς εὐφυΐᾳ χρησάμενος ἀχάριστος τῇ φύσει νομιζέσθω. ἀσφαλὴς φύσις μεγάλων οὔτε ἀγαθῶν οὔτε κακῶν αἰτία.

### 530

χαλεπώτερον σοφιστοῦ εἰς τὸ διαφθεῖραι νέου ψυχὴν ὄχλος ἐπαινῶν. φυλάττου φαύλων ἐπαίνους.

### 532

οὐδὲν ὤνιον μέγα ἀνάθημα. λόγος ὀρθὸς ὅμοιος θεῷ, διὰ τοῦτο καὶ ἄπρατος.

### 534

ὁ τοῖς πολλοῖς πειρώμενος ἀρέσκειν πολλοῖς ὅμοιος. πλῆθος φιλοσόφων οὐκ ἂν ἐξεύροις.

### 536

γονέων διδάσκαλοι μείζους εὐεργέται. ἐν παντὶ τοῦ δοκεῖν τὸ εἶναι λυσιτελέστερον.

### 538

ὃν οὐκ οἶδας πῶς ποτ’ ἔχει παιδείας, τοῦτον μήποτε τολμήσῃς λέγειν εὐδαίμονα. οὐκ ἔστιν εὐγενῶς φιλοσοφεῖν πόνων μὴ καταφρονήσαντα.

### 540

παίδευε σαυτόν, εἶτα τοὺς ἄλλους. ἀνεύθυνος ὢν μὴ ἐπιχείρει νέων ἄρχειν.

### 542

παιδευτικὸς ἀνὴρ οὗτος εὐεργέτης μετὰ θεόν. ἐλέγχων σεαυτὸν ὑπ’ ἄλλων οὐκ ἐλεγχθήσῃ.

### 544

ἀνεξέταστος βίος οὐ βιωτὸς ἀνθρώπῳ. παιδευτικὸς θέλων εἶναι ἄσκει πραΰτητα.

### 546

ὁ βίος σου τοῖς παιδευομένοις ὑπόθεσις τῶν λόγων σου ἔστω. τῶν δογμάτων σου τὰ ἔργα ἀπόδειξις ἔστω.

### 548

πλεονέκτει τῶν ἀρχομένων ἐν ἅπασι τοῖς πόνοις. αἰσχρὸν προστάττειν ἃ μὴ ποιεῖς.

### 550

σαυτοῦ μὴ κρατῶν ἄλλων μὴ θέλε κρατεῖν. κάλλιστον ἐφόδιον πρὸς ἀρχὴν τὸ ἄρχειν ἑαυτοῦ.

### 552

ἄρχε ἑκόντων. χαλεπώτερον εὐγενῶν νέων ἄρχειν ἢ λεόντων.

### 554

ἐπιστάμενος ἄρχειν καὶ γυμνὸς ὢν ἄρξεις. ἐν παντὶ ἀρχικώτατος ὁ φρονιμώτατος.

### 556

ἓν τὸ σοφώτατον ἐν τοῖς οὖσι καὶ ἄριστον· εἷς οὖν καὶ θεός. τὸ μοναρχοῦν δεύτερον εἶναι οὐ πέφυκε.

### 558

μόνον αὐτῆς μονάδος ἐστὶν ὁ θεός. ὁ τοῦ θεοῦ νοῦς αὐτοκίνητος καὶ ἀεικίνητος.

### 560

θεός ἐστιν οὐσία ἀΐδιος, μακάριος θεός, ἔστι τε πρὸ παντὸς χρόνου καὶ πάσης γενέσεως μακάριον. πηγὴ πάντων καλῶν ὁ θεός ἐστιν.

### 562

ὁ θεὸς καθὸ νοῦς ἐστιν αὐτοκίνητος, κατ’ αὐτὸ δὴ τοῦτο καὶ ὑφέστηκεν. ὁ τοῦ θεοῦ νοῦς ὁ πρὸ πάντων σοφός.

### 564

τὸν αἵματος καὶ κνίσσης δεόμενον μὴ τόλμα λέγειν θεόν. θεοῦ γνώμῃ σῴζεται τὰ σύμπαντα, θεοῦ δυνάμει δυνατὰ πάντα.

### 566

οὐσία θεοῦ δύναμις τῶν ὄντων τοῦ παθεῖν ἀνεπίδεκτος. ἀπειρία θεοῦ πλῆθος ἐποίησε θεῶν.

### 568

βλὰξ ἄνθρωπος θεὸν ἀγνοῶν ξύλα καὶ λίθους τιμᾷ. ἀδικοῦντα μὲν λαθεῖν δυνατόν, πίστιν δὲ λαβεῖν ὑπὲρ τοῦ λαθεῖν ἀδύνατον.

