---
title: "Scholia on Sophocles: On Electra"
author: Scholia on Sophocles
eul_wid: ycy-afb
eul_aid: ycy
canonical: "https://eulogikon.org/works/scholia-sophocles-electra-ycy-afb"
lang: grc
content_hash: "sha256:f1a14f581699ffd87c31327d819d0013973c468978319aafc64cf94b1662998c"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Sophocles: On Electra

**Author:** Scholia on Sophocles

**eul_wid:** `ycy-afb` · [HTML page](https://eulogikon.org/works/scholia-sophocles-electra-ycy-afb)

## Text

ΕΙΣ ΗΛΕΚΤΡΑΝ.

ἀπειρόκαλον τὸ λέγειν ὅτι ὃν τρόπον τὰ κατὰ μέρος τῆς Ἰθάκης ἡ Ἀθηνᾶ ἔδειξε τῷ Ὀδυσσεῖ οὕτως ἔδει καὶ τὸν παιδαγωγὸν τῷ Ὀρέστῃ δεῖξαι· τῷ μὲν γὰρ ἀγνοοῦντι δείκνυσιν ὁ παιδαγωγὸς τῷ δὲ ἀπιστοῦντι ἡ Ἀθηνᾶ· ἅπαντα δὲ ἡμῖν φιλοτέχνως ἐν βραχεῖ δεδήλωκεν ὁ ποιητής, τὸν τόπον τῆς σκηνῆς, τὸν τρόπον ὡς παρέλαβεν αὐτὸν παρὰ τῆς ἀδελφῆς καὶ πρὸς τὸν Στρόφιον ἐξέθετο, τὸν καιρὸν ἐν ᾧ πάρεισιν εἰς τὰς Μυκήνας, τὸν συνόντα ὅτι Πυλάδης· φησὶ γὰρ ὑποκατιὼν

  
Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον.  

<!-- 1 -->ὦ τοῦ στρατηγήσαντος πολλάκις παρατηροῦμεν ὅτι οἱ παλαιοὶ τὰ συνεκτικὰ τῶν ὑποθέσεων ἐν ἀρχαῖς ἡμῖν δηλοῦσιν· καὶ νῦν δηλοῖ πρὸς τίνα ὁ λόγος ὅπερ ἦν ἀναγκαῖον πρόσωπον.

στρατηγήσαντος γράφε τυραννήσαντος.

<!-- 2 -->προσοχὴν ὁ λόγος ἀπεργάζεται σκοπούντων ἡμῶν τί δή ποτε προθυμεῖται τὴν πόλιν ἰδεῖν.

<!-- 4 -->τὸ γὰρ παλαιὸν Ἄργος Ἄργος ὁμωνύμως τῇ χώρᾳ ὡς Ὅμηρος

  
Ἄργος τε Σπάρτη τε·  
παλαιὸν δὲ ἢ ὅτι Ἄργος ὁ προπάτωρ αὐτῶν γηγενὴς ἦν ἢ ὅτι καὶ αὐτοὶ πρωτογενεῖς ἀντιποιοῦνται εἶναι· ἔτι δέ ἐστι καὶ τὸ περὶ τοῦ πυρὸς μέχρι τοῦ νῦν δεικνύμενον καὶ λεγόμενον ὡς ἀπʼ οὐρανοῦ πρῶτον ἐκεῖσε κατηνέχθη.

Ὅμηρος χωρίζει τὸ Ἄργος καὶ τὴν Μυκήνην, οἱ δὲ νεώτεροι τὴν αὐτὴν Μυκήνην καὶ Ἄργος φασίν.

<!-- 6 -->αὕτη δʼ, Ὀρέστα, τοῦ λυκοκτόνου οὐκ ἀπʼ ἄλλου τινὸς ποιεῖται τὴν δεῖξιν ἢ ἀπὸ τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος ὅπερ ἀρχαιότατόν ἐστι κατὰ τὴν ἐν τῷ Ἄργει ἀγορὰν ἐν ᾧ καὶ πῦρ ἀπόκειται περὶ οὗ πρόσθεν εἰρήκαμεν, ἔστι δὲ καταντικρὺ τοῦ Νεμεαίου Διός· παραγενόμενοι οὖν εἰς Ἄργος ὁ τροφεὺς δείκνυσιν αὐτῷ τὴν πόλιν λέγων ἣ ἔστιν οὐκ ἄπωθεν τῶν Μυκηνῶν ἀλλʼ ἐξ ἀπόπτου φαίνεται καὶ τὸν ναὸν τῆς Ἥρας ἐξ ἀριστερᾶς ὄντα Μυκηνῶν τοῖς ἀπὸ Κορίνθου εἰσιοῦσι· λυκοκτόνον δὲ τὸν Ἀπόλλωνα οἱ μὲν διὰ τὸ νόμιον εἶναι καὶ τὴν τῶν βοσκημάτων φυλακὴν ποιούμενον τοὺς ἐπιβούλους αὐτῶν φονεύειν διὸ καὶ λύκους αὐτῷ φασι θύεσθαι ἐν Ἄργει οἱ δὲ διὰ τὸ ἱερὸν εἶναι τὸ ζῷον ὡς καὶ τῆς Ἀρτέμιδος τὰς ἐλάφους ὅθεν καὶ τῷ νομίσματι τῶν Ἀργείων ἐγχαράττεσθαι τὸν λύκον ὡς καὶ τὰς γλαῦκας Ἀθήναζε.

<!-- 7 -->οὑξ ἀριστερᾶς ἔστι γὰρ ἐξ ἀριστερᾶς τῶν Μυκηνῶν τοῖς ἀπὸ Κορίνθου εἰσιοῦσιν Ἥρας ναός, ἐκ Φωκίδος δὲ παραγενόμενοι διὰ Κορίνθου πεποίηνται τὴν ὁδόν.

<!-- 9 -->τὰς πολυχρύσους Ὅμηρος

  
πολυχρύσοιο Μυκήνης.  

<!-- 10 -->πολύφθορον ἐν ᾧ πολλαὶ φθοραὶ καὶ φόνοι ἐγένοντο.

<!-- 13 -->ἤνεγκα ἐκ τούτου τὴν ἡλικίαν τοῦ νέου σημαίνει.

τὸ ἤνεγκα τὸ βραχὺ τῆς ἡλικίας δηλοῖ ὡς περὶ παιδαρίου οὔ τι βαδίσαι δυναμένου.

<!-- 19 -->μέλαινά τʼ ἄστρων ἐχρῆν οὕτως εἰπεῖν, μελαίνης νυκτὸς τὰ ἄστρα ἐκλέλοιπεν ὡς τὸ

  
ὁ δὲ χασσάμενος πελεμίχθη  
ἢ οὕτως, ἐκλέλοιπε τῶν ἄστρων ἡ μέλαινα εὐφρόνη ἵνʼ ᾖ τὸ ἄστρων πρὸς τὸ ἐκλέλοιπεν.

<!-- 22 -->ἀκμή σπουδή· πιθανῶς δὲ ἐγείρει τὸν ἀκροατὴν προσέχειν τοῖς ἔργοις ἃ ταχέως συμβουλεύει τελεσθῆναι.

<!-- 23 -->διδάσκει ἡμᾶς μεθʼ οἵων ἀνδρῶν δεῖ τὰ ἀπόρρητα ποιεῖν καὶ λέγειν.

<!-- 24 -->σημεῖα φαίνεις κ. ἑ. τοῦ εἶναι πιστὸς εἰς ἡμᾶς.

<!-- 26 -->ἐν τοῖσι δεινοῖς ἐν τοῖς πολέμοις.

<!-- 28 -->ἕπῃ ... ἔσῃ διὰ τὴν ἀπὸ τοῦ γήρως εὐβουλίαν.

<!-- 31 -->εἰ μή τι καιροῦ τυγχάνω εἴ τί σοι δοκῶ μὴ καλῶς βεβουλεῦσθαι μεθάρμοσον ὅ ἐστιν ἐπανόρθωσον· ἔστι δὲ ἀγάσασθαι τὸν νεανίσκον ὅτι μὴ πάνυ αὐθέκαστος φαίνεται.

<!-- 32 -->διὰ τῆς διηγήσεως ταύτης τὸ λεῖπον τῆς ἱστορίας προσανεπλήρωσεν ἡμῖν.

<!-- 35 -->χρῇ μαντεύεται.

<!-- 36 -->ἄσκευον αὐτὸν ἢ αὐτὸν τὸν Αἴγισθον ἀπαρασκεύαστον ὄντα ἢ τὸν Ὀρέστην οἷον μὴ μετὰ πολέμου ἐπεμβῆναι.

<!-- 39 -->ὅταν σε ὁ καιρὸς καλῇ.

<!-- 40 -->περιέργασαι τὰ πραττόμενα πάντα.

<!-- 42 -->τοῦ πιθανοῦ χάριν.

τὸ μὴ Ἀττικῶς πλεονάζει.

οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ τινὲς τὸ ἠνθισμένον ἐπὶ τῆς κεφαλῆς ἤκουσαν οἷον ταῖς πολιαῖς ἠνθισμένον, τοῦτο δὲ ἀπίθανον· ἐγνώσθη γὰρ ἂν εἰ καὶ τοσοῦτον ἤλλαξεν τὴν κεφαλήν· δοκεῖ οὖν μοι τὸ ἠνθισμένον ἀντὶ τοῦ ἠσκημένον, οὐ μή σε ἐπιγνῶσι τοιαῦτα πλαττόμενον· εἰ δὲ τὸ ἠνθισμένον ἐπὶ ἡλικίας δεξαίμεθα ἔστιν οὐκ ἐπὶ τῶν τριχῶν ἀλλʼ ἐπὶ παντὸς τοῦ σώματος.

<!-- 45 -->Φωκεύς τὸν Φωκέα προθεὶς ἐπήνεγκεν Φανοτέα ἀπὸ τοῦ ὅλου εἰς τὸ μερικὸν καταβαίνων ὁμοίως τῷ

ἡ δʼ ἐς Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη

ἐς Πάφον· ἐλέγοντο γὰρ ὁλοσχερέστερον μὲν Φωκεῖς ἐπὶ μέρος δὲ Κρισαῖοι, Φανοτεῖς· τινὲς δὲ ὄνομά φασι τὸ Φανοτέως.

<!-- 46 -->δορυξένων ἀντὶ τοῦ φίλων· κυρίως δὲ οἱ ἐν πολέμῳ γινόμενοι φίλοι ὡς Γλαῦκος καὶ Διομήδης.

<!-- 47 -->ἄγγελλε δʼ ὅρκῳ μὴ σμικρολόγως τις ἐπιλάβηται ὡς κελεύοντος ἐπιορκεῖν τοῦ ποιητοῦ· δεῖ γὰρ αὐτὸν πείθεσθαι τῷ θεῷ τὸ πᾶν δόλῳ πράσσειν παρακελευομένῳ ὥστε ἐν οἷς δοκεῖ ἐπιορκῶν δυσσεβεῖν διὰ τούτων εὐσεβεῖ πειθόμενος τῷ θεῷ· ἔχει δὲ ἀξιοπιστίαν ὁ λόγος ὡς ἐν Φωκίδι τρεφόμενον καταβῆναι ἐς τὰ Πύθια· ἀνῆκται δὲ τοῖς χρόνοις· ἐπὶ Τριπτολέμου γάρ φασι γενέσθαι Πυθικὸν ἀγῶνα ἑξακοσίοις ἔτεσι πρότερον.

<!-- 48 -->ἐξ ἀναγκαίας τύχης βιαίως οἷον ἀναγκαστῷ μόρῳ καὶ οὐκ ἐκ ταὐτομάτου, ἐκ βίας, ἐκ δυστυχίας, οὐκ ἰδίῳ θανάτῳ.

<!-- 49 -->τοῖς χρόνοις ἀνῆκται· νεώτερος γὰρ Ὀρέστου ἐστὶν ὁ Πυθικὸς ἀγών.

<!-- 50 -->ὧδʼ ὁ μῦθος ἑστάτω ἡ ἔκβασις τοῦ λόγου ἢ τὸ κεφάλαιον· πιθανὸν δὲ τὸ ἐν Φωκίδι ἀνατραφέντα Πύθια ἀγωνίζεσθαι.

δεδόχθω.

<!-- 51 -->ὡς ἐφίετο ὁ Ἀπόλλων δῆλον ὅτι, ὡς ἐκέλευεν.

<!-- 52 -->λοιβαῖσι πρῶτον καὶ καρατόμοις καὶ τοῖς ἀπὸ κρατὸς τετμημένοις βοστρύχοις· λέγοι δʼ ἂν χλιδὰς ἤτοι καθόλου τοὺς πλοκάμους οἵ εἰσι τρυφὴ τῆς κεφαλῆς ἢ παρʼ ὅσον τρυφὴ καὶ κόσμος ἀπετίθεντο τοῖς νεκροῖς οἱ πλόκαμοι ἐν τῷ τάφῳ.

<!-- 54 -->τύπωμα χαλκόπλευρον τὴν ὑδρίαν ἐν ᾗ δῆθεν τὰ δοκοῦντα εἶναι ὀστέα Ὀρέστου ἀπέκειτο.

τὸ ἄγγος.

<!-- 56 -->κλέπτοντες ἀπατῶντες, παραλογιζόμενοι· Ὅμηρος κλέπτε νόῳ.

<!-- 62 -->ἤδη γὰρ εἶδον πολλάκις Πυθαγόρας καθείρξας ἑαυτὸν ἐν ὑπογείῳ λογοποιεῖν ἐκέλευσε τὴν μητέρα ὡς ἄρα τεθνηκὼς εἴη καὶ μετὰ ταῦτα ἐπιφανεὶς περὶ παλιγγενεσίας καὶ τῶν καθʼ Ἅιδου τινὰ ἐτερατεύετο διηγούμενος πρὸς τοὺς ζῶντας περὶ τῶν οἰκείων οἷς ἐν Ἅιδου συντετυχηκέναι ἔλεγεν ἐξ ὧν τοιαύτην ἑαυτῷ δόξαν περιέθηκεν ὡς πρὸ μὲν τῶν Τρωικῶν Αἰθαλίδης ὢν ὁ Ἑρμοῦ, εἶτα Εὔφορβος, εἶτα Ἑρμότιμος, εἶτα Πύρρος ὁ Δήλιος, εἶτα ἐπὶ πᾶσι Πυθαγόρας· εἰς τοῦτο οὖν ἔοικεν ἀποτείνεσθαι ὁ Σοφοκλῆς· ἔνιοι δὲ οἴονται ἀπιθάνως εἰς Ὀδυσσέα ἀποτείνεσθαι· οὐ γὰρ πέπρακταί τι τοιοῦτον Ὀδυσσεῖ· ἐφυλάξατο δὲ ὀνομάσαι τὸν ἄνδρα· καὶ μὴ τῶν θαυμαστῶν εἶναι δόξῃ εἰ ἐν τραγῳδίᾳ καὶ μύθῳ παλαιῷ τετόλμηκέ τι κακόηθες εἰπεῖν καὶ προσκρουστικὸν εἰς τοὺς καθʼ ἑαυτὸν ὃ μᾶλλον ἥρμοζε κωμῳδίᾳ.

<!-- 68 -->δέξασθέ μʼ εὐτυχοῦντα ἐπʼ εὐτυχίᾳ με δέξασθε ὥστε ταύτας τὰς ὁδοὺς τελεσθῆναι.

εὐτυχῶς ἐπιχειροῦντα ταῖς μηχαναῖς.

<!-- 70 -->δίκῃ καθαρτής τὰ εἰς της ἔχοντα τὴν παρατέλευτον εἰς ἀμετάβολον λήγουσαν ἀπρόσληπτα ὄντα τοῦ σ κατὰ τὴν γενικὴν βαρύνονται εἰ μὴ εἴη μετοχικά, ὑφάντης, ἀγύρτης, εὐφράντης, τὸ δὲ ἑκοντὴς καὶ ἐθελοντὴς μετοχικά· παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τό τε καθαρτὴς καὶ ἀμυντὴς ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, καλλυντής, πραϋντής.

<!-- 72 -->ἀρχέπλουτον ἄρχοντα τοῦ πλούτου καὶ τὴν ἀρχαίαν τύχην ἀποληψόμενον.

<!-- 75 -->ἐξιέναι βούλονται διὰ τὴν εἴσοδον τοῦ χοροῦ.

καιρὸς γὰρ ὅσπερ ἀνδράσιν ἐφʼ ἑκάστου πράγματος τὸ καίριον καὶ χρησιμώτατόν ἐστιν ὅπου καὶ τὰ σπουδαῖα παρὰ καιρὸν γινόμενα οὐκ ἀποδέχονται ὡς ἰατρὸν τῷ κάμνοντι περὶ τῆς φύσεως τοῦ νοσήματος διαλεγόμενον, ὡς εἴ τις τοῖς μεθύουσι περὶ σωφροσύνης διαλέγοιτο.

<!-- 78 -->καὶ μὴν θυρῶν ἔδοξα θαυμαστῶς ὁ γέρων οὐκ ἐπιβέβηκεν τῷ ἀληθεῖ, τούτου δὲ ἀποστῆσαι βουλόμενος τὸν Ὀρέστην προσπόλων τινός φησιν.

τὸ ἑξῆς, ἔνδον θυρῶν.

<!-- 80 -->ἆρʼ ἐστὶν ἡ δύστηνος ὑπὸ νεότητος Ὀρέστης παράγεται φιλοπευστεῖν, ὁ δὲ πρεσβύτης τὸ χρήσιμον σκοπεῖν ἀναγκάζει.

<!-- 81 -->κἀνακούσωμεν ἐπακούσωμεν.

<!-- 82 -->μηδὲν πρόσθεν ἅμα μὲν εἰς τὸ χρήσιμον συμβουλεύει πείθεσθαι τῷ θεῷ ἅμα δὲ καὶ πρὸς τὴν ὑπόθεσιν· διελύθη γὰρ ἂν τὸ πᾶν ἐξ ἀρχῆς μηνυθέντος Ὀρέστου.

<!-- 86 -->ὦ φάος ἁγνόν ὀλόφυρσίς ἐστι τῆς Ἠλέκτρας ἐν ταῖς μονῳδίαις ὅπερ σύνηθες τοῖς τραγικοῖς κινητικὸν τοῦ πένθους· τοῦτο δὲ τὸ πρόσωπον εὔνουν ἐστὶ τῷ ἀποθανόντι· ἐπεὶ δὲ ἄηθές ἐστι πρὸς τοὺς θεατὰς ἢ πρὸς ἑαυτὴν ταῦτα διαλέγεσθαι ὡς ἀπομεμφομένη τοῖς θεοῖς ἢ μάρτυρας τῶν θρήνων καλοῦσα πρὸς τὰ στοιχεῖα ποιεῖται τὸν λόγον καὶ οὕτως ἡμῖν δηλωθήσεται ὅπως διέκειτο ἐπὶ τῷ συμβάντι κατὰ τὸν πατέρα· ἰσόμοιρον δέ φησιν εἶναι τὴν γῆν τῷ ἀέρι παρʼ ὅσον παρατείνειν ἀλλήλοις τὰ στοιχεῖα πρέπει· καὶ τοῖς φιλοσόφοις ἴσος δοκεῖ εἶναι κατὰ τὴν ἀνάλυσιν ὁ ἀὴρ τῇ γῇ· συνέστραπται γὰρ ἡ γῆ· εἰ δὲ διαλυθῇ ἰσωθήσεται αὐτῷ· οὕτως ἔχει καὶ τὸ Ἡσιόδειον

  
γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ  
  
οὐρανόν·  
ἰσόμοιρον δὲ γῆς ἀέρα τὸν σκότον φησὶν ἵνα τὸ φάος ἁγνὸν ἀντιδιαστέλληται· καὶ γῆς, φησίν, ἰσόμοιρος ἀὴρ ἴσην μοῖραν ἔχων τῇ γῇ· πανταχοῦ γάρ ἐστιν ἀήρ· ἢ ὅτι γῆ καὶ ἀὴρ στοιχεῖα, ἰσότιμα δὲ τὰ τέσσαρα στοιχεῖα ἀλλήλοις· τινὲς δὲ ὅτι μέση ἀέρος ἐστὶν ἡ γῆ διὰ τὰ ἀπὸ κέντρου διαστήματα· ἰσόμοιρος οὖν διὰ τὸ ἴσον ἀπέχειν πανταχόθεν τῆς γῆς· καὶ ταῦτα δὲ Φερεκράτης παρῴδηκεν· τὸ δὲ ἀὴρ τὸ α συνέστειλεν διὰ ῥυθμὸν ἢ μέτρον.

