---
title: "Scholia on Sophocles: On Antigone"
author: Scholia on Sophocles
eul_wid: ycy-afd
eul_aid: ycy
canonical: "https://eulogikon.org/works/scholia-sophocles-antigone-ycy-afd"
lang: grc
content_hash: "sha256:a16fd9c608f1435ab0ef3b0f882ec43ae6a6a2f12027bd6b10884c9e473e84cb"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Sophocles: On Antigone

**Author:** Scholia on Sophocles

**eul_wid:** `ycy-afd` · [HTML page](https://eulogikon.org/works/scholia-sophocles-antigone-ycy-afd)

## Text

ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.

<!-- 1 -->ὦ κοινὸν αὐτάδελφον αὐτάδελφον εἶπεν ὅτι ἐκ τῶν αὐτῶν γεγόνασι· πολλάκις δὲ ὁ Σοφοκλῆς ἐπὶ τοῦ ἀδελφοῦ τίθησι τὸ κοινὸν ὡς νῦν. ἐπειδὴ τὸ ἀδελφὸς κοινῶς λέγεται ἐπὶ τῶν μὴ ἐξ ἀμφοτέρων τῶν γονέων ὄντων ἀδελφῶν ἐπήγαγεν τὸ αὐτάδελφον ὅπερ παρίστησι τοὺς ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς γεγονότας· τὸ δὲ κοινὸν ὁ Σοφοκλῆς συνεχῶς ἐπὶ τοῦ ἀδελφοῦ τίθησιν οἷον καὶ ἐν ταῖς Ὑδροφόροις τέταχεν

  
πολύκοινον Ἀμφιτρίταν  
ἀντὶ τοῦ πολυάδελφον.

περιφραστικῶς ἀδελφὴ Ἰσμήνη.

<!-- 2 -->ἆρʼ οἶσθʼ ὅ τι Ζεύς τὸ ὅ τι ἀντὶ τοῦ ὅ, ὁ δὲ νοῦς ἆρά γέ ἐστι τῶν ἀπʼ Οἰδίποδος κακῶν ὁποῖον οὐχὶ ὁ Ζεὺς ἔτι ζώσαις ἡμῖν τελεῖ; ὡς εἰ ἔλεγεν, ἆρα ἔχει τι ὁ Ζεὺς τούτων τῶν κακῶν μεῖζον ποιῆσαι εἰς ἡμᾶς; εἶπεν δὲ διττῶς, πρῶτον μὲν ὅ τι ἔπειτα δὲ ὁποῖον ἀρκοῦντος θατέρου.

<!-- 4 -->οὔτʼ ἄτης ἄτερ Δίδυμός φησιν ὅτι ἐν τούτοις τὸ ἄτης ἄτερ ἐναντίως συντέτακται τοῖς συμφραζομένοις· λέγει γὰρ οὕτως, οὐδὲν γάρ ἐστιν οὔτε ἀλγεινὸν οὔτε ἀτηρὸν οὔτε αἰσχρὸν ὃ οὐκ ἔχομεν ἡμεῖς, ἄτης ἄτερ δέ ἐστι τὸ ἀγαθόν· περισσὸν δέ ἐστι καὶ τὸ ἕτερον οὐ ὥστε ὥσπερ ἀπόφασιν εἶναι· σύνηθες δὲ τοῦτο τραγικοῖς.

<!-- 7 -->καὶ νῦν τι τοῦτʼ αὖ φασιν ἐγκλιτικῶς προενεκτέον τὸ τι· οὐ γάρ ἐστιν ἐν ἐρωτήσει ὁ λόγος ἀλλʼ ἐν ἀποφάσει ἀορίστως.

πανδήμῳ πόλει πάσῃ τῇ πόλει.

<!-- 9 -->ἢ λανθάνει σε τὰ τῶν ἐχθρῶν μηχανήματα ἐπὶ τοὺς φίλους ἰόντα;

τὰ ἀπὸ τῶν ἐχθρῶν κακὰ εἰς ἡμᾶς στείχοντα;

<!-- 10 -->πρὸς ἀντὶ ἐπί.

<!-- 11 -->φίλων λείπει ἡ περί, περὶ φίλων.

<!-- 14 -->διπλῇ χερί τῇ ὑπʼ ἀλλήλων· τοῦτο γὰρ δηλοῖ τὸ διπλῇ οἷον ὑπʼ ἀλλήλων ἀναιρεθέντων τῶν ἀδελφῶν.

<!-- 15 -->ἐπεὶ δὲ φροῦδος ἀντὶ ἀφʼ οὗ πεπλεύκασιν Ἕλληνες· Ὅμηρος

  
ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·  
τὸ δὲ φροῦδος καθʼ ὑπερβολὴν εἴρηται.

ἐπεὶ ἀντὶ ἀφʼ οὗ.

<!-- 16 -->οἷον οὐκ οἶδα ἐν τίσιν εἰμὶ ἢ ἐν ἀγαθοῖς ἢ ἐν κακοῖς.

ὑπέρτερον ἀντὶ τοῦ πλέον.

<!-- 17 -->ἀτωμένη ἄτῃ συνεχομένη.

<!-- 18 -->ᾔδειν καλῶς ἀντὶ τοῦ ᾔδεα· ᾔδειν σε καλῶς τὰ τοιαῦτα μὴ πολυπραγμονοῦσαν.

<!-- 19 -->τοῦδʼ οὕνεκʼ ἐξέπεμπον ἀντὶ διὰ τοῦτό σε ἤγαγον ἐνταῦθα· τὸ δὲ ἐξέπεμπον ἀντὶ τοῦ μετεπεμπόμην.

<!-- 20 -->καλχαίνουσα ἀντὶ τοῦ πορφύρουσα καὶ τεταραγμένως φροντίζουσα· κάλχη γάρ ἐστιν ὁ κόλχος τῆς πορφύρας ἥτις ἐκ τοῦ βυθοῦ τῆς θαλάσσης ἀνιοῦσα βάπτει τὴν καλλίστην πορφύραν παρʼ ὃ καὶ Κάλχας ὁ μάντις.

φροντίζουσα.

ἐκ βάθους τι μεριμνῶσα ὡς τὸ βυσσοδομεύων.

<!-- 21 -->οὐ γὰρ τάφου νῷν ἀντὶ τοῦ ἡμῶν· ὁ δὲ λόγος κατʼ ἐρώτησιν οὕτω πρὸς τὸ ἑξῆς, οὐ γὰρ τῶν κασιγνήτων ἡμῶν τὸν μὲν ἐτίμησε τάφῳ ὁ Κρέων τὸν δὲ οὔ;

<!-- 23 -->δικαίᾳ κρίσει χρησάμενος.

<!-- 26 -->Πολυνείκους νέκυν ἀντὶ τοῦ αὐτὸν τὸν Πολυνείκην.

<!-- 30 -->θησαυρὸν ἕρμαιον, εὕρημα.

πρὸς χάριν βορᾶς πρὸς τέρψιν τροφῆς.

<!-- 31 -->τοιαῦτά φασι τὸ ἑξῆς, τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοὶ κεκηρυχέναι· τὸ δὲ λέγω γὰρ κἀμὲ διὰ μέσου μετὰ πάθους ἀνεφώνησεν, λέγω γάρ, φησίν, ὅτι κἀμὲ προσπεριείληφε τῷ κηρύγματι· ἔτι γὰρ καὶ ἐμαυτὴν ἐν τοῖς ζῶσι καταριθμῶ.

ἀγαθόν ἐν εἰρωνείᾳ.

<!-- 32 -->εἴπερ δεῖ κἀμὲ συγκαταριθμεῖσθαι ἐν τοῖς ζῶσιν

κηρύξαντʼ ἔχειν ἀντὶ τοῦ κεκηρυχέναι ὡς τὸ σιγήσας ἔχω ἀντὶ τοῦ σιγῶ.

<!-- 33 -->νεῖσθαι ἀντὶ τοῦ ἡγεῖσθαι.

<!-- 35 -->οὐχ ὡς παρʼ οὐδέν οὐχ ὡς ἔτυχεν ἔχειν τὸ πρᾶγμα ἀντὶ τοῦ οὐκ εὐτελῶς καὶ ὡς πάρεργον ἀλλʼ ὡς μέγα· ἢ οὕτως, οὐχ ὡς οὐδὲν ἀλλὰ μέγα.

<!-- 38 -->ἐσθλῶν λείπει γονέων ἵνʼ ᾖ ἐσθλῶν γονέων.

<!-- 39 -->τί δʼ, ὦ ταλαῖφρον τὸ ἑξῆς, τί δὲ ἄν σοι ἐγὼ προσθείμην πλέον ἀντὶ τοῦ σοὶ γενοίμην χρήσιμος, εἰ ταῦτα οὕτως ἔχοι, λύουσα τὸν νόμον καὶ θάπτουσα τὸν ἀδελφόν; εἰ δὲ γράφεται ἢ ʼφάπτουσα ἀντὶ τοῦ λύουσα τὸν νόμον ἢ ἐπιβεβαιοῦσα αὐτόν.

εἰ τάδʼ ἐν τούτοις εἰ ταῦτα Κρέων ἐκέλευσεν.

<!-- 40 -->προσθείμην ἀντὶ τοῦ ποιήσαιμι.

<!-- 42 -->ἐκ τούτου ἤδη τὸ ἦθος ὅρα κινδύνευμα καλούσης τὸ ἔργον· τὸ δὲ ποῖ γνώμης ποτʼ εἶ ὡς ἀδυνάτοις ἐπιχειρούσης λέγει.

<!-- 44 -->τὸν ἀπηγορευμένον καὶ κεκωλυμένον ὑπὸ τῆς πόλεως τολμᾷς θάπτειν σύ;

<!-- 45 -->τὸν γοῦν ἐμὸν καὶ τὸν σόν εἰ μὴ σὺ θέλεις θάπτειν ἐγὼ τοῦτο ποιήσω μόνη· ἢ οὕτω, κἂν μὴ προσποιῇ αὐτὸν εἶναι σὸν ἀδελφὸν ἀλλʼ ἀλλοτριοῖς σαυτὴν τῆς συγγενείας ἐγὼ θάψω τὸν ἐμὸν καὶ σὸν ἀδελφόν· Δίδυμος δέ φησιν ὑπὸ τῶν ὑπομνηματιστῶν τὸν ἑξῆς στίχον νενοθεῦσθαι.

<!-- 47 -->ὦ σχετλία, Κρέοντος αἱ ἀντιλογίαι δῆλαί εἰσιν· ἡ μὲν γὰρ τῷ πράγματι ἡ δὲ τῇ οἰκειότητι ἀκολουθεῖ.

<!-- 48 -->ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν οὐ μέτεστιν αὐτῷ εἴργειν με ἀπὸ τῶν ἐμῶν· ἢ οὕτως, οὐ μέτεστιν αὐτῷ τὰ ἡμέτερα βουλεύματα εἴργειν.

<!-- 49 -->πατὴρ | ὡς νῷν ἀπεχθής τὰς συμφορὰς σκόπησον τοῦ παντὸς γένους καὶ πῶς ὁ πατὴρ ἀκλεὴς ἀπώλετο, οὐ μόνον δὲ ἀκλεὴς ἀλλὰ καὶ ἀπεχθὴς διὰ τὸν γενόμενον λοιμόν.

<!-- 51 -->πρὸς αὐτοφώρων ἀμπλακημάτων αὐτὸς γὰρ ἑαυτὸν ἐφώρασεν καὶ ἔγνω συνὼν τῇ μητρί· ἢ ὧν αὐτὸς ἐπόπτης ἐγένετο ἢ τῶν φανερῶν καὶ πᾶσιν ἐγνωσμένων.

<!-- 53 -->διπλοῦν ἔπος διπλοῦν ὄνομα ἔχουσα, μήτηρ τε καὶ γυνή.

ἔπος πάθος.

<!-- 54 -->ἀρτάναισι ἀγχόναις.

λωβᾶται ἀφανίζει, ἀπόλλυσιν.

<!-- 58 -->μόνα μηδενὸς ἐπικούρου ὄντος ἡμῖν.

<!-- 59 -->εἰ νόμου βίᾳ | ψῆφον τυράννων εἰ τὴν γενομένην ψῆφον τῶν τυράννων τῇ τοῦ νόμου ἀνάγκῃ παραβαίημεν. τουτέστιν εἰ τὴν ἐξουσίαν τὴν ἐκ τῶν νόμων τοῖς τυράννοις ἑπομένην παραβαίημεν.

<!-- 60 -->κράτη τὰς βασιλείας.

<!-- 61 -->ἀλλʼ ἐννοεῖν χρὴ τοῦτο μέν πρῶτον μὲν ὅτι ἀσθενεῖς ἐσμὲν ἐκ φύσεως καθὸ γυναῖκες ἔπειτα καὶ ὑπὸ τῆς τύχης ἀσθενέστεραι καθὸ ἀσθενέστεραι. παρὰ τὸ Εὐριπίδου

  
γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα  
  
κακὴ δʼ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν.  

<!-- 64 -->ἀλγίονα λυπηρότερα.

λείπει τὸ ὥστε, ὥστε ἀκούειν ταῦτα καὶ τὰ τούτων χείρονα.

<!-- 65 -->τοὺς ὑπὸ χθονός ἢ τὸν Πολυνείκη ἢ τοὺς χθονίους δαίμονας· πιθανῶς δὲ καὶ τοῦ πρέποντος ἐφρόντισεν· φησὶ γὰρ ὅτι ἀπολογήσομαι τοῖς κατὰ χθονός.

<!-- 66 -->ξύγγνοιαν ἴσχειν συγγνώμην ἔχειν ὅτι βίᾳ πράσσω ταῦτα.

<!-- 67 -->τοῖς ἐν τέλει τοῖς βασιλεῦσι.

τὸ γὰρ | περισσὰ πράσσειν γνωμολογικῶς ἀπαλλάττεται· τὸ γὰρ παρὰ δύναμίν τι πράττειν ἠλίθιον.

<!-- 69 -->οὔτʼ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι | πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα: τὸ τέλειον οὔτʼ ἂν κελεύσαιμι, τὸ δὲ ἑξῆς οὔτε εἰ θέλοις πράττειν ἐμοῦ μέτα ἡδέως ἂν δρῴης· δαιμόνιον δὲ τὸ ἦθος· φησίν, οὔτε σε ἀναγκάσω ἀλλʼ οὔτʼ, εἰ θέλοις, ἡδέως δέξομαί σου τὴν ἐπικουρίαν.

<!-- 71 -->γίγνωσκε ὁποῖα σὺ θέλεις, τὸ πείθεσθαι τοῖς τυράννοις· ἢ τοιαύτη γενοῦ ὁποία καὶ βούλει.

<!-- 72 -->καλόν μοι τοῦτο ποιούσῃ θαψάσῃ τὸν ἀδελφὸν ἀντὶ τοῦ καλός μοι ἔσται ὁ ὑπὲρ ἀδελφοῦ θάνατος τουτέστιν εὐκλεέστατος.

<!-- 74 -->ὅσια πανουργήσασα δίκαια μετὰ πανουργίας ἐργασαμένη ὡς αὐτὴ λέγεις ἐπεὶ προεῖπεν τὸ γὰρ

  
περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα·  
ἢ οὕτως, ὅσια πανουργήσασα ἀντὶ τοῦ εὐσεβῶς πάντα ἐργασαμένη.

<!-- 75 -->τοῖς κάτω τῶν ἐνθάδε γενναῖον καὶ τοῦτο εἰς ὑποθήκας συντελοῦν τῆς μετὰ ταῦτα ἀποδημίας ὅτι δεῖ εὖ τίθεσθαι μεμνημένον ἐκείνου τοῦ χρόνου καὶ ὅτι δεῖ λόγον ὑποσχεῖν κάτω· ἐπεμβέβληται δὲ ταῦτα τοῖς ποιήμασιν οὐκ ἀχρείως εἰς εὐσέβειαν προτρεπόμενα.

<!-- 77 -->τὰ τῶν θεῶν ἔντιμʼ ἀτιμάσασʼ τὰ παρὰ θεοῖς τίμια ἀτίμαζε· τετίμηται γὰρ παρὰ θεοῖς καὶ ὅσιον νενόμισται τὸ θάπτειν νεκροὺς οἷς μᾶλλον δεῖ πείθεσθαι ἢ τοῖς τοῦ Κρέοντος κηρύγμασιν.

<!-- 80 -->σὺ μὲν τάδʼ ἂν προὔχοιο σὺ μὲν ταῦτα προφασίζου· τὰς γὰρ προφάσεις προχάνας ἐκάλουν ὡς καὶ Καλλίμαχος

  
ἄγραδε τῷ πάσῃσιν ἐπὶ προχάνῃσιν ἐφοίτα  
ἐν τῷ γʹ Αἰτίων· ἢ σὺ ταῦτα προβάλλου ἢ σὺ μὲν τούτοις ἂν σαυτὴν σκεπάζοις.

<!-- 81 -->τοῦτο ἤδη τῆς προθυμίας αὐξητικόν.

<!-- 82 -->οἴμοι ταλαίνης φιλόστοργον καὶ ταύτης τὸ ἦθος ἀλλʼ εὐλαβές· δέδοικεν οὖν καὶ περὶ τῇ ἀδελφῇ καὶ ἀναβοᾷ περιπαθῶς.

<!-- 83 -->πότμον βίον.

<!-- 86 -->οἴμοι, καταύδα διὰ τούτου δηλοῖ ὅτι ἐφʼ οἷς ποιῶ ἀγάλλομαι· πᾶσιν οὖν ἀπάγγελλε αὐτά· ἅμα δὲ καὶ ἐφυβρίζει ἐν οἷς δοκεῖ αὐτῇ προσχαρίζεσθαι.

<!-- 88 -->ἐπὶ ἀδυνάτοις νεανιεύῃ καὶ ἐπὶ ἀηδέσι τέρπῃ τὴν ψυχήν.

<!-- 89 -->οἷς μάλισθʼ ἁδεῖν με χρή τῇ τῶν θεῶν ὁσίᾳ διὰ τὸ θάπτειν τὸν νεκρὸν καὶ μάλιστα ἀδελφόν.

<!-- 90 -->εἰ καὶ δυνήσῃ γʼ· ἀλλʼ ἀμηχάνων εἰ καὶ δυνήσῃ ἀρέσκειν ἀλλʼ ἀμηχάνων ἐρᾷς.

<!-- 91 -->οὐκοῦν ὅταν δὴ μὴ σθένω ὅταν ἀδυνατήσω τότε παύσομαι, νῦν δὲ ἀναγκαῖον ἐπιχειρεῖν.

<!-- 92 -->οὐδὲ ἐπιβάλλειν τοῖς ἀμηχάνοις καλόν ἐστιν.

<!-- 94 -->προσκείσῃ δίκῃ ἀντὶ τοῦ δικαίως ὡς καὶ ἡμεῖς ἔτι φαμὲν ἐν τῇ συνηθείᾳ βίᾳ ἀντὶ βιαίως· ἢ ἡ πρὸς τοῦ δίκῃ ἐστὶν ἵνʼ ᾖ οὕτω, πρὸς τῷ τῇ δίκῃ ἀπεχθέσθαι καὶ τῷ θανόντι δυσμενὴς ἔσῃ· καλῶς δὲ τὸ κείσῃ ἵνα τὴν μετὰ θάνατον αὐτῇ προσγενησομένην τιμωρίαν αἰνίξηται.

<!-- 96 -->πείσομαι γὰρ οὐ | τοσοῦτον οὐδέν οὐδὲν δεινόν, φησί, πείσομαι ὅπερ με τῆς εὐκλείας τοῦ καλοῦ θανάτου ἀποστερήσει ἀντὶ οὐδὲν τηλικοῦτον κακὸν πείσομαι ὥστε μὴ οὐ καλῶς ἀποθανεῖν.

<!-- 99 -->ἄνους μὲν ἔρχῃ ἀνοήτως μὲν καὶ φιλοκινδύνως πράττεις εὐνοϊκῶς δὲ τῷ θανόντι.

<!-- 100 -->ἀκτὶς ἀελίου σύνοδος τινῶν Θηβαίων γερόντων ἐστὶν ἐξ ὧν ὁ χορὸς συνέστηκεν· μετάπεμπτοι δὲ ἐοίκασιν οὗτοι ὑπὸ τοῦ Κρέοντος γεγενῆσθαι ἐπεὶ καὶ τὰς προφάσεις τῆς εἰσόδου τῶν χορῶν πιθανὰς εἶναι δεῖ· καὶ ἐπειδὴ κατωρθώκασι τῇ προτεραίᾳ τὰς Θήβας καὶ οἱ ἄριστοι πάντες τῶν Ἀργείων ἀνῄρηνται εἰκότως περιχαρεῖς εἰσι καὶ τῇ παρούσῃ ἡμέρᾳ εὐχαριστοῦσιν· ὁ δὲ λόγος, ὦ φίλη ἡμέρα παρὰ τὰς πρόσθεν ἡμέρας φαιδρὰ ἡμῖν φανεῖσα.

