---
title: "Scholia and Glosses on Oppian's Halieutica: Book II"
author: Scholia on Oppian
eul_wid: xse-aab
eul_aid: xse
canonical: "https://eulogikon.org/works/scholia-oppian-halieutica-book-2-xse-aab"
lang: grc
content_hash: "sha256:97ae9e9c967e1f4e13a6f692bcb34dbd4d3131fa01b2cb5b287e02215941e902"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia and Glosses on Oppian's Halieutica: Book II

**Author:** Scholia on Oppian

**eul_wid:** `xse-aab` · [HTML page](https://eulogikon.org/works/scholia-oppian-halieutica-book-2-xse-aab)

## Text

ΕΙΣ ΤΟ Β.

Εἰς τὸ περὶ βουλῆς κερδαλέης ἰχθύων, εἰσὶ δὲ τὰ κεφαλαῖα ταῦτα. Ὀππιανοῦ περὶ τῆς τῶν ἰχθύων φυσικῆς κινήσεως ἁλιευτικὸν βιβλίον δεύτερον, καὶ τίνες ἐχθροὶ ἀλλήλοις, καὶ τίνες φίλοι. Κεφάλαια τοῦ δευτέρου βιβλίου τῶν ἁλιευτικῶν. Περὶ νάρκης. Περὶ λάβρακος. Περὶ καρίδων. Περὶ πίννης. Περὶ καρκίνου. Περὶ πολυπόδων. Περὶ ἐχίνων. Περὶ σκολοπένδρης. Περὶ μυραίνης. Περὶ θύννου. Περὶ κωβιοῦ. Περὶ κεστρέως. Περὶ ἀμιῶν. Περὶ σηπίης. Περὶ βατράχων. Περὶ βοός. Περὶ ἡμεροκοίτου, ὃς καὶ νυκτερὶς καλεῖται. Περὶ καράβων. Περὶ ἰουλίδων. Περὶ δελφίνων. Περὶ σκάρων.

<!-- 2.1 -->Ὧδε μέν· ἀπόθεσις, ἀνακεφαλαίωσις τὸ σχῆμα, καὶ ἀνάμνησις, ὥσπερ τῶν τοῦ πρώτου βιβλίου· ἢ ἀπόθεσις τῶν λεχθέντων, καὶ ἔναρξις τῶν λεχθησομένων, εἰσὶ δὲ ταῦτα τὰ τμήματα συνηρμοσμένα ἓν πρὸς ἄλλο, ἦσαν ὡς ἓν σῶμα, διὰ δὲ τὸ μὴ ἰλιγγιᾷν τοὺς ἀκροατὰς ἔτεμον ταῦτα κατὰ μέρος εἰς μικρά. ὧδε· ἀντὶ τοῦ ἐνταῦθα, ἀντὶ τοῦ ὡς προείρηται ἐν τῷ προλαμβάνοντι βιβλίῳ, οὕτως ὡς προείρηται ἐν τῷ πρώτῳ βιβλίῳ, αἱ τῶν ἰχθύων νομαὶ, περὶ τῆς τῶν ἰχθύων κινήσεως καὶ τίνες φιλότητες τῶν ἰχθύων· οὕτως εἴπομεν ἐν αἷς βόσκονται αἱ ἰχθύες, ἀλλὰ καὶ ἕτερα παντοῖα θαλασσόβια γένη· τὸ σχῆμα ἀπόθεσις τῶν λεχθέντων καὶ ἔναρξις τῶν λεχθησομένων. ἰχθύβοτοι· αἱ τοὺς ἰχθύας τρέφουσαι, αἱ τῶν ἰχθύων.

<!-- 2.2 -->Πλάζονται· πλανῶνται. τοιῷδε· ἐν. γενέθλῃ· γέννᾳ, γεννήσει.

<!-- 2.3 -->Που· ἀντὶ τοῦ ἴσως. ἐπιχθονίοισιν· ἀνθρώποις.

<!-- 2.4 -->Ἀθανάτων· ἀπὸ τῶν θεῶν. σήμηνε· ἐδίδαξεν, ἐδήλωσεν. ἀνυστόν· τελεστὸν, πεπραγμένον, τετελειωμένον, δυνατὸν ἀνῦσαι καὶ πληρῶσαι.

<!-- 2.5 -->Νόσφι· χωρὶς, ἄνευ· οὐδὲν δυνατόν ἐστι τοῖς ἀνθρώποις χωρὶς θεῶν. οὐδʼ ὅσσον· ἔστιν ἀνυστὸν τοῖς ἀνθρώποις πλὴν τῶν θεῶν, τοσοῦτον δύνανται οἱ βροτοί. ὑπὲκ ποδός· τὸν πόδα ἐκ τοῦ ἴχνους. ἴχνος· παρὰ τὸ ἴσχειν, ὅ ἐστι συνέχειν ὅλον τὸν πόδα, ἢ ἀπὸ τοῦ ἀνέχεσθαι τῆς γῆς, ἢ παρὰ τὸ ἐν τῇ γῇ ἵεσθαι καὶ πορεύεσθαι. ἀεῖραι· ἐπαρεῖν, κινῆσαι, ἀναστῆσαι, ἐπᾶραι.

<!-- 2.6 -->Ἀμπετάσαι· ἀνοῖξαι, ἀναπετάσαι, συγκοπή. βλεφάρων· ἀπὸ τῶν· βλέφαρον παρὰ τὸ φάρος εἶναι τοῦ βλέπους, ἤτοι τοῦ ὀφθαλμοῦ· βλὲψ γὰρ ὁ ὀφθαλμός. περιφαέα· λαμπρὸν, λαμπρὰ, πεφωτισμένα, πεπληρωμένα φωτός. βλεφαρῶν περικαλλέα κύκλα· περιφραστικῶς τὰ ὄμματα, ὀφθαλμοί· γράφεται περιφαέα.

<!-- 2.7 -->Αὐτοί· οἱ θεοί. κρατέουσι· ἐξουσιάζουσι, βασιλεύουσιν, οἰκονομοῦσιν. ἰθύνουσιν· διεξάγουσιν, ὁδηγοῦσιν. ἕκαστα· τὰ πάντα.

<!-- 2.8 -->Τηλόθεν· πρὸ πολλοῦ. τηλόθεν ἐγγύς· παραδοξολογία, ὅτι καὶ μακρὰν οἱ θεοί εἰσι πλησίον, παραδοξόλογον τὸ σχῆμα. ἀτίνακτος· ἀμετάθετος, ἣν οὐδεὶς δύναται ῥίψαι, ἀπαραίτητος, ἀμετακίνητος, στερεὰ, ἀβίαστος, ἣν οὐδεὶς δύναται βιάσασθαι, ἣν οὐδεὶς ἀποτρίψαι δύναται, φυσικός· γράφεται ἀδίδακτος. αὐτοδίδακτος ἀνάγκη· ...... ἀνάγκαις οὐ διδασκομένη ὑπό τινος, ἀλλʼ αὐτοδίδακτοί ἐσμεν τοῦ πείθεσθαι.

<!-- 2.9 -->Πείθεσθαι· εἰς τὸ πείθεσθαι ἡμᾶς αὐτοῖς, ὥστε τοῖς θεοῖς, εἰς τὸ τοῖς θεοῖς. τήν· τὴν βίαν τὴν τῶν θεῶν γινομένων, τὴν ἀνάγκην, ὑποταγὴν τῶν θεῶν ἐν ἡμῖν τοῖς ἀνθρώποις. σθένος οὐδέ τις ἀλκή· ταυτολογία κατὰ ῥήτορας.

<!-- 2.10 -->Τρηχείαις γενύεσσιν· στόματι τραχεῖ. τρηχείαις· σκληραῖς, ἀλαζονικαῖς. γενύεσσι· στόμασιν. γένειον ἡ τρίχωσις γενύων, τὸ στόμα καὶ ὁ περὶ αὐτὸ τόπος. ὑπερφιάλως· ὑπερηφάνως, ἀναιδῶς, αὐθαδῶς, ἀλαζονικῶς· ὑπερφίαλος ἐκ μεταφορᾶς τῆς φιάλης, ἣ ὅταν ὑπὲρ μέτρον γεμισθῇ, ὑπερφίαλος λέγεται· ἐκ τούτου οὖν καὶ ὑπερφίαλον τὸ πολὺ καὶ ἄμετρον. ὑπερφίαλος παρὰ τὸ φῶ τὸ φαίνω, ὁ ὑπερφαίνων ὄντα τῶν ἄλλων ἑαυτὸν ἐπιχειρῶν δεῖξαι· ἢ ἀπὸ τῆς ὑπὲρ προθέσεως καὶ τοῦ φῶ τὸ λέγω ὁ ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν λέγων καὶ ἐπαγγελλόμενος, ὁποῖον λέγει Ὅμηρος ὑψαγόρην· οἶμαι δὲ καὶ παρὰ τὸ πίνω πίαλος, καὶ ὑπερφίαλος ὁ ὑπέρσπονδος, λαμβάνεται δὲ καὶ ἐπʼ ἐγκωμίου· ἢ ὁ ὑπερήφανος καὶ ἄθεος καὶ παραβαίνων τοὺς διὰ φιαλῶν γινομένους ὅρκους, ἢ ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ, τῆς φιάλης ἀμέτρου οὔσης. καὶ ὑπερφίαλον τὸ πολὺ καὶ ἄμετρον. ἐρύσαντα· τὸν λαβόντα, τινὰ, ἑλκύσαντα, τινὰ ἄνθρωπον ἑλκύσαντα.

<!-- 2.11 -->Ἐκφυγέειν ἅτε πῶλον· οὐκ ἔστι τινὰ ταῖς τραχυτάταις αὐτοῦ γένυσιν ἑλκύσαντα ἐκφυγεῖν αὐτὴν, ὁποῖα ποιεῖ καὶ πῶλος ἀποπτύων τοὺς χαλινούς· κἀκεῖνος γὰρ ταῖς γένυσιν αὐτοῦ βιάζεται τὸν ἄγοντα καὶ τινάξας ἐκφεύγει αὐτόν. ἀποπτυστῆρα· καταφρονητὴν, ἀποδιώκοντα, ἀποστρεφόμενον.

<!-- 2.12 -->Μάκαρες· οἱ θεοί. πανυπέρτατοι· ὑπεράνω πάντων, οἱ ὑψηλότατοι. ἡνία· χαλινὰ, χαλινοὺς, τὴν αὐτῶν πανταχῆ ἐξουσίαν.

<!-- 2.13 -->Κλίνουσʼ· φέρουσιν, ἄγουσιν. ᾗ κʼ· ὅπου ἂν, ὅπου. σαόφρων· φρόνιμος.

<!-- 2.14 -->Πρίν· πρὸ τοῦ, ἕως. μάστιγι· παιδεύσει. ἐλάηται· ἕλκηται, ἐλαύνηται, διώκηται.

<!-- 2.15 -->Πολυκερδέας· τὰς πολλὰ κέρδη ἐχούσας.

<!-- 2.16 -->Ἔχειν· πράττειν. ἐπιφροσύνην· βουλὴν, ἐπιστήμην, φρόνησιν, σύνεσιν, φρόνησιν, ἐπιτηδειότητα καὶ πᾶσαν ἐδίδαξαν γνῶσιν. ἀνέηκαν· γράφεται καὶ ἐδίδαξαν. ἐδίδαξαν· ἐνουθέτησαν.

<!-- 2.17 -->Ἀλλοίοισιν ἐπώνυμος ἔργων· ἀλλοίων ἐπιστήμων ἔργων. ἀλλοίοισι· διαφόροις. ἐπώνυμος· αἴτιος, ἐπιστάτης· γράφεται ἐπίσκοπος ἤως ἐπιτηρητικός. ἔπλετο· ὑπάρχει, ἐγένετο, ἐγίνετο. δαίμων· θεός.

<!-- 2.18 -->Ἐπίσκοπον· ἐπιτηρητικὴν, ἐπιτηρητὴν, ἀξίαν· γράφεται ἐπήρητον ἤως ἐπιθυμητήν. ἤρατο· ἔλαχεν, ἀπηνέγκατο, ἔλαβεν.

<!-- 2.19 -->Δηώ· γῆ· σωματοποιεῖ τὴν γῆν ὡς θεάν. Δηὼ ὁ θεὸς παρὰ τὸ δαίω τὸ καίω, δηὼ δʼ ἡ γῆ παρὰ τὸ δαίω τὸ μερίζω· μερίζεται γὰρ καὶ εἰς μικρὰ κόπτεται γεωργουμένη. ζεύγλης· ἕνεκα. ἀρότοιο· ἀροτριασμοῦ, ἀρότρου. ἀρότοιο· ἄροσις τῶν βοῶν καὶ σῖτος ἔργα Δηοῦς, μέλαθρα καὶ φάρεα Ἀθηνᾶς, φάσγανα καὶ θώρακες Ἄρηος, Μουσῶν καὶ Ἀπόλλωνος ἀοιδὴ, ἆθλοι Ἑρμοῦ, καὶ Ἡφαίστου σφῦρα καὶ ἄκμων.

<!-- 2.20 -->Πυρῶν· σίτων. γέρας· τιμήν. ἀμητοῖο· καρποῦ, ἤως τοῦ θέρους. ἀμητοῖο· ἕνεκα τοῦ θερισμοῦ· ἀμητὸς ὁ θερισμὸς, ἄμητος δʼ ὁ καιρὸς τοῦ θερισμοῦ. Ἄμητος καὶ ἀμητὸς διαφέρουσιν· ἄμητος γάρ ἐστιν ὁ καρπὸς ὁ τρυγώμενος, ἀμητὸς δʼ ὁ καιρὸς τοῦ θέρους· ὡσαύτως καὶ τρύγητος καὶ τρυγητός· τρύγητος γὰρ ὁ καρπὸς, τρυγητὸς δʼ ὁ καιρὸς τοῦ τρύγους.

<!-- 2.21 -->Δοῦρα· ξύλα εἰς ἐπισκευὴν νηῶν, ξύλα ἤως πλοῖα. τεκτήνασθαι· κατασκευᾶσαι. μέλαθρα· οἰκήματα· μέλαθρον ἀπὸ τοῦ μάλα ἀθρεῖν, ἢ ἀπὸ τοῦ μελαίνειν τὸν αἰθέρα, κυρίως δὲ τὸ μαγειρεῖον.

<!-- 2.22 -->Φάρεα· ἱμάτια. Φάρος, εἰ μέν ἐστι ἀρσενικὸν, σημαίνει τὸν τόπον· εἰ δὲ θηλυκὸν, σημαίνει τὴν πόλιν· εἰ δʼ οὐδέτερον, σημαίνει τὸ ἱμάτιον, ἐστὶ δὲ τὸ ὁμώνυμον· ἄλλο φάρος τὸ ἱμάτιον ἀπὸ τοῦ φέρεσθαι, οἱονεὶ φέρος τι ὂν, ἢ παρὰ τοῦ ὑφῇ ἀρηρέναι, λέγεται δʼ ἐπὶ γυναικός· ἔστι δὲ Φάρης καὶ ὁ πρὸ τῆς Αἰγύπτου νῆσος παρὰ τὸ φῶ τὸ φαίνω, ἢ ἀπὸ τοῦ προφαινομένου τοῖς πλέουσι πύργου, ἐν ᾧ φῶς ἀνάπτεται. ἀσκῆσαι· ποιῆσαι, ἐπιμελῶς κατεργάσαι, μετʼ ἐπιτηδειότητος κατασκευᾶσαι. μήλων· προβάτων, ἐρίων. εὐανθέϊ καρπῷ· ἤως τῷ ἐρίῳ τῷ τῶν προβάτων. εὐανθέϊ· γράφεται εὐθαλπέϊ τῷ θερμαντικῷ. εὐθαλπέϊ· εὐθάλπῳ. καρπῷ· ἐρίῳ.

<!-- 2.23 -->Παλλάς· ἡ φρόνησις, ἤως ἡ Ἀθηνᾶ· Παλλάν φησι τὴν Ἀθηνᾶν, ἢ ὅτι ἐξῆλθε τῆς τοῦ Διὸς κεφαλῆς, πάλλουσα τὰ ὅπλα, ἢ ὅτι Πάλλαντά τινα ἕνα τῶν Γιγάντων ἐφόνευσεν, ἢ ὅτι παλλομένην ἀνήγαγε τῷ Διῒ τὴν τοῦ Διονύσου καρδίαν, τῆς Σεμέλης κεραυνωθείσης. ἐπιχθονίους· τοὺς ἀνθρώπους, πολύππωται. ἐδιδάξατο· ἐδίδαξεν. δῶρα· χαρίσματα. Ἄρηος· τοῦ πολέμου.

<!-- 2.24 -->Φάσγανα· σπάθαι. περί· ἐν. χάλκειοι χιτῶνες· θώρακες, ὅτι οἱ παλαιοὶ τὰ πάντα τοῦ πολέμου χάλκεα ἐποίουν, ἐνδύματα.

<!-- 2.25 -->Κόρυθες· περικεφαλαῖαι· ἀπὸ Κόρυθός τινος Ἰβηρίου ἐκλήθη, ταύτην ἐφεύραντος πρῶτον. δοῦρα· κοντάρια· δοῦρα ὧδε τὰ κοντάρια ἀπὸ τοῦ δέρω τὸ ἐκδέρω· καὶ γὰρ ἐκδέρονται ταῦτα. οἷς· ἑτέροις τισίν. Ἐνυώ· πολεμικὴ θεὰ, τοῦ Ἄρεος ἀδελφὴ, ἡ μάχη, ὁ πόλεμος, ἤως ἡ θεά. Ἐνυὼ ἡ μάχη ἐκ τοῦ εἰς ἑνὸς, ἢ ἐκ τῆς ἐν προθέσεως καὶ τὸ αὔω τὸ φωνῶ. Ἐνυὼ πολεμικὴ θεὰ παρὰ τὸ ἐναύειν, ὅ ἐστιν ἐμφωνεῖν, ἢ παρὰ τὸ ἴω ἀπὸ τοῦ ἐνίειν τοῖς πολεμουμένοις τὴν μάχην, ὅθεν καὶ ὑσμίνη· Ὅμηρος

  
οὔτε πτολίπορθος Ἐνυώ.  

<!-- 2.26 -->Μουσάων· τῶν λογικῶν τεχνῶν. ἀοιδαί· τὰ ποιήματα τῶν ποιητῶν ἀοιδὰ, ποιήσεις, αἱ φωναὶ, κυρίως τὰ ποιήματα τῶν ποιητῶν, ἤτοι τῆς παιδεύσεως αἱ φωναί.

<!-- 2.27 -->Ἑρμείης· ὁ λόγος· ἔστιν Ἑρμῆς λόγος, καί ἐστιν Ἑρμῆς κερδῷος· τοῦ Ἑρμείου οἱ ἆθλοί εἰσι καὶ ἀγορὰ, διʼ ὅ τι ἐν ταῖς ἀγοραῖς ἱδρύουσιν αὐτόν. ἀγορήν· δημηγορίαν, ἀτραπελίας λόγος· ἀγορὰ τὸ πλῆθος, ὁ τόπος, εἰς ὃν καθέζονται, ἡ δημηγορία, ὁ φόρος, τὸ ἀγοραζόμενον πρᾶγμα, καὶ τὸ ὑπὲρ αὐτοῦ διδόμενον. Ἀγορὰ σημαίνει δʼ ὁ τόπος, εἰς ὃν ἄγουσιν οἱ ἄνθρωποι, ἀγορὰ τὸ ἀγοραζόμενον, ἀγορὰ τὸ διδόμενον, καὶ ἀγορὰ ἡ δημηγορία. ἀλκήεντας· ἰσχυροὺς, δυνατούς. ἀέθλους· λογικοὺς, ἀγῶνας.

<!-- 2.28 -->Ὤπασεν· παρέσχεν. ῥαιστήριος· χαλκευτικὸς, ἀπὸ τοῦ ῥαιστῆρος καὶ τῆς σφύρας, ὁ ἀπὸ τῶν σφυρῶν τοῖς χαλκεῦσι γινόμενος· ῥαιστὴρ ἡ σφῦρα, ὅθεν καὶ ἱδρὼς ῥαιστήριος ἀπὸ τῶν σφυρῶν γινόμενος. ῥαιστήριος· ὁ ἐπὶ τῆς σφύρας, φθαρτικός. ἱδρώς· τουτέστιν ὁ χαλκευτικὸς κόπος· λέγουσι γὰρ τὸν Ἥφαιστον ἐφευρεῖν τὸ πῦρ καὶ τὰ τῆς τέχνης τῆς χαλκευτικῆς, ἀλλʼ οὐχὶ, ἀλλʼ ἀληθῶς χαλκεὺς ἦν Ἥφαιστος, ὡς καὶ ἡ ἐτυμολογία ἀπὸ τοῦ ἅπτω τὸ καίω — διὸ καὶ δασύνεται — καὶ τοῦ αἴθω τὸ αὐτὸ, μετέπλασαν δὲ τοῦτον οἱ Ἕλληνες, καὶ λέγουσι τὸν Ἥφαιστον θεόν.

<!-- 2.29 -->Νοήματα· ἐφεύρεμα, ἢ τὴν ἁλιευτικὴν ἐπίνοιαν. τέλος ἄγρης· ἢ τὴν ἁλιευτικήν.

<!-- 2.30 -->Ὑγροπόρων· ἰχθύων. ὤπασε· ἀνθρώποις. τεκμήρασθαι· νοῆσαι, μαθεῖν, καταμαθεῖν.

<!-- 2.31 -->Πρῶτα· κατὰ τὴν ἀρχὴν, ἐξ ἀρχῆς. μεσοῤῥαγέας· τὰς μέσον ἐῤῥηγμένας, διεῤῥηγμένους μέσον, μέσον ῥαγέντας, τοὺς διεσχισμένους εἰς τὸ μέσον, τοὺς διασχιζομένους. κενεῶνας· κοιλώματα, λαγόνας, κοιλότητας, τὰ βάθη καὶ τὰς καταδύσεις τῆς γῆς ἀνεπλήρωσαν, τὸ κῦτος τῆς θαλάσσης.

<!-- 2.32 -->Γαῖα· εἰ μὲν ἀττικῶς, διὰ διφθόγγου· αἶα γὰρ ἦν, καὶ προσθήκῃ τοῦ γ γαῖα· εἰ δʼ ἰωνικῶς, ψιλόν· γέα γὰρ, καὶ ἐν συναιρέσει γῆ, τοῦτο δὲ λέγει οἱ συῤῥεύσαντες ποταμοί. ἀγρομένοισιν· συναθροιζομένοις. ἐνιπλήσας· πληρώσας, γεμίσας.

<!-- 2.33 -->Πευκεδανήν· πικρὰν, ἁλμυρὰν, διὰ τὸν φόνον, ἢ διὰ τὸν κάματον ἐκάλεσε ταύτην· κρεῖσσον γὰρ εἰπεῖν μεγάλην· πευκεδανὸν τὸ πικρὸν ἀπὸ μεταφοφᾶς τῆς πεύκης· πικρὰ γὰρ αὕτη. ἀνέηκε· ἀναβλῦσαι ἐποίησεν, ἀνέδωκεν, ἀνέπεμψεν. ἐξέστεψε· ὑπερχειλῆ ἐποίησεν, ἐστεφάνωσεν, ἐπλήρωσεν, ἐξεπλήρωσεν, ἐκύκλωσεν, ἡ θάλασσα ὑψηλοτέρα ἐστὶ τῆς γῆς, δυνάμει δὲ θείᾳ οὐκ ἐπηρεάζει αὐτήν.

<!-- 2.34 -->Ὀφρύσι· ταῖς ἐξοχαῖς τῶν πετρῶν καὶ τοῖς αἰγιαλοῖς, ἐξοχαῖς ὀρῶν, ἀκρωτηρίοις. ῥηγμῖσιν· αἰγιαλοῖς. περίδρομον· πως, κυκλοτερῆ, κυκλοτέροις, κυκλοτερῶς βρωθὲν, διόλου περίκυκλον. ἀμφιπεδήσας· περιγράψας, δεσμεύσας, περιδεσμήσας, δεσμήσας καὶ στήσας αὐτήν φησι διὰ τὸ μὴ ἐπηρεάζειν τῇ γῇ· διὰ τῶν ἀγειρομένων καὶ ἀγρομένων ποταμῶν, ἤτοι συναθροιζομένων ποταμῶν πέτραις καὶ αἰγιαλοῖς δήσας αὐτὴν πανταχόθεν, ἢ ταῖς ἐξοχαῖς τῶν πετρῶν στήσας ταύτην διὰ τὸ μὴ ἐπηρεάζειν τὴν γῆν, ἀγνοεῖ δʼ οὗτος, ὅτι ἔν τισιν ἡ θάλασσα ὑψηλοτέρα ἐστὶ τῆς γῆς, θείᾳ δὲ δυνάμει οὐ κατεπεμβαίνει τῆς γῆς.

<!-- 2.35 -->Εἴτε μιν· εἰ τέως δυνατὸν ἔνι· εἴωθεν ὁ ἀπορῶν ἐμβάλλειν ἑαυτὸν εἰς πολλὰς ἐννοίας. ἐυρυμέδοντα· τὸν μεγάλως βασιλεύοντα, μέγα βασιλέα. καλέσσαι· ὀνομάσαι, πρέπει.

<!-- 2.36 -->Παλαίφατον· παλαιότατον, ἀρχαιότατον, τὸν ἀρχαῖον, ἢ τὸν ἔκπαλαι φημιζόμενον.

<!-- 2.37 -->Βέλτερον· κρεῖττον, στοχαστικώτερον, τὸν κρείττονα, ὃν νομίζει βέλτερον· καλοί φησι τῶν ἐφόρων· βέλτερον τὸ καλὸν, ἀβέλτερον δὲ τὸ μωρὸν καὶ τὸ ἄχρηστον. ἰθυντῆρα· ἐπιστάτην, κυβερνήτην, ποιητὴν, ὁδηγὸν, καὶ ἡγεμόνα.

<!-- 2.38 -->Ἀλλʼ οἱ μέν· τὸ σχῆμα τοῦτο λέγεται ἐπέμβολον. οὔλυμπον· οὐρανόν· ὄλυμπος ἐτυμολογεῖται παρὰ τὸ ὁλολαμπὴς εἶναι. ἔχουσι· οἰκοῦσι, κατοικοῦσιν.

<!-- 2.39 -->Δαίμονες· θεοί. εὔδωρον· πολύδωρον. ἄρουραν· ἠροτριασμένην.

<!-- 2.40 -->Πανίλαον· εὐμενὲς, πᾶσιν ἵλεων, πᾶσι τούτοις εὐμενῆ. ἦτορ· ψυχήν· ἀπὸ τοῦ ἄω τὸ πνέω· πνεῦμα γὰρ ἡ ψυχὴ, ὡς ἐν τοῖς θείοις εὐαγγελίοις πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, τουτέστιν ἀσώματόν ἐστι τὸ θεῖον, καὶ τοιαύτην θέλει καὶ τὴν θυσίαν αὐτοῦ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ νοῦ καθαρότητος. ἔχοιεν· ἄν ποτε.

<!-- 2.41 -->Μάκαρ· Σεβῆρε, Ἀντωνῖνε. σκηπτοῦχε· βασιλεῦ, ὁ τὰ σκῆπτρα κρατῶν, ὁ τὰ σκῆπτρα ἀνέχων. ἀγλαόπαιδι γενέθλῃ· περιφραστικῶς, τῷ λαμπρῷ, τῷ καλῷ γεννήματι, τῷ Γορδιανῷ.

<!-- 2.42 -->Καὶ λαοῖς σύμπασιν· ὧδε ὁ ποιητὴς τὸν ἑαυτοῦ αὐτοκράτορα εὔχεται. ἀοιδαῖς· λόγοις, φωναῖς, ποιήσεσιν.

<!-- 2.43 -->Ἰχθύσιν· ἐν τοῖς, οὐ συμπολιτεύεται τὸ δίκαιον αὐτοῖς· ἐπανάληψις τὸ σχῆμα πρὸς τοὺς ἰχθύας. δίκη· δίκαιον. μεταρίθμιος· σύνοικος. αἰδώς· αἰσχύνη, καὶ ἐντροπή.

<!-- 2.44 -->Οὐ· οὔτε. ἀνάρσιοι· πολέμιοι, ὀλέθριοι, ἐχθροὶ, ἄγριοι, φονεῖς, ἀπὸ τοῦ ἀναιρῶ τὸ φονεύω. ἀλλήλοισιν· κατʼ ἀλλήλων.

<!-- 2.45 -->Κρατερώτερος· ἰχυρότερος. καρτερώτατος· ἰσχυρότατος.

<!-- 2.46 -->Δαίνυται· εὐωχεῖται. ἀφαυροτέρους· ἀσθενεστέρους, ἀπὸ τοῦ αὔρα ἡ πνοή. ἄλλῳ ἐπινήχεται· κατʼ ἄλλου νήχεται, ἐπάνω, ἐπιβουλεύεται.

<!-- 2.47 -->Πότμον· μοῖραν. ἕτερος· ἕτερος δʼ ἑτέρῳ πόρσυνε καὶ ηὐτρέπισεν ἑαυτὸν ἐδωδὴν, τουτέστι τρώγεται ὑπʼ ἄλλου καὶ μὴ θέλων. πόρσυνεν· ηὐτρέπισεν ἑαυτὸν, ἔδωκεν, ηὐτρέπισε, παρέσχεν ἑαυτὸν τροφὴν, τουτέστιν ἄλλος ὑπʼ ἄλλου κατεσθίεται· ἀλληλοφάγοι γὰρ καὶ ἄδικοι οἱ ἰχθύες.

<!-- 2.48 -->Γενύεσσι· στόμασιν. ἠνορέῃ· ἀνδρείᾳ, δυνάμει. βιόωνται· δυναστεύουσι, βιάζονται, βιάζουσι, μάχονται, ἤως ῥῶσιν.

<!-- 2.49 -->Χειροτέρους· ἀσθενεστέρους, μικροτέρους. ἰόν· φάρμακον.

<!-- 2.50 -->Τύμμασι· ἐν, τρώσεσι, πληγαῖς, τύψεσιν. λευγαλέοισιν· ὀλεθρίοις, ἰσχυροῖς, φονευτικοῖς. ἀμυνέμεναι· εἰς τὸ βοηθεῖν ἑαυτὸν, τιμωρεῖν, τιμωροῦσαι· ἀμύνω ἐνεργητικῶς τὸ βοηθῶ, καὶ συντάσσεται δοτικῇ, ἀμύνομαι δὲ παθητικῶς τὸ μάχομαι, καὶ συντάσσεται αἰτιατικῇ. Ἀμύνω τὸ βοηθῶ δοτικῇ συντάσσεται, ἀμύνω δὲ τὸ τιμωρῶ αἰτιατικῇ, ἐνταῦθα δʼ εἰς τὸ ἀμυνέμεναι καὶ τιμωρῆσαι δοτικῇ, ὅ τι κατάχρησίς ἐστιν. Ἄλλως· τὸ ἀμύνω ποτὲ μὲν λαμβάνεται ἐπὶ βοηθείας, ποτὲ δʼ ἐπὶ βλάβης. ἀμυνέμεναι· ἡ σύνταξις οὕτως· ὥστε τιμωρήσασθαι. Ἄλλως· ἀμυνέμεναι· ὥστε τιμωρεῖν τοὺς ἄλλους. πεφύασι· βλαστάνουσιν, ἀνέρχονται, ἀναβλαστάνουσιν.

<!-- 2.51 -->Πικραί· γράφεται πυκναί. χόλου· ὀργῆς. πυρόεντος· καυστικοῦ, καυστικωτάτου. χόλου κρυόεντος· πυρώδους, καυστικοῦ, διὰ τὸ πυρωπὸν δὲ πυροειδές· καὶ οἱ ὀφθαλμοὶ γὰρ τοῦ θυμουμένου ὑπέρυθροι, ὅπερ γίνεται διὰ λεπτοῦ αἵματος ἀνάδοσιν· ἐν γὰρ τῇ ζέσει τοῦ θυμοῦ ἀναδίδοται τὸ αἷμα διὰ μικρῶν φλεβίων. Τί ἐστι θυμός; ζέσις τοῦ περὶ καρδίαν αἵματος. ἀκωκαί· ὀξύτητες.

<!-- 2.52 -->Βίην· δύναμιν, ἰσχύν. θεός· ἡ φύσις. ὤπασεν· ἐκείνοις.

<!-- 2.53 -->Θήγεται· ἠκόνηται, φύεται, αὔξεται, αὐξάνεται· γράφεται φύεται. ἔφυσεν· φυῆναι ἐποίησεν ὁ θεὸς, ἐβλάστησεν ἡ φύσις, ἀνέδωκεν, ἐχαρίσατο, καὶ βλαστῆσαι ἐπόθησεν· γράφεται ἔθηκεν.

<!-- 2.54 -->Κερδαλέην· πανοῦργον, συνετὴν, ἐπικερδῆ. πολυμήχανον· πολύτροπον, καὶ τὴν πολύβουλον· γράφεται δολομήχανον. δόλοισιν· ἐν, μηχανήμασιν.

<!-- 2.55 -->Πολλάκι· κατʼ ἀποκοπήν. κρατερόν· ἰσχυρόν. ὑπέρτερον· ἰσχυρότερον, κρείττονα.

<!-- 2.56 -->Τερενόχροϊ ἁπαλόχροϊ, γράφεται τέρενι χροΐ. τέρενι χροΐ· ἁπαλῷ σώματι. φάρμακον· βοήθεια, θεραπεία, κέντρον, βοήθημα. ἀλκῆς· δυνάμεως, εἵνεκα, χάριν.

<!-- 2.57 -->Ἔσσεται· ἔγκειται, ἀκολουθεῖ. αὐτοδίδακτον· φυσικὸν, αὐτοφυές.

<!-- 2.58 -->Μαλακή· μαλακὴ ἀπὸ τοῦ μάλη ἡ χεὶρ καὶ τοῦ ἄκος τὸ θεράπευμα. ἀμενηνή· ἀσθενὴς, ἀνίσχυρος, ἀδύνατος.

<!-- 2.59 -->Νωθής· ὡς, ῥᾴθυμος, ὀκνή. βραδύτητι· ἐν. βαρύνεται· συνέχεται, δεσμεῖται. βραδυτῆτι βαρύνεται· ἤτοι βαρεῖα φαίνεται ὑπὸ τῆς βραδυτῆτος, καὶ βαρύνεται καὶ ἀργὴ μένει τῇ βραδυτῆτι, εἰ δεῖ εἰπεῖν οὕτως ἀλλάξαντα τὴν λέξιν· καὶ πᾶν γὰρ ζῶον πολύσαρκον καὶ βραδυκίνητον ὑπάρχον τὸ σῶμα, ἐκεῖνο καὶ ἀργὸν ἐμφανῶς. φαίης· ὑπολάβῃς, νομίσῃς, εἴπῃς.

<!-- 2.60 -->Νηχομένην· πλέουσαν. δύσφραστα· δυσνόητα. κέλευθα· πορείας.

<!-- 2.61 -->Εἱλεῖται· συστρέφεται. πολιοῖο· λευκοῦ. ἑρπύζουσα· συρομένη.

<!-- 2.62 -->Λαγόνεσσιν· πλευραῖς. ἀναλκίας· ἀδυναμίας, ἀδυνάτου· ἄναλκις ὄνομα σύνθετον· ἀλκὴ καὶ μετὰ τοῦ στερητικοῦ α, τοῦτο ἐκ τοῦ ἀρκῶ τὸ βοηθῶ, καὶ ἄλξω ὁ μέλλων, ὄνομα ῥηματικὸν ἄλξις καὶ ἐπʼ ἐπάλξεων πόλεως· ἐκ τούτου οὖν ἄλκη καὶ ἀλκὴ, καὶ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἄναλκις. ἀλκή· βοήθεια.

<!-- 2.63 -->Κερκίδες· ὀξύτητες κέντρων, ἢ τὰ πτερά. ἐμπεφύασι· ἀνεβλάστησαν. παρὰ πλευρήν· τῶν πλευρῶν. ἑκάτερθεν· ἀμφοτέρωθεν, ἐν ἀμφοτέραις ταῖς πλευραῖς.

<!-- 2.64 -->Ἀμφίδυμοι· διπλαῖ. τις· ἰχθὺς, ἢ ἄνθρωπος.

<!-- 2.65 -->Ἔσβεσεν· ἐσβέσθη, ἡ κερκὶς, ἀπέβαλεν.