<!-- 87 -->ὥς μοι | πολλὰς μὲν θρήνων ὦ φάος ἁγνόν, ὅσα μοι σύνοιδας θρηνούσῃ καὶ κοπτομένῃ· τὸ δὲ κατάλληλον οὕτως, ὡς πολλὰς μὲν ᾠδὰς τῶν θρήνων ᾔσθου πολλὰς δὲ πληγὰς αἱμασσομένων τῶν στέρνων, πληγὰς ἀντήρεις· τραγικώτερον δέ πως ἀπήγγελται ὥστε τὴν διάλυσιν αὐτῶν μὴ πάνυ πολιτικὴν εἶναι· μετῆκται δὲ ἀπὸ τῶν ἐρεσσόντων οἷον πληγὰς κατὰ τὸ ἐναντίον τῶν στέρνων ἐλαυνομένας.

<!-- 89 -->ἀντήρεις ἀντιθέτους ἀντὶ τοῦ ἴσας τοῖς θρήνοις· μετῆκται δὲ ἀπὸ τῶν ἐρεσσόντων ὅταν κατʼ ἴσον ἐρέσσωσιν καὶ μὴ εἰς θάτερον περιωθῆται ἡ ναῦς· ἀντήρεις οὖν ἀντικτυπούσας τοῖς θρήνοις· θρηνοῦσα γὰρ ἔτυπτε τὸ στῆθος πρὸς ἕκαστον.

ᾔσθου ἀντὶ τοῦ ἔμαθες.

<!-- 90 -->διὰ τούτων ἡ ἐπίτασις.

<!-- 91 -->ὁπόταν δνοφερά ὅσα μέν, φησί, διὰ νυκτὸς κλαίω αἱ εὐναὶ ἴσασιν ὅσα δὲ διʼ ἡμέρας ὁ ἀὴρ καὶ τὸ φῶς, λέγει δὲ ὅτι οὐ διαλείπω οὔτε νυκτὸς οὔτε ἡμέρας κλαίουσα.

ὑπολειφθῇ παρέλθῃ.

<!-- 94 -->ὅσα τὸν δύστηνον· κατὰ βραχὺ ἐνδείκνυσι τὰ τῆς ὑποθέσεως· ἰδοὺ γὰρ ἔγνωμεν ὅτι ἀδελφὴ τοῦ Ὀρέστου καὶ διὰ τί θρηνεῖ.

<!-- 95 -->ὃν κατὰ μὲν βάρβαρον παρὰ τὸ ὑπὸ Ἀγαμέμνονος ἐν τῇ Νεκυίᾳ

  
οὔτε μʼ ἀνάρσιοι ἄνδρες  
καὶ τὰ ἑξῆς· πάνυ δὲ περιπαθὴς ὁ λόγος εἰ καὶ πολεμίων πικροτέρα ἐφάνη Κλυταιμήστρα τῷ ἰδίῳ ἀνδρί·

  
πάνυ γὰρ περιπαθὲς τὸ ἐπὶ τηλικούτου καὶ τοσαῦτα  
  
διαπραξαμένου εἰπεῖν  
  
ὅπως δρῦν ὑλοτόμοι·  
οὐκ ἐξένισεν δὲ ἀντὶ τοῦ οὐκ ἀπέκτεινεν· ξένια γὰρ Ἄρεως τραύματα καὶ φόνοι· καὶ Ἀρχίλοχος

ξείνια δυσμενέσιν λυγρὰ χαριζόμενοι.

πάνυ περιπαθῶς πικροτέραν γενέσθαι τῷ Ἀγαμέμνονι καὶ πολεμίου καὶ ἀλλοδαπῆς τὴν Κλυταιμήστραν.

<!-- 101 -->ἢ ʼμοῦ φέρεται εἰ δὲ καὶ τὰ τῆς Χρυσοθέμιδος παράκειται αὕτη γε διὰ τὸ πάνυ ἀλγεῖν οὐδένα κατʼ ἀξίαν φροντίζειν τῶν γεγονότων οἴεται ἢ μόνην αὐτήν.

<!-- 102 -->ἀδίκως οἰκτρῶς ἔν τισιν ὑπόκειται ἀντὶ τοῦ ἀδίκως ἀεικῶς· καὶ οἰκτρῶς μὲν διὰ τὸ βίᾳ καὶ ἐπιβουλευθέντα ἀεικῶς δὲ ὅτι πελέκει αὐτὸν μεθʼ ὕβρεως ἐτίσατο.

<!-- 103 -->ἀλλʼ οὐ μὲν δὴ | λήξω ὁ νοῦς, ἀλλʼ οὐ λήξω θρήνων οὔτε ἡμέρας οὔτε νυκτὸς ὀδυρομένη ἕως ἂν νύκτα καὶ φῶς βλέπω ὥστε μὴ ἀηδόνος τρόπῳ ἠχώ τινα προπέμπειν τῶν θρήνων πρὸ τῶν πατρῴων θυρῶν.

<!-- 108 -->τὴν ἐπὶ κωκυτῷ ἠχὼ τουτέστι θρηνητικήν.

<!-- 111 -->πότνιʼ ἀρὰ γράφε ποινία ἀρά.

<!-- 112 -->σεμναί τε θεῶν εὐφήμως ὡς καὶ τὸ Εὐμενίδες.

<!-- 119 -->μούνη γὰρ ἄγειν ἢ τὸ καταβαροῦν με καὶ καταφερόμενον, ὃ φέρειν οὐ δύναμαι ἢ ἐπὶ τοῦ Ὀρέστου ἀκούειν δεῖ οὕτως τὸ ἀντίρροπον, ὅπερ ἂν εἶχεν ἐκεῖνος φέρειν παρὼν ὥστε κοινῇ ἡμᾶς αὐτὸ φέρειν· μόνη γὰρ φέρειν οὐκέτι ἰσχύω.

σωκῶ ἀντὶ τοῦ ἰσχύω, οἱ δὲ νεώτεροι ἀντὶ τοῦ σῴζω.

<!-- 121 -->ἰὼ παῖ, παῖ πάροδός ἐστι χοροῦ γυναικῶν τῇ Ἠλέκτρᾳ συναχθομένων· δυστανοτάτας δὲ τῆς ἐξωλεστάτης· οὐ γὰρ ἐπὶ οἴκτου ἐστὶν ὁ λόγος.

<!-- 122 -->τίνʼ ἀεὶ | τάκεις; ἀντὶ τοῦ διὰ τί τήκῃ τῇ ἀκορέστῳ οἰμωγῇ;

<!-- 124 -->ἀθεωτάτας ἀσεβοῦς.

<!-- 125 -->ματρὸς ἁλόντʼ ἀπάταις μητρὸς ἁλόντα πληγαῖς.

<!-- 126 -->ὡς ὁ τάδε πορὼν κ. ἑ. λίαν αἰδήμων ὁ χορὸς ὃς ἐπὶ τὸν Αἴγισθον τρέπει τὴν αἰτίαν· καὶ γυναικῶν ἐστιν ἴδιον τὸ μηδὲ ἐπὶ τοῖς προφανέσιν ἁμαρτήμασιν καταλέγειν ἄλλης γυναικός· καὶ τὸ

  
εἴ μοι θέμις τάδʼ αὐδᾶν  
λίαν ἠθικὸν καὶ ἁρμόζον γυναιξίν.

ἐπεὶ κατʼ ἀρχόντων ἦν ὁ λόγος ἢ ἐπεὶ δοκεῖ δυσφημεῖν φησιν, εἰ δίκαιόν ἐστιν οὕτως εὔχομαι.

<!-- 129 -->ὦ γενέθλα γενναίων ὦ παῖδες τῶν εὐγενῶν Μυκηναίων.

γενναίων πατέρων.

<!-- 130 -->ἥκετʼ ἐμῶν καμάτων οἶδα, φησίν, ἃ πράττω καὶ οὐ λανθάνει με ὅτι ὑπὲρ τὸ δέον ποιῶ· ἢ οἶδα ὅτι μοι εὐνοεῖτε ἵνα συνάπτῃ τῷ προκειμένῳ

  
ἥκετʼ ἐμῶν καμάτων παραμύθιον·  
ἄμεινον δὲ τὸ πρῶτον.

<!-- 134 -->τοιοῦτοι γὰρ πολλάκις οἱ ἐν τοῖς πάθεσι παρηγορούμενοι, παρακαλοῦντες συγχωρεῖσθαι θρηνεῖν.

<!-- 135 -->ἀλύειν τὸ ἐν ἄλῃ δυσφορεῖν σημαίνει, ἐνίοτε δὲ τὸ γεγηθέναι ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως· Ὅμηρος

  
ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;  

<!-- 137 -->

  
Ὅμηρος  
  
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.  

<!-- 138 -->παγκοίνου εἰς ἣν ἅπαντας ἀφικέσθαι δεῖ.

<!-- 139 -->οὔτε γόοις οὔτε λιταῖσιν οὔτε ὀδυρομένη οὔτε παρακαλοῦσα τοὺς θεούς· καὶ Αἰσχύλος

  
μόνος θεῶν γὰρ θάνατος οὐ δώρων ἐρᾷ,  
μόνος οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος.

<!-- 144 -->ἐφίῃ ἐπιθυμεῖς· τί μοι, φησί, τούτων γλίχῃ ἅπερ ἐστὶν οὐκ εὐκόλως φέρειν, θρήνου καὶ πένθους;

<!-- 147 -->ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσα Ἀττικῶς τὸ ἄραρέ με ἀντὶ τοῦ ἤρεσέ μου ταῖς φρεσὶν ἀντὶ σύμφωνα πράσσομεν ἐγὼ καὶ ἡ ἀηδὼν ἕνεκα τοῦ θρηνεῖν. ἄλλως: οἷον συνήρμοσταί μου ταῖς φρεσὶ τουτέστιν ἐκείνην ζηλῶ τὴν ἀεὶ τὸν Ἴτυν στενάζουσαν.

  
καὶ Ἀριστοφάνης  
  
σὲ δὲ ταῦτʼ ἀρέσκει.  

<!-- 149 -->ἀτυζομένα ἐκπληττομένη τοῖς συμβεβηκόσι καὶ ὀδυρομένη· τὸ δὲ Διὸς ἄγγελος ὅτι τὸ ἔαρ σημαίνει· Ὅμηρος

  
ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηὶς ἀηδὼν  
  
καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο·  
ἢ ὅτι τὴν ἡμέραν σημαίνει ἢ ὅτι τὰ ἑαυτῆς ἀγγέλλει κακὰ καὶ τὴν περιθρυλουμένην ἀγγελίαν καὶ τὸ πάθος· ἢ ἄγγελον εἶπεν οἷον τέρας καὶ τὸ παρʼ αὐτοῦ γινόμενον εἰς τερατείαν τῆς φύσεως· καὶ Σαπφὼ

  
ἦρος ἄγγελος, ἱμερόφωνος ἀηδών.  

<!-- 150 -->σὲ δʼ ἔγωγε νέμω θεὸν ἀντὶ τοῦ ἐν τιμῇ τῶν θεῶν μερίζω σε.

<!-- 151 -->ἐν τάφῳ πετραίῳ τουτέστι καὶ ἀπολιθωθεῖσα.

  
Ὅμηρος  
  
ἐν Σιπύλῳ ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.  

<!-- 155 -->περισσά ἀντὶ ἄμετρος ἐν τῷ θρηνεῖν· περισσῶς, φησίν, ὀδύρῃ παρὰ τούτους οἷς ἐκ τοῦ αὐτοῦ γένους τυγχάνεις· ὥστε καὶ ἕτερόν τι διδάσκει ἡμᾶς, ὅτι καὶ ἀδελφαὶ αὐτῇ εἰσι δύο μετριώτερον τὴν συμφορὰν φέρουσαι.

πρὸς τὸ ἄχος περισσή.

<!-- 157 -->ἢ Ὁμήρῳ ἀκολουθεῖ εἰρηκότι τὰς τρεῖς θυγατέρας τοῦ Ἀγαμέμνονος ἤ, ὡς ὁ τὰ Κύπρια, τέσσαράς φησιν, Ἰφιγένειαν καὶ Ἰφιάνασσαν.

<!-- 159 -->κρυπτᾷ τʼ ἀχέων ἢ ἀχέων μετοχή ἐστιν ἀντὶ δυσφορῶν ἐπὶ τῷ κεκρύφθαι ἢ ὁ ἐν ἥβῃ κρυπτῇ λυπούμενος.

<!-- 163 -->βήματι ἀντὶ ὁδῷ, πομπῇ.

<!-- 164 -->ἀκάματα ἀκαμάτως καὶ ἀδιαλείπτως· λέγοι δʼ ἂν ταῦτα ἐν ὑποκρίσει· ἢ οὐ κεκμηκότως.

<!-- 166 -->οἰχνῶ περιέρχομαι.

<!-- 167 -->δάκρυσι μυδαλέα διάβροχος τοῖς δάκρυσιν.

ἀνήνυτον ἀτελείωτον.

<!-- 169 -->ὧν τʼ ἔπαθεν ὧν τʼ ἐδάη ὧν ἔπαθεν παρʼ ἐμοῦ εὐεργεσιῶν — διέσῳσε γὰρ αὐτόν —, ὧν δὲ ἐδάη ὅτι συνεχεῖς ἔπεμπεν ἀγγέλους δηλοῦσα τὰ κατʼ Αἴγισθον.

<!-- 176 -->ᾧ τὸν ὑπεραλγῆ χόλον ᾧτινι, τῷ Διί, τὸν ὑπεραλγοῦντα χόλον τοῖς πεπραγμένοις νέμουσα μήτε ὑπερβολῇ χρῶ τοῖς λυπηροῖς καὶ δεινοῖς μήτε ἐπιλάθου αὐτῶν ἀλλὰ μέμνησο μὲν αὐτῶν γενναίως δὲ φέρε· ἢ μήτε ὑπὲρ τὸ δέον ἔχθαιρε μήτε ἐπιλανθάνου τῆς ἔχθρας.

ὑπεραλγῆ ἄγαν ὀδυνηρόν, λυπηρόν.

<!-- 179 -->χρόνος γὰρ εὐμαρής ὁ γὰρ χρόνος εὐμαρῶς παρέρχεται, ἐνίοτε δὲ οὔ· μετʼ ὀλίγον ἀνυομένου τοῦ χρόνου ἥξει Ὀρέστης· ἢ εὐχερής ἐστιν ὁ χρόνος ὥστε μετελθεῖν τοὺς ἀδίκους.

<!-- 180 -->Κρίσαν Φωκικήν· Κρίσα γὰρ πόλις Φωκίδος.

<!-- 181 -->βουνόμον βοῶν θρεπτικήν.

<!-- 182 -->ἀπερίτροπος ἀνεπίστροφος, ἀνεπέλευστος ἔνθεν καὶ τὸ

  
περιτροπέων ἐνιαυτός·  
ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ ἀπερίτροπος, οὔτε Ὀρέστης ἀπερίτροπος, ὃς ἐν τῇ Φωκίδι τρέφεται, οὔτε ὁ κάτω θεὸς ἀλλὰ καὶ ὑπὸ Ὀρέστου τιμωρηθήσονται καὶ ἀπὸ τῶν χθονίων θεῶν ἔσεσθαι τὴν τιμωρίαν τοῦ ἀδίκως ἀνῃρημένου προσδόκα· τινὲς δὲ τὸ ἀπερίτροπος ἐπὶ μὲν Ὀρέστου ἀνεπέλευστος ἐπὶ δὲ τοῦ Πλούτωνος ἀνεπίστροφος τοῦ τοὺς ἐχθροὺς μετελθεῖν· πολλάκις γὰρ τὸ κατὰ κοινοῦ λαμβανόμενον διαφόρως νοεῖται· καὶ Ὅμηρος

  
ἔνθʼ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω  
τὸ ἑλέτην κατὰ κοινοῦ ἐστιν ἀλλʼ ἐπὶ μὲν τοῦ δίφρου ἀντὶ τοῦ ἔλαβον ἐπὶ δὲ τῶν ἀνδρῶν ἀντὶ τοῦ ἐφόνευσαν.

<!-- 183 -->οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα οὔτε ὁ Ἅιδης ἀνεπίστροφος — ἀπὸ κοινοῦ γὰρ τὸ ἀπερίτροπος — τοῦ τοὺς ἐχθροὺς μετελθεῖν ἀλλʼ ἔχει ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιεῖται.

<!-- 185 -->ἀλλʼ ἐμὲ μὲν ὁ πολύς οἷον τὸ πλεῖστον τοῦ βίου ἐβίωσα ἐν κακοῖς καὶ ὁ πλείων με, φησί, βίος ἀπολέλοιπεν μηδέποτε ἐν ἀγαθῇ ἐλπίδι γενομένην ἐπεὶ μέχρι νῦν οὐδὲν ὑπὲρ ἐκδικίας Ἀγαμέμνονος πέπρακται.

<!-- 188 -->ἇς φίλος οὔ τις ἀνήρ ἤτοι ἧς φίλος οὐδεὶς προΐσταται ἀλλὰ πάντες εἰσὶν ἐν ἀτυχήμασιν εὐλαβούμενοι ἢ ἐκεῖνο

  
ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.  

<!-- 189 -->ἔποικος ἀντὶ μέτοικος, ἀναξία δὲ ἀξίαν οὐκ ἔχουσα ἀλλʼ ἄτιμος· οἰκονομῶ δὲ ἀντὶ τοῦ ἐνδιαιτῶμαι τοὺς πατρῴους οἴκους.

<!-- 190 -->ὧδε μὲν | ἀεικεῖ σὺν στολᾷ δεικτικῶς τὸ ὧδε· ἐλεεινὸν δὲ τὸ τοιοῦτον καὶ λεληθότως ἐμφαῖνον τὸ σχῆμα τῶν ὑποκριτῶν.

<!-- 193 -->οἰκτρὰ μὲν νόστοις αὐδά ἡ ἀγγελία ἡ περὶ τοῦ νόστου τοῦ· πατρὸς οἰκτρὰ ἐγένετο εὐθέως ἀναιρεθέντος· ἀπὸ κοινοῦ δὲ τὸ αὐδά· οἰκτρά σοι οὖν γέγονεν ἡ φωνὴ ἡ ἀγγέλλουσα περὶ τοῦ νόστου τοῦ πατρός, οἰκτρὰ δὲ καὶ ἡ περὶ τῆς κοίτης αὐτοῦ οἷον οἰκτρὰ πέπονθας καὶ ὅτε ἤκουσας παρεῖναι Ἀγαμέμνονα προσδοκῶσα ὅτι ἐπιβουλευθήσεται, οἰκτρὰ δὲ ὅτε καὶ ἡ πρᾶξις γέγονε καὶ ἀνῃρέθη.