ἀντὶ τοῦ ἀκτῖνος.

τὸ κάλλιστον ἑπταπύλῳ τὸ τὸ πρὸς τὸ φανέν, τὸ δὲ ἑξῆς ὦ τῆς ἀκτῖνος τοῦ ἡλίου φῶς τὸ φανὲν ἡμῖν κάλλιστον τῶν προτέρων ἡμερῶν· τοῦτο γὰρ προσληπτέον.

<!-- 103 -->ὦ χρυσέας ἁμέρας ὦ ἀκτὶς τῆς ἡμέρας ὀφθαλμός, ὁ δὲ νοῦς ὦ καλλίστη ἡμέρα, ἐφάνης ἐν Θήβαις βάντα τὸν Ἀργολικὸν στρατὸν τὸν λεύκασπιν πανσαγίᾳ τουτέστι πάσῃ σάγῃ καὶ σκευῇ χρησάμενον ὀξυτέρῳ κινήσασα χαλινῷ φυγάδα.

περιφραστικῶς ὦ ἡμέρα.

<!-- 104 -->Δίρκη κρήνη καὶ ποταμὸς Θηβῶν.

<!-- 106 -->λεύκασπιν καὶ Εὐριπίδης

  
λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατόν.  

<!-- 107 -->πανσαγίᾳ σὺν πανοπλίᾳ· ἤτοι δὲ τὸν Ἄδραστόν φησιν ἢ ἀφʼ ἑνὸς τὸ πλῆθος δηλοῖ.

<!-- 108 -->πρόδρομον ὑπὲρ τὸ δέον δραμόντα διὰ τὴν φυγήν.

ὀξυτέρῳ ὀξεῖ.

<!-- 109 -->κινήσασα χαλινῷ οἷον παρασκευάσασα τῶν χαλινῶν μετὰ σπουδῆς ἐφάψασθαι διὰ τὴν ὀξυτέραν φυγήν.

<!-- 110 -->ὃν ἐφʼ ἡμετέρᾳ γᾷ ὅντινα στρατὸν Ἀργείων ἐξ ἀμφιλόγων νεικέων ἀρθεὶς ἤγαγεν ὁ Πολυνείκης οἷον ἀμφιλογίᾳ χρησάμενος πρὸς τὸν ἀδελφόν· διὰ βραχέων δὲ εἶπεν αὐτὸ ὡς γνωρίμου οὔσης τῆς ὑποθέσεως.

<!-- 111 -->ἀρθεὶς νεικέων ἐπαρθεὶς εἰς θυμὸν καὶ παροξυνθείς· ἀμφιλόγων δὲ ἢ τῶν ἀμφισβητησίμων ἢ τῶν ἀμφιβολίας ἐμποιούντων.

<!-- 113 -->τὸ ἑξῆς αἰετὸς ὥς, ὡς ἀετός.

<!-- 114 -->ὡς ἐκ χιόνος οὔσῃ πτέρυγι ἀντὶ τοῦ λευκοτάτῃ.

λευκῆς χιόνος πτέρυγι τοῦτο ἀλληγορικῶς φησιν ὡς ἐπὶ ἀετοῦ, δηλοῖ δὲ ὅτι λεύκασπις ἦν ὁ τῶν Ἀργείων στρατός· λείπει δὲ τὸ ὡς ἵνʼ ᾖ ὡς χιόνος, τὸ δὲ πτέρυγι μεταφορικῶς ἐπὶ τῶν ὅπλων ἔλαβεν.

στεγανὸς ἐστεγασμένος λευκοῖς ὅπλοις.

<!-- 117 -->στὰς δʼ ὑπὲρ μελάθρων ὡς ἀετὸς ὁ Πολυνείκης κυκλώσας τὰς Θήβας ταῖς τῶν φόνων ἐρώσαις λόγχαις ἀμφιχανὼν ἔβα· ἐνέμεινε δὲ τῇ μεταφορᾷ.

<!-- 120 -->ἔβα ἀντὶ τοῦ ἡττήθη.

<!-- 121 -->αἱμάτων γένυσιν παρήλλαξε τὸ ὄνομα τὰ χείλη τοῦ ἀετοῦ γένυς εἰπών.

<!-- 123 -->πευκάενθʼ Ἥφαιστον ἑλεῖν τὸν ἐκ τῆς πεύκης ἐγειρόμενον ἢ τὸν πικρὸν τοῖς τοῦτο πάσχουσι.

<!-- 126 -->δυσχείρωμα δράκοντι ἀπὸ τοῦ δράκοντος τοὺς Θηβαίους δηλοῖ ἐπεὶ δρακοντογενεῖς εἰσιν· ὁ δὲ λόγος, τοιοῦτος πάταγος Ἄρεως περὶ τὰ νῶτα τοῦ ἀετοῦ ἐτάθη — τουτέστι δραπετεύειν καὶ νῶτα αὐτὸν διδόναι πεποίηκεν — ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὃς ἐποίησεν αὐτόν, τὸν δράκοντα, δυσχερῶς χειρωθῆναι· πολέμιον δὲ ζῷόν ἐστιν ὁ δράκων πρὸς τὸν ἀετὸν ὥς φησι Νίκανδρος· τὸ δὲ ἀντιπάλῳ δράκοντι ἀντὶ τοῦ ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὡς

  
Ἀχιλῆι δαμασθείς·  
ἢ οὕτω, τῷ ἀντιπάλῳ δράκοντι τοσαύτη μάχη συνετάθη ἣ ἐποίησεν αὐτὸν μὴ δύνασθαι ἡμᾶς χειρώσασθαι ἵνα δράκοντα λέγῃ τὸν τῶν Ἀργείων στρατὸν ὡς θανατηφόρον ἢ τὸν Πολυνείκη ὡς καὶ αὐτὸν Θηβαῖον ὄντα.

ἐγεγόνει ὁ δράκων ἐξ Ἄρεως καὶ Τιλφώσσης Ἐρινύος.

<!-- 127 -->Ζεὺς γὰρ μεγάλης γλώσσης τοῦτο κοινὸν ὡς πάντων τῶν Ἑλλήνων μεγαλαυχούντων ἢ ἰδίᾳ κατὰ Καπανέως· τὰ γὰρ ἑξῆς εἰς αὐτὸν μόνον τείνει.

<!-- 128 -->καί σφας εἰσιδών καὶ τὴν τοῦ χρυσοῦ φαντασίαν ὑπερβεβηκότας τῇ ἰδίᾳ ὑπεροψίᾳ· ὑπερήφανον γάρ τι ὁ χρυσός· οἱ δέ φασι λείπειν τὴν μετὰ ἵνʼ ᾖ οὕτω, καὶ ἰδὼν αὐτοὺς προσνισσομένους μετὰ χρυσοῦ καὶ καναχῆς καὶ ὑπεροπτίας ὅ ἐστιν ὑπερηφανίας οὐκ ἠνέσχετο ἀλλʼ ἐνεμέσησε τῷ κόμπῳ αὐτῶν· ἀεὶ γὰρ τοὺς κόμπους τῆς μεγάλης γλώσσης ὑπερεχθαίρει.

<!-- 130 -->ὑπεροπτίας ὑπερόπτας.

<!-- 131 -->παλτῷ ῥιπτεῖ πυρί τῷ κεραυνῷ τῷ ἄνωθεν παλθέντι· τὸ δὲ βαλβίδων μεταφορικῶς ἀπὸ τῶν δρομέων.

τῶν κρηπίδων τοῦ τείχους.

<!-- 133 -->ἀλαλάξαι παιωνίσαι· ἀλάλαγμα δέ ἐστιν ἐπινίκιος ᾠδή.

<!-- 134 -->ἀντίτυπα δʼ ἐπὶ γᾷ πέσε εἰς ἀντίτυπον δέ, φησί, πτῶμα ἔπεσεν διατιναχθεὶς ἄνωθεν κάτω οὐχὶ πλάγιος· τὸ δὲ ἀντίτυπος οὐκ ἀπὸ τοῦ τύπου ἀλλʼ ἀπὸ τοῦ τύψαι συντέθειται· αὐτὸς μὲν γὰρ τὴν ἄνω φορὰν ἐδίωκεν ὁ δὲ κεραυνὸς τὴν κάτω· ὅτι δὲ τανταλωθεὶς σημαίνει τὸ διασεισθεὶς μαρτυρεῖ καὶ Ἀνακρέων

  
ἐν μελαμφύλλῳ δάφνᾳ χλωρᾷ τʼ ἐλαίᾳ τανταλίζει.  
ἄλλως: ἄνωθεν τυπεὶς ὑπὸ τοῦ κεραυνοῦ, κάτωθεν δὲ ὑπὸ τῆς γῆς· ὑπὸ τὸν κεραυνὸν γενόμενος, ὅτι τῷ Ταντάλῳ ἡ Σίπυλος ἐπικατεστράφη.

τανταλωθεὶς διασεισθείς.

<!-- 135 -->πυρφόρος πῦρ φέρων ἐν αὑτῷ. πυρφόρος ὁ πῦρ τοῖς τείχεσι προσάγων ἢ πεπυρακτωμένος ὑπὸ τοῦ κεραυνοῦ.

μαινομένᾳ ξὺν ὁρμᾷ ὡς ἐπὶ Τυφῶνος καὶ καταιγιδώδους πνεύματος, ἐπέπνει τὴν πόλιν ῥιπαῖς ἀνέμων.

<!-- 136 -->βακχεύων ἐνθουσιῶν καὶ μέγα φυσῶν καὶ πνέων ὀργὴν ὡς τὸ Μενάνδρου

  
ἀλλὰ καὶ πν....  

<!-- 138 -->εἶχε δʼ ἄλλᾳ τὸ εἶχεν οὐκέτι ἐπὶ τοῦ Καπανέως ἀλλʼ ἐπὶ τοῦ Ἄρεώς ἐστιν, ὅτι ὁ Ἄρης βοηθῶν ἡμῖν πανταχοῦ τροπὰς ἐποιεῖτο τῶν πολεμίων· τοῦτο δέ φησιν ὡς εἰ ἔλεγεν, οὐδεὶς τόπος ἀπήλλακτο ταραχῆς ἀλλὰ πανταχοῦ ὁμοίως ἐξεφλέγετο ὁ πόλεμος.

<!-- 139 -->στυφελίζων ταράσσων.

<!-- 140 -->δεξιόσειρος κατὰ τὸ δεξιὸν φερόμενος κέρας· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἵππων τῶν ἐν τοῖς ἅρμασι παρασείρων· ὅ ἐστι δεξιὸς Ἄρης ἡμῖν γενόμενος καὶ ἀγαθὸς ἡμῖν φανείς· ἐὰν δὲ ᾖ δεξιόχειρος ἀντὶ τοῦ γενναῖος καὶ περιδέξιος.

ὁ γενναῖος· οἱ γὰρ ἰσχυροὶ ἵπποι εἰς τὴν δεξιὰν σειρὰν ζεύγνυνται τοῦ ἅρματος.

<!-- 143 -->πάγχαλκα τέλη ὅ ἐστι τὰ ὅπλα ἀπέβαλον.

ὅπλα.

<!-- 144 -->πλὴν τοῖν στυγεροῖν στυγερῶν φησι τῶν ἀτυχῶν· οἱ τοιοῦτοι γὰρ ἀεὶ στυγνοὶ καθεστήκασιν· οὗτοι δέ, φησίν, ἀλληλοκτονηθέντες οὐ διέκριναν τὴν νίκην ὥστε τοῦ ἡττηθέντος ἀνατεθῆναι τὰ ὅπλα.

<!-- 145 -->καθʼ αὑτοῖν ἀντὶ τοῦ κατʼ ἀλλήλων.

<!-- 146 -->δικρατεῖς λόγχας ἀμφοτέρωθεν ἠκονημένας· ἢ δικρατεῖς φησιν ὅτι ἀλλήλους ἀπέκτειναν καὶ ἡ ἑκατέρου λόγχη οὐκ εἰς κενὸν ἀπεπέμφθη ἀλλʼ ἐκράτησεν τοῦ ἑτέρου.

<!-- 148 -->ἁ μεγαλώνυμος ἡ μεγάλην περιποιοῦσα δόξαν.

<!-- 149 -->ἀντιχαρεῖσα Θήβᾳ ἀντὶ τοῦ ἴσον αὐτῇ χαρεῖσα ὡς ἀντίθεος· θέλει δὲ εἰπεῖν ὅτι ὅσον ἐφίλει τὴν νίκην καὶ ἡ νίκη αὐτὴν ἀντεφίλησεν· πρὸς χαίρουσαν γὰρ αὐτὴν καὶ αὐτὴ χαρεῖσα ἦλθεν· ἢ ἀντὶ τῶν κακῶν χαρεῖσα.

<!-- 150 -->πάνυ πιθανῶς τὰ τῆς εὐχῆς· ἐπιμνησθέντες γὰρ δυσχερῶν πάλιν ἐπὶ τὰ κατʼ ἀρχὰς εὔφημα τρέπονται.

<!-- 154 -->ὁ Θήβας δʼ ἐλελίζων Βακχεῖος ὁ κινησίχθων· ἐλελίχθονα δὲ τὸν Διόνυσόν φησι διὰ τὰς ἐν ταῖς βακχείαις κινήσεις· ἢ τὸν τὴν γῆν σείοντα καὶ ἀναβακχεύοντα ταῖς χορείαις· ὁ δὲ νοῦς, ὁ Θήβας Βακχεῖος, ὁ Θηβαγενὴς Διόνυσος, ὁ τῆς Θήβης πολίτης, ὁ ἐλελίχθων ἄρχοι τῆς χορείας.

ἐξάρχοι δὲ ὁ Διόνυσος, ὁ τὰς Θήβας ἐλελίζων καὶ κινῶν ταῖς βακχείαις.

γράφε ἐλελίχθων.

<!-- 155 -->ἀλλʼ ὅδε γὰρ δὴ βασιλεύς ἄριστα καὶ μεγαλοφρόνως διεσκεύασται αὐτῷ ὁ χορός· ἕτερος γὰρ ἂν ταῦτα πρῶτον εἰσήγαγεν, ὅτι ἡμεῖς συνήχθημεν ὑπὸ Κρέοντος· χάριεν δὲ τὸ πρῶτον μὲν εὐχὴν αὐτοὺς ποιήσασθαι ἑξῆς δὲ δηλῶσαι ὑπὸ τίνος συνηθροίσθησαν· παρατήρει δὲ ὅτι πάντῃ ἐπιμελῶς διαγίνεται δηλῶν ἡμῖν τὰ πράγματα ὁ ποιητὴς ὥστε ἐσπάρθαι μὲν αὐτὰ καὶ παρακεῖσθαι ἑτέροις προσώποις πάντα δὲ δηλοῦσθαι· καὶ τὸ τοῦ βασιλέως ὄνομα εὐθὺς παρατήρει Κρέων ὁ Μενοικέως καὶ τὸ νεοχμὸς δὲ οὐκ ἔστιν ἀργόν.

<!-- 156 -->νεοχμός νέος, νεωστὶ κατασταθεὶς εἰς τὴν ἀρχὴν καὶ τυραννίδα· τὸ δὲ ἑξῆς, ἀλλʼ ἰδοὺ γὰρ Κρέων ὁ νεωστὶ καινὸς βασιλεὺς τῆς χώρας γενόμενος τῇ προσφάτῳ παρὰ θεῶν αὐτῷ δεδομένῃ ἐπιτυχίᾳ τοῦτο κατορθώσας.

<!-- 157 -->συντυχίαις συναντήσεσιν.

<!-- 158 -->ἐρέσσων ἐν ἑαυτῷ κινῶν καὶ μεριμνῶν· ἐκ μεταφορᾶς τῶν ἐρεσσόντων.

<!-- 159 -->σύγκλητον σύγκλητον λέσχην τὴν συγκληθεῖσαν ἐξαίφνης ὁμιλίαν ἐπειδήπερ μεταπεμψάμενος τοὺς ἐντίμους εἰς ἐκκλησίαν συνήγαγεν.

<!-- 161 -->προὔθετο λέσχην ἀντὶ ὁμιλίαν συνεκρότησεν.

<!-- 162 -->πέμψας μεταστειλάμενος.

<!-- 163 -->πολλῷ σάλῳ τροπικῶς ὡς ἐπὶ νεώς.

<!-- 164 -->ὑμᾶς δʼ ἐγὼ πομποῖσιν διὰ τῶν πομπῶν ὑμᾶς μετεκαλεσάμην χωρὶς ἁπάντων, ἐξαιρέτως πρὸς ὑμᾶς μόνον ἀπεστάλη· ὁ δὲ λόγος ἐστὶ μὲν καὶ σημαντικὸς τοῦ πράγματος ἐστὶ δὲ καὶ τεχνικός· ἐγκωμιάζει γὰρ πρῶτον αὐτούς, ἀναγκαῖον δὲ τῷ παριόντι πρῶτον ἐπὶ πολιτικὴν ἀρχὴν εὔνους ἑαυτῷ καταστῆσαι τοὺς ὑπηκόους· μετεπεμψάμην οὖν, φησίν, ὑμᾶς εἰδὼς ὅτι ἄνωθεν πρὸς Λάιον καὶ Οἰδίποδα εὐνοϊκῶς εἴχετε, ὡς δήπου καὶ πρὸς αὐτὸν τοιούτων φανησομένων· δηλοῖ δὲ διὰ τούτων καὶ τὴν ἡλικίαν τῶν κατὰ τὸν χορὸν γερόντων καὶ ἔτι ἄνωθεν ἀπὸ Λαΐου ὄντας ἐν πολιτείᾳ.

<!-- 165 -->τοῦτο μέν πρῶτον μέν.

<!-- 167 -->τοῦτο δεύτερον δέ.

<!-- 174 -->κατʼ ἀγχιστεῖα οὐδετέρως κατʼ οἰκειότητα, κατὰ συγγένειαν.

<!-- 175 -->γνώμη.

οἱ μὲν Χίλωνι ἀνατιθέασι τὴν γνώμην οἱ δὲ Βίαντι ὅτι ἀρχὴ ἄνδρα δείκνυσι.

<!-- 179 -->δέον γὰρ καὶ ἀρίστων βουλευμάτων ἅπτεσθαι καὶ παρρησιάζεσθαι ἐν αὐτοῖς μὴ ἀποδειλιῶντα.

<!-- 181 -->καὶ πρὶν ἄρξω καὶ νῦν ὅτε ἐπὶ τὴν ἀρχὴν ἐλήλυθα.

<!-- 187 -->οὐκ ἂν κτησαίμην φίλον τῆς ἐμῆς πόλεως δυσμενῆ· τοῦτο δὲ εἰς Πολυνείκην συντείνει.

χθονὸς πόλεως.

<!-- 189 -->ἥδʼ ἡ πόλις δηλονότι.

<!-- 190 -->πλέοντες πορευόμενοι.

ἀπὸ τῶν νεῶν ἡ μεταφορά.

<!-- 192 -->ἀδελφά ἴσα, ὅμοια· μέλλων δὲ περὶ ἀπεχθοῦς κηρύγματος λέγειν μακροτέρῳ χρῆται τῷ λόγῳ· καὶ πρῶτον μὲν ἐγκωμιάζει τὸν Ἐτεοκλέα ὕστερον δὲ ἐλέγχει τὸν Πολυνείκη καὶ δείκνυσιν αὐτὸν μίσους ἄξιον καὶ τῆς τοιαύτης τιμωρίας.

<!-- 195 -->δορὶ χερί.

<!-- 200 -->φυγὰς κατελθὼν ἀπὸ φυγῆς κατελθών.

<!-- 202 -->κοινοῦ ἀντὶ τοῦ ἐμφυλίου· ἢ τοῦ ἀδελφικοῦ αἵματος· παροξυντικὰ δὲ λίαν ταῦτα τῶν ἀκουόντων.

<!-- 206 -->ἐδεστόν βρωτόν.

<!-- 210 -->ἔκ γʼ ἐμοῦ γράφε ἐξ ἐμοῦ.

<!-- 212 -->λείπει τὸ μὴ θάπτειν ἢ θάπτειν.