<!-- 2.66 -->Πήγνυται· ψυχροῦται, συστέλλεται. οὐδέ τι· οὐδαμῶς. φέρειν· συστρέφειν, κινεῖν. δύναται· ἰσχύει. ἀλκή· ἡ δύναμις.

<!-- 2.67 -->Ἦκα· ἡσύχως, κατὰ μικρὸν ποιούση ἰχθύας νεκρούς· ἔστιν ἐπὶ μεσότητος, γίνεται δὲ παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ἡσυχίαν, οὗ τὴν αἰτιατικὴν ἔχει ἐν ἐπιῤῥήματος συντάξει· «ἀκὴν δʼ ἐγένοντο σιωπῇ·» παρὰ τὸ ἀκὴ οὖν ἦκα κατʼ ἀντιστροφὴν, ὡς σιγὴ σίγα, ὡς σαφὴς σάφα, λιγὺς λίγα, οὕτω ἀκὴ ἄκα, καὶ κατὰ τροπὴν ἦκα, ὡς ἄγυρις πανήγυρις, ἄνεμος εὐήνεμος καὶ ἠνεμόεις· ἢ ὥσπερ παρὰ τὸ πρόσθεν πρόσθα, καὶ ἔνερθεν ἔνερθα, καὶ ἔνθεν ἔνθα, οὕτως ἀπὸ τοῦ ἀκὴν ἄκα ἦκα κατὰ μετάληψιν τοῦ αὐτοῦ φωνήεντος· ἀναγκαίως οὖν ἀπόβλητον ἐγένετο τὸ ν. μαραινομένοιο· φθειρομένου αὐτοῦ· ἀσθενοῦντος· πλαγιασμός ἐστιν. παρείεται· παραλύεται, πάρεσιν μελῶν πάσχει, πάρεσιν πάσχει, παραπέμπεται. Παρείεται· ἀπολιθοῦται, ἀπολύεται, πάσχει πάρεσιν, καὶ οὐδαμῶς ἔκτοτε τούτου μέλη βαστάζειν δύναται, ἀλλʼ ἡ δύναμις αὐτοῦ ἠρέμα μαραινομένη παρείεται, τουτέστιν ἐν παρέσει γίνεται, ἢ τῇ ἄφρονι νάρκῃ, ἤως τῷ πάθει τῆς ναρκώσεως διαλύεται, ἀπολιθοῦται, καὶ οὐκ ἔτι δύναται βαστάζειν τὰ μέλη αὐτοῦ, ἀλλὰ μαραινομένη ἡ δύναμις γίνεται ἐν παρέσει διὰ τὸ πάθος τῆς ναρκώσεως. ἄφρονι· κακόφρονι. νάρκῃ· ἀντίπτωσις ἀπὸ τῆς νάρκης· ἡ νάρκη δύο κέντρα ἔχει ἐν ταῖς λαγόσιν αὐτῆς, καὶ εἴ τις αὐτῇ ἐπιψαύοι, νεκροῦται καὶ οὕτως αὐτὸν ἐσθίει· νάρκῃ δʼ ἀντὶ τοῦ ὑπὸ νάρκης ἀντιπτωτικῶς· ἡ γὰρ νάρκη δύο κέντρα ἔχει, ὑφʼ ὧν ὁ ἐπιψαύσας αὐτῇ νεκροῦται.

<!-- 2.68 -->Θεοῦ· παρὰ, φύσεως. γέρας· δύναμιν, τιμήν. ἔδεκτο· καὶ ἔλαβεν.

<!-- 2.69 -->Ὕπτιον· ἐξηπλωμένον.

<!-- 2.70 -->Ἀστεμφής· ἀκίνητος, ἄσειστος, ἀμετακίνητος. ἰχθύς· γράφεται ἰσχύει.

<!-- 2.71 -->Ἐγχρίψῃ· πλησιάσῃ. λύτο· ἐφθάρη. αὕτως· ἀμηχάνως, ἀπράκτως, μάτην.

<!-- 2.72 -->Ἀδρανίης· ἰστέον ὅτι ἰωνικῶς ἀδρανία καὶ μηθία διὰ τοῦ ι. ἀδρανίης· τῇ ἀδρανείᾳ. βαθύν· εἰς. βαθὺν ὕπνον· γακὸν ὕπνον. ἀμηχανίῃσι· ἀπορίαις.

<!-- 2.73 -->Ἀνόρουσε· ὥρμησε, συστολὴ ἰωνικὴ, καὶ ἀνώρμησεν· ἐκ τοῦ ὀρούω ὀρύω ὡς πλήθω πληθύω, πηδῶ πηδύω, καὶ πλεονασμῷ τοῦ ο βοιωτικῶς γίνεται ὀρούω· οἱ γὰρ Βοιωτοὶ τότε πλεονάζουσι τῷ υ στοιχείῳ τὸ ο, ἡνίκα τὸ υ οὐχ ὑποτάσσηται φωνήεντι, οἷον κύνες κοῦνες, καὶ τὸ κῦμα κοῦμα, οὐχ ὑποτάσσεται δὲ τὸ ο, ἡνίκα ὑποτάσσηται, οἷον εὐνὴ, αὐλή. κραιπνή· ταχεῖα.

<!-- 2.74 -->Γηθοσύνη· χαροπὴ, ἐν χαρᾷ.

<!-- 2.75 -->Λαῖτμα· βαθὺ, κῦμα. κατὰ λαῖτμα· ἤως κατὰ τὴν θάλασσαν. μετʼ· ἀργὸν, σύν. ἰχθύσιν· παρὰ τὸ ἰθύνω τὸ ὁρμῶ ἰθὺς καὶ ἰχθὺς, τουτέστιν οὐκ αἰσθανομένη· τῇ ναρκώσει γὰρ οὐκ αἰσθάνονται. ἀντήσασα· συναντήσασα.

<!-- 2.76 -->Ἔσβεσε· κατεψύχρανεν. ὁρμήν· τὴν φυσικὴν θερμότητα, ἐξ ἧς γίνεται ἡ ὁρμή· ἁρμόδιον οὖν ἐστι τὸ σβέσεν ἐνταῦθα, ἔνθεν παροιμία ἐστὶν ἐπὶ τῶν πασχόντων καὶ μὴ αἰσθανομένων.

<!-- 2.77 -->Ἐπιψαύσασα· πλησιάσασα. ἐσσυμένους· ὡρμημένους.

<!-- 2.78 -->Ἔσταν· ἐστάθησαν, ἔστησαν, ἀλλοπαθὲς τὸ σχῆμα· δυϊκῶς γάρ· τῆς νάρκης δύο ὀστᾶ εἰσιν ἑκατέρωθεν τῶν δύο πλευρῶν αὐτῆς πεπηγμένα, εἰς ἅτινα εἴ τις τῶν ἰχθύων προσπροσπελάσει, ἢ τῶν ἀνθρώπων, εὐθὺς ἀποθνήσκει· κεντᾶται γὰρ ὑπὸ τῆς νάρκης καὶ διὰ τοῦτο ἀλλοπαθὲς, ὅτι οὐχ ἡ δύναμις αὐτῆς ἐστι μηχανὴ ἀδυναμίας εἰς αὐτὴν, ἀλλʼ εἰς ἄλλους. αὐαλέοι· κατάξηροι, ξηροί. ἀμήχανοι· ἄποροι, ἀνεπινόητοι, μὴ δυνάμενοι, ἀνενέργητοι, ἄπρακτοι, ἀκίνητοι. κελεύθων· ὁδῶν.

<!-- 2.79 -->Δύσμοροι· κακοθάνατοι, δυστυχεῖς, οἱ ἄθλιοι. μένουσα· καρτεροῦσα.

<!-- 2.80 -->Ἀμυνομένους· τιμωρουμένους, καὶ μαχομένους, βοηθοῦντας ἑαυτοὺς, οὐ δυναμένους τιμωρῆσαι. καταδαίνυται· ἐσθίει, εὐωχεῖται. ἀΐοντας· αἰσθανομένους, ὁρμῶντας.

<!-- 2.81 -->Οἷον· παραβολή· οἷον συμβάνει καὶ ἐν τοῖς σκοτεινοῖς ἀπεικονίσμασι τῶν ὀνείρων, οἷον δὴ συμβαίνει ἐν ταῖς τῶν ὀνείρων φαντασίαις. ὀρφναίοισιν· νυκτερινοῖς, σκοτεινοῖς, νυξίν· ὄρφνη ἡ νὺξ, ἡ τὸ ὁρᾷν φένουσα, ἢ ἀμαυροῦσα τὴν ὅρασιν. ὄρφνη· ἀπὸ τοῦ φαίνειν τὴν ὅρασιν· ὄροφός ἐστι βοτάνη, ἥτις εἰς σκέπην τῶν δωμάτων συντελεῖ ἀντὶ στέγης ἄλλης, ὀρφνὴ δʼ ἡ νὺξ, ὡς στέγης τινὸς ἐπικειμένης τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς ὄρφνη καὶ ὀρφνὴ ἡ νὺξ ἀπὸ τοῦ τὴν ὅρασιν φονεύειν, ἢ ἀπὸ τοῦ ὀρφανὴ εἶναι φωτός. ὄρφνη ἡ νὺξ ἡ ὀρφανὴ φωτὸς, ἢ καὶ ὀροφή τις οὖσα καὶ ἀποσκίασις. εἰδώλοισιν· ὁμοιώμασι, τυπώμασιν.

<!-- 2.82 -->Ἀτυζομένοιο· ταρασσομένου· ἀτύω τὸ ταράσσω ἀτύσω, καὶ κατὰ παραγωγὴν ἀτύζω αἰολικῶς· ὥσπερ τις ταραχθεὶς ἐξ ὀνείρων νομίζει μὲν φεύγειν, ἕστηκε δʼ ἢ κεῖται ἀμετάβατος, ὥσπερ τῷ δεσμῷ τῷ ὕπνῳ κρατούμενος, βούλεται δὲ φυγεῖν, καὶ ἐκ τοῦ φόβου τοῦ ὀνείρου οὐ δύναται καθεύδων. ἱεμένοιο· προθυμουμένου, ὁρμωμένου. φέβεσθαι· φεύγειν, μετὰ φόβου φεύγειν.

<!-- 2.83 -->Θρώσκει· πηδᾷ, ὁρμᾷ. παλλομένοιο· κινουμένου.

<!-- 2.84 -->Ἀστεμφής· ἀμετακίνητος, στερεὸς, ἰσχυρός· ἀστεμφὴς ὁ ἀμετακίνητος ἀπὸ τοῦ στέμπω τὸ μετακινῶ. ἐπειγομένοιο· σπουδάζοντος, διωκομένου ὑπὸ τοῦ φόβου. βαρύνει· ὁ ὕπνος, κατέχων ὁ ὕπνος, βάρος ποιοῦσιν.

<!-- 2.85 -->Γυιοπέδην· μελῶν δέσμην, δέσμησιν τῶν μελῶν. τεχνάζεται· μηχανᾶται, κατασκευάζει, ἐπιτηδεύεται. ἰχθύσι· κατʼ ἰχθύων.

<!-- 2.86 -->Νωθής· ῥᾴθυμος. ὁμῶς· τῇ νάρκῃ, ὁμοίως τῇ νάρκῃ, οἷς εἴπω μὲν τῇ νάρκῃ.

<!-- 2.87 -->Αἴσχιστος· βδελυκτὸς, ἄσχημος, μισητὸς, κατὰ θεωρίαν, οὐκ εὐειδὴς, ἀειδής. ἰδέειν· θεωρεῖν.

<!-- 2.88 -->Μῆτις· μηχανὴ, βουλή. φορβήν· τροφήν· φορβὴ ἡ τροφὴ ἀπὸ τοῦ φέρειν, ἤως συνιστάνειν τὸν βίον.

<!-- 2.89 -->Εὐρώεντος· πλατέος, σκωληκώδους, σκοτεινοῦ, βορβορώδους, ἢ σκοτεινοῦ παρὰ τὸν ἀέρα, ἢ γεννητικοῦ σκωλήκων παρὰ τὸ εὐρὼς εὐρῶτος ὁ σκώληξ. ἐλυσθείς· πεσὼν, κρυφθεὶς, τανυσθεὶς, κυλισθεὶς, κρυβείς· ἐλύω τὸ κρύπτω, ὅθεν ἀλύτη ἡ νύξ.

<!-- 2.90 -->Κέκλιται· κεῖται. ἀτρεμέων· ἡσυχάζων, ἀκινητίζων. ὀλίγην δʼ ἀνὰ σάρκα· κατὰ διακοπὴν λέξεως, τὴν σάρκα λέγει τὴν ἔσωθεν τοῦ στόματος, ἣν καταλιμπάνει ἔξωθεν ὀλίγην ὁ βάτραχος πρὸς δέλεαρ τῶν ἰχθύων. τιταίνει· ἄνω ἐξαπλοῖ, ἐξαπλοῖ, ἀναπέμπει.

<!-- 2.91 -->Γένυος· στόματος, κατὰ μάγουλον. νεάτης· ἐσχάτης. ὑπένερθεν· ὑποκάτωθεν, ὑπεράνωθεν, ὑποκάτω τῆς γένυος ἐν τῷ ἀνθερεῶνι ἠρέμα περαινομένην· οὐδόλως γὰρ τὸν κρυπτὸν δόλον τοῦτον τῆς σαρκὸς ὑπονοοῦντες οἱ ἰχθύες εἰσέρχονται εἰς τὸ στόμα αὐτοῦ καὶ ἀποκλείονται.

<!-- 2.92 -->Ἀργεννή· λευκή. οἱ· αὐτῆς, αὐτῷ τῇ σαρκώσει, αὐτοῦ. ἀϋτμή· πνοὴ, ὀδμὴ, δυσωδία, ἀναπνοή.

<!-- 2.93 -->Θαμά· συχνὰ, συχνῶς. δινεύει· κινεῖ, συστρέφει, περιστρέφει. δόλον· εἰς πανουργίαν, κατασκευάζων. βαιοτέροισιν· μικροτέροις, μικροῖς.

<!-- 2.94 -->Μιν· αὐτὴν, αὐτὴν τὴν νάρκην. εἰσορόωντες· βλέποντες. ἐφορμόωσι· κινοῦνται, καὶ ὁρμῶσιν. λαβέσθαι· καὶ φαγεῖν.

<!-- 2.95 -->Αὐτάρ· δέ. ἄψ· εἰς τοὐπίσω. αὖτις· ἰωνικόν· ἐκ τοῦ τὶς καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος εἰς τοὐπίσω γίνεται ἄτις, καὶ ὥσπερ παρὰ τὸ ἐρύω ἐρύσω γίνεται ἀέρυσαν καὶ πλεονασμῷ τοῦ υ αὐέρυσαν, οὕτω καὶ ἄτις, ὃ σημαίνει τὸ πάλιν, γίνεται πλεονασμῷ τοῦ υ αὖτις. Τί διαφέρει τὸ αὖτις τοῦ πάλιν; τὸ μὲν πάλιν τὸ εἰς τοὐπίσω δηλοῖ, τὸ δʼ αὖτις εἰς τὸ χρονικόν· τὸ ἐγγύτερον γὰρ δηλοῖ. ἐφέλκεται· σύρει. ἀτρέμας· ἡσύχως.

<!-- 2.96 -->Ἦκα· ἡσύχως. ἀσπαίρουσαν· κινουμένην. ὑπὸ στόμα· ἐπὶ, ἀνά. ἐπί· ἀνά.

<!-- 2.97 -->Οὐδέν· ἀττικῶς, οὐδαμῶς. οἰσάμενοι· ὑπολαβόντες. ὀϊόμενοι· ὑπολαμβάνοντες· γράφεται οἰσάμενοι. δόλον· λόχον. ἄχρι· ἕως οὗ. λάθωσι· ἀπατηθῶσι, σφάλωσιν.

<!-- 2.98 -->Εὐρείῃσιν· πλατείαις, πλατυτάταις. γενύεσσι· στόμασι, κατὰ μαγούλοις. μιγέντες· εἰσελθόντες, ἑνωθέντες, κλεισθέντες, ἐμπεσόντες, προσεγγίσαντες.

<!-- 2.99 -->Ὡς δʼ ὅτε· παραβολή. τις· νέος, ἄνθρωπος. κούφοισι· ἐλαφροῖς, μικροῖς. πάγην· παγίδα, δόλον. τιτύσκων· κατασκευάζων.

<!-- 2.100 -->Πυρούς· σίτους· ἐκ τῶν πυρῶν νοητέον καὶ ἄλλα σπέρματα, ὡς ἀπὸ μέρους τὸ πᾶν. ἔρηνε, ἔρανεν, ἐσκόρπισεν. δόλῳ· γράφεται δόμου. πυλάων· τῆς πάγης.

<!-- 2.101 -->Ἔνδον· ἔσωθεν τῆς πάγης. ἔθηκεν· ἐνέβαλεν, ἐσκόρπισεν. ἐπεστήριξε· ἐπέστησεν, ἀσφαλῶς ἐστερέωσεν, ἡδραίωσεν, ὑπεστήριξε, καὶ στερεὰ καὶ ἀσφαλῆ ἐποίησεν. τέχνην· πανουργίαν, δόλον, τὴν παγίδα.

<!-- 2.102 -->Λιλαιομένους· ἐπιθυμοῦντας. ἕλκει· φέρει. ὀξύς· μέγας.

<!-- 2.103 -->Δή· ... δὴ σύνδεσμοι ἀντʼ ἀλλήλων λαμβάνονται τοῦ μὲν καὶ τοῦ δέ. προγένοντο· ἐγένοντο, εἰσῆλθον. οὐκέτι· εἰς τὸ ἑξῆς. νόστος· ὑποστροφή. ἑτοῖμος· ἕτοιμος, ἀττικόν.

<!-- 2.104 -->Ἐκδῦναι· ὥστε διελθεῖν, ἔξω ἐλθεῖν. δαιτός· εὐωχίας, ἕνεκα εὐωχίας.

<!-- 2.105 -->Ἀμενηνός· ἀσθενής. ἐπέσπασεν· ἀντὶ τοῦ ἐσπάσατο, ἢ εἵλκυσεν, ἢ ἔσυρεν, ἐποίησεν. ἀπέσπασεν· ἐκράτησεν. ἠπεροπεύσας· ἀπατήσας· ἠπεροπεύειν κυρίως ἐπὶ τῶν ἀνθρώπων τῶν ἡμέρῳ ὀπὶ χρωμένων εἰς ἀπάτην τροπῇ τοῦ μ εἰς π καὶ μεταθέσει τοῦ τόνου ἀπὸ τοῦ ἥμερος ὁ πρᾷος καὶ τοῦ ὂψ ἡ φωνὴ, ἡμεροπεύσας, καὶ τροπῇ τοῦ μ εἰς π ἠπεροπεύσας· κυρίως γὰρ ἠπεροπεύειν ἐπʼ ἀνθρώπων διὰ πολυλογίας καὶ λόγων ἡμέρων ἀπατᾷν ἐπιχειρούντων, ὅθεν καὶ ἡμεροπεύειν τὸ ἠπεροπεύειν.

<!-- 2.106 -->Ὄλεθρον· εἰς τόν.

<!-- 2.107 -->Τοῖα· τοιαῦτα. ἀγκυλόμητιν· πανοῦργον· ἀγκυλόμητις καὶ ἀγκυλομήτης παροξύτονόν τε καὶ προπαροξύτονον, καὶ τὸ μὲν προπαροξύτονον διὰ τοῦ ι γράφεται, καὶ γίνεται ἀπὸ τοῦ ἀγκύλον τὸ ἐπικαμπὲς καὶ δόλιον καὶ τοῦ μῆτις ἡ βουλὴ καὶ περιττοσυλλάβως κλίνεται, τὸ δὲ παροξύτονον διὰ τοῦ η, καὶ γίνεται ἀπὸ τοῦ ἀγκύλον καὶ τοῦ μήδω μήσω τὸ βουλεύω, ὁ παρακείμενος μέμηκα, ὁ παθητικὸς μέμημαι μέμησαι μέμηται, καὶ ἐξ αὐτοῦ μήτης καὶ ἀγκυλομήτης, καὶ ἰσοσυλλάβως κλίνεται· ὁμοίως καὶ δολόμητις καὶ πολύμητις Ὀδυσσεὺς καὶ πολυμήτης. ἐπέκλυον· ἤκουον, ἤκουσαν, ἤκουσα ἕως τῶν ὠτίων. ἐντύνασθαι· κατασκευάζειν, πράττειν.

<!-- 2.108 -->Κερδώ· ἀλώπεκα, ἀλώπηξ χερσαῖα. οἰωνῶν· ὀρνέων. πλήθουσαν· γέμουσαν, μεγάλην, βαρυνομένην. ἴδηται· θεάσηται, θεάσῃ.

<!-- 2.109 -->Δοχμή· πλαγία. ἀγκλισθεῖσα· πεσοῦσα. λοχμαῖς ἀγκλινθεῖσα· ἰωνικῶς προσθήκῃ τοῦ ν· γράφεται δοχμίη ἀνακλιθεῖσα. τανυσαμένη· ἐξαπλώσασα. θοά· ταχέα, ταχέως. κῶλα· ὀστᾶ, πόδας.

<!-- 2.110 -->Ἐπημύει· ἐπικαλύπτει, σφαλίως καμμύει, ἀσφαλίζει, καμμύει. σύν· σὺν τούτῳ, σὺν τούτοις τοῖς ὄμμασιν. πάμπαν· ἀσφαλίως. ἐρείδει· συγκλείει, ἀσφαλίζει.

<!-- 2.111 -->Εἰσορόων· βλέπων. ἦ· οὕτως. ἰαύειν· κοιμᾶσθαι, ἀναπαύεσθαι· ἰαύειν παρὰ τὸ αὔω πλεονασμῷ τοῦ ι, ἢ παρὰ τὸ οἶον, ὃ δηλοῖ τὸν μόνον ἐκβολῇ τοῦ ο γίνεται ἰύω τὸ μονάζω, καὶ πλεονασμῷ τοῦ α ἰαύω· καὶ γάρ φησιν· ἡσυχάζει τὸν καθεύδοντα ὁ βίος, ὁ δʼ Ἡρωδιανὸς λέγει παρὰ τὸ αὔω, τούτου ὁ ἀόριστος αὖσα, καὶ διαλύσει καὶ τροπῇ τοῦ υ εἰς ε γίνεται ἄεσα, οἷον

  
πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ  
  
ἄεσα.  
καὶ τὸ πληθυντικὸν ἀέσαμεν, ὥσπερ αὔξεται ἀέξεται· «ἀΰπνους νύκτας ἴαυον» διὰ νυκτὸς ἄγρυπνος διετέλουν.

<!-- 2.112 -->Ἄπνους· νεκρά.

<!-- 2.113 -->Αἰόλα· ποικίλα, πανοῦργα. παραβλήδην· ἐξηπλωμένως, ὁμοιωματικῶς, ἀπὸ τοῦ παραβάλλειν καὶ ὁμοιοῦν, παραβαλλομένη νεκρᾷ, ὁμοιωτικῶς, ἀπατητικῶς· παραβάλλω γὰρ τὸ ἀπατῶ. Παραβλήδην· ὑποβλήδην, βαλών· αἱ εἰς ων λήγουσαι μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνουσι· δραμὼν, ἐλθὼν, πιών· οὕτως οὖν καὶ βαλὼν, ἀντίκειται δὲ τὸ πέφνων· αἱ γὰρ εἰς ων λήγουσαι μετοχαί ποτε ἐν ἐπιπλοκῇ ἔχουσαι σύμφωνον, ἐὰν τὸ δεύτερόν ἐστιν ἀμετάβολον, πάντως βαρύνεται· τέμνων, κάμνων, τοιοῦτον καὶ τὸ πέφνων. τετάνυσται· ἐξήπλωται.

<!-- 2.114 -->Ἵενται· πορεύονται.

<!-- 2.115 -->Λάχνην· τὸ δέρμα, τρίχωσιν, δασεῖαν καὶ λεπτὴν τρίχωσιν. Λάχνη ἡ τρίχωσις· ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ ἔχω τὸ κρατῶ γίνεται λαέχνη, καὶ κατὰ κρᾶσιν λάχνη καὶ πάνυ κεκρατημένον, παράγεται δὲ παρὰ τὸ λάζω τὸ κρατῶ, ὁ μέλλων λάξω, καὶ ἐξ αὐτοῦ λάχνη· οὐδὲν γὰρ εὐληπτότερον τῆς τριχός. διαψαίρουσι· διαξαίνουσι, διακινοῦσι, κινοῦσι, σκαλεύουσιν· τὸ ψαίρω κυρίως ἐπὶ τῶν καταρτίων λέγεται, ὅταν οὐκ εὐπραγῶσι ἀνέμους. διαψαίρουσι· κινοῦσιν· τὸ ψαίρειν κυρίως ἐπὶ τοῦ ἱστίου, ὅτε μὴ εὐπλοεῖ εὐφόρῳ ἀνέμῳ. τὸ ψαίρειν κυρίως ἐπὶ τῶν ἀρμενίων λέγεται, ὅταν μὴ εὐπορῶσιν ἀνέμου, ἐνταῦθα δὲ ψαίρει ἀντὶ τοῦ ξαίνει καὶ διαλύει. πόδεσσιν· ἰωνικῶς.

<!-- 2.116 -->Ἠΰτε· καθά. κερτομέοντες· ὑβρίζοντες, λοιδοροῦντες, ἐγγελῶντες. ἐπήν· ἡνίκα, ὁπηνίκα. ἐπεί· ἀφʼ οὗ.

<!-- 2.117 -->Δόλου· παρὰ τὸ δέω τὸ δεσμῶ τοὺς ἁλισκομένους, ὡς τό

  
ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει·  
Ὅμηρος· ὡς χέω χόλος καὶ θέω θόλος, οὕτως δέω δόλος· ἢ παρὰ τὸ δηλῶ τὸ βλάπτω δῆλος ὁ δηλέμιος καὶ βλάπτων, καὶ τροπῇ τοῦ η εἰς ο, ὁ δὲ δόλιος παρὰ τὸ δέλω τὸ δελεάζω, ἐκ δὲ τοῦ δόλιος γίνεται δολιῶ, ὁ παρατατικὸς ἐδολίεον, ἐδολίουν, τὸ τρίτον τῶν πληθυντικῶν ἐδολιοῦσαν, καὶ ὤφειλεν εἶναι ἐδολίεον ἐδολίουν, ὥσπερ ἐποίεον ἐποίουν, ἀλλʼ οἱ Βοιώται ἐπὶ μὲν τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς σ ὀξύτονον ποιοῦσι τὸ τρίτον τῷ πρώτῳ ἰσοσύλλαβον, οἷον ἐμάθομεν ἐμάθοσαν, εἴδομεν εἴδοσαν, ἐπὶ δὲ τῶν ἐχόντων τὴν μετοχὴν εἰς σ ὀξύτονον ποιοῦσιν ἔνδειαν καὶ κρᾶσιν, οἷον ἐκοσμήθημεν, ἐκοσμήθησαν, ὡς τό

  
αὐτὰρ ἐπεὶ κόσμηθεν  
καὶ φυλάσσει τὴν παραλήγουσαν τῆς γενικῆς τῶν μετοχῶν

  
ὦ δόλια βουλευόμενε.  
πετάσασα· πέμψασα. θύρεθρα· ὀφθαλμοὺς καὶ στόμα.

<!-- 2.118 -->Ἐξαπίνης· ὁμοῦ, ἐξαίφνης. συνέμαρψε· συνέλαβεν, ἐκράτησεν, ἀπὸ τοῦ μᾶρ ἡ χείρ. ἔσπασεν· ἔλαβε, καὶ ἔφαγεν αὐτούς.

<!-- 2.119 -->Κερδαλέην· πανοῦργον. ὅσσην· πολύν. ἕλεν· ἔλαβεν. ὁρμήσασα· κινηθεῖσα.

<!-- 2.120 -->Καὶ μὲν δή· ὄντως δή. δολόμητις· δολία, πανοῦργος. ἐπίκλοπον· κλοπιμαίαν, πανοῦργον, ἀπατητικήν. εὕρατο· ἐνόησε, καὶ εὗρεν. θήρην· γράφεται καὶ τέχνην.

<!-- 2.121 -->Ἀραιοί· λεπτοί.

<!-- 2.122 -->Ἀκρεμόνες· ἄκραι, κλάδοι, καὶ πλόκαμοι. προτενεῖς· μακροὶ, προτεταμέναι, ἀπῃωρημένοι, καὶ ἐξηπλωμένοι. πλόκοι· σχοινία, πλόκαμοι.

<!-- 2.123 -->Ὁρμιῇσιν· ὁρμιδίοις· ὁρμιὴ κυρίως ἡ ἐν τῷ ἀγκίστρῳ θρὶξ, ἐν ᾗ ἔστι τὸ δέλεαρ. ἐφέλκεται· κατέχει, σύρει, κρατεῖ.

<!-- 2.124 -->Πρηνής· ἐπὶ πρόσωπον κειμένη. ὑπό· ἐν. εἰλυθεῖσα· κρυφθεῖσα, κρυβεῖσα· εἰλυὸς γὰρ ὁ φωλεός.

<!-- 2.125 -->Κείναις· ἐν ἐκείναις ταῖς πλοκαμίσι, καὶ ὁπότʼ ἐν τῷ χειμῶνι πορεύεται, ἀντέχεται καὶ λαμβάνεται τῶν πετρῶν, καθάπερ ναῦς τὰ σχοινία ἀναψαμένη ἐν ταῖς πρὸς αἰγιαλοὺς πέτραις. θύει· ὁρμᾷ.

<!-- 2.126 -->Ἀντέχεται· ἀντιλαμβάνεται, περιέχεται.

<!-- 2.127 -->Πείσματʼ· σχοινία. ἐπακταίῃσιν· ταῖς παρʼ αἰγιαλοῖς. ἀναψαμένη· ἀναδήσασα, δήσασα, ἀναπετάσασα, ἀνακρεμάσασα. σπιλάδεσσι· πέτραις τραχείαις, πέτραις.

<!-- 2.128 -->Ὀλίγαι· μικραί.

<!-- 2.129 -->Δόλοισι· ταῖς πανουργίαις. ἄλκιμον· ἰσχυρόν.

<!-- 2.130 -->Λάβρακα· λίαν βορόν· λάβραξ ὁ λίαν βορὸς, ἢ λαίμαργος, λαβροσύνη δὲ παρὰ τὸ λίαν βιβρώσκειν· τὸ γὰρ λα τῶν ἐπιτατικῶν μορίων ἐστίν. ἐπικλέα· ἐπώνυμον, καλούμενον. λαβροσύνῃσιν· λαιμαργίαις, ἀδδηφαγίαις, μαργοσύναις.

<!-- 2.131 -->Ἰθύνουσι· ὁρμῶσιν. λαβέσθαι· ἅψασθαι, λαβεῖν αὐτὰς δηλονότι.

<!-- 2.132 -->Καρίδων· κατά. οὔτι· οὐδαμῶς. φυγεῖν· εἰς τὸ, ὥστε. σθένος· δύναμις.

<!-- 2.133 -->Ὀλέκουσι· φθείρουσιν· παραδοξολογία τὸ σχῆμα· παράδοξον γὰρ, ὅτι φθειρόμεναι φθείρουσι καὶ οὓς πέφνουσι φονέας. οὕς· ἰδίους. πέφνουσι· φονεύουσι. φονῆας· ἰωνικῶς.

<!-- 2.134 -->Μάρψωσιν· καὶ κρατήσωσι, τὰς καρίδας.

<!-- 2.135 -->Θαμά· συχνῶς. θρώσκουσι· πηδῶσιν. ὑπερώην· οὐρανίσκον, ἤως τὸν γαργαρεῶνα.

<!-- 2.136 -->Κέρας· κέντρον· περὶ τὴν κεφαλὴν γὰρ τοῦ λάβρακος πηγνύουσαι αἱ καρίδες τὸ κέντρον, σῆψιν ἐκεῖ ποιοῦσιν ἀπὸ τοῦ, καὶ οὕτω κατεργάζονται αὐτόν. χρίμπτουσι· πλησιάζουσι, βάλλουσιν. σφίσι· ἐν αὐταῖς. τέλλεται· φύεται, ἀναφύεται.

<!-- 2.137 -->Κεφαλῆς· κεφαλὴ καρφαλή τις οὖσα, ἢ ὀστώδης καὶ κατάξηρος, ἢ καπαλή τις οὖσα ἀπὸ τοῦ κάπος τὸ πνεῦμα, ἡ παντόθεν πνέουσα, ἢ ἀπὸ τοῦ κεῖσθαι ἐν αὐτῇ τὰ φάη καὶ οἱ ὀφθαλμοί. κεκορημένος· ἐμπεπλησμένος.

<!-- 2.138 -->Νύγματος· τρώσεως, τραύματος. ἀλέγει· φροντίζει. νέμεται· φθείρει, ἐσθίει, κατακόπτει. ἕρπει· δαπανᾷ, ὁ λάβραξ προβαίνει.

<!-- 2.139 -->Τρυχόμενον· δαμαζόμενον, σηπόμενον. ἕλῃ· λάβῃ.

<!-- 2.140 -->Ὀψέ· μόλις· ἀστείως εἴρηκε τὸ ὀψέ· μόλις γὰρ μανθάνει ὁ λάβραξ, ὡς ζῶν ὑπὸ νεκροῦ ἀνῄρηται, ὅπερ καὶ Ἡρακλῆς παθεῖν λέγεται, ὀψὲ δὲ μέλλων θανεῖν γινώσκει, ὅτι τῇ αἰχμῇ, τουτέστι τῷ κέντρῳ τῆς καρίδος, ἥτις ἀπέθανεν ἀπʼ αὐτοῦ, ἐτρώθη καὶ τελευτᾷ. ἄλλως· δεδαϊγμένος ὀψὲ τῇ αἰχμῇ γινώσκει τοῦ νεκροῦ σώματος τῆς καρίδος. νέκυος· νεκροῦ, ἤως τῆς καρίδος. δεδαϊγμένος· δεδαμασμένος, τρωθεὶς, δεδασμένος, πεφονευμένος· ἀπὸ δαΐζω τοῦ κατακόπτω. αἰχμῇ· τρώσει· παραδοξόλογος.

<!-- 2.141 -->Πηλοῖσι· βορβόροις. ἐφέστιος· ἐγκάτοικος. ὠμοφάγος· ἀπηνὴς εἰς τὴν βρῶσιν.

<!-- 2.142 -->Εὐρύτατος· πλατύτατος, μεγαλώτατος πάντων. μετʼ· ἐν. ἐν γάρ· ὄντως· γράφεται ἦ γάρ.

<!-- 2.144 -->Οὐτιδανός· ἀσθενὴς, μικρὸς, εὐτελὴς, ὀλίγος. βίην· δύναμιν. βίῃ· δυνάμει. ἄμμορον· ἐστερημένον, ἄμοιρον, ἀμέτοχον· ἄμοιρον, καὶ κατὰ συγκοπὴν τοῦ ἰῶτα ἄμορον.

<!-- 2.145 -->Μαλθακόν· ἀσθενὲς, μαλακόν. ἀείδελοι· ἀφανεῖς, διὰ τὸ εἶναι μικροὺς, ἀθεώρητοι· σημαίνει δὲ καὶ τὸ ἀειφανές, τὸ μὲν ἀθεώρητον παρὰ τὴν στέρησιν, τὸ δʼ ἀειφανὲς παρὰ τὴν ἐπίτασιν· γίνεται γὰρ ἀπὸ τοῦ εἴδω τὸ γινώσκω εἶδος, καὶ μετὰ τοῦ στερητικοῦ ἢ ἐπιτατικοῦ α ἀείδελος. ἀΐδελοι· ἀφανεῖς· γράφεται ἀείδελοι. ἀΐδελοι· ἀτελεῖς, ἀσθενεῖς.

<!-- 2.146 -->Βαιοί· μικροὶ, μικροὶ καὶ οὐκ ἰσχυροί· τῇ δυνάμει οὐδέν τι ἐκ τῶν ἰχθύων δύναται δαμάσαι. κρατεροί· στερεοί. οὔτι· οὐδαμῶς πρᾶγμα. δαμάσσαι· δαμάσειε, ἀφανίσει, πλήξει.

<!-- 2.147 -->Δόλῳ· πανουργίᾳ. ἐπίφρονας· φρονίμους, συνετοὺς, ἐπινοητικούς. εἷλε· ἐφόνευσεν, ἔλαβεν. πεδήσας· δεσμεύσας, μετασχὼν, νικήσας.