<!-- 195 -->ἀνταία | γενύων ὅτε ἀνταίαν ἐπλήγης ἀπὸ γενύων παγχάλκων ὅ ἐστι πελέκεων· γένυς γὰρ εἶδος πελέκεως.

<!-- 197 -->δόλος ἦν ὁ φράσας ἀντὶ ὁ φρασάμενος, ὁ ἐπινοησάμενος, ὁ δὲ ἀνελὼν ἔρως· διʼ ἔρωτα γὰρ ἑαυτῶν ἀνεῖλον Ἀγαμέμνονα. δόλος ὁ φρασάμενος τὴν ἑστίασιν ἐν ᾗ ἀνηρέθη.

<!-- 198 -->προφυτεύσαντες προσκεψάμενοι.

<!-- 199 -->μορφάν μορφήν, τύπον· τὴν δὲ μοιχείαν φησὶ τοῦ Αἰγίσθου ἢ τὴν ὄψιν ἣν εἰργάσατο τοῦ φόνου.

εἴτʼ οὖν θεός πάνυ αἰδημόνως ὁ χορὸς τὸ μὲν πρᾶγμα λέγει τοὺς δὲ πράξαντας οὐκ ἐλέγχει.

<!-- 203 -->ὦ δείπνων ἀρρήτων τῶν ὑπὸ Αἰγίσθου, φησί, τῷ Ἀγαμέμνονι παρασκευασθέντων ἐπʼ ὀλέθρῳ ἃ οὐδὲ ὀνομάσαι καλόν.

<!-- 204 -->ἔκπαγλʼ ἄχθη μεγάλα. γράφε ἔκπαγλα πάθη.

<!-- 206 -->διδύμαιν χεροῖν τῆς Κλυταιμήστρας καὶ τοῦ Αἰγίσθου.

<!-- 207 -->αἳ τὸν ἐμὸν εἷλον βίον πάνυ περιπαθῶς, αἵτινες χεῖρες, αἱ ἀνελοῦσαι τὸν Ἀγαμέμνονα, τὸν ἐμὸν βίον ἀνεῖλον καὶ προέδωκαν τοῖς ἐχθροῖς.

<!-- 210 -->ποίνιμα ποινὴ λέγεται ἐπὶ μόνης καταβολῆς χρημάτων· Ὅμηρος

  
ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος  
καὶ

  
ἀλλʼ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας  
  
τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ  
  
ποινὴν δεξαμένῳ.  

<!-- 211 -->ἀγλαΐας ἡδονῆς, δόξης.

<!-- 213 -->φράζου μὴ πόρσω φωνεῖν ὁ χορὸς ἐπιτιμᾷ τῇ Ἠλέκτρᾳ μὴ ἄντικρυς ταῖς βλασφημίαις κατὰ Κλυταιμήστρας καὶ Αἰγίσθου χωρεῖν· οἰκείας δὲ ἤτοι τὰς συγγενικὰς ἢ ἀπὸ σοῦ ἐσομένας καὶ οὐκ ἀλλαχόθεν.

<!-- 214 -->οὐ γινώσκεις, φησίν, ἐξ οἵων ἀγαθῶν εἰς τί ἀνιαρὸν ἐλήλυθας;

<!-- 218 -->σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ | ψυχᾷ πολέμους τοιαῦτα γεννῶσα ἐξ ὧν πολεμεῖταί σου ἡ ψυχή.

σαυτῇ γεννῶσα ταῦτα ἐξ ὧν πολεμεῖταί σου ἡ ψυχή ὡς ἐν ἀθυμίαις αὐτῆς οὔσης.

<!-- 219 -->τὰ δὲ τοῖς δυνατοῖς | οὐκ ἐριστά τοῖς κρατοῦσιν οὐ διʼ ἔριδος δεῖ εἰς ταῦτα προσπελάζειν ἀντὶ οὐχ οἷόν τέ σε ἐρίζειν τοῖς δυνατοῖς. καὶ ἄλλως: ταῦτα δὲ ἃ πράττεις οὐκ ἐριστὰ τοῖς κρατοῦσίν ἐστιν τουτέστι περὶ τούτων φιλονεικίαν πρὸς τοὺς κρατοῦντας ποιεῖσθαι ἀσύμφορον.

<!-- 220 -->πλάθειν πελάζειν.

<!-- 222 -->τοῦτο τὸ ἔπος, φησίν, οὐ λανθάνει με ἀλλʼ οἶδα τὸ ἀσφαλὲς καὶ συμφέρον, διὰ δὲ τὴν ὑπέρβασιν τῶν δεινῶν ἀναγκάζομαι καὶ ἐπικινδυνώδη τινὰ φθέγγεσθαι.

<!-- 226 -->τίνι γάρ ποτʼ ἄν, ὦ φιλία παρὰ τίνος γὰρ ἀκούσομαι τὰ συμφέροντα ἢ παρʼ ὑμῶν τῶν συνοίκων ὥστε μοι συγχωρῆσαι ἐν δεινοῖς οὔσῃ παρηγορίαν τινὰ ἴσχειν ἐκ τῶν ὀδυρμῶν καὶ θρήνων; οὐ γὰρ πρὸς ξένους ἔχω ἀλλὰ πρὸς ὑμᾶς εὐνοούσας.

τίνι ἀντὶ τοῦ παρὰ τίνος;

<!-- 229 -->ἄνετε ἐάσατε οἷον παύσασθέ με παραμυθούμεναι· ἢ οὕτως, ὑμεῖς με παραμυθούμεναι ἄνετε ὅ ἐστιν ἐπιτρέπετε ὀδύρεσθαι καὶ αὔξετέ μου διὰ τῆς παραμυθίας τὸν ὀδυρμόν.

<!-- 230 -->τάδε γὰρ ἄλυτα κεκλήσεται τὸ θρηνεῖν τὸν πατέρα ἄλυτόν μοι ἔσται ὅ ἐστιν οὐδέποτε παύσομαι ἀλλʼ ἀεὶ ἐν τῷ θρηνεῖν ἔσομαι.

<!-- 232 -->ἀνάριθμος ὧδε θρήνων ἔν τισι κεῖται ἀνάνομος οἷον ἀεὶ νεμομένη ἐν αὐτοῖς καὶ οὔποτε χωρὶς οὖσα τῆς τῶν δακρύων νομῆς· κεῖται δὲ καὶ ἀνήριθμος καὶ ἔστιν ὁ λόγος, οὐκ ἔσομαι ἀνήριθμος θρήνων ἀλλʼ ἐν θρήνοις ἀριθμηθήσομαι.

οἷον οὐκ ἀριθμοῦσα αὐτοὺς ἀλλὰ δαψιλέσι χρωμένη·

<!-- 236 -->κακότητος τῆς συνεχούσης με.

<!-- 239 -->μὴ εἴη μοι ταύτης τιμῆς τὸ τοὺς γονέας μὴ μέχρι παντὸς ὀδύρεσθαι.

<!-- 240 -->μήτʼ εἴ τῳ πρόσκειμαι χρηστῷ μήτε εἴ τινι ἀγαθῷ καὶ χρηστῷ πρόσκειμαι φίλῳ συνοικοίην εὔκηλος οἷον μηδὲ εἰ ἀγαθός τίς ἐστιν ᾧ ἐγὼ πρόσκειμαι μηδὲ τούτῳ συνοικοίην εὔκηλος ζηλοῦσα τὰ αὐτοῦ καὶ ἀποδεχομένη εἰ τοιοῦτος περὶ τοὺς γονέας φαίνοιτο· μήτε οὖν αὐτὴ γενοίμην μήτε εἰ ὁ ξυνοικῶν μοι τοιοῦτος εἴη ζηλοίην τὰ ἐκείνου ὥστε καταφρονεῖν τῶν γονέων.

<!-- 241 -->γονέων | ἐκτίμους τῶν ἐπὶ τοῖς γονεῦσιν ὀξυτόνων γόων τὰς πτέρυγας ἴσχουσα ἐκτίμους ἀντὶ ἐκτὸς τιμῆς ἀλλʼ ἐν τῷ τιμᾶν τοὺς πατέρας εἴην διὰ τῶν γόων.

<!-- 249 -->ἥ τε αἰδὼς ἔρροι καὶ ἡ περὶ πάντας εὐσέβεια εἰ τῶν ἀδίκως ἀνῃρημένων μὴ τιμωρία ἔσται.

<!-- 253 -->σὺ νίκα τὸ σὺ νίκα πάνυ ἀναγκαίως ἵνʼ ἀφορμὴ γένηται μακρὰν ἐκτεῖναι ῥῆσιν τὴν Ἠλέκτραν ἐν ᾗ πάντα τὰ καθʼ ἑαυτὴν παραλήψεται.

<!-- 254 -->αἰδοῦμαι εἰ δοκῶ ὑμῖν βαρέως πενθεῖν.

<!-- 256 -->ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει ἐπείπερ ἐν τοῖς φθάσασιν ἐπετίμησαν αὐτῇ διὰ τὸ ἀνενδότως θρηνεῖν περὶ τούτου πρῶτον ἀπολογεῖσθαι βούλεται.

<!-- 259 -->ἃ ʼγὼ κατʼ ἦμαρ ἀναγκαίως κέχρηται τῷ νοήματι· ἐν μὲν γὰρ γενομένῳ πράγματι καὶ παρελθόντι εἰκὸς καὶ παύσασθαι τὸν ἀδημονοῦντα ὁπότε δὲ αὐτὴν οὐ μόνον τὰ τοῦ πατρὸς λυπεῖ ἀλλὰ καὶ τὰ τῆς μητρὸς καὶ τὰ Αἰγίσθου ὁσημέραι γινόμενα εἰκότως παρατείνει τὸ πενθεῖν.

<!-- 263 -->ἐν τοῖς ἐμαυτῆς ἀνιαρὸν λίαν τὸ ἐν τοῖς ἐμαυτῆς ὅτι ἀδικοῦμαι οὖσα ἐν τοῖς ἐμαυτῆς.

<!-- 264 -->κἀκ τῶνδʼ ἄρχομαι καὶ βασιλεύομαι ὑπʼ αὐτῶν, ἔτι δὲ τοῦτο χαλεπώτερον, τὸ καὶ τούτοις ὑποτετάχθαι.

<!-- 267 -->ὅταν θρόνοις Αἴγισθον καὶ γὰρ μετὰ τὸ φονεῦσαι Ἀγαμέμνονα Αἴγισθος ἐβασίλευσεν· Ὅμηρος

  
Αἴγισθος .......  
  
.... ἤνασσε πολυχρύσοιο Μυκήνης  
  
κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.  

<!-- 269 -->φοροῦντʼ ἐκείνῳ ταὐτά οὐχ ὅμοια βασιλικὰ ἀλλὰ τὰ ἐκείνου· πάνυ γὰρ τοῦτο περιπαθὲς καὶ εἰς ὑπόμνησιν ἄγον τὴν μείρακα τοῦ πατρός.

<!-- 270 -->σπένδοντα λοιβάς τὸ τῆς ἀσεβείας Αἰγίσθου κατηγόρημα εἰ σπένδει θεοῖς ὅπου ἄδικος φόνος εἴργασται.

<!-- 271 -->ἴδω δὲ τούτων ζηλοτυπίας μεστὸν τὸ πρᾶγμα, κινητικὸν δὲ πρὸς οἶκτον τὸ αὐτοέντην πρὸς κοίτῃ πατρός.

<!-- 272 -->αὐτοφόντην γράφε αὐτοέντην· τὸ δὲ ἡμῖν παρέλκει Ἀττικῶς.

<!-- 275 -->τλήμων τολμηρά, ἀναιδής.

<!-- 278 -->εὑροῦσʼ ἐκείνην ἡμέραν τὸ εὑροῦσα τὸν πόθον καὶ τὴν ἐπιθυμίαν τῆς γυναικὸς σημαίνει οἷον ἡδέως αὐτὴν θεωμένη.

<!-- 281 -->θεοῖσιν ἔμμηνʼ ἱερά οἱ Ἀργολικοὶ συγγραφεῖς ιγʹ εἶναί φασι Γαμηλιῶνος ὡς Δεινίας ἐν ζʹ Ἀργολικῶν.

ἔμμηνʼ κατὰ μῆνα.

<!-- 283 -->κἀπικωκύω δακρύω.

<!-- 284 -->ἐπωνομασμένην ἐφʼ ᾧ ὠνομάσθη.

<!-- 286 -->ὅσον μοι θυμὸς ἡδονήν ἐπικουφίζεται γὰρ τοῖς δακρύοις ἡ συμφορά· Αἰσχύλος

  
οἵ τε στεναγμοὶ τῶν πόνων ἐρείσματα.  

<!-- 287 -->

  
εὐγενὴς λόγοις καὶ οὐ πράξεσιν.  

<!-- 289 -->καὶ ταῦτα Ἀριστοφάνης παρῴδηκεν ἐν Γηρυτάδῃ.

δύσθεον ἀσεβές.

σοὶ μόνῃ πατὴρ | τέθνηκεν οὐκ ἀνῃρέθη φησὶν ἀλλὰ τέθνηκεν τῷ προσχήματι τῆς λέξεως παραλογιζομένη τὴν παρανομίαν.

<!-- 299 -->ὑλακτεῖ ἐμμανῶς καὶ ἀναιδῶς βοᾷ ὡς κύων.

<!-- 300 -->ὁ κλεινὸς κατὰ εἰρωνείαν.

<!-- 302 -->ὁ σὺν γυναιξὶ τὰς μάχας συνεργούσης γὰρ Κλυταιμήστρας ἀνεῖλεν τὸν Ἀγαμέμνονα

  
Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.  

<!-- 303 -->γράφε

  
ἐγὼ δʼ Ὀρέστην προσμένουσʼ ἀεί ποτε.  

<!-- 305 -->τὰς οὔσας τὰς παρούσας.

<!-- 307 -->ἐν οὖν τοιούτοις θαυμαστῶς καὶ ἀνθρωπίνως δικαιολογεῖται ἐπεὶ οἱ ἐν δεινοῖς καὶ ἔξω λογισμοῦ τινα πράσσουσι καὶ εἰς θεοὺς ἀσεβῆ φθέγγονται.

<!-- 310 -->φέρʼ εἰπέ ἐπεὶ θρασυτέρῳ λόγῳ ἡ Ἠλέκτρα κέχρηται ὁ χορὸς βουλόμενος περὶ Ὀρέστου πυθέσθαι ἐρωτᾷ εἰ πάρεστιν Αἴγισθος.

<!-- 312 -->ἦ κάρτα ἐν ἤθει οἷον πολλοῦ γε δεῖ.

μὴ δόκει μʼ ἂν εἴπερ δαιμονίως ᾠκονόμηται τοῦτο πρὸς τὴν χείρωσιν Κλυταιμήστρας· τὸ δὲ εἴργεσθαι ἐξόδου τὴν μείρακα περιπαθὲς μὲν χρήσιμον δὲ πρὸς τὴν ὑπόθεσιν.

<!-- 317 -->τοῦ κασιγνήτου λείπει ἡ περί.

<!-- 318 -->μέλλοντος βραδύνοντος.

<!-- 320 -->φιλεῖ γὰρ ὀκνεῖν δύναται τὸ ὀκνεῖν Ὁμηρικῶς εἰρῆσθαι ἀντὶ τοῦ φοβεῖσθαι

  
ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν ὠκειάων.  

<!-- 324 -->ὡς δόμων ὁρῶ | τὴν σὴν ὅμαιμον οὐχ ὡς τῆς Χρυσοθέμιδος τἀναντία φρονούσης τῇ Ἠλέκτρᾳ ἀλλʼ ἐπειδὴ ὁρῶσιν ἐναγίσματα βαστάζουσαν τοῦτο πρῶτον πυθέσθαι βουλόμεναι κωλύουσιν αὐτὴν τῶν ἑξῆς λόγων.

<!-- 328 -->τὸ ἑξῆς, τίνα φάτιν φωνεῖς;

τίνʼ αὖ σὺ τήνδε ἐπίτηδες τοῖς ἀγρίοις ἤθεσιν ἀντιπαρατάττουσι πρᾶα καθάπερ νῦν τῇ Ἠλέκτρᾳ Χρυσόθεμιν συνέζευξεν καὶ τῇ Ἀντιγόνῃ τὴν Ἰσμήνην ἕνεκα τοῦ διαποικίλλειν ταῖς ἀντιρρήσεσι τὰ δράματα.

<!-- 331 -->θυμῷ ματαίῳ γράφε ψυχῇ ματαίᾳ.

<!-- 335 -->ὑφειμένῃ δοκεῖ οὐχ ὅλον τὸ ἱστίον ἀναπετασάσῃ· ἀπὸ τῶν πλεόντων οἳ πρὸς τὴν βίαν τῶν ἀνέμων οὐκ ἀντίσχοντες ὑφιᾶσι τῶν ἱστίων.

εἰς τὸ αὐτό ὑφήσειν τὸ ἱστίον οἷον συστέλλειν τὸ φρόνημα καὶ μὴ ἄντικρυς μάχεσθαι· οἱονεὶ τῇ προαιρέσει χρῶμαι.

<!-- 339 -->ὁ νοῦς, τί ὄφελος τῆς δικαιοσύνης εἴ τις διὰ ταύτην τοῖς δεινοῖς περιπέσῃ;

<!-- 342 -->μέλειν φροντίζειν.

<!-- 343 -->ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα ταῦτα ὅμοιά ἐστι τοῖς ἐν τῇ Ἀντιγόνῃ ὅπου τῇ Ἰσμήνῃ λοιδορεῖ καί φησιν αὐτὴν τὰ Κρέοντος φρονεῖν.

οἷον ἃ εἶπες ἐμὲ νουθετοῦσα.

<!-- 345 -->ἔπειθʼ ἑλοῦ γε ὁμολόγησον σαυτὴν ἢ φρονεῖν κακῶς προστιθεμένην τοῖς ἐχθροῖς ἢ φρονοῦσαν τῶν φιλτάτων ἀμνημονεῖν οἷον θάτερά σε δεῖ ὁμολογῆσαι ἢ ὅτι κακῶς φρονεῖς ἢ ὅτι ἑκοῦσα ἁμαρτάνεις καὶ παρορᾷς.

ὁμολόγησον.

<!-- 348 -->τὸ τούτων μῖσος λείπει ἡ κατά.

<!-- 350 -->τήν τε δρῶσαν ἐκτρέπεις ἀντὶ ἐμέ· ἡ δὲ ἐκ ἀντὶ τῆς ἀπό, ἀποτρέπεις.

<!-- 354 -->κακῶς μὲν ζῶ ἀλλʼ ὑπὲρ τοῦ λυπεῖν τοὺς ἐχθροὺς τοῦτο πράττω. κακῶς ὀδυνηρῶς. ἐπαρκούντως οὐ γὰρ ἐφίεμαι τρυφερώτερον ζῆν.

<!-- 355 -->λυπῶ τούτους διὰ τοῦ τιμᾶν τὸν πατέρα.

<!-- 361 -->δαψιλὴς ἔστω σοι ἡ τροφή.

<!-- 363 -->ἐμοὶ γὰρ ἔστω ἐμοί, φησίν, ἔστω τροφὴ ἡ τῇ ἀνάγκῃ μόνον ἁρμόζουσα καὶ τὴν πείνην ἀπελαύνουσα· οὐ δέομαι γὰρ τοιαύτης τροφῆς ἀφʼ ἧς ἡδονὴν σχήσω.

τοὐμὲ μὴ λυπεῖν τοῦ μὴ λυπεῖν τὸν πατέρα.

<!-- 365 -->οὐδʼ ἂν σὺ εἰ ἐσωφρόνεις ἁβρῶς ἔζης ἠμεληκυῖα τοῦ πατρός.