<!-- 213 -->ἀντὶ τοῦ ἔξεστί σοι ὅπως θέλεις νομοθετεῖν.

<!-- 215 -->σκοποί φύλακες· ἀντὶ τοῦ μελέτω ὑμῖν ἡ φυλακὴ τῶν εἰρημένων.

<!-- 216 -->τοῦτο τὸ φορτίον· τὸ δὲ πρόθες ἀντὶ τοῦ πρόσθες· χρῶνται γὰρ τῇ πρὸ ἀντὶ τῆς πρός.

<!-- 219 -->λείπει ἡ διά, διὰ τὸ μὴ ἐπιτρέπειν μηδὲ συγχωρεῖν τοῖς ἀπειθοῦσιν· ἔλεγον δὲ καὶ τὴν πειθὼ πίστιν.

<!-- 221 -->ὁ μισθός γʼ οὗτος ὁ θάνατος δηλονότι.

<!-- 222 -->ἄνδρας τὸ κέρδος ἕνεκα κέρδους ἔνιοι καὶ τοῦ θανάτου καταπεφρονήκασιν· οἷον ὑπʼ ἐλπίδων τοῦ διαφυγεῖν καὶ τοῖς ἐπικινδύνοις ἔργοις ἐπιχειροῦσιν· οὐ γὰρ προσεδόκα τινὰ τῶν οἰκείων τοῦτο ποιήσειν· θήλειαι γὰρ ἦσαν.

<!-- 223 -->ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο οὐ τοῦτο λέγω, ὅτι μετὰ σπουδῆς ἀσθμαίνων πρὸς σὲ πεπόρευμαι· πολλάκις γὰρ ἐπιστὰς ἐλογισάμην πότερον ἔλθω πρὸς σὲ ἢ μή.

<!-- 225 -->ἐπιστάσεις ἐνστάσεις.

<!-- 226 -->ἀναστροφὴν ὑποστροφήν.

<!-- 228 -->ταῦτα ἡ ψυχή μου παρῄνει.

οἷ ἀντὶ τοῦ οὗπερ.

<!-- 230 -->οὐκ ἀλγυνῇ; οὐ τιμωρηθήσῃ;

<!-- 231 -->βραδὺς γράφε ταχύς, καίτοι ταχὺς ὢν βραδέως ἤνυον τὴν ὁδόν.

<!-- 234 -->σοί, κεἰ τὸ μηδὲν ἐξερῶ καὶ εἰ μηδέν σοι τερπνὸν λέξω· ἢ οὕτω, καὶ εἰ τὸ μηδέν σοι μέλλω λέγειν· καὶ γὰρ ἐκ τοῦ εἰπεῖν καὶ σιγῆσαι οὐδὲν ἄλλο λείπεται ἢ θανάτῳ με κολασθῆναι· ἀκόλουθον δὲ καὶ τὸ ἑξῆς διανόημα, ἐλπίζω γὰρ ὅτι οὐδὲν ἄλλο πάθοιμι ἢ τὸ μόρσιμον ὥστε οὐδέν μοι χεῖρον ἀποβήσεται ἐκ τοῦ εἰπεῖν.

<!-- 235 -->τῆς ἐλπίδος γὰρ ἔρχομαι ὑπὸ γὰρ τῆς ἐλπίδος νενικημένος ἐλήλυθα· ἢ οὕτως, ἀντειλημμένος τῆς ἐλπίδος ἐλήλυθα.

<!-- 241 -->κἀποφάργνυσαι κύκλῳ κύκλῳ σαυτὸν ἀσφαλίζῃ ἢ αὐτὴν τὴν πρᾶξιν.

<!-- 244 -->οὔκουν ἐρεῖς ποτʼ εἶτʼ ἀπαλλαχθείς τοῦ ἀγγέλου περιπλέκοντος τὸν λόγον καὶ εὐλαβουμένου σημῆναι τὸ πραχθὲν ἐπιθυμῶν ὁ Κρέων ἀκοῦσαι εὔελπιν αὐτὸν ποιεῖ ὡς ὅτι οὐδὲν πείσεται· οὐ γὰρ ἀπειλεῖ κελεύων εἰπεῖν ἀλλά φησιν ὅτι δηλώσας τὸ πρᾶγμα ἄπιθι ἀθῷος· δίδωσιν οὖν καὶ ἀνδράσι βασιλικοῖς τὸ ψεύσασθαι διὰ τὸ χρήσιμον.

<!-- 246 -->διψίαν ξηράν.

<!-- 247 -->κόνιν παλύνας βαλὼν ἢ λεπτύνας τὴν λεγομένην χυτὴν γῆν.

<!-- 249 -->γενῇδος πελέκεως, ἀξίνης.

<!-- 250 -->στύφλος σκληρά.

<!-- 251 -->ἀρρώξ μὴ ἐσχισμένη.

ἐπημαξευμένη ἐσκαμμένη.

<!-- 252 -->ἀλλʼ ἄσημος οὑργάτης τις ἦν ὁ τοῦτο ἐργασάμενος ἄγνωστος ἦν· ἐκπλῆξαι δὲ αὐτὸν βούλεται ὡς ὅτι ἔκ τινος τῶν κρειττόνων γέγονεν.

<!-- 255 -->ἠφάνιστο ἀφανὴς ἦν.

τυμβήρης μὲν οὒ λεπτὴ δʼ ἄγος οὐ κατὰ βάθος τεθαμμένος ἀλλʼ ὡς ἔχει ἐπιβεβλημένη ἦν ἡ ἄμμος· τοῦτο δὲ ἐποίησεν ὁ θάψας νόμου χάριν· οἱ γὰρ νεκρὸν ὁρῶντες ἄταφον καὶ μὴ ἐπαμησάμενοι κόνιν ἐναγεῖς εἶναι ἐδόκουν· ὥσπερ οὖν τὸ τῆς ἀσεβείας τις ἔγκλημα φεύγων λεπτὴν κόνιν ἐπιχέει τοῖς νεκροῖς οὕτως καὶ ἐπάνω τοῦ Πολυνείκους· καὶ τοῦτο δὲ ἡ Ἀντιγόνη καθαρσίων ἕνεκα πεποίηται· λόγος δὲ ὅτι Βουζύγης Ἀθήνησι κατηράσατο τοῖς περιορῶσιν ἄταφον σῶμα.

<!-- 260 -->φύλαξ ἐλέγχων φύλακα ἐπεὶ ἐκ διαδοχῆς αἱ φυλακαὶ γίνονται ἠποροῦμεν εἰς τὴν τίνος φυλακὴν ἐγεγόνει.

<!-- 262 -->εἷς γάρ τις ἦν ἕκαστος ἕκαστος μὲν γὰρ τὸν πλησίον ἐδόκει πεπραχέναι ἀκριβῶς δὲ αὐτὸν κατελέγχειν οὐκ ἠδύνατο.

<!-- 264 -->ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους σίδηρον πεπυρακτωμένον· εἰώθασι γὰρ οἱ ὀμνύοντες ταῦτα ποιεῖν· μύδρους γὰρ αἴροντες ἐπαρῶνται μένειν τὰ ὅρκια ἕως αὐτοὶ φανῶσι καὶ ῥίπτουσιν αὐτοὺς εἰς θάλασσαν ὅπως οὖν αἰώνια τὰ ὅρκια ὑπάρχῃ ὡς καὶ Καλλίμαχος

  
Φωκαέων μέχρις κε μένῃ μέγας εἰν ἅλι μύδρος·  
καὶ τὸ πῦρ δὲ διαπορευόμενοι ὤμνυον. ἄλλως: ἕτοιμοι ἦμεν πάσας βασάνους ὑπομένειν πρὸς ἔλεγχον· εἰώθασι δὲ οἱ ὀμνύοντες καὶ πίστεις διδόντες μύδρους βαστάζειν καὶ πῦρ ὑπερβαίνειν· τοὺς γὰρ μὴ ἐνόχους τῷ ἁμαρτήματι ᾤοντο καὶ ἐν τούτοις μὴ ἀλγεῖν.

μύδρος πεπυρακτωμένος σίδηρος· τοῦτο μέχρι τῆς σήμερον οἱ Ῥωμαῖοι ποιοῦσιν Ἑλληνικῶς πλανώμενοι καὶ ἐν ἄλλοις πλείστοις.

ἔχειν αἴρειν.

<!-- 266 -->τῳ τινί.

<!-- 268 -->τὸ ἑξῆς, ὅτε δὲ ἐρευνῶσιν ἡμῖν οὐδὲν πλέον τέλος ἐφαίνετο.

<!-- 275 -->πάλος καθαιρεῖ ἀντὶ καταλαμβάνει ὥστε ἀπαγγεῖλαί σοι· ἐπειδὴ εἰς τὰ ἀγαθὰ κλήρους βάλλουσιν ἐν ἤθει τοῦτό φησι· καὶ εὔκληροι γάρ τινες λέγονται.

<!-- 279 -->ἡ ξύννοια βουλεύει ἡ σύννοιά μοι βούλεται καὶ οἴεται μὴ καὶ θεήλατόν ἐστι τὸ πρᾶγμα.

<!-- 280 -->μεστῶσαι πληρῶσαι.

<!-- 281 -->ἐναντίον γὰρ ἡ ἄνοια τῷ γήρᾳ.

<!-- 285 -->ἀμφικίονας τοὺς ἀμφοτέρωθεν ὑπὸ κιόνων βασταζομένους ναούς.

<!-- 290 -->ἐρρόθουν ὕβριζον.

ἠρέμα ψιθυρίζοντες ὕβριζόν με.

<!-- 291 -->κρυφῇ κάρα οἷον μὴ πειθόμενοι τοῖς ἐμοῖς κηρύγμασι μόνον συνῄνουν μοι, οὐχ οὕτως διακείμενοι.

<!-- 292 -->λόφον δικαίως εἶχον ἡ μεταφορὰ ἀπὸ τῶν ὑποζυγίων τῶν μὴ βουλομένων ὑπὸ τὸν ζυγὸν εἶναι· ταῦτα, φησίν, ὑπʼ ἐκείνων πράττεται τῶν βουλομένων λάθρᾳ σαλεῦσαι τὴν ἡμετέραν ἀρχήν.

<!-- 293 -->ἐκ τῶνδε τούτους ἐξεπίσταμαι ἀπὸ τούτων, φησί, τῶν δυσαρεστούντων μου τοῖς κηρύγμασιν οἱ φύλακες μισθὸν λαβόντες ἔθαψαν τὸν νεκρόν.

<!-- 294 -->παρηγμένους ἠπατημένους.

<!-- 295 -->γνώμη.

σημείωσαι περὶ φιλαργυρίας.

<!-- 302 -->μισθαρνοῦντες μισθὸν λαβόντες.

<!-- 303 -->ἀντὶ ἐτιμωρήθησαν.

ἀντὶ τοῦ φανεροὶ ἔσονται καὶ τιμωρηθήσονται.

<!-- 304 -->ὅ ἐστιν εἰ τιμῶ καὶ σέβω τὸν Δία καὶ μὴ ἐπιορκῶ αὐτόν.

<!-- 308 -->οὐχ ὑμῖν Ἅιδης μοῦνος ἀρκέσει οὐκ εὐθὺς ὑμᾶς τῷ Ἅιδῃ παραδώσω ἀλλὰ τιμωρίαις κρεμασταῖς παραδοὺς βαρύτερον τὸ ζῆν τοῦ θανεῖν ὑμῖν ἀπεργάσομαι· παρὰ τὸ Ὁμηρικὸν

  
οὔ οἱ ἔπειτα  
  
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.  

<!-- 309 -->τήνδε δηλώσηθʼ ὕβριν ὁμολογήσητε ταύτην τὴν καταφρόνησιν.

<!-- 310 -->ἵνʼ εἰδότες τὸ κέρδος ἵνα μαθόντες ὅθεν δεῖ κερδαίνειν τὸ λοιπὸν ἐκεῖνα ἁρπάζητε.

<!-- 315 -->ἐπιτρέψεις καὶ ἐμοὶ εἰπεῖν ἢ ἀπέλθω;

δὲ τι.

<!-- 316 -->οἶσθα εἶσθα, ἄπιθι· καὶ νῦν γὰρ λέγων ἀνιαρός μοι εἶ.

<!-- 317 -->δάκνει σε τὸ πραχθέν.

<!-- 318 -->ῥυθμίζεις σχηματίζεις, διατυποῖς.

<!-- 319 -->ὁ δρῶν σʼ ἀνιᾷ συνετῶς ὑπὲρ τῶν ἀγγελθέντων ἀπελογήσατο ὡς οὐκ ὢν αἴτιος.

<!-- 320 -->λάλημα δῆλον λάλημα τὸ περίτριμμα τῆς ἀγορᾶς οἷον πανοῦργος.

<!-- 321 -->ἀντὶ τοῦ οὐδέποτε ἐφλυάρησα.

<!-- 323 -->ἦ δεινὸν ᾧ δοκεῖ γε δεινὸν τοῦτό ἐστιν, τὸ ψευδῆ ὑπονοεῖν· οὐκ ἔστι γὰρ τὴν δόξαν ἐκείνων μεταστρέψαι.

<!-- 324 -->κόμψευε νῦν τὴν δόξαν σεμνολόγει τὴν δόκησιν, περιλάλει· κομψοὺς γὰρ ἔλεγον οὓς νῦν ἡμεῖς περπέρους καὶ πολυλάλους φαμέν.

τὸ ἑξῆς, εἰ δὲ μὴ φανεῖτέ μοι τοὺς ταῦτα δρῶντας.

<!-- 326 -->τὰ δεινὰ κέρδη γράφε τὰ δειλὰ ἀντὶ τοῦ κακὰ ἀπὸ τοῦ τοὺς δειλοὺς εἶναι ἀχρείους.

<!-- 328 -->τοῦτο γὰρ τύχη κρινεῖ ἀπιὼν ὁ θεράπων καθʼ ἑαυτὸν ταῦτά φησιν· οὐ γὰρ δυνατὸν ἐπὶ τοῦ Κρέοντος ταῦτα λέγεσθαι ὡς καὶ ἐν τοῖς κωμικοῖς.

<!-- 332 -->πολλὰ τὰ δεινά ἐν σχήματι εἶπεν ἀντὶ τοῦ πολλῶν ὄντων τῶν δεινῶν οὐδέν ἐστιν ἀνθρώπου δεινότερον.

<!-- 334 -->τοῦτο τὸ γένος τῶν ἀνθρώπων.

<!-- 336 -->χωρεῖ, περιβρυχίοισι τοῖς ἠχώδεσιν ἢ τοῖς καλύπτουσι τὴν ναῦν· τοῖς γὰρ ἐν τοιαύτῃ ὥρᾳ τοῦ ἔτους πλέουσι μόνον οὐχὶ ὑπὸ τὰ κύματα φέρεται ἡ ναῦς· ἢ τοῖς κυματίζουσι τὴν ναῦν· τὸ μὲν γὰρ καθόλου κεκρυμμένον ὑπὸ ὕδατος ὑποβρύχιόν ἐστιν· Ὅμηρος

  
τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον·  
τὸ δὲ ἕτερον περιβρύχιον καλεῖται.

ἠχώδεσιν.

<!-- 338 -->θεῶν τε τὰν ὑπερτάταν τοῦτο ὡς ἐν πανουργίᾳ οὐ δεῖ ἀκούειν ἀλλὰ διὰ τὴν ἐπίνοιαν αὐτῶν· εἰ γάρ τις καταμάθοι πῶς ἐπενοήσαντο ἀροτριᾶν ἢ σπείρειν θαυμάσειεν.

<!-- 339 -->ἀποτρύεται γεωπονεῖ ἢ ἀποσχίζει τὴν γῆν καθότι ἐν τῷ ἀροτριᾶν σχίζει καὶ δαμάζει τὴν γῆν.

ἀποτρύετʼ | ἀπλομένων γράφε ἀποτρύεται ἰλλομένων

καὶ περικυκλούντων τῶν ἀρότρων ἔτος ἐξ ἔτους.

<!-- 341 -->ἱππείῳ γένει πολεύων ταῖς ἡμιόνοις·

  
αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν  
  
ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·  
τινὲς δὲ καὶ ἵπποις χρῶνται εἰς ἀροτριασμόν.

<!-- 343 -->ἀμφιβαλὼν ἄγει περιβαλὼν τοῖς δικτύοις ἀγρεύει.

<!-- 346 -->πόντου τʼ εἰναλίαν φύσιν τοὺς ἰχθύας.

<!-- 347 -->σπείραισι δικτυοκλώστοις τοῖς σχοινίοις τοῖς εἰς δίκτυον κεκλωσμένοις ἢ συγκλείουσι τὰ δίκτυα· ἀπὸ κοινοῦ δὲ τὸ ἀμφιβαλὼν ἄγει.

<!-- 348 -->περιφραδὴς πάντα εἰδώς.

<!-- 349 -->κρατεῖ δὲ μηχαναῖς καθολικὸν τοῦτό φησιν, ὅτι ἐν ζῴοις ὁ ἄνθρωπός ἐστι πολυμήχανος καὶ ἔντεχνος· καὶ Θεόκριτος

  
σοφόν τοι χρῆμʼ ἄνθρωπος·  
ἐπεὶ δὲ ἀνωτέρω εἶπεν ὅτι περιγίνεται πάντων τῶν ζῴων ὁ ἄνθρωπος ἐνταῦθα τὸ μηχαναῖς προσέθηκεν ἐπὶ τῶν τιθασευομένων· οὐ γὰρ μόνον κρατῆσαι δυνατὸς ἀλλὰ καὶ τιθασεῦσαι.

<!-- 351 -->ἀμφίλοφον ζυγόν ἀντὶ περιβαλὼν αὐτῷ ζυγὸν περὶ τὸν λόφον ὑπάγει· ἢ ἀμφίλοφον τὸν ἀμφιτράχηλον, τὸν ἀμφοτέρωθεν συνέχοντα τοὺς λόφους τῶν ὑποζυγίων· καὶ λείπει ἡ ὑπό, ὑπὸ ζυγὸν ἄγει.

λείπει ἡ ὑπό.

<!-- 352 -->οὔρειόν τʼ ἀκμῆτα ταῦρον ἀπὸ κοινοῦ τὸ ὑπὸ ζυγὸν ἄξεται.

<!-- 354 -->φθέγμα τὴν ἀνθρωπίνην διάλεξιν.

<!-- 355 -->ἀνεμόεν φρόνημα τὴν περὶ τῶν μετεώρων φιλοσοφίαν.

ἀστυνόμους | ὀργάς τὴν τῶν νόμων ἐμπειρίαν διʼ ὧν τὰ ἄστεα νέμονται ὅ ἐστι διοικοῦνται.

<!-- 356 -->δυσαύλων δυσχερῆ τὸν ἐπαυλισμὸν ποιούντων.

<!-- 357 -->αἴθρια ψυχρά.

εὐαίσθητός ἐστι καὶ οἰκοδομημάτων.

<!-- 359 -->παντοπόρος εἰς πάντα μηχανὰς ἐξευρίσκων καὶ ἐπʼ οὐδὲν ἄπορος τῶν μελλόντων θανάτου μόνον οὐχ εὗρεν ἴαμα.

<!-- 363 -->νόσων δʼ ἀμηχάνων ὡς ἰατρικήν, δίαιταν, γυμναστικὴν καὶ τὰ ὅμοια· ταῦτα δὲ οὐκ ἂν ἕτερον ζῷον μηχανήσαιτο.

<!-- 364 -->ξυμπέφρασται ἐπινενόηκεν καὶ γινώσκει.

<!-- 365 -->σοφόν τι τὸ μηχανόεν τὸ μηχανόεν τῆς τέχνης σοφὸν ἔχων ὅ ἐστι τὸ μηχανικὸν τῆς ἐπιτεχνήσεως σοφὸν ἔχων ὡς οὐκ ἄν τις προσδοκήσειεν οὐ μίαν ὁδὸν βαδίζει τὴν ἐπὶ τὰ ἀμείνω ἀλλὰ ποτὲ μὲν ἐπὶ τὰ ἀγαθὰ φέρεται ποτὲ δὲ ἐπὶ τὰ χείρω.

τὸ μηχανόεν σοφόν τι καὶ παρὰ προσδοκίαν ἔχων, ὡς οὐκ ἄν τις προσδοκήσειεν.

<!-- 368 -->νόμους παρείρων χθονός ὁ πληρῶν τοὺς νόμους καὶ τὴν δικαιοσύνην ὑψίπολις γίνεται ὅ ἐστιν ἐν τῇ πόλει ὑψηλός.

