---
title: "Scholia and Glosses on Oppian's Halieutica"
author: Scholia on Oppian
eul_wid: xse-aa
eul_aid: xse
canonical: "https://eulogikon.org/works/scholia-oppian-halieutica-xse-aa"
lang: grc
content_hash: "sha256:b0292064bd64b886d874c87e086adeac2549494ecfe0888479ac93b728113d35"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia and Glosses on Oppian's Halieutica

**Author:** Scholia on Oppian

**eul_wid:** `xse-aa` · [HTML page](https://eulogikon.org/works/scholia-oppian-halieutica-xse-aa)

## Text

## Book 1 <!-- part -->

<!-- 1 -->

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΥ ΟΠΠΙΑΝΟΥ ΤΑ ΑΛΙΕΥΤΙΚΑ.

<!-- 1 -->

  
Ἐνθάδε πάντων ἰχθύων πάντα γένη,  
  
Ὁ γράψας οὗτος καὶ συναθροίσας τοῖς νέοις  
  
Μόχθον δʼ ἔδωκε καὶ κόπον τοῦ μανθάνειν.  

ΠΕΡΙΟΧΗ ΑΛΙΕΥΤΙΚΩΝ.

Διαλαμβάνει ἐν μὲν τῷ πρώτῳ τῶν ἁλιευτικῶν μετὰ τὸ προοίμιον περὶ συγκρίσεως κυνηγετῶν καὶ ἰξευτῶν πρὸς ἁλιέας, περὶ τῶν ἰχθύων, ποῖοι καὶ ποῦ νέμονται, γενικῶς, εἰδικῶς δὲ περὶ σκάρου, πομπίλου, ἐχενηΐδος, ἀστάκου, καρκινάδων, ναυτίλου, κητῶν καὶ δελφίνων, περὶ φιλότητος καὶ γάμων τῶν ἰχθύων, περὶ τῆς κινήσεως εἰς Εὔξεινον πόντον, περὶ τῆς ἐνταῦθα παιδοποιΐας καὶ ὠοτοκίας καὶ παιδεύσεως τῶν γεννωμένων.

Ἐν τῷ δευτέρῳ δὲ μετὰ τὸ προοίμιον περὶ νάρκης, βατράχου, σηπίας, καρίδων καὶ λάβρακος, περὶ βοὸς, καρκίνου, πίννης, ἡμεροκοίτου, ἐχίνων, πολυπόδων, καὶ καράβου, καὶ μυραίνης, περὶ σκολοπένδρας, ἰουλίδων, κωβιοῦ, τρυγόνος, καὶ ξιφίου, καὶ θύννου, περὶ δελφίνων καὶ ἀμιῶν, περὶ κεστρέως καὶ σκάρου.

Ἐν τῷ τρίτῳ δὲ, ὅτι παρʼ Ἑρμοῦ τὴν ἄγραν ἐδιδάχθη, καὶ ὁποῖον δεῖ ἁλιέα εἶναι, καὶ ποῖος ὁ καιρὸς τῆς θήρας, περὶ δικτύων, καὶ πανουργίας ἰχθύων, περὶ κεστρέως, σφυραίνης, λάβρακος, μορμύλου, ὀρκύνων, ἀμιῶν, νάρκης, σηπιῶν, τευθίδων, ἀνθιέων, καλλίχθυος, κανθάρου, σπάρου, ἀδμώων, τρισσῶν, σαλπῶν, τρίγλης, μελανούρων, ξιφίου, σκόμβρου, ῥαφίδων, θύννων, καὶ συνοδόντων.

Ἐν τῷ τετάρτῳ δὲ περὶ τῶν ὑπʼ ἔρωτος ἁλισκομένων, σκάρου, κεφάλων, σηπιῶν, κοσσύφων, κιχλῶν, γαλεῶν, πολυπόδων, σαργῶν, ἱππούρων, πομπίλων, τευθίδων, ἐγχελύων, ἐγγραυλῶν, πηλαμύδων, καὶ σκιαίνης.

Ἐν τῷ πέμπτῳ δὲ περὶ συγκρίσεως χερσαίων καὶ θαλασσίων θηρίων, περὶ κητῶν ἄγρας καὶ ἡγήτορος αὐτῶν, περὶ λάμνης, φώκης, ἐγχέλυος, δελφῖνος, ὀστρακοδέρμων, πορφυρῶν καὶ σπογγῶν.

ΣΤΙΧΟΙ ΤΟΥ ΤΖΕΤΖΟΥ.

  
Χρησάμενος, παῖ, τῷ λογικῷ δικτύῳ,  
  
Ἐξ Ὀππιανοῦ τοῦ βυθοῦ τῶν χαρίτων  
  
Ἄγραν λόγων πάγκαλον ἀνείλκυσά σοι.  
  
Ἐγὼ γὰρ, ἵνα μὴ πάθῃς ἀηδίαν,  
  
Λαμπρὰν κατεσκεύασα τὴν πανδαισίαν.  
  
Ἐκ νουθετημάτων γὰρ ὡς ἀρτυμάτων  
  
Ἄνωθεν αὐτὴν κατὰ πάντων σοὶ φέρω.  

Διὰ τί οἱ ἰχθύες κατὰ κεφαλῆς ποιοῦνται τὴν κίνησιν; Ἰστέον ὅτι τοῖς ἰχθύσι τὸ ὀξὺ τῆς καρδίας πρὸς τῇ κεφαλῇ εἶσιν· διὸ καὶ κατὰ τῆς κεφαλῆς ποιοῦνται τὴν κίνησιν, τοῖς δὲ τετράποσι ζώοις πρὸς τῷ στήθει· διὸ καὶ κατὰ στῆθος πορεύονται, ἡμῖν δὲ πρὸς τοῖς δεξιοῖς μέρεσι, διʼ ὅ τι, ὅπερ εἶπον, τῷ δεξιῷ καὶ τῷ ἀριστερῷ κινουμένων τῶν χειρῶν καὶ τῶν ποδῶν, κινούμεθα καὶ ἡμεῖς, ὥστε καὶ οἱ ἰχθύες τῇ δεξιᾷ καὶ ἀριστερᾷ πτέρυγι κινοῦνται· ὥσπερ οὖν εἴ τις κόψειε κῶλόν τινος, οὐκ ἂν ὁ κολοβωθεὶς τὸ μέρος ἐκεῖνο τοῦ σώματος κινηθῇ, οὕτω καὶ, εἴ τις τὰς πτέρυγας τῶν ἰχθύων ἀφέλοιτο, ἀκινήτους τούτους ἐργάσαιτο.

Τέτταρά εἰσι τὰ χαρακτηρίζοντα τὸν κυρίως ποιητήν· μέτρον ἡρωϊκὸν, μῦθος ἀλληγορικὸς, ἱστορία παλαιὰ, καὶ ποιὰ λέξις· ποιηταὶ μὲν κυρίως κατʼ ἐξοχήν εἰσι πέντε· Ὅμηρος ὁ πολὺς, Ἡσίοδος, Ἀντίμαχος, Πείσανδρος καὶ Πανύασις· πολλοὶ μέν εἰσι ποιηταί· οἱ μὲν γὰρ τραγικοὶ, οἱ δὲ κωμικοὶ, οἱ δὲ λυρικοὶ, οἱ δὲ διθυραμβικοὶ, οἱ δὲ σατυρικοὶ, οἱ δὲ μονῳδοὶ, οἱ δʼ ἐποποιοὶ, ὡς ὁ Ὀππιανός.

ΕΙΣ ΤΟ Α.

<!-- 1.1 -->Ἔθνεά τοι· ἰωνικὸν καὶ δωρικόν. πλήθη· ἔθνη. ἔθνεα· τὸ πλῆθος καὶ αἱ κατὰ γένος ἰδιάζουσαι τῶν ἀνθρώπων διαφοραὶ, καὶ ἐπὶ μὲν τοῦ πλήθους

  
ἠΰτε ἔθνεά εἰσι μελισσάων.  
ἐπὶ δὲ γένους

  
μυρία ἔθνεα  
Διὰ τί εἶπεν ἔθνεα, καὶ οὐκ εἶπε πλήθη ἢ φῦλα; διὰ τὸ γινώσκειν, τὰ θαλάσσια ζῶα ἄλληλα ἐσθίοντα δίκην ἐθνῶν. Ἔθνεα τοὺς ἰχθύας εἶπεν διὰ τὸ, ὥσπερ τὰ ἔθνη, ἄλλοσε καὶ ἄλλοσε κατοικεῖν, οἱ μὲν ἐν αἰγιαλοῖς, οἱ δʼ ἐν Πόντῳ, καὶ ἄλλοι ἐν Προπόντιδι, καὶ ἁπλῶς οἳ καθʼ ἕκαστον ἴδιον τόπον πρὸς οἴκησιν ἔχουσιν. Ἔθνη εἶπε, καὶ οὐ πλήθη ἢ φῦλα διὰ τὸ γινώσκειν τὰ θαλάσσια ζῶα ἄλληλα ἐσθίοντα δίκην ἐθνῶν, ἢ διὰ τὸ ἄλλοσε καὶ ἄλλοσε κατοικοῦντα, ὥσπερ καὶ τὰ ἔθνη. ἔθνος δʼ ἐτυμολογεῖται ἀπὸ τοῦ ἔθος νέον εἶναι. Ἔθνος ἡ ἰδιάζουσα διαφορά. ἔθνος· τὰ πλήθη ἅτινα ἔχουσι διαφορὰν πρὸς ἄλληλα.

<!-- 1.1bis -->Πόντοιο· πόντου δωρικῶς, ἰωνικῶς. Πόντος παρὰ τὸ πένω, τὸ ἐνεργῶ, ἀφʼ οὗ καὶ πόνος καὶ πόντος, καθʼ ὃν πεπόνηται περὶ τὸν πλοῦτον τὸ τῶν ἀνθρώπων γένος· ἢ ἀπὸ τοῦ πνέω πνότος, καὶ μεταθέσει τοῦ ν πόντος, ὁ τοῖς ἀνέμοις καταπνεόμενος τόπος. πόντος παρὰ τὸ πένω τὸ ἐνεργῶ πόνος καὶ πόντος, ἐν ᾧ πονεῖ τις διὰ πλοῦτον, ἢ ἀπὸ τοῦ πνέω κατὰ μετάθεσιν.

<!-- 1.1ter -->Πολυσπερέας· εἰς πολλοὺς τόπους διεσπαρμένας, ἐπὶ πολλὰ μέρη διεσπαρμένας, καὶ τὰς διεσπαρμένας, τὰς ἐν διαφόροις τόποις ἐσπαρμένας.

<!-- 1.1quat -->Φάλαγγας· Φάλαγξ ἡ περιεκτικὴ ρκʹ, λεγεὼν ἑξακισχιλίους. Φάλαγγες κυρίως ἐπὶ τῶν ὁπλιτῶν, οἱονεὶ πέλαγγές τινες οὖσαι, παρὰ τὸ πέλας ὅ ἐστι ἐγγὺς ἀλλήλων ἵστασθαι, ἢ ἀπὸ τοῦ πάλλω τὸ κινῶ καὶ τοῦ ἐγγὺς, οἱ συντριβόμενοι ἀλλήλοις. φάλαγγες λέγεται καὶ τὰ τῶν δακτύλων ἄρθρα, ἔνιοι δέ φασι καὶ στρογγύλα τινὰ ξύλα, καὶ τῆς νεὼς ἡ διαβάθρα, καὶ ὁ ἀράχνης, ὃ φαλάγγιον λέγουσι. φάλαγξ τὸ ἐκ πλειόνων λέξεων ὁπλιτινὸν πλῆθος. φάλαγξ καὶ τὰ τῶν δακτύλων ἄρθρα, εἰσὶ δὲ καὶ στρογγύλα ξύλα φάλαγγες καὶ ἡ τῆς νεὼς διαβάθρα. καὶ οἱ κόρακες παρʼ Ἀττικοῖς φαλάγγια λέγονται. φάλαγγας· τάξεις.

<!-- 1.2 -->Νεπόδων· ἰχθύων, ἐστερημένα ποδῶν.

<!-- 1.2bis -->Πλωτόν· πλεόμενον· ὥσπερ ἀπὸ τοῦ λέγω λόγος, οὕτω καὶ ἀπὸ τοῦ πλέω πλόος πλοΐζω καὶ ἐκτάσει ἀττικῇ τοῦ ο εἰς ω μέγα πλωΐζω καὶ ἐξ αὐτοῦ πλωτόν.

<!-- 1.2ter -->Ἀμφιτρίτης· θαλάσσης. Ἀμφιτρίτη κατʼ ἐτυμολογίαν ἡ θάλασσα, καὶ γράφεται ἰῶτα, καὶ ὤφειλε γράφεσθαι διὰ διφθόγγου ὡς ἀπὸ τῆς ἐτυμολογίας· ἢ γὰρ παρὰ τὸ ὀρεῖν, ὅ ἐστι παραῤῥεόμενον, ἢ παρὰ τὸ τρεῖν, τουτέστι φόβον ἐμποιεῖν ἀμφοτέρωθεν· καὶ πῶς οὐ γράφεται διὰ διφθόγγου, ἀλλὰ γράφεται διὰ τοῦ ι; τὰ γὰρ εἰς τη λήγοντα θετικὰ βαρύτονα ὑπὲρ μίαν συλλαβὴν ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι, οἷον μελέτη, Ἀμφιτρίτη καὶ Ἀφροδίτη, καθιστόρησαν δὲ παρὰ τὸ συγκοιμηθῆναι τὸν Ποσειδῶνά τινι Νηρηΐδι οὕτω καλουμένῃ Ἀμφιτρίτῃ.

<!-- 1.3 -->Ἐξερέω· λέξω, εἴπω. ὕπατον κράτος· περίφρασις. ὕπατον· ἔξοχον· ἀπὸ τοῦ ὑπέρτατος γίνεται ὕπατος.

<!-- 1.4 -->Κυματόεσσαν χύσιν· ἀντὶ τοῦ τὴν θάλασσαν. ἔχει· οἰκεῖ, κατοικεῖ, κατοικοῦσιν. χύσιν· ῥεῦσιν. ᾗχι· ὅπου· ἰστέον ὅτι ᾗχι τὸ γινόμενον ἐπεκτάσει τῆς χι συλλαβῆς· ὡς τοίνυν ᾗχι, οἱ Δωριεῖς ᾇχι λέγουσι διὰ τοῦ ἀ.

<!-- 1.5 -->Ἐννέμεται· βόσκεται, τρέφεται, βόσκονται. διερούς· διΰγρους. διεροὶ ἀπὸ τοῦ διαίνω τὸ βρέχω, ὡς μιαίνω μιαρός καὶ τροπῇ τοῦ α εἰς ε διερός. γαμούς· γάμος παρὰ τὸ δαμῶ τὸ δαμάζω δάμος καὶ γάμος, ὁ δαμαστικὸς τῶν θηλειῶν, ὅθεν καὶ Ὅμηρος τὰς παρθένους ἀδαμάστους καλεῖ. γενέθλας· γενέσεις.

<!-- 1.6 -->Βίον· διαγωγὴν, ζωήν. βίον ἰχθυόεντα· ἤγουν τὴν ζωὴν τῶν ἰχθύων. ἰχθυόεντα· τῶν ἰχθύων. ἔχθεα· μίση, τὰς ἔχθρας. Μῖσος τὸ μῖ ι δηλονότι ἀπὸ τοῦ μισῶ, μῦσος δὲ τὸ ἁμάρτημα ἀπὸ τοῦ μύω τὸ καμμύω· καὶ γὰρ ὁ ἰδὼν ἁμάρτημα αἰσχρὸν μύει. φιλότητας· φιλίας, ἀγάπας.

<!-- 1.7 -->Βουλάς· μηχανάς. ἁλίης· ἁλίας, ἁλιευτικῆς. πολύτροπα· πολυμήχανα· πολύτροπα τὰ ἐπὶ πολὺ τρέπειν δυνάμενα τὴν διάνοιαν, ἢ τὰ ἐπὶ πολὺ τέρπειν δυνάμενα. δήνεα τὰ βουλεύματα, μήδεά τινα ὄντα καὶ τροπῇ τοῦ μ εἰς δ καὶ ἐν ὑπερθέσει τοῦ ν δήνεα· θεσσαλικὸν, ὡς Ἀπολλώνιος.

<!-- 1.8 -->Κερδαλέης· πανούργου· ἀπὸ τοῦ κερδὼ ἡ ἀλώπηξ, ἢ ἐπικερδοῦς παρὰ τὸ κέρδος. ἐπʼ ἰχθύσι· κατʼ ἰχθύων. μητίσαντο· ἐβουλεύσαντο, παρὰ τὸ μητίω· μῆτις ἡ βουλὴ καὶ ἐξ αὐτοῦ μητίω, ὡς κόνις κονίω.

<!-- 1.9 -->Ἀφράστοις· ἀδήλοις, πολλοῖς καὶ μὴ νοηθῆναι δυναμένοις, ἀπερινοήτοις, ἀῤῥήτοις. ἀΐδηλον· ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ἴδω τὸ βλέπω, ἀείδελον δʼ ἀπὸ τοῦ α καὶ τοῦ εἴδω τὸ γινώσκω. ἀΐδηλον· τὸ μὴ φαινόμενον. ἐπιπλώουσι· πλέουσι. θάλασσα παρὰ τὸ σάλον ἐμποιεῖν, ἢ παρὰ τὸ θᾶσσον εἶναι θανάτου θάνασσα καὶ θάλασσα.

<!-- 1.10 -->Τολμηρῇ κραδίῃ· ὑπερβατὸν κατὰ λέξιν. τολμηρᾷ κραδίᾳ· ἐν. ἔδρακον· μετάθεσις· ἐνόησαν, εἶδον, ἰωνικῶς, οἱ ἄνθρωποι. οὐκ ἐπίοπτα· οὐ φανερὰ, ἀθέατα, ἄθεα.

<!-- 1.11 -->Βένθεα· βάθη τῆς θαλάττης, βάθη, ἰωνικόν· ὥσπερ ἀπὸ τοῦ πάθος πένθος, οὕτω καὶ ἀπὸ τοῦ βάθος βένθος. τέχνῃσι· μηχαναῖς, διὰ τῶν τεχνῶν. διὰ μέτρα δάσαντο· ὑπερβατόν. δάσαντο· ἔμαθον, ἐμέρισαν.

<!-- 1.12 -->Δαιμόνιοι· εὐδαίμονες· εἰ μὲν οὐδὲν στίξεις τὸ δάσαντο, ἐστὶ τὸ δαιμόνιοι ἀντὶ τοῦ εὐδαίμονες· εἰ δὲ στίξεις, ἐστὶν ἀντὶ τοῦ δυστυχεῖς, καὶ λαμβάνεται ἐκτὸς τὸ εἰσίν. δαιμόνιοι· ἐμπειρότατοι, δυστυχεῖς· δαιμόνιοι μέση λέξις, ποτὲ μὲν ἐπὶ κακοῦ λαμβανομένη, ποτὲ δʼ ἐπὶ ἀγαθοῦ. Αἱ πᾶσαι ἄγραι τρεῖς εἰσιν, ἡ μὲν ἀγρεύουσα τὰ ἔνυδρα, ἡ δὲ τὰ ἀέρια, ἡ δὲ τὰ ἐπίγεια, καὶ ἡ μὲν τὰ ἔνυγρα θηρεύουσα καλεῖται ἁλιευτικὴ, ἡ δὲ τὰ ἀέρια ἰξευτικὴ, ἡ δὲ τὰ ἐπίγεια κυνηγετική· ἐν μὲν οὖν τῷ προοιμίῳ τοῦ ποιήματος παραβάλλει τὴν ἁλιευτικὴν τέχνην καὶ τὰς λοιπὰς δύο καὶ ἀποδείκνυσιν αὐτὴν χαλεπωτέραν πασῶν. χλούνην· τὸν χοῖρον ἐν τῇ χλόῃ εὐναζόμενον, χοῖρον ἄγριον, σύγκρισις, χοῖρον, ὁ ἐν τῇ χλόῃ εὐναζόμενος, ἢ τὸν ἐν τῇ χλόῃ νέοντα. ἠδὲ καί· ἐκ παραλλήλου· τὸ ἠδὲ ἀττικῶς μὲν διὰ τοῦ η, ἰωνικῶς δὲ διὰ τοῦ ι. ἄρκτον· καὶ ἄρκον· παρὰ τὸ ἀρκῶ ἄρκος καὶ ἄρκτος ἡ ἐπαρκῶσα ἑαυτὴν, ἢ παρὰ τὸ κατὰ τὸν χειμῶνα ἀρκεῖσθαι καὶ διαζῇν χωρὶς τῆς εἰσίκτου τροφῆς, λέγουσι δʼ ὅτι τὸν χειμῶνα περιλείχει τὰ πέλματα τῶν ποδῶν αὐτῆς καὶ ἐπαρκεῖται ὅλον τὸν χειμῶνα.

<!-- 1.13 -->Θηρητήρ· κυνηγέτης, κυνηγός. ὁράα· ὁρᾷ, κατʼ ἐπέκτασιν αἰολικήν. ἀντιόωντα· τὸν χοῖρον· ἐπένθεσις τοῦ ο καὶ τοῦ τόνου ἀναβιβασμός· ἀντιῶντα γάρ ἐστι τὸ συνῃρημένον. ἀντιόωντα· ἐξ ἐναντίας ἐρχόμενον· ὁμώνυμος ἡ λέξις· ὅτε γὰρ δηλοῖ τὸ ἀντιλαμβάνεται, συντάσσεται αἰτιατικῇ, ὅτε δὲ τὸ ἀπαντᾷν, μετὰ γενικῆς. δοκεύει· ἐπιτηρεῖ, βλέπει, διανοεῖται, ἐστὶ δὲ καὶ ἀντὶ τοῦ δέχεται, καταστοχάζεται.

<!-- 1.14 -->Ἀμφαδίην· φανερῶς, ἀναφανδόν. ἕκαθεν· μακρόθεν, ἀπομακρόθεν, πόῤῥωθεν. βαλεῖν· τρῶσαι. σχεδόθεν· ἐκ τοῦ σύνεγγυς, ἐκ τοῦ πλησίον· τὸ βαλεῖν κυρίως ἀπὸ μακρόθεν, τὸ δὲ δαμάσαι ἐκ τοῦ σύνεγγυς. δαμάσαι· τρῶσαι, νεκρῶσαι.

<!-- 1.15 -->Ἄμφω· ἄθροισις, ὁμοῦ· ἐπίῤῥημά ἐστιν ὀνομαστικὸν σχηματιζόμενον κατὰ δυϊκὴν πτῶσιν. ἀσφαλέως· ἀκινδύνως, συνεκδοχή. γαίης ἔπι· ἀναστροφή. θήρ τε καὶ ἀνήρ· μερισμὸς, ἀόριστον καὶ ὡρισμένον.

<!-- 1.16 -->Μάρνανται· μάχονται, συζυγίας βʹ τῶν πλειόνων· ἐκ τοῦ μαρνῶ μάρνημι καὶ τὸ παθητικὸν μάρναμαι, τὸ δὲ μαρνῶ ἐκ τοῦ μὰρ ἡ χείρ· ἢ παρὰ τὸ μαργῶ τὸ μαίνομαι· οἱ γὰρ μαχόμενοι μαινομένοις ἐοίκασιν. μάρναμαι κυρίως διὰ χειρὸς μάχομαι· μάρνη γὰρ ἡ χείρ. σκύλακες· οἱ μικροὶ τῇ ἰδέᾳ. συνέμποροι· συνοδοιπόροι, συμπορευόμενοι, συνακόλουθοι. ἡγεμονῆες· ὁδηγοὶ, πρόοδοι, προηγούμενοι τὰ θηρία ὑποδεικνύουσιν.

<!-- 1.17 -->Κνώδαλα· τὰ θηρία, τὰ ὑπὸ τῶν κυνῶν ἁλισκόμενα· κνώδαλα λέγονται καὶ τὰ χερσαῖα ζῶα τὰ ὑπὸ τῶν κυνῶν ἁλισκόμενα καὶ τὰ ἐναέρια ἢ πτηνὰ ἀπὸ τοῦ κνώσσειν καὶ κοιμᾶσθαι ἐν τοῖς δαλοῖς ἢ κλάδοις τῶν δένδρων, καὶ τὰ θαλάσσια ἀπὸ τοῦ κινεῖσθαι ἐν τῇ ἁλί. κνώδαλα πτηνά. Κνώδαλα σημαίνει τρία, τὰ χερσαῖα, τὰ θαλάσσια καὶ τὰ πτηνά· τὰ μὲν χερσαῖα διὰ τὸ ἁλίσκεσθαι ὑπὸ τῶν κυνῶν κυνόδαλα καὶ κνώδαλα, τὰ πτηνὰ ἀπὸ τοῦ κνώσσειν ἐν τοῖς δάλοις καὶ τοῖς συνδένδροις τόποις· κνώδαλα τὰ θαλάσσια παρὰ τὸ κινεῖσθαι διὰ τῆς ... ἰθύνουσιν· ὁδηγοῦσιν, εὐθυποροῦσιν, ὀρθῶς ἄγουσιν, ἐξάγουσιν. ἄνακτας· αὐτῶν δεσπότας, οἰκοδεσπότας. Ἄναξ σημαίνει τρία, τὸν βασιλέα, τὸν ἄρχοντα καὶ τὸν οἰκοδεσπότην, ἐτυμολογεῖται δὲ παρὰ τὸ ἀνακῶς, ἤως ἐπιμελῶς διακεῖσθαι πρὸς τοὺς ὑπʼ αὐτόν.

<!-- 1.18 -->Εὐνήν· κοίτην. Εὐνὴ σημαίνει τρία, τὴν κοίτην, τὴν ἄγκυραν καὶ τὴν διατριβήν· τὴν κοίτην, ὡς τὸ εὕδω τὸ κοιμῶμαι εὑδίνη καὶ συγκοπῇ εὐνή· τὴν ἄγκυραν τῆς νηὸς ἀπὸ τοῦ εὐνάζειν καὶ ἐν ἡσύχῳ ποιεῖν τὴν ναῦν, ὡς τό

  
ἐκ δʼ εὐνὰς ἔβαλον.  
καὶ τὴν διατριβὴν, ὡς τό

  
ὅθι πού φασιν ἔμμεναι εὐνάς.  
ἀρηγόνες· βοηθοί.

<!-- 1.19 -->Τοῖς· τούτοις, κυνηγοῖς, τοῖς ἐπὶ τῇ ἠπείρῳ. δέος· φόβημα. ὀπώρη· τὸ θέρος, ὀπωρινή.

<!-- 1.20 -->Φλέγμα· καῦμα, κάκωσιν, ἤγουν φλεγμονὴν καὶ καύσωνα. ἐπακτήρων· κυνηγῶν, κυνηγετούντων ἀπὸ τοῦ ἐπάγειν ἄτην. ἀλεωραί· καταφυγαὶ, ἀναπαύσεις· ἀπὸ τοῦ ἀλέα ἡ θερμασία γίνεται ῥῆμα ἀλέω καὶ ἀλεύω τὸ φεύγω, κυρίως δὲ τὸ ἀπὸ ψύχους εἰς θέρμην καταφεῦγον.

<!-- 1.21 -->Λόχμαι· δειράδες, σκιεροὶ τόποι φαλαγγώδεις, σύνδενδροι τόποι· λόχμαι παρὰ τὸ λοχᾷν ἐν αὐτῷ τουτέστι ἐνεδρεύειν· ἔστιν οὖν λόχη καὶ πλεονασμῷ τοῦ μ λόχμη. δειράδες· ἐξοχαὶ, ὀρῶν ἐξοχαὶ, ἀετήρια.

<!-- 1.22 -->Αὐτορόφου· αὐτόματον ἐχούσης τὴν ὀροφὴν καὶ τὸ στέγος, αὐτοσκευάστου, αὐτοκατασκευάστου. τιταινόμενοι· ἐξαπλούμενοι καὶ ἐξερχόμενοι, συρόμενοι, φερόμενοι, ἰωνικῶς, ἐκτάδην ῥέοντες καὶ ἐξαπλούμενοι. κατʼ ὄρεσφι· κατὰ τὸ ὄρος. ὄρεσφι· καὶ τοῖς ὄρεσιν.

<!-- 1.23 -->Ἀργυρέοι· λευκοὶ, καθαροὶ παρὰ τὸ ἀργὸν, ὃ σημαίνει τὸ λαμπρὸν καὶ λευκόν· καὶ γὰρ καὶ οἱ ποιηταὶ τὰ λευκὰ πάντα οὕτω καλοῦσι παρὰ τὸ τάχιον τοὺς ὁρῶντας ὀρέγεσθαι ποιεῖν, τοῦτο δὲ παρὰ τὸ ἀγλαὸν καὶ μεταθέσει ἀλγόν καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ἀργόν. ἄκος· θεραπεία ἀπὸ τοῦ ἀκὴ ἡ ὀξύτης τοῦ βέλους ἀπὸ μεταφορᾶς τῶν ἰατρῶν τῶν κοπτόντων τὰ σεσημμένα μέλη τῶν πληγῶν μετὰ τοῦ σιδήρου.

<!-- 1.24 -->Ἀέναοι· ἀεὶ νάοντες, διηνεκεῖς, ἀείῤῥυτοι. ταμίαι· φύλακες, δοτῆρες. Ταμίας ἀπὸ τοῦ τετιμῆσθαι αὐτοῦ τὴν ἐξουσίαν, ἢ παρὰ τὸ τέμνειν αὐτὸν καὶ ἀπομερίζειν τοῖς ἄλλοις. ταμίαι· διοὰ παροχεῖς. παρὰ δὲ χλοάουσι ῥεέθροις· ὑπερβατὸν κατὰ λέξιν. χλοάουσι· φύουσιν, ἀκμῶσι, καὶ ἀναβλαστάνουσι, βλυστάνουσιν. Χλόη παρὰ τὸ θάλλω θαλόη καὶ συγκοπῇ καὶ τροπῇ τοῦ συμφώνου εἰς σύμφωνον χλόη. ῥεέθροις· ῥεύμασιν.

<!-- 1.25 -->Ποῖαι· βοτάναι. χθαμαλαί· σμικραὶ, ἁπαλαί. ποῖαί τε χθαμαλαί· βοτάναι ταπειναὶ μικρὸν τῆς γῆς ἐξέχουσαι. κλίσις· στρωμνὴ, πτῶσις, ἀνάπαυσις. ἑλέσθαι· ὥστε λαβεῖν· διὰ τῶν ἀμεταβόλων παρέστησε τὸ λεῖον τῆς ἀναπαύσεως.

<!-- 1.26 -->Εὔδιον· γλυκὺν, ἥσυχον, γλυκύτατον. καμάτοιο· κόπου, ἐκκοπῆ. δόρπα· δεῖπνα. Δεῖπνος, ἄριστος καὶ δόρπος διαφέρουσιν· δεῖπνος λέγεται τὸ παρὰ τῆς κοινῆς πρόγευμα, ἐτυμολογεῖται δὲ παρὰ τὸ δεῖ πονεῖν, δόρπος δὲ παρὰ τὸ δόρυ παύειν, κυρίως ἐπὶ τοῦ μέσου· ὁ γὰρ πόλεμος τῇ νυκτὶ παύει, ἄριστος δὲ τὸ μέσον. πάσασθαι· φαγεῖν, μεταλαβεῖν, γεύσασθαι, λαβεῖν.

<!-- 1.27 -->Ὕλης· ἀπὸ τῆς δασύτητος. ἀγρονόμοιο· ἐν ἀγρῷ τρεφομένης, αὐξανομένης, τῆς ἐν τῷ ἀγρῷ τὴν νομὴν ἐχούσης, ἢ τοῖς ἀγρίοις ζώοις τὴν νομὴν παρεχούσης, τῆς ἐν ὄρει ἀγρίας νομῆς, ὀρεινῆς. τάτʼ· ἅτινα, ἰωνικῶς.

<!-- 1.28 -->Τερπωλή· χαρὰ, εὐφροσύνη. ἠέ· ἰωνικόν. ἠέπερ· παρό. ἱδρώς· κόπος.

<!-- 1.29 -->Ὅσσοι· κυνηγοί· ἐν τῷ προοιμίῳ τοῦ ποιήματος παραβάλλων τὴν ἁλιευτικὴν τέχνην ταῖς ἄλλαις, λέγω τῇ ἰξευτικῇ καὶ κυνηγετικῇ, ἀποδείκνυσι ταύτην χαλεπωτέραν. Ὅσσοι· Αἰολέων· πληρώσας τὴν τῶν κυνηγετῶν σύγκρισιν ἤρξατο καὶ τῶν ἰξευτῶν. οἰωνοῖσιν· ὀρνέοις· οἰωνοὶ τὰ ὄρνεα, κυρίως δὲ οἱ γῦπες ἀπὸ τοῦ οἰῶ τὸ μονῶ· μεμονωμένον γὰρ συλλαμβάνει ὑπὸ τοῦ ἀνέμου, μὴ ὄντος ἄῤῥενος. παρὰ τὸ οἰῶ τὸ μονῶ· μεμονωμένος γὰρ συλλαμβάνει, ὁ μέλλων οἰώσω· μόνον γὰρ τὸ ζῶον αὐλίζεται· οἰωνοὶ κυρίως οἱ γῦπες δίχα ἀῤῥένων ὠὰ γεννῶντες καὶ τῷ ἀέρι πετώμενοι συλλαμβάνοντες, καταχρηστικῶς δὲ πᾶν ζῶον. ἐφοπλίζονται· ἐπαναστροφή· κατασκευάζουσιν· ῥητορικὴ ἡ λέξις· εὐτρεπίζονται, ἑτοιμάζονται, εὐτρεπίζουσιν. ὄλεθρον· ἀπὸ τοῦ ὄλλω καὶ θρόον· φθοράν.

<!-- 1.30 -->Ῥηϊδίη· εὐκολωτάτη, εὔκολος, εὐχερής. τοῖσι· τούτοις, τῶν. ὑπόψιος· φανερὰ, θεατὴ, φανερὰ ἐν τοῖς ὀφθαλμοῖς.

<!-- 1.31 -->Κνώσσοντας· κοιμωμένους· κένωσις ὄσσων. Κνώσσω τὸ κοιμῶμαι παρὰ τὸ εἶναι κενὸν τῶν ὄσσων ἤτοι τῶν ὀφθαλμῶν, ἢ ἀπὸ τοῦ ἑνὸς ὄσσων εἶναι. ἐληΐσαντο· ληΐζω κυρίως ἐπὶ τῶν ἀνθρώπων πολεμούντων τὸ λαφυραγωγῶ· ἠχμαλώτευσαν, ἐκράτησαν, ἔλαβον, ἤγρευσαν. καλιῇς· ἐν, ἀπὸ τῶν κάλων· καλιὰ ἡ ἐκ κάλων οἰκία· ἢ κατὰ τὴν καλιάν. καλιῇς· φωλεαῖς. Καλιά· κυρίως ἡ ἐκ ξύλων καλῶν οἰκία.

<!-- 1.32 -->Τοὺς δέ· ἄλλους, τοὺς οἰωνούς. δόναξιν· καλάμοις. Δόναξ ὁ κάλαμος ὁ ἁλιευτικὸς, ἢ αὐλός· πρότερον γὰρ ταῖς θήραις ἀντὶ κέρατος ἐτίθεσαν καλάμους, γίνεται δὲ παρὰ τὸ δονῶ τὸ συστρέφω· ὁ ταῖς τῶν ἀνέμων πνοαῖς λίαν στρεφόμενος· τοῖς δὲ τῶν πτηνῶν δόναξιν ἤως καλάμοις κατὰ τὸ ἄκρον ἔχουσιν ἰξὸν ἐφειλκύσαντο καὶ ἐπεσπάσαντο οἱ ἐν τούτοις ἐσχολακότες ἐπέσπασαν· καθείλκυσαν, ἔλαβον, ἐπεσπάσαντο, κατεῖχον. ἰξοφόροισιν· τοῖς φέρουσιν ἰξόν, ἰξὸς δʼ ἐστὶν εἶδός τι κολλητικὸν, ὡς ἐὰν προσπελάσῃ ὄρνιθός τινος πτίλον, παραχρῆμα ἐκεῖ προσμένει, οἱ δὲ λοιποὶ διὰ τῶν λίνων ἤως διὰ τῶν δικτύων ἐμπίπτοντες αὐτοῖς ἀγρεύονται κοίτης ἐπιθυμοῦντες.

<!-- 1.33 -->Οἱ δέ· ἄλλοι, ἤγουν οἱ ὄρνεις. τανυπλέκτοισιν· μακρῶς πεπλεγμένοις, μακροπλέκτοις, ἐπὶ πολὺ πλεκομένοις, ἀνακροτάτοις, τοῖς εἰς μῆκος πεπλεγμένοις. ἕρκεσιν· δικτύοις. ἤριπον· ἔπεσον.

<!-- 1.34 -->Εὐνῆς· ἀναπαύσεως· εὐνὴ ἡ κοίτη, καὶ ἡ ἄγκυρα, ὡς τό

  
ἐκ δʼ εὐνὰς ἔβαλον  
παρὰ τὸ εὐνάζειν τὴν ναῦν, καὶ ἐν ἡσυχίᾳ ποιεῖν. εὐνῆς· κοίτης, ἀναπαύλη. ἀτερπέα· ἀηδῆ, ἀνεύφραντον. αὖλιν· ἀνάπαυσιν, κατασκήνωσιν, καὶ διατρίβον. ἔκυρσαν· εὗρον, ἔτυχον, ἔσχον.

<!-- 1.35 -->Τλησιπόνοις· καρτερικοῖς, καρτεροπόνοις, τοῖς ὑπομονητικοῖς, τοῖς τληπαθέσι, ἀτέκμαρτοι· ἀπλήρωτοι, ἀσήμαντοι, ἀφανεῖς, ἄδηλοι. ἄεθλοι· κόποι, ἀγῶνες. Ἄεθλοι· παράγεται ἐκ τοῦ α καὶ τοῦ ἐθέλω· Ἄεθλοι· ὑπάρχουσι. Ἆθλος· ἀττικῶς, τούτου ἀθλῶ καὶ ἀθλητὴς, ἄεθλος ποιητικὸν, ἀεθλεύω τὸ εὐθελῶ, ποιητικὸν καὶ αὐτὸ, οὐ μὴν ἐκ τούτου καὶ ἀεθλευτός. οὔτε γὰρ τοῖς ποιηταῖς, οὔτε τοῖς τῇ κοινῷ γράφουσιν εὔχρηστον.

<!-- 1.36 -->Οὐ σταθερά· οὐ βεβαία, ἀβέβαιος. ἐλπὶς οὐ σταθερή· γνώμη· ἐλπὶς οὐ μόνιμος καὶ βεβαία ἡδύνει καὶ εὐφραίνει τὴν φρένα αὐτῶν, ἀλλὰ λεπτὴ καὶ ἀσθενής. σταθερή· βεβαία. σαίνει· ἀπὸ μεταφορᾶς τῶν σαινόντων κυνῶν. σαίνει· εὐφραίνει· σαίνειν κυρίως ἐπὶ τῶν κυνῶν ἀπὸ τοῦ σῶ σαίνω καὶ σέω. σαίνει—θέλγει. ὄνειρος· ὁ τὸ ὂν εἴρων ἢ ὁ ἐκ τῆς ἔρας ἀνυόμενος, ὡς καὶ Εὐριπίδης

  
ὦ πότνια χθὼν, μελανοπτερύγων μᾶτερ ὀνείρων  
ὄνειρος ἀπὸ τοῦ ὀνῶ τὸ ὠφελῶ καὶ τοῦ ῥῶ τὸ λέγω· ἀπατᾷ γὰρ τοὺς κοιμωμένους, δοκοῦντας βλέπειν τι, ἔξυπνοι δὲ γεγονότες λυποῦνται.

<!-- 1.37 -->Ἀκινήτου· ἀσαλεύτου, ἐστηριγμένης. ὑπέρ· ὑπεράνω. ὑπεραεθλεύουσιν· ὑπεραγωνίζονται· ἀπὸ τοῦ ἐθέλω ἄεθλον ἆθλον, τοῦτο ἀπὸ τοῦ λῶ τὸ θέλω. ἀεθλεύουσι· κακοπαθοῦσιν, ἀγωνίζονται.

<!-- 1.38 -->Χαλεπῷ· χαλῶν τὴν ὦπα, ἐπικινδύνῳ. κρυερῷ· φρικωδεστάτῳ, χαλεπῷ. ἄσχετα· ἀκράτητα, ἀκρατήτως, πως, ἀκαθέκτως. μαργαίνοντι· μαινομένῳ, μανικῶς κινουμένῳ.

<!-- 1.39 -->Συμφορέονται· συγκινοῦνται, κινοῦνται, ἐγκινοῦνται, συναστατοῦσιν. ἰδέσθαι· ἰδεῖν, θεαθῆναι.

<!-- 1.40 -->Δεῖμα· φόβημα, φόβον. φέρει· ἄγει. μοῦνον· αἰολικὸν, ἰωνικόν, μόνον. ὑπʼ ὄμμασι· διʼ ὄμματος, ὡς ἐπίῤῥημα. πειρήσασθαι· πεῖραν λαβεῖν τούτου, ἀπεικάσαι, πεῖραν λαβεῖν, δοκιμασίαν καὶ γνῶσιν σχεῖν, ἢ εἰς συναίσθησιν ἐλθεῖν, τὸ δὲ θηήσασθαι ἤως θεωρῆσαι καὶ ἀποστείλασθαι· γράφεται θηήσασθαι, ἤγουν θεωρῆσαι καὶ ἀναπολήσασθαι.

<!-- 1.41 -->Δούρασι· ξύλοις, πλοίοις, ἐν μακραῖς κώπαις καὶ τῇ λοιπῇ ἀποσκευῇ τῶν πλοίων· δόρυ λέγεται τὸ ξυτὸν, ἐπεὶ δʼ ἀπὸ τῶν ξύλων τὸ πλοῖον, καὶ αὐτὸ δόρυ. βαιοῖσιν· μικροῖς. ἀελλάων· ἀνέμων, τῶν ἀνέμων τῶν ἐναλίων. Ἄελλα· ἡ πνοὴ, ἡ ἄγαν ἠχοῦσα, παρὰ τὸ ἄω τὸ πνέω ἀήσω ἄεσα καὶ ἄελλα, ἢ πάλιν ἀπὸ τοῦ ἄω τὸ πνέω καὶ τὸ ἑλῶ τὸ συστρέφω ἡ τῶν ἀνέμων συστροφὴ, καὶ πλεονασμῷ τοῦ ἑτέρου λ, καὶ προπαροξύνεται· κανὼν γὰρ ἔστιν ὁ λέγων· τὰ εἰς λα ὑπὲρ μίαν συλλαβὴν ἔχοντα τὴν προτέραν συλλαβὴν εἰς λ καταλήγουσαν ἅπαντα προπαροξύνονται, οἷον μάκελλα, δίκελλα, Πρίσκιλλα, Φανκόνιλλα, Σύβιλλα, θύελλα, ἄελλα. Ὥσπερ λέγομεν θεράποντες Ἄρηος, καὶ θεράποντες λόγου, ἢ καὶ Μουσῶν, οὕτω καὶ θεράποντες ἀνέμων, ὅτι καὶ ἄκοντας ἕλκουσιν αὐτοὺς οἱ ἄνεμοι ἔνθα ἂν βούλωνται. θεράποντες· δοῦλοι, ὑπηρέται.

<!-- 1.42 -->Πλαζόμενοι· πλανώμενοι· τὸ πλάζω ἐκ τοῦ πλανῶ, τοῦτο δʼ ἐκ τοῦ ἄλη ἡ πλάνη, αὕτη δʼ ἐκ τοῦ ἀλῶ, τοῦτο ἐκ τοῦ λῶ τὸ θέλω καὶ τὸ στερητικὸν α ἀλῶ· ὁ γὰρ πλανώμενος οὐχ ὅπου θέλει πορεύεται. θυμόν· προθυμίαν, ψυχὴν, τὴν διάνοιαν αὐτῶν· θυμὸν τὴν προθυμίαν καὶ ὀργὴν λέγει, ἢ τὴν ψυχήν. οἴδμασιν· θαλάσσῃ, κύμασιν, ἀπὸ τοῦ οἰδαίνω ἐξογκῶ· ἀνεγείρεται γὰρ καὶ οἷον πεφύσηται ἐν τοῖς ὕδασιν.

<!-- 1.43 -->Νεφέλην· νέφος. ἰοειδέα· μέλαιναν· ἰοειδέα ἀπὸ τοῦ ἴον τὸ ῥόδον· ἔοικε γὰρ τὸ νέφος ἴου χροιᾷ, ἢ τὴν μέλαιναν· καὶ Ὅμηρος

  
ἰοειδέα πόντον.  
ἀπὸ τοῦ ἰὸς τὸ βέλος. ἰοειδέα· μέλαιναν, ζοφεράν· ἴον τὸ μέλαν ἄνθος. παπταίνουσιν· ἐπιτηροῦσιν ἀπὸ τοῦ τὰ φάη πεταννύειν, βλέπουσιν· παπταίνω ἤτοι φαπεταίνω, τουτέστι τὰ φάη πεταννύω καὶ ἐν συγκοπῇ καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν παπταίνω· βλέπουσι τοῖς ξύλοις τούτοις ἢ τοῖς πλοίοις μόνοις.

<!-- 1.44 -->Τρομέουσι· φοβοῦνται, δεδοίκασιν. μελαινόμενον· σκοτιζόμενον, ἐκ τοῦ ταράσσεσθαι, κυματούμενον, ζοφώδη. μελαινόμενον πόρον ἅλμης· περιφραστικῶς ἂν ἀντὶ τοῦ τὴν θάλασσαν τὴν μελαινομένην. πόρον· τὴν ἐπιφάνειαν. ἅλμης· παρὰ τοῦ ἁλὸς ἅλιμος, ὡς κῦδος κύδιμος, τὸ προσηγορικὸν παρώνυμον· τὸ θετικὸν ἁλίμη, ὡς κυδίμη καὶ ἐνδείᾳ τοῦ ι ἅλμη· γίνεται ἀπὸ τῆς ἁλὸς ἅλη, ὡς εὔφρονος εὐφροσύνη, ἀμύμονος ἀμυμόνη, ἐπενθέσει τοῦ μ ἅλμη, ἐπεισόδῳ δὲ τοῦ μ ὡς ἀχυρμιά ἢ χερμάδιον καὶ τυμπάνιον· ὁ γὰρ πλεονασμὸς τοῦ μ πολύς.

<!-- 1.45 -->Φοιταλέων· ἕνεκα, μανικῶν, ἀπὸ τοῦ φοῖτος ἡ μανία, σφοδρῶν, τῶν ἐπερχομένων καὶ ὁρμητικῶν, τῶν ἄγαν μανικῶν ἀπὸ τοῦ φοῖτος ἡ μανία, τοῦτο δὲ παρὰ τὸ φύειν οἶτον, ἤως θάνατον, ἢ τῶν σφοδρῶν ὁρμώντων ἔνθεν κἀκεῖθεν, μανικῶς ὁρμωμένων. σκέπας· ἀποκοπὴν, ἐκφυγὴν, σκέπασμα. ὄμβρων· ὄμβρος παρὰ τὸ ὁμοῦ ῥέειν ὁμόῤῥοος, καὶ ἐν συγκοπῇ ὄμβρος· ἐπεὶ τὸ μ πρὸ τοῦ ῥοῦ δασύνεται, ἔστι πλεονασμὸς τοῦ β.

<!-- 1.46 -->Ἀλκήν· βοήθειαν, ἀποφυγὴν, βοήθημα· ἀλκὴ παρὰ τὸ ἀρκῶ ἀρκὴ καὶ μεταθέσει τοῦ ρ εἰς λ ἀλκὴ, ἢ παρὰ τὸ ἀκμὴν τὴν ἡλικίαν ἔχειν, τοῦτο δὲ παρὰ τὸ καμῶ τὸ κοπιῶ γίνεται κμὴ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμὴ, ἡ μὴ ταχέως κοπιῶσα, ἀλλὰ φέρειν κόπους δυναμένη. Τερατώδης ἐστὶν ὁ λόγος· ἔθος γάρ ἐστι τοῖς ποιηταῖς τερατολογεῖν. πυρός· καύματος, κυνάστρου, καὶ τοῦ καύσωνος. ἄλκαρ· βοήθειαν, ἀποσόβημα, βοήθημα, ἀποφυγήν. ὀπωρινοῖο· θερινοῦ, τοῦ καυστικοῦ κυνάστρου. φέρονται· ἔχουσι, φέρουσι, φέρουσι κατὰ τὸν καιρόν.

<!-- 1.47 -->Βλοσυρῆς· καταπληκτικῆς ἀπὸ τοῦ τὸ βλέμμα σύρειν, φοβερᾶς. βλοσυρῆς τῆς καταπληκτικῆς ἀπὸ τοῦ βάλλειν καὶ σύρειν τὰ ὄμματα· βολαὶ γὰρ τὰ ὄμματα. βλοσυρῶς ἀπὸ τοῦ σοβαρῶς καὶ ἐπηρμένως βλέπειν. βλοσυρῆς· ἀγρίας. δυσδερκέα· δυσθέατα, δυσθεώρητα. δείματα· φοβήματα. λίμνης· θαλάσσης· λίμνη ἀπὸ τοῦ λίαν μένειν τὸ ὕδωρ ἐν αὐτῇ· οὔτε γὰρ αὐξάνεται, οὔτʼ ἐλαττοῦται, πολλῶν εἰς αὐτὴν ποταμῶν κατερχομένων. λέγει θαλάσσης ἀπὸ τοῦ λίαν μένειν.

<!-- 1.48 -->Κήτεα· κῶ κεῖμαι. πεφρίκασι· πεφόβηνται, ἁλιεῖς φοβοῦνται, δεδοίκασιν. ἀντιόωσιν· συναντῶσιν, ἐναντιοῦνται, ἐξ ἐναντίας ἔρχονται.

<!-- 1.49 -->Εὖτʼ ἂν· ὁπηνίκα, ὁπόταν. ὑποβρυχίης· βαθυτάτης, κατωτάτης, βαθείας. ἄδυτον· κατώτατον, ἄπρακτον, ἀκατάληπτον, ἀπλήρωτον. περόωσι· ὁδεύουσιν. θαλάσσης· τῆς εἰς τὰ Γάδειρα, γνοφερὸν πέλαγος.

<!-- 1.50 -->Ἡγεμονεύει· δεικνύει, ὁδηγεῖ.

<!-- 1.51 -->Ἰχθυβόλοις· ἁλιεῦσιν, ὥσπερ τοῖς κυνηγοῖς. ἴχνη γάρ· γνώμη. ἴχνος παρὰ τὸ ἴσχειν τὸν ποῦν, ὅ ἐστι κρατεῖν, ἢ παρὰ τὸ ἀνέχεσθαι τῆς γῆς, ἢ παρὰ τὸ ἐν τῇ γῇ ἵεσθαι, ἤως πορεύεσθαι, ἢ παρὰ τὸ ἵεσθαι εἰς τὸν χοῦν. ἀείδελα· ἀθεατά ἐστιν, ἀφανῆ. νηχομένοισιν· ἰχθύσι παρὰ τὸ νέω τὸ κολυμβῶ τροπῇ τοῦ ε εἰς η καὶ πλεονασμῷ τοῦ χ νήχω. νηχομένοισιν· ἐπί.

<!-- 1.52 -->Σχεδόν· πλησίον. ἵξεται· ἐλεύσεται, καὶ ἀντικρὺς παραγίνεται, ἀφίξεται. ἄγρης· θήρας· ἄγρα ἡ ἐνέργεια, ἀγρευτὴς ὁ ἐνεργῶν, τὰ δʼ ὄργανον διʼ οὗ ἀγρεῦσι σεσιώπηται, ἴσως ἐρεῖ τις ἀγρευτήριον.

<!-- 1.53 -->Ἀντιάσας· ὁ ἰχθὺς, ἐξ ἐναντίας ἐλθὼν ἰχθὺς, ἐπιτυχὼν, ὁ πλησιάσας ἰχθὺς, συναντήσας. ὁδόν· καὶ κατά τι πρᾶγμα, μέρος. μίην ὁδὸν ἵσταται· ἤγουν τὴν αὐτὴν ὁδὸν πορεύεται. ἵσταται· ἔρχεται, πορεύεται.

<!-- 1.54 -->Θριξί· ἀπὸ τοῦ θρίζω, ἐκ τοῦ θερίζω θερίξω θέριξ καὶ θρὶξ, καὶ διὰ τί οὐ κλίνεται θριχός; ἐπειδὴ οὐδέποτε εὑρίσκεται λέξις δισύλλαβος ἐν χρήσει ἀρχομένη ἀπὸ δύο δασέων· τοῦ γὰρ

  
ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι,  
ὁ φθίθω ἐνεστὼς οὐχ εὑρίσκεται ἐν χρήσει. δέ· γάρ. ἐν ἠπεδανοῖσι· ἐν ἀσθενέσιν. ἠπεδανῇσι· ἀσθενέσιν· ἠπεδανὸν ἀσθενὲς ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ πέδον ἤγουν τὸ μὴ δυνάμενον ἐκ τῆς γῆς ἀναστῆναι διʼ ἀσθένειαν· ἰστέον, ὅτι πολλαὶ λέξεις εἰσὶ συγκείμεναι ἐκ ταυτοσημάντων λέξεων· αὐτίκα γὰρ ἐκ τοῦ ὄῤῥω καὶ θύνω τὸ ὀροθύνω γίνεται, ἐκ τοῦ θύω καὶ χε... ἐκ τοῦ πόποις καὶ ἄνθρωπος ἐκ θείων λέξεων τὸ πόπανα, ἐκ τοῦ θροῦς καὶ βοὴ ὁ θόρυβος, ἐκ τοῦ καίειν καὶ δαίειν Κανδάων ὁ Ἄρης, ἐκ τοῦ νάειν καὶ χέειν καὶ ῥέειν ὁ χρόνος, ἐκ τοῦ μόρος καὶ φόνος μόρφνος ὁ ἀετὸς, ἐκ τοῦ πρᾷος καὶ εὐμενὴς ὁ πρευμενὴς, ἐκ τοῦ ἠλεὸν καὶ μάταιον ἠλέματον, ἐκ τοῦ γῆ καὶ πέδον γήπεδον, τὸ τῆς οἰκίας πεδίον, οἰκήπεδον δὲ τὸ τῆς καταβληθείσης οἰκίας πεδίον, ἐρειποτόπιον λεγόμενον. ὄμβρος παρὰ τὸ ὁμοῦ καὶ τὸ ῥοῦς ὄμρος, καὶ ἐπεὶ, τοῦ μ πρὸ τοῦ ρ κειμένου, δασύνεται τὸ πρὸ αὐτοῦ, ἐγένετο τοῦ β πλεονασμός. ἠπεδανὸς παρὰ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν πεδανὸς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀπεδανὸς ὁ μὴ δυνάμενος ἐκ τοῦ πέδου ἀναστῆναι διʼ ἀσθένειαν, καὶ τροπῇ τοῦ α εἰς η ἠπεδανὸς καὶ ἀπεδανὴ, ἔμπαλιν δʼ ἔμπεδον τὸ στερεόν. παλιγγνάπτοιο· εἰς τοὐπίσω καμπτομένου, ἐπικαμποῦς. παλιγγνάμπτοιό τε χαλκοῦ· περιφραστικῶς ἀντὶ τοῦ ἐν τῷ ἀγκίστρῳ. χαλκοῦ· ἀγκίστρου.

<!-- 1.55 -->Χείλεσι· ἄκροις, οὗ ἐν. Χεῖλον τὸ ἄκρον τοῦ ἀγκίστρου· παρὰ τὸ χέας χέλος καὶ χεῖλος, ἐν ᾧ χέονται αἱ τροφαὶ ἢ οἱ λόγοι. δονάκεσσι· καλάμοις. λίνοισι· δικτύοις καὶ σχοίνοις. κάρτος· τὴν ἰσχὺν, ἰωνικῶς.

<!-- 1.56 -->Οὐ μέν· οὐ μήν. τερπωλῆς· χαρᾶς· λύσις τοῦ ἀντιπίπτοντος, ἐνδιάσκευος διήγησις. ἀπολείπεαι· στερῇ, ἰωνικῶς· ἀποστροφὴ πρὸς βασιλέα. ἀπολείπεαι· ἀπολειφθῇς ἰωνικῶς· πρὸς τὸν βασιλέα ὁ λόγος, ὅτι ἡ ἁλιευτικὴ εἴς σε, ὦ βασιλεῦ, λαμπρὰ καὶ γλυκυτάτη· οἱ γὰρ βασιλεῖς περινοστοῦντες ἀγρεύουσι καὶ αὐτοί. αἴκʼ· ἐάν. ἐθέλησθα· ἀττικῶς, ἐθέλῃς, αἰολικῶς, θέλῃς.

<!-- 1.57 -->Γλυκερή· ἡδεῖα· γνώμη. δέ· γάρ. βασιλήϊος· καὶ ἡ τοῦ βασιλέως, βασιλική· ἰωνικόν. ἄγρη· κυνηγέσιον.

<!-- 1.58 -->Εὐγόμφωτον· καλοκάρφωτον, ἐυκάρφωτον· γόμφος τὸ καρφίον. εὐγόμφωτον καλοήλωτον, πάνυ ἐλαφρὸν πρὸς τὸν πλοῦν· γίνεται οὖν παρὰ τὸ κάμπτω γνάμπτω γόμφος. εὐγόμφωτον· εὖ τοῖς ἥλοις προσηλαμήν. ἐΰζυγον· πλατύτατον, ἐυκάθεδρον, κατὰ διάλυσιν, ἰωνικῶς διαλύουσι τὸ εὖ εἰς ε καὶ υ. ἔξοχα κούφην· λίαν ἐλαφρὰν, κουφοτάτην.

<!-- 1.59 -->Αἰζηοί· νέοι ἀπὸ τοῦ ἀεὶ καὶ τοῦ ζέω. αἰζηοί· νέοι ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ἵζω· ὁ γὰρ νέος πάντοτε περιπλεῖ· αἰζηοὶ οἱ νέοι παρὰ τὸ αἷμα ζέειν, ὡς παρὰ τῆς ἡλικίας θερμῆς οὔσης· ἢ παρὰ τὸ αἴθω τὸ καίω· οἱ γὰρ νέοι διάπυροί εἰσιν. αἰζηοί· ἀκμάζοντες, νέοι. ἐπειγομένῃς· σπουδαίαις. ἐπειγομένως· μετὰ σπουδῆς, ἐσπουδασμένως. ἐλόωσιν· κινοῦσιν, ἄγουσιν, ἐλαύνουσιν, ἐλαυνέτωσαν, ἐλαύνουσιν, ἀντίκλισις.

<!-- 1.60 -->Νῶτον ἐπιφάνειαν ἀπὸ τοῦ νωμῶ τὸ κινῶ. νῶτον ἁλός· περιφραστικῶς αὐτοῦ τὴν θάλασσαν. ὁ δʼ ἐν πρύμνῃσι· γράφεται ὁ δʼ ἐν μέσοισι. πρύμνῃσιν· ἀντὶ ἑνικοῦ. Πρύμνη παρὰ τὸ εἰς πέρας μένειν περιμονὴ καὶ πρυμνὸν καὶ πρύμνη· πρύμνη καὶ πρώρα διαφέρει· πρώρα παρὰ τὸ πρῶτον καὶ τοῦ ῥέοντος πρωτόρα τις οὐσία, πρύμνα δὲ παρὰ τὸ πέρας μένειν.

<!-- 1.61 -->Ἰθυντήρ· ὁ κυβερνήτης, ὁ ναύτης. ἀλίαστον· ἀκλυδώνιστον, ἀτάραχον, ἀπλανῆ, ταχεῖαν καὶ ἀκοπίαστον, ἀνεμπόδιστον. ἀμεμφέα· ἀκίνδυνον, ἄπταιστον, ἄψογον, γαληνιῶντα.

<!-- 1.62 -->Χῶρον ἐς· ἤως εἰς βιβάρην. εὐρύαλον· πλατύν, εὔκολον, εὐρύχωρον. εὔδια· εὐδιεινῶς, εὐδίως, ἡσύχως, ἀκινδύνως, ἠρέμα κυμαίνοντα. πορφύροντα· λάμποντα, μελαινόμενον.

<!-- 1.63 -->Ἔνθα· ὅπου, ἐν τῷ βιβαρίῳ, ἐν ᾧ χωρίῳ δῆλον. δαιτυμόνων· προσφιλῶν τοῖς βιβαρίταις, εὐωχουμένων, τρεφομένων, ἀναφορητικόν, καλῶν, δαῖτα ἐχόντων, θρεπτῶν. Δαιτυμόνων· τῶν εὐωχουμένων, τοὺς ἐν τοῖς καλουμένοις βιβαρίοις τρεφομένους ἰχθύας διὰ τὸ σιτίζεσθαι, ἀντὶ τοῦ δαιτυμόσι διὰ τὰ βιβάρια, τρέφονται δʼ ἐν αὐτοῖς ἰχθύες εἰς τὸ ἀγρεύειν τοὺς βασιλεῖς, ἢ τῶν δίκην σιτευτῶν ἰχθύων τρεφομένων ἐν τοῖς βιβαρίοις πρὸς ἄγραν βασιλικήν. Ἰστέον δʼ ὅτι ἐδήλωσε τόπον τινὰ πρὸς τὸ ζωγρεῦσαι ἐπιτήδειον, ἔνθα ζῶντας τοὺς ἰχθύας ἀποκλείοντες οἱ τοῦ βασιλέως θεράποντες ἔτρεφον αὐτοὺς καὶ ἐπεμελοῦντο πρὸς τὸ ἔχειν αὐτοὺς ἕτοιμον θήραμα καὶ ἄγραν, ὅτε χρεία ἐστὶν ἰχθύος, καὶ τούτου γενομένου βλέπων ὁ βασιλεὺς τερπωλὴν εἶχεν. Σημείωσαι δʼ ὅτι ἦν καὶ ὁ τοιοῦτος τόπος τέλειος καὶ ἀμμώδης, ὥστε καὶ ναῦς ἐν αὐτῷ χωρεῖν διαπλεῖν, ὅπου καὶ προέτρεπε τὸν βασιλέα διαπλεῦσαι καὶ ἁλιεῦσαι. διατυμόνων· τρεφομένων· δαιτυμὼν ὅ τε τρέφων καὶ ὁ τρεφόμενος, γίνεται δʼ ἀπὸ τοῦ δαῖς δαιτός, δαῖς δὲ λέγεται ἡ τοῖς βρώμασι φλεγμαίνουσι τράπεζα, ἐφʼ ᾗ πάρεισι κεκλημένοι πολλοὶ, δαῖς δὲ μέσον τοῦ διδόντος καὶ τοῦ λαμβάνοντός ἐστιν, ὥστε καὶ δαιτυμὼν ὅ τε διδοὺς καὶ ὁ λαμβάνων. ἀπερείσια· τὰ πολλὰ, ἀπειρέσια, ἄπειρα ἀπὸ τοῦ α στερητικοῦ μορίου, καὶ τοῦ πέρας, οἱονεὶ μὴ πληρούμενα. ἰστέον, ὅτι ἐδήλωσε τόπον τινὰ λιμνώδη, ἔνθα ζῶντας τοὺς ἰχθύας οἱ τοῦ βασιλέως θεράποντες ἔτρεφον, ἐπιμελούμενοι αὐτῶν πρὸς τὸ ἔχειν αὐτοὺς ἕτοιμον ἄγραν, ὅτε ἰχθύων χρεία γένηται· ἦν δʼ ὁ τόπος εὐρὺς, ὥστε καὶ ναῦς πλέειν ἐν αὐτῷ.

<!-- 1.64 -->Φέρβεται· τρέφονται, τρέφεται. Φέρβειν παρὰ τὸ φέρειν βίον· ἡ γὰρ φορβὴ συνίστησι τὸ σῶμα. οὕς· ἤως τοὺς ἰχθύας σοι καὶ τοὺς ἰδίους. θεράποντες· οἱ δοῦλοι. κομέουσιν· ἐπιμελείας ἀξιοῦσι, τρέφουσιν, ἐπιμελοῦνται. ἐδωδῇ· τροφῇ.

<!-- 1.65 -->Πιαίνοντες· λιπαίνοντες, τρέφοντες. χορόν· πλῆθος. ἄγρης· ἕνεκα. ἑτοιμότατον χορὸν ἄγρης· εἰς εὔκολον καὶ πολλὴν ἄγραν.

<!-- 1.66 -->Μάκαρ· εὔδαιμον. παιδί· τῷ Ἀντωνίνῳ, Γορδιανῷ, ἤως τῷ Ἀντωνίνῳ, δηλονότι τῷ Γορδιανῷ. μεγαυχέϊ· μεγάλα αὐχοῦντι ἐπί σοι, μεγάλου κλέους, ἐκ μεταφορᾶς τῶν ἵππων ἐχόντων μεγάλους καὶ εὐπρεπεῖς αὐχένας παρὰ τὸ αὐχεῖν, τοῦτο δὲ παρὰ τὸ ἔχω ἔχειν καὶ αὐχεῖν· ἐν αὐτῷ γὰρ ὀχεῖται ἡ κεφαλή· ἢ ἀπὸ τοῦ αὐχεῖν καὶ γαυριᾷν· γαυριῶντες γὰρ καὶ ἐπαιρόμενοι τὴν κεφαλὴν ὕψει ἐκτείνομεν. μεγαλαυχέϊ· τῷ ἐνδόξῳ, τῷ ὑψηλοτάτῳ, ᾧ πάρεστι μεγάλως αὐχεῖν εὐδαιμονίας χάριν. πώεα· ποιμνία ἀπὸ τοῦ πῶ τὸ κτῶμαι· κτῆμα γὰρ ἐπὶ θρεμμάτων λέγεται, ἢ ὅτι ποτῷ ἥδεται. θήρης· ἀγρευτικῆς ἤως τῆς ἁλιευτικῆς.

<!-- 1.67 -->Αὐτίκα· παρευθύς. χειρός· ἀπὸ, ἐκ, διά. ἐΰπλοκον· διάλυσις ἰωνικὴ, καλῶς πεπλεγμένην.

<!-- 1.68 -->Ὁρμιήν· ἄγκιστρον. καλάμιον ἐκ τριχῶν πεπλεγμένην σπαστικόν. ῥίμφα· εὐκόλως παρὰ τὸ ῥίπτειν ἑαυτὸν διὰ τάχους· ὡς γὰρ κρύπτω κρύφα, οὕτω καὶ ῥίπτω ῥίφα, καὶ πλεονασμῷ τοῦ μ ῥίμφα. γένυν· κατὰ στόμα, ἤως τὸ ἄγκιστρον. κατεδέξατο· κατέσπασεν. χαλκοῦ· τοῦ ἀγκίστρου.

<!-- 1.69 -->Ἀντιάσας· προσεγγίσας, συναντήσας. τάχα· ἴσως· γλυκὺ τὸ σχῆμα. τάχα· ἴσως καὶ ὅμως. ἕλκεται· σύρεται. ἐκ βασιλῆος· ἰωνικῶς, ἐκ τῆς χειρὸς τοῦ βασιλέως.

<!-- 1.70 -->Οὐκ ἀέκων· ἀλλʼ ἑκὼν, καὶ μὴ βουλόμενος, ἀλλὰ θέλων. ἦτορ· ἡ ψυχή· ἀπὸ τοῦ ἄω ἀήτορ ἦτορ. ἦτορ, παρὰ τὸ ἄω τὸ πνέω· καὶ γὰρ πνεῦμα ἡ ψυχὴ, οἷον

  
δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο.  
ἀπὸ τοῦ ἄη γίνεται ἀήτορ καὶ ἀφαιρέσει τοῦ α ἦτορ. ἰαίνεται· εὐφραίνεται, θάλπεται τῇ εὐφροσύνῃ. ὄρχαμε· ἡγεμών. ὄρχαμος ἀπὸ τοῦ ἄρχω ἄρχαμος καὶ ὄρχαμος. ὄρχαμε· βασιλεῦ, ἁρχηγέ· ἀπόθεσις τὸ σχῆμα.

<!-- 1.71 -->Βλεφάροισι· ὄμμασιν. βλέφαρον ἀπὸ τοῦ ἐν τῷ βλέπειν αἴρεσθαι. βλεφάροισιν· ὀφθαλμοῖς ἀπὸ τοῦ φάρους τοῦ βλέπους ἤτοι τοῦ ὀφθαλμοῦ, ἢ ἐν τῷ βλέπειν αἴρεσθαι. φρεσί· λογισμοῖς. τέρψις· εὐφροσύνη· τέρψις ἰδεῖν ἰχθὺν ἐν ἀγκίστρῳ ἐκ θαλάσσης συρόμενον. ἰδέσθαι· ἰδεῖν, εἰς τὸ τὸν ἰχθύν.

<!-- 1.72 -->Παλλόμενον· κινούμενον, σπαιρόμενον. πεπεδημένον· δεδεμένον, δεδεσμημένον.

<!-- 1.73 -->Ἀλλά μοι· ἄν ποτε. ἀλλά μοι ἱλήκοις· προκατάστασις καὶ εὐχή. ἱλήκοις· εὐμενὴς γένοιο, ἵλεως γένοιο, ἵλεως ἔστω, ἵλεως γενοῦ, ἱλήκοιτε. ἵλεως γένοιτο· γράφεται καὶ ἱλήκοι ἀττικῶς ἀντὶ τοῦ ἱλήκοιτε, τὸν δὲ λόγον ἀποστρέφει πρὸς τὸ πλῆθος τῶν θαλαττιέων θεῶν καὶ πρὸς δύο πρόσωπα· προευκτικὴ κατάστασις καὶ εὐχή. ἁλός· ἃλς λέγεται ἡ θάλασσα ἀπὸ τοῦ ἁλίζω, ἁλίζω τὸ συναθροίζω· πᾶς γὰρ ποταμὸς καὶ πᾶσα λίμνη ἔχουσιν ἀρχὰς καὶ ῥίζας τὰς βρύσεις ἢ τὰς πηγὰς, τῆς θαλάσσης δὲ τοῦτο οὐκ ἔστιν, ἀλλʼ ἐξ ἀρχῆς ὡρίσθησαν οἱ θεοὶ συναχθῆναι ἐν αὐτῇ τὰ ὑποκάτω τοῦ στερεώματος ὕδατα. ἁλὸς πόρῳ ἐμβασιλεύων· περίφρασις, σὺ ὁ.

<!-- 1.74 -->Εὐρυμέδων· μέγας βασιλεύς, ὁ πλατὺς βασιλεὺς, πλατέως βασιλεύων, ὁ πλατὺ βασιλεύων. Κρονίδης· καὶ ὁ υἱὸς τοῦ Κρόνου· Κρόνος οὖν Οὐρανοῦ καὶ Γῆς υἱός· Κρόνος ὁ χρόνος ὅτι πρῶτος ἐπέβαλε τὴν κρίσιν τῶν θεῶν· ὁ γὰρ Κρόνος κατέπιε τούτου τοὺς τέκνους, καθὼς λέγουσιν. γαιήοχος· ὁ τὴν γαῖαν ἔχων, ἤως ὁ Ποσειδῶν· ἀποστροφὴ τὸ σχῆμα. γαιήοχος· ὁ τῆς γῆς κρατῶν, ἤως ὁ Ποσειδῶν.

<!-- 1.75 -->Ναετῆρες· ἀπὸ κοινοῦ ἱλήκοιτε, κάτοικοι. ἐριγδούποιο· μεγαλοήχου, μεγαλοήχος, καὶ ἄγαν ἠχητικῆς ἀπὸ τοῦ ἐριῶ καὶ τοῦ δούπω. ἐριγδούποιο· καὶ τῆς μεγαλοφώνου.

<!-- 1.76 -->Δαίμονες· θεοί. ἀγέλας· πλήθη. Ἱστορία ὅτι ὁ Κέκρωψ ἰδὼν πολυανθρωποῦσαν τὴν Ἀττικὴν συγκαλεῖται τὸν ὄχλον καὶ παρασημαίνεται τὸν ἀριθμὸν, λάεσσιν ἤτοι λίθοις ἑκάστου ἐνρίψαντος, κἀντεῦθεν λαοὶ ἐκλήθησαν. ἁλίτροφα· τὰ ἐν τῇ θαλάσσῃ τρεφόμενα.

<!-- 1.77 -->Εἰπέμεν· ὥστε εἰπεῖν, αἰολικῶς. οἱ Δωριεῖς εἰώθασι τὴν με συλλαβὴν τιθέναι ἐπὶ τῶν ἀπαρεμφάτων ἀορίστων, καὶ, εἰ μὲν τύχοιεν ἔχειν δύο φωνήεντα, ὑπεξαίρουσι τὸ ἓν, οἷον εἰπεῖν εἰπέμεν, δοῦναι δόμεναι, θεῖναι θέμεναι, εἶναι ἔμμεναι κατὰ πλεονασμὸν τοῦ μ αἰολικῶς· εἰ δʼ ἓν φωνῆεν, φυλάττουσιν αὐτὸν, οἷον στῆναι στήμεναι, βῆναι βήμεναι. τὰ εἰς ν ἀπαρέμφατα ποιητικῶς κατὰ Δωριεῖς ἀποβάλλουσι τὸ ι τῆς εἰν διφθόγγου, καὶ προσλαμβάνουσι μεταξὺ τοῦ ε καὶ τοῦ ν τὴν με συλλαβὴν καὶ οὕτω προφέρονται, οἷον λέγειν λεγέμεν· ἐν τούτοις δὲ πᾶσιν οἱ Ἀττικοὶ διὰ τὴν ἀνάγκην τοῦ μέτρου προστιθέασι τὴν αι δίφθογγον, λεγέμεναι λέγοντες· τὰ μὲν εἰς ναι λήγοντα, εἰ μὲν διφθόγγῳ παραλήγεται, ἀποβάλλουσι τὸ ἓν φωνῆεν, τὸ δοῦναι δόμεναι λέγοντες, καὶ τὸ θεῖναι θέμεναι, καὶ τὸ εἶναι ἔμεναι, εἶτα διὰ καλλιφωνίαν ἔμμεναι διὰ δύο μμ λέγουσιν ἀττικῶς· εἰ δὲ μονοφθόγγῳ, οὐδὲν ἀποβάλλουσιν· τὸ γὰρ σπαρῆναι οὐ σπαρέμεναι, ἀλλὰ σπαρήμεναι λέγουσι, καὶ τὸ τυφθῆναι οὐ τυφθέμεναι, ἀλλὰ τυφθήμεναι, καὶ τἄλλα πάντα ὁμοίως· ἐν τούτοις δὲ πολλάκις ἐκβάλλουσι τὴν αι δίφθογγον οἱ Δωριεῖς διὰ τὴν ἀνάγκην πάλιν τοῦ μέτρου· τὸ γὰρ τιθέμεναι τιθέμεν λέγουσι, καὶ ἔμμεναι ἔμμεν, καὶ τὸ τυφθήμεναι τυφθῆμεν, καὶ τἄλλα πάντα ὁμοίως, ἐπεὶ τὰ τέλη τῶν ἀπαρεμφάτων δύο εἰσὶν, ἢ τὸ ν, ὡς ἐν τῷ τύπτειν, ἢ τὸ αι δίφθογγος, ὡς ἐν τῷ τετυφέναι. αἰνῆσαί τε· συναινέσαι, καὶ ἐπαινῆσαι, κατευνᾶσαι. ἰθύνειας· κατʼ εὐθεῖαν ἄξον, κατʼ εὐκόλους ποιήσειας, κατʼ ὀρθὸν ἑρμηνεύσαις.

<!-- 1.78 -->Πότνα θεά· Καλλιόπη, μοῦσα, ὦ σεβασμία μοῦσα. Τὰ ὀνόματα τῶν ἐννέα Μουσῶν καὶ ποίης τέχνης ἑκάστη ἐπιστατεῖ καὶ τίς ὁ ταύτης ἐν βίῳ ἐφευρέτης; Κλειὼ δʼ ἱστορίας Ἡρόδοτος, Θάλεια κωμῳδίας Μένανδρος, Μελπομένη τραγῳδίας Εὐριπίδης, Εὐτέρπη αὐλῶν Στησίχορος, Τερψιχόρη λύρας Πίνδαρος, Ἐρατὼ κυμβάλων Ἑρμῆς, Καλλιόπη ποιήσεως Ὅμηρος, Οὐρανία ἀστρονομίας Ἄρατος, Πολυυμνία γεωμετρίας Εὐκλείδης. ποτνία· σεβασμία παρὰ τὸ πέτω πετνῶ καὶ ποτνῶ· οἱ γὰρ σεβόμενοι προσπίπτουσιν οἷς σέβονται, ὅθεν ποτνιᾶσθαι τὸ προσπίπτειν τοῖς ποσὶν, κυρίως δὲ τὸ ποτνιᾶσθαι ἐπὶ γυναικῶν. πότνα θεά· γράφεται Καλλιόπη. πατέρι· Ἀντωνίνῳ. καὶ υἱέϊ· τῷ Ἀντωνίνῳ, Γορδιανῷ· υἱῷ παρὰ τὸ φύω φυός καὶ υἱός· γράφεται δὲ καὶ υἷϊς καὶ κλίνεται υἵϊος καὶ κατὰ συγκοπὴν υἷος, ἡ δοτικὴ υἷϊ, ἡ αἰτιατικὴ υἷα, ἡ εὐθεῖα τῶν πληθυντικῶν υἷες, καὶ ἡ αἰτιατικὴ υἷας Ἀχαιῶν. παμβασιλῆος· διὰ τὴν μονοκρατορίαν εἶπε παμβασιλῆος.

<!-- 1.79 -->Θυμήρη· εὐφραντὰ, εὐφρόσυνα, εὐάρεστα, ἄρεστα, ἐπιθυμητικῶς ἐράσμια. δῶρα· δόρπος ἡ πρὸς ἑσπέραν τροφὴ, μεθʼ ἣν ἐπὶ τὸ ἰαύειν ἕρπομεν, ἢ ἀπὸ τοῦ δρέπεσθαι τοὺς πόνους, ἢ δοροπόν τι ὂν τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων. τεῆς· τῆς σῆς, τῆς ἐμῆς καὶ τῆς ἰδίας. πόρσυνον· παράσχε, εὐτρέπισον· ἐκ τοῦ πόρος πορῶ πορύνω καὶ πλεονασμῷ πορσύνω, καὶ πόρσυνον ἀντὶ τοῦ πορσύνοις, τὸ προστακτικὸν ἀντὶ εὐκτικοῦ κατʼ αἰολικὴν συνήθειαν. πόρσυνον ἀντὶ τοῦ παράσχοις, εὐτρεπίσαις. ἀοιδῆς· ποιήσεως, πνεύσεως.

<!-- 1.80 -->Μυρία μὲν δὴ φῦλα· τὸ σχῆμα διάστασις, ἄπειρα. μυρία εἰσὶν αἱ δέκα χιλιάδες, μυρία δὲ τὰ ἀναρίθμητα. Μονὰς ἀπὸ τοῦ μένω μονὰς, δυὰς ἀπὸ τοῦ δύω τὸ ὑπεισέρχομαι, τριὰς ἀπὸ τοῦ τηρεῖν τὴν ἴαν καὶ μίαν, ἢ ἀπὸ τοῦ τρεῖς ἴα, τετρὰς ἐδράς τις οὖσα, πεντὰς ἀπὸ τοῦ πᾶν καὶ τοῦ ἴα καὶ μία, ἑξὰς ἀπὸ τοῦ ἐξισοῦσθαι τοῖς οἰκείοις μέρεσιν, ἑπτὰς οἱονεὶ σεπτάς τις οὖσα, διότι οὔτε γεννᾷ οὔτε γεννᾶται, ὀκτὰς ἀπὸ τοῦ ἄγειν τὴν δυάδα, ἐννὰς ἀπὸ τοῦ εἰς ἓν νεάζειν, δεκὰς ἀπὸ τοῦ δέχω, ἡ δεχομένη πάντας τοὺς ἀριθμούς. Ἐνταῦθα ἀπάρχεται τῆς διηγήσεως καί φησιν ὅτι πολλά εἰσι τὰ γένη τῶν ἰχθύων. ἄκριτα· ἀχώριστα, ἀδιαχώριστα, ἀμέτρητα καὶ ἀδιάγνωστα, πολυειδῆ.

<!-- 1.81 -->Ἐμφέρεται· συμφέρεται, κινεῖται. δέ· δή. ἐξονομῆναι· ἔχοι, δυνηθῇ, κατʼ ὄνομα εἴπῃ, ὀνομαστικῶς εἴποι, ὀνομάσῃ, εἴποι ἂν κατʼ ὄνομα· καὶ τίς δύναται δῆλον ἅτινα οὐκ ἄν τις κατʼ ὄνομα εἰπεῖν;

<!-- 1.82 -->Ἀτρεκέως· ἀληθῶς. ἀφίκετο· ἦλθε, παρεγένετο, ἐπορεύθη. τέρμα θαλάσσης· εἰς τὸ, εἰς τὴν ὑποστάθμην.

<!-- 1.83 -->Ὀργυιέων· ὀργυιὰ ἀπὸ τοῦ ὀρούω τὸ ὁρμῶ καὶ τοῦ γυῖον ἡ χεὶρ, ἡ τῶν χειρῶν ἔκτασις καὶ ὄρεξις· γυῖα κυρίως αἱ χεῖρες, ὅθεν καὶ ὀργυιὰ ἡ ὄρεξις τῶν χειρῶν καὶ ἔκτασις. ὀργυιῶν· ἡ ἔκτασις τῶν χειρῶν καὶ τὸ πλάτος τοῦ στήθους παρὰ τὸ ὀρεῖν καὶ ἐκτείνειν τὰ γυῖα ἤως τὰς χεῖρας. Ἀλλὰ μέχρι τριακοσίων ὀργυιῶν γινώσκουσιν οἱ ἄνθρωποι τὰ μέτρα τῆς θαλάσσης. μάλιστα· καὶ τὸ περισσότερον, ἀκριβῶς.

<!-- 1.84 -->Ἀνέρες· ἄνδρες, ἁλιεῖς. ἴσασι· γινώσκουσι καὶ εἶδον ἀπὸ τοῦ εἴδω τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, ἀφʼ οὗ ῥῆμα περισπώμενον διὰ τοῦ ι ἰσῶ, οὗ παραγωγὸν ἴσημι, σημαίνει δὲ τὸ αὐτὸ, τῶν πληθυντικῶν τὸ πρῶτον ἴσαμεν, καὶ κατὰ συγκοπὴν ἴσμεν, τὸ δὲ δεύτερον ἴσατε καὶ ἴστε, τὸ τρίτον ἴσασιν. ἔδρακον· κατενόησαν, εἶδον, ἔμαθον. γίνεται ἀπὸ τοῦ δέρκω τὸ βλέπω ὅσον ἔδαρκον, καὶ ἐν ὑπερθέσει ἔδρακον· συνεξακούεται τὸ γινώσκειν· πολλὰ δὲ βάθη εἰσὶν ἄγνωστα τοῖς ἀνθρώποις ἃ αὐτοὶ γινώσκουσι, διότι ἡ ἄπειρα καὶ ἄμετρα βάθη ἔχουσα θάλασσα κέκρυπται, πολλὰ δὲ κεκρυμμένα ἰχθύδια ἔχει. εἶδον· τῷ νῷ· οὐ γὰρ τοῖς ὀφθαλμοῖς. ἀμφιτρίτην· ἀμφιτρίτη ἡ ἀμφοτέρωθεν ποιοῦσα ἡμᾶς τρεῖν καὶ φοβεῖσθαι, ἢ ἡ ἀμφοτέρωθεν τῶν τριῶν στοιχείων οὖσα.

<!-- 1.85 -->Πολλά· φῦλα, βάθη, ἰχθύδια. ἀπειρεσίη· ἡ πολλή· μεσεμβόλημα. γάρ· ἐπειδή. ἀμετροβαθής· καὶ ἄμετρα βάθη ἔχουσα, ἔχουσα βάθος ἄπειρον μὴ μέτρῳ ὑποβαλλόμενον. Ἰστέον ὅτι τὰ ἁπλᾶ διὰ τοῦ υ ψιλοῦ γράφεται, τὸ βαθὺς καὶ πλατὺς, τὰ δὲ σύνθετα διὰ τοῦ η, ὥσπερ ἐνταῦθα θάλασσα ἀμετρο ἔχομεν βαθής, ὡς ἀπλατὴς ὁ μὴ πλάτος ἔχων, τὸ οὐδέτερον τὸ ἀπλατές.

<!-- 1.86 -->Κέκρυπται· ἀφανῆ εἰσι καὶ κρύπτει. ἀείδελα· ἀφανῆ ὄντα, ἄγνωστα ὄντα. μυθήσαιτο· εἴποι, ἐξ ὀνόματος καλέσῃ, ἐξ ὀνόματος εἴπῃ· μῦθος σημαίνει δύο, τὸν σκοτεινὸν λόγον καὶ τὸν ἁπλοῦν.

<!-- 1.87 -->Θνητός· ἀπὸ τοῦ θανῶ θνῶ θνήσω θνητός. ὀλίγος· ἀσθενής· ὀλίγος δὲ νόος τοῖς ἀνθρώποις καὶ ἀλκὴ πρὸς τὸ γνῶναι δηλονότι τοσοῦτον βάθος τῆς θαλάσσης, τὸ δὲ δὲ ἀντὶ τοῦ γὰρ ἀττικῶς· γνώμη. μερόπεσσι· ἀνθρώποις· μέροπες οἱ ἄνθρωποι οἱ ἀπὸ τῶν ἄλλων ζώων μεμερισμένην ἔχοντες τὴν ὄπα. ἀλκή· ἰσχύς.

<!-- 1.88 -->Οὐ μὲν γάρ· σχῆμα ἀμφιβολίας. ἔλπομαι· ἐλπίζω, νομίζω.

<!-- 1.89 -->Παυροτέρας· ὀλιγοτέρας. ἔθνεα· πλήθη. μείονα· ἐλάττω, ἐλάττονα, οὐδὲ πλῆθος ἐλάττονα. φέρβειν· ἐλπίζω τρέφειν τῆς γῆς.

<!-- 1.90 -->Ἀμφήριστος· ἰσοσύγκριτος, ἐξισουμένη, ἀμφίβολος, ἴση· ἀμφήριστον τὸ ἀμφίβολον καὶ ἶσον· λέγομεν οὖν ἀμφίβολον τὸ ἶσον ἀπὸ μεταφορᾶς· δύο τινῶν ἐριζόντων, ἔστʼ ἂν ἡ πάλη ἐστὶν ἰσοπαλὴς, ἀμφίβολός ἐστιν ὁ νικῶν· ἡνίκα δʼ ἂν ὁ εἷς ἡττηθῇ, τότε οὔκ ἐστιν ὁ νικῶν ἀμφίβολος. ἀμφοτέρῃσι· ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ. γενέθλη· γενεά.

<!-- 1.91 -->Ἑτέρη· ἢ γῆ ἢ ἡ θάλαττα, καὶ ἡ μία ἤως ἡ γῆ ἢ θάλασσα. προβέβηκε· προέχει, ὑπερέχει, ἐνίκησε, νικᾷ· ἡ πρὸ ἀντὶ τῆς ὑπέρ. σάφα· σαφῶς, εὐκόλως. τεκμαίρονται· γινώσκουσιν, ἐπίστανται.

<!-- 1.92 -->Ἀνδρομέοισι· ἀνθρωπίνοις, πρὸς ἀντιδιαστολὴν τῶν ἀλόγων ζώων· τῶν θεῶν ἐστι τὸ παρὸν γινώσκειν, τῶν δʼ ἀνθρώπων πεπερασμένην γνῶσιν ἐχόντων τὸ εἰκὸς καὶ ὃ καταλαμβάνουσι πέρας ἔχειν· ἀδύνατον οὖν ἡμᾶς τοὺς ἀνθρώπους τὸ τὴν ἡμετέραν δύναμιν ὑπερβαῖνον καταλαβεῖν. μέτρα· συμμετρίαν, σταθμούς. φέρωμεν· ὦ Καλλιόπη, ἡ εὔφορος τοῦ λόγου, λέγει δὲ τὸν Ἑρμῆν εὔφορον τοῦ λόγου, ἀλλὰ σὺ δὲ, ὦ Καλλιόπη, ἡ εὐθυποιοῦσα τὰ πάντα, ποίησον καὶ τὰ ἐμὰ δῶρα τῷ βασιλεῖ εὐπρόσδεκτα, ἢ ἃς φέρομεν νοήματα πρέποντα ἀνθρώποις μὴ ὑπερβαίνοντα ἀνθρωπίνην διάνοιαν, ἤως θεϊκά.

<!-- 1.93 -->Ἰχθύσι γάρ· ἀρχὴ διηγήσεως· διάφορα γὰρ τὰ εἴδη καὶ τὰ γένη τῶν ἰχθύων καὶ οἱ τόποι καὶ αἱ τροφαί. γάρ· μέν. γενεή· ἡ γέννησις. ἤθεα· διατριβαὶ ἰωνικῶς ὅτι ἄλλο ἄλλην δίαιταν καὶ ἄλλην διαγωγὴν ἔχει, πόρος, ὅτι ἐν διαφόροις τόποις τῆς θαλάσσης διαιτοῦνται τὰ ζῶα. Ἀποροῦσί τινες, πῶς τὰ βούβαλα εἰσερχόμενα ἐν τῇ θαλάσσῃ οὐ πνίγονται· καί φαμεν οὕτως· διὰ τὸ τὰ ὦτα αὐτῶν κεχαλασμένα ἔχειν· καὶ γὰρ οἱ ἵπποι οὐκ ἂν πλέοντες πνιγῶσιν, εἰ μὴ ἐν τοῖς ὠσὶν αὐτῶν ὕδωρ εἰσέλθῃ διὰ τὸ λαβυρινθώδη ἔχειν τὴν καὶ μὴ τὸ ὕδωρ εἰσέρχεσθαι κατʼ εὐθεῖαν. πόρος· ἡ πορεία, περιφραστικῶς διατριβαὶ, ἀντισκηνώσεις.

<!-- 1.94 -->Κέκριται· διακεχώρισται. οὐδέ τι· οὐδαμῶς. νομαί· αἱ διατριβαί. νεπόδεσσιν· ἰχθύσιν. ὁμοῖαι· καὶ ἴσοι, ἀττικόν.

<!-- 1.95 -->Οἱ μὲν γάρ· χωρισμὸς τῶν ἰχθύων. χθαμαλοῖσι· τραφεροῖς, ἁπαλοῖς, τοῖς ἔχουσιν ὕδωρ ἐπιπόλαιον· χθαμαλὸς ὁ λεῖος τόπος παρὰ τὸ χαμαὶ χαμαλὸς, καὶ πλεονασμῷ τοῦ θ χθαμαλός. χθαμαλοῖσι· ἀβαθέσιν.

<!-- 1.96 -->Ψάμμον· ψάμμος καὶ ἄμμος διὰ δύο μμ, ἄμαθος διʼ ἑνός. ἐρεπτόμενοι· ἐσθίοντες, κυρίως δʼ ἐπὶ τῶν ἀλόγων ζώων λέγεται, ἀπὸ τοῦ τῆς ἔρας ἤως τῆς γῆς ἅπτεσθαι. ὅσʼ ἐν ψαμάθοισι φύονται· ὁπόσοι καὶ τὸν αἰγιαλεῖον κατοικοῦσι ψάμμον, ἤγουν τὰ βρύα.

<!-- 1.97 -->Κόκκυγες· ἢ φιλομῆλαι. κόκκυγες αἱ φιλομῆλαι διὰ τὸ εἶναι αὐτὰς κοκκίνους, ἃς καὶ λέγουσιν εἶναι προσφιλεῖς τῶν κοκκίνων μήλων τῶν ὀπωρῶν. θοοί· σύντομοι, καὶ οἱ ταχύτατοι. ξανθοί· ἐπίθετον. ἐρυθῖνοι· λιθρινάρια, ῥούσια.

<!-- 1.98 -->Κιθάρη· κιθάριος. ἀδρανέες· ἀσθενεῖς, οἱ λεπτοί. μελάνουροι· οἱ μοσχίται οἱ οὐροῦντες μέλαν, ἢ τὰ καλαμάρια.

<!-- 1.99 -->Τραχούρων· ὅμοια πηλαμύσιν, καὶ τῶν τριχαίων. ἀγέλαι· ποίμνια. βούγλωσσοι· τὰ λεγόμενα βοϊδόγλωσσα. πλατύουροι· ψησσία, πλατεῖς.

<!-- 1.100 -->Ταινίαι· ζαργάναι. Ταννύαι ἀπὸ τοῦ τανύω τὸ ἐξαπλῶ· καὶ γὰρ αὗται μακραί εἰσιν. ἀβληχραί· ἀσθενεῖς ἀπὸ τοῦ ἀβάλλεσθαι ἢ ξηραίνεσθαι τὴν χροιάν. αἰόλος· κατάστικτος, καὶ ποικίλος, ἢ ταχύς· τὸ αἰόλος Ὅμηρος ἐπὶ τοῦ ταχυτάτου εἶπεν· αἰόλος ἢ διὰ τὸ διάφορον καὶ ποικίλον χρῶμα ἔχουσιν, ἢ διὰ τὸ ἔχειν κέντρον καὶ εἰς θάνατον ἄγειν καλεῖται αἰόλος. αἰόλος· διὰ τὸ ἔχειν κέντρον θανατηρόν.

<!-- 1.101 -->Κυπρῖνοι· κυπρῖνος ἀπὸ τοῦ κύειν τὸν χρόνον πέντε γεννήσεις. οἳ φίλοι· ὑπάρχουσιν κατὰ παράλληλον.

<!-- 1.102 -->Τενάγεσσιν· ἐν καθύγροις τόποις, βορβορώδεσιν, οἵτινες ἔχουσιν ἐπιπόλαιον ὕδωρ, καθύγροις τόποις, τοῖς ἐν τῷ πελάγει βορβόροις παρὰ τὸ κτεῖναι ἅμα. τενάγεσσι· πλατείαις βαθέσι πελάγεσι παρὰ τὸ τείνειν ἔξω τὸ ἄγος ἢ τὸ μίασμα· ἢ παρὰ τὸ τέγγω τὸ βρέχω τέγγανος, καὶ ἐν ὑπερθέσει τέναγος ὁ ὑπόβροχος τόπος· ἢ παρὰ τὸ τείνειν ἔξω τὸ ἄχος. τενάγεσσιν· πελάγεσιν· τέναγος ὁ πηλώδης τόπος ἔχων ὕδωρ βραχὺ ἐπιπολάζον.

<!-- 1.103 -->Βατίδες· βάτοι. ὑπέροπλα· ὑπερήφανα, τὰ ἀλαζονικὰ, περίφρασις, τὰ μεγάλα. Οὗτος ὁ ἰχθὺς οὐχ ὅτι μέγας ἐστὶ μόνον καὶ πλατὺς λέγεται ὑπερήφανος, ἀλλʼ ὅτι καὶ πολλοὺς ἄνδρας φονεύει, καὶ μάλιστα τοὺς δύτας· ἐπὰν γὰρ ἕνα θεάσηται δύνοντα, παραχρῆμα νήχεται κατὰ τῆς κεφαλῆς αὐτοῦ ὡς πῶμα καὶ οὐκ ἐᾷ τοῦτον ἀναβῆναι καὶ τούτῳ τῷ τρόπῳ ἀποπνίγει αὐτόν.

<!-- 1.104 -->Ἀργαλέη· λυπηρὰ, χαλεπὴ, θανατηρὰ, ἡ πάντα ποιοῦσα ναρκᾷν, ἂν λεληθότως ἐφάψηται. ἄλλως· ἀργαλέη ἡ χαλεπὸν τὸ κέντρον ἔχουσα, καὶ θανάσιμον, καὶ δηλήσιμον πάντων ἀνδρῶν τε καὶ ἰχθύων καὶ φυτῶν ζῶσα καὶ φονευθεῖσα. ἐτήτυμον· ἀληθὲς, καὶ ἀλήθειαν ἔχουσα· ἐτήτυμον τὸ ἀληθὲς ἐκ τοῦ ἔτυμος καὶ πλεονασμῷ τοῦ τ καὶ η ἐτήτυμον. Ὥσπερ ἀπὸ τοῦ τίθημι θετὸς, καὶ ἐκ τοῦ δίδωμι δοτὸς, οὕτω καὶ ἀπὸ τοῦ εἰμὶ ἐτὸς, ὁ ὢν ἀληθῶς· πάλιν ἀπὸ τοῦ ἕλος ἕλυμος, οὕτως καὶ ἀπὸ τοῦ ἐτὸς ἔτυμος καὶ κατʼ ἀναδιπλασιασμὸν ἐτήτυμος, ὥσπερ ἄτηρος, ἀτάρτηρος, ἔλυμος δὲ βοτάνη ἡ ἐν ἕλει φυομένη. οὔνομα· τὸ ἐπώνυμον.

<!-- 1.105 -->Ψῆτται· ψησσία, κλαρίαι· ἰχθύες καὶ οὗτοι. ἔργα· μεγέθη, γένη, πλήθη, αἱ διατριβαί. ὀνίσκων· ἀειδάρων. ἔργα τʼ ὀνίσκων· ἤγουν οἱ ὀνίσκοι, περίφρασις.

<!-- 1.106 -->Σαῦροι· σαυρίδες. σκέπανοί τε· κόπανοι. τέτροφε· τρέφονται.

<!-- 1.107 -->Θῖνα· αἰγιαλόν. θῖνα δʼ ἀνά· ἀνʼ αἰγιαλόν, κατὰ τὸν αἰγιαλόν· θετικὸν, οἷον·

  
ἐκβάντες ἐπὶ θῖνα.  
γίνεται δʼ ἐκ τοῦ θείνω τὸ τύπτω, τοῦτο δὲ σημαίνει δύο, τὸ φονεύω καὶ τὸ τύπτω, εἰς ὃν ἐκκρούουσι τὰ κύματα· θῖνα καλεῖ τοὺς βρυώδεις τόπους, τοὺς ἔχοντας δηλονότι βρύα χλωρά. πρασόεσσαν· τὴν βοτανώδη, χλοερὰν, τὸν πρασώδη αἰγιαλὸν ὑποκάτω τῶν χλωρῶν βοτανῶν. χλωραῖς· παρὰ τοῦ χαλῶ καὶ τοῦ ὥρα ἡ εὐμορφία χαλάωρος καὶ χλωρὸς, ὁ κεχαλασμένην ἔχων τὴν χρόαν. βοτάνῃσι· παρὰ τὸ βίᾳ τείνεσθαι ἤως αὔξειν.

<!-- 1.108 -->Μαινίδες· σμαρίδες, ἰσμαρίδες. ἰδέ· ἰωνικὸν διὰ τοῦ ι, ἠδὲ ἀττικόν.

<!-- 1.109 -->Σκάρος· γράφεται σπάρος. ἀμφότεροι· οἱ μεγάλοι καὶ οἱ μικροὶ, ἢ τὰ δύο γένη τῶν βωκῶν, ἤγουν οἱ μεγάλοι καὶ οἱ μικροὶ βάτραχοι.

<!-- 1.110 -->Βῶκες· βοῦπες, βάτραχοι, οἱ βοῦπαι· βῶξ λέγεται διὰ τὸ μόνος τῶν ἰχθύων φωνὴν ἀφιέναι, οἷον βόαξ βῶξ. φίλον· προσφιλές. πράσον· βοτάνους, βοτάνη ἀμφὶ τὸ βρύον. ἀμφινέμεσθαι· βόσκεσθαι, ἐσθίειν.

<!-- 1.111 -->Κεστρέες· γυλάρια, τὰ μεγάλα γυλάρια ἢ γοφάρια. τό· οὐκ ἐσθίει ὁ κεστρεὺς ἄλλον ἰχθύν. Δικαιότατον γένος λέγει τὸν κέφαλον, καθὸ τῶν ἄλλων ἰχθύων τῶν ἐσθιόντων σάρκας αὐτὸς μόνος οὐ πλησιάζει σαρκί. Λέγει, ὅτι οἱ κεστρεῖς καὶ αἱ λάβρακες μόνον ποταμοῦ καὶ θαλάσσης διαιτῶνται.

<!-- 1.112 -->Λάβρακες· ἀπὸ τοῦ λίαν ὄντες βοροὶ καὶ λαίμαργοι. ἀμίαι· γόμφοι, τὰ γομφάρια, οἱ μεγάλοι γόμφοι, οἱ ἀναιδεῖς. θρασύφρονες· τολμηροὶ ἐν τῷ δάκνειν δελφῖνας, ἄτακτοι, καὶ θρασεῖαι, ἀπότολμοι, σύντομοι εἰς τὸ δάκνειν. Ἐκ τοῦ θέρω κοινῶς θέρσω, αἰολικῶς θερσὺς καὶ ἐν ὑπερθέσει τοῦ ρ θρασὺς κατὰ τροπὴν τοῦ ε εἰς α· τὰ γὰρ ἀμετάβολα ἄτρεπτα ὄντα καὶ οἱ Αἰολεῖς ἐπὶ τοῦ μέλλοντος εἰς σ τρέπουσιν, οἷον κρίνω, κρίσω, θέρω θέρσω θερσὺς καὶ θρασύς.

<!-- 1.113 -->Γόγγροι· τὰ γογγρία· ἐτυμολογοῦνται ἀπὸ τοῦ γρῶ τὸ ἐσθίω· γρῶ γράος καὶ γόγγρος, γράοι καὶ γόγγροι. ὄλισθον· γλίσχρος γάρ ἐστιν, γλανεόν.

<!-- 1.114 -->Γείτονα· ἀπὸ κοινοῦ, τὸν γείνα, γείτονα τῶν ποταμῶν. Τὴν γείτονα τοῦ ποταμοῦ καλεῖ θάλασσαν, τουτέστι τὸν αἰγιαλόν. ναιετάουσιν· κατοικοῦσιν, ποταμὸν, λίμνην, ἢ αἰγιαλόν. θάλασσαν· τουτέστι τὸν αἰγιαλόν.

<!-- 1.115 -->Λίμναις· ἀπὸ τοῦ λίαν μένειν. ὅθι· ὅπου, ὅποι τῆς γῆς ἀντὶ τοῦ ἐν ᾗ ἂν γῇ· οὕτως καὶ ὅθι τῆς ἅλμης αὐτοῦ, ἐν ᾗ ἂν ἅλμῃ ἐκβάλλεται τὸ λαρὸν τοῦτο, τὸ γλυκὺ ὕδωρ. λαρόν· ἐπιθυμητὸν, ἡδὺ, τὸ γλυκύ. μεταπαύεται μεταβάλλεται, μετατρέπεται, κεῖται, εἰσβάλλεται, λήγει.

<!-- 1.116 -->Πρόχυσις· ἐπίχυσις, ὕλη ἡδύτητος, ἐπισώρευσις, ἐπίῤῥευσις, ῥεῖθρον, πλῆθος, ἔκχυσις. συμβάλλεται· συνάγεται, μίγνυται. ἰλυόεντα· συρφετώδης, βορβορώδης· ἰλὺς λέγεται ὁ πηλώδης καὶ κάθυγρος τόπος, καὶ ἡ ὑπόστασις τῶν ὑδάτων· ἀπὸ τοῦ ἕλη γίνεται ἑλύω, εἶτα ῥηματικὸν ὄνομα ἰλὺς, ὡς τὸ πείθω πιθανός. τελματώδης· ἐν τῇ προχύσει τῇ ἰλυοέσσῃ.

<!-- 1.117 -->Ἑλκομένη· φερομένη, συρομένη. δίνῃσιν· συστροφαῖς ὀξείαις, τοῖς ῥεύμασιν. χθονός· τῆς γῆς. ἔνθα· ὅπου, ἐκεῖ.

<!-- 1.118 -->Φορβήν· τροφήν. ἱμερτήν· ἐπιθυμητὴν, ἐρασμίαν, γλυκεῖαν.

<!-- 1.119 -->Οὔτʼ· οὐδαμῶς. αὐτῶν· ἀπό. ἀπολείπεται ἔξω· ἀναστροφή.

<!-- 1.120 -->Ἐς προχοάς· εἰς τὰ χείλη τοῦ ποταμοῦ, προχύσεις, εἰς τὰ χείλη τοῦ ποταμοῦ καὶ τῆς θαλάσσης, ἴσως  <span class="gap">…</span> τὰς χύσεις, τὰ ῥεύματα τοῦ ποταμοῦ δῆλον. ἀνανήχεται· ἀναπλέει, ἄνω πλύνει  <span class="gap">…</span> καταλιμπάνει· τὰς ἐγχέλυάς φησιν ὁ ποιητὴς ἐκ τῶν ποταμῶν ἀναστείχειν εἰς τὴν θάλασσαν. ἐγχέλυες· ἀπὸ τοῦ ἔχεσθαι ἐν τῇ ἰλύϊ. Ἐτυμολογοῦνται ἀπὸ τοῦ ἔχεσθαι ἐν ἰλύϊ, ἢ ἀπὸ τοῦ ἔχεσθαι ἐν τῇ λίμνῃ.

<!-- 1.121 -->Πλαταμῶσιν· αἰγιαλοῖς, καθύγροις τόποις, πέτραις, ταῖς πλατείαις πέτραις, καθύγροις τόποις ἐνὶ τοῖς αἰγιαλοῖς· ἐν ὑγροῖς τόποις· πλαταμῶνες κυρίως εἰσὶ βόθροι ἔχοντες ὕδωρ ὄμβριμον, οἵτινες πλησιάζουσι τῇ θαλάσσῃ, καὶ ὅταν πεφυσιασθῇ ἡ θάλασσα, δέχονται καὶ ἁλμυρὸν ὕδωρ. Πλαταμῶνες οἱ αἰγιαλοὶ λέγονται, ὅπου τὸ ὕδωρ ἅπαξ ἐκ μιᾶς προσελθὸν ξηρὸν αὐτὸν ἀφίησιν. χρίπτουσι· προσεγγίζουσιν, ἐγχρίμπτουσιν, πλησιάζουσιν.

<!-- 1.122 -->Ἀμφίαλοι· ἀμφοτέρωθεν κλυζόμεναι, ἀμφοτέρωθεν ὑπὸ τῆς ἁλὸς κυκλούμεναι, περίῤῥυτοι· διάφοροι γάρ· ἔχουσαι ἀμφοτέρωθεν θάλασσαν, ἤως αἱ ὑπὸ θαλάσσης καλυπτόμεναι· ἀμφίαλος ἡ θαλασσία πέτρα ἡ ἀμφοτέρωθεν ἔχουσα τὸ ὕδωρ. πολυειδέες· ποικίλοι. αἱ μέν· πλαταμῶνες. ἔασι· εἰσιν· διάλυσις ἰωνική.

<!-- 1.123 -->Φύκεσι· βρύοις· φῦκος τὸ φυκάριον, ἐν ᾧ αἱ γυναῖκες ἀλείφονται, ἢ τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. μυδαλέαι· περισκεπεῖς, βεβρεγμέναι, διάβροχοι, κατάβροχοι· μυδῶ τὸ βρέχω. Μυδαλέοι δὲ δίυγροι, καὶ τῶν φυκίων τουτέστι τῶν βοτανῶν. μνία· βρύα· μνία δὲ τὰ μικρὰ βρύα, τὰ ἐπικείμενα ταῖς θαλασσίαις πέτραις. πέφυκε· ὑπάρχει, ἀναβλαστάνει, καὶ πεφύκασιν.

<!-- 1.124 -->Τάς· ταύτας, πέτρας, τὰς βοτάνας, εἰς ἃς δή. ἤτοι· μὲν, ἤως· γράφεται καὶ ᾗθι. ἀμφί τε· σὺν τούτοις, περὶ ἅς.

<!-- 1.125 -->Φέρβονται· τρέφονται, ἐσθίουσιν. μετά· ἀντὶ τοῦ σύν. σφίσιν· τούτοις. αἰολόνωτοι· ποικιλόνωτοι, ποικιλόραχοι, ποικίλοι.

<!-- 1.126 -->Ῥαδιναί· αἱ λεπταὶ, ἁπαλαί. ῥαδινόν· τὸ λεπτόν. κυφίδες· ληπῖναι, ῥούδια. φυκίδες· αἱ λαπίναι. Τοῦτο δʼ εἶπε σκώπτων τὸν γυναικώδη. Φυκίδας εἶπεν ἐνταῦθα ὁ ποιητὴς, θέλων λοιδορῆσαί τινα εὐνοῦχον φυκαρίζοντα τὰ παρειὰς αὑτοῦ, ἦν δʼ ὁ εὐνοῦχος οὗτος ὃν λοιδορῆσαι θέλει ὁ ποιητὴς, ὡς ἔοικεν, ὁ καταλαλήσας τὸν Ἀγησίλαον τὸν πατέρα τοῦ ποιητοῦ εἰς τὸν βασιλέα Σεβῆρον, ὡς εἴπομεν, ὅτι κατεφρόνησεν ὁ Ἀγησίλαος ἐξελθεῖν εἰς συνάντησιν τοῦ βασιλέως, ἅτε ζῶν φιλοσόφως καὶ καταφρονῶν τὰ πάντα. ἅσθʼ· ἅτινα.

<!-- 1.127 -->Ἀνδρὸς ἐπωνυμίην θηλύφρονος· ὀνομασία εὐνούχου ἀσθενοῦς· ἐνταῦθα λοιδορεῖ τινα εὐνοῦχον ὁ ποιητὴς, φυκαρίζοντα τὰς παρειὰς αὑτοῦ, καταλαλήσαντα Ἀγησιλάου πρὸς τὸν βασιλέα Σεβῆρον. τοῦτο δʼ εἶπεν εἴς τινα ἀποσκοπῶν γυναικειώδη παῖδα. ἐπωνυμίην· ὀνομασίαν. θηλύφρονος· εὐνούχου, ἀσθενοῦς. ηὐδάξαντο· εἶπον, ὠνόμασαν.

<!-- 1.128 -->Ἄλλαι· πέτραι. χθαμαλαί· βαθεῖαι. χαμηλαί· κοῖλαι, ταπειναί. ψαμμώδεος· τῆς ἐχούσης ψάμμον πλησίον, ὑπὸ τῆς ἐχούσης ἄμμον. εἰσί· γράφεται ἄγχι, ἤως πλησίον. ἄγχι· καὶ πλησίον εἰσίν.

<!-- 1.129 -->Λεπράδες· ὀστρώδεις, ὀστρειώδεις, τραχεῖαι, διεσχισμέναι πέτραι, ἐῤῥυπωμέναι. ἅς· εἰς. σκίῤῥις· καλούμεναι λεπιδυταὶ, ἡ ὕσκας. σύαινα· ἤως ἴσκαι, ἢ συάκιον, ἡ χοιρίλλα. βασιλίσκοι· σκιρίδια.

<!-- 1.130 -->Ἐν δέ· σὺν τούτοις δὲ, ἐν τούτοις δὲ, σὺν ταύταις. μύλοι· μυλοκόπια, μυλοκόποι. φῦλα· γένη· τρίγλης τε ῥοδόχροα φῦλα· καὶ ἡ τρίγλα, τὸ δὲ σχῆμα περίφρασις. Περίφρασίς ἐστιν ἡ περισσὴ φράσις, ἔκφρασις δʼ ἡ κατὰ λεπτὸν ἀφήγησίς τινων πραγμάτων, ἀντίφρασις ἡ ἐναντία φράσις, ὡς τὸ εἰπεῖν τὸ γλυκὺ πικρὸν καὶ τὸ ὄξος γλυκάδιον, παράφρασις δʼ ἡ τῶν λέξεων ἀλλοία διήγησις, ὡς τὸ μῆνιν εἰπεῖν ὀργὴν καὶ τὸ ἄειδε ἀντὶ τοῦ λέγε.

<!-- 1.131 -->Ἄλλαι· πέτραι. ποίῃσιν· βοτάναις. ἐπίχλοοι· βοτανώδεις, ἐσκεπασμέναι οὖσαι, βοτανώδη ὑπάρχουσι. ὑγρά· κατὰ, περίφρασις, κατὰ τά. μέτωπα· τὴν ἐπιφάνειαν, καὶ τὴν ὄπιν καταχλοαζόμεναι, κατὰ τὰ ὑγρὰ μέτωπα, ἤτοι κατὰ τὰ ἐπιφερόμενα πρόσωπα τὴν ὑγρότητα, ὑγρὸν δʼ ἐτυμολογεῖται ἀπὸ τοῦ ὕω τὸ βρέχω ὕσω ὑρὸν, καὶ πλεονασμῷ τοῦ γ ὑγρόν.

<!-- 1.132 -->Σαργόν· ἰχθὺν, κιθαργόν. ἐφέστιον· ἐγκάτοικον, ἔνοικον, ἔποικον, σύνοικον. σκίαιναν· καὶ τὴν σκίνναν λέγει.

<!-- 1.133 -->Χαλκέα· χαλκίτην, ὄνομα ἰχθύος, κορακῖνον, τὸν κορακῖνον τὸν ἔχοντα τὸ εἶδος μέλαν κατὰ τὸ ὄνομα αὐτοῦ, κορακῖνος δʼ ἐτυμολογεῖται ἀπὸ τοῦ κινεῖν τὰς κόρας ἤτοι τοὺς ὀφθαλμούς. ἐπώνυμον· κατὰ τὸ ὄνομα ὅμοιον καὶ ἡ χροιὰ, τὸν ὅμοιον ἐκ τῆς μελαίνης χλόας ὀνομαζόμενον. αἴθοπι· μελαίνῃ, μέλανι. χροιῇ· τῇ ὄψει.

<!-- 1.134 -->Καὶ σκάρον· μετάκλισις. ὃς δὴ μοῦνος· ὅτι μόνος ὁ σκάρος τῶν ἰχθύων φθέγγεται καὶ μόνος τὴν τροφὴν πρόεισιν ἐκ δευτέρου. Λέγει ὅτι μόνος ὁ σκάρος τῶν ἰχθύων λαλεῖ καὶ μόνος αὐτὸς τὴν τροφὴν ἐκ δευτέρου φέρει, προΐησι καὶ ἀναπτύει ἐν τῷ στόματι ἐκ τῆς γαστρός. μοῦνος· ἰωνικῶς. ἀναύδοις· ἀφώνοις· ἄναυδος ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ αὐδῶ τὸ λέγω.

<!-- 1.135 -->Φθέγγεται· βοᾷ. ἰκμαλέην· δίυγρον. ἰκμαλέαν· γαργαλίζουσαν, ἰσχνὴν, δίυγρον· ἰκμαλέην λαλαγὴν τὴν δίυγρον λέγει βοήν· ἰδιοπεποίηται αὕτη ἡ λέξις καὶ ἰδιάζει τῇ λέξει. ἐδητύν· τροφήν.

<!-- 1.136 -->Ἄψοῤῥον· ὀπισθόρμητον ἀπὸ τοῦ ἂψ ὀρούειν. προΐησιν· φέρει. πέμπει· προπέμπει. ἀνά· εἰς. ἀνὰ στόμα· ἔξω τοῦ στόματος. αὖτις· Ἰώνων.

<!-- 1.137 -->Δαιννύμενος· εὐωχούμενος, ἐσθίων. μήλοισιν· προβάτοις, μήλων. ἀναπτύων· ἀνεξερῶν, ἀναπεμπόμενος, ἀνεμέσων, ἀναπέμπων κατὰ μηρυκασμὸν, καὶ ἀναπίνων. ἶσα· ὁμοίως.

<!-- 1.138 -->Ὅσσαι· πέτραι. χήμῃσι· ὀμυδίοις, χηβαδίοις, ὀστρέοις. περίπλεοι· περιπληθεῖς, πεπληρωμένοι. λεπάδεσσιν· ὀστρέοις· λεπάδες εἰσὶ ζῶα ἐλάττονα τῶν ὀστρέων, ἅ φασι πατελίδας· λεπάδας τὰ κοχλάδιά φησι, τὰ κεκολλημένα ταῖς πέτραις, ἅ φασιν οἱ πολλοὶ πεταλίδας, τὰ κεκολλημένα ὄστρεα τοῖς λεπάδεσσιν. λεπάδεσσι· καὶ κολλιδίοις, ἃς λέγει πεταλίδας, ἢ λεπίσι ὀστρέου. λεπὰς εἶδος ὀστρέου.

<!-- 1.139 -->Ἐν δέ σφισι· ἐν τούτοις, ἐν δʼ αὐταῖς, ἐν αὐταῖς δῆλον ταῖς πέτραις. θάλαμοι· κοιτῶνες, φωλεοί. Θάλαμος, μέλαθρον, καὶ μέγαρον διαφέρει· ὁ θάλαμος ἀπὸ τοῦ θάλλειν ἅμα τοὺς δύο νεονύμφους, ὃν λέγομεν παστὸν, ἢ θαλαμὸς ποταμός τις ὢν παρὰ τὸ θάλπειν, μέλαθρον δʼ ἀπὸ τοῦ τὸν αἰθέρα μελαίνειν, κυρίως τὸ μαγειρεῖον, μέγαρον δὲ τὸ παλάτιον καὶ πᾶν οἴκημα ὑψηλὸν ἀπὸ τοῦ μέγα καὶ πολὺ αἴρεσθαι καὶ ὑψοῦσθαι. αὔλια· καὶ κατασκηνώσεις, καὶ κοιλώματα. δύμεναι· ὥσθʼ ὑπεισελθεῖν, εἰσέρχονται, καὶ εἰσέρχεσθαι.

<!-- 1.140 -->Ἀναιδέες· θρασεῖς, ἀναίσχυντοι. ἀγριόφαγροι· διωξίφαγροι διὰ τὸ κινεῖσθαι ταχέως.

<!-- 1.141 -->Κέρκουροι· κουτζουρίναι. μένουσι· κατοικοῦσιν. ὀψιφάγοι· αἱ τὰ ὀψάρια ἐσθίουσαι. ἀνιγραί· ἐπίπονοι, ἀνίαν καὶ λύπην ἐμβάλλουσαι τῇ ἄγρᾳ· δυσκόλως γὰρ ἀγρεύονται διὰ τὸ ὀλισθηρόν. ἀνιγραί· ἀσθενεῖς. Ἀνιγραὶ ἀντὶ τοῦ ἐπίπονοι καὶ ὀξεῖαι κατὰ τὸ σῶμα καὶ ἰσχναὶ, αἳ ἐσθίουσι τὰ ὀψάρια· ἀνιγρὸν τὸ ἀσθενὲς καὶ οἷον τεθνηκὸς, ὡς ἐστερημένον ζωτικῆς ὑγρότητος, τροπῇ τοῦ διχρόνου εἰς δίχρονον. Γράφεται ἀνιεραὶ ἤως λυπραὶ, λυπηραί.

<!-- 1.142 -->Σκόμβροι· σαῦροι. ὀψιμόρων· βραδέως θνησκόντων· ὁ γὰρ ὀρφὸς ἀγρευθεὶς καὶ κατακοπτόμενος οὐκ εὐθέως ἐκπνεῖ, ἀλλʼ ἀναπηδᾷ, ὀψὲ καὶ μόλις θνῆσκον. ὀψίμορος· ἀργοθάνατος. ὀψίμορον γένος ὀρφῶν· διότι βραδέως ἀποθνήσκουσιν οἱ ὀρφνοὶ ἀγρευθέντες καὶ ἐπὶ τῆς γῆς ἐκβληθέντες οὐκ εὐθέως ἐκπνέουσιν, ὡς καὶ ἄλλοι ἰχθύες, ἀλλὰ καὶ κατακοπτόμενοι τῷ σιδήρῳ ἔτι σκαίρουσι καὶ πηδῶσιν.

<!-- 1.143 -->Οἵ· οἱ ὀρφανοὶ δῆλον. πάντων· τῶν ἰχθύων. περίαλλα· πέρι τῶν ἄλλων, περισσοτέρως, περισσότερον. δηθύνουσι· βραδύνουσι, χρονίζουσιν.

<!-- 1.144 -->Ζωοί· οἱ ζῶντες. τμηθέντες· κοπέντες, διασχισθέντες. σπαίρουσι· πηδῶσι, ψυχοῤῥαγοῦσιν· σπαίρω ὡς ἀσπαίρω τὸ αὐτὸ ἐπὶ τῆς ἀτάκτου κινήσεως, σκαίρω ἐπὶ τῆς εὐτάκτου καὶ εὐρύθμου.

<!-- 1.145 -->Ἐν βένθεσιν· ἐν βαθέσιν. ὑπόβρυχα· ἐν τῷ βυθῷ, ὑποκάτω τοῦ βυθοῦ, ἤγουν ἐν τῷ κατωτάτῳ μέρει τῆς θαλάσσης. μιμνάζουσι· μένουσιν, ὑπάρχουσι, καρτεροῦσιν.

<!-- 1.146 -->Φωλειῇς· ἐν ταῖς φωλειοῖς, ἐν φωλεαῖς. Φωλεὰ παρὰ τὸ ἀπολωλεκέναι τὸ φῶς. πρόβατοί τε καὶ ἥπατοι· εἴδη ἰχθύων λέγω· ἐντεῦθεν καὶ πρόβασις ἡ περιουσία. πρέποντες· ὄνομα ἰχθύος.

<!-- 1.147 -->Ἴφθιμοι· ἰσχυροί· ἴφθιμον τὸ ἰσχυρὸν, καὶ ὁ μὲν Ἡρόδοτος σύνθετον αὐτὸ λέγει, οἱ δὲ λοιποὶ διϊσχυρίζονται λέγοντες αὐτὸ ἁπλοῦν εἶναι· ὥσπερ γὰρ γίνεται παρὰ τὸ πρωῒ πρώϊμος, καὶ παρὰ τὸ ὀψὲ ὄψιμος, οὕτω καὶ παρὰ τὸ ἶφι ἴφιμος, καὶ πλεονασμῷ τοῦ θ ἴφθιμος, ἢ ἀπὸ τοῦ ἶφι καὶ τοῦ θυμὸς κατὰ τροπὴν τοῦ διχρόνου εἰς δίχρονον. φυήν· ἡλικίαν, κατὰ τὴν ἔκτασιν τοῦ σώματος. φυήν· μελοθεσίαν, τὸ σῶμα λέγει. νωθροί· βραδυκίνητοι γὰρ, ῥᾴθυμοι ἀπὸ τοῦ νω σπερητικοῦ μορίου καὶ τοῦ θορῶ οἳ ἐν τῇ ὁδῷ βραδυκίνητοί εἰσιν. κέλευθα· κατὰ, κατὰ τὰς ὁδοὺς, κατὰ τὰς πορείας. νωθροὶ δὲ κέλευθα· βραδέως εἰλοῦνται ἐν τῇ πορείᾳ, ἐπειδὴ βραδυκίνητοί εἰσιν· κέλευθος ἀπὸ τοῦ ἐλεύθω ἔλευθος καὶ πλεονασμῷ τοῦ κ κέλευθος, νωθροὶ δʼ ἀπὸ τοῦ νω στερητικοῦ μορίου καὶ τοῦ θορῶ τὸ πηδῶ νωθορὸς καὶ νωθρός.

<!-- 1.148 -->Εἰλεῦνται· δωρικῶς καὶ αἰολικῶς, καὶ κινοῦνται, συστρέφονται. τό· διὰ τοῦτο, διό. χαράδρην· σπήλαιον ἀπὸ τοῦ κεχαραγμένην εἶναι, τὸν φωλεὸν, οἰκίαν, ὅ ἐστι διεσχισμένος τόπος, κυρίως ὁ τράφος. Χαράδραν τὸ σπήλαιον λέγει παρὰ τὸ κεχαραγμένην καὶ ἀγρίαν εἶναι ἐκείνων τὴν κοίτην καὶ τὸ σπήλαιον.

<!-- 1.149 -->Αὐτοῦ· ἐκεῖ, καὶ ἐκεῖσε. λοχόωσι· ἐνεδρεύουσι, μένουσιν. παραί. παρὰ, αἰολικὸν διὰ τὸ μέτρον. μυχόν· φωλεόν. κε· ἄν.

<!-- 1.150 -->Χειροτέροις· μικροτέροις, ἀσθενεστέροις, τοῖς ἐλάττοσιν. ἀΐδηλον· ἀφανῆ. ἀΐδηλον· καὶ ἀφανείας ἐμποιητικὸν θάνατον, ἐστὶ δὲ τοῦτο ἀλλοπαθές. ἐπʼ ἰχθύσι· κατʼ ἰχθύων. πότμον· θάνατον. Πότμος παρὰ τὸ ποτιγίνεσθαι τὴν μετάθεσιν, ἢ παρὰ τὸ πότω ποτῶ γίνεται πότος καὶ πλεονασμῷ τοῦ μ πότμος, σημαίνει δὲ τρία τὸν θάνατον, τὴν τύχην καὶ τὴν ἐσχάτην σύμπτωσιν τοῦ βίου. ἄγοντες· ἐπιφέροντες.

<!-- 1.151 -->Ἐν καί· σὺν, ὑπερβατὸν κατὰ λέξιν, σὺν ἐκείνοις. ἔνθα· ὅπου. κείνοις ἐναρίθμιος· οἷς εἴπομεν, ἰσάριθμος αὐτοῖς, ἐνεκάτικος. πέρι πάντων· περισσότερον πάντων, ἤως ὁ ὄνος τῶν ἰχθύων περισσότερος, τῶν ἰχθύων δῆλον.

<!-- 1.152 -->Πτήσσει· φοβεῖται. ὀπωρινοῖο· θερινοῦ, τοῦ ἐν τῷ θέρει φαινομένου, ἤως τοῦ κυνάστρου. Ὀπωρινοῖο κυνὸς εἶπεν ὁ ποιητὴς, ὅτι ὁ κύων ἐστὶν ὁμώνυμος φωνὴ, οἷον ὅτι ἔνι κύων χερσαῖος, κύων θαλάσσιος καὶ τὸ ἄστρον αὐτὸ, ὅπερ ἔνι κατὰ τὸν ὀπωρινὸν καιρὸν ἤως τὸ θέρος, ὅτε καὶ οἱ κύνες οἱ χερσαῖοι λυσσῶσιν· καὶ ὧδε μὲν τὸν κύνα ἄστρον εἶπεν, ὅτι κατὰ τὸν καιρὸν, ὃν ἐξελλάμπει οὗτος, ἔνι σφοδρότατα καύματα φλογερὰ, καὶ ὡς ὢν ὁ ὄνος θαλάσσιος λεπτὸν δέρμα ἔχων φοβεῖται, μήπως ἐξελθὼν ἐπάνω τῆς θαλάσσης καυθῇ, καὶ ὑπεισέρχεται ἔνδον τοῦ βυθοῦ, καὶ κεῖται ἐκεῖ ὅλον τὸν ὀπωρινὸν καιρὸν, μέχρις ἂν παρέλθῃ ὁ κύναστρος, ἐν δὲ τῷ φθινοπώρῳ ἐξέρχεται. Μὴ θαυμάσῃς, ὅτι ἐστὶν ὄνος ἐν τῇ θαλάσσῃ· τὰ ζῶα τὰ τῆς γῆς ὅλα ἔχει αὐτὰ ἐπώνυμα καὶ ἡ θάλασσα. δριμεῖαν· τὴν ἀγρίαν, καυστικὴν, τὴν ἀγριωτάτην, μεγάλον. ὁμοκλήν· ἀπειλὴν, ἡ ὁμοῦ κίνησις. ὁμοκλὴ ἀπειλὴ ἐκ τοῦ καλῶ, καὶ ἐν συγκοπῇ κλῶ τὸ φωνῶ· ἐκ τοῦ οὖν κλῶ καὶ τοῦ ὁμοῦ ὁμοκλὴ ἡ ὁμοῦ πᾶσι λεγομένη τοῖς τρέχουσι στάδιον, καὶ Ὅμηρος

  
μέγα δὲ Τρώεσσιν ἅπασιν αὐτὸς ὁμόκλα  
ἀντὶ τοῦ πᾶσιν ἐπεφώνει καὶ ἔλεγεν, ὅθεν καὶ τὸ ἀντικλᾷν, ὁ δʼ Ἀριστοφάνης ἀντὶ τοῦ ἀντικλᾷν λέγει τὸ ἐνικλᾷν· τὴν γὰρ ἐνὶ πρόθεσιν ἀντὶ τῆς ἀντὶ εὑρίσκομεν, ὡς παρὰ τῷ Σοφοκλεῖ ἐν Αἴαντι οἷον τὸν σὸν ἐνστάτην λέγει ἀντὶ τοῦ ἀντιστάτην.

<!-- 1.153 -->Μίμνει· ἐπιμένει, μένει. ἐγκαταδύς· ὑπεισελθών. σκότιον· βαθύτατον, εἰς κατώτατα καὶ ἀφανῆ τόπον, σκοτεινὸν, ἀφανῆ. πάροιθεν· ἔμπροσθεν, ἔξωθεν· πάρος πάροθεν καὶ πλεονασμῷ τοῦ ι πάροιθεν.

<!-- 1.154 -->Ἔρχεται· ἐξέρχεται. ἄησιν· ἀναπνέει, πνέει, ἢ ἀνατέλλει, λάμπει, φαίνεται· ἄω τὸ πνέω καὶ λάμπω, ψιλοῦται, ὅθεν καὶ ἠὼς ἡ ἡμέρα. ἄησιν· ἀπὸ τοῦ ἄω τὸ πνέω ἄημι καὶ ἄημαι, σημαίνει δὲ τὸ ἀνατέλλω· ἐκ γὰρ τῶν ἀνατολῶν τοῦ κυνάστρου ὑπεκκαίεται ἡ τοῦ ἀέρος πνοὴ καὶ γίνεται φλογερά. Ἄησιν· γίνεται ἀπὸ τοῦ ἄω τοῦ πνέω ἄησιν, ἤτοι πνέει ἀντὶ τοῦ εἰπεῖν ἀνατέλλει· δηλοῖ γὰρ τὸ ἐκ τῆς ἀνατολῆς αὐτοῦ ὑπεκκαίεσθαι τὴν τοῦ ἀέρος πνοὴν καὶ φλογερὰν γίνεσθαι. Ἄω τὸ λάμπω, ψιλοῦται, ὅθεν ἠὼς ἡ ἡμέρα, ὃ καὶ αὔω αἰολικῶς γίνεται, τοῦτο δὲ τὸ αὔω δασύνουσιν Ἀττικοὶ, καὶ προστιθέντες τὸ φ φαύω λέγουσιν, ὅθεν καὶ ἡ φαῦσις, τὸ δέ γʼ ἅω αὕω αὑαίνω τὸ ξηραίνω δασύνεται παρὰ πᾶσιν, ὅθεν καὶ παρὰ τῷ κωμικῷ ἀφαυαίνειν. ἄγριος· ὁ καυματώδης, ὁ σφοδρὸς εἰς τὸ καίειν. ἄγριος ἀστήρ· ὁ καυστικὸς ἥλιος, ἤως ὁ κύναστρος.

<!-- 1.155 -->Ἁλικλύστοισι· τοῖς ὑπὸ θαλάσσης περιαντλουμέναις καὶ κατακλυζομέναις. μεμηλώς· φροντίζων καὶ μένων, προσμένων, ἐγκείμενος, φροντίδα ἔχων, προσκείμενος. Μεμηλὼς παρὰ τὸ μέλω τὸ φροντίζω, ὁ μέσος παρακείμενος μέμελα, καὶ κατʼ ἐπέκτασιν γίνεται μέμηλα, ὅθεν ἡ μετοχὴ ὁ μεμηλὼς, ἢ ἀπὸ τοῦ μεμέληκα γέγονεν

  
μέγα πλούτοιο μεμηλώς.  
ἀντὶ τοῦ πάνυ πεφροντικὼς τοῦ πλούτου καὶ ἐπιμέλειαν αὐτοῦ ἔχων.

<!-- 1.156 -->Ἰδεῖν· καὶ κατὰ τὸ εἶδος, ἀττικόν. κεστρεῦσι· γομφαρίοις ἢ κεφάλοις. φυήν· κατὰ τὸ σῶμα. ἐναλίγκιος· ὅμοιος. Ἐναλίγκιος ὁ παρόμοιός τινι, ὁ τὴν εἰκόνα ἄλλου ἐν ἑαυτῷ φέρων· πολλὰ γάρ εἰσιν ὀνόματα ἀπὸ ῥημάτων συγκείμενα.

<!-- 1.157 -->Μερόπων· ἀνθρώπων, ἀπὸ, τινὲς μὲν τῶν ἀνθρώπων. Μέροψ ὁ καθόλου ἄνθρωπος ἀπὸ τοῦ τὴν ὄπα καὶ φωνὴν μεμερισμένην ἔχειν· μέροψ καὶ τὸ ὄρνεον, ὅπερ, ὥς φησιν Αἰλιανὸς, εἰς τοὐπίσω ἵπταται, ἐστὶ δʼ ὁ φλῶρος. ἕτεροι· τινές. Τὸ ἕτερον ἐπὶ τῶν ὁμοειδῶν ἐπὶ δύο λαμβάνεται, οἷον ἡ ἑτέρα τῶν χειρῶν πάσχει τόδε τι νόσημα, ἡ ἑτέρα δὲ τόδε τι, ἐπὶ δὲ τῶν ἑτεροειδῶν ἐπὶ πλήθους· διὰ τοῦτο καὶ ἐπὶ τὸ πρὸς τύπους λεγόμενον οὐχὶ τὸ ἕτερον ἔχει, ἀλλὰ τὸ ἄλλο, ὡς Ὅμηρος ἐπικλείουσιν· ὀνομάζουσι, φημίζουσι, καλοῦσιν.

<!-- 1.158 -->Ἐξώκοιτον· ἔξω κοιμώμενον, ἐξωμονίτην. ἐφήμισαν· ὠνόμασαν. οὕνεκα· διότι, ἐφερμηνευτικόν. κοίτας· φωλεὰς, στρωμνάς.

<!-- 1.159 -->Τίθεται· ποιεῖ. μοῦνος· τῶν ἰχθύων. Ὅτι ἔξω τῆς θαλάσσης κοιμᾶται, ἐκ πάντων οὗτος ὁ ἰχθὺς ἀμφίβιός ἐστιν, ἐφʼ ὅσοις δὲ βραγχηφόροις, ἐκ τούτων οὗτος μόνος ἔξω κοιμᾶται, βράγχη δὲ καλοῦνται τὰ τριχοειδῆ ἐκεῖνα τὰ ὄντα ἔξωθεν τῶν στομάτων, ἅτινα ἔχει καὶ ὁ σίλουρος καὶ ὁ φάγρος· ἀμφίβιος γάρ ἐστιν. ἀμείβει· ἔρχεται, διέρχεται, ἀντικαταλλάσσεται, περιποτοῦ.

<!-- 1.160 -->Ὅσσοι· λείπει ἀπὸ τῶν ἰχθύων. βράγχη· βρόχια, σπάραγχνα, τριχώματα, καλύμματα, ἀττικὴ ἡ σύνταξις· ἀντὶ τοῦ εἰπεῖν πτυχῶν λέγει πτύχας· συντάσσεται καὶ κατὰ τὰς πτύχας. ἀμφίς· ἀμφοτέρωθεν, ἀμφὶ τὰ χείλη.

<!-- 1.161 -->Εὖτε· ὁπηνίκα, ὅτε, ἡνίκα, ὁπότε. εὐνήσῃ· πραΰνῃ, κατʼ εὐφημισμὸν, καταπραΰνῃ, κοιμίσῃ, καταπαύσῃ. χαροπῆς· φοβερᾶς, ἤως καταπληκτικῆς. ἔργα· κύματα, τὰ ἤθη, τὰ ἤθη τὰ παραδεδομένα αὐτῇ· ἐπαναστροφή.

<!-- 1.162 -->Αὐτάρ· δὲ, τότε. ὅγʼ· ὁ δὴ, ὁ ἐξώκοιτος· οὗτος δὲ, ἤως ὁ ἄδωνις. ἐσσυμένοισι· τοῖς κινουμένοις ῥεύμασιν, ὁρμητικοῖς, ὁρμωμένοις, κινουμένοις. μεθορμηθείς· σὺν, συγκινηθεὶς, ἐφορμήσας. ῥοθίοισι· ῥεύμασιν.

<!-- 1.163 -->Ἀμφιταθείς· ἐξαπλωθείς. εὔδιον· γαληνὸν, ἀτάραχον, ἥσυχον.

<!-- 1.164 -->Ὀρνίθων· ὄρνις παρὰ τὸ ὀρούω τὸ ὁρμῶ· οὐδὲν γὰρ ἄλλο ὁρμητικώτερον τούτου· ἢ παρὰ τὸ ἄνις καὶ χωρὶς εἶναι ὄῤῥου, τουτέστι γάλακτος· περὶ τῶν λάρων λέγει καὶ αἰθυιῶν θαλασσίων. Τὸν λάρον λέγει καὶ τὸν ἁλιαίετον καὶ τὴν αἴθυιαν, ἕως οὗ αὐτὸν κατὰ πόντου ἄποθεν τῶν σπιλάδων τὸ κῦμα σαώσῃ ἤτοι ἀποσώσῃ. Ἄλλως· ἕως οὗ τὸν κατὰ μικρὸν κυλιόμενον σώσῃ ἀβλαβῆ τὸ κῦμα ἀπὸ τῶν σπιλάδων τοῦ πόντου, καθὰ λαμπρὰ καλεῖται. τρομέει· φοβεῖται. οἱ· αὐτῷ, τῷ ἄδωνι. οἵοι ἔασι· οἵτινες αὐτῶν ὑπάρχουσιν.

<!-- 1.165 -->Δυσμενέες· ἐχθροί. δυσμενόν· τὸν ἐχθρόν. τῶν· ἀφʼ ὧν, ἀπὸ τούτων. ἐσαθρήσῃ· καὶ ἴδῃ, βλέψῃ.

<!-- 1.166 -->Πάλλεται· ὀρχεῖται, κινεῖται, πηδᾷ. ὀρχηστῆρι. λείπει ἀνθρώπῳ. πανείκελος· πάντα ὅμοιος, καὶ λίαν ὅμοιος, ὅμοιος. ὄφρα· ἕως οὗ, ἕως, ὅπως.

<!-- 1.167 -->Προπροκυλινδόμενον· κατὰ μικρὸν κυλιόμενον· τοῦτο γὰρ δηλοῖ ἡ δευτέρα ἐπαγωγὴ τῆς προ, κυλιόμενον, κατὰ τὸ μικρὸν μικρὸν κυλιόων, κατὰ μικρὸν μικρὸν κυλιούμενον. σπιλάδων· πετρῶν σπῖλον ἐχουσῶν· σπιλὰς ἐκ τοῦ σπῖλος ὁ ῥύπος· αὕτη γὰρ δέχεται τῆς θαλάσσης τὰ ῥυπάσματα, ἢ παρὰ τὸ πελάζω πέλας τις οὖσα, εἰς ἣν πελάζουσι τὰ κύματα. σαώσῃ· σώσῃ, ἀβλαβῆ.

<!-- 1.168 -->Πέτρῃσι· ἰωνικόν. ψαμάθοισι· συλληπτικὸν τὸ σχῆμα. νέμονται· διάγουσι, βόσκονται, ὑπάρχουσιν.

<!-- 1.169 -->Ἀγλαΐῃ· λαμπρότητι, λαμπρά. χρύσοφρυς· ἐπώνυμος τῇ οἰκείᾳ ἀγλαΐᾳ. ἐπώνυμος· ἐπώνυμον.

<!-- 1.170 -->Σιμοί. μικροὶ, πατζοὶ τὴν ἡλικίαν· πατζοὶ ἤγουν σιμοσπόνδυλοι. γλαυκοί· αἱ κουκουβαΐαι. γλαυκὸς ἐπʼ ὀφθαλμῶν, λευκὸς ἐπὶ χροιᾶς, γλαὺξ λέγεται ἡ κουκουβαΐα. ἀλκησταί· ἰσχυροὶ ἀπὸ τῆς ἀλκῆς. συνόδοντες· πυκνόδοντες, πεπυκνωμέναι τοὺς ὀδόντας· συνόδοντές εἰσι βοῦς, πρόβατον, αἲξ, καὶ εἴ τι συμβέβηκε στέαρ ἔχειν, ἀλλʼ οὐ πιμελήν· διαφέρει γὰρ πιμελὴ στέατος, ἐτυμολογεῖται δʼ ἀπὸ τοῦ σῦς ὁ χοῖρος καὶ τοῦ ὀδοὺς, οἱονεὶ οἱ ἔχοντες ὀδόντας χοίρων. Καρχαρόδοντα δὲ ζῶά ἐστιν ὅσα στρογγύλας καὶ ὀξεῖς καὶ ἐναλλάσσοντας ἑαυτῶν τοὺς ὀδόντας ἔχει, οἷον λύκος, λέων, πάρδαλις καὶ τὰ ἄλλα, ἐστὶ δὲ καὶ ἀπὸ τῶν ἰχθύων πᾶν γένος καρχαρόδουν, ταῦτα δὲ καὶ σαρκοφάγα συμβέβηκεν εἶναι· ἀμφόδοντά ἐστιν ἄνθρωπος, ἵππος, ὄνος, ἐλέφας, καὶ πάντα ὅσα τοὺς ὀδόντας οὐκ ἐνηλλαγμένους ἔχει, τούτοις δὲ συμβέβηκε πιμελὴν, ἀλλʼ οὐ στέαρ ἔχειν· χαυλιόδοντα δʼ ἐστὶ τὰ ὑποφαίνοντα ἔξω τοὺς ὀδόντας, οἷον ὗς, ἀσπάλαξ, καὶ εἴ τι τοιοῦτον ἄλλο.

<!-- 1.171 -->Ἀϊκτήρ· ὁρμητικὸς ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. Σημείωσαι ὅτι οἱ θαλάσσιοι μῦες τῷ δέρματι καὶ τοῖς ὀδοῦσι θαῤῥοῦντες τοῖς ἀνθρώποις καὶ τοῖς ἰχθύσι μάχονται. δίδυμον· διπλοῦν. ἀμφότεραι· δύο γένη εἰσὶ σφυραινῶν.

<!-- 1.172 -->Σφύραιναι· ζαργάναι, οἱ ζαργάναι καλούμεναι. δολιχαί· μακραί. ῥαφίδες· βελονίδες, ἤγουν αἱ βελονίδες αἳ κατὰ ζαργάναι. ἐπὶ τῇσιν· σὺν ταύταις, σὺν τούτοις· γράφεται ἅμα τῇσιν. ἀραιαί· ἀσθενεῖς, λεπταὶ, ἀσθενέσταται.

<!-- 1.173 -->Κοῦφοι· ἐλαφροὶ, εὐκίνητοι. κυβιστητῆρες· κολυμβισταὶ, κολυμβηταί.