<!-- 2.148 -->Δαιτί· εὐωχίᾳ. ἀνδρομένῃ· ἀνδρικῇ, ἀνθρωπίνῃ. τέρπεται· εὐφραίνεται. ἐπιτέρπεται· εὐφραίνεται· γράφεται μέγα τέρπεται.

<!-- 2.149 -->Κρέα· ὑπάρχουσι, λείπει. τερπνά· ἡδέα. εὐάντητος· ἐπιθυμητὴ, εὐσυνάντητος, καὶ ἀποδεκτὴ, ποθεινὴ, εὐφρόσυνος, ποθεινὴ, εὐόρεκτος. εὐάντητος ἐδωδή· καὶ ἡ βρῶσις καλοσυνάντητος.

<!-- 2.150 -->Βύσσαν· βυθὸν, ὑπὸ βύσσαν· θετικὸν, βυσσὸν, ἐστὶ δʼ ἀττικὸν τὸ συντάσσεσθαι νεάτην θηλυκῶς τῷ ὑπὸ βυσσὸν ἀρσενικῶς. ἰόντα· ἐρχόμενον.

<!-- 2.151 -->Ἀνθρώπων· ἀπὸ τῶν. ὑποβρύχιος· βαθὺς, περάσιμος. πόρος· ὁ πορισμός.

<!-- 2.152 -->Μέμβλεται· μεμέληται, διὰ φροντίδος ὑπάρχει· ἀπὸ τοῦ μέλω τὸ φροντίζω καὶ μέμβλεται τὸ ἐπιμελεῖται. αὐτάρ· δέ. ὁ· τὰ προτακτικὰ ἄρθρα στερηθέντα τῶν ὑποκειμένων ὀνομάτων ταχύτερον ἐκφωνοῦνται καὶ ἀντὶ ἀντωνυμίας παραλαμβάνονται. ὑπὲρ κεφαλῇφιν· ἄνω τῆς κεφαλῆς, ὑπεράνωθεν τῆς κεφαλῆς. ἀερθείς· ἐπαρθεὶς, ὑψωθείς.

<!-- 2.153 -->Ἀστεμφής· ἀμετακίνητος, ἀμετάστροφος. μεγάρων· ὑψηλῶν οἰκημάτων, οἰκημάτων. ὀρόφοισιν· στέγαις· ὄροφος ἡ στέγη ἀπὸ τοῦ ὀρούειν εἰς φῶς, τουτέστιν ὑψοῦσθαι· λέγεται γὰρ ὄροφος καὶ ὁ κάλαμος, διότι οἱ παλαιοὶ τὰς οἰκήσεις ἐκ καλάμων ἐποίουν, ὅθεν καὶ καλιαί· κάλοις γὰρ περιέφραττον αὐτὰς, ἢ καλάμοις, καὶ ξύλοις. Ὄροφος ὁ κάλαμος παρὰ τὸ ὀρούειν εἰς φῶς, τουτέστιν ὑψοῦσθαι· τὰς γὰρ οἰκήσεις πάλαι ἐκ καλάμων ἔσκεπον, ἔνθεν καὶ παραστέγη καὶ ὄροφος κάλοις περιφράξαντες· διὸ καὶ καλιαὶ λέγονται. κάλοις δʼ ἤως ξύλοις.

<!-- 2.154 -->Ἄτροπος· ἀμετάτρεπτος. ἀμφιταθείς· ἐξαπλωθεὶς, παραταθεὶς, ἤως κυκλοτερῶς ἁπλωθείς. σὺν δʼ ἔρχεται· σὺν τῷ ἀνθρώπῳ, συμπορεύεται. ᾗκεν· ὅπου. ἴῃσι· πορεύεται.

<!-- 2.155 -->Δειλὸς ἀνήρ· ἄθλιος, δείλαιος, ἄνθρωπος ἐκεῖνος. μίμνοντι· καὶ μένοντι, τῷ ἀνθρώπῳ ὑπὸ τὴν θάλασσαν. ἐφίσταται· ἐπανίσταται ὁ βοῦς, σκέπει οὖν αὐτὸν, κἀκεῖνος ὑποπνίγεται, ὑποκάτω ὤν. ἠΰτε πῶμα· καθὰ σκέπασμα.

<!-- 2.156 -->Ὡς δὲ πάϊς· παραβολή. δολόεντα· δολερόν. μόρον· φόνον. λίχνοισι· λαιμάργοις· λίχνος ὁ λίαν χαίνων, ἤτοι χάσκων. λίχνος ὁ λαίμαργος ἀπὸ τοῦ λίαν χαίνειν· διὸ καὶ διὰ τοῦ ι γράφεται, λύχνος δʼ ὁ τοῦ φωτὸς ἀπὸ τοῦ λύειν τὸ νύχος ἢ τὸ σκότος· διὸ καὶ ψιλογραφεῖται. μύεσσιν· ποντικοῖς.

<!-- 2.157 -->Στήσηται· στήσῃ. ἔστησε· γράφεται στήσηται. οὔτι· οὐδαμῶς. πάγης· παγίδος. δόλον· γράφεται καὶ λόχον. ὁρμαίνοντα· διανοούμενον, διαλογιζόμενον, ἐνθυμούμενον.

<!-- 2.158 -->Γαστήρ· ἡ λαίμαργος, ἤτοι ὁ ἀδδηφάγος. ἔνδον ἔλασσε· ἔσω παγίδος εἰσήγαγεν, ἐνέβαλεν. οἱ· αὐτοῦ, αὐτῷ, αὐτῆς. ἄγγος· ἡ παγίς.

<!-- 2.159 -->Κοῖλον· βαθύ. ἐπεσμαράγησεν· ἐπεκάθισεν, ἤχησεν, ἀπὸ τοῦ ζα ἐπιτατικοῦ μορίου καὶ τοῦ ἀράσσω συντρίβω. ἤχησε καταπεσών· ἀπὸ τοῦ ἑπομένου τὸ προηγούμενον. μενοινῶν· προθυμούμενος.

<!-- 2.160 -->Γλαφυρόν· βαθύ. στιβαρόν· γράφεται καὶ γλαφυρόν. ὄφρα· ἕως οὗ. κοῦρος· ὁ νέος.

<!-- 2.161 -->Μάρψηται· καταλάβῃ. μάρψῃ· κρατήσῃ. γέλων· γέλωτα, εὐφροσύνην. ἐπιθήσεται· ποιήσει, καὶ θήσει καὶ ποιήσει ἐπὶ τῇ ἄγρᾳ.

<!-- 2.162 -->Βροτέης· ἀνθρωπίνης. ὀλοφώϊος· ὁ ὀλλύων τοὺς φῶτας, ἤως φθείρων, ὁ ποικίλος.

<!-- 2.163 -->Πέπτατʼ· ἐξήπλωται, ἐπίκειται. ἐρητύων· κω λύων. ἀναδύμεναι· εἰς τὸ ἀνελθεῖν. ἀϋτμή· πνοὴ, ἀναπνοή.

<!-- 2.164 -->Ψυχή. ψυχὴ ἐτυμολογεῖται ἢ ἀπὸ τοῦ ψύχω τὸ ζωογονῶ, ἢ ἀπὸ τοῦ φύσις καὶ τοῦ ἔχω φυσιοχή τις οὖσα, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν πυσιοχὴ καὶ ψυχή. μετʼ· ἐν. μεταπνεύσῃ· ἐκπνεύσῃ. μετεκπνεύσῃ· εἰσπνεύσῃ, εἰσβάλῃ. ῥοθίοισιν· κύμασι, ῥεύμασιν.

<!-- 2.165 -->Ἔνθα· ὅπου, τότε. τεθνειῶτα· θανόντα, καὶ αὐτὸν ἀποθανόντα τὸν ἄνθρωπον. δυσώνυμος· ὁ κακῶς ὀνομαζόμενος βοῦς· ὁ γὰρ χερσαῖος μᾶλλον συνεργὸς τῆς ἡμῶν ζωῆς, ὁ κακὸς πρὸς ἀντιδιαστολὴν τοῦ χερσαίου, ἐπὶ κακῷ καὶ γενόμενος καὶ εἰς ὀνομασίαν ἐλθών. Δυσώνυμος, διότι ὁ χερσαῖος βοῦς τρέφει τοὺς ἀνθρώπους παρὰ τὸ βῶ τὸ τρέφω, ὁ δὲ θαλάσσιος τοὐναντίον· τρέφεται γὰρ ἐσθίων τοὺς ἀνθρώπους. ἀμφιέπει· περικάθηται, ἐπιτηρεῖ.

<!-- 2.166 -->Δαιννύμενος· εὐωχούμενος. τέχνῃσιν· δόλοις. πανουργίαις. ἑλών· λαβών. δυσμήχανον· δυσθήρευτον, κακομήχανον, καινῶς μηχανηθεῖσαν καὶ ἐπινοηθεῖσαν, ἢ τὴν δύσκολον.

<!-- 2.167 -->Μνιαροῖσιν· ἔχουσι βρύα, βρυώδεσι, τοῖς ἔχουσι μνία ἢ βρύα, μνία ἤως βρύα ἔχουσι πλαταμῶσι, παραθαλασσίοις χωρίοις, αἰγιαλοῖς· πλαταμὼν ὁ πολὺς ποταμὸς καὶ παραθαλάσσιος. ἐπί· ὑπό. πλαταμῶσι· αἰγιαλοῖς. πλαταμῶσι· πλακίαις πέτραις. νοήσας· ἰδών, αἴσθησις ἀντὶ αἰσθήσεως. Νοήσας ἀντὶ τοῦ ἰδὼν κατʼ Ἐπίχαρμον τὸν Συρακούσιον, οὗτος δὲ πολλάκις γράφει καὶ τὸ ἰδὼν ἀντὶ τοῦ νοήσας.

<!-- 2.168 -->Αἰνήσει· ἐπαινέσει. ἀγάσσεται· θαυμάσει. ἕνεκα τέχνης· καὶ ἕνεκα δόλου.

<!-- 2.169 -->Κερδαλέης· πανούργου. ἐπιφροσύνην· φρόνησιν, φρονιμώτατον. πόρε· παρέσχεν. δαίμων· ἡ φύσις, ὁ θεός.

<!-- 2.170 -->Φέρβεσθαι· ὥστε τρέφεσθαι. ἄμοχθον· ἄκοπον, ἄπονον.

<!-- 2.171 -->Κληῗδας· συμμίξεις, συγκολλήσεις, τὰς κλείσεις, τὰ σκεπάσματα. ἀναπτύξαντα· ἀναπετάσαντα, ἀνοίξαντα. θυρέτρων· πτυχῶν.

<!-- 2.172 -->Ἰλύν· βόρβορον. λιχμάζοντα· ἐσθίοντα, τρώγουσιν. ἰσχανόωντα· χρῄζοντα, μεταλαμβάνοντα, ἐπιλαμβανόμενα ἢ ἐπιθυμοῦντα.

<!-- 2.173 -->Πέπταται· ἐξήπλωνται, ἐξηνέῳκται, ἀνοίγεται, ἀνοίγονται, ἐξήπλωται· ἀπὸ τοῦ πῶ τὸ κεῖμαι, ὡς ἀπὸ τοῦ χρῶ καὶ ἀπὸ τοῦ λῶ τὸ θέλω· τὸ ἑνικὸν ἀντὶ πληθυντικοῦ. ἀγκοίνῃσιν· κοιλότησι, τροπικῶς, βαθυτάταις πέτραις, βαθυτάτοις τόποις, ἀγκάλαις. Ἀγκοίνῃσιν· ἀγκάλαις τροπικῶς, ταῖς περιοχαῖς τῶν πετρῶν, οὕτω δὲ καὶ κυμάτων ἀγκάλαις λέγεται. ἐφήμενα· καθεζόμενα, καθήμενα, ἁπλούμενα, κείμενα. ὑφημένα· ἁπτόμενα, ἐγκείμενα· γράφεται καὶ ὑφειμένα· ἐλεύθερα ὄντα λάβης, ἤτοι ἡπλωμένα ἐν πέτραις πελαγίαις. πετραίῃσι· ὡς γαληναία ἡ γαλήνη.

<!-- 2.174 -->Αὖ· δή. ψηφῖδα· βόλον, βῶλον. ῥηγμῖνος· αἰγιαλοῦ. ἀείρας· ἐπάρας.

<!-- 2.175 -->Λέχριος· πλάγιος· παρὰ τὸ λέχος ἡ κοίτη· πλαγιάζουσι γὰρ ἐπὶ πολὺ καὶ οἱ ἐν λέχει κείμενοι· πλάγιοι γὰρ ὡς ἐπὶ τὸ πολὺ κατακλίνονται οἱ ἐν κοίταις, ποτὲ μὲν ἐπὶ τὴν δεξιὰν, ποτὲ δὲ παρὰ τὴν ἀριστερὰν πλευρὰν κείμενοι καὶ κοιταζόμενοι, προνοούμενοι τοῦ συμφέροντος. φέρει· κρατεῖ. χηλῇσι· ὄνυξιν. μεμαρπώς· λαβὼν, κρατήσας, συλλαβών· ἀπὸ τοῦ μαρπῶ τὸ λαμβάνω, τροπὴ δʼ ἀπὸ τοῦ μὰρ ἡ χείρ.

<!-- 2.176 -->Λάθρη· πῶς, λαθραίως, κρυφίως. ἐμπελάει· πλησιάζει. λᾶαν· λίθον.

<!-- 2.177 -->Ἔνθεν· τότε. παρήμενος· παρακαθήμενος. εἰλαπινάζει· εὐωχεῖται.

<!-- 2.178 -->Ἱέμενον· προθυμούμενον. ἐρεῖσαι· ἀσφαλίσαι, σφαλίσαι, ἑδραιῶσαι.

<!-- 2.179 -->Ἀμφιδύμους· διπλᾶς. πλάστιγγας· τὰ τῶν ὀστρέων σκεπάσματα, ἤως τὰ λέπη.

<!-- 2.180 -->Οἴγεται· ἀνοίγεται. ὄφρα· ἕως οὗ, ὅπως. ἀγρευτῆρα· τὸν καρκῖνον. κορέσσῃ· χορτάσῃ.

<!-- 2.181 -->Τεχνάζουσι· μηχανῶνται. ἀστέρες· εἶδος ἰχθύος. ἑρπυστῆρες· οἱ συρόμενοι.

<!-- 2.182 -->Ἐπʼ ὄστρεα· κατὰ τῶν ὀστρέων. μῆτις· βουλὴ, τέχνη, μηχανή. ὀπηδεῖ· ἀκολουθεῖ, ἤγουν βουλεύονται καὶ αὐτοὶ ἐσθίειν τὰ ὄστρεα.

<!-- 2.183 -->Λᾶαν· λίθον. συνέμπορον· συνοδοιπόρον, σύνδρομον, βοηθὸν, συνεργὸν, ὁδηγόν. ἐπίκουρον· βοηθόν.

<!-- 2.184 -->Κῶλον· ὀστοῦν, τὸν πόδα· κῶλον τὸ μέλος, τὴν σάρκα, ἢ τὸν πόδα ἐνέθηκαν, ἐνέβαλον. ἐνηρείσαντο· ἐνέβαλον, ἡδραιώσαντο.

<!-- 2.185 -->Πεπταμένοις· ἀνεῳγμένοις, ἐξηπλωμένοις. τὰ μέν· ἢ κῶλα, ὄστρεια, ἤ τι τὰ κῶλα τοῦ ἀστέρος πιέζεται οἱονεὶ σφίγγεται, ἢ τὰ ὄστρεα πιέζεται ἀντὶ τοῦ δαπανᾶται καὶ τρώγεται. οἱ δέ· οἱ καρκῖνοι καὶ οἱ ἀστέρες. νέμονται· ἐσθίουσιν αὐτὸν, ἤως τὰ ὄστρεα.

<!-- 2.186 -->Ὄστρακον αὖ· ἄλλο ὄστρακον, ἕτερον, ἡ πίννα· ἄλλο πάλιν φησὶν ὄστρακον, ὅπερ βυθίας ἔχει τὰς πλάκας, λέγει δὲ τὴν πίνναν, ἥπερ ἐν ταῖς βυθίαις πέτραις εὑρίσκεται. αὖ· δή. βυθίας· βαθεῖς, κοίλας, τὰς ἐν βάθει, καὶ εἰς τὸν βυθὸν οὔσας. ἔχει· κατοικεῖ. πλάκας· θύρας, πέτρας.

<!-- 2.187 -->Ναιετάει· κατοικεῖ. κεκλημένος· καλουμένη, καλούμενος. ἄναλκις· ἀδύνατος, ἐστίν.

<!-- 2.188 -->Μητίσασθαι· βουλεῦσαι, βουλεύσασθαι. ῥέξαι· πρᾶξαι.

<!-- 2.189 -->Ξυνὸν δόμον· κοινὸν οἶκον, οἴκημα, αὐτὴν τὴν πέτραν, ἢ τὸ ὄστρακον τῆς πίννης.

<!-- 2.190 -->Καρκίνος· ὁ πάγουρος. φυλάσσει· ἀπὸ τῶν ἰσχυροτέρων.

<!-- 2.191 -->Τῷ· ἐκ τούτου, διὸ, καὶ διὰ τοῦτο. κικλήσκεται· λέγεται, καλεῖται. κόχλου· τοῦ ὀστρέου, λέπους.

<!-- 2.192 -->Ἵκηται· ἔλθῃ. φρονέουσαν· αἰσθανομένην, νοοῦσαν. ἀμύξας· κεντήσας, πλήξας, τρώσας, σπαράξας· κυρίως ἀμύξαι τὸ πλῆξαι πρὸς ἔκχυσιν αἵματος ἐκ τοῦ ἀμύσσω τὸ τιτρώσκω, καὶ ἀμυγὴ ἡ ξέσις τῶν παρειῶν καὶ ἀμυχή.

<!-- 2.193 -->Δήγματι· τραύματι, ἢ δαγκάσματι. κερδαλέω ἐπικερδεῖ, πανούργῳ. ἕλεν· ἔτρωσεν, ἥψατο, ἔλαβεν, συνέσχε, συνέκλεισεν, ἐπελάβετο.

<!-- 2.194 -->Συμπατάγησε· ἐκτύπησε, συνέκλεισε, συνείλκυσε, συνεκτύπησεν, ἠσφάλισεν, ἔσφιγξεν. ἔνδοθεν· τὴν οὖσαν δηλονότι, λείπει. ἐφράσατʼ· ἐνόησεν.

<!-- 2.195 -->Ἠδʼ ἑτάρῳ· καὶ τῷ φίλῳ. δεῖπνον· βρῶμα.

<!-- 2.196 -->Ὣς ἄρα· ἐπιλογικὸν, σχῆμα ἐπιλογικὸν, ἐπιλογικὸν ἀναφώνημα· οὕτως εἰσὶ καὶ ἐν τοῖς πλέουσιν ἰχθύσιν οἱ μὲν συνετοὶ, οἱ δʼ ἄφρονες, οἷα καὶ ἐν ἡμῖν τοῖς ἀνθρώποις, καὶ δῆλον καὶ ἀπὸ τῆς ἕξεως ὧν λέγει περὶ ἡμεροκοίτου ἰχθύος, μωροῦ ὄντος καὶ ὑπερβαίνοντος τῇ ἀγνωσίᾳ πάντας ἄλλους ἰχθύας· ὁ μὲν γὰρ καρκίνος καὶ ὁ ἕτερος, ὁ τῇ πίννῃ συνοικῶν καὶ πιννοφύλαξ λεγόμενος εὔβουλοι καὶ εὐμήχανοι καὶ φρόνησιν ἔχοντες, ὁ δʼ ἡμεροκοίτης τοὐναντίον ἄφρων, ὥστε σκοπητέον καὶ ἐν ἰχθύσιν, ὡς οὐχ ὅμοιος πᾶσιν ὁ νοῦς, ἀλλʼ ἄλλος ἄλλου διαφέρει, καὶ ὁ μὲν νοεῖ, ὁ δʼ οὐ νοεῖ. πλώτεσσιν· πλέουσιν, ἰχθύσιν, ὁ πλώς. ὑγροπόροισι· τοῖς τὴν ὑγρὰν περῶσιν.

<!-- 2.197 -->Κερδαλέοι· πανοῦργοι, πονηροὶ, δόλιοι. ἄφρονες· ἀφελεῖς. ἡμῖν· ὡς ἐν ἡμῖν τοῖς ἀνθρώποις.

<!-- 2.198 -->Ἐναίσιμον· ἐνδεχόμενον, μεμοιραμένον, ἐπιτυχὲς, πρέπον, ἐνδεχόμενον.

<!-- 2.199 -->Φράζεο· περὶ ἡμεροκοίτου καὶ τῆς νυκτερίδος νόει, σκέπτε, μάνθανε τὴν ἀσυνεσίαν τὴν περὶ τὸν ἰχθὺν τὸν μέγαν γινομένην. ἀφραδίῃ· παρήχησις· μωρίᾳ, ἀβουλίᾳ. προφερέστερον· τῶν ἰχθύων. προφερέστατον· προέχοντα, διαφέροντα.

<!-- 2.200 -->Περὶ πάντας· περισσότερον πάντων, ἀντὶ τοῦ ὑπὲρ πάντας. ἀεργότατον· νωθρότατον, ἀργόν. τέκεν· ἐγέννησεν.

<!-- 2.201 -->Ἤτοι· ἤτοι καὶ ὁ μὲν ἄλλως ἀδιάφοροι ὄντες ὅμως διαφέρουσι, καθότι ὁ μὲν ἤτοι ἐν καταρχῇ λόγου ἀεὶ τίθεται, οἷον

  
ἤτοι ὅγʼ ὣς εἰπών  
ὁ δὲ μὲν σύνδεσμος οὐ πίπτει ποτὲ ἐν λόγου ἀρχῇ, οἷον

  
ἀλλὰ σὺ μὲν θεῷ πρόες·  
ὁ μὲν ἤτοι ποιητικὸς τρόπος, ὁ δὲ μὲν τῆς κοινῆς φράσεως. τέτραπται· τετραμμένα εἰσίν. ὕπερθεν· ἄνω, ἢ τῷ βρέγματι τῆς κεφαλῆς ἔχει τοὺς ὀφθαλμοὺς, τὸ δὲ στόμα ἐν μέσῳ τῶν ὀφθαλμῶν.

<!-- 2.202 -->Λάβρον· λαίμαργον.

<!-- 2.203 -->Αἰεί· διηνεκῶς. ψαμάθοισι· ἄμμοις. πανημέριος· διʼ ὅλης τῆς ἡμέρας.

<!-- 2.204 -->Ἀνέγρεται· ἐγείρεται, ἀνεγείρεται. ἀλάληται· πεπλάνηται, κινεῖται, πλανᾶται· ἐκ τοῦ ἀλῶ τὸ πλανῶ ὁ παθητικὸς παρακείμενος ἄλημαι καὶ ἀλήλαμαι, ἀφʼ οὗ τὸ ἀλάλητον, δύναται δὲ καὶ εἶναι ἀπὸ τοῦ ἀλάλημι, ὥσπερ τὸ ἵστημι τίθημι, ἐξ οὗ παρʼ Ὁμήρῳ τὸ τιθήμιον. ἀλάω ἀλῶ, καὶ ἐξ αὐτοῦ ἄλημι ἀλήσω ἤλακα ἤλαμαι, καὶ ἀττικῶς ἀλήλαμαι, καὶ κατὰ μετάθεσιν ἀλάληται.

<!-- 2.205 -->Ἄτη· ἤως ἡ γαστριμαργία.

<!-- 2.206 -->Ἀτεκμάρτοιο· ἕνεκα, μὴ λαμβανούσης τέκμαρ καὶ τέλος τοῦ κόρου, τῆς μὴ τέλος τοῦ ἐσθίειν ἐχούσης, ὡς ἀκορέστου, ἀπληρώτου, ἀπλήστου. λάχεν· ἐκληρώσατο, ἔλαβεν, ἔσχεν.

<!-- 2.207 -->Ἀτέλεστον· μεγάλην, ἀπλήρωτον.

<!-- 2.208 -->Λύσσαν· μανίαν. βούβρωστιν· πολυφάγον, μεγάλην· βούβρωστις μεγάλη βρῶσις ἀπὸ τοῦ βοῦ ἐπιτατικοῦ καὶ τοῦ βρῶσις. βούβρωστιν· μεγάλην πείναν, καὶ λύσσαν πολυφάγον ἀπὸ τοῦ βοῦ ἐπιτατικοῦ μορίου ὄντος καὶ τοῦ βρωτὴς. ἀναιδέϊ· ἀναισχύντῳ, τῇ ἀεὶ ζητούσῃ βρώματα. φυλάσσει· τηρεῖ· φυλάσσω γʹ σημαίνει· τὸ παρακατέχω, ὡς τό· φύλασσε ἀκακίαν, ἢ κάτεχε. φυλάσσω τὸ ἀσφαλίζω, καὶ τὸ ἀπέχω· ὡς τό· φυλάσσου ἀπὸ κακῶν ἀνδρῶν, ἢ ἄπεχε.

<!-- 2.209 -->Λήξειεν· παύσειεν, ἐσθίειν.

<!-- 2.210 -->Διὰ πᾶσα ῥαγείη· σχῆμα διακοπὴ ἡ ἐκ λέξεως, κατὰ διακοπὴν λέξεως· γράφεται διασπᾶσα. ῥαγείη· σχισθείη.

<!-- 2.211 -->Θάνῃ· γράφεται πέσῃ. ὕπτιος· ἐξηπλωμένος.

<!-- 2.212 -->Πέφνῃ· φονεύσῃ. μιν· αὐτόν. πυμάτης· τῆς τελευταίας, ἐσχάτης. ἔμφορτον· πεφορτωμένον, κατάγομον, πεφροντισμένον, μεστὸν, κεκορεσμένον, γέμοντα· οὕτω δὲ καὶ ναῦς ἔμφορτος λέγεται ἡ φορτίου γέμουσα.

<!-- 2.213 -->Σῆμα· σημεῖον, γνώρισμα· σῆμα δὲ τὸ λέγω σοί, φησι τῷ ἀκροατῇ ὁ ποιητής· σημεῖον τόδε τῆς ἄκρας τοῦ ξένου τοῦδε λαιμαργίας καὶ τοῦ ἀκορέστου τόδε. ἀειμάργοιο· πολυφάγου, τοῦ ἀεὶ μαινομένου περὶ τροφὴν, λαιμάργου, ἀπλήστου· γράφεται ἀτεκμάρτοιο. πιφάσκω· λέγω, φανερῶ.

<!-- 2.214 -->Θήρης· ἀπὸ, διὰ θηρεύσεως, τουτέστιν ἀπὸ τῆς θαλάσσης, ἔνθα θηρεύονται. ἀποπειρήσαιτο· πεῖραν ποιήσαιτο, ἀπόπειραν ποιήσῃ, δοκιμάσοι καὶ ἀπόπειραν ποιήσαιτο.

<!-- 2.215 -->Ὀρέγων· παρέχων.

<!-- 2.216 -->Λαβροτάτου· τοῦτό ἐστιν ὃ λέγει σημεῖον τῆς ἀβυθήτου λαιμαργίας αὐτοῦ, ὅτι καὶ ἀγρευθεὶς καὶ ἀποθνήσκων ἤδη ἐπὶ ξηρᾶς, ἄν τις αὐτῷ καὶ ἐπὶ τῆς γῆς κειμένῳ ὀρέξῃ τι πρὸς τροφὴν, οὐδὲ τότε τῆς οἰκείας λαιμαργίας ἀφίσταται, ἀλλὰ καὶ θνήσκων τοσοῦτον ἐσθίει, ὅσον μέχρι καὶ αὐτοῦ στόματος ἐμπλησθῆναι αὐτοῦ τὴν γαστέρα, ἢ τοσοῦτον ἂν καὶ τότε φαγὼν, ὅσον καὶ ἕως τοῦ στόματος τὴν τροφὴν ἀνελθεῖν. νηήσεται· σωρευθῇ, συναχθῇ, ἀπὸ τοῦ νῶ νήσω τὸ σωρεύω, ἀφʼ οὗ καὶ νηδὺς ἡ γαστήρ.

<!-- 2.217 -->Κλῦτε· ἀκούσατε· γνώμη, ἐπιφώνησις ποιητοῦ πρὸς τοὺς ἀνθρώπους. γόναι· γεννήματα. ἀφραδίῃσι· μωρίαις, ἀβουλίαις.

<!-- 2.218 -->Ὅσον· σχῆμα ἀποστροφή. λαιμάργοις· ἀδδηφάγοις, ἀκορέστοις. ἄλγος· λύπη, θλίψις. ἀδηφαγίῃσιν· πολυφαγίαις. ὀπηδεῖ· ἀκολουθεῖ.

<!-- 2.219 -->Τῷ· διὰ τοῦτο. δυστερπέα· τὴν ἐπὶ κακῷ τέρπουσαν. διώκοι· διωκέτω· τὸ εὐκτικὸν ἀντὶ ἐνεργητικοῦ προστακτικοῦ.

<!-- 2.220 -->Κραδίης· ἀπὸ τῆς ψυχῆς καὶ καρδίας. ἔχοι· ἀντὶ τοῦ ἐχέτω καὶ κρατείτω. ἐπί· τούτοις. μέτρον· συμμετρίαν.

<!-- 2.221 -->Πανθοίνοισι· πανευωχήτοις, πολυβρωμάτοις. πανθοίνῃσι· εὐωχίαις ταῖς πολλὰ βρώματα ἐχούσαις. τέρποιτο· τερπέσθω.

<!-- 2.222 -->Λέλυνται· τὰς ἑαυτῶν γαστέρας λύουσιν εἰς τὸ τρώγειν· τὸ μὲν λέλυνται τὰ ἡνία ἐκ τῶν ἡνιόχων μετήγαγε, τὸ δʼ ἐπιτρέπει τοὺς κάλωας ἀπὸ τῶν ναυτῶν, οἳ ἐν καιρῷ εὐπλοίας ἢ καὶ κινδύνου μεταχειρίτους ἐῶσι τοὺς κάλωας. Ἄλλως· οἷσι λέλυνται τὰ ἡνία, τουτέστιν οὐκ ἔχουσι λογισμὸν τὸν κωλύοντα τὴν τροφὴν, κάλωας δʼ εἶπεν ἀπὸ μεταφορᾶς τῶν ἡνιόχων τῶν λυόντων τὰ ἡνία καὶ χαλώντων εἰς τὸ ἔχειν ἄδειαν τοῖς ἵπποις τρέχειν ἐθέλουσιν.

<!-- 2.223 -->Ἡνία· χαλινὰ, τοῦ νοῦ, αἱ τῆς ὀρέξεως δυνάμεις, τὰ χαλινάρια, τὰ κρατήματα. ἐπιτρωπῶσι· ἐνδίδουσιν, ἐνδιδόασιν, παρέχωσιν, ἐπιχαλῶσιν· γράφεται ἐπιτροπόωσιν. κάλωας· ὁρμὰς, κινήσεις· κάλωάς φησιν ἀπὸ μεταφορᾶς τῶν ἡνιόχων τῶν λυόντων τοὺς ἵππους καὶ χαλώντων τὰς ἡνίας ἐν τῷ τρέχειν. κάλωας· πᾶσαν φρόνησιν ἐκ μεταφορᾶς τῶν ναυτίλων.

<!-- 2.224 -->Εἰσορόων· βλέπων. φεύγοι· φευγέτω. τέλος· θάνατον διʼ ἀδηφαγίας, τὸν θάνατον, τὴν φθορὰν, ἢ τὸ ἀποτέλεσμα.

<!-- 2.225 -->Ὀξυκόμοισιν· ὀξέα κέντρα ἔχουσιν· εἶπεν ἀστεῖα καὶ κατὰ λόγον γλυκύτατον ἀκάνθαις κάρη κομόωντα, ὅθεν παροιμία ἐπὶ τῶν παραινουμένων καὶ μὴ σωφρονούντων πρὸς τοὺς παραινοῦντας τό· ἐχῖνον λεαίνεις. μῆτις· βουλὴ, ἐπίνοια, πανουργία, τέχνη.

<!-- 2.226 -->Ἴσασι· προνοοῦσι, γινώσκουσιν. βίας· βία σημαίνει δύο· τὴν ἀνάγκην καὶ τὴν δύναμιν. βίας· δυνάμεις. ζαμενεῖς· ἄγαν σφοδρὰς, ἄγαν ὁρμητικὰς, τὰς ἄγαν ὁρμητικὰς καὶ σφοδρὰς πνοὰς, κακάς.

<!-- 2.226bis -->Ὀρνυμένας· διεγειρομένας· ἐκ τοῦ ὄρω τὸ διεγείρω ὀρύω, καὶ πλεονασμῷ δωρικῷ τοῦ ν ὀρύνω, καὶ ἐν ὑπερβιβασμῷ ὀρνύω καὶ ὀρνύμενος καὶ ὄρνυτο καὶ ὄρνυμι καὶ ὀρνυμένας γράφουσιν. νώτοισι· ῥάχαις. ἀνοχλίζουσιν· ἀνακινοῦσιν, ἀναβαστάζουσιν, ἀνέχουσιν, ἀναφέρουσιν ἐπὶ τῶν νώτων οἱ ἐχῖνοι ἕκαστος λίθον βαρὺν περὶ ταῖς ἰδίαις ἀκάνθαις, ἵνα τῷ βάρει τούτῳ συνέχωνται περιφερεῖς οὕτω, καὶ μὴ ὑπὸ κυμάτων φερόμενοι ῥίπτωνται εἰς χέρσον.

<!-- 2.228 -->Λᾶαν· λίθον. βαρύθοντα· βαροῦντα. ἐκείνους· λίθον βαρὺν περὶ ταῖς οἰκείαις ἀκάνθαις φέρουσι, τουτέστι ὅσον δύνανται φέρειν.

<!-- 2.229 -->Φορέοιεν· βαστάξειεν. ἀντία· ἀπʼ ἐναντίας, τῇ κακῇ.

<!-- 2.230 -->Βριθόμενοι· βαροῦντες. τό· τοῦτο, ὃ μέλλω εἰπεῖν, σύρεσθαι αὐτοὺς ὑπὸ τῶν κυμάτων. τρομέουσι· φοβοῦνται.

<!-- 2.231 -->Ἠϊόνεσσι· αἰγιαλοῖς. κυκώμενον· ταρασσόμενον. οἶδμα· κῦμα. κυλίσῃ· ἐκβάλῃ.

<!-- 2.232 -->Τινʼ· τῶν ἀνθρώπων δηλονότι. ἄπυστον· ἀνήκοον, ἀμαθῆ.

<!-- 2.233 -->Τέχνης· πανουργίας, δόλου. πέτρῃσι· σήμαινε ὅτι ἀπὸ πληθυντικῶν ταῖς πέτραις εἰς ἣν ἂν προσπτύξωνται εὕρηται. ἰνδάλλονται· εἰδωλοποιοῦνται, ἐξομοιοῦνται, εἰκάζονται, γίνονται.

<!-- 2.234 -->Τήν κε· ἥντινα. ποτιπτύξωσι· προσπλέξωσι, περιπτύξωσι, περιπλέξωσιν. σπείραις· τοῖς πλοκάμοις, περὶ τοῖς ποσὶ διὰ τὸ κυκλοτερὲς, τοὺς πόδας· ἀπὸ τοῦ ἐνεργουμένου τὸ ἐνεργοῦν· ἐνεργοῦσι γὰρ οἱ πόδες τὴν περιπλοκήν· γράφεται σπείραις ἤως ποσίν· καὶ παρʼ Ὁμήρου τοιαῦτα· ἐνεργοῦσι γὰρ οἱ πόδες τοῦ γεράνου· λέγεται γὰρ σπεῖρα τοῦ ὄφεως ὁ ὁλκὸς καὶ ὁ κύκλος, καὶ οἱ τοῦ πολύποδος πλόκαμοι διὰ τὸ κυκλοτερὲς, καὶ τὸ στρατιωτικὸν τάγμα ἀπὸ τοῦ κατὰ κύκλον ἔχειν τὸ σχῆμα καὶ τὴν τάξιν, ὅπερ ἐστὶ στρατιωτικῆς τέχνης. τε βάλωσι· γράφεται περιβάλλονται.

<!-- 2.235 -->Ἄνδρας τʼ ἀγρευτῆρας· λανθάνουσί τε τούς θʼ ἁλιεῖς καὶ τοὺς ἰσχυροτέρους ἰχθῦς. κρέσσονας· ἀττικὸν, τὸ ἐπικρατέρους.