<!-- 366 -->καλοῦ ἀντὶ τοῦ κλήθητι, λέγου, ὀνομάζου.

<!-- 369 -->εἰ συγκεράσαιτε τοὺς τρόπους εὖ ἂν ἔχοι· ἡ μὲν γὰρ σμικρὰ ἡ δὲ ἀνειμένη.

<!-- 372 -->ἠθάς εἰμί πως ἀντὶ ἐν συνηθείᾳ εἰμί.

<!-- 373 -->τῶν τῆσδε μύθων τῶν παρʼ αὐτῆς λεγομένων μύθων.

<!-- 375 -->μακρῶν μεγάλων ἢ πολυχρονίων.

<!-- 379 -->γόων γράφεται καὶ λόγων.

<!-- 381 -->κατηρεφεῖ κατεσκεπασμένῃ.

<!-- 384 -->νῦν, φησίν, εὔκαιρόν ἐστιν καλῶς φρονῆσαι.

<!-- 387 -->ἁρμόζει λίαν τὸ πρόσωπον Ἠλέκτρας τῇ Ἀντιγόνῃ.

<!-- 391 -->πάνυ θυμικῶς καὶ τὴν ἀδελφὴν αὐτοῖς συγκαταλέγει ὡς τὰ αὐτῶν αἱρουμένην.

<!-- 393 -->εἰρωνεύεται ἐν ἤθει.

<!-- 401 -->κακῶν ἐστιν ἐπαινέσαι ταῦτα τὰ ἔπη.

<!-- 403 -->νοῦ—κενὴ ἀντὶ τοῦ συνέσεως κούφη.

<!-- 411 -->συγγένεσθε συμμαχήσατε, συνεργήσατε, συμπράξατε ἡμῖν κἂν νῦν· ἀκούσασα δὲ ὅτι ἐν τοῖς ὀνείροις δείματά τινα τῇ Κλυταιμήστρᾳ γέγονε θαρσεῖ καὶ ἐπικαλεῖται τοὺς θεοὺς εἰ καὶ μὴ πρότερον κἂν νῦν παρεστάναι.

<!-- 414 -->πλὴν ἐπὶ σμικρῶν ἀντὶ πλὴν ὀλίγων.

<!-- 417 -->ὡς αὖθις αὐτοῦ ἀναζήσαντος καὶ προσομιλήσαντος.

<!-- 419 -->ἐφέστιον ἐπὶ τὴν οἰκίαν γενόμενον τουτέστιν ἔποικον.

<!-- 422 -->ἐσήμανεν αὐξηθησόμενον Ὀρέστην τὸν θαλλόν.

<!-- 424 -->ἡνίχʼ ἡλίῳ τοῖς γὰρ παλαιοῖς ἔθος ἦν ἀποτροπιαζομένους τῷ ἡλίῳ διηγεῖσθαι τὰ ὀνείρατα. ἡλίῳ ἀντὶ ἡμέρᾳ· ἤκουσα, φησί, τοῦ ὀνείρου ἡνίκα ἡμέρας γενομένης διηγεῖτο αὐτό τινι κἀκεῖνος ἐμοί.

<!-- 430 -->εἰ γάρ μʼ ἀπώσῃ εἰ γὰρ νῦν, φησί, δεομένην σου ἀπώσῃ με κακοῦ σοί τινος γενομένου μετὰ ταῦτα αὐτὴ μετελεύσῃ με καὶ ἀξιώσεις μετὰ σοῦ γενέσθαι.

<!-- 432 -->καὶ ἵνα μὴ ἀποτρέψῃ εἴ τι κακὸν μέλλοι γενέσθαι διὰ τῶν ὀνείρων.

<!-- 436 -->εὐνὴν νῦν τὸν τάφον.

<!-- 439 -->ἀρχὴν δʼ ἂν εἰ μὴ τλημονεστάτη καθόλου, φησίν, εἰ μὴ τολμηροτάτη πασῶν ἐτύγχανεν οὐκ ἄν ποτε ταῦτα ἔπραττεν ἐπὶ τιμῇ τοῦ πατρὸς ὃν αὐτὴ ἀνεῖλεν· εἰκὸς οὖν αὐτὴν τοῦτο ἐπί τινι λυσιτελοῦντι πράττειν ᾧ μὴ ὑπουργήσῃς σύ.

<!-- 445 -->ἐμασχαλίσθη κἀπὶ λουτροῖσιν κάρα εἰώθεισαν τῶν ἀναιρουμένων εἰς τὰς κεφαλὰς ἀπομάσσειν τὰ ξίφη ὥσπερ ἀποτροπιαζόμενοι τὸ μύσος τὸ ἐν τῷ φόνῳ· τὸ δὲ ἐξέμαξεν ἐπὶ τοῦ Ἀγαμέμνονος ὃς ἐμασχαλίσθη ὑπὸ τῆς Κλυταιμήστρας καὶ τὸ κάρα αὐτοῦ τὰς κηλῖδας τούτων τὰς ἐπὶ τῷ φόνῳ ἐξέμαξεν· οὐ δεῖ δὲ διαφωνίαν δοκεῖν εἶναι πρὸς τὸν Ὅμηρον ἐπεί φησιν ἐκεῖνος

  
δειπνίσσας ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ·  
ἤρκει γὰρ τὰ ὅλα συμφωνεῖν τῷ πράγματι· τὰ γὰρ κατὰ μέρος ἐξουσίαν ἔχει ἕκαστος ὡς βούλεται πραγματεύσασθαι εἰ μὴ τὸ πᾶν βλάπτῃ τῆς ὑποθέσεως. ἄλλως: εἰώθεσαν οἱ δρῶντες ἐμφύλιον φόνον ἀκρωτηριάζειν τοὺς ἀναιρεθέντας ἐκ παντὸς μέρους τοῦ σώματος ἀποτεμνόμενοι καὶ περιάπτειν ἑαυτοῖς τὰ ἄκρα συνείροντες διὰ τούτων ὥσπερ τὴν δύναμιν ἐκείνων ἀφαιρούμενοι διὰ τὸ μὴ παθεῖν εἰς ὕστερόν τι παρʼ ἐκείνων δεινόν· ἐφόρουν δὲ εἰς τὰς μασχάλας τὰ ἄκρα ὃ καὶ μασχαλισθῆναι ἔλεγον. ἄλλως: ἐπὶ ταῖς καθάρσεσι τοῦ φονευθέντος τὰ ἄκρα ἔτεμνον καὶ περὶ τὴν μασχάλην αὐτοῦ ἐκρέμαζον αὐτὰ ἵνα, φασίν, ἀσθενὴς γένοιτο πρὸς τὸ ἀντιτίσασθαι τὸν φονέα· καὶ Ἀπολλώνιος

  
ἐξάργματα τάμνε θανόντος  
περὶ τοῦ Ἰάσονος.

οἷον ὑπὸ τὰς μασχάλας ἔλαβεν τὰ ἄκρα ἀντὶ τοῦ ἠκρωτηριάσθη.

<!-- 446 -->κηλῖδας ἐξέμαξεν ἢ τῇ ἑαυτῶν κεφαλῇ ἀπέμασσον τοῦ ξίφους τὰς κηλῖδας ἢ τῇ τοῦ φονευομένου ὥσπερ τὰς ἐπὶ τῷ μύσει κηλῖδας ἀποτρεπόμενοι.

<!-- 448 -->προοικονομικῶς ἀποστέλλει αὐτὴν εἰς τὸν τάφον ἐπὶ τὸ εὑρεῖν τὸν βόστρυχον Ὀρέστου.

<!-- 451 -->ἀλιπαρῆ τρίχα περιπαθῶς μὲν τὸ τῆς πενίας τὸ δὲ ἀλιπαρῆ ἀντὶ τοῦ αὐχμηράν· ἐν δὲ τῷ ὑπομνήματι λιπαρῆ ὅ ἐστιν ἐξ ἧς αὐτὸν λιπαρήσομεν ὡς εἰ ἔλεγεν ἱκέτιν τρίχα.

<!-- 452 -->καὶ ζῶμα τοὐμόν σύμφωνον τοῦτο τῷ

  
ὧδε μὲν  
  
ἀεικεῖ σὺν στολᾷ·  
ζῶμα δὲ νῦν τὴν ζώνην δηλοῖ οὐ τὸ ἔνδυμα ἵνα τούτῳ στέφῃ τὸν τάφον ἀντὶ μίτρας· δίδωσι γὰρ τὸ ζῶμα ἀντὶ ταινίας.

<!-- 455 -->ἐξ ὑπερτέρας χερός ἀντὶ τοῦ ἰσχυροτέρας οἷον μετὰ δυνάμεως μείζονος.

<!-- 463 -->κοινῷ πατρὶ τῷ ἐμῷ καὶ σῷ.

<!-- 466 -->τὸ γὰρ δίκαιον οὐκ ἔχει λόγον οὐκ ἔχει λόγον τὸ φιλονεικεῖν περὶ τοῦ δικαίου ὥστε περὶ αὐτοῦ δύο ὄντας ἐρίζειν· δεῖ γὰρ τὸν ἕτερον τῷ ἑτέρῳ πείθεσθαι· ἢ τὸ οὐκ ἔχει λόγον ἀντὶ τοῦ οὐ παρέχει πρόφασιν. ἄλλως: οὐ δισταγμοῦ, φησί, καὶ ἀμφιβολίας προσδεῖται τοῖς δύο πότερον δεῖ ταῦτα ποιεῖν ἢ προσερίζειν.

<!-- 469 -->σιγὴ παρʼ ὑμῶν εὐλαβὴς οὖσα ἡ Χρυσόθεμις κρύπτειν ἀξιοῖ τὸν χορόν.

<!-- 471 -->πεῖραν τὴν ἐπιχείρησιν.

<!-- 472 -->εἰ μὴ ἐγὼ παράφρων ὁ χορὸς ἐκ τοῦ ὀνείρου προμαντευόμενος θαρρεῖν παραινεῖ τὴν Ἠλέκτραν.

ἀνόητος.

<!-- 475 -->εἶσιν ἁ πρόμαντις ἡ προμαντευομένη τὰ μέλλοντα ἢ τοῖς συνετοῖς προγινωσκομένη.

<!-- 477 -->μέτεισιν μέτεισι, φησί, παρέχουσα τούτοις δύναμιν ὡς χειρώσασθαι τοὺς ἐχθρούς.

<!-- 482 -->οὐ γάρ ποτʼ ἀμνηστεῖ οὐ γὰρ ἀμνημονεῖ, φησί, τῶν τολμηθέντων καθʼ ἑαυτοῦ ὁ βασιλεὺς ἀλλʼ ἐπεξελεύσεται κατὰ τῶν ἐχθρῶν.

<!-- 484 -->χαλκόπληκτος ἀπὸ κοινοῦ τὸ ἀμνηστεῖ, οὐδʼ ἀμνημονεῖ, φησίν, ἡ χαλκόπληκτος γένυς ἡ ἑλοῦσα αὐτὸν ἀλλὰ καὶ αὐτὴ τιμωρὸς ἥξει κατὰ τῶν δρασάντων.

<!-- 485 -->γένυς εἶδος πελέκεως.

<!-- 488 -->ἥξει καὶ πολύπους ἡ Ἐρινὺς ἡ ἐκείνῳ τῷ φόνῳ ἀκολουθήσασα· οὕτως ἐν τῷ ὑπομνήματι.

ἥξει καὶ πολύπους ἐν δὲ τῷ ὑπομνήματι κεῖται πολύπαις· ἐπεὶ γάρ, φησίν, ἐν τῷ Ὀρέστῃ τὴν πᾶσαν ἐλπίδα ἔχουσι τὸ πολύπαις ἐν ὑπερβολῇ ἔθηκεν, ἡ πολλὰ κακὰ τίκτουσα.

<!-- 491 -->χαλκόπους ἡ στερεὰ καὶ ἀκοπίαστος ἐν τῷ ἐπιέναι κατὰ τῶν φονέων.

<!-- 492 -->ἄλεκτρʼ ἄνυμφα ἀντὶ τοῦ οὐ νενομισμένα ἀλλὰ παράνομα διὰ τὴν μοιχείαν.

δύσλεκτρα καὶ κακόνυμφα.

<!-- 493 -->μιαιφόνων | γάμων ἤτοι ἐπὶ τῆς Ἐρινύος ἐστὶν ὁ λόγος, ἐπέβη γὰρ ἐπὶ ἁμιλλήματα γάμων ἄλεκτρα καὶ ἀνύμφευτα, ἐπέβη δὲ τούτοις οἷς οὐ θέμις, οὓς οὐκ ἐχρῆν εἰς γάμον ἤγαγεν ἡ Ἐρινὺς διόπερ καὶ νῦν αὐτοὺς μετελεύσεται ἢ ἐπὶ τῆς Κλυταιμήστρας ἐστὶ τὸ λεγόμενον, τὸ δὲ οἷσιν οὐ θέμις ἐπὶ τῶν γάμων· φησὶν οὖν ὅτι ἐπέβη γάμοις ἡ Κλυταιμήστρα οἷς οὐκ ἔπρεπεν.

<!-- 495 -->πρὸ τῶνδέ τοι μʼ ἔχει λείπει τὸ ἐλπὶς ἢ θάρσος με ἔχει μὴ πρὸ τούτων, τῶν προειρημένων, Αἴγισθόν φησι καὶ Κλυταιμήστραν, τοῦτο τὸ ὄναρ ἄψεκτον ἡμῖν προσπελάζειν ἀλλʼ ἀκουσόμεθα ψεγομένου αὐτοῦ παρὰ τῶν θεασαμένων αὐτὸν λεγόντων ὅτι κακῶν ἦν σημαντικός. ἄλλως: θαρρῶ ὅτι τοῖς δρῶσι ταῦτα τὰ ἄδικα καὶ συνδρῶσιν αὐτοῖς οὐκ ἔσται ἄψεκτος ὁ ὄνειρος· παθόντες γὰρ ψέξουσι τὸ ὀφθέν.

ἔχει θάρσος· τὸ τοι σύνδεσμος παραπληρωματικός.

<!-- 497 -->τέρας τὸ τοῦ ὀνείρου τέρας.

<!-- 498 -->τοῖς δρῶσι καὶ συνδρῶσιν ὑμῖν ταῖς δρώσαις ὑπὲρ Ἀγαμέμνονος καὶ ἡμῖν ταῖς συνδρώσαις καὶ συναχθομέναις.

<!-- 500 -->δεινοῖς τοῖς ἐκφοβοῦσιν τοὺς ὁρῶντας ὅταν ὦσι δεινοί.

<!-- 501 -->θεσφάτοις τοῖς τῶν ὀνείρων.

<!-- 503 -->εὖ κατασχήσει οὐ τοῖς ἑωρακόσιν ἀλλὰ τῇ Ἠλέκτρᾳ.

<!-- 504 -->ὦ Πέλοπος Φερεκύδης φησί, Πέλοψ νικήσας τὸν ἀγῶνα καὶ λαβὼν τὴν Ἱπποδάμειαν ὑπέστρεφεν ἐπὶ τὴν Πελοπόννησον μετὰ τῶν ὑποπτέρων ἵππων καὶ τοῦ Μυρτίλου, καθʼ ὁδὸν δὲ καταλαβὼν αὐτὸν προϊόντα πρὸς τὸ φιλῆσαι αὐτὴν ἔρριψεν εἰς θάλασσαν.

  
οἷον ἦν καὶ τὸ πρῶτον  
  
πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε.  

<!-- 505 -->πολύπονος ἱππεία πολύπονος γενομένη πᾶσιν Ἀργείοις· καὶ ἑρμηνεύει αὐτὸ λέγων

  
ὡς ἔμολες αἰανὴ  
  
τᾷδε γᾷ·  
αἰανὴ δὲ θρηνητικὴ παρὰ τὸ αἲ αἲ ἐξ οὗ γίνεται.

<!-- 508 -->εὖτε γὰρ ὁ ποντισθείς ὁ νοῦς τοιοῦτός ἐστιν, ἀφʼ οὗ ὁ Μυρτίλος ἀπέθανεν οὐ διέλιπεν αἰκία τοὺς πολυκτήμονας δόμους· ὁ γὰρ Ἑρμῆς πατὴρ Μυρτίλου ἐμήνισε τοῖς Πελοπίδαις.

<!-- 511 -->αἰκίαις αἰκισμοῖς, ὕβρεσιν.

<!-- 512 -->πρόρριζος ἀντὶ τοῦ παντάπασιν.

<!-- 516 -->ἀνειμένη μέν ἄνεσιν ἔχουσα· πανταχόθεν δὲ διαφόροις ἐξαλλαγαῖς τὸν ἔλεον Ἠλέκτρας διαγράφει ὁ ποιητής.

<!-- 518 -->αἰσχύνειν φίλους ἀντὶ τοῦ καθʼ ἡμῶν λέγειν.

<!-- 526 -->ἐξ ἐμοῦ· καλῶς ἴδιον ῥητορικῆς τόλμης τὸ μὴ ἀρνεῖσθαι μὲν πιθανὴν δὲ τῶν δεδραμένων ἐπεισφέρειν αἰτίαν· οὐχ ὡς δίκαια δὲ πραττούσης συνηγορεῖ ὁ ποιητὴς ἀλλʼ ἵνα μὴ ἀργὸν εἴη τὸ πρόσωπον.

<!-- 539 -->πότερον ἐκείνῳ παῖδες λαμβάνονταί τινες τοῦ ποιητοῦ ἐκ τῶν Ὁμηρικῶν ἐπεὶ ἐκεῖνος μίαν γεγονέναι τῷ Μενελάῳ τὴν Ἑρμιόνην φησίν, οὗτος δὲ διπλοῦς ὁμομητρίους φησὶν αὐτῷ γεγονέναι· ὅμως οὐ συμφωνεῖ αὐτῷ Ἡσίοδος

  
ἣ τέκεθʼ Ἑρμιόνην δουρικλειτῷ Μενελάῳ,  
  
ὁπλότατον δʼ ἔτεκεν Νικόστρατον, ὄζον Ἄρηος·  
οὐ περὶ μεγάλων δὲ αἱ τοιαῦται διαφωνίαι τοῖς ποιήμασιν ὥστε οὐ πάνυ δεῖ αὐτοὺς ἐπὶ τῶν τοιούτων ἐνοχλεῖν ἀφεμένους τῶν ἀναγκαιοτέρων ἅπερ παρατηρεῖν ἐχρῆν, ταῦτα δέ ἐστι τὰ ἠθικὰ καὶ χρήσιμα ἡμῖν τοῖς ἐντυγχάνουσιν· ὅρα οὖν πῶς ἐκείνῳ τῷ μέρει τῆς ἱστορίας κατεχρήσατο ὅτι συνέφερεν τῷ λόγῳ τῆς Κλυταιμήστρας.

Ἑρμιόνη καὶ Νικόστρατος.

<!-- 540 -->τῆσδε ἀντὶ τῆς Ἰφιγενείας.

<!-- 542 -->ἢ τῶν ἐμῶν Ἅιδης τὸ ἑξῆς, ἢ τῶν ἐμῶν τέκνων δαίσασθαι πλέον ἵμερόν τινα Ἅιδης ἔσχεν ἢ τῶν ἐκείνης;

<!-- 545 -->παρεῖτο ἠμελεῖτο, παρῃρεῖτο.

<!-- 550 -->δύσθυμος ............

κακόβουλος.

<!-- 551 -->γνώμην δικαίαν οἷον λογισμῷ χρησαμένη δικαίῳ τότε τοὺς πέλας ψέγε ἡμᾶς μὴ τὸ πᾶν ὀργῇ καταχαριζομένη. τινὲς τοὺς πέλας τοὺς περὶ Ἀγαμέμνονα.