<!-- 1.174 -->Χαλεπόν· κακόν. περὶ πάντων· περισσοτέρως.

<!-- 1.175 -->Θαρσαλέοι· τολμηροὶ, ἀναιδεῖς, ἀναίσχυντοι. ἀντιφέρονται· μάχονται, ἀντιμάχονται, ἐναντιοῦνται.

<!-- 1.176 -->Τόσοι· μεγάλοι, ἰσχυροί. ἐόντες· ὄντες κατὰ δύναμιν ἢ κατὰ μέγεθος. ἐπὶ στερεῇ· ετῆ ἰανοῖς δυνατοί.

<!-- 1.177 -->Ῥινῷ· δέρματι, θηλυκῶς δέρματι. πεποιθότες· θαῤῥοῦντες. ἔνδον· τοῦ στόματος δηλονότι, ἔσωθεν. ὀδοῦσιν· ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω.

<!-- 1.178 -->Ἀρειοτέροισι· κρείττοσι, μείζοσι, κρειττοτέροις, καλλιωτέροις κατὰ πόλεμον, γίνεται δὲ παρὰ τὸ Ἄρης· κυρίως γὰρ ἀρείων ὁ κατὰ πόλεμον ἀνδρεῖος.

<!-- 1.179 -->Οἱ δʼ· ἄλλοι. Ἄλλοι δʼ οὐ προσπελάζουσι τοῖς αἰγιαλοῖς. ἀμετρήτοις· βαθυτάτοις, πολυβαθέσιν. αὖλιν· κατασκήνωσιν. ἄλην· πλάνην. ἔχουσι· κατοικοῦσι, κέκτηνται.

<!-- 1.180 -->Τηλοῦ· μακρὰν, μακρόθεν, συνίζησις. τραφερῆς· ξηρᾶς, τῆς θρεπτικῆς· τραφερὴ ἀπὸ τοῦ τρέφω· θρεπτικὴ γὰρ ἡ γῆ· ἢ ἀπὸ τοῦ τάρφω τὸ ξηραίνω· ξηρὸν γὰρ τὸ στοιχεῖον. ἠϊόσιν· τοῖς αἰγιαλοῖς. Αἰγιαλὸς ἐτυμολογεῖται παρὰ τὸ ἀΐειν διὰ τὸ ἀνεπιπροσμάχητον, ἢ παρὰ τὸ δίκην αἰγὸς ἅλλεσθαι, ἢ παρὰ τὸ αἶαν γείτονα εἶναι τῆς ἁλός. ἑταῖροι· φίλοι. Σημείωσαι ὅτι ξένος, φίλος καὶ ἑταῖρος διαφέρει· ξένος ἐστὶν ὁ ἀπὸ ξενίας φίλος, φίλος δʼ ὁ ἐν συμποσίῳ παρὰ τὸ πίνω, πίνος καὶ φίλος, ἑταῖρος ὁ ὑποτακτικῶς διάγων τινὶ καὶ προσφιλὴς ἐκείνῳ γενόμενος· ἀπὸ τοῦ ἐθὰς ὁ συνήθης ἐθάρος, καὶ προσθέσει τοῦ ι καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν ἑταῖρος· διὸ καὶ τὸ δασὺ ἔχει πνεῦμα, σημεῖον τῆς ἐκθλίψεως τοῦ δασέος συμφώνου.

<!-- 1.181 -->Θύννοι· παρήχησις, προετυμολόγησις, τρόπος ἐτυμολογικός· θύννος ἀπὸ τοῦ θύω τὸ ὁρμῶ. θύνοντες· ὁρμῶντες, σφοδρῶς ὁρμῶντες, οἱ μανιωδῶς ὁρμῶντες· θύνω τὸ ὁρμῶ. ἔξοχοι· μεγάλοι, ἐξαίρετοι. ἔξοχοι ὁρμήν· ἀντὶ τοῦ οἱ μανικώτατοι.

<!-- 1.182 -->Κραιπνότατοι· ταχύτατοι, ἰσχυροὶ παρὰ τὸ τὴν κάραν πνέειν, συντομώτατοι. Κραιπνὸς ἀπὸ τοῦ τὴν κάραν εἰς ὕψος πνέειν. ξιφίαι φερώνυμοι· τὸ γὰρ αὐτῶν στόμα ξίφει ὅμοιον, διὰ τὸ μύτιν ἔχειν δίκην ξίφους. ὑπέροπλος· ὑπερδύναμος, ἀλαζονικὴ, ἐπηρμένη, μεγίστη.

<!-- 1.183 -->Πρηνάδες· ὄνομα τῶν ἰχθύων.

<!-- 1.184 -->Σκολιαί· ἐπικαμπεῖς, στραβαί· σκολιὸν τὸ ποικίλον. σκυτάλαι· αἱ ἀβίναι λεγόμεναι, λεπίδαι. γένεθλα· γράφεται κέλευθα.

<!-- 1.185 -->Ἐν τοῖς· ἐν τούτοις, ἰωνικῶς. κάλλιχθυς· ἀπὸ τῆς καλλονῆς κάλλιχθυς, ἱερὸς δὲ διὰ τὸ εἶναι μέγας, ἢ διὰ τὸ ὅπου ἀναστρέφεται αὐτὸς, ἐκεῖ κοῖται οὐκ εἴσιν. ἐπώνυμος· φερώνυμος. ἱερός· καλὸς, μέγας, τίμιος, φυλακτικός. ἱερός· ἢ τίμιος, ἢ καλὸς, ἢ μέγας, ἢ φυλακτὴς τῶν ναυτίλων, ἢ ἔνθα ἀναστρέφεται, ἔνθα οὐκ εἴσι κοῖται.

<!-- 1.186 -->Κείνοις· ἰωνικὴ ἀφαίρεσις. Ἡ ἀφαίρεσις τῶν Ἰώνων, ἡ συγκοπὴ τῶν Αἰολέων, ἡ ἀποκοπὴ τῶν Ἀττικῶν. Πομπίλος· ἀπὸ τοῦ πομπεύειν τὴν νῆα, οἱονεὶ πομπῖνός τις ὤν. Πομπίλος παρὰ τὸ παραπέμπειν τοὺς πλέοντας· ὅτι παραπομπεύει τὴν νῆα, οἱ ναῦται τῇ πομπῇ τῶν νηῶν ἐπεφήμισαν τὸ ὄνομα αὐτοῦ, τουτέστι φερώνυμα ἐκάλεσαν· πομπὸς λέγεται συνοδοιπόρος, ἄγγελος, καὶ πομπὴ ἡ ἀποστολὴ, λέγεται δὲ πομπὴ καὶ ἡ μετὰ σταυροῦ λιτὴ καὶ ἔφοδος καὶ ἐξαποστολὴ καὶ δημοσίευσις, καὶ πομπεῖα τὰ εἰς πομπὴν κατασκευαζόμενα θυμιατήρια καὶ φιάλαι, καὶ πέμψαι τὸ ἀποστεῖλαι, ἀλλὰ καὶ τὸ πομπεῦσαι. πέρι· περισσῶς.

<!-- 1.187 -->Ἅζονται· τιμῶσι, σέβονται, σεβάζονται. πομπῇ· ὁδηγίᾳ. ἐπεφήμισαν· ἀντὶ τοῦ ἐπέθηκαν, ἐπωνόμασαν. οὔνομα· πομπίλος, τὸ πομπίλον. πομπίλος, προπέμπει τὰς νο ναῦς.

<!-- 1.188 -->Ἔξοχα· λίαν, ὑπερβαλλόντως. γεγηθότες· χαίροντες. ὑγρὰ θεούσαις· ταῖς κατὰ τὴν θάλασσαν τρεχούσαις. ὑγρά· πῶς.

<!-- 1.189 -->Πομπῆες· ἀκόλουθοι, συνέμποροι, ὁδηγοὶ, ὁμόστολοι, ὁμόπλοοι.

<!-- 1.190 -->Ἀμφιπερισκαίροντες· πηδῶντες, περικυκλοῦντες, ἄγαν πηδῶντες, περιχαιρόμενοι, περιπηδῶντες. ἐΰζυγον· ζεῦγος σημαίνει δʹ τὸν τοῦ ἅρματος, ὑφʼ ὃν οἱ ἵπποι ζεύγνυνται, τὸν τῆς κιθάρης πῆχυν, τὰς τῶν κωπηλατούντων καθέδρας, καὶ τὸ τῶν πλαστίγγων τοῦ ζυγίου ξύλον. ἐΰζυγον· τὴν ναῦν λέγει ἐγκάθεδρον. Ἅρμα ἐΰζυγον τὴν νῆα λέγει, καὶ ἵππον θαλάσσης τὰς κυβερνήσεις τὰς γινομένας. Ζυγὸς σημαίνει τρία· τὸ ἅρμα τῶν ἵππων, ὡς

  
ἱππείου δὲ ζυγοῦ  
  
θεὰ ἥψατο,  
καὶ τὸν τῆς κιθάρας πῆχυν, εἰς ὃν οἱ κάλαμοι ἐμπεπήγασιν, ὡς τό

  
ἐπὶ δʼ ἀργυρέον ζυγὸν ἦεν  
καὶ τὰς τῶν ἐρεσσόντων καθέδρας, καὶ ζυγὸς ἡ τῶν βοῶν, καὶ ζυγὸς τὸ ζύγιον. Ἅρμα θαλάσσης· τὸ πλοῖον, τὴν νῆα τρεπτικῶς οὕτως εἶπεν.

<!-- 1.191 -->Τοίχους· μέρη, τὰ πλάγια καὶ ἄμφω τῆς νηὸς, τὰ πλάγια, τὰ ἑκάτερα πλευρὰ τῆς νηός. πρυμναῖα χαλινά· πηδάλια ἰθύνοντα ναῦν, ὡς οἱ χαλινοὶ τοὺς ἵππους, κατὰ μεταφορὰν, τὰ πηδάλια. Ἀντὶ τοῦ εἰπεῖν πρυμναῖα πηδάλια χαλινὰ εἶπεν, ὡς ἐκ μεταφορᾶς τῶν ἵππων, οἷς ἰθύνονται, καὶ τὰ πηδάλια ἰθύνουσι τὰς νῆας, ὥσπερ οἱ χαλινοὶ τοὺς ἵππους· ὥσπερ χαλινὸς ἐν ἵππῳ, τοῦτο οἴαξ ἐν τῇ νηΐ.

<!-- 1.192 -->Οἰήκων· αὐχενίων. περὶ πρώρην· τὰ ἔμπροσθεν μέρη τῆς νηός. πρώρα τὸ ἔμπροσθεν τῆς νηὸς διὰ τὸ πρώτην τοῦ ῥέοντος ἅπτεσθαι, πρύμνη δὲ τὸ ὄπισθεν ἀπὸ τοῦ εἰς πέρας μένειν. Πρῶραι ἀπὸ τοῦ πρώτη τὸν ῥοῦν ἅπτεσθαι. ἀγέρονται· συναθροίζονται, ἀθροίζονται.

<!-- 1.193 -->Αὐτόμολον· αὐτοπροαίρετον, ἑκούσιον, αὐθόρμητον. Οὐδʼ ἂν αὐτόμολον πλοῦν φαίης ἐκείνους ἕπεσθαι, ἀλλʼ ὡς ἀπὸ δεσμοῦ ἐξ ἀνάγκης ἕπεσθαι, τὸ δʼ αὐτόμολον τάττεται ἐπὶ τοῦ αὐτοπροαιρέτου. κείνους· ἀπὸ κοινοῦ τὸ ἕπεσθαι, ἄγεσθαι, λείπει ποιεῖσθαι, κείνων. πλόον· εἶναι, λείπει ἕπεσθαι. ὑπὸ δεσμῷ· λείπει ὥσπερ.

<!-- 1.194 -->Φαίης· εἴπῃς. ἐυγόμφοισιν· ἐυκαρφώτοις, ἐνισχομένους, ἐμπεπλεγμένους, συνεχομένους, κεκρατημένους. πινάκεσσιν· σανιδώμασι, τοῖς σανίσιν.

<!-- 1.195 -->Ἑλκομένους· συρομένους, φερομένους. ἀέκοντας· συρομένους, μὴ βουλομένους. Οὐ λέγει ἐκείνους ἀφʼ ἑαυτῶν ἕπεσθαι, ἀλλʼ ὡς συνδεδεμένους τῇ νηΐ· τοσοῦτον γάρ εἰσι πλησίον αὐτῆς. ἀναγκαίῃσιν· βίᾳ, βίαις. Ὥσπερ λέγομεν σεληναίαν τὴν σελήνην, καὶ ἁμαξαίαν τὴν ἅμαξαν, οὕτως καὶ ἀναγκαίαν τὴν ἀνάγκην. ἕπεσθαι· φέρεσθαι, φέρειν, ἀκολουθεῖν· γράφεται ἄγεσθαι.

<!-- 1.196 -->Τόσσον· θαυμαστικόν, ἀπόθεσις. τοσοῦτον· κατʼ ἀπόφασιν, ἀποφαντικόν. ἔρως· ἀγάπη, ἐπιθυμία. γλαφυρῇσιν· βαθείαις, κοίλαις, ταῖς ήλαις. ὁλκάσιν· ταῖς ναυσίν. ἐσμόν· πλῆθος. ἀγείρει· συναθροίζει, συναθροισθεῖσιν.

<!-- 1.197 -->Οἷον δή· παραβολή. φερέπτολιν· φέροντα πόλεις, ἢ νικητὴν, ἔχοντα πόλιν ἀπὸ νίκης, νικηφόρον, ἢ τὸν νικήσαντα, πορθήσαντα πόλεις, κρατήσαντα πόλιν, καθὰ βασιλέα, ἢ νικητὴν, ἢ τὸν φέροντα καὶ ἔχοντα τὴν πόλιν, ἢ βασιλέα φέροντα καὶ σώζοντα πόλεις. ἠέ τινʼ· ἤ τινα, ἰωνικῶς.

<!-- 1.198 -->Ἀθλοφόρον· νικητὴν, τροπαιοῦχον. θαλλοῖσι κλάδοις, κλαδίοις, κλάδοις ἐλαίας, ηλώδοις. νεοστέπτοισι· νεαροῖς, νεωστὶ κοπεῖσι, τοῖς νεωστὶ πεπλεγμένοις παρὰ τὸ στέφω τὸ πλέκω. κομῶντα· στεφανούμενον, περιφραστικῶς αὐτοῦ στεφανοφοροῦντος κλανεως.

<!-- 1.199 -->Παῖδες· ἄζυγοι. ἠΐθεοι· νέοι, νεώτεροι ἀπὸ τοῦ αἴθω τὸ καίω, ἄζυγοι νέοι, ἀκμαῖοι. ἐπὶ γυναικῶν παρθένος, ἐπʼ ἀνδρῶν ἠΐθεος. ἠΐθεος ὁ νέος ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ καὶ τοῦ θέω τὸ τρέχω· ἡ γὰρ ἡλικία τοῦ νέου οἱονεὶ τρέχει καὶ αὔξει, ἀκμὴν μήπω σταθεῖσα εἰς μέτρον τέλειον. Σημείωσαι, ὅτι ὥσπερ ἐρίθυμα λέγομεν τὰ τῶν παρθένων γυναικῶν, οὕτω καὶ ἠϊθέους τοὺς ἀζύγους νέους. ἀμφιέποντες· κυκλοῦντες, περικυκλοῦντες, ψικ...οντες.

<!-- 1.200 -->Ὅν· εἰς τὸν ἴδιον, καὶ ἴδιον οἴκημα, κατʼ ἀναστροφήν. εἰσάγουσι· φέρουσιν. ἀθρόοι· ἅμα, ὁμοῦ, συνηθροισμένοι.

<!-- 1.201 -->Εὐερκέων· πλατὺν, τῶν καλῶς κεκτισμένων· γράφεται εὐερκῆ. εὐερκῆ· πλατὺν, καλῶς πεφραγμένον. μεγάρων· οἰκημάτων. θάλαμος, μέλαθρον καὶ μέγαρον διαφέρει· θάλαμος ὁ παστὸς ἀπὸ τοῦ θάλλειν ὁμοῦ τοὺς δύο νεονύμφους, μέλαθρον τὸ μαγειρεῖον παρὰ τὸ τὸν ἀέρα μελαίνειν, ἢ τὸ ὑψηλὸν παρὰ τὸ μάλα αἰθερούμενον καὶ ὑψούμενον, μέγαρον τὸ παλάτιον ἀπὸ τοῦ μεγάρω τὸ φθονῶ, καταχρηστικῶς δὲ πᾶν οἴκημα. οὐδόν· ἔδαφος, κατώφλιον, εἰς τὴν φλοιάν. ἀμείψῃ· παρέλθῃ, ἀνέλθῃ, ἔλθῃ, ὑπερβῇ.

<!-- 1.202 -->Ὡς οἵ γʼ· ἀπόδοσις τὸ σχῆμα. ὠκυπόροισιν· ταχέως περώσαις, ταχυτάταις. νήεσσι· καραβίοις.

<!-- 1.203 -->Ὄφρʼ· ἕως οὗ. οὔ τις· οὐδαμῶς. ἐλάῃ· διώκει τούτους, ἐλαύνῃ. Ἐν ὅσῳ φόβῳ οὐ φοβοῦνται τὴν γῆν, φέρουσι καὶ προπομπεύουσι τὴν νῆα, ὅτε δὲ φράσσονται, ἀποθρώσκουσι διὰ μέσου καὶ ἀποπηδῶσιν, ὡς ἀπὸ καμπτῆρος ἀνακάμπτοντες, καὶ οὐκέτι καρτερεῖν θέλουσι, σημεῖον δὲ ναύταις, ὅτι πλησίον εἰσὶ τῆς γῆς, ὅταν καταλείψαντες αὐτοὺς εἰς τοὔπισθεν ἀποχωρῶσιν.

<!-- 1.204 -->Φράσσονται· νοήσουσι, νοήσωσιν, ἴδωσιν. τραφερήν· ξηρὰν, μεσεμβόλημα, ἀπὸ τοῦ πάντα τρέφειν. μέγʼ· διὰ μέσου ἐπιφωνητικοῦ. ἄρουραν· γῆν.

<!-- 1.205 -->Αὖτις· μετʼ ὀλίγον, ὀπίσω, εἰς τοὐπίσω, πάλιν. ἀφορμηθέντες· στραφέντες, εἰς τοὔπισθεν κινηθέντες, συνηγμένοι, πάλιν νοστήσαντες. ἀολλέες· ὁμοῦ, πάντες ὁμοῦ, ἅπαντες συνηθροισμένοι, ἀπὸ τοῦ α τὸ ὁμοῦ καὶ τοῦ ὅλος ὁ ἅπας. νύσσης· καμπτῆρος, ἀποκαμπτοῦ, καμπτοῦ, ἀφετηρίας. Ἠΰτε νύσσης· λέγεται καὶ ὁ καμπτὸς, ἀπὸ ἀφετηρίας ἀνακάμψαντες. ἀπὸ νύσσης· ἔστι νύσσα ἀφετήριος, ἀφʼ οὗ τοὺς ἵππους ἀφιᾶσι τρέχειν, ἔστι δὲ καὶ καμπτήριος, ἐν ᾗ τρέχοντες κάμπτουσι, νύσσα δὲ λέγεται ἀπὸ τοῦ νύσσω τὸ διεγείρω.

<!-- 1.206 -->Ἀποθρώσκουσι· ἀποπηδῶσιν, ἐπαναχωροῦσι, πηδῶσιν. οὐκέτι· οὐδαμῶς, εἰς τὸ ἑξῆς.

<!-- 1.207 -->Σῆμα· τοῦτο σημεῖον τοῖς ναύταις, σύμβολον, γνώρισμα. ἐτήτυμον· ἀληθές.

<!-- 1.208 -->Ἴδωσι· ἴδωνται.

<!-- 1.209 -->Πομπίλε· γλυκύτης, ἀποστροφὴ καὶ ἀναφώνησις τοῦ ποιητοῦ πρὸς τὸν ἰχθύν. Τρεῖς τρόποι κατὰ ῥήτορας εἴσι διηγήσεως, ἁπλοῦς, ἐγκατάσκευος καὶ ἐνδιάσκευος· ἁπλᾶ μέν ἐστιν, ὅθʼ ἁπλῶς καὶ ἀπεριέργως αὐτὰ μόνα λέγει τὰ πράγματα, διηγεῖται δέ τις ἁπλῶς, ὅταν ἢ πολλὰ ᾖ τὰ πράγματα, ἢ ἀφʼ ἑαυτῶν μόνων ἢ τὴν τέρψιν ἢ τὸ ἐνδύναμον ἔχωσιν· ἐνδιάσκευος δὲ διηγήσεως τρόπος ἐστὶ τὸ ὥσπερ ζωγραφεῖν καὶ ὑπʼ ὄψιν ἄγειν τὰ πράγματα τῷ τεχνικῶς διηγεῖσθαι· διηγεῖται γάρ τις ἐνδιασκεύως, ὅτι ἢ πλατῦναι θέλει τὴν διήγησιν οὖσαν βραχεῖαν, ἢ πρὸς ὀργὴν καὶ λύπην πλείονα κινῆσαι, ἐὰν ὦσι λυπηρὰ τὰ ἀφηγημένα· ἐγκατάσκευος δʼ ἡ διήγησις, ἣ καὶ τεχνικωτάτη, ἡ κατασκευάζουσα καὶ ἀποδεικνύουσα καλῶς ἔχειν τὰ λεγόμενα, διηγεῖσθαι δὲ χρὴ ἐγκατασκεύως καὶ ὅταν πάλιν πλατῆ τις θέλῃ ὑπόθεσιν καὶ ὅταν δοκῇ ἀπιθάνως λέγειν, ἢ ἀδύνατα παντελῶς· καὶ οὗτοι μὲν οἱ τρεῖς τρόποι τῆς διηγήσεως, ὡς καὶ τοῖς νῦν ῥήτορσι γνώριμοι. ναυτιλίῃσι· πομπαῖς τῶν πλοίων. τετιμημένε· τετιμημένον. σοι· διά σου, ἀπό σου. δέ· γάρ.

<!-- 1.210 -->Εὐκραεῖς· ἐυδίους, εὐδιεινὰς, γαληναίας, τὰς ἐχούσας καλὴν κρᾶσιν. τεκμαίρεται· σημειοῦται, στοχάζεται, προσδοκᾷ.

<!-- 1.211 -->Εὔδια· ἐν εὐδίᾳ, εὐδιεινῶς. στέλλῃ· πορεύῃ, ἔρχηται. πορεύσεαι· πλέεις, ἔρχῃ, πορεύεις. τὸ στέλλω σημαίνει δʹ τὸ ἐπιστέλλω, ἐξ οὗ καὶ ἐπιστολὴ, τὸ πλέω, ἐξ οὗ καὶ στόλος, τὸ διαχωρίζω, ἐξ οὗ καὶ διαστολὴ ὁ χωρισμὸς, ἐξ οὗ καὶ στέλλεσθαι τὸ διαχωρίζεσθαι ἀπαρέμφατον, τὸ κοσμῶ, ἐξ οὗ καὶ στολή. εὔδια· εὐδιεινὰ, ευδιαδί. σήματα· γνωρίσματα. φαίνεις· δεικνύεις.

<!-- 1.212 -->Καὶ μὲν δή· σὺν τούτοις. ἀλλὰ μέν· μήν. πελάγεσσιν· αἰγιαλοῖς. ὁμῶς· ὁμοίως, τῷ πομπίλῳ, ὁμοίως τοῖς πομπίλοις δηλονότι. ἑταίρη· ἡ φίλη, τοῖς προλεχθεῖσιν ἰχθύσι δηλονότι προσφιλεστάτη. ἐχενηῒς ἀπείργει καὶ κρατεῖ τὴν ναῦν ὑπὸ βιαίων ἀνέμων ἐλαυνομένην, ὅθεν καὶ τὴν ἐπωνυμίαν ἐδέξατο. τοῖς τε πελάγεσί φησιν ἡ ἐχενηῒς ἑταίρη καὶ φίλη, ἢ καὶ αὐτὴ ἐν πελάγεσι διατρίβει.

<!-- 1.213 -->Ἣ δή τοι· ἥτις, παρέλκει. ἤτοι· δή. ταναή· ἐπιμήκης, μακρὰ, πλατεῖα, λεπτή. ἰδεῖν· εἰς τό. μῆκος· κατὰ, κατʼ εἶδος, τὸ πλάτος λέγω. ἰσόπηχυς· ἴση πήχυος, ἀντὶ τοῦ ἴση.

<!-- 1.214 -->Χροιῇ· τὴν ὄψιν, τῇ ὄψει. αἰθαλόεσσα· σποδοειδὴς, στακτώδης, μέλαινα, στακτοειδὴς, αἰθαλώδης. φυή· μελοθεσία, ἡ ἡλικία.

<!-- 1.215 -->Εἴδεται· ὁμοιοῦται. νέρθε· ὑποκάτωθεν, ὑποκάτω παρὰ τὸ ἔνερθε κατʼ ἀφαίρεσιν τοῦ ε, τοῦτο δὲ παρὰ τὸ τὴν ἔραν ἢ τὴν γῆν ἔρος ἔνερος ἐνέροθεν, καὶ ἐν συγκοπῇ ἔνερθεν. Τὸ δʼ ὀξὺ αὐτῆς τὸ στόμα κεφαλῆς νέρθε νένευκε, τὸ στόμα αὐτῆς ὑποκάτωθεν τῆς κεφαλῆς ὀξέως καὶ κατὰ πολὺ νεύει ἐπικαμπές. νένευκεν· νεύει.

<!-- 1.216 -->Καμπύλον· λεῖον, ἐπικαμπὲς, λίαν ἐπικαμπὲς, λοξόν. Καμπύλον· ἤως τὸ ῥαιβὸν ὂν, σημείωσαι δʼ ὅτι πᾶν ὀξύ ἐστι καμπύλον. ἀγκίστρου· ἀγγύλου. περιηγέος· ἐπικαμποῦς, κυκλοτεροῦς, στρογγύλου, περιφεροῦς. περιηγέος καὶ ἐπικαμποῦς· περιάγειν γὰρ τὸ κάμπτειν· τῇ τοῦ ἀγκίστρου ἀντανακλάσει καὶ ἐπικάμψει ὅμοιον ὑπάρχει τὸ στόμα αὐτῆς. αἰχμῇ· ὀξύτητι, ἄκρᾳ.

<!-- 1.217 -->Θαῦμα· προκατασκευή. ὀλισθηρῆς· γλίσχρου, μυξώδους, φθαρτικῆς, ἤτοι ῥᾷστα ἐκπιπτούσης, ὀλισθαινούσης ἐν τῷ κρατεῖσθαι, ἢ τῆς ὄλισθον ἐμποιούσης τοῖς πλοίοις, ἤως ἁπάλαν. ἐφράσσαντο· κατενόησαν, καὶ ἔμαθον, καὶ εἶπον, καὶ διηγήσαντο, ἐνόησαν.

<!-- 1.218 -->Οὐ μέν· οὐ μήν. τις· ἄνθρωπος. ἐνὶ φρεσίν· ἐν λογισμοῖς. πιστώσαιτο· πιστεύσει, πιστωθῇ.

<!-- 1.219 -->Αἰεὶ γάρ· γνώμη· ὁ νοῦς τῶν μὴ ἐχόντων πεῖραν οὐ πιστεύει. ἀπειρήτων· τῶν μὴ ἐχόντων πεῖραν, τῶν πεῖραν μὴ ἐχόντων εἰς τὰ θαλάσσια· τῶν γὰρ πεῖραν μὴ ἐχόντων ὁ νοῦς ἄπιστός ἐστι μὴ ἰδὼν, καὶ οὐδέποτε πιστεύει, ἀλλὰ φιλονεικεῖ ἐπὶ τοῦτο. ἀνδρῶν· ἀνθρώπων.

<!-- 1.220 -->Δύσμαχος· ἄπιστος, φιλόνεικος, δυστυχὴς, δυσπειθὴς κατὰ τοῦ διηγεῖσθαι. ἀτρεκέεσσι· ἀληθέσιν· ἀτρεκὲς τὸ ἀληθὲς, ἐτυμολογεῖται ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ τρέμω· ὁ γὰρ ἀληθεύων οὐ τρέμει. πιθέσθαι· πιστεῦσαι, καταπεισθῆναι.

<!-- 1.221 -->Νῆα· τὴν πλέουσαν. τιταινομένην· συρομένην, εὐδρομοῦσαν, πλέουσαν, κυμαινομένην· προκατασκευή. ζαχρηέος· ἐπιτηδείου, ἄγαν χρειώδους, τοῦ χρειώδους, ἄγαν πνέοντος, ἢ ἄγαν χρειώδους. Ζαχρηὴς ὁ ἄγαν χρειώδης κατὰ τροπὴν τοῦ ε εἰς η, ἢ ὁ σφοδρὸς καὶ βαρὺς παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τοῦ χρεία. Ζαχρηέως τοῦ ἐπιτεταμένου, τοῦ πολλοῦ, τοῦ ἄγαν χρειώδους καὶ ἐπιτηδείου πρὸς τὸν καιρὸν τοῦ πλοῦ τῆς νηὸς, τὸ δὲ ζα ἐπιτατικὸν μόριον ἀντὶ τοῦ πολύ· ὁμοίως καὶ τὸ α ὡς τὸ ἄξυλος ὁ πολλὰ ξύλα ἔχων, καὶ ἐρι καὶ νη καὶ βου, βουγάϊος ὁ μέγα γαυριῶν, καὶ ἀρι καὶ δα, δάφοινος ὁ ἄγαν φόνιος, καὶ λα. ὁρμῇ· κινήσει. Ἰστέον, ὅτι ἡ ἐχενηῒς ἀπείργει τὴν ναῦν ὑπὸ βιαίων ἀνέμων ἐλαυνομένην, ὅθεν καὶ τὴν ἐπωνυμίαν ἐδέξατο, τοῖς τε πελάγεσσί φησιν ἡ ἐχενηῒς ἑταῖρα, ὅτι καὶ αὐτὴ ἐν τοῖς πελάγεσσι διατρίβει.

<!-- 1.222 -->Λαίφεσι· ἀρμένοις, ἀρμενίοις. πεπταμένοισιν· ἐξηπλωμένοις, ἐκτεταμένοις. μέτρα· τὰ μίλια, τὰς ὁδοὺς, τὰ πελάγη. θέουσαν· διατρέχουσαν.

<!-- 1.223 -->Ἀμφιχανών· ἀνοίξας, καὶ μεγάλως κρατῶν. ὀλίγον· τὸ μικρόν. ἐρύκει· κρατεῖ, κωλύει.

<!-- 1.224 -->Πᾶσαν· ὅλην, καὶ ὅλην νῆα. ὑποτρόπιος· ὑποκάτωθεν, ὢν, ὑποκάτω τῆς τρόπεως, τῆς ....αὶ τὰ συνεργῆ. βεβιημένος· βιαζόμενος, βιάζων, κατέχων, δυναστεύσας. βεβιημένος· ὑποκάτω τῆς τρόπιος κατέχων, βιάζων· ἐπιτείνει τὸ κέρας, ἡ κεραία, καὶ ὑποχαλᾶται καὶ καταπίπτει. τέμνει· ἢ διαπερᾷ, διέρχεται ἡ ναῦς.

<!-- 1.225 -->Κῦμα· ἐκ τοῦ κυκάω κυκῶ γʹ συζυγίᾳ τῶν περισπωμένων. ἡ χρῆσις

  
δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα.  
καί ἐστι μακρὸν τὸ κῦ· τὰ γὰρ εἰς μα δισύλλαβα τῷ υ παραληγόμενα συστέλλουσιν αὐτὸ, οἷον πλύμα, θύμα, λύμα, πλὴν τοῦ κῦμα· πολλάκις καὶ τὸ λῦμα καὶ τὸ θῦμα ποιητικῶς ἐκτείνεται, ὡς ἱστορεῖ Ἀριστοκλῆς ἐν τῷ περὶ διαλέκτων. ἱεμένη· ὁρμωμένη, προθυμουμένη πλέον, καίπερ προθυμουμένη, σπουδάσασα ἡ ναῦς, ὁρμὴν ἔχουσα, προθυμίαν ἔχουσα. κατὰ δʼ ἐστήρικται· ὑπερβατόν. ἔμπεδον· στερεῶς, ἀκλινῶς, ἑδραίως ἀπὸ τοῦ πέδη ἡ δέσμη, δυνατῶς. ἐστήρικται· ἵσταται.

<!-- 1.226 -->Ἀκλύστοισιν· ἀκυμάντοις, ἀβρόχοις, ἡσύχοις, ἀταράχοις. ἐεργομένη· κωλυομένη, εἰργουμένη, κρατουμένη, κατερχομένη. λιμένεσσιν· ἀττικόν.

<!-- 1.227 -->Λίνα· ἄρμενα, τὰ λαίφη. λίνον· τὸ ἄρμενον. προτόνοισι· σχοινίοις. περὶ προτόνοισι μέμυκε· ὑπερβατόν. μέμυκε· ἠχεῖ, βοᾷ, ἠχοῦσι, τρύζουσιν. πρότονα· τὰ τοῦ ἱστίου σχοινία, πείσματα, διʼ ὧν τὸ πλοῖον κρατεῖται, ἐπὰν τῷ λιμένι προσπελάσῃ, κάλωες δὲ τὰ ἄρπενα, τὰ λεγόμενα ἀνταραῖαι.

<!-- 1.228 -->Ῥοχθεῦσι· τρυσμὸν ποιοῦσιν, ἠχοῦσι, κτυποῦσιν. κάλωες· σχοῖνοι, τὰ σχοινία, τὰ μεγάλα σχοινία. ἐπημύει· ἐπικλείει, ἐπικλίνει, ἐπινεύει, κλίνει. κεραίη· τὸ κερατάριον, κερούχη, τὸ κατάρτιον.

<!-- 1.229 -->Ῥιπῇ· ὁρμῇ τοῦ ἀνέμου, τῇ ὁρμῇ. ἐπειγομένη· βιαζομένη, κινουμένη, σπεύδουσα. πρύμνῃ δʼ ἔπι· ὑπερβατὸν, ἀντιστροφή, ὁ ἐν τῇ πρύμνῃ καθήμενος. χαλινά· τροπικὸν ἐκ τοῦ χαλᾷν.

<!-- 1.230 -->Ἰθυντήρ· ὁ κυβερνήτης. ἀνίησιν· χαυνίζει, ἐνδίδωσιν, ἀφίει. ἐπισπέρχων· σπουδάζων, κινῶν, ἐπισπεύδων. ὁδὸν ἅλμης· διαδραμεῖν δῆλον.

<!-- 1.231 -->Ἡ δʼ· αὕτη ἡ ναῦς οὔτε τῶν πηδαλίων ποιεῖ λόγον, οὔτʼ ἄλλου τινὸς, οὐ φροντίζει, οὐκ ἐπιστρέφεται. Ἡ δʼ οὔτʼ οἰήκων· ἤως οὐδὲ διὰ τὰς οἴακας πλεῖ, ἔχουσα αὐτοὺς ἀπολύτους, τῶν πηδαλίων ποιεῖται λόγον, οὐ φροντίζει, οὐκ ἐπιστρέφεται, τουτέστιν ἡ ναῦς οὔτʼ οἰάκων ἐπιμέλειαν ποιεῖται, οὔτʼ ἄλλου τινός. οἰήκων· πηδαλίων. ἐμπάζεται· φροντίζει, σχῆμα τῆς γλυκύτητος, ἐπιστρέφεται. Ἐμπάζω τὸ φροντίζω ἀπὸ τοῦ ἐμπάσσω τὰς διαβουλὰς, δοκοῦμεν, ἐν πάσῃ τῇ διανοίᾳ· ἐμπάσσω καὶ αἰολικῶς ἐμπάζω· τὰ γὰρ δύο σ εἰς ζ τρέπεται αἰολικῶς. Διάλεκτοι πέντε· Ἰὰς Ὅμηρος, Ἀτθὶς Ἀριστοφάνης, Δωρὶς Θεόκριτος, Αἰολὶς Ἀλκαῖος, καὶ κοινὴ Πίνδαρος. Αἱ διαλύσεις τῶν Ἰώνων, αἱ συγκοπαὶ τῶν Αἰολέων, καὶ αἱ ἀποκοπαὶ τῶν Ἀττικῶν.

<!-- 1.232 -->Πείθεται· εὐπειθὴς γίνεται. ῥοθίοισιν· κύμασιν· ῥόθιον τὸ ῥεῦμα καὶ ἐπίθετον κύματος, ῥόθιον εἶδος πλεύσεως. παγεῖσα· ῥιζωθεῖσα, στᾶσα.

<!-- 1.233 -->Μίμνει· μένει, ἵσταται. ἐσσυμένη· ὁρμωμένη· ὁρμῶσα ἀπὸ τοῦ σεύω τὸ ὁρμῶ, προθυμουμένη, κινουμένη. πεπέδηται· δεδέσμηται, δεσμεῖται.

<!-- 1.234 -->Οὐτιδανοῖο· μικροῦ, οὐδαμινοῦ, τοῦ σμικροῦ, καὶ ὀλίγου. Οὐτιδανοῖο· ἀπὸ τοῦ οὔτι τὸ οὐδαμῶς καὶ τοῦ γάνος ἡ χαρὰ, καὶ τροπῇ τοῦ γ εἰς δ δανὸς, ὡς τὸ ὦ γᾶ καὶ ὦ γῆ ὦ δᾶ παρʼ Αἰσχύλῳ ἤως οὐτιδανοῖο καὶ μὴ ποιούσης τι χαρμόσυνον. μετὰ στόμα· κατὰ τοῦ στόματος. ποτί· πρός. ποτὶ στόμα· κατὰ τοῦ στόματος, ἀττικόν, μετὰ στόμα, διὰ τοῦ στόματος.

<!-- 1.235 -->Τρομέουσιν· φοβοῦνται. ἀείδελα· ἄγνωστα, ἀθέατα, ἀφανῆ.

<!-- 1.236 -->Δερκόμενοι· νοοῦντες, αἴσθησις ἀντὶ αἰσθήσεως, βλέποντες, φαντάζοντες. θάμβος· σημαίνει τὴν ἔκπληξιν, εἴδους τῶν ὑποπεπτωκότων εἰδικοῦ, τὸ γενικὸν φόβος, ἔστι δὲ παρὰ τὸ θάπος πλεονασμῷ τοῦ β καὶ τροπῇ τοῦ π εἰς μ διὰ τὴν ἀσυνταξίαν, τὸ δὲ θάπος παρὰ τὸ θήπω. ἶσον· ὅμοιον. ὀνείρῳ· ὄνειρος ἀπὸ τοῦ ὂν εἴρειν καὶ ἀγγέλλειν.

<!-- 1.237 -->Ὡς δʼ· παράδειγμα. Σημείωσαι ὅτι ἄλλο παραβολὴ καὶ ἄλλο παράδειγμα· παραβολὴ μὲν ἡ ἀπʼ ἀψύχων καὶ ἐμψύχων γινομένη δεῖξις, παράδειγμα δʼ ἡ ἀπʼ ἐμψύχων, ὡς τό· ἦ ῥα τὸν Δημοσθένην, ὦ παῖ. ὅτι· καὶ εἴ ποτε. ξυλόχοισιν· συνδένδροις τόποις, τοῖς ἔχουσι ξύλον ὄρεσι, τούτοις τοῖς ξύλα ἔχουσιν. λαιψηρά· ταχεῖα, ταχέως.

<!-- 1.238 -->Ἔλαφον· ἔλαφος ἢ διὰ τὴν κουφότητα καὶ τὸ τάχος, ἐλαφρά τις οὖσα, ἢ παρὰ τὸ ἑλεῖν καὶ φονεύειν τοὺς ὄφεις, ἢ διὰ τὸ ἐν ἕλει ἢ ἐν τῷ δάσει φαίνεσθαι. δεδοκημένος· ἐπιτηρήσας, ἐνεδρεύσας, στοχασάμενος. ἄκρον· κατά.

<!-- 1.239 -->Κῶλον· πόδα. κῶλον κυρίως ἡ κνήμη, ὡς ἡ τῆς Κωλιάδος Ἀφροδίτης ἱστορία δηλοῖ. κῶλον καὶ τὸ ἱερὸν ὀστοῦν, ἤτοι τὸ μέγα, τὸ ὑποκάτω τοῦ ποδὸς λέγει. ὑπό· ἐν. πτερόεντι· σαρίσσῃ. Ὑπὸ τῷ πτερόεντι ὀϊστῷ βαλὼν τὸ ἄκρον κῶλον τουτέστι ἢ εἰς κοτύλην, ἢ ὠμοπλάτην, ἢ πόδα. βαλών· τρώσας. ἐπέδησεν· ἐκώλυσεν, ἔπαυσεν, ἐδέσμευσεν. ἐρωῆς· τῆς ὁρμῆς, δρόμου. Ὀρωῆς δρόμου ἀπὸ τοῦ ὀρούω τὸ ὁρμῶ.

<!-- 1.240 -->Καί· καίπερ, ὅμως. ἐσσυμένη· ὁρμωμένη, ὁρμὴν ἔχουσα βαδίζειν, κινουμένη, ὁρμῶσα. ἀναγκαίῃς· βιαστικαῖς.

<!-- 1.241 -->Ἀμφιπαγεῖσʼ· προσηλωθεῖσα. μένει· καρτερεῖ.

<!-- 1.242 -->Πέδην· δέσμην. περιβάλλεται· περιτίθεται, ἤως τὸν διὰ στόματος δεσμὸν περιτίθησι, καὶ ἐπιτιθήσας. αἰόλος· διὰ τὴν πανουργίαν, πανοῦργος.

<!-- 1.243 -->Ἀντιάσας· ἐξ ἐναντίας ἐλθὼν, συναντήσας τὴν νῆα. τοίην· τοιοῦτον ὄνομα ἔχον. Τοιούτων φησὶν ἔργων γʼ ἔλαχε φερωνυμίας, τουτέστιν ἀπὸ τοῦ κατέχειν τὰς ναῦς ἐχενηῒς ἐκλήθη. ἔργων· τῶν πράξεων.

<!-- 1.244 -->Αὖ· δή. θρίσσαι· οἱ τριχαῖοι. Αἱ δὲ χαλκίδες καὶ θρίσσαι καὶ ἀβραμίδες ἄλλοτε ἄλλον πόρον φέρονται· θρίσσαι δύο εἴδη ἰχθύων οἱ τριχαῖοι καὶ ἕτερον ὅμοιον σκόμβρῳ, ἢ μικρότερον. φορέονται· πλέουσι, κινοῦνται, πορεύονται, φέρονται.

<!-- 1.245 -->Ἀθρόαι· ὁμοῦ, ὁμοῦ πᾶσαι, ἀγεληδὸν, ὁμοῦ συνηθροισμέναι. ἄλλον· εἰς. πόρον· ἔχουσι, πέλαγος.

<!-- 1.246 -->Ἐπέδραμον· ἐπιτρέχουσιν. αἰγιαλοῖσι· αἰγιαλὸς παρὰ τὸ αἶα ἡ γῆ καὶ τὸ γείτων καὶ τὸ ἅλς· ἡ τῆς αἴας γείτων ἃλς, ἢ παρὰ τὸ δίκην αἰγὸς ἅλλεσθαι τὰ κύματα ἐν αὐτῇ.

<!-- 1.247 -->Ἀμειβόμεναι· περιπατοῦσαι, καὶ διερχόμεναι, ἀλλάσσουσαι, ἐναλλάττουσαι. ξενίην· ξένην. ἀλῆται· πλανῆτες, πλανῆται.

<!-- 1.248 -->Ἀνθιέων· εἶδος ἰχθύος κητώδους. μάλιστα· ἐξαιρέτως, ὡς ἐπὶ τὸ πλεῖστον. βαθείαις· ἢ διότι εἰσὶ μέσον τῆς θαλάσσης, ἢ διότι εἰσὶ βαθεῖαι καὶ κωφαί. Βάθος παρὰ τὸ μετὰ βίας θέειν, ἐξαιρέτως αἱ διατριβαὶ τῶν ἀνθιέων ἐν ταῖς πέτραις ταῖς βαθείαις εἰσίν.

<!-- 1.249 -->Ἔμφυλοι· συνήθεις, συγγενεῖς, προσφιλεῖς, φίλοι ταύταις ταῖς πέτραις, ἔμφυλοι, ἐκ τῆς αὐτῆς φυλῆς, οὐ πολέμιον, ἀλλʼ ἔμφυλον· ἔμφυλον τὸ συγγενὲς, συγγενὲς δὲ τὸ σύνηθες, καὶ πᾶν συγγενὲς καὶ σύνηθες, οὐ μὴν δʼ εἴ τι σύνηθες, καὶ συγγενές. δʼ· γάρ. παρέστιοι· ἐγκάτοικοι, ἔνοικοι, ἔποικοι.

<!-- 1.250 -->Πανταχῆ· ὅπη, ὅπου, ὅπου προστάσσει αὐτοὺς ἡ γαστὴρ καὶ ἐν οἷς τόποις ὀρέξει τούτους ὁ ἀπολαυστικὸς καὶ μανικὸς ἔρως τῆς ἀκορέστου τροφῆς. γένυς· στόμα, γνάθον. ἔνθα κελεύει· ἐκ παραλλήλου τὸ αὐτὸ, προστάσσει.

<!-- 1.251 -->Λαίμαργος· ἄπληστος. ἔρως· ἐπιθυμία. ἀκόρητος ἀκόρεστος, ἀχόρταστος.

<!-- 1.252 -->Ἔξοχα· περισσοτέρως, ἐξόχως. περί· ὑπέρ, περὶ πάντας, πλέον πάντων, ὑπὲρ ἢ παρὰ πάντας τοὺς ἰχθῦς. ἀδηφάγος· σημείωσαι· καὶ ὧδε καὶ ἐν ἄλλοις διʼ ἑνὸς δ γράφεται τὸ ἀδηφάγος, διότι καὶ τὸ ἄδην, ὃ δηλοῖ τὸ δαψιλῶς, τινὲς μὲν διὰ δύο δδ ἐκφέρουσιν, ἄλλοι δὲ διʼ ἑνός. ἀδηφάγος· ἀκόρητος. οἶστρος· ὄρεξις, κίνησις, μανία. Οἶστρος· ἔρως, μανία, ἐρεθισμὸς, κυρίως δʼ οἶστρός ἐστι ζωΰφιον ἐμφυόμενον ταῖς τῶν βοῶν λαγόσι καὶ ποιῶν ἐκείνους πλανᾶσθαι, καὶ γίνεται ἀπὸ τοῦ οἴω τὸ κομίζω. ἐλαύνει· ἐλαύνω ἐπὶ σιδήρου, ἐπὶ τόξου, ἐπὶ συνουσίας, ἐπὶ διωγμοῦ, ἐπὶ τοίχου.

<!-- 1.253 -->Νωδόν περ· ἐστερημένον ὀδόντων, καίπερ ἔχοντας τινὰ τόπον ὑπὸ τὸ στόμα νωδόν. ὑπὸ στόμα· ἐντὸς τοῦ στόματος. χῶρον· τόπον, τόπον τινά.

<!-- 1.254 -->Μεγακήτεα· ἴσως μεγάλως, εἰς μεγάλα κήτη διῃρημένα.

<!-- 1.255 -->Ξανθοί· πυῤῥοὶ. ἀργεννοί. λευκοί. αἷμα· γένος. κελαινοί· μέλανες.

<!-- 1.256 -->Εὐωπούς· εὐοφθάλμους, μεγαλοφθάλμους. αὐλωπούς· ἐπιμήκεις κατὰ τοὺς ὀφθαλμοὺς, καὶ στρογγύλους καὶ ὀξεῖς. Αὐλωποὺς λέγει καὶ τοὺς στενοφθάλμους ἐκ μεταφορᾶς τῶν αὐλώνων· αὐλῶνοι γὰρ οἱ στενότατοι τόποι· ὧδε λέγει τοὺς εὐοφθάλμους αὐλωποὺς, καὶ εὐωποὺς λέγει τοὺς ἔχοντας μεγάλους ὀφθαλμοὺς δίκην αὐλῶν, ὁποῖοί εἰσιν οἱ τῶν παγούρων καὶ τῶν ἀστάκων· οὗτοι γὰρ οὐ βλέπουσιν ἔσω τῶν ὀφρύων, ἀλλά τε δὴ μακροὺς ἔχοντες τοὺς ὀφθαλμοὺς ἐκβάλλουσιν αὐτοὺς ἔξωθεν, καὶ οὕτως θεωροῦσιν ὁμοίως καὶ οὗτοι οἱ ἰχθύες.

<!-- 1.257 -->Καθύπερθεν· ὑπεράνω τῶν ὀφθαλμῶν.

<!-- 1.258 -->Ὀφρύς· ἀπὸ τοῦ τὸν ὦπα ῥύεσθαι καὶ φυλάττειν ἀπὸ κακοῦ· τρέπεται γὰρ τὸ ω μέγα ποιητικῶς εἰς ο μικρόν. ἠερόεσσα· διαυγὴς, ἢ μελανοειδὴς ἀπὸ τοῦ ἀερῶδες τὸ σκοτεινόν· ὁ γὰρ ἀὴρ φύσει σκοτεινὸς ἄνευ τοῦ ἡλίου. ἠερόεσσα· λεπτὴ, σκοτώδης, μαυρά. περίδρομος· κυκλοειδὴς, κυκλοτερὴς, σκοτώδης. ἐστεφάνωται· ἐπίκειται δίκην στεφάνης, κεκύκλωται.

<!-- 1.259 -->Δοιώ· δυσὶ, διπλοῖς. Δοιοί· δύο ἰχθύες, σχῆμα γλυκύτατον. Δοιὼ ὄνομα, ἡ εὐθεῖα τῶν ἑνικῶν δοιός· οἱ γὰρ Δωριεῖς τὴν ἐν τοῖς ῥήμασιν ἀναλογίαν φυλάσσουσι καὶ ἐν τοῖς ὀνόμασι πλεονασμῷ τοῦ ι, γίνεται δʼ ἐκ τοῦ δέω τὸ δεσμεύω δοὸς, καὶ πλεονασμῷ τοῦ ι δοιὸς, ἡ γενικὴ δοιοῦ, ἡ εὐθεῖα τῶν δυϊκῶν δοιώ· ἢ ἐκ τοῦ δύω τοῦ διὰ τοῦ υ ψιλοῦ γίνεται κατὰ διάλεξιν πλεονασμῷ τοῦ ο καὶ τροπῇ τοῦ υ εἰς ι, ἐκ δὲ τῆς δοιὸς γίνεται δοιὴ καὶ δοιαὶ, καὶ λέγεται

  
ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι,  
τουτέστιν ἐν δισταγμῷ καὶ διχοστασίᾳ. σκληροῖσιν· ὀστρακίνοις. ἀρηρότα· ἡρμοσμένα, συγκεκολλημένα. Ἀρηρότα· ἤτοι πεπληρωμένα τῶν χιτώνων, ἤτοι μὴ ἐλάττονα τῶν χιτώνων, κανονίζεται δʼ οὕτως· ἄρω τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ μέσος παρακείμενος ἦρα, καὶ πλεονασμῷ ......... ἀρῶ, ἀφʼ οὗ ὁ μέλλων ἀρέσω, τούτου ὁ παρακείμενος ἦρκα, ὁ μέσος ἦρα, καὶ κατʼ ἀναδιπλασιασμὸν ἀττικὸν ἄρηρα, ἡ μετοχὴ ἀρηρὼς ἀρηρότος, τὸ οὐδέτερον ἀρηρὸς, ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀρηρότα. γυῖα· σώματα, μέλη.

<!-- 1.260 -->Φραξάμενοι· καθοπλισθέντες, ὁπλισθέντες, ὁπλίσαντες. ἐπί· ἐνί.

<!-- 1.261 -->Κάραβος· καραβὶς, τὴν καραβίδα λέγει. ὀξυπαγής· ὀξύκερως, ὀξυβελής, ὀξέως ἡδρασμένος. Ὀξυπαγής· ὁ ὀξεῖας παγὰς, ἤτοι λαβὰς ἔχων, ἢ ὅταν ὀξέως πήγνυται, καὶ ὀξυτάτως πηγνύων, καὶ ἔχων βέλος ὀξὺ, ὀστρακόδερμα δʼ εἰσὶν ὁ καραβὸς καὶ οἱ ἀστακοί. ἄμφω· ὁ κάραβος καὶ ὁ ἀστακός.

<!-- 1.263 -->Οὕτως ὤφειλεν εἰπεῖν· ὁ ἀστακὸς δὴ οὐκ ἐξέρχεται τῆς οἰκείας θαλάμης, λέγει δὲ τοῦτο ἐγκατάσκευον, ἀλλʼ ἐάν τις αὐτὴν ἀνάγκῃ ἑλκύσῃ, καὶ πόῤῥω ἀπαγαγὼν πάλιν ῥίψῃ εἰς τὴν θάλασσαν, εἰς τὴν αὐτὴν ὑποστρέψει χαράδραν, ἐστὶ δʼ ὅλον ἐγκατάσκευον. πέρι· περιττῶς, καὶ περισσῶς καὶ λίαν. πέρι δή τι· δὴ ἀντὶ τοῦ πεσσῶς· ἐγκατάσκευος διήγησις. οὐ φατὸν ὅσσον· σχῆμα γλυκύτατον. οὐ φατόν· οὐ λεκτόν. φατόν· ὀνομαστόν. οἷον· πολὺν καὶ πόσον, μέγαν.

<!-- 1.264 -->Θαλάμης· φωλεοῦ, κοίτης, φωλεᾶς. κεύθει· κεύθω τὸ κρύπτω, ἐτυμολογεῖται ἀπὸ τοῦ χάζω τὸ ὑποχωρῶ, καὶ εὕω τὸ φωτίζω, τὸ ἐστερημένον τοῦ φωτός· πᾶν γὰρ κρυπτόμενον ἐς ἀφανῆ τόπον κατάκειται. κεύθει· κρύπτει, ἔχει. φρεσίν· ἔμφυτον γνῶσιν δῆλον.

<!-- 1.265 -->Λείπεθʼ· καταλιμπάνεται, στερεῖται, μετοικίζεται. ἑκών· φιλεῖ γὰρ τὰ ἴδια. ἀναγκαίῃσιν· βίᾳ. ἀναγκαίη· ἀνάγκη. ἐρύσας· ἑλκύσας, ἀνελκύσας, ἀγρεύσας.

<!-- 1.266 -->Τῆλε· μακρὰν ἀπὸ τῆς κοίτης. ἑτέρωσε· ἀλλαχοῦ, ἢ εἰς ἕτερον μέρος θαλάσσης. πόντον· εἰς τόν, εἰς τὴν θάλασσαν. μεθείη· ῥίψει, ἐμβάλη, πέμψει, καὶ ἔμβαλε· εὐκτικόν· κουφίζεται τὸ μι.

Τοῦ Τζέτζου στίχοι κατὰ τρόπον ἐτυμολογικόν.

  
Ἀθροῦν ὁμοῦ δάσυνε, τὸ θρόον δʼ ἄνευ  
  
ψιλῶν ἁμάρτῃς οὐδαμοῦ τέχνης λόγων,  
  
τοὺς βουβάλους δʼ ἔασον ἀσκόπως γράφειν.  

<!-- 1.267 -->Αὐτὰρ οὐδέ· οὐ μετὰ δηρὸν, οὐ μετὰ πολύ. νόστησε· ἐστράφη, κατέλαβεν, ὑπέστρεψεν, καὶ ἐπέστρεψεν. χαράδρην· φωλεὰν, κοίτην, σπήλαιον.

<!-- 1.268 -->Σπεύδων· ἀγωνιζόμενος, εὐθέως σπεύδων ἄπεισιν εἰς τὴν κοίτην· οὐδὲ γὰρ ἀγαπῶν ἄλλην κοίτην ἢ διατριβὴν, ἀλλὰ τὴν ἰδίαν, φέρει δʼ ὁ ποιητὴς τὸν λόγον αὐτοῦ πρὸς τὸν βασιλέα, αἰνιγματωδῶς λέγων. ἱκέσθαι· ἀφικέσθαι, παραινέσθαι, ἑλέσθαι, λαβεῖν.

<!-- 1.269 -->Ἐπιβάλλεται· ἐπιθυμεῖ, καὶ ἐπιλαμβάνει. ἀμφιβάλλεται· ἐπιλαμβάνεται, προσεγγίζει, πλησιάζει. διώκει· ζητεῖ, ἔρχεται, ἐρευνᾷ, ἄλλως ἐπιβάλλεται καὶ ἐπιῤῥίπτεται πέτραις ἄλλαις, ἢ ἐπιβάλλεται καὶ ἐπιθυμεῖ τινος ἄλλης πέτρας ἢ γαίας.

<!-- 1.270 -->Ἤθεα· διατριβὰς, καὶ συνήθεις διατριβὰς, διαγωγάς.

<!-- 1.271 -->Κείνης· τῆς πέτρας.

<!-- 1.272 -->Τῆς· ἀφʼ ἧς, δωρικόν. ἁλίστονοι· οἱ τῇ ἁλὶ πλέοντες· γράφεται ἁλίπλοοι.

<!-- 1.273 -->Ὡς ἄρα· οὕτως, δοκεῖ εἰς ἑαυτὸν ταῦτα αἰνίττεσθαι τὸν ποιητὴν διὰ τὸ ἐν ἐξορίᾳ αὐτοῦ τὸν πατέρα εἶναι. ὡς· λίαν· γνώμη· ἐτυμολογικὸν τὸ σχῆμα. Λίαν ἄρα καὶ τοῖς ἰχθύσιν ὁ ἴδιος δόμος καὶ ἡ πατρῷα αὐτῶν θάλασσα ἐν τῇ καρδίᾳ ἐπιβάλλει χαρὰν εὐφρόσυνον· καὶ αὖθις· οὐδʼ ἄρα μούνοις τοῖς ἰχθύσιν ἡ πατρίς ἐστι γλυκερώτερον τῶν ἄλλων ἡδέων, ἀλλὰ καὶ τοῖς ἐφημερίοις ἀνθρώποις πάνυ εὐφραντὸν φαίνεται τὸ διατρίβειν εἰς τὸν χῶρον τὸν πατρικὸν, εἰς ὃν αὐτοὶ ἐγεννήθησαν· εἶτα πάλιν φησίν· οὐδὲν πικρότερον καὶ χαλεπώτερον ὑπάρχει, ἢ τὸ εἶναί τινα βροτὸν εἰς ἄλλον τόπον ξένον, καὶ τότε σὺν τούτοις νὰ ἕλκῃ καὶ ζυγὸν ἀτιμίας καὶ νὰ τελεῖ καὶ τὸν βίον αὐτῶν τὸν φυγάδα ἀλγεινότατον, τοῦτο δʼ εἶπεν ὁ ποιητὴς ὑπαινιττόμενος, ὅτι ἀκμὴν ἐν ἐξορίᾳ ἦν ὁ πατήρ. καί· ὑπερβαλλόντως. πλωτοῖσιν· τοῖς πλεομένοις ἰχθύσιν. πλωτῆρσιν· πλεομένοις, ἤως τοῖς ἰχθύσιν. ἑὸς δόμος· ὁ ἴδιος οἶκος· λίαν θαυμαστὸν ὅτι καὶ τοῖς πλώτεσι ὁ ἴδιος τόπος ἐπιθυμητός· ἀποφώνημα.

<!-- 1.274 -->Πατρῴη· γενικὴ, ἡ πατρικὴ, προγονική. χῶρος τόπος. ἐφέστιος· ἐγκάτοικος. γένοντο· ἐγεννήθησαν, ἐτράφησαν, εἰς φῶς προῆλθον.

<!-- 1.275 -->Στάζει· ἐπιβαίνει, ἐμβάλλει, ἐπιφέρει. γλυκερόν· εὐφρόσυνον. γάνος· βέλος, γλυκεῖαν ἡδονὴν, χαρὰν, ἡδονὴν, ἐπιθυμίαν. μούνοις· λείπει τοῖς ἰχθύσιν, ἀλλὰ καὶ τοῖς ἀνθρώποις δῆλον.

<!-- 1.276 -->Πατρὶς ἐφημερίοισιν· δοκεῖ ἐνταῦθα ὁ ποιητὴς εἰς ἑαυτὸν ὑπαινίττεσθαι, ἐπειδὴ γὰρ ἔτι ἐν τῇ ἐξορίᾳ ἦν ὁ πατὴρ αὐτοῦ. ἐφημερίοις· τοῖς προσκαίροις ἀνθρώποις, τοῖς θνητοῖς, τοῖς βροτοῖς. γλυκερώτατον· ἐνήδονον, τερπνόν. ἄλλων· τερπνῶν δηλονότι, παρὰ τῶν ἄλλων πραγμάτων.

<!-- 1.277 -->Ἀλεγεινότερον· ἐμπαθέστερον, λυπηρότερον, χειρότερον. κύντερον· χαλεπώτερον, ἀθλιώτερον. ὅς κεν· ὅστις. Σημείωσαι ὅτι ὁ μὲν ὅ κεν, ὅτε οἱ παραπληρωματικοὶ σύνδεσμοι παρʼ Ἴωσι καὶ ποιηταῖς ὑποτάσσουσιν. εἰς ἐκεῖνον· ἐνταῦθα τὴν ἐξορίαν τοῦ οἰκείου πατρὸς ὑπαινίττεται· ἀκμὴν γὰρ ἐκεῖσε διέτριβεν. ἀνάγκῃ· σὺν, καὶ ἐν αἰτίᾳ τινί.

<!-- 1.278 -->Φυξίπολιν· φυγάδα, ἐξόριστον· γράφεται φύξιν ἀπὸ τοῦ φεύγω· φυγὰς ἐλέγετο ὁ ἐξόριστος, ἤως φυξίπολις, καὶ φυγαδείας. τελέσῃ· ὑπομένει, ὑπομείνῃ. βίον· ζωήν. πόνον· γράφεται βίον, ζωήν. ἀλγινόεντα· θλιβερὸν, ἐπώδυνον· ἐκ τοῦ ἀλγεινὸς ἀποβολῇ τοῦ ε, οὕτως δὲ καὶ τὸ Ποσιδῶν ἐκ τοῦ Ποσειδῶν γινόμενον ὅμως διὰ τοῦ ι γράφεται κατʼ ἀποβολὴν τοῦ ε.

<!-- 1.279 -->Ξεῖνος· ὢν, ἄνθρωπος, ὑπάρχων ὁ ἄνθρωπος, ἀλλότριος. ἀλλοδαποῖσιν· ξένοις τόποις, ἄλλοις χώραις ἀνθρώποις. ἀτιμίης· ὕβρεως. ἕλκων· βαστάζων.

<!-- 1.280 -->Γενεῇ· τῶν καράβων καὶ ἀστακῶν, ἐν ἐκείνῃ τῇ γενεᾷ τῶν καράβων τῶν ἀστακῶν, τῶν καρίδων καὶ τῶν παγούρων. καρκίνοι· ἰδιωτικῶς τζαγανοί. ἀλῆται· πλανῆται, ὀπισθόδρομοι.

<!-- 1.281 -->Νομαί· διατριβαὶ, βοσκαί. ἀναιδέα· ἀναιδῆ, δεινὰ, δυνατά. φῦλα· γένη. παγούρων· παρὰ τὸ ἐν τοῖς πάγοις καὶ ταῖς πέτραις ὀρούειν καὶ ὁρμᾷν, τῶν μεγάλων οἵτινες ὁρμῶσι κατὰ τῶν ἀνθρώπων.

<!-- 1.282 -->Οἵ τε καί· καὶ ἐκεῖνοι, οἵτινες. ἀμφιβίοις· τοῖς ἀμφοτέρωθεν τρεφομένοις καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ, τοῖς ἰχθύσι τοῖς ἀμφοτέρωθεν ἔχουσι τὴν ζωὴν, καὶ τοῖς δυσὶν ἤγουν τῇ γῇ καὶ τῇ θαλάσσῃ διατρίβουσιν. ἐναρίθμιον· ὁμοίαν. αἶσαν· μοῖραν, τάξιν.

<!-- 1.283 -->Κῶλον· σῶμα, πόδες, καὶ ἡ σάρξ, σὰρξ καὶ τὸ σῶμα, μέλος. ἐστήρικται· ἐσκέπασται, ἡδραίωται, καὶ κατεσκευάσαι.

<!-- 1.284 -->Ἐκδύνουσι· ἐκβάλλουσιν, ἀποῤῥίπτουσιν, οὗτοι ἐκδύουσι καὶ ἐπιῤῥίπτουσιν. γεραίτερον· παλαιότερον, παλαιὸν, παλαίτερον.

<!-- 1.285 -->Σαρκὸς ὑπʼ ἐκ· ἀναστροφή. νεάτης· ἐσχάτης. ἀνατέλλεται· ἀναφύεται, καὶ αὐξάνεται, αὐξάνει, ἔξω φέρεται, τοῖς ἐν τῇ θαλάσσῃ καὶ τοῖς ἔξωθεν τῶν αἰγιαλῶν ἢ ἐν τῇ γῇ τρεφομένοις ὑποκάτωθεν μὲν γεννᾶται τὸ ὄστρακον τῆς σαρκὸς, ἔξωθεν δʼ ἐστὶ ταύτης· οὐ γὰρ συννέμεται ταύτῃ.

<!-- 1.286 -->Ῥηγνυμένοιο· ἀνοιγομένου, καὶ σχιζομένου. βίην· ἀνάγκην, δύναμιν, πόνον. Ἀντίπτωσις ῥηγνύμενος ὁ βίην· βίης ὤφειλεν εἰπεῖν· ὁπόταν φράσσωνται τῆς ἀνάγκης, τινὸς πράγματος γενομένου, σπωμένου τοῦ σκεπάσματος, τοῦ ἐνδύματος, τοῦ ὀστράκου. φράσσονται· νοήσωσιν. ἐλύτρου· σκεπάσματος, σκεπασητος ἀπὸ εἰλύω τὸ ἐπικρύπτω.

<!-- 1.287 -->Μαιμώωσιν· ψηλαφῶσιν, ἀναστρέφονται, καὶ τρέχουσιν. ἐδητύος· τροφῆς. ἰσχανόωντες· φροντίζοντες, μεταλαμβάνοντες, ἐφιέμενοι, προνοούμενοι, ἐπιζητοῦντες, βρώσεως ἐπιθυμοῦντες. Ἰσχανόωντες ἀπὸ τοῦ ἔχω ἴσχω τὸ κρατῶ· ὁ γὰρ ἐπιθυμῶν τι πρᾶγμα κρατεῖται ὑπʼ ἐκείνου.

<!-- 1.288 -->Ῥηϊτέρη· εὐκολωτέρα, ἐλαφροτέρα. ῥινοῖο· ὀστράκου, δέρματος. ῥηϊτέρη ῥινοῖο· ἵνʼ εὐχερῶς γένηται. διάκρισις· ἔκδυσις, διαχώρησις, διάσπασις, διάσχεσις. ὄφρα· ἵνα.

<!-- 1.289 -->Πλησαμένων· κορεσθέντων, χορτασθέντων, πλαγία σύνταξις· ὅπως πληρωθέντων αὐτῶν τῆς τροφῆς, ἡ διάκρισις ἢ ἡ ἀλλαγὴ τοῦ ὀστράκου εὐκολωτέρα καὶ ἀνώδυνος γένηται, ἵνα εὐχερῶς ἀποβάλλωσι τὸ ἕρκος ἢ τὸ ἔνδυμα· ὅσον γὰρ χορτάζονται, ὑψοῦται ἡ σὰρξ, καὶ ἀποβάλλει εὐχερῶς τὸ ἔνδυμα. εὖτʼ ἄν· ὁπηνίκα, ἕως οὗ. διατμαγέν· χωρισθὲν, διαῤῥαγὲν, κλασθὲν, διακοπέν. ἕρκος· ἔνδυμα ἀπὸ τοῦ εἴγρω τὸ κωλύω. ὀλισθῇ· ἐκπέσῃ, καὶ πέση.

<!-- 1.290 -->Οἱ δʼ ἤτοι· οὗτοι δὴ, ἐκκριθέντος τοῦ ὀστράκου. τέτανται· ἐξήπλωνται, ἐκτέτανται.

<!-- 1.291 -->Αὕτως· μάτην, οὕτως, οὕτως πως, ματαίως, ἀναισθήτως, ἄλλως, ματαίως καὶ ἀκίνητον. βορῆς· τροφῆς. μεμνημένοι· διανοούμενοι. οὔτε βορῆς μεμνημένοι· νενεκρωμένοι, ἀνενέργητοι. τευ· τινὸς, ἰωνικὸν καὶ δωρικὸν τοῦ.

<!-- 1.292 -->Ἐλπόμενοι· ἐλπίζοντες, νομίζοντες, προσδοκῶντες, ἀγρευθῆναι ἢ ὑπʼ ὄρνεων βρωθῆναι, ἢ οὐδὲ θερμὸν καὶ ζωτικὸν ἐμπνέουσιν. φθιμένοισι· φθαρτοῖς, νεκροῖς. θερμόν· ζωτικὸν, καὶ τὸ ζητικὸν τοῦ ἐνομίζοντες.

<!-- 1.293 -->Ἐμπνέει· ἀναπνέει, ἐμπνέουσι, ἢ δύνανται ἀναπνεῖν. ἐμπνέειν· ζῆν. δέ· γάρ. περιτρομένουσιν· περιττῶς φοβοῦνται, τρέμουσιν. ἀραιῇ· λεπτῇ, μαλακῇ, ἀσθενεῖ, λεπτοτάτῃ.

<!-- 1.294 -->Ἀρτιφύτῳ· οἴκοι ἀναφυομένῳ, νῦν βλαστησάσῃ, καὶ νεόφυς. μετά· σὺν, ὕστερον, μετὰ ταῦτα. ἀγειρόμενοι· ἀνορθούμενοι, συναθροιζόμενοι, ἀγείροντες.

<!-- 1.295 -->Βαιόν· ὀλίγον, μικρὸν, μικρὸν νοῦν. θαρσήσαντες· δυναμωθέντες, κουφιζόμενοι ἀπὸ τῆς πολλῆς περιστάσεως καὶ εἰς χρηστὰς ἐλπίδας ἥκοντες καὶ θυμοῦντες ἐπὶ τῇ αὐτῶν ἐπὶ τὸ τέως κρεῖττον μεταβολῇ καὶ ἀνακτήσει τοῦ ὀστρέου. πάσαντο· ἔφαγον ἀπὸ τοῦ πάω ῶ.

<!-- 1.296 -->Τόφρα· ἕως τότε, τοσοῦτον, μέχρι τοσοῦτον, ἐν τοσούτῳ καιρῷ, μέχρι δὲ τοσοῦτον τὸν θυμὸν ἔχουσιν ἄπρακτον, ἀδύνατον, ἀνενέργητον, ἕως τὸ νέον σκέπας στερεωθείη. Τὸ τόφρα ἀναφορικὸν καὶ ὡρισμένον, τὸ δʼ ὄφρα ἀποδοτικόν. θυμόν· ψυχὴν, τὴν προαιρετικὴν δύναμιν· θυμὸς λέγεται ἡ ψυχὴ, τρία δέ φασιν αὐτῆς τὰ μέρη· λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικὸν, καὶ τὸ μὲν λογιστικὸν ἐν τῷ ἐγκεφάλῳ καθιδρῦσθαι, τὸ δὲ θυμικὸν ἐν τῇ καρδίᾳ, τὸ δʼ ἐπιθυμητικὸν ἐν τῷ ἥπατι· καὶ τοῦ μὲν λογιστικοῦ ἐστιν ἀρετὴ φρόνησις, κακία δʼ ἀφροσύνη, τοῦ δὲ θυμικοῦ ἀρετὴ μὲν ἀνδρεία, κακία δὲ δειλία, τοῦ δʼ ἐπιθυμητικοῦ ἀρετὴ μὲν ἐγκράτεια, κακία δʼ ἀκρασία. ἀμήχανον· ἀδύνατον, τροφῆς καὶ βαδίσεως, ἀσθενῆ, ἄπορον. ἀδρανέοντες· ἀσθενοῦντες· ἀδρανὴς ὁ ἀσθενὴς ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ δρῶ τὸ πράττω.

<!-- 1.297 -->Ὄφρα· ἕως οὗ, ἄχρις, μέχρι οὗ, καὶ ἔντοτε. περὶ μελέεσσι· κύκλῳ ὅλων τῶν μελῶν. σκέπας· δέρμα, τὸ σκέπασμα, ἤως τὸ ὄστρακον. ἀμφιπαγείη· στηριχθῇ, στερεωθείη.

<!-- 1.298 -->Ἰητήρ· ἰατρὸς, παραβολή. νουσαχθέα· ἄῤῥωστον, ἀχθόμενον ὑπὸ τῆς νόσου, βεβαρημένον τῇ νόσῳ. κομίζων· ἐπιμελούμενος, ἐπιμελείας ἀξιῶν, θεραπεύων.

<!-- 1.299 -->Πρώτοισι· ἐν· ἰωνικόν. βορῆς· τροφῆς. ἀπόπαστον· ἄγευστον ἀπὸ τοῦ πάω πῶ τὸ λαμβάνω. ἐρύκει· κωλύει, κρατεῖ.

<!-- 1.300 -->Πήματος· ἐκ τῆς νόσου, τῆς βλάβης. ἀμβλύνων· ἐξασθενῶν, ἐλαττῶν, ἀφανίζων καὶ σβεννύων, ἀφανίζων διὰ τῆς νηστείας τὴν φθαρτικὴν καὶ καυστικὴν δύναμιν τοῦ βλάβους ἤως τῆς νόσου· οὕτως οὗτοι οἱ πάγουροι δεδιότες ἢ μετὰ φόβου ἀνορμῶσιν ἐν τοῖς ὀστράκοις αὐτῶν τοῖς ἄρτι φυτοῖς, ὥστʼ ἐκφυγεῖν τὰς κακὰς μοίρας τῆς νόσου. μαλερόν· καυστικὸν, βλαβερὸν, μαραντικόν, ἀφανιστικόν. Μαλερὸν ἀπὸ τοῦ ἀλέα ἡ θερμασία καὶ τοῦ ῥῶ τὸ φθείρω μαρερὸν καὶ τροπῇ τοῦ ἀμεταβόλου ρ εἰς λ μαλερόν· ἢ μαραίνω μαραινὸν μαρανὸν μαλερόν· καὶ σκληρὸν, καυστικὸν ἀπὸ τοῦ μάλα ἐρᾷν τῆς ὕλης. αὐτάρ· δέ. ἔπειτα· μετὰ ταῦτα δέ.

<!-- 1.301 -->Τυτθά· μικρὰ, ὀλίγα. ὤρεξε· παρέσχε ἐκ τοῦ παρεπομένου. νοσήλια· βρώματα, θεραπευτικὰ, θεραπευτικὰ τῆς νόσου, σιτία, βρώματα, τὰ τῇ νόσῳ ἐπιτήδεια.

<!-- 1.302 -->Ἄτην· βλάβην. γυιοβόρους· βιβρωσκούσας τὰ μέλη, καὶ τὰ γυῖα βιβρωσκούσας. δύας· κακοπαθείας, ὀδύνας, τοὺς πόνους. καθήρῃ· ἰατρεύση, φαρμακεύσῃ.

<!-- 1.303 -->Οἵγʼ· οἱ πάγουροι. ἀρτιφύτοισιν· νεωστὶ αὐξανομένοις, ἄρτι φυομένοις, τοῖς ἀρτίως φύτοισιν. ἀΐσσουσιν· ὁρμῶσιν, ἀνορμῶσιν. Ἀναΐσσουσιν· ἐπιμελοῦνται, ἐξ οὗ καὶ ἄναξ παρὰ τὸ ἀνακῶς ἤτοι ἐπιμελῶς ἔχειν πρὸς τὸν ὑπʼ αὐτὸν λαόν. ἀναΐσσουσιν· ἐπιμέλειαν ἐπάγουσι τοῖς ἀρτιφύτοις ἐλύτροις. ἐλύτροις· σκεπάσμασιν, ἐπικαλύμμασιν.

<!-- 1.304 -->Δειδιότες· φόβον ἔχοντες· δείδω τὸ φοβοῦμαι, δείσω δέδοικα, ὁ μέσος δέδια, ὁ δεδιὼς, καὶ πλεονασμῷ τοῦ ι ὁ δειδιώς δειδιότες· καὶ φοβούμενοι. νούσοιο· καὶ ἀῤῥωστήματος. κῆρας· μοίρας, καὶ θανατηφόρους. ἀλύξαι· ἐκφυγεῖν, φυγεῖν.

<!-- 1.305 -->Ἑρπυστῆρες· βαδισταὶ, βαδιστικοὶ, συρόμενοι, καὶ σκολιῶς κατὰ τοὺς ὄφεις βαδίζοντες. ἐναύλοις· μυχοῖς, στενωτάτοις τόποις. ἐναύλους· καταδύσεις, καὶ τὰς καταδύσεις στενάς.

<!-- 1.306 -->Πουλύποδες· λέγω, τὰ ὀκταπόδια. σκολιοί· κακοὶ, δύσκολοι, καὶ οἱ διεστραμμένοι.

<!-- 1.307 -->Ἐχθομένη· μισουμένη, μεμισημένη. σκολόπενδρα· ψαλίς. ὀσμύλος· μοσχίτης. αὐτοί· οὗτοι.

<!-- 1.308 -->Ἀμφίβιοι· ἐν θαλάσσῃ, ἤως ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ. ἴδεν· εἶδεν. ἀγροιώτης· ἐν τῷ ἀγρῷ οἰκῶν, ἐν τῷ ἀγρῷ ὤν.

<!-- 1.309 -->Γηπόνος· γεωργὸς, τῇ γῇ προσκείμενος. ἀγχιάλοισι· πλησιοθαλάττοις, τοῖς πλησίον αἰγιαλοῖς. φυτηκομίῃσι· γεωργίαις. φυτηκομίῃσι μεμηλώς· ἤως ἐργαζόμενος ταῖς ἐλαίαις· ἢ φυτηκομιῶν ὁ φροντίζων· φυτηκομία γάρ ἐστιν ἐπιμέλεια τῶν φυτῶν. μεμηλώς· ἐπιμελούμενος, προσμένων, προσκείμενος, μέλω μελῶ μέμαλκα, ὁ μέσος μέμηλα, ἡ μετοχὴ ὁ μεμηλώς.

<!-- 1.310 -->Ὀσμύλον· μοσχίτην, ἐθεάσατο. εὐκάρποις· καλλοκάρποις. πούλυπον· ὀκτώποδα. κράδοισι· κλάδοις. κράδῃσι· συκαῖς, συκέαις· κράδη κυρίως τὸ ἄκρον τῆς συκῆς, λαμβάνεται ἀντὶ συκῆς.

<!-- 1.311 -->Πλεγνύμενον· πεπλεγμένον, συμπλεκόμενον, περιπεπλεγμένον, καὶ πλεκτικόν. γλυκερόν· γλυκέων. ἔδοντα· ἐσθίοντα.

<!-- 1.312 -->Μεθʼ· ἐν, σὺν τούτοις. ἑρπυστῆρσι· συρομένοις. Ἑρπησταὶ ἰχθύες λέγονται οἱ μὴ βυθίοις ἑαυτοὺς ἐπάγοντες κατὰ τῆς θαλάσσης, κατὰ τῆς θαλάσσης κύματα πλευστικῶς περῶντες, ἀλλʼ ἠρέμα πως βαδίζοντες καὶ ἡσύχως, τοῖς ἐπιπολαίοις καὶ στενωτάτοις μέρεσι τῆς θαλάσσης καὶ τοῖς αἰγιαλοῖς διατρίβοντες καὶ οἰκοῦντες στεναῖς καταδύσεσι καὶ χωρήμασι τῶν πετρῶν, οὗτοι δʼ εἰσὶν οἱ μαλακόστρακοι ὡς ἐπὶ πλεῖστον καὶ οἱ ἀνόστεοι πάντες, οἵτινες καὶ μαλάκια φατίζονται, ἤως λέγονται, οἱ δʼ ὀστέοις συνόντες, μὴ ἔχοντες λέπια ἢ φολίδας ζωτικῶς σελάχεια λέγονται, καθὼς ὁ ποιητής φησιν, οἵτινες κατὰ τοῦ πόντου βαθύτατα μέρη διὰ παντὸς, καὶ οὐκ ἄλλο τι μέρος τῆς θαλάσσης πνευστικῶς διαπερῶσιν. Τοῖς δʼ ἴσον· προσυπακουστέον· τοῖς πολύποσιν ὅρμημα, τοῖς πολύποσιν, λείπει ὅρμημα. οἶμα· ὅρμημα, βάδισμα ἀπὸ τοῦ εἴω τὸ πορεύομαι, καὶ ὤφειλε δασύνεσθαι, ἀλλὰ λέγει ὁ κανὼν, ὅτι αἱ παραγωγαὶ ἀμείβουσι τὰ πνεύματα. δολόφρων· πανοῦργος· οὕτως ἐλέχθη δολόφρων, ὡς δολίως καὶ πανούργως φρονοῦσα· δολιεύει γὰρ τῷ ἁλιεῖ, μέλλουσα κρατεῖσθαι ὑπʼ αὐτοῦ τῷ ἐκχέειν ἐν τῇ ἁλὶ τὸ αὑτῆς μέλαν, ὅπερ ἐνδομυχεῖ καὶ τὸν πόντον μελαίνει καὶ αὐτὴν κατακρύπτει· διὰ τοῦτο γοῦν ἐκλήθη δολόφρων.

<!-- 1.313 -->Φῦλα· γένη, πλήθη. μετʼ· ἐν. οἴδμασιν· κύμασιν. ὀστρακόρινα· ἔχοντα ὄστρακα· ὄστρακον ἀπὸ τοῦ ὀστοῦν καὶ τοῦ ῥάκος τὸ δέρμα, ἵνʼ ᾖ ὄστρακον ῥάκος καὶ δέρμα ὀστῶδες, ὀστοῦν δʼ ἀπὸ τοῦ ἵστημι, στήσω. Ὅτι ὀστρακόδερμα κατονομάζονται τὰ γένη τῶν ὀστρέων, τῶν στρόμβων, τῶν πορφυρῶν καὶ κηρύκων καὶ τῶν ἐχίνων, ταῦτα δὲ λέγεται μήτʼ ἄρσενα εἶναι, μήτε θήλεα.

<!-- 1.314 -->Νέμονται. γράφεται καὶ φύονται φῦλα.

<!-- 1.315 -->Νειρίται· κοχλίαι. Νειρίτης ὁ κόχλος ὁ θαλάσσιος, καὶ οἱ μὲν λέγουσιν, ὅτι παρὰ τὸ νειρεύς ἐστι, καὶ ὤφειλε γράφεσθαι διὰ διφθόγγου, ὡς Ἀκαρνεὺς, Ἀκαρνείτης, οἱ δʼ ἐκ πεζῶν νήχεσθαι νηρὸς καὶ νηρίτης διὰ τοῦ η καὶ ι ἐκφέρεσθαι λέγουσιν, κρεῖττον δʼ ἐστὶ διὰ διφθόγγου ἐκφέρεσθαι τὸ νει ἀπὸ τοῦ νειρεὺς ὁ κόχλος. στρόμβων· τῶν λιβαδίων ἢ τωνωτονίων, χηβάδων. πορφύραι· οἱ κόχλοι, ἤως αἱ κοτύλαι.

<!-- 1.316 -->Μύες· ὀμύδια. ἀτρεκές· ἀληθινόν. οὔνομα σωλήν· ὄνομα σωλῆνι.

<!-- 1.317 -->Ἐρσήεντα· δροσώδη, ἁπαλὰ, ὑγιῆ. τερσήεντα· τὰ σκληρά. ὀκριόεντες· χαλεποὶ, τραχεῖς, τραχύτατοι. ὀκριόεντες· φρικώδεις διὰ τὸ τραχὲς τῶν κέντρων. ἐχῖνοι· ἐχῖνος τὸ ζῶον παρὰ τὸ συνέχεσθαι στρογγυλούμενον, καθʼ ὁμοιότητα δὲ τοῦ χερσαίου ἐχίνου καὶ ὁ θαλάσσιος λέγεται· στρογγύλος γὰρ καὶ αὐτὸς καὶ ἀκανθώδης, ὥσπερ καὶ ἀπὸ τῶν ἐναγρίων κατὰ ποιότητα σχήματος καί τινα τῶν θαλασσίων καλοῦμεν, ὡς μετʼ ὀλίγον λεχθήσεται παρὰ τῷ ποιητῇ.

<!-- 1.318 -->Τυτθά· μικρὰ, σμικρά. διατμήξας· διακόψας, κόψας, διαμερίσας.

<!-- 1.319 -->Συμφυέες· συνηρμοσμένοι, ὁμοῦ. παλίζωοι· αὖθις ζῶντες. παλίνζωοι· ἐκ δευτέρου ζῶντες, ζῶντες. νέμονται· κινοῦνται.

<!-- 1.320 -->Καρκινάσι· παγουρομάναις. ὄστρακον· ἔλυτρον. οὔτι· οὐδαμῶς. πέφυκεν· ἀναβλαστάνει. οὔτι πέφυκεν· οὐδʼ ὅλως ἀπὸ φύσεως ὑπάρχει, ὅτι οὐκ ἴδιον αἱ καρκινάδες ἔχουσιν ἔλυτρον, ἀλλʼ ἀλλότριον· νόθον γὰρ σκέπας, ἤτοι ἀλλότριον οἶκον καὶ σκέπασμα ἐπιμηχανῶνται. τρία ζῶα ἀναίμων ἐν τῇ θαλάσσῃ· τὰ μὲν λέγονται μαλάκια, ὡς σηπίαι, τὰ δὲ μαλακόστρακα, ὡς οἱ πάγουροι, τὰ δʼ ὀστρακόδερμα, ὡς τὰ ὄστρεα· τῶν ἐναίμων τὰ μὲν λέγεται σελάχια, ζωοτοκοῦσιν, ὡς τρυγὼν, βοῦς, γαλεὸς, δελφὶν, καὶ τὰ τοιαῦτα, τὰ δὲ λεπιδωτὰ, τὰ δὲ φολιδωτὰ, καὶ ὠοτοκοῦσιν, ὥσπερ καὶ τὰ μαλάκια καὶ τὰ μαλακόστρακα.

<!-- 1.321 -->Ἀφαυραί· ἀσθενεῖς. Ἀφαυρὸς ἀπὸ τοῦ φῶ τὸ λέγω, ὁ μέλλων φάσω γίνεται φαρὸς καὶ πλεονασμῷ τοῦ υ γίνεται ἀφαυρὸς, ὁ μὴ δυνάμενος διʼ ἀσθένειαν εἰπεῖν τι.

<!-- 1.322 -->Κτητούς· ξένους, ἀλλοτρίους. δόμους· οἰκίας. ἐπιμηχανόωνται· εὑρίσκουσιν, ἐξευρίσκουσιν, ἐπικτῶνται.

<!-- 1.323 -->Ἀβληχροῖς· ἀσθενέσιν. νόθον· ξένον. Νόθος· παρὰ τὸ ὀνῶ τὸ μέμφομαι γίνεται ὄνοτος, καὶ ἀποβολῇ τοῦ ο καὶ τροπῇ τοῦ τ εἰς θ νόθος. σκέπας· οἶκον, σκέπασμα. σκέπας· τὸ πας μακρόν ἐστιν, ὅτι πᾶσα ἀποκοπὴ μακροκατάληκτός ἐστιν, ἐνταῦθα δὲ βραχὺ τοῦτο ἐδέξατο διὰ τὸ μέτρον. ἀμφιβαλοῦσαι· ἐνδυθεῖσαι, περιβαλοῦσαι. Βάλω τὸ ἐνδύομαι ἀπὸ τοῦ βῆλος τὸ βλαττίον, τὸ δὲ βάλλω τὸ τιτρώσκω ἀπὸ τοῦ βλῶ βλήσω, ἐξ οὗ καὶ βλητὴς καὶ προβλῆτες αἱ ὕφαλοι πέτραι.

<!-- 1.324 -->Ἀθρήσωσι· βλέψωσι, καὶ ἴδωσιν. λελειμμένον· καταλειφθὲν, ἐναπομεῖναν. ὀρφανόν· ἐστερημένον· ὀρφανὸς λέγεται ὁ ἄνις ὀρόφου, ἢ ὁ ἐστερημένος οἰκίας. ὀρόφου ἄνις ἤτοι χωρὶς ὀστρέου. αὕτως· μάτην.

<!-- 1.325 -->Οἰκητῆρος· τοῦ οἰκιστοῦ. ἀνέστιον· ἄοικον. οἰχομένοιο· ἀναχωρήσαντος, φθειρομένου, τελευτήσαντος, φθαρέντος.

<!-- 1.326 -->Καταδῦσαι· ὑπεισελθοῦσαι, εἰσελθοῦσι. ἐλύτροις· ὀστράκοις.

<!-- 1.327 -->Ἑζόμεναι· καθήμεναι. μέλαθρον· οἴκημα, φωλεόν.

<!-- 1.328 -->Τῷδε· σὺν τούτῳ ὀστράκῳ. συνερπύζουσι· συμβαδίζουσι, βαδίζουσιν, ἀναστροφή. ἔνδοθεν· ὄντες, οὖσαι. ἕρκος· περίφραγμα, στήριγμα.

<!-- 1.329 -->Νειρίτης· κοχλίας. κήρυξ· κογχύλη.

<!-- 1.330 -->Στρόμβων· ἐπαναστροφὴ κατὰ λέξιν, χηβάδων. δύσεις· οἰκίας, οἰκήσεις, καὶ τὰ ὄστρακα.

<!-- 1.331 -->Κοῦφαι· ἐλαφραὶ, εὐκίνητοι. φέρεσθαι· εἰς τό.

<!-- 1.332 -->Ἀεξομένη· τὸ πλάτος. πλήσῃ· πληρώσῃ, γεμίσῃ. μυχόν· ὄστρακον.

<!-- 1.333 -->Ἔχει· οἰκεῖ, κατοικεῖ. δόμον· ἢ τὸ ὄστρακον.

<!-- 1.334 -->Δίζεται· ζητεῖ, ψηλαφᾷ. εὐρύτερον· πλατύτερον. κύτος· πλάτος, χώρημα, τὴν θέσιν. ἀμφιβαλέσθαι· εἰς τὸ, περιβαλεῖν, σκεπασθῆναι.

<!-- 1.335 -->Πολλάκι· αἰολικόν· ἀναστροφή. γλαφυρῆς· βαθείας· γλαφυρὸν σημαίνει δύο τὸ κοῖλον, ὡς ἐνταῦθα, καὶ τὸ γλυκύ. γλαφυρῆς· τὸ βαθὺ ἀπὸ τοῦ γλάφω τὸ κοιλαίνω, κυρίως δὲ τὸ λίαν γλυκύ· γλαφυρῆς· παρὰ τὸ ἐκεῖσε βαίνειν τὸ κέλυφος· γράφεται καὶ κέλυφον. κύμβος· κόχλου, κατοικίας, ὀστράκου, οἰκίας, μύλου. μονῆς· κύμβη τὸ ποτήριον, καταχρηστικῶς δʼ ἐνταῦθα τὸ ἔλυτρον.

<!-- 1.336 -->Ἀλκή· δύναμις, πόλεμος, μάχη. μέγα νεῖκος· μεγάλη φιλονεικία. νεῖκος· φιλονείκημα. ἐγείρεται· παρακινεῖται. ἐκ δʼ ἐλάσασα· ἐκδιώξασα, ἀποδιώξασα.

<!-- 1.337 -->Κρείσσων· ἡ μεγαλωτέρα, ἡ ἰσχυροτέρα. χειροτέρην· τὴν μικροτέραν, τὴν ἀσθενεστέραν. ἄρμενον· ἁρμόδιον. ἀμφέθεθʼ· περιεκαλύψατο, περιέθετο.

<!-- 1.338 -->Γλαφυρῷ· βαθυτάτῳ, κοιλῷ. κεκαλυμμένος· ἐσκεπασμένος.

<!-- 1.339 -->Μορφήν· κατὰ τὸ εἶδος. ἀλίγκιος· ὅμοιος.

<!-- 1.340 -->Οἰκείῃσιν· τοῖς ἰδίοις ἔργοις. ἐπικλέα· κλῆσιν ἔχοντα, ὀνομαζόμενον, ἐπώνυμον. ναυτιλίῃσι· δια ταῖς αὐτοῦ πλεύσεσιν. ὁ ναυτίλος ἀνέρχεται ἐκ τοῦ ὕδατος τοῦ βάθους μέχρι τῆς ἐπιφανείας, πρηνὴς, ἐπειδὴ ἔχει κοιλότητας κατὰ τὴν γαστέρα. ἵνα γοῦν μὴ εἰσερχομένου τοῦ ὕδατος ἐμπλησθῇ τὰς κοιλότητας, καὶ οὕτω γένηται ὑποβρύχιος, διὰ τοῦτο φεύγων τὸν κίνδυνον στρέφει ἑαυτὸν ὕπτιον καὶ ἀνέρχεται ὕπτιος, καὶ εἰς τὴν ἐπιφάνειαν ἄνω τῆς θαλάσσης γενόμενος ἀνατείνει τοὺς ἔμπροσθεν δύο πόδας ὥσπερ ἱστοὺς ἄνω. Ἀνέρχεται εἰς τὸ ἐπιπόλαιον ὕδωρ ἐπὶ πρόσωπον καὶ ἄνω τὸ ὀστρακῶδες καὶ κοῖλον ἔχων αὐτοῦ σκέπασμα, μήπως αὐτὸν γεμίσῃ ἡ θάλασσα.

<!-- 1.341 -->Ναίει· ὃς, κατοικεῖ. ψαμάθοις· ἐν τοῖς. ψαμάθους· τάς. ἀνὰ δʼ ἔρχεται· ἀναβαίνει. ἄκρον ἐς ὕδωρ· κατὰ τὴν ἐπιφάνειαν, ἐπάνω θαλάσσης.

<!-- 1.342 -->Πρηνής· ἐπὶ πρόσωπον, ἐπίκυφος. ὄφρα κε· ἵνα, ἕως οὗ ἄν. μιν· κοιλότητα ἣν ἔχει περὶ τὴν γαστέρα, αὐτόν.

<!-- 1.343 -->Ἀναπλώσειε· ἀνέλθῃ, ἑαυτὸν, καὶ ἀναπλεύσῃ, ἄνω πλεύσῃ, ἄνω πετάσῃ. ῥοθίων· κυμάτων, τῶν ῥευμάτων. ὑπέρ· ὑπεράνω. ἀμφιτρίτης· τῆς θαλάσσης.

<!-- 1.344 -->Αἶψα· ταχέως· ἐκ τοῦ ἵπτω τὸ πέτομαι, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀΐπτω τὸ λίαν πέτομαι, ὁ μέλλων ἀΐψω καὶ ἐξ αὐτοῦ ἐπίῤῥημα αἶψα. μεταστρεφθείς· μετακινηθείς. μετά· περί. ὥστʼ· καθά. ἀκάτοιο· ἐπὶ πλοίου, νηός.

<!-- 1.345 -->Ἴδρις· ἐπιστήμων, ἔμπειρος. δοιούς· τοὺς δύο, διπλοῦς. ὥστε· ἔκφρασις. κάλωας· σχοίνους.

<!-- 1.346 -->Ἀντανύει· ἐξαπλοῖ, ἐπὶ τῆς θαλάσσης, ἐξαπλοῖ, ἄνω ἀνατείνει. διαῤῥέει· διατρέχει, ἐξαπλοῦται, ὑψοῦται. Μέσος δὲ διαῤῥέει· ἐξήπλωται, διαχεῖται, καθά περ ἄρμενον. λαῖφος· ἄρμενον.

<!-- 1.347 -->Ὑμήν· δέρματος πτέρυξ, ἡ λεγομένη τζίπα. Λεπτὸς ὑμὴν, ὃν διατείνει εἰς τύπον ἀρμένου, τοὺς ἄλλους δὲ δύο πόδας ἔχει ὄπισθεν, οὓς σύρει εἰς τύπον αὐχενίων, καὶ οὕτως ὥσπερ ναῦς ὑπʼ ἀνέμου φέρεται· ἡνίκα οὖν θεάσηται ἢ θηρίον ἢ ἄλλο τι βλάπτον, δέχεται ἐν τῇ κοιλότητι αὑτοῦ τὸ ὕδωρ, καὶ οὕτως βαπτίζεται καὶ ἐκφεύγει, τὸ δὲ τιταίνεται ἀντὶ τοῦ ἐξαπλοῦται, πνεύματος πληροῦται. τιταίνεται· ὀγκοῦται, ἐξαπλοῦται, ἐκτείνεται. αὐτάρ· δέ.

<!-- 1.348 -->Δοιοί· πόδες ἀπὸ κοινοῦ. ψαύοντες· ἁπτόμενοι, προσεγγίζοντες. οἰήκεσσι· πηδαλίοις, αὐχενίοις.

<!-- 1.349 -->Πομποί· ὄντες, ὁδηγοὶ, κομισταὶ, ὑπάρχοντες. ἰθύνουσι· προοδοποιοῦσιν, ὁδηγοῦσιν. δόμον· τὸν οἶκον, τὸ ὄστρακον. νῆα· τὴν ναῦν. ἰχθύν· περίφρασις. δόμον καὶ νῆα καὶ ἰχθύν· ἢ αὐτὸν τὸν ἰχθὺν περιφραστικῶς. Ὡς πόμποι δόμον ἰθύνουσιν, ἰθύνουσί φησι τὸν καὶ νῆα ὄντα καὶ ἰχθὺν, καὶ πηδάλιον, καὶ δόμον· ἢ ἐκεῖνον τὸν δόμον καὶ νῆα αὐτό φησι τὸ ὄστρακον ὃ φορεῖ καὶ ᾧ πλέει, ὅτε δὲ βλάβην τινὰ ἐπαγομένην αὐτοῦ νοήσει ....

<!-- 1.350 -->Ἀλλʼ ὅτε φοβηθῇ ἐγγὺς ἐρχόμενον τὸ κακόν· ὁπόταν δὲ φοβηθῇ, οὐ συμφέρεται τῷ ἀρμένῳ, βαρυνόμενος δὲ καθέλκεται, κατασύρεται, κατασπᾶται, κατέρχεται, πολὺ κῦμα ἔσω τοῦ ὀστράκου δέχεται, ἵνα βολίσῃ. Ταρβήσει· φοβηθῇ, δειλιάσει. σχεδόθεν· ἐκ τοῦ σύνεγγυς, πλησίον. ἀήταις· τοῖς ἀνέμοις. φροντίζοντες.

<!-- 1.351 -->Ἐπιτρέψας· ἀνατεθεικὼς ἑαυτὸν, τεθαῤῥηκὼς, θαῤῥῶν, μετακινηθεὶς, δὸς ἑαυτόν. ἐπιστρέψας· ἐμπιστευθείς, παραχωρηθείς. ἔσπασε· ἐχάλασεν, ἔσω ἔλαβεν. σὺν δʼ ἔσπασε· ἐν δʼ ἔσπασε, συνῆξεν.

<!-- 1.352 -->Ἱστία· τὰ κατάρτια. οἴηκάς τε· αὐχένιά τε. ἀθρόον· ὅλον, ὁμοῦ.

<!-- 1.353 -->Κῦμα· τὸ κῦμα ἔσωθεν τοῦ ὀστράκου δέχεται. βαρυνόμενος· ὑπὸ τοῦ ῥεύματος δηλονότι. καθέλκεται· κάτω ἔρχεται, σύρεται, ὅπως.

<!-- 1.354 -->Ὦ πόποι· φεῦ· θαυμαστικὸν, ἀποστροφὴ μετʼ ἐκπλήξεως· φεῦ θεοί· ἔποποι γὰρ οἱ θεοὶ, καὶ κατʼ ἀφαίρεσιν τοῦ ε πόποι. Ὦ πόποι· φεῦ τοῦ θαύματος, ὦ θεοὶ, ὦ ἄνδρες ....ὴ ἐκπληκτικόν. ὅς· τίς. Ὦ πόποι ὅς· ὅστις πρῶτον τὰ ὀχήματα τῆς θαλάσσης εὗρε, τουτέστι τὰ πλοῖα· ἢ τίς τῶν ἀθανάτων θεῶν ὑπενόησε τὴν τέχνην; ἢ Ἀθηνᾶ, ὅτι λέγουσι ταύτην εἶναι ἐφευρέτριαν τῶν τεχνῶν· οὐκ οἶδα· εἰ δέ τις ἄνθρωπος — διὰ τὸν Φέρεκλον λέγει —, ὄντως ἀπʼ αὐτοῦ τοῦ ἰχθύος εἶδε τὴν τέχνην, καθὼς καὶ οὗτός φησι, τοῦτον ἰδόντες οἱ ναυπηγοὶ κατεσκεύασαν νῆας. πρώτιστος· πρῶτος. ὄχους· ἢ πλοῖα, ἅρματα· ὀχήματα τῆς θαλάσσης τὰ πλοῖα, τὰ δὲ τῆς γῆς ἅρματα οἱ ἵπποι· ἔστι δὲ τὸ νῆας ἐφερμηνευτικόν· τὰ ἱστία πετάσας, καὶ ἁπλώσας ταῖς πνοαῖς τοῦ ἀνέμου ἐκ τῶν σχοινίων, τὰ δʼ αὐχένια καὶ τοὺς οἴακας ὄπισθεν.

<!-- 1.355 -->Ἀθανάτων· θεῶν. ἐπεφράσατʼ· ἐνόησεν. ἀνήρ· ἄνθρωπος.

<!-- 1.356 -->Τολμήεις· τολμηρός. ἐπεύξατο· ἐθάρσησεν, ἐκαυχήσατο.

<!-- 1.357 -->Ἦ που· ὄντως δή. ἴκελον· ὅμοιον.

<!-- 1.358 -->Δουροπαγές· ξυλοκατάσκευον, τὸ κατασκευασθὲν ἐκ ξύλων, ἐκ ξύλων εἰργασμένον. τόρνωσε· κατεσκεύασεν. τὰ μέν· τὰ ἱστία. πνοιῇσι· τοῦ ἀνέμου δηλονότι, καὶ ἀναπνοαῖς τῶν ἀνέμων. πετάσας· ἐξαπλώσας. Τὰ μὲν πνοιῇσι· τὰ ἱστία ἐκ προτόνων τοῦ ἀνέμου ταῖς πνοαῖς ἁπλώσας.

<!-- 1.359 -->Προτόνων· σχοινίων. τὰ δʼ ὄπισθεν· κατασκευάσας, τὰ αὐχένια, ἢ τὰ κυβερνητήρια αὐτά. χαλινωτήρια· οἴακας, ὥστε, ὁδηγούς.

<!-- 1.360 -->Ὀμβιμόγυια· ἰσχυροσώματα, μεγαλοσώματα. ὀβριμόγυια· βαρυμελῆ· ὄβριμον παρὰ τὸ βρι, ἐπιτατικὸν μόριον κατὰ πλεονασμὸν τοῦ ο καὶ παραγωγὴν, ὄβριμος ὁ πάνυ ἰσχυρός· ἢ ἀπὸ τοῦ Βριμῶ ἡ Περσεφόνη, καὶ κατὰ πλεονασμὸν τοῦ ο ὄβριμον τὸ φοβερὸν καὶ καταπληκτικόν. ὀμβριμόγυια· μεγάλα, ἰσχυρά. πελώρια· πελώριον τὸ μέγα ἀπὸ τοῦ πέλας εἶναι ὄρους, ἢ πελάζειν τῷ Ὠρίωνι. πελώρια· μεγάλα, πέλας ὄρη ὄντα ἢ πελάζοντα Ὠρίωνι, ἢ πελάζονται ὤρῃ καὶ φροντίδι πελώρια· μεγάλα, ἰσχυρά· πελώριος ὁ μέγας ἀπὸ τοῦ πελάζειν οἱονεὶ τῷ Ὠρίωνι ἢ τῷ ἄστρῳ ἢ τοῖς ὄρεσιν ἡ ἀπὸ τοῦ πελάζειν τῇ ὤρᾳ καὶ τῇ φροντίδι· τὰ γὰρ μεγάλα φροντίδος εἰσὶν ἄξια. πελώρα· μέγιστα, ἢ τὰ πέλας ὄρη κατὰ τὸ μέγεθος.

<!-- 1.361 -->Ἀλκῇ· δυνάμει. ἀμαιμακέτῳ· ἀκαταπονήτῳ, ἀπληρώτῳ, πολλῇ, ἀμετρήτῳ, ἄγαν μαιμώσῃ, ἢ μεγάλῃ καὶ ἐπιμήκει ἀπὸ τοῦ α ἐπιτατικοῦ μορίου καὶ τοῦ μᾶκος, ὃ δηλοῖ τὸ μῆκος δωρικῶς, ὅθεν καὶ ἀμάκετον καὶ διπλασιασμῷ ἀμαμάκετον καὶ ἀμαιμάκετον· καὶ χίμαιρα παρὰ τῷ ποιητῇ ἀμαιμάκετος. βεβριθότα· βαροῦντα, βαρυνόμενα· βεβριθότα παρὰ τὸ βρι ἐπιτατικὸν κατὰ πλεονασμὸν τοῦ ο καὶ παραγωγήν· ὄμβριμος ὁ πάνυ ἰσχυρός. δεῖμα· φόβον. ὄσσοις· ὀφθαλμοῖς.

<!-- 1.362 -->Εἰσιδέειν· ἰδεῖν. ὀλοῇ· ὀλεθρίᾳ. κεκορυθμένα· ὡπλισμένα, καθωπλισμένα. λύσσῃ· μανίᾳ, ἀγριότητι, τῇ μανιώδει ὁρμῇ.

<!-- 1.363 -->Εὐρυπόροισιν· πλατυτάτοις κύμασι, μεγάλοις. ἐνιστρέφεται· διέρχονται.

<!-- 1.364 -->Ἀτέκμαρτοι· ἄγνωστοι, ἀπέραντοι, ἀπλήρωτοι. Ἀτέκμαρτοι· ὧν οὔκ ἐστι τέκμαρ ἤως τέλος, ἢ ὧν οὐκ ἔστι τεκμαίρεσθαι. περιωγαί· καταγωγαί· περιωπαί· καταδύσεις. ἀτέκμαρτοι περιωπαί· τῆς θαλάσσης αἱ ἀπέρανται περισκοπήσεις, αἱ μεγάλαι, αἱ ἀπλήρωτοι, ἀτελείωτοι, ὑψηλαὶ κατοικίαι.

<!-- 1.365 -->Παῦρα· ὀλίγα κήτη, παύεσθαι ῥεῖα. ῥηγμίνων· αἰγιαλῶν, ἐπὶ τῶν αἰγιαλῶν. Ῥηγμὶν ὁ αἰγιαλὸς, ἐν ᾧ ῥήσσονται τὰ κύματα. σχεδόν· πλησίον. ἔρχεται· λείπει ἀπὸ τῶν κητῶν. φέρουσιν· βαστάζουσιν.

<!-- 1.366 -->Ἠϊόνες· οἱ αἰγιαλοί. βαρύθοντα· μεγαλοκήτη, βαρυνόμενα, καὶ βαρέα, μεγάλα ὄντα ἤτοι καὶ βαρεῖα ὄντα. Ἠϊόνες βαρύθοντα· ὅσα δύνανται ἐπενεγκεῖν οἱ αἰγιαλοὶ καὶ οὐ λείπεται ὕδατος, ἀλλʼ ἀρκοῦσιν εἰς τὸ βαστάζειν αὐτά. ὥσπερ νέμω νεμέθω, φλέγω φλεγέθω, φθίνω φθινύθω, οὕτω καὶ βαρῶ βαρύθω. ἀπολείπεται· στερίσκονται. Οὐκ ἀπολείπεται ἅλμης· καὶ οὐδαμῶς φησι τῆς θαλάσσης εἶδός τι κήτους ἐξέρχεται ἐπὶ τοῦ αἰγιαλοῦ, τὴν ἤπειρον ἀπολιμπάνει τελείως, ἀλλʼ εἰς ὅσον βαστάζεται ὕδωρ, εἰς ἐκεῖνο καὶ ἐξέρχεται κῆτός τι καὶ οὗτος ἐκ τῶν ἐλαχίστων καὶ μικρῶν, ἐκ δὲ μεγάλων καὶ περιβοήτων οὐδόλως, ἀλλὰ διὰ παντὸς τοῖς πελάγεσσι διατρίβονται, ἐμφωλεύουσι καὶ κατοικοῦσιν.

<!-- 1.367 -->Τῶν· ἀπὸ τούτων τῶν κητῶν, εἰσὶ, ὧν, ἀπὸ τῶν ὅλων ἤως κητῶν. κρυόεις· χαλεπός. κρυεός· θανατηρὸς, φρυκτὸς, ἰσχυρός· γράφεται κρυόεις. Λέοντα εἶπε κρυόεντα πρὸς ἀντιδιαστολὴν τοῦ χερσαίου λέοντος, ὃν αἴθωνα οἱ ποιηταί φασιν· οὗτος εἶπε τῆς θαλάσσης. βλοσσυρή· καταπληκτικὴ καὶ πληκτική.

<!-- 1.368 -->Παρδάλεις· ἰχθύων εἴδη. παρδαλῆ δὲ τὸ δέρμα αὐτῆς· πάρδαλις ἀπὸ τοῦ πέρδω καὶ τὸ ἅλλομαι τὸ πηδῶ, ἡ ἐν τῷ ἅλλεσθαι πέρδουσα· ὀλοαί· ὀλεθρίαι, ὀλέθριοι. φύσαλοι· εἶδος κήτους, μεγάλοι βάτραχοι. Φύσσαλοι οἱονεὶ πτύσσαλοι ἀπὸ τοῦ πτύειν τὴν ἅλα. αἰθυντῆρες· ὁρμητικοὶ, καυστικοὶ, διάπυροι· αἰθύσσω γὰρ τὸ διαπύρως καὶ ὀξέως ὁρμῶ.

<!-- 1.369 -->Ἐν δέ· τούτοις δηλονότι, σὺν τούτοις. ζαμενές· λίαν ὀργίλον, ἄγαν ὀργίλον, ἄγριον, ὁρμητικόν. δαφοινή· ἄγαν φονική· δαφοινὸν τὸ ἄγαν φονικὸν ἐκ τοῦ δα ἐπιτατικοῦ μορίου καὶ τοῦ φόνος. δαφοινή· ἄγαν ὀλεθρία, δυνατωτάτη, ἢ ἡ κοπτικὴ, ἢ ἡ μέλαινα, ἡ ἐρυθρά.

<!-- 1.370 -->Πρῆστις· βασιλίσκος. ἀταρτηρῆς· βλαπτικῆς, ἀναιδοῦς, ἀκαταπονήτου· ἀταρτηρὸν τὸ βλαβερὸν ἀπὸ τοῦ ἄτη ἡ βλάβη, ἀτηρὸν καὶ κατʼ ἀναδιπλασιασμὸν ἀταρτηρόν. δυσαντέα· κακοσυνάντητα, δυσαπάντητα, τὰ δυσμενῆ συναντήματα. χάσματα· καὶ φοβήματα ἐκ τοῦ χάζω τὸ ὑποχωρῶ, ἃ ἰδών τις χάσσαιτο καὶ ὑποχωρήσει, ἀνοίγματα· περίφρασις. λάμνης· ὄνομα κήτους, θαλάσσης.

<!-- 1.371 -->Μάλθη· μαλθακή. Μάλθη τʼ οὐ μαλακῇσιν· οὐ γὰρ ταῖς μαλθακαῖς ἀδρανίαις ἐπώνυμος, ἀλλʼ ἰσχυρά ἐστιν, οὐ πρὸς τὸ ὄνομά ἐστιν ἡ μάλθη· μάλθη κυρίως τὸ εὐθειαζόμενον εἰς χείλη. μαλακαῖσιν· κατʼ ἀντίφρασιν, ἀλλʼ ἰσχυρά. ἣ μαλακῇσιν· ἐπώνυμος μάλθη· ἐπήγαγεν. ἀδρανίῃσιν· οὐ μαλακῇσιν ἐπώνυμος ἀσθενείαις.

<!-- 1.372 -->Ἀργαλέοι· λυπηροὶ, χαλεποί. ἀπαίσιον· ἄδικον, μισητὸν καὶ κακὸν, φοβερὸν, ἀπρεπές. ἄχθος· βάρος ἀπὸ τρόπου. ὑαίνης· ὕσκας, ἀντὶ τοῦ αἱ ὕαι· διὸ καὶ μισηταί.

<!-- 1.373 -->Ἁρπακτῆρες· ἁρπακτικοί. ἐν δέ· καί. κύνεσσιν· μεταπλασμός.

<!-- 1.374 -->Τριχθαδίη· τρισσή ἐστι, τριπλῆ. Ἐκ τοῦ τριχῆ γίνεται τριχᾶ καὶ κατʼ ἀναδιπλασιασμὸν τοῦ τόνου τρίχα καὶ πλεονασμῷ τοῦ θ γίνεται τριχθά καὶ διχθὰ, καταβιβασθέντος τοῦ τόνου, καὶ ἐξ αὐτῶν διχθαδίη, τριχθαδίη ἡ διπλῆ καὶ τριπλῆ. Τρία γένη θαλασσίων κυνῶν, ὧν τὸ ἓν μετὰ τῶν κητῶν ἐστιν ἐναρίθμιον, καὶ τὸ ἕτερον κεντρίναι λέγονται καὶ τὸ ἄλλο γαλεοί. γενεή· γέννα, ἤως τὸ γένος.

<!-- 1.375 -->Λευγαλέοις· ὀλεθρίοις· λευγαλέον τὸ καταπληκτικόν· ἀπὸ τοῦ ἀλεύω τὸ ἐκφεύγω γίνεται ἀλευλέον κατὰ παραγωγὴν, καὶ κατὰ μετάθεσιν λευαλέον καὶ πλεονασμῷ τοῦ γ λευγαλέον. λευγαλέοις· ἀξίοις λόγου παρὰ τὸ λέγω πλεονασμῷ τοῦ υ, ἢ θανατηφόροις ἀπὸ τοῦ λέγω τοῦ κοιμῶμαι τοῖς κατακοιμίζουσιν εἰς θάνατον ἐξ οὗ καὶ κυνηγὸς, ἢ παρὰ τὸ λοιγὸς ὁ ὄλεθρος λοιγαλέος καὶ λευγαλέος, λευγαλέος δὲ κυρίως ὁ ἐν τῇ θαλάσσῃ ὄλεθρος. ἐναρίθμιον· συναυλιζόμενον. φῦλα· γένη. ἄλλα δὲ φῦλα· τὰ δʼ ἄλλα δύο γένη.

<!-- 1.376 -->Καρτίστοισι· ἐν τοῖς, δυνατοῖς, ἰσχυροῖς, ἰσχυροτάτοις. μετʼ· σὺν, ἐπί· γράφεται μετά. δινεύονται· συστρέφονται.

<!-- 1.377 -->Κέντροισι κελαινοῖς· διὰ τὰ κέντρα τὰ μάταια. κελαινοῖς· θανατηφόροις, ματαίοις, σκοτεινοῖς.

<!-- 1.378 -->Αὐδώωνται· ὀνομάζονται, καλοῦνται. ἐπώνυμον· φερώνυμον. ὁμαρτῆ· ὁμοῦ, ἀντὶ τοῦ καθόλου ὁμοῦ λέγει.

<!-- 1.379 -->Κλείονται· καλοῦνται. κλύονται· κλύω τὸ ἀκούω καὶ ὀνομάζομαι, ὡς καὶ ἀκούω, γαλεοί. γαλεῶν· καινοπρεπὲς τὸ σχῆμα· ἐξ ἑνικοῦ γὰρ ἄρχεται, καὶ εἰς πληθυντικὸν καταλήγει, καὶ πᾶν τὸ ἀρχόμενον ἐξ ἑνικοῦ, καταλῆγον δʼ εἰς πληθυντικὸν, καινοπρεπὲς λέγεται. ἑτερότροπα· διάφορα, ξενότροπα, διάφορα ἀντὶ τοῦ διαφερόντως καὶ ἑτέρως τρεφόμενα, διῃρημένα, διακεχωρισμένα γένη πολλά.

<!-- 1.380 -->Ἀκανθίαι· ταῦτα πάντα γαλεοὶ καλοῦνται. ἄρα· δή.

<!-- 1.381 -->Ἀλωπεκίαι· πανοῦργαι. ποικίλοι· κατάστικτοι. ἴκελα· ὅμοια.

<!-- 1.382 -->Φορβή· γράφεται καὶ μορφή. σύν· ἐν. τε· δέ.

<!-- 1.383 -->Δελφῖνες· οἱ δελφῖνες πρώην ἦσαν ἄνθρωποι καὶ ἐβουλήθησαν ἵνα θεοποιηθῶσι, καὶ μετέβαλεν αὐτοὺς ὁ Ζεὺς διὰ τοῦτο εἰς ἰχθύας. ἀκταῖσι· αἰγιαλοῖς. πολυραθάγγοισι· πολυήχοις, ἐν οἷς ῥήγνυνται τὰ κύματα, πολυήχοις, πολυῤῥήγοις, κατὰ πολὺ ῥεομένοις· γράφεται πολυῤῥογάθοισιν· ταῖς πολλὰς ῥαγάδας καὶ σταγόνας ἐχούσαις ἢ δεχομέναις, ἢ πολυήχοις ἐκ τῶν κυμάτων προσρήξεως· ἢ τὰς πολλὰς ῥαγὰς καὶ σχισμὰς πετρώδεις ἐχούσαις ἐκ τῆς προσβολῆς τῶν κυμάτων. πολυῤῥαθάγοισιν· ὠνοματοπεποίηται ἡ λέξις· εἰ μή τις τυχὼν βιάσῃ αὐτὴν παραγαγὼν ἀπὸ τοῦ ῥάθαγος, ὅπερ τὴν σταγόνα δηλοῖ. ἄλλως· πολυῤῥαγάθοις· πολυήχοις, πολυψόφοις, ἐκ τῆς τῶν κυμάτων προσρήξεως· ἢ ὅτι πολλὰς ῥαγὰς καὶ σχισμὰς πετρώδεις ἔχουσιν οἱ αἰγιαλοί. γάνυνται· χαίρονται, χαίρουσιν.

<!-- 1.384 -->Ναίουσι· οἰκοῦσιν. οὔποτε νόσφι θάλασσα· οὐδεὶς τόπος θαλάσσης χωρίς· ἀντίπτωσις. νόσφι· χωρίς. Νόσφι παρὰ τὸ νο στερητικὸν μόριον καὶ τὸ ἕπω ἀκολουθῶ νόεπι ἐπίῤῥημα καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ π εἰς φ καὶ πλεονασμῷ τοῦ σ νόσφι.

<!-- 1.385 -->Δελφίνων πέρι· χωρὶς θαλάσσης δελφῖνες οὔκ εἰσιν. πέρι· περισσότερον. σφέ· αὐτούς. Ποσειδάων· περισσῶς γὰρ ὁ Ποσειδῶν αὐτόν· ποσειδῶν ἐστι τὸ ἁλυκὸν καὶ θαλάσσιον ὕδωρ παρὰ τὸ τὴν πόσιν δεῖν, ἀμφιτρίτη δὲ τὸ γλυκὺ καὶ πότιμον ὕδωρ, τὸ ἀμφοτέρωθεν ἤως διχόθεν ἡμῖν ἐπιγινόμενον ἔκ τε τῶν πηγῶν, καὶ τῶν ὑετῶν· διὸ καὶ τὴν τοιαύτην γλυκερὰν τοῦ ὕδατος φύσιν Ἀμφιτρίτην ἐκάλεσεν ἀμφοτερότητά τινα οὖσαν, ἐπεὶ, ὡς εἴπομεν, ἀμφοτέρωθεν ἤως διχόθεν ἡμῖν ἐστιν. τοῦτο οὖν τὸ γλυκὺ ὕδωρ, ὃ καὶ ἀμφιτρίτην φασὶν, ἔφευγε τὸν ποσειδῶνα, μὴ θέλον συγγενέσθαι αὐτῷ, ἢ ἀσυνδύαστον ἦν, ἐναντιούμενον τῇ τε ποιότητι καὶ τῷ διαστήματι, οἱ δέ γε δελφῖνες, οἱ ποταμοὶ δηλαδὴ, δελφῖνες λεγόμενοι διὰ τὸ ἐν τῇ δελφύϊ ἢ τῇ κοιλότητι τῆς γῆς αὐτοὺς σύρεσθαι, συνεκόμισαν αὐτῷ τὴν τοιαύτην ἀμφιτρίτην· διὰ γὰρ τῶν ποταμῶν τῶν τʼ ἀειῤῥόων καὶ τῶν χειμάῤῥων εἰσβάλλει τὸ γλυκὺ ὕδωρ εἰς τὴν θάλασσαν· κόρην μὲν οὖν φησι τὴν τοιαύτην διὰ τὸ καθαρὸν τῶν ὑδάτων τοιούτων, κυανώπιδα δὲ διὰ τὸ ἔστιν οὗ καὶ ὅ τι μέλαν αὐτῶν, νηρηΐδα δὲ διὰ τὸ νεύειν καὶ ῥέειν αὐτὰ, ἐν ὠκεανοῦ δὲ δόμοις λέγει αὐτὴν εἶναι, ἐπεὶ ὠκέως καὶ ταχέως ἀεὶ νάουσι. βασιλείαν δὲ λέγει αὐτὴν τῆς ἁλὸς, καὶ τοῦτο ἀληθές· βασιλικώτατον γὰρ τὸ πότιμον ὕδωρ καὶ ὑπερέχον τοῦ πικροῦ καὶ ἁλυκοῦ. ἀγαπάζει· ἀγαπᾷ, ἀττικόν.

<!-- 1.386 -->Κούρην· παρθένον, νέαν. Οὕνεκά οἱ κούρην· διότι τὴν τοῦ Νηρέως κόρην τῷ Ποσειδῶνι ζητοῦντι καὶ φεύγουσαν ἐκείνην τὸ αὐτοῦ λέχος οἱ δελφῖνες ἔδειξαν, τὸ δὲ Νηρηΐνη· τύπος θηλυκῶν πατρωνυμικός ἐστι καὶ ὁ διὰ τοῦ ἰνη οἷον ἡρωΐνη, ἡ τοῦ ἥρωος, Ὠκεανίνη, ἡ τοῦ Ὠκεανοῦ· οὕτως οὖν καὶ τὸ Νηρηΐνη ἡ τοῦ Νηρέως, ἐστὶ δʼ ὁ Νηρεὺς θαλάσσιος δαίμων. κυανώπιδα· μελανόφθαλμον, γερανόφθαλμον, μελανόμματον. νηρηΐνην· τὴν τοῦ Νηρέως θυγατέρα· τρεῖς τύποι τῶν πατρωνυμικῶν ἀρσενικῶν· ὁ εἰς ης, οἷον Πηλειάδης, ὁ εἰς ων, οἷον Πηλείων, ὁ εἰς άδιος αἰολικῶς, οἷον Πηληϊάδιος. καὶ θηλυκοὶ τρεῖς· ὁ εἰς ις, οἷον Πριαμὶς, ὁ εἰς ας, οἷον Πριαμιὰς, Βυζαντιὰς, καὶ ὁ εἰς ίνη, οἷον Πριαμίνη, Νηρηΐνη.

<!-- 1.387 -->Μαιομένῳ· ἐπιθυμοῦντι, διώκοντι, ζητοῦντι, ἐρευνῶντι. λέχος· ἰδίαν κοίτην· λέχος ἡ κοίτη παρὰ τὸ λεχρίους ἡμᾶς ποιεῖν ἤως πλαγίους, ἢ παρὰ τὸ λέγω τὸ κοιμῶμαι. ἑὸν λέχος· τὴν κοίτην αὐτοῦ.

<!-- 1.388 -->Φρασσάμενοι· νοήσαντες, σκοπήσαντες, θεασάμενοι. ὠκεανοῖο· Ὠκεανὸς παρὰ τὸ ὠκέως νεύειν, ἢ παρὰ τὸ ὠκὺς καὶ τὸ ἀνύω ὁ ταχέως φέρων.

<!-- 1.389 -->Κευθομένην· κρυπτομένην, κεκρυμμένην. Κευθομένην ἀπὸ τοῦ εἴκω τὸ ὑποχωρῶ καὶ τοῦ εὔω τὸ φωτίζω, ὅθεν τὸ φωτίζον ὑποχωρεῖ. ἤγγειλαν· ἐμήνυσαν, ἀπήγγειλαν τῷ Ποσειδῶνι. κυανοχαίτης· μελανόθριξ.

<!-- 1.390 -->Ἐξήρπαξεν· δωρικῶς. ἀναινομένην· μὴ βουλομένην, ἀπαρνουμένην, καὶ μὴ θέλουσαν, καὶ μὴ προθυμουμένην, ἀρνουμένην. ἐδάμασσε· ἔφθειρε, διὰ σεμνότητα, ὅθεν δάμαρ, ἐξεπαρθένευσεν, ἀνεκοιτάσθη· ἀντὶ τοῦ εἶπε ἐδάμασεν, τὸ δὲ σχῆμα σεμνότητος, ὡς τό· «ἔγνω ὁ Ἀδὰμ τὴν γυναῖκα αὑτοῦ».

<!-- 1.391 -->Παράκοιτιν· ὁμόζυγον, ὁμόκοιτον, γυναῖκα· βασίλειαν· δέσποιναν· ὅρα ἀσύνδετον. Βασίλειαν ἔθηκεν ἐκ τοῦ βασιλεὺς, ὡς ἱερεὺς ἱέρεια καὶ βασιλεὺς βασίλεια, τὸ δὲ βασίλισσα τῶν ὑστερογενεστέρων ῥητόρων ἐστίν. ἔθηκεν· ἐποίησεν.

<!-- 1.392 -->Ἀγγελίης· ἕνεκα, ἕνεκα τῆς μηνύσεως, ἕνεκα τῆς, ἢ τῆς ἀγγελίας, ἰωνικῶς· τὸ ἀγγελίας διπλῶς νοεῖται, ἢ ἕνεκα τῆς ἀγγελίας, καὶ τῆς ἀπαγγελίας· ἢ τοὺς προσηνεῖς ἀγγελέας καὶ ἀγγελῆας καὶ τρέπεται τὸ η εἰς ι ἰωνικῶς· ἀγγελεὺς γὰρ ἡ εὐθεῖα. ἤνεσσεν· καθίζειν ἐποίησεν ἀπὸ τοῦ ἀνέζω. ἤνησεν· ἐπῄνεσεν. ἐνηέας· πρᾴους, πρᾳεῖς, ἀγγέλους, προσηνεῖς. θεράποντας· δούλους.

<!-- 1.393 -->Κλήρῳ δʼ ἐν σφετέρῳ· κατάχρησις· τὸ γὰρ σφέτερον δευτέρου ἐστὶ πρόσωπον, νῦν δὲ πρῶτον. περιώσιον· μεγάλην, πολλὴν, ἐξάκουστον, ἄπειρον, τὸ δὲ περιώσιον ἀττικὴ ἡ αὔξησις, ὡς τὸ πλωΐζω πλωτόν. περιώσιον· ὑψηλόν. ὤπασε· παρέσχεν, ἔδωκεν ἀπὸ τοῦ ὀπάζω. τιμήν· γέρας.

<!-- 1.394 -->Ἀμειλίκτοις· ἀνημέροις, ἀγρίοις, ἀκαμπέσιν. ὅσσα· λείπει τινά.

<!-- 1.395 -->Τραφερῆς· τῆς ξηρᾶς γῆς, τῆς χέρσου. φυσίζωον· τὸ φύον τὴν ζωὴν, τὸ φύον τὸ ζῇν, ἤως τὸ φύον, τὸ ἀναβλαστάνον, τὸ ζωογονοῦν τὴν φύσιν. Φυσίζωον τὴν δωρουμένην τὰς ζειὰς, ἢ ἐκ τοῦ ἔχειν φύσιν ζωογονοῦσαν, φύουσα πρὸς τὸ ζῇν, ἡ δὲ λέξις σύνθετος. οὖδας· ἔδαφος.

<!-- 1.396 -->Δηρόν· ἐπὶ πολύ. ἠϊόνεσσι· αἰγιαλοῖς. ἀγχιάλοισιν· τοῖς πλησίοις ἁλὸς, τοῖς πλησίον τῆς θαλάσσης. ἀρούραις· γαίαις, γέαις.

<!-- 1.397 -->Μίσγοντʼ· ἢ διατρίβουσιν. ἀσπιδόεσσα· περιφερὴς, στρογγύλη· πλατεῖα γάρ ἐστιν, ἡ δίκην ἀσπίδος ἔχουσα τὴν περιφέρειαν, καὶ ὁ ποιητής

  
διʼ ἀσπιδέος πεδίοιο·  
ἢ τῷ τὸ πρόσωπον ἀσπίδος ἔχειν, ἢ διὰ τὸ δίκην ἀσπίδος φέρειν τὸ ἑαυτῆς καύκλον.

<!-- 1.398 -->Δυσπενθέες· αἴτιαι πένθους, αἱ ἐπὶ κακῷ πενθοῦσαι, ἢ φωνοῦσαι· δυσοιώνιστοι γάρ εἰσιν· αἱ κακὸν πένθος ἔχουσαι, αἱ κακῶς πενθοῦσαι. ἀλεγεινήν· φευκτὴν, ἀλγεινὴν, ἐλεεινὴν, χαλεπὴν, καὶ πένθος κακὸν καὶ ἐλεεινόν.

<!-- 1.399 -->Ὄσσαν· φωνὴν, βοήν. Ὄσσα ἡ φήμη καὶ ἡ ὀμφὴ, ἐπὶ τῶν μάντεων παρʼ Ὁμήρῳ σήμαινε. κροκάλοισιν· αἰγιαλοῖς· κροκάλη ἀπὸ τοῦ κρούω καὶ τοῦ ἁλὸς, ἡ θάλασσα, ὁ αἰγιαλὸς, ἐν ᾧ κρούονται τὰ κύματα. κροκάλαι κυρίως εἰσὶν αἱ περὶ τὸν αἰγιαλὸν σμικρόταται ψηφῖδες. κροκαλοῖσι· ταῖς ὀξείαις πέτραις ἢ αἰγιαλοῖς, καὶ παρʼ Ὁμήρῳ κροταλὶς ἡ ψηφώ καὶ ἐπὶ τοῖς ψηφῖσι τῶν αἰγιαλῶν· κροκάλη ὁ αἰγιαλὸς ἀπὸ τοῦ κρέκω τὸ ἠχῶ. ἀπαίσιον· κακὴν, μισητὴν, ἀπρεπῆ, ἢ μαντικὴν, ἢ φημητικήν. ὠρύονται· βοῶσιν, ἤτοι ὑλακτοῦσιν, ἤως φωνὴν βοῶσι δηλοῦσαν σημεῖον θανάτου τῷ ἀκούσαντι· καὶ ὃς γὰρ ἀκούσῃ αὐτῶν ἀπόλλυται. βρύχω λέγεται ἐπʼ ἀνθρώπου, βρυχῶ δʼ ἐπὶ λέοντος, καὶ μηκῶ ἐπʼ αἰγὸς διὰ τοῦ η, μυκῶ δʼ ἐπὶ βοὸς διὰ τοῦ υ ψιλοῦ, ὠρύω δʼ ἐπὶ λύκου μόνον.

<!-- 1.400 -->Ὅς· ἄνθρωπος, δηλονότι. γῆρυν· φωνήν. οὔασιν· τοῖς ὠτίοις. ἀλγινόεσσαν· λυπηράν.

<!-- 1.401 -->Στυγερῆς· μισητῆς· Στὺξ πηγὴ ψυχρὰ περὶ τὸν ᾅδην, ἥτις θραύει τῇ ψυχρότητι πάντα τὰ ἀγγεῖα πλὴν τῶν κερατίνων, ἐξ ἧς στυγηρὸν τὸ μισητὸν καὶ ψυχρὸν λέγεται. ἐνοπῆς· φωνῆς, κραυγῆς. κωκυτόν· θρῆνον. ἀκούσῃ· εἰς νοῦν βάλῃ.

<!-- 1.402 -->Τηλοῦ· μακράν· τέλος τελοῦ καὶ τηλοῦ. τάχʼ· ταχέως, κολαστικὸν, συντόμως. ἄτην· βλάβην, ἤγουν τὴν φωνήν.

<!-- 1.403 -->Μόρον· θάνατον· μόρος ὁ θάνατος παρὰ τὸ μείρω τὸ μερίζω, ὁ πᾶσιν ἐπʼ ἴσης μεριζόμενος. αἰνοτάτη· χαλεπωτάτη. μαντεύεται· προσημαίνει. αὐδή· λαλιά.

<!-- 1.404 -->Φάλαιναν· τὴν εἰς τὸ φῶς ἁλλομένην· φάλαινα εἶδος ἰχθύος, καὶ ἡ κατὰ νυκτὸς εἰς τὸ φῶς ἁλλομένη, ἡ κοινῶς κανδηλοσβέστρια· φάλαιναν παρὰ τὸ εἰς φῶς ἅλλεσθαι. φάλαινα ἔχει ἐπιθυμίαν συνουσιάζεσθαι τοῖς ἀνδράσιν, ἐστὶ δὲ καὶ ζωΰφιον ἐν τοῖς λύχνοις ἁλλόμενον, τὸ λεγόμενον κανδηλοσβέστρα. ἀναιδέα· διὰ τὸ ἐπιθυμεῖν τοῖς ἀνδράσι συνουσιάζεσθαι.

<!-- 1.405 -->Χέρσονδε· εἰς τὴν γῆν, καὶ εἰς τὴν χέρσον. ἠελίοιο· ὑπὸ τοῦ, ἡλίου. θέρεσθαι· θερμαίνεσθαι.

<!-- 1.406 -->Ἐννύχιαι· διʼ ὅλης τῆς νυκτὸς, καὶ ἐν ταῖς νυξίν. Ἐννύχιαι τουτέστι ταῖς νυξί ποτε καὶ ἐν ἡμέραις ἐκβαίνουσι τῆς θαλάσσης, ἐν ταῖς πέτραις καὶ ταῖς ψαμάθοις ἡσύχως μένουσι καὶ ἔξω τῆς ἁλὸς τὸν ὕπνον ἔχουσι, λέγει δὲ καὶ ὁ Λυκόφρων

  
φάλαινα δυσμίσητος ἐξινωμένη.  
λέγει δʼ αὐτὴν εἶναι τὸ κῆτος, ὅπερ ἔμελλε καταπιεῖν τὴν Ἀνδρομέδαν, ἀπελίθωσε δʼ αὐτὴν ὁ Περσεὺς διὰ τοῦ γοργονείου εἴδους. Φάλαινά ἐστι καὶ ἐν τῇ γῇ ζωΰφιον ἐν τοῖς λύχνοις ἁλλόμενον. θάλασσαν· θάλαττα ἀπὸ τοῦ θάλλειν ἄτας ἢ βλάβας.

<!-- 1.407 -->Ἠμάτιαι· ἡμεριναὶ, διʼ ὅλης τῆς ἡμέρας.

<!-- 1.408 -->Εὔκηλοι· ἥσυχοι. ἔξαλον· ἔξω τῆς ἁλός. ὕπνον ἔχουσι· ὑπνώττουσι, κοιμῶνται.

<!-- 1.409 -->Ζεῦ· ποιητής. μάκαρ· γράφεται πάτερ. Ζεῦ μάκαρ· Ζεὺς ἢ ὅτι μόνος ἔζησεν ἀπὸ τῶν ἄλλων, ἢ ἀπὸ τοῦ δεύω τὸ βρέχω Δεὺς καὶ Ζεύς· ὑέτιος γὰρ ὁ ἀήρ. Μάκαρ ἀπὸ τοῦ μὴ ὑποπίπτειν κηρὶ καὶ θανατηφόρῳ μοίρᾳ. Ζεῦ πάτερ· νοητέον οὕτως, ὅτι ἀπὸ τοῦ εἰπεῖν Ζεῦ ἐδηλοποίησε τὸ εὖ ζῇν· πάντα γὰρ τῆς εὐζωΐας ἐπιθυμοῦμεν, καὶ ἐγράφη εἰς τὸ ἕτερον καταβατόν, ὁ δὲ νοῦς οὕτως· ὦ Ζεῦ μάκαρ, εἴς σε πάντα ἀφορῶσι καὶ ἀπό σου ἔσχον τὴν γένεσιν, εἶτʼ οὖν τὸν ὑπέρτατον οἶκον δηλαδὴ τὸν οὐρανὸν κατοικεῖς, εἴτε πανταχοῦ· ἀμήχανον γὰρ καὶ ἀδύνατόν ἐστι θνητῷ δηλονότι ἐξονομᾶσαι, καὶ εἰπεῖν τὸ ἐξαίσιον θαῦμα τὸ ἐν τοῖς ἐναντίοις στοιχείοις κατασκευᾶσαί τινα κοινωνίαν· ὁ γὰρ αἰγλήεις αἰθὴρ καὶ ὁ ἀὴρ καὶ τὸ λαρὸν ὕδωρ καὶ ἡ παμμήτειρα γῆ ἀπʼ ἀλλήλων διακεχωρισμένα εἰσὶν, ἀλλὰ σὺ, ὡς δημιουργὸς συνήρμοσας ἀλλήλοις καὶ ζυγὸν πάγκοινον ἐπέθηκας ἀλλήλων· τὸ γὰρ πῦρ καὶ τὸ ὕδωρ ἐναντία εἰσὶν, ἀλλὰ κοινωνίαν καὶ συνάρμοσιν ἔχουσιν ἀπό τε γῆς καὶ ἀέρος, καὶ ἡ μὲν γῆ συνίσταται ἀπὸ ξηροῦ καὶ ψυχροῦ, καὶ τὸ μὲν ξηρόν ἐστιν ἀπὸ πυρὸς, τὸ δὲ ψυχρὸν ἀφʼ ὕδατος, καὶ οὕτως μὲν ἔχουσιν. ἐσ δέ σε πάντα· εἴς σε ἀφορῶσιν. μέλλων περὶ ἀμφιβίων ζώων εἰπεῖν ὁ ποιητὴς προοιμιάζεται φυσιολογικῶς περὶ τῶν τεσσάρων στοιχείων, καί φησιν, ὅτι καὶ ἀπʼ ἀλλήλων ἕκαστα διεστηκότα κοινωνίαν ἔχουσι πρὸς ἄλληλα, ὥσπερ καὶ τὰ ἐν τῇ θαλάσσῃ ζῶα πάντη διεστηκότα τῇ διατριβῇ τῶν ἐν τῇ χέρσῳ ζώων, ὅμως ἀμφοτέρωθεν βιοῦσι, καὶ ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ γῇ· μεσεμβόλημα· εἴς σε ἀφορῶσιν, σὲ ὑπείκουσι, τουτέστι ὑπὸ τὸν ζυγὸν τὸν σὸν καί σοι ὑποτέτακται καὶ ὁ αἰθὴρ καὶ ἡ γῆ καὶ ἡ θάλασσα καὶ ὁ ἀήρ. ἐκ σέθεν ἐῤῥίζωνται· ἀπό σου προσέρχονται, ἢ στηρίζονται, καὶ ἔκ σου ἐπιστηρίζονται, ἀντὶ τοῦ τὴν ῥίζαν ἔχουσιν.

<!-- 1.410 -->Αἰθέρος οἶκον· εἰς τὸν οὐρανόν.

<!-- 1.411 -->Ναιετάεις· κατοικεῖς. θνητῷ· ἀνθρώπῳ· μεσεμβόλημα. ἀμήχανον· ἀδύνατον. ἐξονομῆναι· φανερῶς εἰπεῖν, ἐξ ὀνόματος εἰπεῖν.

<!-- 1.412 -->Οἵῃ· σὺν μεγάλῃ, σὺν ὁποίᾳ, μεγάλῃ καὶ θαυμάστῃ· ταῦτα τῆς διαχωρίσεως. φιλότητι· κοινωνίᾳ, συμφωνίᾳ, ἑνώσει, φιλίᾳ. διακρίνας· χωρίσας, διαχωρίσας, ἐν τῇ διακρίσει. Διέκρινας· ἤως διεχώρισας ἀπʼ ἀλλήλων ἑκάστου τὴν φύσιν, τῇ δὲ σχέσει ὁμοφροσύνης δεσμῷ συνέδησας. ἐσκέδασας· ἥπλωσας, ἐμέρισας, ἐχώρισας, ἔχυσας, ἐσκόρπισας.

<!-- 1.413 -->Αἰθέρα· πῦρ. αἰγλήεντα· λαμπρόν. χυτὸν ὕδωρ· τὴν θάλασσαν, τὸ ἐπιχεόμενον. χυτόν· ῥευστόν.

<!-- 1.414 -->Χθόνα· γῆν. παμμήτορα· τὴν μητέρα πάντων. ἀπʼ ἀλλήλων· χωρὶς, εἰσὶ κεχωρισμένα.

<!-- 1.415 -->Ἐν ἀλλήλοισιν· καὶ ὁμοῦ, σὺν ἀλλήλοις· ταῦτα τῆς ἑνώσεως. ὁμοφροσύνης· φιλίας, ἀγάπης. ὑπό· ἐν.

<!-- 1.416 -->Ἀῤῥήκτῳ· ἀδιαλύτῳ, ἀσχίστῳ, στερεῷ. συνέδησας· ἥνωσας. ἀναγκαίῃ· ἀνάγκῃ, δυνάμει, τῇ βίᾳ. ἐπέρεισας· ἐστήριξας, ἐστερέωσας, ἐπέθηκας, ἐπεβάρησας αὐτοῖς, ἐπεστήριξας.

<!-- 1.417 -->Ἀστεμφῆ· ἀμετακίνητον, ἀκίνητον, στέμφω σημαίνει τὸ κινῶ, ἀφʼ οὗ καὶ ἀστεμφὲς τὸ ἀκίνητον. πάγκοινον· συνεκτικόν. ζυγόν· δεσμὸν, εἰς τὴν ἕνωσιν, τῆς ἐξουσίας. οὔτε γὰρ αἰθήρ· ἰστέον ὅτι ὁ ἀὴρ τῷ αἰθέρι κοινωνεῖ τῆς θερμότητος, κατὰ δὲ τὸ ὑγρὸν διαλλάσσει, καὶ τὸ ὕδωρ τῷ ἀέρι τῆς ὑγρότητος, κατὰ δὲ τὸ ψυχρὸν οὐχ ὁμοιοῦται, ἡ δὲ γῆ τῷ ὕδατι κατὰ τὸ ψυχρὸν, κατὰ δὲ ξηρὸν οὐδαμῶς, τῇ δὲ γῇ ὁ αἰθὴρ κατὰ τὸ ξηρὸν, κατὰ δὲ τὸ θερμὸν οὐδαμῶς. αἰθήρ· ὑπάρχει.