<!-- 370 -->ἄπολις ὅτῳ τὸ μὴ καλόν ἄπολις δὲ ἐκεῖνος καὶ ταπεινὸς ἐν τῇ πολιτείᾳ ᾧτινι τὸ μὴ καλὸν σύνεστιν καὶ ὅστις οὐ μετὰ τόλμης τὸ καλὸν ἐκπληροῖ.

<!-- 372 -->ξύνεστι ἀντὶ τοῦ σύνεστιν.

<!-- 375 -->ὃς τάδʼ ἔρδει ὃς τοιοῦτον ἐπιτετήδευκε βίον.

<!-- 376 -->ἐς δαιμόνιον τέρας ἀμφινοῶ ὁρῶντες ἑλκομένην τὴν Ἀντιγόνην ἐκπλήττονται ὅτι γυνὴ ἦν ἡ ὑπερβᾶσα τὸ κήρυγμα.

περισσὴ ἡ ἀμφί.

<!-- 381 -->ἀπιστοῦσαν μὴ πειθαρχοῦσαν.

<!-- 384 -->ἄγγελος φύλαξ.

<!-- 387 -->ἐξέβην προὔβην.

<!-- 388 -->ἄναξ, βροτοῖσιν ἀπώμοτον ἀντὶ ἀπηγορευμένον καὶ ἀπροσδόκητον· ἀντὶ τοῦ οὐκ ὀφείλει τις ἀπομόσασθαι περί τινος ὅτι οὐκ ἂν αὐτὸ πράξειεν· ἡ γὰρ πρώτη δόκησις ἐκκρούεται ὑπὸ τῆς ἐπιγινομένης δόξης δευτέρας· τοῦτο δέ φησιν ὅτι τοῦ Κρέοντος ἀπειλήσαντος τότε ὤμοσεν μηκέτι ἐμφανὴς ἔσεσθαι, νῦν δὲ εὑρὼν τὴν Ἀντιγόνην πάλιν ἐλήλυθεν.

<!-- 389 -->ψεύδει γὰρ ἡ ʼπίνοια ψευδῆ ποιεῖ· ἡ γὰρ ἐπίνοια ὅ ἐστιν ἡ ἐπιοῦσα γνώμη τὴν ἀπελπίσασαν γνώμην ψευδῆ ποιεῖ.

<!-- 392 -->ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παρʼ ἐλπίδας ἡ ἀπροσδόκητος χαρὰ οὐκ ἔοικεν εἰς τὸ μέγεθος ἄλλῃ ἡδονῇ ὅ ἐστι πᾶσαν ἡδονὴν νικᾷ τὸ μέγεθος τῆς παρʼ ἐλπίδας χαρᾶς.

<!-- 394 -->καίπερ ὢν ἀπώμοτος καίπερ ὀμωμοκὼς μὴ ἐλθεῖν.

<!-- 396 -->ἄνω γὰρ εἶπεν ὅτι κληρώσας ἦλθεν.

<!-- 397 -->θοὔρμαιον τὸ κέρδος.

<!-- 399 -->ἐλεύθερος λείπει ὤν.

<!-- 400 -->τῶνδʼ ἀπηλλάχθαι κακῶν ἀντὶ τοῦ μὴ ὑποπτεύεσθαι.

<!-- 404 -->ὃν σὺ τὸν νεκρὸν | ἀπεῖπας τὸ ἑξῆς, τὸν νεκρὸν ὃν σὺ ἀπεῖπας θάπτειν· οὕτω δὲ χρῶνται οἱ παλαιοὶ ὥστε δύο ἄρθρα, προτακτικόν τε καὶ ὑποτακτικόν, κατὰ τοῦ αὐτοῦ ὀνόματος παραλαμβάνειν· Κρατῖνος

  
ὅνπερ Φιλοκλέης τὸν λόγον διέφθορεν.  

<!-- 405 -->ἆρʼ ὡς.

<!-- 406 -->καὶ πῶς ὁρᾶται ποίῳ τρόπῳ αὐτὴν συνελάβεσθε καὶ κατειλήφατε;

<!-- 409 -->σήραντες ἀποψήξαντες.

<!-- 410 -->μυδῶν τε σῶμα γυμνώσαντες τὸν ἀπὸ σήψεως ἰχῶρα ἀποστάζον ὡς τὸ δάκρυσι μυδαλέα. ἄλλως, μυδῶν: ἰχῶρα ἀποπέμπον τουτέστι διαλελυμένον καὶ δίυγρον.

<!-- 411 -->ὑπήνεμοι ἀντὶ ὑπὸ τὸν ἄνεμον, οὐκ ἐναντίον τοῦ ἀνέμου ἀλλʼ ἐστραμμένοι, ἀπὸ τοῦ νεκροῦ ὅπως μὴ φέρῃ πρὸς ἡμᾶς τὴν ὀσμήν.

<!-- 413 -->ἐπιρρόθοις λοιδόροις, ὑβριστικοῖς.

<!-- 418 -->τυφὼς λέγεται ὁ καταιγιδώδης ἄνεμος· Ἡσίοδος

  
ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων·  
σκηπτὸς δὲ λέγεται πᾶν πνεῦμα θυελλῶδες ὅταν συνερείδῃ τῇ γῇ καὶ πάλιν ἄνω αἴρῃ, τὸ δὲ τοιοῦτο καὶ στρόβιλόν τινες καλοῦσι παρὰ τὸ στροβεῖν.

οὐράνιον ἄχος τὸ λυποῦν τὸν αἰθέρα καθὸ ταράσσει αὐτόν.

ἀντὶ τοῦ κόνιν.

τὸν τυφώνιον ἄνεμον.

<!-- 421 -->εἴχομεν ἀντὶ τοῦ ἀντείχομεν πρὸς τὴν κόνιν.

<!-- 423 -->τὸ φιλόστοργον τῆς κόρης διὰ τούτων ὁρᾶται· θάψασα γὰρ οὐκ ἠμέλησε δακρύων καὶ θρηνημάτων.

<!-- 426 -->ψιλὸν γυμνὸν τῆς κόνεως.

<!-- 427 -->κακὰς πικράς.

<!-- 429 -->διψὰν ἐκφέρει γράφε διψίαν φέρει.

ξηράν.

<!-- 430 -->πρόχου προχόου.

<!-- 431 -->στέφει κοσμεῖ, κύκλῳ περιρραίνει.

<!-- 432 -->ἱέμεσθα ἐπορευόμεθα, ὡρμῶμεν.

<!-- 433 -->οὐδὲν ἐκπεπληγμένην ἀντὶ τοῦ οὐ περίφοβον.

<!-- 436 -->ὁμολογούσης αὐτῆς ἡδέως καὶ ἀλγεινῶς ἤκουον.

<!-- 438 -->φίλους φησὶ διὰ τὸ εἶναι τὴν Ἀντιγόνην τοῦ βασιλικοῦ γένους.

<!-- 439 -->οὐδὲν γὰρ προκρίνω τῆς ἐμῆς σωτηρίας.

<!-- 444 -->πρὸς τὸν ἄγγελόν φησιν ὁ Κρέων.

ᾗ ὅπου

<!-- 450 -->ἡ Δίκη, φησί, καὶ ὁ Ζεὺς ὥρισαν ὥστε θάπτεσθαι τοὺς νεκρούς· εἰ οὖν ἦσαν αὐτοὶ τοῦτο ἀποκηρύξαντες καὶ κελεύσαντες μὴ θάπτεσθαι τὸν νεκρὸν ἐπείσθην ἂν αὐτοῖς· θέλει δὲ εἰπεῖν ὅτι ἀπὸ τῆς φύσεως δίκαιον ἥγημαι θάπτειν τὸν ἀδελφόν.

<!-- 454 -->ὥστʼ ἄγραπτα τινές φασι τὰ γραπτά· οὐ γὰρ ἄγραφοι τῶν θεῶν οἱ νόμοι.

<!-- 456 -->οὐ γάρ τι σήμερον, φησί, ταῦτα ἐγένετο ἀλλʼ ἔστιν ἀΐδια καὶ ἀρχὴν αὐτῶν οὐδεὶς οἶδεν.

<!-- 458 -->τούτων ἐγὼ ἀντὶ ὑπὲρ τούτων ἐγώ.

<!-- 461 -->προὐκήρυξας τὸν θάνατον.

τοῦ χρόνου τοῦ εἱμαρμένου δηλονότι.

<!-- 466 -->παρʼ οὐδὲν ἄλγος οὐδεμία λύπη.

<!-- 467 -->ἠνεσχόμην, ὑπερεῖδον.

<!-- 469 -->σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα εἰ δοκῶ παρὰ σοὶ εὐήθη πράττειν οὐκ ἔστι περὶ ἐμὲ ἡ εὐήθεια ἀλλὰ περὶ σὲ ὥστε δεῖ μὴ τὴν ἰδίαν πλάνην τοῖς πλησίον ἐπιφέρειν.

<!-- 471 -->δηλοῖ τὸ γέννημʼ ὠμόν τὸ σκληρὸν αὐτῆς τοῦ φρονήματος ὁμολογεῖ πατέρα τὸν Οἰδίποδα.

<!-- 475 -->περισκελῆ περιεσκληκότα ἢ κεκαμμένον.

<!-- 484 -->ἦ νῦν ὄντως δή.

<!-- 485 -->εἰ ταῦτʼ ἀνατί εἰ ταῦτα τὰ τολμήματα καὶ ἡ νίκη αὕτη χωρὶς βλάβης καὶ τιμωρίας ......

<!-- 486 -->ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρας εἴτε ἐξ ἀδελφῆς ἐμῆς εἴτε οἰκειοτέρας καὶ συγγενικωτέρας πάντων τῶν οἰκείων τοῦτο γὰρ δηλοῖ τὸ

  
τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκίου κυρεῖ  
ἀθῷος οὐκ ἄπεισιν.

<!-- 490 -->τοῦδε βουλεῦσαι τάφου λείπει ἡ περί.

<!-- 492 -->ἐπήβολον φρενῶν κυρίαν τῶν φρενῶν καὶ ἑστῶσαν ἐν αὑτῇ.

<!-- 493 -->φιλεῖ δʼ ὁ θυμός εἴωθεν ἡ ψυχὴ τῶν λάθρᾳ τι κακὸν τεχνωμένων προαλίσκεσθαι καὶ ἑαυτὴν ποιεῖν καταφανῆ πρὶν φωραθῆναι. ἄλλως: τῶν λάθρᾳ τι κακὸν βουλομένων δρᾶν ὁ θυμὸς προκλέπτεται καὶ περὶ τὴν κατάστασιν τοῦ σώματος ἔνδηλόν τι γίνεται τὸ κατηγοροῦν τῆς πράξεως αὐτῶν.

<!-- 495 -->μισῶ γε μέντοι μισῶ τὸν ἁμαρτάνοντα καὶ ἐπικοσμοῦντα τὴν ἁμαρτίαν αὑτοῦ· τοῦτο δέ φησιν ὅτι ἁλοῦσα ἡ Ἀντιγόνη ἔφασκε τῷ θείῳ νόμῳ ἐπαρκεῖν.

<!-- 499 -->τῶν σῶν λόγων διὰ τούτου τὸ κήρυγμα τοῦ Πολυνείκους αἰνίττεται.

<!-- 503 -->κατέσχον ἀντὶ ἔσχον.

<!-- 506 -->ἀλλʼ ἡ τυραννὶς πολλά οὐκ ἐν ἐπαίνῳ τοῦτο τῆς τυραννίδος ἀλλʼ ἔχει τι εἰρωνείας ὁ λόγος.

<!-- 508 -->σὺ τοῦτο μούνη σοὶ μόνῃ τοῦτο δοκεῖ δίκαιον εἶναι, ταφῆναι τὸν Πολυνείκη.

<!-- 509 -->σοὶ δʼ ὑπίλλουσι στόμα γιγνώσκουσι καὶ οὗτοι, διὰ δὲ σὲ τὸ στόμα συστέλλουσι καὶ σιωπῶσιν· ἢ στρέφουσι τοὺς διὰ τοῦ στόματος λόγους.

<!-- 510 -->τῶνδε χωρὶς εἰ φρονεῖς ἀντὶ παρὰ τούτους φρονοῦσα.

<!-- 514 -->τιμᾷς ἀντὶ τοῦ νέμεις.

<!-- 517 -->οὐ γάρ τι δοῦλος ἀπὸ κοινοῦ τὸ ὤλετο.

οὐ γάρ τι δοῦλος ἀλλʼ ἀδελφός οὐ τοιοῦτός ἐστιν ὁ ἀπολόμενος ὥστε εἰς χάριν τοῦ Ἐτεοκλέους ἐᾶσαι αὐτὸν ἄταφον· οὐ γὰρ τοσοῦτον αὐτοῦ ὑπερβέβηκεν· οὐ δεῖ οὖν σκοπεῖν εἴ τι ἐκείνῳ ἀποθύμιον ποιῶ ἀλλʼ εἰ κοινῆς τῆς φύσεως ἔλαχον.

<!-- 519 -->τοὺς νόμους τούτους τὸ θάπτειν.

γράφε τοὺς νόμους ἴσους.

<!-- 521 -->τίς οἶδεν εἰ κάτω ʼστίν γράφε κάτωθεν ἀντὶ τοῦ κάτω ὡς τὸ

  
Αἴας δʼ ἐγγύθεν ἦλθε  
ἀντὶ τοῦ ἐγγύς· ὁ δὲ νοῦς, τίς οἶδεν εἰ καθʼ Ἅιδου ἀλλήλοις διαλλάσσοντες ἡγοῦνται εὐσεβῆ τάδε;

γράφε κάτωθεν.

<!-- 523 -->οὔτοι συνέχθειν ἀλλὰ συμφιλεῖν τὰς φιλίας, φησί, κοινὰς ποιοῦμαι ἀλλʼ οὐ τὰς ἔχθρας· ἐν δὲ τῷ ὑπομνήματι οὕτως, εἰ καὶ ἐχθαίρουσιν ἀλλήλους οἱ ἀδελφοὶ ἐγὼ οὐ τοιαύτη εἰμὶ τὴν φύσιν ὥστε σὺν ἑτέρῳ αὐτῶν ἐχθαίρειν τὸν ἕτερον ἀλλὰ συμφιλεῖν τοῖς φιλοῦσιν.

<!-- 526 -->εἰκὸς μὲν τὴν Ἰσμήνην ὑπὲρ τῆς ἀδελφῆς ἀγωνιῶσαν στυγνάζειν οὐδὲν δὲ ἧττον καὶ διότι ὑπωπτεύθη.

<!-- 527 -->φιλάδελφα φιλαδέλφως.

<!-- 528 -->νεφέλη δʼ ὀφρύων ὕπερ ἐὰν ᾖ δοτικὴ τῇ νεφέλῃ ἔσται ὁ λόγος, τῇ νεφέλῃ τουτέστι τῇ στυγνότητι τῇ ὑπεράνω τῶν ὀφρύων τὸ αἱματόεν ῥέθος αἰσχύνει ἡ Ἰσμήνη τέγγουσα εὐῶπα παρειάν, ἐὰν δὲ κατʼ ὀρθὴν ᾖ ἡ νεφέλη ἔσται μεταξύ, νεφέλη δʼ ὀφρύων ὕπερ, ἵνα τὸ ἑξῆς τοῖς πρώτοις συνάπτηται, καὶ μὴν πρὸ πυλῶν ἥδʼ Ἰσμήνη φιλάδελφα δάκρυα λειβομένη αἱματόεν ῥέθος αἰσχύνει τέγγουσα εὐῶπα παρειάν, νεφέλη δʼ ὀφρύων ὕπερ.

αἱματόεν | ῥέθος αἰσχύνει τὸ ἐπὶ τῷ προσώπῳ ἐρύθημα, ἀλληγορικῶς δὲ εἶπεν τὴν νεφέλην· ὡς γὰρ ἡ νεφέλη στυγνὴν καὶ ὁμιχλώδη τὴν ἡμέραν ποιεῖ οὕτω καὶ ταύτην διάδηλόν φησι γίνεσθαι ταῖς ὀφρύσι συνοφρυάζουσαν καὶ τὸ πρόσωπον στυγνὸν καὶ κατηφέστερον πεποιηκυῖαν.

<!-- 529 -->ῥέθος ἐρύθημα.

<!-- 531 -->ἡ γὰρ ἔχιδνα λάθρᾳ καθεζομένη τῶν ἀνθρώπων ἐκπίνει τὸ αἷμα.

ὑφειμένη ὑποχαλωμένη, ἐαθεῖσα, ἀπολυθεῖσα.

<!-- 535 -->ἢ ʼξομῇ τὸ μὴ εἰδέναι ἢ ἀπαρνῇ εἰδέναι ἐνώμοτος;

<!-- 536 -->εἴπερ ἥδʼ ὁμορροθεῖ ὅρα πῶς ἑαυτὴν πρόδηλον ὡς συκοφαντοῦσαν ποιεῖ· ὁμολογεῖ γὰρ πεπραχέναι ταύτης συντιθεμένης ὅπερ ἀδύνατον.

ὁμοφωνεῖ.

<!-- 538 -->ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη ἡ μὲν μὴ δράσασα ὁμολογεῖ πεπραχέναι καὶ κεκοινωνηκέναι διὰ τὸν πόθον τῆς ἀδελφῆς ἡ δὲ σπουδάζει ζῶσαν αὐτὴν διαφυλάξαι.

<!-- 540 -->ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν καὶ διὰ τούτων μὴ δεδρακέναι ὁμολογεῖ.

<!-- 541 -->ξύμπλουν κοινωνόν.

<!-- 542 -->ὧν τοὖργον ἀντὶ τοῦ ὑφʼ ὧν τὸ ἔργον πέπρακται αἰτιῶν.

<!-- 545 -->ἁγνίσαι ἀντὶ τοῦ τιμῆσαι.

<!-- 549 -->τοῦδε γὰρ σὺ κηδεμών ἢ τοῦ βίου ἐπεὶ φιλοζωοῦσα οὐ συνέπραξας ἢ τοῦ Κρέοντος ἐπεὶ μὴ παρέβης αὐτοῦ τὰ ψηφίσματα.

<!-- 550 -->ὠφελουμένη ἀντὶ τοῦ ὠφελοῦσα.

<!-- 551 -->εἰ γέλωτʼ ἐν σοὶ γελῶ εἰ γελῶ, φησίν, ἐπὶ σοὶ ἀλγοῦσα γελῶ οἷον καταγελῶ σου ὅτι οὐκ ἠθέλησάς μοι συμπονῆσαι.

<!-- 552 -->ἀντὶ τοῦ ποίαν μηχανὴν εὕροιμι;

<!-- 556 -->ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις ἀντὶ τοῦ προεῖπόν σοι τὰς ἐσομένας τιμωρίας ἐν τῇ παραβάσει. ἀλλʼ οὔπω παρὰ γνώμην μου ταῦτα πέπραχας ἀλλὰ κἀμοῦ συνειδυίας τὰ πραττόμενα.

<!-- 557 -->καλῶς σὺ μέντοι τοῖς δʼ ἐγὼ ʼδόκουν φρονεῖν σεαυτῇ καλῶς ἐδόκεις φρονεῖν μὴ συμπράττουσά μοι ἐγὼ δὲ τούτοις ἢ τοῖς ἀνδράσιν ἢ τοῖς ἐμοῖς δόγμασιν· τινὲς δὲ τῷ νόμῳ καὶ τῷ δικαίῳ.

<!-- 558 -->ὅτι σὺ μὲν ἔπραξας ἐγὼ δὲ συνῄδειν.

<!-- 559 -->ἡ δʼ ἐμὴ ψυχὴ πάλαι | τέθνηκεν οἷον προηκάμην τὸ ζῆν βοηθῆσαι βουλομένη τῷ ἀδελφῷ.

<!-- 561 -->τὴν μὲν ἀρτίως | ἄνουν πεφάνθαι τὴν Ἰσμήνην ὅτι εἰ καὶ μὴ συνειργάσατο ῥίπτει ἑαυτὴν εἰς κίνδυνον.

<!-- 563 -->οὐ γάρ ποτʼ, ὦ ʼναξ τοῦτό φησιν ὑπεραπολογουμένη τῆς Ἀντιγόνης ὅτι εἰ καὶ κακῶς ποιεῖ μεταβληθήσεται· οὐ μένει γὰρ οὐδὲ ὁ ἐξ ἀρχῆς κακὸς νοῦς τοῖς κακῶς φρονήσασι πρὸς ὅ φησι Κρέων, σοὶ γοῦν μένει κακὸς ὁ νοῦς ὁπότε εἵλου τῶν κακῶν εἶναι κοινωνός.