<!-- 552 -->ἐρεῖς μὲν οὐχὶ νῦν οὐκ ἂν εἴποις νῦν ὅτι λυπήσασά σε τοιαῦτα ἀντακήκοά σου· ἐμοῦ γὰρ εἰπούσης οὐδὲν σὺ προκατήρξω τῆς εἰς ἐμὲ λοιδορίας.

<!-- 556 -->εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγοις εἰ πρὸ τῶν λόγων ἐπυνθάνου εἰ τὸ λέγειν σοι ἐφίημι οὐκ ἂν ἦς λυπηρά.

<!-- 558 -->πατέρα φὴς κτεῖναι ὡς ῥήτωρ διεῖλεν εἰς κεφάλαια τὸν λόγον· καὶ πρῶτον κεφάλαιον ὅτι οὐδὲν χαλεπώτερον τούτου εἴ γε δικαίως, δεύτερον ὅτι οὐ δικαίως ἀλλὰ πεισθεῖσα Αἰγίσθῳ· δείκνυσι δὲ ὅτι ἀκουσίως ὁ Ἀγαμέμνων ἔθυσεν τὴν Ἰφιγένειαν ἐν τῇ Αὐλίδι.

<!-- 561 -->ὡς οὐ δίκῃ γʼ ἔκτεινας ἐναντίον τῷ

  
ἡ γὰρ δίκη νιν εἷλεν  
τὸ ὡς οὐ δίκῃ γʼ ἔκτεινας.

ἀλλά σʼ ἔσπασεν | πειθώ αὕτη γὰρ ἀπόδειξις οὐ διὰ τὴν θυγατέρα ἀλλὰ διὰ τὸν μοιχὸν πεφονεῦσθαι τὸν Ἀγαμέμνονα, τὸ καὶ μέχρι τοῦ νῦν αὐτῷ συνεῖναι καὶ συνοικεῖν.

παρήγαγεν, παρέπεισεν.

<!-- 563 -->τίνος | ποινὰς λείπει ἡ διά.

<!-- 567 -->ἐξεκίνησεν ἐξεδίωξεν.

<!-- 575 -->πολλὰ κἀντιβάς ἀντιπαραταττόμενος καὶ μὴ βουλόμενος· διὰ δὲ τῆς λέξεως δηλοῖ τὸ ἀκούσιον τῆς προαιρέσεως.

<!-- 577 -->εἰ δʼ οὖν· ἐρῶ γὰρ καὶ τὸ σόν πιθανῶς κατασκευάζει ὅτι εἰ νομοθετεῖς ἄλλον ἀντʼ ἄλλου ἀναιρεῖσθαι κατὰ σαυτῆς νομοθετεῖς.

<!-- 583 -->πρώτη θάνοις ἂν ἀντὶ τοῦ Ἀγαμέμνονος.

<!-- 584 -->ἀλλʼ εἰσόρα ὅρα, φησί, μὴ παρακάλυμμα τῶν σαυτῆς ἀδικημάτων ταύτην κομίζῃ τὴν πρόφασιν.

<!-- 591 -->ἐπαινέσαιμʼ ἂν γράφε ἐπαινέσωμεν.

<!-- 595 -->ἐπεὶ πάνυ αὐτὴν διήλεγξεν ἐπὶ τῇ μοιχείᾳ ὥσπερ ἐπιλαμβανομένη αὑτῆς κἀκείνην ἐκμειλισσομένη φησὶν ὅτι οὐδὲ νουθετεῖν σε δεῖ· χαλεπαίνεις γὰρ ὡς λοιδορουμένη· τὸν ἔλεγχον οὖν νουθεσίαν ὠνόμασεν.

<!-- 607 -->εἴτε στόμαργον εἰ γέγονα τούτοις τοῖς κακοῖς ἔνοχος, στόμαργος καὶ ἀναιδὴς ὡς φής, οὐ καταισχύνω σου τὴν φύσιν ἐλάττων σου οὖσα ἀλλʼ ὁμοία σοι φανήσομαι. ζηλῶ σε, φησίν· ὥσπερ γὰρ σὺ κατὰ Ἀγαμέμνονος Αἴγισθον ἔθρεψας οὕτως κατὰ σοῦ τὸν Ὀρέστην ἐγώ.

φλύαρον.

<!-- 610 -->ὁρῶ μένος πνέουσαν ὁ χορὸς τεθαυμακὼς ἐπὶ τοῖς λόγοις φησίν, ὁρῶ μένος πνέουσαν τὴν παῖδα, εἰ δὲ σὺν δίκῃ αὐτῇ τοῦτο τὸ μένος σύνεστιν τούτου φροντίδα οὐκέτι ὁρῶ γινομένην ὑπό τινος· εὐσχημόνως δὲ ἐς τὴν Κλυταιμήστραν τὸν λόγον ἀποτείνουσιν· ἀντιλαμβανομένη οὖν ἐκείνη τοῦ λόγου φησὶ

ποίας δέ μοι δεῖ πρός γε τήνδε φροντίδος;

<!-- 611 -->οὐκέτʼ εἰσορῶ ἀντὶ τοῦ οὐκ ἐννοῶ.

<!-- 614 -->καὶ ταῦτα τηλικοῦτος ὑπὲρ ἐπιτάσεως, ὅτι εἰ καὶ δοίη τις ἐξουσίαν ἀντιλέγειν τοῖς γονεῦσιν ἀλλʼ οὐ ταύτῃ παρθένῳ οὔσῃ ἔπρεπε τηλικαύτῃ.

<!-- 615 -->αἰσχύνης ἄτερ ἀντὶ τοῦ ἀναισχύντως.

<!-- 616 -->κἀγώ, φησίν, αἰσθάνομαι ἐπονείδιστα πράσσουσα καὶ οὐ κατὰ τὴν ἐμὴν ὥραν.

<!-- 620 -->ἐμφαντικώτερον τὸ ἐξαναγκάζει με διὰ τῆς προθέσεως.

<!-- 622 -->τοῦτο ὅμοιόν ἐστι τῷ

  
εὖ νυν ἐπίστω  
καὶ τὰ ἑξῆς.

ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπη ὡς δὴ καὶ τοῖς ἔργοις καὶ τοῖς λόγοις μετριάζουσα πρὸς αὐτὴν ταῦτά φησιν ἡ Κλυταιμήστρα.

<!-- 627 -->πιθανῶς ἐπὶ τὸν ἀγρὸν ἔφη τὸν Αἴγισθον ὑπὲρ τοῦ παρρησίαν δοθῆναι τῇ κόρῃ.

<!-- 628 -->πρὸς ὀργήν οὐκ ἐμμένεις οἷς πρότερον εἶπας· ἔφη γὰρ

  
καὶ μὴν ἐφίημι·  
πιθανῶς δέ· οὐ γὰρ χρὴ ἐν ταῖς ἀντιλογίαις θυμοῦσθαι τὸν ἡττώμενον.

<!-- 632 -->ἐῶ, κελεύω δεῖ γὰρ καὶ προκόπτειν τὴν ὑπόθεσιν διὸ οὐ ποιεῖται πλείονας ἀντιρρήσεις.

<!-- 634 -->ἔπαιρε δὴ σύ πρὸς θεράπαινάν φησι· θύματα δὲ θυμιάματα.

<!-- 635 -->πάγκαρπʼ ἐπεὶ πανόσπρια ἔθυον τοῖς θεοῖς.

<!-- 637 -->προστατήριε ὅτι πρὸ τῶν θυρῶν ἵδρυται.

<!-- 638 -->βάξιν λόγον.

οὐ γὰρ ἐν φίλοις οὐκ εἰς τὸν χορὸν ἀποτείνεται ἀλλʼ εἰς τὴν Ἠλέκτραν.

<!-- 642 -->σπείρῃ ματαίαν τὸ ματαίαν οὐκ ἔστι ψευδῆ ἀλλʼ ἀνωφελῆ· τί γὰρ πράξει τοὺς κρατοῦντας διαβάλλουσα;

κενήν, διὰ τὸ μηδὲν αὐτὴν δύνασθαι πρᾶξαι.

<!-- 643 -->ἀλλʼ ὧδʼ ἄκουε οὕτως ἐμοῦ λεγούσης· τῇδε γὰρ ἀντὶ τούτῳ τῷ τρόπῳ.

<!-- 645 -->δισσῶν ὀνείρων ἢ διπλῆν ἐχόντων φύσιν ὡς καὶ Ὅμηρος

  
δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσιν ὀνείρων·  
δύναται δὲ τὸ δισσῶν καὶ ἀριθμὸν ἐμφαίνειν ὡς δύο αὐτῆς ὀνείρους θεασαμένης καὶ τὸ μὲν ἓν φάσμα ἡγησαμένης εἶναι ὑπὲρ οὗ καὶ πέπομφεν ἀποτροπιασθησομένην τὴν Χρυσόθεμιν τάχα δὲ καὶ ἕτερον αὐτὴν κεκίνηκεν ὑπὲρ οὗ καὶ εὔχεται τῷ Ἀπόλλωνι ὅπερ οὐδὲ ἐξεῖπε πρός τινα οὐδὲ πρὸς τὸν Ἀπόλλωνα· ἢ δισσῶν τῶν ἀμφιβόλων καὶ δισσοποιῶν· ἔλυσεν δὲ αὐτὸ εἰποῦσα

  
εἰ μὲν πέφηνεν ἐσθλὰ δὸς τελεσφόρα  
  
εἰ δʼ ἐχθρὰ τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες.  

<!-- 650 -->ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν τὸ ὅλον ὑπὲρ τοῦ Αἰγίσθου εὔχεται, διὰ δὲ τοῦ πληθυντικοῦ τοῦ φίλοις τὸ τολμηρὸν τοῦ λόγου ἐπεκάλυψεν.

<!-- 652 -->φίλοισί τε ξυνοῦσαν ἀκατάλληλον φαίνεται τὸ ὅλον ἐὰν μὴ ᾖ τὸ οἷς ξύνειμι νῦν ἀπὸ κοινοῦ λαμβανόμενον, φίλοισί τε καὶ τέκνοις συνοῦσαν οἷς ξύνειμι νῦν· τὸ δὲ δύσνοια ἀπʼ αὐτῶν εἰς ἐμὲ ἢ ἀπʼ ἐμοῦ.

<!-- 653 -->εὐημεροῦσαν ἑκάστῃ ἡμέρᾳ εὖ διάγουσαν.

<!-- 656 -->τὰ περὶ τῆς τελευτῆς Ὀρέστου ἔοικεν εὔχεσθαι.

<!-- 657 -->τὰ δʼ ἄλλα πάντα ζητοῦσι διὰ τί ἐνταῦθα μὲν οὐκ ἐμφαίνει περὶ τοῦ Ὀρέστου ὕστερον δὲ τοῦ ἀγγέλου ἐλθόντος φαίνεται ἐφηδομένη· ῥητέον οὖν ὅτι νῦν μὲν προσδοκῶσα αὐτὸν ἥξοντα ζῶντα τότε δὲ ὡς κατὰ ἀποθανόντος παρρησιάζεται ἄφοβος γενομένη.

<!-- 660 -->ξέναι γυναῖκες ὁ παιδαγωγὸς ἥκει πλασάμενος τὰ περὶ τοῦ θανάτου Ὀρέστου· τὸ δὲ ἦθος αὐτοῦ μέσον ἐστὶν οὔτε ἀποικτιζομένου παντάπασιν οὔτε ἡδομένου ἀλλʼ ὡς ξένου· εὐκαίρως δὲ ἥκει ἔξω οὐσῶν ἀμφοτέρων, πρῶτον ἵνα μὴ δισσολογοίη πρὸς ἀμφοτέρας ἀπαγγέλλων, δεύτερον πρὸς τὸ δηλωθῆναι τὴν γνώμην ἀμφοτέρων· πιθανῶς δὲ ἐρωτᾷ ὡς ἀγνοῶν.

<!-- 664 -->στοχάζεται ἐκ τῆς στολῆς καὶ τῶν βασιλείων.

<!-- 668 -->ἐδεξάμην λείπει ἡ ἀπό, ἀπεδεξάμην.

<!-- 675 -->τί φής, τί φής οἱ ἡδέος ἀκούοντες λόγου κἂν πάνυ σαφῶς ἀκούσωσι δὶς καὶ τρὶς τὰ αὐτὰ ἀκούειν βούλονται.

μὴ ταύτης κλύε οἷον μὴ διὰ ταύτην φυλάξῃ εἰπεῖν τὰ ἑξῆς.

<!-- 679 -->τῷ τρόπῳ διόλλυται; ἴδιον καὶ τοῦτο τῶν ἡδομένων· μαθόντες γὰρ τὸ πᾶν καὶ τὸ κατὰ μέρος ἡδόμενοι πυνθάνονται· ἔπειτα ὁ ποιητὴς βούλεται εὐδοκιμεῖν περὶ ἀγῶνος λέγων Ἑλληνικοῦ.

<!-- 682 -->οὔπω ἦν ἐπὶ Ὀρέστου ὁ Πυθικὸς ἀγών.

<!-- 684 -->τινὲς δόλιχόν φασιν ἀγωνίσασθαι Ὀρέστην ὅς ἐστιν κʹ στάδια κʹ ἐτῶν ὄντα ὥστε τῇ φύσει ἴσα τὰ τέρματα τοῦ δρόμου ἐποιήσατο.

<!-- 686 -->δρόμου δʼ ἰσώσας οἷον οὐκ ἐλλείπων κατὰ τὰ τέρματα ἀλλʼ ἴσος φανεὶς τοῖς τέρμασι κατὰ τὴν αὑτοῦ φύσιν τῆς νίκης ἔτυχεν. ἄλλως: ὁμοίως καὶ ἴσως τεθαυμασμένος ἐν τῷ ἀγωνίσματι ὡς ἐπὶ τῇ μορφῇ ἀντὶ τοῦ ὡς θαυμαστὸς ἐπὶ τῇ μορφῇ οὕτως καὶ ἐπὶ τῷ ἔργῳ ἐφάνη, ὡς ἐπὶ τῷ εἴδει οὕτως καὶ ἐπὶ τῷ ἔργῳ.

τοῦ ἐκ ποδὸς δρόμου.

<!-- 691 -->ἅλμα, δίσκον, ἄκοντα, δρόμον, πάλην ταῦτα ἐν μιᾷ τις ἠγωνίζετο ἡμέρᾳ.

<!-- 696 -->

  
ὅμοιον αὐτῷ τὸ Πινδαρικὸν  
  
θεὸς ὃ καὶ πτερόεντʼ αἰετὸν κίχε καὶ θαλασσαῖον  
  
παραμείβεται  
  
δελφῖνα καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν.  

<!-- 701 -->φιλοτίμως διὰ πιθανότητα ταῦτα ἐπεξεργάζεται.

<!-- 702 -->ζυγωτῶν οἷον διζύγων.

<!-- 703 -->κἀκεῖνος ὁ Ὀρέστης.

<!-- 706 -->λεύκιππος Αἰνειᾶν ἐμοὶ δοκεῖ ὄνομα εἶναι. οὐδὲν γὰρ ἄτοπον ἐπίθετον εἶναι· ὄνομα γὰρ κύριον οὐ προτέθεικεν πρὸς τὸ τοῦ πράγματος ἀνεξέλεγκτον· ὅλη γὰρ ἡ διήγησις τοῦ ἀγῶνος πέπλασται· οἱ δὲ Αἰνειᾶνες τῶν Θεσπρωτῶν ἢ Θρᾳκῶν· Ὅμηρος

  
τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί.  

<!-- 707 -->προσχαρίζεται Ἀθηναίοις ἐν Ἀθηναίοις λέγων.

<!-- 716 -->ὡς ὑπερβάλοι | χνόας τις αὐτῶν οἷον πρῶτοι τοῦ δρόμου γενέσθαι· χνόας δὲ τὰς τοῦ ἄξονος σύριγγας, ἀπὸ δὲ μέρους τὸ ὅλον ἅρμα· σύριγξ δέ ἐστι τὸ εἰς τὴν ὀπὴν τοῦ τροχοῦ ἐμβαλλόμενον μέρος τοῦ ἄξονος καὶ αὐτὴ δὲ ἡ ὀπὴ τοῦ τροχοῦ οὕτως καλεῖται· λείπει δὲ τὸ ἐλαύνων· τὸ δὲ χνόας βαρέως· τὰ γὰρ εἰς η καθαρὸν δισσύλλαβα τῷ ο παραληγόμενα ἀπὸ δύο συμφώνων ἀρχόμενα ὧν προηγεῖται δασὺ βαρύνεται, χνόη, φθόη, χλόη· τὸ δὲ πνοὴ οὐκ ἔχει δασύ.

ὑπερδράμοι.

<!-- 717 -->φρυάγμαθʼ φυσήματα, πνεύματα.

<!-- 720 -->στήλην τὸν λίθον τὸν καμπτῆρα.

<!-- 721 -->ἔχριμπτʼ ἀεί ὅ ἐστι προσεπέλαζε τῷ καμπτῆρι ἀεὶ τὴν ὀπὴν τοῦ τροχοῦ.

<!-- 722 -->σειραῖον ἵππον τὸν ἔξω τοῦ ζυγοῦ, τὸν δεξιόν, προσκείμενον δὲ τῷ καμπτῆρι τὸν ἀριστερόν.

<!-- 724 -->ἄστομοι σκληρόστομοι.

<!-- 725 -->ἐξ ὑπαντήσεως ἐνετίναξαν ἐκείνων ὑποστρεφόντων.

<!-- 727 -->Βαρκαίοις ὄχοις τοῖς Λιβυκοῖς· Βάρκη γὰρ πόλις Λιβύης ἡ νῦν Πτολεμαῒς καλουμένη.

<!-- 730 -->ναυαγίων τῶν πτωμάτων.

<!-- 731 -->γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινός δεινὸς ἀντὶ τοῦ ἔμπειρος· πρὸς εὔνοιαν δὲ τῶν ἀκροωμένων ἐπαινεῖ αὐτὸν ὡς Ἀθηναῖον.

<!-- 732 -->ἔξω παρασπᾷ φυλαξάμενος, φησί, τούτοις συμπεσοῦσιν ἐμπεσεῖν ἔξω ἀπʼ αὐτῶν παρασπᾷ.

κἀνακωχεύει ἀνασειράζει, κατέχει· ἀνακωχεύειν γὰρ κυρίως λέγεται ὅταν χειμῶνος ὄντος ἐν τῷ πελάγει στείλαντες τὰ ἄρμενα σαλεύωσιν αὐτόθι μὴ διαμαχόμενοι τῷ πνεύματι· μεταφορικῶς οὖν ἐπὶ τοῦ ἅρματος εἴρηκεν ὅτι οὐ διημιλλήσατο ἀλλʼ ἀφῆκε τὸν τῶν ἵππων κλύδωνα καὶ ὕστερος ἠρέμα ηὔλανεν.

<!-- 735 -->τῷ τέλει πίστιν φέρων οἷον πιστεύων ὅτι ἐπὶ τῷ τέλει τοῦ δρόμου παρελεύσεται· ἢ νομίζων ἕως τοῦ τέλους οὕτως ἐλαύνειν.

<!-- 738 -->κἀξισώσαντε ὁ Ὀρέστης καὶ ὁ Ἀθηναῖος.

<!-- 743 -->λύων χαυνῶν διὰ τὸ συμπεπλέχθαι.

<!-- 745 -->χνόας τὸ λεπτὸν μέρος τοῦ ἄξονος τὸ τριβόμενον ὑπὸ τῆς χοινικίδος· εἴρηται δὲ ὁμοίως τὸ παρʼ Ἀπολλωνίῳ

  
ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο.  