<!-- 1.418 -->Μέν· μήν.

<!-- 1.419 -->Νόσφι· χωρίς. τέτυκται· κατεσκεύασται, καὶ ὑπάρχει· τέτευκταί ἐστι καὶ ἀποβάλλεται τὸ ε. ἐν ἀλλήλοις· ὁμοῦ. φύονται· συμπλέκονται, περιπλέκονται, πεφύκασιν, ὑπάρχουσιν, ἥνωνται, καὶ ἑνοῦνται.

<!-- 1.420 -->Πάντα τὰ στοιχεῖα. ὁδὸν μίαν· τὴν ἀπʼ ἀρχῆς κίνησιν καὶ τὴν αὐτὴν, ὁδὸν δὲ μίαν λέγει τὴν ἀπʼ ἀρχῆς κίνησιν, ἣν ἔλαχεν ἕκαστον· τὴν αὐτὴν κινεῖται καὶ οὐκ ἄλλην. εἶσι· ἔλαχον ἢ πορεύονται. ἀνελίσσετʼ· κινεῖται, συμπλέκεται, συμπλέκονται, διέρχονται. ἀμοιβήν· διαδοχὴν, ἀντικαταλλαγὴν, πορείαν, ὁδὸν, κοινωνίαν.

<!-- 1.421 -->Ξυνῇσιν· κοιναῖς. Καὶ ξυνῇσιν ὁμηρεύουσιν· ὁμοῦ εἰσιν ἐν θαλάσσῃ καὶ ἐν γῇ, τὸ δʼ ὁμηρεύουσιν ἀντὶ τοῦ κοινωνοῦσιν· διὰ τοῦτο καὶ ταῖς κοιναῖς γενέσεσι τῶν ἀμφιβίων ὑπουργοῦσι καὶ δουλεύουσιν. Ἄλλως· μετέχουσι, κοινωνοῦσιν, ἐπιθυμοῦσιν, ὡς ἐκέχειρα καὶ πίστεις δίδουσι τὰς πρὸς ἀλλήλους αὐτῶν ἐπικουρίας καὶ βοηθείας· ὅμηρα γὰρ τὰ εἰς εἰρήνην διδόμενα καὶ γινόμενα ἀμφοτέρων μερῶν σύμβολα· ὁμοίως καὶ ἐφʼ ὁμονοίας καὶ φιλίας, ὃ καὶ αὐτὰ ποιοῦσιν· ὁμηρεύουσι γὰρ τὸ εἰρηνικῶς διακεῖσθαι πρὸς ἄλληλα. ὁμηρεύουσι· διάγουσιν, ἀντὶ τοῦ φιλικῶς κοινωνοῦσιν· ὅμηρα γὰρ τὰ εἰς εἰρήνην διδόμενα, καὶ γίνεται ἀπὸ τοῦ ἀρῶ τὸ ἁρμόζω, τὸ φιλιῶ. ὁμηρεύουσιν· εἰρηνικῶς διάκεινται, κοινωνοῦσι, λυσιτελοῦσιν, ὑπουργοῦσι, δουλεύουσι, σπεύδονται. γενέθλαις· βιοταῖς.

<!-- 1.422 -->Ἀμφιβίων· τῶν ἀμφοτέρωθεν βιούντων ἀπὸ τῆς ξηρᾶς καὶ θαλάσσης, τῶν ἐχόντων τὴν ζωήν. τοὶ μέν· τινὲς μὲν τῶν ἰχθύων. ἀναστείχουσʼ· ἀνέρχονται, πορεύονται.

<!-- 1.423 -->Ἄλλοι· ὄρνεις δηλονότι. κατʼ ἠέρος· ἀπὸ τοῦ ἀέρος· καὶ Ὅμηρος· «κατʼ οὐλύμποιο.» ἀμφιτρίτῃ· τῇ θαλάσσῃ.

<!-- 1.424 -->Μίσγονται· σμήχω η σμίγω ι, σμύχω δὲ τὸ καίω υ ψιλόν. στονόεντα· στεναγμοῦ ἄξια, ἤως πολυστένακτα.

<!-- 1.425 -->Ἁλκυόνων· πασιδόνων. λέγουσι τὴν ἁλκυόνα πρότερον ἄνθρωπον εἶναι, ἐρασθεῖσαν δὲ βασιλέως μανεὶς ὁ Ζεὺς μετέβαλεν εἰς ὄρνεον. ἁλκυόνων· ἀπὸ τοῦ κύειν ἐν τῇ ἁλί. κρατεροί· ἰσχυροὶ, ἁλιαίετοι δʼ οἱ ἐν τῇ ἁλὶ ἁρπάζοντες, καὶ οἱ τῆς θαλάσσης ἀετοί· ἀετοὶ θαλάσσιοι· οἱ τῆς θαλάσσης ἀετοὶ, οὐχ ὅτι ἡ θάλασσα ἔχει αὐτοὺς, ἀλλʼ ὅτι ἐν τῇ θαλάσσῃ διατρίβουσι καὶ φοιτῶσιν, ἁρπάζοντες ὃ ἂν εὕρωσιν.

<!-- 1.426 -->Ἄλλα· γένη. ἰχθυάα· ἰχθῦς ἁλιεύει, ἰχθύας ἀγρεύουσιν, ἀγρεύει ἰχθύας, ἀγρεύωσιν ἰχθύας καὶ ἐρῶσιν ἰχθύων. διερῆς· διΰγρου. ἐπιβάλλεται· ἐπιθυμεῖ, ἅπτεται, φροντίζει, ἐφίεται.

<!-- 1.427 -->Τέμνουσι· κόπτουσι, διερχόμενοι, πέτονται, πέτονται εἰς τὸν ἀέρα.

<!-- 1.428 -->Τευθίδες· τὰ λεγόμενα καλαμάρια· τευθίδες καὶ χελιδόνες εἰσὶ θέσει ἰχθύες καὶ πέτονται ἔξω τῆς θαλάσσης, ὅταν φοβηθῶσιν ἰσχυροτέρους ἰχθῦς. βυθίη· ἡ ἐν τῷ βυθῷ οὖσα, ἐν τῷ βυθῷ διατρίβουσα.

<!-- 1.429 -->Οἱ δʼ· οἵτινες. ταρβήσωσιν· φοβηθῶσι, φοβηθήσονται. ὑπέρτερον· κρείττονα, ἰσχυρότερον, μεγαλότερον. ἐγγύθεν· πλησίον.

<!-- 1.430 -->Ἀνθρώσκουσι· ἀναπηδῶσιν. ἠέριοι· εἰς τὸν ἀέρα, ἐναέριοι. ποτέονται· πέτονται, πέτανται, ἵπτανται· τευθίδες γὰρ πέτονται κατὰ τοῦ ἀέρος, ὑποκάτω δὲ τούτων αἱ χελιδόνες, οἱ δʼ ἱέρακες πάλιν κάτωθεν τῶν χελιδόνων πετόμενοι,  <span class="gap">…</span> —καθάπερ αὐτῆς τῆς ἅλμης κρέμανται, καὶ εἰς τὸ ἄκρον θαλάσσης ἢ τὸ ὕδωρ ψαύειν ὅσον καὶ ὁρᾶσθαι.

<!-- 1.431 -->Τῆλε· μακρόθεν, μακράν, καὶ μακρόθεν, καὶ ἐπιπολὺ διαρκοῦσιν. ταρσόν· ἴχνος, πτερὸν, τὸ πλατὺ τοῦ ποδὸς, τὸ πτερὸν, ὁ καλαθίσκος ἐν ᾧ τὰ τυρία ψύχονται, καὶ πόλις. καὶ τὸ πτερόν· τὸ ἴχνος, τὸ πτερὸν, ποτὲ δὲ τὴν κώπην· ταρσὸς σημαίνει δύο τὸ πλατὺ τοῦ ποδὸς, καὶ τὸ πτερὸν, καὶ γίνεται ἀπὸ τοῦ ταρσύνω τὸ ξηραίνω· ξηρὰ γάρ εἰσι καὶ τὰ δύο. ταρσὸς ὁ καλαθίσκος ἐν ᾧ τὰ τυρία ψύχονται καὶ ξηραίνονται καὶ κατασκευάζονται ἀπὸ τοῦ ταρσύνω τὸ κατασκευάζω, καὶ Ταρσὸς πόλις καὶ τὸ ἄκρον τῆς πτέρυγος. ἱεῖσαι· πέμπουσαι, διαρκοῦσαι, ἀφιεῖσαι.

<!-- 1.432 -->Τευθίδες· τὰ καλαμάρια. κεν· ἄν. ὀΐσεαι· ὑπολάβῃς.

<!-- 1.433 -->Εἰσοράαν· ὄπισθεν ὁρᾷν. ἀγεληδόν· ὁμοῦ, δίκην ἀγελῶν. ὅθʼ· ὅπου.

<!-- 1.434 -->Οἶμον· ὁδόν. ἔχουσιν· πέτονται.

<!-- 1.435 -->Σχεδόν· πλησίον. ἠερέθονται· κρέμανται, πέτονται, πέτανται, ὁπότε κατὰ τὸ βλέπεσθαι ἀπεικάζονται, ὅτι μέσον προσεγγίζουσι τῷ ὕδατι· ἀπὸ τοῦ ἀείρω, ὅθεν γίνεται τὸ αἴρω· τοῦτο γοῦν τὸ ἀείρω κατὰ τροπὴν τοῦ α εἰς η καὶ ἀποβολὴν τοῦ ι γίνεται ἠέρω, ὅθεν παράγεται τὸ ἠερέθω ὡς τὸ φλέγω φλεγέθω, νέμω νεμέθω, φθίνω φθινύθω.

<!-- 1.436 -->Ἄκρων πόρων, τουτέστι τῆς ἐπιφανείας. ἄκρον· ταύτην τὴν ἐπιφάνειαν. ἐπιψαύοντες· ἐγγίζοντες. ὅσσον· εἰς.

<!-- 1.437 -->Ἄμφω· ὁμοῦ, διπλῶς. νηχομένοισι· πλέουσιν. ὁμοῖοι· ὅτι εἰσίν.

<!-- 1.438 -->Αἱ δέ· αἱ πέτραι, οἰκήσεις· ἀνακεφαλαίωσις· αἱ νομαὶ δῆλον, ἢ αὗται αἱ πέτραι, ἢ αὗται αἱ οἰκήσεις. πόληες· καὶ καθὰ πόλις· ἀττικὸν, ἐπαναστροφὴ τὸ σχῆμα. Ὥστε πόληες· θέλει εἰπεῖν ἔνθεν τὰ ἤθη αὐτῶν καὶ τὰς ἀναστροφὰς, καλῶς δʼ εἶπεν ὥστε πόληες· οὐ γάρ εἰσι πόλεις, ἀλλὰ πόλεσι παρεικάζει τοὺς τόπους ἔνθα εὑρίσκονται καί φησιν· αὗταί εἰσιν αἱ πέτραι πόληες ἐν τοῖς ἰχθύσι καὶ ταῦτα αὐτῶν τὰ πλήθη, καὶ καθολικῶς περὶ πάντων τῶν ἰχθύων νῦν διαλέγεται. οἱ δέ· οὓς εἶπον. ὅμιλοι· τὰ πλήθη· ὅμιλος ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ εἱλέω εἱλῶ τὸ συστρέφω.

<!-- 1.439 -->Κεκριμένοι· κεχωρισμένοι, διακεχωρισμένοι κατὰ τὰς φύσεις, ἢ διακεχωρισμένοι κατὰ τὰς νομὰς, νεμόμενοι πέτραις. γεγάασιν· ὑπάρχουσι, καί εἰσι, καὶ γεγόνασιν. ἁλιπλάγκτοιο· ἀπὸ, τῆς πλανωμένης ἐν τῇ θαλάσσῃ. θαλάσσης· ἐν τῇ ἁλί· γράφεται γενέθλης.

<!-- 1.440 -->Τῶν· ἀφʼ ὧν. πλάζονται· νήχονται. ἀολλέες· ὁμοῦ, συνηθροισμένοι. αἰόλα· ποικίλα, διάφορα.

<!-- 1.441 -->Πώεσιν· ποιμνίοις, ἢ στρατιώταις, οἵτινες διὰ τὸ πλῆθος ἀγελαῖοι καλοῦνται, ἐσκορπισμένοις ὡς τὰ πρόβατα. οἵ τʼ ἀγελαῖοι· οἵτινες ἀγεληδὸν πλέοντες.

<!-- 1.442 -->Τοί· ἄλλοι, οὗτοι. στίχας· τάξεις, κατὰ τάξιν. λόχοισιν· σπεῖρα συνίσταται ἐκ χιλίων ἀνδρῶν, φάλαγξ ἐκ φʹ, στὶξ ἐκ λʹ, λόχος ἐκ δέκα ἢ ιεʹ, πύργος ἐξ ἑκατὸν, λεγεὼν ἐκ μυρίων. λόχοισιν· ἀλλαγίοις· στὶξ ἐκ πεντακοσίων, λόχος δʼ ἐκ πεντήκοντα, τάγματα στρατιωτικά. κατὰ στίχας· κατὰ τάγματα, κατὰ τάξεις, στὶξ ἡ τάξις, στιχὸς, στίχας.

<!-- 1.443 -->Δεκάδεσσιν· δεκαρχίαις, κατὰ δεκάδας, δεκατίαις. ἀπʼ ἄλλων· ὁ δὲ λοιπὸς στρατός.

<!-- 1.444 -->Μουναδόν· μεμονωμένος. ὁρμηθείς· κινηθείς. περόωσι· πορεύονται, πλέουσιν. δίζυγες· κατὰ συζυγίαν, διπλοῖ.

<!-- 1.445 -->Αὐτοῦ· ἐκεῖ. θαλάμῃσι· ἐν φωλεαῖς, ἀπερίττοις, μένουσι· ὑπάρχουσιν, εἰσίν.

<!-- 1.446 -->Χείματι· ἐν τῷ χειμῶνι. ἀελλάων· ἀνέμων, πνοῶν. στροφάλιγγας· συστροφὰς, συστροφὰς ζώων δῆλον· παρὰ τὸ στρέφω στρόφιγξ πλεονασμῷ τοῦ γ καὶ τοῦ α καὶ λ στροφάλιγξ· γίνεται γὰρ εἰς ιξ ὀνόματα ἀπὸ τῆς εἰς ος, ὡς φοίνιξ· ἀπὸ τοῦ στροφάλιγξ στροφαλίζω, ὡς καναχὴ καναχίζω, ὀργὴ ὀργίζω, οὕτως στροφὴ στροφίζω, καὶ προσθέσει τοῦ α καὶ λ στροφαλίζω.

<!-- 1.447 -->Σμερδαλέας· καταπληκτικὰς, ἐκπληκτικάς· σμερδαλέον κυρίως τὸ τῇ ὄψει καταπληκτικὸν, λέγεται δὲ καὶ βοὴ σμερδαλέα καὶ δοῦπος καὶ ἄλλα τοιαῦτα. μέρδω τὸ ἀφανίζω, ὅθεν καὶ ἤμερσεν ἀντὶ τοῦ ἠφάνισε, καὶ κατὰ πλεονασμὸν τοῦ σ σμέρδω καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν σμερδαλέον τὸ καταπληκτικόν. δυσηχέος· ταραχώδους, κακοηχοῦς, κακοήχου. οἴδματα· κύματα.

<!-- 1.448 -->Ἔξοχα· ἐξόχως, λίαν. δειμαίνουσι· φοβοῦνται. περιώσιον· περισσότερον, πολὺ, περισσοτέρως. ἄλλων· ζώων, ἀνθρώπων, πτηνῶν, θηρίων, φησὶν ἀπὸ τῶν πλειόνων ἄλλων ἁπάντων ζώων οἱ ἰχθύες φοβοῦνται τὸν σάλον τῆς θαλάσσης, ἐπειδὴ σύρει αὐτοὺς ἐκ τῶν ἰδίων τόπων, καὶ οὕτως τρέμοντες ἔνιοι αὐτῶν ἀντλήσαντες ταῖς πτέρυξιν ἄμμον ἐπιβάλλουσιν ἑαυτοὺς ἐπὶ τῷ μὴ κατασύρεσθαι, ἄλλοι δʼ εἰς πέτρας φεύγουσιν, ἕτεροι δʼ εἰς τὰ βάθη ἅτινα ἐλεύθερα ταραχῆς εἰσιν.

<!-- 1.449 -->Φίλην· προσφιλῆ, οἰκείαν, τὴν προσφιλεστάτην αὐτοῖς οὖσαν ἐν τῷ ἀέρι, ἰδίαν.

<!-- 1.450 -->Μαινομένην· ταρασσομένην. τότε· ἐν τῷ χειμῶνι, κατὰ τὸν καιρὸν τοῦ χειμῶνος. ἀμησάμενοι ὀρύξαντες, περιβαλλόμενοι, συνάξαντες, ἀποσωρεύσαντες· ἀμᾶσθαι οὐ μόνον ἐπὶ τῶν θεριζόντων, ἀλλὰ καὶ ὁ τῇ χειρὶ κόνιν ἢ τέφραν συνάγων ἤ τι τοιοῦτον ἀμᾶσθαι λέγεται, ἤως εἰς ἓν ἄγειν ἐκ μεταφορᾶς τῶν θεριστῶν· οὕτως οὖν ἐνταῦθα ψάμμον οἱ ἰχθύες ἀμᾶσθαι λέγονται ἀντὶ τοῦ ἐπισωρεύειν, ὥστε κρυβῆναι ὑπʼ αὐτῇ. Καὶ ἄλλως· ἀμᾶσθαι ἀντὶ τοῦ ὀρύσσειν καὶ διελεῖν καὶ διακόπτειν, ἵνα κρυβῶσιν ἐν αὐτῇ. ἀμυσσάμενοι· ὀρύξαντες ἀπὸ τοῦ ἀμύσσω τὸ κεντῶ, περιβαλόμενοι.

<!-- 1.451 -->Ὑποπτήσσουσιν· κεῖνται. ὑποπτήσσουσιν· μετὰ φόβου ὑποπίπτουσι, δειλιῶσιν, ὑποδειλιῶσιν, ὑποκρύπτονται, ὑποστέλλονται. ἀνάλκιδες· ἀδύνατοι, ὄντες.

<!-- 1.452 -->Εἱλόμενοι· κρυπτόμενοι, συστρεφόμενοι. δύνουσιν· ὑπεισέρχονται. βάθιστα· λίαν βαθύτατα.

<!-- 1.453 -->Πελάγη· τὰ μεγάλα δηλονότι. μυχάτην ὑπὸ βύσσαν· ὑπὸ τὸν ἀπόκρυφον βυθὸν, θετικόν· εἶπεν ὑπʼ ἔσχατον βυθόν. βύσσαν· ὑπὸ βύσσαν, βάσιμον τόπον, βυθὸν λέγει.

<!-- 1.454 -->Προκυλίνδεται· ταράσσεται, λίαν κινοῦνται ἔνθεν καὶ ἔνθεν, δονοῦνται.

<!-- 1.455 -->Πρυμνόθεν· ἐσχάτως, ἀπὸ βάθους ἐσχάτου· πρυμνὸν γὰρ τὸ ἔσχατον· ἐσχάτως, ἢ ἐκ βάθους· πρυμνὸν τὸ τελευταῖον. πρυμνόθεν· ἀπὸ τοῦ τελευταίου. εἱλεῖται· κλονοῦται, συστρέφονται. διὰ δʼ ἔσσυται· ὁρμᾷ, διέρχεται. ἄελλα· πνοή· θύελλα παρὰ τὸ θύω, ὥσπερ καὶ ἄω ἄελλα.

<!-- 1.456 -->Ῥίζαν· ῥίζα διʼ ἧς ῥέει τὸ ζῇν τοῖς φυτοῖς, ἢ παρὰ τὸ ἐν τῇ ἔρᾳ ἤως ἐν τῇ γῇ ἱζάνειν ἔριζα, καὶ ῥίζα ἀποβολῇ τοῦ ε. νεάτην· τελευταῖαν, τὴν ὑποκάτω. μέγα· πολύ. βένθος· βάθος. ἐρύκει· κωλύει.

<!-- 1.457 -->Ῥιγεδανάς· φρικώδεις, φρυκτὰς, κρυεράς. ἀπηνέα· ἀγρίαν. ὁρμήν· ταραχήν.

<!-- 1.458 -->Ἀνθεμόεσσαι· ἀνθηραὶ, ἄνθος ἔχουσαι, πεποικιλμέναι τοῖς ἄνθεσι, πεποικιλμέναι ὑπὸ τῶν ἀνθῶν, ἢ ἄνθη φέρουσαι, διηνθισμέναι.

<!-- 1.459 -->Πορφύρεον· ἀνθηρὸν, λαμπρὸν, ἤτοι δίκην πορφύρας. γελάσωσιν· πραΰνωσι, λάμψωσιν, ἀπανθήσωσιν. Πορφύρεον γελάσωσιν· οἱονεὶ χλιαρῶς, προσηνῶς, ἀνθηρῶς αὐτοῖς ἐπιφανῶσι καὶ περιχαρεῖς δειχθῶσιν· ὁ γὰρ γέλως εἴωθε περιχαρέσι πράγμασι συνεῖναι καὶ συμπολιτεύεσθαι διὰ παντός· ὁμοίως καὶ τοῖς διακεχυμένοις ὕφʼ ἡδονῆς, τοῖς δʼ ὑπὸ λύπης συνεχομένοις καὶ ἀμαυρουμένοις τὸ στυγνὸν παρέπεται. ἀναπνεύσῃ· ἀνακουφισθῇ.

<!-- 1.460 -->Χείματος· ἀπὸ τοῦ χειμῶνος. εὐδιόωσα· γαληνιῶσα. γαληναίη· ἀτάραχος, γαληνὴ, καὶ ἥσυχος. γένηται· ὑπάρξει· γράφεται πέληται. πέληται· γένηται.

<!-- 1.461 -->Ἤπια· ἠπίως, πρᾴως, ἡσύχως, ἥσυχα, πρᾴως καὶ γαληνῶς, πρᾳέα. κυμαίνουσα· κυματουμένη.

<!-- 1.462 -->Πανσυδίη· πανστρατὶ ὁμοῦ, παμπληθεί. φοιτῶσι· πορεύονται.

<!-- 1.463 -->Ὡς δέ· παραβολή. πολυῤῥαίσταο· πολυφθόρου, ἤως τοὺς πολλοὺς φθείροντος. νέφος· πλῆθος.

<!-- 1.464 -->Ὀλβίη· πλουσία, πλουσίη. ἀθανάτοισι· θεοῖς· τὸ στερητικὸν α βραχύνεται πλὴν τοῦ ἀκάμας καὶ ἀθάνατος. φιλή· προσφιλής· εἰ μὴ γὰρ προφιλεστάτη ἦν τοῖς θεοῖς, οὐκ ἂν ἐνδυνήθη φυγεῖν τὴν φθορὰν τοῦ πολέμου. δηρόν· πολὺ, δὴ καὶ ἐπὶ πολύ τε.

<!-- 1.465 -->Πάγχαλκος· ἔνοπλος διὰ πλῆθος τῶν ξιφῶν, ἔνοπλος διὰ τὰ πολέμια ξίφη, ὁλοσίδηρος. ἐπεπλήμμυρε· ἐκλυδώνιζεν, ἐπῆλθεν, ἐζόφωσεν, ἐπέκειτο, ἐκύκλου. θύελλα· παρὰ τὸ θύω τὸ ὁρμῶ· ὡς ἀπὸ τοῦ ἄω ἄελλα, οὕτως καὶ ἀπὸ τοῦ θύω θύελλα.

<!-- 1.466 -->Ὀψέ· μόλις. ἀπολήξασα· παύσασα, καὶ ἐλευθερωθεῖσα, καὶ ἐκφυγοῦσα. ἀμπνεύσασα· καὶ ἡσυχάσασα. μόθοιο· τοῦ πολέμου, ἀπὸ ταλαιπωρίας· μόθος παρὰ τὸ ὁμοῦ θέειν τοὺς μαχομένους, καὶ εἰς ταὐτὸ τρέχειν.

<!-- 1.467 -->Ἀσπασίως· ἀσμένως, χαριέντως. γάνυται· χαίρει. εἰρήνης· ἕνεκα τῆς, τινός. καμάτοισι· ἔργοις.

<!-- 1.468 -->Ἁρπαλέοισι· ἐπιθυμητοῖς, ἐπιθυμητικοῖς, τοῖς ποθουμένοις ἁρπασθῆναι, ἁρπακτικοῖς, ἀγαπητοῖς, ἐπιθυμητοῖς, ἢ ὅτε ἁρπάζει τις τὸν τῆς εἰρήνης καιρόν. Ἄλλως· τοῖς καμάτοις τῆς εἰρήνης, ἤως τοῖς καρποῖς τοῖς τῇ ἅρπῃ συναγομένοις, ἢ τοῖς ἐπιθυμητοῖς καὶ ἀγαπητοῖς τε. εὔδιος· ἥσυχος. εἰλαπινάζει· εὐωχεῖται, καὶ συμποσιάζει· εἰλαπινάζει ἐστὶ τὸ ὁμοῦ σὺν ἀλλήλοις εἱλούμενον πίνειν, κυρίως εἰλαπινάζει ἤως ἐν ἀθροίσμασιν εὐωχεῖται, γίνεται δʼ ἀπὸ τοῦ εἱλῶ τὸ συστρέφω καὶ τοῦ πελάζω.

<!-- 1.469 -->Χοροτυπίῃς· χοροστασίαις, χορεύσεσι ταῖς τυπτούσαις τὸ ἔδαφος, χειροῖς. χορυτυπίης χοροῦ.

<!-- 1.470 -->Οἱ· οὗτοι, ἰχθύες, καὶ οἵτινες. λευγαλέους· ὀλεθρίους, πικρούς. φρίκα· φόβον, ταραχήν· φρίκα κυρίως τὴν συνεχῆ κίνησιν τῶν ὑδάτων λέγει· τὴν ἐπιπόλαιον κίνησιν λέγει.

<!-- 1.471 -->Ἀσπασίως· χαριέντως. προφυγόντες· ἐκφυγόντες. καγχαλόωντες· γελῶντες, χαίροντες.

<!-- 1.472 -->Θρώσκουσʼ· πηδῶσιν. θρώσκοντες· πηδῶντες. θύνουσιν· ὁρμῶσιν· γράφεται θρώσκουσʼ ἀΐσσουσιν. ἀΐσσουσι· ὁρμῶσιν. χοροιτυπίῃσιν· χοροῖς, τοῖς τύπτουσι τὸ ἔδαφος, τοῖς χοροῖς, χορείαις. ὁμοῖοι· ὁμοίως ..

<!-- 1.473 -->Οἶστρος· ἵμερος, ἔρως, μανία, κίνησις. ἀναγκαίης· ἢ τῆς φυσικῆς. ἀναγκαίης· βιαστικῆς, τῆς κατʼ ἀνάγκην γινομένης τοῖς ἀνθρώποις, ἢ τῆς ἀγανακτικῆς καὶ ἀναγκαστικῆς· ἐν τῷ ἔαρι γὰρ ἀκμάζουσιν αὐτοῖς οἱ σώματα καὶ αἱ μίξεις. ἀφροδίτης· συνουσίας.

<!-- 1.474 -->Ἡβώωσι· ἀκμάζουσιν, αὐξάνουσιν, ἀκμάζουσιν αὐτῶν οἱ γάμοι καὶ αἱ μίξεις, λέγω δὲ τῶν ἀμφιβίων καὶ τῶν πτερωτῶν, καθολικῶς δὲ πάντων, εἴτε τοὺς ἀμφιβίους ἰχθύας τοὺς ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ ἠπείρῳ διαζῶντας καὶ ταῖς πέτραις ταῖς ἐν αἰγιαλοῖς οὔσαις διῃτημένους εἴποις, εἴτε κοινῶς πάντα τὰ ἐν τῇ γῇ καὶ χέρσῳ ζῶα καὶ θηρία. Ἰστέον δʼ ὅτι περιέλαβε τὰ τρία μέρη εἰπὼν, τὴν γῆν, τὴν ἀέρα καὶ τὴν θάλασσαν, εἰπών· ὅσα τε γαῖαν φερέσβιον, οἵ τʼ ἀνὰ κόλπους ἀέρος, οἵ τʼ ἀνὰ πόντον ἐριβρύχην δονέονται, δονέονται δʼ ἀντὶ τοῦ περιστρέφονται καὶ οἰκοῦσι, ταράσσονται. ἀλλήλων φιλότητες· αἱ φιλίαι πάντων τῶν ζώων. φιλότητες· φιλίαι.

<!-- 1.475 -->Πᾶσιν· ἰχθύσι, ζώοις δηλονότι, ἐν, καὶ πάντων. ὅσσοι· ἰχθύες. φερέσβιον· τὴν φέρουσαν πᾶσι βίον ἢ ζωήν. ἀνὰ κόλπους· ἀνὰ τὰ κήτη καὶ μέρη.

<!-- 1.476 -->Ἐριβρύχην· μεγαλόηχον, μεγάλως βρυχόμενον, τὸν μεγάλως ἠχοῦντα. δινέονται· συστρέφονται, ἀναστρέφονται.

<!-- 1.477 -->Πλεῖστον· περισσότερον, περισσοτέρως. εἰλείθυιαι· αἱ γένναι, ἔφοροι τῶν τικτουσῶν θεαὶ, αἳ ἦσαν τοῦ Διὸς καὶ τῆς Ἥρας θυγατέρες. εἰλείθυιαι αἱ ἔφοροι τῶν τικτουσῶν, παύουσαι τῶν ὠδίνων τὰς γυναῖκας διὰ τῆς γεννήσεως κατὰ τὸ μυθικὸν, κατὰ δʼ ἀλληγορίαν ἡ ἐπέλευσις τοῦ τοκετοῦ. εἰλείθυιαι· αἱ θεαὶ, αἱ γεννήσεις, αἱ ἔφοροι τῆς γένους θεαὶ κατὰ τὸ μυθικὸν, καὶ ἀλληγορικὸν ἡ ἐπέλευσις τοῦ τοκετοῦ, ἢ οἱ ἐν τῷ τίκτειν πόνοι. Εἰλείθυιαι· αἱ γένναι ἄλλως δὲ κατὰ μῦθον δαίμονές εἰσιν Εἰλείθυιαι τελοῦσαι εἰς τοκετὸν καὶ ποιοῦσαι τὸ κυοφορούμενον ἐλεύθειν εἰς φῶς, ὅθεν καὶ Εἰλείθυιαι παρὰ τὸ ἐλεύθειν λέγονται, ὡς ἐν τῷ Ὁμήρῳ γέγραπται.

<!-- 1.478 -->Ὠοφόρων· καὶ τῶν ὠῶν. παύουσι· λήγουσιν, αὐτούς. βαρυνομένων· στενοχωρουμένων, τινὸς πράγματος γενομένου, βαρυνουσῶν, στενοχωρουσῶν, ἀπὸ τῶν γεννῶν.

<!-- 1.479 -->Οἱ μέν· οἱ ἄῤῥενες. γενεῆς· παιδοποιΐας, τεκνογονίας, ἀποσπερματισμοῦ, ἀποσπερματίσεως, γόνου, συνουσίας, σπορᾶς· οἱ μὲν τὸ γενεῆς παιδοποιΐας λέγουσιν. κεχρημένοι· χρῄζοντες. τόκοιο· γεννήσεως, σπέρματος.

<!-- 1.480 -->Ἀποθλίβουσιν· προστρίβουσι, πιέζουσι, συντρίβουσιν. ἀραιάς· λεπτὰς, καὶ συχνάς.

<!-- 1.481 -->Οὐ γὰρ ῥεῖα· οὐκ εὐχερῶς δὲ γεννῶσιν· οὐ γὰρ διΐστανται ἀπʼ ἀλλήλων τὰ ὠὰ, ἀλλὰ συνδέδεται βοτρυδὸν ἡμοσμένα ἀλλήλοις. διΐσταται· χωρίζεται, διαχωρίζεται τὰ ὠὰ, διαχωρίζονται. ἐνέχονται· συνδεσμοῦνται, κρατοῦνται, συνέχονται.

<!-- 1.482 -->Μετʼ· σὺν, ἐν. ἀρηρότα· ἁρμόδια, ἡρμοσμένα.

<!-- 1.483 -->Φύρδην· ὁμοῦ, συγκεχυμένως. συμπεφυῶτα· συγκεχυμένα, συγκεκρατημένα, συνηνωμένα, συμπεπλεγμένα, καὶ συνηρμοσμένα. ἀθρόα· ὁμοῦ πάντα, ὁμοῦ ὄντα, τάδε τὰ ἡνωμένα. κε· ἂν, ἐάν. τέκοιεν· γεννήσωσιν.

<!-- 1.484 -->Στεινόμεναι· στενοχωρούμεναι, αἱ γαστέρες· γράφεται καὶ τειρόμεναι. κρίνουσι· διαχωρίζουσιν, ἀποῤῥίπτουσι, διϊστᾶσι τὰ ὠά.

<!-- 1.485 -->Ὡς· οὕτως· θαυμαστικά. ῥηϊδίην· εὔκολον, ὅτι ἀληθῶς οὐκ εὔκολον, ὡς οὐκ εὔκολον τὴν γένναν ὤπασαν οἱ θεοὶ, οὐδὲ κἀν τοῖς ἰχθύσιν. ὤπασαν· παρέσχον, καὶ ἐδωρήσαντο. ἐπιχθονίῃσι· καὶ τοῖς ἐν τῇ γῇ.

<!-- 1.487 -->Ἄλγεα· λύπας ἐν τῷ γεννᾷν, θλίψεις ἐν τῷ γεννᾷν δῆλον. πάντη· ἐν πᾶσι, πανταχῆ. ἐπαχθέες· βαρεῖαι, ὀδυνηραὶ, ἐπιβαρεῖς. εἰλείθυιαι· αἱ γένναι, αἱ ἔφοροι τῶν τόκων· οὕτως οὐ μόνον γυναιξὶν, ἀλλὰ καὶ ἀλόγοις καὶ ἰχθύσι καὶ πᾶσι ζώοις ὀδυνηρόν ἐστι καὶ βίαιον τὸ τίκτειν, καὶ οὐκ ἄνευ ἄλγους καὶ λύπης.

<!-- 1.488 -->Ἄρσενες· ἰχθύες, ἀμφίβιοι δῆλον. ἐπʼ ἰχθύσι· κατὰ τῶν ἰχθύων. κῆρας· θάνατον, καὶ θανατηφόρους μοίρας.

<!-- 1.489 -->Δαιτυμόνες· τρυφηταὶ ὄντες, εὐωχηταὶ, τρυφηταὶ πρὸς τὸ ἐσθίειν, ἀριστηταὶ, νάτες, ὡς δαῖτα ζητοῦντες εὐωχήσεσθαι. ῥηγμῖσιν· αἰγιαλοῖς.

<!-- 1.490 -->Μετόπισθε· μετʼ ἐκείνους, εἰς τοὐπίσω, ἀπὸ τῶν ὀπισθίων μερῶν. Ἄλλοι δʼ αὖ μετόπισθεν· οὕτως ἁπλῶς ἀντὶ τοῦ προερχόμενοι, καὶ ζητούμενοι καὶ οἱονεὶ προπομπεύοντες τὰς θηλείας. Ἰστέον, ὅτι αἱ θήλειαι διώκουσι τοὺς ἄῤῥενας, τουτέστι τῶν ἀῤῥένων ὑπὸ τοῦ τῆς γονῆς ἔρωτος ἑλομένων, αὗται ὄπισθεν ἀκολουθοῦσι, καὶ διʼ αἰτίαν τοιαύτην οἱ ἄρσενες ἐν τῷ τρέχειν πρὸς ἑαυτοὺς παρατρίβουσι τὰς γαστέρας, καὶ οὕτως ἀποσπερματίζουσιν, αἱ δὲ θήλειαι ὄπισθεν αὐτῶν ἐπιδιώκουσαι κεκριμέναι θορὸν καὶ ἀποσπερματισμὸν, τουτέστι τὸν σπόρον ἤτοι τὰ σπέρματα λάπτουσι, καὶ οὕτως συλλαμβάνουσιν. διωκόμενοι· διώκοντες, ὑπὸ θηλειῶν. προθέουσι· προτρέχουσιν. διωκόμενοι προθέουσι· προτρέχουσι τῶν θηλύων διωκόμενοι παρʼ αὐτῶν.

<!-- 1.491 -->Φιλότητος ἔρωτι· τῇ τῆς φιλίας ἀγαπῇ.

<!-- 1.492 -->Ἑλκόμεναι· καὶ συρόμεναι αἱ θήλειαι. σπεύδουσι· μεταδιώκουσιν. μετʼ ἄρσενας· εἰς τοὺς ἄρσενας, εἰς ἢ ἐπὶ τοὺς ἄρσενας αὐτῶν δῆλον· ὑστεροχρονίαν δηλοῖ ἡ μετά.

<!-- 1.493 -->Ἔνθʼ· τότε. οἱ· οἱ ἄρσενες, τῇ ἀκολάστῳ ἐπιθυμίᾳ προθυμούμενοι. ἐπί· περὶ, ἐν.

<!-- 1.494 -->Τριβόμενοι· τρίβοντες, ἀναισχύντως καὶ ὁρμητικῶς φασι τοὺς ἰχθύας ἐπιτριβομένους ἀλλήλοις θορὸν σπέρματος ἀποβάλλειν. θορόν· σπέρμα, γονὸν, σπόρον, καὶ ὑγρόν. ἀποῤῥαίνουσιν· ἀποχέουσιν, ἀποῤῥίπτουσι, διαχέουσι, τὸ ἀρσένωμα.

<!-- 1.495 -->Αἱ δʼ· αἱ θήλειαι, αὗται. οἴστρῳ· μανίᾳ ἔρωτος. μεμαυῖαι· προθυμούμεναι, ὁρμῶσαι, μαινόμεναι. ἐπαΐγδην· ὁρμητικῶς· ἀΐσσειν γὰρ τὸ ὁρμᾷν.

<!-- 1.496 -->Λάπτουσι· ἀναῤῥοφῶσι· τὸ λάπτω ποιὰ φωνή ἐστιν ἐπὶ τῶν κυνῶν, ὅταν ἀναῤῥοφῶσί τι· λάπτ λαπλαπτ. γάμῳ· ἐπιλογικὸν, ἀπὸ λόγον λόγος. πλήθουσι· πληροῦνται. γόνοιο· τόκου, σπέρματος.

<!-- 1.497 -->Νόμος· ἐθισμὸς, διαγωγή, ἡ πλείστη συνήθεια. εὐνάς· συνουσίας, κοίτας.

<!-- 1.498 -->Θαλάμους· οἰκήσεις, τόπους, ἐν οἷς συνέρχονται. ἀλόχους· γυναῖκας, συζύγους. διακριδόν· κεχωρισμένως, διακεχωρισμένως. ἀμφίς· ἀμφοτέρωθεν.

<!-- 1.499 -->Ζευξάμενοι· σχόντες ἑαυτοῖς, συμμιγέντες, συζευχθέντες, συνελθόντες εἰς συνουσίαν, ἑνωθέντες, συνδυασθέντες. ἀφροδίτη· συνουσία, μίξις.

<!-- 1.500 -->Οἶστρος· μανία, ζῆλος, φθόνος, ζηλοτυπία ὑπάρχει ἐν ἰχθύσι χάριν τῶν θηλειῶν· ζῆλος παρὰ τὸ λίαν ζέειν ζέλος καὶ ζῆλος· ὁ φλεγμαίνειν καὶ ἐκκαίεσθαι ποιῶν τὴν ψυχήν, ἢ ὁ λῶν ἤτοι θέλων τὸ ζῆν, ὡς Ἡσίοδος·

  
ζηλοῖ δέ τε γείτονα γείτων  
  
εἰς ἄφενον σπεύδοντα.  
βαρύς· καταπληκτικὸς, εἰς ἐκεῖνα δῆλον. θεός· ἔρως. ὅσσα τε· καὶ ἄλλα. τίκτει· γεννᾷ. ὅσσα τε τίκτει· ὅσα τίκτει ὁ θερμὸς ἔρως ἐκ ζηλοτυπίας, οἷον μάχας καὶ τὰ παραπλήσια.

<!-- 1.501 -->Θερμός· καυστικός. ὅ τε· ὅστις, ὁ ζῆλος. λάβρον· σφοδρὸν, πολύν. λαῦρον· λάβρος ὁ λαίμαργος διὰ β, λαῦρος δʼ ὁ λίαν ἁβρὸς καὶ σφοδρὸς, ἢ λίαν ἁβρὸς καὶ πλούσιος. λαβρόν· τὴν διακαῆ καὶ πυρώδη, πολύν. ὅτε λαῦρον· ὁπόταν σκοτοῦνται τὸν λογισμὸν δίκην μέθης, λαβρὸν δὲ πάνυ σφροδρόν. κῶμον· πόλεμον, ἐρωτικὴν μέθην, ζάλην, μανίαν, μέθην, ἀσέλγειαν· κῶμος λέγεται ἡ ἐκ τοῦ ἔρωτος ἀναπτομένη δίκην φλογὸς ἀναθυμίασις, ἥτις θολοῖ τὸν νοῦν, καθὰ οἶστρος μεταλαμβανόμενος, ἥτις θολοῖ τὸν λογισμὸν, καθὰ ὁ οἶνος πλεῖστος μεταλαμβανόμενος σκοτοῖ τὸν λογισμόν. Μῶμός ἐστι κυρίως ᾠδὴ λεγομένη παρά τινος κατὰ νύκτα ἀπερχομένου πρὸς τὴν ἐρώτιλλαν. ὀρίνει· γράφεται ἐγείρει. ἐγείρει· διεγείρει· γράφεται ὀρίνει.

<!-- 1.502 -->Πολλοὶ δʼ· ἄρσενες δηλονότι, ἰχθύες. διασταδόν· διακεχωρισμένως, ἐνστατικῶς, διακεχωρισμένοι. εὐνῆς· κοίτης, τῆς θηλείας τῆς μιᾶς. εἵνεκεν εὐνῆς· χάριν συνουσίας.

<!-- 1.503 -->Μάρνανται· μάχονται· μάρη ἡ χείρ· κυρίως τὸ μάρνανται ἐπὶ τῆς χειρός· κυρίως μάρνη ἡ διὰ τῶν χειρῶν μάχη. Μάρνανται· κυρίως ἡ διὰ τῶν χειρῶν γινομένη μάχη· μάρη γὰρ ἡ χείρ. μνηστῆρσιν· νυμφίοις, γαμβροῖς. νύμφην· μίαν γυναῖκα. περὶ νύμφην· χάριν γυναικός.

<!-- 1.504 -->Ὁμοῖοι· ἴσοι, ὁμότιμοι, πλούσιοι, καὶ πλούσιοι ὅλοι, ἢ παραπλήσιοι. ἀντιφέρονται· ἐναντίως ἀντιμάχονται, ἐναντίως φέρονται, ἀντιμάχονται, μάχονται ἐξ ἐναντίας.

<!-- 1.505 -->Ὄλβῳ· πλούτῳ. ἀγλαΐῃ· ὡραιότητι. τάδʼ· ὁ πλοῦτος, ὁ ὄλβος καὶ ἡ εὐμορφότης, ἅτινα, ἤως ὁ πλοῦτος καὶ ἡ ἀγλαΐα.

<!-- 1.506 -->Ἀλκή· δύναμις, ἀλλά τι ὑπάρχει. γένυες· σιαγόνες, στόματα. κάρχαρον· κάρχαρος ἐπὶ κυνὸς, χαυλιόδους ἐπὶ συὸς, συνόδους ἐπὶ ἀνθρώπου. κάρχαρον κεχαραγμένον ἐκ τῶν ὀδόντων, ὀξυόδοντα, διακεχαραγμένον. κάρχαρον ἕρκος· τοὺς ὀδόντας λέγει, τραχύτατον, κεχαραγμένον, τὸ ἔσωθεν τοῦ στόματος καὶ ἐπικαμπὲς περίφραγμα. ἕρκος· ὀδόντων.

<!-- 1.507 -->Τοῖς· ἐν τούτοις τοῖς τρισὶν, ἤως τῇ δυνάμει, τῷ στόματι, καὶ τοῖς ὀδοῦσιν. ἀεθλεύουσι· ἀγωνίζονται, ἀθλοφοροῦσι· γράφεται δʼ ἀεθλεύοσιν. ὁπλίζονται· διεγείρονται.

<!-- 1.508 -->Τοῖσιν· καὶ πάλιν ἐν τούτοις τοῖς τρισίν, ἰχθύσιν. προβάληται· νικήσῃ, ἑαυτόν. ὁμοῦ· ἅμα, εὐθύς. εὕρατο· ἔλαβεν. εὕρατο· γράφεται ἤρατο· καὶ ἀπήρατο.

<!-- 1.509 -->Τοὶ μέν· ἢ καὶ ἄλλοι μέν· δωρικῶς. πλεόνεσσιν· πλειοτέραις. ὁμευναίαις· ὁμοκοίταις, ὁμοκοίτοις, ὁμοζύγοις. ἀλόχοισι· γυναιξὶ καὶ θηλύαις.

<!-- 1.510 -->Αἴθων· διάπυρος, καυστικὸς, ὁ ὀξὺς καὶ ταχὺς ἐκ τοῦ αἴθω τὸ καίω.

<!-- 1.511 -->Τοὶ δέ· οὗτοι, ἄλλοι. ἀμφιέπουσιν· φυλάττουσιν, ὑποτάσσουσι, περιέπουσιν. ἄκοιτιν· ὁμόκοιτιν, σύζυγον θηλεῖαν, γυναῖκα· ἀκοίτης ὁ ἀνὴρ, ἄκοιτις ἡ γυνή.

<!-- 1.512 -->Πλεόνεσσι· γυναιξὶ δηλονότι, ἀλλʼ ἐν μιᾷ. γάνυνται· χαίρουσιν.

<!-- 1.514 -->Τέλος· ἡ πρᾶξις, ἤως ἡ εὐφροσύνη τῆς συνουσίας. κελαινῇ· δεινῇ, τῇ δειλῇ καὶ μεμελανωμένῃ, καταστίκτῳ, τῇ ποικιλομόρφῳ, ἢ τῇ μεγάλῃ· αὕτη μίσγει μετὰ τῶν ὄφεων.

<!-- 1.515 -->Μυραίνῃ· τῇ μυραίνῃ τῇ δεινῇ, ἢ τῇ μελαίνῃ, ὅτι αὕτη μίσγεται μετʼ ὄφεως· λευκὸν ἀπὸ τοῦ λεύσσω τὸ βλέπω, μέλαν δʼ ἀπὸ τοῦ μὴ λάειν ἤως βλέπειν. λεχέων· κοιτῶν. παράτροπον· παρηλλαγμένην, παρατετραμμένην, παραβεβλημένην, διῃρημένην. αἶσαν· μοῖραν, τάξιν.

<!-- 1.516 -->Αἱ μέν· αἱ μύραιναι, ἐγχέλυες. σπειρηδόν· κυκλωτερῶς, συμπεπλεγμέναι ὁμοῦ, καὶ συστρεπτικῶς, συμπεπλεγμένως ὁμοῦ δίκην ἁλύσεως, ἢ δίκην φραγκικῆς σπείρας. Σπειρηδόν· ὁμοῦ καὶ ἀθρόως πεμπόμεναι, καθάπερ ἐν ὁμονοίᾳ καὶ παρατάξει· ἢ σπειρηδόν· ἤτοι δίκην ἁλύσεως· σπεῖρα γὰρ λέγεται ἡ ἅλυσις καὶ ἡ συστροφὴ τοῦ ὄφεως καὶ οἱ τῆς ἁλύσεως στρεπτοὶ κρίκοι. ἄλλως· σπεῖρα σημαίνει δʹ, τὴν νουκερίαν, τὰ παλαιὰ ἱμάτια, τὴν συστροφὴν τοῦ ὄφεως, καὶ τὸ πεπλεγμένον σχοινίον. χυθεῖσαι· ἐξαπλωθεῖσαι, πλακεῖσαι, καὶ μιγνυθεῖσαι.

<!-- 1.517 -->Ὑγρόν· ὀλισθηρὸν, γλίσχρον. ἁβρὸς ὁ λίαν βαρύς. ἀναστρωφῶσι· περικυκλοῦσιν, ἀνακινοῦσι, καὶ ἀναστρέφουσι, καὶ κινῶσιν. θαμειαί· συχναὶ, συνεχῶς, συνεχεῖς.

<!-- 1.518 -->Πλεγνύμεναι· μιγνύμεναι, ἐντετυλιγμέναι, πλεκόμεναι. τάων· τούτων, ἀπὸ τούτων. Σημείωσαι ὅτι τὰ ἐγχέλη περιπλεκόμενα διαῤῥέεται ἐξ αὐτῶν λίπος καὶ τὸ καταῤῥεῦσαν εἰς τὴν γῆν γίνεται ἐγχέλυες. κατείβεται· καταῤῥέει, ἀποστάζει, στάζεται, καταστάζεται, ἀποῤῥέει, καταστάζει.

<!-- 1.519 -->Ἰχώρ· σῆψις, ὕδωρ πολὺ, καὶ ἕλκος, ὕδωρ παχὺ ὡς ἕλκος, πληγώδης ὑγρασία. Ἰχὼρ ἀπὸ τοῦ ἴσχεσθαι ἐντὸς τοῦ σαρκίου ἰσχὼρ καὶ ἰχώρ. ἰχὼρ ῥεῦσις, κυρίως δʼ ἰχῶρες τὰ ἐντὸς τῶν τρωμάτων ἕλκη, ἀπὸ τοῦ ἴσχεσθαι ἔτι ἐντὸς, καὶ μὴ ἐκχυθῆναι ἀκμὴν ἔξω δυνάμενα. καλύπτεται· κρύπτεται. δέ· τε. μιν· αὐτὴν, τὴν ἰχῶρα, αὐτόν. ἰλύς· ὁ βόρβορος, ἡ συρφετώδης ψάμμος.

<!-- 1.520 -->Κύει· συλλαμβάνει, ἐγκυμονεῖ, γεννᾷ. ὁλκούς· σώματα, περιφραστικῶς τὰ συρόμενα σώματα, ἢ σώματα μακρά.

<!-- 1.521 -->Ὀλισθηροῖσι· γλίσχροις.

<!-- 1.522 -->Μέγα· μεγάλα. τρομέουσι· δειλιῶσιν. ἐχθαίρουσι· μισοῦσιν, διὰ τὴν βίαν ἣν ἔχουσιν· σημείωσαι.

<!-- 1.523 -->Ἐφίμερος· ἐπιθυμητικὸς, ἐπιθυμητός, ἐπέραστος. ἄλλοις· ἰχθύσι, ζώοις.

<!-- 1.524 -->Τερπωλή· χαρὰ, τέρψις, εὐφροσύνη. πολύ· κατά. λεχέων· κοιτῶν, τῶν μίξεων, εὐνῶν. πλέον· περισσότερον, τῶν ἄλλων δηλονότι, τῶν ἡδονῶν, τῆς ἡδονῆς, παρὸ χαρὰν, πλείους λύπας ἔχουσι τῶν ἡδονῶν, πολὺ δὲ πλέον ἄλγος ἔχουσι τῆς τερπωλῆς. ἄλγεʼ· λύπας.

<!-- 1.525 -->Σκληρόν· ὀξύ· σκληρὸν γάρ ἐστι τὸ κέντρον, τὸ πρὸς τὴν ἀφροδίτην αἰδοῖον, οἱονεὶ ὀστοῦν οὐχ ὑπεῖκον, οὐδὲ καμπτόμενον, ἀλλʼ ὀρθὸν τεταμένον ἑστὸς, ὅπερ ἐν τῇ ἀπρεπῇ κοίτῃ ἐν τῇ τρίψει ἀκονᾶται, καὶ κοιλοῖ τὴν θήλειαν· διὸ καὶ οὐ θέλει συνουσιάσαι, ἀλλὰ μάχεται. εἰς ἀφροδίτην· εἰς τὴν συνουσίαν.

<!-- 1.526 -->Ὀστέον· αὐτὸ τὸ μόριον λέγει. οὐκ ἐπιεικτόν· οὐχὶ καμπτόμενον, σκληρόν· γράφεται καὶ ὀστέον ἀυτοχάρακτον, τουτέστιν οὐχὶ καμπτόμενον. ἐπιεικτόν· χαῦνον, καὶ ὑποκλινόμενον, ἀλλὰ σκληρὸν καὶ ξηρόν. ὑποεικτόν· ὑποτασσόμενον, ὑποκλινόμενον, ἤτοι μαλακόν. ἀτερπέϊ· ἀνευφροσύνης, καὶ ἀνευφράντῳ. θήγεται· ἐγείρεται, ἀκονᾶται, ἑτοιμάζεται. εὐνῇ· κοίτῃ· οὐ γὰρ ταύταις ἐπέραστός ἐστιν ἡ τέρψις τοῦ γάμου, οἷα καὶ τοῖς ἄλλοις ἰχθύσι· σκληρὸν γὰρ τὸ κέντρον ἐστὶ, τὸ πρὸς ἀφροδίτην αἰδοῖον.

<!-- 1.527 -->Τοὔνεκα· τούτου χάριν, τοίνυν· διὰ τοῦτο αἱ θήλειαι χελῶναι φεύγουσι τὰ τῶν ἀνδρῶν ὀλι.... ὁμιλίαν, διότι τὸ μόριον τῶν ἀῤῥένων ἤτοι ὁ καυλὸς σκληρὸν ὀστοῦν ἐστι, μᾶλλον δὲ καὶ μάχονται πρὸς τοὺς ἐπόχους αὐρι..... ἀνέρας καὶ ὅσον τὸ κατὰ δύναμιν ἐστιν αὐτὸ σπεύδουσιν ἀπωθεῖν ἀπὸ τῆς συνουσίας αὐτῶν, ἄχρις ἂν ἀπὸ τῆς πολλῆς ἀνάγκης ἡττηθῶσι καὶ οὕτως. πολυγνάμπτοισιν· τοῖς πολλὰ ξέουσιν, λίαν ἐπικαμπέσιν, εἰς τοὐπίσω στρεφομένοις, καὶ καμπτομένοις.

<!-- 1.528 -->Δάπτουσιν· δάκνουσιν· δάπτειν κυρίως τὸ λάβρως ἐσθίειν ἀπὸ τοῦ δα ἐπιτατικοῦ μορίου καὶ τοῦ ἅπτω, καὶ ἐσθίουσι, βλάπτουσιν, κατακόπτουσιν· οἱ ἄρσενες δηλαδὴ καὶ αἱ θήλειαι ἀλλήλους δάκνουσιν. ὅτε· ἀττικόν· τὸ ὅτε ἀντὶ τοῦ ὅταν λαμβάνουσιν. σχεδόν· πλησίον. ἀντήσωσι· συναντηθῶσι, πλησιάσωσιν, ἑκουσίως ὑποκλίνουσιν ἑαυτὰς δῆλον.

<!-- 1.529 -->Ἀλευόμεναι· ἐκφεύγουσαι. τρηχύν· λυπηρὸν, ἀγανακτικὸν, ἐπίπονον, θανάσιμον. ἀέκουσαν· μὴ βουλομένην, μὴ θέλουσαν, οὐδὲ θέλουσαν τὴν θήλειαν τὴν εὐνὴν αὐτοὶ ἑκούσιοι ἱμείρονται, αὐτῆς δηλονότι. ἰστέον δʼ ὅτι ἀέκοντος καὶ ἀεκούσης οὐ γίνεται γάμος, ἀκούσης καὶ ἑκόντος ἔστιν ὅτε, ἑκόντος δὲ καὶ ἑκούσης ἀεί· οἱ δὲ καὶ μὴ θέλουσαν τὴν θήλειαν τὴν εὐνὴν αὐτοὶ ἑκούσιοι ἱμείρονται, τὴν εὐνὴν δηλονότι· ἤως τὸ μὴ βουλομένην ἄκουσαν ἐκείναις, ἢ ἑκουσίαν ἐκείνων καὶ ἀκουσίαν, ἑκουσίαν δʼ ὅτι ἐπιθυμοῦσιν, ἀκουσίαν, ὅτι ἐπιθυμοῦντες οὐκ ἐθέλουσι διὰ τὸν πολὺν πόνον καὶ κόπον· ἰστέον ὅτι ἀέκουσαν καὶ ἀέκοντα οὐ γίνεται γάμος, ἀέκουσαν καὶ ἑκόντι οὐ, ἑκοῦσαν καὶ ἀέκοντι οὐ, ἑκοῦσαν δὲ καὶ ἑκόντι γίνεται.

<!-- 1.530 -->Εὐνήν· τὴν θήλειαν. ἱμείροντες· ἀποδεχόμενοι, ἐπιθυμοῦντες, ἀποδέχονται, ἐπιθυμοῦσιν. ἑκούσιοι· αὐτοθελεῖς, αὐτοί. εἰσόκεν· ἄχρις οὗ· καινοσύντακτον. ἀλκῇ· δυνάμει, τῇ βίᾳ, τῇ ἰσχύϊ.

<!-- 1.531 -->Ζεύξῃ· ὑποτάξῃ, πρὸς συνουσίαν δηλονότι, ταπεινώσῃ, συναγάγῃ, πρὸς συνουσίαν ἀγάγῃ, δεσμήσῃ αὐτὴν τὴν θήλειαν. μιν· ἑαυτῷ. ἀναγκαίῃ· βιαστικῇ, ἀναγκαστικῇ. φιλότητι· ἢ ἔρωτι, φυσικῇ μίξει.

<!-- 1.532 -->Ληϊδίην· δούλην, αἰχμάλωτον, καὶ κοῦρσον, ἤως αἰχμαλώτους τε καὶ λαφυραίαν τιμήν· τιμὴ γὰρ πολέμου τὸ κοῦρσον, ἤως αἰχμαλώτους εἰληφέναι τινάς· ἐκ πολέμου ληφθεῖσαν καὶ γενομένην δούλην, καθάπερ αἰχμάλωτον. πολέμου· λαφυραγωγίας. γέρας· τιμὴν, λαφυραγωγίαν, καὶ λαφυραίαν τιμήν. ἴκελα· ὅμοια.

<!-- 1.533 -->Ἔργα· συνουσίαι, αἱ μίξεις, αἱ συνουσίαι παρόμοιαι τοῖς σκύλοις τοῖς ἐν τῇ γῇ, ὁμοίως τοῖς κυσὶν ἐξοπίσω, ἀφʼ οὗ καὶ συνέχονται· σημείωσαι. χελώναις· ἀντίπτωσις, ἤτοι τῶν χθονίων κυνῶν καὶ εἰναλίων χελωνῶν.

<!-- 1.534 -->Ἴκελα· ὅμοια. ἐπεί· διό. μάλα δηρόν· κατὰ πολύ. ἕκαστοι· καὶ οἱ δύο, καὶ ἀμφότεροι καὶ δύο.

<!-- 1.535 -->Συνέχονται· συμμίγονται, συνάπτονται, μιγνύονται, ἐξοπίσω συμμίγονται καὶ κεκωλυμένοι. ἀρηρότες· δεδεσμημένοι, ἡρμοσμένοι, συνηρμοσμένοι.

<!-- 1.536 -->Ὀλοοί· ὀλέθριοι· οὗτος ὁ ἄῤῥην πολύπους ἐποχούμενος τῆς θηλείας ἕως ὀλιγωρήσας ἀπέπεσε χαυνωθεὶς καὶ ἐξ ἀσελγείας θνήσκει, ἤως ἀπὸ τοῦ τῆς θηλυμανίας ἔρωτος· οὕτως ἕκαστος τούτων ἀπολλύει. ὄλεθρος· ἀπώλεια, θάνατος.

<!-- 1.537 -->Ξυμφέρεται· συνάγεται τῷ γάμῳ. συμφέρεται· ἀκολουθεῖ, γίνεται, ἀποτελεῖται, συγκινεῖται, μικρῶς προσεγγίζει, συμμίγνυται τῷ γάμῳ. ξυνόν· κοινόν. ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς· τοῦ δὲ θανάτου καὶ τῆς κοίτης κοινὸν τὸ τέλος, διότι ὁμοῦ καὶ τὸν γάμον καὶ τὸν θάνατον ἀποπληροῦσιν. ἄλλως· ὅτι τοῦ πολύποδος ὁ γάμος καὶ ὁ θάνατος ἐν τῷ ἅμα γίνεται· οὐδὲ γὰρ ἄλλως ἀφίσταται ἀπὸ τῆς μετὰ τῆς θηλείας συνουσίας, εἰ μὴ τέλεον ἐξασθενήσει, καὶ ὡς νεκρὰ πέσῃ, ὅτε καὶ ἐσθίουσιν αὐτὸν οἱ παρατυχόντες ἰχθύες, οὓς πρότερον ἤσθιεν, ἀλλὰ μὴν καὶ αἱ θήλειαι τούτων θνήσκουσιν ἐν τῷ καιρῷ τῆς κυήσεως διὰ τὸ τὰ ὠὰ αὐτῶν μὴ κεχωρίσθαι ἀπʼ ἀλλήλων, ἀλλὰ συνηνεγμένα δίκην βότρυος ἐξέρχεσθαι, ὡς ἐκ τούτου ἐπέρχεσθαι αὐταῖς λύπην ἀφόρητον, καὶ θνήσκειν αὐτὰς ἀπὸ τῆς τοιαύτης βίας· τούτου χάριν οὐδὲ ζῇ ὁ πολύπους ἐπέκεινα τοῦ χρόνου διὰ τὸ τὸν μὲν ἄρσενα ἀπὸ τῆς ἀπείρου συνουσίας τελευτᾷν, τὴν δὲ θήλειαν ἀπὸ τοῦ τοκετοῦ.

<!-- 1.539 -->Πρίν· πρότερον, ἕως οὗ. φιλότητος· συνουσίας. γάμου. ἀπίσχεται· ἀποχωρεῖ, ἀποπαύεται, καὶ χωρίζεται, κωλύεται. ἀπολήγει· παύει.

<!-- 1.539bis -->Πρίν· πρὸ τοῦ. ἀπό· ἐκ. προλίπῃ· καταλίπῃ. σθένος· καὶ τὴν δύναμιν. ἀδρανέοντα· ἀδυναμοῦντα, ἀσθενοῦντα, ὀλιγωροῦντα, τὸν ἄῤῥενα, ἀδυνατοῦντα.

<!-- 1.540 -->Ἀμενηνός· ἀσθενὴς, λεπτὸς, μάταιος· παρὰ τὸ μένω μένος, καὶ πλεονασμῷ τοῦ νη μενηνὸς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμενηνὸς, ὡς τὸ πέτω πετεηνὸς καὶ πετεεινὸς, ἐξ οὗ καὶ ῥῆμα

  
ἀμενήνωσε δέ οἱ αἰχμήν.  
ἀσθενῆ ἐποίησεν, ἀντὶ τοῦ ἀνέκαμψεν. ὄληται· φθαρῇ, ἀπόληται, φθείρεται.

<!-- 1.541 -->Πάντες· οἱ ἰχθύες. σχεδόν· πλησίον. ἀντήσουσι· εὐτύχωσι, συναντήσουσιν, ἐπιτύχωσιν. συντύχωσιν· αἱ καρκινάδεσιν οἱ λοιποί.

<!-- 1.542 -->Δειλαί· ἀσθενεῖς· ἠδὲ καί· τὸ ἓν καὶ περισσόν· ἀττικῶς.

<!-- 1.543 -->Πάρος· πρότερον, ἔμπροσθεν, ἐδαίνυτο· εὐωχεῖτο, ἤσθιεν, ἔτρωγεν. μεθέρπων· βαδίζων, συρόμενος, διερχόμενος.

<!-- 1.544 -->Τοῖς ὕπο· ὑπὸ τῶν. ἰστέον, ὅτι ἀντίπτωσίς ἐστιν· ἐχρῆν γὰρ εἰπεῖν· τῶν ὕπο ἀντὶ τοῦ ὑπὸ τούτων ὄλλυται. ζωός· ζῶν. περ· καίπερ. κείμενος· νενεκρωμένος. αὕτως· ἀναίσθητος, ἀμετακινήτως, ἀναισθήτως, ἀπράκτως, ματαίως.

<!-- 1.545 -->Ἀμυνόμενος· μαχόμενος, βοηθούμενος παρά τινος, ὑπερπολεμῶν, βλάπτων· ἀμύνω δοτικῇ τὸ βοηθῶ, ἀμύνομαι αἰτιατικῇ παθητικῶς ἀντὶ τοῦ ἀποτρέπομαι. δαιτρεύεται· κατακόπτεται, ἐσθίεται, ἐκεῖνος, καὶ μαγειρεύεται, εἰς λεπτὰ τέμνεται. ὄφρα· ἕως οὗ, μέχρι ἄν, ὅπως. θάνῃσι· ἀποθάνῃ.

<!-- 1.546 -->Τοίῳ· τοιούτῳ πόθῳ, ἐν τοιούτῳ πόθῳ. δυστερπεῖ· ἐπὶ κακῷ τέρποντι, κακῶς τέρποντι. φιλοτησίῳ· συνουσιαστικῷ, ἐρωτικῷ, φιλικῷ. δυστερπεῖ φιλοτησίῳ· γάμῳ ἐρωτικῷ. ὄλλυτʼ· φθείρεται, διὰ τὴν μίξιν ὄλλυται.

<!-- 1.547 -->Ὡς δʼ αὕτως· ὁμοίως, ἐκ παραλλήλου τὸ αὐτὸ, οὕτως. μογέουσα· βαρυνομένη, καὶ κακοπαθοῦσα.

<!-- 1.547bis -->Καὶ ἀποκριδόν· κεχωρισμένως, διακεχωρισμένως καὶ ἠραιωμένως, ἀποκεχωρισμένως, κεχωρισμένα.

<!-- 1.549 -->Διαθρώσκουσιν· ἐκπίπτουσιν, ἐξέρχονται, διεξέρχονται, καὶ ἀποθρώσκουσι, διέρχονται, τὴν γαστέρα λέγει. ἀρηρότα· συμπεπλεγμένα τὰ ὠὰ, ἡρμοσμένα τὰ ὠὰ, ὁμοῦ.

<!-- 1.550 -->Μόγις· μόλις· ἀττικόν, βραδέως, βίᾳ. διαΐσσεται· ὁρμᾷ, διεξέρχεται. διανύσεται· διαπορεύεται, διέρχεται. διανίσσεται· ἐξέρχεται, πορεύεται. αὐλοῦ· ὀπῆς, τῆς στενῆς ὀπῆς, διὰ τοῦ στενοῦ αὐλοῦ, τουτέστι τοῦ κρυπτοῦ.

<!-- 1.551 -->Λυκάβαντος· χρόνου· λυκάβας ὁ ἐνιαυτὸς, λυκάβας τις ὢν, ἢ λυγαίως καὶ ὀξέως βαίνων καὶ κεκρυμμένως καὶ λεληθότως· καὶ Ὅμηρος

  
τοῦ δʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθαδʼ Ὀδυσσεύς.  
λυκάβας ὁ χρόνος διὰ τοὺς δώδεκα μῆνας· τοσοῦτοι γὰρ καὶ οἱ λύκοι τὸν ἀριθμὸν βαίνουσιν. λυκάβας ὁ χρόνος ἀπὸ τοῦ τὸν λύκον ἅπαξ βαίνειν ἐν τῇ γονῇ, ἢ ὁ ἀπὸ λύγης καὶ νυκτὸς γινόμενος. Ἄλλως· λυκάβας ὁ χρόνος, ὅτι οἱ λύκοι καθάπαξ τοῦ ἔτους τὰς εὐνὰς ἐν ἀγρῷ, δηλαδὴ τὰς ἐπιμίξιας ποιοῦνται. Καὶ ἄλλως· λυκάβας ὁ χρόνος διὰ τὸ τῇ φορᾷ τῶν μηνῶν καὶ ἁπλῶς τῶν ὡρῶν, ἤτοι τῶν ἡμερῶν ἐοικέσθαι τῇ τῶν λύκων ἀλληλενδέτῳ βάσει. ὑπέρτερον· ἐπέκεινα, καὶ πλέον. μέτρον· καὶ σταθμόν.

<!-- 1.552 -->Ἀποφθινύθουσι· φθείρονται· ἀπὸ τοῦ φθίνω φθινύω καὶ φθινύθω κατὰ παραγωγήν.

<!-- 1.553 -->Αἰνοτάτοισι· δεινοῖς. γάμοις· τοῖς τοῦ ἄῤῥενος, οἱ ἄῤῥενες. τόκοισιν· κυήσεσιν, αἱ θήλειαι, γένναις,

<!-- 1.554 -->Ἀμφί· περί. φάτις· φήμη, λόγος. ἔρχεται· ᾅδεται. ἀΐδηλος· ψευδὴς, ἀφανὴς, ἄγνωστος ἀνθρώποις. οὐκ ἀΐδηλος· ἀλλὰ φανερά.

<!-- 1.555 -->Ὥς· ὅτι. ὄφις· ἔχιδνα κυρίως, ὥς φησιν ὁ μέγας βασιλεύς· ἐχίδνην τὸ χαλεπὸν θηρίον. γαμέει· εὐνάζεται. ἐξ ἁλός· ἔξω ἁλός. ἔρχεται· καὶ ἐξέρχεται. αὐτή· ἐπιθυμοῦσα συνουσιασθῆναι τῷ ἐπιθυμητῷ τοῦ ὄφεως γάμῳ.

<!-- 1.556 -->Πρόφρων· πρόθυμος, μετὰ προθυμίας, προθύμως. ἱμείρουσα· ἐπιθυμοῦσα, γάμου, ἐφιεμένα. ἱμείροντι· ἐπιθυμοῦντι, ὄφει. Ἰστέον, ὅτι τρισσῶς συνέλθοιεν ἀνήρ τε καὶ γυνή· ἐθέλων γάρ τις ἐθέλουσαν γαμήσει, ἐθέλων μὴ ἐθέλουσαν, καὶ μὴ ἐθέλων ἐθέλουσαν, οὐ μὴ ἐθέλων δέ τις καὶ μὴ ἐθελούσῃ οὐδέποτε συνέλθοι. γάμοιο· τῆς συνουσίας, ἐπιθυμοῦσα συνουσιασθῆναι ἐπιθυμοῦντι καὶ τῷ ὄφει.

<!-- 1.557 -->Φλογέῃ· καυστικῇ, φλογερᾶ, διαπύρῳ. τεθολωμένος· ἐσκοτισμένος. τεθοώμενος· καιόμενος, καὶ διεγειρόμενος, ὀξυνόμενος, ὡρμημένος, καιόμενος, πυρούμενος, σκοτιζόμενος τῇ τοῦ ἔρωτος ἀσχέτῳ μανίᾳ, ἐκκεκαυμένος, ἐκπυρούμενος, τουτέστιν ἐξοιστρούμενος, ἐκκαιόμενος τῇ διαπύρῳ λύσσῃ, λέγει δὲ τὸν ἔρωτα, ὃν καὶ θερμὸν εἶπε πρὸ ὀλίγου. ἔνδοθι· καιόμενος. λύσσῃ· μανίᾳ τοῦ ἔρωτος, πυρωθείς.

<!-- 1.558 -->Μαίνεται· διεγείρεται μανικῶς, ἔρχεται, ἐγείρεται, ὁρμᾷ, μανικῶς κινεῖται. φιλότητα· συνουσίαν. σύρεται· ἕρπει, ἕλκεται, ἔρχεται.

<!-- 1.559 -->Πικρός· ὁ πικροποιὸς, καὶ θανατηφόρος, ὁ ἰοβόλος· ἀλλοπαθὲς τὸ σχῆμα, ἐπειδὴ ἄλλως πικραίνει ὁ ὄφις. ἔχις· ὄφις. τάχα· ταχέως, ἢ πλησίον. γλαφυρήν· κοίλην, κοίλην πέτραν ἰδὼν ὁ ὄφις ἀπεμεῖ τὸν ἰὸν ἐκεῖ, καὶ πάλιν μετὰ τὴν συνουσίαν τῆς μυραίνης ἀναῤῥοφεῖ αὐτὸν, γλαφυρὸν δὲ τὸ κοῖλον ἀπὸ τοῦ γλάπτω τὸ κολάπτω, ἐξ οὗ καὶ γράμματα, ἅπερ ἐνεκόλαπτον τοῖς λίθοις οἱ παλαιοί· γλάπτω γλαφυρὸς, ὡς λέπω λεπυρός· ἐπὶ δὲ τοῦ ἡδέος — λέγεται γὰρ καὶ τὸ γλυκὺ γλαφυρὸν —, ἀπὸ τοῦ γλάπτειν καὶ ὀρύττειν καὶ κινεῖν πρὸς ἡδονὴν, καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων· καὶ γλαφυρὰ φόρμιξ ἡ γεγραμμένη καὶ κεκοιλωμένη παρʼ Ὁμήρῳ καὶ γλαφὺ τὸ κοῖλον. καὶ Ἡσίοδος·

  
ἄντρον γλαφὺ πετρῆεν.  
Ἐν κοίλῳ μέντοι φησὶ πέτρης ἀπεμεῖ τὸν ἰὸν, καὶ πάλιν μετὰ τὴν ἐκπλήρωσιν τῆς ἐπιθυμίας ἐκεῖθεν λάπτει αὐτόν. ἐσκέψατο· εἶδεν, ἐτήρησεν, ἐρεύνησε καὶ οἶδεν.

<!-- 1.560 -->Λοίγιον· θανάσιμον, ὀλέθριον, φθαρτικόν. ἀπήμεσε· ἀπέπτυσεν, ἐξέρασεν, ἐξέχεεν, ἐξέχυσεν, τὸν μιασμὸν ἔχυσεν, ἐξέστασεν πάντα· ὅλον. ὀδόντων· ἀπό.

<!-- 1.561 -->Πευκεδανόν· πικρὸν, θανατηρὸν, ἀπὸ μεταφορᾶς τῆς οὔσης φύσει πικρᾶς. ζαμενῆ· λίαν ὀργίλον, ἄγαν ὀργίλον, ἤως βλαπτικὸν, τὸν φθαρτικόν. ὄλβον· πλοῦτον, ὅτι ὡς πλοῦτον τὸν ἰὸν ἔχει ὁ ὄφις.

<!-- 1.562 -->Ὄφρα· ἵνα, οὕτως. πρηύς· ἥμερος, ἥσυχος, ἤρεμος, πραῢς, δωρικῶς, μετὰ πρᾳότητος. εὔδιος· ἥμερος, ἡσυχὴς, ἥσυχος, ἀβλαβής. ἀντήσειεν· συναντήσει, ἀπαντήσειε, ὁ ὄφις δῆλον. ἀντήσηται· μετάσχῃ, συμμεταλάβῃ.

<!-- 1.563 -->Στάς· σταθείς. ῥηγμῖνος· αἰγιαλοῦ, αἰγιαλῷ, καὶ ὄρμησα. ἑὸν νόμον· κατὰ τὸν ἴδιον νόμον, κατὰ τὴν ἰδίαν συνήθειαν, κατὰ τὸ ἴδιον μέλος. νόμον· ἔθος. ἐῤῥοίζησε· ἐσύρισεν, ἐσύριξε, καὶ ἐφώνησεν, ἤχησεν· ἰστέον ὅτι ῥοῖζος λέγεται ἡ ἐπὶ χρυσοῦ κτύπος, νῦν δὲ καὶ τὸν συριγμὸν τοῦ ὄφεως λέγει.

<!-- 1.564 -->Κικλήσκων· λέγων, μηνύων, καλῶν. φιλότητα· πρὸς μίξιν, εἰς συνουσίαν τὴν μύραιναν. θοῶς· ταχέως, ταχυτάτως. ἐσάκουσεν· μύραινά φησιν ἀκούσασα τὸν τοῦ ὄφεως συριγμὸν ἔξεισιν ἀπὸ τῆς θαλάσσης ταχέως, καὶ συμπλέκεται τῷ ὄφει καὶ μίγνυται. κελαινή· δεινὴ, μέλαινα, μελαίνη, χαλεπὴ, ὀλέθριος.

<!-- 1.565 -->Ἰϋγήν· συρισμὸν, φωνὴν, βοὴν, κραυγὴν, συριγμὸν καὶ τὸ θέλγητρον. Ἴυγξ ζῶον ἀδικώτατον ἡ λεγομένη σεισοῦρα ἢ κιρναῖος, ἐστὶ δὲ καὶ εἶδος ὀργάνου μουσικοῦ, ᾧ χρῶνται αἱ φαρμακίδες εἰς φιλίαν. Ἴυγξ ὁ ἔρως, καὶ ὄρνεόν τι τὸ λεγόμενον σεισογύης, ᾧ χρῶνται αἱ φαρμακίδες εἰς φίλτρα· ἴυγγας ἔχουσιν ἐν τοῖς λόγοις οἱ σοφισταί· ἴυγγι βοῇ, φωνῇ, καὶ ἰύζει βοᾷ, κραυγὴν ποιεῖ, λέγεται δὲ καὶ ἴυγξ σύριγξ μονοκάλαμος, σημαίνει δὲ καὶ αὐδήν· καὶ ἰυγμὸς φωνὴ, συριγμός· Ὅμηρος

  
οἱ δʼ ἰύζοντες.  
ἐστὶ δὲ πεποιημένη ἡ λέξις, καὶ ἰύζουσιν ἀγροικικῇ φωνῇ προφέρονται, φωνοῦσι, πεποίηται δὲ τὸ ὄνομα παρὰ τὸ ἰοὺ ἐπίῤῥημα. Ἰυγὴν τὴν βοιωτικὴν φωνὴν, ἴυξ δʼ ἐστὶν ὄρνεον, ἐν ᾧ χρῶνται αἱ φαρμακίδες εἰς φιλίαν. ἔσσυτο· ὡρμήθη, ὥρμησεν, ἐξῆλθεν. θᾶττον· ταχύτερον, τάχιον, συντόμως.

<!-- 1.566 -->Πόντοιο· βυθοῦ. τιταίνεται· ἐξέρχεται, σύρεται, ἐξαπλοῦται, κατασκευάζεται, ὁρμᾷ, ὁδεύει, ἕλκεται. αὐτάρ· δέ.

<!-- 1.567 -->Γαίης· γῆς. Γαίης καὶ γῆς πόθεν γίνεται; παρὰ τὸ γῶ τὸ χωρῶ, ἐξ οὗ καὶ γῆ ἡ χωρητικὴ πάντων· γῶ τὸ δέχομαι καὶ λαμβάνω, ἐξ οὗ καὶ γωρυτός· παρὰ τὸ δέχεσθαι τὸν ῥυτὸν ἤως τὸ τόξον χωρυτὸς καὶ κωρυτός· καὶ γυῖα τὰ μέλη καὶ γύαλον τὸ βαθὺ καὶ χωρητικόν. πολιοῖσιν· λευκοῖς. ἐπεμβαίνει· εἰσέρχεται. ῥοθίοισι· ῥεύμασιν.

<!-- 1.568 -->Ὁμιλῆσαι· ὥστε συνουσιασθῆναι, συνελθεῖν, συμμιγῆναι. μεμαῶτε· προθυμούμενοι, πρόθυμοι, ἐφιέμενοι καὶ προθυμίαν ἔχοντες.

<!-- 1.569 -->Συμπεσέτην· συνέπεσον, συνῆλθον, συνηυνάσθησαν· δυϊκόν. ἔχιος· ὄφεως. κάρα· κεφαλήν. κατέδεκτο· ἐδέξατο, ἡ δὲ μύραινα τὴν τοῦ ἔχιος κάρην εἰσεδέξατο χανοῦσα· ἀνοίξασα τὸ στόμα, ἡ μύραινα.

<!-- 1.570 -->Νύμφη· ἤως ἡ μύραινα. φυσιόωσα· γαυριῶσα, ἐξωγκωμένη, πνευστιῶσα, ἐξωγκωμένας ἔχουσα τὰς παρειὰς, μαινομένη, ἀσθμαίνουσα, ἐπαιρουμένη, γαυρουμένη. γάμῳ· συνουσίᾳ· γάμος παρὰ τὸ δαμῶ τὸ δαμάζω· δάμος καὶ γάμος, ὁ δαμαστικὸς τῶν θηλειῶν, ὅθεν καὶ τὰς παρθένους ἀδαμάστους Ὅμηρος καλεῖ οἷον «παρθένος ἀδμής,» οἱ δὲ παρὰ τὸ γεννᾷν γάμος, ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ δύο ἅμα εἶναι κατὰ μετάθεσιν τοῦ δ εἰς γ, γαμβρὸν δὲ τὸν οἰκεῖον καὶ τὸν νυμφίον κατʼ ἐπιγαμίαν. ἐπιγηθήσαντε· ἐπιχαρέντες, ἔρωτα σφοδρὸν ἔχουσα, εὐφρανθέντες, χαίροντες.

<!-- 1.571 -->Πάλιν· ὀπίσω. εἶσι· πορεύεται, εἰσέρχεται· μετʼ ἤθεα· εἰς τὰ ἔθη καὶ σκηνώματα, εἰς τὰς κατασκηνώσεις, διατριβάς.

<!-- 1.572 -->Ὁλκός· συρμὴ, τὸ σῶμα, ἡ συστροφὴ, ὁ ἑλιγμὸς, ἢ ἡ σπεῖρα, τὸ σύρμα. κρυερόν· ψυχρὸν, θανάσιμον, τὸν θανατηρόν. μεταχεύεται· μεταλαμβάνει, δέχεται, ἀναῤῥοφεῖ, λαμβάνει, ἀναῤῥοφᾷ, ἀναλαμβάνει, ἀναλέγεται. Μεταχεύεται· μετὰ ταῦτα δὲ πάλιν ἀναλαμβάνει, ὃν ὑπέθηκε χαλεπὸν καὶ θανάσιμον ἰὸν, μετὰ τῆς λύσσης ἀναῤῥοφῶν τοῦτον ὃν ἐξέπτυσεν.

<!-- 1.573 -->Λάπτων· ἀναῤῥοφῶν, πίνων, ῥοφῶν· τὸ λάπτω ἐπὶ κυνὸς, εἶπε δʼ αὐτὸ καὶ ἐπʼ ὄφεως. Λάπτων· ἀναῤῥοφῶν· ἔθος γὰρ τοῦτο πέφυκε τῶν φύσει λαιμάργων καὶ μαινομένων ζώων τὸ ἀναῤῥοφᾷν, καθάπερ ὁ κύων καὶ ὁ λέων καὶ τὰ λοιπὰ, ὡς εἴρηται, ζῶα ποιοῦσι καλύψει χρώμενα. ἧκε· ἔξω ἔπεμψεν, ἔπεμπε, κατήλειψε, κατέλειψεν, ἀφῆκεν. ἐξήφυσσεν· ἔμεσεν, ἐξήντλησεν, ἔπραψεν, ἐξέμησεν, ἔπεμψεν, ἐπήντλησεν. Ἐξέφυσεν ἀντὶ τοῦ ἔξω ἔβρεξεν, ἐξήφυσεν ἀντὶ τοῦ ἔξω ἤφυσεν καὶ ἀπήντλησε καὶ ἀπʼ αὐτοῦ ἔῤῥιψεν. ὀδόντων· ἀπό.

<!-- 1.574 -->Μή τι· μηδαμῶς. κίχῃ· καταλάβῃ. χόλον· ἰόν. Σημείωσαι ὅταν ἀρσενικόν· ὁμοίως καὶ ἐν λύκῳ συγγράφουσιν, ἡ ἀπόδοσις τούτων πρὸς ἀρσενικὸν γίνεται. ὁδίτης· τὴν ὁδὸν διερχόμενος.

<!-- 1.575 -->Ἀτρεκέως· ἀφόβως, ἀληθῶς, ἀκριβῶς. ἐσιδών· θεασάμενος, καὶ γνωρίσας. ἀπέκλυσεν· ἀπέπλυνεν, ἀπενίψατο καὶ ἐβύθησεν. λάβρῳ· πολλῷ, σφοδρῷ.

<!-- 1.576 -->Ἀυτάρ· μετὰ ταῦτα, δή. ἀσχαλόων· λυπούμενος. ῥίπτει· προσαράπτει, κρούει, καταφρονεῖ, τύπτει. δέμας· σῶμα. δέμας καὶ σῶμα διαφέρει· δέμας μὲν τὸ ζῶν σῶμα παρὰ τὸ δεδεμένον εἶναι τῇ ψυχῇ, σῶμα δὲ παρὰ τὸ σῆμα καὶ μνημεῖον εἶναι τοῦ ποτε ζῶντος, ἤγουν τὸ λείψανον, λαμβάνονται δὲ καὶ ἀντʼ ἀλλήλων καταχρηστικῶς. μοῖραν· εἱμαρμένην, θάνατον.

<!-- 1.577 -->Λευγαλέοιο· ὀλέθρως, ὀλεθρίου, πικροῦ, τοῦ χαλεποῦ. λάβῃσιν· εὕρῃ, λάβῃ· ἀνωΐστου· ἀπροσδοκήτου, ἀνελπίστου, ἀνυπομονήτου καὶ αἰφνιδίου, ἀνυπονοήτου· ἀνώϊστον τὸ μὴ ἐλπιζόμενον ἐκ τοῦ οἴω τὸ ὑπολαμβάνω.

<!-- 1.578 -->Αἰδόμενος· εὐλαβούμενος, ἐκτρεπόμενος. ἄναλκις· γυμνὸς, ψιλὸς, ἀδύνατος. οἷς· ἐν οἷς. ἐπεποίθει· ἐθάῤῥει, ἐθάῤῥει ἔχειν τοῦ εἶναι ὄφις.

<!-- 1.579 -->Ἔμμεν· τὸ ἔχειν καὶ εἶναι. ἔμμενʼ ὄφις· τὸ εἶναι ἔχιν. πέτρῃ· ἐν. συνώλεσε· σὺν τῷ ἰῷ ἀπώλεσε καὶ τὸ σῶμα, συνέφθειρεν, ἔφθειρεν.

<!-- 1.580 -->Ὁμῶς· ὁμοίως. ἐντύνονται· κατασκευάζονται, κατασκευάζουσι, παρασκευάζουσιν, εὐτρεπίζουσιν, ἑτοιμάζουσιν.

<!-- 1.581 -->Μήδεα· τὰ αἰδοῖα ἐκ τοῦ μήδω τὸ κρατῶ καὶ ἄρχω, ἢ ἐκ τοῦ μὴ στερητικοῦ μορίου καὶ τοῦ εἴδω τὸ βλέπω τὰ μὴ βλεπόμενα, ἢ ἐκ τοῦ μὴ αἰδοῦμαι κατʼ ἀντίφρασιν· μέζεα τὰ αἰδοῖα καὶ ἐξ αὐτοῦ μήδεα· πρῶτον γὰρ συμβουλεύουσιν αὐτὰ πρὸς συνουσίαν. Ἄλλως· παρὰ τὸ μήδω τὸ ἄρχω· ἀρχὴ γὰρ καὶ αὐτὰ τοῦ σώματος τοῦ ἀνδρός. ἀνδρομέοισι· ἀνδρικοῖς, ἀνθρωπίνοις, τοῖς τῶν ἀνδρῶν. πανείκελα· κατὰ πάντα ὅμοια, ὅμοια. καρτύνονται· ἔχουσι, κέκτηνται, ἐξοπλίζονται, κρατύνουσι, κατέχουσι, καθοπλίζονται.

<!-- 1.582 -->Πόρος· τὸ αἰδοῖον, καὶ ὀπὴ, ὁ αὐλίσκος· πόρος ἄρσενος τὸ αἰδοῖον, τουτέστιν ὁ αὐλίσκος τοῦ ἄρσενος δελφῖνος οὔκ ἐστί φησιν ἔξωθεν, ἀλλʼ ἔσω κέκρυπται, κατὰ δὲ χρείαν τοῦ συνουσιασμοῦ ἔξωθεν ἕλκεται, ἐκτεινόμενον εἰς τὸ φανερόν. πόρος· ὅπερ οὐκ ἐστὶν ἀεὶ ἔξω, ἀλλʼ ἔσω κέκρυπται, κατὰ δὲ χρείαν μίξεως ἕλκεται ἔξω φανερὸς ἐκτεινόμενος. εἴσω· τῆς ὀπῆς ἐντός.

<!-- 1.583 -->Λεχέων· συνουσιασμοῦ, συνουσίας, συνουσιῶν. κατὰ χρέος· εἰς χρῆσιν, τὴν χρείαν, κατὰ χρείαν, κατὰ χρῆσιν τοῦ συνουσιασμοῦ.

<!-- 1.584 -->Τοῖαι· ἐπανάληψις, συμπερασματικὴ ἔννοια. φιλότητες· ἐπιφώνημα, συνουσίαι. εὐναί· συνουσία.

<!-- 1.585 -->Ἀλλοίῃ· ἐν διαφόρῳ. λεχέων· κοιτῶν, συνουσίας, καὶ εὐνῶν. ἱμείρεται· ἐφίεται, ἐπιθυμεῖ. ὥρῃ· ἐν ἄλλῳ καιρῷ. ἀλλοίῃ λεχέων ἱμείρεται ὥρῃ· ἐν ἄλλῳ καὶ ἄλλῳ καιρῷ ἄλλος μίγνυται.

<!-- 1.586 -->Γενεήν· γονὴν καὶ τόκον, γένναν, τὸν τόκον αὐτῶν. Γενεήν· τὴν γονὴν, τὸν τόκον αὐτῷ προφαίνει, ὧν μὲν τὸ θέρος, ὧν δʼ ὁ χειμὼν, ὧν δὲ τὸ μετόπωρον, ὧν δὲ τὸ ἔαρ πολλάκις γεννᾶται, τουτέστιν ἄλλῳ μὲν καιρῷ τίκτουσί τινες τῶν ἰχθύων, ἄλλῳ δὲ πάλιν ἄλλοι, καὶ ἕτεροι ἅπαξ τοῦ ἔτους. προφέρει· προφαίνει, ἤως τίκτει, ἐκφέρει, δεικνύει. θέρος· κατά.

<!-- 1.587 -->Φθινύθουσα· τελειουμένη. προὔφηνεν· ἔδειξεν, ἐφανέρωσεν. ὀπώρη· ἤως φθινοπωρινὸς καιρὸς, καὶ λέγει τοῦτο κατὰ διάχυσιν, ὁ ὀπωρινὸς καιρός.

<!-- 1.588 -->Καὶ οἱ μὲν ἅπαξ τοῦ ἔτους τίκτουσιν, ὁ δὲ λάβραξ δὶς τίκτει, οἱ δὲ κυπρῖνοι πεντάκις, ἐξ οὗ καὶ κυπρῖνος, ὀνίσκον δʼ οὐκ ἴσασι, ποσάκις γεννᾷ διὰ τὸ πολύ. λυκάβαντι· τῷ χρόνῳ, τῷ χρόνῳ ὅλῳ δῆλον. μογέουσι· ἀποδιδοῦσι, μετὰ κόπου ὑφίστανται, καὶ τελοῦσιν, ὀδυνῶσιν, κακοπαθοῦσιν· μόγος ἡ κακοπάθεια, ἡ ταλαιπωρία, ὁ κάματος παρὰ τὸ μέγας· ἐν γὰρ τοῖς μεγάλοις πράγμασι κοπιῶμεν· ἢ παρὰ τὸ μὴ ἐᾷν γάννυσθαι καὶ χαίρειν τὸν ταλαιπωροῦντα.

<!-- 1.589 -->Δίς· ἐκ δευτέρου, ἐκ δευτέρου γεννᾷ, τοῦ χρόνου. ἄχθεται· βαρύνεται, λυπεῖται. εἰλειθυίαις· γένναις, ὑπὸ τῶν ὠδίνων, γεννήσεσιν.

<!-- 1.590 -->Τρίγλαι· τρίγλα διὰ τὸ τρίτον τίκτειν αὐτὰς, οἷον τρίγοναι, καὶ κατὰ συγκοπὴν τρίγναι, καὶ τροπῇ τοῦ ν εἰς λ τρίγλαι. τρίγλαι δὲ τριγόνοισιν· παρήχησις. τριγόνοισι γονῇσι· ταῖς τρισὶ γοναῖς, ταῖς τρισσαῖς γένναις. ἐπώνυμοί εἰσι γονῇσιν· γεννήσουσιν.

<!-- 1.591 -->Σκορπίος· ὁ σκορπίος ἐν τοῖς τέσσαρσι καιροῖς φέρει τὸ βέλος τῆς γεννήσεως, ἤως τὴν ὀδύνην τῆς γέννας, ἢ ὅτι ἐν τέτταρσι γένναις φέρει γεννήματα. αὖ· δή. τεττόρεσσι· τέτρασιν, τέσσαρσι, τέταρτον· τέταρτον τίκτει ὁ σκορπίος, εὐθεῖα τὸ τέτταρον· ἡ λέξις καὶ παρʼ Ἡσιόδῳ. βέλος· γόνον, γένος, τετράκις ὁ σκορπίος τίκτει. ὠδίνῃσι· γένναις.

<!-- 1.592 -->Πέντε δὲ κυπρίνοισι· ὁ σκορπίος τέταρτον τίκτει, κυπρῖνος πέμπτον, ἐξ οὗ καὶ τὸ ὄνομα, ὀνίσκου δὲ γένναν οὐδεὶς ἐνόησεν διὰ τὴν συνέχειαν καὶ ὑπερβολήν. κυπρίνοισι· ἀπὸ τοῦ κύειν πέντε.

<!-- 1.593 -->Οἴου· μόνου. οἶον· μόνον· γράφεται οἴου· μόνου. Μόνον τὸν ὀνίσκον οὐκ ἴσασι, ποσάκις γεννᾷ διὰ τὴν ὑπερβολήν· οὐδεὶς εὗρεν ὀνίσκου γένος ποτέ. γένος· τὴν γέννησιν. φράσασθαι· νοῆσαι, διὰ τὸ τίκτειν πολλὰ, διὰ τὴν ὑπερβολὴν, ὁρᾷν ποσάκις γεννᾷ· οὐδεὶς γὰρ ἐφεῦρεν ὀνίσκου τοκετόν. ὀνίσκου· βασιλίσκου.

<!-- 1.594 -->Ἀλλʼ ἔτι· ἀλλʼ ἀκμὴν, καὶ ἀκμήν. ἀΐδηλον· ἀφανὲς, ἄγνωστον. τέτυκται· ἐστὶν, ὑπάρχει. οὐδεὶς δʼ εὗρεν ὀνίσκου γόνον ποτὲ διὰ τὴν ὑπερβολήν.

<!-- 1.595 -->Εἰαρινοῖο· κατὰ, κατὰ τὸν καιρὸν τοῦ ἐν τῷ ἔαρι γενομένου. περιπλήθωσι· ἐμπλησθῶσι, περισσῶς γέμωσι, πληροῦνται.

<!-- 1.596 -->Τοί· οὗτοι, τινὲς, τινὲς μέν. κατὰ χώραν· ἐπὶ τόπον, κατὰ χῶρον, ἤως ἐπιτόπιοι, κατὰ τὸν ἴδιον τόπον. χῶρον· τόπον·

<!-- 1.597 -->Εὔκηλοι· ἥσυχοι. σφετέρῃσι νομῇσι· ἰδίαις διατριβαῖς. ἐνὶ σφετέροισι· ἐν τοῖς ἰδίοις. δόμοισιν· ἤως διατριβαῖς· γράφεται νομῇσιν.

<!-- 1.598 -->Ἀγρόμενοι· ἀγειρόμενοι, κατὰ συγκοπὴν, συναθροισθέντες, συναθροιζόμενοι. Πολλοὶ δʼ ἀγρόμενοι· ὅτι τῷ ἔαρι πολλοὶ τῶν ἰχθύων ὁμοῦ ἐπὶ πόντον ὁρμῶσι τὸν Εὔξεινον, Εὔξεινος δὲ πόντος ἐστὶν εἰς τὴν μεγάλην θάλασσαν περὶ τὴν Μαιωτίδα λίμνην, ἣν λίμνην καὶ Ἀμαζονίην ἐκάλεσε διὰ τὸ περὶ ταύτην οἰκεῖν τοὺς Ἀμάζονας. ξυνήν· κοινήν. ὁρμαίνονται· πορεύονται, κινοῦνται.

<!-- 1.599 -->Εὔξεινον· τὸν εὖ τοὺς ξένους ὑποδεχόμενον, καὶ φιλόξενον, καλόφυλον, γλυκὺν, τὸν τοὺς ξένους καλῶς ὑποδεχόμενον, εὐρυνόμενον. Εὔξεινος πόντος λέγεται ἐν τῇ Λαμψάκῳ, ὧδε δὲ λέγει τῆς Κωνσταντινουπόλεως. Εὔξεινον· ἐρχόμενοι δῆλον. μετά· εἰς, εἰς τόν. ἵνʼ· ὅπως. αὐτόθι. αὐτοῦ, ἐκεῖ. τέκοιεν· γεννήσαιεν.

<!-- 1.600 -->Ἀμφιτρίτης· ἐνί.

<!-- 1.601 -->Ἀπειρεσίοισι· ἐν πολλοῖς, τοῖς καταῤῥέουσι καὶ ἀρδευομένοις πολύ. εὐΰδροις· γλυκέσι, γλυκυτάτοις. ποταμοῖσι· τοῖς εἰσβάλλουσιν εἰς αὐτόν. Τὸν μὲν χειμωνικὸν καιρὸν ὧδʼ ἀνύουσι διὰ τὸ βαθύτατον μέρος ἀχείμαστα εἶναι, ἀπὸ τοῦ ἔαρος μέχρι τοῦ φθινοπώρου διαμένουσιν εἰς τὸν Εὔξεινον πόντον, εὔξεινον δὲ τὸν γλυκὺν λέγει ἀντὶ τοῦ καλὸν καὶ ἡδὺ καὶ προσφιλὲς τοῖς ἰχθύσιν ὕδωρ ἔχουσιν· ἢ ἐνύδροις ἀντὶ τοῦ ἐν παντὶ καιρῷ ὕδωρ ἔχουσιν ἀεννάως· πολλοὶ γὰρ τῶν ποταμῶν τούτῳ μὲν τῷ καιρῷ ἔχουσιν ἐν ἑαυτοῖς ὕδωρ, ἐν ἐκείνῳ δʼ οὐδαμῶς, φημὶ τοὺς λεγομένους χειμάῤῥους, οἱ δʼ ἐν τῷ Εὐξείνῳ πόντῳ ζέοντες ποταμοὶ οἱ πλεῖστοι αὐτῶν διὰ παντὸς τὸ ὕδωρ καὶ ἀένναον ἐν ἑαυτοῖς ἔχουσιν.

<!-- 1.602 -->Ἀρδόμενος· γεμιζόμενος, πληθυνόμενος, ἀρδευόμενος, ποτιζόμενος. πολυψάμαθοι· ἀνεῳγμένοι τόποι, οἱ πλατεῖς. ἐπιωγαί· δύσεις, καταδύσεις εἰσὶν ἐκεῖ, καταδύσεις, αἰγιαλοὶ, σκέπαι. Ἐπιωγαί· αἰγιαλοὶ ἔχοντες ἀπανεμίαν, σκέπην ἀνέμων. Καὶ ἄλλως· ἰωγή· ἐνὶ σκέπῃ, ὑφʼ ἣν ἵεται καὶ ἄγεται, οἱονεὶ ἰωαγὴ, καὶ συνθέσει ἰωγή.

<!-- 1.603 -->Οἱ· αὐτοῦ, ἐν αὐτῷ, τῷ πόντῳ. εὐφυέες· εὐθαλεῖς, καλῶς φύουσαι, καλοήθεις, καλὴν φύσιν διδόντες ἰχθύσιν, οἷον ἤθη, γεννήσεις, καὶ τὰ λοιπά· ἢ αἱ καλαὶ καὶ ἐπιτήδειαι φύειν καὶ αὔξειν τὰ τρεφόμενα ἐκεῖσε· ἢ εὐφυέες κατὰ δριμύτατον, αἱ εὖ ἔχουσαι φύσεως καὶ θήσεως, βοτανώδεις, ἀσθενεῖς. εὐκύμονες· ἥσυχοι. ἀκύμονες· ἄκλυστοι, ἥσυχοι, ἀτάραχοι· τὰ γὰρ βαθέα πελάγη οὐ τοσοῦτον ταράσσονται, καθότι οὐ καταλαμβάνει τὸ πολὺ βάθος ὁ ἄνεμος, τὰ δὲ βραχώδη ἤως βραχέα καταλαμβάνει, καὶ ἐξ αὐτοῦ τοῦ κήτους ταράσσονται αὐτὰ, ὥσπερ καὶ τὸν Εὔξεινον καλούμενον πόντον

<!-- 1.604 -->Πέτραι· σχισμαὶ βοτανώδεις. γλαφυραί. κοῖλαι, βαθεῖαι. χηραμοί· φωλεοὶ, κατοικήσεις. ἰλυόεντες· ἰλυώδεις, καὶ βορβορώδεις, ἐπικρυπτικοί.

<!-- 1.605 -->Ἀκταί· ἄκραι. ἄκραι· ἐπαναστάσεις, ἀκρωτήρια.

<!-- 1.606 -->Οὔτε· οὐδαμῶς. ἀνάρσιον· ὀλέθριον ἀπὸ τοῦ ἀναιρῶ τὸ φονεύω καὶ σκυλεύω, ὀλέθριον, ἄδικον, βλαβερὸν, οὐκ ἔστιν ἐν τῷ τοιούτῳ κόλπῳ. ἀνάρσιον· ἐχθρόν. φονευτικόν. πῆμα· βλάβη.

<!-- 1.607 -->Ἐντρέφεται· αὐξάνεται. ὀλέθριον· παρὰ τὸ ὅλως θρασὺ, θανατηφόρον. οὐδὲ μὲν ὅσσοι· οὐδʼ οἱ πολύποδες, περιφραστικῶς. οὐδέ· οὐ μήν. μέν· μιν.

<!-- 1.608 -->Δυσμενέες· ἐχθροὶ, κακοί. βαιοτέροισιν· μικροῖς, μικροτεροῖς. δυσμενέες ἐπʼ ἰχθύσι βαιοτέροισιν· οἱ ἐχθροὶ τῶν μικρῶν ἰχθύων.

<!-- 1.609 -->Ὁλκοί· περιφραστικῶς, σώματα, ἤως οἱ πολύποδες, οὐ τὰ σώματα. πουλυπόδων· οἱ πολύποδες. πάγουροι. οἱ μεγάλοι δῆλον.

<!-- 1.610 -->Παῦροι· ὀλίγοι, μικροί. δελφῖνες· κῆτός ἐστιν ὁ δελφὶν ὁ μέγας. ἀκιδνότεροι· ἀσθενέστεροι· ἀσθενέστεροι, ἀσθενεῖς.

<!-- 1.611 -->Κητείης γενεῆς· ἀπό· τῶν κητῶν γὰρ καὶ ὁ δελφίν. κητείης· πανταχοῦ τοὺς μεγάλους ἰχθῦς κήτη λέγει, οὕτως δὲ καὶ ἐνθάδε τοὺς δελφῖνας. ἀκηδέες· ἀβλαβεῖς, ἄλυποι, μηδὲν ἰχθὺν βλάπτοντες, ἀφρόντιστοι, ἀφρὸν τροφόν· ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ κήδω τὸ βλάπτω, τὸ κήδω δὲ σημαίνει τὸ φροντίζω, τὸ βλάπτω, τὸ ἐπιγαμβρεύω, καὶ τὸ ἐνταφιάζω, ἐξ οὗ καὶ κηδεία ὁ ἐνταφιασμός. ἐννεμέθονται· οἰκοῦσι, βόσκονται, ἐν τῷ πόντῳ.

<!-- 1.612 -->Κεχαρισμένον· εὐφρόσυνον, χαριέστατον. ὕδωρ· καὶ ἡ θάλασσα ἐκείνη.

<!-- 1.613 -->Ἐκπάγλως· ἐξόχως, ἔξω πάσης γλώττης, λίαν, ἐκπληκτικῶς ἀπὸ τοῦ ἔξω εἶναι πάσης γλώσσης. ἐπισπεύδουσιν· γράφεται ἐπισπέρχουσιν. ἐπισπέρχουσιν· ἐπείγονται, ἐπιθυμοῦσιν. νέεσθαι· πορεύεσθαι, βόσκεσθαι· γράφεται νέμεσθαι.

<!-- 1.614 -->Στέλλονται· ἐκεῖσε, πορεύονται, παραγίνονται. ἅμα· ὁμοῦ. ὁμιλαδόν· ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἴλη ἡ τάξις, κατὰ τάξιν, ὁμοῦ, συνηθροισμένοι, συνηγμένως.

<!-- 1.615 -->Εἰς ἕν· ὁμοῦ, μία, ἤως μία καὶ ἡ αὐτή. κέλευθος· ὁδὸς, ὁδοιπορία.

<!-- 1.616 -->Πομπή· πρόοδος, κίνησις. ῥιπή· ὁρμή. ἄψ· εἰς τοὐπίσω, ἡ εἰς τοὐπίσω ἐπιστροφή. αὖ· γράφεται ἄψ. παλινόστιμος· ὀπισθόδρομος, μεθυποστρέψιμος, ὀπισθόρμητος. ὁρμή· κίνησις.

<!-- 1.617 -->Ἀνύουσι· διέρχονται, τελειοῦσι, πορεύονται. βοὸς πόρον· ἢ τὸν βόσπορον πόντον. αἰολόφυλοι· ποικιλόφυλοι, ποικιλογενεῖς, οἱ ποικίλοι.

<!-- 1.618 -->Ἐσμοί· πλήθη, πληθύες. Βεβρυκίνη· τὴν Τρωϊκὴν, ἐπὶ τὴν Βεβρυκίην, τὴν θάλασσαν τὴν Βιθυνίαν. Βεβρυκίαν λέγει τὴν θάλασσαν ἐκ τοῦ βρύχεσθαι, ἢ ὅτι παράκειται τὸ ἔθνος τῶν Βεβρύκων. παρέξ· ἐκτὸς, διακεχωρισμένα, ὁρμητικῶς, διακεχωρισμένως διέρχονται.

<!-- 1.619 -->Στεινόν· ἐπὶ τὸ στεινὸν τοῦ πόντου· ὁ βόσπορος οὖν ὁ τῇ Λαμψάκῳ Εὔξεινος πόντος καὶ ὁ τῆς Κωνσταντινουπόλεως, ὅτι καὶ ὧδε καὶ ἐκεῖ βοῦς ἡ Ἰνὼ ἐπέρασεν. ἀμειβόμενοι· διερχόμενοι, παρερχόμενοι. πόρον· ἤγουν τὸν Ἑλλήσποντον. ἀμφιτρίτης· θαλάσσης. ἀμειβόμενοι ἔρχονται πάλιν που εἰς τὸν Ἄτλαντα. διʼ ἣν αἰτίαν ἔρχονται; ὅτι πρῶτον ἔφυγον διὰ τὴν τοῦ χειμῶνος σφοδρότητα εἰς τοὺς Αἰθίοπας καὶ εἰς τὸν Νεῖλον, καὶ διὰ τοῦτο πάλιν ἔρχονται εἰς τὸν Ἄτλαντα, ἄλλοι δὲ λέγουσιν, ὅτι δύο εἰσὶν Ἄτλαντες, ὁ μὲν εἷς Λιβυκὸς, εἰς ὃν εἴσι καὶ ἡράκλειαι στῆλαι, ὁ δʼ ἕτερος κείμενος πρὸς τὴν Αἰθιοπίαν.

  
Μῦθος παλαιὸς, ὡς Ἄτλας νώτοις φέρει  
  
τὸν οὐρανὸν, κάτωθεν ἐκ γῆς ἀνέχων.  
  
σὺ γοῦν ἀκούων, γνῶθι τοῦτʼ ἀλληγόρως·  
  
ὄρος γὰρ Ἄτλας Λιβύων ἐν ἐσχάτοις,  
  
οὗ τὴν κορυφὴν ἐκ νεφῶν κεκρυμμένην  
  
εἶναι δοκοῦσιν οὐρανοῖς συνηγμένην·  
  
ἐντεῦθεν οὖν Ἕλλησιν ἡ μυθουργία,  
  
Ἄτλαντα νώτοις εἰσαεὶ πόλον φέρειν.  

<!-- 1.620 -->Ὡς· παραβολὴ, παράδειγμα. Αἰθιόπων· γαιῶν δῆλον τῆς Αἰθιοπίας. Αἰγύπτοιο· Νείλου· Νεῖλος ἀπὸ τοῦ ἕλκειν νέαν ἰλύν. ῥοάων· τῶν ῥευμάτων, ῥευμένου, τῶν τῆς Αἰγύπτου.

<!-- 1.621 -->Ὑψιπετής· ὁ ἐν τῷ ὕψει πετόμενος. ἔρχεται· κινεῖται, πέτεται· σημείωσαι ὅτι τὸ ἔρχεται ὧδε τὴν ἄνωθεν κἀκεῖθεν φοράν. ἠεροφώνων· ἐν τῷ ἀέρι φωνουσῶν, τῶν ἐν τῷ ἀέρι φωνούντων, ἀέρα φωνούντων.

<!-- 1.622 -->Ἄτλαντος· ὄνομα ὄρους ἐν τῇ Λιβύῃ. νιφόεντα· χιονώδη, ψυχρόν. πάγον· ἀκρωτήριον, ὄρος, καὶ τὴν πέτραν. φυγοῦσαι· λιποῦσαι. λιποῦσαι· γράφεται φυγοῦσαι. γράφεται λυποῦσαι πρὸς τὸ σημαινόμενον πρῶτον.

<!-- 1.623 -->Πυγμαίων· πιθήκων. ὀλιγοδρανέων· ὀλιγοσθενῶν, ἀσθενῶν, ὀλιγοδυνάμων. ἀμενηνά· ἀσθενῆ. γένεθλα· γεννήματα. γένεθλα· γράφεται κάρηνα· καινοπρεπὲς τὸ σχῆμα.

<!-- 1.624 -->Τῇσι· τοῖς γεράνοις, ταῖς γεράνοις. ἀνιπταμένῃσι· πετομέναις. στίχας· τάξεις. κατὰ στίχας· κατὰ τάξιν. εὐρέες· πλατέες, πλατεῖς. ἐσμοί· τάξεις, πλήθη.

<!-- 1.625 -->Σκιάουσιν· ἢ κατάσκιον ποιοῦσιν. ἄλυτον· ἀδιάλυτον, οἷον μὴ ἀναλυόμενον, ἀκατάλυτον. ὄγμον· τάξιν, καὶ ὄρδινον, νόμον, ἢ ἦχον· ὄγμος σημαίνει βʹ τὴν ἐπίστιχον φυτείαν, καὶ ἐτυμολογεῖται ἀπὸ τοῦ ἄγεσθαι, καὶ τὴν αὔλακα, καὶ γίνεται ἀπὸ τοῦ οἴγω τὸ ἀνοίγω.

<!-- 1.626 -->Τέμνουσι· κόπτουσιν. φάλαγγες· τῆς ἁλὸς, τάξεις· γράφεται καὶ κέλευθα. κέλευθα· γράφεται φάλαγγες·

<!-- 1.627 -->Εὔξεινον· καλόφιλον, γλυκύν. μετά· γράφεται μέγα. περιπλήθει· γεμίζει, γεμίζεται, πληροῦται, τῶν ἰχθύων.

<!-- 1.628 -->Πυκνόν· συχνὸν, πολὺ, πυκνῶς. πυκνῶς· συχνῶς. ὑποφρίσσουσα· ἀφρίζουσα, ταρασσομένη, ἀφριῶσα, ὑποκυμαίνουσα, κύματα ἐγείρουσα. λατυσσομένη· ταρασσομένη, τυπτομένη, κρουομένη, ὀνοματοπεποιημένη ἡ λέξις. πτερύγεσσιν· διὰ τῶν πτερύγων τῶν ἰχθύων.

<!-- 1.629 -->Ἐπειγόμενοι· σπεύδοντες, σπουδάζοντες, διερχόμενοι. δολιχὸν στόλον· μακρὰν ὁδόν. στόλον· ὁδὸν, πόνον. ἀμπαύσωσι· τελειώσουσιν, ἀναπαύσωσιν.

<!-- 1.630 -->Τόκον· γένναν, τὴν γέννησιν· ἅμα γὰρ τῷ παυθῆναι ἀπὸ τῆς ὁδοῦ καὶ τῶν ἑαυτῶν τόκον ἀποφορτίζονται. ἀλλʼ ὅτε μέτρα παραστείχῃσιν ὀπώρης· ἀλλʼ ὅτε παρέλθῃ ὁ τοῦ θέρους καιρὸς, τὸ φθινόπωρον παρέλθῃ. παραστείχωσιν· παρέλθωσιν.

<!-- 1.631 -->Νόστου· ὑποστροφῆς, ἐπιστροφῆς. κρυερώτερον· χαλεπώτερον, ψυχρότερον.

<!-- 1.632 -->Κατασπέρχει· κατεπείγει, βιάζεται, καταπονεῖ, καταπνέει, καταλαμβάνει, κινεῖ. κείνην ἅλα· τὴν Εὔξεινον, τὴν μαυρὴν θάλασσαν. δινήεσσαν· συστρεφομένην, ταραχώδη, τὴν κυματώδη.

<!-- 1.633 -->Τηλεβαθής· πολυβαθὴς, ἔχουσα βάθος μακρὸν, τουτέστιν ἐπιμήκη βάθη ἔχουσα· τὰ γὰρ βαθέα πελάγη οὐ τοσοῦτον ὑπὸ τῶν ἀνέμων ταράσσονται, καθότι οὐ διέρχεται πολὺ βάθος αὐτῶν. στυφελίζετʼ· ταράσσεται, κινεῖται, κλυδωνίζεται.

<!-- 1.634 -->Μιν· αὐτὸν τὸν πόντον, αὐτὴν, λίμνην, τὴν Μαιώτιδα λίμνην. ἐπιῤῥήσσουσιν· ῥηγνύουσι, διασχίζουσι, ταράσσουσιν. ὑπερφίαλοι· μεγάλοι, ἄδικοι, βίαιοι, δεινοί. ὀλοοί· ὀλοθρευταὶ, κακοὶ, ὀλέθριοι.

<!-- 1.635 -->Ἀλυσκάζοντες· ἐκφεύγοντες, οἱ ἰχθύες, ἐκκλίνοντες ἀπὸ τῆς Σινωπικῆς θαλάσσης. Ἀμαζονίης· τῆς μεγάλης θαλάσσης, τῶν Ἀμαζόνων· Ἀμαζονίδα λίμνην λέγει τὴν θάλασσαν τὴν παρὰ τὴν Ἀμαζονίδα νῆσον· εἰς γὰρ τὸν Εὔξεινον πόντον οἰκοῦσιν αἱ Ἀμαζονίδες· τὴν θάλασσαν λέγει, ὅπου τῶν Ἀμαζόνων νῆσος, Ἀρτιὰς καλουμένη· περὶ γὰρ τὸν Εὔξεινον πόντον οἰκοῦσιν αἱ Ἀμαζόνες. λίμνης· τῆς Μαιώτιδος.

<!-- 1.636 -->Αὖτις· ἰωνικὸν, εἰς τοὐπίσω, πάλιν. τεκέεσσι· τοῖς τέκνοις. ὑποτροπάδην· ὑποστρεπτικῶς, ὑπονοστίμως, ἐξ ὑποστροφῆς. φορέονται· φέρονται, πορεύονται.

<!-- 1.637 -->Σκίδνανται· σκορπίζονται, διαχωρίζονται. τρέψονται· μέλλουσι τραφῆναι. τρέφονται· γράφεται τρέψονται.

<!-- 1.638 -->Ὅσα· γένη. μαλάκεια· ἀνόστεα· γράφεται καὶ μαλάκια παρὰ τὸ μαλακὰ εἶναι· ἐνταῦθα λέγει τὰς σηπίας καὶ τὰ ὅμοια μαλακὰ καὶ ἀνόστεα. τὰ μαλάκια ἄναιμα ὄντα, ἀνόστεα, ἀφολίδωτά τε καὶ ἀλεπίδωτα ὠοτοκοῦσι, τὰ δὲ σελάχια, ἤτοι τὰ ὀστώδη μὲν, ἀφολίδωτα δὲ καὶ ἀλεπίδωτα ζωοτοκοῦσιν. τὰ ἀναίμονα καὶ τραγανὰ τῶν ἰχθύων καὶ ἀνόστεα σελάχεια λέγεται, ὅσα λεπίδας οὐκ ἔχει, οἷον μύραινα, γόγγροι, νάρκη, τρυγὼν, βοῦς, γαλεὸς καὶ τὰ μείζονα τούτων καὶ κητώδη λεγόμενα, ὡς δελφὶν, φάλαινα, φώκη, καὶ τούτοις δὴ συμβέβηκε μόνοις τοῖς ἐνύδροις ζωοτοκεῖν· μαλάκια δὲ, ὅσα ὀστέα οὐκ ἔχει, καὶ ἀφολίδωτα. μαλάκια τὰ μὴ ἔχοντα ὀστέα, ἢ ὡς ἁπαλὰ καὶ μαλακὰ, οἷον πολύπους, σηπία, τευθὶς, ἀκαλήφη, καὶ εἴ τι ἄλλο τοιοῦτον· πάντα γὰρ ταῦτά φησι ταῖς ὠοφόροις ὠδῖσι πεφρόντισται, τουτέστιν ὠοτοκοῦσιν. φατίζεται· λέγονται, καλεῖται, ὀνομάζεται. οἷσί τʼ· καὶ τούτοις, οἷστισί τε τῶν ἰχθύων τῶν ἀνοστέων τῶν ἐχόντων τραγανὰ, ὧντινων.

<!-- 1.639 -->Φυή· τὸ σῶμα, ἡ αὔξησις, ἡ διάπλασις. ἀνόστεος· τὰ πολυπόδια λέγει.

<!-- 1.640 -->Λεπίσι· λεπίς ἐστιν ἡ ἀποξεομένη, φολὶς δʼ ἡ ἄνω τοῦ δέρματος οὖσα· ἡ γὰρ λεπὶς μετὰ τὸ ἀποξεσθῆναι ἔχει τὸ δέρμα. λεπὶς καὶ φολὶς διαφέρει· ἡ γὰρ λεπὶς λεπτὴ καὶ ἀσθενὴς, ἡ δὲ φολὶς στερεὰ καὶ ὀστώδης. λεπὶς καὶ φολὶς διαφέρει· φολὶς μὲν γὰρ ἡ στερεὰ καὶ ὀστρεώδης, λεπὶς δʼ ἡ λεπτὴ καὶ ἀσθενὴς, ἧς ἀποξεομένης, ὑποκάτω τὸ δέρμα ἐστίν· τὰς καρίδας λέγει. φολίδεσσιν· αὐτοδέρμασιν· φολὶς ἡ αὐτοδέρματος οὖσα λεπὶς, διότι μετὰ τὸ ξεσθῆναι αὕτη ἔχει δέρμα. Ἄλλως· σημείωσαι ὅτι φολὶς καὶ λεπὶς διαφέρει, καὶ φολὶς μέν ἐστι στερεὸν καὶ ὀστῶδες, λεπὶς δὲ τὸ λεπτὸν καὶ ξεόμενον.

<!-- 1.641 -->Φρακτά· ὡπλισμένα, ἐσκεπασμένα· φρακτά· ὡπλισμένα· φράζεσθαι γὰρ τὸ ὁπλίζεσθαι, ἐξ οὗ καὶ στρατιῶται φρακτοὶ καὶ κατάφρακτοι. τά· ταῦτα. ὠοφόροισιν· ἐν, ὠὰ γεννῶσιν. ὁμῶς· ὁμοῦ, ὁμοίως. ὠδῖσι· γένναις. βάλλονται· ὀδυνῶνται. μέλονται· φροντίζουσιν ὠοφόρων ὠδίνων, ὑπόκεινται, φροντίζονται.

<!-- 1.642 -->Κυνός· τοῦ θαλασσίου· ἐκ δὲ τοῦ κυνὸς τοῦ λάβρου καὶ τοῦ ἀετοῦ, οὗτοι δʼ εἰσὶν ἰχθύες ἐκ τῶν λεγομένων σελαχείων, καὶ τῶν ἐν τοῖς ἰχθύσιν ἀναστρεφομένων βασιλέων δελφίνων, πρὸς δὲ καὶ τῆς φώκης τῆς βοώπιδος εὐθέως οἱ παῖδες, ἤως τὰ γεννήματα ἐοικότα τοῖς γονεῦσι φαίνονται, τουτέστι κατʼ αὐτὰ τὰ γένη· οὐ γὰρ ὠοτοκοῦσι πρῶτον καὶ εἶτα ζωοτοκοῦσιν, ἀλλʼ εὐθέως ζωοτοκοῦσιν· διὸ καὶ τὰ ζωοτοκούμενα ὅμοιά ἐστι τοῖς τοκεῦσιν, ἢ τοῖς γεννῶσιν αὐτὰ, τὰ δʼ ὠὰ οὐχ ὅμοια. λάβροιο· ὁρμητικοῦ, λαιμάργου, ἰσχυροῦ. αἰετοῦ· εἶδος ἰχθύος· ἀετὸς ἀπὸ τοῦ ἀεὶ καὶ τοῦ ἔτος ὁ χρόνος· πολλὰ γὰρ ἔτη ζῇ. ὅσσα· καὶ ἁπλῶς εἰπεῖν.

<!-- 1.643 -->Κληΐζονται· καλοῦνται, ὀνομάζονται. σελάχεια· μὴ ἔχοντα βράγχια, τὰ ἔχοντα βράγχια, μαλακά. σελάχια· τὰ μὴ ἔχοντα λεπίδας. ἰχθυνόμων· τῶν μεγάλων νεμομένων περὶ τοὺς ἰχθύας, τῶν περὶ τοὺς ἰχθύας νεμομένων, εἷς.

<!-- 1.644 -->Βοώπιδος· τῆς μεγαλοφθάλμου, τῆς καλοφθάλμου. αὐτίκα παῖδες· τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν ὠοτόκων· καὶ ἐκείνοις γὰρ γίνονται μὲν παῖδες, πλὴν οὐκ εὐθὺς, ἀλλʼ αὐτίκα μὲν ὠὰ, παῖδες δʼ ὕστερον ἐξ ὠῶν.

<!-- 1.645 -->Ἐκ γενεῆς· ἐξ αὐτῆς γεννήσεως. ἐκ γενετῆς· ἀπὸ γενέσεως εὐθὺς, ἐκ πρώτης γέννας. γενετῆς· γράφεται γενεῆς. ἀνέχουσιν· ἀναφύουσιν, ἀναδίδονται, ἀναπηδῶσι, γεννῶνται, ἐξέρχονται, ἀναδιδόασι, προέρζονται.

<!-- 1.647 -->Ζωοτόκοι· οἱ γεννῶντες ζῶα. ἀμφιέπουσι· περισκέπουσι, φυλάσσουσιν. γενέθλην· τὰ τέκνα, τὰ γεννήματα, τὰ ἴδια τέκνα, τὰ τικτόμενα σώματα.

<!-- 1.648 -->Οὔπω· οὐδόλως. θεώτερον· θαυμαστότερον, προνοητικώτερον, ταχύτερον, καταπληκτικώτερον, ὀξυνόστως θαυμαστότερον.

<!-- 1.649 -->Ὡς· ὅτι. ὡς ἐτεόν· κατʼ ἀλήθειαν, ἀληθῶς, ὡς ἀληθές. Λόγος σημαίνει ιαʹ· λόγος λέγεται ὁ ἐξ ἀναλωμάτων, ὃς λέγεται καὶ τραπεζικὸς, οὗ μέμνηται καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς «τὸν μὲν τῶν χρημάτων λόγον παρὰ πάντων λαμβάνειν, τὸν δὲ τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ.» λόγος λέγεται καὶ ὁ γεωμετρικὸς, οἷον· ἔχει λόγον τὸν ἡμίπηχυν πρὸς τὴν πῆχυν, καὶ δίπηχυν πρὸς τὸ τετράπηχυ. λόγος λέγεται καὶ ἡ φροντὶς, ὡς καὶ παρὰ Μενάνδρῳ·

  
Οὐδὲ λόγον ὑμῶν, οὐδʼ ἐπιστροφὴν ἔχω,  
γίνεται δὲ παρὰ τὸ λέγω τὸ φροντίζω. λόγος λέγεται καὶ ὁ ἐκ κλημάτων καὶ ἐπιφορᾶς, οἷον· ἡμέρα ἐστὶ, φῶς ἐστι, τοῦτο λῆμμα. λόγος λέγεται καὶ ἡ λογικὴ κατασκευὴ, καθό φαμεν τοὺς ἀνθρώπους λόγον ἔχειν, τὰ δʼ ἄλογα μή. λόγος λέγεται καὶ ἡ δύναμις, ὡς λέγεται κατὰ φυσικὸν λόγον ὀδοντοφυεῖν τὰ ζῶα καὶ γένεια φέρειν, οἷον κατὰ φυσικὰς καὶ σπερματικὰς δυνάμεις. λόγος λέγεται καὶ ἡ συμπλεκομένη φωνὴ τῷ διανοήματι, οἷον τὸ ἄπελθε· τοῦτο γὰρ καὶ λέξεις, ὃ τετύχηκεν, οὗ καὶ λόγος διὰ τὸ εὐτελὲς τοῦ δηλουμένου. λόγος λέγεται καὶ ὁ δηλῶν τὸ αὐτοτελὲς, καθὸ, τινὸς εἰπόντος ἐλλειπῶς φαμεν· τελείωσον τὸν λόγον. λόγος λέγεται καὶ αὐτὸ τὸ βιβλίον, οἷον· δός μοι τὸν κατʼ Ἀνδροτίωνος λόγον. λόγος λέγεται καὶ ὁ ἔκτασιν ἔχων τοῦ σπερματικοῦ, οἷον καλὸς ὁ κατὰ Μόδου λόγος Δημοσθένους. λόγος λέγεται καὶ ἀπόθεσις, οἷον· δέδεξο τὸν λόγον τοῦ δράματος. Μυθεύεται περὶ δελφίνων, ὅτι ἄνθρωποι ἦσαν πειραταὶ θαλάττιοι ἢ λῃσταὶ, οἵτινες περιπλέοντες ἐν ταῖς Βάκχαις τοῦ Διονύσου, καὶ χρήματα ἐν τῇ νηῒ ἔχοντες, ἔριν αὐτῷ θέμενοι διὰ τοῦτο καὶ συμβαλόντες ἰχθύσιν ὅμοιοι γεγόνασιν. Μυθεύεται, ὅτι οἱ δελφῖνες ἦσαν ἄνδρες οἰνοπράται, διότι δʼ ἐμίγνυον τὸν οἶνον ὕδατι, βουλῇ τοῦ Διονύσου μετεβλήθησαν εἰς ἰχθύας. Ἰκάριός τις οἶνον διονυσιακὸν κοθρίζων περὶ μίαν τῶν Κυκλάδων ἐπεξενώθη τοῖς ἐκεῖσε οἰκήτορσιν, οἵτινες χοναῖς βουλαῖς πιόντες τὸν οἶνον τὸν ἐναπολειφθέντα ὕδατι κεκεράκασιν, ὅπερ μαθὼν ὁ Διόνυσος ἐξῆλθε κατὰ τῶν ἀνδρῶν, τοῦτο δὲ γνοὺς ὁ Ἰκάριος καὶ μέλλων τὰ δεινὰ παθεῖν παρὰ τοῦ Διονύσου παρακλήσει Διὸς κατηστερίσθη πρὸς οὐρανὸν, καί ἐστιν αὐτὸς ὁ λεγόμενος Ἀρκτοῦρος, οἱ δʼ ἐγχώριοι φεύγοντες τὸν Διόνυσον παρακλήσει Διὸς σάρκας ἰχθύων περιεβάλλοντο. φῶτες· ἄνθρωποι, ἄνδρες. ἔσαν· ἦσαν, ἰωνικῶς. πάρος· πρότερον, ἔμπροσθεν.

<!-- 1.650 -->Διωνύσοιο· ἀττικῶς, μέγα τὸ ω, μικρὸν δʼ ἐκτείνει τὸ ἀμετάβολον, ἰωνικὸν, ἔκτασις. βουλῇ· προσταγῇ.

<!-- 1.651 -->Ὑπημείψαντο· ἀντηλλάξαντο, ἠλλάξαντο, τῆς γῆς δηλονότι, εἰς θάλασσαν τὴν χέρσον δῆλον ἀντηλλάξαντο, ἀμειφθέντες ὑπῆλθον, ἄνθρωποι ὄντες ἰχθῦς ἀνεδύσαντο. ἰχθύας ἀμφεβάλοντο· ὡς ἐγένοντο ἰχθύες, περιεβάλοντο τὴν αὐτὴν φύσιν. ἀμφεβάλοντο· περιεβάλοντο, ἐνεδύθησαν, σάρκας περιεβάλοντο, περιέθηκαν.

<!-- 1.652 -->Γυίοις· ἐν, μέλεσι, τοῖς ἑαυτῶν δῆλον. ἄρα· δή. θυμός· ἡ ψυχὴ, αὐτῶν, ἡ προθυμία. ἐναίσιμος· συνετὸς, δίκαιος, ἐπαύσετο, θυμὸς ἐναίσιμος, ἤτοι ὁ θυμὸς αὐτῶν δίκαιος καὶ προσηνὴς καὶ μέχρι τοῦ νῦν σώζει καὶ φυλάττει τὴν ἀνθρωπίνην φρόνησιν καὶ τὰ ἔργα, καὶ οὐχ ὡς ἰχθύες διαιτῶνται. εἰσέτι· καὶ ἀκμήν.

<!-- 1.653 -->Ῥύεται· σώζεται αὐτὴν, φυλάσσει, ἔχει, ἀνδρομένην· ἀνθρωπίνην, τὴν τῶν ἄνδρων. φρόνιν· φρόνησιν, ἀττικῶς· ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα· φυλάσσεται καὶ ὧδε τὸ ἐνεργητικὸν καὶ ἀντιπαθητικόν.

<!-- 1.654 -->Ὠδίνων· διά. δίδυμον γένος· δύο γένη τίκτει· δύο γὰρ μόνα τίκτει ὁ δελφὶν καὶ γάλακτι τρέφει. διπλῆ γενεά.

<!-- 1.655 -->Αὐτίχʼ· ἡνίκα. ἐγένοντο· ἐγεννήθησαν. τεκοῦσαν· μητέρα.

<!-- 1.656 -->Νηχόμενοι· πλέοντες. σκαίρουσι· πηδῶσι, σκιρτοῦσιν. ἐνδύνουσιν· εἰσέρχονται. ὀδόντων· τῶν μητρικῶν.

<!-- 1.657 -->Δηθύνουσιν· βραδύνουσιν· δηθύνω τὸ βραδύνω ἀπὸ τοῦ δὴν ἐπιτατικοῦ μορίου καὶ τοῦ θύνω τὸ βραδύνω.

<!-- 1.658 -->Φιλοφροσύνῃσιν· ἀγάπαις, δεξιώσεσι, φιλίαις. ἀνίσχεται· ὑπομένει, ἀνέχεται, ἀνατείνεται, κρατύνει, ἐφέλκεται, ἐνδίδωσιν.

<!-- 1.659 -->Στρωφᾶται· στρέφεται, περιστρέφεται, περικυκλοῖ, κινεῖται. γανόωσα· χαίρουσα, καλλωπιζομένη, εὐφραινομένη. καγχαλόωσα· γελῶσα, εὐφραινομένη, εὐφραινομένη λίαν, ὑπερβαλλόντως χαίρουσα, λίαν χαίρουσα· ὥσπερ ἐκ τοῦ χῶ τὸ χέω γίνεται χαίρω, οὕτως καὶ ἐκ τοῦ χῶ χαλῶ καγχαλῶ κατὰ ἀναδιπλασιασμὸν, καὶ καγχαλόω ἰωνικῶς.

<!-- 1.660 -->Ἀμφοτέροισι· τοῖς δυσὶ τέκνοις, τοῖς παιδίοις. παρίσχεται· παρέχει, δίδωσιν, ἐνδίδωσιν. οἶον· ἕνα. ἑκάστῳ· ἑνί. Οἷον ἑκάστῳ ἀντὶ τοῦ ἑνὶ ἑκάστῳ αὐτῶν πρὸς ἕνα γάμον μαζὸν δίδωσιν· δύο γὰρ ἔχει καὶ ὥσπερ ὁ ἀρσενικὸς δελφὶν ἀνδρὶ παραπλησίως ἔχει δύο αἰδοῖα, οὕτως καὶ ἡ θήλεια ὁμοίως γυναιξὶ τοὺς δύο μαζοὺς ἔχει. οἶον ἑκάστῳ· ἀντὶ τοῦ ἕνα μαστὸν ἑνὶ τέκνῳ, οἷον ἀνʼ ἕνα. ἀμφότερον· δύο γὰρ ἔχει μαστοὺς ἡ θήλεια καὶ δύο τέκνα, καὶ ὥσπερ ὁ ἄρσην αἰδοῖον ἔχει ἀνθρώπινον, οὕτως καὶ ἡ θήλεια ὁμοίως γυναιξὶ μαστοὺς ἔχει δύο.

<!-- 1.661 -->Θήσασθαι· ὥστε θηλᾶσαι. λαρόν· γλυκὺ, ἡδὺ, γλυκύτατον, ἐπιθυμητόν· τὸ εἰπεῖν γάλα λευκὸν τοῦτο ἐπιχαριεντισμὸς, ὡς τὸ εἰπεῖν κόρακα μαυρόν· λαρὸν ἀπὸ τοῦ λῶ τὸ ἀπολαύω, ἐξ οὗ καὶ λαιμός. γάλα λαρόν· ἢ λευκόν· χαριεντισμὸς τὸ σχῆμα· γάλα λευκὸν, ἢ κόρακα μέλανα. οἱ· αὐτῇ. ὤπασε· παρέσχεν δαίμων· ὁ θεὸς, ἡ τύχη, ἡ μοῖρα.

<!-- 1.662 -->Οἷα· πέλει.

<!-- 1.663 -->Τόφρα· ἕως καιροῦ, ἕως τότε, εἰς τοσοῦτον, μέχρι ὀλίγου, ὥστε τότε, ἐπὶ τοσοῦτον τοιαύταις ἀνατροφαῖς ἐν φροντίδι ᾖ. τοίῃσι· ἐν. τιθηνείῃσι· ἀνατροφαῖς, ταῖς τροφαῖς τοῦ γάλακτος. μέμηλεν· φροντίδα ἔχει, διὰ φροντίδος ὑπάρχει, ἕως νηπιάζει, πρόσκειται, φροντίζειν ἀνάκεινται.

<!-- 1.664 -->Κουρίζουσιν· ἀκμάζουσι, νέοι ὦσιν. κουρίζωσιν· ἀκμάσωσιν, ἀκμάζωσιν, αὐξήσωσιν, νέοι γένωνται. ἑὸν σθένος· κατὰ, τὴν ἰδίαν δύναμιν.

<!-- 1.665 -->Ἡγήτειρα· ὁδηγὸς, ἀγωγὸς, ἡγεμών.

<!-- 1.666 -->Ἱεμένοις· προθυμουμένοις, πορευομένοις. διδάσκεται· ἀντὶ τοῦ διδάσκει.

<!-- 1.667 -->Πάρος· ἔμπροσθεν. ἑκάς· μακρόθεν, καὶ πόῤῥω. ἀπολείπει· ἀπολείπεται, καταλιμπάνεται.

<!-- 1.668 -->Πρίν· ἕως ὅτου. ἡβήσωσι· αὐξήσωσι, στερεωθῶσι, λάβωσιν. τελεσφόρα· τέλεια, τὰ εἰς τελειώτατον φέροντα.

<!-- 1.669 -->Ῥυτῆρες· φύλακες. Ἀλλʼ ἀεὶ ῥυτῆρες· ἕπονται αἱ μητέρες, ἤως ἐπίσκοποι, ἤτοι ἕπονται φύλακες, ἐπιφροντισταὶ, ἐπιμεληταί. ἐπίσκοποι· ἐπόπται, θεωρητικαὶ τῶν ἰδίων τέκνων, ἐπιόπται, θεωρηταὶ, ὡς βαϊοῦλοι, ἐπιτηρηταί.

<!-- 1.670 -->Οἷον δή· ἀποστροφὴ τοῦ λόγου πρὸς τὸν βασιλέα, μέγα. Οἷον δή ποτε θεάσῃ· πρὸς τὸν βασιλέα ὁ λόγος· ἢ θαυμάσεις, ὅτε πλώων, ὅτε πλέων σὺ, ὦ βασιλεῦ, θεάσῃ τὰς εὐειδεῖς ἀγέλας τῶν δελφίνων, τὸν ἵμερον τῆς θαλάσσης, ὃν ἐπιθυμοῦσι πάντες ὁρᾷ. μετά· ἐν. θηήσαιο· θαυμάσῃ, θαυμάσεις.

<!-- 1.671 -->Τερπωλήν· τὴν εὐφροσύνην, χαράν. ἐρόεσσαν· ἐπέραστον, ἐπιθυμητήν. πλώων· πλέων, σὺ ὦ βασιλεῦ, πλεύσεων. ἐσίδηαι· θεάσῃ, ἴδῃς.

<!-- 1.672 -->Εὐκραεῖ· γαληνῇ, εὐκράτῳ, μετρίᾳ, πρᾳείᾳ. δεδοκημένος· προσέχων, ἐπιτηρῶν, στοχασάμενος.

<!-- 1.673 -->Ἵμερον· εὐπρέπειαν, καλλονὴν, ἐπιθυμίαν, καὶ τὴν εὐφροσύνην, τὸ ποθεινὸν γένος τῆς θαλάσσης λέγω.

<!-- 1.674 -->Οἱ μέν· οἱ παῖδες, τῶν δελφίνων. προπάροιθεν· ἔμπροσθεν. ἀολλέες· ὁμοῦ, συνηθροισμένοι. κοῦροι· νέοι.

<!-- 1.675 -->Ἠΐθεοι· ἄζυγες νέοι, νεώτεροι, παρθένοι. στείχουσι· προέρχονται. νέον· νεαρόν. ὥστε· ὡσανεί.

<!-- 1.676 -->Ἀμειβόμενοι· ἀποτελοῦντες, διερχόμενοι, τυποῦντες, περιερχόμενοι. πολυειδέα· πολλοὺς ἀνθρώπους ἔχοντα, ποικίλον. ποικιλοδίνην· πολύστροφον.

<!-- 1.677 -->Τοίδʼ· οἱ γεννήτορες, οὗτοι, οἱ πατέρες. ὄπισθεν· ὀπίσω αὐτῶν. μεγάλοι· ὑπάρχοντες, οἱ ὑπερέχοντες. ἔξοχοι· ὑπερέχοντες. ἀπάτερθεν· ἀπὸ μακρόθεν, πόῤῥωθεν, χωρὶς, μακράν.

<!-- 1.678 -->Ἔρχονται· πόῤῥωθεν. τεκέων· παίδων, τῶν γεννητόρων. φρουρός· φυλακτικὸς, καὶ φύλαξ. ὥστε· λέγω. ἁπαλοῖς· νεαροῖς.

<!-- 1.679 -->Φερβομένοις· βοσκομένοις, στρεφομένοις. ἀμνοῖς· ἀρνίοις, τοῖς νέοις προβάτοις.

<!-- 1.680 -->Ὡς δʼ ὅτε· παραβολὴ, παράδειγμα. μουσοπόλων· ἢ σχολῆς, ἀπὸ τῶν σχολείων, μαθημάτων. ἔργων. ἄπο· μακράν. ἴωσιν· ὑποστρέφωσιν, ἔλθωσιν, ὑποχωρήσουσι, πορεύονται.

<!-- 1.681 -->Ἀθρόοι· ὁμοῦ. ἐπίσκοποι· οἱ παιδαγωγοὶ, καὶ ἐπιτηρηταὶ, βαϊοῦλοι.

<!-- 1.682 -->Αἰδοῦς· ἐντροπῆς, φόβου, ἕνεκεν. πραπίδων· φρονήσεων, ἕνεκα, παιδεύσεων, βουλευμάτων, διανοιῶν, γνώσεων, γνώμης· ἢ ἀπὸ τοῦ πρέπω πρεπὶς, καὶ πραπὶς, ἡ ἐπιπρέπουσα ἀνθρώπῳ φρόνησις· ἢ ἀπὸ τοῦ προϊῶ κατὰ συγκοπὴν πρῶ, καὶ ἐξ αὐτοῦ πραπὶς, ἐξ ἧς τὰ βουλεύματα προΐασιν. νόου· παιδεύσεως. ἐπιτιμητῆρες· σωφρονισταὶ, διδάσκαλοι, κολασταὶ, ἐπίφρονες, ἐπιμεληταὶ τῆς αἰδοῦς καὶ τῶν πραπίδων τοῦ νοῦ τῶν παίδων· οὗτοί εἰσιν οἱ λεγόμενοι βαϊοῦλοι, παιδευταὶ, κολασταὶ, νουθεταὶ, διορθωταὶ τῆς ἀταξίας αὐτῶν· οὕτω καὶ οἱ δελφῖνες· μικρὰ ὄντα τὰ τέκνα ἕπονται αὐτοῖς καὶ ὁδηγοῦσιν, ἵνα μὴ συναντήσῃ αὐτοῖς τις λυπηρὸς ἐχθρός.

<!-- 1.683 -->Πρεσβύτατοι· πρεσβύτεροι, γηραιότατοι. πρεσβύτεροι· οἱ δέ. γῆρας· γνώμη. ἐναίσιμον· ἔντιμον, συνετὸν, δίκαιον, ἐπαινετόν. τίθησιν· ποιεῖ.

<!-- 1.684 -->Ὡς· κατὰ τὸ ἔργον, τὸν τρόπον. δελφῖσι· ἐστίν.

<!-- 1.685 -->Μή τις· ἰχθύς. μή τίς σφισιν ἀνάρσιος· μή τις αὐτοῖς τοῖς ὀρνέοις τοῖς ἀτελέσιν ἐχθρῶδες συναντήσῃ. ἀνάρσιον· ὀλέθριον. ἀνάρσιος· ἐχθρός, πολέμιος. ἀντιβολήσῃ· συναντήσῃ, ὑπέλθῃ ἀπὸ τοῦ βάλλειν, ἐναντιωθῇ.

<!-- 1.686 -->Κομέει· ἐπιμελεῖται, βρεφοκομεῖ, κακοπαθεῖ, ἐπιμελείας ἀξιοῖ τὰ ἴδια τέκνα. χέρειον· πως, ἔλαττον, τῶν δελφίνων, οὔ τι τῶν δελφίνων χεῖρον ἀλλὰ κρεῖττον, κατὰ τὴν γέννησιν. κομέει· ἐπιμελεῖται, ἀφʼ οὗ καὶ κομιδὴ ἡ ἐπιμέλεια.