<!-- 567 -->ἀντὶ τοῦ μὴ φρόνει ὅτι ἐν τοῖς ζῶσίν ἐστιν.

<!-- 568 -->νυμφεῖα ἀντὶ τοῦ τὴν νύμφην.

<!-- 569 -->ἀρώσιμοι παιδοποιήσιμοι, εὐγεώργητοι.

<!-- 570 -->ἡρμοσμένα τὰ τοῦ γάμου φησίν.

<!-- 571 -->υἱάσιν λείπει τὸ συνάπτεσθαι.

<!-- 573 -->καὶ σὺ καὶ τὸ σὸν λέχος τὸ σὸν τὸ ὑπὸ σοῦ ὀνομαζόμενον οἷον τὸ ὄνομα τῆς νύμφης ὃ σὺ προβάλλῃ.

<!-- 577 -->καὶ σοί γε κἀμοί οὐ μόνον ταύτῃ ὥρισται τὸ ἀποθανεῖν ἀλλὰ καὶ σοί· μηκέτι οὖν μοι τριβὰς ἐμβάλλετε· ἢ καὶ ἐμοὶ καὶ σοὶ δέδοκται μηκέτι διατρίβειν ἐν τοῖς λόγοις.

<!-- 578 -->ἐκ δὲ τοῦδε χρή ὁ δὲ περιττεύει· λέγει γὰρ ὅτι χρὴ λοιπὸν μὴ ἀνειμένας εἶναι ταύτας τὰς γυναῖκας ἀλλὰ φρουρεῖσθαι· φεύγειν γὰρ εἰώθασι καὶ οἱ τολμηροὶ πλησιάζοντα ὁρῶντες τὸν θάνατον.

<!-- 579 -->ἀνειμένας αὐτεξουσίους.

<!-- 582 -->εὐδαίμονες οἷσι κακῶν ἀπὸ κοινοῦ τὸ αἰών, οἷς γὰρ ἂν σεισθῇ δόμος τούτοις ὁ αἰὼν οὐδὲν ἄτης ἐλλείπει ἕρπων ἐπὶ τὸ πλῆθος τῆς γενεᾶς ἀλλὰ πάντα ἐπιφέρει τὰ δεινὰ ὥστε ὅμοιόν ἐστι τῶν οἴκων τὸ κίνημα ἐκσεισθέντι κύματι ταῖς τοῦ βορέου πνοαῖς οἷον γαλήνης οὐ ῥᾳδίως τυγχάνουσιν ὅσοι ἐν κλύδωνι γίνονται ἀλλʼ οὐδὲ δυστυχίᾳ περιπίπτων οἶκος εὐχερῶς ἀνανεύει.

<!-- 584 -->σεισθῇ ταραχθῇ.

<!-- 587 -->ὅμοιον ὥστε ποντίας ἁλός τὸ ἑξῆς, ὅμοιον ὡς ὅταν Θρῄσσῃσιν ποντίαις δυσπνόοις πνοαῖς οἶδμα ἔρεβος ὕφαλον ἐπιδράμῃ ἀντὶ τοῦ ἐκ βάθους κινήσῃ τὴν θάλασσαν· τὰ γὰρ βαθέα μέλανα ἐκάλουν· Ὅμηρος

  
δνοφερὸν χέει ὕδωρ·  
καὶ ὁ Ποσειδῶν κυανοχαίτης.

<!-- 589 -->ἔρεβος μέλαν.

<!-- 590 -->βυσσόθεν ἐκ βάθους.

<!-- 591 -->δυσάνεμον τὴν ὑπὸ ἀνέμων ταραχθεῖσαν.

<!-- 592 -->στόνῳ λείπει ἡ σύν, σὺν στόνῳ.

ἀντιπλῆγες ἀντιπλησσόμεναι.

<!-- 596 -->οὐδʼ ἀπαλλάσσει γενεάν τὸ γένος τὸ ἐπιγινόμενον οὐκ ἀπαλλάσσει τὴν γενεὰν ἀλλʼ ἀεὶ ἐν συμφορᾷ ἐστιν.

<!-- 597 -->ἐρείπει καταβάλλει, καταφέρει.

<!-- 599 -->νῦν γὰρ ἐσχάτας ὕπερ λείπει ἄρθρον τὸ ὅ, τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτο, νῦν γὰρ ὅπερ ἐτέτατο φῶς, φησί, καὶ σωτηρία ἐν τοῖς οἴκοις τοῦ Οἰδίποδος ἐσχάτης ὑπὲρ ῥίζης ἀντὶ τοῦ ὅπερ ἔβλαστεν ἄνω τῆς ῥίζης θάνατος καταλαμβάνει. νῦν γάρ, φησίν, ὅπερ ἦν λείψανον γενεᾶς τοῦτο μέλλει καλύπτειν ἡ κόνις, τὸ καταλειφθέν φησιν ἀπὸ Οἰδίποδος βλάστημα.

<!-- 601 -->κατʼ αὖ νιν ἐὰν στίξωμεν κᾆτʼ αὖ νιν οὐδὲν λείπει τῷ λόγῳ.

νιν τὴν ῥίζαν.

<!-- 602 -->ἀμᾷ θερίζει καὶ ἐκκόπτει· ἢ καλύπτει.

<!-- 603 -->λόγου τʼ ἄνοια ἁμαρτία, ὅτι οἰστρηθεῖσα ὑπὸ τῶν Ἐρινύων ἡ Ἀντιγόνη τοῦτο τετόλμηκεν.

<!-- 604 -->τοῦτό φησιν, ὅτι προαιρέσει τοῦ Διὸς πάντα γίνεται.

<!-- 605 -->κατάσχοι εὐκτικῶς ὡς ποιήσαι τρίτου προσώπου· ὑπερηφανίᾳ κρατῆσαι δύναται.

<!-- 606 -->ὁ παντογήρως ὁ ἀσθενείας παραίτιος· τὸ γὰρ γῆρας ἀσθενές ἐστιν, ἀσθενοῦμεν δὲ τῇ γλυκείᾳ προσβολῇ τοῦ ὕπνου κατεχόμενοι· ἢ παντογήρως ὁ αἰώνιος καὶ ἄχρι γήρως τοῖς ἀνθρώποις καὶ πᾶσι τοῖς ζῴοις παραμένων.

αἰώνιος.

<!-- 607 -->οὔτʼ | ἀκάματοι θεῶν μῆνες ἀντὶ ἡ τοῦ χρόνου περίοδος.

<!-- 608 -->ἀγήρῳ δὲ χρόνῳ δυνάστας ἀντὶ τοῦ δυναστεύων καὶ ἄρχων τοῦ ἀγηράου χρόνου κατέχεις τὸν Ὄλυμπον· ἀγήρων δὲ τὸν τῶν θεῶν χρόνον φησὶν ἐπεὶ μήτε ὑπὸ δυστυχιῶν μήτε ὑπὸ ὕπνου ἐλαττοῦται.

<!-- 611 -->τό τʼ ἔπειτα τὸ ἐσόμενον καὶ μετʼ ἐκεῖνο μέλλον καὶ πάλιν ἐσόμενον· τινὲς δὲ τὸ ἔπειτα ἰδίως ἐπὶ ἐνεστῶτος λελέχθαι φασὶν ἀντὶ τοῦ νῦν.

ὅ ἐστιν ἀεὶ δυνάμενον βοηθεῖν.

<!-- 613 -->νόμος ὅδʼ, οὐδὲν ἕρπει οὐδείς, φησίν, ἔστι νόμος ἐν πάσαις ταῖς πόλεσιν ὥστε φεύγειν τοὺς ἀνθρώπους τὸ συμβησόμενον· ἢ οὕτως, οὐδείς ἐστι νόμος ὃς δύναται τῶν ἤδη τελειωθέντων κακῶν προσάγειν βοήθειαν ἢ οὕτως, ὁ δὲ νόμος ὁ πάντων ἀνθρώπων κοινὸς τοῦτο ἔχει, μηδένα ζῆν ἄνευ λύπης.

ὁ λόγος, σὺ μέν, ὦ Ζεῦ, ἀγήρως τε καὶ δυνάστης εἰς ἅπαντα τὸν χρόνον εἶ ἡ δὲ τῶν ἀνθρώπων πολιτεία οὐδέποτε χωρὶς κακῶν ἐστιν.

<!-- 614 -->πάμπολις ὁ κατὰ πᾶσαν πόλιν ἕρπων νόμος ὅ ἐστι πάντες ἄνθρωποι.

<!-- 615 -->ἁ γὰρ δὴ πολύπλαγκτος οὐδέν, φησί, περὶ τῶν μελλόντων ἐπίστανται οἱ ἄνθρωποι ὥσπερ ὁ Ζεύς, ἠπάτησε δὲ πολλοὺς ἡ ἐλπὶς κουφόνους ἔρωτας ἐμβάλλουσα· τὰ ἀδύνατα γὰρ ἐλπίσαντες ἐσφάλησαν· ἔρωτας δέ φησι καὶ τὰς ἐπιθυμίας.

<!-- 617 -->κουφονόων ἐρώτων ἀντὶ τοῦ τῶν κούφων ἐπιθυμιῶν ἐν αἷς πολλοὶ ἠπάτηνται ἕτερα προσδοκήσαντες ἑτέρων ἀποβάντων.

<!-- 618 -->τῷ ἀνθρώπῳ οὐδὲν εἰδότι ἐπέρχεται.

<!-- 619 -->προσαύσῃ προσαίρῃ

προσφέρῃ· πρὶν τοῖς δεινοῖς ἐπικύρσῃ καὶ εἰς αὐτὸν ἐμπέσῃ τὸν κίνδυνον.

<!-- 620 -->σοφίᾳ γὰρ ἔκ του | κλεινὸν ἔπος μετὰ σοφίας γὰρ ὑπό τινος ἀοίδιμον καὶ κλεινὸν ἔπος πέφανται, τὸ

  
ὅταν δʼ ὁ δαίμων ἀνδρὶ πορσύνῃ κακὰ  
  
τὸν νοῦν ἔβλαψε πρῶτον ᾧ βουλεύεται.  

<!-- 625 -->ὀλιγοστὸν ἀντὶ τοῦ οὐδὲ ὀλίγον.

<!-- 629 -->τάλιδος τᾶλις λέγεται παρʼ Αἰολεῦσιν ἡ ὀνομασθεῖσά τινι νύμφη· Καλλίμαχος

  
αὐτίκα τὴν τᾶλιν παιδὶ σὺν ἀμφιθαλεῖ.  
  
τῆς νύμφης.  

τῆς μελλογάμου νύμφης.

μόρον λείπει ἡ διά, διὰ τὸν μόρον.

<!-- 630 -->ὑπὲρ τῆς τῶν λεχέων ἀποτυχίας ἀχθόμενος.

<!-- 631 -->τάχʼ εἰσόμεσθα ὁ λόγος παροιμιακῶς ὁπότε μὴ στοχασμῷ χρώμεθα ἀλλʼ αὐτόπται τῶν πραγμάτων γινόμεθα· προγιγνώσκει μὲν γὰρ καὶ ὁ μάντις ἀλλὰ στοχασμῷ χρῆται· τάχα οὖν ἀκριβῶς γνώσομαι ταῦτα παρὰ τοῦ παιδὸς πυνθανόμενος.

<!-- 632 -->τελείαν ψῆφον τελείαν τὴν ἤδη τετελεσμένην· τοῦτο δέ φησιν ὡς μὴ μεταβουλευσόμενος· ἢ τὴν τέλος ἐπάγουσαν τῇ Ἀντιγόνῃ.

<!-- 633 -->λυσσαίνων γράφε θυμαίνων.

<!-- 635 -->παρέλκει τὸ ἔχων.

<!-- 636 -->ἀπορθοῖς ὀρθῶς καθηγῇ.

<!-- 637 -->ἐμοὶ γὰρ οὐδεὶς ἀξίως οὐδείς μοι προκριθήσεται γάμος τῆς σῆς ἀρχῆς, καλῶς σοῦ ἄρχοντος· πανταχοῦ δὲ μετὰ παρατηρήσεως.

<!-- 638 -->μείζων φέρεσθαι προκρίνεσθαι.

<!-- 639 -->διὰ στέρνων ἔχειν ἀντὶ τοῦ ἐνθυμεῖσθαι.

<!-- 640 -->γνώμης πατρῴας πάντʼ ὄπισθεν οἷον τῆς πατρῴας γνώμης πάντα εἶναι δεύτερα οἷον χρὴ τὴν πατρῴαν πράττοντα γνώμην περὶ τῶν ἄλλων οὐδένα λόγον ἔχειν· ἀσφαλῶς δὲ προσέθηκε τὸ πάντα μὴ ἄρα ἐκ τοῦ παιδὸς ὑπαντηθῇ ὅτι πλὴν τῶν χρησίμων.

<!-- 646 -->πόνους γράφε πέδας ἵνʼ ᾖ ἐμπόδιον, δεσμούς, κώλυμα τοῦ πράττειν ἃ βούλεται.

<!-- 650 -->ψυχρὸν ἀηδές.

παραγκάλισμα φίλημα, στέργηθρον, κοινώνημα, παρακοίμημα, περιπλοκή.

<!-- 653 -->πτύσας καταπτύσας, ἐν οὐδενὶ λόγῳ θέμενος, καταφρονήσας.

<!-- 659 -->εἰ γὰρ τοὺς ἐμούς, φησίν, ἀκόσμως βιοῦντας μὴ τιμωρησαίμην οὐδὲ τῶν ξένων περιγενήσομαι· ἀπὸ κοινοῦ δὲ τὸ θρέψω.

ἐγγενῆ συγγενῆ.

<!-- 660 -->θρέψω ἀντὶ τοῦ ἕξω.

<!-- 661 -->εἰ οὖν τηροίην τὰ νόμιμα καὶ τὰ δίκαια ἐπὶ τῆς ἐμαυτοῦ πρώτως οἰκίας τηροίην ἂν αὐτὰ καὶ ἐπὶ τῆς πόλεως.

<!-- 663 -->ὑπερβὰς λείπει τὸ δίκαιον.

<!-- 666 -->στήσειε καταστήσειεν ἄρχοντα.

<!-- 667 -->τὰ ἐναντία τῶν δικαίων δῆλον ὅτι.

<!-- 668 -->τοῦτον τὸν τῷ βασιλεῖ πειθόμενον.

<!-- 670 -->δορὸς ἀντὶ τῆς μάχης.

<!-- 672 -->ἀναρχίας ἀντὶ τοῦ ἀπειθείας.

δὲ γάρ.

<!-- 675 -->τροπὰς καταρρήγνυσι ἐκ γὰρ διαρρήξεως στρατοῦ τροπὴ γίνεται.

τῶν δʼ ὀρθουμένων τῶν ἀρχομένων.

<!-- 676 -->

  
αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἢ πέφανται.  

<!-- 677 -->ἀμυντέʼ τὰ τῶν νόμων.

τοῖς κοσμουμένοις τοῖς ἄρχουσιν· Ὅμηρος

  
κοσμήτορε λαῶν.  

<!-- 681 -->εἰ μὴ τῆς φρονήσεως ὑπὸ τοῦ γήρως σεσυλήμεθα λέγειν φρονούντως δοκεῖς περὶ ὧν λέγεις· ὁ δὲ λόγος πάνυ πρεσβυτικῶς καὶ αἰδημόνως εἴρηται.

σεσυλήμεθα.

<!-- 684 -->χρημάτων κτημάτων.

<!-- 685 -->ἐγὼ δὲ οὐ δύναμαι ταῦτα ἀποδέξασθαι ἐπειδὴ μὴ καλῶς ταῦτα λέγεις.

<!-- 687 -->δυνατόν σε καὶ ἑτέρως καλῶς μεταβουλεύσασθαι.

<!-- 688 -->σοὶ δʼ οὖν πέφυκα γράφε σὺ δʼ οὐ πέφυκας.

<!-- 690 -->τὸ σὸν ὄμμα, φησί, τοιοῦτόν ἐστιν ὥστε μηδένα τῶν πολιτῶν ἄντικρύ σου λέγειν τοιαῦτα οἷς σὺ μὴ τέρψῃ· ἐμοὶ δὲ πάρεστιν ἀκούειν τῶν λάθρᾳ κατὰ σοῦ λεγομένων.

<!-- 691 -->λόγοις τοιούτοις λείπει τὸ χρῆσθαι.

<!-- 692 -->ὑπὸ σκότου λαθραίως.

<!-- 696 -->διὰ τούτων ὑπεραπολογεῖται τῆς κόρης ὑπερευπρεπῶς τῇ πόλει περιθεὶς τὸν λόγον.

<!-- 697 -->κυνῶν γράφε λύκων.

<!-- 699 -->τιμῆς γράφεται καὶ στήλης.

<!-- 700 -->ἐρεμνὴ σκοτεινή, λαθραία σου.

<!-- 709 -->διαπτυχθέντες ἀνακαλυφθέντες· μετέβη δὲ ἀπὸ ἑνικοῦ ἀριθμοῦ τοῦ ὅστις γὰρ εἰς πληθυντικὸν τὸ οὗτοι.

<!-- 711 -->καὶ τὸ μὴ τείνειν ἄγαν μὴ αὐθάδη εἶναι ἀντιτείνοντα τοῖς συμβουλεύουσιν· τοῦτο δὲ παρὰ Σόλωνος

  
γηράσκω δʼ αἰεὶ πάντα διδασκόμενος·  
Καλλίμαχος:

<!-- 714 -->αὐτόπρεμνʼ αὐτόριζα.

<!-- 716 -->ὑπείκει μηδὲν τοῖς ἱστίοις μὴ ἐγχαλάσῃ.

ὑπτίοις ἀντὶ ὑπτίως.

<!-- 717 -->στρέψας στρέψας τὴν ναῦν.

<!-- 718 -->μετάστασιν μετάνοιαν.

<!-- 719 -->ἀντὶ τοῦ εἰ οἷός τέ εἰμι λέγειν κἀγὼ διὰ τὸ νέον.

<!-- 720 -->πρεσβεύειν ὑπερέχειν· ἐγώ, φησί, τοῦτο οἶμαι ὑπερέχειν, τὸ τὸν ἄνθρωπον φῦναι πάντα ἐπιστάμενον· Ἡσίοδος

  
οὗτος μὲν πανάριστος ὃς αὑτῷ πάντα νοήσῃ.  

<!-- 722 -->εἰ δʼ οὖν εἰ δέ τις ἀνόητος εὑρεθῇ· Δίδυμος δέ φησι .......

<!-- 728 -->μηδὲν διδάσκου ὃ μὴ δίκαιόν ἐστί σοι μανθάνειν· ἢ μηδὲν ἔστω ὃ μὴ δίκαιον.

<!-- 730 -->ἀκοσμοῦντας ἀπειθοῦντας καὶ ἄκοσμα διαπραττομένους.

<!-- 733 -->οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις οὐκ ἐγὼ ταῦτα λέγω ἀλλὰ πάντες οἱ τὴν πόλιν οἰκοῦντες· χαριέντως δὲ τὴν δίαιταν προσάπτει τῇ πόλει τῷ μὴ δοκεῖν βούλεσθαι ἀνατρέπειν τὰ τῷ πατρὶ βεβουλευμένα.

<!-- 734 -->πόλις γὰρ ἡμῖν ἅ με χρή ἅ με χρὴ προστάσσειν τῇ πόλει ἐκείνη μοι ἔχει κελεύειν;

<!-- 735 -->χ.

τὸ χ ὅτι αὐστηρότερον προσηνέχθη τῷ πατρί.

<!-- 741 -->χ.

εἴπερ γυνὴ σὺ λείπει τυγχάνεις· πάλιν δὲ τὸ χ διὰ τὸ αὐστηρόν.

<!-- 742 -->διὰ δίκης ἰὼν δικασάμενος, δικαιολογούμενος, παρρησιαζόμενος.

ἰὼν ἐλθών.

<!-- 746 -->γυναικὸς ὕστερον ἀντὶ τοῦ ἡττηθὲν ὑπὸ γυναικός.

<!-- 751 -->ἡ δʼ οὖν θανεῖται διʼ ἑαυτὸν ἔφη, ὁ δὲ Κρέων ᾤετο διʼ αὐτὸν λέγειν.

<!-- 752 -->ἐπεξέρχῃ περαιτέρω χωρήσεις.

<!-- 753 -->τίς δʼ ἔστʼ ἀπειλή ποίαν ὠφέλειαν ἔχει ἀπειλὴ πρὸς μωρὸν ἄνθρωπον λεγομένη;

σημείωσαι.