<!-- 2.236 -->Παραπλάγξαντες· ἀπατήσαντες, πλανήσαντες, παραπλανήσαντες. ἄλυξαν· ἔφυγον, ἐξέφυγον.

<!-- 2.237 -->Χειρότερος· μικρότερος, ἀσθενέστερος, μικρὸς, ἀσθενής. ἐπισχεδόν· πλησίον. ἀντιβολήσῃ· συναντήσῃ, ἐπέλθῃ.

<!-- 2.238 -->Ἐξεφάνησαν· οἱ πολύποδες εἰκασθέντες ταῖς πέτραις, ἐξεφάνησαν καὶ αὐτοὶ καὶ ἰχθύες ὄντες καὶ πολύποδες, ὥσπερ ἐκπηδήσαντες ἐκ τῆς πετραίης μορφῆς καὶ μεταβληθέντες.

<!-- 2.239 -->Μορφῆς· ἐκ τῆς ἰδέας τῆς πετραίας. ἐξάλμενοι· ἐκπηδήσαντες, ἐκβάντες, πηδήσαντες. δόλοιο· πανουργίας, τῆς ἀπάτης.

<!-- 2.240 -->Ἐφράσσαντο· ἐνόησαν, ἐπορίσαντο, ἐπενόησαν, ἐφεῦρον. ἐξήλυξαν· ἐξέφυγον. ὄλεθρον· τὴν φθορὰν, τὸν θάνατον· γράφεται χροιὰν ἠλλάξαντο.

<!-- 2.241 -->Ἐπιστείχειν· πορεύεσθαι.

<!-- 2.242 -->Ζαμενεῖς· σφοδράς. ἐπιτρομέουσι· φοβοῦνται. θυέλλας· πνοάς· γράφεται καὶ ἀέλλας.

<!-- 2.243 -->Γλαφυρῇσιν· βαθέσιν, ἐσχισμέναις, ἢ βαθείαις, κοίλαις. ἐφεζόμενοι· ἐπικαθήμενοι. θαλάμῃσι· φωλεαῖς, φωλεοῖς.

<!-- 2.244 -->Πτήξαντες· πεσόντες, φοβηθέντες, μετὰ φόβου πεσόντες. δαίνυνται· τρώγουσιν, εὐωχοῦνται· ὅτι τὰς ἰδίας σάρκας ὁ πολύπους ἐσθίει τῷ χειμῶνι οὕτως ἱστορεῖ καὶ ὁ Ἡσίοδος·

  
ὅτʼ ἀνόστεος ὃν πόδα τένδει,  
τουτέστιν ἐσθίει.

<!-- 2.245 -->Ἀλλοτρίας· ξένας. οἱ δʼ αὖτις· οἱ πόδες· εἶπεν ὅτι κειρόμενον πάλιν ἀναφύεται, ὡς τὰ καλὰ τῶν δένδρων. κορέσαντες· χορτάσαντες. ἄνακτας· δεσπότας, ἢ αὐτοὺς πολύποδας· ἄναξ ἐτυμολογεῖται ἀπὸ τοῦ ἀνακῶς καὶ ἐπιμελῶς διακεῖσθαι τοῖς ὑπʼ αὐτὸν, ἐξ οὗ λέγεται καὶ ἀνάκη ἡ ἐπιμέλεια, σημαίνει δὲ τρία· τὸν θεὸν, ὡς τό

  
ἄναξ Διὸς υἱὸς Ἀπόλλων.  
τὸν βασιλέα, ὡς τό

  
ἄναξ ἄνδρων Ἀγαμέμνων.  
καὶ τὸν οἰκοδεσπότην, ὡς τό

  
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο  
ἐτυμολογεῖται δὲ καὶ ἄλλως παρὰ τὸ τὴν ἄνω τάξιν ἔχειν.

<!-- 2.246 -->Φύονται· ἀναβλαστοῦσιν, ἀναβλαστάνονται, αὔξονται. ἐπέπνευσε· ἐπέβαλεν, ἐπεχαρίσατο. ἐπένευσε· προσέταξεν, ἐκέλευσεν.

<!-- 2.247 -->Τοῖον· τοιοῦτον· ἔθος τούτῳ, ὅτε λέγει περὶ ἰχθύος ἔχοντος φύσιν ὁμοίαν χερσαίῳ ζώῳ, λέγειν καὶ περὶ ἐκείνου. βλοσυροῖσιν· φοβεροῖς, τοῖς ὀργίλοις. βλοσυρῇσιν· καταπληκτικαῖς, καὶ ἀγρίαις καὶ καταπληκτικαῖς. ὀρειμάργοισι· ἐν τῷ ὄρει μαινομένοις. ἀειμάργοισιν· ἀκορέστοις· γράφεται ὀρειμάργοισιν. νόημα· ἐπίνοια, μηχανή.

<!-- 2.248 -->Ἄρκτοις· ἀρκούδοις, ἀρκουδίαις· ἄρκτος παρὰ τὸ ἀρκτοῦν, ὃ σημαίνει τὸ βοηθεῖν, ἡ βοηθοῦσα ἑαυτήν· ὁπόταν γὰρ ἀπορῇ τροφῆς, τοὺς ἑαυτῆς πόδας ἐκλείχουσα τὸν καιρὸν διανύει. ἄρκτος, ἄρκος παρὰ τὸ ἀρκεῖν ἑαυτῇ εἰς τροφὴν ἐν καιρῷ χειμῶνος, καὶ ἄρκυλλοι τὰ τῶν ἄρκων γεννήματα. ἀλυσκάζουσαι· ἐκφεύγουσαι. ὁμοκλήν· ἀπειλήν· ὁμοκλὴ ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ κλῶ τὸ καλῶ, ἡ μετὰ σφοδρότητος ἐπιταγή.

<!-- 2.249 -->Δῦσαι· εἰσελθοῦσαι, ὑπελθοῦσαι. μυχόν· βάθος, σπήλαιον, ἐνδοτικὸν τόπον.

<!-- 2.250 -->Ὅν· ἴδιον. λιχμάζουσιν· λείχουσιν. ἐδητύος· βρώσεως. ἄπιστον· ἢ ἄπυστον καὶ ἀμαθές. ἄπυστον· ἀδίδακτον. ἄπαστον· ἄγευστον, ἢ ξενόν· πάσασθαι γὰρ τὸ φαγεῖν, καί ἐστιν ὁ τῆς λέξεως νοῦς ἀστεῖος, λέγει δὲ τὴν τοιαύτην ἐδητὺν τῆς ἄρκτου καὶ ἄπαστον, οἷον εἴ τις λέγει βρῶσιν ἄβρωτον· οὐ γὰρ ἀξιόλογος βρῶσις τὸ λιχμάζειν τοὺς πόδας· τοῦτο γὰρ καὶ φαγεῖν ἐστι καὶ μὴ φαγεῖν· διὸ καὶ δαῖτα ἀνεμώλιον τοῦτο λέγει, τουτέστιν ἀνεμιαίαν· ἀνεμιόλιον, καὶ κράσει ἀνεμώλιον, ὡς τὸ σόος σῶς ὁ ὑγιὴς παρὰ τῷ ποιητῇ καὶ τὸ οἰκίδιον τᾠκίδιον, καὶ προόρα πρώρα. ἔργον ἄπαστον· βρῶσις ἄβρωτος.

<!-- 2.251 -->Μαιόμεναι· ζητοῦσαι, ψηλαφῶσαι, ἐρευνῶσαι, κτώμεναι. δαίτην· εὐωχίαν. ἀνεμώλιον· ματαίαν, ἀνεμιαίαν.

<!-- 2.252 -->Προβλώσκειν· προπηδᾷν τοῦ φωλεοῦ, προβάλλειν, προέρχεσθαι, προπορεύεσθαι, ἤως ἐξέρχεσθαι. ἡβήσειεν· νεάσειεν, αὐξήσει, ἀκμάσειεν.

<!-- 2.253 -->Ἔξοχα· ἐξόχως· περὶ ἔχθρας καὶ ἔριδος, ὧνπερ τρέφουσι πρὸς ἀλλήλους ἡ μύραινα, ὁ πολύπους καὶ ὁ κάραβος, καὶ πῶς ἐν ἀμοιβαίοις φόνοις μετὰ πανουργίας καὶ φυσικῆς ἐπικουρίας ἡ μὲν ἀγρεύει τὸν πολύποδα, ὁ δὲ πολύπους τὸν κάραβον, ὁ κάραβος δʼ αὖ τὴν μύραιναν, τουτέστιν ἄλλος ἄλλον φαγὼν ἐνέπλησε τὴν ἑαυτοῦ γαστέρα. ἀλλήλοισιν· ἀλλήλοις οὖσιν. ἀνάρσιον ὀλεθρίαν, πολέμιον, ἐναντίον. ἔχθος· μῖσος. ἔχουσι· κέκτηνται.

<!-- 2.254 -->Ἀϊκτήρ· ὁρμητικός.

<!-- 2.255 -->Ὀλέκουσιν· φθείρουσιν. ἀμοιβαίοισι· τοῖς κατʼ ἀλλαγὴν καὶ ἀντάμειψιν, ἀνταποδοτικοῖς, παρηλλαγμένοις· ὁ κάραβος ἐσθίει τὴν μύραιναν, ἡ μύραινα τὸν πολύποδα, καὶ ὁ πολύπους τὸν κάραβον. πόνοισι· ἀγῶσιν.

<!-- 2.256 -->Ἰχθυόεσσα· θαλασσία, ἰχθυηρά. μετά σφισιν· ἐν αὐτοῖς τοῖς τρισίν. ἐνυώ· μάχη, ἡ πολεμικὴ θεά.

<!-- 2.257 -->Μόθος· μάχη, πόλεμος. ἄλλου· ἐξ, ὑπό. ἐμπλήσατο· ἐγέμισεν, ἐκόρεσεν, ἐπλήρωσεν. νηδύν· γαστέρα, κοιλίαν.

<!-- 2.258 -->Ἡ μέν· ἤως ἡ μύραινα. ὑπέκ· ὑποκάτω· κρυφιότητα δηλοῖ ἡ ὑπό. ἁλιμυρέος· διὰ τῆς θαλάσσης ἠχούσης, ἐν τῇ ἁλὶ ἠχούσης, ἢ ἐν τῇ ἁλὶ πλημμυρούσης, ἁλμυρᾶς καὶ ἠχητικῆς, τῆς ὑπὸ θαλάσσης βρεχομένης· ἀπὸ τοῦ ἃλς καὶ τοῦ ῥέω ἃλς ἁλὸς ἅλμη ἁλιμυρέος, τῆς ἐν ἁλὶ οὔσης καὶ ἠχούσης, ἁλμυρῆς, τῆς ἐν τῇ ἁλὶ οὔσης, περὶ ἣν μύρεται, ἤως μορμύρει, Ὅμηρος δέ· «ποταμὸν ἁλιμυρήεντα» λέγει.

<!-- 2.259 -->Φοιταλέη· μανικὴ, ὁρμητική. διέσσυται· ὁρμᾷ, διέρχεται, διαπορεύεται. οἴδματα· διὰ τῶν, κύματα.

<!-- 2.260 -->Φορβήν· τροφήν. μαιομένη· ζητοῦσα, ἐρευνῶσα. τάχα· ταχέως. εἴσιδε· ἐθεάσατο. ἀκτῆς· αἰγιαλοῦ.

<!-- 2.261 -->Διερπύζοντα· διερχόμενον. ἀσπασίην· ἐπιθυμητὴν, φιλικὴν, χαροπήν. θήρην· ἄγραν, ἐπὶ γλυκεῖαν θήραν ὥρμησεν.

<!-- 2.262 -->Ἔσσυτο· ὥρμησεν. γηθομένη· γράφεται γηθοσύνῃ, ἤως ἐν χαρᾷ. ἐγγὺς ἰοῦσα· πορευομένη.

<!-- 2.263 -->Ἀτυζόμενος· φοβούμενος, ταρασσόμενος. δεδόνηται· κεκίνηται, τετάρακται, φοβεῖται, δειλιᾷ, κλονεῖται, κατανεύει, κινεῖται.

<!-- 2.264 -->Φόβον· φυγήν. μῆχος· μηχανὴν, τρόπον· μῆχός ἐστιν ὄνομα οὐδέτερον τὸ μὴ ἠχτὸν, λέγουσί τινες, ὅτι ἐκ τοῦ μηχανὴ γίνεται κατὰ παρασχηματισμὸν μῆχος, ὡς ἡδονὴ ἦδος

  
οὐδέ τι δαιτὸς  
  
ἐσθλῆς ἔσσεται ἦδος.  
ἀλύξαι· φυγεῖν, εἰς τὸ ἐκφυγεῖν.

<!-- 2.265 -->Ἕρπων· συρόμενος ὁ πολύπους. ἄσπετα· γράφεται ἄσχετα. ἄσχετα· πολλά. μαιμώωσαν· προθυμουμένην, ὁρμῶσαν, προθυμοῦσαν.

<!-- 2.266 -->Αἶψα· ταχέως. κατέμαρψε· κατέλαβεν. γένυν στόμα. ἐνέρεισε· ἐστήριξεν, ἐνεστήριξεν, δαφοινήν· φονικήν.

<!-- 2.267 -->Ὀλοῆς· ὀλεθρίας. μάρναται· μάχεται· μάχη ἐτυμολογεῖται ἀπὸ τοῦ αἷμα χέειν, ὡς καὶ πόλεμος ἀπὸ τὸ τοὺς πολλοὺς ἐμεῖν, τουτέστι φονεύειν.

<!-- 2.268 -->Ἑλίσσεται· συστρέφεται. δʼ· ἀργόν.

<!-- 2.269 -->Στροφάλιγγας· συστροφάς. ὑπὸ στερεοῖσιν· ὑπὸ σκολιοῖς. ἱμᾶσι· τοῖς ποσὶ τοῦ πολύποδος, πλοκάμοις.

<!-- 2.270 -->Τεχνάζων· μηχανώμενος. εἴ πως· ὅπως, ἵνα. ἐρητύσειε· κωλύσειε, τοῦ ἔργου. βρόχοισιν· δεσμοῖς.

<!-- 2.271 -->Ἀμφιβαλών· περικυκλώσας, περικρατήσας. ἄκος· θεράπευμα. ἀλεωρή· ἐκφυγὴ, ἀποφυγή.

<!-- 2.272 -->Ἀμφιπεσόντος· πολύποδος. ἀμφιπεσόντʼ· ἀντὶ τοῦ ἀμφιπεσόντος. ἀμφιβαλόντος· πεσόντος, περιπλακέντος· γράφεται ἀμφιπεσόντος. ὀλισθηροῖς· γλίσχροις, λείοις, ὁμαλοῖς. ὀλισθηρόν ἐστι τὸ σῶμα αὐτῆς, καὶ ἐκκλίνει τὸν δεσμὸν τοῦ πολύποδος περιπλεκομένου τὰ αὐτῆς νῶτα τὰ παναίολα. ὀλισθηρόν ἐστι καὶ ἐκκλίνει τὸν δεσμὸν, ἀποστενοῖ αὐτὸν καὶ φεύγει, τὸν δὲ νῶτον εἶπεν ἀρσενικὸν τῆς μυραίνης περιπλέκει ὁ πολύπους τῆς ἐχούσης τὰ μέλη ἀρκοῦντα πρὸς τὴν μάχην.

<!-- 2.273 -->Ὀτραλέη· σπουδαῖα, ἰσχυρά· ὀτραλέη ἀπὸ τοῦ τρῶ τὸ φοβοῦμαι· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν τρεὺς, μετὰ τοῦ στερητικοῦ α ἀτρεὺς ὁ ἄφοβος καὶ τροπῇ ὀτρεὺς καὶ ἰωνικῶς ὀτρῆος «λαοὺς ὀτρῆος.» ἡ γενικὴ τῶν πληθυντικῶν ὀτρέων καὶ τὸ ὄνομα ὀτράη, καὶ ὥσπερ παρὰ τὸ κάρπιμος πλεονάζει ἡ αλ συλλαβὴ καὶ γίνεται καρπάλιμος, οὕτως καὶ ὧδε πλεονασμῷ τῆς λε συλλαβῆς ὀτραλέη. διαῤῥέει· διαπίπτει, ἐκφεύγει.

<!-- 2.274 -->Αὐτάρ· δέ. νῶτα· ῥάχιν. παναίολα· ποικίλα τῷ χρώματι. δειρήν· τράχηλον πρότερον.

<!-- 2.275 -->Οὐρήν τʼ· οὐρήεντα. ἀκροτάτην· ἄκραν. περιβάλλεται· περιπλέκεται, κατέχεται. αὖτε· γράφεται αὐταῖς.

<!-- 2.276 -->Γενύων· παρειῶν. μυχοῖσι· βαθέσιν.

<!-- 2.277 -->Ὡς δέ· παραβολή. παλαισμοσύνης· παλαίστρας. γυιαλκέος· ἰσχυρᾶς, ἐν γυίοις ἀλκὴν ἐχούσης, ἢ ἐν γυίοις ἀρκούσης πρὸς μάχην, τῆς δεομένης γυίων ἀρκετῶν παλαίστρας, ὡς πρὸς τὴν μάχην. γυιαρκέος· γυίων καὶ μελῶν ἀλκίμων δεομένης· γράφεται καὶ γυιαλκέος, ἤτοι τῆς παλαισμοσύνης τῆς χρῃζούσης μελῶν ἀρκούντων πρὸς τὴν μάχην. ἴδμονες· ἐπιστήμονες.

<!-- 2.278 -->Δηρόν· ἐπὶ πολύ. ἐπʼ ἀλλήλοισι· κατʼ ἀλλήλων. ἀναφαίνετον· δυϊκὸν, ἀναφαίνουσι, δεικνύουσιν.

<!-- 2.279 -->Λιπαρός· ἐλαιώδης. λιαρός· χλιαρός, λιπαρός· γράφεται λιπαρός. λιαρὸς ἤγουν λιπαρὸς διὰ τὴν ἀλοιφὴν τοῦ ἐλαίου. ἀθέσφατος· πολὺς, ἄπειρος· ἀθέσφατος ἐκ τοῦ θεὸς καὶ τοῦ φατὸς, τοῦτο ἐκ τοῦ φημι τὸ λέγω θεόφατός τις ὢν, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ σ θέσφατος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθέσφατος· καὶ οὐδέτερον ἢ ὑπερβολικὸν, ὃν οὐδὲ θεὸς ἑρμηνεύει διὰ τὸ πλῆθος, οἷον θεόφαντον καὶ ἄπειρον· ἐξ αὐτοῦ ἀθέσφατον τὸ πολὺ καὶ δαψιλές.

<!-- 2.280 -->Χεύεται· χέεται. ἀμφοτέροις· καὶ δυσὶν ἀνδράσι δηλονότι. αἰόλα· πολλὰ, ποικίλα. κέρδεα· τεχνάσματα, τὰς ἐπιτηδεύσεις, πανοῦργα. τέχνης· τῆς παλαίστρας, τὰ τῆς παλαίστρας ἐπιτηδεύματα.

<!-- 2.281 -->Πλάζονται· πλανῶνται, ἀπρακτοῦσιν. χεῖρες· ἀλλήλων. ἐπί· περί. χροΐ· σώματι. κυμαίνονται· ταράσσονται, ἀστατοῦσι, κινοῦνται.

<!-- 2.282 -->Κοτυληδόνες· οἱ πλόκαμοι, αἱ περὶ τοὺς πλοκάμους φολίδες, πλεκτάναι· οὕτω λέγονται διὰ τὰς ἐπικειμένας τοῖς πλοκάμοις κοίλας οἷον κοτύλας. κατὰ κόσμον· εὐτάκτως, κατὰ τάξιν, ἐγκαίρως.

<!-- 2.283 -->Κενεῇσι· ματαίαις. μογέουσιν· κακοπαθοῦσιν.

<!-- 2.284 -->Ὀξυτέρῃσιν· ὀξυτόμοις. ὑπό· ἐν. ῥιπῇσιν· ὁρμαῖς, εἰσβολαῖς.

<!-- 2.285 -->Δαρδάπτει· κατεσθίει, ἐσθίει, κατακόπτει. κατεδέξατο· κατέλαβεν.

<!-- 2.286 -->Γενύεσσι· καὶ στόμασιν. θοοί· ὀξεῖς· θοὸν λέγεται τὸ ταχὺ καὶ ὀξύ. τρίβουσιν· συντρίβουσι, κόπτουσιν·

<!-- 2.287 -->Ἀσπαίρει· κινοῦνται, ψυχοῤῥαγοῦσι, ἀσπαίρεται· κινεῖται. ἑλίσσεται· στρέφεται, συστρέφεται. ἡμιδάϊκτα· ἡμίκοπα, ἡμίτμητα, ἡμιμέριστα, ἡμίβρωτα.

<!-- 2.288 -->Εἰσέτι· ἀκμὴν, καὶ ἕως οὗ. ποιφύσσοντα· πνευστιῶντα, ὁρμῶντα, ἀσθμαίνοντα, κινούμενα, στενάζοντα· ποιφύσσειν ἐστὶ τὸ διαφανῶς ὁρμᾷν.

<!-- 2.289 -->Ὡς δʼ ὅτʼ· παραβολή. ξυλόχους· τόπους, ὄρη συνδένδρους τόπους, τοὺς ξύλα ἔχοντας. στίβον· ἴχνος ἐξερεείνων· ἐρευνῶν, ἐξερευνῶν.

<!-- 2.290 -->Βριθύκερως· μεγαλόκερως· παραβολὴ παραβαλλομένη ὅλῳ τῷ πράγματι. ῥινήλατον· διὰ τῶν ῥινῶν, διὰ τῆς ῥινὸς ἐλαυνόμενον, τὸ ὑπὸ τῆς ῥινὸς τῆς ἐλάφου ἐλαυνόμενον καὶ διωκόμενον, ἤως καταλαμβανόμενον τὰ γόνατα τῆς ἐλάφου, τὸν διὰ τῆς ῥινὸς θηρώμενον, ἢ τὸν διὰ τῆς ῥινὸς εὑρισκόμενον· καὶ γὰρ ὀσφραινομένη εὑρίσκει τοὺς φωλεοὺς τῶν ὄφεων. ἴχνος· σημεῖον, διατύπωσιν.

<!-- 2.291 -->Χειήν· κατάδυσιν, φωλεάν. εἰσαφίκανε· κατέλαβεν, ἦλθε, δείκνυσιν· ἐνταῦθα ὁ ποιητὴς τὸ γλίσχρον τοῦ ὄφεως ἀπὸ τοῦ ὀνόματος τῆς χειᾶς· χεόμενος γὰρ ὥσπερ ὕδωρ τὴν κατάδυσιν ὑπεισέρχεται· ἢ ἀπὸ τοῦ χῶ χείω τὸ χωρῶ χειὰ ἡ κατάδυσις ἐν ᾗ ὄφις. ἑρπετόν· ὄφιν. εἴρυσεν· εἵλκυσεν.

<!-- 2.292 -->Δάπτει· δάκνει. ἐμμενέως· διηνεκῶς, ἰσχυρῶς, σπουδαίως. ἑλίσσεται· συστρέφεται. ἀμφί· περί. γοῦνα· κατʼ ἀποκοπὴν τῆς τα συλλαβῆς.

<!-- 2.293 -->Δειρήν· τράχηλον. στέρνον· στῆθος. ἡμίβρωτα· ἡμίκοπα. κέχυνται· ταχέως κινοῦνται ὡς ὕδωρ.

<!-- 2.294 -->Ἅψεα· τὰ μέλη παρὰ τὸ ἀλλήλων ἐφάπτεσθαι, κρέα, αἱ τῶν μελῶν κυρίως συναφαὶ καλοῦνται ἅψεα παρὰ τὸ ἅπτεσθαι ἀλλήλων. δαιτρεύουσιν· κατακόπτουσιν.

<!-- 2.295 -->Δνοπαλίζεται· συστρέφονται, κόπτονται, συστρέφεται· δνοπάλιξις κυρίως ἡ διὰ τῶν χειρῶν τίναξις καὶ ἐκκίνησις παρὰ τὸ δινεῖν τὰς παλάμας, ἢ ἀπὸ τοῦ δονῶ καὶ τοῦ πάλλω τὸ κινῶ. δνοπαλίζεται· κόπτεται, σπαράττεται, κατακόπτεται, ταράσσεται. αἰόλα· ποικίλα ταῖς κοτυληδόσιν, ἢ πανοῦργα διὰ τὴν ἐξαλλαγὴν τῶν ἰδεῶν.

<!-- 2.296 -->Δυσμόρου· δυστυχοῦς. μῆτις· γνῶσις, μηχανὴ, βουλή· οὐδὲ τὸ περὶ τὰς πέτρας αὐτῶν βούλευμά τε καὶ ἐπιτήδευμα, καθʼ ὃ ἐξομοιοῦται παντάπασιν αὐτοῦ, δύναται σῶσαι αὐτὸν τοῦ τῆς μυραίνης κινδύνου. ἐπιφροσύνης· φρονήσεως, τῆς ἐπινοίας καὶ πανουργίας.

<!-- 2.297 -->Πετραίης· καὶ τῆς γενομένης διʼ αὐτοῦ εἰς τὴν πέτραν. ἀλευόμενος· φεύγων, ἐκφεύγων τὴν μύραιναν, ἀπὸ τοῦ ἀλέω ἀλεύω.

<!-- 2.298 -->Πλέξηται· περιπλακῇ, περιλάβῃ. χροιήν· ὄψιν τῆς πέτρας. ἀμφιέσηται· περιβάλληται. ἀμφιδέσηται· ἀμφιβάληται, ἐνδύσηται.

<!-- 2.299 -->Κέαρ· τὴν γνῶσιν, τὴν ψυχὴν, τὴν φρόνησιν, περιφραστικῶς τὴν μύραιναν· ἀλλʼ οὐκ ἔλαθε, καίτοι τὴν πέτραν περιπλακεὶς ἐν χροιᾷ καὶ πάντα ὁμοία.

<!-- 2.300 -->Φράζεται· νοεῖ. φέρει· γράφεται πέλει. νόημα· μηχάνημα, μηχανή.

<!-- 2.301 -->Ἔνθα· τότε. οἰκτείρειας· ἐλεήσειας. ἀκοσμοτάτοιο· ἀτιμοτάτου, τοῦ ἀσχήμονος ἕνεκα καὶ ἀκόσμου. μόροιο· θανάτου.

<!-- 2.302 -->Πέτρῃσιν· ταῖς πετρινέαις ἰδέαις. ὑφέζεται· ὑποκάθηται, κάθηται· γράφεται ὑφαίνεται, ἤως συμπλέκεται, ἀφωμοίωται, ἢ ὑποκρύπτεται, κολλᾶται. ἡ δή· μύραινα. ἄγχι· γράφεται ἄτη.

<!-- 2.303 -->Ἐπεγγελόωσα· γελῶσα, παίζουσα· τοῦτο ἠθοποιΐα λέγεται· ἰδὼν γάρ τις τὸν μὲν πολύποδα περιδραττόμενον τῆς πέτρας ὁμόχροον, καὶ λανθάνειν σπουδάζοντα, τὴν δὲ μύραιναν γνοῦσαν, καὶ πλησίον αὐτοῦ παρισταμένην, εἴποι ἂν ἐκ τοῦ εἰκότος τοιαῦτα λέγειν πρὸς αὐτὸν γελῶσαν καὶ οἱονεὶ περιυβρίζουσάν τε καὶ παίζουσαν· τί πτώσσεις καὶ κρύπτῃ δολομῆτα, καὶ τὰ ἑξῆς.

<!-- 2.304 -->Μυθεῖσθαι· λέγειν. ἀπηνέα· σκληράν. κερτομέουσαν· λοιδοροῦσαν, ὑβρίζουσαν, χλευάζουσαν· γράφεται κερτομίῃσι· λοιδορίαις. κερτομῶ ἀπὸ τοῦ κῆρ τέμνειν· ἡ γὰρ λοιδορία τὴν ψυχὴν οἱονεὶ τοῦ λοιδορουμένου τέμνει.

<!-- 2.305 -->Τί πτώσσεις· ἠθοποιΐα, προσωποποιΐα, κεῖσαι. πτώσσεις· φοβῇ, συστέλλῃ, κρύπτῃ, ὑποπίπτεις, κρύπτεις. δολομῆτα· πανοῦργε, δόλιε τὴν βουλήν. ἔλπεαι· καὶ ἐλπίζεις. ἠπεροπεύειν· ἀπατᾷν· ἠπεροπεύω γίνεται ἀπὸ τοῦ ἡμεροπεύω, τοῦτο δʼ ἀπὸ τοῦ ἡμέρους ὄπας λέγειν.

<!-- 2.306 -->Ἦ· ὄντως. πειρήσομαι· εἰσελθεῖν, ἐκβαλεῖν σε καὶ πεῖραν καὶ δοκιμὴν ποιήσομαι.

<!-- 2.307 -->Σπιλάς· πέτρα. ἥδε· αὕτη, δεικτικόν. εἰ δὲ καί· ἀργόν. ἠμύσασα· κλιθεῖσα, σκεπάσασα, συγκρύψασα.

<!-- 2.308 -->Αὐτίκα· μετὰ ταῦτα, ἀφʼ οὗ εἶπε ταῦτα. οὐλοόν· τὸ ἀγκύλον. ἀγκύλον· τὸ ἐπικαμπές. ἕρκος· στόμα. ἐνιπλήσασα· ἀνοίξασα, ἐμβαλοῦσα· γράφεται δὲ καὶ ἐμπρήσασα, ἤως σχίσασα. λαφύσσει· λάπτει, ῥοφᾷ, σπαράσσει, ἀναῤῥοφᾷ· τὸ λαφύσσει κυρίως ἀντὶ τοῦ λάπτει καὶ ῥοφᾷ.

<!-- 2.309 -->Χοιράδος· πέτρας, τῆς εἶδος χειρὸς ἐχούσης, ὑφάλου, μελαίνης, ὑποκύρτου, μικρὸν ὑπερεχούσης τοῦ ὕδατος, ὥστε ἐοικέναι χοίρῳ ἐπιπλέοντι θαλάσσης τὰ νῶτα, ἢ τῆς εἶδος ἐχούσης χοίρου, ὑπὸ τραχείας πέτρας, ὑπερανέχουσαν μικρὸν τῆς θαλάσσης ὡς ἐοικέναι χοίρῳ πλέοντι. ἐρύουσα· ἑλκύουσα, σύρουσα. περίτρομον· φόβου πλήρη, περιτρέχοντα.

<!-- 2.310 -->Δαϊζόμενος· κοπτόμενος, κατακοπτόμενος, ἀπὸ τοῦ δαίω τὸ κόπτω, ἢ παρὰ τὴν δάϊν τὴν μάχην ὁ καταμαχόμενος, σημαίνει καὶ τὴν νίκην, σημαίνει καὶ τὴν πεύκην. πάγον· πέτραν, λίθον· γράφεται τὴν πέτραν. ἀνίησιν· ἐνδίδωσιν, ἀφίησι, δίδωσιν.

<!-- 2.311 -->Ἔχεται· ἅπτεται, καὶ κρατεῖ, περιέχεται, ἀντιλαμβάνεται. εἱλιγμένος· ἐντετυλιγμένος.

<!-- 2.312 -->Λείπωνται· ἐναπομείνωσιν. μοῦναιν· αἰολικὸν, ἰωνικόν. κοτυληδόνες· φολίδες, πλόκαμοι, πλεκτάναι, τὰ καρφία, αἱ κοιλότητες τῶν πλοκάμων τοῦ πολύποδος, τὰ λεγόμενα καρφία. ἐμπεφυυῖαι· συμπεπλεγμέναι, ἡρμοσμέναι, κεκολλημέναι· ἐμπεφυυῖαι ἀντὶ τοῦ ἐμπλέξασαι τὰς χεῖρας, ἰσχυρῶς κρατοῦσαι, ὡς

  
ἔχετʼ ἐμπεφυυῖα  
καὶ ἐμπεφύασιν· φῦμι τὸ προσπελάζω, ὁ μέλλων φύσω, ὁ παρακείμενος πέφυκα, ἡ μετοχὴ ὁ πεφυκὼς, ἀποβολῇ τοῦ συμφώνου πεφυὼς, καὶ τὸ θηλυκὸν ἐμπεφυυῖα.

<!-- 2.313 -->Ὡς δʼ ὅτε· παραβολή. πόληος· ἰωνικόν.

<!-- 2.314 -->Ἑλκομένων· συρομένων. δορυκτήτων· δορυαλώτων, αἰχμαλώτων.

<!-- 2.315 -->Κοῦρον· νέον, υἱὸν, παῖδα· κοῦρος λέγεται παρὰ τοῖς Ἀθηναίοις ἡλικία τις, ἐν ᾗ ποιοῦντες τραπέζας ἔταττον ἑαυτοὺς μετὰ τῶν νεωτέρων, λέγεται δὲ καὶ ὁ ξυρῶν αὑτοῦ τὸ γένειον ἀπὸ τῆς ῥηθείσης ἱστορίας, λέγεται καὶ τὰ κουρόσυνα. ἀνήρ· πολέμιος· παρὰ τὸ ἀνύω τὸ τελειῶ ἀνυὴρ καὶ ἀνήρ. ἐμπεφυῶτα· περιπλακέντα.

<!-- 2.316 -->Γειναμένης· μητρός. ἐρύει· ἑλκύει. ἐρύσει· ἑλκύσει. νόμον· κατά. νόμῳ· ἀκολουθίᾳ καὶ τῇ τάξει.

<!-- 2.317 -->Πλέγδην· περιπεπλεγμένος, πεπλεγμένον ἢ ἐμπλόκως. ἀνίησιν· ἀφίησιν, ἀνακλίνει. μήτηρ· μὴ ἔχουσά τι πρὸς ἄμυναν ἡ μήτηρ προβάλλεται τὸν κώκυτον, ἵνα δυσωπήσῃ τὸν πολέμιον ........... ποιῆσαι τὴν ὑπόθεσιν πλατύνει τὸ παράδειγμα, τοῦτο δὲ καὶ τῷ Ὁμήρῳ εἴθισται.

<!-- 2.318 -->Κωκυτῷ· θρήνῳ, ἤως τὸν ἄκαυστον. προΐησιν· προδίδωσιν, ἀφίησιν. ὁμῶς· ὁμοῦ. ἕλκεται· σύρεται.

<!-- 2.319 -->Δειλόν· δείλαιον, ἄθλιον· γράφεται δολιχόν. δέμας· ἰστέον ὅτι σημειοῦνται τὸ δέμας οἱ παλαιοὶ τὸν μὲν ποιητὴν ἔμψυχον σώματος θετικὸν, ὡς συνδεδεμένον τῇ ψυχῇ καὶ διʼ αὐτῆς συνεστῶτος, τὸ δέ γε σῶμα ἐπʼ ἀψύχου, τουτέστιν ἐστερημένου τῆς ψυχῆς διὰ τὸ σῆμα, καὶ ὡς ἄν τις εἴπῃ μνῆμα τοῦ ζῶντος γενέσθαι ποτὲ, τοὺς δὲ μετὰ τὸν ποιητὴν, ἐν οἷς καὶ ὁ Εὐριπίδης ἀδιαφόρως χρᾶσθαι τῇ λέξει ποτὲ, δεῖ δʼ εἰδέναι, ὅτι καὶ αὐτὸς ὁ ποιητὴς ἤως ὁ Ὅμηρος τὸ δέμας ἐπʼ ἀψύχου ποτὲ τίθησιν, ὡς ἐν τῷ «δέμας πυρός,» καὶ τὸ σῶμα ἐν τῇ γʹ ῥαψῳδίᾳ λεχθήσεται.

<!-- 2.320 -->Λισσάδι· ὁμαλῇ πέτρᾳ ἀπὸ τοῦ λισσὸν τὸ ὁμαλόν, μυδαλέη δʼ ἀντὶ τοῦ βεβρεγμένη. μυδαλέῃ· διύγρῳ. περιφύεται· περιπλέκεται, κολλᾶται. ἀνίησιν· ἀφίησιν, ἐνδίδωσιν, ἐκλείπει.

<!-- 2.322 -->Ἀυτοφόνοισι· τοῖς ἀφʼ ἑαυτοῦ φόνοις, αὐτοπροαιρέτοις. ἀγηνορίῃσι· ἀνδρίαις, αὐθαδείαις, μωρίαις, κενοδοξίαις. δαμεῖσαν· καταπονηθεῖσαν.