<!-- 751 -->λαγχάνει γράφε τυγχάνει.

<!-- 755 -->καὶ ἵνα ἀξιόπιστος εἴη ὁ ἄγγελος καὶ ἵνα πάλιν τὸ περιπαθὲς εἴη τῇ Ἠλέκτρᾳ.

<!-- 758 -->δειλαίας σποδοῦ ἀντὶ αἰτιατικῆς.

<!-- 766 -->ὡς μὲν γυνὴ κεκίνηται ἐπὶ τῷ πάθει πρὸς δὲ τὸν κίνδυνον ἀποβλέπουσα ἥδεται, διὰ δὲ τὸν χορὸν ἀλγεῖν ὑποκρίνεται.

<!-- 781 -->ὁ προστατῶν ὁ ἐπιγινόμενος.

<!-- 818 -->ξύνοικος ἔσομαι τοῦτο οἰκονομικῶς· εἰ γὰρ ἀπορήσασα ἐπὶ τοῖς ἠγγελμένοις ἀπέκτεινεν ἑαυτὴν διελύετο ἂν ἡ ὑπόθεσις.

<!-- 823 -->ποῦ ποτε κεραυνοὶ Διός ἐν τοῖς ἔμπροσθεν παραμυθούμενος ὁ χορὸς τὴν Ἠλέκτραν ἔλεγεν

  
θάρσει μοι, τέκνον, θάρσει·  
  
ἔστι μέγας ἐν οὐρανῷ  
  
Ζεὺς  
καὶ τὰ ἑξῆς· νῦν οὖν πανταχόθεν ἀπεγνωσμένης τῆς σωτηρίας καὶ προστεθείσης τῆς κατὰ τὸν Ὀρέστην συμφορᾶς εἰκότως παρακεκινδυνευμένῳ τῷ λόγῳ ἐχρήσατο ὥστε καὶ περὶ θεῶν τι εἰπεῖν καὶ ὅλως ἀμφιβάλλειν εἰ ἐν οὐρανῷ εἰσιν εἴ γε περιορῶσι τοιαῦτα γινόμενα· καὶ τὸν μὲν ἥλιον ὡς πάντα ἐφορῶντα παρέλαβεν τὸν δὲ Δία ὡς πάντων δεσπότην ὄντα· δεῖ δὲ τὸν ὑποκριτὴν ἅμα τῇ βοῇ ἀναβλέψαι τε εἰς οὐρανὸν καὶ τὰς χεῖρας ἀνατεῖναι ὃ δὴ κωλύει ὁ χορὸς

  
μηδὲν μέγʼ ἀύσῃς.  

<!-- 826 -->κρύπτουσιν ἕκηλοι οἷον οὐκ ἄγουσιν εἰς φῶς τὴν τούτων παρανομίαν.

<!-- 827 -->θρηνεῖ ἡ Ἠλέκτρα τὸν ἀδελφόν· ἐλεεινὸν δὲ λίαν τὸ τοιοῦτο μέρος.

<!-- 830 -->ἐν τοῖς προφανέσι καὶ ἀθεραπεύτοις πάθεσι μετριάζειν αὐτὴν ἀξιοῦσιν.

<!-- 831 -->ἀπολεῖς δαιμονίως τοῦτο ἐπήγαγεν· οὐ γὰρ ἀμελήσασα τῶν ἀπὸ τοῦ χοροῦ ἐπιτιμήσεων ἐρεῖ τι ἀπρεπὲς εἰς θεοὺς ἐπεὶ καὶ τελέως ἀμηχανεῖ ὁ Σοφοκλῆς εἰς τοὺς θεοὺς βλασφημῶν — καὶ γὰρ εἷς ἦν τῶν θεοσεβεστάτων — ἀλλʼ ὥσπερ δυσχεραίνουσα ταῖς ἐπιτιμήσεσιν ὡς ψυχραῖς τοῦτό φησιν.

ἀποκναίεις με, φησίν, ἐν τοῖς ἀθεραπεύτοις παρηγοροῦσα.

<!-- 837 -->οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων | χρυσοδέτοις ταῖς διὰ χρυσοῦ γενομέναις τέχναις τοῦ δοθέντος Ἐριφύλῃ διὰ τὴν Ἀμφιαράου ἔξοδον· διὰ τὰς τῆς γυναικὸς αὐτοῦ ἀπάτας. ἄλλως: τὸ χρυσοδέτοις ἕρκεσιν ἢ ἐπὶ τῶν ἁρμάτων φησὶν οἷον τοῖς χρυσῷ δεδεμένοις καὶ κατεσκευασμένοις ἅπερ ἕρκη εἶπεν οἷον περιφράγματα καὶ τείχη ὧν οὐκ ἐξέφυγεν ὁ Ἀμφιάραος ἀλλʼ ἐνεσχέθη ἐν αὐτοῖς ἢ χρυσοδέτοις τῷ ὅρμῳ ὃς ἦν ἐκ χρυσοῦ πεποιημένος, τὸ δὲ ἕρκεσιν οἷον τοῖς δεσμοῖς καὶ φράγμασιν καὶ τῇ ἀνάγκῃ τῇ ἀπὸ τοῦ ὅρμου γενομένῃ· τὸ δὲ γυναικῶν ἀπάταις ἢ τῇ ἀπὸ τῆς γυναικὸς ἀπάτῃ ἢ καθόλου τὸν χρυσὸν γυναικῶν ἀπάτην εἶπεν· θαυμαστῶς δὲ εἴκασεν ὅτι καὶ οὗτος διὰ γυναικῶν ἀπώλετο.

<!-- 839 -->ὁ χορός φησιν ὅτι καὶ ἐν αὐτῷ τῷ θανάτῳ ἐστί τις εὐτυχία· τιμὴν δὲ αὐτῷ φησιν ἔσεσθαι διὰ τὸ μαντεύεσθαι αὐτόν.

<!-- 840 -->οὐ προσιεμένη οὐδὲ τοὺς τοιούτους λόγους θρηνεῖ ἡ Ἠλέκτρα.

<!-- 841 -->πάμψυχος ἀνάσσει ἀντὶ πασῶν ψυχῶν ἀνάσσει αἳ δὴ ἐν χρείᾳ καθεστᾶσι τῆς ἐκείνου μαντικῆς· ἢ πάμψυχος ὁ διασῴσας πᾶσαν τὴν ἑαυτοῦ ψυχὴν ἢ ὁ διὰ παντὸς τὴν ψυχὴν σῴζων ὅ ἐστιν ἀθάνατος.

<!-- 842 -->μνησθεῖσα τῆς Ἐριφύλης ἡ Ἠλέκτρα ἀναβοᾷ ἐπὶ τῷ ἤθει αὐτῆς δυσχεραίνουσα.

<!-- 843 -->φεῦ δῆτʼ· ὀλοὰ γάρ ὁ χορὸς συγκατατιθέμενός φησιν ὅτι δικαίως ἀνεβόησας· ὀλοὴ γὰρ ἦν ἡ Ἐριφύλη· ὅρα δὴ οὖν εἰ ἔπραξέ τι ὁ χορός· ἀπέσπασε γὰρ αὐτὴν τοῦ θρηνεῖν ἐμβαλὼν τὸ κατʼ αὐτὴν μύθευμα.

<!-- 844 -->ἐδάμη ἡ Ἐριφύλη δῆλον ὅτι· ὁ δὲ λόγος ἀποφαντικός, ὁ χορὸς δὲ ὡς πυνθανομένης ἐπάγει τὸ ναί.

<!-- 846 -->οἶδʼ οἶδʼ· ἐφάνη οἶδα ὅτι ἐδάμη· ἐφάνη γὰρ ὁ ἐπιμελούμενος τοῦ ἐν τῷ φόνῳ τουτέστι τιμωρὸς τοῦ πατρός, ἐμοὶ δὲ οὐδεὶς πάρεστιν ἀποθανόντος Ὀρέστου· ὁ μὲν οὖν χορὸς παρέβαλεν τὸν Ἀγαμέμνονα τῷ Ἀμφιαράῳ ἵνα Ἠλέκτρα εὔελπις εἴη περὶ τοῦ πατρὸς ὅτι τεύξεται τιμῆς τινος ἡ δέ φησιν ὅτι Ἀμφιάραος ὑπὸ τοῦ Ἀλκμαίωνος ἔτυχεν τιμωρίας· πάνυ δὲ περιπαθῶς τὸ πάθος τοῦ Ἀγαμέμνονος εἰς ἑαυτὴν μεταφέρει διὰ τοῦ ἐμοὶ δʼ οὔτις.

μελέτωρ φροντιστής, ᾧ ἐπιμελὲς γέγονεν μετελθεῖν τὸν τοῦ πατρὸς θάνατον.

<!-- 847 -->ἀμφὶ τὸν ἐν πένθει τὸν Ἀμφιάραον.

<!-- 849 -->δειλαία δειλαίων καὶ τοῦτο εἶδος παραμυθίας, τὸ εἴς τι παραχωρεῖν τοῖς λυπουμένοις καὶ συγχωρεῖν αὐτοῖς κλαίειν ὡς ἐπὶ ἀπαρηγορήτοις κακοῖς.

<!-- 850 -->κἀγὼ τοῦδʼ ἵστωρ οἶδα, φησίν, ὅτι δειλαία εἰμὶ αὐτῷ τούτῳ τῷ πανσύρτῳ τῶν πολλῶν ἀχέων· πανσύρτῳ δὲ πάντα σύροντι τὰ κακὰ ἢ πανσύρτῳ τῷ μετὰ πάσης ὁρμῆς τῶν κακῶν ὡρμημένῳ· παμμήνῳ δὲ τῷ πολυχρονίῳ καὶ διηνεκεῖ· δειλαία οὖν εἰμι οἷον κατʼ αὐτὸ τοῦτο καθὸ πάντα τὰ ἄχη εἰς ἡμᾶς συνεσύρη καὶ διηνεκῆ παρέμεινεν.

κἀγὼ τοῦδʼ ἵστωρ κἀγὼ τούτου ἐπιστήμων εἰμί, ὅτι ταλαίπωρός εἰμι.

<!-- 851 -->πανσύρτῳ πάντα σύροντι τὰ κακά.

παμμήνῳ πολυχρονίῳ.

<!-- 854 -->μή μέ νυν μηκέτι μηκέτι οὖν με, φησί, παρηγορήσητε ὅπου γε οὐ πάρεισιν αἱ τῶν ἐλπίδων ἀρωγαὶ αἱ ἀπὸ τῶν ἀδελφῶν· κοινοτόκων δὲ τῶν ἀπʼ ἀμφοῖν τῶν γονέων· διὰ δὲ τοῦ εὐπατριδᾶν ηὔξησε τοῦ πατρὸς τὸ ἐγκώμιον οἷον εὐγενῶν καὶ γενναίων οἷος ἦν καὶ Ὀρέστης γεγονὼς ἐξ Ἀγαμέμνονος· ἢ κοινοτόκων τῶν ἀδελφικῶν, τῶν τοῦ αὐτοῦ πατρὸς κεκοινωνηκότων.

<!-- 855 -->παραγάγῃς παρηγορήσῃς.

<!-- 856 -->διὰ μέσου τὸ τί φής;

<!-- 858 -->κοινοτόκων τινὲς τῶν πᾶσι κοινῶν.

<!-- 861 -->ἦ καὶ χαλαργοῖς ταῖς λευκόποσιν ἢ ταῖς ταχείαις ἐν ταῖς χηλαῖς, τὰς χηλὰς δὲ ἀντὶ τῶν ὁπλῶν παρέλαβεν· εἰπόντος δὲ τοῦ χοροῦ

  
πᾶσι θνατοῖς ἔφυ μόρος  
ἀντιτίθησιν ἡ Ἠλέκτρα, ἆρα οὖν οὕτω πέπρωται τοῖς θνητοῖς τελευτᾶν ἐν ταῖς ἁμίλλαις ταῖς ἱππικαῖς; τμητοῖς δὲ ὁλκοῖς τοῖς ἱμᾶσιν· ὁλκοὺς οὖν ἀντὶ τῶν ἱμάντων ἐν οἷς εἱλκύσθη.

<!-- 863 -->τμητοῖς ὁλκοῖς τμητοῖς λώροις.

<!-- 864 -->ἄσκοπος ἁ λώβα ἀπροόρατος ὁ θάνατος.

<!-- 865 -->πῶς γὰρ οὔκ; εἰ ξένος τοῦ χοροῦ εἰπόντος ὅτι ἀπροϊδὴς ἡ κατὰ τὸν ἀγῶνα λώβη ἡ Ἠλέκτρα πρὸς ἕτερον ἐπήγαγεν ὅτι δὴ πέπονθεν ἀπροσδοκήτως ἐπʼ ἀλλοδαπῆς τελευτῶν καὶ ἐμοῦ χωρίς.

<!-- 868 -->κέκευθεν ἀντὶ τοῦ κρύπτεται.

<!-- 871 -->ὑφʼ ἡδονῆς τοι ἡ Χρυσόθεμις παραγέγονεν τὰ ὑπὸ τοῦ Ὀρέστου ἐγκείμενα τῷ τάφῳ εὑροῦσα. τοῦτο τὸ πρόσωπον εἰσήγαγεν ἵνα μὴ εἰς μακρὸν ἡ ὀλόφυρσις Ἠλέκτρας γένηται.

<!-- 872 -->λείπει ἡ ὑπέρ, ὑπὲρ τοῦ σὺν τάχει μολεῖν.

<!-- 875 -->τῶν ἐμῶν σὺ πημάτων τῶν νοσημάτων τὰ μὲν θεραπεύεται προσκαίροις θεραπείαις ὅπερ ἐστὶν ἄρηξις τὰ δὲ θεραπεύεται παντελῶς ὅπερ ἐστὶν ἴασις· κατʼ οὐδένα οὖν τρόπον προκόπτει τὰ ἡμέτερα ἐπὶ τὸ βέλτιον.

<!-- 876 -->ἰδεῖν ἔτι.

<!-- 878 -->κλύουσʼ, ἐναργῶς ἐπὶ τοῦ κλύουσα πρὸς βραχὺ διαστικτέον ἵνʼ ᾖ πάρεστʼ ἐναργῶς, ἴσθι τοῦτο κλύουσα ἐμοῦ.

<!-- 888 -->βλέψασα θάλπῃ ἀντὶ παρακόπτεις τὰς φρένας ὡς ἐν πυρετῷ· ἀνηκέστῳ δὲ πυρὶ ὡσεὶ ἔλεγεν ἀνιάτῳ ἐλπίδι· ἀνέλπιστον γὰρ τὸ παραγενέσθαι Ὀρέστην ἤδη ἀπολωλότα.

θερμαίνει τῇ χαρᾷ.

<!-- 893 -->ἀρχαῖον τὸν ἐκ πολλοῦ ᾠκοδομημένον.

<!-- 895 -->πηγὰς γάλακτος πολὺ γάλα ὡς τὸ δακρύων πηγὰς ἀντὶ πολλὰ δάκρυα.

<!-- 896 -->ἐστὶν εἰσίν.

θήκην πατρὸς τὴν σορὸν λέγει ἔνθα τὸ λείψανον ἐτέθη.

<!-- 901 -->νεώρη τὸν νεωστὶ ἠρτημένον· ἢ ἐκ νέου τινὸς καὶ ὥραν ἔχοντος νέαν.

<!-- 903 -->ψυχῇ σύνηθες ὄμμα ὅραμα ὃ ἀεὶ ἐφανταζόμην κατὰ ψυχήν.

<!-- 908 -->τὸ μὲν ἀπὸ τῆς ὄψεως τοῦ βοστρύχου κινεῖσθαι ἐπὶ τὴν ἀλήθειαν γελοῖον· πιθανῶς οὖν ἐπάγει ὅτι οὐδενὶ ἄλλῳ ἢ τῷ πάνυ συνημμένῳ κατὰ γένος τὰ τοιαῦτα προσήκει.

<!-- 909 -->τόδε τὸ ἀποκείρασθαι τὰς κόμας δῆλον ὅτι.

<!-- 915 -->τἀπιτίμια τὰ ἐπὶ τῇ τιμῇ γινόμενα τοῦ πατρός.

γράφε τἀγλαΐσματα.

<!-- 919 -->κῦρος ἐπιτευκτικὴ καὶ κυρία.

ἐπιτυχία.

<!-- 922 -->φέρει γράφε ἔφυς.

<!-- 929 -->ὅ ἐστιν οὐ κατὰ τοῦτο τῇ μητρὶ δυσχερὴς ὀφθεὶς καὶ διὰ τῆς ἀγγελίας λυπήσας αὐτήν.

δυσχερὴς γράφε δυσμενής.

<!-- 933 -->μνημεῖʼ Ὀρέστου τοῦ Ὀρέστου μνημόσυνα.

<!-- 942 -->ὧν ἐγὼ φερέγγυος; ὧν ἐγὼ εἰς τὸ πράττειν ἀσφαλής εἰμι;

φερέγγυος λέγεται ὁ ἀναδεξάμενός τι καὶ δυνάμενος ἀποτῖσαι οἷον ἀξιόχρεως, δυναμένη ἀναδέξασθαι τὴν ἐγχείρησιν.

<!-- 944 -->

  
τοῦτο τῷ προτέρῳ ὅμοιον  
  
ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;  

<!-- 945 -->εὐτυχεῖ ἀντὶ τοῦ ἐπιτυγχάνεται.

<!-- 946 -->ξυνοίσω συμπονήσω.

τοῦτο συνῳδὸν τῷ

  
τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;  

<!-- 953 -->πράκτορʼ ἔκδικον.

<!-- 958 -->ποῖ ἀντὶ εἰς τίνα χρόνον;

<!-- 964 -->οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνήρ προειποῦσα τὰ δεινὰ τὸ χαλεπώτερον ἐπιφέρει, ὡς οὐδὲ μεταβολῆς τυχεῖν ἐλπὶς ἔνεστιν.

<!-- 972 -->γνώμη.

<!-- 975 -->τίς γάρ ποτʼ ἀστῶν ὅρα ἐν τούτῳ τῷ λόγῳ τὰς ἐπιχειρήσεις τῆς Ἠλέκτρας ὅτι πάντα τέθεικεν τὰ ἀγαθὰ ἅπερ αὐταῖς παρέσται ἀνελούσαις τὸν Αἴγισθον, τὰ δὲ ἕτερα ὑπεξῄρηκεν ὁποῖα πείσονται ἁλοῦσαι· καίτοι ἦν κατὰ τὸ πάθος τῆς Ἠλέκτρας κἀκεῖνα προσθεῖναι, ὅτι καλόν μοι ἀποθανεῖν οὕτω δυστυχούσῃ ὁποῖα καὶ πρόσθεν ἔλεγεν

  
ὡς χάρις μὲν ἂν θάνω  
  
λύπη δʼ ἐὰν ζῶ·  
ἀλλʼ ᾔδει τὸ περίφοβον τῆς Χρυσοθέμιδος ὥστε ἑκοῦσα τοὺς δειλοτέρους τῶν λόγων ὑπεξεῖλεν ὥστε μηδὲ εἰς ἔννοιαν τῶν κινδύνων ἐκείνην καταστῆσαι.

<!-- 977 -->ἴδεσθε τώδε ἐπὶ τῶν θηλυκῶν τοῖς ἀρσενικοῖς ἄρθροις κέχρηται ὅπερ σύνηθες Ἀττικοῖς· τὼ χεῖρε γάρ φασι· καὶ Ὅμηρος

  
τὼ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι.  

τώδε ἀντὶ τάσδε.