<!-- 758 -->τόνδʼ Ὄλυμπον μὰ τὸν Ὄλυμπον.

<!-- 759 -->δεννάσεις λυπήσεις, ὑβρίσεις.

<!-- 760 -->τὸ μῖσος τὴν Ἀντιγόνην φησίν.

κατʼ ὄμματʼ ὑπʼ ὀφθαλμούς.

<!-- 762 -->μὴ δόξῃς μὴ νομίσῃς.

<!-- 763 -->οὐδαμᾷ οὐδαμῶς.

<!-- 765 -->ὡς τοῖς θέλουσι τῶν φίλων μένῃς ξυνών γράφε μαίνῃ, ὡς μαίνῃ, φησί, παρὰ τοῖς φίλοις τοῖς θέλουσιν ὑπομεῖναι τὴν σὴν μανίαν.

<!-- 767 -->νοῦς δʼ ἐστὶ τηλικοῦτος ἤτοι ὁ τῶν νέων ἢ ὁ φρόνιμος· ὁ δὲ νοῦς ὁ τηλικοῦτος, φησί, βαρύτατός ἐστιν ἀλγήσας.

<!-- 770 -->αὐτὰ τὰς κόρας· δυικὸν γάρ ἐστι.

<!-- 772 -->σφε αὐτήν.

<!-- 774 -->πετρώδει—ἐν κατώρυχι ἐν ὑπογείῳ σπηλαίῳ.

<!-- 775 -->φορβῆς τοσοῦτον ἔθος παλαιὸν ὥστε τὸν βουλόμενον καθειργνύναι τινὰ ἀφοσιοῦσθαι βραχὺ τιθέντα τροφῆς καὶ ὑπενόουν κάθαρσιν τὸ τοιοῦτο ἵνα μὴ δοκῶσι λιμῷ ἀναιρεῖν· τοῦτο γὰρ ἀσεβές.

<!-- 777 -->ὃν μόνον σέβει θεῶν διὰ τὸ προκρῖναι τῆς ἰδίας σωτηρίας τὴν πρὸς τὸν κατοιχόμενον δίκην.

<!-- 779 -->ὅτι | πόνος περισσός ἐστι πλήρης ὀργῆς καὶ ἀβουλίας ὁ λόγος ὅτι καὶ εἰς θεοὺς θρασύνεται.

<!-- 781 -->Ἔρως ἀνίκατε διὰ τὸν Αἵμονα τοῦ ἔρωτος μέμνηται· πάλαι γὰρ ὡμονόει τῷ πατρί, νῦν δὲ σχεδὸν πολέμιος γέγονε διὰ τὴν Ἀντιγόνην· τὸ δὲ ἐρᾶν πλουσίους ἔχει· καὶ ἡ παροιμία

  
ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δʼ οὔ.  

μάχαν λείπει ἡ κατά.

<!-- 782 -->κτήμασι ἐπεὶ καὶ κτημάτων ἐρῶσι πολλοί.

<!-- 784 -->ἐννυχεύεις διατρίβεις.

<!-- 785 -->φοιτᾷς δʼ ὑπερπόντιος διότι καὶ τὰ θαλάσσια ζῷα ἐρᾷ ἢ ὅτι καὶ τὰ πόρρω θηρεύει ὁ ἐρῶν καὶ διὰ θαλάσσης ἄπεισι καὶ πανταχοῦ ὥστε τοῦ ἔρωτος ἐπιτυχεῖν ἢ ὅτι πολλοὶ τῶν ἐν πόντῳ ἐρῶσιν.

<!-- 786 -->αὐλαῖς ταῖς ἐπαύλεσιν.

<!-- 790 -->ὁ δʼ ἔχων τὸν ἔρωτα.

<!-- 791 -->σὺ καὶ δικαίων ἀδίκους σὺ καὶ δικαίους διαφθείρεις ὥστε τὰς φρένας αὐτῶν ἀδίκους γίνεσθαι ὡς Ἡρακλῆς ἐνεχόμενος τῷ ἔρωτι τῆς Ἰόλης τὰ ἐν Οἰχαλίᾳ ἔπραξεν ἀφορμὴν τοῦ πολέμου μὴ ἔχων ἢ τὸν ἔρωτα μόνον.

<!-- 794 -->ξύναιμον ξυγγενές, ὅτι υἱοῦ πρὸς πατέρα γέγονε μάχη καὶ διαφορά.

<!-- 795 -->νικᾷ δʼ ἐναργὴς βλεφάρων ὅτι ὁρῶν τὴν παῖδα ὁ Αἵμων σπουδάζουσαν καὶ πάντα πράσσουσαν ὑπὲρ τοῦ ἀδελφοῦ ἥττων αὐτῆς γέγονεν· νικᾷ οὖν, φησίν, ὁ ἔρως τῆς νύμφης ὅς ἐστι πάρεδρος τῶν μεγάλων θεσμῶν ἐν ἀρχαῖς· τοῦτο δὲ εἶπεν ὅτι θαυμαστή τίς ἐστιν ἡ τοῦ ἱμέρου ἀρχὴ καὶ ὥσπερ νομισθεῖσα ἄνωθεν διὸ καὶ πάρεδρον αὐτήν φησι τῶν θεσμῶν.

<!-- 798 -->πάρεδρος ἐν ἀρχαῖς τινὲς παρέδρος Δωρικῶς ἀναγινώσκουσι κατʼ ἔλλειψιν τοῦ υ ἵνʼ ᾖ παρέδρους, λέγει δὲ τὸν Κρέοντα, νικᾷ δὲ ὁ φανερὸς ἵμερος τῶν βλεφάρων τῆς εὐλέκτρου νύμφης τὸν Κρέοντα, τὸν πάρεδρον ἐν ταῖς ἀρχαῖς τῶν μεγάλων θεσμῶν.

<!-- 799 -->ἄμαχος ἀκαταμάχητος.

ἐμπαίζει ἥδεται, χαίρει.

<!-- 801 -->οἷον δυνάμει παρακούομεν τοῦ ἄρχοντος δακρύοντες τὴν Ἀντιγόνην ἣν αὐτὸς κατεδίκασεν.

<!-- 804 -->τὸν παγκοίταν τὸν πάντας κοιμίζοντα.

θάλαμον τὸν θάλαμον τὸν ἐν τῷ τάφῳ.

<!-- 805 -->ἀνύτουσαν ἀνοίγουσαν ἢ τρέχουσαν καὶ πορευομένην.

<!-- 814 -->ἔγκληρον μέτοχον.

<!-- 815 -->ἐπινυμφίδιος—ὕμνος λείπει θύραις ἢ κοίταις.

<!-- 820 -->οὐ διὰ ξιφῶν τὸν μισθὸν τοῦ πλημμελήματος λαχοῦσα καὶ τὴν τιμωρίαν ἀλλὰ μετʼ ἐλευθερίας τεθνήξῃ ἰδίῳ καὶ καινῷ νόμῳ περὶ τὸ τέλος χρησαμένη οἷον οὔτε νοσήσασα οὔτε ἀναιρεθεῖσα ἐξελεύσῃ τοῦ βίου· ἢ ἀντὶ ἰδίοις αὑτῆς νόμοις χρησαμένη.

<!-- 822 -->θνητῶν ἤτοι πρὸς τὸν τρόπον τοῦ θανάτου ἢ πρὸς τὴν προαίρεσιν τοῦ ἐπιχειρήματος.

<!-- 823 -->ἤκουσα δὴ λυγροτάταν ἀντὶ τοῦ λυγροτάτως· ἢ τὴν λυγρὰ ὑπομείνασαν ἢ λυγρὰν καθὸ τὴν Λητὼ ὑβρίσαι τετόλμηκεν· τοῦτο δὲ ἔλαβεν πρὸς τὸ ὅμοιον τοῦ θανάτου ὅτι οὐδὲ ἡ Νιόβη ὑπό τινος ἀνῃρέθη.

<!-- 824 -->τὰν Φρυγίαν ξέναν τὴν Νιόβην.

<!-- 825 -->Σιπύλῳ Φρυγίας ὄρος.

<!-- 826 -->τὰν κισσὸς ὡς ἀτενής πολὺς καὶ ἐπιμήκης· ἢ ὁ μὴ ἀνατείνων εἰς ὕψος ἀλλʼ αὐτοῦ περιειλούμενος καὶ οὐχὶ ὑψηλός· ὁ δὲ νοῦς, ἣν ἐδάμασεν ἡ πέτρας βλάστησις ὡς κισσὸς περιβαλοῦσα αὐτήν· περιέφυσεν αὐτῇ, φησίν, ἡ πέτρα ὡς κισσὸς δένδρῳ.

ὁ μὴ εὐθὺς τετραμμένος ἀλλʼ εἰλιτενής.

<!-- 827 -->πετραία βλάστα δάμασεν ὅτι περιεκεκάλυπτο πανταχῇ τῇ πέτρᾳ.

<!-- 834 -->ἀλλὰ θεός τοι καὶ θεογεννής καρτερεῖν σε χρὴ ὡς καὶ ἡ Νιόβη ἐκαρτέρησεν καίτοι θειοτέρου γένους τυγχάνουσα· Ταντάλου γὰρ ἦν τοῦ Διός.

παραμυθούμενος αὐτὴν θεόν φησι τὴν Νιόβην.

<!-- 836 -->καί τοι φθιμένᾳ καίτοι σοὶ φθιμένῃ ἢ φθιμένῳ παντὶ μακαριστὸν ἂν εἴη τὸ τῆς αὐτῆς μοίρας τυχεῖν τοῖς ἰσοθέοις οἷον μακάριος ἂν εἴη ὅστις τοῖς ἰσοθέοις ὁμοίως ἐτελεύτησεν.

<!-- 837 -->ἔγκληρα κοινά, ὅμοια, τοῦ αὐτοῦ κλήρου καὶ τύχης.

<!-- 838 -->ὑφʼ ὑμῶν γελῶμαι ὅτι θεοῖς ἴσην με λέγετε.

<!-- 846 -->ἐπικτῶμαι γράφε ἐπιβοῶμαι.

<!-- 847 -->φίλων ἄκλαυτος οἷον μὴ οἰκτειρομένη παρὰ τῶν φίλων ἀπόλλυμαι.

<!-- 848 -->ἔρμα περίφραγμα.

<!-- 849 -->ποταινίου ἔστι μὲν προσφάτου θέλει δὲ εἰπεῖν καινοῦ καὶ παρεξηλλαγμένου.

<!-- 851 -->οὔτʼ ἐν βροτοῖσιν οὔτε ἐν ζῶσι διὰ τὸ εἶναι ἐν εἱρκτῇ οὔτε ἐν θανοῦσι διὰ τὸ ἔτι ἀναπνεῖν.

<!-- 852 -->θανοῦσιν λείπει σύνοικος.

<!-- 853 -->προβᾶσʼ ἐπʼ ἔσχατον θράσους προβᾶσα ἐπὶ τὸ τῆς δικαιοσύνης ἔσχατον βάθρον μετὰ θράσους βουλομένη τε ὅσιόν τι δρᾶν περὶ τὸν ἀδελφὸν τὰ ἐναντία πέπονθας· ἔπεσες γὰρ εἰς τὸ κενοτάφιον· τὸ δὲ ἑξῆς, προβᾶσα ὑψηλὸν εἰς δίκας βάθρον ἔπεσες ἐπʼ ἔσχατον θράσους ἐν τῷ παρακοῦσαι τῶν τοῦ ἄρχοντος προσταγμάτων.

<!-- 856 -->πατρῷον δʼ ἐκτίνεις ἢ τὰ ἡμαρτημένα τῷ Οἰδίποδι ἢ ὑπὲρ τῆς κατάρας τοῦ Οἰδίποδος ταῦτα πάσχεις· αὐτὴ γὰρ τὰ δίκαια προέθου ποιεῖν.

<!-- 857 -->ἐμοὶ μερίμνας ἢ τὸ τῆς μερίμνης μου.

<!-- 858 -->τριπόλιστον οἶτον πολλάκις ἀναπεπολημένον ἢ διάσημον καὶ πανταχοῦ ἀκουόμενον καὶ πολούμενον· ἢ τὸν πολλάκις ἐπελθόντα τῷ ἐμῷ οἴκῳ ἢ γένει.

λείπει εἰποῦσα.

<!-- 859 -->καὶ τῆς προτέρας ἡμῶν δυστυχίας.

<!-- 860 -->πότμου τύχης.

<!-- 861 -->Λαβδακίδαισιν ἀντὶ τοῦ Λαβδακιδῶν.

<!-- 864 -->κοιμήματʼ αὐτογέννητα καὶ συνουσίαι τοῦ πατρὸς αὐτογενεῖς ἢ συγγενικαὶ ὅτι ταύτῃ συνεκοιμήθη ἐξ ἧς γέγονεν· τὸ δὲ ἑξῆς κοιμήματα δυσμόρου μητρὸς ἐμῷ πατρὶ αὐτογέννητα, ὅτι ὁ αὐτὸς πατὴρ ἅμα καὶ παῖς ἦν.

<!-- 865 -->ἐμῷ πατρὶ λείπει γενόμενα.

<!-- 866 -->οἵων λείπει γονέων.

<!-- 867 -->πρὸς οὓς πρὸς τοὺς γονεῖς δῆλον ὅτι.

ἀραῖος ἐπικατάρατος διὰ τὰ ἐκείνων ἁμαρτήματα.

<!-- 869 -->δυσπότμων διὰ τὴν πρὸς τὸν Ἄδραστον ἐπιγαμίαν ἥτις αἰτία τοῦ πολέμου κατέστη.

<!-- 871 -->κατήναρές με τιμηθεὶς ὑπʼ ἐμοῦ.

<!-- 872 -->σέβειν μὲν εὐσέβειά τις οἱ τοῦ χοροῦ τὸ μὲν ἔργον τῆς παιδὸς ἐπαινοῦσιν οὐ μὴν δὲ θαρσοῦσιν καὶ τὴν γνώμην τοῦ βασιλέως διελέγχειν ὡς μοχθηράν· φησὶν οὖν ὅτι πέπρακται μὲν διʼ εὐσέβειαν τὸ ὑπὸ ταύτης ᾧ δὲ ἡ βασιλεία μέλει τούτῳ οὐκ ἔστι παραβατὴ ἡ ἀρχὴ ὅ ἐστι τὰ προστάγματα, παραβαίνουσι δὲ ὅσοι ἀρχόντων καταφρονοῦσιν.

εὐσεβὲς μὲν τὸ σέβειν τοὺς ἀποθανόντας.

<!-- 875 -->αὐτόγνωτος—ὀργὰ αὐθαίρετος καὶ ἰδιογνώμων τρόπος.

<!-- 879 -->λαμπάδος τοῦ ἡλίου.

<!-- 881 -->ἀδάκρυτον πολυδάκρυτον.

<!-- 883 -->ἆρʼ ἴστʼ ἀοιδὰς καὶ γόους πρὸς τοὺς ὑπηκόους τοῦτό φησιν ὁ Κρέων ὀργιζόμενος ὅτι μὴ θᾶττον αὐτὴν ἀπήγαγον πρὸς εἱρκτήν· ὁ δὲ λόγος, ἆρα ἴστε ὡς εἰ χρεῖʼ ᾖ λέγειν ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν οὐδέποτέ τις παύσαιτο; δεῖ οὖν ἐκ βίας ἕλκειν αὐτήν.

<!-- 887 -->εἴτε χρῇ θανεῖν εἰ χρῄζει καὶ θέλει· μετριάζειν δὲ προσποιεῖται τῇ κολάσει ὡς δηλοῖ καὶ τὸ ἡμεῖς γὰρ ἁγνοὶ τουτέστιν ἀκοινώνητοι τοῦ φόνου τούτου, φησί, διὰ τὸ μὴ χερσὶν αὐτὴν ἀνῃρηκέναι.

<!-- 889 -->ἡμεῖς γὰρ ἁγνοί τὸ κατὰ ταύτην τὴν κόρην ἁγνοὶ ἡμεῖς ἐσμεν καὶ οὐδὲν ἐναγὲς ἐπράξαμεν.

<!-- 890 -->μετοικίας δʼ οὖν τῆς ἄνω τοῦ μεθʼ ἡμῶν ἄνω οἰκεῖν.

<!-- 891 -->κατασκαφὴς κατεσκαμμένη, ὑπόγειος.

<!-- 892 -->ἀείφρουρος τῷ μὴ πρὸς καιρὸν εἶναι τὴν φρουρὰν ἀλλὰ διόλου.

<!-- 895 -->μακρῷ ἀντὶ τοῦ πολύ.

<!-- 897 -->ἐν ἐλπίσιν τρέφω ἐλπίζω ἀποθανοῦσα πάντας ἕξειν φίλους.

εὐεπίφορος ὁ Σοφοκλῆς εἰς τὸ τρέφω ἀντὶ τοῦ ἔχω.

<!-- 899 -->κασίγνητον κάρα ὦ Ἐτεόκλεις· ἑξῆς γὰρ τοῦ Πολυνείκους μετὰ οἴκτου μνημονεύει.

<!-- 904 -->παρὰ τοῖς καλῶς φρονοῦσι δοκῶ σε τετιμηκέναι ὥστε τοὺς συνετοὺς ἀποδέξασθαι τὰ ὑπʼ ἐμοῦ εἰς σὲ γενόμενα.

<!-- 907 -->ἂν ᾐρόμην ὑπέστην.

<!-- 908 -->τίνος νόμου ἀντὶ νομίσματος καὶ λογισμοῦ.

<!-- 913 -->τοιῷδε μέντοι κ. ἑ. τῷ τοιούτῳ νόμῳ ὃς ἀποδείκνυσι τὸ κατὰ τοὺς ἀδελφοὺς δίκαιον ὑπερέχειν ἁπάντων τιμήσασά σε ἔδοξα τῷ Κρέοντι ἁμαρτάνειν· διὰ τὴν ἔνδειξιν τῆς βίας αὐτοῦ.

<!-- 916 -->ἄγει με ἐμφαντικώτερον τὸ ἄγει· οὐ γὰρ εἶπεν ὅτι ἐκέλευσέν με ἀχθῆναι ἀλλʼ αὐτὸς ἄγει.

<!-- 918 -->οὔτε παιδείου τροφῆς οὔτε παῖδα θρέψασαν.

<!-- 921 -->δαιμόνων δίκην ἐπεὶ τὰ τοῦ Κρέοντος θνητοῦ ὄντος παρέβη.

<!-- 923 -->τίνʼ αὐδὰν ξυμμάχων λείπει καλεῖν.

<!-- 925 -->εἰ ταῦτα τοῖς θεοῖς ἀρέσκει παθόντες τὴν τιμωρίαν γνοίημεν τὴν ἁμαρτίαν.

<!-- 927 -->εἰ δʼ οἵδʼ ἁμαρτάνουσι ἐπὶ τὸν Κρέοντα ἡ ἀναφορά.

<!-- 928 -->ἐκδίκως ἔξω τοῦ δικαίου.

<!-- 929 -->ἔτι ἐν τῷ αὐτῷ κινήματι ἔοικεν ἡ παῖς εἶναι οἷον οὐκ ἐνδέδωκεν ὀδυρομένη.

<!-- 931 -->ἀντὶ τοῦ κλαύσονται οἱ ἄγοντες αὐτὴν ἐὰν ἔτι βραδύνωσιν.

<!-- 932 -->βραδυτῆτος ὕπερ διὰ τὸ ἐν αὐτῇ ἐμβραδύνειν.

<!-- 933 -->ἀπειληθέντες ὑπὸ τοῦ Κρέοντος οἱ ὑπήκοοι ἄξουσι λοιπὸν ἐπὶ θάνατον.

<!-- 935 -->οὐ παραμυθοῦμαί σε θαρρεῖν ὡς μὴ κεκυρωμένου σοι τοῦ ἀποθανεῖν· τοῦτο δέ φησιν ὡς οὐκ ἐνδιδοὺς ἵνα μὴ ὑπονοήσῃ ἐκείνη μεταπεπεικέναι αὐτὸν δακρύουσα· ἢ ὁ χορὸς λέγει ὡς τοῦ Κρέοντος μὴ μεταπεισθέντος.

<!-- 937 -->λοιπὸν πρὸς βίαν αὐτὴν ἄγουσι τὰ πρῶτα ἐλεοῦντες καὶ αἰδούμενοι.

<!-- 940 -->οἱ κοιρανίδαι κοίρανοι· τοῖς ἀπὸ τοῦ χοροῦ φησιν· εἰώθασι γὰρ οὐ μόνον τοὺς βασιλεῖς ἀλλὰ καὶ τοὺς ἐνδόξους τῶν πολιτῶν οὕτω καλεῖν· ἢ πρὸς τὸν Κρέοντα ἠθικῶς ἂν αὐτὸν εἰς συμμαχίαν προκαλουμένη ἢ πρὸς τοὺς πάλαι βασιλέας τοὺς προγόνους αὐτῆς.