<!-- 1.687 -->Τῇ· καὶ γὰρ τῇ φώκῃ καὶ μαζοὶ καὶ γάλα ὑπάρχει· οὐ μὴν γεννᾷ ἐν θαλάσσῃ, ἀλλʼ ἐπὶ τῆς χέρσου λύει τὴν ὠδῖνα καὶ τὸν ὄγκον τῆς γαστρὸς τὸν ἔγκαιρον.

<!-- 1.688 -->Ῥοαί· ῥεύματα. τῇδʼ· τῆσδε, ταύτῃ δὲ τῇ φώκῃ οὐδʼ ἐν τοῖς κύμασιν ἡ ὠδὶς προσγίνεται, ἀλλʼ ἐπὶ τῆς χέρσου ἀνερχομένη λύει τὸν γαστρὸς ὄγκον τὸν ὥριον ὠδῖνα, ἤτοι εἰς τὴν χέρσον γεννᾷ, καὶ λέγει αὐτὸ μεθερμηνευτικῶς. Δούλῳ γενομένῳ· δουλεύειν φόβου· ἀμνημονεῖ γὰρ ταῦρος ἀργὴς τοῦ ζυγοῦ ὁ πρὸς ὑπόνοιαν βραδὺς ἐκεῖνος καὶ πρὸς κακίαν δυσκίνητος· ὁ λαλῶν καὶ μὴ ποιῶν χαλκῷ ἠχοῦντι ἔοικεν. οὔτι· οὐχί. μετʼ· ἐν. μετʼ οἴδμασιν· ἐν κύμασιν ἀνερχομένη. ἐπὶ χέρσον· εἰς τὴν χέρσον.

<!-- 1.689 -->Λύεται· ἐλευθεροῦται, πορεύεται. μόγος· φόρτος, πόνος· κυρίως μόγος ἐπὶ τὴν γένναν ἁπάντων τῶν θηλειῶν· βαρεῖα γὰρ ἡ γένεσις, ἡ τῆς γέννας κακοπάθεια· κυρίως ἐπὶ γέννας γυναικῶν· ἡ κακοπάθεια τῆς γέννας· βαρεῖα γὰρ ἡ γέννησις. ὥριος· ἔγκαιρος, κατὰ καιρόν. ὠδίς· ἡ γέννησις, γέννα. ὥριος ὠδίς· ἡ κατὰ καιρὸν γέννα.

<!-- 1.690 -->Μίμνει· περιμένει, καρτερεῖ. δυώδεκα· ἀττικὴ αὔξησις.

<!-- 1.691 -->Αὐτοῦ· ἐκεῖ, ἔνθα ἐγέννησεν. τραφερῇ· ἐν τῇ γῇ, τῇ τρεφούσῃ γῇ, τῇ ξηρᾷ. σύν· ἐν. ἠοῖ· τῷ πρωϊνῷ καταστήματι. σὺν ἠοῖ· σὺν τῇ ἡμέρᾳ.

<!-- 1.692 -->Σκύμνους· τὰ βρέφη, τὰ γεννήματα, τοὺς ἰχθύας. ἀγκάς· εἰς τὰς ἀγκάλας, που καὶ εἰς τὰς ἀγκάλας, ἐν ταῖς ἀγκάλαις, ἐστὶ δʼ ἐπίῤῥημα, ὡς τὸ ὀγκάς. ἔχουσα· κρατοῦσα. νεαλδέας· ἁπαλοὺς, νεαυξήτους ἀπὸ τοῦ ἄλδω τὸ αὐξάνω, νέους, ἀρτιγενεῖς, τοὺς νεοκινήτους, ἢ τοὺς νεωστὶ γεννηθέντας, ἢ τοὺς νεωστὶ μαθόντας ἅλλεσθαι, νεωστὶ ὑπὸ τῆς ἁλὸς βρεχθέντας, ἢ τοὺς νεωστὶ ἅλλεσθαι διδασκομένους, ἢ νεαυξήτους, καὶ γίνεται ἀπὸ τοῦ ἄλδω τὸ αὐξάνω, τοῦτο δʼ ἐκ τοῦ ἅλλομαι τὸ πηδῶ πλεονασμῷ τοῦ δ, καὶ ἐξ αὐτοῦ ἀλδαίνω καὶ ἀλδήσκω, ἀπʼ αὐτοῦ δὲ καὶ ἀμαλδύνειν λέγεται τὸ ἀφανίζειν. δύνει· ἔρχεται. θύνει· καὶ ὁρμᾷ.

<!-- 1.693 -->Παισίν· σύν. ἀγαλλομένη· χαίρουσα. σημαίνουσα· δεικνύουσα, τοῖς παισὶν, δηλούμενα.

<!-- 1.694 -->Ὡς δέ· παραβολὴ, παράδειγμα. ξείνης γαίης ἔπι· ἐπὶ γῆς ἀλλοτρίας. τεκοῦσα· γεννήσασα, γεννήματα.

<!-- 1.695 -->Ἀσπασίως· χαριέντως, περιχαρῶς, ἐνηδόνως. πάτρην· εἰς. εἰσαφίκηται· ἔλθῃ, παραγένηται.

<!-- 1.696 -->Ἀγκοίνῃσι· ἀγκάλαις. πανηματίη· διʼ ὅλης τῆς ἡμέρας, διὰ πάσης ἡμέρας. φορέουσα· κρατοῦσα, φέρουσα.

<!-- 1.697 -->Δώματα· οἰκήματα. δεικνυμένη· δεικνύουσα. μητρὸς νόμον· κατὰ, συνήθειαν, κατὰ τὸ νενομισμένον μητρὶ, ἢ ὡς νενόμισται καὶ ὥρισται τῇ μητρὶ, κατὰ συνήθειαν, κατὰ τὸν τῆς μητρὸς νόμον, ἢ κατὰ τὸν νενομισμένον ταῖς μητράσι νόμον. Καὶ ἄλλως· ὡς νενόμισται τῇ μητρὶ καὶ ὥρισται. ἀμφαγαπάζει· ἀγαπᾷ, τὸ τέκνον, τὸν παῖδα δῆλον, ἔχει.

<!-- 1.698 -->Τερπωλήν· ἔχουσα, λέγω εὐφροσύνην, τέρψιν. ἀκόρεστον· ἀχόρταστον. ὁ· ἤως ὁ παῖς. μὴ φρονέων· μὴ γινώσκων, μὴ νοῶν, μὴ φρονῶν, οὐ φρονῶν. ἕκαστα· κατὰ λεπτόν.

<!-- 1.699 -->Παπταίνει· βλέπει, ἐπιτηρεῖ· παπταίνω τὸ ἐπιτηρῶ· παρὰ τὸ τὰ φάη πεταννύειν φαπεταίνω, καὶ τροπῇ τοῦ φ εἰς π καὶ ἐν συγκοπῇ παπταίνω. μέγαρον· οἴκημα. ἤθεα· διατριβὰς, καὶ τὰς κατασκηνώσεις, τοὺς συγγενικοὺς τόπους.

<!-- 1.701 -->Προφέρει· φανεροῖ. ἔργα· τόπους, τοποθεσίαν, τὰς τοποθεσίας· ἐπὶ λοξὸν σχῆμα, νομάς.

<!-- 1.702 -->Δαίμονες· ἀποστροφὴ καὶ ἀναφώνησις πρὸς θαλασσίους θεοὺς, ἀποστροφὴ πρὸς τοὺς θαλασσίους, ἀποστροφὴ πρὸς τοὺς ἰχθύας. οὐκ ἄρα μοῦνον· ἐκπληκτικόν. ἀνδράσι· τοῖς γονεῦσιν, ἀνθρώποις.

<!-- 1.703 -->Φάεος· τοῦ φωτὸς, καὶ τῆς ζωῆς ἡδύτερα τοῖς γονεῦσι τὰ τέκνα. φάεος· γλυκερώτερα. βιότοιο· ζωῆς.

<!-- 1.704 -->Οἰωνοῖσιν· τοῖς περὶ τὸν ἀέρα βαδίζουσιν ὀρνέοις καὶ τοῖς τὴν γῆν βαδίζουσιν, ὑπάρχουσι τὰ τέκνα. ἀμειλίκτοις· ἀγρίοις, ἀνημέροις, ἀτιθάσσοις, ἀκαμπέσιν. θηρσίν· ἀγρίοις.

<!-- 1.705 -->Ὠμηστῇσιν· ὠμοφάγοις, τοῖς ὠμὰ ἐσθίουσι κρέατα, τοῖς ἀγρίοις, ἀπηνέσιν. ἀμήχανος· πολὺς, ἀνεπινόητος, ἀνεπιτήδευτος, ὁ μὴ δυνάμενος ῥηθῆναι, ὂν οὐκ ἔστιν ἐκ μηχανῆς πλάσασθαι καὶ ἐξετέρους διδαχθῆναι, ἀνεπεισακτὸς, αὐτόβουλος, φυσικός.

<!-- 1.706 -->Ἐντρέφεται· αὐξάνεται. τεκέων· ἕνεκα. δριμύς· πολὺς, μέγας, γλυκὺς, σφοδρὸς, ἢ γλυκὺς πάνυ· ἔστι γὰρ ὅτε τὸ δριμὺ καὶ ἐπὶ τῆς σημασίας ταύτης λαμβάνεται. ἀμφὶ δὲ παισί· περὶ δὲ παίδων. ἀμφί· περί.

<!-- 1.707 -->Ὀϊζυρήν· χαλεπὴν, ἐπίπονον, ἀξίαν θρήνων. κακότητα· κακωτικήν.

<!-- 1.708 -->Πρόφρονες· πρόθυμοι, ἑκούσιοι, εἰσὶν, ἕκοντες. οὐκ ἀέκοντες· ἀλλὰ θέλοντες. ἀνατλῆσαι· ὑπομένειν. ἀναπλῆσαι· πληρῶσαι, ὑπομεῖναι, καρτερῆσαι. μεμάασιν· προθυμοῦσιν.

<!-- 1.709 -->Ἤδη· ποτέ· τὸ ἤδη ποτὲ σημαίνει ἐνταῦθα, σημαίνει δὲ καὶ τὸ νῦν, καὶ τὸ μέλλον. Τὸ ἤδη σημαίνει τρία, τὸ ποτὲ, ὡς καὶ ἐνταῦθα λαμβάνεται, τὸ ἀρτίως, καὶ τὸ μέλλον. κατʼ ὄρεσφιν· ἐν τοῖς ὄρεσιν, κατὰ τοὺς ὄρους, αἰολικῶς. ἐριβρύχην· τὸν ἄγαν βρυχώμενον. ἐριβρύχην· μεγάλως βρυχόμενον λέοντα ὑπὲρ τῶν τεκέων ἀγωνιζόμενον, μεγαλοβρύχην, ἀπὸ τοῦ ἔρι ἐπιτατικοῦ μορίου καὶ τοῦ βρυχῶμαι, τὸν μεγαλόηχον λέοντα περὶ τῶν τεκέων ἀγωνιζόμενον. ἐνόησε· ἀντὶ τοῦ εἶδε, παραβολὴ, τὸ σχῆμα αἴσθησις ἀντὶ αἰσθήσεως.

<!-- 1.710 -->Τεκέεσσιν· τέκνοις· ἀντίπτωσις. τεκέεσσιν ὑπερβεβαῶτα· τεκέων ὑπερανιστάμενον, ὑπερμαχόμενον, ἕνεκα ὑπερμαχοῦντα, ἀνθιστάμενον. ὑπερβεβαῶτα· βοηθοῦντα, ὑπὲρ τῶν τέκνων ἀγωνιζόμενον, ὑπερβαίνοντα.

<!-- 1.711 -->Μαρνάμενον· μαχόμενον, ἀνιστάμενον ὑπὲρ τῶν τέκνων. πυκνῆς· συνεχοῦς, μεγάλης. πυκινῆς· πυκνῆς.

<!-- 1.712 -->Χερμάδος· χεροπληθοῦς λίθου, χειροπληθοῦς πέτρας· χερμὰς ἡ χειροπληθὴς πέτρα ἀπὸ τοῦ χεὶρ χερὸς καὶ τοῦ ὁμάς. ἱπταμένης· ἐρχομένης, πεμπομένης, φερομένης. αἰγανέης· εἶδος ἀκοντίου, ἀκοντίου· αἰγανέα εἶδος ῥιπταρίου ἐπιτήδειον εἰς ἄγραν αἰγῶν, ὁρμητικοῖς κέντροις. Αἰγανέα τὸ ῥιπτάριον ἀπὸ τοῦ ἀΐω τὸ ὁρμῶ· ἢ αἰγανέης καὶ καταπληκτικῆς. αἰγανέης· εἶδος ἀκοντίου παρὰ τὸ δίκην αἰγὸς νέεσθαι ταχὺ, τάχα δὲ παρὰ τὸ ἄγαν νέεσθαι καὶ πορεύεσθαι. ἀλεγίζει· φροντίζει, οὐδαμῶς δʼ οὗτος ὁ λέων φροντίδα ποιεῖ τῆς πυκνοτάτης τῶν λίθων τῶν ῥιπτομένων πρὸς αὐτόν.

<!-- 1.713 -->Αὕτως· οὕτως, ὁμοίως, ὁμοίως πρότερον, ἀκινήτως. ἄτρεπτον· ἀπτόητον, ἀμετακίνητον, ἀφόβητον. μένος· προθυμία.

<!-- 1.714 -->Βαλλόμενος· τιτρωσκόμενος. ἐρεικόμενος· καταβαλλόμενος, σχιζόμενος, κωλυόμενος. ἐρυκόμενος· κωλυόμενος, κυκλούμενος, τεμνόμενος· ἐρείκω τὸ σχίζω καὶ κόπτω διὰ διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρέχθω τὸ σχίζω, ἐξ οὗ καὶ ἐρείκη εἶδος δένδρου, ὅπερ εὐχερῶς σχίζεται, καὶ ἔρειξις ἡ ἐσχισμένη γῆ. ἐρεικόμενος· διασχιζόμενος, ἐξ οὗ καὶ ἐρειγμὸς δίκην κεκοσμημένος κύαμος, καὶ ἐρείκη εἶδος φυτοῦ εὐκόλως σχιζόμενον. βολῇσιν· τρώσεσι, καὶ ἀκοντίσι, πτάγῃσιν.

<!-- 1.715 -->Οὐδʼ· οὐδαμῶς· οὐδαμῶς παραιτεῖται ὑπὲρ τῶν παίδων τοῦ μὴ ἀντιμάχεσθαι. Ἄλλως· οὐδὲ γὰρ φροντίζει ὁ λέων τὸν θάνατον, οὐδʼ ἀναχωρεῖ εἰς τοὐπίσω πρὶν τοῦ θανεῖν καὶ φυλάξαι τὰ τέκνα αὐτοῦ. ὁ φροντιστὴς αὐτῷ περὶ θανάτου οὐκ ἔστιν. πρίν· πρὸ τοῦ, πρὸ θανάτου. ἀναδύεται· ἀναβάλλεται τῆς μάχης, ἀναβάλλεται ῥᾳθύμως, ἢ ἀναχωρεῖ, ῥᾳθυμεῖ. ἐπὶ παισίν· χάριν παίδων. παίδων· παισίν.

<!-- 1.716 -->Ἡμιδαμής· ἡμιθανὴς, ἡμίκοπος. ἡμιδαής· ἡμίτμητος, ἡμιμέριστος, ἡμίτρωτος, ἡμιθανής· γράφεται ἡμιδαμής· διαφέρει ἡμιθανὴς καὶ ἡμίθνητος· ἡμιθανὴς μὲν γάρ ἐστιν ὁ τὸ ἥμισυ τῆς ζωῆς ἀποβεβληκὼς, ἡμίθνητος δʼ ὁ μέσος ζωῆς καὶ θανάτου. προβέβηκε· προμαχεῖ, προΐσταται, ἀγωνίζεται. μέλει· φροντὶς αὐτῷ, φροντὶς ὑπάρχει, καὶ διὰ φροντίδος ὑπάρχει. μόροιο· θανάτου.

<!-- 1.717 -->Τόσσον· ὅσον μὴ ἰδεῖν τοὺς σκύμνους αὐτοῦ ἐρχθέντας καὶ ἀποκλεισθέντας ἐν τῇ καλιᾷ καὶ τῷ σπηλαίῳ τῷ αὐτοφυεῖ. ἀγρευτῆρσιν· ὑπὸ τοῖς κυνηγοῖς, κυνηγῶν.

<!-- 1.718 -->Ἐρχθέντας· κλεισθέντας, ζωγρηθέντας, κρατηθέντας, κυκλωθέντας. θήρειον· θηρευτικὸν, τὴν τοῦ θηρὸς, οἰκίαν. αὐτοκμῆτα· αὐτοκατασκεύαστον, αὐτοσκεύαστον, ὄντως, αὐτοφυῆ, ἢ τὸ σπήλαιον λέγει τοῦ λέοντος. καλιήν· φωλεούς.

<!-- 1.719 -->Ἤδη· ποτὲ, ὑπάρχει. ἀρτιτόκοιο· νεωστὶ γεννησάσης, τῆς ἄρτι γεννησάσης. κυνός· ὁμώνυμος φωνή· διὰ τί μὴ κλίνομεν κύων κύωνος; δύο κανόνες εἰσὶν οἱ μαχόμενοι· ὁ μὲν εἷς λέγει, ὅτι πᾶσα γενικὴ ὑπερβαίνουσα τὴν δισυλλαβίαν, ἔχουσα πρὸ τοῦ ω βραχὺ φωνῆεν θέλει φυλάττειν τὸ ω τῆς εὐθείας ἐν τῇ γενικῇ, οἷον Ὠρίων Ὠρίωνος, Ἠετίων Ἠετίωνος, ὁ δʼ ἕτερος λέγει, ὅτι πᾶσα γενικὴ ἐπὶ κοινοῦ ὀνόματος θέλει γράφεσθαι διὰ τοῦ ο μικροῦ, οἷον ὁ ἀλκυὼν τοῦ ἀλκυόνος, καὶ ἡ ἀλκυὼν τῆς ἀλκυόνος, καὶ ὁ κύων καὶ ἡ κύων· τῶν οὖν δύο κανόνων μαχομένων, ἀπεκόπη τὸ ο, καὶ ἐγένετο κυνός. σκυλακοτρόφῳ εὐνῇ· σκύλακες, τὰ μικρὰ σκυλακία.

<!-- 1.720 -->Ἐγχρίψας· πλησιάσας, προσεγγίσας, προσπελασθείς. πάρος· ἔμπροσθεν, πρῶτον. εἶεν· ὑπῆρχεν, ᾖ. ἑταῖρος· φίλος.

<!-- 1.721 -->Χάσατο· ὑπεχώρησεν, ἀνεχώρησεν. ταρβήσας· φοβηθεὶς, ὁ ποιμήν. χόλον· ὀργήν. ὑλακόεντα· ὑλακτικὸν, βαϋστικὸν, βαβιστικὸν, τὸν ἀπὸ τῆς ὑλακῆς καὶ βοῆς τῆς κυνὸς γινόμενον.

<!-- 1.722 -->Οἷον· ὁποῖον χόλον, πῶς, ποταπόν. προφυλάσσεται· προφυλάσσει, ἔχει, τηρεῖ, φυλάσσει. αἰδῶ· γράφεται ἀνδρῶν.

<!-- 1.723 -->Πᾶσιν· ὅλοις. κρυόεσσα· φρικτὴ, ἡ φοβερὰ, ἡ ἀλγεινὴ, ἡ ἐπίφοβος, χαλεπὴ, θανατηρά. πελάσαι· εἰς τὸ, πλησιάσαι.

<!-- 1.724 -->Οἷον· ὁμοίως, πόσον. ἑλκομένας· συρομένας. οἷον δʼ ἑλκομένας· τὸ δὲ στέναγμα οἷον στενάζουσιν αἱ μητέρες, ἤτοι αἱ θήλειαι βόες οὐ πόῤῥω ἐπὶ τῶν γυναικείων θρήνων, λυπούμεναι διὰ τὸ μοσχάρια αὐτῶν ἀρθέντα παρά τινων. περί· ἕνεκα. πόρτεις· τὰς νέας δαμάλεις, μικρὰς, τὰς νέας, δαμάλεις, τὰς μικρὰς δαμαλίδας. Πόρτις ἡ δαμαλὶς ἢ ἀπὸ τοῦ ἄρτι εἰς πορείαν ἤως εἰς ὁδὸν ἔρχεσθαι, ἢ ἀπὸ τοῦ πόρω πόρις καὶ πλεονασμῷ τοῦ τ πόρτις. ἀσχαλόωσαι· λυπούμεναι. ἀσχαλόωσι· λυποῦνται· γράφεται ἀσχαλόωσαι.

<!-- 1.725 -->Μητέρες· αἱ θήλειαι βόες. ἀπάτερθε· χωρὶς, μακρόθεν, διακεχωρισμένως, μακρὰν, οὐ πόῤῥω εἰσὶ τῶν γυναικείων θρήνων. στενάχουσι· στενάζουσιν, ὀδύρονται.

<!-- 1.726 -->Κωκυτῶν· θρήνων, ἤχων. κωκυτόν· κωκυτῶν. συναλγύνουσι· συλλυποῦσι, συνθλίβουσιν, εἰς λύπην κινοῦσι, λυποῦσι, κοινωνοὺς ποιοῦσι, θλίβουσιν. νομῆας· βοσκοὺς, ἤτοι τοὺς βοσκοὺς συναλγύνουσι, τοὺς νομεῖς, ποιμένας.

<!-- 1.727 -->Φήνας· εἶδος ὀρνέου, ὀρνέου ἐοικότος ἀετῷ, ὄνομα ὀρνέου· φήνη ὄρνεον ὁ λοῦπος κοινῶς, ὄρνεον, ζῶον, εἶδος ἀετοῦ. ἀδινόν· οἰκτρόν. γόον· θρῆνον. ἔκλυεν· ἤκουσεν, ἤκουεν.

<!-- 1.728 -->Ὄρθριον· κατὰ τὸν ὄρθρον. ὀρθριαίτερον· ἀντίπτωσις, ταχινόν· ἢ ὄρθριοι καὶ ἐγειρόμενοι, ἢ ὄρθριον καὶ πρωϊνόν. τέκεσσʼ· ἀηδόνος· Πρόκνη καὶ Φιλομήλη ἐγένοντο ἀδελφαί· ἡ Φιλομήλη συνῴκει ἀνδρὶ, καὶ ἔτεκε τέκνον· ὁ γοῦν ταύτης ἀνὴρ συνῆλθε τῇ Πρόκνῃ, ὃ γνοὺς ἡ Φιλομήλη ἀναιρεῖ τὸ οἰκεῖον παιδίον· τοῦτο μαθὼν Τηρεὺς, ὁ ταύτης ἀνὴρ ἀνερευνᾷ, ὅπως αὐτὴν διαχειρίσηται· ἄμφω γοῦν τοὺς τρεῖς ὁ Ζεὺς εἰς ὄρνεις μεταβάλλει, τὸν μὲν εἰς ἔποπα, ὃς λέγει ποῦ, τὴν δὲ Φιλομήλην εἰς ἀηδόνα, ἣ φωνεῖ τὸ οἰκεῖον τέκνον· ἴτην, τὴν δʼ ἑτέρην εἰς χελιδόνα, ἥτις λέγει Τηρεύς. αἰολοφώνου· ποικιλοφώνου.

<!-- 1.729 -->Ἔκυρσε· ἐνέτυχε, συνέτυχεν.

<!-- 1.730 -->Μυρομέναις· θρηνούσαις, κλαιούσαις. σφισιν· φῶν, καὶ αὐτῶν, κατʼ ἀντίπτωσιν, ἑαυτοῖς. ληΐσαντο· ἐλαφυραγώγησαν, ἔλαβον, ἥρπασαν.

<!-- 1.731 -->Ἀπηνέες· ὠμοί. δράκοντες· ὄφεις.

<!-- 1.732 -->Ἰχθύσιν· ἐν δὲ τοῖς. ἀριστεύει· νικᾷ, προέχει, κρείττων τυγχάνει, ὑπερνικᾷ, ὑπερμαχεῖ, πρωτεύει. φιλότητι· φιλίᾳ.

<!-- 1.733 -->Ὡς· ὡσαύτως, καθὰ, καθὰ ἄλλα σὺν ἐκείνοις τοῖς δελφῖσιν, ὁμοίως. καὶ ἄλλοι· σὺν ἐκείνοις, σὺν τούτοις. ἀμφιέπουσι· περιφυλάσσουσιν, ἐπισκέπουσιν, ἀγαπῶσι, στέργουσιν, ἀσχολοῦνται, φυλάττουσιν.

<!-- 1.734 -->Θαῦμα· σημείωσαι· παραβολή. ἁλιπλάγκτοιο· τῆς ἐν ἁλὶ πλανωμένης, τοῦ πλαζομένου καὶ τοῦ πλανωμένου ἐν τῇ θαλάσσῃ. Τὸ κύων ὁμώνυμος φωνή ἐστι, ὁμώνυμος δὲ φωνή ἐστι πρᾶγμά τι ἀμφιβαλλόμενον, οἷον λέξις τις σημαίνουσα πολλὰ, ὡς τὸ ζυγός· καὶ ζυγός ἐστιν ὁ τῶν βοῶν, καὶ ὁ τῶν ποτε ἁρμάτων, ὁ τῆς κινύρας, καὶ ἡ τῆς πλάστιγγος, ἤως τοῦ ζυγίου, διαφέρει δʼ ἕκαστον κατά τε τὸ εἶδος καὶ τὴν φύσιν· οὕτω καὶ κύων μία λέξις σημαίνει πολλὰ, κἂν καὶ οὔκ εἰσι τὰ πάντα κατὰ τὸ εἶδος ἓν, οἷον λέγομεν κύων, καί ἐστι χερσαῖος, θαλάσσιος καὶ ἄστρον τὸ κύναστρον κατὰ τὸν ὀπωρινὸν καιρὸν φαινόμενον· ὁ μὲν χερσαῖος ζῶον ἔμψυχον, τετράπουν, ὑλακτικὸν, ὁ θαλάσσιος ζῶον ἔμψυχον, νηκτικὸν, τὸ ἄστρον τὸ λεγόμενον κύων οὐσία ἀναίσθητος φωτιστική· οὕτως καὶ πάντα τὰ ἀμφιβαλλόμενα, οἷον ἄνθρωπος ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, καὶ ἄλλο τι οὐ λέγεται ἄνθρωπος.

<!-- 1.735 -->Νεοβλαστῆ· τὰ νεωστὶ βλαστόντα, τὰ νεωστὶ γεννηθέντα. σάκος· ἀσπίς· σάκος τὸ σκουτάριον ἀπὸ τῶν πρώτως εὑρόντων αὐτὸ Σακῶν, καταφυγή· σκουτάριον καὶ βοήθημα καὶ ἀσπὶς καὶ καταφυγὴ αὐτῶν γίνεται ἡ μητήρ· ὑπʼ αὐτὴν γὰρ καταφεύγουσιν. ἔπλετο· ὁ παρατατικὸς ἀντὶ ἐνεστῶτος, ὑπάρχει, ἐγένετο.

<!-- 1.736 -->Ταρβήσωσι· φοβηθῶσιν. ἄσπετα· πολλὰ, ἀπλήρωτα. δείματʼ· φόβηθρα.

<!-- 1.737 -->Λαγόνεσσιν· τῇ γαστρὶ, ὑπὸ τὴν γαστέρα ἔσω, τῶν λαγόνων. ἔδεκτο· ἐδέξατο, ἐπεφύλακτο.

<!-- 1.738 -->Αὐτήν· τὴν κρύφιον. ἴσθμην· κοιλίαν, νηδύν· ἴσθμη στενὴ εἴσοδος ἀπὸ τοῦ ἰσθμὸς, στενὴν ὁδόν· ἴσθμη ἡ στενὴ ὁδὸς καὶ εἴσοδος, νῦν δὲ τὸ τῆς θηλείας κρυπτὸν καὶ κρύφιον λέγει, ὅτι διʼ αὐτοῦ πάλιν εἰς τὴν γαστέρα αὐτῶν εἰσδύνουσι, ἤσθμη δὲ τὸ σακελιστήριον διὰ τοῦ η, καὶ γίνεται ἀπὸ τοῦ ἠθῶ τὸ σακελίζω, ἴθμη δʼ ἐκ τοῦ εἴω τὸ πορεύομαι, εἴσω, εἴσομαι παθητικόν· ἐκ τούτου γίνεται ἴσμη καὶ ἰσμὸς πᾶν τὸ στενὸν, καὶ τροπῇ τοῦ σ εἰς θ ἴθμη καὶ εἰσίθμη. ἴσθμην εἰς στενὴν ὁδὸν, λέγει τὸ κρύφιον. ἴθμη λέγεται ἡ στενὴ εἴσοδος. εἰσίθμην· ἤγουν ὀπήν. αὐτὴν ὁδόν· λέγει. ἔνθεν· ἀφʼ οὗ, ἀφʼ ἧς, ὅθεν, ἐξ οὗ. ὄλισθον· ἔπεσον, ἐξέπεσον, ἐξῆλθον.

<!-- 1.739 -->Γεινόμενοι· γεννώμενοι, γεννηθέντες, εἰς φῶς ἐρχόμενοι, τικτόμενοι. μογέουσα· κακοπαθοῦσα. περ· καίπερ. ἔμπης· ὅμως, σύνδεσμος αἰτιολογικός.

<!-- 1.740 -->Τέτληκε· ἐκαρτέρησε, καρτερεῖ, ὑπέμεινεν, ὑπομένει. πάλιν· ἐκ δευτέρου. δέ· γάρ. ὑπεχεύατο· ὑπεδέξατο, ὑπέβαλεν, ὑπέθηκεν.

<!-- 1.741 -->Σπλάγχνοις· ἐν τοῖς. ἄψ· ὀπίσω, εἰς τοὐπίσω, πάλιν, ὄπισθεν. ἀνέηκεν· ἀνέπεμψεν, ἐξέμεσεν, ἐνέδωκεν, ἀνῆκεν, ἔῤῥιψεν. ἀμπνεύσωσι· ἀνωθῶσιν, ἀπαλλαγῶσι, παύσωσιν, ἀναπνεύσωσιν.

<!-- 1.742 -->Τεκέων· ὑπέρ. πορσύνεται· εὐτρεπίζει, παρέχει, εὐτρεπίζεται, παρασκευάζει, ποιεῖ, ἀπὸ τοῦ πόρω τὸ παρέχω, οὗ ὁ μέλλων πόρσω αἰολικῶς, ἐξ οὗ καὶ παραγωγὸν πορσύνω. ἀλκήν· βοήθειαν, ὑπεράσπισιν, ἀποσόβησιν.

<!-- 1.743 -->Νηδύν· γαστέρα. κείνης· τῆς ῥίνης. κείνῃ· ἐν ἐκείνῃ. δύσις· εἰσέλευσις, ἐπέλευσις, κατάδυσις, κύνεσσιν· σκύλοις.

<!-- 1.744 -->Ἄρα· δή. οἱ· αὐτῆς. ὑποσφάγες· σχίσματα, ῥαγάδες, ὀρύγματα, κοιλώματα, ἀνοίγματα καὶ κοιλότητες· σφὰξ ἡ σχισμὴ, ἐξ οὗ καὶ σφάζω καὶ σφαγή· ἐν τῇ σφαγῇ γὰρ σχισμὴ γίνεται. Ὑπόσφαγες· λέγει διαῤῥαγῆ, ἀνοίγματα, κοιλώματα ἐξ ἀμφοτέρων τῶν μερῶν ὑποκάτω τῶν πλευρῶν οὖσαι, ἧς τι ταῖς ὑποσφάγεσιν ἀμφικύπτει, ἀτυζομένων τῶν τεκέων τὸν φόβον.

<!-- 1.745 -->Πτερύγων· τῶν. γένυς· στόμα, ἡ τοῦ στόματος διαῤῥὼξ, ἤτοι σχισμὴ τοῦ στόματος.

<!-- 1.746 -->Τῇσιν· αἷς, ταῖς κοιλότησιν, ἐν ταῖς πτέρυξιν. ἀτυζομένων· πεφοβημένων, φοβουμένων, ταρασσομένων, βλαπτομένων. ἀμφικαλύπτει· περισκέπει, κρύπτει, ἀφανίζει, περιέπει.

<!-- 1.747 -->Διά· ἀνὰ, κατὰ, εἰς τό. ταρβήσαντα· φοβηθέντα.

<!-- 1.748 -->Δεξάμενοι· λαβόντες. ῥύονται· φυλάσσουσι, φυλάσσονται, ἐλευθεροῦσιν. δόμον· οἶκον, οἴκημα. ἠέ· ἤ· γράφεται ἠδέ. καλιήν· φωλεάν.

<!-- 1.749 -->Οἷον· ὥσπερ, ὁποῖον, ποιεῖ, κατʼ ἔλλειψιν, ἔξοχα· ἐξόχως, λίαν, περισσοτέρως.

<!-- 1.750 -->Ὠοτοκῆες· γεννῶντες ὠὰ, ὅτι ὁ γλαῦκος διαφέρει τῶν ἄλλων ὠοτοκούντων ἰχθύων· ὅ τι οἱ δελφῖνες τῶν ἄλλων ἰχθύων διαφέρουσι τῶν μὴ ὠοτόκων, οὗτοι δʼ οἱ γλαῦκοι τῶν ὠοτόκων.

<!-- 1.751 -->Μίμνει· μενεῖ, καρτερεῖ. παρήμενος· παρακαθήμενος, παραθέμενος. ὄφρα· ἕως ὅτου, ἕως οὗ. γένωνται· γεννηθῶσιν.

<!-- 1.752 -->Ὑπωάδιοι· ὑπʼ ὠῶν τικτόμενοι, ἤτοι ὄντες ἔσω τῶν ὠῶν, ὑπʼ ὠὰ καθήμενοι. ἐπωάδιοι· ἐκ τῶν ὠῶν, ἐπὶ τοῖς ὠοῖς, ἢ ἔξω τῶν ὠῶν. ἐπωάδιοι ἀπὸ τοῦ ὠάδιος. σφιν· τούτοις. παρανήχεται· παραπλέει, πλησίον πλέει.

<!-- 1.753 -->Τούς· τούτους δὴ, ἰωνικὸν, τοὺς παῖδας τούτου. τρομέοντας· φοβουμένας. κρατερώτερον· ἰσχυρότερον.

<!-- 1.754 -->Ἀμφιχανών· ἀνοίξας. κατέδεκτο· ἐδέξατο. διά· εἰς, κατά. μέσφα· ἄχρις οὗ, μέχρις ἂν, ἕως οὗ, ἕως ὅτου, μέχρις ὅτου, ἕως ἂν, αἰολικόν.

<!-- 1.755 -->Χάσσηται· ὑποχωρήσῃ, ἀφανισθῇ. αὖτις· ἰωνικὸν, καὶ πάλιν, εἰς τοὐπίσω. ἀνέπτυσεν· ἐξήγαγεν. λευκανίηθεν· ἀπὸ τῆς λευκάνης, ἢ στόματος· λευκάνοι οἱ ὀδόντες, καὶ λευκανίηθεν ἀπὸ τῶν ὀδόντων. λευκανίηθεν· ἀπὸ τοῦ λαιμοῦ· λευκανία γὰρ ὁ λαιμὸς, λεύκανες οἱ ὀδόντες ἀπὸ τοῦ λαύω τὸ ἀπολαύω. λευκανία ὁ λαιμὸς, καὶ τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος παρὰ τὸ λευκὸν εἶναι φύσει· ἢ παρὰ τὸ χεύω χευκανία καὶ λευκανία, ἢ ἀπὸ τοῦ λῶ τὸ ἀπολαύω, ἢ ἀπὸ τοῦ χαίνω τὸ χάσκω, ὡς καὶ ἀπὸ τοῦ οἴω τὸ κομίζω οἰσοφάγος· ἐνταῦθα ἀπὸ τοῦ ποιοῦντος τὸ ποιούμενον· ἀπὸ γὰρ τοῦ λαιμοῦ ὁ λευκὸς ἀφρὸς γίνεται.

<!-- 1.756 -->Ἐγών· ἐγώ. ἀθεμίστερον· ἀδικώτερον.

<!-- 1.757 -->Κακοφροσύνῃ· καὶ κακαῖς καὶ ἀγρίαις φρεσὶ, μωρίᾳ, κακίᾳ. προβεβηκότα· προέχοντα, ὑπερβαίνοντα, νικῶντα, νενικηκότα.

<!-- 1.758 -->Τέκῃσι· ἰβύκιον, γεννήσῃ, θέλομεν. ὠδῖνα βαρεῖαν· οὐ τῆς θύννης μόνον εἶπεν, ἀλλὰ καθολικῶς· παντὶ γὰρ ζώῳ βαρεῖα ἡ ὠδίς. ὠδῖνα· τὸν τοκετόν.

<!-- 1.759 -->Γειναμένη· ἡ γεννήσασα, καὶ ἡ τεκοῦσα. καταδαίνυται· κατεσθίει, καὶ τρώγει, εὐωχεῖται. κίχῃσι· καταλάβῃ.

<!-- 1.760 -->Νηλής· ἀθλία, ἢ ἀνηλεῶς, ἀνηλεὴς, σκληρὰ, καὶ διελὴς, ἡ ἐστερημένη ἐλέους. νηΐδʼ· ἄπειρα, ἐστερημένα, ἀδύνατα, ἄπορα ὄντα φυγῆς, ἐστερημένα ὄντα φυγῶν, ἀσθενῆ, ἐστερημένα φυῆς, ἐστερημένα δυνάμεως.

<!-- 1.761 -->Ἐσθίει· τρώγει. οἷο· ἰδίου, ἑοῖο, καὶ ἀποβολῇ τοῦ ε οἷο, τοῦ ἰδίου τέκνου· ἑοῖο ἦν· ἀφαιρέσει τοῦ ε οἷο.

<!-- 1.762 -->Ἔστι· ζῶα δῆλον ἕτερα, εἰσίν. γάμοισι· συνουσίαις. φυτεύεται· γεννᾶται, ἀναδίδονται. γονῇσι· γένναις, ὠοῖς, ἀποῤῥοαῖς.

<!-- 1.763 -->Τίκτεται· γεννᾶται. αὐτοτέλεστα· αὐτοφυῆ, αὐτοκίνητα, αὐτόπρακτα. αὐτοκέλευθα· αὐτοφυῆ, αὐτενέργητα, αὐτογέννητα· γράφεται αὐτοτέλεστα. αὐτόῤῥεκτα· αὐτόματα, αὐθύπαρκτα, αὐτόπρακτα, αὐτοκατασκεύαστα, αὐτόματα, αὐτοφυῆ. γένεθλα· γεννήματα.

<!-- 1.764 -->Τά τʼ· ταῦτα. τίκτεται· γεννῶνται.

<!-- 1.765 -->Οὔτε τι θῆλυ· οὔτʼ ἄῤῥενες, οὔτε θήλεις εἰσίν. ἀπʼ ἀμοιβῆς· ἐκ διαδοχῆς. ἐπʼ ἀμοιβῆς· σπορᾶς, διαδοχῆς, ἀναλλαγῆς, ἐναλλαγῇ, ἀπὸ συνουσίας.

<!-- 1.766 -->Ὁμόφυλα· ὁμοειδῆ, ὁμοφυῆ, ὁμογενῆ, μιᾶς φυλῆς, ἶσα. ἴκελα· ὅμοια. τὰ ὀστρακόδερμα οὔτε θῆλυ ἔχουσιν, οὔτʼ ἄρσεν, ἀλλʼ αὐτόπρακτα καὶ αὐτοφυῆ τίκτονται, ἐπʼ ἀμοιβῆς δʼ ἐκ διαδοχῆς καὶ σπορᾶς ἄῤῥενος. τέτυκται· καί εἰσιν, ὑπάρχει.

<!-- 1.767 -->Ὡς· ὡσαύτως, ὁμοίως, οὕτως, ὧδε. οὐτιδανῆς· ἀσθενοῦς, μικρᾶς· γράφεται ἠπεδανῆς. ἠπεδανῆς· ἀσθενοῦς. ἀφύης· ἐγγραύλεως, ἐγγραύλου, ἐγγραύλης, ἀκτάρας· ἀφύη ἡ ἔγγραυλις, γίνεται ἀπὸ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν, καὶ τοῦ φυὴ ἡ τοῦ σώματος διάπλασις· κακοφυὴς γὰρ ἀληθῶς ἡ ἀφύη. ὀλιγηπελές· ὀλιγόβιον, ὀλιγοδύνατον, ὀλιγοζώητον, ὀλιγοδύναμον. ὀλιγοπελές· ὀλιγοδύναμον.

<!-- 1.768 -->Οὔ τινος· οὐδαμῶς. ἐκγεγάασιν· γεννῶνται, ὑπάρχουσι, γεγέννηται. αἵματος· σπέρματος, γένους. τοκήων· γεννητόρων, ἀπὸ, γονέων.

<!-- 1.769 -->Εὖτε· ὁπηνίκα, περίφρασις. νόος· βουλὴ, θέλησις. ἀφύσσῃ· βρέξει. ἀφύξῃ· ἀποπέμψῃ, ὑπαντλήσῃ. ἀέξῃ· σωρεύσῃ, συναθροίσῃ.

<!-- 1.770 -->Λάβρον· σφοδρὸν, πολὺν, βαρὺν, μέγαν· ὑπέρ· ὑπεράνω, ἄνω, ἐπάνω. ἄσχετον· πολὺν, καὶ μέγα. αὐτίκα· αὐτῇ τῇ ὥρᾳ.

<!-- 1.771 -->Σμιγομένη· μιγνυομένη, ταρασσομένη, μιγνυμένη. δίνῃσι· συστροφαῖς, ῥεύμασιν. παλιμπνοίῃσι· παλιῤῥοίαις· γράφεται ἅμα πλήθουσιν. ἅμα· ὁμοῦ καὶ ταῖς στροφαῖς τῶν γλυκέων ὑδάτων. πλήθῃσι· πληροῦται.

<!-- 1.772 -->Σίζει· ἠχεῖ, ποιὰ φωνὴ, κυρίως ἐπὶ τηγανοῦ, ταράσσεται, κινεῖται, ἠχεῖ ποιόν τινα ἦχον· ὥσπερ καὶ τὸ φλοῖσβος, καὶ αὐτὴ ποιὰ φωνή. ἀφριάα· ἀφρὸν ἀποτελεῖ, ἀπογεννᾷ, ἦχον ἀποτελεῖ καὶ ἀφρόν. ἵσταται· γίνεται, ὑψοῦται, ἐξίσταται. οἰδαίνουσα· ἐξωγκωμένη, ἐξογκουμένη, κυματουμένη· γράφεται οἰδμαίνουσα.

<!-- 1.773 -->Αἱ δʼ· αἱ ἐγγραύλεις, αἱ ἐγγραῦλαι. ἀτεκμάρτοις· ἀσημάντοις, ἀσημειώτοις, ἀκατανοήτοις. ἀσκέπτοισι· κρυπτοῖς, ἀοράτοις. ἀσκόποισιν· ἀτελειώτοις, ἀδήλοις, καὶ μὴ δυναμένοις γνωσθῆναι, ἀβλέπτοις. γάμοισιν· ὑπὸ γάμων.

<!-- 1.774 -->Ἀθρόαι· ὁμοῦ, πολλαί. ἐκ τʼ ἐγένοντο· καὶ ἐγεννήθησαν. ἔκτραφεν· ἐτράφησαν, πρωθύστερον.

<!-- 1.775 -->Μυρίαι· ἀναρίθμητοι, πολλαί. πολιόν· λευκόν. γενέθλης· γεννήσεως, γέννας, γενεᾶς.

<!-- 1.776 -->Ἐπικλήδην· ἐπωνύμως, καὶ ἐπονομαστικῶς, ἢ τὴν ἐπωνυμίαν, ὀνομαστικῶς. αὐδώωνται· καλοῦνται.

<!-- 1.777 -->Ἰλυόεντος· τοῦ ῥυπώδους, βορβόρου. ἰλυόεντες· σηπεδονώδεις. ὑπέκ· ὑποκάτω. φλοίσβοιο· ταραχῆς. Σημείωσαι ὅτι τὸ πολυφλοίσβοιο ποιὰ φωνή ἐστι, καὶ λέγεται ἐπὶ θαλάσσης, ἐκτεθεῖσα ἀπό τινος φυσιολόγου Θετταλοῦ καλουμένου Σχολαστικοῦ. φύονται· γεννῶνται, ἐξέρχονται.

<!-- 1.778 -->Δίνῃσι· συστροφαῖς. παλιῤῥοίαις· ταῖς ὑποστροφαῖς τῶν κυμάτων, κύμασι, ταῖς εἰς τοὐπίσω ῥεύσεσιν, ἢ ταῖς ἀναστροφαῖς τῶν κυμάτων, ἐπαναστροφαῖς τῶν ῥευμάτων.

<!-- 1.779 -->Βράσσηται· ζέῃ, ἀναβράσσει, εἰς ὕψος κινῆται, συγκινηθῇ, ἀναφυσωθῇ, ἀναταραχθῇ, βράσῃ, ἀναζέσῃ· ἰστέον ὅτι βράσσηται ταῖς δίναις. πάμφυρτος· παντοδαπὸς, ἐκ παντὸς εἴδους, συρφετώδης, σύμμικτος· συρφετὸς πολὺ τῶν φρυγάνων καὶ χόρτων πλῆθος· πάμφυρτος ἐκ τοῦ ἀνέμου ἀφυσγετός ἐστιν. πάμφυρτος ἢ συρφετὸς καὶ πλῆθος βρύων συμμεμιγμένων, ἢ πάμφυρτος ὁ ἔχων πολὺ φρυγάνων ἢ χόρτων πλῆθος, ὅταν ἐκ τοῦ ἀνέμου ἡ θάλασσα βράσσῃ, τὸ δὲ βράσσηται· ὅταν ἐκ τοῦ ἀνέμου συγκυκηθεῖσα καὶ ταραχθεῖσα βράσσῃ, ἐκ τῆς κάτωθεν ὑφισταμένης ἰλύος σηπομένης φύει πάντας ὁμοίως σκώληξι, τὸ δὲ βράσσηται ἀντὶ τοῦ ἀναδίδοται καὶ ὁ ἐκ τῆς ἀνέμου πνοῆς ἐκ παντὸς εἴδους ἀναδιδόμενος ῥύπος ἀκαθαρσίας. ἀφυσγετός· συρφετὸς, ῥῦπος, καὶ ἰλύς. ἐξ ἀνέμοιο· ἐκ τῆς τοῦ ἀνέμου πνοῆς.

<!-- 1.780 -->Σπερχομένου· σφοδρῶς φυσῶντος, σφοδρῶς ἐπειγομένου, φυσῶντος, ἐπείγοντος. ἰοῦσα· ἐρχομένη, ἐλθοῦσα.

<!-- 1.781 -->Εὐρώεσσα· ἰλυώδης, σκωληκώδης, σηπτικὴ, ἀφανὴς, ἡ συντόνη. τὴν εἰς πλάτος ἐκκεχυμένην λέγει, ἢ τὴν γεννητικὴν σκωλήκων, ὡς σηπεδενώδη ἀπὸ τοῦ εὐρὼς ὁ σκώληξ, ἢ τὴν ζοφερὰν καὶ μέλαιναν ἀπὸ τοῦ ἀερώεσσαν καὶ εὐρώεσσαν· καὶ ὁ ποιητὴς·

  
δόμον ᾅδου εὐρώεντα.  
ταθείσης· ἐπιγενομένης, ἐκταθείσης, τεθείσης, γινομένης.

<!-- 1.782 -->Ἐξαυτῆς· παραυτίκα. ἐξ αὐτῆς· τῆς γαλήνης. ἄσπετα· πολλά. φύρματα· ῥύποι, κόπρια, συρφετοί.

<!-- 1.783 -->Πύθεται· σήπεται. ἐκ δέ· ἐκ τῶν φυρμάτων δὲ τούτων, ἐκ τούτων τῶν φυρμάτων. ἐκ δʼ ἐκείνης· γράφεται ἐν δέ. χέονται· φύονται· γράφεται ἐκφύονται. ἀθέσφατοι· πολλαὶ, ἀφύαι, ἄῤῥητοι, ἐγγραύλεις. ἴκελαι· ὅμοιαι. εὐλαῖς· σκώληξι, βδέλλαις· ὅτι ἐκ τοῦ ἀνέμου συγκινουμένης τῆς θαλάσσης, κάτωθεν ἡ ἰλὺς σηπομένη ποιεῖ αὐτὰς, καὶ ἐξ αὐτῆς τῆς σήψεως ἐκφύονται, ὅμοιαι σκώληξιν αἵτινες ἀφύαι λέγονται.

<!-- 1.784 -->Ἀκιδνότερον· ἀσθενέστερον, πυκνότερον. Γένυς οἱονεὶ κένυς ἡ κενὴ οὖσα ὀστῶν· κεντήριον ὁ ἑκατόνταρχος· κέντε γὰρ παρὰ Ῥωμαίοις τὰ ρʹ.

<!-- 1.785 -->Δειλαίης· ἀσθενοῦς, ἀθλίας. ἀφύης· ἐγγραύλης.

<!-- 1.786 -->Δαίς· τροφὴ, εὐωχία, βρῶσις. ἀγαθή· εὔκολος. περιλιχμάζουσιν· περιλείχουσι, λείχουσιν.

<!-- 1.787 -->Βορή. τροφὴ, ζωή. βιότοιο· ζωῆς, χάριν ζωῆς.

<!-- 1.788 -->Ἀολλήδην· ὁμοῦ, πᾶσαι. ἐφέπουσιν· ἀλλήλαις, διέρχονται, βαδίζουσιν, ἐπακολουθοῦσιν, καλύπτουσιν.

<!-- 1.789 -->Νύ που· περισσά. πέτρην· φωλεάν. ἀμφίσκιον· ἔχουσαν, τὴν ἀμφοτέρωθεν σκιάσματα ἔχουσαν.

<!-- 1.790 -->Διζόμεναι· ψηλαφῶσαι, ἐρευνῶσαι. κευθμῶνας· τοὺς ἐνδοτάτω τόπους, τοὺς βαθυτάτους τόπους, φωλεάς. ἀποβρυχίην· βαθυτάτην, βαθεῖαν, κρύφιον. ἀλεωρήν· καταφυγὴν, σκέπην, ἔκκλισιν.

<!-- 1.791 -->Γλαυκή· λευκὴ, ἡ καταπληκτική.

<!-- 1.792 -->Ὡς δʼ· παραβολὴ, παράδειγμα. εὐρύπεδον· πλατεῖαν, καὶ ἐξηπλωμένην, πλατύ. σκιάσει· σκεπάσει. νιφάδεσσιν· χιόνι, χιόσι, χιόνεσσιν. ἀλωήν· ἀλώϊα, ἅλωνα, τοποθεσίαν.

<!-- 1.793 -->Ἑσπερίου ζεφύροιο· τοῦ δυτικοῦ ζεφύρου, δυσικοῦ ἀνέμου, ἤως ὁ ζέφυρος. Ζέφυρος ὁ οὖρος τοῦ ζόφου, ἤως τῆς δύσεως, λέγεται καὶ ὁ Βοῤῥᾶς ὁ φέρων ζωὴν καὶ ἄνεμος. θοὸν μένος· ἡ ταχεῖα δύναμις. θοόν· ὀξὺ, ταχύ. μένος· δύναμις. οὐδέ τι· οὐδαμῶς. γαίης· τὸ πρόσωπον δῆλον. οὐδέ τι γαίης· τοῦ δυτικοῦ ζεφύρου ἡ ταχεῖα δύναμις οὐδὲ τῆς γῆς φαίνεσθαι τὴν ὄψιν ποιεῖ· κεκάλυπται γὰρ ταῖς νιφάσιν ταῖς λεπτοτάταις.

<!-- 1.794 -->Κυανέης· μελαίνης. ὑποφαίνεται· δεικνύεται. ἄρα· γράφεται ἅμα.

<!-- 1.795 -->Ἀργενναῖς· λευκαῖς. ἐπασσυτέραις· πυκναῖς, πυκνοτέραις, ὑπαλλήλοις, συνεχέσιν, ἐπαλλήλοις.

<!-- 1.796 -->Ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι· ἀπείραις ἀγέλαις πεπληρωμένη. ἀπειρεσίῃσιν· πολλαῖς, ταῖς πολλαῖς ἀγέλαις τῶν ἀφυῶν, ἀπείραις ἀγέλαις τῶν ἀφυῶν, ἢ ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι ταῖς τῶν ἰχθύων, ἐπειδὴ αὐτὰς ἀγρεύουσι πάντες καὶ ἐσθίουσιν ὡς ἀσθενεῖς. περιπληθής· πληρουμένη, στενοχωρουμένη, γεγεμισμένη, πεπληρωμένη, ταῖς ἀπείροις ἀγέλαις τῶν ἀφυῶν πεπληρωμένη ὑπάρχουσα.

<!-- 1.797 -->Φαίνεται· δείκνυται. ἀργήεσσα· λευκή. ἀλωή· ἄτοπος, ἤως ἡ θάλασσα καὶ χώρα καὶ τοποθεσία, εἰς ἣν διάγουσιν αἱ ἐγγραύλεις· ἀλωὴ σημαίνει τὸν κῆπον, καὶ τὸν ὑπάμπελον τόπον, καὶ τὴν ἅλωνα, καὶ τὸν ἁπλοῦν τόπον.

## Book 2 <!-- part -->

ΕΙΣ ΤΟ Β.

Εἰς τὸ περὶ βουλῆς κερδαλέης ἰχθύων, εἰσὶ δὲ τὰ κεφαλαῖα ταῦτα. Ὀππιανοῦ περὶ τῆς τῶν ἰχθύων φυσικῆς κινήσεως ἁλιευτικὸν βιβλίον δεύτερον, καὶ τίνες ἐχθροὶ ἀλλήλοις, καὶ τίνες φίλοι. Κεφάλαια τοῦ δευτέρου βιβλίου τῶν ἁλιευτικῶν. Περὶ νάρκης. Περὶ λάβρακος. Περὶ καρίδων. Περὶ πίννης. Περὶ καρκίνου. Περὶ πολυπόδων. Περὶ ἐχίνων. Περὶ σκολοπένδρης. Περὶ μυραίνης. Περὶ θύννου. Περὶ κωβιοῦ. Περὶ κεστρέως. Περὶ ἀμιῶν. Περὶ σηπίης. Περὶ βατράχων. Περὶ βοός. Περὶ ἡμεροκοίτου, ὃς καὶ νυκτερὶς καλεῖται. Περὶ καράβων. Περὶ ἰουλίδων. Περὶ δελφίνων. Περὶ σκάρων.

<!-- 2.1 -->Ὧδε μέν· ἀπόθεσις, ἀνακεφαλαίωσις τὸ σχῆμα, καὶ ἀνάμνησις, ὥσπερ τῶν τοῦ πρώτου βιβλίου· ἢ ἀπόθεσις τῶν λεχθέντων, καὶ ἔναρξις τῶν λεχθησομένων, εἰσὶ δὲ ταῦτα τὰ τμήματα συνηρμοσμένα ἓν πρὸς ἄλλο, ἦσαν ὡς ἓν σῶμα, διὰ δὲ τὸ μὴ ἰλιγγιᾷν τοὺς ἀκροατὰς ἔτεμον ταῦτα κατὰ μέρος εἰς μικρά. ὧδε· ἀντὶ τοῦ ἐνταῦθα, ἀντὶ τοῦ ὡς προείρηται ἐν τῷ προλαμβάνοντι βιβλίῳ, οὕτως ὡς προείρηται ἐν τῷ πρώτῳ βιβλίῳ, αἱ τῶν ἰχθύων νομαὶ, περὶ τῆς τῶν ἰχθύων κινήσεως καὶ τίνες φιλότητες τῶν ἰχθύων· οὕτως εἴπομεν ἐν αἷς βόσκονται αἱ ἰχθύες, ἀλλὰ καὶ ἕτερα παντοῖα θαλασσόβια γένη· τὸ σχῆμα ἀπόθεσις τῶν λεχθέντων καὶ ἔναρξις τῶν λεχθησομένων. ἰχθύβοτοι· αἱ τοὺς ἰχθύας τρέφουσαι, αἱ τῶν ἰχθύων.

<!-- 2.2 -->Πλάζονται· πλανῶνται. τοιῷδε· ἐν. γενέθλῃ· γέννᾳ, γεννήσει.

<!-- 2.3 -->Που· ἀντὶ τοῦ ἴσως. ἐπιχθονίοισιν· ἀνθρώποις.

<!-- 2.4 -->Ἀθανάτων· ἀπὸ τῶν θεῶν. σήμηνε· ἐδίδαξεν, ἐδήλωσεν. ἀνυστόν· τελεστὸν, πεπραγμένον, τετελειωμένον, δυνατὸν ἀνῦσαι καὶ πληρῶσαι.

<!-- 2.5 -->Νόσφι· χωρὶς, ἄνευ· οὐδὲν δυνατόν ἐστι τοῖς ἀνθρώποις χωρὶς θεῶν. οὐδʼ ὅσσον· ἔστιν ἀνυστὸν τοῖς ἀνθρώποις πλὴν τῶν θεῶν, τοσοῦτον δύνανται οἱ βροτοί. ὑπὲκ ποδός· τὸν πόδα ἐκ τοῦ ἴχνους. ἴχνος· παρὰ τὸ ἴσχειν, ὅ ἐστι συνέχειν ὅλον τὸν πόδα, ἢ ἀπὸ τοῦ ἀνέχεσθαι τῆς γῆς, ἢ παρὰ τὸ ἐν τῇ γῇ ἵεσθαι καὶ πορεύεσθαι. ἀεῖραι· ἐπαρεῖν, κινῆσαι, ἀναστῆσαι, ἐπᾶραι.

<!-- 2.6 -->Ἀμπετάσαι· ἀνοῖξαι, ἀναπετάσαι, συγκοπή. βλεφάρων· ἀπὸ τῶν· βλέφαρον παρὰ τὸ φάρος εἶναι τοῦ βλέπους, ἤτοι τοῦ ὀφθαλμοῦ· βλὲψ γὰρ ὁ ὀφθαλμός. περιφαέα· λαμπρὸν, λαμπρὰ, πεφωτισμένα, πεπληρωμένα φωτός. βλεφαρῶν περικαλλέα κύκλα· περιφραστικῶς τὰ ὄμματα, ὀφθαλμοί· γράφεται περιφαέα.

<!-- 2.7 -->Αὐτοί· οἱ θεοί. κρατέουσι· ἐξουσιάζουσι, βασιλεύουσιν, οἰκονομοῦσιν. ἰθύνουσιν· διεξάγουσιν, ὁδηγοῦσιν. ἕκαστα· τὰ πάντα.

<!-- 2.8 -->Τηλόθεν· πρὸ πολλοῦ. τηλόθεν ἐγγύς· παραδοξολογία, ὅτι καὶ μακρὰν οἱ θεοί εἰσι πλησίον, παραδοξόλογον τὸ σχῆμα. ἀτίνακτος· ἀμετάθετος, ἣν οὐδεὶς δύναται ῥίψαι, ἀπαραίτητος, ἀμετακίνητος, στερεὰ, ἀβίαστος, ἣν οὐδεὶς δύναται βιάσασθαι, ἣν οὐδεὶς ἀποτρίψαι δύναται, φυσικός· γράφεται ἀδίδακτος. αὐτοδίδακτος ἀνάγκη· ...... ἀνάγκαις οὐ διδασκομένη ὑπό τινος, ἀλλʼ αὐτοδίδακτοί ἐσμεν τοῦ πείθεσθαι.

<!-- 2.9 -->Πείθεσθαι· εἰς τὸ πείθεσθαι ἡμᾶς αὐτοῖς, ὥστε τοῖς θεοῖς, εἰς τὸ τοῖς θεοῖς. τήν· τὴν βίαν τὴν τῶν θεῶν γινομένων, τὴν ἀνάγκην, ὑποταγὴν τῶν θεῶν ἐν ἡμῖν τοῖς ἀνθρώποις. σθένος οὐδέ τις ἀλκή· ταυτολογία κατὰ ῥήτορας.

<!-- 2.10 -->Τρηχείαις γενύεσσιν· στόματι τραχεῖ. τρηχείαις· σκληραῖς, ἀλαζονικαῖς. γενύεσσι· στόμασιν. γένειον ἡ τρίχωσις γενύων, τὸ στόμα καὶ ὁ περὶ αὐτὸ τόπος. ὑπερφιάλως· ὑπερηφάνως, ἀναιδῶς, αὐθαδῶς, ἀλαζονικῶς· ὑπερφίαλος ἐκ μεταφορᾶς τῆς φιάλης, ἣ ὅταν ὑπὲρ μέτρον γεμισθῇ, ὑπερφίαλος λέγεται· ἐκ τούτου οὖν καὶ ὑπερφίαλον τὸ πολὺ καὶ ἄμετρον. ὑπερφίαλος παρὰ τὸ φῶ τὸ φαίνω, ὁ ὑπερφαίνων ὄντα τῶν ἄλλων ἑαυτὸν ἐπιχειρῶν δεῖξαι· ἢ ἀπὸ τῆς ὑπὲρ προθέσεως καὶ τοῦ φῶ τὸ λέγω ὁ ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν λέγων καὶ ἐπαγγελλόμενος, ὁποῖον λέγει Ὅμηρος ὑψαγόρην· οἶμαι δὲ καὶ παρὰ τὸ πίνω πίαλος, καὶ ὑπερφίαλος ὁ ὑπέρσπονδος, λαμβάνεται δὲ καὶ ἐπʼ ἐγκωμίου· ἢ ὁ ὑπερήφανος καὶ ἄθεος καὶ παραβαίνων τοὺς διὰ φιαλῶν γινομένους ὅρκους, ἢ ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ, τῆς φιάλης ἀμέτρου οὔσης. καὶ ὑπερφίαλον τὸ πολὺ καὶ ἄμετρον. ἐρύσαντα· τὸν λαβόντα, τινὰ, ἑλκύσαντα, τινὰ ἄνθρωπον ἑλκύσαντα.

<!-- 2.11 -->Ἐκφυγέειν ἅτε πῶλον· οὐκ ἔστι τινὰ ταῖς τραχυτάταις αὐτοῦ γένυσιν ἑλκύσαντα ἐκφυγεῖν αὐτὴν, ὁποῖα ποιεῖ καὶ πῶλος ἀποπτύων τοὺς χαλινούς· κἀκεῖνος γὰρ ταῖς γένυσιν αὐτοῦ βιάζεται τὸν ἄγοντα καὶ τινάξας ἐκφεύγει αὐτόν. ἀποπτυστῆρα· καταφρονητὴν, ἀποδιώκοντα, ἀποστρεφόμενον.

<!-- 2.12 -->Μάκαρες· οἱ θεοί. πανυπέρτατοι· ὑπεράνω πάντων, οἱ ὑψηλότατοι. ἡνία· χαλινὰ, χαλινοὺς, τὴν αὐτῶν πανταχῆ ἐξουσίαν.

<!-- 2.13 -->Κλίνουσʼ· φέρουσιν, ἄγουσιν. ᾗ κʼ· ὅπου ἂν, ὅπου. σαόφρων· φρόνιμος.

<!-- 2.14 -->Πρίν· πρὸ τοῦ, ἕως. μάστιγι· παιδεύσει. ἐλάηται· ἕλκηται, ἐλαύνηται, διώκηται.

<!-- 2.15 -->Πολυκερδέας· τὰς πολλὰ κέρδη ἐχούσας.

<!-- 2.16 -->Ἔχειν· πράττειν. ἐπιφροσύνην· βουλὴν, ἐπιστήμην, φρόνησιν, σύνεσιν, φρόνησιν, ἐπιτηδειότητα καὶ πᾶσαν ἐδίδαξαν γνῶσιν. ἀνέηκαν· γράφεται καὶ ἐδίδαξαν. ἐδίδαξαν· ἐνουθέτησαν.

<!-- 2.17 -->Ἀλλοίοισιν ἐπώνυμος ἔργων· ἀλλοίων ἐπιστήμων ἔργων. ἀλλοίοισι· διαφόροις. ἐπώνυμος· αἴτιος, ἐπιστάτης· γράφεται ἐπίσκοπος ἤως ἐπιτηρητικός. ἔπλετο· ὑπάρχει, ἐγένετο, ἐγίνετο. δαίμων· θεός.

<!-- 2.18 -->Ἐπίσκοπον· ἐπιτηρητικὴν, ἐπιτηρητὴν, ἀξίαν· γράφεται ἐπήρητον ἤως ἐπιθυμητήν. ἤρατο· ἔλαχεν, ἀπηνέγκατο, ἔλαβεν.

<!-- 2.19 -->Δηώ· γῆ· σωματοποιεῖ τὴν γῆν ὡς θεάν. Δηὼ ὁ θεὸς παρὰ τὸ δαίω τὸ καίω, δηὼ δʼ ἡ γῆ παρὰ τὸ δαίω τὸ μερίζω· μερίζεται γὰρ καὶ εἰς μικρὰ κόπτεται γεωργουμένη. ζεύγλης· ἕνεκα. ἀρότοιο· ἀροτριασμοῦ, ἀρότρου. ἀρότοιο· ἄροσις τῶν βοῶν καὶ σῖτος ἔργα Δηοῦς, μέλαθρα καὶ φάρεα Ἀθηνᾶς, φάσγανα καὶ θώρακες Ἄρηος, Μουσῶν καὶ Ἀπόλλωνος ἀοιδὴ, ἆθλοι Ἑρμοῦ, καὶ Ἡφαίστου σφῦρα καὶ ἄκμων.

<!-- 2.20 -->Πυρῶν· σίτων. γέρας· τιμήν. ἀμητοῖο· καρποῦ, ἤως τοῦ θέρους. ἀμητοῖο· ἕνεκα τοῦ θερισμοῦ· ἀμητὸς ὁ θερισμὸς, ἄμητος δʼ ὁ καιρὸς τοῦ θερισμοῦ. Ἄμητος καὶ ἀμητὸς διαφέρουσιν· ἄμητος γάρ ἐστιν ὁ καρπὸς ὁ τρυγώμενος, ἀμητὸς δʼ ὁ καιρὸς τοῦ θέρους· ὡσαύτως καὶ τρύγητος καὶ τρυγητός· τρύγητος γὰρ ὁ καρπὸς, τρυγητὸς δʼ ὁ καιρὸς τοῦ τρύγους.

<!-- 2.21 -->Δοῦρα· ξύλα εἰς ἐπισκευὴν νηῶν, ξύλα ἤως πλοῖα. τεκτήνασθαι· κατασκευᾶσαι. μέλαθρα· οἰκήματα· μέλαθρον ἀπὸ τοῦ μάλα ἀθρεῖν, ἢ ἀπὸ τοῦ μελαίνειν τὸν αἰθέρα, κυρίως δὲ τὸ μαγειρεῖον.

<!-- 2.22 -->Φάρεα· ἱμάτια. Φάρος, εἰ μέν ἐστι ἀρσενικὸν, σημαίνει τὸν τόπον· εἰ δὲ θηλυκὸν, σημαίνει τὴν πόλιν· εἰ δʼ οὐδέτερον, σημαίνει τὸ ἱμάτιον, ἐστὶ δὲ τὸ ὁμώνυμον· ἄλλο φάρος τὸ ἱμάτιον ἀπὸ τοῦ φέρεσθαι, οἱονεὶ φέρος τι ὂν, ἢ παρὰ τοῦ ὑφῇ ἀρηρέναι, λέγεται δʼ ἐπὶ γυναικός· ἔστι δὲ Φάρης καὶ ὁ πρὸ τῆς Αἰγύπτου νῆσος παρὰ τὸ φῶ τὸ φαίνω, ἢ ἀπὸ τοῦ προφαινομένου τοῖς πλέουσι πύργου, ἐν ᾧ φῶς ἀνάπτεται. ἀσκῆσαι· ποιῆσαι, ἐπιμελῶς κατεργάσαι, μετʼ ἐπιτηδειότητος κατασκευᾶσαι. μήλων· προβάτων, ἐρίων. εὐανθέϊ καρπῷ· ἤως τῷ ἐρίῳ τῷ τῶν προβάτων. εὐανθέϊ· γράφεται εὐθαλπέϊ τῷ θερμαντικῷ. εὐθαλπέϊ· εὐθάλπῳ. καρπῷ· ἐρίῳ.

<!-- 2.23 -->Παλλάς· ἡ φρόνησις, ἤως ἡ Ἀθηνᾶ· Παλλάν φησι τὴν Ἀθηνᾶν, ἢ ὅτι ἐξῆλθε τῆς τοῦ Διὸς κεφαλῆς, πάλλουσα τὰ ὅπλα, ἢ ὅτι Πάλλαντά τινα ἕνα τῶν Γιγάντων ἐφόνευσεν, ἢ ὅτι παλλομένην ἀνήγαγε τῷ Διῒ τὴν τοῦ Διονύσου καρδίαν, τῆς Σεμέλης κεραυνωθείσης. ἐπιχθονίους· τοὺς ἀνθρώπους, πολύππωται. ἐδιδάξατο· ἐδίδαξεν. δῶρα· χαρίσματα. Ἄρηος· τοῦ πολέμου.

<!-- 2.24 -->Φάσγανα· σπάθαι. περί· ἐν. χάλκειοι χιτῶνες· θώρακες, ὅτι οἱ παλαιοὶ τὰ πάντα τοῦ πολέμου χάλκεα ἐποίουν, ἐνδύματα.

<!-- 2.25 -->Κόρυθες· περικεφαλαῖαι· ἀπὸ Κόρυθός τινος Ἰβηρίου ἐκλήθη, ταύτην ἐφεύραντος πρῶτον. δοῦρα· κοντάρια· δοῦρα ὧδε τὰ κοντάρια ἀπὸ τοῦ δέρω τὸ ἐκδέρω· καὶ γὰρ ἐκδέρονται ταῦτα. οἷς· ἑτέροις τισίν. Ἐνυώ· πολεμικὴ θεὰ, τοῦ Ἄρεος ἀδελφὴ, ἡ μάχη, ὁ πόλεμος, ἤως ἡ θεά. Ἐνυὼ ἡ μάχη ἐκ τοῦ εἰς ἑνὸς, ἢ ἐκ τῆς ἐν προθέσεως καὶ τὸ αὔω τὸ φωνῶ. Ἐνυὼ πολεμικὴ θεὰ παρὰ τὸ ἐναύειν, ὅ ἐστιν ἐμφωνεῖν, ἢ παρὰ τὸ ἴω ἀπὸ τοῦ ἐνίειν τοῖς πολεμουμένοις τὴν μάχην, ὅθεν καὶ ὑσμίνη· Ὅμηρος

  
οὔτε πτολίπορθος Ἐνυώ.  

<!-- 2.26 -->Μουσάων· τῶν λογικῶν τεχνῶν. ἀοιδαί· τὰ ποιήματα τῶν ποιητῶν ἀοιδὰ, ποιήσεις, αἱ φωναὶ, κυρίως τὰ ποιήματα τῶν ποιητῶν, ἤτοι τῆς παιδεύσεως αἱ φωναί.

<!-- 2.27 -->Ἑρμείης· ὁ λόγος· ἔστιν Ἑρμῆς λόγος, καί ἐστιν Ἑρμῆς κερδῷος· τοῦ Ἑρμείου οἱ ἆθλοί εἰσι καὶ ἀγορὰ, διʼ ὅ τι ἐν ταῖς ἀγοραῖς ἱδρύουσιν αὐτόν. ἀγορήν· δημηγορίαν, ἀτραπελίας λόγος· ἀγορὰ τὸ πλῆθος, ὁ τόπος, εἰς ὃν καθέζονται, ἡ δημηγορία, ὁ φόρος, τὸ ἀγοραζόμενον πρᾶγμα, καὶ τὸ ὑπὲρ αὐτοῦ διδόμενον. Ἀγορὰ σημαίνει δʼ ὁ τόπος, εἰς ὃν ἄγουσιν οἱ ἄνθρωποι, ἀγορὰ τὸ ἀγοραζόμενον, ἀγορὰ τὸ διδόμενον, καὶ ἀγορὰ ἡ δημηγορία. ἀλκήεντας· ἰσχυροὺς, δυνατούς. ἀέθλους· λογικοὺς, ἀγῶνας.

<!-- 2.28 -->Ὤπασεν· παρέσχεν. ῥαιστήριος· χαλκευτικὸς, ἀπὸ τοῦ ῥαιστῆρος καὶ τῆς σφύρας, ὁ ἀπὸ τῶν σφυρῶν τοῖς χαλκεῦσι γινόμενος· ῥαιστὴρ ἡ σφῦρα, ὅθεν καὶ ἱδρὼς ῥαιστήριος ἀπὸ τῶν σφυρῶν γινόμενος. ῥαιστήριος· ὁ ἐπὶ τῆς σφύρας, φθαρτικός. ἱδρώς· τουτέστιν ὁ χαλκευτικὸς κόπος· λέγουσι γὰρ τὸν Ἥφαιστον ἐφευρεῖν τὸ πῦρ καὶ τὰ τῆς τέχνης τῆς χαλκευτικῆς, ἀλλʼ οὐχὶ, ἀλλʼ ἀληθῶς χαλκεὺς ἦν Ἥφαιστος, ὡς καὶ ἡ ἐτυμολογία ἀπὸ τοῦ ἅπτω τὸ καίω — διὸ καὶ δασύνεται — καὶ τοῦ αἴθω τὸ αὐτὸ, μετέπλασαν δὲ τοῦτον οἱ Ἕλληνες, καὶ λέγουσι τὸν Ἥφαιστον θεόν.

<!-- 2.29 -->Νοήματα· ἐφεύρεμα, ἢ τὴν ἁλιευτικὴν ἐπίνοιαν. τέλος ἄγρης· ἢ τὴν ἁλιευτικήν.

<!-- 2.30 -->Ὑγροπόρων· ἰχθύων. ὤπασε· ἀνθρώποις. τεκμήρασθαι· νοῆσαι, μαθεῖν, καταμαθεῖν.

<!-- 2.31 -->Πρῶτα· κατὰ τὴν ἀρχὴν, ἐξ ἀρχῆς. μεσοῤῥαγέας· τὰς μέσον ἐῤῥηγμένας, διεῤῥηγμένους μέσον, μέσον ῥαγέντας, τοὺς διεσχισμένους εἰς τὸ μέσον, τοὺς διασχιζομένους. κενεῶνας· κοιλώματα, λαγόνας, κοιλότητας, τὰ βάθη καὶ τὰς καταδύσεις τῆς γῆς ἀνεπλήρωσαν, τὸ κῦτος τῆς θαλάσσης.

<!-- 2.32 -->Γαῖα· εἰ μὲν ἀττικῶς, διὰ διφθόγγου· αἶα γὰρ ἦν, καὶ προσθήκῃ τοῦ γ γαῖα· εἰ δʼ ἰωνικῶς, ψιλόν· γέα γὰρ, καὶ ἐν συναιρέσει γῆ, τοῦτο δὲ λέγει οἱ συῤῥεύσαντες ποταμοί. ἀγρομένοισιν· συναθροιζομένοις. ἐνιπλήσας· πληρώσας, γεμίσας.

<!-- 2.33 -->Πευκεδανήν· πικρὰν, ἁλμυρὰν, διὰ τὸν φόνον, ἢ διὰ τὸν κάματον ἐκάλεσε ταύτην· κρεῖσσον γὰρ εἰπεῖν μεγάλην· πευκεδανὸν τὸ πικρὸν ἀπὸ μεταφοφᾶς τῆς πεύκης· πικρὰ γὰρ αὕτη. ἀνέηκε· ἀναβλῦσαι ἐποίησεν, ἀνέδωκεν, ἀνέπεμψεν. ἐξέστεψε· ὑπερχειλῆ ἐποίησεν, ἐστεφάνωσεν, ἐπλήρωσεν, ἐξεπλήρωσεν, ἐκύκλωσεν, ἡ θάλασσα ὑψηλοτέρα ἐστὶ τῆς γῆς, δυνάμει δὲ θείᾳ οὐκ ἐπηρεάζει αὐτήν.

<!-- 2.34 -->Ὀφρύσι· ταῖς ἐξοχαῖς τῶν πετρῶν καὶ τοῖς αἰγιαλοῖς, ἐξοχαῖς ὀρῶν, ἀκρωτηρίοις. ῥηγμῖσιν· αἰγιαλοῖς. περίδρομον· πως, κυκλοτερῆ, κυκλοτέροις, κυκλοτερῶς βρωθὲν, διόλου περίκυκλον. ἀμφιπεδήσας· περιγράψας, δεσμεύσας, περιδεσμήσας, δεσμήσας καὶ στήσας αὐτήν φησι διὰ τὸ μὴ ἐπηρεάζειν τῇ γῇ· διὰ τῶν ἀγειρομένων καὶ ἀγρομένων ποταμῶν, ἤτοι συναθροιζομένων ποταμῶν πέτραις καὶ αἰγιαλοῖς δήσας αὐτὴν πανταχόθεν, ἢ ταῖς ἐξοχαῖς τῶν πετρῶν στήσας ταύτην διὰ τὸ μὴ ἐπηρεάζειν τὴν γῆν, ἀγνοεῖ δʼ οὗτος, ὅτι ἔν τισιν ἡ θάλασσα ὑψηλοτέρα ἐστὶ τῆς γῆς, θείᾳ δὲ δυνάμει οὐ κατεπεμβαίνει τῆς γῆς.

<!-- 2.35 -->Εἴτε μιν· εἰ τέως δυνατὸν ἔνι· εἴωθεν ὁ ἀπορῶν ἐμβάλλειν ἑαυτὸν εἰς πολλὰς ἐννοίας. ἐυρυμέδοντα· τὸν μεγάλως βασιλεύοντα, μέγα βασιλέα. καλέσσαι· ὀνομάσαι, πρέπει.

<!-- 2.36 -->Παλαίφατον· παλαιότατον, ἀρχαιότατον, τὸν ἀρχαῖον, ἢ τὸν ἔκπαλαι φημιζόμενον.

<!-- 2.37 -->Βέλτερον· κρεῖττον, στοχαστικώτερον, τὸν κρείττονα, ὃν νομίζει βέλτερον· καλοί φησι τῶν ἐφόρων· βέλτερον τὸ καλὸν, ἀβέλτερον δὲ τὸ μωρὸν καὶ τὸ ἄχρηστον. ἰθυντῆρα· ἐπιστάτην, κυβερνήτην, ποιητὴν, ὁδηγὸν, καὶ ἡγεμόνα.

<!-- 2.38 -->Ἀλλʼ οἱ μέν· τὸ σχῆμα τοῦτο λέγεται ἐπέμβολον. οὔλυμπον· οὐρανόν· ὄλυμπος ἐτυμολογεῖται παρὰ τὸ ὁλολαμπὴς εἶναι. ἔχουσι· οἰκοῦσι, κατοικοῦσιν.

<!-- 2.39 -->Δαίμονες· θεοί. εὔδωρον· πολύδωρον. ἄρουραν· ἠροτριασμένην.

<!-- 2.40 -->Πανίλαον· εὐμενὲς, πᾶσιν ἵλεων, πᾶσι τούτοις εὐμενῆ. ἦτορ· ψυχήν· ἀπὸ τοῦ ἄω τὸ πνέω· πνεῦμα γὰρ ἡ ψυχὴ, ὡς ἐν τοῖς θείοις εὐαγγελίοις πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, τουτέστιν ἀσώματόν ἐστι τὸ θεῖον, καὶ τοιαύτην θέλει καὶ τὴν θυσίαν αὐτοῦ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ νοῦ καθαρότητος. ἔχοιεν· ἄν ποτε.

<!-- 2.41 -->Μάκαρ· Σεβῆρε, Ἀντωνῖνε. σκηπτοῦχε· βασιλεῦ, ὁ τὰ σκῆπτρα κρατῶν, ὁ τὰ σκῆπτρα ἀνέχων. ἀγλαόπαιδι γενέθλῃ· περιφραστικῶς, τῷ λαμπρῷ, τῷ καλῷ γεννήματι, τῷ Γορδιανῷ.

<!-- 2.42 -->Καὶ λαοῖς σύμπασιν· ὧδε ὁ ποιητὴς τὸν ἑαυτοῦ αὐτοκράτορα εὔχεται. ἀοιδαῖς· λόγοις, φωναῖς, ποιήσεσιν.

<!-- 2.43 -->Ἰχθύσιν· ἐν τοῖς, οὐ συμπολιτεύεται τὸ δίκαιον αὐτοῖς· ἐπανάληψις τὸ σχῆμα πρὸς τοὺς ἰχθύας. δίκη· δίκαιον. μεταρίθμιος· σύνοικος. αἰδώς· αἰσχύνη, καὶ ἐντροπή.

<!-- 2.44 -->Οὐ· οὔτε. ἀνάρσιοι· πολέμιοι, ὀλέθριοι, ἐχθροὶ, ἄγριοι, φονεῖς, ἀπὸ τοῦ ἀναιρῶ τὸ φονεύω. ἀλλήλοισιν· κατʼ ἀλλήλων.

<!-- 2.45 -->Κρατερώτερος· ἰχυρότερος. καρτερώτατος· ἰσχυρότατος.

<!-- 2.46 -->Δαίνυται· εὐωχεῖται. ἀφαυροτέρους· ἀσθενεστέρους, ἀπὸ τοῦ αὔρα ἡ πνοή. ἄλλῳ ἐπινήχεται· κατʼ ἄλλου νήχεται, ἐπάνω, ἐπιβουλεύεται.

<!-- 2.47 -->Πότμον· μοῖραν. ἕτερος· ἕτερος δʼ ἑτέρῳ πόρσυνε καὶ ηὐτρέπισεν ἑαυτὸν ἐδωδὴν, τουτέστι τρώγεται ὑπʼ ἄλλου καὶ μὴ θέλων. πόρσυνεν· ηὐτρέπισεν ἑαυτὸν, ἔδωκεν, ηὐτρέπισε, παρέσχεν ἑαυτὸν τροφὴν, τουτέστιν ἄλλος ὑπʼ ἄλλου κατεσθίεται· ἀλληλοφάγοι γὰρ καὶ ἄδικοι οἱ ἰχθύες.

<!-- 2.48 -->Γενύεσσι· στόμασιν. ἠνορέῃ· ἀνδρείᾳ, δυνάμει. βιόωνται· δυναστεύουσι, βιάζονται, βιάζουσι, μάχονται, ἤως ῥῶσιν.

<!-- 2.49 -->Χειροτέρους· ἀσθενεστέρους, μικροτέρους. ἰόν· φάρμακον.

<!-- 2.50 -->Τύμμασι· ἐν, τρώσεσι, πληγαῖς, τύψεσιν. λευγαλέοισιν· ὀλεθρίοις, ἰσχυροῖς, φονευτικοῖς. ἀμυνέμεναι· εἰς τὸ βοηθεῖν ἑαυτὸν, τιμωρεῖν, τιμωροῦσαι· ἀμύνω ἐνεργητικῶς τὸ βοηθῶ, καὶ συντάσσεται δοτικῇ, ἀμύνομαι δὲ παθητικῶς τὸ μάχομαι, καὶ συντάσσεται αἰτιατικῇ. Ἀμύνω τὸ βοηθῶ δοτικῇ συντάσσεται, ἀμύνω δὲ τὸ τιμωρῶ αἰτιατικῇ, ἐνταῦθα δʼ εἰς τὸ ἀμυνέμεναι καὶ τιμωρῆσαι δοτικῇ, ὅ τι κατάχρησίς ἐστιν. Ἄλλως· τὸ ἀμύνω ποτὲ μὲν λαμβάνεται ἐπὶ βοηθείας, ποτὲ δʼ ἐπὶ βλάβης. ἀμυνέμεναι· ἡ σύνταξις οὕτως· ὥστε τιμωρήσασθαι. Ἄλλως· ἀμυνέμεναι· ὥστε τιμωρεῖν τοὺς ἄλλους. πεφύασι· βλαστάνουσιν, ἀνέρχονται, ἀναβλαστάνουσιν.

<!-- 2.51 -->Πικραί· γράφεται πυκναί. χόλου· ὀργῆς. πυρόεντος· καυστικοῦ, καυστικωτάτου. χόλου κρυόεντος· πυρώδους, καυστικοῦ, διὰ τὸ πυρωπὸν δὲ πυροειδές· καὶ οἱ ὀφθαλμοὶ γὰρ τοῦ θυμουμένου ὑπέρυθροι, ὅπερ γίνεται διὰ λεπτοῦ αἵματος ἀνάδοσιν· ἐν γὰρ τῇ ζέσει τοῦ θυμοῦ ἀναδίδοται τὸ αἷμα διὰ μικρῶν φλεβίων. Τί ἐστι θυμός; ζέσις τοῦ περὶ καρδίαν αἵματος. ἀκωκαί· ὀξύτητες.

<!-- 2.52 -->Βίην· δύναμιν, ἰσχύν. θεός· ἡ φύσις. ὤπασεν· ἐκείνοις.

<!-- 2.53 -->Θήγεται· ἠκόνηται, φύεται, αὔξεται, αὐξάνεται· γράφεται φύεται. ἔφυσεν· φυῆναι ἐποίησεν ὁ θεὸς, ἐβλάστησεν ἡ φύσις, ἀνέδωκεν, ἐχαρίσατο, καὶ βλαστῆσαι ἐπόθησεν· γράφεται ἔθηκεν.

<!-- 2.54 -->Κερδαλέην· πανοῦργον, συνετὴν, ἐπικερδῆ. πολυμήχανον· πολύτροπον, καὶ τὴν πολύβουλον· γράφεται δολομήχανον. δόλοισιν· ἐν, μηχανήμασιν.

<!-- 2.55 -->Πολλάκι· κατʼ ἀποκοπήν. κρατερόν· ἰσχυρόν. ὑπέρτερον· ἰσχυρότερον, κρείττονα.

<!-- 2.56 -->Τερενόχροϊ ἁπαλόχροϊ, γράφεται τέρενι χροΐ. τέρενι χροΐ· ἁπαλῷ σώματι. φάρμακον· βοήθεια, θεραπεία, κέντρον, βοήθημα. ἀλκῆς· δυνάμεως, εἵνεκα, χάριν.

<!-- 2.57 -->Ἔσσεται· ἔγκειται, ἀκολουθεῖ. αὐτοδίδακτον· φυσικὸν, αὐτοφυές.

<!-- 2.58 -->Μαλακή· μαλακὴ ἀπὸ τοῦ μάλη ἡ χεὶρ καὶ τοῦ ἄκος τὸ θεράπευμα. ἀμενηνή· ἀσθενὴς, ἀνίσχυρος, ἀδύνατος.

<!-- 2.59 -->Νωθής· ὡς, ῥᾴθυμος, ὀκνή. βραδύτητι· ἐν. βαρύνεται· συνέχεται, δεσμεῖται. βραδυτῆτι βαρύνεται· ἤτοι βαρεῖα φαίνεται ὑπὸ τῆς βραδυτῆτος, καὶ βαρύνεται καὶ ἀργὴ μένει τῇ βραδυτῆτι, εἰ δεῖ εἰπεῖν οὕτως ἀλλάξαντα τὴν λέξιν· καὶ πᾶν γὰρ ζῶον πολύσαρκον καὶ βραδυκίνητον ὑπάρχον τὸ σῶμα, ἐκεῖνο καὶ ἀργὸν ἐμφανῶς. φαίης· ὑπολάβῃς, νομίσῃς, εἴπῃς.

<!-- 2.60 -->Νηχομένην· πλέουσαν. δύσφραστα· δυσνόητα. κέλευθα· πορείας.

<!-- 2.61 -->Εἱλεῖται· συστρέφεται. πολιοῖο· λευκοῦ. ἑρπύζουσα· συρομένη.

<!-- 2.62 -->Λαγόνεσσιν· πλευραῖς. ἀναλκίας· ἀδυναμίας, ἀδυνάτου· ἄναλκις ὄνομα σύνθετον· ἀλκὴ καὶ μετὰ τοῦ στερητικοῦ α, τοῦτο ἐκ τοῦ ἀρκῶ τὸ βοηθῶ, καὶ ἄλξω ὁ μέλλων, ὄνομα ῥηματικὸν ἄλξις καὶ ἐπʼ ἐπάλξεων πόλεως· ἐκ τούτου οὖν ἄλκη καὶ ἀλκὴ, καὶ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἄναλκις. ἀλκή· βοήθεια.

<!-- 2.63 -->Κερκίδες· ὀξύτητες κέντρων, ἢ τὰ πτερά. ἐμπεφύασι· ἀνεβλάστησαν. παρὰ πλευρήν· τῶν πλευρῶν. ἑκάτερθεν· ἀμφοτέρωθεν, ἐν ἀμφοτέραις ταῖς πλευραῖς.

<!-- 2.64 -->Ἀμφίδυμοι· διπλαῖ. τις· ἰχθὺς, ἢ ἄνθρωπος.

<!-- 2.65 -->Ἔσβεσεν· ἐσβέσθη, ἡ κερκὶς, ἀπέβαλεν.

<!-- 2.66 -->Πήγνυται· ψυχροῦται, συστέλλεται. οὐδέ τι· οὐδαμῶς. φέρειν· συστρέφειν, κινεῖν. δύναται· ἰσχύει. ἀλκή· ἡ δύναμις.

<!-- 2.67 -->Ἦκα· ἡσύχως, κατὰ μικρὸν ποιούση ἰχθύας νεκρούς· ἔστιν ἐπὶ μεσότητος, γίνεται δὲ παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ἡσυχίαν, οὗ τὴν αἰτιατικὴν ἔχει ἐν ἐπιῤῥήματος συντάξει· «ἀκὴν δʼ ἐγένοντο σιωπῇ·» παρὰ τὸ ἀκὴ οὖν ἦκα κατʼ ἀντιστροφὴν, ὡς σιγὴ σίγα, ὡς σαφὴς σάφα, λιγὺς λίγα, οὕτω ἀκὴ ἄκα, καὶ κατὰ τροπὴν ἦκα, ὡς ἄγυρις πανήγυρις, ἄνεμος εὐήνεμος καὶ ἠνεμόεις· ἢ ὥσπερ παρὰ τὸ πρόσθεν πρόσθα, καὶ ἔνερθεν ἔνερθα, καὶ ἔνθεν ἔνθα, οὕτως ἀπὸ τοῦ ἀκὴν ἄκα ἦκα κατὰ μετάληψιν τοῦ αὐτοῦ φωνήεντος· ἀναγκαίως οὖν ἀπόβλητον ἐγένετο τὸ ν. μαραινομένοιο· φθειρομένου αὐτοῦ· ἀσθενοῦντος· πλαγιασμός ἐστιν. παρείεται· παραλύεται, πάρεσιν μελῶν πάσχει, πάρεσιν πάσχει, παραπέμπεται. Παρείεται· ἀπολιθοῦται, ἀπολύεται, πάσχει πάρεσιν, καὶ οὐδαμῶς ἔκτοτε τούτου μέλη βαστάζειν δύναται, ἀλλʼ ἡ δύναμις αὐτοῦ ἠρέμα μαραινομένη παρείεται, τουτέστιν ἐν παρέσει γίνεται, ἢ τῇ ἄφρονι νάρκῃ, ἤως τῷ πάθει τῆς ναρκώσεως διαλύεται, ἀπολιθοῦται, καὶ οὐκ ἔτι δύναται βαστάζειν τὰ μέλη αὐτοῦ, ἀλλὰ μαραινομένη ἡ δύναμις γίνεται ἐν παρέσει διὰ τὸ πάθος τῆς ναρκώσεως. ἄφρονι· κακόφρονι. νάρκῃ· ἀντίπτωσις ἀπὸ τῆς νάρκης· ἡ νάρκη δύο κέντρα ἔχει ἐν ταῖς λαγόσιν αὐτῆς, καὶ εἴ τις αὐτῇ ἐπιψαύοι, νεκροῦται καὶ οὕτως αὐτὸν ἐσθίει· νάρκῃ δʼ ἀντὶ τοῦ ὑπὸ νάρκης ἀντιπτωτικῶς· ἡ γὰρ νάρκη δύο κέντρα ἔχει, ὑφʼ ὧν ὁ ἐπιψαύσας αὐτῇ νεκροῦται.

<!-- 2.68 -->Θεοῦ· παρὰ, φύσεως. γέρας· δύναμιν, τιμήν. ἔδεκτο· καὶ ἔλαβεν.

<!-- 2.69 -->Ὕπτιον· ἐξηπλωμένον.

<!-- 2.70 -->Ἀστεμφής· ἀκίνητος, ἄσειστος, ἀμετακίνητος. ἰχθύς· γράφεται ἰσχύει.

<!-- 2.71 -->Ἐγχρίψῃ· πλησιάσῃ. λύτο· ἐφθάρη. αὕτως· ἀμηχάνως, ἀπράκτως, μάτην.

<!-- 2.72 -->Ἀδρανίης· ἰστέον ὅτι ἰωνικῶς ἀδρανία καὶ μηθία διὰ τοῦ ι. ἀδρανίης· τῇ ἀδρανείᾳ. βαθύν· εἰς. βαθὺν ὕπνον· γακὸν ὕπνον. ἀμηχανίῃσι· ἀπορίαις.

<!-- 2.73 -->Ἀνόρουσε· ὥρμησε, συστολὴ ἰωνικὴ, καὶ ἀνώρμησεν· ἐκ τοῦ ὀρούω ὀρύω ὡς πλήθω πληθύω, πηδῶ πηδύω, καὶ πλεονασμῷ τοῦ ο βοιωτικῶς γίνεται ὀρούω· οἱ γὰρ Βοιωτοὶ τότε πλεονάζουσι τῷ υ στοιχείῳ τὸ ο, ἡνίκα τὸ υ οὐχ ὑποτάσσηται φωνήεντι, οἷον κύνες κοῦνες, καὶ τὸ κῦμα κοῦμα, οὐχ ὑποτάσσεται δὲ τὸ ο, ἡνίκα ὑποτάσσηται, οἷον εὐνὴ, αὐλή. κραιπνή· ταχεῖα.

<!-- 2.74 -->Γηθοσύνη· χαροπὴ, ἐν χαρᾷ.

<!-- 2.75 -->Λαῖτμα· βαθὺ, κῦμα. κατὰ λαῖτμα· ἤως κατὰ τὴν θάλασσαν. μετʼ· ἀργὸν, σύν. ἰχθύσιν· παρὰ τὸ ἰθύνω τὸ ὁρμῶ ἰθὺς καὶ ἰχθὺς, τουτέστιν οὐκ αἰσθανομένη· τῇ ναρκώσει γὰρ οὐκ αἰσθάνονται. ἀντήσασα· συναντήσασα.

<!-- 2.76 -->Ἔσβεσε· κατεψύχρανεν. ὁρμήν· τὴν φυσικὴν θερμότητα, ἐξ ἧς γίνεται ἡ ὁρμή· ἁρμόδιον οὖν ἐστι τὸ σβέσεν ἐνταῦθα, ἔνθεν παροιμία ἐστὶν ἐπὶ τῶν πασχόντων καὶ μὴ αἰσθανομένων.

<!-- 2.77 -->Ἐπιψαύσασα· πλησιάσασα. ἐσσυμένους· ὡρμημένους.

<!-- 2.78 -->Ἔσταν· ἐστάθησαν, ἔστησαν, ἀλλοπαθὲς τὸ σχῆμα· δυϊκῶς γάρ· τῆς νάρκης δύο ὀστᾶ εἰσιν ἑκατέρωθεν τῶν δύο πλευρῶν αὐτῆς πεπηγμένα, εἰς ἅτινα εἴ τις τῶν ἰχθύων προσπροσπελάσει, ἢ τῶν ἀνθρώπων, εὐθὺς ἀποθνήσκει· κεντᾶται γὰρ ὑπὸ τῆς νάρκης καὶ διὰ τοῦτο ἀλλοπαθὲς, ὅτι οὐχ ἡ δύναμις αὐτῆς ἐστι μηχανὴ ἀδυναμίας εἰς αὐτὴν, ἀλλʼ εἰς ἄλλους. αὐαλέοι· κατάξηροι, ξηροί. ἀμήχανοι· ἄποροι, ἀνεπινόητοι, μὴ δυνάμενοι, ἀνενέργητοι, ἄπρακτοι, ἀκίνητοι. κελεύθων· ὁδῶν.

<!-- 2.79 -->Δύσμοροι· κακοθάνατοι, δυστυχεῖς, οἱ ἄθλιοι. μένουσα· καρτεροῦσα.

<!-- 2.80 -->Ἀμυνομένους· τιμωρουμένους, καὶ μαχομένους, βοηθοῦντας ἑαυτοὺς, οὐ δυναμένους τιμωρῆσαι. καταδαίνυται· ἐσθίει, εὐωχεῖται. ἀΐοντας· αἰσθανομένους, ὁρμῶντας.

<!-- 2.81 -->Οἷον· παραβολή· οἷον συμβάνει καὶ ἐν τοῖς σκοτεινοῖς ἀπεικονίσμασι τῶν ὀνείρων, οἷον δὴ συμβαίνει ἐν ταῖς τῶν ὀνείρων φαντασίαις. ὀρφναίοισιν· νυκτερινοῖς, σκοτεινοῖς, νυξίν· ὄρφνη ἡ νὺξ, ἡ τὸ ὁρᾷν φένουσα, ἢ ἀμαυροῦσα τὴν ὅρασιν. ὄρφνη· ἀπὸ τοῦ φαίνειν τὴν ὅρασιν· ὄροφός ἐστι βοτάνη, ἥτις εἰς σκέπην τῶν δωμάτων συντελεῖ ἀντὶ στέγης ἄλλης, ὀρφνὴ δʼ ἡ νὺξ, ὡς στέγης τινὸς ἐπικειμένης τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς ὄρφνη καὶ ὀρφνὴ ἡ νὺξ ἀπὸ τοῦ τὴν ὅρασιν φονεύειν, ἢ ἀπὸ τοῦ ὀρφανὴ εἶναι φωτός. ὄρφνη ἡ νὺξ ἡ ὀρφανὴ φωτὸς, ἢ καὶ ὀροφή τις οὖσα καὶ ἀποσκίασις. εἰδώλοισιν· ὁμοιώμασι, τυπώμασιν.

<!-- 2.82 -->Ἀτυζομένοιο· ταρασσομένου· ἀτύω τὸ ταράσσω ἀτύσω, καὶ κατὰ παραγωγὴν ἀτύζω αἰολικῶς· ὥσπερ τις ταραχθεὶς ἐξ ὀνείρων νομίζει μὲν φεύγειν, ἕστηκε δʼ ἢ κεῖται ἀμετάβατος, ὥσπερ τῷ δεσμῷ τῷ ὕπνῳ κρατούμενος, βούλεται δὲ φυγεῖν, καὶ ἐκ τοῦ φόβου τοῦ ὀνείρου οὐ δύναται καθεύδων. ἱεμένοιο· προθυμουμένου, ὁρμωμένου. φέβεσθαι· φεύγειν, μετὰ φόβου φεύγειν.

<!-- 2.83 -->Θρώσκει· πηδᾷ, ὁρμᾷ. παλλομένοιο· κινουμένου.

<!-- 2.84 -->Ἀστεμφής· ἀμετακίνητος, στερεὸς, ἰσχυρός· ἀστεμφὴς ὁ ἀμετακίνητος ἀπὸ τοῦ στέμπω τὸ μετακινῶ. ἐπειγομένοιο· σπουδάζοντος, διωκομένου ὑπὸ τοῦ φόβου. βαρύνει· ὁ ὕπνος, κατέχων ὁ ὕπνος, βάρος ποιοῦσιν.

<!-- 2.85 -->Γυιοπέδην· μελῶν δέσμην, δέσμησιν τῶν μελῶν. τεχνάζεται· μηχανᾶται, κατασκευάζει, ἐπιτηδεύεται. ἰχθύσι· κατʼ ἰχθύων.

<!-- 2.86 -->Νωθής· ῥᾴθυμος. ὁμῶς· τῇ νάρκῃ, ὁμοίως τῇ νάρκῃ, οἷς εἴπω μὲν τῇ νάρκῃ.

<!-- 2.87 -->Αἴσχιστος· βδελυκτὸς, ἄσχημος, μισητὸς, κατὰ θεωρίαν, οὐκ εὐειδὴς, ἀειδής. ἰδέειν· θεωρεῖν.

<!-- 2.88 -->Μῆτις· μηχανὴ, βουλή. φορβήν· τροφήν· φορβὴ ἡ τροφὴ ἀπὸ τοῦ φέρειν, ἤως συνιστάνειν τὸν βίον.

<!-- 2.89 -->Εὐρώεντος· πλατέος, σκωληκώδους, σκοτεινοῦ, βορβορώδους, ἢ σκοτεινοῦ παρὰ τὸν ἀέρα, ἢ γεννητικοῦ σκωλήκων παρὰ τὸ εὐρὼς εὐρῶτος ὁ σκώληξ. ἐλυσθείς· πεσὼν, κρυφθεὶς, τανυσθεὶς, κυλισθεὶς, κρυβείς· ἐλύω τὸ κρύπτω, ὅθεν ἀλύτη ἡ νύξ.

<!-- 2.90 -->Κέκλιται· κεῖται. ἀτρεμέων· ἡσυχάζων, ἀκινητίζων. ὀλίγην δʼ ἀνὰ σάρκα· κατὰ διακοπὴν λέξεως, τὴν σάρκα λέγει τὴν ἔσωθεν τοῦ στόματος, ἣν καταλιμπάνει ἔξωθεν ὀλίγην ὁ βάτραχος πρὸς δέλεαρ τῶν ἰχθύων. τιταίνει· ἄνω ἐξαπλοῖ, ἐξαπλοῖ, ἀναπέμπει.

<!-- 2.91 -->Γένυος· στόματος, κατὰ μάγουλον. νεάτης· ἐσχάτης. ὑπένερθεν· ὑποκάτωθεν, ὑπεράνωθεν, ὑποκάτω τῆς γένυος ἐν τῷ ἀνθερεῶνι ἠρέμα περαινομένην· οὐδόλως γὰρ τὸν κρυπτὸν δόλον τοῦτον τῆς σαρκὸς ὑπονοοῦντες οἱ ἰχθύες εἰσέρχονται εἰς τὸ στόμα αὐτοῦ καὶ ἀποκλείονται.

<!-- 2.92 -->Ἀργεννή· λευκή. οἱ· αὐτῆς, αὐτῷ τῇ σαρκώσει, αὐτοῦ. ἀϋτμή· πνοὴ, ὀδμὴ, δυσωδία, ἀναπνοή.

<!-- 2.93 -->Θαμά· συχνὰ, συχνῶς. δινεύει· κινεῖ, συστρέφει, περιστρέφει. δόλον· εἰς πανουργίαν, κατασκευάζων. βαιοτέροισιν· μικροτέροις, μικροῖς.

<!-- 2.94 -->Μιν· αὐτὴν, αὐτὴν τὴν νάρκην. εἰσορόωντες· βλέποντες. ἐφορμόωσι· κινοῦνται, καὶ ὁρμῶσιν. λαβέσθαι· καὶ φαγεῖν.

<!-- 2.95 -->Αὐτάρ· δέ. ἄψ· εἰς τοὐπίσω. αὖτις· ἰωνικόν· ἐκ τοῦ τὶς καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος εἰς τοὐπίσω γίνεται ἄτις, καὶ ὥσπερ παρὰ τὸ ἐρύω ἐρύσω γίνεται ἀέρυσαν καὶ πλεονασμῷ τοῦ υ αὐέρυσαν, οὕτω καὶ ἄτις, ὃ σημαίνει τὸ πάλιν, γίνεται πλεονασμῷ τοῦ υ αὖτις. Τί διαφέρει τὸ αὖτις τοῦ πάλιν; τὸ μὲν πάλιν τὸ εἰς τοὐπίσω δηλοῖ, τὸ δʼ αὖτις εἰς τὸ χρονικόν· τὸ ἐγγύτερον γὰρ δηλοῖ. ἐφέλκεται· σύρει. ἀτρέμας· ἡσύχως.

<!-- 2.96 -->Ἦκα· ἡσύχως. ἀσπαίρουσαν· κινουμένην. ὑπὸ στόμα· ἐπὶ, ἀνά. ἐπί· ἀνά.

<!-- 2.97 -->Οὐδέν· ἀττικῶς, οὐδαμῶς. οἰσάμενοι· ὑπολαβόντες. ὀϊόμενοι· ὑπολαμβάνοντες· γράφεται οἰσάμενοι. δόλον· λόχον. ἄχρι· ἕως οὗ. λάθωσι· ἀπατηθῶσι, σφάλωσιν.

<!-- 2.98 -->Εὐρείῃσιν· πλατείαις, πλατυτάταις. γενύεσσι· στόμασι, κατὰ μαγούλοις. μιγέντες· εἰσελθόντες, ἑνωθέντες, κλεισθέντες, ἐμπεσόντες, προσεγγίσαντες.

<!-- 2.99 -->Ὡς δʼ ὅτε· παραβολή. τις· νέος, ἄνθρωπος. κούφοισι· ἐλαφροῖς, μικροῖς. πάγην· παγίδα, δόλον. τιτύσκων· κατασκευάζων.

<!-- 2.100 -->Πυρούς· σίτους· ἐκ τῶν πυρῶν νοητέον καὶ ἄλλα σπέρματα, ὡς ἀπὸ μέρους τὸ πᾶν. ἔρηνε, ἔρανεν, ἐσκόρπισεν. δόλῳ· γράφεται δόμου. πυλάων· τῆς πάγης.

<!-- 2.101 -->Ἔνδον· ἔσωθεν τῆς πάγης. ἔθηκεν· ἐνέβαλεν, ἐσκόρπισεν. ἐπεστήριξε· ἐπέστησεν, ἀσφαλῶς ἐστερέωσεν, ἡδραίωσεν, ὑπεστήριξε, καὶ στερεὰ καὶ ἀσφαλῆ ἐποίησεν. τέχνην· πανουργίαν, δόλον, τὴν παγίδα.

<!-- 2.102 -->Λιλαιομένους· ἐπιθυμοῦντας. ἕλκει· φέρει. ὀξύς· μέγας.

<!-- 2.103 -->Δή· ... δὴ σύνδεσμοι ἀντʼ ἀλλήλων λαμβάνονται τοῦ μὲν καὶ τοῦ δέ. προγένοντο· ἐγένοντο, εἰσῆλθον. οὐκέτι· εἰς τὸ ἑξῆς. νόστος· ὑποστροφή. ἑτοῖμος· ἕτοιμος, ἀττικόν.

<!-- 2.104 -->Ἐκδῦναι· ὥστε διελθεῖν, ἔξω ἐλθεῖν. δαιτός· εὐωχίας, ἕνεκα εὐωχίας.

<!-- 2.105 -->Ἀμενηνός· ἀσθενής. ἐπέσπασεν· ἀντὶ τοῦ ἐσπάσατο, ἢ εἵλκυσεν, ἢ ἔσυρεν, ἐποίησεν. ἀπέσπασεν· ἐκράτησεν. ἠπεροπεύσας· ἀπατήσας· ἠπεροπεύειν κυρίως ἐπὶ τῶν ἀνθρώπων τῶν ἡμέρῳ ὀπὶ χρωμένων εἰς ἀπάτην τροπῇ τοῦ μ εἰς π καὶ μεταθέσει τοῦ τόνου ἀπὸ τοῦ ἥμερος ὁ πρᾷος καὶ τοῦ ὂψ ἡ φωνὴ, ἡμεροπεύσας, καὶ τροπῇ τοῦ μ εἰς π ἠπεροπεύσας· κυρίως γὰρ ἠπεροπεύειν ἐπʼ ἀνθρώπων διὰ πολυλογίας καὶ λόγων ἡμέρων ἀπατᾷν ἐπιχειρούντων, ὅθεν καὶ ἡμεροπεύειν τὸ ἠπεροπεύειν.

<!-- 2.106 -->Ὄλεθρον· εἰς τόν.

<!-- 2.107 -->Τοῖα· τοιαῦτα. ἀγκυλόμητιν· πανοῦργον· ἀγκυλόμητις καὶ ἀγκυλομήτης παροξύτονόν τε καὶ προπαροξύτονον, καὶ τὸ μὲν προπαροξύτονον διὰ τοῦ ι γράφεται, καὶ γίνεται ἀπὸ τοῦ ἀγκύλον τὸ ἐπικαμπὲς καὶ δόλιον καὶ τοῦ μῆτις ἡ βουλὴ καὶ περιττοσυλλάβως κλίνεται, τὸ δὲ παροξύτονον διὰ τοῦ η, καὶ γίνεται ἀπὸ τοῦ ἀγκύλον καὶ τοῦ μήδω μήσω τὸ βουλεύω, ὁ παρακείμενος μέμηκα, ὁ παθητικὸς μέμημαι μέμησαι μέμηται, καὶ ἐξ αὐτοῦ μήτης καὶ ἀγκυλομήτης, καὶ ἰσοσυλλάβως κλίνεται· ὁμοίως καὶ δολόμητις καὶ πολύμητις Ὀδυσσεὺς καὶ πολυμήτης. ἐπέκλυον· ἤκουον, ἤκουσαν, ἤκουσα ἕως τῶν ὠτίων. ἐντύνασθαι· κατασκευάζειν, πράττειν.

<!-- 2.108 -->Κερδώ· ἀλώπεκα, ἀλώπηξ χερσαῖα. οἰωνῶν· ὀρνέων. πλήθουσαν· γέμουσαν, μεγάλην, βαρυνομένην. ἴδηται· θεάσηται, θεάσῃ.

<!-- 2.109 -->Δοχμή· πλαγία. ἀγκλισθεῖσα· πεσοῦσα. λοχμαῖς ἀγκλινθεῖσα· ἰωνικῶς προσθήκῃ τοῦ ν· γράφεται δοχμίη ἀνακλιθεῖσα. τανυσαμένη· ἐξαπλώσασα. θοά· ταχέα, ταχέως. κῶλα· ὀστᾶ, πόδας.

<!-- 2.110 -->Ἐπημύει· ἐπικαλύπτει, σφαλίως καμμύει, ἀσφαλίζει, καμμύει. σύν· σὺν τούτῳ, σὺν τούτοις τοῖς ὄμμασιν. πάμπαν· ἀσφαλίως. ἐρείδει· συγκλείει, ἀσφαλίζει.

<!-- 2.111 -->Εἰσορόων· βλέπων. ἦ· οὕτως. ἰαύειν· κοιμᾶσθαι, ἀναπαύεσθαι· ἰαύειν παρὰ τὸ αὔω πλεονασμῷ τοῦ ι, ἢ παρὰ τὸ οἶον, ὃ δηλοῖ τὸν μόνον ἐκβολῇ τοῦ ο γίνεται ἰύω τὸ μονάζω, καὶ πλεονασμῷ τοῦ α ἰαύω· καὶ γάρ φησιν· ἡσυχάζει τὸν καθεύδοντα ὁ βίος, ὁ δʼ Ἡρωδιανὸς λέγει παρὰ τὸ αὔω, τούτου ὁ ἀόριστος αὖσα, καὶ διαλύσει καὶ τροπῇ τοῦ υ εἰς ε γίνεται ἄεσα, οἷον

  
πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ  
  
ἄεσα.  
καὶ τὸ πληθυντικὸν ἀέσαμεν, ὥσπερ αὔξεται ἀέξεται· «ἀΰπνους νύκτας ἴαυον» διὰ νυκτὸς ἄγρυπνος διετέλουν.

<!-- 2.112 -->Ἄπνους· νεκρά.

<!-- 2.113 -->Αἰόλα· ποικίλα, πανοῦργα. παραβλήδην· ἐξηπλωμένως, ὁμοιωματικῶς, ἀπὸ τοῦ παραβάλλειν καὶ ὁμοιοῦν, παραβαλλομένη νεκρᾷ, ὁμοιωτικῶς, ἀπατητικῶς· παραβάλλω γὰρ τὸ ἀπατῶ. Παραβλήδην· ὑποβλήδην, βαλών· αἱ εἰς ων λήγουσαι μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνουσι· δραμὼν, ἐλθὼν, πιών· οὕτως οὖν καὶ βαλὼν, ἀντίκειται δὲ τὸ πέφνων· αἱ γὰρ εἰς ων λήγουσαι μετοχαί ποτε ἐν ἐπιπλοκῇ ἔχουσαι σύμφωνον, ἐὰν τὸ δεύτερόν ἐστιν ἀμετάβολον, πάντως βαρύνεται· τέμνων, κάμνων, τοιοῦτον καὶ τὸ πέφνων. τετάνυσται· ἐξήπλωται.

<!-- 2.114 -->Ἵενται· πορεύονται.

<!-- 2.115 -->Λάχνην· τὸ δέρμα, τρίχωσιν, δασεῖαν καὶ λεπτὴν τρίχωσιν. Λάχνη ἡ τρίχωσις· ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ ἔχω τὸ κρατῶ γίνεται λαέχνη, καὶ κατὰ κρᾶσιν λάχνη καὶ πάνυ κεκρατημένον, παράγεται δὲ παρὰ τὸ λάζω τὸ κρατῶ, ὁ μέλλων λάξω, καὶ ἐξ αὐτοῦ λάχνη· οὐδὲν γὰρ εὐληπτότερον τῆς τριχός. διαψαίρουσι· διαξαίνουσι, διακινοῦσι, κινοῦσι, σκαλεύουσιν· τὸ ψαίρω κυρίως ἐπὶ τῶν καταρτίων λέγεται, ὅταν οὐκ εὐπραγῶσι ἀνέμους. διαψαίρουσι· κινοῦσιν· τὸ ψαίρειν κυρίως ἐπὶ τοῦ ἱστίου, ὅτε μὴ εὐπλοεῖ εὐφόρῳ ἀνέμῳ. τὸ ψαίρειν κυρίως ἐπὶ τῶν ἀρμενίων λέγεται, ὅταν μὴ εὐπορῶσιν ἀνέμου, ἐνταῦθα δὲ ψαίρει ἀντὶ τοῦ ξαίνει καὶ διαλύει. πόδεσσιν· ἰωνικῶς.

<!-- 2.116 -->Ἠΰτε· καθά. κερτομέοντες· ὑβρίζοντες, λοιδοροῦντες, ἐγγελῶντες. ἐπήν· ἡνίκα, ὁπηνίκα. ἐπεί· ἀφʼ οὗ.

<!-- 2.117 -->Δόλου· παρὰ τὸ δέω τὸ δεσμῶ τοὺς ἁλισκομένους, ὡς τό

  
ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει·  
Ὅμηρος· ὡς χέω χόλος καὶ θέω θόλος, οὕτως δέω δόλος· ἢ παρὰ τὸ δηλῶ τὸ βλάπτω δῆλος ὁ δηλέμιος καὶ βλάπτων, καὶ τροπῇ τοῦ η εἰς ο, ὁ δὲ δόλιος παρὰ τὸ δέλω τὸ δελεάζω, ἐκ δὲ τοῦ δόλιος γίνεται δολιῶ, ὁ παρατατικὸς ἐδολίεον, ἐδολίουν, τὸ τρίτον τῶν πληθυντικῶν ἐδολιοῦσαν, καὶ ὤφειλεν εἶναι ἐδολίεον ἐδολίουν, ὥσπερ ἐποίεον ἐποίουν, ἀλλʼ οἱ Βοιώται ἐπὶ μὲν τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς σ ὀξύτονον ποιοῦσι τὸ τρίτον τῷ πρώτῳ ἰσοσύλλαβον, οἷον ἐμάθομεν ἐμάθοσαν, εἴδομεν εἴδοσαν, ἐπὶ δὲ τῶν ἐχόντων τὴν μετοχὴν εἰς σ ὀξύτονον ποιοῦσιν ἔνδειαν καὶ κρᾶσιν, οἷον ἐκοσμήθημεν, ἐκοσμήθησαν, ὡς τό

  
αὐτὰρ ἐπεὶ κόσμηθεν  
καὶ φυλάσσει τὴν παραλήγουσαν τῆς γενικῆς τῶν μετοχῶν

  
ὦ δόλια βουλευόμενε.  
πετάσασα· πέμψασα. θύρεθρα· ὀφθαλμοὺς καὶ στόμα.

<!-- 2.118 -->Ἐξαπίνης· ὁμοῦ, ἐξαίφνης. συνέμαρψε· συνέλαβεν, ἐκράτησεν, ἀπὸ τοῦ μᾶρ ἡ χείρ. ἔσπασεν· ἔλαβε, καὶ ἔφαγεν αὐτούς.

<!-- 2.119 -->Κερδαλέην· πανοῦργον. ὅσσην· πολύν. ἕλεν· ἔλαβεν. ὁρμήσασα· κινηθεῖσα.

<!-- 2.120 -->Καὶ μὲν δή· ὄντως δή. δολόμητις· δολία, πανοῦργος. ἐπίκλοπον· κλοπιμαίαν, πανοῦργον, ἀπατητικήν. εὕρατο· ἐνόησε, καὶ εὗρεν. θήρην· γράφεται καὶ τέχνην.

<!-- 2.121 -->Ἀραιοί· λεπτοί.

<!-- 2.122 -->Ἀκρεμόνες· ἄκραι, κλάδοι, καὶ πλόκαμοι. προτενεῖς· μακροὶ, προτεταμέναι, ἀπῃωρημένοι, καὶ ἐξηπλωμένοι. πλόκοι· σχοινία, πλόκαμοι.

<!-- 2.123 -->Ὁρμιῇσιν· ὁρμιδίοις· ὁρμιὴ κυρίως ἡ ἐν τῷ ἀγκίστρῳ θρὶξ, ἐν ᾗ ἔστι τὸ δέλεαρ. ἐφέλκεται· κατέχει, σύρει, κρατεῖ.

<!-- 2.124 -->Πρηνής· ἐπὶ πρόσωπον κειμένη. ὑπό· ἐν. εἰλυθεῖσα· κρυφθεῖσα, κρυβεῖσα· εἰλυὸς γὰρ ὁ φωλεός.

<!-- 2.125 -->Κείναις· ἐν ἐκείναις ταῖς πλοκαμίσι, καὶ ὁπότʼ ἐν τῷ χειμῶνι πορεύεται, ἀντέχεται καὶ λαμβάνεται τῶν πετρῶν, καθάπερ ναῦς τὰ σχοινία ἀναψαμένη ἐν ταῖς πρὸς αἰγιαλοὺς πέτραις. θύει· ὁρμᾷ.

<!-- 2.126 -->Ἀντέχεται· ἀντιλαμβάνεται, περιέχεται.

<!-- 2.127 -->Πείσματʼ· σχοινία. ἐπακταίῃσιν· ταῖς παρʼ αἰγιαλοῖς. ἀναψαμένη· ἀναδήσασα, δήσασα, ἀναπετάσασα, ἀνακρεμάσασα. σπιλάδεσσι· πέτραις τραχείαις, πέτραις.

<!-- 2.128 -->Ὀλίγαι· μικραί.

<!-- 2.129 -->Δόλοισι· ταῖς πανουργίαις. ἄλκιμον· ἰσχυρόν.

<!-- 2.130 -->Λάβρακα· λίαν βορόν· λάβραξ ὁ λίαν βορὸς, ἢ λαίμαργος, λαβροσύνη δὲ παρὰ τὸ λίαν βιβρώσκειν· τὸ γὰρ λα τῶν ἐπιτατικῶν μορίων ἐστίν. ἐπικλέα· ἐπώνυμον, καλούμενον. λαβροσύνῃσιν· λαιμαργίαις, ἀδδηφαγίαις, μαργοσύναις.

<!-- 2.131 -->Ἰθύνουσι· ὁρμῶσιν. λαβέσθαι· ἅψασθαι, λαβεῖν αὐτὰς δηλονότι.

<!-- 2.132 -->Καρίδων· κατά. οὔτι· οὐδαμῶς. φυγεῖν· εἰς τὸ, ὥστε. σθένος· δύναμις.

<!-- 2.133 -->Ὀλέκουσι· φθείρουσιν· παραδοξολογία τὸ σχῆμα· παράδοξον γὰρ, ὅτι φθειρόμεναι φθείρουσι καὶ οὓς πέφνουσι φονέας. οὕς· ἰδίους. πέφνουσι· φονεύουσι. φονῆας· ἰωνικῶς.

<!-- 2.134 -->Μάρψωσιν· καὶ κρατήσωσι, τὰς καρίδας.

<!-- 2.135 -->Θαμά· συχνῶς. θρώσκουσι· πηδῶσιν. ὑπερώην· οὐρανίσκον, ἤως τὸν γαργαρεῶνα.

<!-- 2.136 -->Κέρας· κέντρον· περὶ τὴν κεφαλὴν γὰρ τοῦ λάβρακος πηγνύουσαι αἱ καρίδες τὸ κέντρον, σῆψιν ἐκεῖ ποιοῦσιν ἀπὸ τοῦ, καὶ οὕτω κατεργάζονται αὐτόν. χρίμπτουσι· πλησιάζουσι, βάλλουσιν. σφίσι· ἐν αὐταῖς. τέλλεται· φύεται, ἀναφύεται.

<!-- 2.137 -->Κεφαλῆς· κεφαλὴ καρφαλή τις οὖσα, ἢ ὀστώδης καὶ κατάξηρος, ἢ καπαλή τις οὖσα ἀπὸ τοῦ κάπος τὸ πνεῦμα, ἡ παντόθεν πνέουσα, ἢ ἀπὸ τοῦ κεῖσθαι ἐν αὐτῇ τὰ φάη καὶ οἱ ὀφθαλμοί. κεκορημένος· ἐμπεπλησμένος.

<!-- 2.138 -->Νύγματος· τρώσεως, τραύματος. ἀλέγει· φροντίζει. νέμεται· φθείρει, ἐσθίει, κατακόπτει. ἕρπει· δαπανᾷ, ὁ λάβραξ προβαίνει.

<!-- 2.139 -->Τρυχόμενον· δαμαζόμενον, σηπόμενον. ἕλῃ· λάβῃ.

<!-- 2.140 -->Ὀψέ· μόλις· ἀστείως εἴρηκε τὸ ὀψέ· μόλις γὰρ μανθάνει ὁ λάβραξ, ὡς ζῶν ὑπὸ νεκροῦ ἀνῄρηται, ὅπερ καὶ Ἡρακλῆς παθεῖν λέγεται, ὀψὲ δὲ μέλλων θανεῖν γινώσκει, ὅτι τῇ αἰχμῇ, τουτέστι τῷ κέντρῳ τῆς καρίδος, ἥτις ἀπέθανεν ἀπʼ αὐτοῦ, ἐτρώθη καὶ τελευτᾷ. ἄλλως· δεδαϊγμένος ὀψὲ τῇ αἰχμῇ γινώσκει τοῦ νεκροῦ σώματος τῆς καρίδος. νέκυος· νεκροῦ, ἤως τῆς καρίδος. δεδαϊγμένος· δεδαμασμένος, τρωθεὶς, δεδασμένος, πεφονευμένος· ἀπὸ δαΐζω τοῦ κατακόπτω. αἰχμῇ· τρώσει· παραδοξόλογος.

<!-- 2.141 -->Πηλοῖσι· βορβόροις. ἐφέστιος· ἐγκάτοικος. ὠμοφάγος· ἀπηνὴς εἰς τὴν βρῶσιν.

<!-- 2.142 -->Εὐρύτατος· πλατύτατος, μεγαλώτατος πάντων. μετʼ· ἐν. ἐν γάρ· ὄντως· γράφεται ἦ γάρ.

<!-- 2.144 -->Οὐτιδανός· ἀσθενὴς, μικρὸς, εὐτελὴς, ὀλίγος. βίην· δύναμιν. βίῃ· δυνάμει. ἄμμορον· ἐστερημένον, ἄμοιρον, ἀμέτοχον· ἄμοιρον, καὶ κατὰ συγκοπὴν τοῦ ἰῶτα ἄμορον.

<!-- 2.145 -->Μαλθακόν· ἀσθενὲς, μαλακόν. ἀείδελοι· ἀφανεῖς, διὰ τὸ εἶναι μικροὺς, ἀθεώρητοι· σημαίνει δὲ καὶ τὸ ἀειφανές, τὸ μὲν ἀθεώρητον παρὰ τὴν στέρησιν, τὸ δʼ ἀειφανὲς παρὰ τὴν ἐπίτασιν· γίνεται γὰρ ἀπὸ τοῦ εἴδω τὸ γινώσκω εἶδος, καὶ μετὰ τοῦ στερητικοῦ ἢ ἐπιτατικοῦ α ἀείδελος. ἀΐδελοι· ἀφανεῖς· γράφεται ἀείδελοι. ἀΐδελοι· ἀτελεῖς, ἀσθενεῖς.

<!-- 2.146 -->Βαιοί· μικροὶ, μικροὶ καὶ οὐκ ἰσχυροί· τῇ δυνάμει οὐδέν τι ἐκ τῶν ἰχθύων δύναται δαμάσαι. κρατεροί· στερεοί. οὔτι· οὐδαμῶς πρᾶγμα. δαμάσσαι· δαμάσειε, ἀφανίσει, πλήξει.

<!-- 2.147 -->Δόλῳ· πανουργίᾳ. ἐπίφρονας· φρονίμους, συνετοὺς, ἐπινοητικούς. εἷλε· ἐφόνευσεν, ἔλαβεν. πεδήσας· δεσμεύσας, μετασχὼν, νικήσας.

<!-- 2.148 -->Δαιτί· εὐωχίᾳ. ἀνδρομένῃ· ἀνδρικῇ, ἀνθρωπίνῃ. τέρπεται· εὐφραίνεται. ἐπιτέρπεται· εὐφραίνεται· γράφεται μέγα τέρπεται.

<!-- 2.149 -->Κρέα· ὑπάρχουσι, λείπει. τερπνά· ἡδέα. εὐάντητος· ἐπιθυμητὴ, εὐσυνάντητος, καὶ ἀποδεκτὴ, ποθεινὴ, εὐφρόσυνος, ποθεινὴ, εὐόρεκτος. εὐάντητος ἐδωδή· καὶ ἡ βρῶσις καλοσυνάντητος.

<!-- 2.150 -->Βύσσαν· βυθὸν, ὑπὸ βύσσαν· θετικὸν, βυσσὸν, ἐστὶ δʼ ἀττικὸν τὸ συντάσσεσθαι νεάτην θηλυκῶς τῷ ὑπὸ βυσσὸν ἀρσενικῶς. ἰόντα· ἐρχόμενον.

<!-- 2.151 -->Ἀνθρώπων· ἀπὸ τῶν. ὑποβρύχιος· βαθὺς, περάσιμος. πόρος· ὁ πορισμός.

<!-- 2.152 -->Μέμβλεται· μεμέληται, διὰ φροντίδος ὑπάρχει· ἀπὸ τοῦ μέλω τὸ φροντίζω καὶ μέμβλεται τὸ ἐπιμελεῖται. αὐτάρ· δέ. ὁ· τὰ προτακτικὰ ἄρθρα στερηθέντα τῶν ὑποκειμένων ὀνομάτων ταχύτερον ἐκφωνοῦνται καὶ ἀντὶ ἀντωνυμίας παραλαμβάνονται. ὑπὲρ κεφαλῇφιν· ἄνω τῆς κεφαλῆς, ὑπεράνωθεν τῆς κεφαλῆς. ἀερθείς· ἐπαρθεὶς, ὑψωθείς.

<!-- 2.153 -->Ἀστεμφής· ἀμετακίνητος, ἀμετάστροφος. μεγάρων· ὑψηλῶν οἰκημάτων, οἰκημάτων. ὀρόφοισιν· στέγαις· ὄροφος ἡ στέγη ἀπὸ τοῦ ὀρούειν εἰς φῶς, τουτέστιν ὑψοῦσθαι· λέγεται γὰρ ὄροφος καὶ ὁ κάλαμος, διότι οἱ παλαιοὶ τὰς οἰκήσεις ἐκ καλάμων ἐποίουν, ὅθεν καὶ καλιαί· κάλοις γὰρ περιέφραττον αὐτὰς, ἢ καλάμοις, καὶ ξύλοις. Ὄροφος ὁ κάλαμος παρὰ τὸ ὀρούειν εἰς φῶς, τουτέστιν ὑψοῦσθαι· τὰς γὰρ οἰκήσεις πάλαι ἐκ καλάμων ἔσκεπον, ἔνθεν καὶ παραστέγη καὶ ὄροφος κάλοις περιφράξαντες· διὸ καὶ καλιαὶ λέγονται. κάλοις δʼ ἤως ξύλοις.

<!-- 2.154 -->Ἄτροπος· ἀμετάτρεπτος. ἀμφιταθείς· ἐξαπλωθεὶς, παραταθεὶς, ἤως κυκλοτερῶς ἁπλωθείς. σὺν δʼ ἔρχεται· σὺν τῷ ἀνθρώπῳ, συμπορεύεται. ᾗκεν· ὅπου. ἴῃσι· πορεύεται.

<!-- 2.155 -->Δειλὸς ἀνήρ· ἄθλιος, δείλαιος, ἄνθρωπος ἐκεῖνος. μίμνοντι· καὶ μένοντι, τῷ ἀνθρώπῳ ὑπὸ τὴν θάλασσαν. ἐφίσταται· ἐπανίσταται ὁ βοῦς, σκέπει οὖν αὐτὸν, κἀκεῖνος ὑποπνίγεται, ὑποκάτω ὤν. ἠΰτε πῶμα· καθὰ σκέπασμα.

<!-- 2.156 -->Ὡς δὲ πάϊς· παραβολή. δολόεντα· δολερόν. μόρον· φόνον. λίχνοισι· λαιμάργοις· λίχνος ὁ λίαν χαίνων, ἤτοι χάσκων. λίχνος ὁ λαίμαργος ἀπὸ τοῦ λίαν χαίνειν· διὸ καὶ διὰ τοῦ ι γράφεται, λύχνος δʼ ὁ τοῦ φωτὸς ἀπὸ τοῦ λύειν τὸ νύχος ἢ τὸ σκότος· διὸ καὶ ψιλογραφεῖται. μύεσσιν· ποντικοῖς.

<!-- 2.157 -->Στήσηται· στήσῃ. ἔστησε· γράφεται στήσηται. οὔτι· οὐδαμῶς. πάγης· παγίδος. δόλον· γράφεται καὶ λόχον. ὁρμαίνοντα· διανοούμενον, διαλογιζόμενον, ἐνθυμούμενον.

<!-- 2.158 -->Γαστήρ· ἡ λαίμαργος, ἤτοι ὁ ἀδδηφάγος. ἔνδον ἔλασσε· ἔσω παγίδος εἰσήγαγεν, ἐνέβαλεν. οἱ· αὐτοῦ, αὐτῷ, αὐτῆς. ἄγγος· ἡ παγίς.

<!-- 2.159 -->Κοῖλον· βαθύ. ἐπεσμαράγησεν· ἐπεκάθισεν, ἤχησεν, ἀπὸ τοῦ ζα ἐπιτατικοῦ μορίου καὶ τοῦ ἀράσσω συντρίβω. ἤχησε καταπεσών· ἀπὸ τοῦ ἑπομένου τὸ προηγούμενον. μενοινῶν· προθυμούμενος.

<!-- 2.160 -->Γλαφυρόν· βαθύ. στιβαρόν· γράφεται καὶ γλαφυρόν. ὄφρα· ἕως οὗ. κοῦρος· ὁ νέος.

<!-- 2.161 -->Μάρψηται· καταλάβῃ. μάρψῃ· κρατήσῃ. γέλων· γέλωτα, εὐφροσύνην. ἐπιθήσεται· ποιήσει, καὶ θήσει καὶ ποιήσει ἐπὶ τῇ ἄγρᾳ.

<!-- 2.162 -->Βροτέης· ἀνθρωπίνης. ὀλοφώϊος· ὁ ὀλλύων τοὺς φῶτας, ἤως φθείρων, ὁ ποικίλος.

<!-- 2.163 -->Πέπτατʼ· ἐξήπλωται, ἐπίκειται. ἐρητύων· κω λύων. ἀναδύμεναι· εἰς τὸ ἀνελθεῖν. ἀϋτμή· πνοὴ, ἀναπνοή.

<!-- 2.164 -->Ψυχή. ψυχὴ ἐτυμολογεῖται ἢ ἀπὸ τοῦ ψύχω τὸ ζωογονῶ, ἢ ἀπὸ τοῦ φύσις καὶ τοῦ ἔχω φυσιοχή τις οὖσα, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν πυσιοχὴ καὶ ψυχή. μετʼ· ἐν. μεταπνεύσῃ· ἐκπνεύσῃ. μετεκπνεύσῃ· εἰσπνεύσῃ, εἰσβάλῃ. ῥοθίοισιν· κύμασι, ῥεύμασιν.

<!-- 2.165 -->Ἔνθα· ὅπου, τότε. τεθνειῶτα· θανόντα, καὶ αὐτὸν ἀποθανόντα τὸν ἄνθρωπον. δυσώνυμος· ὁ κακῶς ὀνομαζόμενος βοῦς· ὁ γὰρ χερσαῖος μᾶλλον συνεργὸς τῆς ἡμῶν ζωῆς, ὁ κακὸς πρὸς ἀντιδιαστολὴν τοῦ χερσαίου, ἐπὶ κακῷ καὶ γενόμενος καὶ εἰς ὀνομασίαν ἐλθών. Δυσώνυμος, διότι ὁ χερσαῖος βοῦς τρέφει τοὺς ἀνθρώπους παρὰ τὸ βῶ τὸ τρέφω, ὁ δὲ θαλάσσιος τοὐναντίον· τρέφεται γὰρ ἐσθίων τοὺς ἀνθρώπους. ἀμφιέπει· περικάθηται, ἐπιτηρεῖ.

<!-- 2.166 -->Δαιννύμενος· εὐωχούμενος. τέχνῃσιν· δόλοις. πανουργίαις. ἑλών· λαβών. δυσμήχανον· δυσθήρευτον, κακομήχανον, καινῶς μηχανηθεῖσαν καὶ ἐπινοηθεῖσαν, ἢ τὴν δύσκολον.

<!-- 2.167 -->Μνιαροῖσιν· ἔχουσι βρύα, βρυώδεσι, τοῖς ἔχουσι μνία ἢ βρύα, μνία ἤως βρύα ἔχουσι πλαταμῶσι, παραθαλασσίοις χωρίοις, αἰγιαλοῖς· πλαταμὼν ὁ πολὺς ποταμὸς καὶ παραθαλάσσιος. ἐπί· ὑπό. πλαταμῶσι· αἰγιαλοῖς. πλαταμῶσι· πλακίαις πέτραις. νοήσας· ἰδών, αἴσθησις ἀντὶ αἰσθήσεως. Νοήσας ἀντὶ τοῦ ἰδὼν κατʼ Ἐπίχαρμον τὸν Συρακούσιον, οὗτος δὲ πολλάκις γράφει καὶ τὸ ἰδὼν ἀντὶ τοῦ νοήσας.

<!-- 2.168 -->Αἰνήσει· ἐπαινέσει. ἀγάσσεται· θαυμάσει. ἕνεκα τέχνης· καὶ ἕνεκα δόλου.

<!-- 2.169 -->Κερδαλέης· πανούργου. ἐπιφροσύνην· φρόνησιν, φρονιμώτατον. πόρε· παρέσχεν. δαίμων· ἡ φύσις, ὁ θεός.

<!-- 2.170 -->Φέρβεσθαι· ὥστε τρέφεσθαι. ἄμοχθον· ἄκοπον, ἄπονον.

<!-- 2.171 -->Κληῗδας· συμμίξεις, συγκολλήσεις, τὰς κλείσεις, τὰ σκεπάσματα. ἀναπτύξαντα· ἀναπετάσαντα, ἀνοίξαντα. θυρέτρων· πτυχῶν.

<!-- 2.172 -->Ἰλύν· βόρβορον. λιχμάζοντα· ἐσθίοντα, τρώγουσιν. ἰσχανόωντα· χρῄζοντα, μεταλαμβάνοντα, ἐπιλαμβανόμενα ἢ ἐπιθυμοῦντα.

<!-- 2.173 -->Πέπταται· ἐξήπλωνται, ἐξηνέῳκται, ἀνοίγεται, ἀνοίγονται, ἐξήπλωται· ἀπὸ τοῦ πῶ τὸ κεῖμαι, ὡς ἀπὸ τοῦ χρῶ καὶ ἀπὸ τοῦ λῶ τὸ θέλω· τὸ ἑνικὸν ἀντὶ πληθυντικοῦ. ἀγκοίνῃσιν· κοιλότησι, τροπικῶς, βαθυτάταις πέτραις, βαθυτάτοις τόποις, ἀγκάλαις. Ἀγκοίνῃσιν· ἀγκάλαις τροπικῶς, ταῖς περιοχαῖς τῶν πετρῶν, οὕτω δὲ καὶ κυμάτων ἀγκάλαις λέγεται. ἐφήμενα· καθεζόμενα, καθήμενα, ἁπλούμενα, κείμενα. ὑφημένα· ἁπτόμενα, ἐγκείμενα· γράφεται καὶ ὑφειμένα· ἐλεύθερα ὄντα λάβης, ἤτοι ἡπλωμένα ἐν πέτραις πελαγίαις. πετραίῃσι· ὡς γαληναία ἡ γαλήνη.

<!-- 2.174 -->Αὖ· δή. ψηφῖδα· βόλον, βῶλον. ῥηγμῖνος· αἰγιαλοῦ. ἀείρας· ἐπάρας.

<!-- 2.175 -->Λέχριος· πλάγιος· παρὰ τὸ λέχος ἡ κοίτη· πλαγιάζουσι γὰρ ἐπὶ πολὺ καὶ οἱ ἐν λέχει κείμενοι· πλάγιοι γὰρ ὡς ἐπὶ τὸ πολὺ κατακλίνονται οἱ ἐν κοίταις, ποτὲ μὲν ἐπὶ τὴν δεξιὰν, ποτὲ δὲ παρὰ τὴν ἀριστερὰν πλευρὰν κείμενοι καὶ κοιταζόμενοι, προνοούμενοι τοῦ συμφέροντος. φέρει· κρατεῖ. χηλῇσι· ὄνυξιν. μεμαρπώς· λαβὼν, κρατήσας, συλλαβών· ἀπὸ τοῦ μαρπῶ τὸ λαμβάνω, τροπὴ δʼ ἀπὸ τοῦ μὰρ ἡ χείρ.

<!-- 2.176 -->Λάθρη· πῶς, λαθραίως, κρυφίως. ἐμπελάει· πλησιάζει. λᾶαν· λίθον.

<!-- 2.177 -->Ἔνθεν· τότε. παρήμενος· παρακαθήμενος. εἰλαπινάζει· εὐωχεῖται.

<!-- 2.178 -->Ἱέμενον· προθυμούμενον. ἐρεῖσαι· ἀσφαλίσαι, σφαλίσαι, ἑδραιῶσαι.

<!-- 2.179 -->Ἀμφιδύμους· διπλᾶς. πλάστιγγας· τὰ τῶν ὀστρέων σκεπάσματα, ἤως τὰ λέπη.

<!-- 2.180 -->Οἴγεται· ἀνοίγεται. ὄφρα· ἕως οὗ, ὅπως. ἀγρευτῆρα· τὸν καρκῖνον. κορέσσῃ· χορτάσῃ.

<!-- 2.181 -->Τεχνάζουσι· μηχανῶνται. ἀστέρες· εἶδος ἰχθύος. ἑρπυστῆρες· οἱ συρόμενοι.

<!-- 2.182 -->Ἐπʼ ὄστρεα· κατὰ τῶν ὀστρέων. μῆτις· βουλὴ, τέχνη, μηχανή. ὀπηδεῖ· ἀκολουθεῖ, ἤγουν βουλεύονται καὶ αὐτοὶ ἐσθίειν τὰ ὄστρεα.

<!-- 2.183 -->Λᾶαν· λίθον. συνέμπορον· συνοδοιπόρον, σύνδρομον, βοηθὸν, συνεργὸν, ὁδηγόν. ἐπίκουρον· βοηθόν.

<!-- 2.184 -->Κῶλον· ὀστοῦν, τὸν πόδα· κῶλον τὸ μέλος, τὴν σάρκα, ἢ τὸν πόδα ἐνέθηκαν, ἐνέβαλον. ἐνηρείσαντο· ἐνέβαλον, ἡδραιώσαντο.

<!-- 2.185 -->Πεπταμένοις· ἀνεῳγμένοις, ἐξηπλωμένοις. τὰ μέν· ἢ κῶλα, ὄστρεια, ἤ τι τὰ κῶλα τοῦ ἀστέρος πιέζεται οἱονεὶ σφίγγεται, ἢ τὰ ὄστρεα πιέζεται ἀντὶ τοῦ δαπανᾶται καὶ τρώγεται. οἱ δέ· οἱ καρκῖνοι καὶ οἱ ἀστέρες. νέμονται· ἐσθίουσιν αὐτὸν, ἤως τὰ ὄστρεα.

<!-- 2.186 -->Ὄστρακον αὖ· ἄλλο ὄστρακον, ἕτερον, ἡ πίννα· ἄλλο πάλιν φησὶν ὄστρακον, ὅπερ βυθίας ἔχει τὰς πλάκας, λέγει δὲ τὴν πίνναν, ἥπερ ἐν ταῖς βυθίαις πέτραις εὑρίσκεται. αὖ· δή. βυθίας· βαθεῖς, κοίλας, τὰς ἐν βάθει, καὶ εἰς τὸν βυθὸν οὔσας. ἔχει· κατοικεῖ. πλάκας· θύρας, πέτρας.

<!-- 2.187 -->Ναιετάει· κατοικεῖ. κεκλημένος· καλουμένη, καλούμενος. ἄναλκις· ἀδύνατος, ἐστίν.

<!-- 2.188 -->Μητίσασθαι· βουλεῦσαι, βουλεύσασθαι. ῥέξαι· πρᾶξαι.

<!-- 2.189 -->Ξυνὸν δόμον· κοινὸν οἶκον, οἴκημα, αὐτὴν τὴν πέτραν, ἢ τὸ ὄστρακον τῆς πίννης.

<!-- 2.190 -->Καρκίνος· ὁ πάγουρος. φυλάσσει· ἀπὸ τῶν ἰσχυροτέρων.

<!-- 2.191 -->Τῷ· ἐκ τούτου, διὸ, καὶ διὰ τοῦτο. κικλήσκεται· λέγεται, καλεῖται. κόχλου· τοῦ ὀστρέου, λέπους.