<!-- 2.323 -->Σχεδόν· πλησίον. ᾗ ἐνιναίει· ἐν ᾗ κατοικεῖ.

<!-- 2.324 -->Ὀτραλέη· σπουδαῖα, ὁρμητικὴ, ταχεῖα, ἀθλία. δύο δʼ ἀνὰ κέντρα· τὰ δύο στόματα, ἢ στηρίγματα εἰς τὴν μάχην. ἀνατιτήνας· ἄνω ἐξαπλώσας, ἐξαπλώσας, ἀναπετάσας.

<!-- 2.325 -->Δήϊα· πολεμικά· ἐκ τοῦ δαίω τὸ καίω γίνεται δηΐω, καὶ περισπώμενον δηϊῶ γʹ συζυγίας, καὶ

  
δηϊωθέντων Ἀχαιῶν  
καὶ διαλύσει δαΐω, καὶ πλεονασμῷ τοῦ ζ δαΐζω· ἐκ τοῦ δαίω γίνεται ὄνομα δάϊος καὶ τροπῇ τοῦ α εἰς η δήϊος. φυσιόων· ἀλαζονευόμενος, γαυριῶν, ἀναβαλλόμενος, ἐπαιρόμενος, κενοδοξῶν. προκαλίζεται· προσκαλεῖ, προκαλεῖται· ὡς ἐκ τοῦ πολεμῶ πολεμίζω, καὶ ἀπὸ τῶν ὁμοίων ἑτέρων περισπωμένων, οὕτω καὶ ἀπὸ τοῦ καλῶ καὶ προκαλῶ προκαλίζω, καὶ προκαλίζομαι ἀττικόν. μόθον· πόλεμον. ἐλθεῖν· τὴν μύραιναν.

<!-- 2.326 -->Ἀριστῆϊ· στρατηγῷ, πολεμιστῇ· παραβολή. προμάχῳ· προβολῇ.

<!-- 2.327 -->Ἠνορέῃ· δυνάμει, ἀνδρίᾳ· σήμαινε τὸ ἀνδρία διὰ τοῦ ι. δαημοσύνῃσι· ἐπιστήμαις, ἐμπειρίαις.

<!-- 2.328 -->Ἔντεσι· ὅπλοις· ἔντεα τὰ ἅρματα ἀπὸ τοῦ ἔχειν καὶ φυλάσσειν ἐντὸς τὸν ὁπλιζόμενον, ὡς ὁ θώραξ καὶ τὰ ὅμοια ἕτερα· τὸ γὰρ ἔγχος καὶ ἡ σπάθη οὐκ ἐν ἑαυτοῖς ἔχουσι τὸν στρατιώτην. καρτύνας· ἰσχυροποιήσας. κρατύνας· ἰσχυρώσας, ὁπλίσας, στερεώσας, ἢ περιφράξας. καρτύνων· στερεῶν. βριαρόν· ἰσχυρόν. πάλλων· κινῶν.

<!-- 2.329 -->Ἔγχεα· κοντάρια. δυσμενέων· ἐχθρῶν ὅς κε· τὸν ἐκεῖνον. ἐθέλῃσιν· ἰωνικόν.

<!-- 2.330 -->Ἀντιάαν· ἐξ ἐναντίας ἔρχεσθαι. ἀριστήων τῶν πολεμίων, ἀριστέων. ὀροθύνει· διεγείρει, παροξύνει.

<!-- 2.331 -->Ὅγε· ὁ κάραβος· ἐπίλογος. θήγει· διεγείρει, παροξύνει τὴν μύραιναν ἐπιφραστικῶς. φρένας· τὸ θυμικόν. μῶλον· μάχην· μῶλος ἡ πολυχρόνιος μάχη παρὰ τὸ μὴ λύεσθαι ταχέως, ἢ παρὰ τὸ ὁμοῦ ὀλλύειν, ἢ παρὰ τὸ μολεῖν· ἐκ τοῦ ὀλλύω τὸ ὀλεθρεύω γίνεται μολύνω τὸ μο μικρὸν πλεονασμῷ τοῦ ν, πέφυκε πλεονάζειν τὸ ν ἐν τοῖς ῥήμασιν· ἐκ τοῦ ὀλλύω πλεονασμῷ τοῦ ν ὀλλύνω καὶ πλεονασμῷ τοῦ μ.

<!-- 2.332 -->Δηθύνει· ἡ μύραινα, βραδύνει. θαλάμης· ἀπὸ, διὰ τοῦ σπήλου. διαΐξασα· ἐξελθοῦσα. μελαίνης· σκοτεινῆς, κελαινῆς, τῆς βαθείας.

<!-- 2.333 -->Γυρώσασα· κυρτώσασα· γράφεται κυκλώσασα. χόλῳ· ὀργῇ. μέγα· μεγάλως. παιφάσσουσα· ἐνθουσιῶσα, ὁρμῶσα, εἰς φόνον ὁρμήσασα· ἐκ τοῦ φῶ φάσσω καὶ παφάσσω καὶ παιφάσσω, ἕτεροι δὲ παιφάσσειν λέγουσι τὸ γοργὰ βλέπειν ἀπὸ τοῦ τὰ φάη πάντα ἀΐσσειν. παιφάσσουσα· ὡς εἰς φόρον ὁρμῶσα· ἐκ τοῦ φῶ φώσω ἀναδιπλασιασμῷ φάσσουσα, καὶ διʼ εὐφωνίαν παφάσσουσα καὶ πλεονασμῷ τουτέστι τοῦ ι παιφάσσουσα, ἕτεροι δὲ παιφάσσειν λέγουσι τὸ ταχέως βλέπειν καὶ οἱονεὶ πάντα τὰ φάη ἀΐσσειν.

<!-- 2.334 -->Ἀντιάα· ἐξ ἐναντίας ἔρχεται· ἀντιάαν ἐξ ἐναντίας ἔρχεσθαι, ἢ μεταλαμβάνειν τῆς μάχης, ἐφʼ ᾧ καὶ τὸν ἀντίπαλον διεγείρει ἐκ τῶν ἀρίστων. περισπέρχουσα· σπουδάζουσα, ταχέως σπουδάζουσα, σπεύδουσα, ὅθεν καὶ περισπερχὴς ὁ σπουδαῖος, καὶ περισπέρχεια ἡ ἄγαν σπουδή. αἰνῶς· λίαν.

<!-- 2.335 -->Τρηχύν· τῷ δέρματι. γένυν· στόμα· λέγει τὸν σίδηρον ἐοικέναι γένυες ἀρχόμενον πλατὺ καὶ λῆγον εἰς ὀξύ. ἀνεμώλιον· ματαίαν. αὕτως· ἀπράκτως, ἀσυντελῶς.

<!-- 2.336 -->Ἐγχρίπτει· ἐμβάλλει, ἐμπελάζει. ἐτώσια· μάτην, ματαίως.

<!-- 2.337 -->Οἱ δέ· οἱ ὀδόντες τῆς μυραίνης οἱ ἐν ταῖς γενύεσσιν, ἤτοι ταῖς σιαγόσιν ὥσπερ ἀπὸ πέτρης βαλλόμενοι κοπιῶσι καὶ ἀμβλύνονται. ἐν γὰρ τοῖς γενύεσσιν· ὡς γάρ τις λίθος προβαλὼν πέτραν διὰ τὸ ἀντίτυπον ἀποπάλλεται αὐτοῦ περιθραυσθὲν τὰ ἄκρα. πάλιν· εἰς τοὐπίσω. γενύεσσι· σιαγόσι ταῖς τῆς μυραίνης. ἀπηνέος· σκληρᾶς, ἤως τοῦ καράβου.

<!-- 2.338 -->Παλλόμενοι· κινούμενοι, βαλλόμενοι, καὶ πηδῶντες. κάμνουσι· κοπιῶσιν. ἀμβλυνόνται· ἐξασθενοῦσιν, ἀπονεκροῦνται. ἐρωῆς· ὁρμῆς, τῆς δυνάμεως· ἀπὸ τοῦ ῥῶ ῥωὴ, καὶ κατὰ πρόσληψιν συλλαβῆς ἐρωή, ἡ ῥωμαλέα ὁρμή.

<!-- 2.339 -->Φλεγέθει· φλέγεται τῷ πυρὶ τοῦ θυμοῦ. ὀρίνεται· ἐγείρεται, διεγείρεται, ταράσσεται. ἄγριον ἦτορ· ἡ ἀγρία προθυμία, περιφραστικῶς ἡ μύραινα.

<!-- 2.340 -->Χηλῇσι· ὄνυξιν. μεταΐξας· ὁρμήσας. ἐπαΐξας· ἐπιστραφείς. δολιχῇσι· μακραῖς, μακροῖς.

<!-- 2.341 -->Αὐχενίοιο· τοῦ αὐχένος, τοῦ περὶ τὸν αὐχένα, τὸ δὲ λάβῃ ἀντὶ τοῦ δράξηται. τένοντος· τένοντος κυρίως τὰ ὀπίσω τοῦ τραχήλου νεῦρα, διʼ ὧν οὗτος τείνεται. τένοντος· τοῦ ἐξηπλωμένου νεύρου.

<!-- 2.342 -->Ἴσχει· κρατεῖ. ἐμπεφυώς· ἐμπλακεὶς, περιπλακεὶς, κολληθείς. πυράγρη· ἣν ξυλάβιόν φασιν οἱ χαλκεῖς· λαβὶς παρὰ τὸ πῦρ ἀγρεύειν.

<!-- 2.343 -->Νωλεμές· διόλου, ἀδιαλείπτως, οἱονεὶ νηολεμὲς, τὸ μὴ ἔχον εἴσχυσιν τοῦ ὅλου. ἀνίησι· ἀφίησι, καταλιμπάνει. ἐσσυμένην· ὁρμῶσαν. ἐσσυμένη· ὁρμῶσα. παραλύξαι· φυγεῖν, ἀλύξαι, ἐκφυγεῖν.

<!-- 2.344 -->Βίῃ· ἀνάγκῃ. μογέουσα· κακοπαθοῦσα. ἀσχαλόωσʼ· λυπουμένη. ὀδύνῃσι· τοῖς πόνοις.

<!-- 2.345 -->Δινεύει· συστρέφεται, συστρέφει. σκολιόν· καμπύλον. αἶψα· ταχέως.

<!-- 2.346 -->Ὀξυβελῆ· τὰ ὀξέα βέλη ἔχοντα, ἢ τὰ ὀξέως βάλλοντα. περιβάλλεται· περιπλέκεται. ἀμφιχυθεῖσα· περιπλακεῖσα.

<!-- 2.347 -->Σκώλοισι· τοῖς ἀπεξυσμένοις ξύλοις, ταῖς ἀκάνθαις τοῦ καράβου, κυρίως δὲ σκῶλα ξύλα τινὰ ὠξυμμένα μέρει ἑνὶ, χρήσιμα τοῖς μαχομένοις, ἀφʼ ὧν καὶ τὸ ἐμπόδιον σκῶλον, καὶ σκόλοπες δὲ τὰ ὀρθὰ ξύλα. σκώλοισι· κέντροις. σκόλοψ καὶ σκῶλον τὸ ὀξὺ ξύλον, τὸ τοῖς μαχομένοις χρήσιμον, ἀφʼ οὗ καὶ σκῶλον τὸ ἐμπόδιον· γράφεται καὶ κώλοισι τοῖς ὀστέοις, ἤτοι τοῦ ὀστράκου τοῖς ὀξυτάτοις κέντροις· γράφεται σκολόπεσιν. ὀξείῃσιν· ὀξυτάτῃς τοῦ ὀστράκου. ἀκωκαῖς· ὀξύτησιν· ἀκωκὴ ἡ δυναμένη ἀμύξαι·

<!-- 2.348 -->Ὀστράκου· τοῦ καράβου. ὠτειλαῖς· πληγαῖς, τραύμασιν. περιπλήθουσα· μεστουμένη. θαμειαῖς· πυκναῖς, συχναῖς.

<!-- 2.349 -->Αὐτοδάϊκτος· αὐτότμητος, αὐτοφόνευτος, ἀφʼ ἑαυτοῦ κατακοπεῖσα, αὐτοφόνος· εἰ γὰρ οὐκ ἤθελεν, οὐκ ἂν ἐξῆλθεν ἐκ τοῦ θαλάμου αὐτῆς, καὶ οὐ μὴ διεφθάρη τῷ καράβῳ.

<!-- 2.350 -->Ὡς δʼ ὅτι· παραβολή· ὡς δʼ ὅτε τις ἀνὴρ πεπειραμένος τῶν κυνηγετικῶν, ὥστε ἡμεροῦν καὶ τιθασσεύειν τὰ θηρία, συνηγμένων οὐκ ὀλίγων ἐν ἀγορᾷ κύκλωθεν οἰκήματα ἐχούσῃ, δέχεται ἐν δορὶ πάρδαλιν θυμωθεῖσαν καὶ ἀγριάνασαν, ἡ δὲ καίπερ ὁρῶσα τὸν θηκτὸν τοῦ δόρατος σίδηρον, ἐχώρησεν ὅμως κατʼ αὐτοῦ ἀσχέτως, καὶ ἐδέξατο ἐν ἑαυτῇ τὴν αἰχμὴν αὐτοφόνῳ κακίᾳ, οὕτω καὶ τὴν κακοθάνατον μύραιναν συμβαίνει δαμασθῆναι ἀγνωσίαις οἰκείαις. θηροφόνων· κυνηγετικῶν, κυνηγετῶν. δεδαημένος· εἴδησιν ἔχων, πεπειραμένος, ἐπιστήμων, ἔμπειρος.

<!-- 2.351 -->Ἀμφιδόμοισιν· ἀμφοτέρωθεν ἐχούσαις δόμους, ἀμφοτέρωθεν οἰκήματα ἐχούσαις, ἀμφίδομοι ἀγοραὶ λέγονται αἱ ἀμφοτέρωθεν ἔχουσαι τὴν οἰκοδομὴν, τουτέστιν αἱ περιφανεῖς καὶ κυκλοτερεῖς, ὥσπερ καὶ ἀμφιθέατρα παρὰ τὸ ἀμφοτέρωθεν θεᾶσθαι τοὺς ἑστῶτας. ἐναγρομένων· συναθροιζομένων, συναγομένων· τῶν κακῶν συναθροιζομένων ἐν ταῖς ἀγοραῖς ταῖς ἀμφοτέρωθεν ἐχούσαις τὴν οἰκοδομὴν, τὴν πάρδαλιν μάστιγι ἀνέγειρε μανιωθεῖσαν. ἀγορῇσι· συνελεύσεσι, στοαῖς, τόποις ἀγοραίοις· ἀγορὴ παρὰ τὸ ἀγείρειν πάντας εἰς ἓν καὶ κατὰ τὸ αὐτὸ ὁμοῦ εἶναι.

<!-- 2.352 -->Οἰστρηθεῖσαν· μανεῖσαν, ἀγριωθεῖσαν, ἀγριάνασαν. ῥοίζοισιν· ἤχοις, κτύποις, ἐντύψεσιν· ἀπὸ τοῦ παραγομένου τὸ ἑπόμενον. ἀνεῤῥοίζησεν· ἀπειλήσατο. ἱμάσθλῃ· λώρῳ. ἱμάσθλης· μάστιγος, βύτζας, διʼ ἧς κτυπῶν φόβον αὐτῷ ἐμποιῶν.

<!-- 2.353 -->Ἐγχείῃ· δόρατι, ἔγχει. ταναηκέϊ· μακρῷ, μακρᾷ. δοχμόν· πλαγίως. δοχμός· πλάγιος. δόχμιος· πλάγιος.

<!-- 2.354 -->Ἡ δέ· πάρδαλις. καί· καίπερ. γένυν· ὀξύτητα, στόμα. θηκτοῖο· ἠκονημένου, ἀκονήτου,

<!-- 2.355 -->Ἄγρια· ἀγρίως. κυμαίνουσα· ταρασσομένη. κορύσσεται· διεγείρεται, ἐπαίρεται, ὁπλίζεται, ὑψοῦται τῷ θυμῷ.

<!-- 2.356 -->Δουροδόκη· κανταροθήκη, θηκάριον. χαλκήλατον· ἐκ χαλκοῦ, ἐκ χαλκοῦ ἠλασμένην, τὴν ἀπὸ χαλκοῦ ἐλαυνομένην, χαλκῆν. ἔσπασεν· ἐδέξατο, ἔλαβεν.

<!-- 2.357 -->Ἕλε· ἔλαβεν, ἐφόνευσεν. χόλος· ὀργὴ, ὁ θυμός. ἀφραδίῃσι· ἀβουλίαις.

<!-- 2.358 -->Δύσμορον· δυστυχῆ. αὐτοτύποισιν· αὐτοφόνοις, ἑκουσίοις, αὐθαιρέτοις. ὠτειλῇσι· τραύμασιν.

<!-- 2.359 -->Τοίην· παραβολὴ μάχης ὄφεως καὶ ἐχίνου. γαίης ἔπι· ἀναστροφή. δῆριν· φιλονείκειαν.

<!-- 2.360 -->Ξυλόχοισιν· συνδένδροις τόποις.

<!-- 2.361 -->Ἀντόμενοι· συναντόμενοι, συναντηθέντες. τοῖς· τούτοις. ἀνάρσιος· πολεμία, ὀλεθρία, φονευτική· αἶσα· τύχη, μοῖρα, τάξις. μέμηλεν. ἐν φροντίδι ἦν.

<!-- 2.362 -->Ἤτοι· ἀργόν. προϊδών· θεασάμενος. ὀλοφώϊον· ὀλόντα φῶτας, ὀλέθριον. ἑρπυστῆρα· ὄφιν.

<!-- 2.363 -->Φραξάμενος· ὁπλισθεὶς, καθοπλισθεὶς, φραξάμενος ὑπὸ ταῖς ἀκάνθαις, ταῖς πυκναῖς προβολαῖς, ἢ ἃς προβάλλεται πυκνάς. πυκινῇσι· τῶν πυκνῶν· τὸ κι ι διότι; τὰ εἰς νος ὀνόματα ἀπʼ ἐπιῤῥημάτων συγκείμενα διὰ τοῦ ι γράφεται, οἷον ἄληθες ἀληθινὸς, πεδοῖ πεδινὸς, πύκα πυκινὸς, τάχα ταχινός. τὸ πυ βραχὺ διότι; παρὰ τὸ πετύσσω πετύω πετύσω καὶ συγκοπῇ πτύσσω· ἄλλο γὰρ οὐ σημαίνει τὸ πτύσσω, εἰ μὴ τὸ ἐπιπίπτειν ἕτερον πρὸς ἕτερον. τὸ κι βραχὺ διότι; τὰ εἰς νος ὀνόματα ὀξύτονα μὴ ὄντα παρώνυμα διὰ τοῦ ι βραχέως ἐκφέρονται, οἷον ἀδινὸς, πεδινὸς, σεσημείωται τὸ χαλινὸς, καὶ λαρινὸς, τὸ μὲν χαλινὸς ὅτι ἐστὶ καὶ οὐδέτερον· λοιπὸν ὡς διαλλάξαντα κατὰ τὰ ἄλλα διήλλαξε καὶ κατὰ τὸν χρόνον. προβολῇσιν· ἐξοχαῖς, προβεβλημέναις, στερεῇσιν. ἀκάνθαις· λέγε ἀκανθῶν.

<!-- 2.364 -->Εἱλεῖται· κινεῖται, συστρέφεται. ἕρκεϊ· τῷ δώματι, τῷ ἀκανθώδει περιτειχίσματι, ὑπὸ τῷ ἀκανθώδει καὶ τραχεῖ προτειχίσματι, ὑπὸ δέρματι· αἱ ἀκάνθαι γὰρ ἀσφαλαὶ καὶ ἕρκος τοῦ ἐχίνου εἰσίν. φυλάσσων· περικαλύπτων.

<!-- 2.365 -->Ἔνδοθεν· κατά. ἑρπύζων· βαδίζων, συρόμενος. σχεδόν· τοῦ ἐχίνου. θύων· ὁρμῶν.

<!-- 2.366 -->Ἰοτόκοισι· ἰοβόλοις, τοῖς τίκτουσι τὸν ἰὸν, τοῖς γεννῶσι τὸν ἰὸν, πεφαρμακωμένοις. περισπέρχει· βαδίζει, κατεπείγει, βιάζει. γενύεσσιν· στόμασιν.

<!-- 2.367 -->Αὕτως· μάτην. μογέει· κακοπαθεῖ. κενεόν· μάταιον. πόνον· κόπον. ἱκάνει· λαμβάνει, ἵκεται, καταλαμβάνει, ἔρχεται, ἤως ἅπτεται.

<!-- 2.368 -->Χρωτός· σώματος. μαλεροῖσι· κοπτικοῖς, καυστικοῖς, μαραντικοῖς, φθαρτικοῖς, κακοῖς. ἱέμενος· προθυμούμενος, βιαζόμενος, προθυμῶν.

<!-- 2.369 -->Λάχνη· τρίχωσις, ἀκανθώδης τρίχωσις· τὸ σχῆμα ἐμφαντικόν· τοιαύτη θρὶξ τραχεῖα καὶ κατάξηρος λίαν ἐνδύνει τὸν ἐχῖνον, περὶ αὐτὸν οὖσα καὶ βεβηκυῖα. δυσπαίπαλος· τραχεῖα, ἀνώμαλος, μεταφορικῶς εἴρηται ἀφʼ ὁδοῦ σκληρᾶς, ἡ δυσχερὴς καὶ τραχεῖα. ἀμφιβέβηκεν· περιβέβηκε, περικαλύπτει.

<!-- 2.370 -->Αὐτάρ· δέ. κυκλοτερής· στρογγύλος. ὀλοοίτροχος· χαλεπὸς, ὀλέθριος διʼ ὅλου, στρογγύλος καὶ περιφερὴς δίκην τροχοῦ· ἢ ὀλέθριος, ἡ δὲ λέξις καὶ παρʼ Ὁμήρῳ ἢ ὀλοὸς ἐν ᾧ τρέχει. ὀλοότριχος· ὀλεθρίας τρίχας ἔχων· ἢ ὀλοότροχος, ἢ φθαρτικοῦ τροχοῦ· ἢ ὁλοότροχος, ἢ ὁλοστρόγγυλος διὰ δασεῖαν. αἰόλα γυῖα· ποικίλα μέλη.

<!-- 2.371 -->Δινεύων· συστρέφων. πυκινῇσι· πυκναῖς, πυκνοῖς κυλινδόμενος· κινούμενος, κυλιόμενος. στροφάλιγξιν· κινήσεσι, συστροφαῖς.

<!-- 2.372 -->Σπείρῃσι· τοῦ ὄφεως, ταῖς περιπλοκαῖς τοῦ ὄφεως. οὐτάζει· τὸν ὄφιν, τιτρώσκει. βελέεσσι· κέντροις.

<!-- 2.373 -->Χαίτης· ἀντιπτωτικόν. ὀξυτόμοισιν· ὀξυτόμων. χαίτῃς ὀξυκόμοισι· ἢ τοῖς βέλεσι τῶν ὀξυκόμων χαιτῶν. εἴβεται. στάζει, στάζεται, καταστάζεται, καταβρέχεται, κατανοεῖται.

<!-- 2.374 -->Ἰχώρ· ὄφις. πολλʼ· γράφεται καὶ πικρά. ἀνιάζει· ἀνιᾷ, λυπεῖ.

<!-- 2.375 -->Ἔνθα· τότε, καὶ ὅτε. ἀμφιβαλών· περιπλέξας. περιηγέϊ· κυκλοτερεῖ. περιηγέα· σφαιροειδῆ. ὁλκῷ· σώματι.

<!-- 2.376 -->Ὑγρός· γράφεται λυγρός· ὁ γλίσχρος ἢ ὁ τραχὺς ἐκ μεταφορᾶς τοῦ ὑγροῦ ὕδατος· ἢ ὁ λυγρὸς καὶ θανάσιμος. περιπλέγδην· πλεκτικῶς, περιπεπλεγμένως. ὑπό· ἐν.

<!-- 2.377 -->Ἴσχει· κρατεῖ· γράφεται ἔχει. ἐμπρίει· λυπεῖ, πιέζει, δαμάζει, ἀμβλύνει, λαμβάνει, συνέχει, συσφίγγει, ἐμφυσᾷ. ἐνερείδεται· στηρίζει, ἐμβάλλει, ἐπιβαρύνει, δαμάζει, ἐπιστηρίζει. ἀλκήν· τὴν οἰκείαν, δύναμιν.

<!-- 2.378 -->Τοῦ δʼ· ὄφεως, ἐχίνου. ὀλισθαίνουσιν· ἐμπίπτουσιν, εἰσέρχονται.

<!-- 2.379 -->Ὀξέα· πως, ὀξέως. πεφρικυῖαι· συνεχεῖς, ἱστάμεναι, ἀνιστάμεναι, πεπυκνωμέναι· φρίσσειν κυρίως ἐπὶ χοίρου, ὅταν φοβηθεὶς ὀρθὰς ἑαυτοῦ τὰς τρίχας στήσῃ. σκολόπεσσι· ἀκάνθαις, κέντροις· ἐπαινεῖται τὴν εὐπορίαν τοῦ ποιητοῦ· τὰς γὰρ ἀκάνθας τοῦ τραχέος ἐχίνου προβολάς τʼ εἶπεν ἀκάνθας, ἤτοι προβλήματα πολεμικὰ, καὶ ὅπλα, καὶ ἕρκος, τουτέστι περίφραγμα τοῦ ὅλου σώματος, καὶ λάχνην δυσπαίπαλον, ἤτοι τραχεῖαν τρίχωσιν, καὶ βέλος, καὶ χαίτας ὀξυκόμους καὶ νῦν σκόλοπας διὰ τὸ εἰς ὀρθὸν αὐτὰς ἵστασθαι καὶ λήγειν εἰς ὀξύ. πεπηγώς· παγεὶς, πεπηγμένος, πηγνύμενος.

<!-- 2.380 -->Βίης· δυναστείας. ἀνίησι· ἄνεσιν καὶ πτῶσιν ποιεῖ, ἐνδίδωσιν. οὐκ ἐθέλων· ἀλλά. οὔ κε· ἀντὶ τοῦ οὔτε· τὸ γάρ κε ἀντὶ τοῦ τε. πεπέδηται· δεδέσμηται.

<!-- 2.381 -->Γόμφοισιν· ἥλοις, καρφίοις· γόμφος κυρίως τὸ ξύλινον καρφίον παρὰ τὸ κόπτω κέκομμαι κόμφος καὶ γόμφος. ἀτεκμάρτοισιν· πολλοῖς, ἀσημάντοις, ἰσχυροῖς, ἀδήλοις, ἀστοχάστοις. ἀρηρώς· ἁρμοσθεὶς, ἡρμοσμένος.

<!-- 2.382 -->Ὄφρα θάνῃ· ἵνʼ ἀποθάνῃ. αὐτῷ· ἑαυτῷ. ἀπέφθισε· συνέφθειρεν. θήρα· ἄγρα. πιέζων. δαμάζων, συσφίγγων, ὡς μὴ ἐῶν αὐτὸν ἀναπνεῦσαι.

<!-- 2.384 -->Ἔκφυγεν· ἐξέδραμεν. ἐχῖνος· ὁ χοιράκανθος.

<!-- 2.385 -->Ἐκδύς· ἐξελθὼν, ὑπέξαλος, ὑπεξελθὼν, ἐκφυγών. ἀλυκτοπέδης· ἀφεύκτου δεσμῆς, ἀλύτου δεσμοῦ, ἤως τοῦ φυκτοῦ δεσμοῦ. κελαινῆς· σκοτεινῆς, θανατηρᾶς, χαλεπῆς, καὶ τῆς αἰτίας σκοτώσεως.

<!-- 2.387 -->Τοίη· ἐν, τὶς, ἡ· ἐπίλογος. κακόφρονι· μωρᾷ, ἐκ τῆς κακοφροσύνης γινομένῃ. δάμνεται· κόπτεται, δαμάζεται. ἄτῃ· βλάβῃ.

<!-- 2.388 -->Καράβῳ· γενομένη. ἁρπαλέη· ἁρπακτικὴ, εὐφραντὴ, ἐνήδονος, χαρμόσυνος. εὐάντητος· γλυκεῖα, εὐφρόσυνος, ποθεινὴ, κακοσυνάντητος γενομένη.

<!-- 2.389 -->Αὖ· δή. ὁμῶς· ὁμοίως. κραιπνόν· τραχύν παρὰ τὸ ἀκαριαίως πνέειν.

<!-- 2.390 -->Νωθρός· ὀκνὸς, βραδύς. ἐρωήν· ὁρμήν.

<!-- 2.391 -->Σπιλάδεσσι· πέτραις. νοήσῃ· μάθῃ, ἴδῃ, θεάσῃ.

<!-- 2.392 -->Αὕτως· μάτην, οὕτως, ἀπράκτως, ἡσύχως. ἀτρομέοντα· χάζοντα, ἀκινητίζοντα. λάθρη· κρυφίως.

<!-- 2.393 -->Νῶτον· ἐπὶ, εἰς τὸν τοῦ καράβου. ἐπαΐξας· ὁρμήσας, ἀντὶ τοῦ πλαγία ὁρμήσας τῷ καράβῳ. περιβάλλεται· περιπλέκεται, τίθησι, περιτίθησιν. αἰόλα· ταχέα ἢ ποικίλα.

<!-- 2.394 -->Ἰφθίμων· ἰσχυρῶν. σειρῇσι· μάστιξιν. πιέζων· σφίγγων.

<!-- 2.395 -->Οἱ· αὐτῆς, τοῦ καράβου. κοτυληδόσι· πλεκτάναις, καρφίοις. θερμόν· τὴν πνοὴν, ἀναπνοὴν, τὸ πνευστικὸν καὶ ἰσχυρόν. ἐρείδει· ἐστηριγμένως καὶ στερεῶς συνέχει, στηρίζει καὶ συσφίγγει ὁ πολύπους τὸν θερμὸν αὐλὸν, ἤτοι τὴν πνοὴν τοῦ καράβου ἐν ταῖς ἄκραις κοτυληδόσι, τουτέστι ταῖς πλεκτάναις αὐτοῦ, καὶ φράττει τὴν πνοὴν, τὴν εἰς τὸν ἀέρα χεομένην καὶ πάλιν εἰσερχομένην.

<!-- 2.396 -->Αὐλόν· ἤτοι ὄπην, τὸν πόρον, εἰσαγωγὴ καὶ ἐξαγωγὴ τοῦ ἀνέμου· αὐλὸς τὸ φωνητικὸν ὄργανον, καὶ ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος, καὶ περόνης μέτρον, καὶ τὸ στάδιον, ὅπερ ἐν συνθέσει δίαυλος λέγεται, ὅθεν καὶ αὐλῶνας τὰ μεταξὺ τῶν φαράγγων στενὰ ἐπὶ μῆκος φερόμενα ὀνομάζομεν, καὶ ἐπαύλεις τὰς μετὰ τοὺς κελεύθους ἀναπαύσεις ἀπὸ τῶν μουσικῶν ὀργάνων· καὶ γὰρ διὰ στενοπόρου ἐπιτεχνήματος τὸ πνεῦμα τῶν αὐλούντων διαθέει. ἐπισφίγγων· σφαλίζων. ἀνίησι· ἀφίησιν.

<!-- 2.397 -->Ἠερίην· ἀερώδη. πνοήν· τὴν τοῦ ἀέρος. ἔνδοθεν· ἐκ τῶν ἐντός. ἑτέρωθεν· ἀπὸ τῶν ἐκτός· οὐκ ἐᾷ αὐτὸν εἰσδέξασθαι ἀναπνοὴν, οὔτʼ ἐκβαλεῖν.

<!-- 2.398 -->Καὶ γὰρ καὶ νεπόδεσσι· ἐνταῦθα γενόμενος μέμφομαι τὸν ποιητὴν κακῶς εἰρηκότα ὅτι ἀναπνέουσιν οἱ ἰχθύες, τοῦτο δʼ οὐκ ἔστιν ἀληθὲς, ἐπεὶ οὐδὲ πνεύμονα ἔχουσι· πᾶν γὰρ μὴ ἔχον πνεύμονα, οὐδʼ ἀναπνεῖ, ἀλλʼ εἰ ἄρα ἔδει εἰπεῖν, ὅτι ἀναπνέουσιν οἱ ἰχθύες, ἐκ τῶν βράγχων αὐτῶν ἀναπνέουσιν. ἄλλως· εἰ καὶ τὰ μάλιστα οἱ ἰχθύες ἐν ὕδασι διατρίβουσιν, ἀλλʼ οὖν ἕλκεται αὐτοῖς παλίῤῥοος ἀὴρ, παλίῤῥοον δʼ αὐτὸν λέγει, ἐπειδὴ ὅνπερ λαμβάνει καὶ ὑποδέχεται ἀέρα ἐν τῇ ῥινὶ καὶ τῷ στόματι, τοῦτον ἐξεῶν ἀποπνεῖ, καὶ πάλιν αὐτὸν ἕλκων ὑποδέχεται. παλίῤῥοος· ἀναπνευστικὸς, ὀπισθόρμητος, ἀναπεμπόμενος διʼ ὧν καὶ ἕλκεται.

<!-- 2.399 -->Ἔχει· κρατεῖ, κατέχει. ἀμφιπεσών· ἐπὶ τῷ καράβῳ, ὁ πολύπους πεσὼν ἄνωθεν. μίμνει· ἵσταται.

<!-- 2.400 -->Ἀσπαίρει· πηδᾷ, τρέμει, ψυχοῤῥαγεῖ. ἀσκαίρει· ἀνασκιρτᾷ, ἀναπηδᾷ, λειποθυμεῖ. προβλῇσιν· προβεβλημέναις. προβολῇσιν ἐπʼ ἄκραις· ἐν ταῖς προβεβλημέναις πέτραις τῆς θαλάσσης, ἤως ἀπὸ τοῦ ἀκρωτηρίου.

<!-- 2.401 -->Ῥήγνυται· ῥίπτει ἑαυτὸν, συγκρούεται, σχίζεται, προσκρούει, κρούεται, διακόπτεται. βίης· δυνάμεως. μεθίησιν· ἐνδίδωσιν, ἐᾷ. ἄεθλον· ἀγῶνα.

<!-- 2.402 -->Ὄφρα· ἕως οὗ. ψυχή· ἀναπνοή· γράφεται καὶ πνοή.

<!-- 2.403 -->Προπεσόντα· ἔμπροσθεν πεσόντα αὐτοῖς τοῦ πολύποδος.

<!-- 2.404 -->Ἠΰτε· καθὰ ὁ παῖς ἕλκει τὸν μαστόν. τιθήνης· τροφοῦ, τροφῆς.

<!-- 2.405 -->Αὖ· δὴ, εἰς τοὐπίσω, ἔξωθεν. ἱλαρόν· γλυκύ. λιαρόν· χλιαρὸν, λιπαρόν. ἢ λαρόν· γλυκύ. λαρόν· θερμόν. γλάγος· γάλα.

<!-- 2.406 -->Λάπτων· ῥοφῶν, ἀναῤῥοφῶν· κυρίως ἡ λέξις ἐπὶ κυνῶν. ὀξυπόροιο· τινὸς, τραχέος, ὀξεῖς πόρους ἢ κέντρα ἔχοντος· γράφεται καὶ ὀχθηροῖο, τοῦ ἔχοντος ὄχθας καὶ κοιλώματα· ἔχει γὰρ πόρους λεπτοὺς καὶ ὀξεῖς ὁ κάραβος, διʼ ὃ ἐσθίει αὐτὸν ὁ ὀκτάπους. κατέσπασεν· εἵλκυσεν, ἐκράτησεν. ἄγγεος· ὀστράκου.

<!-- 2.407 -->Μυζήσας· βυζάσας, ἐκροφήσας, ῥοφήσας, ἐκθλίψας. ἐμπλήσατο· ἐκόρεσεν, ἐγέμισεν. νηδύν· γαστέρα·

<!-- 2.408 -->Ὡς δέ τις· παραβολὴ, ὅτε, καθά. ἡμερόκοιτος· κλέπτης, νυκτοπόρος· ὡς ἀνθρώπου φησὶ μεθύοντος καὶ ἀναχωροῦντος ἀπὸ δείπνου, καὶ ἄλλου μετʼ αὐτῶν ἐπιῤῥίπτοντος. ληΐστορι· ληστρικῇ.