<!-- 941 -->τὴν βασιλίδα τὴν βασίλειαν.

<!-- 943 -->σεβίσασα τιμήσασα.

<!-- 944 -->ἔτλα καὶ Δανάας οἷον καὶ ἡ Δανάη ἔτλη μὴ εἶναι ἐν φωτὶ ἀλλʼ ἐν σκότῳ ἐπεὶ καὶ αὐτὴ ἐν χαλκῷ οἴκῳ ἐκέκρυπτο.

<!-- 946 -->κρυπτομένα δʼ ἐν τυμβήρει κατεκλείσθη ὑπὸ τὴν κιβωτόν· ἢ ὑπὸ τὸν ζυγὸν τῆς ἀνάγκης ἦλθεν καὶ τῆς εἱμαρμένης ἢ κατεζεύχθη συνελθοῦσα τῷ Διί.

<!-- 949 -->ταμιεύεσκε ἀντὶ τοῦ ἐν αὑτῇ εἶχεν τὰς γονὰς τοῦ Διὸς ὅ ἐστιν ἔγκυος ἦν.

<!-- 951 -->μοιριδία εἱμαρμένη.

<!-- 952 -->οὔτʼ ἄν νιν ὄμβρος οὔτʼ Ἄρης Ἄρης νῦν ὁ πόλεμος· καὶ γὰρ οὗτος κατὰ μοῖραν ἐγείρεται· βούλεται δὲ εἰπεῖν ὅτι οὔτε τὰ ἐν οὐρανῷ οὔτε τὰ ἐν τῇ γῇ οὔτε τὰ ἐν τῇ θαλάττῃ πραττόμενα παρὰ μοῖραν γίνεται.

νιν αὐτήν, τὴν μοῖραν.

<!-- 955 -->ζεύχθη δʼ ὀξυχόλως τὸ ἑξῆς, ζεύχθη πετρώδει κατάφρακτος ἐν δεσμῷ· μὴ οὕτω δὲ αὐτὸ λάβωμεν ὅτι καὶ ἡ Ἀντιγόνη ἀσεβὴς οὖσα πέπονθεν ὅπερ ὁ ἀσεβὴς Λυκοῦργος ἀλλʼ ἁπλῶς τῇ παραθέσει τῶν ὁμοίων δυστυχιῶν παραμυθεῖται τὴν κόρην· τὸν δεσμὸν δὲ τῆς ἀμπέλου πετρώδη εἶπεν ἀντὶ τοῦ τὸν ἰσχυρόν.

<!-- 956 -->κερτομίοις ὀργαῖς διὰ τὰς κερτομίους ὀργάς.

<!-- 958 -->πετρώδει—δεσμῷ τῷ στερεῷ δεσμῷ τῆς ἀμπέλου.

<!-- 959 -->οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει οὕτω καὶ τοῦ Λυκούργου ἀπὸ τῆς μανίας ὀργὴ ἀποβαίνει· μένος γὰρ ἡ ὀργή· ἀνθηρὸν δὲ τὸ ἀκμαῖον καὶ ἀνθοῦν ἐν κακοῖς.

δεινὸν ἀντὶ τοῦ πολύ.

<!-- 960 -->μένος μανία.

κεῖνος ἐπέγνω τὸ ἑξῆς, κεῖνος ἐπέγνω τὸν θεὸν ἐν κερτομίοις γλώσσης μανίαις ψαύων.

<!-- 963 -->ἐνθέους γυναῖκας τὰς θεολήπτους Βάκχας.

<!-- 964 -->εὔιόν τε πῦρ τὸ ὑπὸ τῶν Βακχῶν αἰρόμενον ἐν ταῖς Διονυσιακαῖς δᾳδουχίαις.

<!-- 965 -->φιλαύλους τʼ ἠρέθιζε Μούσας κακολογῶν αὐτὰς ἠρέθιζεν κατʼ αὐτοῦ· λέγει οὖν, ἐτάρασσε καὶ ἐσκόρπιζε τὰς τῶν αὐλῶν ᾠδάς· ἢ οὕτως, τὰς Μούσας τὰς περὶ τὸν Διόνυσον ἐχλεύαζεν τουτέστι τοὺς ὕμνους ἢ τοὺς λόγους· τινὲς δέ φασιν ὅτι καὶ τὰς Μούσας ὕβρισεν.

<!-- 966 -->παρὰ δὲ κυανέων πελάγεων ἀντὶ τοῦ παρὰ δὲ τοῖς κυανέοις πελάγεσι τῆς διδύμης θαλάττης γέγονεν ἐμφύλια κακὰ περὶ τοὺς Φινείδας· κυανέοις δὲ πελάγεσιν εἶπεν τοῖς ὑπὸ τῶν Κυανέων πετρῶν περιεχομένοις· διδύμας δὲ ἁλὸς ἢ διὰ τὸ διαχωρίζεσθαι ὑπʼ αὐτῶν τὴν θάλασσαν ἢ διὰ τὸ συνιέναι αὐτὰς καὶ ἑνοῦσθαι διδύμους αὐτάς φησιν.

<!-- 968 -->ἀκταὶ Βοσπόριαι αἱ ὑπὸ τοῦ Βοσπόρου τοῦ πελάγους περιεχόμεναι.

<!-- 969 -->ἠδʼ ὁ Θρῃκῶν | Σαλμυδησσός ὁ Θρᾳκικὸς Σαλμυδησσός· πέλαγος δέ ἐστι δυσχείμερον περὶ Θρᾴκην· Αἰσχύλος

  
Σαλμυδησσία γνάθος  
  
ἐχθρόξενος ναύτῃσι μητρυιὰ νεῶν.  

<!-- 970 -->ἵνʼ ὅν.

ἵνʼ ἀγχίπολις Ἄρης παρὰ γὰρ Θρᾳξὶ τιμᾶται ὁ Ἄρης ὡς καὶ ὁ ποιητὴς

  
τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον·  
τὸ δὲ ἵνα τοῖς ἄνω συνάπτεται, ἵνα ἀκταὶ Βοσπόριαι καὶ οὐδὲν λείπει· ὅσοι δὲ γράφουσιν ὃν Ἄρης περιττὸν λαμβάνουσι τὸ ὄνομα.

<!-- 971 -->δισσοῖσι Φινείδαις τῶν δισσῶν Φινειδῶν, Πληξίππου καὶ Πανδίονος ἢ Τηρύμβα καὶ Ἀσπόνδου.

<!-- 973 -->τὸ ἑξῆς, τυφλωθὲν ὀμμάτων κύκλοις.

<!-- 974 -->ἀλαστόροισιν τοῖς ἄλαστα πεπονθόσιν ἢ τοῖς δυστυχέσι κύκλοις τῶν ὀμμάτων.

<!-- 975 -->ἀραχθὲν ἀντὶ τοῦ τυφλωθέν.

ἀραχθὲν ἐγχέων ἀραχθὲν αἱματηραῖς χείρεσσιν ὑπʼ ἐγχέων καὶ κερκίδων ἀκμαῖς τουτέστι γυναικείαις.

<!-- 976 -->ἀκμαῖσιν ὀξύτησι.

<!-- 978 -->μελέαν πάθαν ὅτι τελευτήσασα ἀφῆκεν αὐτοὺς ὑπὸ μητρυιάν· ἢ ὅτι αὐτὴ αὐτοὺς ἐξετύφλωσεν.

<!-- 980 -->ἀνύμφευτον γονάν κακόνυμφον γονὴν ὅτι ἐπὶ κακῷ νυμφευθεῖσα δυστυχεῖς αὐτοὺς ἔτεκεν· ἢ τὴν ἀνύμφευτον ἑαυτῶν κοινωνίαν οἷον τῆς πρὸς γυναῖκας συνουσίας ἄπειροι ὄντες.

<!-- 981 -->ἃ δὲ σπέρμα μὲν ἀρχαιογόνων Βορέας κῆδος συνῆψε τοῖς Ἀθηναίοις ἁρπάσας Ὠρείθυιαν τὴν Ἐρεχθέως ἐξ ἧς ἔσχεν Ζήτην καὶ Κάλαϊν καὶ Κλεοπάτραν· ταύτην ὁ Φινεὺς ἔγημεν ἐξ ἧς αὐτῷ δύο παῖδες ἐγένοντο Πλήξιππος καὶ Πανδίων, κατὰ δέ τινας Τηρύμβας καὶ Ἄσπονδος· μετὰ δὲ τὸν Κλεοπάτρας θάνατον ἐπέγημεν Ἰδαίαν τὴν Δαρδάνου, κατὰ δέ τινας Εἰδοθέαν τὴν Κάδμου ἀδελφὴν ἧς καὶ αὐτὸς Σοφοκλῆς μνημονεύει ἐν Τυμπανισταῖς· ἥτις ἐξ ἐπιβουλῆς τυφλώσασα τοὺς τῆς Κλεοπάτρας παῖδας ἐν τάφῳ καθεῖρξεν, ὡς δέ τινές φασιν ὅτι κατεψεύσατο αὐτῶν ἅτε δὴ πειρασάντων αὐτὴν ἐφʼ οἷς ἀπατηθεὶς ὁ Φινεὺς ἀμφοτέρους τυφλοῖ· ταῦτα δὲ ἱστορεῖ Ἀπολλόδωρος ἐν τῇ Βιβλιοθήκῃ· τινὲς δὲ ἱστοροῦσιν ὅτι περιοῦσαν τὴν Κλεοπάτραν ὁ Φινεὺς ἐκβέβληκεν καὶ τὴν Ἰδαίαν ἐπέγημεν, ἡ δὲ ὀργισθεῖσα τοὺς ἑαυτῆς ἐτύφλωσεν παῖδας.

Βορέου γὰρ καὶ Ὠρειθυίας τῆς Ἐρεχθέως ἦν ἡ Κλεοπάτρα.

<!-- 982 -->Ἐρεχθειδᾶν τῶν Ἀθηναίων.

<!-- 985 -->ἅμιππος ταχεῖα, ἴσον ἵππῳ δυναμένη τρέχειν· εἰ δὲ γράφεται ἁμίπποις πρὸς τὸ θυέλλαις, τράφη θυέλλῃσιν ἁμίπποις ταῖς ἐξισουμέναις ἵπποις ὡς καὶ Ὅμηρος

  
θείειν δʼ ἀνέμοισιν ὁμοῖοι.  

πάγου ὑψηλοῦ ὄρους καὶ ἀκρωρείας.

<!-- 986 -->ἀλλὰ κἀπʼ ἐκείνᾳ ἀλλὰ καὶ κατʼ ἐκείνης, τῆς θυγατρὸς Βορέου τῆς ἐξ Ἐρεχθειδῶν γεγονυίας ἐνέσκηψαν αἱ πολυχρόνιοι Μοῖραι καὶ μεγάλα δυστυχῆσαι αὐτὴν πεποιήκασιν· ἢ μεγάλαι δυστυχίαι καὶ ἐπʼ ἐκείνῃ, τῇ Κλεοπάτρᾳ, ἦλθον.

<!-- 987 -->μακραίωνες ἀθάνατοι καὶ πολυχρόνιοι· ἔσχον δὲ ἐπέσχον, ἐπετέθησαν, ἐπεβάρησαν.

<!-- 988 -->καὶ νῦν ἄνακτάς φησι τοὺς ἀπὸ τοῦ χοροῦ ἐντίμους.

<!-- 989 -->τοῖς τυφλοῖσι γὰρ κ. ἑ. ἡ ὁδὸς τοῦ τυφλοῦ μετʼ ἄλλου ἐστίν.

<!-- 993 -->οἷον οὐδὲ τὴν ἀρχὴν τῆς σῆς κατωλιγώρουν μαντείας.

<!-- 997 -->τὸ σὸν—στόμα ἀντὶ τὸν σὸν λόγον.

<!-- 999 -->Θᾶκος, τόπος οὕτω καλούμενος.

<!-- 1000 -->λιμήν ὅρμος καὶ ἕδρα ὅπου πάντα τὰ ὄρνεα προσέρχονται.

<!-- 1001 -->κακῷ ἐπὶ κακῷ.

<!-- 1002 -->βεβαρβαρωμένῳ ἑρμηνευθῆναι μὴ δυναμένῳ ἀλλὰ ἀσαφεῖ.

<!-- 1003 -->χηλαῖσιν τοῖς ὄνυξι.

φοναῖς ταῖς αἱμακτικαῖς.

<!-- 1005 -->ἀντὶ τοῦ ἀπεπειρώμην τῆς διὰ πυρὸς μαντείας.

<!-- 1008 -->μυδῶσα δίυγρος οὖσα ἡ καῦσις· κηκὶς δὲ ἡ ἀνάδοσις ἐνταῦθα, κυρίως δὲ ἡ λιγνὺς τοῦ καπνοῦ ἡ ἀπὸ τῶν καιομένων γινομένη.

<!-- 1009 -->τύφειν ἐστὶ τὸ ἠρέμα ὑποσμύχειν· ἀνέπτυε δὲ ἀνέβαλλε τὰ μηρία ἐκ τοῦ λίπους.

κἀνέπτυε ἀνέβαλλεν.

<!-- 1010 -->καταρρυεῖς καταρρεόμενοι, καθυγραινόμενοι ἐκ τοῦ λίπους τῆς καλυπτούσης αὐτοὺς πιμελῆς ἐξέπιπτον.

<!-- 1012 -->παιδὸς τοῦδʼ τοῦ ὁδηγοῦντος.

<!-- 1013 -->φθίνοντʼ ἢ φθοροποιὰ ἢ διὰ τοῦ πυρὸς ἀσήμως φθειρόμενα.

<!-- 1016 -->ἐσχάραι αἱ ἑστίαι.

παντελεῖς αἱ τὰ τέλεια τῶν ἱερείων δεχόμεναι ἢ ὅλαι ἢ διʼ ὧν πάντα τελειοῦται.

<!-- 1017 -->ἀντὶ τοῦ οἱ κύνες καὶ οἱ ὄρνιθες διασπάσαντες τὸ τοῦ Πολυνείκους σῶμα ἐπὶ τοὺς βωμοὺς ἐκόμισαν καὶ οὕτως ἐμόλυναν ἅπαντας.

<!-- 1019 -->θυστάδας λιτὰς τὰς διὰ θυσιῶν γινομένας λιτάς.

<!-- 1021 -->ἀπορροιβδεῖ ἀπηχεῖ, ἀφίησιν.

<!-- 1022 -->βεβρῶτες ἀπὸ τοῦ ἑνικοῦ ἐπὶ τὸ πληθυντικὸν μετέβη.

<!-- 1023 -->γνωμολογία.

<!-- 1027 -->ἀκεῖται ἰᾶται, θεραπεύει.

ἀκίνητος ἀμετάθετος.

<!-- 1028 -->διὰ τὴν αὐθάδειαν εἰς σκαιότητα πίπτουσιν οἱ ἄνθρωποι.

<!-- 1030 -->καὶ Ὅμηρος

κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.

<!-- 1033 -->ἀποπειρᾶσθέ μου ὡς τοξόται σκοποῦ.

<!-- 1034 -->ἀνδρὸς τοῦδε ἀντὶ ἐμοῦ.

<!-- 1035 -->ὑμῖν ὑφʼ ὑμῶν τῶν μάντεων καὶ τῶν συγγενῶν.

<!-- 1036 -->ἐξημπόλημαι πεπραγμάτευμαι, ἀνεμπόλητος μὴ πεπραγματευμένος· καὶ Ὅμηρος

  
οἵ τε πρηκτῆρες ἔασιν·  
ἢ πέπραμαι.

κἀμπεφόρτισμαι προδέδομαι, φόρτος γεγένημαι·

  
ἐποιήσαντό με φόρτον  
Καλλίμαχος.

<!-- 1037 -->τὸν πρὸς Σάρδεων ἤλεκτρον Σάρδεις πόλις Λυδίας παρακειμένη τῷ χρυσοφόρῳ Πακτωλῷ· ἀντὶ τοῦ εἴ τι βούλεσθε εἰς χρήματα νεῦον δέχεσθε· τὸν γὰρ Πολυνείκη οὐ θάψετε.

<!-- 1044 -->ἀμίαντον γὰρ τὸ θεῖον.

<!-- 1049 -->ποῖον τοῦτο πάγκοινον τῷ βίῳ κοινόν, ἐπεὶ εἶπεν ἆρʼ οἶδεν ἀνθρώπων τις καὶ καθόλου ἔλαβεν. πᾶσι κοινὸν καὶ φανερόν.

<!-- 1052 -->τῆς νόσου τῆς ἀβουλίας.

<!-- 1057 -->οἶδας, φησί, βασιλέας ὑβρίζων;

<!-- 1060 -->τὰ ἄρρητά με δημοσιεύειν ἀνακινεῖς.

<!-- 1062 -->οὕτω νομίζεις, ὅτι ἐπὶ κέρδεσι λέγω;

<!-- 1063 -->ἐμπολήσων ἐξαπατήσων.

<!-- 1064 -->μὴ πολλοὺς ἡλίου δρόμους τελέσων ὅ ἐστιν ἡμέρας· ἁμιλλητῆρας δὲ τοὺς ἀλλήλους διαδεχομένους, τροχοὺς δὲ ἀντὶ τοῦ κύκλους, δρόμους, τελῶν δὲ ἀντὶ τοῦ τελέσων· ἴσθι, φησίν, οὐ πολλοὺς δρόμους ἡλίου τελέσων.

<!-- 1068 -->ἔχεις—βαλών ἀντὶ τοῦ ἔβαλες.

<!-- 1069 -->ψυχὴν τὴν τῆς Ἀντιγόνης.

<!-- 1071 -->ἀνόσιον μὴ τυχόντα τῶν ὁσίων νῦν.

<!-- 1072 -->ὧν οὔτε σοὶ μέτεστιν κ. ἑ. ἐξουσία δέδοται, λέγει δὲ τῶν νεκρῶν· ἐκ σοῦ δὲ βιάζονται καὶ οἱ ἄνω θεοὶ ἔχειν αὐτὸν ἄταφον.

<!-- 1074 -->ὑστεροφθόροι αἱ ὕστερον μέλλουσαι βλάψαι· καὶ τὸ λοχῶσι γὰρ τὴν οὐ παραχρῆμα ἀλλὰ τὴν ἐς ὕστερον ἀψοφητὶ τιμωρίαν δηλοῖ· τὸ ἀρσενικὸν δὲ ἀντὶ τοῦ θηλυκοῦ ἔταξεν ὡς καὶ τὸ

  
σωτῆρι τύχῃ.  

<!-- 1077 -->κατηργυρωμένος ἀργύρῳ πεισθείς.

<!-- 1078 -->φανεῖ δείξει.

χρόνου τριβή ἀντὶ τοῦ ἀναβολή.

<!-- 1079 -->ἀνδρῶν γυναικῶν λείπει ὁ καί, καὶ γυναικῶν.

<!-- 1080 -->ἢ Θηβαίοις ἐχθραὶ ἢ τοῖς θεοῖς· αἱ πόλεις δέ, φησίν, ὧν ἄρχεις ἐπαναστήσονταί σοι.

<!-- 1081 -->καθήγισαν μετὰ ἄγους ἐκόμισαν.

<!-- 1083 -->ἑστιοῦχον ἐς πόλιν τὴν ἔχουσαν ἑστίαν καὶ βωμούς.

ἀντὶ τοῦ ἐπὶ τὴν ἑστίαν τῆς πόλεως.

<!-- 1084 -->τοιαῦτα κατὰ τῆς καρδίας σου τοξεύματα ἀφῆκα μετὰ θυμοῦ· ἢ τῷ θυμῷ τῆς καρδίας σου· λείπει δὲ ἡ κατά.

<!-- 1086 -->θάλπος τὴν δριμύτητα, τὸν ἐμπρησμόν, τὸν ἰόν· θάλπος γὰρ τὸ καῦμα, ἐκ μεταφορᾶς δὲ τῶν ἑρπετῶν· ἐκεῖνα γὰρ θερμαινόμενα τὸν ἰὸν ἀφίησι διὸ καὶ ἐν θέρει μᾶλλον ἰσχύουσιν.

<!-- 1092 -->ἀντὶ τοῦ ἀπὸ νεότητος ἄχρι γήρως.

<!-- 1094 -->λακεῖν φθέγξασθαι.