### 570

φυλάττου τὸν παρὰ τῶν ἀπίστων ἔπαινον. ἐπαινεθέντες πόσοι ἀπώλοντο.

### 572

κρῖνε σεαυτὸν ὡς μηδὲν ἁμαρτεῖν καὶ οὐ μὴ κριθῇς. ἀγὼν ὁ βίος ἔστω σοι περὶ τοῦ σεμνοῦ.

### 574

οὐκ ἔστιν ἅμα δουλεύειν ἡδονῇ καὶ θεῷ. κατ’ ἀξίαν δουλεύων ἄρξεις τῶν τοῦ θεοῦ.

### 576

ὁποῖον ἂν ᾖ σου τὸ ἄρχον, τοιοῦτος ἔσῃ. γνῶθι θεόν, ἵνα γνῷς καὶ σαυτόν.

### 578

τιμὴ μεγίστη θεῷ θεοῦ γνῶσις ἐν σιγῇ. ὁμοίωσις θεοῦ παντὸς τοὐναντίου ἀποφυγή.

### 580

ἑαυτὸν αἰδοῦ μετὰ θεόν. εὐκαίρει τῷ θεῷ.

### 582

δικαίου διανοίας θεὸς ἡγεμών ἐστιν. τιμῶν τὸν θεὸν τίμα ἃ καὶ ὁ θεός.

### 584

εὐχῆς οὐκ ἀκούει θεὸς σπουδαίως δεομένων οὐκ ἀκούοντος. σεαυτῷ δεῖ πίστιν ἐπιφέρειν μετὰ θεὸν λόγον θεοῦ.

### 586

ὡς πρέπει λέγε περὶ θεοῦ. πιστὸς ἀνὴρ ἑνὶ λατρεύει τῷ ἐπὶ πᾶσι.

### 588

γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα μὴ κρατῶν οὐδὲ εἷς πιστός. σοφὸς ἀνὴρ καὶ σιγῶν θεὸν τιμᾷ.

### 590

καθαρὰν τὴν ψυχὴν ἔχων ἀνοσίων ἔργων λέγε περὶ θεοῦ καὶ ἄκουε. ψυχὴν ἀγαθὴν καὶ πιστὴν ἐν ἐννοίαις θεοῦ οὖσαν κακοὶ δαίμονες οὐκ ἐμποδίζουσιν.

### 592

φίλον ἡγοῦ τὸ ὅμοιον τῷ ὁμοίῳ. μόνον οἰκεῖον ἡγοῦ τὸ ἀγαθόν.

### 594

μηδὲν ἴδιον κτῆμα νομιζέσθω φιλοσόφου. ἄριστον μὲν τὸ μὴ ἁμαρτάνειν, ἁμαρτόντα δὲ ἄμεινον μηνύειν ἢ κρύπτειν.

### 596

νομιζέσθω σοι ἁμάρτημα εἶναι καὶ τὸ διανοηθῆναι ἁμαρτεῖν. πᾶν ὃ ἂν διανοηθῇς ὥστε ποιῆσαι, πεποίηκας αὐτὸ τῇ ψυχῇ.

### 598

οὐκ ἐκφεύξῃ ἁμαρτίαν ἀναλώμασι. πολύθεος ἄνθρωπος ἄθεος.

### 600

ὧν ἂν ἐπιθυμήσῃς, τούτων νόμιζε δοῦλος εἶναι. αἰσχρὸν νόμιζε τὸ διανοηθῆναι τὸ αἰσχρόν.

### 602

μὴ πλείονα κτῶ ὧν τὸ σῶμα ἐπιζητεῖ. οὐ γέγονας ἐντρυφήσων τῇ τοῦ κόσμου παρασκευῇ.

### 604

ἄνθρωπος δουλεύων ἡδονῇ δουλεύει κακῷ δαίμονι. κακοὺς ἀνθρώπους μένει ὁπόσα οὐ προσδοκήσουσι.

### 606

δικαιοσύνην ἔργῳ μᾶλλον ἢ λόγῳ ἄσκει. τὰ δίκαια ποίει καὶ πρὸς τοὺς ἀδικεῖν σε πειρωμένους.

### 608

μηδένα ἀδικῶν οὐδένα φοβηθήσῃ. ὑπὸ τῶν πλησίον ἀνέχου ψευδόμενος.

### 610

σπουδὴ πλειόνων ἐπιμεμφὴς γίνεται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: pxc-aa`.