<!-- 2.409 -->Ὁρμαίνων· πορευόμενος, διανοούμενός πως. ἀΐδηλα· ἀφανῆ, λαθραῖα, κλεπτικὰ, ἢ ἀδηλοποιὰ καὶ ὀλέθρια. σέβας· τιμήν. ἀέξων· αὐξάνων, προκόπτων, αὔξων, τιμῶν.

<!-- 2.410 -->Ἑσπέριον· κατὰ τὸν καιρὸν τῆς ἑσπέρας. καταπτήξας· πεσὼν, κρύψας αὐτὸν, κυβεὶς, κρυφίως σταθεὶς, ἐγγωνιάσας. ἀγυιαῖς· ὁδοῖς, ῥύμαις, καμάραις.

<!-- 2.411 -->Παραστείχοντα· πορευόμενον, παροδεύοντα. παρʼ· μετὰ, μετʼ εἰλαπίνην, μετὰ τὸ εὐωχηθῆναι εἰς φίλον· ἡ μετὰ τὴν ὑστεροχρονίαν δηλοῖ. εἰλαπίνην· εὐωχίαν. ἐλόχησε· ἐνήδρευσεν, ἐκράτησεν· γράφεται ἐλάῃσιν, ἵνʼ ᾖ ἐλαύνῃ, κατατρέχῃ.

<!-- 2.412 -->Καί· δή. ὁ· δέν. ὁ μέν· ὁ ὁδοιπόρος. πάρος· πρότερον, ἔμπροσθεν τοῦ κλέπτου, τὸ δὲ πάρος ἔμπροσθεν τοῦ λῃστοῦ, τὸ δʼ ὑγρὸν διακεχυμένον, μεθειμένον καὶ οὐ συνετόν. ὑγρόν· ἄσημον, ἐκλελυμένον. ἀείδων· ᾠδῶν.

<!-- 2.413 -->Νηφάλιον· φρόνιμον καὶ γρήγορον. κλάζων· ἠχῶν, βοῶν, τραγῳδῶν. αὐτάρ· δέ.

<!-- 2.414 -->Προὔτυψε· ἐξεφάνη, ἔτυψεν. δαφοιναῖς· ταῖς λίαν φονικαῖς.

<!-- 2.415 -->Εἷλεν· ἔκοψεν, ἐκράτησεν. ἐπιβρίσας· ἐπιπεσὼν, βαρέως ἐπιπεσὼν, ἐπιβαλὼν, ἐπάνω καθίσας. κλίνε· ἔκλινε, ἔκλινε δʼ αὐτὸν ἐγγὺς τοῦ θανάτου· οὐ μακρόθεν ὢν ὁ θάνατος, ἀλλʼ ἐγγύς. ἄγριον ὕπνον· εἰς μισητὸν, οὐ φυσικὸν, πρὸς ἀντιδιαστολὴν τοῦ φυσικοῦ· ὁ γὰρ φυσικὸς ἥμερος καὶ μαλθακός.

<!-- 2.416 -->Οὐ τηλοῦ θανάτοιο· οὐ πόῤῥω, ἀναπλησίον θανάτου, καὶ πρὸς τὸ ἀποθανεῖν ὄντος, διὰ τὸ εἰς λειποθυμίαν πεσεῖν· ἄγει γὰρ αὐτὸν εἰς λειποθυμίαν ῥάβδῳ τύψας παχείᾳ· μεταφατικὴ ἡ λέξις, ὡς ἐπὶ πολέμῳ. ἐναρίξας· σκυλεύσας, ῥῆμα· ἐναρίζω οὖν τὸ φονεύω, κρουσεύω, οὗ ὁ μέλλων ἐναρίξω.

<!-- 2.417 -->Δυσκερδῆ· ἐπὶ κακῷ κέρδει, ἐπὶ κακῷ κερδηθεῖσαν· γράφεται δυσδερκῆ. ἀνέστιον· λῃστρικήν. φασὶ τοὺς λῃστὰς καὶ κλέπτας διὰ τὸ μὴ ἐν ἑνὶ τόπῳ οἰκεῖν, ἀλλʼ ἄλλοτε καὶ ἄλλοσε ἀνεστίους· διὰ τοῦτο καὶ τὴν αὐτοῦ ἄγραν ἀνέστιον εἶπεν, ἢ λῃστρικὴν, ἀχαρῆ. ἀνέστιον· ἀλλοτρίαν καὶ πόῤῥω τῆς ἑστίας ἑαυτοῦ, ἢ ἄοικον καὶ λῃστρικήν· οἱ γὰρ λῃσταὶ οὐκ ἔχουσιν οἶκον. ἀνέστιον· ἄδικον, ἁρπακτικὴν ἐξ ἀλλοτρίων, ἢ μὴ ἀξίαν εἰσοικηθῆναι, ἀσύμφορον τῷ οἴκῳ αὐτοῦ διὰ τὸ ἐξ ἀδικίας εἶναι.

<!-- 2.418 -->Πινυτοῖσι· φρονίμοις, ἢ δολίοις· πινυτοῖσιν ἐκ τοῦ πινύω καὶ πινύσω τὸ φρονῶ, ἐξ οὗ καὶ ἀπινύσσειν τὸ ἀφραίνειν. νοήματα· μηχανήματα.

<!-- 2.419 -->Οἵδε· ἰχθύες, οὗτοι· ἐπιλογικόν· οὗτοι ἀντίβιοι καὶ πολέμιοι ἀλλήλοις, ἡ μύραινα, ὁ πολύπους, καὶ ὁ κάραβος, κτείνοντες κατὰ διαδοχὴν ἀλλήλους· ἡ μὲν μύραινα τὸν ὀκτάπουν, τὴν δʼ ὁ κάραβος, καὶ αὖθις τὸν κάραβον ὁ ὀκτάπους, ἀλλήλους φονεύοντες, καὶ ὑπʼ ἀλλήλων φονευόμενοι. ἀνάρσιοι· ὀλέθριοι, ἄδικοι, μάχιμοι, ἐναντίοι, ἐχθροὶ ἀλλήλων· καὶ οὗτοι μὲν οὓς εἴπομεν ἐναντιούμενοι ἀλλήλοις καὶ πολέμιοι ὄντες, ἤτοι ὀκτάπους ἀναιρεῖ κάραβον, κάραβος δὲ μύραιναν, ἡ μύραινα ὀκτάπουν.

<!-- 2.420 -->Εἰναλίων· ἀπὸ τῶν ἰχθύων. μετʼ· ἐν. αἰολοφύλοις· πολλοῖς, ποικιλογενέσιν· γράφεται αἰολοφοίτοις τοῖς ἔχουσι ποικίλην τὴν μανίαν.

<!-- 2.421 -->Ποινητῆρες· τιμωρητικοὶ, τιμωροί. ἔασι· ἰωνικόν. ὀλετῆρες· ἀφανισταὶ, ἀφανιστικοὶ, φθορεῖς.

<!-- 2.422 -->Ἰοφόροι· φαρμακοφόροι. νεπόδων· ἀπὸ τῶν. στομάτεσσι· στόμασι, καὶ πλεονασμῷ στομάτεσσι, ἐστὶ καὶ τοῦτο μεταπλασμός. ἀεικής· ἀπρεπὴς, χαλεπός.

<!-- 2.423 -->Στυγερός· ἰὸς, μισητὸς, καιρὸς, θανατηφόρος. ἕρπει· ἀκολουθεῖ, σύρεται, διατρέχει, ἐπιγίνεται· ἕρπει ἐπὶ τῶν βραδέως ὁδοιπορούντων λαμβάνεται ἀπὸ μεταφορᾶς τῶν ἑρπόντων ζώων καὶ παιδίων μικρῶν.

<!-- 2.424 -->Οἷον· ἐστὶν, ὁποῖον ἔχει. δυσώνυμον· ἐπὶ κακῷ ὀνομασθέν. ἑρπετόν· λέγω.

<!-- 2.425 -->Ἐπιχθονίῳ· γηΐνῳ, τῇ ψαλίδι λεγόμενον. ἶσον ἐπιχθονίῳ· ὅμοιον κατὰ τὸ δέμας τῇ ἐπιχθονίῳ, ἀλλὰ κατὰ τὴν βλάβην πολὺ χαλεπώτερον. ἀλλὰ τῷ· γράφεται ἀλλά οἱ. δέμας· ἡ θαλαττία, φησὶ, σκολόπενδρα ἴση καὶ ὁμοία ἐστὶ κατὰ τὸ σῶμα τῇ ἑτέρᾳ σκολοπένδρῃ τῇ ἐν ξηρᾷ, κατὰ δὲ τὸ βλάπτειν καὶ πολὺ χείρων ταύτης.

<!-- 2.426 -->Κύντερον· χαλεπώτερον, κρυερώτερον. οἱ· αὐτῆς, αὐτῇ τῇ θαλασσίᾳ σκολοπένδρᾳ.

<!-- 2.427 -->Κνῆστις· κνησμονὴ, ἀφʼ οὗ καὶ κνίδη ἡ βοτάνη ἀπὸ τοῦ κνίζω κνίσω, λέγεται δʼ ἀπὸ καὶ ἡ μάχη ἀπὸ τοῦ κνῶ τὸ κόπτω, ἐξ οὗ καὶ ἡ τυρόκνηστις. ἐπὶ χροΐ· ὑπὸ σώματι. θερμόν· ἐκ θερμότητος γινόμενον. ἔρευθος· λέγω, κατὰ τὸ αἷμα, βάμμα, αἷμα, ἔρευθος δὲ κυρίως τὸ αἷμα παρὰ τὸ ἐρυθρὸν εἶναι· κόκκινον γάρ.

<!-- 2.428 -->Φοινίσσει· ἐξανθεῖ, βάπτει, μελαίνεται· τὸ θερμὸν σῶμα φοινίσσει· ἔρευθος γὰρ τὸ σῶμα ἐνταῦθα ἐκάλεσε παρὰ τὸ ἐρυθραίνεσθαι. σμώδηξ· πληγὴ αἱματώδης, ὕφαιμος πληγὴ, ὑποτρέχοντος αἵματος ἀπὸ τοῦ σμῶξαι, ἢ ἀπὸ τοῦ δίνειν καὶ τιτρώσκειν τὸ αἷμα, ἢ ἀνάτασις καὶ οἴδημα ὕφαιμον τῆς σαρκός· ἐξυπανεστάθη ἀπὸ τοῦ σμῶξαι τὸ πλῆξαι, ἢ ἀπὸ τοῦ αἷμα καὶ τοῦ δῆξις σμώδηξ ὕφαιμος ἀνάτασις τῆς σαρκὸς, ἢ ἀπὸ τοῦ σιμοῦ ἤως πατζοῦ, τουτέστιν ἀνάτασις. ποίης· ἀπὸ βοτάνης.

<!-- 2.429 -->Τὴν κνίδα· ἥντινα τζουκνίδα, ὡς ἀπʼ εὐθείας τῆς κνίσσης ἥντινα τὴν τζιγκνίδα· κνῆστις τὰ νῦν ἡ κνησμονὴ, κνῆστις δʼ ἰδίως ἡ τυροτόμη μάχαιρα, ἣν ὁ κωμικὸς συνθέτως τυρόκνηστιν λέγει, καὶ γίνεται ἀπὸ τοῦ κνάω κνῶ τὸ κόπτω, ἐξ οὗ καὶ τὸ καίνω καὶ ἀποβολῇ τοῦ ν καίω καὶ τὸ κνήθω, ὡς ἀλῶ ἀλήθω, καὶ τὸ κνίζω ὡς πολεμῶ πολεμίζω, ὃ δὴ κνίζω καὶ κνίδα ποιεῖ κατὰ πλεονασμὸν, ὡς οὗτος ὁ ποιητής, τὸ δὲ ῥηθὲν καίνω καὶ τοιαύτην σκευωρίαν ἔχει· κῶ τὸ κεῖμαι, καὶ ἐξ αὐτοῦ κνῶ, ἀφʼ οὗ καὶ κναίω καὶ ἀποκναίω· ἐγκόπτοντες γὰρ ἔργου, οἱονεὶ κεῖνται ἀργοὶ καὶ ἀποκναιόμενοι. Κνίστου ἤως τὴν ὀνομαζομένην ταῖς ὀδύναις· ἐκ τοῦ κνίζω γὰρ κνίδη ἐπονομάζεται ἤως παρονομάζεται, παρʼ ἄλλοις δὲ καὶ ἡ μάχη ἐκ τοῦ κνῶ τὸ κόπτω, ἐξ οὗ καὶ ἡ τυρόκνηστις. καλέουσι· γράφεται κικλήσκουσιν. ἐπωνυμίην· φερώνυμον.

<!-- 2.430 -->Πανέξοχα· πῶς, ἐξόχως. δυσώνυμος· κακή. ἀσπαλιεῦσι· ἁλιεῦσιν· ἀσπαλιεῖς ἀπὸ τοῦ ἀσπάζειν καὶ ἀγαπᾷν τὴν ἅλα· ὁ ἁλιεὺς λέγεται ἀσπαλιεὺς ἤτοι ὁ ἀσπαζόμενος τὴν ἅλα.

<!-- 2.431 -->Ἐμπελάαν· εἰς, πλησιάζειν, ὥστε συναντᾷν. ἐλύτρου· ἀγκίστρου, τοῦ δελέατος τοῦ τὸ ἄγκιστρον σκέποντος, ὁ ἁλιεὺς διὰ τοῦ θηράτρου, ἤως τοῦ σώματος, τοῦ δελέατος, τοῦ ἀγκίστρου, τοῦ περικαλύμματος, τῆς ὁρμιᾶς, τοῦ τέλους, τοῦ πέρατος.

<!-- 2.433 -->Ἀπεχθέα· φευκτόν. μίσγεται· ἐντίθησιν, ἀναμιγνύει, πέμπει καὶ ἀφίησιν. ἐπαχθέα μίσγεται ἰόν· δυσωδίαν ἐμβάλλει, ἀφίησιν. ἰόν· δηλητήριον, δυσωδίαν.

<!-- 2.434 -->Βαλιῇσιν· καταστίκτοις, ἢ ταχείαις· βαλιὰ ἡ κατάστικτος ἔλαφος ἢ ἡ ταχεῖα· οὕτως καὶ ἔλαφοι βαλιαὶ ἢ καὶ ποικίλοι· γράφεται καὶ ἁλίῃσιν. ἰουλίσι· ὄνομα ἰχθύος· ἴουλος δʹ σημαίνει· ἴουλος ὕμνος διθυραμβικὸς, ἴουλος ὁ σκώληξ, ἴουλος ἡ σγουρότης, καὶ ἴουλος ἡ ἐξάνθησις τῶν γενείων. τέτροφεν· ὑπάρχει, τρέφεται. ἄτη· βλάβην.

<!-- 2.435 -->Διφήτορες· ἐρευνηταὶ, ψηλαφηταὶ ἀπὸ τοῦ διφῶ.

<!-- 2.436 -->Δύπται· κολυμβηταὶ, δυόμενοι κατὰ βυθοῦ· δύπτης ἀπὸ τοῦ δύω τὸ κολυμβῶ πλεονασμῷ τοῦ π. σπογγοτόμοι· σπόγγος ἀπὸ τοῦ ἐν σπονδῇ γεμίζεσθαι, ἢ παρὰ τὸ ἐπισπᾶσθαι τὸ ὑγρόν. σπόγγος γίνεται ἀπὸ τοῦ σπῶ τὸ κατασπῶ, ὁ ἐσπασμένον ὄγγον ἔχων. δυηπαθέες· κακοπαθητικοὶ, κακοπαθέστατοι. δυηπαθέας· δύης πάσχοντας κατὰ πλεονασμὸν τοῦ π, ἤτοι οἱ δύνοντες ἐν τοῖς βυθοῖς κολυμβηταί. στυγέουσιν· μισοῦσιν.

<!-- 2.437 -->Εὖτε· ἡνίκα ἴδωσιν ἁλιέα σπογγοτόμον σπουδάζοντα καθιέναι εἰς τὸν βυθὸν, ἡνίκα ἴδωσιν αἱ ἰουλίδες ἁλιέα σπογγοτόμον βιαζόμενον εἰς βυθὸν κατελθεῖν, πανταχόθεν ἀπὸ τῶν πετρῶν συνερχόμεναι βλάπτουσι καὶ κωλύουσιν αὐτὸν τῆς ὁδοῦ δάκνουσαι καὶ δήγμασι βάλλουσαι ἀναιδῶς καὶ θρασέως, δύπτης δʼ ὁ κολυμβητὴς ἀπὸ τοῦ δύω τὸ ὑπεισέρχομαι, ὁ κατὰ βυθοῦ δύνων. ἀθρήσωσιν· ἴδωσιν. ἐρευνητῆρα· κολυμβητήν.

<!-- 2.437bis -->Σπερχόμενον· βιαζόμενον, καταπονούμενον. κατεπειγόμενον, σπουδάζοντα. ποτὶ βυσσόν· πρὸς τὸν βυθόν. ὑποβρυχίοισι· βυθίοις, τοῖς ὑποκάτωθεν τῶν κυμάτων πόνοις· βρὺξ γὰρ τὸ κῦμα παρὰ τὸ βαρέως ἠχεῖν.

<!-- 2.439 -->Μάλα μυρίαι· πολλαί.

<!-- 2.440 -->Περιπροθέουσι· περιτρέχουσιν. ἀθρόαι· ἐξαίφνης, ὁμοῦ. ἀμφιχέονται· περὶ αὐτὸν πίπτουσι, καὶ κύκλῳ τρέχουσιν.

<!-- 2.441 -->Βλάπτουσι· ἐμποδίζουσι κωλύουσι· βλάπτω κυρίως τὸ ἐμποδίζω· καὶ Ὅμηρος

  
ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ,  
ἀντὶ τοῦ ἐμποδισθέντες. πονεύμενον· πόνον ἔχοντα, βιαζόμενον, κακοπαθοῦντα, ἐνεργοῦντα.

<!-- 2.442 -->Κνίζουσαι· κόπτουσαι, δάκνουσαι, ἢ ζέουσαι, κεντοῦσαι. στομάτεσσι· μεταπλασμός. κάμνει· κακοπαθεῖ, ὀδυνᾶται.

<!-- 2.443 -->Στυγερῇσιν· μισηταῖς, ἐπωδύνοις, καυστειραῖς. ἀντιβολήσας· συναντήσας, συνελθὼν, συντυχών.

<!-- 2.444 -->Ἐπειγομένοις· ταχέσιν.

<!-- 2.445 -->Σεύει· ὁρμᾷ, διώκει, κατʼ ἐκείνων, ἀποδιώκων τὸν δίυγρον καὶ ὑδατώδη στρατόν. ἀμυνόμενος· μαχόμενος, διώκων, τιμωρῶν· ἀμύνω τὸ βοηθῶ δοτικῇ συντάσσεται, ἐνεργητικῶς γραφόμενον, ἀμύνομαι δὲ τὸ τιμωρῶ καὶ ἀποδιώκω αἰτιατικῇ, καὶ παθητικῶς. διερὸν στρατόν· ὑγρὸν, τὰς ἰουλίδας. ἐφέπονται· ἀκολουθοῦσιν, ἐπʼ ἐκείνῳ.

<!-- 2.446 -->Ἀτρεπέες· ἀμετακίνητοι. ἀστεμφεῖς· ἀμετάστατοι, ἀδιαχώριστοι, ἀμετακίνητοι· μετὰ παραβολῆς ἐκ τῶν μυιῶν ἐστι τοῦτο. ἐναλίγκιαι· ὅμοιαι· παραβολὴ ἐκ τῶν μυιῶν ἐστι τοῦτο.

<!-- 2.447 -->Ἀμητῆρας· θεριστάς. ὀπωρινόν· κατὰ, κατὰ θέρος, ἐν τῷ θέρει, κατὰ τὸν ὀπωρινὸν καιρόν. μογεόντας· πονοῦντας, κακοπαθοῦντας.

<!-- 2.448 -->Ἀνιηραί· λυπηραί. Ἀνιηραὶ θέρεος· ὥσπερ τὰς ἰουλίδας διερὸν εἶπε στρατὸν, ὡς ἐν θαλάσσῃ ἐναντιούμενον τοῖς σπογγοτόμοις, οὕτω καὶ τὰς μυίας θέρεος στίχας, ὡς ἐν καιρῷ τοῦ θέρους ἐπικειμένας τοῖς τοὺς στάχυας τέμνουσιν. στίχες· πλήθη, τάξεις. ἀμφιπέτονται· περικέχυνται, περὶ, κύκλῳ.

<!-- 2.449 -->Καμάτῳ· κόπῳ. ἀκρήτοισι· ἀκράτοις, σφοδραῖς, θερμοτάταις, ταῖς ἀτάκταις βολαῖς τοῦ ἀέρος, ταῖς λίαν καυστικαῖς καὶ ἀσυγκεράστοις· γράφεται ἀκρίτοις, ἀδιαγνώστοις, ἀκρήτοισι δὲ ταῖς ἀκράταις καύσεσι, ταῖς λίαν σφοδροτάταις, ταῖς ἀτάκταις βολαῖς τοῦ ἀκαταποντήτου καύματος.

<!-- 2.450 -->Ἠέρος· ἡλίου. ἱδρώουσι· ἱδροῦσι. ἀνιάζουσι· ὀδυνῶνται ταῖς μυίαις καὶ τῷ καμάτῳ.

<!-- 2.451 -->Ἐκπάγλως· λίαν, ἐκ περισσοῦ. αἵδʼ· ἰουλίδες. ἀναιδείης· ἀναισχυντίας, τῆς ἀναιδοῦς γνώμης. χαλόωσι· ἐνδιδοῦσιν, ἐνδιδόασι, παύονται.

<!-- 2.452 -->Πρίν· πρὸ τοῦ· πρὶν οὐ παύουσιν αἱ μυῖαι τοῦ δάκνειν τοὺς γεωργοὺς πρὶν ψοφήσουσιν, ἢ πίωσιν αἷμα ἐκ τῶν τοιούτων ἄνδρων. ξανθόν· γλυκὺ, πυρῶδες, ἐπειδὴ ξανθὸν καὶ φοινικοῦν ἐστι τὸ αἷμα τῶν ἀνθρώπων· γράφεται λαρὸν καὶ ζωτικὸν, ἢ τὸ θερμὸν, ἢ τὸ μὴ ἄκρατον, ἤως ὑπόλευκον. πάσασθαι· φαγεῖν.

<!-- 2.453 -->Τόσσος· γράφεται τοῖος. αἵματος· ἕνεκα.

<!-- 2.454 -->Θήν· δή· τὸ θὴν παρέλκον, ἢ ἀντὶ τοῦ δή. ἀβληχρόν· ἀσθενὲς, ἀβλαβές. δάκος· δῆγμα, τρῶμα, δῆξιν. χαράξῃ· δάκῃ, τρώσει.

<!-- 2.455 -->Ἑρπυστής· ὁ συρόμενος· καὶ αἱ σηπίαι καὶ οἱ πολύποδες ἔχουσί τινα ἱδρῶτα βλαπτικὸν, καὶ ἐπειδὰν ἅψωνται ἀνθρώπου, βλάπτουσιν.

<!-- 2.456 -->Ἐντρέφεται· ἐμφύεται. βαιός· ὀλίγος. ἀτάρ· δέ· ὁ αὐτὰρ σύνδεσμος προτακτικὸς καὶ ποιητικώτερος, ὁ δὲ δὲ σύνδεσμος ὑποτακτικὸς καὶ κοινὸς, τὸ αὐτὸ δὲ δηλοῦσι, διαφέρουσι δὲ κατὰ τοῦτο. βλαπτήριος· βλαπτικός. ἰχώρ· ἕλκος καὶ ἰὸς, νῦν τὸν ἰὸν εἶπεν, ἤως τὸν ἰχῶρα ποιῶν.

<!-- 2.457 -->Πευκήεντα· πικρὰ, θανάσιμα, πικρότατα· περὶ κωβιῶν καὶ σκορπίου, οὓς εἰς τὸ πρῶτον βιβλίον ἐκάλεσε κεντρίνους. μετʼ· ἐν. ὡπλίσαντο· κατεσκεύασαν, ἔχουσιν.

<!-- 2.458 -->Γέγηθε· χαίρει.

<!-- 2.460 -->Κέντροισιν ἐπώνυμοι· κεντρῖναι γὰρ ὀνομάζονται. ἀργαλέοισι· λυπηροῖς, χαλεποῖς.

<!-- 2.461 -->Ἀταρτηροῖς· βλαπτικοῖς, βλαβεροῖς. ἱέντες· πέμποντες· γράφεται ἔχοντες.

<!-- 2.462 -->Ξιφίῃ· ξιφίου. θεός· ἤως ἡ φύσις. κρατερώτερα· σχυρά.

<!-- 2.463 -->Ἐγκατέθηκεν· ἔπηξεν. ὑπέρβιον· ἰσχυρὸν, βίαιον, ἰσχυρώτατον, ὑπεράνω δυνάμεως πάσης, μεγαλοδύναμον.

<!-- 2.464 -->Κρατύνας· στερεώσας, δοὺς, ἰσχυροποιήσας, παρασχὼν, εὐτρεπίσας. τοῦ μέν· τούτου. τῷ μέν· τῷ ξιφίῃ. ὑπὲρ γένυν· ὑπὲρ τὸ στόμα, ὑπεράνω τοῦ στόματος. ἐστήριξεν· ἀνέθηκεν, ἐστερεοποίησεν.

<!-- 2.465 -->Ὄρθιον· κέντρον. αὐτόῤῥιζον, αὐτοφυές. ἀκάχμενον· ἠκονημένον, ἐστομωμένον· ἀκάχμενον ἀπὸ τοῦ ἀκὶς ἡ ὀξύτης τοῦ δόρατος καὶ τοῦ ἔγχους τὸ κοντάριον· ἀκαχῶ ἀκαχήσω ἠκήχηκα ἠκηχημένος. οὔτι· ὡς μηδέ. σιδήρου· ἀπὸ, τουτέστιν οὐδαμῶς ἐκ σιδήρου, ἀλλʼ ἰσοδύναμον τῷ ἀδαμαντίνῳ σιδήρῳ ἰσχυρὸν ὅπλον, ἢ πλέον τοῦ σιδήρου.

<!-- 2.466 -->Ἀδάμαντος· ἀπό. ἰσοσθενές· ὅμοιον. ὄμβριμον· ἰσχυρόν. ἄορ· ξίφος, ὅπλον.

<!-- 2.467 -->Κείνου· φασγάνου, ἐκείνου τοῦ ξιφίου· οὐδαμῶς ἐκείνου φησὶ τοῦ ξιφίου τὴν ψυχροποιὸν αἰχμὴν κρούσαντος στερεᾷ πέτρᾳ, δυνηθείη τρωθεῖσα· ἐκείνου τὴν χαλεπὴν ὀξύτητα ἐπιβαρέσαντος, οὐδʼ ἡ στερεὰ πέτρα ὑπομένει τρωθεῖσα· τοιαύτη αὐτῷ ζαμενὴς καὶ σφοδρὰ δύναμις καὶ διακοπτικὴ ὁρμή. κρυόεσσαν· χαλεπὴν, ψυχρὰν, καὶ κρυερὸν καὶ φρικώδη· κρυόεσσαν φοβερὰν καὶ κρύους αἰτίαν διὰ φόβον, ἢ καὶ θάνατον διὰ τῆς πληγῆς. ἐπιβρίσαντος· ἐπελθόντος, βαρέως ἐπελθόντος, βαρέως ἐμπεσόντος, ἐπιβαρέσαντος. ἀλκήν· δύναμιν.

<!-- 2.468 -->Τλαίη· ὑπομείνειεν, ὑπομείνῃ, ὑπενέγκῃ μὴ τρυπηθῆναι. οὐτηθεῖσα· τρωθεῖσα.

<!-- 2.469 -->Ζαμενής· μεγάλη, ἀγρία. ζαμενής τε βίη· ἰσχυρὰ δύναμις· γράφεται πέλει. κρυόεσσα· φοβερά. πυρόεσσα· πυρώδης, μανικὴ, σφοδρά· γράφεται καὶ κρυόεσσα. Σήμαινε ὅτι τὴν μὲν ἀκωκὴν κρυόεσσαν εἶπε, τὴν δʼ ἐρωὴν πυρόεσσαν, ἐκείνην μὲν διὰ τὸ φοβερὸν, ταύτην δὲ διὰ τὸν θερμὸν καὶ σφοδρόν. ἐρωή· ὁρμὴ, ἰσχύς.

<!-- 2.470 -->Ἀνατέλλεται· ἀναφύεται. ἄγριον· δεινόν.

<!-- 2.471 -->Χαλεπόν· ἰσχυρὸν, βαρύ. βίῃ· ἐν. ὀλέθριον· κακὸν, φθαρτικόν· γράφεται ἄγριον. ἰῷ· ἐν· ἱὸς τὸ βέλος δασύνεται, ἰὸς δὲ τὸ φάρμακον ψιλοῦται, καὶ τὸ μὲν δασυνόμενον ἀπὸ τοῦ ἵημι τὸ πέμπω γίνεται, τὸ δὲ ψιλούμενον ἀπὸ τοῦ ἴω τὸ πορεύομαι.

<!-- 2.472 -->Οὐδέ κεν· οὐδαμῶς· ταῦτα τὰ δύο γένη οὐκ ἐσθίουσί φησιν οὔτε ζῶν οὔτε τεθνεὸς, εἰ μὴ πρότερον κεντήσωσι, καὶ τὸ μὲν κέντρον τοῦ ξιφίου μέχρι τῆς ζωῆς ἐσθίει, τὸ δὲ τῆς τρυγόνος καὶ μετὰ θάνατον· ἐξ αὐτοῦ γὰρ καὶ Ὀδυσσεὺς ἀπώλετο. οὐ ξιφίαι· περισσὸν τὸ πρῶτον οὐ, ἐπιτάσεως καὶ αὐξήσεως ἕνεκεν ληφθέν. ξιφίαι· γράφεται ξιφίου. τρυγόνες· τρυγών.

<!-- 2.473 -->Πρόσθε· πρότερον. ἐπάσαντο· ἔφαγον. πάρος· πρὸ τοῦ. βελέεσσι· κέντροις.

<!-- 2.474 -->Οὐτήσει· τρώσει. οὐτῆσαι· τρῶσαι, τρωματίσαι. ἄπνοον· νεκρὸν, ἄψυχον. παρείη· παρυπάρχει.

<!-- 2.475 -->Ἤτοι· δή. ἐπήν· ἡνίκα, ὁπηνίκα, ἐπειδάν. προλίπῃσιν· καταλείψῃ. ἀϋτμή· ζωὴ, πνοή.

<!-- 2.476 -->Οἱ· αὐτῷ τῷ ξιφίᾳ, σὺν αὐτῷ. κἀκεῖνο· κέντρον. συνέφθιτο· συνέφθαρτο, συνεφθάρη. καρτερόν· ἰσχυρόν.

<!-- 2.477 -->Ἄνακτι συνέσβεστο· συνεφθάρη τῷ ἔχοντι, συνεσβέσθη, κατεπαύθη· ὅτι ἔσβεστο τὸ ἄορ τοῦ ξιφίου σὺν ἐκείνῳ, ὅτι οὐκ ἐνεργεῖ, φθαρέντος τοῦ ξιφίου.

<!-- 2.478 -->Οὐδενόσωρον· οὐδεμιᾶς φροντίδος ἄξιον. ἀμήχανον· ἀδύνατον, ἀσθενὲς, ἄπρακτον, ἀνίκανον, πολὺ καὶ μέγα, μηδὲν μηχανήσασθαι δυνάμενον. ἰδέσθαι· καὶ κατὰ τὸ εἶδος.

<!-- 2.479 -->Τί· ἐπιχείρημα. ἱέμενος· βουλόμενος, προθυμούμενος, προθυμηθείς. Οὐδʼ ἄν τί ποτε τελέσαι τις μετὰ τοῦ ξιφίου τὸ κέντρον δύναται, καίπερ προθυμούμενος πρᾶξαί τι· μετʼ αὐτοῦ δηλονότι τοῦ ξίφους οὐδεὶς ἀνὴρ τιτρώσκει, καίπερ προθυμούμενος τελέσαι τι ἥκιστα δυνηθείς.

<!-- 2.480 -->Οὔπω τι· οὐπώποτε· οὔπω τι χειρότερον ἔπλετο. ἔπλετο· ἔνι, ἐγίνετο. πῆμα· βλάβος.

<!-- 2.481 -->Τρώματος· κέντρου, πληγῆς, τρώσεως. ἀρήϊα· πολεμικὰ, ὅπλα. τεχνήσαντο· κατεσκεύασαν.

<!-- 2.482 -->Φερεπτερύγων· φερόντων πτέρυγας καὶ πτερὰ, πτεροφυῶν, ἤως τῶν σαγιτῶν τῶν φερόντων πτερά. ὑπʼ· διά. ὀϊστῶν· βελῶν.

<!-- 2.483 -->Πέρσαι· οἱ πορθηταί· σημείωσαι ὅτι πρῶτον εὗρον οἱ Πέρσαι τοῦ φαρμακεύειν τοὺς ὀϊστούς. φαρμακτῆρες· φαρμακουργοὶ, φαρμακοί. μητίσαντο· ἐβουλεύσαντο, ἐφεῦρον.

<!-- 2.484 -->Ζωῇ· ζώσῃ. βέλος· κέντρον, τὸ βέλος τῆς τρυγόνος καὶ αὐτῆς· ζῇ γὰρ ἀποθανούσης καὶ ἀκαταπόνητον δύναμιν ἐνδύεται, ἔχει. ῥίγιστον· φοβερὸν, φρικτὸν, χαλεπόν. ὀπηδεῖ· ἀκολουθεῖ, ἐπακολουθεῖ· ἀστείως εἶπε τοῦτο· ἀκολουθεῖ γὰρ τῷ λοιπῷ σώματι τὸ οὐραῖον, ἐν ᾧ ἐστι τῇ τρυγόνι τὸ κέντρον.

<!-- 2.485 -->Ζαφλεγές· ἄγαν καυστικὸν, λίαν καυστικὸν, λίαν φλογερὸν, ἀφανιστικόν. πέφρικεν· φοβεῖται.

<!-- 2.486 -->Ζώει· τὸ κέντρον, ἤως κινεῖται. φθιμένης· φθαρείσης αὐτῆς, ἴσην τηρεῖ τὴν ἐνέργειαν, καὶ ἀποθανούσης φυλάσσει. ἀτειρέα· ἀδάμαστον. ῥύεται· ἔχει, φυλάσσει.

<!-- 2.487 -->Ἄτρομος· ἀμετακίνητος. ἄτρεπτον· γράφεται ἄτροπον· ἀμεταπόνητον, ἀμετάβλητον, ἀκίνητον. ἄδηλον· ἀΐδηλον, φθειροποιὸν, ἀφανίστριαν· οὐδʼ ἄρα μοῦνον ἐν τοῖς ζῶσι καὶ κινημένοις ὅσα τρώσει ἐμβάλλει βλάβην μεγάλην, ἀλλὰ καὶ τοῖς ἀναισθήτοις καὶ ἀκινήτοις.

<!-- 2.488 -->Βάλῃσι· τρώσῃ. ἐρεύγεται· χέει, ἐκχέει, ποιεῖ, ἐπιχέει, ἐμβάλλει, ἐλαύνει, ἐπάγει. ἔρνος· φυτόν.

<!-- 2.489 -->Ἐκάκωσε· ἔβλαψεν, ἤως τοῦ φαρμάκου τοῦ ἰδίου μετέδωκεν. ποθι· που. εἴ ποθι· καὶ εἴ τι, ὅπου ἄν· ἐκ τῆς ὑπερβολῆς.

<!-- 2.490 -->Ἐριθηλές· ἄγαν θάλλον, ἄγαν θαλερόν. ἀεξόμενον· αὐξανόμενον κατὰ τροπὴν τοῦ υ εἰς ε· αὐξόμενον γὰρ ἦν. Σημείωσαι ὅτι τὸ κέντρον τῆς τρυγόνος τοσοῦτόν ἐστι θανάσιμον, ὥστʼ εἴ τις φυτὸν κεντήσει μετʼ αὐτοῦ, εὐθὺς ψύγεται· καὶ γὰρ τὰ φυτὰ, εἰ καὶ τὴν αὐξητικὴν δύναμιν ἔχουσιν, ἀλλʼ οὖν ἄψυχά εἰσιν. ὥραις· ἐν ἔαρι, τοῖς καιροῖς τῶν καρπῶν, ἔαρι καὶ θέρει.