<!-- 2.192 -->Ἵκηται· ἔλθῃ. φρονέουσαν· αἰσθανομένην, νοοῦσαν. ἀμύξας· κεντήσας, πλήξας, τρώσας, σπαράξας· κυρίως ἀμύξαι τὸ πλῆξαι πρὸς ἔκχυσιν αἵματος ἐκ τοῦ ἀμύσσω τὸ τιτρώσκω, καὶ ἀμυγὴ ἡ ξέσις τῶν παρειῶν καὶ ἀμυχή.

<!-- 2.193 -->Δήγματι· τραύματι, ἢ δαγκάσματι. κερδαλέω ἐπικερδεῖ, πανούργῳ. ἕλεν· ἔτρωσεν, ἥψατο, ἔλαβεν, συνέσχε, συνέκλεισεν, ἐπελάβετο.

<!-- 2.194 -->Συμπατάγησε· ἐκτύπησε, συνέκλεισε, συνείλκυσε, συνεκτύπησεν, ἠσφάλισεν, ἔσφιγξεν. ἔνδοθεν· τὴν οὖσαν δηλονότι, λείπει. ἐφράσατʼ· ἐνόησεν.

<!-- 2.195 -->Ἠδʼ ἑτάρῳ· καὶ τῷ φίλῳ. δεῖπνον· βρῶμα.

<!-- 2.196 -->Ὣς ἄρα· ἐπιλογικὸν, σχῆμα ἐπιλογικὸν, ἐπιλογικὸν ἀναφώνημα· οὕτως εἰσὶ καὶ ἐν τοῖς πλέουσιν ἰχθύσιν οἱ μὲν συνετοὶ, οἱ δʼ ἄφρονες, οἷα καὶ ἐν ἡμῖν τοῖς ἀνθρώποις, καὶ δῆλον καὶ ἀπὸ τῆς ἕξεως ὧν λέγει περὶ ἡμεροκοίτου ἰχθύος, μωροῦ ὄντος καὶ ὑπερβαίνοντος τῇ ἀγνωσίᾳ πάντας ἄλλους ἰχθύας· ὁ μὲν γὰρ καρκίνος καὶ ὁ ἕτερος, ὁ τῇ πίννῃ συνοικῶν καὶ πιννοφύλαξ λεγόμενος εὔβουλοι καὶ εὐμήχανοι καὶ φρόνησιν ἔχοντες, ὁ δʼ ἡμεροκοίτης τοὐναντίον ἄφρων, ὥστε σκοπητέον καὶ ἐν ἰχθύσιν, ὡς οὐχ ὅμοιος πᾶσιν ὁ νοῦς, ἀλλʼ ἄλλος ἄλλου διαφέρει, καὶ ὁ μὲν νοεῖ, ὁ δʼ οὐ νοεῖ. πλώτεσσιν· πλέουσιν, ἰχθύσιν, ὁ πλώς. ὑγροπόροισι· τοῖς τὴν ὑγρὰν περῶσιν.

<!-- 2.197 -->Κερδαλέοι· πανοῦργοι, πονηροὶ, δόλιοι. ἄφρονες· ἀφελεῖς. ἡμῖν· ὡς ἐν ἡμῖν τοῖς ἀνθρώποις.

<!-- 2.198 -->Ἐναίσιμον· ἐνδεχόμενον, μεμοιραμένον, ἐπιτυχὲς, πρέπον, ἐνδεχόμενον.

<!-- 2.199 -->Φράζεο· περὶ ἡμεροκοίτου καὶ τῆς νυκτερίδος νόει, σκέπτε, μάνθανε τὴν ἀσυνεσίαν τὴν περὶ τὸν ἰχθὺν τὸν μέγαν γινομένην. ἀφραδίῃ· παρήχησις· μωρίᾳ, ἀβουλίᾳ. προφερέστερον· τῶν ἰχθύων. προφερέστατον· προέχοντα, διαφέροντα.

<!-- 2.200 -->Περὶ πάντας· περισσότερον πάντων, ἀντὶ τοῦ ὑπὲρ πάντας. ἀεργότατον· νωθρότατον, ἀργόν. τέκεν· ἐγέννησεν.

<!-- 2.201 -->Ἤτοι· ἤτοι καὶ ὁ μὲν ἄλλως ἀδιάφοροι ὄντες ὅμως διαφέρουσι, καθότι ὁ μὲν ἤτοι ἐν καταρχῇ λόγου ἀεὶ τίθεται, οἷον

  
ἤτοι ὅγʼ ὣς εἰπών  
ὁ δὲ μὲν σύνδεσμος οὐ πίπτει ποτὲ ἐν λόγου ἀρχῇ, οἷον

  
ἀλλὰ σὺ μὲν θεῷ πρόες·  
ὁ μὲν ἤτοι ποιητικὸς τρόπος, ὁ δὲ μὲν τῆς κοινῆς φράσεως. τέτραπται· τετραμμένα εἰσίν. ὕπερθεν· ἄνω, ἢ τῷ βρέγματι τῆς κεφαλῆς ἔχει τοὺς ὀφθαλμοὺς, τὸ δὲ στόμα ἐν μέσῳ τῶν ὀφθαλμῶν.

<!-- 2.202 -->Λάβρον· λαίμαργον.

<!-- 2.203 -->Αἰεί· διηνεκῶς. ψαμάθοισι· ἄμμοις. πανημέριος· διʼ ὅλης τῆς ἡμέρας.

<!-- 2.204 -->Ἀνέγρεται· ἐγείρεται, ἀνεγείρεται. ἀλάληται· πεπλάνηται, κινεῖται, πλανᾶται· ἐκ τοῦ ἀλῶ τὸ πλανῶ ὁ παθητικὸς παρακείμενος ἄλημαι καὶ ἀλήλαμαι, ἀφʼ οὗ τὸ ἀλάλητον, δύναται δὲ καὶ εἶναι ἀπὸ τοῦ ἀλάλημι, ὥσπερ τὸ ἵστημι τίθημι, ἐξ οὗ παρʼ Ὁμήρῳ τὸ τιθήμιον. ἀλάω ἀλῶ, καὶ ἐξ αὐτοῦ ἄλημι ἀλήσω ἤλακα ἤλαμαι, καὶ ἀττικῶς ἀλήλαμαι, καὶ κατὰ μετάθεσιν ἀλάληται.

<!-- 2.205 -->Ἄτη· ἤως ἡ γαστριμαργία.

<!-- 2.206 -->Ἀτεκμάρτοιο· ἕνεκα, μὴ λαμβανούσης τέκμαρ καὶ τέλος τοῦ κόρου, τῆς μὴ τέλος τοῦ ἐσθίειν ἐχούσης, ὡς ἀκορέστου, ἀπληρώτου, ἀπλήστου. λάχεν· ἐκληρώσατο, ἔλαβεν, ἔσχεν.

<!-- 2.207 -->Ἀτέλεστον· μεγάλην, ἀπλήρωτον.

<!-- 2.208 -->Λύσσαν· μανίαν. βούβρωστιν· πολυφάγον, μεγάλην· βούβρωστις μεγάλη βρῶσις ἀπὸ τοῦ βοῦ ἐπιτατικοῦ καὶ τοῦ βρῶσις. βούβρωστιν· μεγάλην πείναν, καὶ λύσσαν πολυφάγον ἀπὸ τοῦ βοῦ ἐπιτατικοῦ μορίου ὄντος καὶ τοῦ βρωτὴς. ἀναιδέϊ· ἀναισχύντῳ, τῇ ἀεὶ ζητούσῃ βρώματα. φυλάσσει· τηρεῖ· φυλάσσω γʹ σημαίνει· τὸ παρακατέχω, ὡς τό· φύλασσε ἀκακίαν, ἢ κάτεχε. φυλάσσω τὸ ἀσφαλίζω, καὶ τὸ ἀπέχω· ὡς τό· φυλάσσου ἀπὸ κακῶν ἀνδρῶν, ἢ ἄπεχε.

<!-- 2.209 -->Λήξειεν· παύσειεν, ἐσθίειν.

<!-- 2.210 -->Διὰ πᾶσα ῥαγείη· σχῆμα διακοπὴ ἡ ἐκ λέξεως, κατὰ διακοπὴν λέξεως· γράφεται διασπᾶσα. ῥαγείη· σχισθείη.

<!-- 2.211 -->Θάνῃ· γράφεται πέσῃ. ὕπτιος· ἐξηπλωμένος.

<!-- 2.212 -->Πέφνῃ· φονεύσῃ. μιν· αὐτόν. πυμάτης· τῆς τελευταίας, ἐσχάτης. ἔμφορτον· πεφορτωμένον, κατάγομον, πεφροντισμένον, μεστὸν, κεκορεσμένον, γέμοντα· οὕτω δὲ καὶ ναῦς ἔμφορτος λέγεται ἡ φορτίου γέμουσα.

<!-- 2.213 -->Σῆμα· σημεῖον, γνώρισμα· σῆμα δὲ τὸ λέγω σοί, φησι τῷ ἀκροατῇ ὁ ποιητής· σημεῖον τόδε τῆς ἄκρας τοῦ ξένου τοῦδε λαιμαργίας καὶ τοῦ ἀκορέστου τόδε. ἀειμάργοιο· πολυφάγου, τοῦ ἀεὶ μαινομένου περὶ τροφὴν, λαιμάργου, ἀπλήστου· γράφεται ἀτεκμάρτοιο. πιφάσκω· λέγω, φανερῶ.

<!-- 2.214 -->Θήρης· ἀπὸ, διὰ θηρεύσεως, τουτέστιν ἀπὸ τῆς θαλάσσης, ἔνθα θηρεύονται. ἀποπειρήσαιτο· πεῖραν ποιήσαιτο, ἀπόπειραν ποιήσῃ, δοκιμάσοι καὶ ἀπόπειραν ποιήσαιτο.

<!-- 2.215 -->Ὀρέγων· παρέχων.

<!-- 2.216 -->Λαβροτάτου· τοῦτό ἐστιν ὃ λέγει σημεῖον τῆς ἀβυθήτου λαιμαργίας αὐτοῦ, ὅτι καὶ ἀγρευθεὶς καὶ ἀποθνήσκων ἤδη ἐπὶ ξηρᾶς, ἄν τις αὐτῷ καὶ ἐπὶ τῆς γῆς κειμένῳ ὀρέξῃ τι πρὸς τροφὴν, οὐδὲ τότε τῆς οἰκείας λαιμαργίας ἀφίσταται, ἀλλὰ καὶ θνήσκων τοσοῦτον ἐσθίει, ὅσον μέχρι καὶ αὐτοῦ στόματος ἐμπλησθῆναι αὐτοῦ τὴν γαστέρα, ἢ τοσοῦτον ἂν καὶ τότε φαγὼν, ὅσον καὶ ἕως τοῦ στόματος τὴν τροφὴν ἀνελθεῖν. νηήσεται· σωρευθῇ, συναχθῇ, ἀπὸ τοῦ νῶ νήσω τὸ σωρεύω, ἀφʼ οὗ καὶ νηδὺς ἡ γαστήρ.

<!-- 2.217 -->Κλῦτε· ἀκούσατε· γνώμη, ἐπιφώνησις ποιητοῦ πρὸς τοὺς ἀνθρώπους. γόναι· γεννήματα. ἀφραδίῃσι· μωρίαις, ἀβουλίαις.

<!-- 2.218 -->Ὅσον· σχῆμα ἀποστροφή. λαιμάργοις· ἀδδηφάγοις, ἀκορέστοις. ἄλγος· λύπη, θλίψις. ἀδηφαγίῃσιν· πολυφαγίαις. ὀπηδεῖ· ἀκολουθεῖ.

<!-- 2.219 -->Τῷ· διὰ τοῦτο. δυστερπέα· τὴν ἐπὶ κακῷ τέρπουσαν. διώκοι· διωκέτω· τὸ εὐκτικὸν ἀντὶ ἐνεργητικοῦ προστακτικοῦ.

<!-- 2.220 -->Κραδίης· ἀπὸ τῆς ψυχῆς καὶ καρδίας. ἔχοι· ἀντὶ τοῦ ἐχέτω καὶ κρατείτω. ἐπί· τούτοις. μέτρον· συμμετρίαν.

<!-- 2.221 -->Πανθοίνοισι· πανευωχήτοις, πολυβρωμάτοις. πανθοίνῃσι· εὐωχίαις ταῖς πολλὰ βρώματα ἐχούσαις. τέρποιτο· τερπέσθω.

<!-- 2.222 -->Λέλυνται· τὰς ἑαυτῶν γαστέρας λύουσιν εἰς τὸ τρώγειν· τὸ μὲν λέλυνται τὰ ἡνία ἐκ τῶν ἡνιόχων μετήγαγε, τὸ δʼ ἐπιτρέπει τοὺς κάλωας ἀπὸ τῶν ναυτῶν, οἳ ἐν καιρῷ εὐπλοίας ἢ καὶ κινδύνου μεταχειρίτους ἐῶσι τοὺς κάλωας. Ἄλλως· οἷσι λέλυνται τὰ ἡνία, τουτέστιν οὐκ ἔχουσι λογισμὸν τὸν κωλύοντα τὴν τροφὴν, κάλωας δʼ εἶπεν ἀπὸ μεταφορᾶς τῶν ἡνιόχων τῶν λυόντων τὰ ἡνία καὶ χαλώντων εἰς τὸ ἔχειν ἄδειαν τοῖς ἵπποις τρέχειν ἐθέλουσιν.

<!-- 2.223 -->Ἡνία· χαλινὰ, τοῦ νοῦ, αἱ τῆς ὀρέξεως δυνάμεις, τὰ χαλινάρια, τὰ κρατήματα. ἐπιτρωπῶσι· ἐνδίδουσιν, ἐνδιδόασιν, παρέχωσιν, ἐπιχαλῶσιν· γράφεται ἐπιτροπόωσιν. κάλωας· ὁρμὰς, κινήσεις· κάλωάς φησιν ἀπὸ μεταφορᾶς τῶν ἡνιόχων τῶν λυόντων τοὺς ἵππους καὶ χαλώντων τὰς ἡνίας ἐν τῷ τρέχειν. κάλωας· πᾶσαν φρόνησιν ἐκ μεταφορᾶς τῶν ναυτίλων.

<!-- 2.224 -->Εἰσορόων· βλέπων. φεύγοι· φευγέτω. τέλος· θάνατον διʼ ἀδηφαγίας, τὸν θάνατον, τὴν φθορὰν, ἢ τὸ ἀποτέλεσμα.

<!-- 2.225 -->Ὀξυκόμοισιν· ὀξέα κέντρα ἔχουσιν· εἶπεν ἀστεῖα καὶ κατὰ λόγον γλυκύτατον ἀκάνθαις κάρη κομόωντα, ὅθεν παροιμία ἐπὶ τῶν παραινουμένων καὶ μὴ σωφρονούντων πρὸς τοὺς παραινοῦντας τό· ἐχῖνον λεαίνεις. μῆτις· βουλὴ, ἐπίνοια, πανουργία, τέχνη.

<!-- 2.226 -->Ἴσασι· προνοοῦσι, γινώσκουσιν. βίας· βία σημαίνει δύο· τὴν ἀνάγκην καὶ τὴν δύναμιν. βίας· δυνάμεις. ζαμενεῖς· ἄγαν σφοδρὰς, ἄγαν ὁρμητικὰς, τὰς ἄγαν ὁρμητικὰς καὶ σφοδρὰς πνοὰς, κακάς.

<!-- 2.226bis -->Ὀρνυμένας· διεγειρομένας· ἐκ τοῦ ὄρω τὸ διεγείρω ὀρύω, καὶ πλεονασμῷ δωρικῷ τοῦ ν ὀρύνω, καὶ ἐν ὑπερβιβασμῷ ὀρνύω καὶ ὀρνύμενος καὶ ὄρνυτο καὶ ὄρνυμι καὶ ὀρνυμένας γράφουσιν. νώτοισι· ῥάχαις. ἀνοχλίζουσιν· ἀνακινοῦσιν, ἀναβαστάζουσιν, ἀνέχουσιν, ἀναφέρουσιν ἐπὶ τῶν νώτων οἱ ἐχῖνοι ἕκαστος λίθον βαρὺν περὶ ταῖς ἰδίαις ἀκάνθαις, ἵνα τῷ βάρει τούτῳ συνέχωνται περιφερεῖς οὕτω, καὶ μὴ ὑπὸ κυμάτων φερόμενοι ῥίπτωνται εἰς χέρσον.

<!-- 2.228 -->Λᾶαν· λίθον. βαρύθοντα· βαροῦντα. ἐκείνους· λίθον βαρὺν περὶ ταῖς οἰκείαις ἀκάνθαις φέρουσι, τουτέστι ὅσον δύνανται φέρειν.

<!-- 2.229 -->Φορέοιεν· βαστάξειεν. ἀντία· ἀπʼ ἐναντίας, τῇ κακῇ.

<!-- 2.230 -->Βριθόμενοι· βαροῦντες. τό· τοῦτο, ὃ μέλλω εἰπεῖν, σύρεσθαι αὐτοὺς ὑπὸ τῶν κυμάτων. τρομέουσι· φοβοῦνται.

<!-- 2.231 -->Ἠϊόνεσσι· αἰγιαλοῖς. κυκώμενον· ταρασσόμενον. οἶδμα· κῦμα. κυλίσῃ· ἐκβάλῃ.

<!-- 2.232 -->Τινʼ· τῶν ἀνθρώπων δηλονότι. ἄπυστον· ἀνήκοον, ἀμαθῆ.

<!-- 2.233 -->Τέχνης· πανουργίας, δόλου. πέτρῃσι· σήμαινε ὅτι ἀπὸ πληθυντικῶν ταῖς πέτραις εἰς ἣν ἂν προσπτύξωνται εὕρηται. ἰνδάλλονται· εἰδωλοποιοῦνται, ἐξομοιοῦνται, εἰκάζονται, γίνονται.

<!-- 2.234 -->Τήν κε· ἥντινα. ποτιπτύξωσι· προσπλέξωσι, περιπτύξωσι, περιπλέξωσιν. σπείραις· τοῖς πλοκάμοις, περὶ τοῖς ποσὶ διὰ τὸ κυκλοτερὲς, τοὺς πόδας· ἀπὸ τοῦ ἐνεργουμένου τὸ ἐνεργοῦν· ἐνεργοῦσι γὰρ οἱ πόδες τὴν περιπλοκήν· γράφεται σπείραις ἤως ποσίν· καὶ παρʼ Ὁμήρου τοιαῦτα· ἐνεργοῦσι γὰρ οἱ πόδες τοῦ γεράνου· λέγεται γὰρ σπεῖρα τοῦ ὄφεως ὁ ὁλκὸς καὶ ὁ κύκλος, καὶ οἱ τοῦ πολύποδος πλόκαμοι διὰ τὸ κυκλοτερὲς, καὶ τὸ στρατιωτικὸν τάγμα ἀπὸ τοῦ κατὰ κύκλον ἔχειν τὸ σχῆμα καὶ τὴν τάξιν, ὅπερ ἐστὶ στρατιωτικῆς τέχνης. τε βάλωσι· γράφεται περιβάλλονται.

<!-- 2.235 -->Ἄνδρας τʼ ἀγρευτῆρας· λανθάνουσί τε τούς θʼ ἁλιεῖς καὶ τοὺς ἰσχυροτέρους ἰχθῦς. κρέσσονας· ἀττικὸν, τὸ ἐπικρατέρους.

<!-- 2.236 -->Παραπλάγξαντες· ἀπατήσαντες, πλανήσαντες, παραπλανήσαντες. ἄλυξαν· ἔφυγον, ἐξέφυγον.

<!-- 2.237 -->Χειρότερος· μικρότερος, ἀσθενέστερος, μικρὸς, ἀσθενής. ἐπισχεδόν· πλησίον. ἀντιβολήσῃ· συναντήσῃ, ἐπέλθῃ.

<!-- 2.238 -->Ἐξεφάνησαν· οἱ πολύποδες εἰκασθέντες ταῖς πέτραις, ἐξεφάνησαν καὶ αὐτοὶ καὶ ἰχθύες ὄντες καὶ πολύποδες, ὥσπερ ἐκπηδήσαντες ἐκ τῆς πετραίης μορφῆς καὶ μεταβληθέντες.

<!-- 2.239 -->Μορφῆς· ἐκ τῆς ἰδέας τῆς πετραίας. ἐξάλμενοι· ἐκπηδήσαντες, ἐκβάντες, πηδήσαντες. δόλοιο· πανουργίας, τῆς ἀπάτης.

<!-- 2.240 -->Ἐφράσσαντο· ἐνόησαν, ἐπορίσαντο, ἐπενόησαν, ἐφεῦρον. ἐξήλυξαν· ἐξέφυγον. ὄλεθρον· τὴν φθορὰν, τὸν θάνατον· γράφεται χροιὰν ἠλλάξαντο.

<!-- 2.241 -->Ἐπιστείχειν· πορεύεσθαι.

<!-- 2.242 -->Ζαμενεῖς· σφοδράς. ἐπιτρομέουσι· φοβοῦνται. θυέλλας· πνοάς· γράφεται καὶ ἀέλλας.

<!-- 2.243 -->Γλαφυρῇσιν· βαθέσιν, ἐσχισμέναις, ἢ βαθείαις, κοίλαις. ἐφεζόμενοι· ἐπικαθήμενοι. θαλάμῃσι· φωλεαῖς, φωλεοῖς.

<!-- 2.244 -->Πτήξαντες· πεσόντες, φοβηθέντες, μετὰ φόβου πεσόντες. δαίνυνται· τρώγουσιν, εὐωχοῦνται· ὅτι τὰς ἰδίας σάρκας ὁ πολύπους ἐσθίει τῷ χειμῶνι οὕτως ἱστορεῖ καὶ ὁ Ἡσίοδος·

  
ὅτʼ ἀνόστεος ὃν πόδα τένδει,  
τουτέστιν ἐσθίει.

<!-- 2.245 -->Ἀλλοτρίας· ξένας. οἱ δʼ αὖτις· οἱ πόδες· εἶπεν ὅτι κειρόμενον πάλιν ἀναφύεται, ὡς τὰ καλὰ τῶν δένδρων. κορέσαντες· χορτάσαντες. ἄνακτας· δεσπότας, ἢ αὐτοὺς πολύποδας· ἄναξ ἐτυμολογεῖται ἀπὸ τοῦ ἀνακῶς καὶ ἐπιμελῶς διακεῖσθαι τοῖς ὑπʼ αὐτὸν, ἐξ οὗ λέγεται καὶ ἀνάκη ἡ ἐπιμέλεια, σημαίνει δὲ τρία· τὸν θεὸν, ὡς τό

  
ἄναξ Διὸς υἱὸς Ἀπόλλων.  
τὸν βασιλέα, ὡς τό

  
ἄναξ ἄνδρων Ἀγαμέμνων.  
καὶ τὸν οἰκοδεσπότην, ὡς τό

  
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο  
ἐτυμολογεῖται δὲ καὶ ἄλλως παρὰ τὸ τὴν ἄνω τάξιν ἔχειν.

<!-- 2.246 -->Φύονται· ἀναβλαστοῦσιν, ἀναβλαστάνονται, αὔξονται. ἐπέπνευσε· ἐπέβαλεν, ἐπεχαρίσατο. ἐπένευσε· προσέταξεν, ἐκέλευσεν.

<!-- 2.247 -->Τοῖον· τοιοῦτον· ἔθος τούτῳ, ὅτε λέγει περὶ ἰχθύος ἔχοντος φύσιν ὁμοίαν χερσαίῳ ζώῳ, λέγειν καὶ περὶ ἐκείνου. βλοσυροῖσιν· φοβεροῖς, τοῖς ὀργίλοις. βλοσυρῇσιν· καταπληκτικαῖς, καὶ ἀγρίαις καὶ καταπληκτικαῖς. ὀρειμάργοισι· ἐν τῷ ὄρει μαινομένοις. ἀειμάργοισιν· ἀκορέστοις· γράφεται ὀρειμάργοισιν. νόημα· ἐπίνοια, μηχανή.

<!-- 2.248 -->Ἄρκτοις· ἀρκούδοις, ἀρκουδίαις· ἄρκτος παρὰ τὸ ἀρκτοῦν, ὃ σημαίνει τὸ βοηθεῖν, ἡ βοηθοῦσα ἑαυτήν· ὁπόταν γὰρ ἀπορῇ τροφῆς, τοὺς ἑαυτῆς πόδας ἐκλείχουσα τὸν καιρὸν διανύει. ἄρκτος, ἄρκος παρὰ τὸ ἀρκεῖν ἑαυτῇ εἰς τροφὴν ἐν καιρῷ χειμῶνος, καὶ ἄρκυλλοι τὰ τῶν ἄρκων γεννήματα. ἀλυσκάζουσαι· ἐκφεύγουσαι. ὁμοκλήν· ἀπειλήν· ὁμοκλὴ ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ κλῶ τὸ καλῶ, ἡ μετὰ σφοδρότητος ἐπιταγή.

<!-- 2.249 -->Δῦσαι· εἰσελθοῦσαι, ὑπελθοῦσαι. μυχόν· βάθος, σπήλαιον, ἐνδοτικὸν τόπον.

<!-- 2.250 -->Ὅν· ἴδιον. λιχμάζουσιν· λείχουσιν. ἐδητύος· βρώσεως. ἄπιστον· ἢ ἄπυστον καὶ ἀμαθές. ἄπυστον· ἀδίδακτον. ἄπαστον· ἄγευστον, ἢ ξενόν· πάσασθαι γὰρ τὸ φαγεῖν, καί ἐστιν ὁ τῆς λέξεως νοῦς ἀστεῖος, λέγει δὲ τὴν τοιαύτην ἐδητὺν τῆς ἄρκτου καὶ ἄπαστον, οἷον εἴ τις λέγει βρῶσιν ἄβρωτον· οὐ γὰρ ἀξιόλογος βρῶσις τὸ λιχμάζειν τοὺς πόδας· τοῦτο γὰρ καὶ φαγεῖν ἐστι καὶ μὴ φαγεῖν· διὸ καὶ δαῖτα ἀνεμώλιον τοῦτο λέγει, τουτέστιν ἀνεμιαίαν· ἀνεμιόλιον, καὶ κράσει ἀνεμώλιον, ὡς τὸ σόος σῶς ὁ ὑγιὴς παρὰ τῷ ποιητῇ καὶ τὸ οἰκίδιον τᾠκίδιον, καὶ προόρα πρώρα. ἔργον ἄπαστον· βρῶσις ἄβρωτος.

<!-- 2.251 -->Μαιόμεναι· ζητοῦσαι, ψηλαφῶσαι, ἐρευνῶσαι, κτώμεναι. δαίτην· εὐωχίαν. ἀνεμώλιον· ματαίαν, ἀνεμιαίαν.

<!-- 2.252 -->Προβλώσκειν· προπηδᾷν τοῦ φωλεοῦ, προβάλλειν, προέρχεσθαι, προπορεύεσθαι, ἤως ἐξέρχεσθαι. ἡβήσειεν· νεάσειεν, αὐξήσει, ἀκμάσειεν.

<!-- 2.253 -->Ἔξοχα· ἐξόχως· περὶ ἔχθρας καὶ ἔριδος, ὧνπερ τρέφουσι πρὸς ἀλλήλους ἡ μύραινα, ὁ πολύπους καὶ ὁ κάραβος, καὶ πῶς ἐν ἀμοιβαίοις φόνοις μετὰ πανουργίας καὶ φυσικῆς ἐπικουρίας ἡ μὲν ἀγρεύει τὸν πολύποδα, ὁ δὲ πολύπους τὸν κάραβον, ὁ κάραβος δʼ αὖ τὴν μύραιναν, τουτέστιν ἄλλος ἄλλον φαγὼν ἐνέπλησε τὴν ἑαυτοῦ γαστέρα. ἀλλήλοισιν· ἀλλήλοις οὖσιν. ἀνάρσιον ὀλεθρίαν, πολέμιον, ἐναντίον. ἔχθος· μῖσος. ἔχουσι· κέκτηνται.

<!-- 2.254 -->Ἀϊκτήρ· ὁρμητικός.

<!-- 2.255 -->Ὀλέκουσιν· φθείρουσιν. ἀμοιβαίοισι· τοῖς κατʼ ἀλλαγὴν καὶ ἀντάμειψιν, ἀνταποδοτικοῖς, παρηλλαγμένοις· ὁ κάραβος ἐσθίει τὴν μύραιναν, ἡ μύραινα τὸν πολύποδα, καὶ ὁ πολύπους τὸν κάραβον. πόνοισι· ἀγῶσιν.

<!-- 2.256 -->Ἰχθυόεσσα· θαλασσία, ἰχθυηρά. μετά σφισιν· ἐν αὐτοῖς τοῖς τρισίν. ἐνυώ· μάχη, ἡ πολεμικὴ θεά.

<!-- 2.257 -->Μόθος· μάχη, πόλεμος. ἄλλου· ἐξ, ὑπό. ἐμπλήσατο· ἐγέμισεν, ἐκόρεσεν, ἐπλήρωσεν. νηδύν· γαστέρα, κοιλίαν.

<!-- 2.258 -->Ἡ μέν· ἤως ἡ μύραινα. ὑπέκ· ὑποκάτω· κρυφιότητα δηλοῖ ἡ ὑπό. ἁλιμυρέος· διὰ τῆς θαλάσσης ἠχούσης, ἐν τῇ ἁλὶ ἠχούσης, ἢ ἐν τῇ ἁλὶ πλημμυρούσης, ἁλμυρᾶς καὶ ἠχητικῆς, τῆς ὑπὸ θαλάσσης βρεχομένης· ἀπὸ τοῦ ἃλς καὶ τοῦ ῥέω ἃλς ἁλὸς ἅλμη ἁλιμυρέος, τῆς ἐν ἁλὶ οὔσης καὶ ἠχούσης, ἁλμυρῆς, τῆς ἐν τῇ ἁλὶ οὔσης, περὶ ἣν μύρεται, ἤως μορμύρει, Ὅμηρος δέ· «ποταμὸν ἁλιμυρήεντα» λέγει.

<!-- 2.259 -->Φοιταλέη· μανικὴ, ὁρμητική. διέσσυται· ὁρμᾷ, διέρχεται, διαπορεύεται. οἴδματα· διὰ τῶν, κύματα.

<!-- 2.260 -->Φορβήν· τροφήν. μαιομένη· ζητοῦσα, ἐρευνῶσα. τάχα· ταχέως. εἴσιδε· ἐθεάσατο. ἀκτῆς· αἰγιαλοῦ.

<!-- 2.261 -->Διερπύζοντα· διερχόμενον. ἀσπασίην· ἐπιθυμητὴν, φιλικὴν, χαροπήν. θήρην· ἄγραν, ἐπὶ γλυκεῖαν θήραν ὥρμησεν.

<!-- 2.262 -->Ἔσσυτο· ὥρμησεν. γηθομένη· γράφεται γηθοσύνῃ, ἤως ἐν χαρᾷ. ἐγγὺς ἰοῦσα· πορευομένη.

<!-- 2.263 -->Ἀτυζόμενος· φοβούμενος, ταρασσόμενος. δεδόνηται· κεκίνηται, τετάρακται, φοβεῖται, δειλιᾷ, κλονεῖται, κατανεύει, κινεῖται.

<!-- 2.264 -->Φόβον· φυγήν. μῆχος· μηχανὴν, τρόπον· μῆχός ἐστιν ὄνομα οὐδέτερον τὸ μὴ ἠχτὸν, λέγουσί τινες, ὅτι ἐκ τοῦ μηχανὴ γίνεται κατὰ παρασχηματισμὸν μῆχος, ὡς ἡδονὴ ἦδος

  
οὐδέ τι δαιτὸς  
  
ἐσθλῆς ἔσσεται ἦδος.  
ἀλύξαι· φυγεῖν, εἰς τὸ ἐκφυγεῖν.

<!-- 2.265 -->Ἕρπων· συρόμενος ὁ πολύπους. ἄσπετα· γράφεται ἄσχετα. ἄσχετα· πολλά. μαιμώωσαν· προθυμουμένην, ὁρμῶσαν, προθυμοῦσαν.

<!-- 2.266 -->Αἶψα· ταχέως. κατέμαρψε· κατέλαβεν. γένυν στόμα. ἐνέρεισε· ἐστήριξεν, ἐνεστήριξεν, δαφοινήν· φονικήν.

<!-- 2.267 -->Ὀλοῆς· ὀλεθρίας. μάρναται· μάχεται· μάχη ἐτυμολογεῖται ἀπὸ τοῦ αἷμα χέειν, ὡς καὶ πόλεμος ἀπὸ τὸ τοὺς πολλοὺς ἐμεῖν, τουτέστι φονεύειν.

<!-- 2.268 -->Ἑλίσσεται· συστρέφεται. δʼ· ἀργόν.

<!-- 2.269 -->Στροφάλιγγας· συστροφάς. ὑπὸ στερεοῖσιν· ὑπὸ σκολιοῖς. ἱμᾶσι· τοῖς ποσὶ τοῦ πολύποδος, πλοκάμοις.

<!-- 2.270 -->Τεχνάζων· μηχανώμενος. εἴ πως· ὅπως, ἵνα. ἐρητύσειε· κωλύσειε, τοῦ ἔργου. βρόχοισιν· δεσμοῖς.

<!-- 2.271 -->Ἀμφιβαλών· περικυκλώσας, περικρατήσας. ἄκος· θεράπευμα. ἀλεωρή· ἐκφυγὴ, ἀποφυγή.

<!-- 2.272 -->Ἀμφιπεσόντος· πολύποδος. ἀμφιπεσόντʼ· ἀντὶ τοῦ ἀμφιπεσόντος. ἀμφιβαλόντος· πεσόντος, περιπλακέντος· γράφεται ἀμφιπεσόντος. ὀλισθηροῖς· γλίσχροις, λείοις, ὁμαλοῖς. ὀλισθηρόν ἐστι τὸ σῶμα αὐτῆς, καὶ ἐκκλίνει τὸν δεσμὸν τοῦ πολύποδος περιπλεκομένου τὰ αὐτῆς νῶτα τὰ παναίολα. ὀλισθηρόν ἐστι καὶ ἐκκλίνει τὸν δεσμὸν, ἀποστενοῖ αὐτὸν καὶ φεύγει, τὸν δὲ νῶτον εἶπεν ἀρσενικὸν τῆς μυραίνης περιπλέκει ὁ πολύπους τῆς ἐχούσης τὰ μέλη ἀρκοῦντα πρὸς τὴν μάχην.

<!-- 2.273 -->Ὀτραλέη· σπουδαῖα, ἰσχυρά· ὀτραλέη ἀπὸ τοῦ τρῶ τὸ φοβοῦμαι· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν τρεὺς, μετὰ τοῦ στερητικοῦ α ἀτρεὺς ὁ ἄφοβος καὶ τροπῇ ὀτρεὺς καὶ ἰωνικῶς ὀτρῆος «λαοὺς ὀτρῆος.» ἡ γενικὴ τῶν πληθυντικῶν ὀτρέων καὶ τὸ ὄνομα ὀτράη, καὶ ὥσπερ παρὰ τὸ κάρπιμος πλεονάζει ἡ αλ συλλαβὴ καὶ γίνεται καρπάλιμος, οὕτως καὶ ὧδε πλεονασμῷ τῆς λε συλλαβῆς ὀτραλέη. διαῤῥέει· διαπίπτει, ἐκφεύγει.

<!-- 2.274 -->Αὐτάρ· δέ. νῶτα· ῥάχιν. παναίολα· ποικίλα τῷ χρώματι. δειρήν· τράχηλον πρότερον.

<!-- 2.275 -->Οὐρήν τʼ· οὐρήεντα. ἀκροτάτην· ἄκραν. περιβάλλεται· περιπλέκεται, κατέχεται. αὖτε· γράφεται αὐταῖς.

<!-- 2.276 -->Γενύων· παρειῶν. μυχοῖσι· βαθέσιν.

<!-- 2.277 -->Ὡς δέ· παραβολή. παλαισμοσύνης· παλαίστρας. γυιαλκέος· ἰσχυρᾶς, ἐν γυίοις ἀλκὴν ἐχούσης, ἢ ἐν γυίοις ἀρκούσης πρὸς μάχην, τῆς δεομένης γυίων ἀρκετῶν παλαίστρας, ὡς πρὸς τὴν μάχην. γυιαρκέος· γυίων καὶ μελῶν ἀλκίμων δεομένης· γράφεται καὶ γυιαλκέος, ἤτοι τῆς παλαισμοσύνης τῆς χρῃζούσης μελῶν ἀρκούντων πρὸς τὴν μάχην. ἴδμονες· ἐπιστήμονες.

<!-- 2.278 -->Δηρόν· ἐπὶ πολύ. ἐπʼ ἀλλήλοισι· κατʼ ἀλλήλων. ἀναφαίνετον· δυϊκὸν, ἀναφαίνουσι, δεικνύουσιν.

<!-- 2.279 -->Λιπαρός· ἐλαιώδης. λιαρός· χλιαρός, λιπαρός· γράφεται λιπαρός. λιαρὸς ἤγουν λιπαρὸς διὰ τὴν ἀλοιφὴν τοῦ ἐλαίου. ἀθέσφατος· πολὺς, ἄπειρος· ἀθέσφατος ἐκ τοῦ θεὸς καὶ τοῦ φατὸς, τοῦτο ἐκ τοῦ φημι τὸ λέγω θεόφατός τις ὢν, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ σ θέσφατος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθέσφατος· καὶ οὐδέτερον ἢ ὑπερβολικὸν, ὃν οὐδὲ θεὸς ἑρμηνεύει διὰ τὸ πλῆθος, οἷον θεόφαντον καὶ ἄπειρον· ἐξ αὐτοῦ ἀθέσφατον τὸ πολὺ καὶ δαψιλές.

<!-- 2.280 -->Χεύεται· χέεται. ἀμφοτέροις· καὶ δυσὶν ἀνδράσι δηλονότι. αἰόλα· πολλὰ, ποικίλα. κέρδεα· τεχνάσματα, τὰς ἐπιτηδεύσεις, πανοῦργα. τέχνης· τῆς παλαίστρας, τὰ τῆς παλαίστρας ἐπιτηδεύματα.

<!-- 2.281 -->Πλάζονται· πλανῶνται, ἀπρακτοῦσιν. χεῖρες· ἀλλήλων. ἐπί· περί. χροΐ· σώματι. κυμαίνονται· ταράσσονται, ἀστατοῦσι, κινοῦνται.

<!-- 2.282 -->Κοτυληδόνες· οἱ πλόκαμοι, αἱ περὶ τοὺς πλοκάμους φολίδες, πλεκτάναι· οὕτω λέγονται διὰ τὰς ἐπικειμένας τοῖς πλοκάμοις κοίλας οἷον κοτύλας. κατὰ κόσμον· εὐτάκτως, κατὰ τάξιν, ἐγκαίρως.

<!-- 2.283 -->Κενεῇσι· ματαίαις. μογέουσιν· κακοπαθοῦσιν.

<!-- 2.284 -->Ὀξυτέρῃσιν· ὀξυτόμοις. ὑπό· ἐν. ῥιπῇσιν· ὁρμαῖς, εἰσβολαῖς.

<!-- 2.285 -->Δαρδάπτει· κατεσθίει, ἐσθίει, κατακόπτει. κατεδέξατο· κατέλαβεν.

<!-- 2.286 -->Γενύεσσι· καὶ στόμασιν. θοοί· ὀξεῖς· θοὸν λέγεται τὸ ταχὺ καὶ ὀξύ. τρίβουσιν· συντρίβουσι, κόπτουσιν·

<!-- 2.287 -->Ἀσπαίρει· κινοῦνται, ψυχοῤῥαγοῦσι, ἀσπαίρεται· κινεῖται. ἑλίσσεται· στρέφεται, συστρέφεται. ἡμιδάϊκτα· ἡμίκοπα, ἡμίτμητα, ἡμιμέριστα, ἡμίβρωτα.

<!-- 2.288 -->Εἰσέτι· ἀκμὴν, καὶ ἕως οὗ. ποιφύσσοντα· πνευστιῶντα, ὁρμῶντα, ἀσθμαίνοντα, κινούμενα, στενάζοντα· ποιφύσσειν ἐστὶ τὸ διαφανῶς ὁρμᾷν.

<!-- 2.289 -->Ὡς δʼ ὅτʼ· παραβολή. ξυλόχους· τόπους, ὄρη συνδένδρους τόπους, τοὺς ξύλα ἔχοντας. στίβον· ἴχνος ἐξερεείνων· ἐρευνῶν, ἐξερευνῶν.

<!-- 2.290 -->Βριθύκερως· μεγαλόκερως· παραβολὴ παραβαλλομένη ὅλῳ τῷ πράγματι. ῥινήλατον· διὰ τῶν ῥινῶν, διὰ τῆς ῥινὸς ἐλαυνόμενον, τὸ ὑπὸ τῆς ῥινὸς τῆς ἐλάφου ἐλαυνόμενον καὶ διωκόμενον, ἤως καταλαμβανόμενον τὰ γόνατα τῆς ἐλάφου, τὸν διὰ τῆς ῥινὸς θηρώμενον, ἢ τὸν διὰ τῆς ῥινὸς εὑρισκόμενον· καὶ γὰρ ὀσφραινομένη εὑρίσκει τοὺς φωλεοὺς τῶν ὄφεων. ἴχνος· σημεῖον, διατύπωσιν.

<!-- 2.291 -->Χειήν· κατάδυσιν, φωλεάν. εἰσαφίκανε· κατέλαβεν, ἦλθε, δείκνυσιν· ἐνταῦθα ὁ ποιητὴς τὸ γλίσχρον τοῦ ὄφεως ἀπὸ τοῦ ὀνόματος τῆς χειᾶς· χεόμενος γὰρ ὥσπερ ὕδωρ τὴν κατάδυσιν ὑπεισέρχεται· ἢ ἀπὸ τοῦ χῶ χείω τὸ χωρῶ χειὰ ἡ κατάδυσις ἐν ᾗ ὄφις. ἑρπετόν· ὄφιν. εἴρυσεν· εἵλκυσεν.

<!-- 2.292 -->Δάπτει· δάκνει. ἐμμενέως· διηνεκῶς, ἰσχυρῶς, σπουδαίως. ἑλίσσεται· συστρέφεται. ἀμφί· περί. γοῦνα· κατʼ ἀποκοπὴν τῆς τα συλλαβῆς.

<!-- 2.293 -->Δειρήν· τράχηλον. στέρνον· στῆθος. ἡμίβρωτα· ἡμίκοπα. κέχυνται· ταχέως κινοῦνται ὡς ὕδωρ.

<!-- 2.294 -->Ἅψεα· τὰ μέλη παρὰ τὸ ἀλλήλων ἐφάπτεσθαι, κρέα, αἱ τῶν μελῶν κυρίως συναφαὶ καλοῦνται ἅψεα παρὰ τὸ ἅπτεσθαι ἀλλήλων. δαιτρεύουσιν· κατακόπτουσιν.

<!-- 2.295 -->Δνοπαλίζεται· συστρέφονται, κόπτονται, συστρέφεται· δνοπάλιξις κυρίως ἡ διὰ τῶν χειρῶν τίναξις καὶ ἐκκίνησις παρὰ τὸ δινεῖν τὰς παλάμας, ἢ ἀπὸ τοῦ δονῶ καὶ τοῦ πάλλω τὸ κινῶ. δνοπαλίζεται· κόπτεται, σπαράττεται, κατακόπτεται, ταράσσεται. αἰόλα· ποικίλα ταῖς κοτυληδόσιν, ἢ πανοῦργα διὰ τὴν ἐξαλλαγὴν τῶν ἰδεῶν.

<!-- 2.296 -->Δυσμόρου· δυστυχοῦς. μῆτις· γνῶσις, μηχανὴ, βουλή· οὐδὲ τὸ περὶ τὰς πέτρας αὐτῶν βούλευμά τε καὶ ἐπιτήδευμα, καθʼ ὃ ἐξομοιοῦται παντάπασιν αὐτοῦ, δύναται σῶσαι αὐτὸν τοῦ τῆς μυραίνης κινδύνου. ἐπιφροσύνης· φρονήσεως, τῆς ἐπινοίας καὶ πανουργίας.

<!-- 2.297 -->Πετραίης· καὶ τῆς γενομένης διʼ αὐτοῦ εἰς τὴν πέτραν. ἀλευόμενος· φεύγων, ἐκφεύγων τὴν μύραιναν, ἀπὸ τοῦ ἀλέω ἀλεύω.

<!-- 2.298 -->Πλέξηται· περιπλακῇ, περιλάβῃ. χροιήν· ὄψιν τῆς πέτρας. ἀμφιέσηται· περιβάλληται. ἀμφιδέσηται· ἀμφιβάληται, ἐνδύσηται.

<!-- 2.299 -->Κέαρ· τὴν γνῶσιν, τὴν ψυχὴν, τὴν φρόνησιν, περιφραστικῶς τὴν μύραιναν· ἀλλʼ οὐκ ἔλαθε, καίτοι τὴν πέτραν περιπλακεὶς ἐν χροιᾷ καὶ πάντα ὁμοία.

<!-- 2.300 -->Φράζεται· νοεῖ. φέρει· γράφεται πέλει. νόημα· μηχάνημα, μηχανή.

<!-- 2.301 -->Ἔνθα· τότε. οἰκτείρειας· ἐλεήσειας. ἀκοσμοτάτοιο· ἀτιμοτάτου, τοῦ ἀσχήμονος ἕνεκα καὶ ἀκόσμου. μόροιο· θανάτου.

<!-- 2.302 -->Πέτρῃσιν· ταῖς πετρινέαις ἰδέαις. ὑφέζεται· ὑποκάθηται, κάθηται· γράφεται ὑφαίνεται, ἤως συμπλέκεται, ἀφωμοίωται, ἢ ὑποκρύπτεται, κολλᾶται. ἡ δή· μύραινα. ἄγχι· γράφεται ἄτη.

<!-- 2.303 -->Ἐπεγγελόωσα· γελῶσα, παίζουσα· τοῦτο ἠθοποιΐα λέγεται· ἰδὼν γάρ τις τὸν μὲν πολύποδα περιδραττόμενον τῆς πέτρας ὁμόχροον, καὶ λανθάνειν σπουδάζοντα, τὴν δὲ μύραιναν γνοῦσαν, καὶ πλησίον αὐτοῦ παρισταμένην, εἴποι ἂν ἐκ τοῦ εἰκότος τοιαῦτα λέγειν πρὸς αὐτὸν γελῶσαν καὶ οἱονεὶ περιυβρίζουσάν τε καὶ παίζουσαν· τί πτώσσεις καὶ κρύπτῃ δολομῆτα, καὶ τὰ ἑξῆς.

<!-- 2.304 -->Μυθεῖσθαι· λέγειν. ἀπηνέα· σκληράν. κερτομέουσαν· λοιδοροῦσαν, ὑβρίζουσαν, χλευάζουσαν· γράφεται κερτομίῃσι· λοιδορίαις. κερτομῶ ἀπὸ τοῦ κῆρ τέμνειν· ἡ γὰρ λοιδορία τὴν ψυχὴν οἱονεὶ τοῦ λοιδορουμένου τέμνει.

<!-- 2.305 -->Τί πτώσσεις· ἠθοποιΐα, προσωποποιΐα, κεῖσαι. πτώσσεις· φοβῇ, συστέλλῃ, κρύπτῃ, ὑποπίπτεις, κρύπτεις. δολομῆτα· πανοῦργε, δόλιε τὴν βουλήν. ἔλπεαι· καὶ ἐλπίζεις. ἠπεροπεύειν· ἀπατᾷν· ἠπεροπεύω γίνεται ἀπὸ τοῦ ἡμεροπεύω, τοῦτο δʼ ἀπὸ τοῦ ἡμέρους ὄπας λέγειν.

<!-- 2.306 -->Ἦ· ὄντως. πειρήσομαι· εἰσελθεῖν, ἐκβαλεῖν σε καὶ πεῖραν καὶ δοκιμὴν ποιήσομαι.

<!-- 2.307 -->Σπιλάς· πέτρα. ἥδε· αὕτη, δεικτικόν. εἰ δὲ καί· ἀργόν. ἠμύσασα· κλιθεῖσα, σκεπάσασα, συγκρύψασα.

<!-- 2.308 -->Αὐτίκα· μετὰ ταῦτα, ἀφʼ οὗ εἶπε ταῦτα. οὐλοόν· τὸ ἀγκύλον. ἀγκύλον· τὸ ἐπικαμπές. ἕρκος· στόμα. ἐνιπλήσασα· ἀνοίξασα, ἐμβαλοῦσα· γράφεται δὲ καὶ ἐμπρήσασα, ἤως σχίσασα. λαφύσσει· λάπτει, ῥοφᾷ, σπαράσσει, ἀναῤῥοφᾷ· τὸ λαφύσσει κυρίως ἀντὶ τοῦ λάπτει καὶ ῥοφᾷ.

<!-- 2.309 -->Χοιράδος· πέτρας, τῆς εἶδος χειρὸς ἐχούσης, ὑφάλου, μελαίνης, ὑποκύρτου, μικρὸν ὑπερεχούσης τοῦ ὕδατος, ὥστε ἐοικέναι χοίρῳ ἐπιπλέοντι θαλάσσης τὰ νῶτα, ἢ τῆς εἶδος ἐχούσης χοίρου, ὑπὸ τραχείας πέτρας, ὑπερανέχουσαν μικρὸν τῆς θαλάσσης ὡς ἐοικέναι χοίρῳ πλέοντι. ἐρύουσα· ἑλκύουσα, σύρουσα. περίτρομον· φόβου πλήρη, περιτρέχοντα.

<!-- 2.310 -->Δαϊζόμενος· κοπτόμενος, κατακοπτόμενος, ἀπὸ τοῦ δαίω τὸ κόπτω, ἢ παρὰ τὴν δάϊν τὴν μάχην ὁ καταμαχόμενος, σημαίνει καὶ τὴν νίκην, σημαίνει καὶ τὴν πεύκην. πάγον· πέτραν, λίθον· γράφεται τὴν πέτραν. ἀνίησιν· ἐνδίδωσιν, ἀφίησι, δίδωσιν.

<!-- 2.311 -->Ἔχεται· ἅπτεται, καὶ κρατεῖ, περιέχεται, ἀντιλαμβάνεται. εἱλιγμένος· ἐντετυλιγμένος.

<!-- 2.312 -->Λείπωνται· ἐναπομείνωσιν. μοῦναιν· αἰολικὸν, ἰωνικόν. κοτυληδόνες· φολίδες, πλόκαμοι, πλεκτάναι, τὰ καρφία, αἱ κοιλότητες τῶν πλοκάμων τοῦ πολύποδος, τὰ λεγόμενα καρφία. ἐμπεφυυῖαι· συμπεπλεγμέναι, ἡρμοσμέναι, κεκολλημέναι· ἐμπεφυυῖαι ἀντὶ τοῦ ἐμπλέξασαι τὰς χεῖρας, ἰσχυρῶς κρατοῦσαι, ὡς

  
ἔχετʼ ἐμπεφυυῖα  
καὶ ἐμπεφύασιν· φῦμι τὸ προσπελάζω, ὁ μέλλων φύσω, ὁ παρακείμενος πέφυκα, ἡ μετοχὴ ὁ πεφυκὼς, ἀποβολῇ τοῦ συμφώνου πεφυὼς, καὶ τὸ θηλυκὸν ἐμπεφυυῖα.

<!-- 2.313 -->Ὡς δʼ ὅτε· παραβολή. πόληος· ἰωνικόν.

<!-- 2.314 -->Ἑλκομένων· συρομένων. δορυκτήτων· δορυαλώτων, αἰχμαλώτων.

<!-- 2.315 -->Κοῦρον· νέον, υἱὸν, παῖδα· κοῦρος λέγεται παρὰ τοῖς Ἀθηναίοις ἡλικία τις, ἐν ᾗ ποιοῦντες τραπέζας ἔταττον ἑαυτοὺς μετὰ τῶν νεωτέρων, λέγεται δὲ καὶ ὁ ξυρῶν αὑτοῦ τὸ γένειον ἀπὸ τῆς ῥηθείσης ἱστορίας, λέγεται καὶ τὰ κουρόσυνα. ἀνήρ· πολέμιος· παρὰ τὸ ἀνύω τὸ τελειῶ ἀνυὴρ καὶ ἀνήρ. ἐμπεφυῶτα· περιπλακέντα.

<!-- 2.316 -->Γειναμένης· μητρός. ἐρύει· ἑλκύει. ἐρύσει· ἑλκύσει. νόμον· κατά. νόμῳ· ἀκολουθίᾳ καὶ τῇ τάξει.

<!-- 2.317 -->Πλέγδην· περιπεπλεγμένος, πεπλεγμένον ἢ ἐμπλόκως. ἀνίησιν· ἀφίησιν, ἀνακλίνει. μήτηρ· μὴ ἔχουσά τι πρὸς ἄμυναν ἡ μήτηρ προβάλλεται τὸν κώκυτον, ἵνα δυσωπήσῃ τὸν πολέμιον ........... ποιῆσαι τὴν ὑπόθεσιν πλατύνει τὸ παράδειγμα, τοῦτο δὲ καὶ τῷ Ὁμήρῳ εἴθισται.

<!-- 2.318 -->Κωκυτῷ· θρήνῳ, ἤως τὸν ἄκαυστον. προΐησιν· προδίδωσιν, ἀφίησιν. ὁμῶς· ὁμοῦ. ἕλκεται· σύρεται.

<!-- 2.319 -->Δειλόν· δείλαιον, ἄθλιον· γράφεται δολιχόν. δέμας· ἰστέον ὅτι σημειοῦνται τὸ δέμας οἱ παλαιοὶ τὸν μὲν ποιητὴν ἔμψυχον σώματος θετικὸν, ὡς συνδεδεμένον τῇ ψυχῇ καὶ διʼ αὐτῆς συνεστῶτος, τὸ δέ γε σῶμα ἐπʼ ἀψύχου, τουτέστιν ἐστερημένου τῆς ψυχῆς διὰ τὸ σῆμα, καὶ ὡς ἄν τις εἴπῃ μνῆμα τοῦ ζῶντος γενέσθαι ποτὲ, τοὺς δὲ μετὰ τὸν ποιητὴν, ἐν οἷς καὶ ὁ Εὐριπίδης ἀδιαφόρως χρᾶσθαι τῇ λέξει ποτὲ, δεῖ δʼ εἰδέναι, ὅτι καὶ αὐτὸς ὁ ποιητὴς ἤως ὁ Ὅμηρος τὸ δέμας ἐπʼ ἀψύχου ποτὲ τίθησιν, ὡς ἐν τῷ «δέμας πυρός,» καὶ τὸ σῶμα ἐν τῇ γʹ ῥαψῳδίᾳ λεχθήσεται.

<!-- 2.320 -->Λισσάδι· ὁμαλῇ πέτρᾳ ἀπὸ τοῦ λισσὸν τὸ ὁμαλόν, μυδαλέη δʼ ἀντὶ τοῦ βεβρεγμένη. μυδαλέῃ· διύγρῳ. περιφύεται· περιπλέκεται, κολλᾶται. ἀνίησιν· ἀφίησιν, ἐνδίδωσιν, ἐκλείπει.

<!-- 2.322 -->Ἀυτοφόνοισι· τοῖς ἀφʼ ἑαυτοῦ φόνοις, αὐτοπροαιρέτοις. ἀγηνορίῃσι· ἀνδρίαις, αὐθαδείαις, μωρίαις, κενοδοξίαις. δαμεῖσαν· καταπονηθεῖσαν.

<!-- 2.323 -->Σχεδόν· πλησίον. ᾗ ἐνιναίει· ἐν ᾗ κατοικεῖ.

<!-- 2.324 -->Ὀτραλέη· σπουδαῖα, ὁρμητικὴ, ταχεῖα, ἀθλία. δύο δʼ ἀνὰ κέντρα· τὰ δύο στόματα, ἢ στηρίγματα εἰς τὴν μάχην. ἀνατιτήνας· ἄνω ἐξαπλώσας, ἐξαπλώσας, ἀναπετάσας.

<!-- 2.325 -->Δήϊα· πολεμικά· ἐκ τοῦ δαίω τὸ καίω γίνεται δηΐω, καὶ περισπώμενον δηϊῶ γʹ συζυγίας, καὶ

  
δηϊωθέντων Ἀχαιῶν  
καὶ διαλύσει δαΐω, καὶ πλεονασμῷ τοῦ ζ δαΐζω· ἐκ τοῦ δαίω γίνεται ὄνομα δάϊος καὶ τροπῇ τοῦ α εἰς η δήϊος. φυσιόων· ἀλαζονευόμενος, γαυριῶν, ἀναβαλλόμενος, ἐπαιρόμενος, κενοδοξῶν. προκαλίζεται· προσκαλεῖ, προκαλεῖται· ὡς ἐκ τοῦ πολεμῶ πολεμίζω, καὶ ἀπὸ τῶν ὁμοίων ἑτέρων περισπωμένων, οὕτω καὶ ἀπὸ τοῦ καλῶ καὶ προκαλῶ προκαλίζω, καὶ προκαλίζομαι ἀττικόν. μόθον· πόλεμον. ἐλθεῖν· τὴν μύραιναν.

<!-- 2.326 -->Ἀριστῆϊ· στρατηγῷ, πολεμιστῇ· παραβολή. προμάχῳ· προβολῇ.

<!-- 2.327 -->Ἠνορέῃ· δυνάμει, ἀνδρίᾳ· σήμαινε τὸ ἀνδρία διὰ τοῦ ι. δαημοσύνῃσι· ἐπιστήμαις, ἐμπειρίαις.

<!-- 2.328 -->Ἔντεσι· ὅπλοις· ἔντεα τὰ ἅρματα ἀπὸ τοῦ ἔχειν καὶ φυλάσσειν ἐντὸς τὸν ὁπλιζόμενον, ὡς ὁ θώραξ καὶ τὰ ὅμοια ἕτερα· τὸ γὰρ ἔγχος καὶ ἡ σπάθη οὐκ ἐν ἑαυτοῖς ἔχουσι τὸν στρατιώτην. καρτύνας· ἰσχυροποιήσας. κρατύνας· ἰσχυρώσας, ὁπλίσας, στερεώσας, ἢ περιφράξας. καρτύνων· στερεῶν. βριαρόν· ἰσχυρόν. πάλλων· κινῶν.

<!-- 2.329 -->Ἔγχεα· κοντάρια. δυσμενέων· ἐχθρῶν ὅς κε· τὸν ἐκεῖνον. ἐθέλῃσιν· ἰωνικόν.

<!-- 2.330 -->Ἀντιάαν· ἐξ ἐναντίας ἔρχεσθαι. ἀριστήων τῶν πολεμίων, ἀριστέων. ὀροθύνει· διεγείρει, παροξύνει.

<!-- 2.331 -->Ὅγε· ὁ κάραβος· ἐπίλογος. θήγει· διεγείρει, παροξύνει τὴν μύραιναν ἐπιφραστικῶς. φρένας· τὸ θυμικόν. μῶλον· μάχην· μῶλος ἡ πολυχρόνιος μάχη παρὰ τὸ μὴ λύεσθαι ταχέως, ἢ παρὰ τὸ ὁμοῦ ὀλλύειν, ἢ παρὰ τὸ μολεῖν· ἐκ τοῦ ὀλλύω τὸ ὀλεθρεύω γίνεται μολύνω τὸ μο μικρὸν πλεονασμῷ τοῦ ν, πέφυκε πλεονάζειν τὸ ν ἐν τοῖς ῥήμασιν· ἐκ τοῦ ὀλλύω πλεονασμῷ τοῦ ν ὀλλύνω καὶ πλεονασμῷ τοῦ μ.

<!-- 2.332 -->Δηθύνει· ἡ μύραινα, βραδύνει. θαλάμης· ἀπὸ, διὰ τοῦ σπήλου. διαΐξασα· ἐξελθοῦσα. μελαίνης· σκοτεινῆς, κελαινῆς, τῆς βαθείας.

<!-- 2.333 -->Γυρώσασα· κυρτώσασα· γράφεται κυκλώσασα. χόλῳ· ὀργῇ. μέγα· μεγάλως. παιφάσσουσα· ἐνθουσιῶσα, ὁρμῶσα, εἰς φόνον ὁρμήσασα· ἐκ τοῦ φῶ φάσσω καὶ παφάσσω καὶ παιφάσσω, ἕτεροι δὲ παιφάσσειν λέγουσι τὸ γοργὰ βλέπειν ἀπὸ τοῦ τὰ φάη πάντα ἀΐσσειν. παιφάσσουσα· ὡς εἰς φόρον ὁρμῶσα· ἐκ τοῦ φῶ φώσω ἀναδιπλασιασμῷ φάσσουσα, καὶ διʼ εὐφωνίαν παφάσσουσα καὶ πλεονασμῷ τουτέστι τοῦ ι παιφάσσουσα, ἕτεροι δὲ παιφάσσειν λέγουσι τὸ ταχέως βλέπειν καὶ οἱονεὶ πάντα τὰ φάη ἀΐσσειν.

<!-- 2.334 -->Ἀντιάα· ἐξ ἐναντίας ἔρχεται· ἀντιάαν ἐξ ἐναντίας ἔρχεσθαι, ἢ μεταλαμβάνειν τῆς μάχης, ἐφʼ ᾧ καὶ τὸν ἀντίπαλον διεγείρει ἐκ τῶν ἀρίστων. περισπέρχουσα· σπουδάζουσα, ταχέως σπουδάζουσα, σπεύδουσα, ὅθεν καὶ περισπερχὴς ὁ σπουδαῖος, καὶ περισπέρχεια ἡ ἄγαν σπουδή. αἰνῶς· λίαν.

<!-- 2.335 -->Τρηχύν· τῷ δέρματι. γένυν· στόμα· λέγει τὸν σίδηρον ἐοικέναι γένυες ἀρχόμενον πλατὺ καὶ λῆγον εἰς ὀξύ. ἀνεμώλιον· ματαίαν. αὕτως· ἀπράκτως, ἀσυντελῶς.

<!-- 2.336 -->Ἐγχρίπτει· ἐμβάλλει, ἐμπελάζει. ἐτώσια· μάτην, ματαίως.

<!-- 2.337 -->Οἱ δέ· οἱ ὀδόντες τῆς μυραίνης οἱ ἐν ταῖς γενύεσσιν, ἤτοι ταῖς σιαγόσιν ὥσπερ ἀπὸ πέτρης βαλλόμενοι κοπιῶσι καὶ ἀμβλύνονται. ἐν γὰρ τοῖς γενύεσσιν· ὡς γάρ τις λίθος προβαλὼν πέτραν διὰ τὸ ἀντίτυπον ἀποπάλλεται αὐτοῦ περιθραυσθὲν τὰ ἄκρα. πάλιν· εἰς τοὐπίσω. γενύεσσι· σιαγόσι ταῖς τῆς μυραίνης. ἀπηνέος· σκληρᾶς, ἤως τοῦ καράβου.

<!-- 2.338 -->Παλλόμενοι· κινούμενοι, βαλλόμενοι, καὶ πηδῶντες. κάμνουσι· κοπιῶσιν. ἀμβλυνόνται· ἐξασθενοῦσιν, ἀπονεκροῦνται. ἐρωῆς· ὁρμῆς, τῆς δυνάμεως· ἀπὸ τοῦ ῥῶ ῥωὴ, καὶ κατὰ πρόσληψιν συλλαβῆς ἐρωή, ἡ ῥωμαλέα ὁρμή.

<!-- 2.339 -->Φλεγέθει· φλέγεται τῷ πυρὶ τοῦ θυμοῦ. ὀρίνεται· ἐγείρεται, διεγείρεται, ταράσσεται. ἄγριον ἦτορ· ἡ ἀγρία προθυμία, περιφραστικῶς ἡ μύραινα.

<!-- 2.340 -->Χηλῇσι· ὄνυξιν. μεταΐξας· ὁρμήσας. ἐπαΐξας· ἐπιστραφείς. δολιχῇσι· μακραῖς, μακροῖς.

<!-- 2.341 -->Αὐχενίοιο· τοῦ αὐχένος, τοῦ περὶ τὸν αὐχένα, τὸ δὲ λάβῃ ἀντὶ τοῦ δράξηται. τένοντος· τένοντος κυρίως τὰ ὀπίσω τοῦ τραχήλου νεῦρα, διʼ ὧν οὗτος τείνεται. τένοντος· τοῦ ἐξηπλωμένου νεύρου.

<!-- 2.342 -->Ἴσχει· κρατεῖ. ἐμπεφυώς· ἐμπλακεὶς, περιπλακεὶς, κολληθείς. πυράγρη· ἣν ξυλάβιόν φασιν οἱ χαλκεῖς· λαβὶς παρὰ τὸ πῦρ ἀγρεύειν.

<!-- 2.343 -->Νωλεμές· διόλου, ἀδιαλείπτως, οἱονεὶ νηολεμὲς, τὸ μὴ ἔχον εἴσχυσιν τοῦ ὅλου. ἀνίησι· ἀφίησι, καταλιμπάνει. ἐσσυμένην· ὁρμῶσαν. ἐσσυμένη· ὁρμῶσα. παραλύξαι· φυγεῖν, ἀλύξαι, ἐκφυγεῖν.

<!-- 2.344 -->Βίῃ· ἀνάγκῃ. μογέουσα· κακοπαθοῦσα. ἀσχαλόωσʼ· λυπουμένη. ὀδύνῃσι· τοῖς πόνοις.

<!-- 2.345 -->Δινεύει· συστρέφεται, συστρέφει. σκολιόν· καμπύλον. αἶψα· ταχέως.

<!-- 2.346 -->Ὀξυβελῆ· τὰ ὀξέα βέλη ἔχοντα, ἢ τὰ ὀξέως βάλλοντα. περιβάλλεται· περιπλέκεται. ἀμφιχυθεῖσα· περιπλακεῖσα.

<!-- 2.347 -->Σκώλοισι· τοῖς ἀπεξυσμένοις ξύλοις, ταῖς ἀκάνθαις τοῦ καράβου, κυρίως δὲ σκῶλα ξύλα τινὰ ὠξυμμένα μέρει ἑνὶ, χρήσιμα τοῖς μαχομένοις, ἀφʼ ὧν καὶ τὸ ἐμπόδιον σκῶλον, καὶ σκόλοπες δὲ τὰ ὀρθὰ ξύλα. σκώλοισι· κέντροις. σκόλοψ καὶ σκῶλον τὸ ὀξὺ ξύλον, τὸ τοῖς μαχομένοις χρήσιμον, ἀφʼ οὗ καὶ σκῶλον τὸ ἐμπόδιον· γράφεται καὶ κώλοισι τοῖς ὀστέοις, ἤτοι τοῦ ὀστράκου τοῖς ὀξυτάτοις κέντροις· γράφεται σκολόπεσιν. ὀξείῃσιν· ὀξυτάτῃς τοῦ ὀστράκου. ἀκωκαῖς· ὀξύτησιν· ἀκωκὴ ἡ δυναμένη ἀμύξαι·

<!-- 2.348 -->Ὀστράκου· τοῦ καράβου. ὠτειλαῖς· πληγαῖς, τραύμασιν. περιπλήθουσα· μεστουμένη. θαμειαῖς· πυκναῖς, συχναῖς.

<!-- 2.349 -->Αὐτοδάϊκτος· αὐτότμητος, αὐτοφόνευτος, ἀφʼ ἑαυτοῦ κατακοπεῖσα, αὐτοφόνος· εἰ γὰρ οὐκ ἤθελεν, οὐκ ἂν ἐξῆλθεν ἐκ τοῦ θαλάμου αὐτῆς, καὶ οὐ μὴ διεφθάρη τῷ καράβῳ.

<!-- 2.350 -->Ὡς δʼ ὅτι· παραβολή· ὡς δʼ ὅτε τις ἀνὴρ πεπειραμένος τῶν κυνηγετικῶν, ὥστε ἡμεροῦν καὶ τιθασσεύειν τὰ θηρία, συνηγμένων οὐκ ὀλίγων ἐν ἀγορᾷ κύκλωθεν οἰκήματα ἐχούσῃ, δέχεται ἐν δορὶ πάρδαλιν θυμωθεῖσαν καὶ ἀγριάνασαν, ἡ δὲ καίπερ ὁρῶσα τὸν θηκτὸν τοῦ δόρατος σίδηρον, ἐχώρησεν ὅμως κατʼ αὐτοῦ ἀσχέτως, καὶ ἐδέξατο ἐν ἑαυτῇ τὴν αἰχμὴν αὐτοφόνῳ κακίᾳ, οὕτω καὶ τὴν κακοθάνατον μύραιναν συμβαίνει δαμασθῆναι ἀγνωσίαις οἰκείαις. θηροφόνων· κυνηγετικῶν, κυνηγετῶν. δεδαημένος· εἴδησιν ἔχων, πεπειραμένος, ἐπιστήμων, ἔμπειρος.

<!-- 2.351 -->Ἀμφιδόμοισιν· ἀμφοτέρωθεν ἐχούσαις δόμους, ἀμφοτέρωθεν οἰκήματα ἐχούσαις, ἀμφίδομοι ἀγοραὶ λέγονται αἱ ἀμφοτέρωθεν ἔχουσαι τὴν οἰκοδομὴν, τουτέστιν αἱ περιφανεῖς καὶ κυκλοτερεῖς, ὥσπερ καὶ ἀμφιθέατρα παρὰ τὸ ἀμφοτέρωθεν θεᾶσθαι τοὺς ἑστῶτας. ἐναγρομένων· συναθροιζομένων, συναγομένων· τῶν κακῶν συναθροιζομένων ἐν ταῖς ἀγοραῖς ταῖς ἀμφοτέρωθεν ἐχούσαις τὴν οἰκοδομὴν, τὴν πάρδαλιν μάστιγι ἀνέγειρε μανιωθεῖσαν. ἀγορῇσι· συνελεύσεσι, στοαῖς, τόποις ἀγοραίοις· ἀγορὴ παρὰ τὸ ἀγείρειν πάντας εἰς ἓν καὶ κατὰ τὸ αὐτὸ ὁμοῦ εἶναι.

<!-- 2.352 -->Οἰστρηθεῖσαν· μανεῖσαν, ἀγριωθεῖσαν, ἀγριάνασαν. ῥοίζοισιν· ἤχοις, κτύποις, ἐντύψεσιν· ἀπὸ τοῦ παραγομένου τὸ ἑπόμενον. ἀνεῤῥοίζησεν· ἀπειλήσατο. ἱμάσθλῃ· λώρῳ. ἱμάσθλης· μάστιγος, βύτζας, διʼ ἧς κτυπῶν φόβον αὐτῷ ἐμποιῶν.

<!-- 2.353 -->Ἐγχείῃ· δόρατι, ἔγχει. ταναηκέϊ· μακρῷ, μακρᾷ. δοχμόν· πλαγίως. δοχμός· πλάγιος. δόχμιος· πλάγιος.

<!-- 2.354 -->Ἡ δέ· πάρδαλις. καί· καίπερ. γένυν· ὀξύτητα, στόμα. θηκτοῖο· ἠκονημένου, ἀκονήτου,

<!-- 2.355 -->Ἄγρια· ἀγρίως. κυμαίνουσα· ταρασσομένη. κορύσσεται· διεγείρεται, ἐπαίρεται, ὁπλίζεται, ὑψοῦται τῷ θυμῷ.

<!-- 2.356 -->Δουροδόκη· κανταροθήκη, θηκάριον. χαλκήλατον· ἐκ χαλκοῦ, ἐκ χαλκοῦ ἠλασμένην, τὴν ἀπὸ χαλκοῦ ἐλαυνομένην, χαλκῆν. ἔσπασεν· ἐδέξατο, ἔλαβεν.

<!-- 2.357 -->Ἕλε· ἔλαβεν, ἐφόνευσεν. χόλος· ὀργὴ, ὁ θυμός. ἀφραδίῃσι· ἀβουλίαις.

<!-- 2.358 -->Δύσμορον· δυστυχῆ. αὐτοτύποισιν· αὐτοφόνοις, ἑκουσίοις, αὐθαιρέτοις. ὠτειλῇσι· τραύμασιν.

<!-- 2.359 -->Τοίην· παραβολὴ μάχης ὄφεως καὶ ἐχίνου. γαίης ἔπι· ἀναστροφή. δῆριν· φιλονείκειαν.

<!-- 2.360 -->Ξυλόχοισιν· συνδένδροις τόποις.

<!-- 2.361 -->Ἀντόμενοι· συναντόμενοι, συναντηθέντες. τοῖς· τούτοις. ἀνάρσιος· πολεμία, ὀλεθρία, φονευτική· αἶσα· τύχη, μοῖρα, τάξις. μέμηλεν. ἐν φροντίδι ἦν.

<!-- 2.362 -->Ἤτοι· ἀργόν. προϊδών· θεασάμενος. ὀλοφώϊον· ὀλόντα φῶτας, ὀλέθριον. ἑρπυστῆρα· ὄφιν.

<!-- 2.363 -->Φραξάμενος· ὁπλισθεὶς, καθοπλισθεὶς, φραξάμενος ὑπὸ ταῖς ἀκάνθαις, ταῖς πυκναῖς προβολαῖς, ἢ ἃς προβάλλεται πυκνάς. πυκινῇσι· τῶν πυκνῶν· τὸ κι ι διότι; τὰ εἰς νος ὀνόματα ἀπʼ ἐπιῤῥημάτων συγκείμενα διὰ τοῦ ι γράφεται, οἷον ἄληθες ἀληθινὸς, πεδοῖ πεδινὸς, πύκα πυκινὸς, τάχα ταχινός. τὸ πυ βραχὺ διότι; παρὰ τὸ πετύσσω πετύω πετύσω καὶ συγκοπῇ πτύσσω· ἄλλο γὰρ οὐ σημαίνει τὸ πτύσσω, εἰ μὴ τὸ ἐπιπίπτειν ἕτερον πρὸς ἕτερον. τὸ κι βραχὺ διότι; τὰ εἰς νος ὀνόματα ὀξύτονα μὴ ὄντα παρώνυμα διὰ τοῦ ι βραχέως ἐκφέρονται, οἷον ἀδινὸς, πεδινὸς, σεσημείωται τὸ χαλινὸς, καὶ λαρινὸς, τὸ μὲν χαλινὸς ὅτι ἐστὶ καὶ οὐδέτερον· λοιπὸν ὡς διαλλάξαντα κατὰ τὰ ἄλλα διήλλαξε καὶ κατὰ τὸν χρόνον. προβολῇσιν· ἐξοχαῖς, προβεβλημέναις, στερεῇσιν. ἀκάνθαις· λέγε ἀκανθῶν.

<!-- 2.364 -->Εἱλεῖται· κινεῖται, συστρέφεται. ἕρκεϊ· τῷ δώματι, τῷ ἀκανθώδει περιτειχίσματι, ὑπὸ τῷ ἀκανθώδει καὶ τραχεῖ προτειχίσματι, ὑπὸ δέρματι· αἱ ἀκάνθαι γὰρ ἀσφαλαὶ καὶ ἕρκος τοῦ ἐχίνου εἰσίν. φυλάσσων· περικαλύπτων.

<!-- 2.365 -->Ἔνδοθεν· κατά. ἑρπύζων· βαδίζων, συρόμενος. σχεδόν· τοῦ ἐχίνου. θύων· ὁρμῶν.

<!-- 2.366 -->Ἰοτόκοισι· ἰοβόλοις, τοῖς τίκτουσι τὸν ἰὸν, τοῖς γεννῶσι τὸν ἰὸν, πεφαρμακωμένοις. περισπέρχει· βαδίζει, κατεπείγει, βιάζει. γενύεσσιν· στόμασιν.

<!-- 2.367 -->Αὕτως· μάτην. μογέει· κακοπαθεῖ. κενεόν· μάταιον. πόνον· κόπον. ἱκάνει· λαμβάνει, ἵκεται, καταλαμβάνει, ἔρχεται, ἤως ἅπτεται.

<!-- 2.368 -->Χρωτός· σώματος. μαλεροῖσι· κοπτικοῖς, καυστικοῖς, μαραντικοῖς, φθαρτικοῖς, κακοῖς. ἱέμενος· προθυμούμενος, βιαζόμενος, προθυμῶν.

<!-- 2.369 -->Λάχνη· τρίχωσις, ἀκανθώδης τρίχωσις· τὸ σχῆμα ἐμφαντικόν· τοιαύτη θρὶξ τραχεῖα καὶ κατάξηρος λίαν ἐνδύνει τὸν ἐχῖνον, περὶ αὐτὸν οὖσα καὶ βεβηκυῖα. δυσπαίπαλος· τραχεῖα, ἀνώμαλος, μεταφορικῶς εἴρηται ἀφʼ ὁδοῦ σκληρᾶς, ἡ δυσχερὴς καὶ τραχεῖα. ἀμφιβέβηκεν· περιβέβηκε, περικαλύπτει.

<!-- 2.370 -->Αὐτάρ· δέ. κυκλοτερής· στρογγύλος. ὀλοοίτροχος· χαλεπὸς, ὀλέθριος διʼ ὅλου, στρογγύλος καὶ περιφερὴς δίκην τροχοῦ· ἢ ὀλέθριος, ἡ δὲ λέξις καὶ παρʼ Ὁμήρῳ ἢ ὀλοὸς ἐν ᾧ τρέχει. ὀλοότριχος· ὀλεθρίας τρίχας ἔχων· ἢ ὀλοότροχος, ἢ φθαρτικοῦ τροχοῦ· ἢ ὁλοότροχος, ἢ ὁλοστρόγγυλος διὰ δασεῖαν. αἰόλα γυῖα· ποικίλα μέλη.

<!-- 2.371 -->Δινεύων· συστρέφων. πυκινῇσι· πυκναῖς, πυκνοῖς κυλινδόμενος· κινούμενος, κυλιόμενος. στροφάλιγξιν· κινήσεσι, συστροφαῖς.

<!-- 2.372 -->Σπείρῃσι· τοῦ ὄφεως, ταῖς περιπλοκαῖς τοῦ ὄφεως. οὐτάζει· τὸν ὄφιν, τιτρώσκει. βελέεσσι· κέντροις.

<!-- 2.373 -->Χαίτης· ἀντιπτωτικόν. ὀξυτόμοισιν· ὀξυτόμων. χαίτῃς ὀξυκόμοισι· ἢ τοῖς βέλεσι τῶν ὀξυκόμων χαιτῶν. εἴβεται. στάζει, στάζεται, καταστάζεται, καταβρέχεται, κατανοεῖται.

<!-- 2.374 -->Ἰχώρ· ὄφις. πολλʼ· γράφεται καὶ πικρά. ἀνιάζει· ἀνιᾷ, λυπεῖ.

<!-- 2.375 -->Ἔνθα· τότε, καὶ ὅτε. ἀμφιβαλών· περιπλέξας. περιηγέϊ· κυκλοτερεῖ. περιηγέα· σφαιροειδῆ. ὁλκῷ· σώματι.

<!-- 2.376 -->Ὑγρός· γράφεται λυγρός· ὁ γλίσχρος ἢ ὁ τραχὺς ἐκ μεταφορᾶς τοῦ ὑγροῦ ὕδατος· ἢ ὁ λυγρὸς καὶ θανάσιμος. περιπλέγδην· πλεκτικῶς, περιπεπλεγμένως. ὑπό· ἐν.

<!-- 2.377 -->Ἴσχει· κρατεῖ· γράφεται ἔχει. ἐμπρίει· λυπεῖ, πιέζει, δαμάζει, ἀμβλύνει, λαμβάνει, συνέχει, συσφίγγει, ἐμφυσᾷ. ἐνερείδεται· στηρίζει, ἐμβάλλει, ἐπιβαρύνει, δαμάζει, ἐπιστηρίζει. ἀλκήν· τὴν οἰκείαν, δύναμιν.

<!-- 2.378 -->Τοῦ δʼ· ὄφεως, ἐχίνου. ὀλισθαίνουσιν· ἐμπίπτουσιν, εἰσέρχονται.

<!-- 2.379 -->Ὀξέα· πως, ὀξέως. πεφρικυῖαι· συνεχεῖς, ἱστάμεναι, ἀνιστάμεναι, πεπυκνωμέναι· φρίσσειν κυρίως ἐπὶ χοίρου, ὅταν φοβηθεὶς ὀρθὰς ἑαυτοῦ τὰς τρίχας στήσῃ. σκολόπεσσι· ἀκάνθαις, κέντροις· ἐπαινεῖται τὴν εὐπορίαν τοῦ ποιητοῦ· τὰς γὰρ ἀκάνθας τοῦ τραχέος ἐχίνου προβολάς τʼ εἶπεν ἀκάνθας, ἤτοι προβλήματα πολεμικὰ, καὶ ὅπλα, καὶ ἕρκος, τουτέστι περίφραγμα τοῦ ὅλου σώματος, καὶ λάχνην δυσπαίπαλον, ἤτοι τραχεῖαν τρίχωσιν, καὶ βέλος, καὶ χαίτας ὀξυκόμους καὶ νῦν σκόλοπας διὰ τὸ εἰς ὀρθὸν αὐτὰς ἵστασθαι καὶ λήγειν εἰς ὀξύ. πεπηγώς· παγεὶς, πεπηγμένος, πηγνύμενος.

<!-- 2.380 -->Βίης· δυναστείας. ἀνίησι· ἄνεσιν καὶ πτῶσιν ποιεῖ, ἐνδίδωσιν. οὐκ ἐθέλων· ἀλλά. οὔ κε· ἀντὶ τοῦ οὔτε· τὸ γάρ κε ἀντὶ τοῦ τε. πεπέδηται· δεδέσμηται.

<!-- 2.381 -->Γόμφοισιν· ἥλοις, καρφίοις· γόμφος κυρίως τὸ ξύλινον καρφίον παρὰ τὸ κόπτω κέκομμαι κόμφος καὶ γόμφος. ἀτεκμάρτοισιν· πολλοῖς, ἀσημάντοις, ἰσχυροῖς, ἀδήλοις, ἀστοχάστοις. ἀρηρώς· ἁρμοσθεὶς, ἡρμοσμένος.

<!-- 2.382 -->Ὄφρα θάνῃ· ἵνʼ ἀποθάνῃ. αὐτῷ· ἑαυτῷ. ἀπέφθισε· συνέφθειρεν. θήρα· ἄγρα. πιέζων. δαμάζων, συσφίγγων, ὡς μὴ ἐῶν αὐτὸν ἀναπνεῦσαι.

<!-- 2.384 -->Ἔκφυγεν· ἐξέδραμεν. ἐχῖνος· ὁ χοιράκανθος.

<!-- 2.385 -->Ἐκδύς· ἐξελθὼν, ὑπέξαλος, ὑπεξελθὼν, ἐκφυγών. ἀλυκτοπέδης· ἀφεύκτου δεσμῆς, ἀλύτου δεσμοῦ, ἤως τοῦ φυκτοῦ δεσμοῦ. κελαινῆς· σκοτεινῆς, θανατηρᾶς, χαλεπῆς, καὶ τῆς αἰτίας σκοτώσεως.

<!-- 2.387 -->Τοίη· ἐν, τὶς, ἡ· ἐπίλογος. κακόφρονι· μωρᾷ, ἐκ τῆς κακοφροσύνης γινομένῃ. δάμνεται· κόπτεται, δαμάζεται. ἄτῃ· βλάβῃ.

<!-- 2.388 -->Καράβῳ· γενομένη. ἁρπαλέη· ἁρπακτικὴ, εὐφραντὴ, ἐνήδονος, χαρμόσυνος. εὐάντητος· γλυκεῖα, εὐφρόσυνος, ποθεινὴ, κακοσυνάντητος γενομένη.

<!-- 2.389 -->Αὖ· δή. ὁμῶς· ὁμοίως. κραιπνόν· τραχύν παρὰ τὸ ἀκαριαίως πνέειν.

<!-- 2.390 -->Νωθρός· ὀκνὸς, βραδύς. ἐρωήν· ὁρμήν.

<!-- 2.391 -->Σπιλάδεσσι· πέτραις. νοήσῃ· μάθῃ, ἴδῃ, θεάσῃ.

<!-- 2.392 -->Αὕτως· μάτην, οὕτως, ἀπράκτως, ἡσύχως. ἀτρομέοντα· χάζοντα, ἀκινητίζοντα. λάθρη· κρυφίως.

<!-- 2.393 -->Νῶτον· ἐπὶ, εἰς τὸν τοῦ καράβου. ἐπαΐξας· ὁρμήσας, ἀντὶ τοῦ πλαγία ὁρμήσας τῷ καράβῳ. περιβάλλεται· περιπλέκεται, τίθησι, περιτίθησιν. αἰόλα· ταχέα ἢ ποικίλα.

<!-- 2.394 -->Ἰφθίμων· ἰσχυρῶν. σειρῇσι· μάστιξιν. πιέζων· σφίγγων.

<!-- 2.395 -->Οἱ· αὐτῆς, τοῦ καράβου. κοτυληδόσι· πλεκτάναις, καρφίοις. θερμόν· τὴν πνοὴν, ἀναπνοὴν, τὸ πνευστικὸν καὶ ἰσχυρόν. ἐρείδει· ἐστηριγμένως καὶ στερεῶς συνέχει, στηρίζει καὶ συσφίγγει ὁ πολύπους τὸν θερμὸν αὐλὸν, ἤτοι τὴν πνοὴν τοῦ καράβου ἐν ταῖς ἄκραις κοτυληδόσι, τουτέστι ταῖς πλεκτάναις αὐτοῦ, καὶ φράττει τὴν πνοὴν, τὴν εἰς τὸν ἀέρα χεομένην καὶ πάλιν εἰσερχομένην.

<!-- 2.396 -->Αὐλόν· ἤτοι ὄπην, τὸν πόρον, εἰσαγωγὴ καὶ ἐξαγωγὴ τοῦ ἀνέμου· αὐλὸς τὸ φωνητικὸν ὄργανον, καὶ ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος, καὶ περόνης μέτρον, καὶ τὸ στάδιον, ὅπερ ἐν συνθέσει δίαυλος λέγεται, ὅθεν καὶ αὐλῶνας τὰ μεταξὺ τῶν φαράγγων στενὰ ἐπὶ μῆκος φερόμενα ὀνομάζομεν, καὶ ἐπαύλεις τὰς μετὰ τοὺς κελεύθους ἀναπαύσεις ἀπὸ τῶν μουσικῶν ὀργάνων· καὶ γὰρ διὰ στενοπόρου ἐπιτεχνήματος τὸ πνεῦμα τῶν αὐλούντων διαθέει. ἐπισφίγγων· σφαλίζων. ἀνίησι· ἀφίησιν.

<!-- 2.397 -->Ἠερίην· ἀερώδη. πνοήν· τὴν τοῦ ἀέρος. ἔνδοθεν· ἐκ τῶν ἐντός. ἑτέρωθεν· ἀπὸ τῶν ἐκτός· οὐκ ἐᾷ αὐτὸν εἰσδέξασθαι ἀναπνοὴν, οὔτʼ ἐκβαλεῖν.

<!-- 2.398 -->Καὶ γὰρ καὶ νεπόδεσσι· ἐνταῦθα γενόμενος μέμφομαι τὸν ποιητὴν κακῶς εἰρηκότα ὅτι ἀναπνέουσιν οἱ ἰχθύες, τοῦτο δʼ οὐκ ἔστιν ἀληθὲς, ἐπεὶ οὐδὲ πνεύμονα ἔχουσι· πᾶν γὰρ μὴ ἔχον πνεύμονα, οὐδʼ ἀναπνεῖ, ἀλλʼ εἰ ἄρα ἔδει εἰπεῖν, ὅτι ἀναπνέουσιν οἱ ἰχθύες, ἐκ τῶν βράγχων αὐτῶν ἀναπνέουσιν. ἄλλως· εἰ καὶ τὰ μάλιστα οἱ ἰχθύες ἐν ὕδασι διατρίβουσιν, ἀλλʼ οὖν ἕλκεται αὐτοῖς παλίῤῥοος ἀὴρ, παλίῤῥοον δʼ αὐτὸν λέγει, ἐπειδὴ ὅνπερ λαμβάνει καὶ ὑποδέχεται ἀέρα ἐν τῇ ῥινὶ καὶ τῷ στόματι, τοῦτον ἐξεῶν ἀποπνεῖ, καὶ πάλιν αὐτὸν ἕλκων ὑποδέχεται. παλίῤῥοος· ἀναπνευστικὸς, ὀπισθόρμητος, ἀναπεμπόμενος διʼ ὧν καὶ ἕλκεται.

<!-- 2.399 -->Ἔχει· κρατεῖ, κατέχει. ἀμφιπεσών· ἐπὶ τῷ καράβῳ, ὁ πολύπους πεσὼν ἄνωθεν. μίμνει· ἵσταται.

<!-- 2.400 -->Ἀσπαίρει· πηδᾷ, τρέμει, ψυχοῤῥαγεῖ. ἀσκαίρει· ἀνασκιρτᾷ, ἀναπηδᾷ, λειποθυμεῖ. προβλῇσιν· προβεβλημέναις. προβολῇσιν ἐπʼ ἄκραις· ἐν ταῖς προβεβλημέναις πέτραις τῆς θαλάσσης, ἤως ἀπὸ τοῦ ἀκρωτηρίου.

<!-- 2.401 -->Ῥήγνυται· ῥίπτει ἑαυτὸν, συγκρούεται, σχίζεται, προσκρούει, κρούεται, διακόπτεται. βίης· δυνάμεως. μεθίησιν· ἐνδίδωσιν, ἐᾷ. ἄεθλον· ἀγῶνα.

<!-- 2.402 -->Ὄφρα· ἕως οὗ. ψυχή· ἀναπνοή· γράφεται καὶ πνοή.

<!-- 2.403 -->Προπεσόντα· ἔμπροσθεν πεσόντα αὐτοῖς τοῦ πολύποδος.

<!-- 2.404 -->Ἠΰτε· καθὰ ὁ παῖς ἕλκει τὸν μαστόν. τιθήνης· τροφοῦ, τροφῆς.

<!-- 2.405 -->Αὖ· δὴ, εἰς τοὐπίσω, ἔξωθεν. ἱλαρόν· γλυκύ. λιαρόν· χλιαρὸν, λιπαρόν. ἢ λαρόν· γλυκύ. λαρόν· θερμόν. γλάγος· γάλα.

<!-- 2.406 -->Λάπτων· ῥοφῶν, ἀναῤῥοφῶν· κυρίως ἡ λέξις ἐπὶ κυνῶν. ὀξυπόροιο· τινὸς, τραχέος, ὀξεῖς πόρους ἢ κέντρα ἔχοντος· γράφεται καὶ ὀχθηροῖο, τοῦ ἔχοντος ὄχθας καὶ κοιλώματα· ἔχει γὰρ πόρους λεπτοὺς καὶ ὀξεῖς ὁ κάραβος, διʼ ὃ ἐσθίει αὐτὸν ὁ ὀκτάπους. κατέσπασεν· εἵλκυσεν, ἐκράτησεν. ἄγγεος· ὀστράκου.

<!-- 2.407 -->Μυζήσας· βυζάσας, ἐκροφήσας, ῥοφήσας, ἐκθλίψας. ἐμπλήσατο· ἐκόρεσεν, ἐγέμισεν. νηδύν· γαστέρα·

<!-- 2.408 -->Ὡς δέ τις· παραβολὴ, ὅτε, καθά. ἡμερόκοιτος· κλέπτης, νυκτοπόρος· ὡς ἀνθρώπου φησὶ μεθύοντος καὶ ἀναχωροῦντος ἀπὸ δείπνου, καὶ ἄλλου μετʼ αὐτῶν ἐπιῤῥίπτοντος. ληΐστορι· ληστρικῇ.

<!-- 2.409 -->Ὁρμαίνων· πορευόμενος, διανοούμενός πως. ἀΐδηλα· ἀφανῆ, λαθραῖα, κλεπτικὰ, ἢ ἀδηλοποιὰ καὶ ὀλέθρια. σέβας· τιμήν. ἀέξων· αὐξάνων, προκόπτων, αὔξων, τιμῶν.

<!-- 2.410 -->Ἑσπέριον· κατὰ τὸν καιρὸν τῆς ἑσπέρας. καταπτήξας· πεσὼν, κρύψας αὐτὸν, κυβεὶς, κρυφίως σταθεὶς, ἐγγωνιάσας. ἀγυιαῖς· ὁδοῖς, ῥύμαις, καμάραις.

<!-- 2.411 -->Παραστείχοντα· πορευόμενον, παροδεύοντα. παρʼ· μετὰ, μετʼ εἰλαπίνην, μετὰ τὸ εὐωχηθῆναι εἰς φίλον· ἡ μετὰ τὴν ὑστεροχρονίαν δηλοῖ. εἰλαπίνην· εὐωχίαν. ἐλόχησε· ἐνήδρευσεν, ἐκράτησεν· γράφεται ἐλάῃσιν, ἵνʼ ᾖ ἐλαύνῃ, κατατρέχῃ.

<!-- 2.412 -->Καί· δή. ὁ· δέν. ὁ μέν· ὁ ὁδοιπόρος. πάρος· πρότερον, ἔμπροσθεν τοῦ κλέπτου, τὸ δὲ πάρος ἔμπροσθεν τοῦ λῃστοῦ, τὸ δʼ ὑγρὸν διακεχυμένον, μεθειμένον καὶ οὐ συνετόν. ὑγρόν· ἄσημον, ἐκλελυμένον. ἀείδων· ᾠδῶν.

<!-- 2.413 -->Νηφάλιον· φρόνιμον καὶ γρήγορον. κλάζων· ἠχῶν, βοῶν, τραγῳδῶν. αὐτάρ· δέ.

<!-- 2.414 -->Προὔτυψε· ἐξεφάνη, ἔτυψεν. δαφοιναῖς· ταῖς λίαν φονικαῖς.

<!-- 2.415 -->Εἷλεν· ἔκοψεν, ἐκράτησεν. ἐπιβρίσας· ἐπιπεσὼν, βαρέως ἐπιπεσὼν, ἐπιβαλὼν, ἐπάνω καθίσας. κλίνε· ἔκλινε, ἔκλινε δʼ αὐτὸν ἐγγὺς τοῦ θανάτου· οὐ μακρόθεν ὢν ὁ θάνατος, ἀλλʼ ἐγγύς. ἄγριον ὕπνον· εἰς μισητὸν, οὐ φυσικὸν, πρὸς ἀντιδιαστολὴν τοῦ φυσικοῦ· ὁ γὰρ φυσικὸς ἥμερος καὶ μαλθακός.

<!-- 2.416 -->Οὐ τηλοῦ θανάτοιο· οὐ πόῤῥω, ἀναπλησίον θανάτου, καὶ πρὸς τὸ ἀποθανεῖν ὄντος, διὰ τὸ εἰς λειποθυμίαν πεσεῖν· ἄγει γὰρ αὐτὸν εἰς λειποθυμίαν ῥάβδῳ τύψας παχείᾳ· μεταφατικὴ ἡ λέξις, ὡς ἐπὶ πολέμῳ. ἐναρίξας· σκυλεύσας, ῥῆμα· ἐναρίζω οὖν τὸ φονεύω, κρουσεύω, οὗ ὁ μέλλων ἐναρίξω.

<!-- 2.417 -->Δυσκερδῆ· ἐπὶ κακῷ κέρδει, ἐπὶ κακῷ κερδηθεῖσαν· γράφεται δυσδερκῆ. ἀνέστιον· λῃστρικήν. φασὶ τοὺς λῃστὰς καὶ κλέπτας διὰ τὸ μὴ ἐν ἑνὶ τόπῳ οἰκεῖν, ἀλλʼ ἄλλοτε καὶ ἄλλοσε ἀνεστίους· διὰ τοῦτο καὶ τὴν αὐτοῦ ἄγραν ἀνέστιον εἶπεν, ἢ λῃστρικὴν, ἀχαρῆ. ἀνέστιον· ἀλλοτρίαν καὶ πόῤῥω τῆς ἑστίας ἑαυτοῦ, ἢ ἄοικον καὶ λῃστρικήν· οἱ γὰρ λῃσταὶ οὐκ ἔχουσιν οἶκον. ἀνέστιον· ἄδικον, ἁρπακτικὴν ἐξ ἀλλοτρίων, ἢ μὴ ἀξίαν εἰσοικηθῆναι, ἀσύμφορον τῷ οἴκῳ αὐτοῦ διὰ τὸ ἐξ ἀδικίας εἶναι.

<!-- 2.418 -->Πινυτοῖσι· φρονίμοις, ἢ δολίοις· πινυτοῖσιν ἐκ τοῦ πινύω καὶ πινύσω τὸ φρονῶ, ἐξ οὗ καὶ ἀπινύσσειν τὸ ἀφραίνειν. νοήματα· μηχανήματα.

<!-- 2.419 -->Οἵδε· ἰχθύες, οὗτοι· ἐπιλογικόν· οὗτοι ἀντίβιοι καὶ πολέμιοι ἀλλήλοις, ἡ μύραινα, ὁ πολύπους, καὶ ὁ κάραβος, κτείνοντες κατὰ διαδοχὴν ἀλλήλους· ἡ μὲν μύραινα τὸν ὀκτάπουν, τὴν δʼ ὁ κάραβος, καὶ αὖθις τὸν κάραβον ὁ ὀκτάπους, ἀλλήλους φονεύοντες, καὶ ὑπʼ ἀλλήλων φονευόμενοι. ἀνάρσιοι· ὀλέθριοι, ἄδικοι, μάχιμοι, ἐναντίοι, ἐχθροὶ ἀλλήλων· καὶ οὗτοι μὲν οὓς εἴπομεν ἐναντιούμενοι ἀλλήλοις καὶ πολέμιοι ὄντες, ἤτοι ὀκτάπους ἀναιρεῖ κάραβον, κάραβος δὲ μύραιναν, ἡ μύραινα ὀκτάπουν.

<!-- 2.420 -->Εἰναλίων· ἀπὸ τῶν ἰχθύων. μετʼ· ἐν. αἰολοφύλοις· πολλοῖς, ποικιλογενέσιν· γράφεται αἰολοφοίτοις τοῖς ἔχουσι ποικίλην τὴν μανίαν.

<!-- 2.421 -->Ποινητῆρες· τιμωρητικοὶ, τιμωροί. ἔασι· ἰωνικόν. ὀλετῆρες· ἀφανισταὶ, ἀφανιστικοὶ, φθορεῖς.

<!-- 2.422 -->Ἰοφόροι· φαρμακοφόροι. νεπόδων· ἀπὸ τῶν. στομάτεσσι· στόμασι, καὶ πλεονασμῷ στομάτεσσι, ἐστὶ καὶ τοῦτο μεταπλασμός. ἀεικής· ἀπρεπὴς, χαλεπός.

<!-- 2.423 -->Στυγερός· ἰὸς, μισητὸς, καιρὸς, θανατηφόρος. ἕρπει· ἀκολουθεῖ, σύρεται, διατρέχει, ἐπιγίνεται· ἕρπει ἐπὶ τῶν βραδέως ὁδοιπορούντων λαμβάνεται ἀπὸ μεταφορᾶς τῶν ἑρπόντων ζώων καὶ παιδίων μικρῶν.

<!-- 2.424 -->Οἷον· ἐστὶν, ὁποῖον ἔχει. δυσώνυμον· ἐπὶ κακῷ ὀνομασθέν. ἑρπετόν· λέγω.

<!-- 2.425 -->Ἐπιχθονίῳ· γηΐνῳ, τῇ ψαλίδι λεγόμενον. ἶσον ἐπιχθονίῳ· ὅμοιον κατὰ τὸ δέμας τῇ ἐπιχθονίῳ, ἀλλὰ κατὰ τὴν βλάβην πολὺ χαλεπώτερον. ἀλλὰ τῷ· γράφεται ἀλλά οἱ. δέμας· ἡ θαλαττία, φησὶ, σκολόπενδρα ἴση καὶ ὁμοία ἐστὶ κατὰ τὸ σῶμα τῇ ἑτέρᾳ σκολοπένδρῃ τῇ ἐν ξηρᾷ, κατὰ δὲ τὸ βλάπτειν καὶ πολὺ χείρων ταύτης.

<!-- 2.426 -->Κύντερον· χαλεπώτερον, κρυερώτερον. οἱ· αὐτῆς, αὐτῇ τῇ θαλασσίᾳ σκολοπένδρᾳ.

<!-- 2.427 -->Κνῆστις· κνησμονὴ, ἀφʼ οὗ καὶ κνίδη ἡ βοτάνη ἀπὸ τοῦ κνίζω κνίσω, λέγεται δʼ ἀπὸ καὶ ἡ μάχη ἀπὸ τοῦ κνῶ τὸ κόπτω, ἐξ οὗ καὶ ἡ τυρόκνηστις. ἐπὶ χροΐ· ὑπὸ σώματι. θερμόν· ἐκ θερμότητος γινόμενον. ἔρευθος· λέγω, κατὰ τὸ αἷμα, βάμμα, αἷμα, ἔρευθος δὲ κυρίως τὸ αἷμα παρὰ τὸ ἐρυθρὸν εἶναι· κόκκινον γάρ.

<!-- 2.428 -->Φοινίσσει· ἐξανθεῖ, βάπτει, μελαίνεται· τὸ θερμὸν σῶμα φοινίσσει· ἔρευθος γὰρ τὸ σῶμα ἐνταῦθα ἐκάλεσε παρὰ τὸ ἐρυθραίνεσθαι. σμώδηξ· πληγὴ αἱματώδης, ὕφαιμος πληγὴ, ὑποτρέχοντος αἵματος ἀπὸ τοῦ σμῶξαι, ἢ ἀπὸ τοῦ δίνειν καὶ τιτρώσκειν τὸ αἷμα, ἢ ἀνάτασις καὶ οἴδημα ὕφαιμον τῆς σαρκός· ἐξυπανεστάθη ἀπὸ τοῦ σμῶξαι τὸ πλῆξαι, ἢ ἀπὸ τοῦ αἷμα καὶ τοῦ δῆξις σμώδηξ ὕφαιμος ἀνάτασις τῆς σαρκὸς, ἢ ἀπὸ τοῦ σιμοῦ ἤως πατζοῦ, τουτέστιν ἀνάτασις. ποίης· ἀπὸ βοτάνης.

<!-- 2.429 -->Τὴν κνίδα· ἥντινα τζουκνίδα, ὡς ἀπʼ εὐθείας τῆς κνίσσης ἥντινα τὴν τζιγκνίδα· κνῆστις τὰ νῦν ἡ κνησμονὴ, κνῆστις δʼ ἰδίως ἡ τυροτόμη μάχαιρα, ἣν ὁ κωμικὸς συνθέτως τυρόκνηστιν λέγει, καὶ γίνεται ἀπὸ τοῦ κνάω κνῶ τὸ κόπτω, ἐξ οὗ καὶ τὸ καίνω καὶ ἀποβολῇ τοῦ ν καίω καὶ τὸ κνήθω, ὡς ἀλῶ ἀλήθω, καὶ τὸ κνίζω ὡς πολεμῶ πολεμίζω, ὃ δὴ κνίζω καὶ κνίδα ποιεῖ κατὰ πλεονασμὸν, ὡς οὗτος ὁ ποιητής, τὸ δὲ ῥηθὲν καίνω καὶ τοιαύτην σκευωρίαν ἔχει· κῶ τὸ κεῖμαι, καὶ ἐξ αὐτοῦ κνῶ, ἀφʼ οὗ καὶ κναίω καὶ ἀποκναίω· ἐγκόπτοντες γὰρ ἔργου, οἱονεὶ κεῖνται ἀργοὶ καὶ ἀποκναιόμενοι. Κνίστου ἤως τὴν ὀνομαζομένην ταῖς ὀδύναις· ἐκ τοῦ κνίζω γὰρ κνίδη ἐπονομάζεται ἤως παρονομάζεται, παρʼ ἄλλοις δὲ καὶ ἡ μάχη ἐκ τοῦ κνῶ τὸ κόπτω, ἐξ οὗ καὶ ἡ τυρόκνηστις. καλέουσι· γράφεται κικλήσκουσιν. ἐπωνυμίην· φερώνυμον.

<!-- 2.430 -->Πανέξοχα· πῶς, ἐξόχως. δυσώνυμος· κακή. ἀσπαλιεῦσι· ἁλιεῦσιν· ἀσπαλιεῖς ἀπὸ τοῦ ἀσπάζειν καὶ ἀγαπᾷν τὴν ἅλα· ὁ ἁλιεὺς λέγεται ἀσπαλιεὺς ἤτοι ὁ ἀσπαζόμενος τὴν ἅλα.

<!-- 2.431 -->Ἐμπελάαν· εἰς, πλησιάζειν, ὥστε συναντᾷν. ἐλύτρου· ἀγκίστρου, τοῦ δελέατος τοῦ τὸ ἄγκιστρον σκέποντος, ὁ ἁλιεὺς διὰ τοῦ θηράτρου, ἤως τοῦ σώματος, τοῦ δελέατος, τοῦ ἀγκίστρου, τοῦ περικαλύμματος, τῆς ὁρμιᾶς, τοῦ τέλους, τοῦ πέρατος.

<!-- 2.433 -->Ἀπεχθέα· φευκτόν. μίσγεται· ἐντίθησιν, ἀναμιγνύει, πέμπει καὶ ἀφίησιν. ἐπαχθέα μίσγεται ἰόν· δυσωδίαν ἐμβάλλει, ἀφίησιν. ἰόν· δηλητήριον, δυσωδίαν.

<!-- 2.434 -->Βαλιῇσιν· καταστίκτοις, ἢ ταχείαις· βαλιὰ ἡ κατάστικτος ἔλαφος ἢ ἡ ταχεῖα· οὕτως καὶ ἔλαφοι βαλιαὶ ἢ καὶ ποικίλοι· γράφεται καὶ ἁλίῃσιν. ἰουλίσι· ὄνομα ἰχθύος· ἴουλος δʹ σημαίνει· ἴουλος ὕμνος διθυραμβικὸς, ἴουλος ὁ σκώληξ, ἴουλος ἡ σγουρότης, καὶ ἴουλος ἡ ἐξάνθησις τῶν γενείων. τέτροφεν· ὑπάρχει, τρέφεται. ἄτη· βλάβην.

<!-- 2.435 -->Διφήτορες· ἐρευνηταὶ, ψηλαφηταὶ ἀπὸ τοῦ διφῶ.

<!-- 2.436 -->Δύπται· κολυμβηταὶ, δυόμενοι κατὰ βυθοῦ· δύπτης ἀπὸ τοῦ δύω τὸ κολυμβῶ πλεονασμῷ τοῦ π. σπογγοτόμοι· σπόγγος ἀπὸ τοῦ ἐν σπονδῇ γεμίζεσθαι, ἢ παρὰ τὸ ἐπισπᾶσθαι τὸ ὑγρόν. σπόγγος γίνεται ἀπὸ τοῦ σπῶ τὸ κατασπῶ, ὁ ἐσπασμένον ὄγγον ἔχων. δυηπαθέες· κακοπαθητικοὶ, κακοπαθέστατοι. δυηπαθέας· δύης πάσχοντας κατὰ πλεονασμὸν τοῦ π, ἤτοι οἱ δύνοντες ἐν τοῖς βυθοῖς κολυμβηταί. στυγέουσιν· μισοῦσιν.

<!-- 2.437 -->Εὖτε· ἡνίκα ἴδωσιν ἁλιέα σπογγοτόμον σπουδάζοντα καθιέναι εἰς τὸν βυθὸν, ἡνίκα ἴδωσιν αἱ ἰουλίδες ἁλιέα σπογγοτόμον βιαζόμενον εἰς βυθὸν κατελθεῖν, πανταχόθεν ἀπὸ τῶν πετρῶν συνερχόμεναι βλάπτουσι καὶ κωλύουσιν αὐτὸν τῆς ὁδοῦ δάκνουσαι καὶ δήγμασι βάλλουσαι ἀναιδῶς καὶ θρασέως, δύπτης δʼ ὁ κολυμβητὴς ἀπὸ τοῦ δύω τὸ ὑπεισέρχομαι, ὁ κατὰ βυθοῦ δύνων. ἀθρήσωσιν· ἴδωσιν. ἐρευνητῆρα· κολυμβητήν.

<!-- 2.437bis -->Σπερχόμενον· βιαζόμενον, καταπονούμενον. κατεπειγόμενον, σπουδάζοντα. ποτὶ βυσσόν· πρὸς τὸν βυθόν. ὑποβρυχίοισι· βυθίοις, τοῖς ὑποκάτωθεν τῶν κυμάτων πόνοις· βρὺξ γὰρ τὸ κῦμα παρὰ τὸ βαρέως ἠχεῖν.

<!-- 2.439 -->Μάλα μυρίαι· πολλαί.

<!-- 2.440 -->Περιπροθέουσι· περιτρέχουσιν. ἀθρόαι· ἐξαίφνης, ὁμοῦ. ἀμφιχέονται· περὶ αὐτὸν πίπτουσι, καὶ κύκλῳ τρέχουσιν.

<!-- 2.441 -->Βλάπτουσι· ἐμποδίζουσι κωλύουσι· βλάπτω κυρίως τὸ ἐμποδίζω· καὶ Ὅμηρος

  
ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ,  
ἀντὶ τοῦ ἐμποδισθέντες. πονεύμενον· πόνον ἔχοντα, βιαζόμενον, κακοπαθοῦντα, ἐνεργοῦντα.

<!-- 2.442 -->Κνίζουσαι· κόπτουσαι, δάκνουσαι, ἢ ζέουσαι, κεντοῦσαι. στομάτεσσι· μεταπλασμός. κάμνει· κακοπαθεῖ, ὀδυνᾶται.

<!-- 2.443 -->Στυγερῇσιν· μισηταῖς, ἐπωδύνοις, καυστειραῖς. ἀντιβολήσας· συναντήσας, συνελθὼν, συντυχών.

<!-- 2.444 -->Ἐπειγομένοις· ταχέσιν.

<!-- 2.445 -->Σεύει· ὁρμᾷ, διώκει, κατʼ ἐκείνων, ἀποδιώκων τὸν δίυγρον καὶ ὑδατώδη στρατόν. ἀμυνόμενος· μαχόμενος, διώκων, τιμωρῶν· ἀμύνω τὸ βοηθῶ δοτικῇ συντάσσεται, ἐνεργητικῶς γραφόμενον, ἀμύνομαι δὲ τὸ τιμωρῶ καὶ ἀποδιώκω αἰτιατικῇ, καὶ παθητικῶς. διερὸν στρατόν· ὑγρὸν, τὰς ἰουλίδας. ἐφέπονται· ἀκολουθοῦσιν, ἐπʼ ἐκείνῳ.

<!-- 2.446 -->Ἀτρεπέες· ἀμετακίνητοι. ἀστεμφεῖς· ἀμετάστατοι, ἀδιαχώριστοι, ἀμετακίνητοι· μετὰ παραβολῆς ἐκ τῶν μυιῶν ἐστι τοῦτο. ἐναλίγκιαι· ὅμοιαι· παραβολὴ ἐκ τῶν μυιῶν ἐστι τοῦτο.

<!-- 2.447 -->Ἀμητῆρας· θεριστάς. ὀπωρινόν· κατὰ, κατὰ θέρος, ἐν τῷ θέρει, κατὰ τὸν ὀπωρινὸν καιρόν. μογεόντας· πονοῦντας, κακοπαθοῦντας.

<!-- 2.448 -->Ἀνιηραί· λυπηραί. Ἀνιηραὶ θέρεος· ὥσπερ τὰς ἰουλίδας διερὸν εἶπε στρατὸν, ὡς ἐν θαλάσσῃ ἐναντιούμενον τοῖς σπογγοτόμοις, οὕτω καὶ τὰς μυίας θέρεος στίχας, ὡς ἐν καιρῷ τοῦ θέρους ἐπικειμένας τοῖς τοὺς στάχυας τέμνουσιν. στίχες· πλήθη, τάξεις. ἀμφιπέτονται· περικέχυνται, περὶ, κύκλῳ.

<!-- 2.449 -->Καμάτῳ· κόπῳ. ἀκρήτοισι· ἀκράτοις, σφοδραῖς, θερμοτάταις, ταῖς ἀτάκταις βολαῖς τοῦ ἀέρος, ταῖς λίαν καυστικαῖς καὶ ἀσυγκεράστοις· γράφεται ἀκρίτοις, ἀδιαγνώστοις, ἀκρήτοισι δὲ ταῖς ἀκράταις καύσεσι, ταῖς λίαν σφοδροτάταις, ταῖς ἀτάκταις βολαῖς τοῦ ἀκαταποντήτου καύματος.

<!-- 2.450 -->Ἠέρος· ἡλίου. ἱδρώουσι· ἱδροῦσι. ἀνιάζουσι· ὀδυνῶνται ταῖς μυίαις καὶ τῷ καμάτῳ.

<!-- 2.451 -->Ἐκπάγλως· λίαν, ἐκ περισσοῦ. αἵδʼ· ἰουλίδες. ἀναιδείης· ἀναισχυντίας, τῆς ἀναιδοῦς γνώμης. χαλόωσι· ἐνδιδοῦσιν, ἐνδιδόασι, παύονται.

<!-- 2.452 -->Πρίν· πρὸ τοῦ· πρὶν οὐ παύουσιν αἱ μυῖαι τοῦ δάκνειν τοὺς γεωργοὺς πρὶν ψοφήσουσιν, ἢ πίωσιν αἷμα ἐκ τῶν τοιούτων ἄνδρων. ξανθόν· γλυκὺ, πυρῶδες, ἐπειδὴ ξανθὸν καὶ φοινικοῦν ἐστι τὸ αἷμα τῶν ἀνθρώπων· γράφεται λαρὸν καὶ ζωτικὸν, ἢ τὸ θερμὸν, ἢ τὸ μὴ ἄκρατον, ἤως ὑπόλευκον. πάσασθαι· φαγεῖν.

<!-- 2.453 -->Τόσσος· γράφεται τοῖος. αἵματος· ἕνεκα.

<!-- 2.454 -->Θήν· δή· τὸ θὴν παρέλκον, ἢ ἀντὶ τοῦ δή. ἀβληχρόν· ἀσθενὲς, ἀβλαβές. δάκος· δῆγμα, τρῶμα, δῆξιν. χαράξῃ· δάκῃ, τρώσει.

<!-- 2.455 -->Ἑρπυστής· ὁ συρόμενος· καὶ αἱ σηπίαι καὶ οἱ πολύποδες ἔχουσί τινα ἱδρῶτα βλαπτικὸν, καὶ ἐπειδὰν ἅψωνται ἀνθρώπου, βλάπτουσιν.

<!-- 2.456 -->Ἐντρέφεται· ἐμφύεται. βαιός· ὀλίγος. ἀτάρ· δέ· ὁ αὐτὰρ σύνδεσμος προτακτικὸς καὶ ποιητικώτερος, ὁ δὲ δὲ σύνδεσμος ὑποτακτικὸς καὶ κοινὸς, τὸ αὐτὸ δὲ δηλοῦσι, διαφέρουσι δὲ κατὰ τοῦτο. βλαπτήριος· βλαπτικός. ἰχώρ· ἕλκος καὶ ἰὸς, νῦν τὸν ἰὸν εἶπεν, ἤως τὸν ἰχῶρα ποιῶν.

<!-- 2.457 -->Πευκήεντα· πικρὰ, θανάσιμα, πικρότατα· περὶ κωβιῶν καὶ σκορπίου, οὓς εἰς τὸ πρῶτον βιβλίον ἐκάλεσε κεντρίνους. μετʼ· ἐν. ὡπλίσαντο· κατεσκεύασαν, ἔχουσιν.

<!-- 2.458 -->Γέγηθε· χαίρει.

<!-- 2.460 -->Κέντροισιν ἐπώνυμοι· κεντρῖναι γὰρ ὀνομάζονται. ἀργαλέοισι· λυπηροῖς, χαλεποῖς.

<!-- 2.461 -->Ἀταρτηροῖς· βλαπτικοῖς, βλαβεροῖς. ἱέντες· πέμποντες· γράφεται ἔχοντες.

<!-- 2.462 -->Ξιφίῃ· ξιφίου. θεός· ἤως ἡ φύσις. κρατερώτερα· σχυρά.

<!-- 2.463 -->Ἐγκατέθηκεν· ἔπηξεν. ὑπέρβιον· ἰσχυρὸν, βίαιον, ἰσχυρώτατον, ὑπεράνω δυνάμεως πάσης, μεγαλοδύναμον.

<!-- 2.464 -->Κρατύνας· στερεώσας, δοὺς, ἰσχυροποιήσας, παρασχὼν, εὐτρεπίσας. τοῦ μέν· τούτου. τῷ μέν· τῷ ξιφίῃ. ὑπὲρ γένυν· ὑπὲρ τὸ στόμα, ὑπεράνω τοῦ στόματος. ἐστήριξεν· ἀνέθηκεν, ἐστερεοποίησεν.

<!-- 2.465 -->Ὄρθιον· κέντρον. αὐτόῤῥιζον, αὐτοφυές. ἀκάχμενον· ἠκονημένον, ἐστομωμένον· ἀκάχμενον ἀπὸ τοῦ ἀκὶς ἡ ὀξύτης τοῦ δόρατος καὶ τοῦ ἔγχους τὸ κοντάριον· ἀκαχῶ ἀκαχήσω ἠκήχηκα ἠκηχημένος. οὔτι· ὡς μηδέ. σιδήρου· ἀπὸ, τουτέστιν οὐδαμῶς ἐκ σιδήρου, ἀλλʼ ἰσοδύναμον τῷ ἀδαμαντίνῳ σιδήρῳ ἰσχυρὸν ὅπλον, ἢ πλέον τοῦ σιδήρου.

<!-- 2.466 -->Ἀδάμαντος· ἀπό. ἰσοσθενές· ὅμοιον. ὄμβριμον· ἰσχυρόν. ἄορ· ξίφος, ὅπλον.

<!-- 2.467 -->Κείνου· φασγάνου, ἐκείνου τοῦ ξιφίου· οὐδαμῶς ἐκείνου φησὶ τοῦ ξιφίου τὴν ψυχροποιὸν αἰχμὴν κρούσαντος στερεᾷ πέτρᾳ, δυνηθείη τρωθεῖσα· ἐκείνου τὴν χαλεπὴν ὀξύτητα ἐπιβαρέσαντος, οὐδʼ ἡ στερεὰ πέτρα ὑπομένει τρωθεῖσα· τοιαύτη αὐτῷ ζαμενὴς καὶ σφοδρὰ δύναμις καὶ διακοπτικὴ ὁρμή. κρυόεσσαν· χαλεπὴν, ψυχρὰν, καὶ κρυερὸν καὶ φρικώδη· κρυόεσσαν φοβερὰν καὶ κρύους αἰτίαν διὰ φόβον, ἢ καὶ θάνατον διὰ τῆς πληγῆς. ἐπιβρίσαντος· ἐπελθόντος, βαρέως ἐπελθόντος, βαρέως ἐμπεσόντος, ἐπιβαρέσαντος. ἀλκήν· δύναμιν.

<!-- 2.468 -->Τλαίη· ὑπομείνειεν, ὑπομείνῃ, ὑπενέγκῃ μὴ τρυπηθῆναι. οὐτηθεῖσα· τρωθεῖσα.

<!-- 2.469 -->Ζαμενής· μεγάλη, ἀγρία. ζαμενής τε βίη· ἰσχυρὰ δύναμις· γράφεται πέλει. κρυόεσσα· φοβερά. πυρόεσσα· πυρώδης, μανικὴ, σφοδρά· γράφεται καὶ κρυόεσσα. Σήμαινε ὅτι τὴν μὲν ἀκωκὴν κρυόεσσαν εἶπε, τὴν δʼ ἐρωὴν πυρόεσσαν, ἐκείνην μὲν διὰ τὸ φοβερὸν, ταύτην δὲ διὰ τὸν θερμὸν καὶ σφοδρόν. ἐρωή· ὁρμὴ, ἰσχύς.

<!-- 2.470 -->Ἀνατέλλεται· ἀναφύεται. ἄγριον· δεινόν.

<!-- 2.471 -->Χαλεπόν· ἰσχυρὸν, βαρύ. βίῃ· ἐν. ὀλέθριον· κακὸν, φθαρτικόν· γράφεται ἄγριον. ἰῷ· ἐν· ἱὸς τὸ βέλος δασύνεται, ἰὸς δὲ τὸ φάρμακον ψιλοῦται, καὶ τὸ μὲν δασυνόμενον ἀπὸ τοῦ ἵημι τὸ πέμπω γίνεται, τὸ δὲ ψιλούμενον ἀπὸ τοῦ ἴω τὸ πορεύομαι.

<!-- 2.472 -->Οὐδέ κεν· οὐδαμῶς· ταῦτα τὰ δύο γένη οὐκ ἐσθίουσί φησιν οὔτε ζῶν οὔτε τεθνεὸς, εἰ μὴ πρότερον κεντήσωσι, καὶ τὸ μὲν κέντρον τοῦ ξιφίου μέχρι τῆς ζωῆς ἐσθίει, τὸ δὲ τῆς τρυγόνος καὶ μετὰ θάνατον· ἐξ αὐτοῦ γὰρ καὶ Ὀδυσσεὺς ἀπώλετο. οὐ ξιφίαι· περισσὸν τὸ πρῶτον οὐ, ἐπιτάσεως καὶ αὐξήσεως ἕνεκεν ληφθέν. ξιφίαι· γράφεται ξιφίου. τρυγόνες· τρυγών.

<!-- 2.473 -->Πρόσθε· πρότερον. ἐπάσαντο· ἔφαγον. πάρος· πρὸ τοῦ. βελέεσσι· κέντροις.

<!-- 2.474 -->Οὐτήσει· τρώσει. οὐτῆσαι· τρῶσαι, τρωματίσαι. ἄπνοον· νεκρὸν, ἄψυχον. παρείη· παρυπάρχει.

<!-- 2.475 -->Ἤτοι· δή. ἐπήν· ἡνίκα, ὁπηνίκα, ἐπειδάν. προλίπῃσιν· καταλείψῃ. ἀϋτμή· ζωὴ, πνοή.

<!-- 2.476 -->Οἱ· αὐτῷ τῷ ξιφίᾳ, σὺν αὐτῷ. κἀκεῖνο· κέντρον. συνέφθιτο· συνέφθαρτο, συνεφθάρη. καρτερόν· ἰσχυρόν.

<!-- 2.477 -->Ἄνακτι συνέσβεστο· συνεφθάρη τῷ ἔχοντι, συνεσβέσθη, κατεπαύθη· ὅτι ἔσβεστο τὸ ἄορ τοῦ ξιφίου σὺν ἐκείνῳ, ὅτι οὐκ ἐνεργεῖ, φθαρέντος τοῦ ξιφίου.

<!-- 2.478 -->Οὐδενόσωρον· οὐδεμιᾶς φροντίδος ἄξιον. ἀμήχανον· ἀδύνατον, ἀσθενὲς, ἄπρακτον, ἀνίκανον, πολὺ καὶ μέγα, μηδὲν μηχανήσασθαι δυνάμενον. ἰδέσθαι· καὶ κατὰ τὸ εἶδος.

<!-- 2.479 -->Τί· ἐπιχείρημα. ἱέμενος· βουλόμενος, προθυμούμενος, προθυμηθείς. Οὐδʼ ἄν τί ποτε τελέσαι τις μετὰ τοῦ ξιφίου τὸ κέντρον δύναται, καίπερ προθυμούμενος πρᾶξαί τι· μετʼ αὐτοῦ δηλονότι τοῦ ξίφους οὐδεὶς ἀνὴρ τιτρώσκει, καίπερ προθυμούμενος τελέσαι τι ἥκιστα δυνηθείς.

<!-- 2.480 -->Οὔπω τι· οὐπώποτε· οὔπω τι χειρότερον ἔπλετο. ἔπλετο· ἔνι, ἐγίνετο. πῆμα· βλάβος.

<!-- 2.481 -->Τρώματος· κέντρου, πληγῆς, τρώσεως. ἀρήϊα· πολεμικὰ, ὅπλα. τεχνήσαντο· κατεσκεύασαν.

<!-- 2.482 -->Φερεπτερύγων· φερόντων πτέρυγας καὶ πτερὰ, πτεροφυῶν, ἤως τῶν σαγιτῶν τῶν φερόντων πτερά. ὑπʼ· διά. ὀϊστῶν· βελῶν.

<!-- 2.483 -->Πέρσαι· οἱ πορθηταί· σημείωσαι ὅτι πρῶτον εὗρον οἱ Πέρσαι τοῦ φαρμακεύειν τοὺς ὀϊστούς. φαρμακτῆρες· φαρμακουργοὶ, φαρμακοί. μητίσαντο· ἐβουλεύσαντο, ἐφεῦρον.

<!-- 2.484 -->Ζωῇ· ζώσῃ. βέλος· κέντρον, τὸ βέλος τῆς τρυγόνος καὶ αὐτῆς· ζῇ γὰρ ἀποθανούσης καὶ ἀκαταπόνητον δύναμιν ἐνδύεται, ἔχει. ῥίγιστον· φοβερὸν, φρικτὸν, χαλεπόν. ὀπηδεῖ· ἀκολουθεῖ, ἐπακολουθεῖ· ἀστείως εἶπε τοῦτο· ἀκολουθεῖ γὰρ τῷ λοιπῷ σώματι τὸ οὐραῖον, ἐν ᾧ ἐστι τῇ τρυγόνι τὸ κέντρον.

<!-- 2.485 -->Ζαφλεγές· ἄγαν καυστικὸν, λίαν καυστικὸν, λίαν φλογερὸν, ἀφανιστικόν. πέφρικεν· φοβεῖται.

<!-- 2.486 -->Ζώει· τὸ κέντρον, ἤως κινεῖται. φθιμένης· φθαρείσης αὐτῆς, ἴσην τηρεῖ τὴν ἐνέργειαν, καὶ ἀποθανούσης φυλάσσει. ἀτειρέα· ἀδάμαστον. ῥύεται· ἔχει, φυλάσσει.

<!-- 2.487 -->Ἄτρομος· ἀμετακίνητος. ἄτρεπτον· γράφεται ἄτροπον· ἀμεταπόνητον, ἀμετάβλητον, ἀκίνητον. ἄδηλον· ἀΐδηλον, φθειροποιὸν, ἀφανίστριαν· οὐδʼ ἄρα μοῦνον ἐν τοῖς ζῶσι καὶ κινημένοις ὅσα τρώσει ἐμβάλλει βλάβην μεγάλην, ἀλλὰ καὶ τοῖς ἀναισθήτοις καὶ ἀκινήτοις.

<!-- 2.488 -->Βάλῃσι· τρώσῃ. ἐρεύγεται· χέει, ἐκχέει, ποιεῖ, ἐπιχέει, ἐμβάλλει, ἐλαύνει, ἐπάγει. ἔρνος· φυτόν.

<!-- 2.489 -->Ἐκάκωσε· ἔβλαψεν, ἤως τοῦ φαρμάκου τοῦ ἰδίου μετέδωκεν. ποθι· που. εἴ ποθι· καὶ εἴ τι, ὅπου ἄν· ἐκ τῆς ὑπερβολῆς.

<!-- 2.490 -->Ἐριθηλές· ἄγαν θάλλον, ἄγαν θαλερόν. ἀεξόμενον· αὐξανόμενον κατὰ τροπὴν τοῦ υ εἰς ε· αὐξόμενον γὰρ ἦν. Σημείωσαι ὅτι τὸ κέντρον τῆς τρυγόνος τοσοῦτόν ἐστι θανάσιμον, ὥστʼ εἴ τις φυτὸν κεντήσει μετʼ αὐτοῦ, εὐθὺς ψύγεται· καὶ γὰρ τὰ φυτὰ, εἰ καὶ τὴν αὐξητικὴν δύναμιν ἔχουσιν, ἀλλʼ οὖν ἄψυχά εἰσιν. ὥραις· ἐν ἔαρι, τοῖς καιροῖς τῶν καρπῶν, ἔαρι καὶ θέρει.

<!-- 2.491 -->Θαλλοῖς· κλάδοις. θαλοῖς· φύλλοις. εὐφυέεσσι ἁπαλοῖς, καὶ εὐαναβλάστοις. εὐκάρποισιν· ἐν. γονῇσι· ὀπώραις.

<!-- 2.492 -->Ἀναιδέϊ· καταχρηστικῶς εἶπεν ἀναιδέϊ· γράφεται ἀπηνέϊ. τύμματι· τρώματι. κείνῳ· τῷ κέντρῳ.

<!-- 2.493 -->Οὐτήσει· τρώσει. ἔπειτα· παρευθύς. βεβολημένον· τετρωμένον, βεβλημένον.

<!-- 2.494 -->Λήγει· ῥέει, παύει. πετάλων· φύλλων. λήγει μὲν πετάλων· τουτέστι φυλλοῤῥοεῖ, λῆξιν πάσχει φύλλων. καταδεῤῥέει· καταῤῥέει, κατὰ δʼ αὖ ῥέει· κάτωθεν ὁ ῥοῦς ἄγεται, καὶ ἅμα ξηραίνεται. νούσῳ· ἀῤῥωστίᾳ.

<!-- 2.495 -->Πρῶτον· καὶ παρευθύς. ἀπʼ ἀγλαΐας δὲ μαραίνεται· ἀπομαραίνεται τῆς λαμπρότητος, ἐκπίπτει δὲ τῆς χλωρότητος. μαραίνεται· ὑποῤῥεῖ.

<!-- 2.496 -->Αὖον· ξηρόν. οὐτιδανόν· οὐδαμινὸν, ἀχρεῖον, ἀνήδονον· οὐτιδανὸν ἀπὸ τοῦ οὔτι δάνος ἤτοι χαρὰν ἐμποιῶν. ἄχλοον· ξηρόν. ὄψεαι· ἴδῃς, ἰωνικόν. ἔρνος· τὸ δένδρον, φυτόν.

<!-- 2.497 -->Κεῖνο· τὸ κέντρον, τὸ βέλος τῆς τρυγόνος· ἡ ἱστορία Ὀδυσσέως· πρὸ τοῦ πορευθῆναι αὐτὸν εἰς Τροίαν συμμιγεὶς Κίρκῃ ἐποίησε Τηλέγονον, ᾧ ἀνδρωθέντι ἔδωκε κέντρον τρυγόνος εἰποῦσα· πορεύου πρὸς ἀναζήτησιν τοῦ πατέρος σου εἰς Ἰθάκην, καὶ διὰ τούτου τίτρωσκε τοὺς πολεμοῦντάς σε, ὁ δὲ παραγενόμενος εἰς Ἰθάκην καὶ εὑρὼν τοὺς ποιμένας τοῦ Ὀδυσσέως ποιμαίνοντας τὰ ποίμνια αὐτοῦ, τούτους ἐδίωκεν, ἀγνοῶν, ὅτι τοῦ πατρὸς αὐτοῦ εἰσι, μαθὼν δὲ ταῦτα ὁ Ὀδυσσεὺς ἐξῄει ἐπὶ τὸ τοῦτον φονεῦσαι, ὁ δὲ τιτρώσκει τοῦτον τῷ τῆς τρυγόνος κέντρῳ καὶ παραυτίκα θανάτῳ καθυποβάλλει. αἰγανέῃ· ἐν ἀκοντίῳ, κονταρίῳ, δόρατι καὶ ἀκοντίῳ· αἰγανέαν νῦν τὸν κοντὸν εἶπεν· τῇ αἰγανέῃ τῇ δολιχήρεϊ· αἰγανέα κυρίως ἡ κώπη, ἡ λαβὴ, ἤτοι ἡ κράτησις τοῦ κοντοῦ, ἡ οὖσα ἀπʼ αἰγὸς κεράτου· τοιοῦτον γὰρ ἦ τὸ τοῦ Τηλεγόνου, δολιχήρεϊ δʼ ἀπὸ τοῦ δολιχὸν καὶ τοῦ αἴρω τὸ ἐπαίρω. δολιχήρεϊ· μακρᾷ, μακρᾷ ῥάβδῳ. κωπηέσσῃ· κώπην ἐχούσῃ, κώπην καὶ λαβὴν ἐχούσῃ, καὶ τῇ λαβὴν ἐχούσῃ, ἤως τὴν κράτησιν.

<!-- 2.498 -->Τηλεγόνῳ· υἱῷ. Κίρκη Τηλεγόνῳ· ἐκεῖνο τὸ κέντρον δέδωκεν ἡ Κίρκη τῷ υἱῷ αὐτῆς τῷ Τηλεγόνῳ ἀνελεῖν τοὺς ἀνθρώπους. πολυφάρμακος· φαρμακοῦργος.

<!-- 2.499 -->Αἰχμάζειν· πολεμεῖν, φέρειν, δορατίζειν, βάλλειν, ἀναιρεῖν, διὰ τῆς αἰχμῆς φέρειν. ἅλιον· θαλάττιον. ἅλιον μόρον· θανάσιμον· ἀπὸ θαλασσίου κέντρου μόρον θαλάσσιον αἰχμάζειν, καὶ διὰ τῆς αἰχμῆς ἐμποιήσειν δηΐοις. νήσῳ· τῇ Ἰθάκῃ· καὶ ὁ ποιητής

  
αἰγίβοτος καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.  
ᾧπερ καὶ Τηλέγονος τῷ κέντρῳ αὐτῆς χρώμενος ἀντὶ δόρατος ἀνεῖλε τὸν πατέρα αὐτοῦ Ὀδυσσέα, ὡς ἱστορεῖ Λυκόφρων ἐπανιὼν γὰρ ἐκ τῆς Τροίας ὁ Ὀδυσσεὺς ἐμίγη τῇ Κίρκῃ καὶ ἐποίησε τὸν Τηλέγονον.

<!-- 2.500 -->Αἰγιβότῳ· αἶγας τρεφούσῃ. νήσῳ· τῇ Ἰθάκῃ ἀπὸ τοῦ τὰς αἶγας βαίνειν· ἐν τῷ καταξήρῳ γὰρ τόπῳ καὶ πετρώδει αἱ αἶγες βαίνουσιν· κἀκεῖνος γὰρ ὁ τόπος τοιοῦτος. προσέκελσε· ἐπλησίασε, προσώκειλεν, ἐνελλιμένισε, προσεπέλασε, κατέλαβεν. καὶ οὐ μάθε· καὶ οὐκ ἔγνω. πώεα· ποίμνια. πέρθων· πορθῶν.

<!-- 2.501 -->Γεραρῷ· γέροντι, ἐντίμῳ. βοηδρομέοντι· μετὰ βοῆς τρέχοντι, ἢ ἐν βοῇ καὶ πολέμῳ, πρὸς βοήθειαν. τοκῆϊ· πατρὶ, γεννήτορι αὐτοῦ.

<!-- 2.502 -->Τὸν μάστευε· ὃν ἐζήτει, ὅντινα ἐζήτει, ὅντινα ἐψηλάφα ὁ Τηλέγονος. ἐνεμάξατο· ἔδωκεν, ἐνέβαλεν, ἐνέθηκεν, ἐνεβάλλετο. κῆρα· θάνατον.

<!-- 2.503 -->Ἔνθα· ὅπου, τότε. αἰολόμητιν· ποικιλόβουλον, ἀπέκτεινε τὸν Ὀδυσσέα, τὸν πατέρα αὐτοῦ, τὸν πολύβουλον. μυρία· ἀναρίθμητα, πολλά. πόντου· καὶ τῆς θαλάσσης· ἐπλανᾶτο γάρ.

<!-- 2.504 -->Ἄλγεα· λυπηρά. ἄγγεα· βάθη. μετρήσαντα· ἐπελθόντα, ὑπομείναντα. πολυκμήτοισιν· πολυπόνοις, πολυκόποις, πολυκοπιάστοις, πολυκαμάτοις.

<!-- 2.505 -->Ἀλγινόεσσα· ὀδυνηρὰ, ἄλγη ἐμποιοῦσα. κατενήρατο· ἐφόνευσεν· ἀναίρω τὸ φονεύω. ἀκωκῇ· γράφεται ῥιπῇ. ῥιπῇ· ὁρμῇ.

<!-- 2.506 -->Θύνῳ· θύνῳ καὶ ξιφίῃ ἐνήμενον οἶστρον. συνέμπορον· συνεπόμενον. ὀπηδεῖ· ἀκολουθεῖ, μύωψ αὐτοῖς ἕπεται θαλάσσιος.

<!-- 2.507 -->Πῆμα· κέντρον, βλάβος. ἔχουσι· δύνανται. ἀπότροπον· δεδιωγμένον, ἢ δυνατὸν, ἀποτρεπόμενον, ἄποθεν τετραμμένον ἀπʼ αὐτῶν, λέγει δέ που καὶ τὸ μισητὸν ἀπότροπον, τὸ δʼ αὐτὸ καὶ ἀπότροπον. μεθέσθαι· λιπεῖν, καταλεῖψαι.

<!-- 2.508 -->Οὔτε φυγεῖν· ἔχουσι, δύνανται. πτερύγεσσιν· πτέρυξιν. ἐνήμενον· ἐγκαθήμενον, καθήμενον, ἐμφυόμενον. οἶστρον· μανίαν.

<!-- 2.509 -->Καυστειροῖο· φλογεροῦ, καυστικοῦ· ὤφειλε μὲν διὰ τοῦ η, λέγεται δὲ βοιώτιον εἶναι καὶ διὰ τοῦτο μεταβάλλειν τὸ η εἰς τὴν ει δίφθογγον, ὡς ἐπὶ τοῦ τέθεικα καὶ ἐπὶ τοῦ ὠτειλὴ καὶ ἄλλων πολλῶν, καυστικὸν δὲ κύνα τὸν κύναστρον λέγει, οὗ ἀνατέλλοντος ἐν θέρει ἐκκαίεται ὁ ἀήρ. κυνός· τοῦ κυνάστρου. νέον· νεωστί. ἱσταμένοιο· ἀνατέλλοντος, ἀνατελλομένου, ὄντος.

<!-- 2.510 -->Πευκεδανοῖο· πικροῦ, πικροτάτου κέντρου ὀξεῖαν δύναμιν ἐμβάλλει, οὗτος δʼ ὁ οἶστρος ἐκκεντᾷ τοὺς βʹ τούτους ἰχθύας ἐν τῷ θέρει, καθὼς τοὺς βόας ἐκκεντᾷ ὁ λεγόμενος βουτύπος, ἰδίως δʼ οἰστροκεντίον. θοήν· ὀξεῖαν, ταχεῖαν, τὴν δριμεῖαν. ἐνερείδεται· ἐμβάλλει.

<!-- 2.511 -->Ἐγχρίπτων· ἐμβάλλων, προσπελάζων, κοντῷ τιτρώσκων. ὀρίνει· ἐκείνους τοὺς δύο ἰχθύας ἐγείρει.

<!-- 2.512 -->Θωρήξας· καθοπλίσας, ὁπλίσας, ἀμφιθείς. θωρήξας· ὁπλίσας, ἢ μεθύσας· θωρήσσειν γὰρ τοῖς παλαιοῖς οὐ μόνον τὸ ὁπλίζειν, ἀλλὰ καὶ τὸ ἀκρατοποτεῖν, ὅθεν θωρήσσεσθαι ἤτοι μεθύειν λέγεται. ἐπισπέρχει· ἐπείγει, κατεπείγει, κινεῖ ἐκείνους.

<!-- 2.513 -->Φοιταλέῃ· μανιώδει, μανικῇ, ὁρμητικῇ. χορευέμεν· κινεῖσθαι· γράφεται κορυσσόμενοι. χορεύμενοι· περιφερόμενοι. κελαινῷ· μέλανι, μελανοποιῷ, θανασίμῳ.

<!-- 2.514 -->Τύμματι· κέντρῳ, τρώσει. παιφάσσουσι· ὁρμῶσιν, ἐνθουσιῶντες ὁρμῶσιν, ἐνθουσιῶσιν. μεμηνότες· μαινόμενοι. ἄλλοτε δʼ ἄλλῃ· ἀλλαχοῦ ἡ τοποθεσία.

<!-- 2.515 -->Κῦμα· θάλατταν, κατά. καθιππεύουσι· διέρχονται, ἐπιτρέχουσιν. ἀνήνυτον· ἀμήχανον, ἀτελείωτον, ἀπλήρωτον, ἄπαυστον, ἀθεράπευτον.

<!-- 2.516 -->Εὐκραίροις· μεγάλοις, καλοκατάρτοις, καλὰς κραίρας καὶ κεφαλὰς ἢ πρώρας καὶ πρύμνας ἐχούσαις, καλὸν κέρας ἐχούσαις, κεραία δʼ ὁ ἱστὸς, ἐστὶ δὲ τὸ πλάγιον ξύλον, ἐξ οὗ ἀπῃώρηται τὸ ἄρμενον, ἢ εὔκραιρον ναῦν λέγει τὴν εὔπρωρον· κεφαλὴ γὰρ τῆς νηὸς ἡ πρώρα· κυρίως κράγη ἡ κεφαλὴ, ὅθεν καὶ βόες εὔκραιοι. εὐκραίροις· διὰ τὰς ἐξοχὰς τῶν περὶ τὴν πρύμνην ἀφλάστων, ἢ διὰ τὴν κεραίαν ὀϊστοῦ.

<!-- 2.517 -->Ῥιπῇ· ὁρμῇ, τοῦ κυνάστρου, ἤως τῇ σφοδροτάτῃ καὶ χαλεπῇ ἐπιβουλῇ τοῦ κυνάστρου, τοῦ κυνὸς, καθʼ ὃν ὁ οἶστρος ἐπιγίνεται αὐτοῖς. ἐλαυνόμενοι· διωκόμενοι. δυσκραέϊ· καυματώδει, καυστικῇ.

<!-- 2.518 -->Ἔκθορον· ἐξεπήδησαν. ἀσπαίροντες· πηδῶντες, ψυχοῤῥαγοῦντες, κινούμενοι, ταραττόμενοι.

<!-- 2.519 -->Μόρον· θάνατον. ἠμείψαντο· ἀντήλλαξαν. πολυκμήτων· πολυκοπιάστων, πολυκόπων, πολυπαθήτων.

<!-- 2.520 -->Δάκος· ἄλγος, δῆγμα, βέλος. δεινόν· χαλεπόν. ἐπιῤῥέπει· ἐπιβαρεῖ, ἐπιβάλλει, κατέχει. ἀνίησι· ἐνδίδωσι, καὶ ἀφίησιν.

<!-- 2.521 -->Καὶ γάρ· ἀλλά. ἀνάρσιος· ὀλέθριος.

<!-- 2.522 -->Ἐπεγχρίμψοι· ἐμπέσοι. ἐνιχρίμψῃ· πλησιάσῃ, εἰσέλθῃ ἀπὸ τοῦ χρὼς τὸ σῶμα. χροός· σώματος. βοός· γράφεται βέλος. κέντρον· βέλος, ἄλγος, τὸν οἶστρον. λαγόνεσσι· σπλάγχνοις. ἀραιαῖς· λεπταῖς, μικραῖς, μεγίσταις.