<!-- 978 -->ὣ ἀντὶ αἵτινες.

<!-- 980 -->προὐστήτην φόνου προέστησαν περὶ τοῦ φόνου τῶν ἐχθρῶν.

<!-- 981 -->τούτω ἀντὶ τοῦ ταύτας.

<!-- 990 -->ἐν τοῖς τοιούτοις ἐστίν ὁ χορὸς ὑπερτεθαυμακὼς τὸ τολμηρὸν τῆς Ἠλέκτρας φησὶν ὅτι μετὰ προγνώσεως καὶ ἀσφαλείας τὰ τοιαῦτα δεῖ καὶ λέγειν καὶ ἀκούειν.

<!-- 992 -->εἰ φρενῶν | ἐτύγχανʼ εἰ ἐφρόνει.

<!-- 993 -->ἐσῴζετʼ ἂν | τὴν εὐλάβειαν οὐ σῴζει, φησί, τὴν εὐλάβειαν ἀλλʼ ἔστι θρασεῖα καὶ ῥιψοκίνδυνος.

<!-- 995 -->τοιοῦτον θράσος | αὐτή θʼ ὁπλίζῃ λίαν ἐμφαντικῶς τῷ θράσει φησὶν αὐτὴν ὁπλίζεσθαι ὡς μηδὲν ἀμυντήριον αὐτὴν ἔχουσαν ἢ μόνον θράσος.

<!-- 997 -->γυνὴ μὲν οὐδʼ ἀνήρ ταῦτα πάντα ὅμοιά ἐστι τοῖς ἐν Ἀντιγόνῃ, εἰ δέ τις παραβάλοι εἴσεται τοῖς αὐτοῖς διανοήμασι χρησάμενον Σοφοκλέα.

<!-- 998 -->τοῦτο δεύτερον κεφάλαιον.

<!-- 999 -->δαίμων δέ τοῦτο τρίτον κεφάλαιον καὶ ἀναγκαιότερον, ὡς οὐδὲ ἐκ παραδόξου κατορθῶσαι ἡμᾶς τὴν ἐπιχείρησιν εἰκὸς τῆς τύχης μὴ συλλαμβανομένης.

<!-- 1000 -->ἀπορρεῖ ἐλαττοῦται, μαραίνεται.

<!-- 1005 -->λύει γὰρ ἡμᾶς οὐδέν οὐ λυσιτελεῖ γὰρ ἡμῖν, φησίν· οὐκ ἀπαλλάσσει τῶν κακῶν.

ἀντὶ οὐδὲν ἡμᾶς ἐκλύσεται.

<!-- 1006 -->δυσκλεῶς θανεῖν ἐνταῦθα δηλοῖ τὸ μετʼ αἰσχρᾶς τιμωρίας ἀποθανεῖν· καὶ Ὅμηρος

  
μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην.  

<!-- 1007 -->ἀλλʼ ὅταν θανεῖν | χρῄζων ὅρα ὅτι τοῦτο δηλοῖ τὸ δυσκλεῶς.

λείπει τὸ καλῶς.

<!-- 1008 -->εἶτα μηδὲ τοῦτʼ ἔχῃ οὐ τὸ τοῦ θανάτου δεινόν ἐστιν ἀλλʼ ὅταν ἐπιθυμῶν τις ἀποθανεῖν ὥστε τὰς παρούσας κολάσεις ἐκφυγεῖν τότε μηδὲ τούτου τύχῃ· τοιαῦτα οὖν πεισόμεθα ὧν ὁ θάνατος αἱρετώτερος.

<!-- 1013 -->ἀλλὰ τῷ χρόνῳ ποτὲ ἐν ὑπερβατῷ.

<!-- 1018 -->ἃ ʼπηγγελλόμην ἀντὶ ἃ ἠξίουν, τὸ δὲ παρακαλεῖν ἐπαγγέλλειν φησίν.

<!-- 1019 -->ἀλλʼ αὐτόχειρί μοι παρατήρει κἀνθάδε τὴν εὐτολμίαν ὡς καὶ ἐν Ἀντιγόνῃ.

γράφε ἀλλʼ οὐδὲν ἧσσόν μοι.

<!-- 1026 -->εἰκὸς γὰρ τὸν κακῶς ποιεῖν ἐπιχειροῦντα καὶ πάσχειν κακῶς· τοῦτο δὲ Πινδαρικὸν ἐπεὶ

  
ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.  

<!-- 1028 -->οἷον ἔσται καιρὸς ὅτε με εὐφημήσεις.

<!-- 1036 -->οὐκ ἀτιμάζω σε ἀλλὰ προνοοῦμαί σου.

<!-- 1039 -->ἦ δεινὸν εὖ λέγουσαν δεινὸν ἐμὲ καλῶς λέγουσαν δοκεῖν ἐξαμαρτάνειν· ἐπεὶ δὲ ἡ Χρυσόθεμις καλῶς λέγει, δοκεῖ δὲ ἁμαρτάνειν διὰ τὸ μὴ πράσσειν τὰ δίκαια ὑπὲρ ἐκδικίας τοῦ πατρὸς πρὸς τοῦτό φησιν ἡ Ἠλέκτρα, δεινόν ἐστι σύμφορα δοκοῦσαν συμβουλεύειν ἄδικα πράσσειν καὶ ἁμαρτάνειν, ὅπερ ἡ Χρυσόθεμις εἰς Ἠλέκτραν τρέπει ἐν τῷ ἑξῆς στίχῳ.

<!-- 1040 -->εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ τὸ ἁμαρτάνειν· λέγουσα γὰρ δίκαια καὶ εὐπρεπῆ ἐν αὐτοῖς ἁμαρτάνεις· ἀλυσιτελῆ γὰρ ἐπιχειρεῖς ποιεῖν.

<!-- 1044 -->ἀλλʼ εἰ ποιήσεις ταῦτα οἷον τοῖς δεινοῖς περιπεσοῦσα ἐπαινέσεις με σύμφορά σοι συμβουλεύσασαν.

<!-- 1046 -->πάλιν εἰς τοὐπίσω, εἰς τὸ ἐναντίον.

<!-- 1052 -->μεθέψομαι ἀντὶ κοινωνήσω.

<!-- 1056 -->

  
παρὰ τὸ Ὁμηρικὸν  
  
ῥεχθὲν δέ τε νήπιος ἔγνω.  

<!-- 1058 -->τί τοὺς ἄνωθεν φρονιμωτάτους τὸ ἄνωθεν ἢ τόπου ἢ χρόνου ἐστίν, ἄνωθεν ἐκ φύσεως ἢ τοὺς ἐν τῷ ἀέρι· οἰκεῖον δὲ τῷ χορῷ ἀγανακτοῦντι ἐπὶ τῇ Κλυταιμήστρᾳ τὸν περὶ τῶν ἀλόγων ἐνταῦθα παραλαβεῖν λόγον ὅτι ἐν τοῖς ἀλόγοις ζῴοις φυσική τίς ἐστι φιλοστοργία, ἡ δὲ Κλυταιμήστρα ἄστοργος· τὸ δὲ ἑξῆς, τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ὁρῶντες καλῶς κηδομένους τῆς τροφῆς ἀφʼ ὅτων τε ἂν βλαστῶσι καὶ ἀφʼ ὧν ἂν ὄνησιν εὕρωσιν· ἐπὶ τῶν τέκνων τὰ δύο, ἀφʼ ὧν τʼ αὐτοὶ βλαστῶσι, τὰ τέκνα, ἀφʼ ὧν τε ὄνησιν εὕρωσιν· λέγονται δὲ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς βαστάζειν τοῖς πτεροῖς ἕως ὅτου πτεροφυήσωσιν.

<!-- 1062 -->τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν καλῶς ὁ χορὸς καὶ ἑαυτὸν συγκαταλέγει ἵνα μὴ δοκῇ φορτικὸς εἶναι τούτοις καθʼ ὧν τὸν λόγον πεποίηται.

<!-- 1065 -->οὐκ ἀπόνητοι ἀντὶ οὐκ ἐπὶ πολὺ ἔσονται ἀθῷοι οἱ περὶ Αἴγισθον καὶ Κλυταιμήστραν.

<!-- 1066 -->ὦ χθονία βροτοῖσιν οὐ τὴν ἐπίγειόν φησιν ἀλλὰ τὴν κατὰ γῆς χωρῆσαι δυναμένην.

<!-- 1068 -->τοῖς ἔνερθʼ Ἀτρείδαις ἢ Ἀγαμέμνονα ἢ Ὀρέστην· δοκοῦσι γὰρ αὐτὸν τεθνηκέναι.

<!-- 1069 -->ἀχόρευτα φέρουσʼ ὀνείδη ἐφʼ οἷς οὐκ ἄν τις χορεύσειε, τὰ πένθιμα ὀνείδη, ὀνείδη δὲ ἐπειδὴ ὄνειδος ἦν τῇ Κλυταιμήστρᾳ ἐπιχαίρειν Ὀρέστῃ.

<!-- 1070 -->ὅτι σφίσιν ἤδη ἡ ἀπότασις πρὸς τὴν Κλυταιμήστραν· ἄγγειλον οὖν, φησίν, ὅτι τὰ κατʼ οἶκον νενόσηκεν καὶ οὐκ ἔστιν ὑγιῆ.

<!-- 1072 -->οὐκέτʼ ἐξισοῦται οὐκέτι ἴσα φρονοῦσιν ὡς ἐν φιλίᾳ διαιτώμεναι ἀλλὰ στασιάζουσι πρὸς ἀλλήλας.

<!-- 1074 -->πρόδοτος δὲ μόνα σαλεύει κινδυνεύει, ἐκ μεταφορᾶς τῶν νηῶν· μόνη δὲ αὐτὴ ἐφʼ ἑαυτῆς χωρὶς ἀγκύρας.

<!-- 1075 -->τὸν ἀεὶ πατρός λείπει ἡ περί, περὶ τοῦ πατρὸς στενάχουσα ὡς τὸ Ὁμηρικὸν

  
τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ  
  
ὡς ἑνός·  
τὸ δὲ ἑξῆς, ἀεὶ τὸν τοῦ πατρὸς μόρον στενάχουσα· ἢ τὸν ἀεὶ εἰς τὸν ἀεὶ χρόνον.

λείπει ἡ περί.

<!-- 1078 -->πρόνοιαν οὐκ ἔχουσα τοῦ μὴ ἀποθανεῖν ὅ ἐστιν ἀφειδοῦσα τῆς ἰδίας τύχης καὶ ῥιψοκινδυνοῦσα.

<!-- 1079 -->τό τε μὴ βλέπειν ἑτοίμα ἑτοίμη καὶ τῆς ὄψεως στέρεσθαι τουτέστιν ἀποστερηθῆναι τῶν ὀμμάτων ἀντὶ καὶ ἀποθανεῖν ἑτοίμη καὶ ζῶσα κολάζεσθαι καὶ τοῦτο λέγει διδύμην Ἐρινύν· ἢ ἐπὶ τοῦ θανάτου τὰ δύο, ἑτοίμη μὴ βλέπειν αὐτοὺς ἀλλʼ ἐν σκότει γενέσθαι τοῦ θανάτου ἐν τῇ αὐτῇ Ἐρινύι γενομένη τῷ Ἀγαμέμνονι ὅ ἐστι διπλῆ Ἐρινύς.

<!-- 1080 -->διδύμαν—Ἐρινὺν Αἴγισθον καὶ Κλυταιμήστραν.

<!-- 1084 -->νώνυμνος τῆς εὐκλείας θέλων γενέσθαι.

ὦ παῖ παῖ οὕτω καὶ σύ, ὦ παῖ, εἵλου τὸν αἰῶνα πάγκλαυτον· κοινὸν δὲ διηνεκῆ ἐπὶ παντὸς αἰῶνος ἑαυτῆς.

<!-- 1087 -->καταπολεμήσασα τὸ αἰσχρὸν καὶ νικήσασα οἷον τοὺς ἐχθροὺς καταγωνισαμένη.

<!-- 1095 -->ἃ δὲ μέγιστʼ ἔβλαστε | νόμιμα ἃ δὲ φυσικὰ καὶ μέγιστα νόμιμα ἔβλαστε τούτων ἀποφερομένην τὰ ἄριστα· ἢ ἐριστὰ ἀμφηρίστῳ τῇ εὐσεβείᾳ τῇ τοῦ Διὸς ἢ ἐριστὰ τῇ εὐσεβείᾳ ᾗ ἄν τις ἐρίσειεν ἀντὶ περισπουδάστῳ, προσφερομένην τῇ εὐσεβείᾳ τὰ νόμιμα ἀντὶ μετὰ εὐσεβείας πράττουσαν.

<!-- 1097 -->ἄριστα τᾶ Διὸς γράφε ἄριστα τᾷ Ζηνός.

<!-- 1098 -->θαυμαστὴ ἡ οἰκονομία τοῦ ποιητοῦ μὴ ἅμα τῇ ἀπαγγελίᾳ τοῦ θανάτου κομίσαι τὰ λείψανα ἵνα εὔλογος πρόφασις τῆς παρόδου γένηται τῷ Ὀρέστῃ καὶ παραυτὰ ὁ ἀναγνωρισμὸς πρὸς αὔξησιν τοῦ πάθους.

Ὀρέστης πάρεστιν σὺν τῷ Πυλάδῃ κομίζων τὰ λείψανα τῶν λογοποιουμένων ὀστῶν ἑαυτοῦ.

<!-- 1101 -->ἱστορῶ γράφε μαστεύω.

<!-- 1102 -->ἀζήμιος ἀληθὴς καὶ οὐχ ὑπέχων ζημίαν τοῦ ψεύδους.

<!-- 1117 -->ἀξιοπίστως ἄγαν Ὀρέστης σκληρός ἐστιν οὐχ οἷον δεῖ ἄγγελον εἶναι καὶ συναχθόμενον τοῖς ἀτυχήμασιν ἔσθʼ ὅτε.

<!-- 1123 -->εἰκὸς αὐτοῖς ἕπεσθαί τινας· περιπαθῶς δὲ λίαν τὸ ἥτις ἐστίν.

<!-- 1126 -->λαβοῦσα τὸ τεῦχός φησιν· ὑπερφυῶς δὲ ἔχει τῇ διαθέσει λαβοῦσαν καὶ βαστάζουσαν τὰ ὀστᾶ ὀδύρεσθαι· Ὅμηρος .............

  
ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα.  

<!-- 1127 -->λοιπὸν μνημεῖον.

<!-- 1137 -->σῆς κασιγνήτης δίχα οἷον τῆς μόνης σοῦ κηδομένης· ὅλα δὲ ἐπιτέταται τῷ πάθει διὰ τὸ παρεῖναι τὸν Ὀρέστην ὡς καὶ Πηνελόπη παρόντα Ὀδυσσέα θρηνεῖ παρʼ Ὁμήρῳ ἐν οἷς φησι

  
κλαιούσης ἑὸν ἄνδρα παρήμενον·  
ἐνθάδε δὲ δίκαιον δηλοῦσθαι ὅτι ἀδελφὴ αὐτοῦ ἐστιν ἡ ἐν τῷ λόγῳ· ἀγνοῶν γὰρ αὐτὴν Ὀρέστης ἀπολοφυρομένην γνώσεται.

<!-- 1142 -->ἐν σμικρῷ κύτει τῇ θήκῃ.

<!-- 1146 -->οὐ γὰρ ἦς, φησί, τῆς μητρός ποτε ἢ καὶ ἐμοῦ μᾶλλον ἵνα ἐπὶ τοῦ ἦσθα διαστείλωμεν, οὐκ ἦσθα τῆς μητρὸς ἀλλὰ μᾶλλον καὶ ἐμοῦ, οἷον ἐγώ σοι μᾶλλον ἤμην μήτηρ ἤπερ ἡ Κλυταιμήστρα, τὸ δὲ φίλος ἀντὶ ὦ φίλος. ἄλλως: οὐκ ἦς τῆς μητρὸς φίλος μᾶλλον ἢ καὶ ἐμοῦ ἀντὶ οὐ τῇ μητρὶ προσέκεισο μᾶλλον· ἄμεινον δὲ τὸ ἕτερον διὰ τὴν ἡλικίαν τοῦ Ὀρέστου ἐφʼ ᾗ τὸ φίλον εἶναι αὐτὸν καὶ διακρίνειν τινὰ τότε οὐκ ἐνεχώρει· μικρὸς γὰρ ἦν.

<!-- 1171 -->πιθανῶς πρόσκειται τὸ ὄνομα τῆς Ἠλέκτρας ἵνα μάθῃ Ὀρέστης· οὐ γὰρ μόνη ἦν αὐτῷ ἀδελφή· τοῖς δὲ κοινοῖς βοηθήμασι χρῆται ὁ χορὸς ἐν τῇ παρηγορίᾳ.

<!-- 1174 -->ἀναγκαῖον ἐμφανισθῆναι τὸν Ὀρέστην· διεφθάρη γὰρ τὸ συνεκτικὸν τῆς ὑποθέσεως σιωπῶντος αὐτοῦ.

<!-- 1178 -->τοῦτο δύναται μὲν καὶ ἡ Ἠλέκτρα λέγειν εὐπρεπέστερον δὲ τῷ χορῷ παράκειται ἵνα μὴ περὶ τοῦ ἑαυτῆς εἴδους εἴπῃ τι· θαυμαστῶς δὲ τὴν μὲν Κλυταιμήστραν ἀπὸ τοῦ λαμπροῦ σχήματος ὁ ἄγγελος ἐγνώρισεν οὗτος δὲ οὐ γινώσκει τὴν Ἠλέκτραν διὰ τὸ κεκακῶσθαι τὸ σῶμα.

<!-- 1180 -->ἆρα οὐ περὶ ἐμοῦ τάδε;

<!-- 1184 -->μοι δή.

ἐπισκοπῶν καθορῶν.

<!-- 1185 -->ἐγὼ οὐδέν.

<!-- 1186 -->ἐν τῷ ἐν τίνι ἢ διὰ τί;

ποίῳ λόγῳ εἰρημένῳ τοῦτον συνῆψας τὸν λόγον;

<!-- 1193 -->τῇδε εἰς τοῦτο.

<!-- 1194 -->οὐκ ἴσα πράσσει τῷ τῆς μητρὸς ὀνόματι.

<!-- 1211 -->πρὸς δίκης ἡ πρὸς ἀντὶ τῆς μετά.

<!-- 1214 -->οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος; ὥστε μηδὲ ὀνομάζειν αὐτόν;

<!-- 1215 -->οὐχὶ σὸν ἀλλʼ ἐμόν.

οὐ σοὶ προσῆκον.

<!-- 1217 -->ἠσκημένον κατεσκευασμένον· ἀσκήματα γὰρ τὰ κατασκευάσματα.

<!-- 1223 -->σφραγῖδα τὸν δακτύλιον.

<!-- 1225 -->ὦ φθέγμʼ λείπει φίλτατον.

<!-- 1233 -->γοναὶ σωμάτων ἀντὶ ἑνικοῦ, γονὴ σώματος ἐμοὶ φιλτάτου, τοῦ Ἀγαμέμνονος.

<!-- 1235 -->εἴδεθʼ οὓς ἐχρῄζετε ἀντὶ ἐμέ.

<!-- 1236 -->ἀντὶ σίγα ἕως ἂν κατὰ νοῦν ἀποβῇ τὸ πᾶν.

παράκειται ἑκάστῳ τὸ οἰκεῖον· ἡ μὲν γὰρ γυνή τε οὖσα καὶ παρὰ προσδοκίαν εὐτυχοῦσα θρασυτέρα ἐστὶν ὁ δὲ ἀσφαλὴς διὰ τὸ νῦν πρῶτον ἐπιχειρεῖν τοιούτῳ κινδύνῳ.