<!-- 2.491 -->Θαλλοῖς· κλάδοις. θαλοῖς· φύλλοις. εὐφυέεσσι ἁπαλοῖς, καὶ εὐαναβλάστοις. εὐκάρποισιν· ἐν. γονῇσι· ὀπώραις.

<!-- 2.492 -->Ἀναιδέϊ· καταχρηστικῶς εἶπεν ἀναιδέϊ· γράφεται ἀπηνέϊ. τύμματι· τρώματι. κείνῳ· τῷ κέντρῳ.

<!-- 2.493 -->Οὐτήσει· τρώσει. ἔπειτα· παρευθύς. βεβολημένον· τετρωμένον, βεβλημένον.

<!-- 2.494 -->Λήγει· ῥέει, παύει. πετάλων· φύλλων. λήγει μὲν πετάλων· τουτέστι φυλλοῤῥοεῖ, λῆξιν πάσχει φύλλων. καταδεῤῥέει· καταῤῥέει, κατὰ δʼ αὖ ῥέει· κάτωθεν ὁ ῥοῦς ἄγεται, καὶ ἅμα ξηραίνεται. νούσῳ· ἀῤῥωστίᾳ.

<!-- 2.495 -->Πρῶτον· καὶ παρευθύς. ἀπʼ ἀγλαΐας δὲ μαραίνεται· ἀπομαραίνεται τῆς λαμπρότητος, ἐκπίπτει δὲ τῆς χλωρότητος. μαραίνεται· ὑποῤῥεῖ.

<!-- 2.496 -->Αὖον· ξηρόν. οὐτιδανόν· οὐδαμινὸν, ἀχρεῖον, ἀνήδονον· οὐτιδανὸν ἀπὸ τοῦ οὔτι δάνος ἤτοι χαρὰν ἐμποιῶν. ἄχλοον· ξηρόν. ὄψεαι· ἴδῃς, ἰωνικόν. ἔρνος· τὸ δένδρον, φυτόν.

<!-- 2.497 -->Κεῖνο· τὸ κέντρον, τὸ βέλος τῆς τρυγόνος· ἡ ἱστορία Ὀδυσσέως· πρὸ τοῦ πορευθῆναι αὐτὸν εἰς Τροίαν συμμιγεὶς Κίρκῃ ἐποίησε Τηλέγονον, ᾧ ἀνδρωθέντι ἔδωκε κέντρον τρυγόνος εἰποῦσα· πορεύου πρὸς ἀναζήτησιν τοῦ πατέρος σου εἰς Ἰθάκην, καὶ διὰ τούτου τίτρωσκε τοὺς πολεμοῦντάς σε, ὁ δὲ παραγενόμενος εἰς Ἰθάκην καὶ εὑρὼν τοὺς ποιμένας τοῦ Ὀδυσσέως ποιμαίνοντας τὰ ποίμνια αὐτοῦ, τούτους ἐδίωκεν, ἀγνοῶν, ὅτι τοῦ πατρὸς αὐτοῦ εἰσι, μαθὼν δὲ ταῦτα ὁ Ὀδυσσεὺς ἐξῄει ἐπὶ τὸ τοῦτον φονεῦσαι, ὁ δὲ τιτρώσκει τοῦτον τῷ τῆς τρυγόνος κέντρῳ καὶ παραυτίκα θανάτῳ καθυποβάλλει. αἰγανέῃ· ἐν ἀκοντίῳ, κονταρίῳ, δόρατι καὶ ἀκοντίῳ· αἰγανέαν νῦν τὸν κοντὸν εἶπεν· τῇ αἰγανέῃ τῇ δολιχήρεϊ· αἰγανέα κυρίως ἡ κώπη, ἡ λαβὴ, ἤτοι ἡ κράτησις τοῦ κοντοῦ, ἡ οὖσα ἀπʼ αἰγὸς κεράτου· τοιοῦτον γὰρ ἦ τὸ τοῦ Τηλεγόνου, δολιχήρεϊ δʼ ἀπὸ τοῦ δολιχὸν καὶ τοῦ αἴρω τὸ ἐπαίρω. δολιχήρεϊ· μακρᾷ, μακρᾷ ῥάβδῳ. κωπηέσσῃ· κώπην ἐχούσῃ, κώπην καὶ λαβὴν ἐχούσῃ, καὶ τῇ λαβὴν ἐχούσῃ, ἤως τὴν κράτησιν.

<!-- 2.498 -->Τηλεγόνῳ· υἱῷ. Κίρκη Τηλεγόνῳ· ἐκεῖνο τὸ κέντρον δέδωκεν ἡ Κίρκη τῷ υἱῷ αὐτῆς τῷ Τηλεγόνῳ ἀνελεῖν τοὺς ἀνθρώπους. πολυφάρμακος· φαρμακοῦργος.

<!-- 2.499 -->Αἰχμάζειν· πολεμεῖν, φέρειν, δορατίζειν, βάλλειν, ἀναιρεῖν, διὰ τῆς αἰχμῆς φέρειν. ἅλιον· θαλάττιον. ἅλιον μόρον· θανάσιμον· ἀπὸ θαλασσίου κέντρου μόρον θαλάσσιον αἰχμάζειν, καὶ διὰ τῆς αἰχμῆς ἐμποιήσειν δηΐοις. νήσῳ· τῇ Ἰθάκῃ· καὶ ὁ ποιητής

  
αἰγίβοτος καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.  
ᾧπερ καὶ Τηλέγονος τῷ κέντρῳ αὐτῆς χρώμενος ἀντὶ δόρατος ἀνεῖλε τὸν πατέρα αὐτοῦ Ὀδυσσέα, ὡς ἱστορεῖ Λυκόφρων ἐπανιὼν γὰρ ἐκ τῆς Τροίας ὁ Ὀδυσσεὺς ἐμίγη τῇ Κίρκῃ καὶ ἐποίησε τὸν Τηλέγονον.

<!-- 2.500 -->Αἰγιβότῳ· αἶγας τρεφούσῃ. νήσῳ· τῇ Ἰθάκῃ ἀπὸ τοῦ τὰς αἶγας βαίνειν· ἐν τῷ καταξήρῳ γὰρ τόπῳ καὶ πετρώδει αἱ αἶγες βαίνουσιν· κἀκεῖνος γὰρ ὁ τόπος τοιοῦτος. προσέκελσε· ἐπλησίασε, προσώκειλεν, ἐνελλιμένισε, προσεπέλασε, κατέλαβεν. καὶ οὐ μάθε· καὶ οὐκ ἔγνω. πώεα· ποίμνια. πέρθων· πορθῶν.

<!-- 2.501 -->Γεραρῷ· γέροντι, ἐντίμῳ. βοηδρομέοντι· μετὰ βοῆς τρέχοντι, ἢ ἐν βοῇ καὶ πολέμῳ, πρὸς βοήθειαν. τοκῆϊ· πατρὶ, γεννήτορι αὐτοῦ.

<!-- 2.502 -->Τὸν μάστευε· ὃν ἐζήτει, ὅντινα ἐζήτει, ὅντινα ἐψηλάφα ὁ Τηλέγονος. ἐνεμάξατο· ἔδωκεν, ἐνέβαλεν, ἐνέθηκεν, ἐνεβάλλετο. κῆρα· θάνατον.

<!-- 2.503 -->Ἔνθα· ὅπου, τότε. αἰολόμητιν· ποικιλόβουλον, ἀπέκτεινε τὸν Ὀδυσσέα, τὸν πατέρα αὐτοῦ, τὸν πολύβουλον. μυρία· ἀναρίθμητα, πολλά. πόντου· καὶ τῆς θαλάσσης· ἐπλανᾶτο γάρ.

<!-- 2.504 -->Ἄλγεα· λυπηρά. ἄγγεα· βάθη. μετρήσαντα· ἐπελθόντα, ὑπομείναντα. πολυκμήτοισιν· πολυπόνοις, πολυκόποις, πολυκοπιάστοις, πολυκαμάτοις.

<!-- 2.505 -->Ἀλγινόεσσα· ὀδυνηρὰ, ἄλγη ἐμποιοῦσα. κατενήρατο· ἐφόνευσεν· ἀναίρω τὸ φονεύω. ἀκωκῇ· γράφεται ῥιπῇ. ῥιπῇ· ὁρμῇ.

<!-- 2.506 -->Θύνῳ· θύνῳ καὶ ξιφίῃ ἐνήμενον οἶστρον. συνέμπορον· συνεπόμενον. ὀπηδεῖ· ἀκολουθεῖ, μύωψ αὐτοῖς ἕπεται θαλάσσιος.

<!-- 2.507 -->Πῆμα· κέντρον, βλάβος. ἔχουσι· δύνανται. ἀπότροπον· δεδιωγμένον, ἢ δυνατὸν, ἀποτρεπόμενον, ἄποθεν τετραμμένον ἀπʼ αὐτῶν, λέγει δέ που καὶ τὸ μισητὸν ἀπότροπον, τὸ δʼ αὐτὸ καὶ ἀπότροπον. μεθέσθαι· λιπεῖν, καταλεῖψαι.

<!-- 2.508 -->Οὔτε φυγεῖν· ἔχουσι, δύνανται. πτερύγεσσιν· πτέρυξιν. ἐνήμενον· ἐγκαθήμενον, καθήμενον, ἐμφυόμενον. οἶστρον· μανίαν.

<!-- 2.509 -->Καυστειροῖο· φλογεροῦ, καυστικοῦ· ὤφειλε μὲν διὰ τοῦ η, λέγεται δὲ βοιώτιον εἶναι καὶ διὰ τοῦτο μεταβάλλειν τὸ η εἰς τὴν ει δίφθογγον, ὡς ἐπὶ τοῦ τέθεικα καὶ ἐπὶ τοῦ ὠτειλὴ καὶ ἄλλων πολλῶν, καυστικὸν δὲ κύνα τὸν κύναστρον λέγει, οὗ ἀνατέλλοντος ἐν θέρει ἐκκαίεται ὁ ἀήρ. κυνός· τοῦ κυνάστρου. νέον· νεωστί. ἱσταμένοιο· ἀνατέλλοντος, ἀνατελλομένου, ὄντος.

<!-- 2.510 -->Πευκεδανοῖο· πικροῦ, πικροτάτου κέντρου ὀξεῖαν δύναμιν ἐμβάλλει, οὗτος δʼ ὁ οἶστρος ἐκκεντᾷ τοὺς βʹ τούτους ἰχθύας ἐν τῷ θέρει, καθὼς τοὺς βόας ἐκκεντᾷ ὁ λεγόμενος βουτύπος, ἰδίως δʼ οἰστροκεντίον. θοήν· ὀξεῖαν, ταχεῖαν, τὴν δριμεῖαν. ἐνερείδεται· ἐμβάλλει.

<!-- 2.511 -->Ἐγχρίπτων· ἐμβάλλων, προσπελάζων, κοντῷ τιτρώσκων. ὀρίνει· ἐκείνους τοὺς δύο ἰχθύας ἐγείρει.

<!-- 2.512 -->Θωρήξας· καθοπλίσας, ὁπλίσας, ἀμφιθείς. θωρήξας· ὁπλίσας, ἢ μεθύσας· θωρήσσειν γὰρ τοῖς παλαιοῖς οὐ μόνον τὸ ὁπλίζειν, ἀλλὰ καὶ τὸ ἀκρατοποτεῖν, ὅθεν θωρήσσεσθαι ἤτοι μεθύειν λέγεται. ἐπισπέρχει· ἐπείγει, κατεπείγει, κινεῖ ἐκείνους.

<!-- 2.513 -->Φοιταλέῃ· μανιώδει, μανικῇ, ὁρμητικῇ. χορευέμεν· κινεῖσθαι· γράφεται κορυσσόμενοι. χορεύμενοι· περιφερόμενοι. κελαινῷ· μέλανι, μελανοποιῷ, θανασίμῳ.

<!-- 2.514 -->Τύμματι· κέντρῳ, τρώσει. παιφάσσουσι· ὁρμῶσιν, ἐνθουσιῶντες ὁρμῶσιν, ἐνθουσιῶσιν. μεμηνότες· μαινόμενοι. ἄλλοτε δʼ ἄλλῃ· ἀλλαχοῦ ἡ τοποθεσία.

<!-- 2.515 -->Κῦμα· θάλατταν, κατά. καθιππεύουσι· διέρχονται, ἐπιτρέχουσιν. ἀνήνυτον· ἀμήχανον, ἀτελείωτον, ἀπλήρωτον, ἄπαυστον, ἀθεράπευτον.

<!-- 2.516 -->Εὐκραίροις· μεγάλοις, καλοκατάρτοις, καλὰς κραίρας καὶ κεφαλὰς ἢ πρώρας καὶ πρύμνας ἐχούσαις, καλὸν κέρας ἐχούσαις, κεραία δʼ ὁ ἱστὸς, ἐστὶ δὲ τὸ πλάγιον ξύλον, ἐξ οὗ ἀπῃώρηται τὸ ἄρμενον, ἢ εὔκραιρον ναῦν λέγει τὴν εὔπρωρον· κεφαλὴ γὰρ τῆς νηὸς ἡ πρώρα· κυρίως κράγη ἡ κεφαλὴ, ὅθεν καὶ βόες εὔκραιοι. εὐκραίροις· διὰ τὰς ἐξοχὰς τῶν περὶ τὴν πρύμνην ἀφλάστων, ἢ διὰ τὴν κεραίαν ὀϊστοῦ.

<!-- 2.517 -->Ῥιπῇ· ὁρμῇ, τοῦ κυνάστρου, ἤως τῇ σφοδροτάτῃ καὶ χαλεπῇ ἐπιβουλῇ τοῦ κυνάστρου, τοῦ κυνὸς, καθʼ ὃν ὁ οἶστρος ἐπιγίνεται αὐτοῖς. ἐλαυνόμενοι· διωκόμενοι. δυσκραέϊ· καυματώδει, καυστικῇ.

<!-- 2.518 -->Ἔκθορον· ἐξεπήδησαν. ἀσπαίροντες· πηδῶντες, ψυχοῤῥαγοῦντες, κινούμενοι, ταραττόμενοι.

<!-- 2.519 -->Μόρον· θάνατον. ἠμείψαντο· ἀντήλλαξαν. πολυκμήτων· πολυκοπιάστων, πολυκόπων, πολυπαθήτων.

<!-- 2.520 -->Δάκος· ἄλγος, δῆγμα, βέλος. δεινόν· χαλεπόν. ἐπιῤῥέπει· ἐπιβαρεῖ, ἐπιβάλλει, κατέχει. ἀνίησι· ἐνδίδωσι, καὶ ἀφίησιν.

<!-- 2.521 -->Καὶ γάρ· ἀλλά. ἀνάρσιος· ὀλέθριος.

<!-- 2.522 -->Ἐπεγχρίμψοι· ἐμπέσοι. ἐνιχρίμψῃ· πλησιάσῃ, εἰσέλθῃ ἀπὸ τοῦ χρὼς τὸ σῶμα. χροός· σώματος. βοός· γράφεται βέλος. κέντρον· βέλος, ἄλγος, τὸν οἶστρον. λαγόνεσσι· σπλάγχνοις. ἀραιαῖς· λεπταῖς, μικραῖς, μεγίσταις.

<!-- 2.523 -->Βουφορβῶν· βουκόλων, τῶν νεμόντων τὰς βοῦς, βοσκῶν. μέλεται· πεφρόντισται. σέβας· αἰδώς. νομοῖο· βοσκῆς, τῆς νομῆς ἢ τοῦ βοσκοῦ.

<!-- 2.524 -->Ἀγέλης· ποίμνης. ποίην· βοτάνην. αὔλια· βουστάσια, καὶ κατασκηνώματα. λιπόντες· ἀφέντες.

<!-- 2.525 -->Σεύονται· διώκονται, ὁρμῶνται. λύσσῃ· μανίᾳ τοῦ οἴστρου. τεθοωμένοι· ἀγριούμενοι, ἠγριωμένοι, ὀξυνόμενοι· γράφεται καὶ τετρωμένοι. τετρωμένοι· πεπληγμένοι.

<!-- 2.526 -->Ποταμός· ποταμῶν. πόντος· πόντων. ἀνέμβατος· ἀδιάβατος, ἀπάτητος, ἀβάδιστος. χαράδραι· βόθροι, ἐσχισμέναι πέτραι, κεχαραγμένοι τόποι, φωλεαὶ ἢ διεσχισμέναι ὁδοί.

<!-- 2.527 -->Ῥωγάδες· διεσχισμέναι, ἐκ παραλλήλου, ἐσχισμένοι, διεῤῥηγμέναι, λακκώδεις. ἀφοίτητος· ἄβατος, ὑψηλή. κατερύκει· κωλύει.

<!-- 2.528 -->Ῥιπὴν ταυρείην· ὁρμὴν τοῦ ταύρου. ἐπιζέσει· βαρέως ἐπέλθῃ, ἐπιπεσεῖ, ἀναβράσει. κελεύων· κεντῶν, ὀργιζόμενος.

<!-- 2.529 -->Βουτύπος· ὁ οἶστρος, τὸ κέντρον τοῦ οἴστρου. ὀτρηρῇσιν· ἰσχυραῖς, δραστικαῖς, σπουδαίαις, ταχείαις, παρὰ τὸ ὀτρύνω ὀτρυνρὸς καὶ τροπῇ ὀτρηρὸς, ὁ διʼ ἑαυτοῦ παρωξυμμένος πρὸς τὸ ἐνεργεῖν, ἢ διʼ ἑτέρου, ὁ δὲ Φιλόξενος· παρὰ τὸ τρέω τρῶ γίνεται τρεερὸς, ὡς σφάλλω σφαλερὸς, καὶ κράσει τρηρὸς ὁ δειλὸς, ἀφʼ οὗ παρώνυμον τρήρων, μετὰ τοῦ στερητικοῦ α ἀτρηρὸς, ὁ μὴ δειλὸς, ἀλλὰ δραστικὸς καὶ ἐῤῥωμένος τὴν γνώμην, καὶ μεταθέσει ὀτρηρός. ἐπισπέρχων· βιάζων, κατεπείγων, σπεύδων.

<!-- 2.530 -->Βρύχει· βοᾷ. βρυχή· βοή ἀπὸ τοῦ βρύχω· λείπει τοῦ βοός· ἅλματα· πηδήματα. χηλῆς· ὁπλὴ, χηλὴ καὶ ὄνυξ διαφέρει· ὁπλὴ μὲν λέγεται ἡ στρογγύλη καὶ ἄσχιστος ὄνυξ, οἷον τοῦ ἵππου, χηλὴ δʼ ἡ ἐσχισμένη, οἷον τοῦ βοὸς, ὄνυξ δʼ ἡ τοῦ ἀνθρώπου.

<!-- 2.531 -->Εἱλεῖται· στρέφεται. δριμεῖα· βιαία. θύελλα· ἀγριότης, πνοὴ, μεταφορικῶς ὀδύνη ἢ ὁρμᾶ.

<!-- 2.532 -->Ὁμοίϊον· ἐκ τοῦ ὁμοῖον καὶ πλεονασμῷ τοῦ ι ὡς γελοῖος γελοίϊος.

<!-- 2.533 -->Ἀγέλῃσιν· ἤως τοῖς ἰχθύσιν. κοιρανέουσιν· ἄρχουσιν, ἡγεμονεύουσι, βασιλεύουσιν.

<!-- 2.534 -->Ἔξοχοι· πως ἔξοχον, ἐξόχως. ἠνορέῃ· ἀνδρίᾳ, δυνάμει. ἀγλαΐῃ· λαμπρότητι, εὐπρεπείᾳ. κομόωντες· θάλλοντες, ἐπαιρόμενοι, βαρυνόμενοι.

<!-- 2.535 -->Ὠκυάλῳ· ταχείᾳ, ἐν ἁλὶ, τῇ ἐν τῇ ἁλὶ ὠκείᾳ. ὥστε· καθὰ, ὥσπερ βέλος διίπτανται τὴν θάλασσαν.

<!-- 2.536 -->Ἵπτανται· πέτανται, διίπτανται. φλόγεον· λαμπρόν. φλογῶεν· πυρῶδες. φλογόεν δὲ σέλας· πυῤῥὸν φῶς. ὀπωπαῖς· διὰ τῆς θεωρίας, ὄψεσιν, ὀφθαλμοῖς.

<!-- 2.537 -->Ὀξύτατον· εἰς τὸ ἰδεῖν. ὑποπτήσσοντα· κείμενον, ὑποκρυβέντα, καὶ φοβούμενον, ὑποκείμενον, κρυπτόμενον. χαράδραις· κοιλώμασι, βόθροις, σχίσμασι πετρῶν, φωλεαῖς.

<!-- 2.538 -->Καί τινʼ· ἐάν τινα. εἰλυμένον· κεκρυμμένον. ἔδρακον· εἶδον.

<!-- 2.539 -->Ὅσσον· καθόσον· σύγκρισις, σχῆμα τῆς παραβολῆς, συντόμως δʼ ἀποδοθὲν τῆς γοργότητος. οἰωνοῖσιν· ὀρνέοις. ἄνακτες· βασιλεῖς.

<!-- 2.540 -->Ἤ· ὅσον. μετʼ· ἐν. ὠμηστοῖσι· ὠμὰ ἐσθίουσιν.

<!-- 2.541 -->Ἑρπυστῆρσι· τῷ ἑρπυστικῷ γένει, ζώοις δηλονότι.

<!-- 2.542 -->Δελφῖνες· βασιλεύουσιν· λείπει. ἡγεμονῆες· ἄρχοντες, ὁδηγοί.

<!-- 2.543 -->Ἐρχομένοις· κινουμένοις, πορευομένοις. πελάσαι· ἔστι δυνατόν. σχεδόν· πλησίον. τις· ἰχθύς. ἄντην· ἐξ ἐναντίας, ἀντικρὺς, ἤως ἀντωπῆσαι.

<!-- 2.544 -->Τέτληκεν· ὑπέμεινεν. ὑποπτήσσουσι· οἱ ἰχθύες ἐφερμηνευτικόν. ἄνακτος· δελφῖνος.

<!-- 2.545 -->Ἅλματα· πηδήματα. ἄσθματα· καὶ ἀναπνοάς. φυσιόωντα· μεγάλα, πνευστιῶντα. φυσιόωντος· φυσῶντος καὶ ἐκπνέοντος, ἢ φυσιόωντος ἀντὶ τοῦ σοβαρῶς καὶ ἐπηρμένως βλέπειν.

<!-- 2.546 -->Ἰθύσωσι· ὁρμήσωσιν, ἤως οἱ δελφῖνες εὐθέως ὁρμήσουσιν. ἰθύσουσι· ὁρμήσουσιν. λιλαιόμενοι· ὀρεγόμενοι, ἐπιθυμοῦντες. μετά· εἰς.

<!-- 2.547 -->Ἄμυδις· ὁμοῦ· σημαίνει τὸ ἅμα· παρὰ τὸ ἅμα ἅμασις, καὶ τροπῇ τοῦ α εἰς υ, ὡς σάρκες σύρκες. κλονέουσιν· ταράττουσι, φοβοῦσιν. ἀθέσφατα· πολλά. πώεα· ποίμνια, τοὺς ἰχθύας λέγει. λίμνης· θαλάσσης καταχρηστικῶς.

<!-- 2.548 -->Παμφύγδην· ἀπὸ τοῦ φεύγω φύγδην· καὶ φευκτικῶς, μετὰ πάσης φυγῆς, ὁρμητικῶς. παμφύρδην· συγκεχυμένως. ἐλόωντες· ἐλαύνοντες, τρέχοντες. φόβοιο· ταραχῆς.

<!-- 2.549 -->Πόρον· θαλάσσης. πάντα πόρον· ἤως πᾶσαν τὴν ἐκεῖ θάλασσαν, πορισμόν. σκιεροί· κατάσκιοι. σκιεροί τε μυχοί· συνεσκιασμένοι τόποι. μυχοί· βάθη. χθαμαλαί· κοῖλαι. χαράδραι· σχίσματα.

<!-- 2.550 -->Στείνονται· τῶν ἰχθύων, στενοχωροῦνται. ἠϊόνων· αἰγιαλῶν. ἐπιωγαί· καταδύσεις, καὶ διανοίξεις.

<!-- 2.551 -->Εἱλουμένων· συστρεφομένων, πανταχοῦ συννευομένων ἐκεῖ τῶν ἄλλων ἰχθύων. δαίνυνται· εὐωχοῦνται. ὄφρʼ ἐθέλῃσι· γράφεται ὅν κʼ ἐθέλῃσιν. ὄφρʼ· ἕως οὗ.

<!-- 2.552 -->Κρινάμενοι· ἐκλεξάμενοι. κρινάμενος· χωρισάμενος. ἄριστον· κρείττονα ἰχθύν. παρεόντων· παρόντων.

<!-- 2.553 -->Ἔμπης· ὅμως. ἀνάρσιοι· ὀλέθριοι, ἀναιδεῖς. ἀντιφέρονται· ἐναντιοῦνται, καὶ ἀντιόως φέρονται.

<!-- 2.554 -->Ἀμίας· εἶδος ἰχθύος. ἀλέγουσι· φροντίζουσιν.

<!-- 2.555 -->Καταντία· ἐξ ἐναντίας. δηριόωνται· μάχωνται· ἀπὸ τοῦ δηῒς ἡ μάχη πλεόνων τοῦ ρ δηριόωνται.

<!-- 2.556 -->Ἀφαυρότερον· ἀσθενέστερον. δέμας· σῶμα. ἀμφί· περὶ αὐτὰς, αὐτῶν, αὐταῖς· ἤως περισσῶς, ἢ περὶ αὐτάς.

<!-- 2.557 -->Ἀβληχραί· ἀσθενεῖς. θαμέες· πυκνοὶ, συνεχεῖς. διὰ στόμα· ἢ ἀντὶ τοῦ εἰς, ἢ ἀττικῶς ἀντὶ τοῦ διὰ στόματος λάβρου. ὀδόντες· ἀφανιστικοί.

<!-- 2.558 -->Ὀξέα· ὀξέως. πεφρίκασι· πεφόβηνται, ἵστανται, φρικώδεις ἵστανται. τῷ· διὸ, διὰ τοῦτο, τῷ καὶ τούτῳ, ἤως τῇ ὀξύτητι τῶν ὀδόντων, ὅπερ. θράσος· ἀναίδειαν.

<!-- 2.559 -->Καταπτήσσουσιν· φοβοῦνται. ὑπέρβιον· ὑπερηρμένον, δυνατὸν, ἰσχυρόν. ἡγητῆρα· ἡγεμόνα, ἡγεμόνα τῶν ἰχθύων, ἤως τὸν δελφῖνα.

<!-- 2.560 -->Ἀπόσσυτον· ἀποκεχωρισμένον, ἀποκεκριμένον. ἀπʼ ἄλλων· κεχωρισμένον.

<!-- 2.561 -->Ἀγέλης· πλήθους. ἀθρόαι· ὁμοῦ.

<!-- 2.562 -->Ὑπʼ ἀγγελίης· κηρύγματος, σάλπιγγος, κήρυκος, ὥσπερ στρατὸς πορεύεται, πολέμου ἀγγελθέντος. εἰς ἓν ἰοῦσαι· ὁμοῦ ἐλθοῦσαι.

<!-- 2.563 -->Στέλλονται· πορεύονται, ἑτοιμάζονται. ποτὶ μῶλον· πρὸς πόλεμον, μάχην. ἀθαμβέες· ἄφοβοι· γράφεται ἀολλέες· ὁμοῦ. ἐπὶ πύργον· στέλλονται, κατὰ πύργον. πύργον· τεῖχος· παραβολή.

<!-- 2.564 -->Θύνοντες· ὁρμῶντες. ἀρήϊοι· ἰσχυροὶ, πολεμικοί. ἀσπιστῆρες· ἐπίκουροι, πολεμισταὶ, ἀσπίδας φέροντες, ὁπλίται, ὁπλοφόροι, ἀπὸ μέρους τὸ πᾶν.

<!-- 2.565 -->Ἠϋγένειος· μεγαλόστομος, ὁ μεγαλοδύναμος, εὐγένειος, πλατυγένειος. ὑπαντιόωντος· συναντῶντος. ὁμίλου· πληθύος. ὑπαντιόωντος ὁμίλου· τοῦ ἐξ ἐναντίας ἐρχομένου εἰς μάχην πλήθους.

<!-- 2.566 -->Πρῶτα· κατʼ ἀρχάς. ἀλέγει· φροντίζει. οὐκ ἀλεγίζει· οὐκ ἀντιλέγει. μετά· ἔπειτα. ἔσσυται· ὁρμᾷ, ἀκολουθεῖ.

<!-- 2.567 -->Ἁρπάγδην· ἁρπακτικῶς. ἐρύων· ἑλκύων, ἕλκων, κατέχων. μενοεικέα· ἀξίαν τοῦ θυμοῦ, τῇ προθυμίᾳ αὐτοῦ πρέπουσαν, αὐτάρκη τῇ προθυμίᾳ, πρέπουσαν τῇ δυνάμει. δαῖτα· εὐωχίαν. κιχήσας· καταλαβών.

<!-- 2.568 -->Περιστέψωσι· κυκλώσουσι, περικυκλώσωσιν φάλαγγες· τάξεις, τὸ πλῆθος.

<!-- 2.569 -->Στῖφος· φάλαγξ, τάγμα. κυκλώσωνται· περικυκλώσουσιν.

<!-- 2.570 -->Δή· ἀργὸν, κυκλικὸν τὸ σχῆμα διὰ τὸ δὴ δή. οἱ· αὐτῷ· γράφεται μιν. μόθος· πόλεμος. ὑπὸ φρένα δύεται· ὑπεισέρχεται. φρένα· ὅτι φρένες οὐ μόνου ἀσωμάτως καὶ νοητῶς ἐπὶ λογισμοῦ, ἀλλὰ καὶ μέρος τι τῶν σπλάγχνων, ὃ καὶ διάφραγμα λέγεται, ἐστὶ δʼ ὑμὴν ἀποχωριάζων ἧπαρ ἀπὸ τοῦ σπληνὸς τοῦ τε πνεύμονος καὶ τῆς καρδίας, ἢ καὶ ἄλλως κατὰ τοὺς παλοὺς φρένες εἰσὶν αἱ διεζωκυῖαι τὸν ὑπὸ τῷ πνεύματι καὶ τῇ καρδίᾳ τόπον, ὃ καλεῖται καὶ διάφραγμα, συντελεῖ δʼ εἰς τὸ φρονεῖν, ὅθεν καὶ φρενήρης καὶ φρόνιμος, ἐν δὲ τῷ φλεγμαίνειν περιφροσύνας ποιεῖ, Ἀριστοτέλης δέ φησιν, ὅτι ὑπὸ τὸν πνεύμονα τὸ διάζωμα τὸ τοῦ θώρακος αἱ καλούμεναι φρένες πρὸς τὰ πλευρὰ καὶ τὰ ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημένον. δύεται· ὑποδύεται, καὶ ὑπέρχεται.

<!-- 2.571 -->Ἔγνω· ἐνόησεν. αἰπύν· χαλεπόν. ἀπειρεσίοις· ἀπείροις, ἐν πολλοῖς.

<!-- 2.572 -->Ἐρχθείς· κρατηθεὶς, συσχεθεὶς, κωλυθείς. πόνος· κόπος, ἀγών. ἀναφαίνεται· ἀνεγείρεται.

<!-- 2.573 -->Αἱ μέν· αἱ ἀμίαι. λυσσηδόν· μανικῶς, μανικὸν, μετὰ μανίας. ἀολλέες· ὁμοῦ, συνηθροισμέναι. ἀμφιχυθεῖσαι· περιπεσοῦσαι, περιδραμοῦσαι, περικυκλώσασαι.

<!-- 2.574 -->Βίην· δύναμιν, ἤως ἰσχύν· ἐνέρεισαν· ἐνέπηξαν τοὺς ὀδόντας, ἐπεστήριξαν.

<!-- 2.575 -->Πάντη· παντελῶς. πρίουσι· σχίζουσιν. ἄτρομοι· ἀτρεπεῖς. ἀμετάτροποι· γράφεται ἀμετάτρεπτοι. ἐμπεφύασι· κεκόλληνται, ἐκκεκόλληνται.

<!-- 2.576 -->Πολλαί· ἐνδιάσκευος διήγησις κατὰ λεπτομέρειαν. κεφαλῆς· γράφεται πλευροῖς. δεδραγμέναι· ἁπτόμεναι, κρατοῦσαι, ἐπιδράξασαι. γενύων· στομάτων.

<!-- 2.577 -->Γλαυκῶν· λευκῶν, τῶν λευκῶν ἢ τῶν καταπληκτικῶν, ἢ τῶν λευκῶν ἢ τῶν κοίλων. ἔχονται· κρατοῦνται, ἐνέχονται καὶ ἐνερείδονται.

<!-- 2.578 -->Λαγόνεσσι· κοιλίαις. γένυν· στόμα. πήξαντο· ἔπηξαν, ἐστερέωσαν. δαφοινήν· ἄγαν φονικήν.

<!-- 2.579 -->Ἕλον· ἔλαβον, ἔδακον.

<!-- 2.580 -->Νηδύν· γαστέρα, ἔλαβον· νηδὺς ἀπὸ τοῦ νῶ τὸ σωρεύω καὶ τὸ ἡδὺ, ἐν ᾗ σωρεύεται πᾶσα ἡδύτης. ἐφύπερθεν· ὑπεράνωθεν. ὑπένερθεν· ὑπεράνωθεν. νώτοιο· τῆς ῥάχεως. νέμονται· βόσκονται, κεῖνται.

<!-- 2.581 -->Λοφιῆς· λοφιὰ τὸ ἄκρον τῆς κεφαλῆς, τὸ πλησίον τοῦ αὐχένος ἀνάστημα, λοφιαὶ τὸ μέσον τῆς ῥάχεως καὶ κεφαλῆς ὀστοῦν, ἢ νεῦρον τοῦ τραχήλου. αὐχένος· τοῦ σπονδύλου. ᾐώρηνται· ἐκρεμάσθησαν, ἀποκρέμανται, ἐκκρέμανται.

<!-- 2.582 -->Αὐτάρ· δέ. παντοίοισι περιπληθὴς καμάτοισι· πάντων ἢ παντοίων γεγεμισμένος κόπων. περιπληθής· γέμων.

<!-- 2.583 -->Ἐπαιγίζει· κλονίζει, ταράσσει δίκην αἰγίδος, βαρέως διέρχονται, καταιγίζει, σφοδρῶς διέρχεται, κατακλύζει, ταράσσει. σφακέλῳ· ἐπιληψίᾳ, σφακελισμὸς, ἡ σῆψις τοῦ μυελοῦ, ὁ σπασμὸς, ὁ παλμὸς, ὁ σφυγμὸς, ἡ τῶν ὀστῶν σῆψις, καὶ ὁ μέσος τῆς χειρὸς δάκτυλος. σφακελισμῷ· ταραχῇ, σφυγμῷ καὶ παλμῷ, ἄλλοι δὲ σήψει ὀστέου· σφακελισμὸς λέγεται καὶ ἡ σῆψις τοῦ μυελοῦ, καὶ ὁ σπασμὸς, καὶ τῶν ὀστῶν ἡ σῆψις, λέγεται δὲ καὶ ὅλος ὁ μέσος τῆς χειρὸς δάκτυλος σφάκελος, φάκαι παρὰ Ῥωμαίοις αἱ δεσμαὶ, ἐξ οὗ καὶ φάκελος ὁ δεσμὸς τῶν χαρτίων. ὀρεχθεῖ· ταράττεται, στενάζει, κινεῖται.

<!-- 2.584 -->Φλεγέθει· φλέγεται. ἦτορ· ψυχή. ἀνίῃ· ἐν, θλίψει.

<!-- 2.585 -->Θρώσκει· πηδᾷ. ἑλίσσεται· συστρέφεται. ἄκριτα· ἀδιαχώριστα, πολλά. θύων· ὁρμῶν.

<!-- 2.586 -->Παφλάζων· ζέων, ἀγριούμενος· τὸ παφλάζω ἐπὶ πυρὸς, τὸ δὲ καχλάζω ἐφʼ ὕδατος, τοὺς βρασμοὺς ἀναπέμπων· φλῶ φλύων φλάζω τὸ ἀναπέμπω. ὀδύνῃσι· λύπαις. κυβιστητῆρι· κολυμβητῇ, ὀρχηστῇ, τῷ πολέμῳ τῷ ποιοῦντι αὐτὸν οἱονεὶ κυβιστᾷν. ἐοικώς· ὁμοιούμενος, ὅμοιος.