<!-- 2.523 -->Βουφορβῶν· βουκόλων, τῶν νεμόντων τὰς βοῦς, βοσκῶν. μέλεται· πεφρόντισται. σέβας· αἰδώς. νομοῖο· βοσκῆς, τῆς νομῆς ἢ τοῦ βοσκοῦ.

<!-- 2.524 -->Ἀγέλης· ποίμνης. ποίην· βοτάνην. αὔλια· βουστάσια, καὶ κατασκηνώματα. λιπόντες· ἀφέντες.

<!-- 2.525 -->Σεύονται· διώκονται, ὁρμῶνται. λύσσῃ· μανίᾳ τοῦ οἴστρου. τεθοωμένοι· ἀγριούμενοι, ἠγριωμένοι, ὀξυνόμενοι· γράφεται καὶ τετρωμένοι. τετρωμένοι· πεπληγμένοι.

<!-- 2.526 -->Ποταμός· ποταμῶν. πόντος· πόντων. ἀνέμβατος· ἀδιάβατος, ἀπάτητος, ἀβάδιστος. χαράδραι· βόθροι, ἐσχισμέναι πέτραι, κεχαραγμένοι τόποι, φωλεαὶ ἢ διεσχισμέναι ὁδοί.

<!-- 2.527 -->Ῥωγάδες· διεσχισμέναι, ἐκ παραλλήλου, ἐσχισμένοι, διεῤῥηγμέναι, λακκώδεις. ἀφοίτητος· ἄβατος, ὑψηλή. κατερύκει· κωλύει.

<!-- 2.528 -->Ῥιπὴν ταυρείην· ὁρμὴν τοῦ ταύρου. ἐπιζέσει· βαρέως ἐπέλθῃ, ἐπιπεσεῖ, ἀναβράσει. κελεύων· κεντῶν, ὀργιζόμενος.

<!-- 2.529 -->Βουτύπος· ὁ οἶστρος, τὸ κέντρον τοῦ οἴστρου. ὀτρηρῇσιν· ἰσχυραῖς, δραστικαῖς, σπουδαίαις, ταχείαις, παρὰ τὸ ὀτρύνω ὀτρυνρὸς καὶ τροπῇ ὀτρηρὸς, ὁ διʼ ἑαυτοῦ παρωξυμμένος πρὸς τὸ ἐνεργεῖν, ἢ διʼ ἑτέρου, ὁ δὲ Φιλόξενος· παρὰ τὸ τρέω τρῶ γίνεται τρεερὸς, ὡς σφάλλω σφαλερὸς, καὶ κράσει τρηρὸς ὁ δειλὸς, ἀφʼ οὗ παρώνυμον τρήρων, μετὰ τοῦ στερητικοῦ α ἀτρηρὸς, ὁ μὴ δειλὸς, ἀλλὰ δραστικὸς καὶ ἐῤῥωμένος τὴν γνώμην, καὶ μεταθέσει ὀτρηρός. ἐπισπέρχων· βιάζων, κατεπείγων, σπεύδων.

<!-- 2.530 -->Βρύχει· βοᾷ. βρυχή· βοή ἀπὸ τοῦ βρύχω· λείπει τοῦ βοός· ἅλματα· πηδήματα. χηλῆς· ὁπλὴ, χηλὴ καὶ ὄνυξ διαφέρει· ὁπλὴ μὲν λέγεται ἡ στρογγύλη καὶ ἄσχιστος ὄνυξ, οἷον τοῦ ἵππου, χηλὴ δʼ ἡ ἐσχισμένη, οἷον τοῦ βοὸς, ὄνυξ δʼ ἡ τοῦ ἀνθρώπου.

<!-- 2.531 -->Εἱλεῖται· στρέφεται. δριμεῖα· βιαία. θύελλα· ἀγριότης, πνοὴ, μεταφορικῶς ὀδύνη ἢ ὁρμᾶ.

<!-- 2.532 -->Ὁμοίϊον· ἐκ τοῦ ὁμοῖον καὶ πλεονασμῷ τοῦ ι ὡς γελοῖος γελοίϊος.

<!-- 2.533 -->Ἀγέλῃσιν· ἤως τοῖς ἰχθύσιν. κοιρανέουσιν· ἄρχουσιν, ἡγεμονεύουσι, βασιλεύουσιν.

<!-- 2.534 -->Ἔξοχοι· πως ἔξοχον, ἐξόχως. ἠνορέῃ· ἀνδρίᾳ, δυνάμει. ἀγλαΐῃ· λαμπρότητι, εὐπρεπείᾳ. κομόωντες· θάλλοντες, ἐπαιρόμενοι, βαρυνόμενοι.

<!-- 2.535 -->Ὠκυάλῳ· ταχείᾳ, ἐν ἁλὶ, τῇ ἐν τῇ ἁλὶ ὠκείᾳ. ὥστε· καθὰ, ὥσπερ βέλος διίπτανται τὴν θάλασσαν.

<!-- 2.536 -->Ἵπτανται· πέτανται, διίπτανται. φλόγεον· λαμπρόν. φλογῶεν· πυρῶδες. φλογόεν δὲ σέλας· πυῤῥὸν φῶς. ὀπωπαῖς· διὰ τῆς θεωρίας, ὄψεσιν, ὀφθαλμοῖς.

<!-- 2.537 -->Ὀξύτατον· εἰς τὸ ἰδεῖν. ὑποπτήσσοντα· κείμενον, ὑποκρυβέντα, καὶ φοβούμενον, ὑποκείμενον, κρυπτόμενον. χαράδραις· κοιλώμασι, βόθροις, σχίσμασι πετρῶν, φωλεαῖς.

<!-- 2.538 -->Καί τινʼ· ἐάν τινα. εἰλυμένον· κεκρυμμένον. ἔδρακον· εἶδον.

<!-- 2.539 -->Ὅσσον· καθόσον· σύγκρισις, σχῆμα τῆς παραβολῆς, συντόμως δʼ ἀποδοθὲν τῆς γοργότητος. οἰωνοῖσιν· ὀρνέοις. ἄνακτες· βασιλεῖς.

<!-- 2.540 -->Ἤ· ὅσον. μετʼ· ἐν. ὠμηστοῖσι· ὠμὰ ἐσθίουσιν.

<!-- 2.541 -->Ἑρπυστῆρσι· τῷ ἑρπυστικῷ γένει, ζώοις δηλονότι.

<!-- 2.542 -->Δελφῖνες· βασιλεύουσιν· λείπει. ἡγεμονῆες· ἄρχοντες, ὁδηγοί.

<!-- 2.543 -->Ἐρχομένοις· κινουμένοις, πορευομένοις. πελάσαι· ἔστι δυνατόν. σχεδόν· πλησίον. τις· ἰχθύς. ἄντην· ἐξ ἐναντίας, ἀντικρὺς, ἤως ἀντωπῆσαι.

<!-- 2.544 -->Τέτληκεν· ὑπέμεινεν. ὑποπτήσσουσι· οἱ ἰχθύες ἐφερμηνευτικόν. ἄνακτος· δελφῖνος.

<!-- 2.545 -->Ἅλματα· πηδήματα. ἄσθματα· καὶ ἀναπνοάς. φυσιόωντα· μεγάλα, πνευστιῶντα. φυσιόωντος· φυσῶντος καὶ ἐκπνέοντος, ἢ φυσιόωντος ἀντὶ τοῦ σοβαρῶς καὶ ἐπηρμένως βλέπειν.

<!-- 2.546 -->Ἰθύσωσι· ὁρμήσωσιν, ἤως οἱ δελφῖνες εὐθέως ὁρμήσουσιν. ἰθύσουσι· ὁρμήσουσιν. λιλαιόμενοι· ὀρεγόμενοι, ἐπιθυμοῦντες. μετά· εἰς.

<!-- 2.547 -->Ἄμυδις· ὁμοῦ· σημαίνει τὸ ἅμα· παρὰ τὸ ἅμα ἅμασις, καὶ τροπῇ τοῦ α εἰς υ, ὡς σάρκες σύρκες. κλονέουσιν· ταράττουσι, φοβοῦσιν. ἀθέσφατα· πολλά. πώεα· ποίμνια, τοὺς ἰχθύας λέγει. λίμνης· θαλάσσης καταχρηστικῶς.

<!-- 2.548 -->Παμφύγδην· ἀπὸ τοῦ φεύγω φύγδην· καὶ φευκτικῶς, μετὰ πάσης φυγῆς, ὁρμητικῶς. παμφύρδην· συγκεχυμένως. ἐλόωντες· ἐλαύνοντες, τρέχοντες. φόβοιο· ταραχῆς.

<!-- 2.549 -->Πόρον· θαλάσσης. πάντα πόρον· ἤως πᾶσαν τὴν ἐκεῖ θάλασσαν, πορισμόν. σκιεροί· κατάσκιοι. σκιεροί τε μυχοί· συνεσκιασμένοι τόποι. μυχοί· βάθη. χθαμαλαί· κοῖλαι. χαράδραι· σχίσματα.

<!-- 2.550 -->Στείνονται· τῶν ἰχθύων, στενοχωροῦνται. ἠϊόνων· αἰγιαλῶν. ἐπιωγαί· καταδύσεις, καὶ διανοίξεις.

<!-- 2.551 -->Εἱλουμένων· συστρεφομένων, πανταχοῦ συννευομένων ἐκεῖ τῶν ἄλλων ἰχθύων. δαίνυνται· εὐωχοῦνται. ὄφρʼ ἐθέλῃσι· γράφεται ὅν κʼ ἐθέλῃσιν. ὄφρʼ· ἕως οὗ.

<!-- 2.552 -->Κρινάμενοι· ἐκλεξάμενοι. κρινάμενος· χωρισάμενος. ἄριστον· κρείττονα ἰχθύν. παρεόντων· παρόντων.

<!-- 2.553 -->Ἔμπης· ὅμως. ἀνάρσιοι· ὀλέθριοι, ἀναιδεῖς. ἀντιφέρονται· ἐναντιοῦνται, καὶ ἀντιόως φέρονται.

<!-- 2.554 -->Ἀμίας· εἶδος ἰχθύος. ἀλέγουσι· φροντίζουσιν.

<!-- 2.555 -->Καταντία· ἐξ ἐναντίας. δηριόωνται· μάχωνται· ἀπὸ τοῦ δηῒς ἡ μάχη πλεόνων τοῦ ρ δηριόωνται.

<!-- 2.556 -->Ἀφαυρότερον· ἀσθενέστερον. δέμας· σῶμα. ἀμφί· περὶ αὐτὰς, αὐτῶν, αὐταῖς· ἤως περισσῶς, ἢ περὶ αὐτάς.

<!-- 2.557 -->Ἀβληχραί· ἀσθενεῖς. θαμέες· πυκνοὶ, συνεχεῖς. διὰ στόμα· ἢ ἀντὶ τοῦ εἰς, ἢ ἀττικῶς ἀντὶ τοῦ διὰ στόματος λάβρου. ὀδόντες· ἀφανιστικοί.

<!-- 2.558 -->Ὀξέα· ὀξέως. πεφρίκασι· πεφόβηνται, ἵστανται, φρικώδεις ἵστανται. τῷ· διὸ, διὰ τοῦτο, τῷ καὶ τούτῳ, ἤως τῇ ὀξύτητι τῶν ὀδόντων, ὅπερ. θράσος· ἀναίδειαν.

<!-- 2.559 -->Καταπτήσσουσιν· φοβοῦνται. ὑπέρβιον· ὑπερηρμένον, δυνατὸν, ἰσχυρόν. ἡγητῆρα· ἡγεμόνα, ἡγεμόνα τῶν ἰχθύων, ἤως τὸν δελφῖνα.

<!-- 2.560 -->Ἀπόσσυτον· ἀποκεχωρισμένον, ἀποκεκριμένον. ἀπʼ ἄλλων· κεχωρισμένον.

<!-- 2.561 -->Ἀγέλης· πλήθους. ἀθρόαι· ὁμοῦ.

<!-- 2.562 -->Ὑπʼ ἀγγελίης· κηρύγματος, σάλπιγγος, κήρυκος, ὥσπερ στρατὸς πορεύεται, πολέμου ἀγγελθέντος. εἰς ἓν ἰοῦσαι· ὁμοῦ ἐλθοῦσαι.

<!-- 2.563 -->Στέλλονται· πορεύονται, ἑτοιμάζονται. ποτὶ μῶλον· πρὸς πόλεμον, μάχην. ἀθαμβέες· ἄφοβοι· γράφεται ἀολλέες· ὁμοῦ. ἐπὶ πύργον· στέλλονται, κατὰ πύργον. πύργον· τεῖχος· παραβολή.

<!-- 2.564 -->Θύνοντες· ὁρμῶντες. ἀρήϊοι· ἰσχυροὶ, πολεμικοί. ἀσπιστῆρες· ἐπίκουροι, πολεμισταὶ, ἀσπίδας φέροντες, ὁπλίται, ὁπλοφόροι, ἀπὸ μέρους τὸ πᾶν.

<!-- 2.565 -->Ἠϋγένειος· μεγαλόστομος, ὁ μεγαλοδύναμος, εὐγένειος, πλατυγένειος. ὑπαντιόωντος· συναντῶντος. ὁμίλου· πληθύος. ὑπαντιόωντος ὁμίλου· τοῦ ἐξ ἐναντίας ἐρχομένου εἰς μάχην πλήθους.

<!-- 2.566 -->Πρῶτα· κατʼ ἀρχάς. ἀλέγει· φροντίζει. οὐκ ἀλεγίζει· οὐκ ἀντιλέγει. μετά· ἔπειτα. ἔσσυται· ὁρμᾷ, ἀκολουθεῖ.

<!-- 2.567 -->Ἁρπάγδην· ἁρπακτικῶς. ἐρύων· ἑλκύων, ἕλκων, κατέχων. μενοεικέα· ἀξίαν τοῦ θυμοῦ, τῇ προθυμίᾳ αὐτοῦ πρέπουσαν, αὐτάρκη τῇ προθυμίᾳ, πρέπουσαν τῇ δυνάμει. δαῖτα· εὐωχίαν. κιχήσας· καταλαβών.

<!-- 2.568 -->Περιστέψωσι· κυκλώσουσι, περικυκλώσωσιν φάλαγγες· τάξεις, τὸ πλῆθος.

<!-- 2.569 -->Στῖφος· φάλαγξ, τάγμα. κυκλώσωνται· περικυκλώσουσιν.

<!-- 2.570 -->Δή· ἀργὸν, κυκλικὸν τὸ σχῆμα διὰ τὸ δὴ δή. οἱ· αὐτῷ· γράφεται μιν. μόθος· πόλεμος. ὑπὸ φρένα δύεται· ὑπεισέρχεται. φρένα· ὅτι φρένες οὐ μόνου ἀσωμάτως καὶ νοητῶς ἐπὶ λογισμοῦ, ἀλλὰ καὶ μέρος τι τῶν σπλάγχνων, ὃ καὶ διάφραγμα λέγεται, ἐστὶ δʼ ὑμὴν ἀποχωριάζων ἧπαρ ἀπὸ τοῦ σπληνὸς τοῦ τε πνεύμονος καὶ τῆς καρδίας, ἢ καὶ ἄλλως κατὰ τοὺς παλοὺς φρένες εἰσὶν αἱ διεζωκυῖαι τὸν ὑπὸ τῷ πνεύματι καὶ τῇ καρδίᾳ τόπον, ὃ καλεῖται καὶ διάφραγμα, συντελεῖ δʼ εἰς τὸ φρονεῖν, ὅθεν καὶ φρενήρης καὶ φρόνιμος, ἐν δὲ τῷ φλεγμαίνειν περιφροσύνας ποιεῖ, Ἀριστοτέλης δέ φησιν, ὅτι ὑπὸ τὸν πνεύμονα τὸ διάζωμα τὸ τοῦ θώρακος αἱ καλούμεναι φρένες πρὸς τὰ πλευρὰ καὶ τὰ ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημένον. δύεται· ὑποδύεται, καὶ ὑπέρχεται.

<!-- 2.571 -->Ἔγνω· ἐνόησεν. αἰπύν· χαλεπόν. ἀπειρεσίοις· ἀπείροις, ἐν πολλοῖς.

<!-- 2.572 -->Ἐρχθείς· κρατηθεὶς, συσχεθεὶς, κωλυθείς. πόνος· κόπος, ἀγών. ἀναφαίνεται· ἀνεγείρεται.

<!-- 2.573 -->Αἱ μέν· αἱ ἀμίαι. λυσσηδόν· μανικῶς, μανικὸν, μετὰ μανίας. ἀολλέες· ὁμοῦ, συνηθροισμέναι. ἀμφιχυθεῖσαι· περιπεσοῦσαι, περιδραμοῦσαι, περικυκλώσασαι.

<!-- 2.574 -->Βίην· δύναμιν, ἤως ἰσχύν· ἐνέρεισαν· ἐνέπηξαν τοὺς ὀδόντας, ἐπεστήριξαν.

<!-- 2.575 -->Πάντη· παντελῶς. πρίουσι· σχίζουσιν. ἄτρομοι· ἀτρεπεῖς. ἀμετάτροποι· γράφεται ἀμετάτρεπτοι. ἐμπεφύασι· κεκόλληνται, ἐκκεκόλληνται.

<!-- 2.576 -->Πολλαί· ἐνδιάσκευος διήγησις κατὰ λεπτομέρειαν. κεφαλῆς· γράφεται πλευροῖς. δεδραγμέναι· ἁπτόμεναι, κρατοῦσαι, ἐπιδράξασαι. γενύων· στομάτων.

<!-- 2.577 -->Γλαυκῶν· λευκῶν, τῶν λευκῶν ἢ τῶν καταπληκτικῶν, ἢ τῶν λευκῶν ἢ τῶν κοίλων. ἔχονται· κρατοῦνται, ἐνέχονται καὶ ἐνερείδονται.

<!-- 2.578 -->Λαγόνεσσι· κοιλίαις. γένυν· στόμα. πήξαντο· ἔπηξαν, ἐστερέωσαν. δαφοινήν· ἄγαν φονικήν.

<!-- 2.579 -->Ἕλον· ἔλαβον, ἔδακον.

<!-- 2.580 -->Νηδύν· γαστέρα, ἔλαβον· νηδὺς ἀπὸ τοῦ νῶ τὸ σωρεύω καὶ τὸ ἡδὺ, ἐν ᾗ σωρεύεται πᾶσα ἡδύτης. ἐφύπερθεν· ὑπεράνωθεν. ὑπένερθεν· ὑπεράνωθεν. νώτοιο· τῆς ῥάχεως. νέμονται· βόσκονται, κεῖνται.

<!-- 2.581 -->Λοφιῆς· λοφιὰ τὸ ἄκρον τῆς κεφαλῆς, τὸ πλησίον τοῦ αὐχένος ἀνάστημα, λοφιαὶ τὸ μέσον τῆς ῥάχεως καὶ κεφαλῆς ὀστοῦν, ἢ νεῦρον τοῦ τραχήλου. αὐχένος· τοῦ σπονδύλου. ᾐώρηνται· ἐκρεμάσθησαν, ἀποκρέμανται, ἐκκρέμανται.

<!-- 2.582 -->Αὐτάρ· δέ. παντοίοισι περιπληθὴς καμάτοισι· πάντων ἢ παντοίων γεγεμισμένος κόπων. περιπληθής· γέμων.

<!-- 2.583 -->Ἐπαιγίζει· κλονίζει, ταράσσει δίκην αἰγίδος, βαρέως διέρχονται, καταιγίζει, σφοδρῶς διέρχεται, κατακλύζει, ταράσσει. σφακέλῳ· ἐπιληψίᾳ, σφακελισμὸς, ἡ σῆψις τοῦ μυελοῦ, ὁ σπασμὸς, ὁ παλμὸς, ὁ σφυγμὸς, ἡ τῶν ὀστῶν σῆψις, καὶ ὁ μέσος τῆς χειρὸς δάκτυλος. σφακελισμῷ· ταραχῇ, σφυγμῷ καὶ παλμῷ, ἄλλοι δὲ σήψει ὀστέου· σφακελισμὸς λέγεται καὶ ἡ σῆψις τοῦ μυελοῦ, καὶ ὁ σπασμὸς, καὶ τῶν ὀστῶν ἡ σῆψις, λέγεται δὲ καὶ ὅλος ὁ μέσος τῆς χειρὸς δάκτυλος σφάκελος, φάκαι παρὰ Ῥωμαίοις αἱ δεσμαὶ, ἐξ οὗ καὶ φάκελος ὁ δεσμὸς τῶν χαρτίων. ὀρεχθεῖ· ταράττεται, στενάζει, κινεῖται.

<!-- 2.584 -->Φλεγέθει· φλέγεται. ἦτορ· ψυχή. ἀνίῃ· ἐν, θλίψει.

<!-- 2.585 -->Θρώσκει· πηδᾷ. ἑλίσσεται· συστρέφεται. ἄκριτα· ἀδιαχώριστα, πολλά. θύων· ὁρμῶν.

<!-- 2.586 -->Παφλάζων· ζέων, ἀγριούμενος· τὸ παφλάζω ἐπὶ πυρὸς, τὸ δὲ καχλάζω ἐφʼ ὕδατος, τοὺς βρασμοὺς ἀναπέμπων· φλῶ φλύων φλάζω τὸ ἀναπέμπω. ὀδύνῃσι· λύπαις. κυβιστητῆρι· κολυμβητῇ, ὀρχηστῇ, τῷ πολέμῳ τῷ ποιοῦντι αὐτὸν οἱονεὶ κυβιστᾷν. ἐοικώς· ὁμοιούμενος, ὅμοιος.

<!-- 2.587 -->Βαθὺ κῦμα· τὸν βυθὸν, ἤως τὸ πέλαγος. διατρέχει· διαβαίνει. λαίλαψ· ἄνεμος, σφοδρὰ πνοιὴ, ταχὺς ἄνεμος.

<!-- 2.588 -->Φέρεται· κομίζεται. βρύχα· βάθος, βυθὸν, τὸ τέλος, τὸ βάρος, τὸ ὑπὸ τὸ βράχος.

<!-- 2.589 -->Ἀφρόν· ἐπιφάνειαν, ποτὲ δʼ ὑπεράνω τοῦ ἀφροῦ τῆς θαλάσσης. ὑπεκθρώσκων· κάτωθεν ἐκπηδῶν, ὑποφεύγων, πηδῶν. ἀναπάλλεται· ἀναπηδᾷ, κινεῖται. ᾗ κε· ὅπου. εἴ ἑ· εἴπως αὐτὸν, ὅπως, ἐὰν αὐτόν. μεθείη· καταλείψῃ.

<!-- 2.590 -->Ἐσμός· πλῆθος, πληθύς. ὑπερφιάλων· ἀλαζόνων, παρασπονδητῶν. ἀλίαστοι· ἄφευκτοι, ἀμετακίνητοι, ἀμετάτρεπτοι. ἀλίαστον· ἄφυκτον.

<!-- 2.591 -->Βίης· τῆς τῶν ὀδόντων. μεθιᾶσιν· ἐνδίδουσιν, ἐνδιδόασι, παῦσιν ποιοῦσιν. μεθιέντες· ἐνδιδόντες. ὁμῶς· ὁμοίως. ἐμπεφύασι· κεκόλληνται, ἐνηρμοσμένοι εἰσὶν, ἐγκεκόλληνται.

<!-- 2.592 -->Δυομένῳ· κατερχομένῳ. μίαν· τὴν αὐτὴν, κοίνην. δύνουσι· ὑπεισέρχονται. κέλευθον· ὁδόν.

<!-- 2.593 -->Ἀνθρώσκοντι· ἀνερχομένῳ. ἀναθρώσκοντι· ἀναφερομένῳ, ἄνω τοῦ ἀφροῦ φερομένῳ. συνέξαλοι· ἔξω ἁλὸς, ὁμοῦ, ἀντὶ τοῦ ἔξω τῆς θαλάσσης συνεξορμῶντες. ἀΐσσουσι· συνορμῶσι, πηδῶσιν.

<!-- 2.594 -->Ἑλκόμεναι· συρόμεναι. φαίης κε· εἴποις ἄν. νέον τέρας τῷ Ἐννοσιγαίῳ, τουτέστιν ὑπὸ τοῦ Ἐννοσιγαίου τίκτεσθαι μεμιγμένον δελφίσι καὶ ἀμίαις, τουτέστιν ἀπὸ δελφῖνος καὶ ἀμιῶν ἕνα τινὰ ἐκ μίγματος ἰχθὺν τεχθῆναι τῷ Ἐννοσιγαίῳ· τοσοῦτον γὰρ τοῦ δελφῖνος ἔχονται αἱ ἀμίαι, ὥστε φαίνεσθαι συμφυεῖς αὐτοῖς εἶναι· οὕτως εἰσὶ συνηρμοσμένοι, ὥστε τὸν δελφῖνα φαίνεσθαι τοιοῦτον. τέρας· σημεῖον. Ἐννοσιγαίῳ· ὑπὸ τοῦ Ἐννοσιγαίου· ἀντίπτωσις.

<!-- 2.595 -->Τίκτεσθαι· γίνεσθαι, γεννᾶσθαι. μεμιγμένον· διὰ μέσου, κεκραμένον. ἠδʼ· καὶ, τὴν ἀδιάσπαστον συμπλοκὴν τῶν ἀμιῶν πρὸς τὸν δελφῖνα.

<!-- 2.596 -->Ἀργαλέων· λυπηρῶν. ἁρπαλέων· ἁρπακτικῶν. ἀργαλέῃ· λυπηρᾷ. ξυνοχῇ· συνδέσμῳ, ἑνώσει καὶ κρατήσει. συνοχῇ· κρατήσει. πεπέδηνται· δεδέσμηνται. πεπέδηται· πέπηκται, ἢ δεδέσμηται.

<!-- 2.597 -->Ὡς δʼ· παραβολή· παραβολή ἐστιν ὁμοιωτικὴ πράγματος τοῖς ὑποκειμένοις παράθεσις πρὸς δήλωσιν ἐντελεστέραν. ἰητήρ· ἰατρός. πολυμήχανος· πολύπειρος. ἕλκος· τραῦμα. ἀφύσσων· ἀντλῶν, ἀπαντλῶν, ἐκκενῶν.

<!-- 2.598 -->Οἰδαλέον· ἐξωγκωμένον, ὠγκωμένον. τῷ· ἐν ᾧ, τῷ ἕλκει, ἔν τινι. ᾧ· τῷ τραύματι. ἀνάρσιον· ὀλέθριον, θανατηρὸν, ἀναιρετικόν.

<!-- 2.599 -->Ἐννέμεται· ἐστὶ, τρέφεται, ἐγκάθηται, ὑπάρχει, βόσκεται. διεράς· διΰγρους. γονάς· τέκνα, γενεάς. κυανόχροα· μελανόχροα, μέλανα, ἤως τὰς βδέλλας.

<!-- 2.600 -->Ἑρπετά· βδέλλας. τειρομένοιο· τοῦ νοσοῦντος, πονοῦντος, καταδαμαζομένου, βλαπτομένου. τειρομένοις· ἀσθενοῦσιν. χροός· σώματος. ἐστήριξε· ἐνέθηκεν, ἐπέθηκεν, ἐνέπηξεν.

<!-- 2.601 -->Δαίνυσθαι· ἐσθίειν, ὥστʼ εὐωχεῖσθαι. γυρωθέντα· καμφθέντα, ὀγκωθέντα, ἐπικαμφθέντα.

<!-- 2.602 -->Κυρτοῦνται· κάμπτονται. κυρτοῦται· ἐξογκοῦται. λύθρον· αἷμα, τὸ σεσημμένον αἷμα. ἐφέλκεται· ἐπισύρεται. ἀνίησιν· ἀφίησι, παύονται.

<!-- 2.603 -->Ζωρόν· γλυκὺν, θερμὸν, ἄκρατον ἢ ζωτικὸν αἷμα, τὸ ζωὴν ἐμποιοῦν. αὖ· ἔξω, εἰς τοὐπίσω. ἐρύσαντα· ἑλκύσαντα, ἑρπετὰ δηλονότι.

<!-- 2.604 -->Αὐτοκύλιστα· μόνα, αὐτόματα, ἑκούσια, αὐτοκίνητα, μετὰ τὸ κορεσθῆναι. πέση· πέσωσιν, ἐκπίπτουσιν.

<!-- 2.605 -->Πρόσθε· πρότερον. χαλᾷ· ἐνδίδει, ἐνδίδωσιν. μένος· προθυμία.

<!-- 2.606 -->Ἔμαρψεν· ἔλαβεν. ὑπό· κατά. δαιτρεύσωνται· καταφάγωσιν.

<!-- 2.607 -->Προλίπωσιν· ἀφήσουσιν. ἀναπνεύσῃ· ὁ δελφὶς ἄνεσιν λάβῃ, καὶ ἐλευθερωθῇ τοῦ πολέμου τῶν ἀμιῶν, ἢ τῆς ὀδύνης τῶν ὀδυνῶν. πόνοιο· κόπου.

<!-- 2.608 -->Λύσσαν· μανίαν. ἐπόψεαι· ἴδῃς. ἡγητῆρος· ἡγεμόνος, τοῦ δελφῖνος.

<!-- 2.609 -->Χωομένου· ὀργιζομένου· χόω σημαίνει τὸ λυπῶ καὶ ὀργίζομαι, ὅπερ γέγονεν ἀπὸ τοῦ χέω χῶ παρὰ τὸ διαχεῖσθαι τὴν χολήν· χῶ οὖν χώσω, ἡ μετοχὴ παθητικὴ χοόμενος, χούμενος καὶ δωρικῶς χώμενος, ὡς Μοῦσα Μῶσα, καὶ πλεονασμῷ τοῦ ο χωόμενος· ἢ παρὰ τὸ χολῶ χολώσω χολούμενος, ἐκβολῇ τοῦ λ χοούμενος, καὶ τροπῇ τῆς ου διφθόγγου εἰς ω χοώμενος, καὶ ἐν ὑπερβιβασμῷ χωόμενος, ὡς ὄρωρεν ὤρορεν. κρυερή· χαλεπὴ, ψυχρὰ, φρικωδεστάτη, κακή.

<!-- 2.610 -->Αἱ μέν· αὐτῶν, αἱ ἀμίαι. ἐξόπισθεν· ἐκ τοῦ ὀπισθένου μέρους. κεραΐζων· κόπτων, κατακόπτων, φθείρων, διακόπτων, πορθῶν καὶ διαφθείρων· ἡ μεταφορὰ ἐκ τῶν κέρασι χρωμένων ζώων εἶναι δοκεῖ, καὶ παρὰ τὴν κῆρα τὴν θάλασσαν.

<!-- 2.611 -->Εἰδόμενος· ὁμοιούμενος. πρηστῆρι· ἀνέμῳ, κεραυνῷ, ἀνέμῳ φυσητῆρι· πρηστὴρ ἀπὸ τοῦ πρήθω τὸ καίω. δυσηχέϊ· δυσήχῳ. ἀμαθύνει· ἀφανίζει, εἰς λεπτὸν συντρίβει, λεπτύνει.

<!-- 2.612 -->Δάπτων· δάκνων· γράφεται δαρδάπτων. ἐμμενέως· ἰσχυρῶς, παραμένως. ἐρεύθει· βάπτεται, καταβάπτει, μολύνει.

<!-- 2.613 -->Λιχμάζων· ἐσθίων, λείχων. αἰχμάζων· κόπτων. δαχμάζων· δάκνων, τρώγων. γενύεσσι· στόμασιν. παθῶν· ἕνεκα. ἀπετίσατο· ἀνταπέδωκεν, ἀπέδωκε ταῖς ἀμίαις, ἠφάνισεν. λώβην· λώβη ἀπὸ τοῦ λαὸς καὶ τοῦ βαίνω, λαόβη τις οὖσα, καὶ κράσει τοῦ αο εἰς ω μέγα λώβη.

<!-- 2.614 -->Ξυλόχοισιν· ὄρεσιν. ἔχει φάτις· κρατεῖ φήμη. ἀγρευτήρων· κυνηγῶν.

<!-- 2.615 -->Θῶας· λυκοπάνθηρας, λυκοπανθήρους. ὑπερφιάλους· ἀλαζόνας, ἀναιδεῖς καὶ μεγάλους. ποιπνύεσθαι· σπουδάζειν, πονεῖν, ἀπὸ τοῦ πονῶ πονύω γίνεται ποπνύω, καὶ πλεονασμῷ τοῦ ι ποιπνύω. ποιπνύεσθαι· σχολάζειν, σπεύδειν, ἀγωνίζεσθαι· τὸ ποιπνύεσθαι γίνεται ἀπὸ τοῦ πονῶ πονήσω, καὶ κατὰ συγκοπὴν πνύω, καὶ κατʼ ἀναδιπλασιασμὸν ποπνύω, καὶ προσθέσει τοῦ ι ποιπνύω· ποιπνύεσθαι γὰρ τὸ σχολάζειν ἢ σπεύδειν, οἱονεὶ τὸ μετὰ σπουδῆς πνεύματος ποιεῖν τι· τῷ γὰρ ἐσπουδακότι ἐνεργεῖν ἕπεται τὸ πνευστιᾷν· πνέειν οὖν καὶ πνύειν, καὶ ἐν συνθέσει μετὰ τοῦ ποιεῖν ποιπνύειν.

<!-- 2.616 -->Ἀγρομένους· συναθροιζομένους. ἐπαΐγδην· ὁρμητικῶς. γενύεσσι· στόμασιν.

<!-- 2.617 -->Ἀρτιχύτοιο· νεωστὶ χυθέντος, νεωστὶ αὐτοῖς ἐπιχυθέντος, τοῦ νεωστὶ χυθέντος ἐξ αὐτοῦ φόνου, καὶ τοῦ κινδύνου καὶ θανάτου, γνησ ὑπὸ τοῦ ἀρτιφόνου, καὶ τοῦ ἀρτίως χυθέντος· ἀλλοπαθὲς τὸ σχῆμα. φόνοιο· αἵματος.

<!-- 2.618 -->Θερμὸν ἔαρ· αἷμα, ἔαρ δὲ τὸ αἷμά φησι διὰ τὸ ἐν ἔαρι τίκτεσθαι τὸ αἷμα ὡς ἐπὶ τὸ πολὺ, καὶ ὅτι τὸ ἔαρ δύο σημαίνει· τὸν καιρὸν, καὶ τὸ αἷμα· γεννητικὸν γὰρ αὐτῷ. ἔαρ· αἷμα, ἢ ἄνθος, διότι ἐν τῷ χειμῶνι αὔξει τὸ αἷμα. λάπτουσιν· ῥοφῶσιν. αἱμάσσων· ἀδημονῶν, ὁ ἔλαφος αἷμα καταπέμπων, ᾑμαγμένος.

<!-- 2.619 -->Βεβρυχώς· βοῶν, ὠρυόμενος. ἠχῶν. ὀλοῇσι. ὀλεθρίαις, ὀλοθρευτικαῖς. ὠτειλῇσιν· τραυμάτων. περίπλεως· λείπει γενόμενος.

<!-- 2.620 -->Διαπάλλεται· διαβαίνει, διαπηδᾷ. ἄκρας· κορυφάς.

<!-- 2.621 -->Λείπουσιν· ἐῶσιν.

<!-- 2.622 -->Ὠμησταί· ὠμοφάγοι. ζωόν· ζῶντα ἔτι τὸν ἔλαφον τοῖς δήγμασι κατακόψαντες τοῖς ὀδοῦσι διαῤῥήσσουσι τὸν ἑαυτοῦ ῥινὸν, πρὶν δὲ καὶ θανεῖν. διαρταμέοντες· κατακόπτοντες, διακόπτοντες· ἄρταμος πᾶς σφαγεὺς καὶ φονεὺς, κυρίως δʼ ὁ μάγειρος, ὁ κατʼ ἄρθρα τέμνων.

<!-- 2.623 -->Ῥινόν· δέρμα. πάρος· πρὸ τοῦ, πρίν. κυρῆσαι· τυχεῖν, ἐπιτυχεῖν.

<!-- 2.624 -->Δαῖτα· ποιοῦντες. κελαινοτάτην· ὀλεθρίαν, φοβερὰν, θανάσιμον, κακὴν, σκοτεινὴν, φοβερωτάτην, χαλεπὴν, καὶ ἀλγίστην· γράφεται πονήσαντες.

<!-- 2.625 -->Ἀλλʼ ἤτοι θῶες· διαφορὰ τῆς παραβολῆς πρὸς τὸ πρᾶγμα, οὗ χάριν εἴληπται ἡ παραβολή. οὔτινʼ· οὐδαμῶς. ἔτισαν· ἀπέδωκαν, ἀνταπέδωκαν.

<!-- 2.626 -->Ποινήν· τιμωρίαν, δίκην. ἀποφθιμένοις· φθαρεῖσιν.

<!-- 2.627 -->Θαρσαλέαι· ἀναιδεῖς. τάχα· ταχέως. κύντατα· χαλεπώτατα, κακῶς. κύντερα· ἀσθενέστερα, χαλεπώτερα. δηρίσαντο· ἐπολεμήθησαν, ἐμαχέσαντο, ἐφιλονείκησαν, ἐτιμωρήθησαν.

<!-- 2.628 -->Δελφίνων· ὑπό. πανέξοχον· θαυμάσιον, λίαν· μικροῦ δεῖ καὶ ἀπίθανον τοῦτο· φησὶ γὰρ, τοὺς δελφῖνας τὸν ἑαυτῶν προγινώσκοντας θάνατον μηκέτι περὶ πέλαγος, ἢ τὸ τῆς θαλάσσης βάθος διατρίβειν, ἀλλʼ ἐπὶ τὸν αἰγαλὸν ἐξερχομένους ἐκεῖσε τελευτᾷν, ὡς ἄν τις ἰδὼν τελευτήσαντα κατὰ γῆς θάψῃ, καὶ μὴ ὑπὸ τῶν ἰχθύων βρωθῶσιν ἀποπνεύσαντες ἐν πελάγει. ἀκούων· καὶ εἰς νοῦν βάλλων, εἰς γνώμην λαμβάνων.

<!-- 2.629 -->Ἠγασάμην· ἐθαύμασα. ὀλέθριος· φθαρτική. ἵκηται· ἔλθῃ.

<!-- 2.630 -->Νοῦσος· ἀῤῥωστία. ἀταρτηρή· βλαπτικὴ, βλαβερὰ, ἐπώ. ἐδάησαν· ἔγνωσαν, ἔμαθον.

<!-- 2.631 -->Τέρμα· τέλος. βίου· ζωῆς. εὐρέα· ἐπιμήκη, λίμνης.

<!-- 2.632 -->Κούφοισιν· τοῖς μὴ πολὺ βάθος ἔχουσιν. ἔκελσαν· ἐπλησίασαν, ἐξῆλθον· λέγεται κυρίως, ὅταν οἱ ναῦται ἐν γαλήνῃ ἄγουσι τὴν ναῦν ἐν τῷ λιμένι, τὸ δʼ ἐξώκειλεν, ὅταν κλυδωνίζηται ἡ ναῦς.

<!-- 2.633 -->Ἔνθα· ὅπου, ἐκεῖ, ἐν αἰγαλοῖς. ἀποπνείουσι· ἀποθνήσκουσιν, ἀποψύχουσιν, ἀναπνέουσι, θνήσκουσιν. μοῖραν· τύχην. μοῖραν ἕλοντο· θάνατον ἔλαβον.

<!-- 2.634 -->Ὄφρα· ὅπως. μερόπων· ἀπό. ἱερόν· μέγαν. τρόχιν· ἄγγελον, ὑπηρέτην. τρόφιν· δοῦλον, τὸν δοῦλον, τὸ θρέμμα, τὸν θεράποντα παρὰ τὸ τρέφεσθαι ὑπʼ αὐτοῦ, ἢ παρὰ τὸ ἀποφορὰν διδόναι, σημαίνει δὲ καὶ τὸν σπουδαῖον, ἢ δοῦλον, ἢ ἄγγελον παρὰ τὸ τρέχειν, ἢ πιστὸν θεράποντα· γράφεται τρόχιν.

<!-- 2.635 -->Χυτῇ δʼ ἐπὶ θινί· τῷ αἰγιαλῷ τῷ ἀμυδρῷ· ὁ γὰρ ἄμμος σφιγγόμενος κέχυται, ἡ χυτὴ γῆ, τῇ κεχυμένῃ εἰς πλάτος, ἢ τῇ λεπτῇ καὶ κονιορτῷ καὶ ἐπιχεομένῃ τῷ τάφῳ, τῇ ἐπιχρωμένῃ τοῖς νεκροῖς, τῇ ἄμμῳ τῇ ὑγρᾷ.

<!-- 2.636 -->Μνησάμενος· μνησθεὶς, ἀναμνησθείς. φιλότητος· ἀγάπης, φιλίας, μνησθεὶς τῆς κοινῆς τῆς ἀνθρωπότητος φύσεως· μυθεύονται γὰρ ἄνθρωπον εἶναί ποτε τὸν δελφῖνα καὶ τῆς ἀνθρωπίνης φύσεως, καὶ αὐτὸν ἔπειτα εἰς δελφῖνα μεταπεσεῖν. ἐνηέος· πρᾴου, πρᾳείας, πρᾳοῦς.

<!-- 2.637 -->Βρασσομένη· ταρασσομένη, ἀναβράσασα. δέμας· σῶμα.

<!-- 2.638 -->Μηδέ· ἵνα, ἀπὸ κοινοῦ. εἰναλίων· θαλασσίων, ἀπὸ ζώων. ἡγητῆρα· ἀρχηγὸν, τὸν ἄρχοντα τῶν ἰχθύων, ἡγεμόνα.

<!-- 2.639 -->Οἰχομένῳ· ἀποθανόντι. λωβήσαιτο· λώβην ἄξει, λώβην ἐμποιῇ, καὶ βλάβην ποιήσαιτο.

<!-- 2.640 -->Δυσμενέων· ἀπό. ἀρετή· γνώμη, ἀνδρεία καὶ δόξα. ὀλλυμένοισιν· ἀποθανοῦσιν αὐτῶν. ὀπηδεῖ· ἐπακολουθεῖ.

<!-- 2.642 -->Κεστρέα· τὸν κέφαλον.

<!-- 2.643 -->Φέρβειν· ἔχειν, φυλάσσειν. πρηΰτατον· πρᾳότατον.

<!-- 2.644 -->Ἐνηέες· πρᾷοι, δίκαιοι, εἰσὶ πρᾳεῖς.

<!-- 2.645 -->Πημαίνουσιν· βλάπτουσιν.

<!-- 2.646 -->Ὑπό· διά. σαρκὸς ἐδωδῆς· σαρκικῆς τροφῆς.

<!-- 2.647 -->Φόνου· αἵματος. λάπτουσιν· πίνουσιν. ἀπημοσύνῃ· ἀποχῇ, δικαιοσύνῃ.

<!-- 2.648 -->Ἄχραντοι· ἀμίαντοι, καθαροί. ἀκηδέες· ἄλυποι, μηδένα λυποῦντες ἢ ἐπηρεάζοντες. ἁγνά· δίκαια, καθαρά. γένεθλα· γένη.

<!-- 2.649 -->Φέρβονται· τρέφονται. μνίον· βρύον,

<!-- 2.651 -->Τοὔνεκα· διὰ τοῦτο, διό. μετʼ· ἐν, τίμιον· αἴσιμον· τιμῶσιν οἱ ἰχθύες.

<!-- 2.652 -->Τίς· ἰχθὺς, ἐξ οὗ καὶ παροιμία ἐπὶ τῶν ἐναφέτως ζώντων, μηδὲν δὲ πλέον ἐπιφερομένων ἢ ἐξ ἀδικίας, ἢ ἐκ δόλου, ἢ ἄλλου τινος τρόπου μισητοῦ καὶ διὰ τοῦτο κακοπαθούντων τό· κεστρεὺς νηστεύει. κείνων· τῶν κεστρέων, τῶν γομφαρίων. νεαρόν· νέον. οἷα καὶ ἄλλων· καθὰ ἰχθύων τοὺς τόκους.

<!-- 2.653 -->Σίνεται· βλάπτει. ὠμοφάγον· ἀπηνῆ. ὠμοφάγων· ἀπηνῶν. βίην· λύμην. ἀνέχουσιν· κρατοῦσιν, ἐπέχουσιν, ἀφιστῶσι, πόῤῥω πέμπουσι, καὶ ἀναστέλλουσι, κρατοῦσιν.

<!-- 2.654 -->Ὡς αἰεί· γνώμη· ὡς αἰεὶ τῆς δικαιοσύνης ἀπόκειται παρὰ πᾶσι καὶ ἀνθρώποις καὶ κτήνεσι πρεσβεῖα, ἢ τιμὴ καὶ αἰδώς· πάντες γὰρ πρὸς τοὺς δικαίους τιμὴν ἀπονέμουσιν. μετά· ἐν, μετὰ πᾶσιν, ἐν τοῖς ἰχθύσιν. δίκης· δικαιοσύνης. πρεσβήϊα· τιμαὶ, πρωτεῖα. κεῖται· ὑπάρχουσιν.

<!-- 2.655 -->Αἰδοίης· τιμίας, τῆς αἰδοῦς ἀξίας. δίκης αἰδοίης· σωματοποιοῦσι γὰρ ὡς θεὸν τὴν κυρίως δικαιοσύνην, μίαν οὖσαν καὶ πρώτην τῶν γενικῶν ἀρετῶν· αἱ γὰρ καθόλου τέσσαρές εἰσιν ἀρεταὶ ἀνδρεία, φρόνησις, σωφροσύνη, καὶ δικαιοσύνη. γεράσμιον· ἐπιθυμητὸν, ἔντιμον, τίμιον. ἤρατο· ἡ δίκη, ἀπῇρεν, εὗρεν· ἦρ χεὶρ καὶ ἐσθής· ἦρ λύχνου, πώλου, κόρης.

<!-- 2.656 -->Ἀλλήλοισιν· καὶ κατʼ ἀλλήλων.

<!-- 2.657 -->Τῷ· διὸ, διὰ τοῦτο. ἐσόψεαι· θεάσῃ. ὑπνώοντας· καθεύδοντας, κοιμωμένους.

<!-- 2.658 -->Ἔλλοπας· ἰχθύας· ἔλλοπες οἱ ὀπὸς καὶ φωνῆς ἐλλειπόμενοι· ἄφωνοι γὰρ οἱ ἰχθύες, καὶ ἄναυδοι, τοῦ σκάρου μόνου, ὡς ἔφη ὁ ποιητὴς, λαλαγήν τινα μετρίαν ἀποτελοῦντος. νόος· φυσικὴ αἴσθησις, τῆς εὐκρινείας.

<!-- 2.659 -->Ἐγρήσσει. γρηγορεῖ, ἐγρηγορεῖ. τρομέουσι· τρέμουσιν.

<!-- 2.660 -->Φέρτερον· τὸν ἰσχυρότερον. ἀντιόωντα· ἐξ ἐναντίας ἐρχόμενον. χερειοτέρους· ἀσθενεστέρους. ἐλόωσι· γράφεται ὀλέκουσιν. ὀλέκουσι· φθείρουσιν.

<!-- 2.661 -->Κνέφας· νύκτα· κνέφας λέγεται τὸ σκότος, τὸ κενὸν φάους, ὅπερ ἐστὶν ἡ νύξ. ἀσπαλιῆες· ἁλιεῖς.

<!-- 2.662 -->Πεσέειν· ἐλθεῖν. ἁπαλόν· γράφεται ὀλοόν. ὕπνον· φασίν. ὕπνον· ὕπνος παρὰ τὸ ὑπονοστεῖν καὶ ὑποστρέφειν τὰς εʹ αἰσθήσεις· ἐκ τοῦ ὑπνώττοντος ὑπόνοστος καὶ ὕπνος.

<!-- 2.663 -->Ἐννύχιον· νυκτερινὸν, ὡραῖον. ὑπαί· ἐν. κευθμῶσι· καταδύσεσιν. ἰαύειν· ὑπνοῦν, κοιμᾶσθαι· ἰαύω σημαίνει βʹ, τὸ κοιμῶμαι, καὶ τὸ διατελῶ.

<!-- 2.664 -->Οὐ μέντοι· οὐκέτι μοί φησι θαῦμα τὴν δίκην ἄποθεν τῆς θαλάσσης οἰκεῖν· οὐδὲ γὰρ ἐν τοῖς θνητοῖς εἶχε πρώην τὸν θρόνον. δίκην· δικαιοσύνην. ἀπάνευθε· μακρὰν, μακρόθεν. ἀπάτερθε· χωρίς.

<!-- 2.665 -->Ναιετάειν· οἰκεῖν. πάλαι· πρόπαλαι. πρέσβειρα θεάων· ἡ παλαιοτάτη τῶν ἀρετῶν, ἡ τιμία, δίκη, ἔντιμος δικαιοσύνη.

<!-- 2.666 -->Μετά· ἐν. ἔχει· εἶχεν. θρόνον· τιμήν. κυδοιμοί· θόρυβοι.

<!-- 2.667 -->Δυσκέλαδοι· δύσηχοι, κακόηχοι. θοῦρος· ὁρμητικὸς, πολεμιστής· καὶ θοῦρον τὸν πηδητικὸν καὶ ταχὺν, οἱονεὶ θοῶς δρούων· παρὰ τὸ θέρω τὸ θερμαίνω θόρος καὶ θοῦρος ἀπὸ μεταφορᾶς τῆς τοῦ πυρὸς ὁρμῆς, καὶ θορεῖν τὸ πηδᾷν παρὰ τοῦ αὐτοῦ· ἢ ἀπὸ τοῦ θέω τοῦ ῥήματος, ὅθεν καὶ τὸ θεῖον καὶ τὴν ἀρχὴν εἴληφεν, ὥστε τὴν γεννητικὴν τοῦ πυρὸς οὐσίαν ἀπὸ τοῦ θέω ῥήματος ὀνομάσαι τοὺς ἀρχαίους· ταύτῃ τοὺς μὲν ταχεῖς θερμοὺς λέγουσι, τοὺς δὲ ψυχροὺς βραδεῖς, ἀπὸ δὲ τοῦ θοῦρος γίνεται θορῶ τὸ ὁρμῶ καὶ πηδῶ. ἄρης· πόλεμος φθισήνορος· φθείρουσα τοὺς ἄνδρας. ἄτης· βλάβης.

<!-- 2.668 -->Μαῖα· μήτηρ, ἡ τροφὸς, ἡ πρόξενος, μάμμη. ἐρικλαύστων· ἄγαν ποιούντων κλαίειν, τῶν ἄγαν κλαίειν ποιούντων, πολυθρηνήτων. ἀλγεσίδωρος· ἡ δωρουμένη τὰ ἄλγη, λύπας δωρουμένη.

<!-- 2.669 -->Ἔφλεγον· ἔφθειρον, παρεκίνουν, ἔκαιον. ἡμερίων· ἀνθρώπων. δειλόν· ἄθλιον. οὐδέ τι θηρῶν· λέγει τοῦτο διὰ τοὺς κακοὺς ἀνθρώπους.

<!-- 2.670 -->Κεκριμέναι κεχωρισμέναι, διακεχωρισμέναι πόλιες μερόπων· ἀντὶ τοῦ οἱ ἄνθρωποι. ἔσαν· ὑπῆρχον.

<!-- 2.671 -->Αἰνότεροι· βαρύτεροι, χαλεπώτεροι. εὐτειχέας· καὶ καλὰ τείχη ἔχοντας. μέλαθρα· οἰκήματα.

<!-- 2.672 -->Εὐωδέας· καλῶς μυρίζοντας. αἵματι· φόνῳ.

<!-- 2.673 -->Αἰθαλόεντι· μελανῷ. κατήνυον· ἐπλήρουν, ἐτελείουν. ἡφαίστοιο· πυρός.

<!-- 2.674 -->Ῥαιομένην· φθειρομένην, τῶν ἀνθρώπων. Κρονίων· ὁ Ζεὺς, ὁ υἱὸς τοῦ Κρόνου.

<!-- 2.675 -->Ὑμῖν· πρὸς τὸν βασιλέα ὁ λόγος. Αἰνεάδῃσιν· Αἰνεάδαι ἐλέγοντο οἱ βασιλεῖς τῶν Ῥωμαίων, ὡς ἀπὸ τοῦ Αἰνείου, Ῥωμαΐτοις, ὑπʼ Αἰνείου καταγομένοις· παραλαβόντες στρατὸν Ῥῶμος καὶ Ῥωμῦλος ἦσαν γὰρ ὁμαίμονες ἀπῆλθον εἰς τόπον τινὰ, εὑρόντες δʼ ἐκεῖσε καὶ Αἰνείαν σὺν τοῖς τοκεῦσιν αὐτοῦ ἔκτισαν πόλιν, ἥτις καλεῖται Ῥώμη ἀπʼ ἀμφοτέρων, ἔκτοτε δʼ ἀπὸ τῆς γενεᾶς Αἰνείου βασιλεύουσιν, ἀφʼ οὗ λέγονται Αἰνεάδεσσιν· καὶ γὰρ οὗτοι οἱ βασιλεῖς ἀπʼ ἐκείνου κατάγονται. ἐπέτραπε· ὑπέταξεν. γαῖαν· ἅπασαν. ἀνάψας· δοὺς, δεδωκὼς, ἀποκρεμάσας.

<!-- 2.676 -->Αὐσονίων· Ῥωμαίων.

<!-- 2.677 -->Θῦνεν· ὥρμα. Κέλτους· ἔθνη. αὐχήεντας· ἀλαζονικοὺς, μεγαλοδόξους, ἀλαζόνας.

<!-- 2.678 -->Θωρήσσων· καθοπλίζων. Λιβύης· καὶ τοὺς ἐν Λιβύῃ. Λιβύης τε πολὺν πόνον· ἤως τοὺς ἐν Λιβύῃ ἀνθρώπους. ἔργα τε· καὶ τοὺς ἐν. ἔργα· πλήθη. Ῥήνου· ποταμοῦ.

<!-- 2.679 -->Ἴστρον· καὶ τοὺς ἐν, τοὺς οἰκοῦντας πόλιν. Εὐφράτην· γράφεται Εὐφρήτην· ποταμοὶ καὶ οἱ δύο. τί μοι· εἰς τί, πρέπει· ἀποτρεπτικόν. δούρατος· πολέμου.

<!-- 2.680 -->Μεμνῆσθαι· τίς μοι χρεία. νῦν γάρ· ὡραῖον, πρὸς τὴν δίκην ὁ λόγος. δίκη· ὦ δικαιοσύνη· ἀποστροφὴ τὸ σχῆμα πρὸς τὴν δικαιοσύνην. θρέπτειρα· τροφὴ, ἀνατρέφουσα· καὶ γὰρ δικαιοσύνη εἰς τὰς πόλεις ἀνατρέφει τοὺς ἀνθρώπους. Τί ἐστι μετάληψις; λέξις ἐκ συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα.

<!-- 2.681 -->Συνέστιον· σύνοικον, ὁμοδίαιτον.

<!-- 2.682 -->Ἐξ οὗ· ἀφʼ οὗ, γράφεται ἔκ σου, ἤως σου, τῆς δικαιοσύνης. μοι· τινι. κραίνουσι· βασιλεύουσιν. μέγαν· εἰς. ἐμβεβαῶτες· περιέποντες, βεβηκότες.

<!-- 2.683 -->Ἄμφω· δύο. θεσπέσιος· θεῖος. πατὴρ καὶ υἱός· Ἀντωνῖνος καὶ Κώμοδος. φαίδιμος· λαμπρός. υἱός· γράφεται ὅρπηξ. ὅρπηξ· υἱός.

<!-- 2.684 -->Ἐκ τῶν· ἀφʼ ὧν, τούτων τῶν βασιλέων. ὅρμος· στέφανος, λιμὴν, κόσμος, τάξις. ἀνακτορίης· βασιλείας. πεπέτασται· ἐξήπλωται, ἐπῆλθεν· ἐκ τῆς τούτων βασιλείας γλυκύς μοι ὅρμος πεπέτασται, τουτέστιν ἥπλωται.

<!-- 2.685 -->Ῥύοισθε· φυλάττοιτε, φυλάσσοισθε. ἔμπεδον· στερεῶς. ἰθύνοιτε· διεξάγοιτε.

<!-- 2.686 -->Ἐν δεκάδεσσι· διὰ τὸ εἶναι τὸν δέκα τὸν ἄριθμον τέλειον.

<!-- 2.687 -->Εὖτε· ὦ. ἀμοιβή· ἀντικαταλλαγή. εἴ τις ἀμοιβή· ὑπάρχει.

<!-- 2.688 -->Εὐσεβίης· σημείωσαι γάρ· εὐσεβίης διὰ τοῦ ἰῶτα γράφεται, ὥσπερ καὶ τῷ Προμηθεῖ πολλαχοῦ εὑρίσκεται καὶ ἀληθεῖ, ὥς φησι Χοιροβοσκός. σκήπτρῳ· τῇ βασιλείᾳ, σοῦ, βασιλέων τῶν πρὸς ἡμᾶς. σκήπτρων· ἀντίπτωσις, ἀντὶ τοῦ σκήπτροις, τὸ σκῆπτρον ἀντίπτωσίς ἐστιν· ἢ σκήπτροις, ἢ σκήπτρῳ· ἢ τῇ βασιλείᾳ αὐτῶν ἀποφέροιτε καὶ κομίζοιτε τέλειον καὶ πεπληρωμένον πλοῦτον καὶ ὁλόκληρον, σκήπτρῳ δὲ καὶ τὴν βασιλείαν ἀποφέροιτε καὶ ἀποκομίσοιτε πλοῦτον, ἤτοι φόρον φέροντα. τελεσφόρον· πεπληρωμένον, τέλειον. ὄλβον· πᾶσαν εὐδαιμονίαν, ἢ πάσας πόλεις ὑποτελεῖς.

## Book 3 <!-- part -->

ΕΙΣ ΤΟ Γʹ.

Κεφάλαια τοῦ τρίτου βιβλίου.

Περὶ κεστρέως. Περὶ μορμύλου. Περὶ ξιφίου. Περὶ συνόδων. Περὶ ἄδμωνος. Περὶ κανθάρων. Περὶ τευθίδων. Περὶ σκάρου. Περὶ ὀρκύνων. Περὶ σηπίας. Περὶ θύννων. Περὶ λάβρακος. Περὶ τρίγλης. Περὶ ῥαφίδων. Περὶ νάρκης. Περὶ σαλπῶν. Περὶ σφυραίνης. Περὶ καλλίχθυος. Περὶ σκόμβρου. Περὶ ἀμιῶν. Περὶ θρισσῶν. Περὶ μελανούρων. Περὶ ἀνθιέων.

<!-- 3.1 -->Νῦν δʼ ἄγε· παρακελευσματικὸν, πρὸς τὸν βασιλέα ἡ πρότασις· φησὶ γάρ· νόει καὶ γίνωσκε τὰς ποικίλας τῶν ἁλιέων τέχνας· τέσσαρες γὰρ τρόποι εἰσὶν αὐτῶν. νῦν δʼ ἄγε· πρὸς τὸν βασιλέα φησίν· σκόπει καὶ γίνωσκε καὶ μάνθανε τὰς ποικίλας τῶν ἁλιέων τέχνας· τέχνης τῆς ἁλιευτικῆς τέσσαρες αἱ θῆραι· οἱ μὲν γὰρ αὐτῶν ἀγρεύονται κύρτοις, οἱ δʼ ἀγκίστροις, οἱ δὲ δικτύοις, οἱ δὲ γαγκάμαις. μοι· διʼ ἐμοῦ. σκηπτοῦχε· βασιλεῦ. παναίολα· ποικίλα, πυκνὰ, πανοῦργα. δήνεα· βουλεύματα, βουλάς.

<!-- 3.2 -->Ἰχθυβόλου· τῆς ἁλιευτικῆς. φράζεο· σκόπει, καὶ νόησον. φράζοιο· μάνθανε, σκόπει, σκέπτου. ἀγρευτῆρας· ἀγρευτικοὺς, κυνηγετικούς. ἀέθλους· ἀγῶνας, σπουδὰς, πόνους.

<!-- 3.3 -->Θεσμῶν· νόμων, μηχανῶν, τύπων. θεσμόν· νόμον. εἰναλίων· θαλασσίων, τῶν ἰχθύων. ξυμβάλλεο· νόει, πρόσεχε, ἄκουε, σύνες, κατανόει, μάνθανε, ὅρα· ὁ Κρατῆς· ὅταν συντάσσῃς συμβάλλεο καὶ σύνες, πρέπον συντάσσειν τινῶν τῶν θεσμῶν τῶν νομίμων καὶ ὡρισμένων τύπων καὶ μηχανῶν, λέγω τῶν εἰναλίων, ἢ τῶν ἰχθύων, ἢ τῶν ἁλιέων· τὸ συμβάλλω γὰρ, ἤτοι τὸ σύνειμι γενικῇ, ὡς τὸ σύνες τῆς κραυγῆς μου· ὅταν δὲ ξυμβάλλεο καὶ νόει, ὅρα ἵνα συντάξῃς τινὰ τὸν θεσμὸν καὶ τὸν νόμον καὶ τὸ ἔθος· ξυμβαλεῖν τὸ νοῆσαι· ξυμβολαὶ ἐπὶ ποταμῶν καὶ ἐφʼ ἑτέρων ὑδάτων μίξει· συμβολὴ καὶ ἐπὶ συνάξει πολέμου. τέρπεο· χαῖρε. οἴμῃ· ἐποποιΐᾳ, ἐν τῇ ποιήσει.

<!-- 3.4 -->Σοῖς μὲν ὑπὸ σκήπτροισιν· σῶν ἐν σκήπτρων.

<!-- 3.5 -->Εἱλεῖται· φέρεται, κρατεῖται, κινεῖται, ὑποτάσσεται, περιέχεται, διοικεῖται. φῦλα· τῶν ἰχθύων, τὰ κατοικοῦντα. ἐναύλων· στενῶν τόπων, τῶν κατασκηνωμάτων· λείπει τόπων, διατριβῶν. ἐναύλων· καὶ θαλασσίων οἰκήσεων, τῶν αὐλισμάτων. ἄλλως· τῶν γενῶν τῶν ἐναύλων καὶ τῶν ἀπὸ τῶν χειμάῤῥων ἀποτελουμένων, τὰ γένη τὰ ἐπὶ στενωπῶν καὶ ἐπιμηκῶν τοῦ Ποσειδῶνος οἰκοῦντα.

<!-- 3.6 -->Τοι· ἤως διά σου, ἢ ἔν σοι, καί σου. μετʼ ἀνδράσι· ἐν, ὑπὸ τῶν ἀνδρῶν. πορσύνονται· κατασκευάζονται, εὐτρεπίζονται, τελειοῦνται, οἰκονομοῦνται.

<!-- 3.7 -->Σοι· τινι· ἀνέηκαν· ἔπεμψαν, ἀνέδωκαν, ἀνεβλάστησαν, ἀνέπεμψαν, ἐγέννησαν.

<!-- 3.8 -->Δαίμονες· αἱ Μοῦσαι, αἱ θεαί. ἐν Κιλίκεσσιν· ἀπὸ τῶν Κιλίκων· ἐκεῖ γὰρ ἔμαθεν. Ἑρμαίοις· τοῦ Ἑρμοῦ. ἀδύτοισι· ναοῖς, ἀπὸ τῶν ἀδύτων, τοῦ Ἑρμοῦ ναοῦ· σημείωσαι ὅτι Ἑρμοῦ ἄδυτον ἢ αἱ διατριβαὶ τῶν λογίων ἀνδρῶν, ἢ τὸ τῆς σοφίας βαθύ. ἄλλως· ἀπὸ τῶν Ἑρμαίων σπηλαίων· κἀκεῖ γὰρ ὕμνησαν τὸν Ἑρμῆν, ὡς Ἑρμοῦ μάλιστα ἐν Κιλικίᾳ τιμωμένου· Κίλιξ γὰρ ὁ ποιητὴς ἀπὸ τῆς Ἀναζάρβου, ὅπου ἦν Ἑρμοῦ ἱερόν· διὰ τοῦτο τὸν Ἑρμῆν ἀνακηρύττει. ἄλλη σύνταξις· ὦ Ἑρμῆ, ὑπέρτατε τῶν τέκνων τοῦ Διὸς, τὴν ὁδὸν τῆς φωνῆς ἐμοὶ καὶ ἐμοῦ φαῖνε καὶ ἐν τοῖς ἀνθρώποις τί νόημα ἐπίκερδον εὐθυποιῶν καὶ σήμαινε καὶ προεξάρχου.

<!-- 3.9 -->Πατρώϊε· προγονικὲ, πατρικὲ, γονικὲ θεέ. φέρτατε· ὑψηλότατε, καὶ κρεῖττον.

<!-- 3.10 -->Αἰγιόχου· τοῦ Διός· Αἰγιόχος υἱὸς τοῦ Κρόνου· διὰ τοῦτο ἐκλήθη οὕτως, ὅτι ὁ Κρόνος ἐποίει τέκνα καὶ ἔτρωγεν αὐτά· γεννηθεὶς οὖν ὁ Ζεὺς ἀπʼ αὐτοῦ, ἀπῇρεν αὐτὸν ἡ μήτηρ αὐτοῦ καὶ ἀπῆγεν αὐτὸν εἰς τὴν Κρήτην, καὶ ἔδωκεν αὐτὸν ἐκεῖ τρέφεσθαι, καὶ ἐτρέφετο ἐκεῖ ὑπὸ γυναικὸς καλουμένης Αἰγοῖ, καὶ ἐνεδύετο καὶ αἰγὸς δέρμα. ἄλλως· αἰγιόχος ἐκλήθη ὁ Ζεὺς διὰ τὸ ἐν τῇ Κρήτῃ ἀποτεχθεὶς γάλακτι αἰγὸς ἐτρέφετο ἀπὸ τοῦ αἲξ αἰγὸς καὶ τοῦ ὀχὴ ἡ τροφή· τὸ δʼ εἰπεῖν νύσσαν ἀοιδῆς κέρδιστον ἀνθρώποις νόημα ἀττικὴ ἡ σύνταξις. κέρδιστον· ἐπικερδὲς, πανοῦργον, ποικίλον. νοήμα· νοῦς, γνῶσις, βουλὴ, ἤως τὴν τέχνην, τὴν βουλὴν, τὴν γνῶσιν.

<!-- 3.11 -->Φαῖνε· δείκνυε. σήμαινε· δείκνυε, λέγε, δήλου, ἃ προθέμην εἰπεῖν δίδασκε. νύσσαν· τὴν ὁρμὴν, ἀρχὴν, τὴν πορείαν, εἰς τήν. ἀοιδῆς· ποιήσεως, τραγῳδίας, φωνῆς.

<!-- 3.12 -->Ἰθύνων· ὀρθοποιῶν. δέ· γάρ. περισσονόων· καὶ τῶν φρονίμων, πολυνόων, τῶν περισσῶς βουλευόντων.

<!-- 3.13 -->Αὐτός· σύ. ἄναξ· ὦ Ἑρμῆ. ἐμήσαο· ἐμήσω, ἐβουλεύσω, ἐμηχανήσω. τέλος· εὕρημα, τὴν τάξιν καὶ πλήρωμα, καὶ κατάστασιν καὶ σκευήν.

<!-- 3.14 -->Παντοίης· παντοῖα. ἀνέφηνας· ἀνέδειξας. ἐπʼ ἰχθύσι· κατὰ τῶν ἰχθύων. κῆρας· ἄγρας, μοίρας θανατηράς. ὑφαίνων· κατασκευάζων, πλέκων.

<!-- 3.15 -->Πανί· τῷ· Πᾶν λέγεται διὰ τὸ γενέσθαι αὐτὸν ἐκ Πηνελόπης καὶ τῶν μνηστήρων πάντων· οἱ γὰρ νεώτεροι πόρνην λέγουσι τὴν Πηνελόπην, ἄλλοι δʼ ἐκ Πηνελόπης καὶ Ἑρμοῦ λέγουσιν εἶναι τὸν Πᾶνα. λέγεται Πᾶν ἀλληγορικῶς παρὰ τὸ ἐοικέναι τῷ κόσμῳ, κατὰ μὲν τὰ κέρατα ἡλίῳ καὶ σελήνῃ, κατὰ δὲ τὰ σκέλη τῇ γῇ διὰ τὸ δασὺ τῶν τριχῶν, κατὰ δὲ τὰ μέσα τοῖς μετεώροις διὰ τὰς καταιγίδας, Κωρυκίῳ δὲ τῷ ἐν Κωρύκῳ, Κωρύκιον δὲ τόπος ἐν Ἰσαυρίᾳ ἀντρώδης, ἢ σπηλαιώδης, καὶ φρούριον ἐν αὐτῷ παρὰ θαλάσσης. Κωρυκίῳ· τῷ ἐν Σικελίᾳ τιμωμένῳ· οἰκεῖ γὰρ ἐπὶ τὸν Κωρύκιον σπήλαιον. Κωρυκίῳ· σπηλαίῳ. παρακάτθεο· ἐδίδαξας, καὶ παρέδωκας, παρακατέθου, ὦ Ἑρμῆ, τῷ υἱΐ σου Πανὶ τὴν τέχνην τὴν ἁλιευτικήν.

<!-- 3.16 -->Παιδὶ τεῷ· τῷ σῷ παιδί· Ἑρμοῦ γὰρ καὶ Πηνελόπης ὁ Πᾶν. ῥυτῆρα· ἐλευθερωτὴν, ῥύστην· τῇ Τιτανομαχίᾳ λέγει, ὅτʼ ἐκεραύνωσε τὸν Τυφῶνα ἀπατηθέντα ὑπʼ αὐτοῦ τοῦ Πανός· Τυφῶν οὗτος εἷς ἐστι τῶν Τιτάνων, καὶ αὐτὸς μάχιμος τῷ Διῒ καὶ τοῖς θεοῖς· ὁ Ζεὺς οὐχ εὕρισκεν αὐτὸν ἔξω τοῦ βυθοῦ, ἵνα κεραυνώσῃ αὐτόν· τοῦτον ἔπεισεν ὁ Πᾶν, ὡς ἐπὶ δεῖπνον καλέσας, ἐκ τοῦ βάθους τῆς γῆς ἀνελθεῖν· ἐκεῖσε γὰρ ᾤκει· καὶ ἐλθεῖν εἰς τὴν ἀκτὴν τοῦ ἁλὸς, ὅπου ἔπιπτον οἱ κεραυνοὶ καὶ αἱ ἀστραπαὶ τοῦ Διὸς, ὑφʼ ὧν φλεχθεὶς ὤλετο.

<!-- 3.17 -->Ῥυτῆρα· ῥύστην, βοηθὸν, φύλακα. Τυφαόνιον· τοῦ Τυφῶνος. ὀλετῆρα· φθορέα. Τυφαόνιον δʼ ὀλετῆρα· φύλακα τοῦ Τυφῶνος τοῦ κατοικοῦντος ἐν τῷ βάθει τῆς θαλάσσης· σχῆμα περίαυσις διὰ τὸ ῥᾶ ῥᾶ ῥυτῆρα καὶ ὀλετῆρα.

<!-- 3.18 -->Κεῖνος· ὁ Πᾶν, ὡς ὢν ἔφορος τῆς ἁλίας. ἐπʼ· ἐν. δείπνοισιν ὑπʼ ἰχθυβόλοισι· ἐν τοῖς ἰχθυηροῖς δείπνοις. ἰχθυβόλοισι· ἀγρευομένοις. δολώσας· ἀπατήσας, ποιήσας, δηλοποιήσας.

<!-- 3.19 -->Σμερδαλέον· καταπληκτικὸν, ποικίλον, καίριον, φοβερόν. παρήπαφεν· ἠπάτησεν. βερέθρου· βαράθρου, βάθους, βάθους τῆς γῆς.

<!-- 3.20 -->Δύμεναι· ἀνελθεῖν, ἐξελθεῖν. εὐρωποῖο· τοῦ σκοτεινοῦ «κατʼ εὐρώεντα κέλευθα,» καὶ τοῦ πλατέος παρὰ τὸ εὐρύ. ἐλθέμεν· ἐξελθεῖν. ἀκτήν· αἰγιαλόν.

<!-- 3.21 -->Ὀξεῖαι· ταχεῖαι. στεροπαί· ἀστραπαί. ῥιπαί· ὁρμαὶ, φοραί.

<!-- 3.22 -->Ζαφλεγέες· ἄγαν φλογεραὶ, ἔξοχα φλέγουσαι. πρήνιξαν· ἔκαυσαν, ἔσχισαν, ἢ πρηνῆ κατεκρήμνισαν, ἢ κατέβαλον. ὄμβροις· ῥεύμασιν. πυρὸς ὄμβρῳ· συνοχῇ τῶν κεραυνῶν· κεραύνου ὄμβρος, ὅτι ὁ κεραυνὸς ὡς ὄμβρος καὶ ὕδωρ τῇ ταχύτητι κέχυται.

<!-- 3.23 -->Κρᾶθʼ ἑκατόν· τὰς ρʹ κεφαλὰς, τὰς κράτας, περιστυφελίζετο· συνετρίβετο, προσεκρούετο, ἐταράσσετο.

<!-- 3.24 -->Ξαινόμενος· συρόμενος, τυπτόμενος, μαστιζόμενος, ξυνθλιβόμενος, συντριβόμενος. ἠϊόνεσσιν· αἰγιαλοῖς. ἔθειραι· αἱ τρίχες αἱ οὖλαι ἀπὸ τοῦ ἔθος ἔχειν εἴρεσθαι· γράφεται ἔτι ὄχθαι· αἱ τοῦ Τυφῶνος οὖν τῆς κεφαλῆς τρίχες ἔτι καὶ νῦν φησι κατὰ τοὺς αἰγιαλοὺς βεβαμμέναι κεῖνται τῷ αἵματι τοῦ Τυφῶνος, καὶ τοῦτό γε, παρακολουθήσαντος θορύβου, ὅθʼ ὑπὸ τῶν κεραυνῶν κατεφλέγετο τοῦ Διὸς, τὰς ἑκατὸν κεφαλὰς ξαινόμενος καὶ προταρασσόμενος ἀπαντῶν ἐν πέτραις. ἄλλη σύνταξις· αἱ ξανθαὶ τρίχες τοῦ Τυφῶνος ἀκμὴν ἐν τοῖς αἰγιαλοῖς βάπτουσι λῦθρον, ἐκεῖ λέγω ὅπου ἐφθάρη. διπλῆ σύνταξις· ξανθαὶ ἀκμὴν αἱ ὄχθαι τῆς θαλάσσης βάπτουσι καὶ φυλάσσουσι τοῦ αἵματος τὴν κοκκινότητα, τῶν θορύβων καὶ πολυλαλιῶν. ἄλλως· ξανθίζουσι τρίχες παρὰ τοῖς αἰγιαλοῖς, ἤτοι αἱ ἐπαναστάσεις, βαπτόντων τῷ αἵματι τῶν Τυφάωνος θορύβων, πολυλαλιῶν.

<!-- 3.25 -->Λύθρῳ· αἵματι, τὸ ἐρυθρὸν χρῶμα. λύθρῳ ἐρυθριόωσι· τῷ ἐρυθρῷ τοῦ αἵματος βάπτονται. ἐρευθιόωσι· φυλάττουσιν, ἢ ἐβάπτοντο, κοκκινίζουσιν. ἐρευθιόωσαι· κοκκινίζουσαι. Τυφαονίων· φόνων, πολέμων. ἀλαλητῶν· θορύβων, ὀδυρμῶν, πολυταράχων ἀπὸ τοῦ α τὸ πολὺ καὶ τοῦ λαλῶ.

<!-- 3.26 -->Κλυτόβουλε· περιώνυμε, περίφημε, ποικιλόβουλε. ἱλάσκονται· ἐξευμενίζονται, ἐξευμενίζουσιν.

<!-- 3.27 -->Ἰχθυβόλοι· ἁλιεῖς. τῷ· διό. σὺν ἀγραίοισιν· ἀγρευτικοῖς, σὺν τοῖς ἐφόροις τῆς ἄγρας, τοῖς συνέργοις. ἀΰσας· ὑμνήσας, προϋμνήσας, καὶ γίνεται ἐκ τοῦ αὔω τὸ φωνῶ· φωνῶ ἐφʼ ὕμνῳ, ἐννέπω ἐπὶ θρήνων· διὰ τοῦτο καί σε σὺν τοῖς τῆς ἁλιευτικῆς ἀγρευτικῆς ἄγρας ἐφόροις θεοῖς βοήσας ἐπὶ τὴν φήμην τῆς ἄγρας τῆς καλῆς ἔρχομαι.

<!-- 3.28 -->Δαίμοσιν· θεοῖς, Ποσειδῶνι καὶ Ἑκάτῃ· δαίμονες οὐσίαι ἄϋλοι βλαπτικοὶ, θεοὶ οὐσίαι ἄϋλοι ἀγαθοποιοὶ, ἥρωες δὲ πάντες οἱ ἀρετὴν μετερχόμενοι. κατὰ κλέος· ἐς, εἰς, εἰς τὴν ᾠδὴν, εἰς τὴν φήμην. οἴμης· ᾠδῆς, τῆς ποιήσεως.

<!-- 3.29 -->Πρῶτα μέν· διήγησιν νῦν ἄρχεται λέγειν, ὁποῖον δεῖ εἶναι τὸν ἁλιέα, οὐ μόνον ἐν τῷ σώματι ἀνδρεῖον, ἀλλὰ καὶ ἐν τῇ ψυχῇ· φησὶ γάρ· τὸν ἁλιέα μήτε παχὺν ὀφείλει εἶναι, μήτε λεπτὸν, ἀλλὰ μέσον λεπτότητος καὶ παχύτητος διὰ τὴν πολλὴν ἐνέργειαν καὶ ἐργασίαν τὴν περὶ τὴν θάλασσαν καὶ διὰ τοὺς ἰχθύας. ἀσπαλιῆϊ· ἁλιεῖ. δέμας· σῶμα. γυῖα· μέλη· γράφεται γονῆα. παρείη· παρέστω, ὑπαρχέτω, ὑπαρχέτωσαν.

<!-- 3.30 -->Ἀμφότερον· κατὰ δύο, καὶ τὰ δύο πως· ὁμηρικὸν τὸ σχῆμα· ὅμοιον τά

  
ἀμφότερον βασιλεὺς ἀγαθὸς κρατερός τʼ αἰχμήτης.  
κραιπνά· ταχέα, ταχύτατα. ἄλκιμα· ἰσχυρὰ, καὶ στερεὰ τὴν ἰσχύν. τι· κατά τι.

<!-- 3.31 -->Πίονα· παχέα, λιπαρά. σαρκί· γράφεται ἀλκῇ. λελειμμένα· πτωχὰ, ἐστερημένα, ἐλλείποντα. ἀνάγκη βία.

<!-- 3.32 -->Κρατεροῖσι· ἰσχυροῖς. ἀνελκομένοισι· ἄνω φερομένοις.

<!-- 3.33 -->Ὑπέροπλον· ἰσχυρὸν, μέγα, ὑπερδύναμον. ἔνι· ὑπάρχει.

<!-- 3.34 -->Μητρός· τῆς θαλάσσης. ἀγκοίνῃσιν· ἀγκάλαις, κόλποις, κοιλώμασιν. ἑλισσόμενοι· ἀναστρεφόμενοι. δονέωνται· ταράσσονται, κινοῦνται, συστρέφονται, περιφέρονται, κλονοῦνται.

<!-- 3.35 -->Χρειώ· χρεία. χρειὼ δʼ ἐκ πέτρης· πέτρης, ἢ εἰς πέτρην, ἢ καὶ εἰς ἅλα πηδᾷν, κἀκεῖθεν ῥᾳδίως εἰς πέτραν ἀνιέναι, ἀπὸ τοῦ βυθοῦ ἀνατρέχοντα ἄνω. χρεία δʼ ἐκ τῆς πέτρας εὐκόλως πηδᾷν εἰς τὴν ἅλα τὸν ἁλιέα, καὶ ἀπὸ ἐξ ἁλὸς πηδῆσαι εἰς τὴν θάλασσαν. χρεία δʼ ἐκ τῆς πέτρας εἰκότως πηδᾷν εἰς τὴν ἅλα τὸν ἁλιέα καὶ ἀπὸ τοῦ βυθοῦ ἀνατρέχειν πάλιν εἰς πέτραν ἄνωθεν. θορεῖν· πηδῆσαι. ἀνοροῦσαι· ἀνελθεῖν, ἀνορμῆσαι. πέτραν· εἰς.

<!-- 3.36 -->Πόνου· ἐνεργείας, ὑπηρεσίας. βυθίοιο· εἰς τὸν βυθὸν, θαλαττίου, ἐπιθαλασσίου. ταθέντος· ἐλθόντος, μηκυνθέντος, ἁπλωθέντος, ἐπικειμένου.

<!-- 3.37 -->Ῥίμφα· ταχέως, εὐκόλως, ῥᾳδίως. διϊχνεῦσαι· διελθεῖν, ἐκπλεῦσαι, κολυμβῆσαι, διαδραμεῖν, διερευνῆσαι. δολιχόν· μακρόν. πόρον· πορείαν. βάθιστα· βάθη.

<!-- 3.38 -->Μετʼ οἴδμασιν· ἐν οἴδμασιν.

<!-- 3.39 -->Δηθύνειν· ἐπιμένειν, βραδύνειν. πονεύμενον· πονοῦντα, μοχθοῦντα, ἐνεργοῦντα. οἷς· ἔργοις, ἐν ἐκείνοις. ἐπί· ἐν.

<!-- 3.40 -->Ἀεθλεύουσι· ἀγωνίζονται, κοπιῶσι, μοχθῶσι, ὑπομένουσιν. ταλάφρονα· κρατερὸν, καρτερόφρονα, καρτερόψυχον ἀπὸ τοῦ τλῆναι τὸ ὑπομεῖναι, καὶ τοῦ φρονεῖν, ἢ ἀπὸ τοῦ τλῶ τὸ καρτερῶ καὶ τοῦ φέρω τὸ ὑπομένω. πόνον· μόχθον.

<!-- 3.41 -->Ψυχήν· κατά. πολυδαίδαλος· ποικίλος, πανοῦργος, φρόνιμος, πολύδουλος, πολυσύνετος, πολυνόητος· ἢ πολυπαίπαλος κατατετριμμένος· παιπάλη γὰρ ἡ πασπάλη τοῦ ἀλεύρου. ἄλλως· πολυδαίδαλος ἀπὸ μεταφορᾶς τινος Δαιδάλου ἀνθρώπου οὕτως καλουμένου· λέγουσι γὰρ τοῦτον μὴ λαμβάνειν τι τῶν τεχνῶν καὶ ἐπιστημῶν. πολυδαίδαλος· ἀπὸ τοῦ δαιδάλλειν ὅστις πᾶσαν ἀσκῶν τέχνην ποικίλος κατὰ τὴν γνῶσιν ἦν καὶ ἐπιστημονικώτατος. πολυπαίπαλος· παιπάλη τὸ τῶν ἀλεύρων λεπτόν. νοήμων· φρόνιμος, ἐπινοητής.

<!-- 3.42 -->Εἴη· ἔστω. αἰόλα· ποικίλα, δόλια. μηχανόωνται· μετέρχονται.

<!-- 3.43 -->Ἀνωίστοισι· ἀπροσδοκήτοις, ἀπροόπτοις, ἀνελπίστοις, ἀπρονοήτοις κατὰ στέρησιν τοῦ οἴεσθαι, ἤτοι ἐλπίζειν καὶ ὑπολαμβάνειν κατʼ ἔκτασιν τοῦ ο εἰς ω· ἐκ τούτου ἐπίῤῥημα ἀνωϊστί τὸ ἀνελπίστως καὶ ὡς οὐκ ἄν τις οἴηται.

<!-- 3.44 -->Τολμήεις· τολμηρός· γράφεται ἄλκιμος. ἄλκιμος· ἰσχυρός. ἄτρομος· ἄφοβος. ἠδὲ σαόφρων· καὶ φρόνιμος, νοήμων.

<!-- 3.45 -->Ὕπνων· ὕπνου. φιλέει· φιλείτω. κόρον· πλησμονήν. ὀξύ· γρήγορον. λεύσσοι· βλεπέτω.

<!-- 3.46 -->Ἐγρήσσων· γρηγορῶν, ἐγρηγορῶν. πεπταμένοισιν· ἠνεῳγμένοις, διεγηγερμένοις, ἐγρηγορῶσιν.

<!-- 3.47 -->Εὖ· εὐκόλως. φέροι· φερέτω. διός· ἀέρος. δίψιον· καυσώδη, τὴν θερινὴν, ὡς δίψης ποιητικήν.

<!-- 3.48 -->Σειρίου· ἡλίου, ἢ τοῦ κυνάστρου· σείριος οὐ μόνον ὁ ἥλιος κατὰ τὴν κοινὴν χρῆσιν, ἀλλὰ καὶ τὸ ἄστρον τῆς κυνὸς, οὗ ἐπιτέλλοντος καυσοῦται ὁ ἀὴρ, ἐτυμολογεῖται δὲ παρὰ τὸ σειράειν ἤτοι λάμπειν, ὥς φασιν οἱ πολλοί. ἄλλως· σείριόν τινες μὲν τὸν ἥλιόν φασι τινὲς δὲ τὸν περὶ τὴν γένυν τοῦ κυνὸς ἀστέρα. Ἀστὴρ μὲν καὶ ἄστρον διαφέρει· ἀστὴρ μὲν λέγεται ὁ μονοειδὴς, οἷον ὁ Ζεὺς, ὁ κύων, ἡ Ἀφροδίτη, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον, ὡς ὁ κύων ἄστρον, ταῦρος ἄστρον, καὶ ἕτερα, ἃ καὶ ζώδια παρὰ τοῖς ἀστρονόμοις λέγεται. ἱμείροι· ἐπιθυμείτω. πόνων· κόπων, τῶν ἔργων. ἐράοι· ἐράτω, ἤως ἔστω φιλόπονος.

<!-- 3.49 -->Ὧδε· οὕτως ποιῶν. εὐάγρης· καὶ καλὸς ἀγρευτὴς, ἀγρευτὴς, ἢ εὐτυχὴς κατὰ τὴν ἄγραν· Ἑρμείᾳ· τῷ εὑρέτῃ τῆς ἁλείας, διὰ τὸ ἁλιευτικὸν εἶναι τὸν θεόν.

<!-- 3.50 -->Ἑσπερίη· ἑσπερινὴ, ἡ καθʼ ἑσπέραν, καὶ ἡ ἀφʼ ἑσπέρας, ἢ καὶ πρὸς τὴν ἑσπέραν. ὀπωρινῇσιν ἐν ὥραις· ἐν ὥραις ταῖς θεριναῖς.

<!-- 3.51 -->Καρτίστη· ἰσχυρὰ, καὶ λαμπρά. τελέθει· ὑπάρχει, ἔνι. ἑωσφόρος· ὁ τῆς αὐγῆς, ἑωσφόρος ὅδʼ ὁ ἀστὴρ, ὁ φέρων τὴν ἕω καὶ τὴν ἡμέραν, ὁ περὶ αὐγὴν φαινόμενος, ὃν οἱ πολλοὶ αὐγερινὸν λέγουσι, λέγεται δὲ φερωνύμως. εὖτʼ ἀνορούσῃ· ἡνίκα ἀνατείλῃ, ἀνορμήσῃ.

<!-- 3.52 -->Χείματι· τῷ χειμωνικῷ καιρῷ. ἠελίοιο· Ἴωνες τὰς λέξεις, αἵτινες ἄρχονται ἀπὸ τῶν φωνηέντων καὶ δασύνονται, προστιθέασι καὶ ἔμπροσθεν τοῦ πρώτου φωνήεντος ἄλλο φωνῆεν καὶ ψιλοῦσι τὸ πρῶτον φωνῆεν τὸ δασυνόμενον πρώην καὶ τιθέασι τὸ τοῦ πρώτου φωνήεντος τόνον εἰς τὸ φωνῆεν ὅπερ προσέθηκαν οἷον Ἅδης Ἀΐδης, ἕλκηλος ὁ ἥσυχος ἐΰκηλος ἐν διαλύσει, ἐν μίξει δʼ εὔκηλος· οὕτως οὖν καὶ τοῦ ἥλιος ἠέλιος, ἀλλʼ ὡς οἱ Ἀττικοὶ δὲ προστιθέασιν ὀπίσω τῶν φωνηέντων φωνήεντα καὶ ἀφαιροῦσι καὶ τοῦ πρώτου φωνήεντος τὸ πνεῦμα· ἐν αὐτῷ ὥραο. βολαῖς· ἀκτῖσι· δίκην γὰρ βολίδων χέονται· βολὴ ἐπὶ ἀκτίνων ἡλιακῶν, ὡς ἐνταῦθα, βουλὴ ἐπὶ ἁλείας, λέγεται δὲ καὶ ἀπὸ σιδήρου σπινθήρ. κιδναμένῃσι· σκορπιζομέναις, ἀνατελλούσαις, ἡπλωμέναις.

<!-- 3.53 -->Στέλλεσθαι· ἀπέρχεσθαι, ἐξέρχεσθαι εἰς θήραν, πορεύεσθαι εἰς ἄγραν, καὶ ἀπέρχεσθαι εἰς θήραν, στέλλου, πλέε. πᾶν δʼ ἦμαρ· διʼ ὅλην ἡμέραν, ὁλόκληρον, διʼ ὅλης ἡμέρας. τηλεθόωντι· θαλερῷ, μακρὰν θάλλοντι.

<!-- 3.54 -->Ὀφέλλεται· ἡ ἄγρα, αὔξεται, συμβάλλεται εἰς ἄγραν, συντελεῖ, συμβάλλεται, αὔξεται ἡ θήρα, ὁ ἁλιεύς. ἦμος· τότε, ἡνίκα.

<!-- 3.55 -->Ἐφέστιοι· συνήθεις εἰσίν.

<!-- 3.56 -->Ἕλκονται· ὅρα, τὸ ἕλκονται ἐπὶ τῶν ἀπόδων ἰχθύων. τεκέων· ὀδύνης, γεννήσεων, γεννημάτων, ἢ τῆς ὠδῖνος, τοῦ γόνου, τοῦ τόκου. δίψῃ· ἐπιθυμίᾳ. ἀφροδίτης· συνουσίας.

<!-- 3.57 -->Παπταινέμεν· τήρει, βλέπε, πάπταινε, ἐπιτήρει, καὶ ἐπιτηρεῖν δεῖ τὸν ἁλιέα· ὅς· ὁ ἄνεμος. ἄησιν· πνέοι, ἀναπνέῃ.

<!-- 3.58 -->Ἤπιος· πρᾳῢς, ἥσυχος, εὐδιόων· εὐδιεινὸς, εὐκραής. μαλακὴν ἅλα· τὴν μὴ τραχεῖαν τῇ ἀνωφερείᾳ τῶν κυμάτων· μαλακὴν εἶπε τὴν θάλασσαν, ὅτι οὐ δύναταί τις ἐπάνω περιπατεῖν αὐτῆς, ἢ δέξασθαί τι τῶν βαρυτόνων, ὡς ἡ ξηρά. μαλακήν· ἐκ μεταφορᾶς τοῦ χαύνου καὶ μαλακοῦ· ὕδωρ γάρ ἐστι λεῖον καὶ διαῤῥέον. κοῦφα· ἡσύχως, ἐλαφρῶς. κυλίνδων· συστρέφων.

<!-- 3.59 -->Λάβρους· σφοδροὺς, ὁρμητικούς. τρομέουσι· φοβοῦνται. ἐχθαίρουσι· μισοῦσιν.

<!-- 3.60 -->Ὑπὲρ ἅλα· ἐπάνω τῆς ἁλὸς, ἤως ἐκτὸς καὶ ὑπεράνω τοῦ βάθους. δινεύεσθαι· ὁδεύειν, συστρέφεσθαι.

<!-- 3.61 -->Περιδέξιος· ἐπιτηδεία, λαμπρά. ἵσταται· γίνεται.

<!-- 3.62 -->Πνοιῇσι· τῶν βιαίων ἀνέμων. ῥοθίοισιν· ῥεύμασιν.

<!-- 3.63 -->Πλῶτες· ἰχθύες. θύνουσιν· ὁρμῶσι, τοῖς ἰχθύσιν. ἐπεί σφισιν· οὕτω γὰρ αὐτοῖς ἡ ὁδὸς εὐκολωτέρα. κέλευθος· λείπει γίνεται.

<!-- 3.64 -->Στείχουσιν· πορευομένοις. ἠϊόνας· αἰγιαλοὺς, δηλονότι τὰ πελάγη. ὑπʼ ἀνάγκης· τῶν ἀνέμων.

<!-- 3.65 -->Ἐξόπισθεν· εἰς τὰ ὀπίσω. ῥιπῇσιν· τοῦ ἀνέμου, ὁρμαῖς τῶν ἀνέμων καὶ τῶν κυμάτων. μογέουσιν· κακοπαθοῦσι, κυρίως δὲ τὸ μογεῖν ἐπὶ τῶν ὠδίνων τῆς γυναικός.

<!-- 3.66 -->Ἀλλʼ ἁλιεύς· δεῖ τὸν ἁλιέα ἑπόμενον τῷ φυσήματι τοῦ ἀνέμου ῥίπτειν τὸ δίκτυον ἄντικρυ τῶν ἰχθύων, ἵνʼ ἐμπέσωσιν. στέλλοιτο· στελλέτω, εὐτρεπιζέτω, ἀντὶ τοῦ πλεέτω, πεμπέτω, ἢ εὐτρεπίζοιτο. λίνον· δίκτυον. πνοιῇσι· τοῖς εὐκραέσιν ἀνέμοις. πετάσας· ῥίψας ἄντικρυ τῶν ἰχθύων.

<!-- 3.67 -->Οὔριον· κατευθῆς ἐπιτυχὲς, ἔφορα· οὔριος ὁ ἐπιτήδειος ἄνεμος, καὶ οὔριον πνεῦμα, κυρίως ὁ ἀπὸ τῆς οὐρᾶς τῶν νηῶν. νότος ὑγρός· φύσει γὰρ νότος ὑγρός. ὑγρός· ὑγρότητος ποιητικὸς, ὡς προσγειότερος, ἢ ὡς αἴτιος ὑετῶν· νότου γὰρ πνέοντος, μάλιστα βροχαὶ καταφέρονται.

<!-- 3.68 -->Ἐς νοτίην δὲ θάλασσαν· τίθει δῆτα τὸ δίκτυον, πεμπέτω τὸ δίκτυον εἰς νότιον μέρος. ἐπειγομένου· γράφεται ἐγειρομένου. ἐγειρομένου· πνέοντος.

<!-- 3.69 -->Εὔρου· ἀνατολικοῦ ἀνέμου πνέοντος. ποτὶ ζεφύροιο κέλευθα· πρὸς ζέφυρον ἀπὸ δύσεως πνέοντα.

<!-- 3.70 -->Πρὸς δʼ εὖρον· ὁ ζέφυρος πνέων ἄγοι κατέναντι εὔρου, καὶ οὕτω βάλλε τὸ δίκτυον, καὶ ἐπιτυγχάνει, ἢ ἐξ ἐναντίας τοῦ εὔρου ὁ ζέφυρος. ζέφυρος· ὅτε πνέει δέ· ὅταν πνέῃ ὁ ζέφυρος, ῥιπτέτω τὸ δίκτυον πρὸς τὸ ἀνατολικώτερον μέρος· πνέων λείπει. φορέοι· φέροι σκάφος· τῶν ἁλιέων. ἐσμοί· πλήθη.

<!-- 3.71 -->Ἄσπετοι· πολλοί. ἀντήσουσιν· συνέλθωσιν. εὔβολος· εὔκολος, εὔστοχος, ἐπιτυχής. ἔσσεται· γράφεται ἵσταται· γίνεται.

<!-- 3.72 -->Τέτραχα· τετραχῶς. νόμον· τάξιν, ἔθος. ἐφράσαντο· ἐμηχανήσαντο.

<!-- 3.73 -->Ἰχθυβόλοι· ἁλιεῖς. τοὶ μέν· τινὲς, τῶν ἁλιέων. ἐπʼ ἀγκίστροισι γάνυνται· ἢ διʼ ἀγκίστρων ἁλιεύουσιν. γάνυνται· χαίρουσιν.

<!-- 3.74 -->Τῶν δέ· ὑποδιαίρεσις, ἀπὸ τούτων, τῶν χαιρόντων τοῖς ἀγκίστροις. δονάκεσσιν· καλάμοις. ἀναψάμενοι· ἀναδήσαντες, ἀνακρεμάσαντες.

<!-- 3.75 -->Ὁρμιὴν ἵππειον· ἀπὸ τριχῶν ἱππείων γὰρ πλέκεται. ἀγρώσσουσιν· ἁλιεύουσιν, ἀγρεύουσι, θηρεύουσιν.

<!-- 3.76 -->Αὕτως· οὕτως, ἁπλῶς. θώμιγγα· ὁρμιήν. λινόστροφον· ἐκ λίνου πλακεῖσαν σπάρτην, τὴν σπάρτην τὴν ἀπὸ λίνου ἐστραμμένου λέγει.

<!-- 3.77 -->Δησάμενοι· ἀναδήσαντες. πέμπουσιν· κατὰ θαλάσσης. καθέτοισι· μολύβδοις· κάθετός ἐστιν ἄγκιστρον μέγα, εἰς βάθος καθιέμενον, ἐκ τοῦ καθίημι τὸ χαλῶ, ἄλλοι δὲ καθέτην καλοῦσι τὴν ἐν τῇ ὁρμιᾷ μόλυβδον. καθέτης ἀπὸ τοῦ καθιέναι εἰς βυθὸν, ἐστὶ δʼ αὕτη μετʼ ἀγκίστρου εἰς βάθος καθιεμένη, ἄλλοι δὲ καθέτην καλοῦσι τὸν ἐν τῇ ὁρμιῇ μόλυβδον.

<!-- 3.78 -->Πολυαγκίστροισιν· ἄγκιστρα πολλὰ ἐχούσαις.

<!-- 3.79 -->Δίκτυα· ἀπὸ τοῦ δίκω τὸ τιτρώσκω. δʼ αὖ· δὴ πάλιν. μέλει· διὰ φροντίδος ὑπάρχει. ἐντύνεσθαι· εὐτρεπίζειν, κατασκευάζειν, ὁπλίζειν εἰς ἄγραν.

<!-- 3.80 -->Τῶν· ἀπὸ τῶν τοιούτων δικτύων. ἀμφίβληστρα· ἀπὸ τοῦ ἀμφοτέρωθεν βάλλειν τοὺς ἰχθύας. γρῖφοι· οἱ γρίπτοι λεγόμενοι.

<!-- 3.81 -->Γαγγάμαι· γαγγάμη λίνος παχὺς δικτυωτὸς, σιδήρῳ κύκλῳ περιεχόμενος. γάγγαμα· γαγγάμη ἐστὶ λῖνος παχὺς, ὡς Διογένης, καὶ γαγγαμευτὴς ὁ τῇ γαγγάμῳ ἐργαζόμενος. ὑποχαί· κυρίως δίκτυα περιφράττοντα καὶ ἐπέχοντα τόπους, ἐν αἷς καὶ τὸ θύνον, σκοπεῖον λεγόμενον. περιηγέες· κυκλοτερεῖς. σαγῆναι· δίκτυα.

<!-- 3.83 -->Πέζας· ἔχουσι, φέρουσιν· λείπει, εἶδος καὶ τοῦτο δικτύου μικροῦ. σφαιρῶνας· δίκτυα στρογγύλα· σφαιρῶναι τὰ σφαιροειδῆ δίκτυα, δίκτυον δὲ λέγεται ἀπὸ τοῦ δίκω τὸ τιτρώσκω καὶ τοῦ ἰχθὺς, τὸ τιτρῶσκον τοὺς ἰχθύας καὶ βάλλον. σκολιόν· καμπύλον, στρεβλόν. πάναγρον· δίκτυον.

<!-- 3.84 -->Μυρία· πολύ· μέχρι τούτου περὶ δικτύων. αἰόλα· ποικίλα· τὰ μὲν γὰρ ἄλλην ἔχουσιν ἰδέαν, ἕτερα δὲ πάλιν ἄλλην. δολοῤῥαφέων· τῶν ἐπὶ δόλοις ἐῤῥαμμένων. κόλπων· δικτύων.

<!-- 3.85 -->Κύρτοισιν· σκεύεσιν ἁλιευτικοῖς, ζωγρίοις, κλωβίοις.

<!-- 3.86 -->Κύρτοις· ἐπανάληψις. κνώσσοντας· κοιμωμένους, καθεύδοντας.

<!-- 3.87 -->Εὐκήλους· ἡσύχους, ἡσύχως καθημένους. βαιῷ δὲ πόνῳ· μικρῷ δὲ κόπῳ· γνώμη. ὀπηδεῖ· ἀκολουθεῖ.

<!-- 3.88 -->Οὐτάζουσιν· κρατοῦσιν, ἁρπάζουσιν. τανυγλώχινι· τῇ ὀξυγωνίῳ καὶ μακρὰς ἀκίδας ἐχούσῃ ἀπὸ τοῦ τανύω καὶ τοῦ γλωχὶς ἡ ἐξοχὴ, μακροτάτῃ, τῇ ἐχούσῃ μακρὰν γλῶσσαν.

<!-- 3.90 -->Τῶν· ὧν, τούτων, ἤως τῶν δικτύων καὶ τῶν ἀγκίστρων. πάντων· μηχανημάτων. μέτρον· σταθμόν. κόσμον· τάξιν, καλλωπισμόν· περὶ εἴδους ἑκάστου τῶν πάντων τούτων λεγέτωσαν οἱ ἐμπείρως ἔχοντες αὐτῶν τῶν τεσσάρων τῆς ἁλιευτικῆς ὀργάνων.

<!-- 3.91 -->Ἀτρεκέως· ἀληθῶς. ἴσασιν· ἐπίστανται, γινώσκουσιν. τεκταίνονται· ἐργάζονται, κατασκευάζουσιν.

<!-- 3.92 -->Ἄρα· καὶ ἀληθῶς. μοῦνον· αἰολικὸν, μόνοις. ἐπʼ ἀλλήλοισι· κατʼ ἀλλήλων. νόημα· μηχάνημα.

<!-- 3.93 -->Πυκνόν· συνετόν. ἔην· ἐστίν. μῆτις· βουλή. ἐπίκλοπος· δολία, δολερά.

<!-- 3.94 -->Ἐξαπάτησαν· ἐπλάνησαν. ἐπίφρονας· φρονίμους, συνετούς.

<!-- 3.95 -->Λαγόνας· κόλπους. πανάγρων· δικτύων.

<!-- 3.96 -->Ἤδη· ἀπαρτί. ἐνισχόμενοι· ἐνεχόμενοι, κρατούμενοι. παρέδραμον· ἠπάτησαν, ἔφυγον, παρέδραμον δʼ ἐνέκυρσαν. φρένας· τὴν γνῶσιν.

<!-- 3.97 -->Βουλῇ· φρονήσει, προμηθείᾳ, μηχανῇ, δόλῳ. ἄχος· λύπη. γένοντο· ἀναύξητον, ἰωνικόν.

<!-- 3.98 -->Κεστρεύς· ὅπως ὁ κεστρεὺς κρατηθεὶς ἐκ τοῦ δικτύου ἀποφεύγει, οἶμαι δʼ ἐκ τῶν εἰρημένων, ὅτι κεστρέα τὸν μέγαν γόμφον λέγει· τὰ γὰρ ἐπιτηδεύματα ταῦτα τοῦ μεγάλου εἰσίν. ἀγκοίνῃσι· ἀγκάλαις, κόλποις.

<!-- 3.99 -->Περίδρομον· κυκλοτερῆ, σκολιὸν, τὸν περιέχοντα αὐτόν. ἠγνοίησεν· ἠγνόησεν· οἶδε γάρ που δικτύου τὸ διαιρόμενον σχοινίον.

<!-- 3.100 -->Ὕψι· εἰς τὸ ὕψος. λελιημένος· ἐπιθυμῶν· χαριεντισμὸς τὸ σχῆμα· πρὸ γὰρ τούτου ἐλεύθερος ὢν οὐκ ἐπιθυμεῖ τῆς ἐπιφανείας τῆς ἁλὸς, μετὰ δὲ τὸ κρατηθῆναι ἐπιθυμεῖ τοῦ ἄνω ὕδατος, μηχανώμενος ἀποφυγὴν διὰ τοῦ ἅλματος εὑρεῖν. ὕδατος ἄκρου· ἤως τῆς ἐπιφανείας.

<!-- 3.101 -->Ὅσσον σθένος· ἐστίν.

<!-- 3.102 -->Ὁρμῆσαι· εἰς τό. ἐμάτησε· ἥμαρτεν, ἀπέτυχε, καὶ ἀπέπεσεν. ἐμάτησεν· ἀντὶ τοῦ ἠστόχησεν, ἢ μάτην ἐπεχείρησε ματαιοπραγήσας· οὐκ ἐμάτησεν οὖν, οὐχ ἥμαρτεν, οὐκ εἰς μάτην ἐπήδησεν, οὐκ ἀπέτυχεν, οὐ ματαία γέγονεν ἡ αὐτοῦ βουλὴ, ἀλλʼ ἐπέτυχεν ὡς ἐπὶ τὸ πολὺ, ἐματαιοπράγησεν, ἤως οὐκ ἀπέτυχεν, οὐδʼ εἰς μάτην ἐπήδησεν.

<!-- 3.103 -->Ῥιπῇσι· ὁρμαῖς. ὕστατα· ἔσχατα, ὑπὲρ τὰ τελευταῖα. πείσματα· σχοινία. φελλῶν· τῶν δεικνύντων ποῦ εἰσι τὰ λίνα.

<!-- 3.104 -->Ὑπερᾶλτο· ἐπήδησεν, ὑπερεπήδησεν. ἐξήλυξε μόροιο· ἐξέφυγε θάνατον.

<!-- 3.105 -->Ὅγʼ· ὁ κεστρεύς. ἀνορμηθείς· ἄνω γενόμενος. πρῶτον στόλον· πρώτην ὁρμὴν, πρῶτον πήδημα, τὴν πρώτην ὁρμὴν τοῦ πηδήματος· εἰ δὲ πηδήσει πρῶτον πήδημα, καὶ οὐκ ἐξέλθοι, ἄλλον οὐ πηδᾷ. αὖτις ὀλισθῇ· ἐμπέσῃ πάλιν.

<!-- 3.106 -->Βρόχον· τὸ δίκτυον. ἀνορούει· ἀνορμᾷ, ἄνω πηδᾷ.

<!-- 3.107 -->Ἀχνύμενος· λυπούμενος· ἀπὸ τοῦ χῶ τὸ χωρῶ χώσα, καὶ μετὰ τοῦ στερητικοῦ α ἄχος ὁ μὴ χωρούμενος διὰ τὴν λύπην, γίνεται δʼ ἄχω ἀχύω, καὶ πλεονασμῷ τοῦ ν ἀχνύω καὶ ἄχνυμι ἀχνύμενος καὶ ἄχνυται. πείρῃ· δοκιμῇ. μαθών· τὸ ἀδύνατον. ἀποπαύεται· ἀφίσταται. ὁρμῆς· κινήσεως.

<!-- 3.108 -->Ὡς δʼ ὅτε· παραβολὴ, παράδειγμα. νούσῳ· ἰωνικόν. πολυκηδέϊ· πολυθλίβῳ, πολυφροντίστῳ, πολυμέρῃ. δηρόν· ἐπὶ πολύ. ἀλύων· λυπούμενος, ἀδημονῶν.

<!-- 3.109 -->Λοίσθιον· ἔσχατον, τὸν θάνατον· παρὰ τὸ ὄλισθος καθʼ ὑπερβιβασμὸν τοῦ λ λοῖσθος καὶ λοίσθιος, οἷον ἐξολισθήσας καὶ ἐμποδισθείς· ἢ παρὰ τὸ λείπω λοῖστος καὶ λοῖσθος καὶ λοίσθιος. ὁρώμενος· ὁρῶν, βλέπων. ἐγγύθι· ὑπάρχων. πότμου· θανάτου.

<!-- 3.110 -->Ἱμείρων· ἐπιθυμῶν. ἱέμενος· ἐπιθυμῶν, καὶ προθυμίαν ἔχων. βιότοιο· τῆς ζωῆς.

<!-- 3.111 -->Πάντα· κατὰ πάντα. ἐφέσπεται· ἀκολουθεῖ, ὑπακούει, ἐπακολουθεῖ. κέλονται· προστάσσουσι, προστάξωσιν.

<!-- 3.112 -->Ῥέζειν· πράττειν. ῥέζων· πράττων· παρὰ τὸ ἕρδω τὸ θύω ὑπερβιβασμῷ ῥέδω, τροπῇ δωρικῇ ῥέζω, ὁ μέλλων ῥέξω, σημαίνει δὲ τρία, τὸ πράττω, ὡς τό

  
μέγʼ ἐν Ἄργει ἔρεξεν·  
τὸ θύω

  
ἄλλος ἄλλῳ ἔρεζε θεῶν.  
καὶ τὸ τῇ χειρὶ καταψῶ, ὡς τό

  
χειρὶ τέ μιν κατέρεξεν.  
κῆρες· αἱ μοῖραι τοῦ θανάτου, θανατηφόροι μοῖραι ἐπικρατέουσιν· νικῶσι, καταδυναστεύουσι, κατακυριεύουσιν. ἄφυκτοι· ἃς οὐ δύναταί τις φυγεῖν, οἱ μὴ δυνάμενοι φυγεῖν.

<!-- 3.113 -->Ἄϊδος· θανάτου, Ἅιδου. βιάζεται· γράφεται μέλει βίου. τανυσθείς· ἐξαπλωθείς.

<!-- 3.114 -->Ἐπιτρέψας· καὶ δοὺς, ἐνδούς. κεκαφηότα· ἐκπεπνευκότα, κεκοπιακότα, ἠσθενηκότα ἀπὸ τοῦ κάπος τὸ πνεῦμα καὶ τὸ ἄω τὸ πνέω· κάφος γὰρ τὸ πνεῦμα. κάπου ἡ κεφαλὴ παρὰ Ῥωμαίοις, καὶ κάπος τὸ πνεῦμα, καὶ γίνεται ἀπὸ τοῦ καφάω καφῶ, μέλλων καφήσω, κεκάφηκα, ἡ μετοχὴ ὁ κεκαφηκὼς, καὶ ἀποβολῇ τοῦ κ κεκαφηὼς κεκαφηότος. κεκαφηότα καθίσταται οὕτως ἔστι θέμα καπῶ τὸ πνέω, ἔνθεν καπνὸς ἡ πυρώδης πνοὴ, καὶ κῆπος ὁ περιπνεόμενος τόπος, καὶ κάπη ἡ φάτνη τῶν ἀλόγων, ἡ διὰ τῶν χρεμετισμῶν τῶν ἵππων ἀναπνεομένη· καπῶ τοίνυν τὸ θέμα, ἤως τὸ ῥῆμα, καπήσω, κεκάπηκα, κεκαπηκὼς ἡ μετοχὴ, καὶ κατʼ ἰωνικὸν ἔθος κεκαπηότα, καὶ κεχαρηότα, καὶ τροπῇ τοῦ π εἰς φ κεκαφηότα, ὥσπερ ἐκ τοῦ σπάραγγος σφάραγγος, ἐκ δὲ τοῦ καπῶ παραγωγὸν τὸ καπύω, ἐξ οὗ κεκαφηότα γυῖα.

<!-- 3.115 -->Ἐδάη· ἔμαθεν, ἔγνω. τέλος· ἢ μόρον. μόρον· θάνατον. ἱκάνει· λαμβάνει, καταλαμβάνει, ἵκανε καὶ κατέλαβεν, ἀττικισμός.

<!-- 3.116 -->Προπεσών· πεσών. μίμνων· περιμίμνων, περιμένων, μίμνων τὸν ἀγρεύοντα μόρον, καλεῖ κατʼ Ἀττικούς. μόρον ἀγρευτῆρος· τὸν ἀπʼ ἀγρευτῆρος.

<!-- 3.117 -->Σφύραιναι· ζαργάναι. ἐνιπλήξωσι· ἐμπέωσι, πελάσωσιν.

<!-- 3.118 -->Διζόμεναι· γράφεται δίζονται. δίζονται· ψηλαφῶσιν. πόρον· ὀπήν. βρόχον εὐρύν· ὀπὴν εὑρεῖν. ἐν ἕρκει· τῷ περιφράγματι, δικτύῳ. δινεύουσαι· συστρεφόμεναι, κινούμεναι, ἀνερευνῶσαι, ψηλαφῶσαι, κατὰ συνήθειαν ὄφεων, οἵτινες διʼ ὀπῶν εἰσδύνουσι τοὺς φωλεούς· λεπταὶ γὰρ καὶ αὗται οὖσαι διὰ τῶν ὀπῶν ἐξέρχονται. δινεύουσι· γράφεται δινεύονται.

<!-- 3.119 -->Διαΐγδην· ὁρμητικῶς. νόμον· κατὰ, κατὰ συνήθειαν, κατὰ τὸν τῶν ὀφίων νόμον, ὥσπερ οἱ ὄφεις διὰ τῶν ὀπῶν εἰσέρχονται τοὺς φωλεούς.

<!-- 3.120 -->Ὀλισθηροῖσι· γλίσχροις, ἐν. διεξέπεσον· ἐξῆλθον.

<!-- 3.121 -->Λάβραξ· λάβραξ ἁλοὺς ἐν τοῖς δικτύοις πόῤῥωθεν ὀλίγον τοῦ αἰγιαλοῦ ὀρύττει, ὅπως ἐκφύγῃ τοῦ βρόχου· ὡσαύτως καὶ ὄρκυνοι. διὰ ψαμάθοιο· ἐπὶ τῆς. πτερύγεσσι· διὰ τῶν πτερύγων. Τί διαφέρει πτέρυξ καὶ πτερύξ· πτερὺξ μὲν λέγεται τὸ ἄκρον τοῦ πτέρυγος, πτέρυξ δʼ ἡ ὅλη πτέρυξις. λαχήνας· ὀρύξας, σκάψας

<!-- 3.122 -->Βόθρον· λάκκον. δέμας· σῶμα. εὐνήν· κοίτην.

<!-- 3.123 -->Ἐκλίνθη· ἔπεσεν. τοί· οἱ ἁλιεῖς, ἐστὶ δὲ δωρικόν. ἠϊόνας· ἢ ἀπὸ τοῦ ἄω τὸ πνέω, οἱ τοῖς ἀνέμοις καταπνεόμενοι, ἢ ἀπὸ τοῦ ἀΐω τὸ ἀκούω· κωλύει γὰρ καὶ ἐπιπροσθεῖ ὁ ἀπὸ τῶν κυμάτων ἦχος καὶ τῶν ἀνέμων ἀκούεσθαι τὴν τῶν λόγων φωνήν. κατάγουσι· καταφέρουσι σύροντες, καθέλκουσιν.

<!-- 3.124 -->Ἰλύϊ· τῇ ἄμμῳ. κείμενος· ἀμετακίνητος. αὕτως· οὕτως, ὡς εἴπομεν.

<!-- 3.125 -->Ἀσπασίως· περιχαρῶς. ἤλυξε· ἔφυγεν. ἕρκιον ὄλεθρον· τοῦ λίνου τὸ περίφραγμα· γράφεται ἄρκυν ὀλέθρου. ἄρκυν· ἕρκος, βρόχον, δίκτυον.

<!-- 3.126 -->Τεχνάζει· μηχανᾶται, ποιεῖ.

<!-- 3.127 -->Φράσσηται· νοήσῃ. προπεσών· ἐμπεσὼν, πρὸς τό. ὁ δέ· οὗτος, ὁ μορμύλος, οἱ μὲν ἀσπαλιεῖς. δύεται· εἰσέρχεται, ἔχει τὴν ἀναφοράν.

<!-- 3.128 -->Τυπείς· κρουσθεὶς, βληθεὶς, ἀντὶ τοῦ κρατηθείς. εὐκαμπέος· καμπύλου. αἰχμῇ· σιδήρῳ.

<!-- 3.129 -->Ὑψόσʼ· εἰς ὕψος. ἀναθρώσκων· ἀναπηδῶν. ἀζηχές· ἀμετάκλιτον, διόλου, ἀδιασπάστως, διηνεκῶς, συνεχῶς, γενναίως, σφοδρῶς, πρὸς τρία ἀζηχὲς ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ἵζω τὸ κάθημαι, ὁ μὴ καθήμενος καὶ ἀργῶν, ἀλλὰ διανιστάμενος καὶ σπεύδων, ἢ τὸ διηνεκὲς καὶ συνεχὲς, καὶ τροπῇ τοῦ δ εἰς ζ καὶ τοῦ ε εἰς η ἐκβληθέντος τοῦ ι, οἱονεὶ τὸ μὴ ἔχον διέχειαν ἢ διάλειψιν καὶ διάλειμμα. Ἀζηχὲς διηνεκὲς, ἀδιεχὲς, καὶ τροπῇ τοῦ δ εἰς ζ καὶ τοῦ ε εἰς η, ἐκβληθέντος καὶ τοῦ ι γίνεται ἀζηχὲς, ἤως συνεχὲς καὶ μὴ ἔχον τι διέχειάν τινα καὶ διάλειμμα· ἰστέον ὅτι ἐναντία ἐστὶ τὸ συνεχὲς καὶ τὸ διεχὲς, ὅτι τὸ ἀδιεχὲς ἶσόν ἐστι τῷ συνεχεῖ, ὡς ἀναιρετικὸν τοῦ διεχοῦς, ὅθεν ἀδιχὲς λέγεται τὸ συνεχές. ἐρείδει· ἐμβάλλει, ἀντὶ τοῦ γενναίως ἐπερείδει τὴν κεφαλὴν τῷ ἀγκίστρῳ πρὸς τὸ εὐρυνθῆναι τὴν πληγὴν καὶ ἐξελθεῖν τὸ ἄγκιστρον· ὡσαύτως καὶ οἱ ὄρκυνοι.

<!-- 3.130 -->Βεβιημένος· βιαζόμενος, ἐπιθυμῶν. ὄφρα· ὅπως. ἕλκος· πληγὴ, τὸ τραῦμα τὸ ἀπὸ τοῦ ἀγκίστρου γινόμενον· σημείωσαι γὰρ ὅτι οὐ μόνον τὸ ὑγρὸν πῦον λέγεται ἕλκος, ἀλλὰ καὶ τὸ τραῦμα αὐτὸ παρὰ τὸ ἕλκειν ἔνθεν καὶ ἔνθεν.

<!-- 3.131 -->Εὐρύτερον· ἡ ὀπὴ καὶ τὸ τραῦμα.

<!-- 3.132 -->Μεγακήτεες· οἱ μεγάλοι καὶ κητώδεις. ἐφράσσαντο· ἐμηχανήσαντο.

<!-- 3.133 -->Ἁρπάξωσι· λάβωσι, δάκωσιν. γένυν· στόμα. γναμπτοῖο· ἐπικαμποῦς. σιδήρου· ἀγκίστρου. γναπτοῖο δόλοιο· τὸ ἄγκιστρον.

<!-- 3.134 -->Ῥίμφα· εὐθύς. τιταινόμενοι· συρόμενοι, ἐξαπλούμενοι. νεάτην· ἐσχάτην· γράφεται καὶ πυμάτην. βύσσαν· βυθόν. ἵενται· πορεύονται, ἔρχονται.

<!-- 3.135 -->Βιαζόμενοι· σύροντες, βιάζοντες. θηρητῆρος· ἁλιέως, ἀγρευτῆρος. ἀνύσωσιν· φθάσωσι, καταντήσωσιν, ἔλθωσιν.

<!-- 3.136 -->Πέδον· γῆν. κάρη· τὴν κεφαλήν. θείνοντες· κρούοντες. οὖδας· ἔδαφος.

<!-- 3.137 -->Ὠτειλήν· τὸ τραῦμα. ἔῤῥηξαν· ἔσχισαν, ἐπλάτυναν. ἀποπτύουσι· ἀποῤῥίπτουσιν, ἐκβάλλουσιν, ἀποδιώκουσιν. ἀκωκήν· σίδηρον, τὸ ἄγκιστρον, τὸ βέλος, τὸ ὀξὺ τοῦ ἀγκίστρου· παρὰ τὸ ἀκὴ γίνεται κατʼ ἀναδιπλασιασμὸν ἀκωκὴ ὡς ἔδω ἐδωδή· τὰ διὰ τοῦ ωκη ὑπὲρ μίαν συλλαβὴν ὀξύνονται.

<!-- 3.138 -->Καθέτοισι· ἀγκίστροις, μολύβδοις, μεγάλοις ἀγκίστροις, ταῖς ὁρμιαῖς. πελώριοι· μεγάλοι. ἀμφιχάνωσιν· κρατηθῶσι, χανόντες δέξωνται.

<!-- 3.139 -->Οἷα· ὁποῖά εἰσιν εἴδη ἰχθύων. πέλει· ὑπάρχει· μεσεμβόλημα.

<!-- 3.141 -->Πλατύ· μέγα. βαλόντες· ῥίψαντες.

<!-- 3.142 -->Ἀθρόοι· ὁμοῦ. μόγον· κακοπάθειαν· μόγος κυρίως ἐπὶ τῆς γυναικείας γέννας· χαλεπὴ γὰρ καὶ βαρεῖα λίαν ἡ κακοπάθεια τῆς γυναικὸς, ὅταν τίκτῃ. ἔθηκαν· ἐποίησαν.

<!-- 3.143 -->Ἐξώλισθον ἀπʼ ἀγκίστροιο· ἐξέπεσον ἐκ τοῦ ἀγκίστρου. λυθέντες· γράφεται πεσόντες.

<!-- 3.144 -->Λαιψηραί· ταχεῖαι. ἀλώπεκες· ἀλώπηξ ἀπὸ τοῦ ἀλῶ τὸ πλανῶ· ἀπατηλὸν γὰρ τὸ ζῶον. ἔχωνται· κρατῶνται, φέρωνται, κρατηθῶσιν.

<!-- 3.145 -->Ἄνω· πρὸς τὴν ὁρμιάν. φθάνουσι· γράφεται σπεύδουσιν. ὑποφθαδόν· προληπτικῶς, συντόμως, προλαβοῦσαι, προφθάνουσαι. αἶψα· μετʼ ἔριδος καὶ κατὰ σπουδήν.

<!-- 3.146 -->Διέτμαγον· ἔκοψαν, διέκοψαν.

<!-- 3.148 -->Καυλόν· σίδηρον, ἢ περίβολον μολύβδου, μακρὸν σίδηρον, ὁ στενοεπιμήκης μόλιβδος. δολιχώτερον· δολιχὸν ἀντὶ ἁπλοῦ. ἄλγος· εἰς. ἄλγος ὀδόντων· εἰς πόνον τῶν ὀδόντων. ἄρκος ὀδόντων· ὡς ἀμυντήριον, ἀποσόβησιν. ἄλγος· γράφεται ἕρκος.

<!-- 3.149 -->Ναί· ἴσως. σφέτερον νόον· κατὰ τὴν ἰδίαν τάξιν τὴν πανουργίαν οὐκ ἀφίησιν. ἀπολείπει· ἐᾷ.

<!-- 3.150 -->Πληγῇ ἀνιάζουσα· ἐν τῇ τρώσει τοῦ ἀγκίστρου κατεχομένη, λυπουμένη ὑπὸ τοῦ ἕλκους. τιταινομένη· ἡ νάρκη θλιβομένη, ἀνιωμένη, ἐξαπλουμένη, πληττομένη.

<!-- 3.151 -->Προσπτύσεται· προσάπτει, προσεγγίζει, προσάπτει, τὰς λαγόνας ταῖς ὁρμιαῖς ἀναντιᾷ, ἵνα νάρκην τῷ ἁλιεῖ ποιήσῃ, ταῖς ὁρμιαῖς τοὺς λαγόνας προσάπτεται καὶ συντρίβει, καὶ ἀγκαλίζεται.

<!-- 3.152 -->Ἱππείης· διὰ, ἢ τῆς ὁρμιᾶς.

<!-- 3.153 -->Δεξιτερήν· δεξιὰν χεῖρα, χείραν. ἔσκηψε· ἐνέπεσεν, εἰσῆλθεν. ἄλγος· ἡ νάρκωσις. φερώνυμον ἄλγος· τὴν νάρκωσιν, ἀπὸ τῆς νάρκης τοῦ ἰχθύος λεγόμενον φερωνύμως· τὸ γὰρ ὄνομα αὐτῆς ναρκᾷν δεινῶς τοὺς ἁλιέας ποιεῖ.

<!-- 3.154 -->Ἐκ παλάμης· τοῦ ἁλιέως. πέσεν· γράφεται φύγεν. ὅπλα· τὰ ὄργανα.

<!-- 3.155 -->Τοίη· τοιαύτη· ἐπιλογικόν. κρύσταλλος· ψυχρότης, περίψυξις καὶ ἀκινησία, ἢ ψύχρωσις καὶ νάρκωσις. ἐνίζηται· ἐγκάθηται, κάθηται.

<!-- 3.156 -->Δολοφροσύνῃσιν· ἀπάταις. μέλονται· φροντίδα ἔχουσιν, ὑπόκεινται, στοιχοῦσιν.

<!-- 3.157 -->Ἐν μήκωσι· ταῖς κεφαλαῖς· μήκωνας ἐκάλεσε τὰ κύτη καὶ θύλακας τῶν γαστέρων, ἤτοι τὰς κεφαλάς. θορός· ὑγρότης τις, ἰχὼρ, κυρίως τὸ σπέρμα, νῦν καὶ τὴν ὑγρότητα.

<!-- 3.158 -->Κυάνεος· μέλας. δνοφερώτερος· σκοτεινότερος, μελανώτερος, μελάντερον. ἀχλύος· σκότους, μελανίας.

<!-- 3.159 -->Φάρμακον· εἰς, βοήθημα, πρὸς τὸ σημαινόμενον. ἀπροτίοπτον· ἀθεώρητον, ἀθέατον, ἀνέλπιστον, ἀφανὲς, σκοτεινόν. ἄλκαρ· βοήθημα, βοήθεια ἀποτρεπτικὴ βλάβης.

<!-- 3.160 -->Ἐκείνου· τοῦ θοροῦ.

<!-- 3.161 -->Ὀρφναίας· διὰ, σκοτεινὰς, μέλαινας· ὀρφνὴ ἡ νὺξ παρὰ τὸ τὴν ὅρασιν φαίνειν ἀντιφραστικῶς, ἢ παρὰ τὸ ἐρέφω τὸ στεγάζω· ὡς στέγος γὰρ ἐπίκειται τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς. ὀρφνὴ ἡ νὺξ παρὰ τὸ μὴ φαίνειν τὴν ὅρασιν, ἢ παρὰ τὸ ἐρέφω τὸ στεγάζω· ὡς στέγος γὰρ ἐπίκειται τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων, ἀφʼ ἧς ἔλαβεν ἀρσίως τὴν μέλαιναν τῆς σηπίας ῥανίδα. ῥαθάμιγγας· πυκνότητας, ῥανίδας. ἀνήμεσαν· ἐξέρασαν, ἔχυσαν, ἀνέδωκαν.

<!-- 3.162 -->Πέριξ· κύκλῳ. ἐμίηνε· ἔβαψεν. ἠμάλδυνε· ἐσκότισεν, ἠφάνισεν, ἐτυμολογεῖται δὲ παρὰ τὸ μαίρω τὸ λάμπω, μαρῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαρῶ τὸ ἀμαυρῶ καὶ ἀφανίζω, καὶ τροπῇ τοῦ ρ εἰς λ ἀμαλῶ, καὶ ἀμαλδῶ πλεονασμῷ τοῦ δ· ἢ ἀπὸ τοῦ ὁμαλὸς ὁμαλύνω, ὡς κακὸς κακύνω, καὶ τροπῇ τοῦ ο εἰς α καὶ πλεονασμῷ τοῦ δ ἀμαλδύνω. μαίρω μέλλων μαρῶ τὸ λάμπω, ὅθεν ἀμαρῶ τὸ ἀφανίζω, καὶ τροπῇ τοῦ ρ εἰς λ καὶ πλεονασμῷ τοῦ δ ἀμαλδῶ καὶ ἀμαλδύνω· ἢ οὕτως· ὁμαλὸς ὁμαλύνω καὶ ἀμαλδύνω ἐνθέσει τοῦ δ τὸ στενοποιῶ καὶ ἀνατρέπω.

<!-- 3.163 -->Ἰχὼρ ἀχλυόεις· ὁ σκοτεινοειδὴς μολυσμός. ἀχλυόεις· σκοτεινός. ἀνὰ δʼ ἔτραπε· ἀνέτρεψε δὲ, περιεκάλυψεν. ὀπωπήν· θέαν, θεωρίαν.

<!-- 3.164 -->Αἰθαλόεντος· σκοτεινοῦ. ἄφαρ· εὐθέως, ταχέως. πόροιο· θαλάσσης.

<!-- 3.165 -->Φῶτα· ἄνδρα. εἴποθι· τύχῃ, ἐάν που ᾖ, ἐάν που. φέρτερον· ἰσχυρότερον.

<!-- 3.166 -->Τεχνάζουσι· μηχανῶνται. ἠερόφοιτα· ἀέρι πετόμενα· τὰς τευθίδας φησὶν ἠερόφοιτα γένεθλα, ὡς ἐν τῷ ἀέρι φοιτῶντα· πέτανται γὰρ καὶ διὰ τοῦ ἀέρος φέρονται, ὡς ὑπόπτερα, τευθίδες δʼ εἰσὶ τὰ κοινῶς λεγόμενα καλαμάρια.

<!-- 3.167 -->Ὑπερευθής· ὑπόπυῤῥος, κόκκινος, ὑπέρυθρος· ἔρευθος γὰρ τὸ χρῶμα.

<!-- 3.168 -->Ἐντρέφεται· ἔγκειται. ἐντύνονται· κατασκευάζουσιν.

<!-- 3.169 -->Τοίοις μέν· ἐπίλογος τὸ σχῆμα καὶ ἀποθετικόν.

<!-- 3.170 -->Πυκινῇσιν· ποικίλαις. ἐπιφροσύναις· συνέσεσι, μηχαναῖς.

<!-- 3.171 -->Ἠλιβάτοισι· τοῖς ὑψηλοῖς καὶ ἀπροσβάτοις.

<!-- 3.172 -->Ἐρύουσιν· ἀγρεύουσι, κρατοῦσιν. σφίσιν· τοῖς πελαγίοις. νόημα· μηχάνημα.

<!-- 3.173 -->Ποικίλον· πανοῦργον, συνετόν. ἤδη· ποτέ. ἐπέσπασεν· ἔλαβεν αὐτούς. κρομύοισι· κρομμυδίοις.

<!-- 3.174 -->Γυμνοῖς· ἄνευ δελέατος. πελαγόστροφον· τὸν εἰς τὰ πελάγη διάγοντα· διαφέρει πελαγόστροφος καὶ πελαγοστρόφος· πελαγόστροφος γὰρ ὁ ἀναστρεφόμενος εἰς τὰ πελάγη, ἐκεῖνος δʼ ὁ στρέφων τὰ πελάγη.

<!-- 3.175 -->Ἁλιερκέος· πεφραγμένης ἁλὶ, τῆς ὑπὸ θαλάσσης, τῆς ὑπὸ τῆς θαλάσσης κλειομένης, τῆς οὔσης ἕρκος τῇ ἁλὶ, τῆς ὑφʼ ἁλὸς πεφραγμένης καὶ περικλειομένης, ἀπὸ τοῦ ἃλς ἁλὸς καὶ τοῦ ἕρκος τὸ περίφραγμα.

<!-- 3.176 -->Τοῖσι δʼ· τούτοις. ὀξύτερος· φρονιμώτερος, ταχύτερος. αὐτῶν· τῶν ἰχθύων τῶν παρʼ αἰγιαλῶν.

<!-- 3.177 -->Βαιοί· οἱ μικροί· εἴσι γὰρ καὶ καρίδες μεγάλαι. ἐρύονται· ἀγρεύονται, ἑλκύονται.

<!-- 3.178 -->Τευθίδος· καλαμαρίου. θυσάνοις· πτεροῖς, πλεκτάναις ἀντὶ δελέατος, πλοκάμοις, κυρίως οἱ κροσσοὶ, ταῖς πλοκαμίσι τῆς τευθίδος· κέχρηνται γὰρ αὐτῆς ἀντὶ δελέατος καὶ κατὰ τῶν μικρῶν ἰχθύων, καὶ ὅσοι τὸ ἀλλήλων περιλείχουσι σῶμα ὡς τροφήν εἰσιν οὗτοι. τευθίδος ἢ θυσάνοις· γράφεται πολυπόδων θυσάνοις. ἀμφιχανόντες· ἀμφιπεσόντες.

<!-- 3.179 -->Ὀλίγαισι· μικραῖς. ἅπτοις· προσβάλῃ.

<!-- 3.180 -->Ἑλμῖσι· σκώληξιν. ὅττι· ἄλλο. παρείη· παρατύχοι.

<!-- 3.181 -->Ἰχθυόεν· ἕλκον ἰχθῦς. βαιούς· μικρούς· ἐνταῦθα τίσιν ἰχθύσιν οἱ μεγάλοι ἀγρεύονται, καὶ ὅσοι τὸ ἀλλήλων σῶμα περιλείχουσι πρὸς τροφήν. εἴσιν οὗτοι· ὁ θύννος ἀγρεύεται κορακίνῳ, λάβραξ καρίδι, φάγροι χάννοις, συνόδοντες βωξὶν, ἴουλοι ἱππούροις, ὀρφοὶ δὲ τρίγλῃ, κιῤῥίδι πέρκη, χρύσοφρυς μαινίδι, καὶ πολύποδι μύραινα. ἐπὶ μείζονας· κατὰ μειζόνων ἰχθύων. ὁπλίζοιο· ὅπλιζε, τίθει.

<!-- 3.182 -->Δείπνοις· βρώμασι, ταῖς τροφαῖς. μαργῶντες· μαινόμενοι, λαιμαργοῦντες. ἐπισπεύδουσιν· ἐπαγωνίζονται. ὄλεθρον· ἢ τὸν ἴδιον, ἢ τῶν ἄλλων.

<!-- 3.183 -->Ἦ γάρ· γνώμη. ἦ· ὄντως. σιφλόν· λαίμαργον, ἔμψογον καὶ λαίμαργον, ἐπίψογον, τυφλόν. ὑγρὰ θεόντων· πῶς, ἀδολεσχίᾳ.

<!-- 3.184 -->Θύννον· τίς τίνος ἰχθύος ἐπιθυμεῖ; ἄγει· ἀγρεύει. καρίς· ἄγει.

<!-- 3.185 -->Πιαλέη· λιπαρὰ, ἢ πιαίνουσα τὸν λάβρακα, πίων. χάννος· γράφεται χάννοιο. δέλετρον· δέλεαρ.

<!-- 3.186 -->Συνόδοντι· ἰχθύϊ ἔχοντι πυκνοὺς ὀδόντας, πυκνοὺς ὀδόντας ἔχοντι· εἶδος γὰρ καὶ ὁ συνόδους ἰχθύος.

<!-- 3.187 -->Ἔπεφνεν· ἐφόνευσεν. ἔσπασεν· ἔλαβεν, ἤγουν ἤγρευσεν. κιῤῥίδα· ἰχθὺς καὶ οὗτος, εἶδος ἰχθύος.

<!-- 3.188 -->Μαινίδι· σμαρίδι. ἀνιγραί· λεπταὶ, ἀνιαραὶ, λυπηραὶ καὶ γλίσχραι.

<!-- 3.189 -->Μετά· οἷς. ἐπειγόμεναι· σπουδάζουσαι.

<!-- 3.190 -->Ὅσοι τε· καὶ ἄλλοι. περίμετρον· μέγα, κυκλοτερὲς, περιττὸν κατὰ μέτρον, μέγα καὶ ὑπὲρ μέτρον.

<!-- 3.191 -->Κάλλιχθυς· ὁ ἱερὸς λεγόμενος, ἱερὸς ἰχθύς. ἰαίνεται· εὐφραίνεται.

<!-- 3.192 -->Ὄρκυνος· θηρεύεται. ἀνθίῃ· σημείωσαι, ὅτι καὶ ἀνθεὺς καὶ ἀνθὴ λέγεται. ὁπλίζοιο· καὶ δέλεαρ ὅπλιζε.

<!-- 3.193 -->Πείροις· σούβλιζε, ἔμβαλε, κρατήσεις ἢ ἐμβαλεῖς.

<!-- 3.194 -->Ἄλλῳ δʼ· ἐπʼ ἄλλῳ δέ. ἀλλοίην γενεήν· ἄλλο γένος ἰχθύος.

<!-- 3.195 -->Κρέσσονι χειροτέρην· τῷ ἰσχυροτέρῳ τὴν ἀσθενεστέραν.

<!-- 3.196 -->Λίχνος· ἄπληστος· γράφεται ὄλεθρος.

<!-- 3.197 -->Ὡς οὐδὲν λιμοῖο· γνώμη, γνωμικὸν, θαυμαστικόν. λιμοῖο· πείνας ἢ κυνωδοῦς ὀρέξεως· λιμὸς ἡ λεγομένη κυνώδης ὄρεξις. βαρείης· λαιμάργου, ἀπλήστου. βαρείης· κακῶν, λαίμαργον καὶ βάρος ἐμποιούσης ζώῳ παντὶ, ἐπίκειμαι τῶν ἀνθρώπων.

<!-- 3.198 -->Κρατέει· βασιλεύει. ἀπηνής· χαλεπὴ, ἀγρία.

<!-- 3.199 -->Συνέστιος· σύνοικος. δασμῶν· φόρων, πλεονεκτημάτων, μερισμῶν, φόβου, τέλους, μερισμῶν, τῶν καθʼ ἑκάστην ἡμέραν διδομένων αὐτῇ τροφῶν.

<!-- 3.200 -->Ληθομένη· ἐπιλανθανομένη, ἀγνοοῦσα. παρασφήλασα· ἀπατήσασα, παρατρέψασα, ἀποπλανήσασα. νόοιο· ἀπὸ, τοῦ ἰδίου λογισμοῦ.

<!-- 3.201 -->Ἄτην· βλάβην. ἀνέηκε· ἐνέβαλεν. αἴσχεσιν· ταῖς ὕβρεσι, καὶ ἀτιμίαις. ἐγκατέδησε· συνέκλεισεν, ἐδέσμησεν.

<!-- 3.202 -->Γαστήρ· γνώμη. ἀνάσσει· βασιλεύει.

<!-- 3.203 -->Ἠερίῃς· ταῖς πτηνοῖς. τὸ δὲ πλέον· κατʼ ἐξοχήν.

<!-- 3.204 -->Μόρος· θάνατος. γαστήρ· ἡ λαίμαργος.

<!-- 3.205 -->Ἀνθιέων· ἀνθιῶν ὡς κοχλιῶν, καὶ ἰωνικῶς ἀνθιέων. περίφρονα· συνετήν. πεύθεο· μάνθανε, ἄκουε, μάθε.

<!-- 3.206 -->Ἐρικυδέος· τῆς ἄγαν ἐνδόξου. ἐντύνονται· παρασκευάζουσι, κατασκευάζουσιν.

<!-- 3.207 -->Ἐνναετῆρες· κάτοικοι. πάτρης· οἱ κάτοικοι τῆς ἐν Κιλικίᾳ ἀκτῆς· Κίλιξ γὰρ τὸ γένος Ὀππιανός· παράκειται δὲ τῇ Κιλικίᾳ ἡ Λυκία, Σαρπηδὼν δὲ Λύκιος, ἀκτὴν Σαρπηδόνος τὴν Λυκίαν φησίν· Λύκιος γὰρ ὁ ὁμηρικὸς Σαρπηδὼν, ὑπέρκειται δὲ τῆς τοιαύτης Λυκίας ἡ Κιλικία, τὸ ἔθνος τοῦ Ὀππιανοῦ, ἔνθα καὶ τέμενος Ἑρμοῦ. ὑπέρ· ὑπεράνω.

<!-- 3.208 -->Ναυσίκλυτον· ἔνδοξον ταῖς ναυσὶ, τὸ ἐν νηυσὶ περίφημον, ἢ τὸ φημιζόμενον, καὶ ἐξάκουστον, ἢ εἰς ὃ αἱ νῆες κλύζονται, βρέχονται, ἢ κατὰ πολὺ φέρονται.

<!-- 3.209 -->Κωρύκιον· ἱερὸν τοῦ Ἑρμοῦ. ναίουσι· κατοικοῦσιν. ἀμφιρύτην· τὴν ἀμφοτέρωθεν περιῤῥεομένην. Ἐλεοῦσαν· πόλιν, νῆσόν τινα, ὄνομα νήσου, νῆσος τῆς Κιλικίας.

<!-- 3.210 -->Κείνας· τῶν ἀνθιέων. τεκμαίρεται· ζητεῖ, καταστοχάζεται, σημειοῦται, στοχάζεται.

<!-- 3.211 -->Ἴδρις· εἰδήμων, ἐπιστήμων. οἵῃσιν ὕπʼ· ὑφʼ αἷς. οἵῃσιν ἔπʼ· καὶ ἐν οἵῃσι πέτραις. αὐλίζονται· οἰκοῦσιν.

<!-- 3.212 -->Ἀντροφυεῖς· σπηλαιώδεις, τοῖς ἔχουσι σπήλαιον. κευθμῶσι· κοιλώμασι, βαθυτάτοις τόποις, λάκκοις. διαῤῥωγάδας· ἐσχισμένας. θαμέεσσι· ἐν, πυκνοῖς.

<!-- 3.213 -->Δουρί· τῇ νηῒ, ἢ κώπῃ, πλοίῳ. ἀναπλώσας· ἀναπλεύσας, ὁ ἁλιεύς. πινάκων· διὰ τῶν σανίδων, ξύλων, κωπῶν. ἐριηχέα· μεγαλόηχα, ἄγαν ἠχητικόν.

<!-- 3.214 -->Δοῦπον· κτύπον. ἐπικροτέων· κτυπῶν, κρούων, ἠχῶν. πατάγῳ· ἐπὶ τῷ κτύπῳ. ἐπιτέρπονται· χαίρουσιν. ἔθνη· γράφεται ἦτορ. ἦτορ ἀνθιέων· περιφραστικῶς, οἱ ἀνθεῖς.

<!-- 3.215 -->Τῷ· διὸ, διὰ τοῦτο. καί τις· γράφεται καὶ πού τις. ἀνέδραμεν· ἀνῆλθεν. λίμνης· θαλάσσης, καταχρηστικῶς λίμνην τὴν θάλασσαν λέγει.