<!-- 1096 -->τὸ μὲν ὑποχωρεῖν δεινὸν τὸ δὲ ἀντιστάντα βλαβῆναι ........

<!-- 1103 -->συντέμνουσι συντόμως κατακόπτουσι καὶ βλάπτουσι.

<!-- 1105 -->μόγις μεθίσταμαι τῆς προτέρας γνώμης.

<!-- 1106 -->δυσμαχητέον περιττεύει τὸ δυς.

<!-- 1107 -->δρᾶ ἀντὶ τοῦ δρᾶσον.

<!-- 1110 -->ἐπόψιον φανερὸν διὰ τὸ ὕψος, φησὶ δὲ τὸν τάφον.

<!-- 1111 -->δοκήσει μετεστράφην.

<!-- 1113 -->δέδοικα, φησί, μὴ οὐκ ἔστι καλὸν τὸ νομοθετεῖν καινὰ ἀλλʼ ἄριστόν ἐστι τὸ πείθεσθαι τοῖς ἀρχαίοις νόμοις.

<!-- 1115 -->πολυώνυμε ὦ Διόνυσε· οἱ μὲν γὰρ Βάκχον οἱ δὲ Ἴακχον οἱ δὲ Λυαῖον οἱ δὲ Εὔιον οἱ δὲ Διθύραμβον αὐτὸν καλοῦσιν.

<!-- 1119 -->Ἰταλίαν διὰ τὸ πολυάμπελον τῆς χώρας.

<!-- 1120 -->παγκοίνοις ἐν οἷς πάντες συνάγονται διὰ τὰς πανηγύρεις· ἢ διὰ τὸν τὴν θεὸν πάντας τρέφειν ἢ ὅτι κοινὰ τὰ μυστήρια Δήμητρος καὶ Διονύσου.

<!-- 1121 -->κόλποις ἀντὶ τοῦ πεδίοις.

Βακχεῦ Βακχᾶν τῶν Βακχῶν Βακχευτά.

<!-- 1122 -->μητρόπολιν τὴν πόλιν τῆς μητρός σου.

<!-- 1124 -->παρὰ τὸν τόπον ἐν ᾧ ἐσπάρησαν οἱ ὀδόντες τοῦ δράκοντος.

<!-- 1126 -->σὲ ὁρᾷ ὁ λαμπρὸς καπνὸς ἀντὶ τοῦ σοὶ θυσίαι κατὰ Παρνασσὸν γίνονται· ἢ παρʼ ὅσον αὐτόματον πῦρ ἐκεῖσε ἀναδίδοται.

διλόφου πέτρας τοῦ Παρνασσοῦ· τοιοῦτο γάρ ἐστι τὸ ὄρος.

<!-- 1127 -->στέροψ ἡ λαμπρά.

<!-- 1128 -->Κωρύκιαι αἱ Παρνασσίδες· Κωρύκιον γὰρ ἄντρον ἐν Παρνασσῷ.

<!-- 1130 -->Κασταλίας πηγὴ ἐν Παρνασσῷ.

<!-- 1131 -->Νύσσα Φωκίδος ὄρος· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Νύσσαι.

<!-- 1132 -->κισσήρεις κισσοφόροι.

<!-- 1133 -->χλωρά τʼ ἀκτὰ ἢ τὸ ἐν Εὐβοίᾳ φησὶν ἄλσος ἢ τὸ ἐν Παρνασσῷ· ἐν ἀμφοτέροις γὰρ τοῖς τόποις ἡ ἄμπελος ἣ καθʼ ἑκάστην ἡμέραν περὶ μὲν τὴν ἕω βότρυας φέρει περὶ δὲ τὴν μεσημβρίαν ὄμφακας, ἐτρυγᾶτο δὲ πεπανθεῖσα περὶ τὴν ἑσπέραν.

<!-- 1135 -->εὐαζόντων ὑμνούντων, μετὰ εὐφημίας εὐοῖ λεγόντων ὅς ἐστιν ὕμνος Διονύσου.

<!-- 1136 -->ἐπισκοποῦντʼ ἀγυιὰς γράφε ἐπισκοποῦντα γυίας.

<!-- 1137 -->τὰν ἥν.

<!-- 1139 -->κεραυνίᾳ κεραυνοβλήτῳ.

<!-- 1142 -->μολεῖν λείπει θέλησον· ἢ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.

<!-- 1143 -->Παρνησίαν | ὑπὲρ κλιτὺν ἀντὶ Παρνησίας ἀπὸ κλιτύος.

<!-- 1145 -->ἢ στονόεντα πορθμόν ἢ στονόεντος διὰ πορθμοῦ· καὶ ὁ ποιητὴς

  
ὁ δʼ ἔστενεν οἴδματι θύων·  
στονόεντα δὲ τὸν ἠχώδη διὰ τὰ κύματα· πορθμὸν δὲ ἔνιοι τὸν ἀπʼ Εὐβοίας εἰς Βοιωτίαν, οἱ δὲ τὴν Σικελικὴν θάλασσαν.

οἷον διὰ γῆς ἢ διʼ ὑγρᾶς.

<!-- 1146 -->ἰὼ πῦρ πνεόντων | χοραγέ τῶν πυρπνόων ἄστρων χορηγέ· καὶ γὰρ αἰθέριος τιμᾶται ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις φησὶν αὐτὸν ἐν αἰθέρι κατοικεῖν. ἄλλως: χοραγὲ τὸν χορὸν ἄγων· ἢ τῶν ἄστρων χορηγέ· κατὰ γάρ τινα μυστικὸν λόγον τῶν ἀστέρων ἐστὶ χορηγός.

<!-- 1147 -->καὶ νυχίων | φθεγμάτων τῶν ἐν νυκτὶ εὐφημιῶν καὶ ὕμνων· ἐν νυκτὶ γὰρ αἱ Διονυσιακαὶ χορεῖαι γίνονται ὅθεν καὶ νυκτέλιος· καὶ Εὐριπίδης

  
νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος.  

<!-- 1151 -->περιπόλοις ταῖς ἱερείαις, ταῖς σαῖς ἀκολούθοις· καὶ ἐν Νάξῳ γὰρ τιμᾶται ὅτι ἐκεῖ τῇ Ἀριάδνῃ συνεγένετο.

<!-- 1152 -->αἵ σε λείπει ἡ περὶ ἵνʼ ᾖ αἵτινες περὶ σέ.

<!-- 1156 -->οὐκ ἔσθʼ ὁποῖον στάντα ὁπωσδήποτε βεβιωκότα εἴτε καλῶς εἴτε ἐναντίως.

<!-- 1158 -->καταρρέπει πίπτει· καταβάλλει· γράφε δὲ καταρρέπει ὅ ἐστι πίπτειν ποιεῖ.

<!-- 1161 -->ὡς ἐμοὶ λείπει ἐδόκει.

<!-- 1165 -->ἀφεῖται ἀπολέλυται, ἀπόλλυται.

ἡ μεταφορὰ ἀπὸ τῶν παιζόντων τοῖς κύβοις ἢ ἀπὸ τῶν ἁλιέων· βόλος γὰρ ἡ τοῦ δικτύου ἄφεσις.

<!-- 1166 -->προδῶσιν ἀπολέσωσιν.

οὐ τίθημʼ ἐγώ οὐ τίθημι, φησίν, ἐν τοῖς ζῶσιν τὸν τοιοῦτον οἷον οὐ νομίζω ζῆν ἐκεῖνον τὸν ἄνδρα ὃν ἂν προδῶσιν αἱ ἡδοναί.

<!-- 1169 -->ζῆ ἀντὶ τοῦ ζῆθι προστακτικῶς.

<!-- 1170 -->οὐδʼ ἂν ἀχρήστου τινὸς πριαίμην τὰ ὑπόλοιπα.

<!-- 1173 -->τούτοις δὲ τοῦ θανεῖν αἴτιοι ἐγένοντο οἱ ζῶντες.

<!-- 1176 -->χ.

τὸ χ ὅτι ἐρωτᾷ

  
πότερα πατρῴας ἢ πρὸς οἰκείας χερὸς  
ἀκούσας ἤδη ὅτι αὐτόχειρ ἀπέθανεν.

<!-- 1180 -->Εὐρυδίκην Ἡσίοδος Ἡνιόχην αὐτὴν καλεῖ ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἡνιόχην.

ὁμοῦ ἐγγύς.

<!-- 1182 -->κλύουσα παιδὸς λείπει ἡ περί.

τύχῃ ὅ ἐστιν ἐκ τύχης.

<!-- 1185 -->εὐγμάτων προσήγορος διʼ εὐχῶν προσαγορεύουσα.

<!-- 1186 -->ἀνασπαστοῦ δυσχερῶς ἀνασπωμένης καὶ ἀνοιγομένης.

<!-- 1189 -->κἀποπλήσσομαι ἐκπλήττομαι.

<!-- 1193 -->παρήσω παραλιμπάνω.

<!-- 1194 -->μαλθάσσοιμʼ ἀπατήσαιμι.

<!-- 1195 -->γνώμη.

<!-- 1197 -->νηλεὲς ἐλέους μὴ τυχόν.

<!-- 1199 -->καὶ τὸν μὲν πρὸς τὸ ἑξῆς, καὶ τὸν μὲν λούσαντες.

ἐνοδίαν θεὸν τὴν Ἑκάτην ἢ τὴν Περσεφόνην.

<!-- 1202 -->θαλλοῖς ξύλοις.

συγκατῄθομεν συγκατεκαίομεν.

<!-- 1203 -->ὀρθόκρανον ὑψηλόν.

<!-- 1205 -->νυμφεῖον τὸν νυμφῶνα.

<!-- 1207 -->ἀκτέριστον τὸν κακοκτέριστον τῆς Ἀντιγόνης τόπον· ἢ τὸν μὴ δεξάμενον ἐντάφια.

<!-- 1208 -->μολὼν μαθών.

<!-- 1209 -->τὰ κακὰ σύμβολα τῆς βοῆς περιστοιχίζεται.

<!-- 1215 -->ἴτʼ ἆσσον προσέλθετε.

<!-- 1216 -->ἁρμὸν χώματος λιθοσπαδῆ τὴν ἐκ λίθων ἁρμονίαν τοῦ τάφου ἢ τὸ ὑψηλὸν μέρος τοῦ χώματος τὸ ἡρμοσμένον λίθοις.

ὡς λίθου ἀποσπασθέντος ὅπως εἰσέλθῃ ὁ Αἵμων· ἢ ὑμεῖς ἀποσπάσαντες ἀθρήσατε.

<!-- 1218 -->ἢ θεοῖσι κλέπτομαι ἢ ἀπατῶμαι ὑπὸ θεῶν.

<!-- 1220 -->ἠθροῦμεν ἐθεωροῦμεν.

<!-- 1222 -->μιτρώδη βρόχον ὅστις ἦν αὐτῇ ζώνη.

σινδόνος ἀπὸ σινδόνος.

καθημμένην τὸν τράχηλον δεδεμένην.

<!-- 1232 -->πτύσας προσώπῳ οἷον ἀποστραφεὶς καὶ σκυθρωπάσας καὶ ἐκ τοῦ προσώπου καταμεμψάμενος, οὐ κυρίως προσπτύσας τῷ πατρὶ ὡς καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ φαμὲν κατέπτυσεν αὐτοῦ ὅ ἐστι κατεφρόνησεν τῶν λόγων αὐτοῦ· οὐχ εἷλκεν δὲ τὸ ξίφος κατὰ τοῦ πατρὸς ὥσπερ ᾤετο· εἶπεν γὰρ ἄνω

  
ἡ δʼ οὖν θανεῖται καὶ θανοῦσʼ ὀλεῖ τινα·  
ὁ ἄγγελος δὲ οὕτω νομίζων ἀπαγγέλλει.

<!-- 1233 -->διπλοῦς κνώδοντας ἀντὶ τοῦ διπλᾶς ἀκμάς· ἄμφηκες γὰρ τὸ ξίφος· κνώδων δὲ τὸ ὀξὺ τοῦ ξίφους παρὰ τὸ καίνειν τοῖς ὀδοῦσι.

<!-- 1236 -->τὸ ἔγχος οἱ τραγικοὶ καὶ ἐπὶ ξίφους λαμβάνουσιν.

<!-- 1239 -->φοινίου σταλάγματος τὴν πνοὴν τοῦ φοινίου σταλάγματος ἐκβάλλει τῇ λευκῇ αὐτῆς παρειᾷ ὅ ἐστιν αἷμα ἐξέπνευσεν.

<!-- 1240 -->τὰ νυμφικὰ | τέλη τοὺς γὰρ γαμοῦντας τελείους ἐκάλουν.

<!-- 1246 -->νομίζω αὐτὴν μὴ βούλεσθαι δημοσίᾳ θρηνεῖν ἀλλʼ ἐν τῷ οἰκήματι μετὰ τῶν θεραπαινίδων.

<!-- 1250 -->οὐκ ἀνόητος, φησίν, ὑπάρχει ὥστε δημοσίᾳ ὀδύρεσθαι· ἁμαρτάνειν δὲ λέγει νῦν τὸ ἐμφανῶς θρηνεῖν.

<!-- 1253 -->ἀλλʼ ἔσω ἀπελθόντες μαθησόμεθα μή τι καὶ μανιῶδες κρύφα βουλεύεται ἀνελεῖν ἑαυτὴν πειρωμένη.

<!-- 1257 -->ἐφήκει ἀντὶ τοῦ ἥκει.

<!-- 1258 -->μνῆμα τὸν νεκρόν.

<!-- 1259 -->οὐ διʼ ἄλλον ἀποθανόντα, οὐκ ἐξ ἄλλου νεκρωθέντα.

<!-- 1262 -->θανατόεντʼ θανάτου ἄξια ἢ θανάτου αἴτια.

<!-- 1265 -->ἄνολβα ἀνωφέλητα.

<!-- 1266 -->νέᾳ ἡλικίᾳ καὶ καινοπρεπεῖ θανάτῳ τετελεύτηκας.

<!-- 1270 -->ἰδεῖν γράφε ἔχειν.

<!-- 1274 -->ἀγρίαις ὁδοῖς ἀγρίαις ὁρμαῖς.

<!-- 1275 -->τὴν χαρὰν λὰξ πατήσας.

λακπάτητον τὴν μεθʼ ὕβρεως ἀπωθουμένην ἢ τὴν μεγάλως καταπατουμένην.

<!-- 1279 -->τὰ μὲν πρὸ χειρῶν τάδε φέρων ὡς τοῦ Κρέοντος τὸν παῖδα βαστάζοντος.

<!-- 1282 -->παμμήτωρ ἡ κατὰ πάντα μήτηρ· ἐμφαντικῶς δὲ εἶπεν ὅτι καὶ μέχρι θανάτου μήτηρ ἐδείχθη μὴ ἑλομένη ζῆν μετὰ τὸν τοῦ παιδὸς θάνατον.

<!-- 1286 -->κακάγγελτα κακὴν ἀπαγγελίαν ἔχοντα.

<!-- 1288 -->ἐπεξειργάσω ἐπέσφαξας.

<!-- 1291 -->σφάγιον— | γυναικεῖον—μόρον τὸν ἀπὸ σφαγῆς τῆς γυναικὸς μόρον.

ἐπʼ ὀλέθρῳ τοῦ Αἵμονος.

<!-- 1293 -->ἐγκέκλεισται ἡ γυνή.

<!-- 1298 -->τάδʼ ἐναντία γράφε τόνδʼ ἔναντα.

<!-- 1301 -->ὀξύθηκτος ὀξεῖαν λαβοῦσα πληγήν.

βωμία πέριξ ὡς ἱερεῖον περὶ τὸν βωμὸν ἐσφάγη· παρὰ τὸν βωμὸν προπετής.

<!-- 1302 -->λύει κελαινὰ βλέφαρα ἀπόλλυται.

<!-- 1303 -->τοῦ πρὶν θανόντος Μεγαρέως κ. ἑ. ὡς αὐτῆς προγαμηθείσης Μεγαρεῖ τινι πρὸ τοῦ Κρέοντος· οἱ δέ φασι τοῦ Μενοικέως τοῦ ἀποσφάξαντος ἑαυτόν· πρότερον γὰρ Μεγαρεὺς ἐκαλεῖτο· ἐν δὲ τῷ τυράννῳ Οἰδίποδι καὶ αὐτὸς Μενοικέα αὐτὸν καλεῖ.

<!-- 1305 -->ἐφυμνήσασα καταρασαμένη σοι ὡς παιδοκτόνῳ.

<!-- 1307 -->ἀνέπταν ἐσείσθην, ἐταράχθην.

<!-- 1308 -->ἀνταίαν γράφε καιρίαν.

<!-- 1312 -->τῶνδε κἀκείνων τοῦ τὴν γυναῖκα καὶ τὸν υἱὸν ἀποθανεῖν.

<!-- 1313 -->πρὸς τῆς θανούσης κ. ἑ. κακῶς ἐλέγου πρὸς τελευτώσης αὐτῆς· ἐνομίζου, ἐπεγράφου.

<!-- 1314 -->τίνι τρόπῳ, φησίν, ἐλύετο καὶ ἐφέρετο εἰς φονάς; ἀντὶ τοῦ ποίῳ τρόπῳ εἰς φόνον ἔπεσεν;

ἐν φοναῖς εἰς φονάς.

<!-- 1317 -->οὐδεὶς ἀνθρώπων ταῦτα ἐπὶ ἄλλον ἀπὸ τῆς ἐμῆς αἰτίας μεθαρμόσει ὅ ἐστι τοῦ σοῦ φόνου οὐδεὶς ἂν εἴποι ἕτερον τῶν ἀνθρώπων αἴτιον ἀλλʼ ἐμέ.

<!-- 1325 -->τὸν οὐκ ὄντα ὅλως, μᾶλλον δὲ μηδένα.

<!-- 1326 -->κέρδη παραινεῖς εἴ τι κέρδος κέρδος μεταφωνεῖς τὸν θάνατον· παρὰ τούτου γὰρ τὰ κράτιστα ἀπαλλάσσεται καὶ βράχιστα γίνεται τουτέστιν ἐλάχιστα· ἐν δὲ τῷ ὑπομνήματι οὕτω, τὰ μικρὰ τῶν κακῶν λυσιτελέστερά ἐστιν ὡς ἂν κακὰ ἢ οὕτω, τὰ ἐν ποσὶ κακὰ ἂν ἐλάχιστα ᾖ κράτιστά ἐστιν ἢ οὕτω, βραχέα γὰρ τὰ κακὰ ἐάν τις ἀναχωρῇ· τὸ γὰρ ταχέως φεύγειν τὰ ἐν ποσὶ κακὰ κράτιστόν ἐστι.

<!-- 1328 -->βράχιστα γράφε κράτιστα.

κράτιστα γράφε βράχιστα.

<!-- 1329 -->ὁ ἐμὸς θάνατος ὁ μείζων τούτων τῶν κακῶν.

<!-- 1330 -->τερμίαν τῆς τελευτῆς παρασκευαστικήν· τέρμα γὰρ τὸ τέλος.

<!-- 1334 -->μέλλοντα δεύτερα.

<!-- 1335 -->ὅτοισι τοῖς θεοῖς.

<!-- 1336 -->ὧν βούλομαι τυχεῖν ταῦτα ηὐξάμην.

<!-- 1341 -->σέ τʼ αὐτὰν τὴν Εὐρυδίκην.

<!-- 1344 -->πάντα γὰρ | λέχρια πλάγια καὶ πεπτωκότα, τὰ μὲν ἐν χερσὶ τὰ δὲ ἐπὶ τῇ κεφαλῇ.

<!-- 1347 -->δυσκόμιστος ἀφόρητος.

<!-- 1348 -->πολλῷ τὸ φρονεῖν τὸ καλῶς φρονεῖν πρῶτόν ἐστιν εὐδαιμονίας καὶ τοῖς ἀνθρώποις ἐξοχώτατον.

<!-- 1350 -->αἱ μεγαλορρημονίαι τῶν ὑπερηφάνων τιμωρίας μεγίστας τοῖς κεκτημένοις ἐπάγουσαι τελευταῖον διδάσκουσι τὸ φρονεῖν· καὶ ὁ ποιητὴς

  
ῥεχθὲν δέ τε νήπιος ἔγνω.  

<!-- 1351 -->ὅτι διαφέρει τῆς Εὐριπίδου Ἀντιγόνης αὕτη ὅτι φωραθεῖσα ἐκείνη διὰ τὸν Αἵμονος ἔρωτα ἐξεδόθη πρὸς γάμον, ἐνταῦθα δὲ τοὐναντίον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ycy-afd`.