<!-- 2.587 -->Βαθὺ κῦμα· τὸν βυθὸν, ἤως τὸ πέλαγος. διατρέχει· διαβαίνει. λαίλαψ· ἄνεμος, σφοδρὰ πνοιὴ, ταχὺς ἄνεμος.

<!-- 2.588 -->Φέρεται· κομίζεται. βρύχα· βάθος, βυθὸν, τὸ τέλος, τὸ βάρος, τὸ ὑπὸ τὸ βράχος.

<!-- 2.589 -->Ἀφρόν· ἐπιφάνειαν, ποτὲ δʼ ὑπεράνω τοῦ ἀφροῦ τῆς θαλάσσης. ὑπεκθρώσκων· κάτωθεν ἐκπηδῶν, ὑποφεύγων, πηδῶν. ἀναπάλλεται· ἀναπηδᾷ, κινεῖται. ᾗ κε· ὅπου. εἴ ἑ· εἴπως αὐτὸν, ὅπως, ἐὰν αὐτόν. μεθείη· καταλείψῃ.

<!-- 2.590 -->Ἐσμός· πλῆθος, πληθύς. ὑπερφιάλων· ἀλαζόνων, παρασπονδητῶν. ἀλίαστοι· ἄφευκτοι, ἀμετακίνητοι, ἀμετάτρεπτοι. ἀλίαστον· ἄφυκτον.

<!-- 2.591 -->Βίης· τῆς τῶν ὀδόντων. μεθιᾶσιν· ἐνδίδουσιν, ἐνδιδόασι, παῦσιν ποιοῦσιν. μεθιέντες· ἐνδιδόντες. ὁμῶς· ὁμοίως. ἐμπεφύασι· κεκόλληνται, ἐνηρμοσμένοι εἰσὶν, ἐγκεκόλληνται.

<!-- 2.592 -->Δυομένῳ· κατερχομένῳ. μίαν· τὴν αὐτὴν, κοίνην. δύνουσι· ὑπεισέρχονται. κέλευθον· ὁδόν.

<!-- 2.593 -->Ἀνθρώσκοντι· ἀνερχομένῳ. ἀναθρώσκοντι· ἀναφερομένῳ, ἄνω τοῦ ἀφροῦ φερομένῳ. συνέξαλοι· ἔξω ἁλὸς, ὁμοῦ, ἀντὶ τοῦ ἔξω τῆς θαλάσσης συνεξορμῶντες. ἀΐσσουσι· συνορμῶσι, πηδῶσιν.

<!-- 2.594 -->Ἑλκόμεναι· συρόμεναι. φαίης κε· εἴποις ἄν. νέον τέρας τῷ Ἐννοσιγαίῳ, τουτέστιν ὑπὸ τοῦ Ἐννοσιγαίου τίκτεσθαι μεμιγμένον δελφίσι καὶ ἀμίαις, τουτέστιν ἀπὸ δελφῖνος καὶ ἀμιῶν ἕνα τινὰ ἐκ μίγματος ἰχθὺν τεχθῆναι τῷ Ἐννοσιγαίῳ· τοσοῦτον γὰρ τοῦ δελφῖνος ἔχονται αἱ ἀμίαι, ὥστε φαίνεσθαι συμφυεῖς αὐτοῖς εἶναι· οὕτως εἰσὶ συνηρμοσμένοι, ὥστε τὸν δελφῖνα φαίνεσθαι τοιοῦτον. τέρας· σημεῖον. Ἐννοσιγαίῳ· ὑπὸ τοῦ Ἐννοσιγαίου· ἀντίπτωσις.

<!-- 2.595 -->Τίκτεσθαι· γίνεσθαι, γεννᾶσθαι. μεμιγμένον· διὰ μέσου, κεκραμένον. ἠδʼ· καὶ, τὴν ἀδιάσπαστον συμπλοκὴν τῶν ἀμιῶν πρὸς τὸν δελφῖνα.

<!-- 2.596 -->Ἀργαλέων· λυπηρῶν. ἁρπαλέων· ἁρπακτικῶν. ἀργαλέῃ· λυπηρᾷ. ξυνοχῇ· συνδέσμῳ, ἑνώσει καὶ κρατήσει. συνοχῇ· κρατήσει. πεπέδηνται· δεδέσμηνται. πεπέδηται· πέπηκται, ἢ δεδέσμηται.

<!-- 2.597 -->Ὡς δʼ· παραβολή· παραβολή ἐστιν ὁμοιωτικὴ πράγματος τοῖς ὑποκειμένοις παράθεσις πρὸς δήλωσιν ἐντελεστέραν. ἰητήρ· ἰατρός. πολυμήχανος· πολύπειρος. ἕλκος· τραῦμα. ἀφύσσων· ἀντλῶν, ἀπαντλῶν, ἐκκενῶν.

<!-- 2.598 -->Οἰδαλέον· ἐξωγκωμένον, ὠγκωμένον. τῷ· ἐν ᾧ, τῷ ἕλκει, ἔν τινι. ᾧ· τῷ τραύματι. ἀνάρσιον· ὀλέθριον, θανατηρὸν, ἀναιρετικόν.

<!-- 2.599 -->Ἐννέμεται· ἐστὶ, τρέφεται, ἐγκάθηται, ὑπάρχει, βόσκεται. διεράς· διΰγρους. γονάς· τέκνα, γενεάς. κυανόχροα· μελανόχροα, μέλανα, ἤως τὰς βδέλλας.

<!-- 2.600 -->Ἑρπετά· βδέλλας. τειρομένοιο· τοῦ νοσοῦντος, πονοῦντος, καταδαμαζομένου, βλαπτομένου. τειρομένοις· ἀσθενοῦσιν. χροός· σώματος. ἐστήριξε· ἐνέθηκεν, ἐπέθηκεν, ἐνέπηξεν.

<!-- 2.601 -->Δαίνυσθαι· ἐσθίειν, ὥστʼ εὐωχεῖσθαι. γυρωθέντα· καμφθέντα, ὀγκωθέντα, ἐπικαμφθέντα.

<!-- 2.602 -->Κυρτοῦνται· κάμπτονται. κυρτοῦται· ἐξογκοῦται. λύθρον· αἷμα, τὸ σεσημμένον αἷμα. ἐφέλκεται· ἐπισύρεται. ἀνίησιν· ἀφίησι, παύονται.

<!-- 2.603 -->Ζωρόν· γλυκὺν, θερμὸν, ἄκρατον ἢ ζωτικὸν αἷμα, τὸ ζωὴν ἐμποιοῦν. αὖ· ἔξω, εἰς τοὐπίσω. ἐρύσαντα· ἑλκύσαντα, ἑρπετὰ δηλονότι.

<!-- 2.604 -->Αὐτοκύλιστα· μόνα, αὐτόματα, ἑκούσια, αὐτοκίνητα, μετὰ τὸ κορεσθῆναι. πέση· πέσωσιν, ἐκπίπτουσιν.

<!-- 2.605 -->Πρόσθε· πρότερον. χαλᾷ· ἐνδίδει, ἐνδίδωσιν. μένος· προθυμία.

<!-- 2.606 -->Ἔμαρψεν· ἔλαβεν. ὑπό· κατά. δαιτρεύσωνται· καταφάγωσιν.

<!-- 2.607 -->Προλίπωσιν· ἀφήσουσιν. ἀναπνεύσῃ· ὁ δελφὶς ἄνεσιν λάβῃ, καὶ ἐλευθερωθῇ τοῦ πολέμου τῶν ἀμιῶν, ἢ τῆς ὀδύνης τῶν ὀδυνῶν. πόνοιο· κόπου.

<!-- 2.608 -->Λύσσαν· μανίαν. ἐπόψεαι· ἴδῃς. ἡγητῆρος· ἡγεμόνος, τοῦ δελφῖνος.

<!-- 2.609 -->Χωομένου· ὀργιζομένου· χόω σημαίνει τὸ λυπῶ καὶ ὀργίζομαι, ὅπερ γέγονεν ἀπὸ τοῦ χέω χῶ παρὰ τὸ διαχεῖσθαι τὴν χολήν· χῶ οὖν χώσω, ἡ μετοχὴ παθητικὴ χοόμενος, χούμενος καὶ δωρικῶς χώμενος, ὡς Μοῦσα Μῶσα, καὶ πλεονασμῷ τοῦ ο χωόμενος· ἢ παρὰ τὸ χολῶ χολώσω χολούμενος, ἐκβολῇ τοῦ λ χοούμενος, καὶ τροπῇ τῆς ου διφθόγγου εἰς ω χοώμενος, καὶ ἐν ὑπερβιβασμῷ χωόμενος, ὡς ὄρωρεν ὤρορεν. κρυερή· χαλεπὴ, ψυχρὰ, φρικωδεστάτη, κακή.

<!-- 2.610 -->Αἱ μέν· αὐτῶν, αἱ ἀμίαι. ἐξόπισθεν· ἐκ τοῦ ὀπισθένου μέρους. κεραΐζων· κόπτων, κατακόπτων, φθείρων, διακόπτων, πορθῶν καὶ διαφθείρων· ἡ μεταφορὰ ἐκ τῶν κέρασι χρωμένων ζώων εἶναι δοκεῖ, καὶ παρὰ τὴν κῆρα τὴν θάλασσαν.

<!-- 2.611 -->Εἰδόμενος· ὁμοιούμενος. πρηστῆρι· ἀνέμῳ, κεραυνῷ, ἀνέμῳ φυσητῆρι· πρηστὴρ ἀπὸ τοῦ πρήθω τὸ καίω. δυσηχέϊ· δυσήχῳ. ἀμαθύνει· ἀφανίζει, εἰς λεπτὸν συντρίβει, λεπτύνει.

<!-- 2.612 -->Δάπτων· δάκνων· γράφεται δαρδάπτων. ἐμμενέως· ἰσχυρῶς, παραμένως. ἐρεύθει· βάπτεται, καταβάπτει, μολύνει.

<!-- 2.613 -->Λιχμάζων· ἐσθίων, λείχων. αἰχμάζων· κόπτων. δαχμάζων· δάκνων, τρώγων. γενύεσσι· στόμασιν. παθῶν· ἕνεκα. ἀπετίσατο· ἀνταπέδωκεν, ἀπέδωκε ταῖς ἀμίαις, ἠφάνισεν. λώβην· λώβη ἀπὸ τοῦ λαὸς καὶ τοῦ βαίνω, λαόβη τις οὖσα, καὶ κράσει τοῦ αο εἰς ω μέγα λώβη.

<!-- 2.614 -->Ξυλόχοισιν· ὄρεσιν. ἔχει φάτις· κρατεῖ φήμη. ἀγρευτήρων· κυνηγῶν.

<!-- 2.615 -->Θῶας· λυκοπάνθηρας, λυκοπανθήρους. ὑπερφιάλους· ἀλαζόνας, ἀναιδεῖς καὶ μεγάλους. ποιπνύεσθαι· σπουδάζειν, πονεῖν, ἀπὸ τοῦ πονῶ πονύω γίνεται ποπνύω, καὶ πλεονασμῷ τοῦ ι ποιπνύω. ποιπνύεσθαι· σχολάζειν, σπεύδειν, ἀγωνίζεσθαι· τὸ ποιπνύεσθαι γίνεται ἀπὸ τοῦ πονῶ πονήσω, καὶ κατὰ συγκοπὴν πνύω, καὶ κατʼ ἀναδιπλασιασμὸν ποπνύω, καὶ προσθέσει τοῦ ι ποιπνύω· ποιπνύεσθαι γὰρ τὸ σχολάζειν ἢ σπεύδειν, οἱονεὶ τὸ μετὰ σπουδῆς πνεύματος ποιεῖν τι· τῷ γὰρ ἐσπουδακότι ἐνεργεῖν ἕπεται τὸ πνευστιᾷν· πνέειν οὖν καὶ πνύειν, καὶ ἐν συνθέσει μετὰ τοῦ ποιεῖν ποιπνύειν.

<!-- 2.616 -->Ἀγρομένους· συναθροιζομένους. ἐπαΐγδην· ὁρμητικῶς. γενύεσσι· στόμασιν.

<!-- 2.617 -->Ἀρτιχύτοιο· νεωστὶ χυθέντος, νεωστὶ αὐτοῖς ἐπιχυθέντος, τοῦ νεωστὶ χυθέντος ἐξ αὐτοῦ φόνου, καὶ τοῦ κινδύνου καὶ θανάτου, γνησ ὑπὸ τοῦ ἀρτιφόνου, καὶ τοῦ ἀρτίως χυθέντος· ἀλλοπαθὲς τὸ σχῆμα. φόνοιο· αἵματος.

<!-- 2.618 -->Θερμὸν ἔαρ· αἷμα, ἔαρ δὲ τὸ αἷμά φησι διὰ τὸ ἐν ἔαρι τίκτεσθαι τὸ αἷμα ὡς ἐπὶ τὸ πολὺ, καὶ ὅτι τὸ ἔαρ δύο σημαίνει· τὸν καιρὸν, καὶ τὸ αἷμα· γεννητικὸν γὰρ αὐτῷ. ἔαρ· αἷμα, ἢ ἄνθος, διότι ἐν τῷ χειμῶνι αὔξει τὸ αἷμα. λάπτουσιν· ῥοφῶσιν. αἱμάσσων· ἀδημονῶν, ὁ ἔλαφος αἷμα καταπέμπων, ᾑμαγμένος.

<!-- 2.619 -->Βεβρυχώς· βοῶν, ὠρυόμενος. ἠχῶν. ὀλοῇσι. ὀλεθρίαις, ὀλοθρευτικαῖς. ὠτειλῇσιν· τραυμάτων. περίπλεως· λείπει γενόμενος.

<!-- 2.620 -->Διαπάλλεται· διαβαίνει, διαπηδᾷ. ἄκρας· κορυφάς.

<!-- 2.621 -->Λείπουσιν· ἐῶσιν.

<!-- 2.622 -->Ὠμησταί· ὠμοφάγοι. ζωόν· ζῶντα ἔτι τὸν ἔλαφον τοῖς δήγμασι κατακόψαντες τοῖς ὀδοῦσι διαῤῥήσσουσι τὸν ἑαυτοῦ ῥινὸν, πρὶν δὲ καὶ θανεῖν. διαρταμέοντες· κατακόπτοντες, διακόπτοντες· ἄρταμος πᾶς σφαγεὺς καὶ φονεὺς, κυρίως δʼ ὁ μάγειρος, ὁ κατʼ ἄρθρα τέμνων.

<!-- 2.623 -->Ῥινόν· δέρμα. πάρος· πρὸ τοῦ, πρίν. κυρῆσαι· τυχεῖν, ἐπιτυχεῖν.

<!-- 2.624 -->Δαῖτα· ποιοῦντες. κελαινοτάτην· ὀλεθρίαν, φοβερὰν, θανάσιμον, κακὴν, σκοτεινὴν, φοβερωτάτην, χαλεπὴν, καὶ ἀλγίστην· γράφεται πονήσαντες.

<!-- 2.625 -->Ἀλλʼ ἤτοι θῶες· διαφορὰ τῆς παραβολῆς πρὸς τὸ πρᾶγμα, οὗ χάριν εἴληπται ἡ παραβολή. οὔτινʼ· οὐδαμῶς. ἔτισαν· ἀπέδωκαν, ἀνταπέδωκαν.

<!-- 2.626 -->Ποινήν· τιμωρίαν, δίκην. ἀποφθιμένοις· φθαρεῖσιν.

<!-- 2.627 -->Θαρσαλέαι· ἀναιδεῖς. τάχα· ταχέως. κύντατα· χαλεπώτατα, κακῶς. κύντερα· ἀσθενέστερα, χαλεπώτερα. δηρίσαντο· ἐπολεμήθησαν, ἐμαχέσαντο, ἐφιλονείκησαν, ἐτιμωρήθησαν.

<!-- 2.628 -->Δελφίνων· ὑπό. πανέξοχον· θαυμάσιον, λίαν· μικροῦ δεῖ καὶ ἀπίθανον τοῦτο· φησὶ γὰρ, τοὺς δελφῖνας τὸν ἑαυτῶν προγινώσκοντας θάνατον μηκέτι περὶ πέλαγος, ἢ τὸ τῆς θαλάσσης βάθος διατρίβειν, ἀλλʼ ἐπὶ τὸν αἰγαλὸν ἐξερχομένους ἐκεῖσε τελευτᾷν, ὡς ἄν τις ἰδὼν τελευτήσαντα κατὰ γῆς θάψῃ, καὶ μὴ ὑπὸ τῶν ἰχθύων βρωθῶσιν ἀποπνεύσαντες ἐν πελάγει. ἀκούων· καὶ εἰς νοῦν βάλλων, εἰς γνώμην λαμβάνων.

<!-- 2.629 -->Ἠγασάμην· ἐθαύμασα. ὀλέθριος· φθαρτική. ἵκηται· ἔλθῃ.

<!-- 2.630 -->Νοῦσος· ἀῤῥωστία. ἀταρτηρή· βλαπτικὴ, βλαβερὰ, ἐπώ. ἐδάησαν· ἔγνωσαν, ἔμαθον.

<!-- 2.631 -->Τέρμα· τέλος. βίου· ζωῆς. εὐρέα· ἐπιμήκη, λίμνης.

<!-- 2.632 -->Κούφοισιν· τοῖς μὴ πολὺ βάθος ἔχουσιν. ἔκελσαν· ἐπλησίασαν, ἐξῆλθον· λέγεται κυρίως, ὅταν οἱ ναῦται ἐν γαλήνῃ ἄγουσι τὴν ναῦν ἐν τῷ λιμένι, τὸ δʼ ἐξώκειλεν, ὅταν κλυδωνίζηται ἡ ναῦς.

<!-- 2.633 -->Ἔνθα· ὅπου, ἐκεῖ, ἐν αἰγαλοῖς. ἀποπνείουσι· ἀποθνήσκουσιν, ἀποψύχουσιν, ἀναπνέουσι, θνήσκουσιν. μοῖραν· τύχην. μοῖραν ἕλοντο· θάνατον ἔλαβον.

<!-- 2.634 -->Ὄφρα· ὅπως. μερόπων· ἀπό. ἱερόν· μέγαν. τρόχιν· ἄγγελον, ὑπηρέτην. τρόφιν· δοῦλον, τὸν δοῦλον, τὸ θρέμμα, τὸν θεράποντα παρὰ τὸ τρέφεσθαι ὑπʼ αὐτοῦ, ἢ παρὰ τὸ ἀποφορὰν διδόναι, σημαίνει δὲ καὶ τὸν σπουδαῖον, ἢ δοῦλον, ἢ ἄγγελον παρὰ τὸ τρέχειν, ἢ πιστὸν θεράποντα· γράφεται τρόχιν.

<!-- 2.635 -->Χυτῇ δʼ ἐπὶ θινί· τῷ αἰγιαλῷ τῷ ἀμυδρῷ· ὁ γὰρ ἄμμος σφιγγόμενος κέχυται, ἡ χυτὴ γῆ, τῇ κεχυμένῃ εἰς πλάτος, ἢ τῇ λεπτῇ καὶ κονιορτῷ καὶ ἐπιχεομένῃ τῷ τάφῳ, τῇ ἐπιχρωμένῃ τοῖς νεκροῖς, τῇ ἄμμῳ τῇ ὑγρᾷ.

<!-- 2.636 -->Μνησάμενος· μνησθεὶς, ἀναμνησθείς. φιλότητος· ἀγάπης, φιλίας, μνησθεὶς τῆς κοινῆς τῆς ἀνθρωπότητος φύσεως· μυθεύονται γὰρ ἄνθρωπον εἶναί ποτε τὸν δελφῖνα καὶ τῆς ἀνθρωπίνης φύσεως, καὶ αὐτὸν ἔπειτα εἰς δελφῖνα μεταπεσεῖν. ἐνηέος· πρᾴου, πρᾳείας, πρᾳοῦς.

<!-- 2.637 -->Βρασσομένη· ταρασσομένη, ἀναβράσασα. δέμας· σῶμα.

<!-- 2.638 -->Μηδέ· ἵνα, ἀπὸ κοινοῦ. εἰναλίων· θαλασσίων, ἀπὸ ζώων. ἡγητῆρα· ἀρχηγὸν, τὸν ἄρχοντα τῶν ἰχθύων, ἡγεμόνα.

<!-- 2.639 -->Οἰχομένῳ· ἀποθανόντι. λωβήσαιτο· λώβην ἄξει, λώβην ἐμποιῇ, καὶ βλάβην ποιήσαιτο.

<!-- 2.640 -->Δυσμενέων· ἀπό. ἀρετή· γνώμη, ἀνδρεία καὶ δόξα. ὀλλυμένοισιν· ἀποθανοῦσιν αὐτῶν. ὀπηδεῖ· ἐπακολουθεῖ.

<!-- 2.642 -->Κεστρέα· τὸν κέφαλον.

<!-- 2.643 -->Φέρβειν· ἔχειν, φυλάσσειν. πρηΰτατον· πρᾳότατον.

<!-- 2.644 -->Ἐνηέες· πρᾷοι, δίκαιοι, εἰσὶ πρᾳεῖς.

<!-- 2.645 -->Πημαίνουσιν· βλάπτουσιν.

<!-- 2.646 -->Ὑπό· διά. σαρκὸς ἐδωδῆς· σαρκικῆς τροφῆς.

<!-- 2.647 -->Φόνου· αἵματος. λάπτουσιν· πίνουσιν. ἀπημοσύνῃ· ἀποχῇ, δικαιοσύνῃ.

<!-- 2.648 -->Ἄχραντοι· ἀμίαντοι, καθαροί. ἀκηδέες· ἄλυποι, μηδένα λυποῦντες ἢ ἐπηρεάζοντες. ἁγνά· δίκαια, καθαρά. γένεθλα· γένη.

<!-- 2.649 -->Φέρβονται· τρέφονται. μνίον· βρύον,

<!-- 2.651 -->Τοὔνεκα· διὰ τοῦτο, διό. μετʼ· ἐν, τίμιον· αἴσιμον· τιμῶσιν οἱ ἰχθύες.

<!-- 2.652 -->Τίς· ἰχθὺς, ἐξ οὗ καὶ παροιμία ἐπὶ τῶν ἐναφέτως ζώντων, μηδὲν δὲ πλέον ἐπιφερομένων ἢ ἐξ ἀδικίας, ἢ ἐκ δόλου, ἢ ἄλλου τινος τρόπου μισητοῦ καὶ διὰ τοῦτο κακοπαθούντων τό· κεστρεὺς νηστεύει. κείνων· τῶν κεστρέων, τῶν γομφαρίων. νεαρόν· νέον. οἷα καὶ ἄλλων· καθὰ ἰχθύων τοὺς τόκους.

<!-- 2.653 -->Σίνεται· βλάπτει. ὠμοφάγον· ἀπηνῆ. ὠμοφάγων· ἀπηνῶν. βίην· λύμην. ἀνέχουσιν· κρατοῦσιν, ἐπέχουσιν, ἀφιστῶσι, πόῤῥω πέμπουσι, καὶ ἀναστέλλουσι, κρατοῦσιν.

<!-- 2.654 -->Ὡς αἰεί· γνώμη· ὡς αἰεὶ τῆς δικαιοσύνης ἀπόκειται παρὰ πᾶσι καὶ ἀνθρώποις καὶ κτήνεσι πρεσβεῖα, ἢ τιμὴ καὶ αἰδώς· πάντες γὰρ πρὸς τοὺς δικαίους τιμὴν ἀπονέμουσιν. μετά· ἐν, μετὰ πᾶσιν, ἐν τοῖς ἰχθύσιν. δίκης· δικαιοσύνης. πρεσβήϊα· τιμαὶ, πρωτεῖα. κεῖται· ὑπάρχουσιν.

<!-- 2.655 -->Αἰδοίης· τιμίας, τῆς αἰδοῦς ἀξίας. δίκης αἰδοίης· σωματοποιοῦσι γὰρ ὡς θεὸν τὴν κυρίως δικαιοσύνην, μίαν οὖσαν καὶ πρώτην τῶν γενικῶν ἀρετῶν· αἱ γὰρ καθόλου τέσσαρές εἰσιν ἀρεταὶ ἀνδρεία, φρόνησις, σωφροσύνη, καὶ δικαιοσύνη. γεράσμιον· ἐπιθυμητὸν, ἔντιμον, τίμιον. ἤρατο· ἡ δίκη, ἀπῇρεν, εὗρεν· ἦρ χεὶρ καὶ ἐσθής· ἦρ λύχνου, πώλου, κόρης.

<!-- 2.656 -->Ἀλλήλοισιν· καὶ κατʼ ἀλλήλων.

<!-- 2.657 -->Τῷ· διὸ, διὰ τοῦτο. ἐσόψεαι· θεάσῃ. ὑπνώοντας· καθεύδοντας, κοιμωμένους.

<!-- 2.658 -->Ἔλλοπας· ἰχθύας· ἔλλοπες οἱ ὀπὸς καὶ φωνῆς ἐλλειπόμενοι· ἄφωνοι γὰρ οἱ ἰχθύες, καὶ ἄναυδοι, τοῦ σκάρου μόνου, ὡς ἔφη ὁ ποιητὴς, λαλαγήν τινα μετρίαν ἀποτελοῦντος. νόος· φυσικὴ αἴσθησις, τῆς εὐκρινείας.

<!-- 2.659 -->Ἐγρήσσει. γρηγορεῖ, ἐγρηγορεῖ. τρομέουσι· τρέμουσιν.

<!-- 2.660 -->Φέρτερον· τὸν ἰσχυρότερον. ἀντιόωντα· ἐξ ἐναντίας ἐρχόμενον. χερειοτέρους· ἀσθενεστέρους. ἐλόωσι· γράφεται ὀλέκουσιν. ὀλέκουσι· φθείρουσιν.

<!-- 2.661 -->Κνέφας· νύκτα· κνέφας λέγεται τὸ σκότος, τὸ κενὸν φάους, ὅπερ ἐστὶν ἡ νύξ. ἀσπαλιῆες· ἁλιεῖς.

<!-- 2.662 -->Πεσέειν· ἐλθεῖν. ἁπαλόν· γράφεται ὀλοόν. ὕπνον· φασίν. ὕπνον· ὕπνος παρὰ τὸ ὑπονοστεῖν καὶ ὑποστρέφειν τὰς εʹ αἰσθήσεις· ἐκ τοῦ ὑπνώττοντος ὑπόνοστος καὶ ὕπνος.

<!-- 2.663 -->Ἐννύχιον· νυκτερινὸν, ὡραῖον. ὑπαί· ἐν. κευθμῶσι· καταδύσεσιν. ἰαύειν· ὑπνοῦν, κοιμᾶσθαι· ἰαύω σημαίνει βʹ, τὸ κοιμῶμαι, καὶ τὸ διατελῶ.

<!-- 2.664 -->Οὐ μέντοι· οὐκέτι μοί φησι θαῦμα τὴν δίκην ἄποθεν τῆς θαλάσσης οἰκεῖν· οὐδὲ γὰρ ἐν τοῖς θνητοῖς εἶχε πρώην τὸν θρόνον. δίκην· δικαιοσύνην. ἀπάνευθε· μακρὰν, μακρόθεν. ἀπάτερθε· χωρίς.

<!-- 2.665 -->Ναιετάειν· οἰκεῖν. πάλαι· πρόπαλαι. πρέσβειρα θεάων· ἡ παλαιοτάτη τῶν ἀρετῶν, ἡ τιμία, δίκη, ἔντιμος δικαιοσύνη.

<!-- 2.666 -->Μετά· ἐν. ἔχει· εἶχεν. θρόνον· τιμήν. κυδοιμοί· θόρυβοι.

<!-- 2.667 -->Δυσκέλαδοι· δύσηχοι, κακόηχοι. θοῦρος· ὁρμητικὸς, πολεμιστής· καὶ θοῦρον τὸν πηδητικὸν καὶ ταχὺν, οἱονεὶ θοῶς δρούων· παρὰ τὸ θέρω τὸ θερμαίνω θόρος καὶ θοῦρος ἀπὸ μεταφορᾶς τῆς τοῦ πυρὸς ὁρμῆς, καὶ θορεῖν τὸ πηδᾷν παρὰ τοῦ αὐτοῦ· ἢ ἀπὸ τοῦ θέω τοῦ ῥήματος, ὅθεν καὶ τὸ θεῖον καὶ τὴν ἀρχὴν εἴληφεν, ὥστε τὴν γεννητικὴν τοῦ πυρὸς οὐσίαν ἀπὸ τοῦ θέω ῥήματος ὀνομάσαι τοὺς ἀρχαίους· ταύτῃ τοὺς μὲν ταχεῖς θερμοὺς λέγουσι, τοὺς δὲ ψυχροὺς βραδεῖς, ἀπὸ δὲ τοῦ θοῦρος γίνεται θορῶ τὸ ὁρμῶ καὶ πηδῶ. ἄρης· πόλεμος φθισήνορος· φθείρουσα τοὺς ἄνδρας. ἄτης· βλάβης.

<!-- 2.668 -->Μαῖα· μήτηρ, ἡ τροφὸς, ἡ πρόξενος, μάμμη. ἐρικλαύστων· ἄγαν ποιούντων κλαίειν, τῶν ἄγαν κλαίειν ποιούντων, πολυθρηνήτων. ἀλγεσίδωρος· ἡ δωρουμένη τὰ ἄλγη, λύπας δωρουμένη.

<!-- 2.669 -->Ἔφλεγον· ἔφθειρον, παρεκίνουν, ἔκαιον. ἡμερίων· ἀνθρώπων. δειλόν· ἄθλιον. οὐδέ τι θηρῶν· λέγει τοῦτο διὰ τοὺς κακοὺς ἀνθρώπους.

<!-- 2.670 -->Κεκριμέναι κεχωρισμέναι, διακεχωρισμέναι πόλιες μερόπων· ἀντὶ τοῦ οἱ ἄνθρωποι. ἔσαν· ὑπῆρχον.

<!-- 2.671 -->Αἰνότεροι· βαρύτεροι, χαλεπώτεροι. εὐτειχέας· καὶ καλὰ τείχη ἔχοντας. μέλαθρα· οἰκήματα.

<!-- 2.672 -->Εὐωδέας· καλῶς μυρίζοντας. αἵματι· φόνῳ.

<!-- 2.673 -->Αἰθαλόεντι· μελανῷ. κατήνυον· ἐπλήρουν, ἐτελείουν. ἡφαίστοιο· πυρός.

<!-- 2.674 -->Ῥαιομένην· φθειρομένην, τῶν ἀνθρώπων. Κρονίων· ὁ Ζεὺς, ὁ υἱὸς τοῦ Κρόνου.

<!-- 2.675 -->Ὑμῖν· πρὸς τὸν βασιλέα ὁ λόγος. Αἰνεάδῃσιν· Αἰνεάδαι ἐλέγοντο οἱ βασιλεῖς τῶν Ῥωμαίων, ὡς ἀπὸ τοῦ Αἰνείου, Ῥωμαΐτοις, ὑπʼ Αἰνείου καταγομένοις· παραλαβόντες στρατὸν Ῥῶμος καὶ Ῥωμῦλος ἦσαν γὰρ ὁμαίμονες ἀπῆλθον εἰς τόπον τινὰ, εὑρόντες δʼ ἐκεῖσε καὶ Αἰνείαν σὺν τοῖς τοκεῦσιν αὐτοῦ ἔκτισαν πόλιν, ἥτις καλεῖται Ῥώμη ἀπʼ ἀμφοτέρων, ἔκτοτε δʼ ἀπὸ τῆς γενεᾶς Αἰνείου βασιλεύουσιν, ἀφʼ οὗ λέγονται Αἰνεάδεσσιν· καὶ γὰρ οὗτοι οἱ βασιλεῖς ἀπʼ ἐκείνου κατάγονται. ἐπέτραπε· ὑπέταξεν. γαῖαν· ἅπασαν. ἀνάψας· δοὺς, δεδωκὼς, ἀποκρεμάσας.

<!-- 2.676 -->Αὐσονίων· Ῥωμαίων.

<!-- 2.677 -->Θῦνεν· ὥρμα. Κέλτους· ἔθνη. αὐχήεντας· ἀλαζονικοὺς, μεγαλοδόξους, ἀλαζόνας.

<!-- 2.678 -->Θωρήσσων· καθοπλίζων. Λιβύης· καὶ τοὺς ἐν Λιβύῃ. Λιβύης τε πολὺν πόνον· ἤως τοὺς ἐν Λιβύῃ ἀνθρώπους. ἔργα τε· καὶ τοὺς ἐν. ἔργα· πλήθη. Ῥήνου· ποταμοῦ.

<!-- 2.679 -->Ἴστρον· καὶ τοὺς ἐν, τοὺς οἰκοῦντας πόλιν. Εὐφράτην· γράφεται Εὐφρήτην· ποταμοὶ καὶ οἱ δύο. τί μοι· εἰς τί, πρέπει· ἀποτρεπτικόν. δούρατος· πολέμου.

<!-- 2.680 -->Μεμνῆσθαι· τίς μοι χρεία. νῦν γάρ· ὡραῖον, πρὸς τὴν δίκην ὁ λόγος. δίκη· ὦ δικαιοσύνη· ἀποστροφὴ τὸ σχῆμα πρὸς τὴν δικαιοσύνην. θρέπτειρα· τροφὴ, ἀνατρέφουσα· καὶ γὰρ δικαιοσύνη εἰς τὰς πόλεις ἀνατρέφει τοὺς ἀνθρώπους. Τί ἐστι μετάληψις; λέξις ἐκ συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα.

<!-- 2.681 -->Συνέστιον· σύνοικον, ὁμοδίαιτον.

<!-- 2.682 -->Ἐξ οὗ· ἀφʼ οὗ, γράφεται ἔκ σου, ἤως σου, τῆς δικαιοσύνης. μοι· τινι. κραίνουσι· βασιλεύουσιν. μέγαν· εἰς. ἐμβεβαῶτες· περιέποντες, βεβηκότες.

<!-- 2.683 -->Ἄμφω· δύο. θεσπέσιος· θεῖος. πατὴρ καὶ υἱός· Ἀντωνῖνος καὶ Κώμοδος. φαίδιμος· λαμπρός. υἱός· γράφεται ὅρπηξ. ὅρπηξ· υἱός.

<!-- 2.684 -->Ἐκ τῶν· ἀφʼ ὧν, τούτων τῶν βασιλέων. ὅρμος· στέφανος, λιμὴν, κόσμος, τάξις. ἀνακτορίης· βασιλείας. πεπέτασται· ἐξήπλωται, ἐπῆλθεν· ἐκ τῆς τούτων βασιλείας γλυκύς μοι ὅρμος πεπέτασται, τουτέστιν ἥπλωται.

<!-- 2.685 -->Ῥύοισθε· φυλάττοιτε, φυλάσσοισθε. ἔμπεδον· στερεῶς. ἰθύνοιτε· διεξάγοιτε.

<!-- 2.686 -->Ἐν δεκάδεσσι· διὰ τὸ εἶναι τὸν δέκα τὸν ἄριθμον τέλειον.

<!-- 2.687 -->Εὖτε· ὦ. ἀμοιβή· ἀντικαταλλαγή. εἴ τις ἀμοιβή· ὑπάρχει.

<!-- 2.688 -->Εὐσεβίης· σημείωσαι γάρ· εὐσεβίης διὰ τοῦ ἰῶτα γράφεται, ὥσπερ καὶ τῷ Προμηθεῖ πολλαχοῦ εὑρίσκεται καὶ ἀληθεῖ, ὥς φησι Χοιροβοσκός. σκήπτρῳ· τῇ βασιλείᾳ, σοῦ, βασιλέων τῶν πρὸς ἡμᾶς. σκήπτρων· ἀντίπτωσις, ἀντὶ τοῦ σκήπτροις, τὸ σκῆπτρον ἀντίπτωσίς ἐστιν· ἢ σκήπτροις, ἢ σκήπτρῳ· ἢ τῇ βασιλείᾳ αὐτῶν ἀποφέροιτε καὶ κομίζοιτε τέλειον καὶ πεπληρωμένον πλοῦτον καὶ ὁλόκληρον, σκήπτρῳ δὲ καὶ τὴν βασιλείαν ἀποφέροιτε καὶ ἀποκομίσοιτε πλοῦτον, ἤτοι φόρον φέροντα. τελεσφόρον· πεπληρωμένον, τέλειον. ὄλβον· πᾶσαν εὐδαιμονίαν, ἢ πάσας πόλεις ὑποτελεῖς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xse-aab`.