<!-- 3.216 -->Παπταίνων· ἐπιτηρῶν. ἄκατον· τὴν νῆα. τῷ δʼ· τῷ ἀνθιεῖ.

<!-- 3.217 -->Πέρκας· ἰχθύας, εἶδος ἰχθύος. ἵησιν· πέμπει, δίδωσιν. κορακίνους· ἰχθῦς.

<!-- 3.218 -->Ἀσπαλιεύς· ἀπὸ τοῦ ἀσπάζεσθαι τὴν ἅλα, ἢ τὴν τῆς ἁλὸς τέχνην. ὀρέγων· διδούς. ξεινήϊα· φιλοτιμήματα.

<!-- 3.219 -->Αὐτάρ· δέ. κεχαρημένος· χαίρων. εἰλαπινάζει· θοινεῖ, ἐσθίει, εὐωχεῖται.

<!-- 3.220 -->Δαῖτα· εὐωχίαν. σαίνει· εὐφραίνει, κολακεύει, ὅτι ἥρπασε τὸ δέλεαρ. δολόφρονα· πανοῦργον.

<!-- 3.221 -->Ὡς δὲ φιλοξείνοιο· παραβολὴ, παράδειγμα· λείπει τὸ ὅταν· ὡς δʼ ὅταν τις ξενισθῇ περιπλούσιος γενναῖος ἢ φρόνιμος· τοῦτο γὰρ δηλοῖ τὸ κλεινὸς, ἢ ἐν ἔργοις χειρὸς, ἢ χειρὶ σοφὸς, ἢ σοφίᾳ νοός. μετʼ· ἐν. οἰκία· δόμους, οἰκήματα. κέλσῃ· καταλύσει. κέλσοι· πλησιάζοι. κέλσει· πλησιάσει.

<!-- 3.222 -->Κλεινός· ἔνδοξος. ἤ· κλεινός. ἔργμασιν· ἔργοις, πράξεσιν, κρατήμασι καὶ δωρήμασιν. ἠὲ νόοιο· ἢ νοός. νόοιο· φρονήσει, φρόνιμος.

<!-- 3.223 -->Ἀσπασίως· ἀσμένως. εἶδεν ἐφέστιον· ἢ ἐδεξιώσατο. ἐφέστιον· ὑπὸ τῇ οἰκίᾳ. δώροις· χαρίσμασιν.

<!-- 3.224 -->Εἰλαπίναις· εὐωχίαις. φιλοφροσύναις· φιλοτιμίαις, ἀγάπαις.

<!-- 3.226 -->Κρητῆρος· κρατὴρ εἶδος ποτηρίου μεγάλου, ἐν ᾧ εἴσιν ἄλλα ποτήρια ἐμβεβλημένα μικρά. ἀμοιβαίοις· ἀλλεπαλλήλοις, διαδεκτικοῖς, τοῖς ἐξ ἀμοιβῆς καὶ δεξιώσεως γινομένοις, ἀντὶ τοῦ κατὰ διαδοχὴν ἑκατέρου ἀντιδιδόντος καὶ ἀντιπίνοντος ἢ προπίνοντος τῷ ἑτέρῳ, τοῦ τʼ οἰκοδεσπότου καὶ τοῦ φίλου. δεπάεσσι· ποτηρίοις.

<!-- 3.227 -->Κεχαρημένος· χαίρων. ἐλπωρῇσι· ἐλπίσιν· ἐλπωρὴ γὰρ ἐλπίς.

<!-- 3.228 -->Μειδιάα· γελᾷ, χαίρεται. νέοις· ἀμοιβαίοις. ἐπιτέρπεται· εὐφραίνεται.

<!-- 3.229 -->Ὑπημάτιος· διʼ ὅλης ἡμέρας, καθʼ ἑκάστην ἡμέραν.

<!-- 3.230 -->Στέλλεται· πλέει, πορεύεται, ἀγρεύεται. ἀνίησιν· ἀφίησιν.

<!-- 3.231 -->Δεῖπνα· τροφάς. φέρων· διδούς. ἀμφαγέρονται· κύκλῳ συνέπονται, περισυνάγονται, συναθροίζονται.

<!-- 3.232 -->Δαιτυμόνες· οἱ ἐσθίοντες, εὐωχηταί. χῶρον· ἐκεῖνον, κατὰ τὸν τόπον, καθʼ ὃν δεξιοῦται ταῖς τροφαῖς αὐτοὺς ὁ ἁλιεύς. κλητῆρος· καλέως, καλεστοῦ. ἄγοντος· καλοῦντος.

<!-- 3.233 -->Πλεόνεσσιν· πλείοσιν, πλείοσιν ἀνθιεῦσι, καὶ πλείοσιν οὖσι τοῖς ἰχθύσι καὶ συντόμοις εἰς τὸ λαβεῖν τροφάς. ἑτοιμοτέροις· προθυμοτέροις, πρὸς τὸ φαγεῖν, τοῖς πλησίον οὖσι πρὸς τὸ φαγεῖν, ἑτοίμοις οὖσιν εἰς τὸ φαγεῖν. παρίσχει· παρέχει, δίδωσιν, ἐνδίδωσιν.

<!-- 3.234 -->Φορβὴν ἁρπαλέην· τροφὴν ἄσμενον. ἁρπαλέην· ἁρπακτικήν. ἄλλα κέλευθα· ἄλλαι ὁδοί.

<!-- 3.235 -->Κευθμῶνες· κρυπτῆρες τόποι. ἐνὶ φρεσίν· εἴσι δῆτα.

<!-- 3.236 -->Αὐτοῦ· ἐκεῖ, ἐπίῤῥημα τοπικόν. δηθύνουσιν· διατρίβουσιν. ἅτε· παραβολή. σταθμοῖσι· μάνδραις, μανδρίοις, σηκοῖς· σταθμὸς πολυσήμαντόν ἐστιν· σταθμὸς γὰρ ὁ ζυγὸς, σταθμὸς ἡ ἡμερήσιος ὁδὸς, τὸ παρὰ πολλῶν καλούμενον ὑποσταθμὸς, καὶ ἡ ἔπαυλις τῶν ζώων, ὁ δὲ νοῦς· καθάπερ τὰ πρόβατα χειμῶνος ἐν τοῖς σταθμοῖς αὐλίζονται καὶ κατασκηνοῦσι καὶ ἀπαναπαύονται· ἀπὸ τούτου καὶ τὰ ἱπποστάσια καὶ βουστάσια. νομήων· βοσκῶν.

<!-- 3.237 -->Πώεα· ποίμνια. αὐλίζονται· κατασκηνοῦσι, συναθροίζονται.

<!-- 3.238 -->Ὀλίγον· πρὸς ὀλίγον. σηκοῖο· μάνδρας, σταθμοῦ. λιλαιόμενα· ἐπιθυμοῦντα. προνέεσθαι· προπορεύεσθαι, ἐξέρχεσθαι. προνέμεσθαι· ἐξελθεῖν.

<!-- 3.239 -->Ἀειρομένην· αἰρομένην, φερομένην, κουφιζομένην, κινουμένην.

<!-- 3.240 -->Σπερχομένην· ἐπειγομένην· γράφεται στελλομένην· πορευομένην.

<!-- 3.241 -->Καγχαλόωντες· χαίροντες. δινεύοντες· συστρεφόμενοι.

<!-- 3.242 -->Ἱμερόεν· ἐπιθυμητόν. τιθήνῃ· τῇ τροφῷ, ἢ τῷ πλοίῳ, τῇ τρεφούσῃ αὐτὴν νηΐ.

<!-- 3.243 -->Ὡς δʼ ὁπότʼ· παραβολὴ, παράδειγμα. ἀπτήνεσσι· ἀπτέροις, ἀπτερώτοις, τοῖς μὴ δυναμένοις πτῆναι καὶ πετάσαι. βόσιν· τροφήν. ὀρταλίχοισι· πωλίοις, νεοττοῖς, νεογνοῖς, νεοσσίοις.

<!-- 3.244 -->Μήτηρ εἰαρινή· ἡ χελιδὼν, ἡ κατὰ τὸ ἔαρ ἐπιδημοῦσά τε καὶ τεκνοποιοῦσα. ὄρνις· χελιδὼν, ὅτι αὕτη πρῶτον προαγγέλλει τὸ ἔαρ ἐλθοῦσα, καὶ οἱονεὶ ἄγλωσσος βοῶσα· ἰδοὺ ἔαρ, ζεφύρου δὲ τοῦ ἔαρος· ὁ γὰρ ζέφυρος τότε πνέει κατὰ τὸ ἔαρ, φέρων τὰ πρὸς ζωὴν ἐπιτήδεια. εἰαρινοῦ ζεφύρου· τοῦ ἔαρος, ἐν ᾧ πνέουσιν οἱ ζέφυροι.

<!-- 3.245 -->Ἁπαλόν· νεαροχές. τρύζοντες· λαλοῦντες, τρυρίζοντες, καὶ βοῶντες. καλιῇ· τῇ φωλεᾷ.

<!-- 3.246 -->Γηθόσυνοι· χαίροντες.

<!-- 3.247 -->Ἀναπτύσσουσιν· ἀνοίγουσιν. λέληκεν· ἠχεῖ.

<!-- 3.248 -->Λίγα· ὀξέως. κλάζουσι· βοῶσι, κλαίουσι, λαλοῦσιν· κλαγγὴ γὰρ ποιὰ φωνὴ ἐπὶ γεράνων κυρίως καὶ ἁρμάτων λεγομένη· καὶ Ὅμηρος «ἔγκλαγξαν δʼ ἄρʼ ὀϊστοί,» ὥσπερ καὶ φλοῖσβος ἐπὶ θαλάσσης, καὶ τὸ σίζειν ἐπὶ τηγάνου πεποιημέναι φωναί.

<!-- 3.249 -->Θρεπτῆρος· τοῦ παρέχοντος τὴν τροφὴν, ἁλιέως. ἐναντίον· κατὰ πρόσωπον.

<!-- 3.250 -->Γηθόσυνοι· εὐφρόσυνοι. χαίρουσι· γράφεται θρώσκουσιν. θρώσκουσι· πηδῶσιν. χοροιτύπον· χορευτικὸν, τὸν ὑπὸ χοροῦ κτυπούμενον.

<!-- 3.251 -->Βρώμῃσιν· βρώσεσιν. ἐπασσυτέραισι· πυκναῖς. ἐπασσυτέρῃσι· συναθροιζομένοις μία μεθʼ ἑτέρην, πυκνοτέραις. λιπαίνων· πιαίνων, τρέφων.

<!-- 3.252 -->Ἐπιψαύει· κολακεύει, ἅπτεται αὐτῶν. τιταίνων· ἐξαπλῶν.

<!-- 3.253 -->Πρηΰνει· πρᾷον ποιεῖ. ἄφαρ· εὐθέως. ἠΰτʼ ἄνακτι· καθὰ δεσπότῃ.

<!-- 3.254 -->Πείθονται· εὐπειθοῦσιν. μύωπι· δακτύλῳ, τῇ ὁρμῇ τοῦ δακτύλου, κινήσει τοῦ δακτύλου τοῦ μετὰ ἀντίχειρα κινοῦντος ἰχθύας, ὡς ὁ μύωψ κινεῖ τἄλλα ζῶα· μύωψ ὁ μικρὸς δάκτυλος.

<!-- 3.255 -->Ῥίμφα· εὐθέως, εὐκόλως. νηὸς ὄπισθεν· ἐν τῇ πρύμνῃ.

<!-- 3.256 -->Πρόσω· ἔμπροσθεν ἐν πρώρᾳ. τότε· ποτέ. σχεδὸν ἠπείροιο· πλησίον γῆς.

<!-- 3.257 -->Ὄψεαι· θεάσεις. ἠΰτε· καθά· θεάσῃ γὰρ τοὺς ἀνθιεῖς ὥσπερ παῖδας ἐν ταῖς παλαίστραις ὧδε κἀκεῖσε ὁρμῶντας καὶ στρεφομένους τῇ φρονήσει τοῦ παιδαγωγοῦντος καὶ ἐπιτάττοντος αὐτοῖς ἀνδρὸς, ὅπου ἂν αὐτοὺς κελεύσῃ ὁ θεωρητής.

<!-- 3.258 -->Ἐπιφροσύνῃσι· φρονήσεσι, διδασκαλίας. παλαισμοσύνης· παλαίστρας.

<!-- 3.259 -->Τῇ καὶ τῇ· ὧδε καὶ ὧδε. θύνοντας· ὁρμῶντας. ἐπίσκοπος· ἐπιτηρητὴς, ὁ ἐπιτηρητὴς τῆς παλαίστρας.

<!-- 3.260 -->Κομιδῆς· καὶ ἐπιμελείας. μέληται· γένηται.

<!-- 3.261 -->Δή ῥα· ἀληθῶς. ἀναψάμενος· δήσας, κρατήσας. λαιῇ· ἀριστερᾷ.

<!-- 3.262 -->Ἕζεται· κάθηται. ἀγκίστρου βέλος· περιφραστικῶς τὴν ὀξύτητα. κρατερόν· ἰσχυρόν. θοόν· ὀξὺ, ταχύ.

<!-- 3.263 -->Ὁπλίζει· καθιστᾷ, καὶ ἑτοιμάζει. τοὺς μέν· τοὺς ἀνθιεῖς. ἀπέτραπε· ἐδίωξεν, ἐδίωκεν. χειρὶ κελεύων· διὰ τῆς χειρὸς προτρέπων.

<!-- 3.264 -->Ὁμῶς· ὁμοίως. ἑλών· λαβών. ἔῤῥιψε· ἔβαλλεν.

<!-- 3.265 -->Δύνουσιν· ὑποχωροῦσιν.

<!-- 3.266 -->Τῶν δʼ· ἀπὸ τούτων. μοῦνον· αἰολικῶς. ἀπόκριτον· ἀποκεχωρισμένον, τὸν κρείττονα, διακεχωρισμένον.

<!-- 3.267 -->Δύσμορον· ἐλεεινόν. ὑστατίοισι· ἐσχάτοις, ὑστερινοῖς. κεχαρμένον· χαίροντα, εὐφραινόμενον.

<!-- 3.268 -->Ὤρεξεν· ἔδωκεν. ὑπεὶρ ἁλός· σχῆμα συντομίας.

<!-- 3.269 -->Καρπαλίμως· ἰσχυρῶς, συντόμως, ταχέως ἀπὸ τοῦ τὴν κάραν πάλλειν. ἔσπασεν· ἔλαβεν. ἀμφοτέρῃσι· ταῖς χερσὶ δηλονότι.

<!-- 3.270 -->Θερμός· σπουδαῖος, εὐκίνητος, ἐντρεχὴς, ἀνδρεῖος, διάπειρος καὶ ταχὺς εἰς τὸ εὐμηχάνως καὶ δεξιῶς ἀναλαβεῖν τοιαύτην ἄγραν· οὐδὲ γὰρ δεῖ μόνον τῷ τοιούτῳ φρονήσεως καὶ συντομίας πρὸς ταῦτα, ἀλλὰ καί τινος ἰσχύος καὶ οἰκονομικῆς ἐπιτηδειότητος, ὥστε καὶ τοὺς ἄλλους λαθεῖν ἀνθιεῖς ἐπὶ τῇ τοῦ ἑνὸς ἄγρᾳ, ἐπεὶ ὅλως, εἰ αἴσθοιντο τοῦ παθόντος, μὴ μόνον οὐκ ἂν ῥᾳδίως ὑποστραφεῖεν, ἀλλὰ καὶ αὐτὸν τὸν τόπον μισήσειαν· οὕτως ἐστὶν ὑπόδειλος ὁ ἀνθιεύς. ὀξεῖαν· σύντομον, ταχυτάτην. ἐπίκλοπον· πανοῦργον.

<!-- 3.271 -->Χορόν· πλῆθος. ἴδωνται· καὶ ἴδωσιν.

<!-- 3.272 -->Σμαραγῆς· κτύπου, ἤχου. ἀΐωσι· ἀκούσωσιν, ἀκούωσιν. δυσαγρέος· τοῦ κακῶς ἀγρευθέντος.

<!-- 3.273 -->Οἱ· τῷ χορῷ τῶν ἀνθιέων, τῷ ἁλιεῖ. τόσα· πολλά. παρέσσεται· παρυπάρξει. ἵκοιντο· ἔλθοι.

<!-- 3.274 -->Ὑποτροπάδην· ὀπίσω, ἐξ ἐπιστροφῆς, ὑποστρέψαντες ἔλθωσιν. ἀπὸ δʼ ἔπτυσαν· ἀπεστράφησαν. ἐχθήραντες· μισήσαντες.

<!-- 3.275 -->Κομιδήν· ἐπιμέλειαν, τροφήν. χῶρον· τόπον. ὀλέθριον· φθαρτικόν. τις· ἄς. εἴη· ἔστω.

<!-- 3.276 -->Ἴφθιμος· ἰσχυρός. βιησάμενος· κατισχύσας. ἀνέλκοι· ἀνελκέτω.

<!-- 3.277 -->Δεύτερος ἄλλος· ἕτερος ἁλιεύς. ἐφαπτέσθω· συνεπιλαμβανέσθω, κρατείσθω, συναντιλαμβανέτω. καμάτοιο· τοῦ κόπου.

<!-- 3.278 -->Ὧδε· οὕτως. φρονέοντες· νοοῦντες.

<!-- 3.279 -->Πιανθέντες· λιπανθέντες, τραφέντες, βρώμασιν. ἐοικότα· πρέποντα, ὁμοῖα. ἐοικότως· πρεπόντως. πιαίνουσι· τοὺς τροφεῖς, ἤως τοὺς ἁλιεῖς εὐφραίνουσι, λιπαίνουσι τὸν ἀγρευτῆρα, εὐφραίνουσι τῷ ἁλιεῖ.

<!-- 3.280 -->Εὖτʼ ἐθέλῃσθα· ἡνίκα ἐθέλῃς, ὅταν θέλῃς· διὰ παντὸς ἐξέσται σοὶ οὕτως τυγχάνειν ἄγρας τοιαύτης. παρέσσεται· ἔσεται, ὑπάρξει, γενήσεται. εὔστοχος· ἐπιτυχὴς, ἔξοχος, εὐτυχής.

<!-- 3.281 -->Ἄλλοι· ἁλιεῖς· ἕτεροι δʼ ἁλιεῖς ἄλλως ἀγρεύουσιν ἀνθιεῖς, ὅσοι μάλιστα ἰσχυροὶ καὶ ἐνδύναμοι τὸ σῶμα· καὶ ἄλλος γὰρ τρόπος ἐστὶ τῆς ἄγρας τῶν τοιούτων ἰχθύων, οὔτε φιλοξενίαν ἔχων, οὔτε δόσιν τροφῆς καὶ συνηθείας, ὡς εἰρήκαμεν. ἰφθίμῳ· ἰσχυρᾷ. βίῃ· δυνάμει. γυίων· μελῶν· γράφεται χειρῶν.

<!-- 3.282 -->Πειθόμενοι· θαῤῥοῦντες. ἆθλον· ἀγῶνα.

<!-- 3.283 -->Οὐ φιλίην· φιλοξενίαν. οὔτε φιλίαν πρὸς αὐτοὺς ἐξασκοῦντες, οὔτʼ εἰς τροφὰς ἐνεργοῦντες, οὔτε φιλίας τρόπον ἐπιδεικνύμενοι πρὸς αὐτοὺς, οὔτε περὶ τροφὰς αὐτῶν ἔχοντες καὶ ἐνεργοῦντες. πονεύμενοι· ποιοῦντες, ἐνεργοῦντες. ἀκωκή· ἀκμὴν, ὀξύτητα.

<!-- 3.284 -->Ἠνορέῃ· δυνάμει. βιόωνται· καταπονοῦνται, βιάζονται.

<!-- 3.285 -->Χαλκοῦ· ἐκ. τετυγμένον· ἐσκευασμένον.

<!-- 3.286 -->Γλωχῖνες· ἀγγίδες, γλῶσσαι, γωνίαι, ἐξοχαί. ἄγουσιν· ἐξέχουσι, κρατοῦσιν.

<!-- 3.287 -->Ἀμφίδυμοι· διπλαῖ, διπλοῖ, δύο πρότονες. ἢ δύο πώγωνες καὶ ἀκίδες τοῦ ἀγκίστρου εἰσὶν ἀφʼ ἑκατέρου μέρους, ὧν τὸ σχοινίον ἀποδέουσιν. πεῖσμα· σχοινίον. λινόστροφον· ἐκ λίνου πεπλεγμένον.

<!-- 3.288 -->Διήλασαν· ἔβαλον. ἐπερόνησαν. εἰσέβαλον.

<!-- 3.289 -->Θῆκε· ἐνέβαλεν.

<!-- 3.290 -->Βρίθοντι· βαροῦντι.

<!-- 3.291 -->Ἀγκλίνει· ἀνατείνει.

<!-- 3.292 -->Θώμιγξ· σχοινίον, ὁ σχοῖνος, ἔστω δηλονότι. κρατερή· ἰσχυρά. εὔπλοκος· καλόπλοκος, ὑπαρχέτω. ὅτε δοῦπον· κτύπον γὰρ ἐξεπίτηδες τῶν ἁλιέων ἐν ἀκάτῳ ποιούντων, ἀκούσαντες οἱ ἀνθιεῖς ἀνέρχονται κάτωθεν ἄνω.

<!-- 3.293 -->Ἀναθρέξωσι· ἀναπηδήσωσιν, ἀναδράμωσι, πηδήσωσιν.

<!-- 3.294 -->Ἄλλοις· τῶν ναυτῶν, τῶν ἁλιέων, ἀπὸ τῶν κοινῶν τοῦ πλοιαρίου. μέλεται κώπης πόνος διὰ φροντίδος ἐστὶ κωπηλατεῖν. αὐτὰρ ὅγʼ ἄκρης ἐκ πρύμνης· ὁ δʼ ἐν τῇ πρύμνῃ.

<!-- 3.295 -->Δόλον ἀγκύλον· τὸ ἐπικαμπὲς ἄγκιστρον. ἄγκιστρον γράφεται ἀγκύλον· σκολιόν.

<!-- 3.296 -->Ἦκʼ· ἡσύχως. ἀναδινεύων· συστρέφων. ἕπονται· τῷ ἀγκίστρῳ· οἱ δʼ ἀνθιεῖς, πεμφθέντος τοῦ ἀγκίστρου μετὰ τοῦ δελέατος εἰς τὴν θάλασσαν, ἕπονται, νομίζοντες ζῶντα λάβρακα θεωρεῖν, καὶ σπεύδοντες ἀλλήλους παραδραμεῖν καὶ φαγεῖν τὸν λάβρακα ἐν τῷ προλαβεῖν· εἴποι τις ἂν ἰδὼν αὐτοὺς τρέχοντας ἐπὶ πολέμιον ἄνδρα φεύγοντα φέρεσθαι, φιλονεικοῦντας, τίς ἄρα προλαβὼν ἕλῃ αὐτὸν, καὶ οὕτω νικήσῃ λαβὼν τὸν ἀντίπαλον.

<!-- 3.297 -->Νηΐ τε· καὶ τῷ πλοίῳ. φεύγοντι· ζῶντι, τῷ λάβρακι.

<!-- 3.298 -->Μετά· εἰς. παραφθαδόν· συντόμως, προλαβόντως,

<!-- 3.299 -->Δήϊον· πολεμικὸν, πολέμιον.

<!-- 3.300 -->Ἐλαφρίζειν· ἐφορμεῖν. γοῦνά τʼ ἐλαφρίζειν· τρέχειν, κούφως κινεῖν φεύγοντες, συντόμως κινεῖν. πεφοβημένον· φεύγοντα. νίκης· τοῦ λάβρακος.

<!-- 3.301 -->Ἐσθλῆς· ἀγαθῆς. ἔξοχον· διαφορώτερον, καὶ λιπαρὰ, μέγαν. ἴδηται· προσέξει· ὁ δʼ ἁλιεὺς ὃν ἂν ἴδῃ λιπαρώτερον καὶ εὐμεγεθέστερον τῶν ἀνθιέων, ἐκείνῳ παρέχει τὸ δέλεαρ.

<!-- 3.302 -->Τῷ δαῖτα παρέσχεθεν· τούτῳ τὴν τροφὴν ἔδωκεν.

<!-- 3.303 -->Δῶρα δύσδωρα· τὰ κακὰ καὶ ὀλέθρια δῶρα. μετέδραμεν· ἦλθεν, ἔφυγεν. μετέλαβεν· γράφεται μετεδρύμαν.

<!-- 3.304 -->Ἀλκήν· δύναμιν. ἀμφοτέρων· τοῦ ἀνθιέως καὶ τοῦ κυνηγοῦ. θηήσεαι· θαυμάσῃς, θαυμάσῃ. ἄεθλος· ἀγών.

<!-- 3.305 -->Μαρναμένων· μαχομένων. ἀνδρός τε· ἁλιέως ἕλκοντος κατὰ παράλειψιν.

<!-- 3.306 -->Τοῦ μὲν γάρ· τοῦ ἁλιέως. μέτωπα· διὰ τὸ μέγεθος.

<!-- 3.307 -->Αὐχένιοί τε· τὰ ἐξ αὐχένος μέχρι τῶν ἀστραγάλων διήκοντα νεῦρα. τένοντες· νεῦρα ἐξηπλωμένα ἀπὸ τραχήλου μέχρι τῶν ταρσῶν, τὰ ἀπὸ κεφαλῆς μέχρι ποδῶν διήκοντα νεῦρα, νῦν δὲ τὰ περὶ τὰ σφυρὰ λέγει νεῦρα, ἃ καὶ ὄπισθεν ἐξίστανται.

<!-- 3.308 -->Ἠνορέῃ· δυνάμει. τανύονται· ὀγκοῦνται.

<!-- 3.309 -->Ἀσχαλόων· βαρυνόμενος.

<!-- 3.310 -->Ἕλκων αὖ ἐρύοντα· σύρων εἰς τοὐπίσω τὸν ἕλκοντα αὐτόν. βιώμενος· βιαζόμενος. δῦναι· εἰσελθεῖν.

<!-- 3.311 -->Ἄσχετα μαιμώων· ἀσχέτως προθυμούμενος. κέκλεται· καλεῖ, καὶ προσκαλεῖται.

<!-- 3.312 -->Ἐμπίπτειν· σφοδρῶς ἐλαύνειν, σπουδαιότερον ἐλαύνειν, κωπηλατεῖν. ἐλάτῃσι· κώπαις. διωκομένης· ἐλαυνομένης, τρεχούσης. ἀκάτοιο· νηός.

<!-- 3.313 -->Ἔμπαλιν· εἰς τοὐπίσω· ὁ ἁλιεὺς ἀπὸ πρύμνης ἐπὶ πρώραν ἐφέλκεται ὅλος τῇ ὁρμῇ καὶ τῷ τινάγματι τοῦ ἐμπαγέντος τῷ ἀγκίστρῳ ἰχθύος. ὅλος· ὁ ἁλιεύς· γράφεται καὶ ἁλός· κατά.

<!-- 3.314 -->Κλάζει· ἀδυνατεῖ, ἠχεῖ, ἐξ ἀσθενείας τρύζει, τουτέστι τρύζει, τείνεται, ἢ ποτὲ μὲν χαυνοῦται τῇ ἑλκύσει καὶ ἐνδόσει τοῦ ἰχθύος, ποτὲ δὲ τινάσσεται καὶ ταράσσεται. χειρὸς δʼ ἀπολείβεται· ἀπὸ δὲ χειρὸς τοῦ ἁλιέως στάζει.

<!-- 3.315 -->Πριομένης· συρομένης, σχιζομένης. βαρύν· χαλεπόν. μεθίησιν· ἀφίησι, καταλείπει.

<!-- 3.316 -->Ὡς δέ· παραβολὴ, παράδειγμα. ὑπέρβιοι· ἰσχυροί. ἀλκήν· κατά.

<!-- 3.317 -->Ἅμματʼ· σχοινία. τιταινόμενοι· ἕλκοντες. βιόωνται· βιάζονται.

<!-- 3.318 -->Ἑλκῦσαι· ἀλλήλους. ὀπισθοφόροις· ὀπισθορμήτοις, ὀπισθοτέραις· γράφεται ὀπισθοφόρος. ἐρύοντες· κωλύοντες.

<!-- 3.319 -->Δηρόν· ἐπὶ πολύ.

<!-- 3.320 -->Ἐμμενέως· ἰσχυρῶς, ἐπιμόνως, προθύμως. ἐρύονται· ἕλκονται.

<!-- 3.321 -->Νεῖκος· φιλονεικία. ὄρωρε· κεκίνηται ἀπὸ τοῦ ὀρίνω τὸ διεγείρω. ὄρωρε ἀπὸ τοῦ ὄρω τὸ διεγείρω.

<!-- 3.322 -->Ἀπαΐξαι· ἀφορμίσαι. ἑλκέμεν· ἕλκειν τὸν ἰχθύν. ἱμείροντος· ἐπιθυμοῦντος.

<!-- 3.323 -->Οὐ μέν μιν λείπουσιν· οὐ καταλιμπάνουσι τὸν ἁλόντα. ἐν ἄλγεσιν· ἐν πόνοις ὄντα. ἄλλος ὅμιλος· τῶν ἀνθιέων.

<!-- 3.324 -->Ἐθέλουσιν· προθυμοῦνται. ἀμυνέμεν· ἀμύνειν, βοηθεῖν.

<!-- 3.325 -->Νῶτα βίῃ· τοῖς νώτοις ἑαυτῶν ἐρείδοντες, συσφίγγουσιν αὐτὸν ἑλκόμενον κατέχοντες καὶ ἀνθέλκοντες τὴν ναῦν, εἴπως τῷ βάρει τῶν πολλῶν καὶ τῇ ἀνθελκύσει τῆς βίας ἢ τὸ ἄγκιστρον ἢ ὁ σχοῖνος ἀποῤῥαγῇ. χρίμπτουσι· πλησιάζουσιν, ἐμβάλλουσι, προσβάλλουσιν. ἐμπίπτουσιν· προσπίπτουσιν.

<!-- 3.326 -->Ἄφρονες· προσαναφώνησις τὸ σχῆμα. ἐνόησαν· συνεῖδον, ἐνθυμήθησαν. τείροντες· βλάπτοντες, ἢ βοηθοῦντες.

<!-- 3.327 -->Θώμιγγα· σχοῖνον, σχοινίον. λιλαιόμενοι· προθυμούμενοι, ἐπιθυμοῦντες.

<!-- 3.328 -->Ῥῆξαι· κόψαι. ἀμηχανόωσι· ἀδυνατοῦσιν, ἐν ἀπορίᾳ εἰσὶ ποιῆσαι τοῦτο. ἄνοπλον· μὴ ἔχον ὀδόντας, νωδὸν, ἐπεὶ οὐκ ἔχουσιν ὀδόντας ὀξεῖς.

<!-- 3.329 -->Καμάτῳ· κόπῳ. ἕλκεσι· τραύμασιν. μοχθίζοντα· κακοπαθοῦντα.

<!-- 3.330 -->Πυκναῖς εἰρεσίῃσι· τῇ πυκνῇ κωπηλασίᾳ. εἰρεσίῃσι· κωπηλασίαις. ἔσπασεν· ἔλαγεν. ἀνήρ· ἁλιεύς.

<!-- 3.331 -->Οἱ· αὐτῷ, ἁλιεῖ, τῷ ἰχθύι. τυτθόν· ὀλίγον, μικρόν. ὑπείξεται· ἐνδώσει, ὑποταγῇ, ἐνδώσεται, ὑπενδώσει. οὐ· οὐδαμῶς.

<!-- 3.332 -->Ἑλκύσει· ἀγρεύσει. ὑπερφίαλον· μέγα, παμμέγεθες.

<!-- 3.333 -->Πολλάκι· πολλάκις ὑπὸ τὴν ῥάχιν αὐτοῦ τὴν ὀξεῖαν ὑπερπηδήσας ἔκοψε τὴν σχοῖνον δακών. ὀξύπρωρον· τὸ ὑπὲρ τὴν ῥάχιν ὀξύπρωρον, ἢ ὀξύπορον ἀντὶ τοῦ ὀξέως προϊοῦσαν καὶ ἀναδεδεμένην ῥάχιν· ἢ ὀξύπρωρον τὴν ἐμπροσθίαν παρὰ τὸ προορᾷν· καὶ πρώρα γὰρ οὕτω λέγεται ἀπὸ τοῦ προϊέναι καὶ προορᾶν, πρώιρά τις οὖσα, καὶ πρώρα. ἔτμαγε· ἔκοψε τὴν ὁρμιὰν μετὰ τῆς ὀξυπόρου ῥάχεως, μεταφορικῶς δʼ ἀπὸ τῆς πρώρης εἴρηται, ὀξείας οὔσης καὶ αὐτῆς. δάψας· δακὼν, πλησιάσας.

<!-- 3.334 -->Ἀπὸ δʼ ἤϊξε· ἀφώρμησεν, ἀπέφυγεν, ἔφυγεν, ὑπεχώρησεν. κενόν· ἄγρας. ἀγρευτῆρα· ἁλιέα.

<!-- 3.335 -->Σθένος· δύναμιν. γενέθλη· ἡ γενεά.

<!-- 3.336 -->Ὅσσαι· ὁπόσοι. δέμας· κατά.

<!-- 3.337 -->Πλάζονται· ὁδεύουσι, διατρίβουσι τῇ ἁλὶ, ἀναστρέφονται ἐν τῇ θαλάσσῃ. τοίοις· τοιούτοις, σθεναροῖς δηλονότι. βραχίοσι· δυνάμεσιν. ἀγρώσσονται· ἀγρεύονται.

<!-- 3.338 -->Ἄλλους· τῶν ἀνθιέων. βρώμῃσι· βρώσεσιν. εἰλαπίναισι· εὐωχίαις. δολώσας· δελεάσας.

<!-- 3.339 -->Ἀγρώσσει· ἀγρεύει. ἀγαθὸς δέ τοι ἔσσεται· ἀγαθὸς γίνεται εἰς τὸ ἀγρεύεσθαι τῷ ἁλιεῖ οὕτω ποιοῦντι κάνθαρος, δύο δʼ εἴδη κανθάρων, τὸ μὲν ἓν, ὃ καλοῦσιν οἱ πολλοὶ τριχαῖος, τὸ δʼ ἕτερον γομφαρίοις ὅμοιον. τοι· τῷ ἁλιεῖ.

<!-- 3.340 -->Λεπρῇσι· τραχείαις. μέμηλε· οἰκεῖ, ἐνδιατρίβει.

<!-- 3.341 -->Κύρτον· ζωγρεῖον, κλωβίον. πλέξαιο· πλέξεις. περίδρομον· κυκλοτερῆ, στρογγύλον. ὅττι· λίαν. μέγιστον γράφεται τάχιστα.

<!-- 3.342 -->Τεύχων· κατασκευάζων. σπάρτοισιν· βρούλλοις, ἀπὸ σπαρτίων. σπάρτῃσιν· καννάβῃ, οἷς χρῶνται ἐν ἅλωνι γεωργοὶ πρὸς τὸ σαίρειν καὶ φιλοκαλεῖν, ἃ πολλὰ ἐν Ἰβηρίᾳ· φυτὸν γὰρ ἡ σπάρτη χρήσιμον εἰς κείγου πλοκήν. γράφεται δὲ καὶ σπάρτος παρὰ τῷ ποιητῇ ἐν Ἰλ β ρλε·

  
σπάρτοι δὲ λέλυνται.  
εἰς δὲ κύρτων πλοκὴν ἔτι χρησιμώτερον ἡ σπάρτη· εἰ δὲ μὴ, ἔστω λύγος, κλάδος τις ἁπαλὸς καὶ ἀῤῥαγὴς, καὶ ἀπαρτίζων τὸν κύρτον. Ἰβήρισι· Ἰβηρίδων, ἰσχυροῖς. λύγοισι· βεργίοις, ἁπαλοῖς βεργίοις, τοῖς βρύλλοις.

<!-- 3.343 -->Ῥάβδους· ἀντὶ στημόνων. ἀμφιβαλών· πέριξ αὐτοῦ. λευρή· πλαγία, στενὴ, ὁμαλή.

<!-- 3.344 -->Γαστήρ· ὁ κόλπος, τὸ βάθος. εὐρυχανής· πλατεῖα. ἐνείης· ἐμβάλλοις, βάλε.

<!-- 3.346 -->Ὀπταλέους· ὀπτούς. κνίσσῃ· ὀσμῇ.

<!-- 3.347 -->Ἐντύνας· εὐτρεπίσοις, κατασκευάσας.

<!-- 3.348 -->Δόχμιον· πλάγιον. ἀγκλίνοις· κλίνον, ἐπίθες, τὸ εὐκτικὸν ἀντὶ προστακτικοῦ. ὕφαλον· κρυπτὸν, τὸ κεκρυμμένον. λόχον· δόλον. ὀδμή· εὐωδία.

<!-- 3.349 -->Ἵξεται· ἐλεύσεται, παραγίνεται.

<!-- 3.350 -->Θαρσαλέος· θαῤῥῶν, ὁρμητικῶς. πρώτην ὁδόν· κατά.

<!-- 3.351 -->Δαισάμενος· φαγών. παλίνορσος· ὀπισθόρμητος. παλίνδρομος· ὀπισθόδρομος. ἀνέδραμεν· ἀνεχώρησεν.

<!-- 3.352 -->Κυρτεύς· ὁ κύρτους ἔχων. νεοτερπέα· τὴν ἐπὶ βραχὺ τέρπουσαν, τὴν νεωστὶ καὶ πρὸς ὀλίγον τέρπουσαν αὐτοὺς τροφὴν, ἢ νεοτερπέα τὴν νέαν ἔχουσαν τέρψιν καὶ ἡδονήν.

<!-- 3.353 -->Ἐντίθεται· ἐμβάλλει.

<!-- 3.354 -->Σύνδορπον· ὁμοδίαιτον, σύντροφον, σύνδειπνον. ἑταῖρον· φίλον.

<!-- 3.355 -->Ἀτρομέοντες· ἀφοβοῦντες, ἄφοβοι ὄντες.

<!-- 3.356 -->Πρόπαν ἦμαρ· διʼ ὅλης ἡμέρας. ἐνήμενοι· ἐγκαθήμενοι, καθήμενοι.

<!-- 3.358 -->Ὡς δʼ· παραβολὴ, παράδειγμα. ὀρφανικοῖο· ὀρφανοῦ, ἀντὶ ἁπλοῦ τὸ κτητικόν. μετʼ· κατά. ἠϊθέοιο· ἄζυγος νέου, παρθενικοῦ.

<!-- 3.359 -->Σαοφροσύνῃσι· σωφροσύνης, εὐταξίας. μεμηλότες· φροντίζοντες, φροντίδα ἔχοντες. ἥλικες· συνομήλικοι.

<!-- 3.360 -->Κλητοί· καλεστοί. αὐτόμολοι· αὐθόρμητοι, αὐτοκάλεστοι, καὶ ἑκουσίως ἐρχόμενοι, τινὲς μὲν καλεστοὶ, τινὲς δʼ αὐτοκάλεστοι. πανημαδόν· διʼ ὅλης ἡμέρας. ἀγερέθονται· ἀθροίζονται. ἠγερέθονται· συναθροίζονται.

<!-- 3.361 -->Κτῆσιν· περιουσίαν, οἰκεῖα. κείροντες· ἐσθίοντες, δαπανῶντες. ἀσημάντοιο· ἀφυλάκτου, τοῦ μὴ φυλακὴν ἔχοντος, ἀμετρήτου. δόμοιο· οἴκου.

<!-- 3.362 -->Οἷα· ὁποῖα. ἀνίησι· ἐνδίδωσιν, ἀναπείθει, δίδωσι ποιεῖν δηλονότι. χαλίφρονας· μωροὺς, τοὺς κεχαλασμένους τὴν φρόνησιν, ματαιόφρονας· χάλις ὁ οἶνος παρὰ τὸ χαλᾷν τὴν ἶνα. ἄκριτος· ἀσύνετος, μὴ διακρίνουσα τὸ καλόν. ἥβη· ἡλικία.

<!-- 3.363 -->Κακοφροσύνῃσι· ταῖς κακοβουλίαις.

<!-- 3.364 -->Ἀγρομένοισι· ἀθροιζομένοις. παρασχεδόν· πλησίον. ἵσταται· ἐπέρχεται.

<!-- 3.365 -->Εὐλιπέες· λιπαροὶ, πιμελώδεις. τελέθωσι· γένωνται. ὑπαρχέτω.

<!-- 3.367 -->Ἀραρώς· ἁρμόσας, ὁρμήσας. ἕρκεϊ· κύρτῳ. πεπτηῶτας· ἡπλωμένους, συστελλομένους, πεσόντας.

<!-- 3.368 -->Ὑστάτιον· καὶ τελευταῖον. κνώσσοντας· κοιμωμένους, καρηβαριῶντας, ἀνοηταίνοντας. ἀνείρυσεν· εἵλκυσεν.

<!-- 3.368bis -->Φρασάμενοι· νοήσαντες. σπεύδουσι· γράφεται σπαίρουσιν. σπαίρουσι· κινοῦνται, κινοῦσιν. ἐκδῦναι· ἐξελθεῖν. μεμάασι· προθυμοῦνται.

<!-- 3.370 -->Νήπιοι· ἀνόητοι, μωροί· νήπιος ὁ ἀνόητος ἀπὸ τοῦ ἄπο εἶναι νοῦ. νήπιον τὸ βέλεφος ἀπὸ τοῦ νοῦν ἤπιον ἔχειν. ὁμῶς· τῷ πρώτῳ καιρῷ. εὔοικον· καλῶς οἰκούμενον.

<!-- 3.371 -->Ἄδμωσι· συακίοις, κατὰ τῶν ἀδμώνων· ἄδμωνες εἶδος ἰχθύος τῶν λεγομένων συακίων. ὀπωρινόν· θερινὸν, ποτέ. ὁπλίζονται· κατασκευάζουσιν.

<!-- 3.372 -->Οἰσυϊνόν· ἤγουν ἐξ ἰτέας, ἀπὸ τοῦ ἠσίνου δένδρου πεπλεγμένον· οἰσύα εἶδος φυτοῦ σχοινώδους, καὶ γίνεται ἀπὸ τοῦ οἴω οἴσω τὸ κομίζω· εὐμετακόμιστον γάρ ἐστι καὶ εὐλύγιστον τὸ φυτόν. οἰσυϊνόν· εἶδος φυτοῦ εὐλύγιστον. ὁρμίζονται· ἐλλιμενίζουσι, προσρίπτουσιν.

<!-- 3.373 -->Νέρθεν· κάτωθεν, ὑποκάτωθεν. ἀναψάμενοι· κρεμάσαντες, ἀναδήσαντες τρητὸν λίθον κάτωθεν προσδεσμοῦσι τοῦ κύρτου, ἵνα διὰ τὸ βάρος μὴ σαλεύηται ὑπὸ τῶν κυμάτων· οἱ μὲν γὰρ λίθοι δεσμούμενοι τοῖς τοιούτοις κάτω συνέχουσιν, οἱ δὲ φελλοὶ ἄνω φέρουσιν. τρητόν· τρυπητὸν, καὶ τετρυπημένον. εὐναστῆρα· στηρικτὴν, δεσμευτὴν, δεσμῶτα, καὶ κοιμηστήρια.

<!-- 3.374 -->Ὀχμάζουσιν· ἀναβαστάζουσι, κινοῦσι, βαστῶσι, κρατοῦσιν, ἀνέχουσι, βαστάζονται. δόλον· κύλον. ἐν δέ οἱ· ἐν αὐτῷ δὲ, τῷ κύρτῳ.

<!-- 3.375 -->Ἀκταίους· αἰγιαλώτας, παραθαλασσίους, ἀπὸ τῆς ἀκτῆς. διερούς· γλίσχρους, μυξώδεις, διύγρους. κάχληκας· λίθους θαλασσίους, βώλους. ἱεῖσι· βάλλουσι, πέμπουσιν, ἐμβάλλουσιν.

<!-- 3.376 -->Διαινομένοισι· βρεχομένοις. περιτρέφεται· γίνεται, αὐξάνεται. γλαγόεσσα· γαλακτώδης, ἀφρώδης, λευκή.

<!-- 3.377 -->Μύξα· ἀφρὸς, λίπος, ἀφρώδης. ἵμερος· ἐπιθυμία. ἕλκει· ἐπάγεται.

<!-- 3.378 -->Λίχνον· λαίμαργον.

<!-- 3.379 -->Προῤῥέοντες· τρέχοντες. ἐπιπροθέοντες· περικυκλοῦντες, προτρέχοντες.

<!-- 3.380 -->Ἄδμωνες· διώκουσι τὰ μικρὰ φαγεῖν καὶ ἀγρεύονται. μυχοῖο· γράφεται καὶ κοίλοιο.

<!-- 3.381 -->Ἐπί σφισιν· κατά.

<!-- 3.382 -->Ἐλδόμενοι· ἐπιθυμοῦντες. τοὺς δʼ οὐχ ἕλον· οἱ ἄδμωες τοῖς μικροῖς ἐπελθόντες αὐτοὺς μὲν ὅπως οὐχ εἷλον διὰ τῶν ὠπῶν τοῦ κύρτου διολισθήσαντας, αὐτοὶ δὲ περιέπεσον καὶ ἄλλοις βλάβην ἐθέλοντες αὐτοὶ μᾶλλον ἀπώλοντο. τοὺς δʼ οὐχ ἶδον· γράφεται καὶ κίχον. ὑπόλισθον· ἔπεσον, ἐξέφυγον.

<!-- 3.383 -->Ἱέμενοι· προθυμούμενοι. ἔχουσι· δύνανται.

<!-- 3.384 -->Αὖτις· πάλιν. ὑπεκδῦναι· ὑπεξελθεῖν. πλεκτὸν λόχον· τοῦ κύρτου. ἑτέροισι· ἄλλοις.

<!-- 3.385 -->Πήματα· βλάβην· πῆμα ἡ βλάβη. πορσύνοντες· παρέχοντες. ἐπί σφισιν· καθʼ ἑαυτῶν. ὄλεθρον· ἀπώλειαν.

<!-- 3.386 -->Ὡς δέ τις· παραβολή· οἱ κυνηγοὶ βόθρον ὀρύσσοντες ἱστῶσιν ἐν αὐτῷ ξύλον μηχανητὸν, ἄνωθεν μὲν ἔχον λίθον, ὑποκάτω δʼ ἔριφον, ἢ κύνα· ἐλθόντος δὲ τοῦ θηρὸς καὶ ἐπιπηδῶντος τῷ βόθρῳ, ἀναστρέφεται τὸ ξύλον διὰ τῆς ἐν αὐτῷ μηχανῆς καὶ φέρει τὸν μὲν ἔριφον ἄνω, τὸν δὲ λίθον κάτω, καὶ οὕτως ἀγρεύεται ὁ θήρ. ξυλόχοισιν· τόποις ξύλους ἔχουσιν. ὀρέστερος· ὀρείφοιτος, ὀρεινὸς, ὀρειφοίτης, ἐν ὄρει διάγων. ἀγροιώτης· ἀγρὸν οἰκῶν, κυνηγός.

<!-- 3.387 -->Θηρί· παρδάλει· θῆρα κυρίως τὸν λέοντα λέγουσιν, ἐνταῦθα δὲ καὶ τὴν πάρδαλιν διὰ τὸ ἄγριον καὶ μιαιφόνον. λέγονται καὶ τὰ ἄλλα ζῶα θῆρες, καὶ τὰ κήτη δʼ αὐτὰ τῆς θαλάσσης, ὡς καὶ ὁ «ὑμνῳδὸς εἰναλίη θήρ». ἤρτυνεν· ηὐτρέπισεν. ἐκατεδίκασεν. ἀπηνέϊ· χαλεπῷ, ἀσυμπαθεῖ, σκληρῷ.

<!-- 3.388 -->Δῆσε· ἔδησεν· βάλλουσι γὰρ ἐν τῇ πάγῃ κάτωθεν ἢ κύνα, ἢ ἔριφον, ἀκούων δὲ λέων ἢ πάρδαλις τῆς φωνῆς τοῦ τοιούτου ζώου μακρόθεν ἔρχεται λαφύξων αὐτό· ἐπὰν δὲ τῆς πάγης ἔνδον γένηται τὸ θηρίον, πίπτει μὲν διὰ μηχανῆς τὸ ξύλον ἐπὶ τὰ ἄνω φέρον τὸν ἔριφον ἢ τὸν κύνα, τὸ δὲ θηρίον ἁλίσκεται. μήδεα· αἰδοῖα.

<!-- 3.389 -->Ἠχήεις· ἠχητικός. ὀρυμαγδός· ἦχος, βοὴ, φωνή. ἀπόπροθι· μακρόθεν, μακρὰν, ἔμπροσθεν. μυρομένοιο· κλαίοντος, θρηνοῦντος· γράφεται τειρομένοιο· δαμαζομένου.

<!-- 3.390 -->Ἔρχεται· ἀκούεται. ἀμφὶ δέ οἱ· περὶ δὲ τῷ κυνὶ, πανταχοῦ. στένεται· ἠχεῖ, ἠχεῖται, ἀντηχεῖ. δρίος· δάσος ἢ ὄρος, ἢ δρυμών· δρίος ὁ σύμφυτος τόπος, ἢ τὸ ὄρος, ἀπὸ τῶν ἐκεῖσε δρυῶν καὶ δρυμῶν· ἀπὸ τούτου καλεῖται τὸ δάσος. ἀΐουσα· ἀκούουσα.

<!-- 3.391 -->Ἰάνθη· εὐφράνθη, ηὐφράνθη. ἔσσυται· γράφεται καὶ ἔδραμεν. ἴχνος· κατὰ τό. ἀϋτῆς· βοῆς, τῆς φωνῆς.

<!-- 3.392 -->Μαιομένη· ζητοῦσα. τάχα· ταχέως. ἷξε· ἦλθεν, ὥρμησεν. ἔθορε· ἔσω ἐπήδησεν. τὸν μέν· τὸν κύνα.

<!-- 3.393 -->Κρυπτὸς δόλος· ἡ πάγη. βόθρῳ· λάκκῳ,

<!-- 3.394 -->Εἱλεῖται· συστρέφεται. δαιτός· τροφῆς.

<!-- 3.395 -->Φόβου· φυγῆς. ὑπέκδυσις· ὑπεξέλευσις, φυγὴ, ἐξέλευσις. ἑτοίμη· πρόχειρος, δυνατή.

<!-- 3.396 -->Δειλοί· δείλαιοι.

<!-- 3.397 -->Πότμον· θάνατον. ἐφωρμήσαντο· ἔλαβον, ἐπεσπάσαντο, ἐσώρμησαν. ἄϊδος· ᾅδου. ἕρκος· φραγμόν.

<!-- 3.398 -->Τις· ἁλιεύς. θρίσσῃσιν· ἰχθύες.

<!-- 3.399 -->Φράσατʼ· ἐνόησεν. ὀπωρινήν· θερινὴν, κατὰ τὴν, εὐχερῆ καὶ ἡδεῖαν. λαρινόν· τὸ λεγόμενον κύλας, εἶδος ἰχθύος· γράφεται λάειμον.

<!-- 3.400 -->Τραχούρων· τρίχων. κύρτον μὲν ὑπὸ σπάρτισιν· βρουλίαν ἰβηρικὴν διὰ σπάρτων. ὑπὸ σπάρτῃσιν· ὑπὸ σπάρτων καὶ σχοινίων. ὑφήνας· κατασκευάσας, πλέξας.

<!-- 3.401 -->Εὐπαγέως· στερεῶς. ἐπιστημόνως. φρυκτῶν· κεκαυμένων, πεφρυγμένων.

<!-- 3.402 -->Μυδαλέην· διάβροχον, βεβρεγμένην, τῷ οἴνῳ. κούρης· τῆς Μυρσίνης τῆς θυγατρὸς τοῦ Θείαντος.

<!-- 3.403 -->Δάκρυον· τὴν λιβανωτὸν λέγει· σημείωσαι. Θειαντίδος· θυγατρὸς Θείαντος, δάκρυόν φησι τῆς Θειαντίδος κόρης ὀπὸν φυτὸν ἐν Περσίδι γινόμενον· τοῦτο γὰρ εὐῶδες καὶ τοῦτο τοῖς κύρτοις οἱ ἁλιεῖς χρίουσι, σμίγοντες τοῖς φρυκτοῖς ὀρόβοις. δάκρυόν φησι τῆς Θειάντιδος κόρης τῆς Μυῤῥίνης, ἥτις ἐρασθεῖσα τοῦ πατρὸς Θείαντος εὐπρεποῦς ὄντος· ἡ τροφὸς συνεκοίμησε ταύτην τῷ πατρὶ, εἰσάγουσα κατὰ τὴν νύκτα, ὡς ξένην γυναῖκα, γνοὺς δʼ ὁ πατὴρ κατεδίωξε αὐτὴν τὴν θυγατέρα ἐπὶ τῷ φονεῦσαι, ἐλεήσας δʼ αὐτὴν ὁ Ζεὺς ἐποίησε χάναι τὴν γῆν καὶ δέξασθαι αὐτὴν, καὶ ἐκ τοῦ τόπου ἀνῆλθε φυτὸν καὶ τοῦ χρόνου φθάσαντος τοῦ τοκετοῦ ἔτεκε τὸν Ἄδωνιν· ὁ γοῦν ὀπὸς ἤτοι τὸ δάκρυον τοῦ φυτοῦ εὐῶδές ἐστι, καὶ τοῦτο τοῖς κύρτοις οἱ ἁλιεῖς χρίουσιν. Μέμνηται τῆς ἱστορίας ὁ Λυκόφρων λέγων

  
Μύῤῥας ἐρυμνὸν ἄστυ τῆς μογοστόκου.  
ἱστοροῦσι τοῦτον τὸν μῦθον ἐν Πέρσαις γενέσθαι· τούτου γοῦν τοῦ φυτοῦ τὸν ὀπὸν ἢ τὸ δάκρυον χρίουσιν οἱ ἁλιεῖς τοῖς κύρτοις· εὐῶδες γὰρ λίαν.

<!-- 3.404 -->Ἐρασσαμένην· ἐρασθεῖσαν. δυσμήχανον· καὶ εὐπόρητον. ἀνύσσαι· πρᾶξαι.

<!-- 3.405 -->Φιλότητα· μίξιν. χολωσαμένης· ὀργισθείσης, τῷ πατρί.

<!-- 3.406 -->Ἐῤῥίζωσεν· ἀνέδωκεν, καὶ μετέβαλεν.

<!-- 3.407 -->Αἶσα· τύχη, μοῖρα. γοάει· θρηνεῖ, Μύῤῥα. ὀλοφύρεται· θρηνεῖ· ὀλοφύρω ὁμοίως θρηνῶ.

<!-- 3.407bis -->Δευομένη· βρεχομένη. λέκτρου· κοίτης.

<!-- 3.409 -->Θεῖον ὀπόν· τὸν λιβανωτὸν, τὸ δάκρυον. ἐνορμίζει· ἐμβάλλει. ῥοθίοισιν· ῥεύμασιν.

<!-- 3.410 -->Αἶψα· ταχέως. ἐπέδραμε· ἐπῆλθεν. λειριόεσσα· ἡδεῖα, εὐώδης, εὔοσμος.

<!-- 3.411 -->Κικλήσκουσʼ· προσκαλουμένη. πολυειδέας· πολλάς. φέρονται· ἕλκονται.

<!-- 3.412 -->Πνοιῇ νηδυμίῃ· τῇ ἡδυτάτῃ εὐωδίᾳ, πνοῇ ἡδυτάτῃ. νηδυμίῃ· γλυκείᾳ. δεδονημένοι· κεκινημένοι. ὦκα· ταχέως.

<!-- 3.413 -->Πίμπλαται· γέμει. ἀγρευτῆρι· ἁλιεῖ. εὔθηρον· καλήν. ἀμοιβήν· χάριν. ἀμοιβὴν εὔθηρον· τῆς γλυκύτητος τὸ σχῆμα· περιτίθησι γὰρ ὁ ποιητὴς ὥσπερ τῷ ἀψύχῳ κύρτῳ ἦθος, εἰπὼν, ὅτι φέρει ὁ κύρτος τῷ ἁλιεῖ ἀντάμειψιν, ἀντὶ τῆς μάζης ἀνταπόδοσιν, οὓς ἐναπέκλεισεν ἰχθύας δηλονότι, ἄγραν καλήν.

<!-- 3.414 -->Ἰκμαλέοις· διύγροις, ἀνθηροῖς. φύκεσσι· βρύοις. μάλιστα· κατὰ πολύ.

<!-- 3.415 -->Τέρπονται· χαίρουσιν. ἀγρώσσονται· ἀγρεύονται. ἐδωδῇ· τροφῇ. βίῳ.

<!-- 3.416 -->Πλώοι· πλεέτω. πλώει· πλέει· πρό τινων ἡμερῶν ὁ ἁλιεὺς πλέει εἰς ἕνα τόπον φύκια ἔχοντα, οἷς ὑποτίθησι λίθους περιπληθεῖς, οὕστινας μετὰ ταῦτα τοῖς κύρτοις ἐντίθησι κεκαλυμμένους καὶ ἐντετυλιγμένους τοῖς βρύοις, ὧν συνήθεις γίνονται αἱ σάλπαι ἐφʼ ἡμέραις τισίν.

<!-- 3.417 -->Μετʼ οἴδμασι· ἐν θαλάσσῃ. λᾶας· λίθους. ἵησι· πέμπει.

<!-- 3.418 -->Χερμάδας· λίθους χειροπληθεῖς. ἁψάμενος· ἀναδήσας, πέμψας, προσεγγίσας. φύκια· βρύα. τηλεθόωντα· θάλλοντα.

<!-- 3.419 -->Πέμπτη· πεμπταία. ἠριγένεια· ἡ ἡμέρα ἀπὸ τοῦ ἦρ, ἡ πρωΐα, πρωϊνὴ ὥρα καὶ ἡμέρα, κυρίως ἡ πρωΐα καὶ τὸ τῆς πρωΐας κατάδημα.

<!-- 3.420 -->Ἀγρόμεναι κεῖνον πόρον· περὶ τὸν τόπον ἐκεῖνον, ἔνθα οἱ ἁλιεῖς τοὺς φυκιώδεις λίθους ἐπιφρίττουσιν.

<!-- 3.421 -->Τῆμος· τότε, αὐτίκα. ἐπεντύνει· εὐτρεπίζει, κατασκευάζει.

<!-- 3.422 -->Εἰλυμένους· κεκρυμμένους, ἐντετυλιγμένους. ποίας· βοτάνας.

<!-- 3.423 -->Στομίοισιν· τοῖς κύρτου. ἐδήσατο· προσέδησε, περιέδησεν. τῇσι· ἐν αἷς. γάννυνται· χαίρουσιν.

<!-- 3.426 -->Ἠΐχθησαν· εἰσήλθοσαν, ὡρμήθησαν, ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ.

<!-- 3.427 -->Ῥίμφα· ἡσύχως, εὐκόλως. μεταπλώσας· διαπλεύσας, καὶ ὕστερον πλεύσας. ἄνυται· ἀνύεται, τελειοῦται.

<!-- 3.427bis -->Ἀσμαράγοις· ἀκτύποις, ἡσύχοις.

<!-- 3.429 -->Σιγὴ γάρ· ἐν πάσαις ταῖς θήραις τῶν ἰχθύων ὠφελιμός ἐστιν ἡ σιγὴ, ἐπὶ πλέον δὲ τῶν σαλπῶν. ὠφέλιμος· χρήσιμος. ἔπλετο· ὑπάρχει. θήραις· ἄγραις.

<!-- 3.430 -->Ἔξοχα· πλέον.

<!-- 3.431 -->Πτοιαλέον· ἐπίφοβον, περίφοβον, δειλόν. τοῖσι δέ· τοῖς ἁλιεῦσιν. πτοίη· φόβος. πτοίῃ· φόβῳ. δύσθηρον· δύσκολον εἰς θήραν, κακοθήρατον, δυσάγρευτον. ἔθηκαν· ἐποίησαν.

<!-- 3.432 -->Τινα· ἰχθὺν δηλονότι. χερειοτέρῃσιν· χείροσιν.

<!-- 3.433 -->Τέρπεσθαι· χαίρειν. ἄσιν· ῥύπον, ἰλὺν, ἀχρηστίαν ῥυπώδη. κε κίχῃσι· ἂν καταλάβῃ, λάβῃ, ἰωνικῶς, καταλάβωσιν.

<!-- 3.434 -->Φέρβεται· τρέφεται. ἱμείρει· ἐπιθυμεῖ. δυσαέος· δυσόσμου, δυσοσμητικῆς, δυσώδους, κακῶς πνεούσης. ἔξοχα· πλέον. δαιτός· εὐωχίας.

<!-- 3.435 -->Ἐκπάγλως· λίαν, ἐξόχως. ἐπιτέρπεται· ἐπιχαίρει. ἀνδρομέοισι· ἀνθρωπίνοις.

<!-- 3.436 -->Πυθομένοις· σηπομένοις, σεσημμένοις, τοῖς ὄζουσιν, ἤως δυσώδεσιν. ἕλῃ· φονεύσῃ. στονόεσσα· ἡ πολλῶν στεναγμῶν αἰτία.

<!-- 3.437 -->Τῷ· διὸ, διὰ τοῦτο. μιν· αὐτὴν τὴν τρίγλαν. δελέεσσιν· δελέασι, δελεάσμασιν. ἀποπνέουσι· γράφεται ἀποπτύστοισιν. ἀποπτύστοισιν· βδελυκτοῖς, μυσαροῖς. ἀϋτμήν· κατά. ἀϋτμῇ· ὀδμῇ· διὸ καὶ τρίγλην θηρεύουσιν ἁλιεῖς δελεάμασι κρεάτων σηπομένων ζώων, καὶ μάλιστα τῶν δυσώδη πνοὴν ἐχόντων καὶ ὅσα προσόζουσιν.

<!-- 3.438 -->Ἕλκουσιν· ἀγρεύοσιν· διὰ τοῦτο δελεάζεται ὑπὸ τῶν νεκρῶν δελεάτων. πνέει· ἔχει, πέμπει. ἄημα· ὀσμὴν, νεῦμα.

<!-- 3.439 -->Σύεσσι· χοίροις. τετύχθαι· κατεσκευάσθαι, κατασκευάσαι.

<!-- 3.440 -->Ἤθεα· διατριβάς. φυρομένοισιν· μολυνομένοις, κινουμένοις, κυλιομένοις, συμπεπλεγμένοις.

<!-- 3.441 -->Διάκριτοι· διακεχωρισμένοι ἐκ τῶν ἄλλων.

<!-- 3.442 -->Ἀριστεύουσʼ· πρωτεύουσι, διαφέρουσι λαιμαργίᾳ, ὑπερνικῶσιν.

<!-- 3.443 -->Ἀποίσεαι· λάβῃς, ἀποίσεις, ἀγρεύσεις, ἀπενέγκῃς, ἀποκρεμήσῃς.

<!-- 3.444 -->Ῥηϊδίως· εὐκόλως. ἀπαφῶν· ἀπατῶν, ἀπατήσας. λινοεργέϊ κόλπῳ· δικτύῳ, σαγήνῃ.

<!-- 3.446 -->Ἠδὲ σαοφρονέων· καὶ σωφρονῶν, καὶ φρόνιμος· γράφεται οὐ σαοφρονέων, ἀλλὰ μωραίνων, ὅτι ἐν ταραχῇ τῆς θαλάσσης κινεῖται· γαλήνης δʼ οὔσης κεῖται καὶ οὐ λογίζεται περιπατῶν ταραττομένης τῆς θαλάσσης, ἢ ὅτι ὑπʼ ἀνδρὸς ἢ ὑφʼ ἑτέρου ἰχθύος φθαρήσεται· διὸ ἁμαρτάνει τοῦ σκοποῦ. λίχνη· ἐπιθυμητὴ, λαίμαργος, ἄπληστος.

<!-- 3.447 -->Θυμήρης· ἐπιθυμητή.

<!-- 3.448 -->Κέκλιται· κεῖται. ἀναδύεται· ἀνέρχεται, ἀνέχεται.

<!-- 3.449 -->Κυμαίνουσα· ταραττομένη. περισπέρχῃσι· ταράσσεται, κατεπείγεται, βιάζεται, ἐπείγεται.

<!-- 3.450 -->Λάβρων· ἰσχυρῶν, σφοδρῶν.

<!-- 3.451 -->Διαΐσσουσιν· διατρέχουσι, διέρχονται, ὁρμῶσιν.

<!-- 3.452 -->Πεφρικότες· φοβούμενοι.

<!-- 3.453 -->Νεάτην· ἐσχάτην. κρηπῖδα· γῆν, βάσιν, θεμέλιον. φόβῳ· ὑπὸ τοῦ φόβου. δύνουσι· ὑπεισέρχονται.

<!-- 3.454 -->Οἱ δέ· οἱ μελάνουροι. πολυφλοίσβους· πολυταράχους. ἐφέπουσι· διέρχονται, ἐπέρχονται, ἔρχονται.

<!-- 3.455 -->Ἐμπελάουσιν· πλησιάζουσιν. ἀλήμονες· πλανώμενοι, πλανῆται, πεπλανημένοι. εἰ· εἴ πως. ἐδητύν· βρῶσιν.

<!-- 3.456 -->Κοπτομένη· διεγειρομένη, πληττομένη, βρασσομένη, τυπτομένη, ταραζομένη. ὑπαὶ ῥιπῇσι· τοῦ ἀνέμου, ὑπὸ ταῖς ὁρμαῖς τῶν ἀνέμων.

<!-- 3.457 -->Νήπιοι· μωροί. πινυτώτεροι· φρονιμώτεροι, εἰσὶν, ὑπάρχουσιν.

<!-- 3.458 -->Ἀλευομένους· φεύγοντας, κρυπτομένους, ἐκφεύγοντας. ἕλον· ἔλαβον.

<!-- 3.459 -->Χειμερίη· χειματική. πλημμυρίς· ταραχή. κῦμα· ὅταν ἡ πλημμυρὶς ἀμφιτρίτης χειμερία οὖσα ταραχθῇ. ζέει· βράζει, ἀναβράζει. ἀμφιτρίτης· θαλάσσης.

<!-- 3.460 -->Προὔχουσαν· προβλήτιδα, προέχουσαν, ὑψηλήν. ἁλιηγέα· ἁλὶ κυκλουμένην, τὴν ἁλὶ περιαγομένην, ἀμφίαλον, ὑπὸ θαλάσσης κυκλουμένην, ἢ τὴν ἡγουμένην ἐν θαλάσσῃ καὶ ἐξέχουσαν, ὑπὸ τῆς θαλάσσης κατακλυζομένας πέτρας.

<!-- 3.461 -->Ὀξύτατον· πως, δυνατώτατον. τόθι· ὅπου. σπιλάδεσσι· πέτραις. μέμυκεν· ἠχεῖ.

<!-- 3.462 -->Εἴδατα· βρώματα, εἶδαρ εἴδατος. ἀγνυμένοισι· συντριβομένοις, κλωμένοις, κοπτομένοις. ἐπισπείρει· ἐπιβάλλει, σκορπίζει.

<!-- 3.463 -->Δήμητρι· ἄρτῳ, σίτῳ, ἀλεύρῳ, τῷ σίτῳ καθʼ Ἡσίοδον καὶ τοὺς λοιποὺς ποιητὰς, ἀφʼ οὗ καὶ δημήτριος καρπὸς ὁ σῖτος. πεφυρμένον· μεμιγμένον.

<!-- 3.464 -->Ἀσπασίην· εὐάρεστον. ἀσπάσιοι· μετὰ χαρᾶς. θρώσκουσιν· πηδῶσιν, ἐπέρχονται. ἐπειγόμενοι· σπεύδοντες.

<!-- 3.465 -->Παρέωσιν· ὑπάρχουσι, παρυπάρχουσιν. βόλον· τὸ δίκτυον, εἰς τὸ ἄγκιστρον, εἰς τὴν ἄκραν τῆς ἄγρας· βόλος γὰρ ὁ τόπος τῆς ἄγρας, βόλος τὸ ἄγκιστρον, βόλος τὸ δίκτυον, καὶ ἡ δρόσος τοῦ οὐρανοῦ.

<!-- 3.466 -->Αὐτός· ὁ ἁλιεύς. τρέπεται· τρέπει. λοξόν· πλάγιον. δέμας· σῶμα.

<!-- 3.467 -->Τάρβος· φόβον, ἵνα μὴ φοβηθῶσιν οἱ ἰχθύες. ἐνείη· ἐμβάλοι.

<!-- 3.468 -->Δόναξ· κάλαμος. μετά· ἐν.

<!-- 3.469 -->Κούφης· ἐλαφρᾶς, λεπτῆς, μικρᾶς. τριχός· ἀπό. ἄπλοκος· ἄκλωστος. αὕτως· οὕτως, ἁπλῶς, ἀπεριέργως.

<!-- 3.470 -->Ἀναπλέκεται· δεσμεῖται, κρέμαται. θαμέεσσι· πυκνοῖς.

<!-- 3.471 -->Ἐπέθηκε· ἐνέβαλεν. δέλετρον· δέλεαρ, ἤως ψωμὸν καὶ τυρόν. ἧκε· ἔπεμψεν.

<!-- 3.472 -->Κυκώμενον· κινούμενον, ταρασσόμενον.

<!-- 3.473 -->Ἐπιθρώσκουσιν· ἐπιπηδῶσιν. ὄλεθρον· τὴν ἑαυτῶν ἀπώλειαν.

<!-- 3.474 -->Εὔκηλον· ἥσυχον, ἀργήν· ὑπογράφει τὸν ἁλιέα, πῶς ἁλιεὺς τοὺς μελανούρους· μὴ γινώσκων γὰρ ἐκ τῆς ζάλης καὶ τοῦ πολλοῦ σάλου τῶν κυμάτων, εἰ ἔλαβον τὰ ἄγκιστρα, συχνῶς ἀναφέρει, ἀποπειρώμενος αὐτῶν καὶ βουλόμενος γνῶναι, εἰ ἔχουσί τι· οὐδὲ γὰρ ὁρᾷν αὐτὰ ὑπὸ τοῦ χειμῶνος δύναται.

<!-- 3.475 -->Κενά· τὰ ἄγκιστρα. εἶεν· ὑπάρχοιεν.

<!-- 3.476 -->Βρασσομένης· ταρασσομένης, ἀναγκαζούσης. ἐπιφράσσαιτο· διανοήσαιτο, ἐννοήσει, ἐπισκέψαιτο, ἐπινοήσει.

<!-- 3.477 -->Οὖν· ἄρα. τις· ἰχθύς. ἐνίσχεται· κατέχεται, κρατεῖ. καί· μιν. αὕτως· κακῶς, μάτην.

<!-- 3.478 -->Ἀνακλονέουσιν· ἀναταράσσουσι τὰ ἄγκιστρα, ταράσσουσιν.

<!-- 3.479 -->Ῥίμφα· εὐκόλως. ἐξείρυσσε· ἔξω εἵλκυσεν, ἐξείλκυσεν. πάρος· πρὸ τοῦ. δόλον· ἀντὶ τοῦ νόησιν. φρεσί· μελανούροις, συνεκδοχικῶς. θέσθαι· λαβείη, ποιῆσαι.

<!-- 3.480 -->Φόβον· φυγήν. ἠπεδανοῖσιν· ἀσθενέσιν. οὐτιδανοῖσιν· οὐδαμινοῖς. ἐνιπλῆξαι· ἐμβαλεῖν μετʼ ἐκπλήξεως, ἐμβάλλειν, ἐμπελάσαι.

<!-- 3.481 -->Πανεπίκλοπον· πανφρόνιμον.

<!-- 3.482 -->Λίχνον· λαίμαργον.

<!-- 3.483 -->Ἤπαφον· ἠπάτησαν. περί· ἐν. ἕσαντες· περιβαλόντες, ἐνδύσαντες, πέμψαντες, ἐμβαλόντες, σκεπάσαντες.

<!-- 3.484 -->Εἶδαρ· βρῶμα. δήμητρι· ἄρτῳ.

<!-- 3.485 -->Πηκτοῖσι δώροισι· τυρῷ, τυροῖς, τῷ πεπηγμένῳ τυρῷ. ἐφυρήσαντο· συνεζύμωσαν καὶ ἀνέμιξαν, ἔμιξαν. ποίην· βοτάνην.

<!-- 3.486 -->Τοῖσιν· τοῖς εἰρημένοις. μίνθην· καλαμίνθην· Μίνθη θυγάτηρ Κωκυτοῦ ἦν· τοῦ Ἀϊδωνέως ἐρῶντος τῆς Περσεφόνης καὶ μέλλοντος αὐτὴν λαμβάνειν εἰς ᾅδου, ἐκείνη διεβεβαιοῦτο βελτίους εἶναι, καὶ εἰ ἔλθοι, διώκειν αὐτήν· ἡ Δημήτηρ αὐτὴν καταπατήσασα μετέβαλεν αὐτὴν ἐπὶ τὴν κακὴν βοτάνην ταύτην. κούρην· Περσεφόνην.

<!-- 3.487 -->Ὑπουδαίην· καταχθονίαν. ἔμμεναι· εἶναι· αἰολικόν. Κωκυτίδα· τοῦ Κωκυτοῦ θυγατέρα. ἐν ᾅδου.

<!-- 3.488 -->Κλίνατο· εὐνάσθη, ἐκλίθη, ἔκλινεν, ἔθηκεν. εὐνήν· κοίτην. Ἀϊδωνέος· Ἅιδου.

<!-- 3.489 -->Αἰτναίοιο πάγοιο· τῆς Αἴτνης ὄρους.

<!-- 3.490 -->Μιν· τὴν Μίνθην. κλάζουσαν· ἠχοῦσαν, λοιδοροῦσαν. ὑπερφιάλοις· ἐπῃρμένοις. ἐπέεσσι· λόγοις.

<!-- 3.491 -->Μαργαίνουσαν· μαινομένην, μανίης λέγουσαν, τῷ ζήλῳ μαινομένη καὶ ἄτακτα ἢ ἄδικα ὀργιζομένη ἡ Δημήτηρ ἠφάνισεν αὐτὴν, τύπτουσα τοῖς πεδίλοις. ἀτάσθαλα· μωρὰ, τὰ κακὰ, ἐν ταῖς ἄταις θάλλων. μηνίσασα· ὀργισθεῖσα.

<!-- 3.492 -->Δημήτηρ· ἡ μήτηρ τῆς Περσεφόνης. ἀμάθυνεν· ἠφάνισεν. ἐπεμβαίνουσα· τύπτουσα. πεδίλοις· ποσίν.

<!-- 3.493 -->Φῆ· ἔφη ἡ Μίνθη. ἀγαυοτέρη· λαμπροτέρα. φυήν· τὴν ἡλικίαν.

<!-- 3.494 -->Κυανώπιδος· εὐμόρφου, καὶ τῆς εὐοφθάλμου.

<!-- 3.495 -->Εὔξατο· ἐκαυχήσατο. νοστήσειν· ἐλθεῖν, ὑποστρέψειν, ἐπιστραφῆναι. τὴν δέ· τὴν Περσεφόνην· ἐκαυχήσατο ἡ Μίνθη, πρὸς ἑαυτὴν μὲν τελέως μεταχωρῆσαι τὸν Ἅιδην καὶ τὴν ἑαυτῆς ἀσπάσασθαι πλέον ἕνωσιν, τὴν Περσεφόνην δʼ ὡς ἄχρηστον ἀποδιῶξαι μελάθρων, ὑπεριδόντα ἐκείνης.

<!-- 3.496 -->Ἐξελάσειν· ἀποδιώξειν. πέλεν· ὑπῆρχεν. θόρεν· ἐπῆλθεν.

<!-- 3.497 -->Ποίη· βοτάνη. οὐτιδανή· μικρά. ἐπώνυμος· τῆς Μίνθης, ἡ καλαμίνθη. ἔκθορε· ἐξῆλθεν.

<!-- 3.498 -->Τήν· ἢ τὴν καλαμίνθην, ἢ τὸν ἡδύοσμον συμφυράσαντες ἢ ἀναμίξαντες τῷ τυρῷ καὶ τῷ ψωμῷ ἐνέβαλον ὡς δέλεαρ τοῖς ἀγκίστροις. ἐνιφυρήσαντες· συζυμώσαντες, ἐμμίξαντες, μίξαντες ταύτην τῷ τυρῷ καὶ τῷ ψωμῷ.

<!-- 3.499 -->Οὐ μετὰ δηρόν· μετʼ οὐ πολύ. ἷξεν· κατέλαβεν, ὑπεχώρησεν, ἐφώρασεν. ἀϋτμή· ὀσμὴ, εὐωδία.

<!-- 3.500 -->Ἀντιάσας· ἐπελθών. ἀποσταδόν· ἀπὸ διαστήματος, ἱστάμενος πόῤῥω, πόῤῥωθεν.

<!-- 3.501 -->Ὑπʼ ὀφθαλμοῖς· ὁρέα· γράφεται ὑπʼ ὀφθαλμοῖσιν ὁρᾷ, ἤως δοκεῖ. ἴκελος· ὅμοιος, παραβολή. ἀνδρί· ἀνθρώπῳ.

<!-- 3.502 -->Τριόδοισι· τριπλαῖς ὁδοῖς. πολυτρίπτοισι· πλατείαις, πεπατημένοις, πολυοδεύτοις, πολὺ τετριμμέναις ἀπὸ τοῦ πολὺ καὶ τοῦ τρίφος ἡ ὁδὸς, ταῖς κατὰ πολὺ τετριμμέναις καὶ πολυβαδίστοις λεωφόροις, ἢ τριοδίοις, ἢ τετραδίοις. κυρήσας· ἐντυχὼν, περιτυχὼν, νοήσας.

<!-- 3.503 -->Ἐφορμαίνων· διαλογιζόμενος, διανοούμενος, ὁρῶν.

<!-- 3.504 -->Ἐπιβάλλεται· βούλεται, λογίζεται, ὁρμᾷ. ἀτραπόν· γράφεται εἰς ὁδόν.

<!-- 3.505 -->Παπταίνει· ἐπιτηρεῖ, περισκοπεῖ· παπταίνει ἐτυμολογεῖται ἀπὸ τοῦ τὰ φάη πεταννύειν, οἱονεὶ φαπεταίνω, καὶ παπταίνω. ἑκάτερθε· ἔνθεν κἀκεῖθεν. νόος δέ οἱ ἠΰτε κῦμα· ὁ νοῦς δʼ αὐτοῦ ταράσσεται ὥσπερ κῦμα.

<!-- 3.506 -->Εἱλεῖται· συστρέφεται, ταράσσεται. ὀψέ· καὶ μόλις. ὠρέξατο· ἐπελάβετο, ἥψατο.

<!-- 3.507 -->Παναίολα· ποικίλα. μερμηρίζει· διανοεῖται, μερίζεται καὶ φροντίζει, βουλεύεται.

<!-- 3.508 -->Θυμός· ἡ ψυχή. ὀϊομένῳ· διαλογιζομένῳ, ὑπονοοῦντι, ὑπολαμβάνοντι. ἀπήμονα· ἀβλαβῆ.

<!-- 3.509 -->Ὀψέ· βραδέως. ὦρσε· ἐκίνησεν, αἰολικόν, διήγειρεν. ἤγαγεν· ἔφερεν. ἐγγύθι· πλησίον. πότμου· θανάτου.

<!-- 3.510 -->Αὖτις· πάλιν. τρέσας· φοβησάμενος, φοβηθεὶς, ἀποφοβηθείς. ἀνεχάσσατο· ἀνεχώρησεν, ἀνέβλεψεν, ὑπεχώρησεν.

<!-- 3.511 -->Εἷλε· ἔλαβεν. ψαύοντα· πλησιάζοντα, προσεγγίζοντα. ἔμπαλιν· εἰς τοὐπίσω. ἔτραπε· μετέστρεψεν.

<!-- 3.512 -->Ὡς δʼ ὅτε· παραβολή. νηπίαχος· νέα. κούρη· παρθένος. κούρη πάϊς· τὸ μὲν ἀντὶ τοῦ παρθένος, τὸ δʼ ὡς κοινόν. ἐούσης· λειπούσης.

<!-- 3.513 -->Βρώμης· βρώσεως. λελιημένη· ἐπιθυμοῦσά τινος βρώματος. ἠέ τευ ἄλλου· ἤ τινος ἄλλου ὑποστῆναι ἢ λαχεῖν.

<!-- 3.514 -->Ψαῦσαι· ἅψασθαι. τρομέει· φοβεῖται. χόλον· ὀργήν. ἀναδῦναι· ἀποσχέσθαι, ἀναχωρῆσαι, καταλεῖψαι, καὶ ὑποχωρῆσαι.

<!-- 3.515 -->Ἐλδομένη· ἐπιθυμοῦσα. τέτληκεν· ὑπέμεινεν, ὑπομένει, καρτερεῖ. ἐφερπύζουσα λάθρη· κρύφα βαδίζουσα, ἐρχομένη.

<!-- 3.516 -->Αὖτις· εἰς τοὐπίσω. ἀνατρέπεται· ὑποστρέφει, ἀναχωρεῖ. θάρσος· θάῤῥος· θάῤῥος καὶ θράσος διαφέρει· θάρσος μὲν γὰρ ἡ κατὰ λόγον ὁρμὴ καὶ τόλμη, θράσος δʼ ἡ ἄλογος ὁρμὴ καὶ ἀπαιδευσία.

<!-- 3.517 -->Ἐμπίπτει· ἐμβάλλει, ἐπέρχεται.

<!-- 3.518 -->Παπταίνοντα· ἐπιτηροῦντα, περιβλέποντα. ποτί· ἐν. τέτανται· ἐξήπλωνται.

<!-- 3.519 -->Ὅγʼ· ὁ κεστρεύς. ἐπεμβαίνων· ἐμπίπτων, καὶ πλησιάζων. ἀνελίσσεται· ἀνθυποστρέφει, ἀνακόπτεται, ἀναστρέφεται. ἤπιος· ἥσυχος, πρᾳός.

<!-- 3.520 -->Θαρσήσας· θάῤῥος λαβών. ἑτοίμως· προχείρως.

<!-- 3.521 -->Ψαῦσε· ἥψατο, οὐκ ἐκράτησεν. βορῆς· τροφῆς. πάρος· πρῶτον, πρότερον. μάστιξε· προσέγγισεν. ἐγείρων· κινῶν.

<!-- 3.522 -->Μήπου· γράφεται μή οἱ. οἱ· αὐτῷ. θέρμετʼ· θερμαίνεται, ζῇ. ἀϋτμή· πνοή.

<!-- 3.523 -->Ζωοῦ· ζῶντος· γνώμη. ἀπώμοτον· ἀσύνηθες, μισητὸν, ἀπηγορευμένον, ἀμέτοχον. πάσασθαι· φαγεῖν.

<!-- 3.524 -->Διακνίζει· κατακόπτει, δαγκάνει.

<!-- 3.525 -->Περιξύων· παραψαύων. χαλκῷ· ἀγκίστρῳ.

<!-- 3.526 -->Πεῖρεν· ἐσούβλισεν, ἐκέντησεν. ἀνακρούων· ἀνελκύων. ἐέργων· κωλύων.

<!-- 3.527 -->Ἀναγκαίῃσι· βίαις.

<!-- 3.528 -->Ἂν δʼ ἔρυσε· ἀνείλκυσεν, εἵλκυσεν. σπαίροντα· ψυχοραγογοῦντα. κάββαλεν· κατέβαλεν. ἐχθρήν· ἰχθύν.

<!-- 3.529 -->Ὀλοοῖσι· ὀλεθρίοις. παρήπαφον· ἠπάτησαν.

<!-- 3.530 -->Ἴσος· ὅμοιος.

<!-- 3.531 -->Κατεντύνουσιν· εὐτρεπίζουσι, κατασκευάζουσιν.

<!-- 3.532 -->Τὸ μέν· ἄγκιστρον. ἄκλοπον· ἀδολίευτον. ᾐώρηται· κρέμαται, ἐκκρέμαται.

<!-- 3.533 -->Μηρίνθου· διά· μήρινθος σχοῖνος ......... ἀκάχμενον· ἐστομωμένον, ἠκονημένον.

<!-- 3.534 -->Τριπάλαιστον· τριῶν παλαιστῶν μέτρον· ἀνώτερον τοῦ ἀγκίστρου ἐπὶ τρεῖς παλαιστὰς τὸ δέλεαρ βάλλεται, ἐστὶ δὲ παλαιστὸν μέτρον τῶν δʹ δακτύλων συσφιγχθέντων ἐν παλάμῃ, ὁ δὲ νοῦς, ὅτι ἄνωθεν τοῦ ἀγκίστρου ὅσον τριῶν παλαιστῶν μέτρον ἀναδοῦσι δέλεαρ ἰχθὺν ἕνα τῶν λευκῶν ἐμπείρως· οὐ γὰρ ἐμβάλλουσι τὸ δέλεαρ αὐτοῖς ἀγκίστροις ἐπὶ τῇ ἄγρᾳ τῶν ξιφιῶν, ὡς καὶ ἐπὶ τοῖς ἄλλοις πᾶσιν ἰχθύσιν. ἀναψάμενοι· ἀναδήσαντες. καθύπερθε· ὑπεράνω.

<!-- 3.535 -->Μαλθακόν· τῶν καθαρῶν μὴ ἐχόντων λεπίδας. ἀργεννῶν· λευκῶν. χείλεος ἄκρου· κατὰ τοῦ χείλεος ἄκρου.

<!-- 3.536 -->Ἐπισταμένως· ἐπιστημόνως, εὐτέχνως. θοῦρος ὁρμητικός. ἵκηται· ἔλθῃ.

<!-- 3.537 -->Δαιτρεύει· καταμερίζει, κόπτει, κατακόπτει. δέμας· σῶμα. ἄορι· σπάθῃ. λάβρῳ· μανικῷ.

<!-- 3.538 -->Δαϊζομένοιο· κοπτομένου. καταῤῥεῖ· κατέρχεται. καταῤῥέει· καταπίπτει, κατακόπτει. ἅψεα· μέλη. δεσμοῦ· ἀπὸ τοῦ.

<!-- 3.539 -->Αὐταῖς δʼ ἀγκίστροιο· σὺν αὐταῖς ταῖς γενύεσσι τοῦ ἀγκίστρου, ἐν αὐταῖς τοῦ ἀγκίστρου ταῖς γενύεσσι περιστρέφεται τὸ δέλεαρ. περιστρέφεται· κυκλοτερῶς περιειλεῖται.

<!-- 3.540 -->Αὐτάρ· δέ. δεδάηκεν· ἔμαθεν, ἐπιστημόνως ἔγνω. γναμπτὸν δόλον· γράφεται ἑὸν μόρον. ἑὸν μόρον· τὸν ἴδιον θάνατον. βαρεῖαν· περὶ τὴν βαρεῖαν.

<!-- 3.541 -->Δαῖτα· τροφήν. ἀγρευτός· κρατητός. ἀνέρος· ἁλιέως. ἀλκῇ· δυνάμει.

<!-- 3.542 -->Ἐπὶ ξιφίῃ· κατὰ ξιφίου. ὁπλίζονται· τεχνῶνται, μηχανῶνται.

<!-- 3.543 -->Ἔξοχα· ἐξαιρέτως. Τυρσηνόν· Σικελόν. ἀγρώσσουσιν· ἀγρεύουσιν, οἵτινες κατὰ τὸ Τυρσηνικὸν πέλαγος ἁλιεύουσι καὶ περὶ τὴν καλουμένην Μασσαλίαν πόλιν καὶ τοὺς Κελτούς.

<!-- 3.544 -->Ἱερήν· μεγάλην.

<!-- 3.545 -->Κεῖθι· ἐκεῖ. ἔκπαγλοι· θαυμαστοὶ, καταπληκτοί. οὐδὲν ὁμοῖοι· διὰ τὸ ὑπερβάλλον μέγεθος.

<!-- 3.546 -->Ἄπλατοι· ἀπροσπέλαστοι ἀπὸ τοῦ α τοῦ κατὰ πολὺ καὶ τοῦ πελάω, οἱ μεγάλην πλεῦσιν ἔχοντες. ἐννεμέθονται· ἐντρέφονται.

<!-- 3.547 -->Οἱ δʼ· οἱ ἁλιεῖς. ἀκάτους· νῆας. ἐϊσκομένους· ὁμοίους, προσομοιουμένους, ὁμοιουμένους. ξιφίῃσιν· ξιφίαις, τοῖς· οἱ ἁλιεῖς κατασκευάσαντες ἀκάτιον ὅμοιον τῷ τοῦ ξιφίου εἴδει κατά τε τὴν ἐπιμήκη ῥῖνα καὶ τὰ ἄλλα, ἔτι δὲ καὶ φάσγανα ἢ ξίφη τῷ τοῦ ξιφίου κατὰ τοῦ ξιφίου καὶ τῆς ἄγρας αὐτοῦ οὕτως φέρονται.

<!-- 3.548 -->Δέμας· καὶ τὸ σῶμα. ἰχθυόεν· ὅμοιον τῷ ξιφίᾳ. φάσγανα· ξίφη. τεχνήσαντες· κατασκευάσαντες.

<!-- 3.549 -->Ἀντίον· ἐναντίον ξιφίου. ἰθύνουσιν· ὁρμῶσιν. ἀναδύεται· ἀναβάλλεται.

<!-- 3.550 -->Ἐλπόμενος· λογιζόμενος. ἐϋσέλμους· εὐκαθέδρους.

<!-- 3.551 -->Ἑτέρους· συνήθεις, φίλους.

<!-- 3.552 -->Κυκλώσονται· περικλείσωσι. ἐφράσαθʼ· ἐνόησεν.

<!-- 3.553 -->Αἰχμῇ· ξίφει ἀγκίστρου. τριγλώχινι· τρεῖς γλώσσας. πεπαρμένος· ἀπὸ τοῦ πείρω, σεσουβλισμένος, κεκεντημένος. ἀλκή· δύναμις.

<!-- 3.554 -->Φεύγειν· εἰς τό. ἱεμένῳ· προθυμουμένῳ. ἀναγκαίη· ἔστιν εἰς αὐτόν. δαμῆναι· δαμασθῆναι.

<!-- 3.555 -->Νηός· πλοίου. ἀμυνόμενος· μαχόμενος, τιμωρούμενος, ἀντιπαρατασσόμενος. κενεῶνα· βάθος, πλευρὰν, τὸ πλάγος.

<!-- 3.556 -->Φασγάνῳ· τῷ περὶ στόματι αὐτοῦ ξίφει. ἀντετόρησε· ἐτρύπησεν, ἀντερύπησεν. διαμπερές· διόλου, διὰ παντός. ἄλκιμος· ἰσχυρός.

<!-- 3.557 -->Οἱ δέ· οἱ ναῦται. θοῶς· ταχέως. βουπλῆγος· πελέκυος. τυπῇσιν· τύψεσι, ταῖς πληγαῖς.

<!-- 3.558 -->Γενύων· ἐξ αὐτῶν, τοῦ στόματος. ἤραξαν· κατέκοψαν, ἔκοψαν. ξίφος· τοῦ ξιφίου.

<!-- 3.559 -->Ἕλκεϊ· τραύματι, τρώματι, νώτῳ. γόμφος· τὸ ξίφος, ῥίν. ἄρηρεν· ἥρμοσεν, ἡρμόσθη. ὀρφανός· ἐστερημένος. ἀλκῆς· ἀπὸ τῆς ῥινός.

<!-- 3.560 -->Ὡς· καθὰ, παραβολή. δυσμενέεσσι· πολίταις, ἐχθροῖς ἀνθρώποις. τεύχοντες· ποιοῦντες, ἄλλοι. ἄρηος· πολέμου.

<!-- 3.561 -->Ἱέμενοι· προθυμούμενοι. ἄστεος· πόλεως. ἱκέσθαι· ἐλθεῖν, παραγενέσθαι.

<!-- 3.562 -->Ἔντεα· ὅπλα. συλήσαντες· αἵματος ἀφελόμενοι. ἀρηϊφάτων ἀπὸ νεκρῶν· τῶν ἐν πολέμῳ φονευθέντων, φονευθέντων διʼ ἄρεα, πολεμοφονεύτων.

<!-- 3.563 -->Αὐτοί· οἱ πολέμιοι. θωρήξαντο· ὡπλίσαντο, ἡρματώθησαν. ἄγχι· μέχρι.

<!-- 3.564 -->Οἱ δʼ· πολῖται. ἐπειγομένοις· βιαζομένοις, διωκομένοις.

<!-- 3.565 -->Ἀγκλίνουσι· ἀνοίγουσιν, ἀνακλίνουσιν. θύρετρα· θύρας. οὐ γήθησαν· οὐκ ἐχάρησαν ὡς ἑταίροις. ἑταίροις· ἐπὶ, ἐν φίλοις.

<!-- 3.566 -->Ἤπαφε· ἠπάτησεν.

<!-- 3.567 -->Μετʼ· ἐν. ἀγκοίνῃσι· ἀγκίαις. λίνοιο· δικτύου.

<!-- 3.568 -->Κυκλωθείς· περικλεισθείς. μέγα νήπιος· ὁ κατὰ πολὺ ἀνόητος. ἀφροσύνῃσιν· μωρίαις.

<!-- 3.569 -->Ὄλλυται· φθείρεται. θρώσκει· πηδᾷ. ὑπεκδῦναι· ἐξελθεῖν, ὑπεξελθεῖν τοῦ δικτύου. μενεαίνων· προθυμούμενος, προθυμῶν· τὸ μενεαίνω σημαίνει τρία, τὸ λειποψυχῶ, ὡς τό

  
κτεινόμενος μενέαινε·  
καὶ τὸ ὀργίζομαι, ὡς τό

  
νήπιοι οἳ Ζηνὶ μενεαίνομεν.  
καὶ τό προθυμοῦμαι, ὡς τό

  
μενέαινε κῦδος ἀρέσθαι.  

<!-- 3.570 -->Τρομέων· φοβούμενος. πλεκτὸν δόλον· δίκτυον. αὖτις· πάλιν.

<!-- 3.571 -->Χάζεται· ὑποχωρεῖ. ὅπλον· ξίφος. ἐνὶ φρεσίν· ἔρχεται. ἄρηρεν· ἡρμοσμένον ἐστὶν, ἁρμόζει.

<!-- 3.572 -->Γενύων· τοῦ στόματος. δειλός· ὑπότρομος. μένει· ὑπάρχει. κεκαφηότι· ἠσθενεκότι, καταξήρῳ, δεινῷ, ἐκπεπνευμένῳ.

<!-- 3.573 -->Ἐξερύσωσιν· ἐξελκύσωσιν. ἐπʼ ἠϊόνας· ἐπʼ αἰγιαλούς. ἔνθα· ἐνταῦθα. δούροις· ξύλοις.

<!-- 3.574 -->Ἐπασσυτέροισι· πυκνοτέροις. καταΐγδην· ὁρμητικῶς, συνεχῶς. ἐλάοντες· ἐλαύνοντες, συντρίβοντες.

<!-- 3.575 -->Κρᾶτα· κεφαλήν. συνηλλοίησαν· συνέτριψαν, συνέθλασαν. ὄλλυται· φθείρεται. πότμῳ· γράφεται θυμῷ. θυμῷ· μωρίᾳ.

<!-- 3.576 -->Ἀφροσύνη ἀγνωσία. σκόμβρον· σκόμβρος ὁ σκαιὸς εἰς βρῶσιν· κακόχυμος γὰρ τὸ ζῶον. ἕλε· ἔλαβεν, ἐφόνευσεν. πίονα· λιπαρόν.

<!-- 3.577 -->Ῥαφίδας· βελονίδας. φῦλα συνοδόντων· περίφρασις. πολυσπερέων· διεσπαρμένων. συνοδόντων· γένος ἰχθύος.

<!-- 3.578 -->Λεύσσοντες· βλέποντες. ἐν ἕρκεϊ· δικτύων. πεπτηῶτας· περιπεσόντας, πεσόντας.

<!-- 3.579 -->Ἄλλους· σκόμβρους. ἠράσαντο· ἐπεθύμησαν. λίνου· τοῦ δικτύου. πολυωπόν· πολυόμματον, πολυτρύπητον, πολλὰς ὠπὰς ἔχον.

<!-- 3.580 -->Εἰσδῦναι· εἰσελθεῖν. εἰσορόωντας· εἰς αὐτὸν βλέποντας.

<!-- 3.581 -->Τερπωλή· τέρψις. ἀπειρήτοισιν· ἀπείροις, ἀνοήτοις.

<!-- 3.582 -->Λεύσσοντες· βλέποντες. ἀναιθομένοιο· ἀναπτομένου, καιομένου.

<!-- 3.583 -->Μαρμαρυγήν· λαμπηδόνα, αἴγλην. ἰαινόμενοι· εὐφραινόμενοι.

<!-- 3.584 -->Ψαῦσαι· ἅψασθαι. ἱμείρουσι· ἐπιθυμοῦσιν. ὀρέγουσι· ἐκτείνουσιν, ἐντείνουσιν.

<!-- 3.585 -->Νηπιέην· ἄφρονα, μωρὰν, νηπιώδη. ἀνάρσιον· ὀλέθριον, μισητὸν, ἐχθρόν. ἐξεφάνη· ἐγνώσθη.

<!-- 3.586 -->Ἱμείρουσι· ἐπιθυμοῦσιν. ἀνοστήτοιο· ἀνυποστρόφου. λόχοιο· δικτύου.

<!-- 3.587 -->Ἐσπεσέειν· εἰσελθεῖν. κευθμῶνα· τὸ βάθος. ἤντησαν· ἔτυχον, ἀπέλαυσαν. ἔρωτος· ἐπιθυμίας.

<!-- 3.588 -->Ἔνθʼ· τότε, ἐντὸς τοῦ δικτΰου. κέλσαντες· δραμόντες, ἐντυχόντες, ἐμπεσόντες. εὐρυτέροισι· πλατυτέροις. λόχοισιν· βρόχοις.

<!-- 3.589 -->Ἔκθορον· ἐξέθορον. οἱ δʼ· οἱ ἄλλοι δέ. ἐρχθέντες· κρατηθέντες, ἐμπλακέντες.

<!-- 3.590 -->Πικρόν· ἐλεεινόν. ἀνέτλησαν· ὑπέμειναν, ὑπὸ τῶν βρόχων αὐτῶν κρατοῦνται. σφιγκτόν· πεπνιγμένον, πνικτόν. ἐξανύσαντες· πληρώσαντες.

<!-- 3.591 -->Ἠϊόνεσσι· ἐν ταῖς. καθελκομένοιο· κατασυρομένου. λίνοιο· δικτύου.

<!-- 3.592 -->Ἀμφοτέρωθεν· ἀπὸ τῶν δύο μερῶν. ἀρηρότας· ἡρμοσμένους, ἐνηρμοσμένους τοῖς βρόχοις. γόμφους· ἥλους.

<!-- 3.593 -->Φρονέοντας· προθυμοῦντας, ἐπιχειροῦντας. ἄρκυν·

<!-- 3.594 -->Ἤδη· ἄρτι. μεμαῶτας· προθυμουμένους. ὑπεκδῦναι· ὑπεξελθεῖν. κακότητα· τὴν φθοράν.

<!-- 3.595 -->Ἰκμαλέοισιν· διύγροις. ἐνισχομένους· κεκρατημένους.

<!-- 3.597 -->Ἀεθλεύουσιν· κακοπαθοῦσιν.

<!-- 3.597bis -->Ἀφροσύνῃ· ἀγνωσίᾳ. ἵμερος· ἐπιθυμία.

<!-- 3.598 -->Ἐμπίπτει· ἔγκειται, ἐπέρχεται. λίνου· δικτύου. λαγόνεσσι· ἐν, τοῖς βάθεσιν. μιγῆναι· εἰσελθεῖν, ἐμπεσεῖν.

<!-- 3.599 -->Κείνοισιν· ἔστι δυνατὸν, ἔστι προθυμία, ἐπιθυμία ἔστιν. ὑπόβρυχα· ὑπὸ τὸν βρόχον τοῦ δικτύου. γαστέρος· τοῦ δικτύου.

<!-- 3.600 -->Ἐνδύνειν· ὑπάρχει εἰσέρχεσθαι. σκολιοῖσι· ἐπικαμπέσι. ἐπαΐσσουσιν· ἐφορμῶσιν, ὁρμῶσιν.

<!-- 3.601 -->Μηδόμενοι· βουλευόμενοι, ζητοῦντες, βουλεύοντες. μηδόμεναι· ζητοῦσαι. πόρον· διάβασιν. ἄρκιον· ἀρκοῦντα, ἀρκετὸν, κρείττονα.

<!-- 3.602 -->Ὑγρόν· κατά. ἐρειδομένοις· προθύμοις. τέταται· ἐξήπλωται, πήγνυται. μῆχος· μηχανὴ, μηχάνημα.

<!-- 3.603 -->Ἐκφυγέειν· τὸν λίνον. περιστομίῳ· τῷ τοῦ στόματος, τῷ περὶ τὸ στόμα. μογέοντες· κακοπαθοῦντες, ταλαιπωροῦσαι.

<!-- 3.606 -->Ἐκπροφύγωσι· ἐκφύγωσιν.

<!-- 3.607 -->Ἐπιστρωφῶσι· στρέφονται, ἐπιστρέφονται. λίνῳ· δικτύῳ. ἐπιμηνίουσαι· ἐπιμαινόμεναι, μνησικακοῦσαι, ὀργιζόμεναι.

<!-- 3.608 -->Δάγματʼ· δήγματα, τρώματα, ὀδόντας. ἐπιπρίουσι· ἐπιβάλλουσιν· γράφεται ἐνιπείρουσι· κεντοῦσιν. τὸ δέ· τὸ λίνον. δύεται· ὑπεισέρχεται.

<!-- 3.609 -->Ἴσχει· κρατεῖται, κατέχει. ἐμμενέως· στερεῶς, ἰσχυρῶς.

<!-- 3.610 -->Αὐτάρ· δέ. ἴσοι· ὅμοιοι, ὅμοιοι ταῖς τάξεσι τῶν ἀνδρῶν οὕτως περιπατοῦσιν. στείχουσι· πορεύονται. λόχοισι· συντάξεσιν ἀνδρῶν.

<!-- 3.611 -->Κεκριμένοι· κεχωρισμένοι. ἐφείη· ἐπιπέμψοι, ἔμβαλε, πέμψεν.

<!-- 3.612 -->Ἀποτροπάδην· εἰς τοὐπίσω τρεπόμενοι, φεύγοντες, φευκτικῶς, διακεχωρισμένως. λοξόν· πλάγιον, στρεβλόν. φάος· τὸ βλέμμα.

<!-- 3.613 -->Ἐπικλίνουσι· ἐπιβάλλουσιν.

<!-- 3.614 -->Τις· αὐτῶν. προθορῶν· προπηδήσας ἢ προδραμών. ἑτέρης· μιᾶς. ἑτέρης στιχός· ἀπʼ ἄλλης τάξεως.

<!-- 3.615 -->Τις· ἕτερος, τῶν ἄλλων.

<!-- 3.616 -->Ἐπέλασσε· ἐπλησίασεν.

<!-- 3.617 -->Δαιτί· τῷ δελέατι. γεγηθότες· χαίροντες. ἰαίνονται· εὐφραίνονται.

<!-- 3.618 -->Ὑποφθαδόν· συντόμως, δρομαίως, ἐριστικῶς.

<!-- 3.619 -->Ἁλούς· ἀγρευθεὶς, κρατηθείς· ἀθύρμασι· παιδιαῖς, παιγνίοις. καγχαλόωντες· χαίροντες.

<!-- 3.621 -->Ὠκεανοῖο· ἢ τῶν Γαδείρων. στείχουσι ἔρχονται.

<!-- 3.622 -->Μετά· εἰς. λύσσαν· συνουσίαν, τὴν πύρωσιν. οἰστρήσωσι· ἐπιθυμήσωσι, κινηθῶσι, μανῶσιν. γάμοιο· ἀπὸ τοῦ.

<!-- 3.624 -->Ἀγρώσσουσιν· ἀγρεύουσιν, ἀγρεύονται ὑπὸ τῶν Ἰβήρων. κομόωντες· θάλλοντες, ἐπαιρόμενοι. βίῃ κομόωντες· ἰσχυροί.

<!-- 3.625 -->Δεύτερα· κατὰ δεύτερον λόγον. Ἠριδανοῖο ποταμοῦ.

<!-- 3.626 -->Φωκαίης τε παλαίφατοι· ἔποικοι γὰρ τῶν Φωκέων οἱ Κελτοί. παλαίφατοι· παλαιοί· ἀρχαῖοι γὰρ οἱ Φωκεῖς. ἐνναετῆρες· κάτοικοι.

<!-- 3.627 -->Τὸ τρίτον· ἐκ τρίτου. Τρινακρίδι νήσῳ· Σικελίᾳ· Τρινακρία ἡ Σικελία, κατὰ σχῆμα τρίγωνον κειμένη καὶ τρεῖς γωνίας καὶ ἄκρας ἔχουσα, ὧν ἑκάστη πόλιν ἔχει παρʼ ἑαυτῇ.

<!-- 3.628 -->Ἐνναέται· κάτοικοι. πόντου· πελάγους. Τυρσηνοῖο· Τυρσηνικοῦ.

<!-- 3.629 -->Ἔνθεν· ἀπὸ τούτου τοῦ πόντου, ἐκ τούτου. ἀπειρεσίοις· πολλοῖς. ἄλλος· θύννος.

<!-- 3.630 -->Σκίδνανται· σκεδάννυνται, σκορπίζονται. ἐνιπλήθουσι· πληροῦσιν.

<!-- 3.631 -->Ἔκπαγλος· ἔξοχος, θαυμαστή. μεθίσταται· ἐγγίνεται. ἰχθυβόλοισιν· ἁλιεῦσιν.

<!-- 3.633 -->Πάμπρωτον· ἐν πρώτοις, πρότερον. ἐπεφράσσαντο· ἐπενόησαν.

<!-- 3.634 -->Ἐπηρεφέεσσιν· ὑψηλαῖς, πυκναῖς, ἐσκεπασμέναις, δασέσι, δασυτάταις.

<!-- 3.635 -->Αἴθρῃ· εὐδίᾳ.

<!-- 3.636 -->Σκεπανοῖς κευθμῶσιν· σκεπάσμασι, κατασκόποις, ἐσκεπασμένοις. ἐναίσιμα· καλὰ, δίκαια, ἐπαινετὰ, ἁρμόδια.

<!-- 3.637 -->Ἔνθʼ· τότε. ὑψικόλωνον· ὑψηλὴν σκοπιὰν, ὑψηλὸν ξύλον, ὑψηλὸν ὄρος.

<!-- 3.638 -->Ἴδρις· ἐπιστήμων, ἔμπειρος. κιούσας· ἐρχομένας, παραγινομένας, τρεχούσας.

<!-- 3.639 -->Τεκμαίρεται· στοχάζεται, σημειοῦται. αἵ τε καὶ ὅσσαι· ποῖαι καὶ πόσαι, τίνες τε καὶ πόσαι.

<!-- 3.640 -->Πιφαύσκει· φανεροποιεῖ. ἑτάροισι· τοῖς κοινωνοῖς καὶ φίλοις, συντεχνίταις, συντρόφοις.

<!-- 3.641 -->Προβέβηκεν· προΐστανται, προέρχεται, προέρχονται. πυλωροί· εἴσοδοι, μεγάλαι.

<!-- 3.642 -->Ἐν δέ· σὺν τούτοις. μύχατοι· βαθύτατοι, τελευταῖοι.

<!-- 3.643 -->Θοῶς· ταχέως. σεύονται· ὁρμῶσιν. ἐπί· κατά. στίχας· συντάξεις.

<!-- 3.644 -->Καταφυλαδόν· κατὰ γενεὰς, κατὰ τάξιν. οἱ μέν· τῶν θύννων.

<!-- 3.645 -->Ὁπλότεροι· νεώτεροι. τοὶ δʼ· τινές. γεραίτεροι· γηραιότεροι. οἱ δʼ ἐνὶ μέσσῃ· μεσήλικες.

<!-- 3.646 -->Ὥρῃ· ἡλικίᾳ. ἀπειρέσιοι· ἄπειροι. λίνων· δικτύων. ῥέουσιν· εἰσέρχονται.

<!-- 3.647 -->Ἱμείρουσι· θέλουσιν οἱ ἁλιεῖς. ἱμείρωσι· ἐπιθυμῶσιν. ἀνέχηται· κατάξει· ἡ λῆξις τὸ πλῆθος δικτύου. ἀνέληται· καταλείπεται, λάχῃ.

<!-- 3.648 -->Ἀφνειή· πλουσία. ἔξοχος· μεγάλη, πολλή. ἵσταται· ἐστίν.

## Book 4 <!-- part -->

ΕΙΣ ΤΟ Δ.

Περὶ σκάρων. Περὶ ἱππούρων. Περὶ κεφάλων. Περὶ πομπίλων. Περὶ σηπιῶν. Περὶ τευθίδων. Περὶ κοσσύφων. Περὶ ἀφυῶν. Περὶ κίχλας. Περὶ ἐγγραύλων. Περὶ γαλεῶν. Περὶ πηλαμύδων. Περὶ πολυπόδων. Περὶ σκιαίνης. Περὶ σαργῶν.

<!-- 4.1 -->Ἄλλους δʼ· ἰχθύας, τῶν ἰχθύων. ἀγρευτῆρσιν· τοῖς ἁλιεῦσιν. ληΐδα· αἰχμαλωσίαν, ἄγραν.

<!-- 4.2 -->Ἔρως· Θεόφραστός φησιν· ἔρως ἐστὶν ἀλογίστου τινὸς ἐπιθυμίας ὑπερβολὴ, ταχεῖαν μὲν ἔχουσα τὴν πρόσοδον, βραδεῖαν δὲ τὴν ἀπόλυσιν.

<!-- 4.3 -->Ἠντίασαν· ἐπέτυχον, ἔλαβον. φιλοτήσιον· ἐπιθυμητήν. ἄτην· εἰς.

<!-- 4.4 -->Πολιούχων· τῶν τὰς πόλεις ἐχόντων.

<!-- 4.5 -->Αὐτός τʼ· σύ. υἱέος ἠγάθεον κῆρ· Γορδιανέ. ἠγάθεον· ἄγαν θεῖον.

<!-- 4.6 -->Πρόφρονες· πρόθυμοι, μετὰ προθυμίας. εἰσαΐοιτε· ἀκούοιτέ μου. γάνυσθαι· εὐφραίνεσθαι. γάνυσθε· χαίροντες.

<!-- 4.7 -->Ἠπιόδωροι· πρᾳότατοι, μεγαλόδωροι.

<!-- 4.8 -->Κοσμήσαντο· ἐκόσμησαν. ἐξέστεψαν· ἐστεφάνωσαν. ᾠδαῖς· ποιήσεσι.

<!-- 4.9 -->Θεσπεσίῳ· θείῳ. πόρον· παρέσχον.

<!-- 4.10 -->Κίρνασθαι· κεράσαι, βαλεῖν, ἐμβαλεῖν. οὔασιν· ὠτίοις. πραπίδεσσι· πραπὶς ἡ φρόνησις ἀπὸ τοῦ τὰ πρέποντα διανοεῖν· εὐφραίνει γὰρ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα.

<!-- 4.11 -->Σχέτλιʼ· κακοποιὲ, κρατητικέ· προσαναφωνητικὸν, ἀποστροφὴ καταφορικὴ, ὡραῖον. θεῶν· ἀπὸ, θεωριῶν.

<!-- 4.12 -->Εἰσιδέειν· θεασθῆναι, θεάσασθαι. ἄλγιστε· λυπηρέ. ὀροθύνεις· διεγείρεις.

<!-- 4.13 -->Ἐμπίπτων· ἐπερχόμενος. ἀδόκητος· ἀπροσδόκητος.

<!-- 4.14 -->Μίσγεαι· εἰσέρχῃ. ἀσθμαίνεις· ἀναπνέεις, πνέεις. ὁμοκλήν· ἀπειλὴν, ὀργήν.

<!-- 4.15 -->Παφλάζων· ταρασσόμενος. ἀκρήτοισι· ἀπληρώτοις, πολλαῖς.

<!-- 4.16 -->Δάκρυ δέ σοι· θλίψις ὑπάρχει σου. προβαλεῖν· τὸ ἐκβαλεῖν, εἰπεῖν, ἐκκενῶσαι. λαρὸν γάνος· ἐπιθυμητὸν γλύκασμα, ἥδυσμα.

<!-- 4.17 -->Βυσσόθεν· ἀπὸ τοῦ βάθους, ἐκ βάθους τῆς καρδίας. οἰμωγήν· στεναγμὸν, φέρει σπλάγχνοις· ἐν, σπλάγχνων. ἔρευθος· τὴν χροιὰν, ὡς πῦρ ἐν τοῖς σπλάγχνοις βαλεῖν.

<!-- 4.18 -->Φοινίξαι· βαλεῖν, βάψαι. παράτροπον· παρηλλαγμένον, ἐξηλλαγμένον· ὠχριῶσιν οἱ ἐρῶντες παρατρεπόμενοι. ἀμέρσαι· ποιῆσαι, ἀφανίσαι.

<!-- 4.19 -->Κοιλῆναι· κοιλᾶναι. ἀεῖραι· παρατρέψαι.

<!-- 4.20 -->Μαινομένην· ἐρῶσαν. ἐξεκύλισας· ἐξέφυγες.

<!-- 4.21 -->Ἀντεβόλησας· ἐξ ἐναντίας ἦλθες, ἔπνευσας.

<!-- 4.23 -->Ἐν μακάρεσσι· τῶν μακάρων. γενέθλῃ· γενεᾷ.

<!-- 4.24 -->Ἀμειδέος· ἀγελάστου διὰ τὸ σκότος, σκοτεινοῦ. πυρσῷ· πυρὶ, ὥσπερ ἐκ τοῦ.

<!-- 4.25 -->Λαμπόμενος· λάμπων. ἐξεύραο· ἐφεῦρες. ἐζεύξαο· ἐτύπωσας.

<!-- 4.26 -->Ἀρότροις· τῇ συνουσίᾳ. ἐπεθήκαο· ἔθηκας. τέκμωρ· τέλος, ὑπονόημα.

<!-- 4.27 -->Πτερύγεσσιν· ἐν. ἀειρόμενον· πετώμενον.

<!-- 4.28 -->Πάφου· Κύπρου, πόλις τις τῆς Κύπρου, ἐξ οὗ καὶ Παφία ἡ Ἀφροδίτη. μεδέουσα· βασιλεύουσα. πολυφράδμων· πολύβουλος.

<!-- 4.29 -->Εὐμενέοις· εὐμενὴς γένοιο. ἱκάνοις· καταλάβοις, καταλαμβάνοις.

<!-- 4.30 -->Μέτρον· συμμετρίαν ἀντὶ τοῦ σύμμετρος ἡμῖν γινόμενος. ἀναίνεται· ἐκφεύγῃ.

<!-- 4.32 -->Πεφρίκασι· φοβοῦνται. ὁ δʼ ὄλβιος· ἐκεῖνος εὐτυχής.

<!-- 4.33 -->Εὐκραῆ· σύμμετρον. κομέει· γράφεται φορέει. στέρνοισι· ψυχῇ, καρδίᾳ.

<!-- 4.34 -->Οὐρανίης γενεῆς· τῶν θεῶν. ἅλις· αὐτάρκεια.

<!-- 4.35 -->Ἀναίνεαι· ἀπαρέσχεσαι ὅσα· πετεινά.

<!-- 4.36 -->Ἀτρυγετή· ὁ πολὺς, ἀκαταπόνητος. νεάτοις· ἐσχάτοις. κεύθεσι· βάθεσιν.

<!-- 4.37 -->Κελαινούς· ἀθλίους.

<!-- 4.38 -->Ἀτράκτους· μοίρας, βέλη, ἀπὸ μέρους· ἄτρακτον γὰρ τὸ ξύλον τοῦ ὀϊστοῦ. τι· πρᾶγμα.

<!-- 4.39 -->Λίπηται· καταλειφθῇ. ὑπόβρυχα· ὑπὸ τὸ βάθος.

<!-- 4.40 -->Οἵην· ποταπήν. μετʼ ἀλλήλοισιν· ἐν ἀλλήλοις. τίθενται· φυλάσσουσιν· γράφεται φύονται.

<!-- 4.41 -->Ὀξυβελῆ· μέγαν, ὀξέως βάλλοντα. στικτοί· ποικίλοι. μόχθοις· κόποις, ἀνάγκαις.

<!-- 4.42 -->Λείπουσι· καταλιμπάνουσιν. ἀλεξητῆρι βοηθητικῷ, βοηθῷ.

<!-- 4.43 -->Δαφοινοῦ· τοῦ διακοπτικοῦ καὶ φονικοῦ.

<!-- 4.45 -->Ἀπέκερσε· ἀπέκοπτεν. ἐξεσάωσε· ἔσωσεν.

<!-- 4.46 -->Ἠμάλδυνε· ἠφάνισεν. ἀκάχησεν· ἐλύπησεν.

<!-- 4.47 -->Παλιμπλακέεσσιν· εἰς τοὐπίσω πεπλεγμένοις, κατʼ ἀνάκλασιν πεπλεγμένοις. ἁλόντα· κρατηθέντα.

<!-- 4.48 -->Ὑπεξέκλεψε· κρυφίως ἦλθεν. ἐξείρυσεν· διέσωσεν.

<!-- 4.50 -->Ἐπεφράσθη· ἐπέγνω.

<!-- 4.52 -->Ἀμείβων· διερχόμενος.

<!-- 4.53 -->Ταναηκέας· ἐξηπλωμένας.

<!-- 4.54 -->Ἀμφιπεριφρίσσουσι· ἵστανται, ὀρθῶνται, πεπυκνῶνται, ἐξέχουσιν. οὐτάζουσιν· τιτρώσκουσιν. ὀπωπάς· ὀφθαλμοὺς, ὄψεις.

<!-- 4.56 -->Ἀμήχανα· μάταια, ἀνενέργητα.

<!-- 4.57 -->Ἀντιόωσιν· συναντῶσιν. λίποντο· κατελείποντο

<!-- 4.58 -->Ὤρεξε· ἔδωκεν. διασχών· ἐμβαλών. ἀνασχών· ἐνδιδοὺς, ἐμβάς.

<!-- 4.60 -->Δάξ· δακτικῶς, ἐν τοῖς ὀδοῦσιν. ἔρεισεν· ἔσφιξεν, τοὺς ὀδόντας.

<!-- 4.61 -->Ἡγήτειραν· ὁδοποιὸν, προοδοποιοῦσαν.

<!-- 4.62 -->Ἐόντος. τοῦ.

<!-- 4.63 -->Θύραζε· ἐκτός.

<!-- 4.64 -->Ἑσπόμενον· ἀκολουθοῦντα. ἄλυξαν· ἐξέφυγον.

<!-- 4.65 -->Παιπαλόεσσαν· τραχεῖαν. ἀναστείχωσι· διέρχονται, ἀνέρχονται. κολώνην· ἐξοχήν· ὄρος, ἀκρώρειαν.

<!-- 4.66 -->Ὑπὸ σκιερῆς νυκτὸς κνέφας· ἢ κατὰ τὴν νύκτα. σκιερῆς· σκοτεινῆς. κνέφας· σκότος. μήνη· ἡ σελήνη.

<!-- 4.67 -->Κελαινιόωσι· μελαίνουσι, μελαίνονται· καλύπτραι· σκέπαι.

<!-- 4.68 -->Ὄρφνῃ· σκότει, νυκτὶ παρὰ τὸ φένειν, τουτέστι φονεύειν τὴν ὅρασιν. ἀτρίπτοισι· ἀβάτοις.

<!-- 4.69 -->Χεῖρας δέ· ἑαυτῶν τὰς χεῖρας κρατοῦντες. ἔχουσιν· ἔχοντες.

<!-- 4.70 -->Ἐπίκουρον ἀμοιβήν· βοηθὸν διαδοχήν.

<!-- 4.71 -->Ἀμοιβαίῃ φιλότητι· τῇ ἐκ διαδοχῆς ἀγάπῃ, τῇ ἐκ διαδοχῆς φιλίᾳ, ἀμοιβὴν ἔχοντες τῶν πόνων ἐπίκουρον.

<!-- 4.72 -->Ἀλκτῆρες· βοηθοί. γεγάασι· ἐγίνοντο. μήσατʼ· ἐβουλεύσατο.

<!-- 4.73 -->Ἀλγινόεντος· λυπηροῦ.

<!-- 4.74 -->Βλαφθέντες· ἐμποδισθέντες. ἐπιφροσύναις· φρονήσεσιν.

<!-- 4.75 -->Ἐμβεβάασι· εἰσέρχονται.

<!-- 4.76 -->Ἐπηρέτμοισι· κωπηλατικαῖς.

<!-- 4.77 -->Μέμβλονται· ἐν φροντίδι εἰσὶ, φροντίζονται. δολόφρονα μῆτιν· δόλον. ὑφαίνων· ποιῶν.

<!-- 4.78 -->Ἀναψάμενος· δεσμήσας. ἀκροτάτοιο· διά.

<!-- 4.79 -->Χείλεος· κατὰ τὴν ἐπιφάνειαν.

<!-- 4.80 -->Κέρδιστον· ὑπάρχει. ἀνελκέμεν· σύρειν.

<!-- 4.81 -->Μετά· εἰς. δέξατο· ἔλα, ἔβαλεν.

<!-- 4.82 -->Ἐλήλαται· κρέμαται, ἐκκρέμαται.

<!-- 4.83 -->Δινωτός· στρογγύλος, συστρεπτικός. κύβος· σφαῖρα. ἅμματος· σχοινίου, διά.

<!-- 4.86 -->Βαθὺν δόλον· ἢ τὸν κύρτον.

<!-- 4.87 -->Ἵενται· πορεύονται.

<!-- 4.88 -->Κραιπνόν· ταχέως. βαλιοί· κατάστικτοι, στικτοί· κατάστικτοι. ἐρύσωνται· λάβοι, ῥύσωνται, ἐξαΐσσωσι, λυτρώσουσιν.

<!-- 4.89 -->Περιπροθέουσιν· κυκλοῦσι, περικυκλοῦνται. ἀπάτην· γράφεται ἁπάντη.

<!-- 4.90 -->Οἴστρῳ· ἔρωτι. βεβιημένοι· βιαζόμενοι.

<!-- 4.91 -->Κατασπέρχουσιν· σπουδάζουσιν.

<!-- 4.92 -->Ἐσσυμένως· ὁρμητικῶς, προθύμως. τάχα· ἴσως. πανύστατος· ἔσχατος. ἔπλετʼ· ἤως ὑπάρξει· γράφεται ἔσσεται.

<!-- 4.96 -->Ἐμβαρύθων· βαρῶν.

<!-- 4.97 -->Ὡς ἴδον, ὡς ἐκέχυντο· λίαν ἐξεχύθησαν, λίαν εὐθὺς ἐχύθησαν. παραφθαδόν· συντόμως. ἕρκος· εἰς.

<!-- 4.98 -->Ἐπειγομένοις· σπουδάζουσιν. λόχοισι· ἔρωσιν

<!-- 4.99 -->Λύγων· βεργίων.

<!-- 4.100 -->Ἀργαλέων· κακίστων. ἐπισπέρχουσι· καταλαμβάνουσιν, ἐπισπεύδουσιν. μύωπες· ἔρωτες.

<!-- 4.101 -->Μεμελημένοι· εἴδησιν ἔχοντες, διὰ φροντίδος ἔχοντες· παραβολή.

<!-- 4.102 -->Στάθμης· ἀγῶνος, ἀπὸ νύσσης. ἀπόσσυτοι· κεχωρισμένοι, ἀποκεχωρισμένοι.

<!-- 4.103 -->Ἐγκονέουσιν· σπεύδουσιν.

<!-- 4.104 -->Ἐξανῦσαι· ἐκπληρῶσαι.

<!-- 4.105 -->Νίκης γλυκύδωρον ἑλεῖν κράτος· ἢ νικῆσαι. θύρετρα· τέλη.

<!-- 4.106 -->Ἀΐξαι· ὁρμῆσαι. κράτος· νίκην. ἀέθλιον· τὸ τῆς νίκης. ἀμφιβαλέσθαι· περιλαβεῖν.

<!-- 4.107 -->Ἡγεμονεύει· ἡγεμών ἐστιν.

<!-- 4.108 -->Ἐσθορέειν· εἰσπηδῆσαι. κευθμῶνας· μυχούς. ἀνοστήτοιο· ἀνυποστρόφου.

<!-- 4.109 -->Κύντατον· ὀλέθριον, ὀλεθρίως. ὕστατον· ἔσχατον, κακόν. ἑλόντες· γράφεται ἔχοντες.

<!-- 4.110 -->Πιμπλᾶσιν· πληροῦσι, ποιοῦσιν. ἐφίμερον· ἐπιθυμητήν.

<!-- 4.111 -->Κελαινοῦ· ἀθλιωτάτου.

<!-- 4.112 -->Ὑπὸ σπιλάδεσσι· ὑπὸ ταῖς πέτραις αἷς χαίρουσιν.

<!-- 4.113 -->Μέλει· ἔγκειται, πρόσκειται, οἰκεῖ. γλαγόεις· λευκός.

<!-- 4.114 -->Αὔρῃ· πνοῇ· γράφεται ἄγρῃ. φιλοτησίᾳ· τῇ φιλίᾳ.

<!-- 4.115 -->Ἀμφί· περί. λιχμάζουσι· περιλείχουσιν. ἐξερέουσιν· ἐρευνῶσιν, ἐξερευνῶσι, ψηλαφῶσιν.

<!-- 4.116 -->Μαιόμενοι· ψηλαφῶντες. κατήλυσιν· εἴσοδον, εἰσέλευσιν. ἵκοντο· παρεγένοντο.

<!-- 4.117 -->Εἰσίθμην· εἴσοδον, καταχρηστικῶς. ἀνέκβατον· ἀδιέκβατον.

<!-- 4.118 -->Ἐς δʼ· εἰς δὲ ταύτην.

<!-- 4.119 -->Στυγερήν· μισητήν. πόθων· γράφεται πόνον.

<!-- 4.120 -->Ὡς δέ· παραβολή,

<!-- 4.121 -->Θάμνοισι· φυτοῖς. λασίοισι· πυκνοτάτοις, δασυτάτοις.

<!-- 4.122 -->Ἠθάδα· συνήθη, συνηθεστάτη.

<!-- 4.123 -->Λίγα· ὀξέως. ξουθόν· ἡδὺ, θελκτικόν.

<!-- 4.125 -->Ἐνοπῇσι· φωναῖς, ἠχήσεσιν. παραπλαγχθέντες· πλανηθέντες. ἰωῆς· φωνῆς, κραυγῆς.

<!-- 4.127 -->Ἐπιβάλλεται· ποιεῖ.

<!-- 4.128 -->Παρήπαφεν· ἠπάτησεν.

<!-- 4.129 -->Πέλοι· ὑπαρχέτω. λιπόωσα· παχυτάτη.

<!-- 4.130 -->Ἀπείρονες· πολλοί.

<!-- 4.131 -->Ἐκπάγλως· ἐκπληκτικῶς.

<!-- 4.132 -->Ἴυγγες· δυνάμεις, τὰ φάρμακα, ἃ ποιοῦσιν οἱ ἐρῶντες θελκτήρια, Ἴυγγες αἱ γοητείαι καὶ ἐπῳδαὶ ἀπὸ τοῦ ὀρνέου τῆς κιγκλίδος καὶ ἴυγγος λεγομένου, ἤτοι σεισιπυγία, ἧς τὸ οὐραῖον πτερὸν καὶ τὸ περὶ τὸ στῆθος ὀστοῦν χρησιμεύουσι τοῖς ἐρῶσιν.

<!-- 4.133 -->Θαλπομένους· ἡδυνομένους, εὐφραινομένους. ἀνάρσιον· μισητὸν, ἐχθρόν. ἡγεμονεύοις· ποιεῖς. ἡγεμονεύει· προοδοποιεῖ.

<!-- 4.134 -->Ὑπεξερύων· ὑποσύρων καὶ ἕλκων.

<!-- 4.136 -->Ἠΐθεοι· νέοι, ἀΐσσοντες ἐπὶ θέαν. περικαλλέος· εὐμόρφου.

<!-- 4.137 -->Φρασσάμενοι· ἰδόντες. ἀποσταδόν· διακεχωρισμένως, ἀφεστηκότες. αὐγάζονται· θεωροῦσιν,

<!-- 4.138 -->Ἀγαυόμενοι· θαυμάζοντες. πολυήρατον· πολυαγάπητον.

<!-- 4.139 -->Ἐκ δʼ ἐλάθοντο· ἔλαθον τὰς ὁδοὺς ἑαυτῶν, ποίας ἀπέρχονται τοῦ οἴκου.

<!-- 4.140 -->Πάροιθεν· ἔμπροσθεν· τὰ πάροιθεν δὲ τὰ πρὸ τούτου, ὅπου ἀπῄεσαν.

<!-- 4.141 -->Θελγόμενοι· εὐφραινόμενοι. λιαρῇσιν· ἡδυτάταις, γλυκυτάταις. ῥιπῇς· νεύσεσι, ἐπινεύσεσιν, ὑπὸ ταῖς καυστικαῖς καὶ ἐπιθυμητικαῖς ὁρμαῖς τῆς ἀφροδίτης.

<!-- 4.142 -->Οἰστρηδόν· ἐρωτικῶς, μανιωδῶς, μετʼ οἴστρου ἤγουν ἔρωτι κινούμενοι.

<!-- 4.143 -->Εἱλομένων· σπαρασσομένων. ἀπεχθέες· μεμισημένοι.

<!-- 4.144 -->Ἀμφίβληστρον· δίκτυον. εὐεργές· καλῶς εἰργασμένον. ἀείρας· ἐγείρας.

<!-- 4.145 -->Ἐπιπροέηκε· ἔπεμψεν. ἄσπετον· πεπληθυσμένην.

<!-- 4.146 -->Ἁψῖσι· ταῖς τοῦ ἀμφιβλήστρου, καλύπτραις ἢ καμάραις· ἐν τοῖς συνδέσμασι τῶν ὀπῶν περιεχόμενοι· περικαλύψας τὴν θήραν καὶ περίσχετον ταῖς ἁψῖσιν. περίσχετον· κρατητὸν, περιεχόμενον, κεκρατημένον. ἀμφικαλύψας· κρατήσας, λαβών.

<!-- 4.147 -->Δυσέρωτες· χάριν τοῦ κακοῦ ἔρωτος. ἐπὶ πλέον· περισσότερον. ἔδραμεν· ἦλθεν.

<!-- 4.149 -->Ἀμφιβολάς· περιβολὰς, σκεπάσματα. ἐφέηκαν· ἔπεμψαν.

<!-- 4.150 -->Ἐρύουσιν· σύρουσιν. ἀναψάμενοι· δεσμήσαντες. οἴην· σηπίαν, μόνην. οἵην· μεγάλην.

<!-- 4.151 -->Ἀπόπροθεν· μακρόθεν, ἐξ ἐναντίας.

<!-- 4.152 -->Περιπλέγδην· περιπεπλεγμένας. ἐνέχονται· συνέχονται, σκιρτῶσιν.

<!-- 4.153 -->Ἐμφύμεναι· κολλώμεναι, συμμιγόμεναι, περιπλεκόμεναι. σπείρῃσιν· πλοκάμοις.

<!-- 4.154 -->Παρθενικαί· παρθένοι. δηναιόν· μετὰ χρόνον, μακροχρόνιον.

<!-- 4.155 -->Ἀπήμονα· ὑγιῆ. νοστήσαντα· ὑποστραφέντα.

<!-- 4.156 -->Νέον· νεωστί. εὐναίης· ζευκτικῆς.

<!-- 4.157 -->Ληϊσθεῖσα· λαφυραγωγηθεῖσα, συζευχθεῖσα.

<!-- 4.158 -->Ἀμφέπλεξεν· περιέλαβε, περιέπλεξεν. πάννυχα· ὁλονύκτια.

<!-- 4.159 -->Ἀργεννοῖς· λευκοτάτοις. κυρτώσασα· γυρώσασα. γυρώσασα· κυκλώσασα.

<!-- 4.161 -->Μεθίεται· ἐνδίδοται, καταλείπεται. ἐξερύσωσιν· φυλάξωσιν, ἑλκύωσιν. ἐπὶ σκάφος· ἐπὶ τὴν νῆα.

<!-- 4.163 -->Συμπεφύασι· συμμίγονται. ἕλοντο· προέκρινον.

<!-- 4.164 -->Παρήπαφεν· ἠπάτησεν.

<!-- 4.165 -->Σκιάσαντες· σκεπάσαντες. πτόρθοισι· κλάδοις. μυρίνης· μυρίκης.

<!-- 4.167 -->Λάχνη· δασυτάτη.

<!-- 4.168 -->Γενεῆς· τόκου.

<!-- 4.169 -->Ἥμεναι· καθήμεναι.

<!-- 4.170 -->Αὐτοῦ· ἐκεῖ. παύσαντο· τέλος ἔλαβον.

<!-- 4.171 -->Πινυτοῖσιν· συνετοῖς.

<!-- 4.173 -->Ἀεθλεύει· πάσχει, ἔχει. κίχλῃς· ἐπί. δαίεται· ἐκκαίεται.

<!-- 4.174 -->Δαίμονι· θεῷ. θύων· ὁρμῶν, δουλεύων.

<!-- 4.175 -->Σύννομος· συνήθης. δάμαρ· νύμφη. οἴη· μία.

<!-- 4.176 -->Ἄλοχοι· σύζυγοι.

<!-- 4.177 -->Κεκριμέναι· διακεχωρισμέναι. ἐφέστια· ἔνοικα, ἔποικα, κάτοικα, διὰ τὸ μὴ ἐκτὸς, ἀλλʼ ἔνδον τῶν σπηλαίων εἶναι.

<!-- 4.178 -->Γλαφυροῖσι· βαθυτάτοις.

<!-- 4.179 -->Ἀρτιγάμοισι· ταῖς ἤδη μέλλουσι γαμηθῆναι, ἢ νεογάμοις.

<!-- 4.180 -->Οὔπω· οὐκέτι. ἴδοι· ἀττικῶς. πάροιθεν· ἐκτός.

<!-- 4.181 -->Γαμήλιος· παρθενική. αἴθεται· ἐκκαίεται, αὔξεται, ἐκπυροῦται, ἔγκειται, ἐκ τοῦ γάμου σωφροσύνη ἔγκειται.

<!-- 4.182 -->Ἐνδόμυχοι· ἔνδον μυχούμεναι, φυλαττόμεναι.

<!-- 4.183 -->Δηθύνουσι· χρονίζουσι, καταμένουσιν. πόσις· ἀνήρ. ἀνώγει· κελεύει.

<!-- 4.185 -->Λεχέων· ὁμοζύγων. ἄλλῃ· ἀλλαχόθεν.

<!-- 4.186 -->Τέτραπται· τρέπεται. ἑλίσσεται· ἀναστρέφεται.

<!-- 4.187 -->Παπταίνων· περισκοπῶν.

<!-- 4.189 -->Δύσζηλος· κακόζηλος. ἀειφρούροισι· ἀειφυλάκτοις.

<!-- 4.191 -->Τυτθόν· μικρόν· ἡ ἀνάπαυσις αὐτοῦ πρὸς τὴν φυλακὴν ὀλίγη ἐστίν. φυλακῆς· ὤρας. ἀζηχέος· ἐπιπόνου, ἀδιαλείπτου, διηνεκοῦς.

<!-- 4.192 -->Τῆμος· τηνικαῦτα.

<!-- 4.193 -->Ἀμφιπεριτρομέων· ἀγωνιῶν.

<!-- 4.195 -->Ὠδίνων· χάριν πόνων. οἷον δέ· παραβολή. ἀλύει· ἔχει, ἀδημονεῖ.

<!-- 4.196 -->Τηλυγέτοιο· μονογενοῦς, ὡραία. θοήν· διὰ ὀξεῖαν, ταχεῖαν.

<!-- 4.197 -->Πρωτοτόκου· πρωτολόχου. φρίσσουσα· φοβουμένη.

<!-- 4.198 -->Αὐτήν· τὴν μητέρα. χέρειον· χειρότερον. εἰλειθυίης· τῆς γεννήσεως, γέννας.

<!-- 4.200 -->Μετῄορον· ἐκκρεμὲς, ἐκκρεμάμενον, περιπετασμένον· μετέωρα τὰ ἐν οὐρανῷ καὶ αἰθέρι μετάρσια, τὰ μεταξὺ αἰθέρος καὶ γῆς ἐν ἀέρι συνιστάμενα.

<!-- 4.201 -->Λυσιπόνοιο· λυούσης τὸν πόνον. βοῆς· φωνῆς.

<!-- 4.202 -->Ἀλόχοις· κοίταις.

<!-- 4.203 -->Λεχέων· κοιτῶν. ἐντύνεσθαι· ποιεῖν, φυλάσσειν.

<!-- 4.204 -->Ἀσσυρίους· Βαβυλωνίους. τίγριν· Τιγρικόν· Τίγρης ποταμὸς ι καὶ η, καὶ κλίνεται Τίγρητος, τίγρις δὲ τὸ ζῶον ι τὰ δύο, καὶ κλίνεται τίγριδος.

<!-- 4.205 -->Ἐνναετῆρες· κάτοικοι. ἑκηβόλον· πόῤῥωθεν βάλλων.

<!-- 4.207 -->Μεθέπουσι· συνέρχονται, μετέρχονται ἐξ ἀμοιβῆς, ἐπακολουθοῦσιν, εἰσὶν, ὑπάρχουσιν. εὐνάζονται· συγκοιμῶνται.

<!-- 4.208 -->Νύκτας· γράφεται κοίτας. ἀμειβόμεναι· ἀλλάσσουσαι, μετέρχουσαι· ἐξ ἀμοιβῆς γὰρ ἄλλοτε ἄλλῃ συγκοιμῶνται. μέτρον· γράφεται κέντρον· ζῆλος.

<!-- 4.209 -->Περί· ἕνεκα. ὀλέκονται· ἀπόλλυνται.

<!-- 4.210 -->Ἄρηα· σίδηρον, πόλεμον.

<!-- 4.211 -->Ὡς οὐδέν· θαυμαστικῶς, γνώμη.

<!-- 4.213 -->Ἀναιδέος· ἀναισχύντου.

<!-- 4.214 -->Λύσσης· μανίας. ἐπιμίσγεται· ὁ ζῆλος.

<!-- 4.215 -->Ἐξεχόρευσε· ἐχώρησεν, ἦλθεν, ἐξεσκίρτησεν, ἐσκίρτησεν, ἐνέβαλεν· γράφεται ἐξεκύλισεν· οἱ· τῷ ζήλῳ.

<!-- 4.217 -->Ἤντησεν· ἔτυχεν. ἀμοιβῆς· χάριν.

<!-- 4.218 -->Ἐπιδινεύοντα· συστρεφόμενον, ἀδημονοῦντα ἢ ἀναστρεφόμενον.

<!-- 4.219 -->Ἀλόχου· συζύγου.

<!-- 4.222 -->Μολίβου· καθέτου. κύβος· τροχὸς, σφαῖρα, ἢ καθετής.

<!-- 4.223 -->Πρὸς πέτραις· πλησίον τῶν πετρῶν. ἀφέηκε· ἔπεμψε, κατέβαλε, κατέῤῥιψεν. ἐγγύθι δʼ αὐτῶν· γράφεται μικρὸν τὸ αὐτὸν, ἤως αὐτὸν τὸν δόλον.

<!-- 4.224 -->Ἐσέδρακεν· ἐδράξατο. ὀρινθείς· ὁρμισθείς.

<!-- 4.225 -->Ὡρμήθη· ἐπήδησεν.

<!-- 4.226 -->Ἀνάρσιον· ἐχθρὸν, πολέμιον. ἀλόχοισιν· ὁμοκοίτοις.

<!-- 4.227 -->Ἐπιθύσας· ζηλοτυπήσας, ὁρμήσας, δειλιάσας.

<!-- 4.228 -->Τίνυσθαι· τιμωρεῖσθαι, τιμωρῆσαι, κωλύειν, τιμωρεῖν. ἐπήλυσιν· ἐπέλευσιν.

<!-- 4.229 -->Ἀμφιχανών· καταπιών. δοκεύσας· ἐπιτηρήσας, ἐξ ἐναντίας ἐλθὼν, ἢ καὶ ἰδών.

<!-- 4.230 -->Συνέπειρεν· ἐσούβλισεν. ἀνακρούων· ἀνασείων. γενύεσσι· στόμασιν.

<!-- 4.231 -->Ἀσχαλόωντα· λυπούμενον. ἀσπαίροντα· ψυχοῤῥαγοῦντα.

<!-- 4.232 -->Ἐνίπαπε· ἐνέπληξεν, ἐκακολόγησεν, ἐπέπληξεν. κερτομίῃσιν· ὀνειδισμοῖς.

<!-- 4.233 -->Νῦν δὴ νῦν· γράφεται ἤδη νῦν. ἠθοποιΐα, αἱμωπεῖαι πρὸς τὸν κόσσυφον ἐκ τοῦ ἁλιέως. περιφρούρειε· περίβλεπε.

<!-- 4.235 -->Κύπρις· γυνή. ἐφήνδανεν· ἤρεσκεν, ἤρκει· ἐφήνδανε γίνεται ἀπὸ τοῦ ἥδω τὸ εὐφραίνομαι, ὅθεν καὶ δασύνεται.

<!-- 4.236 -->Ἀγάλλεο· ἠγάλλου, ἔχαιρες.

<!-- 4.237 -->Ἴθι· ἐλθέ. τοί· σοι.

<!-- 4.238 -->Χρυσέοιο· γράφεται χερσαίοιο πυρὸς λευκάμπυγος αὐγή· ἢ τὸ πῦρ.

<!-- 4.239 -->Νείκεσε· κατειρωνεύσατο. ἀΐοντι· αἰσθανομένῳ. καίοντι· αἰθαλομένῳ. πιφαύσκων· λέγων. οὐκ ἀΐοντι πιφαύσκων· καὶ ἀκούοντι μὴ διαλεγομένῳ.

<!-- 4.240 -->Πόσις· ἀνήρ. ἰοῦσαι· πορευθεῖσαι.

<!-- 4.242 -->Μέν· μήν. ἐπαρωγῇ· βοηθείᾳ.

<!-- 4.244 -->Κεντροφόρων· κέντρα ἐχόντων, τῶν κεντρίνων λέγει.

<!-- 4.245 -->Κιών· παραγενόμενος. ἀϊδνής· σκοτεινὸς, μέλας, ἀφανής.