<!-- 1239 -->ἀλλʼ οὐ τὰν Ἄρτεμιν ἡ ἀπότασις πρὸς Κλυταιμήστραν· ὅρα δὲ εἰ οἰκεῖα ταῦτα τῇ Ἠλέκτρᾳ παρόντος Ὀρέστου ὁπότε καὶ μόνη οὖσα τοσοῦτον ἐθρασύνετο.

<!-- 1243 -->ὅρα γε μὲν δή ἐπὶ τὴν Κλυταιμήστραν τείνων φησὶν ὅτι τὸν Ἀγαμέμνονα ἀνεῖλεν.

<!-- 1245 -->ὀτοττοῖ ἐπείπερ ὑπέμνησεν αὐτὴν τῆς τοῦ πατρὸς ἀναιρέσεως διὰ τῶν προειρημένων δύο στίχων φησὶν ὅτι ἐνέβαλές μοι κακὸν ἀνέφελον, καλυφθῆναι μὴ δυνάμενον, ἀσκίαστον ὡς εἰ ἔφη διάδηλον κακόν.

<!-- 1246 -->ἀνέφελον ὑπὸ μηδεμιᾶς νεφέλης κρυβῆναι δυνάμενον.

<!-- 1247 -->οὔ ποτε καταλύσιμον οὐ καταλυόμενον, ὁ δὲ νοῦς λήθης τυχεῖν μὴ δυνάμενον.

<!-- 1251 -->ἀλλʼ ὅταν παρουσία ὅταν ἐπιτρέπῃ ὁ καιρὸς καὶ καλῇ ἢ ὁπόταν ἡ παρουσία τούτων ᾖ καὶ ὁ καιρὸς ἐπιτήδειος· τὸ γὰρ νῦν διεξιέναι τὰ κατὰ τὸν Ἀγαμέμνονα διʼ ὄχλου ἦν τοῖς θεαταῖς ἐπισταμένοις τὸ πᾶν καὶ περιμένουσιν ἰδεῖν τὰ ἐξ Ὀρέστου γινόμενα.

<!-- 1253 -->ὁ πᾶς χρόνος πρέποι τῇ δίκῃ λέγειν με ταῦτα.

<!-- 1255 -->τάδε δίκαια γράφε τάδε δίκᾳ.

<!-- 1257 -->τόδε ποῖον; τὸ ἐλευθεροστομεῖν· τοιγαροῦν ἀντέχου τῆς ἐλευθεροστομίας.

<!-- 1259 -->μὴ μακρὰν ἀντὶ μὴ μακρῶς.

<!-- 1260 -->τίς ἄν, φησί, σοῦ φανέντος δικαίως ἕλοιτο ἀντὶ λόγων σιωπήν;

<!-- 1265 -->ὑπερτέραν λείπει τὸ χάριν.

<!-- 1266 -->τᾶς πάρος—χάριτος τῆς σῆς παρουσίας.

<!-- 1276 -->μὴ ἀποστερήσῃς με, φησί, τοῦ μεθέσθαι τῶν σῶν προσώπων καὶ ἀπαλλαγῆναι μετὰ ἡδονῆς ὅπερ μοι παρέσται ἐπὶ πλέον μετεχούσῃ σου καὶ ἀπολαυούσῃ· οὕτω γὰρ ἀπαλλαγήσομαι μετὰ ἡδονῆς, ἐὰν δὲ ἤδη ἀποστερήσῃς με σαυτοῦ μετὰ λύπης ἀπαλλαγήσομαι.

<!-- 1278 -->ἄλλοισι τοῖς μὴ χαίρουσι τῇ ἐμῇ παρουσίᾳ.

<!-- 1281 -->ὦ φίλαι, ἔκλυον ἃν | ἐγώ ὦ φίλαι, οἵαν ἤκουσα φήμην περὶ τοῦ ἀδελφοῦ ἀπροσδόκητον ἐφʼ ᾗ οὔτε σιωπῆσαι ἂν ἠδυνάμην οὔτε ἀκούσασα βοῆσαι· καὶ γὰρ ἡ ἡδονὴ προετρέπετο αὐτὴν βοῆσαι καὶ ὁ φόβος ὁ περὶ τὸν Αἴγισθον καὶ τὴν μητέρα σιωπῆσαι· ὅμως δὲ ἔχω σε φιλτάτην ἔχοντα πρόσοψιν.

ὁ νοῦς, ἔκλυον αὐδὴν ἣν οὐδέποτε ἤλπισα ἀκοῦσαι καὶ ἔσχον τρόπον ἄναυδον τῷ μὴ δύνασθαι βοᾶν οὐδὲ βοῶντός τινος ἀκούειν δυναμένη· οὕτως ἐξέστην ἐμαυτῆς· λέγει δὲ περὶ τῆς ἀπωλείας τοῦ Ὀρέστου ὅτε ἤκουσεν.

<!-- 1291 -->ἐμφαντικὸν τὸ συνεχὲς τῆς ταὐτολογίας· ἤρκει γὰρ κἂν ἓν τῶν λελεγμένων.

<!-- 1292 -->ἀφαιρεῖται γάρ, φησί, τὴν εὐκαιρίαν τῶν μελλόντων πραχθῆναι τῶν λόγων ἡ ἀδολεσχία.

<!-- 1307 -->εἰκὸς γὰρ καὶ ἔξωθεν ταῦτα πεπύσθαι τὸν Ὀρέστην.

<!-- 1311 -->ἐντέτηκέ μοι πρὸς τὴν μητέρα δῆλον ὅτι.

<!-- 1322 -->τινὲς τὸν χορόν φασι λέγειν ταῦτα.

τοῦ παιδαγωγοῦ μέλλοντος ἐξιέναι ὁ Ὀρέστης αἰσθόμενος τοῦ ψόφου ἀγνοῶν κελεύει αὐτὴν σιγᾶν διὸ καὶ Ἠλέκτρα ὡς ξένοις διαλέγεται.

<!-- 1324 -->τοιαύτην ἀγγελίαν φέροντες ἣν οὐκ ἄν τις ἀπώσαιτο, λαβεῖν τὰ ὀστᾶ, οὐδὲ ἡδέως λάβοι ὅτι κακή ἐστιν.

<!-- 1326 -->ἐπιτιμᾷ αὐτοῖς ὅτι φανεροὶ τοῖς ἐχθροῖς γίνονται.

<!-- 1328 -->ἐγγενὴς ἐγγεγενημένος ἢ ἄξιος τοῦ γένους.

<!-- 1333 -->οἷον πρὶν ἰδεῖν τὰ σώματα ὑμῶν οἱ ἐχθροὶ ἔγνωσαν ἂν τὰ βουλεύματα τῆς ψυχῆς.

<!-- 1338 -->ἐν τοῖς τοιούτοις καιροῖς.

<!-- 1344 -->θαυμαστῶς ὑπὲρ τοῦ μὴ ἐπὶ πλέον διατρίβειν ὡς καὶ Ὀρέστης ἐν τοῖς ἔμπροσθεν

  
τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες·  
ὁ δὲ νοῦς, καὶ τὰ μὴ καλῶς ἀλλὰ κακῶς αὐτοῖς ἔχοντα καὶ αὐτὰ νῦν καλῶς ἔχει ἕως οὐδέπω τιμωρίας τυγχάνουσιν ἅπερ λεγόμενα πρὸς ἄκρον ἐστὶ παροξυντικά.

<!-- 1346 -->τίς οὗτός ἐστʼ, ἀδελφέ; οὐκ ἠρώτησεν τοῦτο Ὀρέστην πρότερον ἡ Ἠλέκτρα ὑπὸ τῆς χαρᾶς ἀλλʼ ἐφύλαξεν νῦν ὁ ποιητὴς εἰς ἕτερον ἀναγνωρισμόν.

<!-- 1349 -->οὗ χεροῖν εἰς τὸ Φωκέων πέδον ὑπεξεπέμφθην σῇ προμηθίᾳ.

<!-- 1366 -->ταῦτα τὰ κατʼ ἐμέ φησιν.

<!-- 1368 -->ἐνταῦθα ἀνεκάλυψε τὸ χρήσιμον τῆς ἀποδημίας Αἰγίσθου.

<!-- 1369 -->ἐφέξετον μελλήσετε.

<!-- 1372 -->τὸ οὐδὲν παρέλκει.

<!-- 1378 -->λιπαρεῖ—χερὶ ἀντὶ λιπαρῶς, συνεχῶς.

<!-- 1379 -->ἐξ οἵων ἔχω ὡς δυνάμεως ἔχω, λόγοις ἀξιοῦν, οὐ θύειν.

<!-- 1382 -->τἀπιτίμια τοὺς μισθούς.

<!-- 1384 -->ἴδεθʼ ὅπου προνέμεται εἰσεληλύθασι μὲν ἐνταῦθα οἱ περὶ Ὀρέστην καὶ Πυλάδην τοῦτο δὲ ἤτοι ὁ χορός φησι κἂν τῆς Ἠλέκτρας συνεισελθούσης αὐτοῖς καὶ τὸ ἴδετε πρὸς ἀλλήλας φασὶν αἱ τοῦ χοροῦ ἢ ὅτι ἔξω οὖσα ἡ Ἠλέκτρα λέγει πρὸς τὸν χορὸν τοὺς δύο στίχους καὶ οὕτως εἰσέρχεται καὶ ἔστι διάλειμμα βραχὺ ὥστε ἐξελθοῦσαν αὐτὴν ἄρχεσθαι τοῦ

  
ὦ φίλταται γυναῖκες·  
παρατήρει δὲ ὅτι ἐπὶ μὲν τῇ τοῦ ἀγγέλου παρουσίᾳ προοικονομεῖ ὁ ποιητὴς ἔξω διατρίβειν τὴν Κλυταιμήστραν διʼ ἃς προείπομεν αἰτίας ἐνθάδε δὲ τῶν λόγων γενομένων πρὸς τὴν Ἠλέκτραν ἐκ τοῦ Ὀρέστου οὐδὲν λείπει εἰς τὸ ἀνελεῖν τὴν Κλυταιμήστραν ἅπερ ἐν τῷ ἐμφανεῖ ὁ ποιητὴς οὐκ εἰσήγαγεν.

τοῦ Ὀρέστου εἰσελθόντος ὁ χορὸς ταῦτά φησιν.

<!-- 1385 -->τὸ δυσέριστον αἷμα φυσῶν οἷον ὁ Ἄρης συναγελάζεται αὐτοῖς φυσῶν αἷμα καὶ φόνον, δυσέριστον δὲ τὸν διʼ ἔριν γινόμενον· τὸ δὲ κακῶν οὐχ ὡς κατηγοροῦσά φησιν — ἐναντίον γὰρ τῷ ἤθει τοῦ χοροῦ — ἀλλʼ ὅτι τὰ τοιαῦτα ἔργα οὐχ ἡδέα τοῖς ἀνθρώποις.

<!-- 1388 -->ἄφυκτοι κύνες ἤτοι εἰς τὸν Ὀρέστην ἀποτείνεται ἐν τῷ ἄφυκτοι κύνες ἢ ἐπὶ τῶν Ἐρινύων, εἰσῆλθον εἰς τὸν οἶκον αἱ Ἐρινύες ἃς οὐκ ἔστι φυγεῖν.

<!-- 1389 -->ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμένει οὐ περὶ τοῦ ὀνείρου τῆς Κλυταιμήστρας φησὶ — τοῦτο γὰρ βίαιον — ἀλλὰ τοῦτό φησιν, ἃ κατʼ ἐμαυτὴν ὠνειροπόλουν οὐκ εἰς μακρὰν ἔσται μετέωρα ἀλλʼ εὐθέως τελεσθήσεται.

<!-- 1391 -->παράγεται γὰρ ἐνέρων | δολιόπους ἡ Ἐρινὺς ἀφόβως χωροῦσα ἢ δαίμων τις ἁπλῶς βοηθὸς νεκρῶν· ἢ ἐπὶ τοῦ Ὀρέστου, παρέρχεται, φησίν, ἔσω στέγης ὁ Ὀρέστης· ἐνέρων δὲ ἀρωγὸς ἤτοι τοῦ Ἀγαμέμνονος ἢ τῶν χθονίων θεῶν βοηθὸς ὅ ἐστιν ὑπηρέτις.

<!-- 1393 -->ἑδώλια ἑδράσματα.

ἀρχαῖα οἰκήματα.

<!-- 1394 -->νεακόνητον αἷμα τὸ ξίφος τὸ ἠκονημένον εἰς αἷμα καὶ φόνον.

<!-- 1395 -->ὁ Μαίας δὲ παῖς ὁ Ἑρμῆς αὐτὸν ἄγει πρὸς αὐτὸ τὸ τέρμα κατακρύψας σκότῳ τὸν ὑπʼ αὐτοῦ γινόμενον δόλον.

Ἑρμῆς.

<!-- 1398 -->ἐξερχομένη ταῦτά φησιν.

<!-- 1400 -->ἐς τάφον εἰς τὸ περίδειπνον τὸ ἐπὶ τῷ Ὀρέστῃ δοκοῦντι ἀπολωλέναι.

<!-- 1402 -->ἐν τούτοις δῆλον ὅτι εἰσῆλθεν ἐν τοῖς ἔμπροσθεν Ἠλέκτρα.

<!-- 1404 -->αἲ αἴ, ἰὼ στέγαι ἔθος ἔχουσι τὰ γεγονότα ἔνδον ἀπαγγέλλειν τοῖς ἔξω οἱ ἄγγελοι, νῦν δὲ διὰ τὸ μὴ διατρίβειν ἐν τῷ δράματι οὐκ ἐποίησεν· τούτῳ γὰρ προκείμενον τὸ κατὰ τὴν Ἠλέκτραν ἐστὶ πάθος· νῦν τοίνυν βοώσης ἐν τῇ ἀναιρέσει τῆς Κλυταιμήστρας ἀκούει ὁ θεατὴς καὶ ἐνεργέστερον τὸ πρᾶγμα γίνεται ἢ διʼ ἀγγέλου σημαινόμενον· καὶ τὸ μὲν φορτικὸν τῆς ὄψεως ἀπέστη τὸ δὲ ἐναργὲς οὐδὲν ἧσσον καὶ διὰ τῆς βοῆς ἐπραγματεύσατο.

<!-- 1405 -->φίλων ἔρημοι ὁ λόγος ἀποτείνεται πρὸς Αἴγισθον.

<!-- 1406 -->βοᾷ τις ἔνδον οἰκεῖον τὸ διανόημα γυναικῶν, τὸ δὲ ἀνήκουστα οὐχ ὡς καταγινώσκουσαι τοῦ Ὀρέστου φασὶν ἀλλὰ πᾶν τὸ πρᾶγμα ἐκτρεπόμεναι.

<!-- 1413 -->ὦ πόλις, ὦ γενεά ὦ γενεὰ τοῦ οἴκου τούτου, κατὰ ταύτην σε τὴν ἡμέραν ἡ Μοῖρα εἰς φθορὰν καὶ ἐλάττωσιν τοῦ γένους ἄγει.

<!-- 1417 -->ζῶσιν ἀντὶ ἐπεξέρχονται ἑαυτούς.

<!-- 1420 -->ὑπεξαιροῦσι ἐκχέουσι τὸ αἷμα τῶν φονευσάντων οἱ φονευθέντες.

<!-- 1425 -->Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν οἷον οὐκ ἀπʼ ἐμαυτοῦ ἐπιβαλλόμενος ἔπραξα ἀλλὰ πειθόμενος θεῷ.

<!-- 1428 -->λεύσσω γὰρ Αἴγισθον οἷον ὑποστρέψαντα· μετεκέκλητο γὰρ ἴσως ὑπὸ Κλυταιμήστρας.

<!-- 1434 -->νῦν, τὰ πρὶν εὖ θέμενοι τὰ μὲν πρὶν εὖ θέμενοι, τὰ κατὰ τὴν Κλυταιμήστραν, ὡς καὶ τὰ ὕστερον εὖ εἴη, τὰ κατὰ Αἴγισθον.

<!-- 1437 -->διʼ ὠτὸς ἂν παῦρά γε μὴ ἀνατεταμένως φθέγγεσθαι ἀλλʼ ἐλαφρῶς ἐν ὠτὶ λαλεῖν δεῖ μηδὲ μηκύνειν τὸν λόγον.

<!-- 1438 -->ὡς ἠπίως ἐννέπειν γράφε νηπίων, ὡς μικρῶν παίδων ῥήματα οὕτως αὐτῷ ἀφελῶς διαλέγεσθαι δεῖ μὴ ἀνακαλύπτοντας εὐθέως τὸ γεγονὸς κατὰ τὸν οἶκον.

γράφε νηπίῳ.

<!-- 1439 -->πρὸς ἄνδρα τόνδε συμφέροι καθʼ ὑπερβατόν, συμφέροι ἂν πρὸς τοῦτον τὸν ἄνδρα ὀλίγα διʼ ὠτὸς αὐτοῦ ἐννέπειν ὡς ἀνοήτῳ διαλεγόμενον· λείπει δὲ καὶ τῷ λόγῳ, διαλεγόμενον τῷ νηπίῳ· ἢ πρὸς αἰτιατικὴν μετακτέον, πρὸς τὸν ἄνδρα συμφέροι ἂν τοῦτον ὡς πρὸς νήπιον ἐννέπειν ὀλίγα διὰ τοῦ ὠτὸς ὅπως ἀπατηθεὶς ἐμπέσοι εἰς τὸν ἀγῶνα τῆς δίκης τὸν λάθρᾳ κατʼ αὐτοῦ γινόμενον.

<!-- 1450 -->δίδασκέ με γράφεται μήνυέ μοι.

<!-- 1457 -->ἐπισαρκάζουσα τάδε φησίν.

<!-- 1458 -->κελεύει ὁ Αἴγισθος ἐμφανῶς δείκνυσθαι τὸ σῶμα τοῦ Ὀρέστου, οἱ δὲ ἐπιδεικνύουσι τὸ τῆς Κλυταιμήστρας.

<!-- 1462 -->ἐὰν μὴ πείθηται, πρὸς βίαν κολάσεως τυχὼν παρʼ ἐμοῦ τότε φύσει φρένας καὶ εἴσεται ὅτι ἄμεινον ἦν πείθεσθαι τῷ κρατοῦντι.

<!-- 1466 -->οἷον ἐφθονήθη καὶ ἔπεσεν ὁ Ὀρέστης· εἰ δὲ μέμψις τις ἔπεστιν οὐ λέγω· εἰ δὲ μεμφόμεθα τοῖς περὶ αὐτῷ συμβᾶσιν οὐ λέγω.

<!-- 1478 -->τοῖς θανοῦσιν τῷ Ὀρέστῃ.

<!-- 1483 -->κἂν ἐπὶ μικρὸν κἂν σμικρόν.

μὴ πέρα λέγειν ἔα περισσὴ γὰρ καὶ ἀπίθανος διατριβὴ πρὸς τῷ τέλει ἐκτείνειν λόγους.

<!-- 1488 -->ταφεῦσιν οἰωνοῖς καὶ κυσὶ πρόθες αὐτόν.

<!-- 1493 -->τόδʼ τὸ ἄταφον αὐτὸν αἰκισθῆναι.

<!-- 1495 -->μὴ τάσσε μὴ ἐπίτασσε.

πρόφασιν πιθανὴν εὗρε τοῦ μὴ ἐν τῷ ἐμφανεῖ φονεῦσαι αὐτόν.

<!-- 1508 -->ἀντὶ τοῦ μετὰ πολλῶν καμάτων μόλις ἠλευθερώθης.

τέλος Ἠλέκτρας.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ycy-afb`.