<!-- 4.246 -->Βυθίοις· βυθοῖς. ὑφίζεται· κάθηται, ὑπόκειται. ὀργυίῃσι· χερσίν.

<!-- 4.248 -->Μιν· γράφεται μέν.

<!-- 4.250 -->Ἵκωνται· πορεύωνται.

<!-- 4.251 -->Περιηγέϊ· τῷ περιφερεῖ.

<!-- 4.252 -->Καταΐγδην· ὁρμητικῶς, συντόμως, στυφελίζων· κόπτων, τύπτων, ἀνακρούων, ἀναπείρων.

<!-- 4.253 -->Τριγλώχισι· τριαίναις.

<!-- 4.254 -->Ἀπότροποι· ὀπίσω, εἰς τοὐπίσω.

<!-- 4.255 -->Λεύσσωσιν· ἐνεστὼς χρόνος.

<!-- 4.256 -->Ἀρτιφάτου· νεωστὶ ἐφονευμένου. νέκυν· νέκυν παιδὸς, τουτέστιν ἐκεῖνον αὐτόν.

<!-- 4.257 -->Ἀμφίκλαυστον· περικλαιόμενον.

<!-- 4.258 -->Τηλύγετον· γνήσιον. περιμοχθήσωσι· κακοπαθήσωσιν.

<!-- 4.259 -->Δρυπτόμενοι· σπαραττόμενοι.

<!-- 4.260 -->Ἠρίῳ· μνημείῳ, τάφῳ. ἐμπεφύασι· κεκόλληνται.

<!-- 4.261 -->Ξυνῇ· κοινῶς, ὁμοῦ. θανεῖν· θέλουσιν.

<!-- 4.263 -->Αὐτόν· τὸν ὅμοιον.

<!-- 4.264 -->Ἐνδήμιος· συνήθης, ἐκ τοῦ δήμου.

<!-- 4.266 -->Ἔξαλον· ξένον τῆς ἁλός. ἀλλοδαπῆς· ξένης.

<!-- 4.268 -->Ἀθηναίης ἔρνεα· τῆς Ἀθηνᾶς λέγεται τὸ φυτὸν, ἐπειδὴ φέρεται μῦθος, ὡς ὅτι πρῶτον ἐν τῇ τῶν Ἀθηνῶν ἀκροπόλει Ἀθηνᾶς προνοίᾳ ἐβλάστησεν. ἔρνος κυρίως ὁ κλάδος τῆς ἀγρίας συκῆς· ἐρινεὸς γὰρ ἡ ἀγρία συκῆ, καταχρηστικῶς δὲ καὶ πᾶς κλάδος.

<!-- 4.269 -->Ἔρνεα· κλάδους.

<!-- 4.270 -->Ἔσπασον· ἔλαβον. ἦ· ὄντως.

<!-- 4.273 -->Γείτοσιν· ἐν τοῖς γείτοσι τόποις τῆς γῆς. γουνοῖσιν· γονίμοις τόποις, καρπίμοις τόποις, ἐν τοῖς γονιμωτάτοις τόποις τοῖς γειτνιάζουσι τῷ αἰγιαλῷ. ἐπακταίη· παραθαλασσία. τεθαλυῖα· θάλλουσα.

<!-- 4.275 -->Εὐρίνοιο· τὰς καλὰς ῥῖνας ἔχοντος.

<!-- 4.276 -->Ἀνιχνεύει· ἀνερευνᾷ. ἐξερεείνων· ζητῶν, ἢ λέγων.

<!-- 4.277 -->Ῥινός· διά.

<!-- 4.278 -->Μάρψεν· ἔλαβεν. ἐμάτησεν· ἐματαιώθη, ἀπέτυχεν. ἐπέλασσεν· ἐπλησίασεν εἰς τὸν φωλεὸν τοῦ θηρός.

<!-- 4.279 -->Τηλεθόωσαν· ὑψηλοτάτην. ἄφαρ· εὐθέως. μάθεν· γράφεται μάρψεν.

<!-- 4.281 -->Πρέμνοισιν· πρέμνοι κυρίως οἱ κορυφαῖοι τῶν δένδρων κλάδοι παρὰ τὸ πρυμνὸν τὸ ἔσχατον.

<!-- 4.282 -->Περὶ ῥίζης· ἢ περὶ τὴν ῥίζαν.

<!-- 4.285 -->Ἀείρει· ἐμβάλλει.

<!-- 4.286 -->Πηχύνασθαι· περιλαβεῖν, περιπλέξαι.

<!-- 4.287 -->Ἔρνεϊ· φυτῷ.

<!-- 4.288 -->Ἐρειδόμενος· πατῶν. κοτύλῃσιν· πλεκτάναις, τοῖς ποσίν.

<!-- 4.289 -->Λελιημένος· ἐπιθυμῶν, σπεύδων. χαίταις· κλάδοις.

<!-- 4.290 -->Πτύσσεται· ἀσπάζεται, φιλεῖ. ἔχων· κατέχων.

<!-- 4.292 -->Ἑλισσομένη· περιπλεκομένη.

<!-- 4.293 -->Βλωθρῇσιν· ὑψηλαῖς.

<!-- 4.294 -->Ὑγρός· ὁ πανταχοῦ ἐκτρέχων διὰ τὸ εὐπερίστρεπτον. ἕλιξ· ἐντυλιγμός. τιταινόμενος· συρόμενος, ἐξαπλούμενος.

<!-- 4.295 -->Περιῤῥέει· ἔρχεται, περιέρχεται. ἀκρεμόνεσσι· κλάδοις.

<!-- 4.297 -->Φιλέοντι· ἐρῶντι.

<!-- 4.298 -->Λωφήσῃ· καταπαύσῃ, ἐφέρπει· πορεύεται.

<!-- 4.299 -->Πλησάμενος· κορεσθείς. ἐλαιηροῦ τε πόθοιο· τοῦ ἐπὶ τῆς ἐλαίας αὐτῶν γινομένου πόθου.

<!-- 4.301 -->Θαλλούς· κλάδους.

<!-- 4.302 -->Εὐφυέας· εὐθαλεῖς, τὰς καλῶς ἀναβλαστάνοντας. μόλιβδον· διὰ τὸ βάρος.

<!-- 4.304 -->Ἤϊξε· ὥρμησεν.

<!-- 4.305 -->Πτόρθους· πτόρθος κυρίως ὁ ὀρθὸς κλάδος παρὰ τὸ πέτεσθαι ὄρθιον

<!-- 4.306 -->Ἀνίησιν· οὐκ ἀφίησιν.

<!-- 4.307 -->Ἤχθηρε· ἐμίσησεν.

<!-- 4.309 -->Ὀρειαύλοις δὲ βοτοῖσιν· ταῖς αἴγαις, τοῖς ἐν τοῖς ὄρεσιν αὐλιζομένοις ποιμνίοις.

<!-- 4.310 -->Ἐκπάγλως· λίαν.

<!-- 4.311 -->Ἦ· ὄντως. σέβας· ἔκπληξις. οὐκ ἐπίελπτον· μὴ ἐλπιζόμενον. ὁμόφρονα· προσφιλῆ ἀλλήλοις.

<!-- 4.312 -->Πάγους· καθέδρας. χαροπήν· φοβεράν.

<!-- 4.313 -->Εὖτε γάρ· παρήχησις.

<!-- 4.314 -->Μηκάδας· αἶγας· τὸ μηκᾶσθαι ἐπὶ τῶν αἰγῶν, τὸ δὲ βληχᾶσθαι ἐπὶ τῶν προβάτων. λοεσσαμένας· μελλούσας λουθῆναι.

<!-- 4.315 -->Ἐνδίους· κατὰ τὸ μεσήμερον, κατὰ τὸν καιρὸν τῆς δείλης. ὀλύμπιος· οὐράνιος.

<!-- 4.317 -->Αἰπολίων· ποιμνίων. βαρυαέα· μεγάλην. βαρυηχέα· τὴν μεγαλόφωνον, τὴν βαρέως ἀκουομένην, βαρυάκουστον.

<!-- 4.319 -->Ἀνδήροισι· ἄνθεσιν, αἰγιαλοῖς· ἄνδηρα κυρίως τὰ χείλη τῶν ποταμῶν παρὰ τὸ ἄνω τῆς δηοῦς αἴρεσθαι, ἢ ἄνω τῶν διερῶν εἶναι, νῦν δὲ σημαίνει τοὺς αἰγιαλοὺς καὶ τὰ ἐκεῖσε βρύα, καλεῖ δὲ ταῦτα ἄνθη.

<!-- 4.320 -->Κεραόν· κερατοφόρον. περισαίνουσιν· εὐφραίνονται.

<!-- 4.321 -->Λιχμάζουσι· λείχουσι τοὺς πόδας τῶν αἰγῶν ἀθροιζομένων εἰς τὴν θάλασσαν. ἀθρόοι· ἀθρόον δὲ τὸ μὴ ἔχον θόρυβον. ἀμφιχέονται· περιχέονται.

<!-- 4.322 -->Κατασπαίροντες· πηδῶντες.

<!-- 4.323 -->Πρωτοδαεῖς· πρωτομαθεῖς, τοὺς ἄρτι τοῦτο μαθόντας. φίλον χορόν· τῶν σαργῶν. οὐκ ἀέκουσαι· ἐθελουσίως.

<!-- 4.324 -->Δέχνυνται· δέχονται.

<!-- 4.325 -->Σταθμοῖσι· μάνδροις. κατηρεφέεσσι· κατεστεγασμένοις.

<!-- 4.326 -->Ἐκ βοτάνης· ἀπὸ τῆς νομῆς.

<!-- 4.328 -->Ἦμος· ὁπηνίκα. περίχωρος· ὁ πλησίον τόπος, ὅλος ὁ τόπος ἀντηχεῖ ἐκ τῆς φωνῆς τῶν αἰγῶν. ἰωῇς· κραυγαῖς,

<!-- 4.329 -->Νηπιάχων· ἐρίφων κέκληγε· ἠχεῖ, βοᾷ.

<!-- 4.330 -->Κεραῇσι· κερατοφόροις. περισπέρχουσʼ· κυκλῶσιν.

<!-- 4.331 -->Ἄδην· κόρον. ἴσχωσι· λάβωσιν. λοέτρων· καθαρσίων.

<!-- 4.333 -->Ἀχνύμενοι· λυπούμενοι.

<!-- 4.334 -->Ἀμείβει· διέρχεται.

<!-- 4.335 -->Ὡς δʼ ὅτε· παραβολή. τηλύγετον· γνήσιον. ἀκοίτην· σύζυγον.

<!-- 4.336 -->Τῆλε· μακράν. ἰόντα· πορευόμενον, ἀποδημοῦντα.

<!-- 4.337 -->Οἱ· ἐννοουμένῃ. ἀλύει· ἀδημονεῖ.

<!-- 4.338 -->Οἱ· αὐτῷ· μεσσηγύς· διὰ μέσης. κύκλα· διαδρομαί.

<!-- 4.341 -->Λισσομένη· παρακαλοῦσα.

<!-- 4.342 -->Ὀπωπάς· ὀφθαλμοὺς, θεωρίας.

<!-- 4.343 -->Ὑπʼ ὄμμασι· ἀπὸ τῶν ὀμμάτων.

<!-- 4.344 -->Οἰωθέντας· μονωθέντας, πάλιν· ὀπίσω, εἰς τοὐπίσω.

<!-- 4.346 -->Συνοίσεσθαι· γενήσεσθαι.

<!-- 4.347 -->Κῆρας· θανάτους. ἑούς· σούς.

<!-- 4.348 -->Τεκμαίρεται· ζητεῖ.

<!-- 4.349 -->Διδύμοισιν· διπλαῖς, ἀνισταμένας· ὑψηλὰς, ἐξεχούσας. κροτάφοισιν· ἐξοχαῖς· κρόταφος ἀπὸ τοῦ κηρύσσειν τὸν τάφον, ἢ παρὰ τὸ ποιεῖν κρότον τῇ ἁφῇ.

<!-- 4.350 -->Στεινωπόν· στενόν. χῶρον· μέσον, τὸν μεταξὺ τῆς θαλάσσης τόπον.

<!-- 4.351 -->Αἰθέρος· αἰθέρα λέγει τὸν ἥλιον ἀπὸ τοῦ αἴθω τὸ καίω, ὁ δʼ Ἀριστοτέλης φησὶν ἀπὸ τοῦ ἀεὶ θέειν. διαυγέας· λάμποντας, διαλαμπομένας.

<!-- 4.352 -->Ὁμόκλιτον· ὁμόκοιτον, ὁμοκάθεδρον. αὖλιν· αὐλὴν, αἰολικῶς συνεστάλη.

<!-- 4.353 -->Πυρσοῖσιν· ἀκτῖσι, ταῖς λαμπηδόσιν.

<!-- 4.354 -->Ἔνθα· ἐκεῖσε. μελέεσσιν· ἐπί. ἐφεσσάμενος· ἐνδυθεὶς, καλυψάμενος.

<!-- 4.355 -->Συνάψας· δεσμήσας, ἀνάψας.

<!-- 4.356 -->Στέλλεται· πορεύεται. ὁρμαίνων· διαλογιζόμενος, φροντίζων, εὐτρεπίζων. νόμιον· κατὰ νομεῖς, ποιμενικόν.

<!-- 4.357 -->Λιπήνας· ἀλείψας.

<!-- 4.358 -->Ἄλφιτα· ἄλευρα· κυρίως τὰ τῶν κριθῶν ἄλευρα ἀπὸ τοῦ ἀλφῶ τὸ εὑρίσκω· πρὸ γὰρ τοῦ εὑρεθῆναι τὸν σῖτον κριθὰς ἤσθιον. ἐπωπή· πρόσοψις, φαντασία, ὅρασις, ὄψις.

<!-- 4.359 -->Εὐδώρητος· καλὴ, ἢ καλῶς δωρηθεῖσα.

<!-- 4.361 -->Περισσαίνοντες· χαιρόμενοι, τὸν τῇ αἰγὶ ἐοικότα πολέμιον αὐτοῖς ἄνδρα κολακεύοντες.

<!-- 4.363 -->Φρεσίν· νοήμασιν. αἰγείοισι· μηλείοις. ἀρηρότος· ὄντος, ἔχοντος.

<!-- 4.364 -->Κραναήν· τραχεῖαν.

<!-- 4.365 -->Πολιοῖο· λευκοῦ.

<!-- 4.366 -->Χηλῆς· ὄνυχος. ἔμφυτον· ὅμοιον, καὶ τὸ ἐμπεφυκὸς τῇ χηλῇ.

<!-- 4.367 -->Ἐσσυμένως· ταχέως.

<!-- 4.368 -->Αὖ· εἰς τοὐπίσω. ὀΐσσεται· ὑπολάβοι.

<!-- 4.370 -->Ἀποστύξαντες· μισήσαντες.

<!-- 4.371 -->Ἔνδια· διατριβὰς, τὰ λαμπόμενα.

<!-- 4.373 -->Λειφθείη· τῶν σαργῶν ἀπολειφθῇ. δαμάσσεται· θηρεύει. ὀπωπή· θεωρία, φαντασία. ὀπωπῇ· ὁράσει, μορφῇ.

<!-- 4.374 -->Μέλει· ἔγκειται.

<!-- 4.375 -->Δηριόωνται· μάχονται.

<!-- 4.377 -->Ἐπάρκιος· ἱκανὸς, ἀρκετός. ἔπλετʼ· ἵσταται. ἀκοίτης· ὁμόζυγος, ἀνήρ.

<!-- 4.378 -->Εἰσελάει· ἐλαύνει.

<!-- 4.379 -->Περιηγέα· κυκλοτερῆ, στρογγύλην. πάντη· παντελῶς.

<!-- 4.380 -->Τὸν δέ· τὸν χόρτον. λάχνῃσι· δασύτησιν. πύκασαν· ἐστέγασαν, ἐπύκνωσαν.

<!-- 4.382 -->Σκιάσαντες· σκεπάσαντες.

<!-- 4.383 -->Οἶστρος ποτὶ μῶλον· διὰ τὸ μὴ ὅλος εἶναι πόλεμον. ἐπώρορεν· διήγειρεν. εὐνητῆρας· συζύγους.

<!-- 4.384 -->Γαμήλιος ἐνυώ· ἡ περὶ τοῦ γάμου μάχη.

<!-- 4.385 -->Ἀριστεύσας· νικήσας.

<!-- 4.386 -->Γλαφυρήν· βαθυτάτην.

<!-- 4.387 -->Ἐπηρεφέʼ· ἐστεγασμένον, πυκνωμένον. ἀκρεμόνεσσιν· ἄκροις.

<!-- 4.388 -->Χορόν· τὸν νυμφικόν.

<!-- 4.389 -->Ἐρύκει· κωλύει.

<!-- 4.390 -->Ἐᾷ· καταλείπει.

<!-- 4.392 -->Προὔκυψεν· εἰσῆλθεν.

<!-- 4.393 -->Ὡς δʼ ὅτε· παραβολή. βοτάνηθεν· ὑπὸ τῆς βοσκῆς.

<!-- 4.394 -->Εἰροπόκους· τοὺς τὸ ἔριον φερούσας ἀπὸ τοῦ εἴρω καὶ τοῦ πέκω. πάλιν· ὀπίσω, εἰς τοὐπίσω.

<!-- 4.395 -->Πεμπάζεται· μετρεῖ· πεμπάζειν κυρίως τὸ κατὰ πέντε ἀριθμεῖν, ἐνταῦθα δʼ ἀντὶ τοῦ ἁπλῶς ἀριθμεῖν εἴληπται.

<!-- 4.396 -->Διέπων· ἐνεργῶν. σόα· ἰωνικῶς.

<!-- 4.397 -->Εἰλομένοισι· κλειομένοις, συγκεκλεισμένοις

<!-- 4.398 -->Στείνεται· στενοχωρεῖται. ἔσσυτο· ὥρμησεν.

<!-- 4.400 -->Ἔνθορε· ἐπήδησεν.

<!-- 4.401 -->Δειλαίαις· ἀθλίοις.

<!-- 4.402 -->Ἄεθλα· παθήματα.

<!-- 4.403 -->Ἐρωμανίῃσιν· ἔρωσι, ἐπιθυμίαις, ταῖς μανίαις τοῦ ἔρωτος· κλίνεται γὰρ ἀττικῶς· ὁ ἔρως τοῦ ἔρω.

<!-- 4.404 -->Ἀθρήσωσι· θεωρήσωσιν.

<!-- 4.405 -->Τῷ· ἐν τούτῳ, τούτῳ τῷ πλαζομένῳ.

<!-- 4.406 -->Διαῤῥαισθεῖσαν· διαφθαρεῖσαν. ἀέλλαις· ταραχαῖς.

<!-- 4.407 -->Αἰνά· πῶς, αἰνῶς καὶ λίαν, χαλεπῶς. Ποσειδάωνος· τῆς θαλάσσης. ἀμειλίκτοιο· ἀνημέροιο. τυχοῦσαν. ἐπιτυχοῦσαν.

<!-- 4.408 -->Δασσώμενον· μερισάμενον, διασκορπισάμενον. διακριδόν· διακεχωρισμένως.

<!-- 4.409 -->Δοῦρα· ξύλα. λώβῃσι· βλάβαις καὶ πληγαῖς κυμάτων. πολυσχιδέεσσι· πολυμερίστοις, συνεχέσι, ποικίλαις καὶ διαφόροις.

<!-- 4.410 -->Τῆμος· τηνικαῦτα. πινάκεσσι· σκάφαις, σανίσιν. θεούσαις· πρὸς τὸ σημαινόμενον.

<!-- 4.411 -->Μεθέπουσιν· ἀνέχονται, ἢ μετʼ αὐτῶν ἐνεργοῦσιν, ἐπιτηροῦσιν ἐν αὐτοῖς, ἐνεργοῦσι καὶ συμπλέουσιν. ἐγκύρσας· τυχών.

<!-- 4.412 -->Πολλήν· ἄπειρον. ἀμέγαρτον· ἐπίφθονον.

<!-- 4.413 -->Ἀλλὰ τὸ μέν· ἤγουν τὸ φθείρεσθαι τὰς νῆας· ὡραῖον. ναύτῃσιν· ἀπό. ἀλεξήσειε· ἀποδιώξειε, βοηθήσειεν.

<!-- 4.414 -->Ἐμβύθιος· ὁ τοῦ βυθοῦ ἔφορος Ποσειδῶν. θέοιεν· τρέχοιεν, τρέχωσιν.

<!-- 4.415 -->Εὐκήλοισιν· ἡσύχοις. ἀπήμονες· ἀβλαβεῖς. ἀτίνακτοι· ἀτάρακτοι, ἀδιάσειστοι, ἀμετάτρεπτοι.

<!-- 4.416 -->Ἀμοιβαίοισι· συχνοῖς, ἐκ διαδοχῆς ἁλιέων. μετερχόμεναι· φέρουσαι. καμάτοισιν· πλόοις.

<!-- 4.417 -->Ἀλλοῖα· ἕτερα. τεχνήσασθαι· εἰς τὸ κατασκευάσαι, κατασκευάσασθαι.

<!-- 4.418 -->Ἔστιν· δυνατὸν ὑπάρχει. μεταβαινέμεν· μετέρχεσθαι, μετερχόμεθα.

<!-- 4.419 -->Συμφυρτούς· μεμιγμένους, τοὺς ἔνθεν κἀκεῖθεν φερομένους. δονάκων· καλάμων. σφακέλους· δεσμὰ, σχοίνους· σφάκελος ἡ σῆψις τοῦ ἐγκεφάλου, καταχρηστικῶς δὲ καὶ ἡ σχοῖνος, καὶ ὁ μέσος τῆς χειρὸς δάκτυλος. γυρώσαντες· κυκληδὸν διατμήσαντες, δεσμήσαντες.

<!-- 4.420 -->Λᾶαν· διὰ τὸ βάρος.

<!-- 4.421 -->Ὑφορμιστῆρα· στερεωτὴν, κάτωθεν ὁρμώμενον στηρίζοντα τοὺς σφακέλους.

<!-- 4.422 -->Ἀτρέμα· ἡσύχως. δινεύουσι· περιτρέχουσι, περιφέρουσιν. φιλόσκια· τὰ τὴν σκιὰν φιλοῦντα.

<!-- 4.423 -->Ἀγεληδόν· ὁμοῦ.

<!-- 4.424 -->Ἀνατρίβουσι· ἀνέρχονται. μένοντες· πρὸς τὸ σημαινόμενον.

<!-- 4.425 -->Τοῖς δέ· τούτων. ἑτοίμην· σύντομον.

<!-- 4.426 -->Εἴδασιν· βρώμασι, τροφαῖς.

<!-- 4.427 -->Ἐρύουσι· ῥίπτουσιν ἑαυτοὺς καὶ πλέουσιν ἀγρεῦσαι αὐτούς.

<!-- 4.429 -->Δινεύων· κινῶν, ῥίπτων. μέσσοισι· τοῖς κυσίν. ἑλώρια· βρώματα.

<!-- 4.430 -->Μαργαίνοντες· μαινόμενοι.

<!-- 4.431 -->Προθέουσι· προλαμβάνουσιν.

<!-- 4.432 -->Ἔρις· μάχη.

<!-- 4.434 -->Ἀγρευτόν· κρατητόν. ἐρύσσεται· λάβῃ, ἑλκύσῃ.

<!-- 4.435 -->Ἐών· ὁ ἁλιεύς· αὐτοὶ γάρ· πλέον τῶν ἁλιέων ἐνεργοῦντες. ἐπισπεύδουσʼ· τουτέστι πλέον τῶν ἁλιέων προσπεύδουσιν.

<!-- 4.436 -->Ἀφραδίῃσι· μωρίαις. ἐγκονέοντες· σπουδάζοντες, σπεύδοντες.

<!-- 4.437 -->Τοίῃ· ὁμοίᾳ. ἐπιφροσύνῃ· νοήσει.

<!-- 4.438 -->Ἶσον· ὅπερ οἱ ἵππουροι. ἦτορ· προθυμία.

<!-- 4.439 -->Ἐπιμηχανόῳτο· κατασκευάσει.

<!-- 4.440 -->Ἐντύνων· κατασκευάζων. κλωστῆρι· ἀτράκτῳ, ἤγουν ἀτρακτοειδὲς ξύλον· κλωστὴρ ἐργαλεῖον σταυροειδὲς, ὅπερ γυριζόμενον διὰ χειρὸς κλώθει τὸ παρατυχὸν λίνον.

<!-- 4.441 -->Καταζεύξειεν· δεσμήσει. ἀνακλίνων· πηγνύων, ἐν τῷ ξύλῳ.

<!-- 4.443 -->Ἐμπείρειεν· σουβλίσειεν ὕπτια· ἐξηπλωμένα, ἐκ πλαγίου.

<!-- 4.444 -->Δάγματʼ· ὀξύτητας, ὀξύτησι τῶν ἀγκίστρων, τοὺς πώγωνας τοῦ ἀγκίστρου. γλαυκῆς· φοβερᾶς.

<!-- 4.445 -->Ἀναψάμενος· δήσας. σύροι· συρέτω.

<!-- 4.446 -->Ἐφωρμήθη· ἔδραμεν.

<!-- 4.447 -->Ἰκμαλέοισι· διύγροις. θυσάνοισι· πτεροῖς, ἱματίοις, πλοκάμοις, κροσσοῖς. πάγη· ἐσουβλίσθη.

<!-- 4.448 -->Μεμαυῖα· προθυμουμένη. λιπεῖν· καταλειφθῆναι.

<!-- 4.449 -->Αὐτόπλεκτον· ἀφʼ ἑαυτοῦ πλεχθὲν, τὸ ἀφʼ ἑαυτῆς πλεκόμενον, αὐτοδέσμητον, αὐτοκράτητον, αὐτάγρευτον.

<!-- 4.450 -->Ἀκλύστοισι· τοῖς μὴ ταρασσομένοις ὑπὸ τῶν ἀνέμων, ἁλὸς περικλυζομένοις.

<!-- 4.451 -->Κοῦρος· νέος. ἀθύρων· παίζων.

<!-- 4.452 -->Οἰός· προβάτου. περιμήκετον· μέγα, μακρότητα. ἧκε· ἔβαλεν.

<!-- 4.453 -->Ἐκτάδιον· ἡπλωμένον, ἐξηπλωμένον.

<!-- 4.454 -->Ἐπόρουσε· ὥρμησεν. ἔσπασε· ἔλαβεν.

<!-- 4.455 -->Ἔγνω· ὁ κοῦρος. μήλειον· προβάτειον, τὸ ἐκ τοῦ μήλου ἤτοι προβάτου ἔντερον. ἐκύρτωσεν· ὄγκωσεν. ἀϋτμῇ· πνοῇ.

<!-- 4.456 -->Ἐμπνείων· φυσῶν, ἐμφυσῶν. ἀνίσταται· ὀγκοῦται. ἄσθματι· πνοῇ. λαύρῳ· μεγάλῳ· λαῦρον ἐπὶ μὲν ἀνέμου διὰ τοῦ υ ψιλοῦ δέον ἐστὶ γράφειν παρὰ τὸ αὖρα ἡ πνοὴ καὶ τοῦ λίαν, ὃ σημαίνει τὸ πάνυ, ἐπὶ δὲ κυνὸς ἢ ἄλλου τινὸς ζώου διὰ τοῦ βῆτα παρὰ τὸ λίαν βορὸν ἤτοι φαγόν.

<!-- 4.457 -->Οἰδαλέον· γινόμενον.

<!-- 4.458 -->Περιστένεται· στενοῦται.

<!-- 4.459 -->Δέδεται· δεσμεῖται. ἀλύξαι· ἐκφυγεῖν.

<!-- 4.460 -->Οἰδαίνουσα· ὀγκοῦσα. ἀσθμαίνουσα· πνέουσα, βιαζομένη.

<!-- 4.461 -->Ἀναπλώσῃ· ἀναπνεύσῃ.

<!-- 4.462 -->Ὡς δʼ ὅτε· παραβολή· τὴν παραβολὴν ἀπὸ τῶν σιφωνιζόντων· φησὶ γὰρ ὅτι ὥσπερ τις ἀνὴρ πεπληρωμένου καὶ γέμοντος ἀμφορέως πειρωμένου, αὐλὸν ἤως σιφώνιον ἔχων ἤρεισεν οἱονεὶ ἥρμοσεν ὑπὸ τοῦ ἑαυτοῦ στόμα τὸν φυσητῆρα, τουτέστι τὸν αὐλὸν, τῷ δὲ στόματι ἑλκύει ποτὲ τοῦ μέθυος, ἕλκων αὐτὸ ἐξ ὑποστροφῆς ἐκ τοῦ ἀγγείου εἰς ἑαυτὸν, ἐνσιφωνίζειν τοῖς χείλεσι τῷ ἀκροτάτῳ, τὸ δὲ μέθυ ἀνατρέχει τῇ ἀναπνοῇ ἤως τῇ ἀναῤῥοφήσει τοῦ ἀνδρός. πλείου· πεπληρωμένου, ὅθεν καὶ κρητικῶς γέγραπται διὰ τοῦ ει διφθόγγου. πειρώμενος· δοκιμάζων. ἀμφιφορῆος· πίθου, τοῦ ἀμφοτέρωθεν φερομένου.

<!-- 4.463 -->Ἤρεισεν· ἥρμησεν, ἡδραίωσεν. φυσητῆρα· αὐλὸν, τὸν σίφωνα.

<!-- 4.464 -->Ἐρύει· ἕλκει. μέθυος· οἴνου.

<!-- 4.466 -->Κυμαίνουσαι· φυσώμεναι.

<!-- 4.468 -->Ἄκικυς· ἀσθενής.

<!-- 4.469 -->Ἀδινόν· πολὺ, λεπτόν.

<!-- 4.470 -->Ἀγαθή· ἑτοῖμος.

<!-- 4.471 -->Φύζα· φόβος, φυγή. δέδυκε· εἰσέρχεται. δέδῃε· ὑπεισέρχεται.

<!-- 4.472 -->Ὑποτρομέουσι· τὰ πάντα ἅπερ ἐῶσι φοβοῦνται. σύν· ἐν. χυθεῖσαι· ὁρμηθεῖσαι.

<!-- 4.473 -->Ἐμπεφύασι· κεκόλληνται.

<!-- 4.474 -->Ἀναγκαίοιο· βιαστικοῦ, ἀναγκαστικοῦ, ἤως καθάπερ δύναμιν δεσμοῦ ἐξ ἀνάγκης αὐτῷ ἐπικειμένη φέρουσι, τουτέστιν ἄλλου δεσμεύσαντος αὐτὰς ἀναγκαστικῶς.

<!-- 4.475 -->Μητίσαιο· νοήσῃς, κατανοήσῃς.

<!-- 4.476 -->Τοῖον· οὕτως, τοιοῦτον. ἔχονται· δεδέσμηνται.

<!-- 4.477 -->Ἔργμασιν· κωλύμασι, στηρίγμασι, καλύμμασι, θαλασσίοις λίθοις κεκρυμμένοις. ἔκελσαν· ἔτυχον, ἐνέτυχον· νῆες προσέκελσαν αὐταῖς ὥσπερ ἐν φραγμῷ ἢ τοίχῳ, καὶ ἐνεποδίσθησαν ἐξ αὐτῶν.

<!-- 4.478 -->Σφιν· αὐταῖς, αὐτάς. ἐνιπλήσσουσιν· ἐμπλέκονται, τύπτουσιν. ἐρετμοῖς· κωπηλασίαις.

<!-- 4.479 -->Κληΐδων· ἐκ τῶν καθεδρῶν, ἐνέσχετο· ἐκωλύθη.

<!-- 4.480 -->Χοιράδος· ὑφάλου. ἀντιτυχοῦσα· πλήθης.

<!-- 4.481 -->Βουπλῆγα· πέλεκυν.

<!-- 4.482 -->Ἐτίναξε· ἔκοψεν. διέκερσε· διέκοψεν.

<!-- 4.483 -->Ἀπεδάσσατο· ἐμέρισεν, ἐμερίσατο. Τάμε· ἔκοψεν. ἐκόλουσεν· ἔκοψεν.

<!-- 4.485 -->Ἤμησε· ἐθέρισεν, ἔκοψεν.

<!-- 4.486 -->Οἰκτρόν· ἐλεεινὸν, ἐλέους ἄξιον. μογεροῖσιν· ἀθλίοις.

<!-- 4.487 -->Ἀνέηκαν· ἀνέδωκαν, ἀφῆκαν.

<!-- 4.488 -->Γόμφος· δεσμὸς, συναγμός. ἄρηρεν· ἥρμοσται.

<!-- 4.489 -->Καὶ μέν τις· γράφεται καί κέν τις. παλάμῃσιν· ἐν.

<!-- 4.490 -->Ἀντιάσας· τυχών. ἀμήσαιτο· λάβῃ, σωρεύσῃ, συναγάγῃ, ἀποσπάσῃ.

<!-- 4.491 -->Φράσσωνται· νοήσωνται. πεπτηυίας· κειμένας, συνηγμένας. περιπτύσσουσιν· ἀποκλείουσι, κρύπτουσιν.

<!-- 4.494 -->Νόσφι· χωρίς. ἀφύῃσιν· ἐν.

<!-- 4.496 -->Νήησαν· συνῆξαν, ἐσώρευσαν. χύσιν· σωρόν.

<!-- 4.497 -->Ἐργατίναι· θερισταὶ, γεωργοί· παραβολή· ἐργατίνης ὁ θεριστὴς, καὶ κλίνεται ἐργατίνου. δηοῦς· θέρους, τῆς γῆς, τοῦ θερισμοῦ τῆς γῆς. τελέσαντες· πληρώσαντες.

<!-- 4.498 -->Πνοιῇσι· ἐν. ἐρετμοῖς· λικμητηρίοις, τριόδουσι, πτύοις.

<!-- 4.499 -->Εὐτροχάλοιο· στρογγύλου. ἀλωῆς· ἁλῶνος.

<!-- 4.500 -->Ἐνηήσαντο· συνῆξαν, ἐσώρευσαν.

<!-- 4.501 -->Πυροδόκος· σῖτον δεχομένη, ἅλως. στεφάνη· ἡ περιφερὴς ἅλως.

<!-- 4.503 -->Ἀγχιάλοιο· πλησίον τοῦ αἰγιαλοῦ.

<!-- 4.504 -->Πηλαμύδων· Διὰ τί λέγονται πηλαμύδες; ὅτι ἐν τῷ πηλῷ μύουσι, τουτέστιν ἀμβλυωποῦσι κατὰ τὸν χειμῶνα ἐν τοῖς πηλώδεσιν· οἱ δέ φασιν, ὅτι φυσικῶς τῷ ἑτέρῳ τῶν ὀφθαλμῶν ὁρῶσι, τῷ δὲ λοιπῷ οὐκέτι, καὶ τοῦτο τεκμηριοῖ ὁ Αἰσχύλος λέγων·

  
τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην.  

<!-- 4.505 -->Εἰλείθυιαι· γεννήματά εἰσιν, γεννήσεις.

<!-- 4.506 -->Κεῖναι· αἱ θύνναι. Μαιῶτις· ἔστι θάλασσα ὑπεράνω τοῦ Εὐξείνου πόντου, ἥτις εἰς τὸν Εὔξεινον πόντον εἰσρέει καὶ ἐξ αὐτῆς τῆς Μαιώτιδος καλεῖται καὶ ὁ Εὔξεινος πολλάκις Μαιῶτις, ἡ μαιεύουσα ἢ τρέφουσα τοὺς ἰχθύας. ξυμβάλλεται· εἰσέρχονται.

<!-- 4.507 -->Δονακῆας· καλαμῶνας.

<!-- 4.508 -->Ὑδρηλούς· καθύγρους, διύγρας, καθύλους. ὠδῖνος· τῆς γεννήσεως. ἐπαλγέος· δεινοτάτης.

<!-- 4.509 -->Μεταδρομάδην· μετὰ σπουδῆς. μετατροπάδην· μεταδρομάδην, μετὰ δρόμου, ἢ ἐπιτρέχουσαι.

<!-- 4.510 -->Σχοίνοισι· βρύοις, βρούλοις, σχῖνος δὲ δένδρον.

<!-- 4.511 -->Ὥρη· ὁ καιρός.

<!-- 4.512 -->Πρῶτον· πρώτως. ἐπιψαίρωσι· κινηθῶσιν. πόροιο· τοῦ πόντου. πειρήσονται· δοκιμάσωσι, δοκίμασον.

<!-- 4.513 -->Μετά· εἰς.

<!-- 4.514 -->Ἠβαιαί· ἀσθενεῖς.

<!-- 4.515 -->Βάθιστον· ὥσπερ παρὰ τὸ ἡδὺς ἥδιστος, οὕτω καὶ παρὰ τὸ βαθὺς βάθιστος.

<!-- 4.516 -->Κλήροισι· καθέδραις. τετύχθαι· κατασκευάσαι.

<!-- 4.517 -->Μέλας· πόντος, παρὰ τὸ μὴ λάω ἢ τὸ οὐ βλέπω. λάβρος· ἀπὸ τοῦ λίαν καὶ τοῦ βορός.

<!-- 4.518 -->Ὑπέροπλοι· ἰσχυροὶ, ἀναίσχυντοι. ἐπιθρώσκουσιν· ἐπιτρέχουσιν.

<!-- 4.519 -->Πεφύασι· εἴσιν, ὑπάρχουσιν.

<!-- 4.520 -->Πηλώεντες· ἀττικὴ ἐπαύξησις. ἀθέσφατοι· ἀκατανόητοι, ἄλεκτοι. πολλά· τῶν βοτανῶν.

<!-- 4.521 -->Τίκτεται· οἷον σκώληκες. δαῖτας· τροφὰς, βρύα καὶ τὰ τοιαῦτα· ἐκ τούτων γὰρ τρέφονται οἱ ἰχθύες· γράφεται δέμας. ὀφέλλει· αὐξάνει, αὔξει, φύει.

<!-- 4.522 -->Ἔνθα· ἐκεῖ. κέλευθα· ὁδοί.

<!-- 4.523 -->Ἐσμοῖσι· πλήθεσιν. περιώσιον· περισσότερον.

<!-- 4.524 -->Φρίσσουσι· φοβοῦνται. δυσαέα· δύσπνευστον, δύσπνοον. ὁρμήν· πνοήν.

<!-- 4.525 -->Χεῖμα δέ· ἱστοροῦσιν ὅτι ἡ πηλαμὺς ἀμβλυωπεῖ κατὰ τὸν καιρὸν τοῦ χειμῶνος ἐν τοῖς πηλώδεσι τόποις, τινὲς δέ φασιν, ὅτι τῷ ἑτέρῳ τῶν ὀφθαλμῶν ὁρῶσι φυσικῶς, τῷ δὲ λοιπῷ οὐκέτι, ὡς καὶ Αἰσχύλος·

  
τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην.  
ἀπαμβλύνει· ἐκτυφλοῖ.

<!-- 4.526 -->Ἔνθα· ὅπου.

<!-- 4.527 -->Μένουσι· καρτεροῦσιν.

<!-- 4.528 -->Λαρόν· ἡδὺ, τὸ γλυκὺ ἢ τὸ θερμόν. τῇδε· ἐκεῖ, ἐνταῦθα, ἐκεῖ δʼ αὐτοῖς ἡ ἐπιθυμία ἀνύεται τῆς γονῆς, τουτέστι τῆς συνουσίας. ἄνεται· γίνεται, αὐξάνεται. εὐνῆς· εὐναῖς.

<!-- 4.529 -->Παλίμποροι· παλιμπόρευτοι. ἵενται· πορεύονται.

<!-- 4.530 -->Μόγον· τόκον.

<!-- 4.532 -->Ἀγρώσσουσι· ἀγρεύουσιν αὐτὰς θήραν χαλεπὴν καὶ εὐτρεπῆ τοῦ πολέμου.

<!-- 4.533 -->Ἀργαλέην· ἐπίπονον, ἀτερπέα, ἀνευφρόσυνον. δηϊοτῆτος· πολέμου, ἀγρεύσεως.

<!-- 4.534 -->Θεσμὸν ὑφʼ· ὑπὸ νόμον. αἱματόεντα· αἱματηρὸν, αἱματικά.

<!-- 4.535 -->Πάχετός τε μεγίστη· παχεῖα.

<!-- 4.536 -->Στιβαρή· στερεά. δοκίς· ξύλον. ἄκρῃ· τῆς δοκίδος.

<!-- 4.537 -->Πολλὴ μέν· διὰ τὸ εἰδέναι δηλονότι.

<!-- 4.538 -->Ἐπασσύτεραι· πυκνότεραι, πυκναί.

<!-- 4.539 -->Ἐπίμηκες· μακρότατον. ἀμφιβέβηκε· περὶ τὸ ξύλον δέδεται, εἰς αὐτὸ τὸ ξύλον δέδεται.

<!-- 4.540 -->Δουρί· κώπῃ. ἀναπλώσαντες· ἀναχθέντες. βάθιστος· ὑπάρχει.

<!-- 4.541 -->Ἠερόεντα· σκοτεινόν. περικρατές· ἰσχυρόν.

<!-- 4.542 -->Εἰλατίνου· ξύλου, ἀπὸ τοῦ ἄκρου ξύλου τῆς δοκοῦ τῆς ἀπʼ ἐλάτης δένδρου. κρατερὸν σθένος· τὴν ἰσχυρὰν δύναμιν.

<!-- 4.543 -->Σπερχόμενον· βαρυνόμενον, κινούμενον. καταῤῥεπές· κατωφερὲς γινόμενον, κάτω ῥέπον.

<!-- 4.544 -->Σεύεται· ὁρμᾷ. ἔνθα· ἢ ἐν τῇ ἐσχάτῃ ῥίζῃ.

<!-- 4.545 -->Προὔτυψεν· ἐφάνη. ἰλύσι· ῥύποις. πεπτηυίαις· κειμένας.

<!-- 4.546 -->Ἕλε· προσέπεσεν. ἐτόρησεν· προσεπέβαλεν.

<!-- 4.547 -->Ἐληλαμένας· πεπηγμένας.

<!-- 4.549 -->Θρασυκάρδιος· ἀνελεήμων, ἀπηνής.

<!-- 4.550 -->Θήρης· ἕνεκα.

<!-- 4.551 -->Ἐλήλατο· διῆλθεν, ὥρμησεν.

<!-- 4.553 -->Οὔταται· τέτρωται. νηδὺν δʼ ἑτέρης· ἕλε συνεκδοχικῶς.

<!-- 4.554 -->Ἄρης· ὁ σίδηρος. κενεῶνα· λαγόνα. πέπαρται· διαπερόνηται.

<!-- 4.555 -->Κλιθέντος· παυθέντος, παύσαντος, τραπέντος· ὁμοιοῖ καὶ εἰκονίζει τὸ εἴδωλον τοῦ πολέμου, τουτέστι τῶν ἐκ τοῦ πολέμου νεκρῶν. ἐνυαλίοιο· πολεμικοῦ.

<!-- 4.556 -->Δουριφάτους· δορυφονεύτους. ἐξανελόντες· Καλλίμαχος ἄπελον τὸ ἕλκος λέγει ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ πελῶ τὸ πλησιάζω, τὸ ἑλκυσθὲν καὶ διακριθὲν κατὰ διέχειαν σῶμα· τὰ γὰρ ἕλκεα πολλὰ καὶ αἰόλα ἐν τοῖς σώμασι τῶν νεκρῶν.

<!-- 4.557 -->Στέλλουσιν· ἀπατοῦσιν.

<!-- 4.558 -->Μυρόμενοι· θρηνοῦντες. σώμασι· ἐν τοῖς.

<!-- 4.559 -->Ἕλκεα· τραύματα. βολαί· κατατοξεύσεις.

<!-- 4.560 -->Ἐπιπρέπει· φέρει.

<!-- 4.561 -->Εἴδωλον πολέμοιο· τὸ ὁμοίωμα, ὁ σίδηρος.

<!-- 4.562 -->Ἀφαυρῶν· ἀσθενῶν.

<!-- 4.563 -->Κνέφας· νύκτα, σκότος

<!-- 4.564 -->Ἐμπίπτει· ἔλθῃ, εἰσέρχεται. ὀρφναῖον· κατὰ τὸ σκότος.

<!-- 4.565 -->Ὄρφνῃ· σκοτίᾳ. ἀτυζόμεναι· φοβούμεναι.

<!-- 4.566 -->Κοῦφα· λεπτὰ, ψιλά. ἐλαφρῶν· ψιλῶν.

<!-- 4.567 -->Βίῃ· δυνάμει. θείνοντες· τύπτοντες.

<!-- 4.568 -->Δοῦπον· γράφεται νῶτον. κοντοῖς· κονταρίοις. καταΐγδην· ὁρμητικῶς.

<!-- 4.569 -->Σμαραγῆς· γράφεται μαρμαρυγῆς. μαρμαρυγῆς· φαντασίας, κινήσεως, ἐκλάμψεως. πολυαρέος· πολυκωπηλάτου. ὁμάδοιο· θορύβου.

<!-- 4.570 -->Φυζαλέαι· φυγάδες, φεύγουσαι. ἵενται· εἰσέρχονται.

<!-- 4.571 -->Ἀτρέμας· ἡσύχως. ἑστηῶτος· ἱσταμένου.

<!-- 4.572 -->Δούποιο· κτύπου. εἰσεπέρησαν· ἦλθον, εἰσῆλθον.

<!-- 4.573 -->Ἐπισπέρχουσʼ· σπουδάζουσιν.

<!-- 4.575 -->Σχοίνους· σημείωσαι· Σχοῖνος πόλις, σχοῖνος δὲ δένδρον. κινυμένας· πεπλεγμένας. ἀνεμώλια· ματαῖα.

<!-- 4.576 -->Εἰλύμεναι· κρυπτόμεναι. εἱλόμεναι· συγκλειόμεναι, συσφιγγόμεναι πρὸς ἀλλήλους. ἐσπείρηνται· ἀθροίζονται, συναθροίζονται· σπεῖρα ἡ ἕλιξ τοῦ ὄφεως λέγεται, ἐνταῦθα δʼ ἐσπείρηνται ἀντὶ τοῦ συνεσφίγχθησαν· σπεῖρα γὰρ τὸ σύνταγμα καὶ τὸ ἄθροισμα· σπεῖρα γὰρ καὶ ὁ ἐντυλιγμὸς τοῦ ὄφεως· ἐσπείρηνται ἀντὶ τοῦ δίκην ὄφεως συσφίγγονται.

<!-- 4.577 -->Ἀρήσαιτο· ἐπεύξαιτο.

<!-- 4.578 -->Θορεῖν· ὑπερπηδῆσαι.

<!-- 4.579 -->Κινύμενον· ὁρμούμενον. δεῖξαι· ταῖς ἄλλαις. πόρον· ἔκβασιν.

<!-- 4.580 -->Ὑπὲρ κούφοιο λίνοιο· ὑπερπηδῶσαι τοῦ λίνου.

<!-- 4.581 -->Ἀΐσσουσι· ὁρμῶσιν.

<!-- 4.582 -->Ἁλιπλάγκτων· θαλασσοπλανήτων. νεμεσήσει· ὀργίσθη.

<!-- 4.584 -->Ἔξαλοι· ἐκτὸς τῆς ἁλὸς, ἐκτὸς τῆς θαλάσσης. ἐνέχονται· δεσμοῦνται.

<!-- 4.585 -->Μηρίνθῳ· σχοίνῳ. πολυδινέϊ· πολυκινήτῳ. πεπτηυῖαι· κείμεναι· γράφεται πεφρικυῖαι.

<!-- 4.586 -->Ὀρέστεροι· ὀρεινότεροι· παραβολή.

<!-- 4.587 -->Ἄναλκιν· ἀσθενῆ. εὐαγρέϊ· εὐαγρεύτῳ.

<!-- 4.588 -->Μηρίνθων· λίνων ἢ σχοίνων. στέψαντες· στεφανώσαντες, περικυκλώσαντες. δρίος· δάσος, ὄρος.

<!-- 4.589 -->Θοά· ταχύτατα.

<!-- 4.590 -->Ἠλέματα· ματαίως, ματαῖαι· ἠλέματον τὸ μάταιον. Ἠλέματα ἀπὸ δύο λέξεων ὁμοδυνάμων σύγκειται, τὸ ἠλεὸν καὶ τοῦ μάταιον, καὶ γίνεται ἠλέματον ὥσπερ ἀπὸ τοῦ ὄρω καὶ τοῦ θύνω τὸ ὀροθύνω, καὶ ἀπὸ τοῦ χέω καὶ ῥέω καὶ νάω χρόνος. πτώσσουσι· φοβοῦνται. κενόν· μάταιον.

<!-- 4.591 -->Μαψιδίαις· ματαίαις. μαψιδίως· ματαίως. πτερύγεσσι· κατὰ παράχρησιν πτέρυγας τὰ πτερά. ἀτυζόμεναι· φοβούμεναι.

<!-- 4.593 -->Δύπτης· κολυμβητής, δύτης κατʼ ἔλλειψιν τοῦ π, ἤως ὁ ἐν τῇ θαλάσσῃ δύων κολυμβητής. εὐμήχανος· ἐπιστήμων.

<!-- 4.594 -->Δόλου· δελεάσματος.

<!-- 4.595 -->Χέρσον ἀμειβόμενος· βαδίζων ἐν τῇ γῇ.

<!-- 4.598 -->Εἰλόμενοι· κρυπτόμενοι. πτώσσουσιν· κεῖνται.

<!-- 4.599 -->Δόχμιοι· πλάγιοι. ἀναφρίσσουσι· ὁπλίζονται, ὀρθοῦσιν, ἀνορθοῦσιν.

<!-- 4.600 -->Μετακλίνοντες· τιθέντες, μεταβάλλοντες. σκολόπεσσιν· ὀξύτησιν, ὀρθοῖς ξύλοις.

<!-- 4.601 -->Περίδρομον· στρογγύλον. ἀλωῆς· ἀμπέλου.

<!-- 4.602 -->Ἀγρονόμοι· οἱ γεωργοὶ, οἱ ἔχοντες τὴν τροφὴν ἐκ τοῦ ἀγροῦ. σίντῃσι· βλάπτουσι, κλέπταις. μεγάπονον· μέγαν πόνον.

<!-- 4.603 -->Ἐσβαίη· εἰσέλθῃ. σκῶλοι· ἐμποδιστικοὶ, ὀρθὰ ξύλα. ἐρητύουσι· κωλύουσιν.

<!-- 4.604 -->Ἐνιχρίμψειεν· προσψαύσειεν. ἑτοίμοις· ἀντὶ τοῦ ἰσχυροῖς παρὰ τὸ κρατηθῆναι, εὐχερέσι, προχείροις, εὐτόλμοις περὶ τὸ κρατεῖσθαι.

<!-- 4.605 -->Φρίσσουσι· πεπύκνωνται, ἀνορθοῦνται.

<!-- 4.606 -->Πρόκροσσαι· ὀξύτητες, ἐξέχουσαι. πυκινῇσιν· ὀξύτησιν. σταλίκεσσιν· ταῖς ὀξυτέραις ἐκ μεταφορᾶς τῶν κινητικῶν· στάλικες τὰ πολυβέργια.

<!-- 4.607 -->Ἰδμοσύνῃσιν· ἐμπειρίαις. κεύθεα· βάθη.

<!-- 4.608 -->Ἐσσυμένως· ὡρμημένως. δύοιτο· εἰσέλθῃ εὐκτικὸν ἀντὶ τοῦ προστακτικοῦ, ἀντὶ τοῦ εἰσελθέτω. ἢ οὕτως· εὐκτικὸν ἀντὶ τοῦ νὰ εἰσέλθοι τὸ ἐν ταῖς ἐμπορίαις· ὁμοίως καὶ τὸ περιφράσσοιτο. περιφράσσοιτο· περιβλέψοιτο.

<!-- 4.609 -->Κλίσις· ῥοπή.

<!-- 4.611 -->Καταῤῥέξειεν· κατακρατήσειεν ἐπικλίνοι· ἐπιφέροι πιέζων· συσφίγγων, ἐπισφίγγων.

<!-- 4.613 -->Ἀστεμφεῖς· ἀχώριστοι.

<!-- 4.615 -->Ἀναπλώει· ἀναχωρεῖ. πανεπίκλοπον· δόλιον.

<!-- 4.616 -->Πετραίην δὲ σκίαιναν· ἡ σύνταξις τρισσῶς, ἢ κατὰ στιγμὴν, ἢ κατʼ ἐπένθεσιν εἰς προθέσεως, ἢ κατʼ ἀντίπτωσιν.

<!-- 4.617 -->Σπιλάδεσσιν· ὑφάλοις πέτραις. ἐπέσσυτο· ὥρμησεν.

<!-- 4.618 -->Χειήν· κατάδυσιν. εἰσεπέρησεν· ἐπέδραμεν. περίδρομον· κυκλοτερῆ. χαράδρην· παρὰ τὸ κεχαράδραι

<!-- 4.619 -->Ἁλίῃσι· θαλασσίαις.

<!-- 4.620 -->Οἷον· δυνατόν.

<!-- 4.621 -->Οἶον· μόνον.

<!-- 4.622 -->Φράξασθαι· καλύψαι, περικαλύψασθαι.

<!-- 4.623 -->Ἐφορμήν· ἐπέλευσιν.

<!-- 4.624 -->Ὠμηστῆρος· ὠμοφάγου· παραβολή.

<!-- 4.625 -->Βουβαλίς· βούβαλος.

<!-- 4.626 -->Μαψιδίην· ματαίαν. προτιβάλλεται· ποιεῖ.

<!-- 4.628 -->Δαρδάψῃ· καταφάγῃ. ὁμοίϊον τὸ αὐτό.

<!-- 4.630 -->Τοιάδε καί· οὕτω καὶ ἡ στρουθοκάμηλος ποιεῖ ὡς ἡ βουβαλίς. Λιβύης πτερόεν βοτόν· τὸν στρουθοκάμηλον λέγει. ἀγκυλόδειρον· λοξοτράχηλον.

<!-- 4.631 -->Μελέη· ματαία. ἔπλετο· ἐγένετο.

<!-- 4.632 -->Ἀταλή· ἁπαλή. μελέῃσι· ματαίαις. ἐλπωρῇσι· ἐλπίσιν.

<!-- 4.633 -->Μιν· αὐτόν. ἐρυσσάμενος· ἑλκύσας.

<!-- 4.634 -->Ἀνέδυ· ἀνῆλθεν. ἀφραίνουσαν· κενομένην. ἔφηνε ἔφανεν, εἶπεν, ἐφόνευσε καὶ ἔδειξεν.

<!-- 4.635 -->Ἐδάην· ἔμαθον. ἁλιεργέα· τὰ τῆς θαλάσσης ἔργα.

<!-- 4.636 -->Πικρὸν ὄλεθρον· ἐδάην.

<!-- 4.637 -->Ὁμοίϊος· κακή. αἶσα· θάνατος. κιχάνει· καταλαμβάνει.

<!-- 4.638 -->Κύρτων τʼ ἀγκίστρων· ἐκ τούτων πάντων ἀγρεύονται τὰ λοιπά. πολυπλεκέος· βαθύ.

<!-- 4.639 -->Ἔντεα· ἅρματα, ὅπλα. τέχνης· ἤως ἐργαλεῖα.

<!-- 4.640 -->Ὑπηματίους· κατὰ τὴν ἡμέραν· πολλάκις γὰρ τῷ φωτὶ ἀγρεύονται οἱ ἰχθύες. ἕσπερος· κατά.

<!-- 4.642 -->Γλαφυρόν· βαθύτατον.

<!-- 4.643 -->Ἀτρεμέουσιν· ἡσυχάζουσιν. ἀείδελον· ἀφανῆ.

<!-- 4.646 -->Ῥιπῆς τριγλώχινος· τῆς ὁρμῆς τοῦ μὴ προσηνοῦς τριόδοντος τυχόντες.

<!-- 4.648 -->Φαρμακταῖς· πανούργοις, πανουργοτάτοις· τινὲς γὰρ τῶν ἰχθύων φαρμάκοις ἀγρεύονται. λυγρόν· χαλεπόν.

<!-- 4.650 -->Ἐπασσυτέραις· συχνοτέραις.

<!-- 4.651 -->Αἰκίῃσιν· τύψεσιν.

<!-- 4.652 -->Εἱλεῦσιν· συστρέφουσιν, συγκλείουσι τὴν πορείαν, τὴν κίνησιν, τὸ πλῆθος τῶν ἰχθύων.

<!-- 4.653 -->Κοιλοφυῆ· λακκώδη, βαθῆ. ὑπαγνύμενον· μεριζόμενον. ὑπαγνύμενοι· ὑποκυκλούμενοι.

<!-- 4.654 -->Δύνουσιν· ὁρμῶσιν.

<!-- 4.657 -->Περιπροβαλόντες· στησάμενοι. ἀνάρσια· ἐχθρά.

<!-- 4.658 -->Ἄργιλον· λευκήν. πίειραν· λιπαράν. ἀείρας· συνάξας.

<!-- 4.659 -->Ἐφήμισαν. ὠνόμασαν.

<!-- 4.660 -->Φυρήσατο· ἔμιξεν.

<!-- 4.661 -->Λίνων ὑπέρ· ὑπεράνω τῶν δικτύων. ἐγκατέπαλτο· ἔῤῥιψεν. αὐτῆς· αὐταῖς.

<!-- 4.662 -->Δυσαέα· κακόπνευστα.

<!-- 4.663 -->Ἐχθοδοποῖο· μισητοῦ, ἐχθρώδας. ἐξεμίηνε· ἐμίανεν.

<!-- 4.664 -->Παλίνορσον· ὀπισθόρμητον. φαρμάξαντα· φαρμακοποιήσαντα.

<!-- 4.665 -->Αἶψα· ταχέως. ἀνάρσιος· μισητός.

<!-- 4.666 -->Ἀχλύϊ· σκοτίᾳ.

<!-- 4.668 -->Ἀτυζόμενοι· φοβούμενοι. χέονται· σκοτίζονται.

<!-- 4.670 -->Πικροτέρη· ἐστίν. πέφυρται· μέμικται.

<!-- 4.671 -->Ὀλοῇ· ἐν. ὀδμῇ· ὀσμῇ.

<!-- 4.673 -->Ἐπαΐγδην· συντόμως, ὁρμητικῶς.

<!-- 4.674 -->Πίπτουσι· περιπίπτουσιν. διεκθορέειν· διεξελθεῖν καὶ ἀποφυγεῖν τὴν κακότητα.

<!-- 4.675 -->Ἀλεωρή· ἀνάπαυσις.

<!-- 4.676 -->Ἅλμασι· πηδήμασιν.

<!-- 4.677 -->Τειρόμενοι· δαμαζόμενοι.

<!-- 4.678 -->Φύσημα· πνοή.

<!-- 4.680 -->Ἀκηδέες· ἄλυποι.

<!-- 4.682 -->Στονόεσσαν· στενακτικήν. ἀϋτμήν· πνοήν.

<!-- 4.684 -->Λωβήτορι· βλαπτικῷ, ἐπονειδίστῳ. πότμῳ· θανάτῳ.

<!-- 4.685 -->Ὡς δʼ· συμβαίνει· παραβολή.

<!-- 4.686 -->Φροῦδον· κρυπτὸν, ἀφανῆ. ἐελδόμενοι· ἤως δόλον ἐλπίζοντες. ῥαῖσαι· φθεῖραι. ἀνιεῖσι· ἐνδίδωσιν, καταλείπωσι, ῥᾳθυμοῦσιν.

<!-- 4.687 -->Ἐπί σφισιν· κατὰ τῶν πολιτῶν.

<!-- 4.688 -->Φάρμαξαν· ἐμίαναν. ὀλέθριον· πῶς, ὀλεθρίως.

<!-- 4.689 -->Ὀϊζύϊ· κακοπαθείᾳ. μοχθίζοντες· κακοπαθοῦντες.

<!-- 4.690 -->Ὕδατι· ἐν. στυγερόν· μισητόν. ἀεικέα· κακὸν, ἀπρεπῆ.

<!-- 4.692 -->Ἀδευκέϊ· πικρῷ, ἀπρεπεῖ.

<!-- 4.693 -->Ὑποδμηθέντες· δεσμηθέντες.

## Book 5 <!-- part -->

ΕΙΣ ΤΟ Ε.

Περιοχαὶ τοῦ πέμπτου βιβλίου· ὅτι χαλεπώτερα τὰ εἰνάλια κήτη τῶν χερσαίων θηρίων, οἷον κύων, πόρδαλις· περὶ δελφίνων ἔρωτος ἱστορία, περὶ σπογγοτόμων, καὶ πῶς κήτη δεῖ ἀγρεύειν. Περὶ κητῶν ἄγρας καὶ περὶ συγκρίσεως χερσαίων καὶ θαλασσίων. Περὶ κήτους χρωμένου ἰχθύϊ ἡγεμόνι καὶ τῶν ἄλλων κητῶν. Περὶ λαμνῶν. Περὶ κυνῶν. Περὶ φωκῶν. Περὶ χελύων. Περὶ δελφίνων. Περὶ πορφυρῶν. Περὶ σπόγγων.

<!-- 5.1 -->Ἔνθεν ἔπειτʼ ἀΐων· ἐκ τούτων τῶν παρʼ ἐμοῦ σοι διδαχθέντων ἀκούων νόει, ὡς οὐδὲν τοῖς ἀνθρώποις ἀνεπιχείρητον εἰς τὸ ἐργασθῆναι, οὔτε κατὰ τὸν πλατύτατον τόπον τῆς θαλάσσης, ἀλλʼ ἀληθῶς ἐκ τῶν ἄνωθέν τις θεῶν τοὺς ἀνθρώπους ἀνέφυσεν ἰκέλην μακάρεσσι γενέθλην· φασὶ γὰρ ὡς ὕδατος μιχθέντος τῇ γῇ ἐπλάσθησαν οἱ ἄνθρωποι ὑπὸ τοῦ Προμηθέος, θεῶν δʼ ἀλείμματι τὴν καρδίαν ἀλείψας ἀπετέλεσε τὸν ἄνθρωπον· τινὲς δέ φασιν ἐκ τοῦ αἵματος τῶν Τιτάνων πολεμούντων μετὰ τῶν οὐρανίων θεῶν, μάλιστα δὲ μετὰ τοῦ Διὸς, καὶ ἡττηθέντων, ὅθεν καί φασι βροτὸς ὁ ἄνθρωπος λέγεται, ὡς ἀπὸ τοῦ βρότου ἢ τοῦ αἱματηροῦ μολυσμοῦ τῶν Τιτάνων. τεκμαίρεο· νόει, σημείου, λογίζου.

<!-- 5.2 -->Ἀμήχανον· ἀνεπινόητον, ἀντὶ τοῦ πάντα μετὰ μηχανῆς γίνεται.

<!-- 5.3 -->Καμεῖν· ὥστε κοπιάσαι, ποιῆσαι, ἀδυνατῆσαι. εὐρώεντα· πλατὺν, σκοτεινόν.

<!-- 5.4 -->Τις· τῶν θεῶν. ἰκέλην· ὁμοίαν. γενέθλην· γενεάν.

<!-- 5.5 -->Ἀνέφυσε· ἔπλασεν, ἐγέννησεν, ἀνέφηνεν.

<!-- 5.7 -->Ἀντωπόν· ὅμοιον, ἶσον. κάμε· παρέσχεν.

<!-- 5.8 -->Ξυνώσας· μίξας, συμμίξας.

<!-- 5.9 -->Λύθροιο· αἵματος.

<!-- 5.10 -->Καθυπέρτερον· τιμιώτερον, ὑψηλότατον.

<!-- 5.11 -->Ὑπείξομεν· ἐλαττωθησόμεθα.

<!-- 5.12 -->Ὅσσους· πόσους. ἄτρεστον· ἄφοβον· γράφεται ἄστρεπτον.

<!-- 5.13 -->Ὑπερφιάλους· εὐμεγεθεῖς. ἔσβεσεν· γράφεται ἔσπασεν.

<!-- 5.14 -->Δινεύοντα· περιπατοῦντα.

<!-- 5.15 -->Χαμαίζηλον· μικρότατον.

<!-- 5.16 -->Ἀγηνορίῃ· ἀνδρίᾳ, δυνάμει. δμηθῆναι· ὑποταχθῆναι, δαμασθῆναι.

<!-- 5.17 -->Ἠνεμόεις· ἐλαφρότατος. ῥόθος· ἦχος.

<!-- 5.18 -->Κελαινόρινον· ἔχοντα κελαινὸν δέρμα, τὸν ἔχοντα μακρὸν δέρμα. ὑπέρβιον· μέγιστον.

<!-- 5.19 -->Κλίναν· οἱ ἄνθρωποι. ἐπιβρίσαντες· δεσμήσαντες.

<!-- 5.20 -->Οὐρήων· ἡμιόνων. ταλαεργόν· ἐργοπόνον, ἀχθοφόρον· γράφεται τίνων ταλαεργῶν. ἑλκητῆρα· ἑλκυστῆρα· ἐκ τοῦ ἕλκω ἑλκήσω ὁμηρικῶς.

<!-- 5.21 -->Πέλωρα· μέγιστα. ἐναύλοις· στενοῖς, στενώμασιν.

<!-- 5.23 -->Ὠμοφάγων· θηρίων. τεκέων· τέκνων.

<!-- 5.25 -->Προπέβηκεν· νικᾷ.

<!-- 5.25bis -->Χελύων· χελωνῶν.

<!-- 5.27 -->Θαρσαλέος· ἀναίσχυντος.

<!-- 5.28 -->Λάβροι· ἰσχυροί.

<!-- 5.29 -->Ἀναιδείην· κατά. ἐρίσειεν· φιλονεικήσει, μαχέσαιτο.

<!-- 5.31 -->Αἰνότεραι· αἰνότερον. ὕαιναι· θηλυχοῖραι.

<!-- 5.32 -->Κρυερώτεραι· φοβερώτεραι.

<!-- 5.33 -->Μηλονόμων· τῶν νομέων, βοσκῶν. τιθασσόν· ἥμερον. βοτόν· θρέμμα, βόσκημα.

<!-- 5.34 -->Μειλιχίοισι· ἡμέροις. συνοίσεται· συντύχῃ.

<!-- 5.35 -->Χλούνης· ἄγριος χοῖρος. ἄαπτοι· ἀπροσπέλαστοι.

<!-- 5.35bis -->Αἴθεται· ἔγκειται. ἀλκή· ἀλκήν.

<!-- 5.37 -->Ῥιγεδανῇσιν· καταπληκτικαῖς, φρυκταῖς. ἀνισώσαιτο· ἐξισωθῇ, ὁμοιωθῇ, ἀνασώσει σωθῆναι

<!-- 5.39 -->Πεφρίκασι· φοβοῦνται. ἀντιόωσιν· ἀντιόωσαι.

<!-- 5.40 -->Δάμνανται· δαμάζονται. μέλει· οἰκεῖται, κατοικεῖται.

<!-- 5.41 -->Ὑπεφράσσαντο· ἐβουλεύσαντο.

<!-- 5.42 -->Ἡμερίων· ἀνθρώπων.

<!-- 5.43 -->Κήτειον· κητῷον, τῶν κητῶν. ὁρμήσωνται· παραγένωνται.

<!-- 5.44 -->Ὧν· τούτων τῶν ἁλιέων. ἐρέω· εἴπω. ἀΐοιτε· ἀκούοιτε.

<!-- 5.45 -->Εὐμενέται· εὐμενεῖς εὐμενέστατοι. ὀλύμπια· ἀθάνατα ἢ ὑψηλά. τείχεα· ὀχυρώματα.

<!-- 5.47 -->Περίμετρα· μεγάλα. ἀναδύεται· ἀνέρχεται, εἰσέρχεται.

<!-- 5.48 -->Δηθάκις· πολλάκις, ἐπιπολύ. ἔχει· οἰκεῖ. κρηπῖδα· στηριγμὸν, τὸ βάθος, τὴν βάσιν.

<!-- 5.49 -->Μαιμᾷ· ἐπιθυμίαν ἔχουσι, ψηλαφᾷ. ἀζηχέϊ· ἀμετακινήτῳ.

<!-- 5.51 -->Μαργοσύνην· τὴν μανίαν, ἀπληστίαν. ἀνιέντα· καταλιμπάνοντα, καταλιπόντα.

<!-- 5.53 -->Ἐμπαῦσαι· κορέσαι. ἀμπαῦσαι· χορτάσαι· γράφεται ἐμπαῦσαι.

<!-- 5.54 -->Ὀλέκουσι· φθείρουσιν. φέρτερος· ἰσχυρότερος.

<!-- 5.58 -->Ἀθέσφατον· ἀμέτρητον.

<!-- 5.59 -->Ἐεικοσόροισιν ὁμοιοτάφοις, ταῖς εἴκοσι κώπας ἐχούσαις.

<!-- 5.60 -->Πλαγχθέντα· πλανηθέντα. ᾐόνος· συνίζησις.

<!-- 5.61 -->Ἀγχιβαθεῖς· πολυβαθεῖς. ἐπί σφισιν· κατʼ αὐτῶν, ἐν αὐτοῖς.

<!-- 5.62 -->Ὑπερφυέεσσι· μεγάλοις.

<!-- 5.63 -->Βαρύγυια· νωθρά. εὔπρηκτα· εὐκίνητα, εὐκόλως κινούμενα.

<!-- 5.64 -->Ἀπόπροθεν· μακρόθεν, ἐκ μακρόθεν. βαρυνόμενα· βαρυνόμενοι.

<!-- 5.66 -->Ἠλιβάτοις· ὑψηλοῖς, μεγάλοις, παχυτάτοις, τοῖς λειπομένοις τῆς βάσεως. ὀψέ· μόλις, ἀργῶς.

<!-- 5.67 -->Πάντεσσιν· τούτοις. ὁμόστολος· ὁμοπόρευτος.

<!-- 5.69 -->Ἔξοχος· κεχωρισμένος, ἐκκεχωρισμένος. προπάροιθεν· ἔμπροσθεν. ἐφήμισαν· ἐκάλεσαν. ἡγεμονεύει· ὁδοποιεῖ.

<!-- 5.70 -->Σημαίνων· δεικνύων. ἡγητῆρα· ὁδοποιὸν, προοδοποιῶν.

<!-- 5.71 -->Κήτει· πάλιν κεχωρισμένως εἶπε τὸ κῆτος, οὐ τοὺς λοιποὺς θῆρας. ἑταῖρος· ἠγαπημένος.

<!-- 5.72 -->Πομπός· ὁδηγὸς, προοδοποιός. φρουρός· φύλαξ.

<!-- 5.73 -->Δέ· γάρ.

<!-- 5.75 -->Στρωφᾶται· συστρέφεται.

<!-- 5.76 -->Πιφαύσκεται· φανεροποιεῖ· ἡ οὐρὰ δεικνύει πάντα ἀληθῆ, καθάπερ φωνή.

<!-- 5.77 -->Ἐστίν· δυνατόν. κορύσσεται· ἐγείρεται ἐφορμᾷ

<!-- 5.78 -->Χύσις· ὕδωρ. ἀλεείνειν· ἐκφεύγειν.

<!-- 5.79 -->Αὐδήεσσα· φωνητική. ὅπως· οὕτως.

<!-- 5.82 -->Δέδορκεν· βλέπει.

<!-- 5.83 -->Ἡνίʼ· χαλινούς. ἐπιτρέψας· παραδούς.

<!-- 5.84 -->Ἀμφαγαπάζει· ἐπιμελεῖται.

<!-- 5.85 -->Φροντίδα· φροντίσιν. τίνων· ἀποδιδούς.

<!-- 5.86 -->Ἀδρανέοντα· ἀσθενοῦντα.

<!-- 5.87 -->Ἐνδυκέως· ἐπιμελῶς, μετʼ ἐπιμελείας, μετʼ ἀσφαλείας. μεθέπων· ἀναβαστάζων, φυλάσσων.

<!-- 5.88 -->Ἔργμασιν· κωλύμασιν, ἔργοις. ἀμύνων· βοηθῶν.

<!-- 5.89 -->Πατρὶ δέ· γνώμη.

<!-- 5.90 -->Φιλότητι· ἀγάπῃ. περιπτύσσει· φυλάσσει, περιαγαπᾷ. δάκος· τὸ θηρίον.

<!-- 5.91 -->Ἠΰτε· τις κυβερνήτης, καθὰ ὁ κυβερνήτης. οἴηκι· αὐχενίῳ. νέμων· διεξάγων. χαλινῷ· ἐν.

<!-- 5.92 -->Γενεῆς· τοῦ κήτους. σύμφυτον· ὁμοφυές, ὁμοιοφυές.

<!-- 5.93 -->Ἑκών· ἐθελουσίως. ἑταρίσσατο· ἐφιλήσατο, ἐφιλιώθη.

<!-- 5.94 -->Ἠνορέης· δυνάμεως. εἴδεος· μεγέθους. ὄνειαρ· ὄφελος.

<!-- 5.95 -->Πραπίδων· φρονήσεως. ἀνεμώλιος· ματαία.

<!-- 5.96 -->Καί τε· καί ποτε. βριάοντα· αὐξανόμενον. κατέσβεσεν· ἠφάνισεν.

<!-- 5.97 -->Εὔμητις· φρόνιμος, καλόβουλος.

<!-- 5.98 -->Ἀπλατῶν· πλατέων, μεγάλων. ὀλίγον· μικρόν. προτιβάλλεται· προκρίνει ἔμπροσθεν βαλών.

<!-- 5.99 -->Πάμπρωτον· κατὰ τὸ πρῶτον. ἕλοι· κρατείτω. ἡγητῆρα· βοηθόν.

<!-- 5.100 -->Δολώσας· ἀπατήσας.

<!-- 5.101 -->Ζώοντος· τοῦ ἰχθύος. ἐπιβρίσας· ἐλθὼν, μετὰ δυνάμεως ἐλθών. δαμάσαιο· νικήσῃς.

<!-- 5.102 -->Κνώδαλον· θηρίον, τὸ κῆτος. οἰχομένου· ἀφανισθέντος. θοώτερος· ὀλιγώτερος, ταχύτερος.

<!-- 5.103 -->Ἔστʼ· ἔκτοτε, ληφθέντος τοῦ ἰχθύος. ἰοειδέος· βαθυκοίλης, μελαίνης.

<!-- 5.104 -->Παρασχεδόν· ὄν. ἐξαλέασθαι· ἐκφυγεῖν.

<!-- 5.106 -->Πλάζεται· τὸ κνώδαλον. ἀπροφύλακτον· ἀδύνατον.

<!-- 5.107 -->Ἀφαύστοισι· ἀφέγγοις, ἢ ἀγνώστοις. ἀφράστοισι ἀφωτίστοις. πόροισι· τόποις.

<!-- 5.108 -->Χηρωθέν· μονωθέν. ἀρηγόνος· βοηθοῦ. ἡνιόχοιο· ὁδηγοῦ.

<!-- 5.109 -->Ἔκελσε· ἔδραμεν, ἦλθεν.

<!-- 5.110 -->Πέπτατʼ· κέχυται, διακέχυται. ἀχλύς· σκότος.

<!-- 5.111 -->Ὀτρηροῖσι· σπουδαίοις, διηγεγερμένοις, συνετοῖς. νοήμασιν· φρονήμασιν.

<!-- 5.112 -->Μακάρεσσι· θεοῖς.

<!-- 5.113 -->Ἀλεγεινόν· πεφοβημένον. πόνον· θηρίον.

<!-- 5.114 -->Βριαρός· ἰσχυρός· παραβολή. λόχος· πληθύς. ἀντιβίοισι· τοῖς ἰχθύσι, τοῖς ἐξ ἐναντίας ὑπάρχουσιν.

<!-- 5.115 -->Ἐμπελάει· προσεγγίζει. δοκεύσας· ἐπιτυχών.

<!-- 5.116 -->Ἐκίχησε· κατέλαβεν.

<!-- 5.117 -->Εὐμενέοντος· συντρέχοντος, βοηθοῦντος. ἐνιπλήξας· συγκρούσας. ἐδάμασσεν· ἠφάνισεν.

<!-- 5.118 -->Τύρσιν· πύργον, τὰ ἄκρα τοῦ τείχους ἢ τὸν περίπατον.

<!-- 5.119 -->Πυρὸς βέλος· ἢ πῦρ.

<!-- 5.120 -->Δαλόν· λέγω. ἐϋδμήτων· μεγαλοδομήτων.

<!-- 5.121 -->Ἁλιεύς· ἁλιευτικός. ἐγκονέουσι· σπουδάζουσι, κοπιῶσιν.

<!-- 5.122 -->Ἄφρακτον· ἄοπλον, ἀφύλακτον. μετά· εἰς, ἐπί. πεφασμένου· πεφονευμένου. ἰθυντῆρος· ἰχθύος.

<!-- 5.123 -->Τεκμαίρονται· στοχάζονται, κατανοοῦσιν.

<!-- 5.124 -->Τά· ἃ, ταῦτά εἰσι τὰ σημεῖα τῶν μελῶν αὐτοῦ, εἴτε μέγα ἐστὶν, ἢ μικρόν. μετά· ἐν.

<!-- 5.126 -->Ὑπερτέλλοι· ἀνίσταται τοῦ ὕδατος. ὑπερτέλλοιτο· ἀνατέλλοιτο, ἀναφαίνοιτο. λοφιήν· κεφαλήν, ῥάχιν. φαείνων· δεικνύων.

<!-- 5.127 -->Ἦ· ὄντως.

<!-- 5.128 -->Ἀνοχλίζουσα· ἀναβαστάζουσα, βαστάζουσα, ἀναπέμπουσα.

<!-- 5.129 -->Τι· ὀλίγον.

<!-- 5.130 -->Ἀγγέλλει· μηνύει. ἀφαυροτέροισι· μικροῖς, ἐλαφροτέροις. κοῦφαι κέλευθοι· κοῦφα κέλευθα.

<!-- 5.131 -->Τοῖσι· τοῖς ἁλιεῦσιν. ἐπασσυτέραις· πυκναῖς, πυκνοτέραις. ἀραρυῖα· ἡρμοσμένη, συνηρμοσμένη.

<!-- 5.132 -->Θωμίγγων· σχοινίων. ξυνοχῇσι· συνδήσεσιν. πολυστρεφέεσσι· πολυκλώστοις.

<!-- 5.133 -->Πρότονος· σχοινίον. βαθείης· μεγάλης.

<!-- 5.134 -->Ὀλίγης· μικρᾶς. μῆκος· κατά. τιταίνεται· μεμάκρυται. ἄρκιον· ἀρκετόν. ἄγρην· εἰς.

<!-- 5.135 -->Εὐεργές· καλέργαστον, καλῶς εἰργασμένον. ἐπʼ ἀμοιβῆς· διπλοῦν. ἐπημοιβές· ἐνηλλαγμένον.

<!-- 5.136 -->Ἀκάχμενον· ἠκονημένον.

<!-- 5.137 -->Οἷον· δυνατόν. ῥωγάδα· πέτραν ἐσχισμένην.

<!-- 5.138 -->Τόσσον· τὸ μῆκος τοῦ ἀγκίστρου, τοσοῦτον, δυνατόν. ἴτυν· περιφέρειαν, ἤως τὸ στόμα τοῦ ἰχθύος. ὅσον· λέγω τὴν ἴτυν, τόσον, ὅσον περικαλύψαι δυνατὸν, ἢ περιλαβεῖν τὸ χάσμα ἢ τὸ στόμα τοῦ κήτους, λέγω τὴν ἴτυν καὶ τὴν περιφέρειαν τὴν φοβεράν.

<!-- 5.139 -->Δινωτή· εὔστροφος, πολύστροφος, συστρεφομένη. ἅλυσις· δεσμοῦ. περιβάλλεται· δεσμεῖ.

<!-- 5.140 -->Χαλκήλατος· ἐκ χαλκοῦ κατεσκευασμένη. ἥ κεν· ἥτις.

<!-- 5.141 -->Ἀνέχοιτο· ἀποτρέποιτο. χάσματος· στόματος. αἰχμάς· ὀξύτητας. αἰχμήν· τὸ ῥῆγμα τῆς πέτρας.

<!-- 5.142 -->Τροχοειδέα· στρογγύλα.

<!-- 5.143 -->Στροφάλιγγας· συστροφὰς, τὰς συστροφὰς τοῦ κήτους ἃς ποιεῖται διὰ τὸ κλάσαι τὴν ἅλυσιν.

<!-- 5.144 -->Φοιταλέας· ὁρμητικάς. ἀποῤῥήξειε· ἐκκόψειεν. ἰθύς· κατʼ εὐθεῖαν, ἢ εὐθύς.

<!-- 5.145 -->Αἱμάσσων· ἀναιρούμενος, τὸ κρούων. περισπερχής· σπεύδων, σπουδάζων.

<!-- 5.146 -->Περιστροφάδην· συστρεπτικῶς, διατρεπτικῶς. πλεκτόν· εἰς. πλαγκτόν· εἰς τὸν πεπλανημένον. εἱλίσσοιτο· συστρέφοιτο.

<!-- 5.147 -->Πορσύνουσι· εὐτρεπίζουσι, παρέχουσιν.

<!-- 5.148 -->Ἀπόκριτον· μέγα.

<!-- 5.149 -->Ἐοικότα· πρέποντα, ὁμοιούμενα. δαινυμένοιο· τοῦ κήτους, εὐωχουμένου.

<!-- 5.150 -->Ὁμόστολοι· συνεργοὶ, ὁμοῦ τεταγμένοι, οἱ τῆς αὐτῆς ὁδοῦ κοινωνοῦντες. ἄρηα· εἰς.

<!-- 5.151 -->Θήγονται· ἀκονοῦνται. ἀκίδες· ξίφη, μάχαιραι, ἅρπαι.

<!-- 5.152 -->Ἅρπαι· δρεπάναι. βαρύστομοι· βαρυστένακτοι. βουπλῆγες· ἀξίναι, πελέκυς.

<!-- 5.153 -->Δυσκελάδοις· δυσήχοις, ἠχητικοῖς. ῥαιστήρια· βλαπτικὰ, φθαρτικά. χαλκεύονται· οἱ χαλκεῖς.

<!-- 5.154 -->Ἐϋσέλμοις· εὐκαθέδροις.

<!-- 5.155 -->Σιγῇ· πῶς. νευστάζοντες· κινοῦντες τὴν κεφαλὴν, νεύοντες τῇ κεφαλῇ. χρέος· χρεία.

<!-- 5.156 -->Στέλλονται· ἀπέρχονται. εὐκήλοισι· ἡσύχοις.

<!-- 5.157 -->Ἀτρέμα· γαληνῶς, ἡσύχως. λευκαίνουσι· τύπτουσιν. δοῦπον· κτύπον.

<!-- 5.158 -->Μή τι· ἵνα. ἀλευόμενον· φεῦγον, πλανώμενον. νέοιτο· ἐκφεύγοι.

<!-- 5.159 -->Βύσσαν· βυθόν. ἅλιον· μάταιον. ἄροιντο· ἐξ, λάβοιντο.

<!-- 5.160 -->Ὁμαιχμήσωσι· συμμιγῶσιν, ὁμοῦ πολεμήσουσιν, ὁμοῦ τὰς αἰχμὰς προβάλωνται ἀέθλῳ· ἀγῶνι. ἀέθλων· ἀέθλῳ.

<!-- 5.161 -->Δόλον· δελέατος. προὔθηκαν· ἔπεμψαν.

<!-- 5.162 -->Πελώρῳ· μεγίστῳ.

<!-- 5.163 -->Ἆλτο· ἐπήδησεν, ὥρμησεν. πιθήσας· ὑπακούσας.

<!-- 5.164 -->Μάρψε· κατέπιεν, ἔλαβεν. ἐπιθύσας· ὁρμήσας. γναπτόν· ἐπικαμπῆ, συνεστραμμένον. δόλον· γράφεται μόρον. μόρον· θάνατον.

<!-- 5.165 -->Κατέδυ· εἰσῆλθεν. τεθοωμένον· ἠκονημένον. εὐρέϊ· πλατυτάτῳ.

<!-- 5.166 -->Γλωχῖσιν· ὀξύτησιν. ἕλκεϊ· πληγῇ. ὀρινθείς· διαταραχθείς.

<!-- 5.167 -->Ἀσχαλόων· ταρασσόμενος. ἀντία· τῇ καὶ τῇ. πάλλει· κινεῖ.

<!-- 5.168 -->Χαλκείην θώμιγγα· χαλκίνην ἅλυσιν. διαῤῥαῖσαι· κόψαι, διακόψαι. μενεαίνων· προθυμούμενος.

<!-- 5.169 -->Ἄρα· ὄντως. κενεός· μάταιος.

<!-- 5.170 -->Σπερχόμενος· ταρασσόμενος. φλογέῃσι· ἐν. ὀχθίζων· στενάζων.

<!-- 5.171 -->Ὑποβρυχίοισι· βαθυτάτοις.

<!-- 5.172 -->Ἐπιτρωπῶσιν· ἐνδίδουσι, χαλῶσιν.

<!-- 5.173 -->Σθένος· τόσον.

<!-- 5.174 -->Αὖ· ὀπίσω. ἀναινόμενον· μὴ θέλοντα.

<!-- 5.175 -->Βριθύ· βαρὺ, μέγα. πέλωρ· θηρίον, σημεῖον. ῥέα· εὐκόλως. σέλμασι· σανιδώμασι, καθέδραις.

<!-- 5.177 -->Οἱ· αὐτῇ, αὐτῷ. προσαρηρότας· κεκρατημένους. εὐρέας· πλατεῖς.

<!-- 5.178 -->Πεπληθότας· γέμοντας.

<!-- 5.179 -->Δυομένῳ· κατερχομένῳ. ὀχθίζων· στενάζων. ὀχθίζων ὀδύνῃσι· λυπούμενος.

<!-- 5.180 -->Ῥινῶν· ἀσκῶν, δερμάτων. ἀλέγει· φροντίζει. κατὰ δʼ ἔσπασεν· κάτω ἤγαγεν.

<!-- 5.181 -->Λελιημένους· ἐπιθυμοῦντας, τοὺς ἀσκούς. ἐθέλοντες· ἐθέλοντας.

<!-- 5.182 -->Μεμογηότι· κεκοπιακότι, κακοπαθοῦντι.

<!-- 5.183 -->Ἀφριόων· μαινόμενος. τετιημένος· κεκοπιασμένος, τετιμωρημένος, τιμωρούμενος.

<!-- 5.184 -->Ἱδρῶτʼ· ἢ δρόμον, κόπον. ἐξανύσας· πληρώσας. καματώδεα· πολυκόπωτα λέγω. τέρματος· ἀγῶνος, πληρώματος, ἀπὸ τοῦ καμπτοῦ ἢ τοῦ δρόμου δηλονότι.

<!-- 5.185 -->Αἱματόεντι· αἱματηρῷ, ἐπειδὴ σφιγγόμενοι πολλάκις αἷμα ἐκβάλλουσιν. γένυν· τὸ στόμα. σκολιοῖσι· ἐν.

<!-- 5.186 -->Ἐμπρίει· διατιτρώσκει, μολύνει, κόπτει, καὶ ἐγκρούει. κίδναται· σκορπίζεται, ἐκβαίνει. ἆσθμα· πνεῦμα.

<!-- 5.187 -->Ἀσθμαίνων· φυσιῶν, πνείων.

<!-- 5.188 -->Ἱεμένῳ· θέλοντι. ἐπιτρωπῶσιν· παραχωροῦσιν, καταλίπωσιν, οὐκ ἐπιτρέπουσιν, οὐ συγχωροῦσιν· ἀνακουφίζουσι γὰρ αὐτόν.

<!-- 5.189 -->Σπεύδουσι· ἔρχονται. ἔξαλοι· καὶ ἔξω.

<!-- 5.190 -->Ἀειρόμενοι· ἐπαιρόμενοι. ἵσταται· γίνεται.

<!-- 5.192 -->Μαψιδίην· ἰσχυροτάτην.

<!-- 5.193 -->Ἀμύνασθαι· ἀντιπαρατάξασθαι, μαχέσασθαι, τιμωρῆσαι. ἀνίσταται· φεύγει. οὐδέ τε· γράφεται οὐδέ ἑ.

<!-- 5.194 -->Ἀλευομένοισιν· ἐγκλίνουσι καὶ φεύγουσιν.

<!-- 5.195 -->Ἀσχαλόων· ἀμηχανῶν, λυπούμενος. μυχάτην· βαθεῖαν.

<!-- 5.196 -->Ἑλίσσεται· ποιεῖ.

<!-- 5.197 -->Ἑκών· ἐθελούσιος. ἕλκων· εἰς ἑαυτόν. παλίνορσος· ὀπισθόρμητος.

<!-- 5.198 -->Δουροτόμοι· ναυπηγοὶ, πρίσται· παραβολή. ἀεθλεύουσι· ποιοῦσιν, ἀγωνίζονται.

<!-- 5.199 -->Πριόνος· διά. ἐγκονέοντες· σπουδάζοντες, σπεύδοντες, κοπιῶντες. τρόπην· η.

<!-- 5.200 -->Χρειώ· χρείαν.

<!-- 5.201 -->Ἄμφω· οἱ δύο. ἐρειδομένοιο· διὰ, ἢ τοῦ κόπτοντος.

<!-- 5.202 -->Αὖ ἐρύουσι· εἰς ἑαυτούς. ταρσός· γράφεται ἴχνος, ἡ ἔντασις καὶ ἐγχάραξις τοῦ ἴχνους τῶν ὀδόντων. ἴχνος· ἡ χάραξις, ἐγχάραξις.

<!-- 5.203 -->Τέτραπται· τρέπεται· οἶμον· ὁδόν. ἀμφοτέρωθεν· ἀπὸ τοῦ ἀμφοτέρου μέρους. ἑκάτερθεν· κατὰ τῶν δύο μερῶν, ἐξ ἑκατέρου μέρους τῶν ἑλκόντων.

<!-- 5.204 -->Κλάζει· ἠχεῖ. πρίει· σχίζει.

<!-- 5.205 -->Ῥινοῖσι· ἀσκοῖς. δαφοινῷ· φονικῷ.

<!-- 5.206 -->Βιαζομένῳ συρομένῳ

<!-- 5.207 -->Ἄχνην· ῥοὴν αἵματος, ἀφρόν.

<!-- 5.208 -->Παφλάζων· ταρασσόμενος, καὶ ἠχῶν. ὑποβρύχιον· ὑποκάτω, μέγα. μέμυκεν· βοᾷ.

<!-- 5.209 -->Φύσημα· ἦχον.

<!-- 5.210 -->Ἀμβολάδην· ἀνορμητικῶς, ἄνω ὁρμητικῶς, ἀναβλυστικῶς ἀναβαλλόμενον τῷ φυσήματι αὐτοῦ ἄλλου ἐπʼ ἄλλῳ γινομένου. ἀϋτμήν· πνοήν.

<!-- 5.211 -->Κευθομένην· κρυπτομένην. δυσαέος· μεγάλου, δυσπνεύστου. αὐλίζεσθαι· ὑπάρχειν, κατοικεῖν.

<!-- 5.212 -->Ἀσθμαίνει· ἠχεῖ. λάβρον· κατά.

<!-- 5.214 -->Διισταμένοιο· διασχιζομένου, διασχοινιζομένου. πόροιο· ὕδατος.

<!-- 5.215 -->Ἰονίοιο· Ἰόνιον λέγεται τοῦ Ἁδρίου τὸ πέλαγος, καὶ ὁ Τυῤῥηνικὸς μέσος πορθμὸς, ὃν καὶ Χάρυβδιν Ὅμηρός φησιν κελάδοντος· ἠχητικοῦ, ἠχοῦντος

<!-- 5.216 -->Διαῤῥώξ· σχίσις.

<!-- 5.217 -->Λάβροισιν· μεγίστοις. ἄσθμασι· πνοαῖς, φυσήμασιν. Τυφαῶνος· ἀνέμου.

<!-- 5.219 -->Κάμπτουσι· κοιλαίνουσι, συστρέφουσιν. περιστένεται· ἠχεῖται, στενοχωρεῖται πληρουμένη.

<!-- 5.220 -->Παλιῤῥοίζῃσι· ὀπισθορμήτοις.

<!-- 5.222 -->Ξαινόμενος· μαστιζόμενος. βέμβικας· πομφόλυγας, ὄγκους, τὰ λεγόμενα βομβοκύματα, οἱονεὶ κοῦφα κύματα ἢ συστρόφους ἑλικάων, ἤως στρούμβας. ἑλίσσεται· ποιεῖ.

<!-- 5.223 -->Ἰχθυβόλων· τῶν ἐπὶ τῇ ἄγρᾳ τοῦ κήτους ἰχθυβόλων. ἐρέσσων· κωπηλατῶν.

<!-- 5.224 -->Κατάγοιτο· φέροιτο.

<!-- 5.225 -->Ἅψαιτο· δεσμήσει, ἀναδησάτω. νοστήσειεν· ὑποστρεψάτω.

<!-- 5.226 -->Πρυμναίοις· ὑπό. κατοχμάσας· δεσμήσας τὸ κῆτος, συνδεσμήσας, στηρίξας, καταδεσμεύσας, καὶ δήσας.

<!-- 5.227 -->Παιφάσσοντα· διεγειρόμενον, συστρεφόμενον. ἐπαΐσσοντα· ἤτοι ὅτε κάμῃ, ὅταν κορεσθῇ τῶν ὀδυνῶν. μόρος· κόρος.

<!-- 5.228 -->Μεθύῃ· ἐνδώσει, ἐμπλησθείη.

<!-- 5.229 -->Κλίνῃ· παύσηται. ῥέψῃ· κλίνουσι, διεγείρῃ. τάλαντα· οἱ ζυγοὶ, τρυτάνας.

<!-- 5.230 -->Ἀσκός· ὅταν αἱρεθῇ καὶ ῥέψῃ πρὸς τὰ τοῦ μόρου ζυγά. πείρατα· τέλη.

<!-- 5.231 -->Ἀγγέλλων· μηνύων. ἄειρεν· διήγειρεν, ἀνηγέρθη.

<!-- 5.232 -->Οἷον· καθὰ, καθʼ ὅν. ἀλγινόεντος· ἀπὸ, χαλεποῦ.

<!-- 5.233 -->Ἀργυφέοισιν· λευκοῖς.

<!-- 5.234 -->Μεθέπουσιν· κυκλοῦσιν.

<!-- 5.235 -->Αἴσιον· καλὴν, λαμπρότατον. ποτιδεγμένοι· προσδεχόμενοι.

<!-- 5.238 -->Ἐπαντέλλουσι· ἀνέρχονται.

<!-- 5.239 -->Βριθύ· μέγιστον. πέλωρ· τὸ θηρίον, τὸ κῆτος. οὐλόμενος· ὀλοθρευόμενος.

<!-- 5.240 -->Μόχθῳ· καμάτῳ, τῷ μόχθῳ τῷ ὑπὸ τὸν ἀσκὸν γενομένῳ αὐτῶν. ἀλύων· ἀδημονῶν. ἕλκεϊ· πληγῇ. θυμόν· κατά.

<!-- 5.241 -->Ἔγρεται· ἐγείρεται, διεγείρεται. ἀμφὶ δὲ νῆας· ἄγχι δὲ νῆας.

<!-- 5.242 -->Εὐκώπους· ταχυτάτας. ἐλόωσιν· ἐπιφέρωσιν.

<!-- 5.243 -->Σμαραγή· ἠχή. ἀϋτή· βοὴ, φωνή.

<!-- 5.244 -->Τέτρηχεν· ἀκούεται, διεγείρεται, ἠχεῖ.

<!-- 5.245 -->Κεκλομένων· καλουμένων. ἐνυάλιον· θαλάσσιον, πολέμιον. πόνον· διὰ πλοίων.

<!-- 5.246 -->Δέρκεσθαι· θεωρεῖν. ἵσταται· γίνεται.

<!-- 5.247 -->Φλοῖσβος· ταραχή. ἰωχμοῖο· πολέμου, διωγμοῦ, διώξεως. ἰωχμή· δίωξις.

<!-- 5.249 -->Ἄγκεσι· ὄρεσι, ῥύαξι, ὀρεινοῖς τόποις. πῶϋ· ποίμνιον.

<!-- 5.250 -->Δρυτόμος· ξυλουργός. ὀλετήρ· φθορεύς. θῆρας ἐναίρων· κυνηγός. ἐναίρων· φονεύων.

<!-- 5.251 -->Θαμβήσας· θαυμάσας, φοβηθείς.

<!-- 5.252 -->Κατά· ἐπάνω. προβλῆτος· ὄχθου, ἐξοχῆς. ὑπερφίαλον· μέγαν, μέγιστον.

<!-- 5.253 -->Φυλόπιδος· τῆς μάχης. θηήσατο· ἐθαύμασεν.

<!-- 5.254 -->Ἐκπάγλου· καταπληκτικῆς. ἄσβεστος· διόλου, ἀκατάπαυστος. ὀρίνει· διεγείρει.

<!-- 5.256 -->Πάλλει· κινεῖ. ἀκίδος· μαχαίρας.

<!-- 5.257 -->Εὐκαμπῆ· περιφερῆ.

<!-- 5.258 -->Ἀμφίτομον· δίστομον. πᾶσι· πάντων.

<!-- 5.259 -->Βριαρή· ἰσχυρά. κρυερή βαρυτάτη. ἄγχι· ἀμφί. ἀμφί· ἀμφοτέρωθεν.

<!-- 5.260 -->Καταΐγδην· συντόμως. ἐλόωντες· τύπτοντες.

<!-- 5.261 -->Λέλησται· ἐπιλάθεται.

<!-- 5.262 -->Γενύεσσι· δυνάμεως.

<!-- 5.263 -->Ἐπεσσυμένας· ἐρχομένας, ἐπερχομένας.

<!-- 5.264 -->Ἀλκαίῃ· οὐρῇ. λαχαίνων· σχίζων, κόπτων.

<!-- 5.265 -->Ἔμπαλιν· ὀπίσω.

<!-- 5.266 -->Γνάμπτει· ἀνακόπτει, κλίνει. πάλιν· ὀπίσω. ἀήτης· πνοή.

<!-- 5.267 -->Ἀντίβιος· ἐναντίος, ἀντιδύναμος. ἐναντία· ἀντία. κυλίνδων· ταράσσων, ἀναστρέφων.

<!-- 5.268 -->Ἐνοπή· ἡ φωνή. κέκληγεν· ἠχεῖ. ἐφιεμένων· καὶ θελόντων. πονέεσθαι· ἐνεργεῖν.

<!-- 5.269 -->Ἐκχυμένοιο· διά.

<!-- 5.270 -->Ὀλοῇσι· ἀπό. ζέει· βράζει, κινεῖται. ἄπλετον· πολύ.

<!-- 5.271 -->Γλαυκή· μέλαινα. ἐρυθραίνεται· κοκκινίζει.

<!-- 5.272 -->Ὡς δʼ ὅτε· παραβολή.

<!-- 5.273 -->Οἰδματόεντα· θαλασσώδη. λόφων· βουνῶν. μιλτοκαρήνων· τῶν μίλτου ἐξοχῶν.

<!-- 5.274 -->Αἱματόεσσα· κόκκινος, ἐρυθρά.

<!-- 5.275 -->Κιρναμένη· σμιγομένη. ἑκάς· εἰς μακρὸν, πόῤῥωθεν.

<!-- 5.276 -->Ἔχει· βαφῇ.

<!-- 5.277 -->Ὣς τότε· τὸ ἑξῆς κητείου λύθρου προσπέφυρται. λύθροιο· διʼ αἵματος. πέφυρται· μολύνεται, γίνεται, σμίγεται, γέμει.

<!-- 5.278 -->Φοινίσσαις· γράφεται φοίνιος. φοίνιος· αἱματώδης. προχοῇσι· ὕδασιν, αἰγιαλοῖς, ῥοαῖς. δαϊζομένοιο· διά.

<!-- 5.279 -->Ἀφυσσάμενοι· ἀντλήσαντες. ῥόον· ἢ ἅλμην. ἄντλου· θαλάσσης. ῥόον ἄντλου· περιφραστικῶς τὴν ἀντλίαν.

<!-- 5.280 -->Πευκεδανόν· πικρόν. στάζουσι· χέουσιν. μίσγεται· ἐνίεται.

<!-- 5.281 -->Ἧψεν· διήγειρεν.

<!-- 5.282 -->Ὡς δέ· παραβολή· ὥσπερ δὲ ναῦς ὑπὸ τοῦ αἰθερίου πυρὸς καταφλεχθῇ. Διός· τῆς εἱμαρμένης, ἢ τοῦ οὐρανοῦ. μάστιγι· κεραυνός. τρόπιν· πλοῖον. αἰθέριον πῦρ· κεραυνός.

<!-- 5.283 -->Ἀμειβομένην· ἐρχομένην. αἰθαλόεσσα· καυστική.

<!-- 5.284 -->Κορύσσει· ὑψοῖ, ἀνάπτει, ἀνυψοῖ.

<!-- 5.285 -->Μισγομένη· γινομένη, βαλλομένη.

<!-- 5.286 -->Κορύσσει· ἀνάπτει.

<!-- 5.287 -->Ἄντλου· πελάγου. πυθομένοιο· μιγομένου, σηπομένου. δυσαέος· δυσόσμου. ἦτορ· ὕδωρ.

<!-- 5.288 -->Πολυτρήτοις· πολυδαμάστοις.

<!-- 5.289 -->Ἤδη· ἀπὸ τοῦ νῦν.

<!-- 5.290 -->Μοῖρα· ἡ τύχη ἀναψάμενοι· δήσαντες, δεσμήσαντες τοῖς σχοινίοις σύρουσιν εἰς τὴν γῆν.

<!-- 5.291 -->Γηθοσύνῃ· χαρᾷ.

<!-- 5.292 -->Γλωχίσι· ὀξύτησι, ξίφεσιν. πεπαρμένοις· πεπηγμένοις, διαπερονισμένοις. γόμφοις· καρφίοις.

<!-- 5.293 -->Νευστάζων· διανοούμενος τὸ τέλος. μόρου· ἕνεκα.

<!-- 5.294 -->Παιήονα· τὸν θεόν. κυδαίνοντες· δοξάζοντες.

<!-- 5.295 -->Ἐπικλάζουσι· κελαδοῦσιν.

<!-- 5.296 -->Ἀείδοντες· τραγῳδοῦντες.

<!-- 5.297 -->Ὡς δʼ ὁπότʼ· παραβολή. διακριθέντος· παυθέντος.

<!-- 5.298 -->Νῆας· τῶν ἐχθρῶν. ἀναψάμενοι· δήσαντες.

<!-- 5.300 -->Γηθόσυνοι· χαίροντες. νίκης· χάριν. διαπρύσιον· μέγα. βοόωσι· ὑμνοῦσιν.

<!-- 5.301 -->Ναύμαχον· ναυσὶ μαχόμενον. εἰρεσίης· διά. παιήονα· θεόν.

<!-- 5.302 -->Ἀχνύμενοι· λυπούμενοι. δῄοισι· πολεμικοῖς, ἐχθροῖς.

<!-- 5.303 -->Αἰνοπέλωρον· λίαν μέγα, κακὸν, μέγα σημεῖον, χαλεπὸν θηρίον. ἀναψάμενοι· ἀνάψω δήσω. δάκος· θηρίον.

<!-- 5.305 -->Ἐτήτυμος· ἀληθής. ὦρσεν· διήγειρεν, ταράσσεσθαι.

<!-- 5.306 -->Λοίσθιος· ἔσχατος. ἀσπαίρει· κινεῖται. διαξαίνει· μαστίζει.

<!-- 5.307 -->Σμερδαλέαις· καταπληκτικαῖς. βωμῷ· τόπῳ ἱερῷ, ἢ ἁπλῶς τῇ ἐσχάρᾳ, τῷ μαγειρείῳ ἐνταῦθα.

<!-- 5.308 -->Ἑλισσομένη· κινουμένη. στροφάλιγξι· ἐν.

<!-- 5.309 -->Ἦ· ὄντως. λιλαίεται· ἐπιθυμεῖ.

<!-- 5.311 -->Πείθεται· ὑπακούει. ἀΐσθων· ἀναπνέων.

<!-- 5.312 -->Θαλάσσης· ἀπό.

<!-- 5.313 -->Τραφερήν· τὴν ξηράν.

<!-- 5.314 -->Μεταπνεῦσαι· μετὰ τὸ παύσασθαι, ἀντὶ τοῦ ἀναπνεῦσαι τοῦ ποντοπόρου θανάτου.

<!-- 5.315 -->Μέμηλεν· διὰ φροντίδος ἔσται.

<!-- 5.317 -->Πλῆσαν· ἐγέμισαν. ἀπλάτοις· ἀπλέτοις καὶ πολλοῖς· γράφεται εὐπλάτοις, ἤως μεγάλοις.

<!-- 5.318 -->Κεκλιμένοις· κειμένοις. ῥίγιστος· φοβερός.

<!-- 5.319 -->Πεπαυμένοιο· κειμένου.

<!-- 5.321 -->Ταρβεῖ· φοβεῖται. οἰχομένοιο· ἀποθανόντος.

<!-- 5.322 -->Γναθμοῖσι· στάσεσι, σιαγόσιν, τοῖς καταμαγούλοις. γναθμόν· τὸ μάγουλον.

<!-- 5.323 -->Ὀψέ· μόλις. ἀμφαγέρονται· οἱ ἄνθρωποι.

<!-- 5.324 -->Θάμβεϊ· ἐκπλήξει. παπταίνοντες· θεωροῦντες. ἐρείπιον· πτῶμα. ὠμηστῆρος· θηρός.

<!-- 5.325 -->Γενύων· ὀδόντων. στίχας· τάξεις. ἠγάσσαντο· ἐθαύμασαν.

<!-- 5.326 -->Χαυλιόδοντας· τὰς ἐπικαμπεῖς.

<!-- 5.327 -->Τριστοιχεί· κατὰ τρεῖς τάξεις.

<!-- 5.328 -->Πολυδηρίτοιο· πολυμάχου. πελώρου· θηρίου.

<!-- 5.329 -->Χαλκοτόρους· χαλκοτρυπήτους. χαλκοτόρου· χαλκοτρυπήτου. ἀφόωσιν· ψηλαφῶσιν. ὀξύπρωρον· ὀξεῖαν.

<!-- 5.330 -->Θηεῖται· θαυμάζει. ἀνισταμένην· ἐξέχουσαν.

<!-- 5.331 -->Ἀλκαίην· οὐράν. πολυχανδέα· πολυχώρητον, μεγάλην.

<!-- 5.332 -->Ἀπέλεθρον· μεγάλην.

<!-- 5.334 -->Ἤθεσιν· διατριβαῖς. τραφεροῖσι· γῆς, τοῖς γηΐνοις. ἠέ· παρό.

<!-- 5.335 -->Δηθύνων· βραδύνων. ἔννεπεν· εἶπεν.

<!-- 5.336 -->Ἐκόμισσας· ἐπιμελήσω γνώμη, ὡραῖον.

<!-- 5.337 -->Φορβῇ· τροφῇ· ἐν γῇ ἐτράφην, ἐν γῇ ἀποθανῶ.

<!-- 5.338 -->Ἀντήσειε· ἔλθῃ. μόρσιμον· μεμοιραμένον, τὸ τέλος τοῦ θανάτου.

<!-- 5.339 -->Εὐμενέοι· εὐμενὴς γένοιτο. χέρσῳ· ἀπό. ποσειδάωνα· θάλασσαν. σέβοιμι· φοβοῦμαι.

<!-- 5.340 -->Ὀλίγον· μικρόν. δόρυ· ξύλον.

<!-- 5.341 -->Κατʼ· εἰς.

<!-- 5.343 -->Ναυτιλίης· πλεύσεως. ὀϊζύος· κόπου. μογέουσιν· μογέω κακοπαθῶ.

<!-- 5.344 -->Δυσκελάδοισι· δυσήχοις. συνιππεύοντες· συμπεριπατοῦντες, συμπορευόμενοι, κινοῦντες.

<!-- 5.345 -->Οὐδʼ· οὐ γάρ. ἅλις· ἄρκεια, αὐτάρκης.

<!-- 5.346 -->Δαιτυμόνας· φίλους. ἀτυμβεύτου· κακοτάφου, ἀθάπτου. τάφοιο· κηδείας.

<!-- 5.347 -->Μυχούς· τὴν κοιλίαν. τυχόντες· πεσόντες, ἐντυχόντες.

<!-- 5.348 -->Ἀχέων· θηρίων, θλίψεων.

<!-- 5.349 -->Ἕκαθεν· μακρόθεν.

<!-- 5.350 -->Ἐδῃώσαντο· ἠφάνισαν.

<!-- 5.351 -->Δέμας· κατά. προβέβηκεν· μεγάλα εἰσίν. ὑπερφυές· μέγα, μέγιστον. ἄχθεα· βάρη.

<!-- 5.352 -->Λάχεν· ἔτυχεν.

<!-- 5.353 -->Θήρεσσι· εἴτε μικροῖς, εἴτε μεγάλοις. ἐοικότα· ἁρμόδια. τεύχεʼ· ὅπλα, τὰ κατὰ τὴν χρείαν ὅπλα.

<!-- 5.354 -->Μείονες· εἰς μικρὰ τὰ κήτη.

<!-- 5.355 -->Δόλος· λέγω. ῥινῶν· ἀσκῶν.

<!-- 5.356 -->Ἁψῖδες κολοκύνθης ἀζαλέης· ἢ κολόκυνθαι ξηραί. ἀναπτόμεναι· δεσμούμεναι.

<!-- 5.357 -->Θήρειον· τὸ τοῦ κήτους.

<!-- 5.358 -->Λάμνης σκύμνοισιν· ἢ ταῖς λάμναις.

<!-- 5.359 -->Τροπόν· τὸν τροπωτῆρα. ἐπαρτέα· τὸν ἐπικρεμάμενον. δεσμόν· λέγω.

<!-- 5.361 -->Ἔσσυτο· ἔδραμεν. προΐει· προέπεμψεν. αἶψα· ἀμφί. σειρῇ· ὁρμῇ, ἁλύσει.

<!-- 5.362 -->Ἐνισχόμενοι· κρατηθέντες.

<!-- 5.363 -->Ῥήϊστος· εὔκολος.

<!-- 5.365 -->Ἐχθοδοποῖς· μισητοῖς. μαργαίνουσι· μαίνονται.

<!-- 5.366 -->Λαιμῷ· στόματι. λαβροσύνῃ· λαιμαργίᾳ.

<!-- 5.367 -->Ὑβρισταί· δράκται. ἀγήνορες· ἀλαζόνες.

<!-- 5.368 -->Τρέσσειαν· φοβηθῶσιν. ἀναιδείην· ἀναισχυντίαν. ἀχάλινον· ἀκράτητον.

<!-- 5.369 -->Κυμαίνουσαν· παροξύνουσαν, διεγείρουσαν, αὔξουσαν. λύσσαν· μανίαν.

<!-- 5.371 -->Ἐδηλήσαντʼ· ἔβλαψαν. ἁλιεῦσιν· τῶν ἁλιέων, ἀντίπτωσις.

<!-- 5.372 -->Ἑὴν φρένα· ἑαυτούς. πιαίνοντες· λιπαίνοντες.

<!-- 5.373 -->Δεδοκημένος· θεασάμενος, τιτρώσκων. ἰχθύσιν· ἐν.

<!-- 5.374 -->Πείρας· διαπερονήσας, ἰχθῦς δέλεαρ βάλλων. μενοεικέα· πρέπουσαν αὐτῷ, πρέπουσα τῇ προθυμίᾳ.

<!-- 5.375 -->Μαιμώοντας· μαινομένους, λυσσῶντας, ἐφορμῶντας, ἐπιθυμοῦντας.

<!-- 5.376 -->Φώκῃ· κατὰ τῆς φώκης.

<!-- 5.377 -->Τρίγλυφος· ὀξεῖα.

<!-- 5.378 -->Ὄβριμον· ἰσχυρότατον. ἕρκος· λέγω.

<!-- 5.382 -->Μεμαυῖαν· προθυμουμένην.

<!-- 5.385 -->Ῥήξει· σχίσει, διαχύσει. ἀΐξει· φεύξεται. ἄλκαρ· βοήθεια.

<!-- 5.386 -->Εἱλομένοις· κεκλεισμένοις.

<!-- 5.387 -->Καθέλωσιν· ἑλκύσωσιν.

<!-- 5.388 -->Ἔνθα· ἐκεῖ, ἐκεῖσε. ἰφθίμοις· ἰσχυροτάτοις.

<!-- 5.389 -->Δούρασι· κοντοῖς. καταΐγδην· συντόμως.

<!-- 5.390 -->Πέφνουσι· βάλλουσιν.

<!-- 5.391 -->Κεφαλῇφιν· ἐν τῇ, κατὰ κεφαλῆς.

<!-- 5.392 -->Χέλυες· χελῶναι.

<!-- 5.393 -->Λωβήσαντο· ἔβλαψαν.

<!-- 5.395 -->Θαρσαλέῳ· ἀλλὰ τῷ. ἀταρβέα. ἄφοβον.

<!-- 5.396 -->Κραναήν· σκληρήν.

<!-- 5.399 -->Ἀναπλώει· ἔρχεται, περιπλέει κουφιζομένη. ἀσπαίρουσα· κινουμένη.

<!-- 5.400 -->Ποσίν· διὰ ποδῶν. μεμαυῖα· προθυμουμένη λαβεῖν.

<!-- 5.401 -->Θείνουσι· τύπτουσιν.

<!-- 5.402 -->Βροχίδεσσιν· σχοινίοις. μεθέπουσιν· σύρουσιν,

<!-- 5.403 -->Ὡς δʼ ὅτε· παραβολή. νηπίαχα· μωρά. οὐρεσίφοιτον· ἐν ὄρει διάγοντα, ἐν ὄρεσι πορευομένην.

<!-- 5.405 -->Ἱκέσθαι· ἐλθεῖν.

<!-- 5.406 -->Ῥικνά· λεπτὰ, ἤγουν ἀσθενῇ.

<!-- 5.408 -->Ὁμόφυλον· ὁμογενές.

<!-- 5.409 -->Λωβητόν· κρατητόν.

<!-- 5.410 -->Τραφερήν· γῆν. ἀνανήχεται· γράφεται ἀνανίσσεται ἀντὶ τοῦ πορεύεται. ἀνανίσσεται· ἔρχεται, ὁρμᾷ.

<!-- 5.411 -->Φολίδας· τὸ δέρμα, δέρματα. περιδαίεται· ξηραίνεται. αὖα· ξηρὰ, ξηρότατα.

<!-- 5.412 -->Μεμαυῖαν· θέλουσαν.

<!-- 5.413 -->Φορέει· βαστάζει.

<!-- 5.414 -->Ὕψι· εἰς ὕψος. νεάτης· ἐσχάτης.

<!-- 5.416 -->Ἀπότροπος· ἀπαραχώρητος, φευκτέα, κεκωλυμένη.

<!-- 5.417 -->Ἐμπελάσειε· πλησιάσει. θυτήρ· θυστάς. φίλος· καλός.

<!-- 5.418 -->Εὐαγέως· καθαρῶς, εὐσεβῶς, εὐαρέστως. ὁμωροφίους· ὁμοκατοίκους, ὁμοοίκους.

<!-- 5.419 -->Ἑκών· ἑκουσίως. ἐπιφράσσηται· ποιήσει, ἐπιφέρει.

<!-- 5.420 -->Ἀνδρομέοισιν· ἀνθρωπίνοις. ἀπεχθαίρουσι· μισοῦσιν.

<!-- 5.421 -->Δαίμονες· θεοί. εἰναλίων· τῶν θαλασσίων. ἡγητήρων· ἡγεμόνων, κεφαλῶν.

<!-- 5.422 -->Νοήματα· φρονήματα. προπόλοισι· δούλοις, δουλευταῖς, ὑπηρέταις,

<!-- 5.423 -->φιλότητι· συνουσίᾳ. γενέθλης· ἕνεκα, τῇ γενεᾷ αὐτῶν κέχρηνται οἱ θεοί.

<!-- 5.424 -->Κέχρηνται· κεκραμένοι εἰσίν.

<!-- 5.425 -->Ἐνηέες· οἱ πρᾳεῖς, οἱ φίλιοι, προσφιλεῖς. οἵην· κατὰ τὴν, ποταπήν.

<!-- 5.427 -->Μετά· ἐν.

<!-- 5.428 -->Πόνον· κατά.

<!-- 5.429 -->Ὁμοκλήν· ἀπειλὴν, λαμπηδόνα.

<!-- 5.430 -->Ἰπνοῦ· διὰ φαναρίου.

<!-- 5.431 -->Σύνθηρον· ὁμόθηρον.

<!-- 5.432 -->Ἀλέονται· πλανέονται.

<!-- 5.434 -->Φοβέουσι· εἰς φυγὴν τρέπουσιν.

<!-- 5.435 -->Τρωπᾶσθαι· τρέπεσθαι. ἀνάρσιον· μισητήν.

<!-- 5.437 -->Σεύοντες· ὁρμῶντες. ἀμοιβαίῃς· συχναῖς.

<!-- 5.438 -->Ἀτυζομένους· ταρασσομένους.

<!-- 5.440 -->Ἄφυκτα· μάταια, ἄλυτα. διορχεῦνται· γίνονται, κινοῦνται.

<!-- 5.441 -->Ἐλαυνομένοις· διωκομένοις.

<!-- 5.442 -->Ἄνηται· τελεῖται.

<!-- 5.443 -->Ἀπαιτίζουσι· ζητοῦσιν, ἀπαιτοῦσιν. ἐμπελάοντες· πλησιάζοντες.

<!-- 5.444 -->Ὁμοφροσύνης· ὁμογνώμου. ἀποδάσμιον· κεχωρισμένην, μεμερισμένην. αἶσαν· μοῖραν.

<!-- 5.445 -->Ἠνήναντο· ἠρνήσαντο.

<!-- 5.446 -->Ὑπερφιάλως· ἀλαζονικῶς. ἀλίτηται· οὐ δώσει, ἁμαρτήσει.

<!-- 5.447 -->Ἀρηγόνες βοηθοί.

<!-- 5.448 -->Λεσβίοιο· συνίζησις. παλαίφατον· πάλαι λεχθέν. ἀοιδοῦ· τραγῳδοῦ.

<!-- 5.449 -->Ἔκλυεν· ἤκουεν. ὀχησάμενος· ἐπικαθήμενος.

<!-- 5.451 -->Ἀείδων· τραγῳδῶν.

<!-- 5.452 -->Ταιναρίῃ· Κορίνθῳ. προβολῇσι· αἰγιαλοῖσιν.

<!-- 5.455 -->Σὺν δʼ ἤθυρε· συνέπαιζεν· ἀθύρματα γὰρ τὰ παίγνια. κελαδεινῇ· ἠχητικῇ.

<!-- 5.456 -->Λιλαίετο· ἤθελεν.

<!-- 5.457 -->Μίσγεσθαι· ἑνοῦσθαι. ξυλόχους· ὄρη.

<!-- 5.458 -->Ἀλλʼ οὐδέ· ἀλλʼ οὐδὲ τοῦ πόθου τοῦ ἠϊθέου ἡ πᾶσα ἐπιλέληθεν Αἰολίς.

<!-- 5.459 -->Παλαιόν· ὄν.

<!-- 5.460 -->Ὥς· ὅτι.

<!-- 5.461 -->Ἐνναίεσκεν· ὁ δελφίς. ἔχε· ᾤκει. ναύλοχον· ναυσοίκητον, νηοκατοίκητον.

<!-- 5.462 -->Ἀστός· πολίτης. ἠνήνατο· ἠρνεῖτο, ἀπηρνεῖτο.

<!-- 5.463 -->Παρέστιος· σύνοικος. τυτθοῦ· μαζοῦ.

<!-- 5.465 -->Ἵκοντο· παρεγένοντο. γυιαλκέος· ἰσχυρᾶς.

<!-- 5.466 -->Μετέπρεπεν· εὐπρεπὴς ἦν.

<!-- 5.467 -->Προφερέστερος· ἰσχυρότερος.

<!-- 5.468 -->Ἔκπαγλον· ξένον.

<!-- 5.469 -->Ἐνναέτῃσι· κατοίκοις.

<!-- 5.471 -->Συνηβώοντας· ἀνατρεφομένους.

<!-- 5.472 -->Πολλαὶ δʼ ἠϊόνων· λείπει πολλὰ ἔπη. ἀγοραί· συναθροίσεις, συνάξεις. ἦμαρ ἐπʼ ἦμαρ· ἡμέρας καθʼ ἡμέρας.

<!-- 5.473 -->Ἱεμένων· ἐρχομένων, προθυμουμένων. θηήσασθαι· ὥστε θεάσασθαι.

<!-- 5.474 -->Ἐμβεβώς· εἰσελθών.

<!-- 5.475 -->Ὅρμου· λιμένος. ἀναπλώεσκεν· ἔπλεεν. ἀΰσας· βοήσας.

<!-- 5.476 -->Κεῖνο· ἤως ὠκύαλον. τό· ὅπερ. φήμιξεν· δωρικόν. φύτλης· γενέσεως.

<!-- 5.477 -->Κλύε· ἤκουσεν. ἰωήν· φωνὴν, κραυγήν.

<!-- 5.478 -->Κραιπνά· ταχύτατα. ἄγχιστα· πλησίον.

<!-- 5.479 -->Σαίνων· κολακεύων, κολακεύσας· ἀείρων· ἀνυψῶν.

<!-- 5.481 -->Ἦκα· ἡσύχως. καταρέζεσκε· ὁμάλιζεν, ἔβαψεν. φιλοφροσύνῃσιν· ἀγάπῃ.

<!-- 5.482 -->Ἀμφαγαπαζόμενος· δεξιούμενος. ἵετο· ἐποθεύετο.

<!-- 5.484 -->Κυβιστήσειεν· ἐπήδησεν, κολυμβήσει. ἐγγύθι· πλησίον κολυμβᾷ τοῦ νέου.

<!-- 5.485 -->Αὐτῇσι· ἀπὸ κοινοῦ τὸ ἐναεργῶν ἀντὶ τοῦ ἐγγὺς ἔχων, ἀναβαστάζων.

<!-- 5.487 -->Ἐγχρίμπτων· πλησιάζων. ἱμείρομαι· ἐπιθυμῶ.

<!-- 5.488 -->Κύσσαι· φιλῆσαι. περιπτύξαι· περιπλακῆναι, περιλαβεῖν.

<!-- 5.489 -->Ὀπάονι· ἐρωτικῇ, ἀκολούθῳ.

<!-- 5.491 -->Λοφιῆς· κεφαλῆς.

<!-- 5.492 -->Ἔμφρονι· ἐθελουσίῳ.

<!-- 5.493 -->Φοίτασκεν· ἐπορεύετο, παρεγένετο.

<!-- 5.495 -->Στέλλεσθαι· πορεύεσθαι. ἀμείβειν· διέρχεσθαι, διαμείβειν τὸν χῶρον.

<!-- 5.496 -->Ἐφετμήν· κατὰ, ἐντολήν.

<!-- 5.497 -->Γενύεσσι· στόματι.

<!-- 5.498 -->Μαλθακός· πρᾳΰς.

<!-- 5.499 -->Ἐθάς· συνήθης. ὀτρύνοντι· διεγείροντι.

<!-- 5.500 -->Ὑπεικαθέων· ὑποτασσόμενος. ἐπιπείθεται· ὑπακούει.

<!-- 5.501 -->Κεκλομένοιο· προστάσσοντος, κελεύοντος, καλουμένου.

<!-- 5.502 -->Ἔχοντες· ποθοῦντες.

<!-- 5.504 -->Χαλινῶν· ἀπὸ κοινοῦ τὸ ἀτέρ.

<!-- 5.505 -->Ἄλλῳ· ἐν.

<!-- 5.506 -->Τῷ· ᾧτινι. ἄνωγεν· προσέταξεν. ἐκόμιζε· ἐλάμβανεν.

<!-- 5.507 -->Ἀναινόμενος· βαρούμενος.

<!-- 5.509 -->Πότμος· θάνατος. ἕλεν· ἔλαβεν. ἀτάλαντος· ὅμοιος.

<!-- 5.510 -->Ἐπέδραμεν· ἦλθεν.

<!-- 5.511 -->Μαστεύων· ζητῶν, ψηλαφῶν. ὄσσαν· φωνὴν,

<!-- 5.512 -->Μυρομένου· θρηνοῦντος. ἄμπεχε· εἶχεν, ἐνεδύσατο.

<!-- 5.513 -->Κικλήσκουσιν· καλοῦσιν.

<!-- 5.514 -->Ὀρεγνυμένην· παρεχομένην.

<!-- 5.515 -->Ἄϊστος· ἀφανής.

<!-- 5.516 -->Ἐπεφράσατʼ· εἶδεν.

<!-- 5.517 -->Οἰχομένοιο· ἀποθανόντος.

<!-- 5.518 -->Ἔσβεσε· ἔφθειρεν.

<!-- 5.519 -->Ἔμπης· ὅμως. ἐνηείῃ· ἀγάπῃ, ἐν τῇ φιλότητι, ἤγουν ἀγαθότητι.

<!-- 5.520 -->Ὁμόφρονα· φίλιον.

<!-- 5.521 -->Ὑβρισταί. ἀλαζόνες.

<!-- 5.522 -->Σιδηρείοισι νοήμασιν· σκληροῖς φρονήμασιν.

<!-- 5.523 -->Ἀταρτηροί· σκληροί. ἀτάσθαλοι· μωροί.

<!-- 5.524 -->Πατέρων· δελφίνων.

<!-- 5.525 -->Νόος· αὐτοῖς. δυστερπέος· κακῆς.

<!-- 5.526 -->Δίδυμον· δύο γὰρ μόνα τίκτει ὁ δελφίς.

<!-- 5.527 -->Ἀταλοῖσιν· τρυφεροῖς. ἀλίγκιον· ὅμοιον.

<!-- 5.528 -->Τοῖσιν· τοῖς δελφῖσιν. ἀπηνέες· οἱ σκληροί. ἐντύνονται· εὐτρεπίζεται.

<!-- 5.529 -->Στειλάμενοι· πλεύσαντες, διαπλεύσαντες. δόρυ· ξύλον, πλοῖον. ἀτάσθαλον· μωρόν.

<!-- 5.530 -->Ἐπειγόμενον· ἐρχόμενον. ἄντην· ἐξ ἐναντίας.

<!-- 5.531 -->Ἀτρεμέες· ἡσύχως, ἄφοβον. φόβον· φυγήν.

<!-- 5.532 -->Μερόπων· ἀπό.

<!-- 5.533 -->Ἵξεσθαι· παραγενέσθαι, ἐλθεῖν. σαίνουσι· τούτους.

<!-- 5.534 -->Γηθόσυνοι· μετὰ χαρᾶς. χρίμπτοντες· πλησιάσαντες. χαίροντες· γηθόμενοι.

<!-- 5.536 -->Ἀκίδα· ὀξύτητα· σημείωσαι ὅτι εἶδος τριαίνης ἡ ἀκὶς, κρυερώτερον ὅλων τῶν βελῶν τῆς ἅλμης. βέλος· λέγω.

<!-- 5.537 -->Ἀνωΐστῳ· ἀνελπίστῳ, ἀνυπομονήτῳ ἀπὸ τοῦ οἴω κατʼ ἔκτασιν.

<!-- 5.538 -->Αὐτάρ· δή. ἰδνωθείς· συσταλεὶς, καταπονηθεὶς, συστραφείς. ἀχεύων· ἀναστενάζων.

<!-- 5.540 -->Ὀχθίζων· βιαζόμενος. σφακέλῳ· τρώματι, τραύματι, σπασμῷ τοῦ αἵματος.

<!-- 5.541 -->Βιώμενοι· βιάζοντες.

<!-- 5.542 -->Μαψιδίως· ματαίως. ἅλιον· πεπλανημένον, μάταιον.

<!-- 5.543 -->Ἱεμένῳ· πορευομένῳ. ἐφιᾶσιν· καταλείπουσι, πέμπουσιν. ἄγεσθαι· πορεύεσθαι.

<!-- 5.544 -->Μήρινθον· σχοινίον. κατασπέρχουσιν· σπουδάζουσιν.

<!-- 5.545 -->Ἑσπόμενοι· ἀκολοθοῦντες. ἀτυζομένοιο· βλαπτομένου, ταρασσομένου.

<!-- 5.546 -->Λευγαλέῃσι· ἐν ὀδυνηραῖς, χαλεπαῖς. κακηπελέων· κακῶς ἔχων, κακυπάρχων, ἀσθενῶν.

<!-- 5.547 -->Περισκαίρῃσι· κινεῖται, πηδᾷ.

<!-- 5.548 -->Ἀδρανέων· ὀλιγοψυχῶν. ἀναδύεται· ἄνω πέμπει, ἢ ἀνέρχεται.

<!-- 5.549 -->Κεκμηκώς· ἀδυνατήσας, κακοπαθήσας.

<!-- 5.550 -->Φυσιόων· ἀναπνέων.

<!-- 5.552 -->Αἰνότατον· πῶς.

<!-- 5.554 -->Περί· παρὰ δυσμενέων.

<!-- 5.555 -->Ληΐδα· αἰχμαλωσίαν.

<!-- 5.556 -->Ἀχέουσα· λυπουμένη.

<!-- 5.557 -->Μογέουσα· πονοῦσα.

<!-- 5.558 -->Ἑῆς· ἀφʼ ἑαυτῆς.

<!-- 5.559 -->Ἐπεμπίπτουσα· κινοῦσα.

<!-- 5.560 -->Φεῦγε· λέγουσα. ἀνάρσιοι· μισητοὶ, ἄδικοι.

<!-- 5.561 -->Ἐφοπλίζουσι· εὐτρεπίζουσιν.

<!-- 5.562 -->Δελφῖσιν· κατὰ δελφίνων. ἄρηα· πόλεμον.

<!-- 5.563 -->Σπονδάς· ὑποσχέσεις, θυσίας. ὁμοφροσύνην· ἀγάπην, ὁμόνοιαν. ἀλύττοντες· φεύγοντες. ἀλίτοντες· παρακαίνοντες, ἤγουν ἀθετοῦντες, ἁμαρτάνοντες.

<!-- 5.564 -->Τήν· ἥντινα. ἐθέμεσθα· εἴχομεν.

<!-- 5.566 -->Μυθεῖται· λέγει. ἀπέτρεπε· ἀπεδίωκεν. φέβεσθαι· φεύγειν.

<!-- 5.567 -->Κρυερῶς· χαλεπῶς. μεμογηότι· κεκοπιακότι.

<!-- 5.569 -->Ἱέμενος· προθυμούμενος. ἀποτρέψειε· ἀποδιώξειεν.

<!-- 5.570 -->Βαλών· κρούσας.

<!-- 5.571 -->Ὄφρα· ἕως οὗ.

<!-- 5.572 -->Ἀλιτροί· ἁμαρτάνοντες.

<!-- 5.573 -->Ἀτυζομένην· λυπουμένην.

<!-- 5.574 -->Γνάμπτουσι· ἐνδιδοῦσι, κάμπτουσιν. σιδήρεον· σκληρόν.

<!-- 5.575 -->Καταΐγδην· συντόμως. ἐλάσαντες· τύψαντες.

<!-- 5.576 -->Ὁμῇ· ὁμοίᾳ.

<!-- 5.578 -->Φρονέουσα· θέλουσα, ἐν τῇ οἰκείᾳ φρονήσει. ἱεμένη· προθυμουμένη. δεδάϊκται· δεδάμασται.

<!-- 5.579 -->Ὡς· ὥσπερ· παραβολή. ὀρταλίχοισι· πωλίοις. νηπιάχοισι· μωροῖς.

<!-- 5.581 -->Κατέπεφνε· ἐφόνευσεν.

<!-- 5.582 -->Ἀτυζομένη· ταρασσομένη. δεδόνηται· κινεῖται.

<!-- 5.583 -->Λοιγία· ὀλεθρία. τετριγυῖα· κλαίουσα, θρηνοῦσα. γόον· θρῆνον.

<!-- 5.584 -->Φύξιν· φυγήν.

<!-- 5.586 -->Μέσφʼ· μέχρις ὅτου.

<!-- 5.587 -->Νέον· περὶ τὸ νέον σῶμα τοῦ δελφῖνος.

<!-- 5.588 -->Αὐτάγρετος· αὐτοθήρευτος.

<!-- 5.589 -->Τά· ἅτινα.

<!-- 5.590 -->Φάτις· λόγος. μήνης· σελήνης.

<!-- 5.591 -->Ναιέμεν· κατοικεῖν.

<!-- 5.592 -->Φθινούσης· ληγούσης. ἀφαυροτέροις· λεπτοῖς.

<!-- 5.593 -->Ῥικνοῦσθαι· ἐλαττοῦσθαι, ῥυτιδοῦσθαι. ἀνάγκη· τύχη.

<!-- 5.594 -->Χερσί· διὰ χειρῶν. λέγονται· συλλέγονται, συνάγουσιν.

<!-- 5.595 -->Σπιλάδων· πετρῶν.

<!-- 5.596 -->Νωλεμές· διόλου, διηνεκές. ἐμπεφυῶτα· κεκολλημένα, συγκεκολλημένα. ἔπτυσαν· ἐξέβαλον, ἐξήνεγκον.

<!-- 5.597 -->Λαχαινομένης· τῆς βαθυνομένης.

<!-- 5.598 -->Πορφύραι· κόχλοι. πέρι δή τι· περισσοτέρως, περισσῶς. μετʼ· ἐν.

<!-- 5.599 -->Λίχναι· λαίμαργοι. ἐτήτυμος· ἀληθὴς, πρόχειρος. ἵσταται· γίνεται, ἐνεργεῖται.

<!-- 5.600 -->Κυρτίδες· κόφινοι. ταλάροις· καλαθίοις, καλαθίσκοις.

<!-- 5.601 -->Σχοίνοις· σχοινίοις. τετυγμέναι· ἐσκευασμέναι, κατεσκευασμέναις.

<!-- 5.602 -->Στρόμβους· εἶδος ὀστρέου. συγκέλσαντες· συναγαγόντες. χήμῃσι· χηβαδίοις.

<!-- 5.603 -->Μεθύουσαι· μαινόμεναι.

<!-- 5.605 -->Σχοίνων· τοῦ ταλάρου. ἐτάνυσσαν· ἥπλωσαν, ἐξήπλωσαν.

<!-- 5.606 -->Χαλεπῆς· κακῆς. ἤντησαν· ἀπέλαυσαν, ἐπέτυχον.

<!-- 5.608 -->Οἰδάνεται· ὀγκοῦται· στείνει δέ· στενοχωρεῖ, ταύτην, στενοχωρεῖται.

<!-- 5.609 -->Μεμαυῖα· καίπερ προθυμουμένη. ταθεῖσα· ἁπλωθεῖσα.

<!-- 5.610 -->Αὖ ἐρύσωσι· γράφεται αὔης ῥύσωσιν. μεμαυῖαν· μαινομένην.

<!-- 5.612 -->Οὐ· οὐδαμῶς.

<!-- 5.613 -->Ὀϊζυρώτερον· κακοπαθητικώτερον.

<!-- 5.614 -->Πρῶτον· κατὰ τὴν ἀρχήν.

<!-- 5.615 -->Βρώμῃ· βρώσει. ποτοῖσιν ἀφαυροτέροισιν· πόσει ὀλίγῃ.

<!-- 5.616 -->Οὐδʼ ἁλιεῦσιν· οὐχ ἁλιεῦσιν. ἐοικότι· ἢ ὀλίγῳ, μαλθάσσονται· κοιμῶνται.

<!-- 5.617 -->Ὡς δʼ ὅτʼ· ἐΰγηρυν· καλλίφωνον.

<!-- 5.618 -->Μολπῆς· μελῳδίας. φοιβήϊον· μαντικὸν, ἢ ἑορτήν.

<!-- 5.619 -->Κομιδή· ἐπιμέλεια.

<!-- 5.620 -->Πιαίνων· τηρῶν. ἄεθλα· ἀγῶνας. λιγυφθόγγου· καλλιφώνου. αὐδῆς· φωνῆς.

<!-- 5.621 -->Κομιδήν· ἐπιμέλειαν. εὔφρουρον· εὐφύλακτον.

<!-- 5.622 -->Μένει· διαμένει.

<!-- 5.623 -->Ἀσκηθής· ἀβλαβὴς ἀπὸ τοῦ σκήθω τὸ βλάπτω. ἀναψύξωσι· ἀνάπαυσιν ἕξωσιν.

<!-- 5.624 -->Ἀεθλεύσωσι· ἀγωνισθῶσιν.

<!-- 5.625 -->Μακάρεσσι· θεοῖς.

<!-- 5.626 -->Ἀρῶνται· εὔχονται. ἀλεξῆσαί σφισι· ἀποδιῶξαι ἀπʼ αὐτῶν.

<!-- 5.627 -->Ἀντιάσαι· ἰδεῖν.

<!-- 5.628 -->Νόον· εἰς.

<!-- 5.629 -->Νομαῖς· τοῦ ἰχθύος τούτου.

<!-- 5.630 -->Δάκος· θηρίον. φαάνθη· φαίνεται.

<!-- 5.631 -->Πόροισι· ὕδασιν.

<!-- 5.632 -->Τέρπονται· οὗτοι οἱ ἰχθύες.

<!-- 5.634 -->Πείσματι· σχοινίῳ. μηκεδανῷ· μακρῷ. ἰξύος· ὀσφύος.

<!-- 5.635 -->Ἀείρει· κρατεῖ, βαστάζει.

<!-- 5.636 -->Τῇ ἤως τῇ ἀριστερᾷ· ἐριβριθῆ· λίαν βαρεῖαν. ἐριβριθῆ μολύβδου χύσιν· βαρὺν μόλυβδον. ἀμφιμεμαρπώς· κρατῶν, περιλαβών.

<!-- 5.637 -->Ἅρπην· δρεπάνην. εὐηκέα· ἠκονημένην. τιταίνει· κινεί.

<!-- 5.638 -->Φρουρεῖ· φυλάσσει. ἄλειφαρ· ἔλαιον.

<!-- 5.639 -->Ὕπερ πρώρης ἄνω τῆς.

<!-- 5.640 -->Ὁρμαίνων· διανοούμενος, διαλογιζόμενος.

<!-- 5.641 -->Οἱ δέ· ἄλλοι. ὀτρύνουσι· διεγείρουσιν. ἐπισπέρχουσιν· θαῤῥύνουσιν. μύθοις· λόγοις.

<!-- 5.642 -->Θαρσαλέως· μετὰ θάῤῥους. μεμαῶτα· προθυμούμενον.

<!-- 5.643 -->Ποδωκείης· τινός. δεδαημένον· ἔμπειρον.

<!-- 5.644 -->Ἐνήλατο· ἐπήδησεν. καθέλκει· καταβιβάζει.

<!-- 5.645 -->Ἱέμενον· θέλοντα.

<!-- 5.646 -->Ἀλοιφήν· ἔλαιον.

<!-- 5.647 -->Στίλβεται· λάμπει. μίσγεται· ἑνοῦται.

<!-- 5.648 -->Ὄρφνης· νυκτός. πυρσός· λαμπηδών. κνέφας· τὸ σκότος.

<!-- 5.650 -->Νεάτοις· ἐσχάτοις. πλαταμῶσιν· αἰγιαλοῖς, κοιλώμασιν. σπιλάδεσσι· πέτραις.

<!-- 5.651 -->Πνοιήν· ζωήν.

<!-- 5.652 -->Πολυῤῥαθάγοισιν· πολυσχίστοις.

<!-- 5.653 -->Ἐπαΐξας· ὁρμήσας.

<!-- 5.654 -->Ἀμητήρ· θεριστής. σπόγγων δέμας· ἢ σπόγγους. μέλλει· καρτερεῖ.

<!-- 5.655 -->Δηθύνων· βραδύνων. κίνησεν· ἔσεισεν.

<!-- 5.656 -->Σημαίνων· νεύων.

<!-- 5.657 -->Ῥαθαμίζεται· ἐκτρέχει, ῥέει,

<!-- 5.658 -->Εἰλεῖται· χεῖται. δυσαεῖ· δυσόσμῳ.

<!-- 5.659 -->Ἔσβεσε· ἔφθειρε τὸ αἷμα, ἐθανάτωσεν, εἰς ὀλιγοψυχίαν ἤγαγεν. ἐνισχόμενος· κρατούμενος.

<!-- 5.660 -->Ἀναδύεται· ἀνέρχεται.

<!-- 5.661 -->Προφυγόντα· ἔξω ἐλθόντα.

<!-- 5.662 -->Ἀκάχοιτο· θλιβήσεται.

<!-- 5.663 -->Ἠπεδανοῖσι· ἐν. παριεμένου· ἐκλελυμένου.

<!-- 5.664 -->Θυμαλγέϊ· λυπηρῷ. λέλυνται· οἱ θεωροῦντες.

<!-- 5.665 -->Ἐχθίστης· μισητῆς. ἀπηνέος· κακῆς.

<!-- 5.666 -->Ἅλμενος· πηδήσας. ἀνέσχε· ἀνῆλθεν.

<!-- 5.667 -->Ἀντιάσας· συναντήσας.

<!-- 5.669 -->Κέκλεται· σημαίνει. αὖ· ὀπίσω. ἡμιδάϊκτον· ἡμίκοπον.

<!-- 5.670 -->Κητείη τε βίη· ἢ τὸ κῆτος. ὁμόστολοι· καὶ οἱ ὁμοπόρευτοι. ἔσπασαν· ἔλαβον.

<!-- 5.671 -->Ἔτι· ἀκμήν. ἐφιέμενον· πόθον ἔχοντα.

<!-- 5.672 -->Λυγρόν· κακὸν, οἰκτρόν.

<!-- 5.673 -->Χέρσον· γῆν. κατάγονται· κατέρχονται.

<!-- 5.674 -->Δυστήνοιο· ἀθλίου.

<!-- 5.675 -->Ἐδάην· ἔμαθον· ἐπίλογος. σκηπτοῦχε· ὦ βασιλεῦ.

<!-- 5.676 -->Σοί· σοῦ. ἀπήμονες· ἀβλαβεῖς. ἰθύνοιντο· πορεύοιντο.

<!-- 5.677 -->Πεμπόμεναι· στελλόμεναι. λιαροῖσιν ἡσύχοις. ἰθυπόροισιν· καὶ ἰθυτάτοις.

<!-- 5.678 -->Περιπλήθοιτο· πλήρης ὑπάρχειε.

<!-- 5.679 -->Ἀστυφέλικτα· πῶς, ἀταράκτως. ἐρύοιτο· προσφέροιτο.

<!-- 5.680 -->Ἀσφάλιος· στερεός. ῥιζοῦχα· συνεκτικὰ τῆς γῆς, ῥιζοῦχα δὲ τὰ συνέχοντα τὰς ῥίζας τῶν οἴκων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xse-aa`.
