---
title: "Scholia and Glosses on Oppian's Cynegetica"
author: Scholia on Oppian
eul_wid: xse-ab
eul_aid: xse
canonical: "https://eulogikon.org/works/scholia-oppian-cynegetica-xse-ab"
lang: grc
content_hash: "sha256:fc1c41c5164fadd3eb65270890eceb03b2c5e47b8bb014e8dfc3e992f9ceab62"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia and Glosses on Oppian's Cynegetica

**Author:** Scholia on Oppian

**eul_wid:** `xse-ab` · [HTML page](https://eulogikon.org/works/scholia-oppian-cynegetica-xse-ab)

## Text

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΤΩΝ ΚΥΝΗΓΕΤΙΚΩΝ Αʹ.

<!-- 1.1 -->Ἀείδω· τραγῳδῶ. ἐρίκυδες· ἔνδοξον. ἔρεισμα ἑδραίωμα.

<!-- 1.2 -->Φέγγος· φῶς. ἐνυαλίων· πολεμικωτάτων· πολυήρατον· πολυποθούμενον. Αἰνεαδάων· Φράγγων τῶν τοῦ Αἰνείου καταγόμενε, Ῥωμαίων.

<!-- 1.3 -->Αὐσονίου· Ἰταλικοῦ.

<!-- 1.4 -->Τόν· καὶ ὅν. φιτύσατο· ἐγεννήσατο. Δόμνα· ἡ μητήρ. Σεβήρῳ· πατήρ.

<!-- 1.5 -->Ὀλβίῳ· τῷ ἐνδόξῳ. εὐνηθεῖσα. κοιμηθεῖσα. καὶ ὄλβιον· καί σε τὸν ἔνδοξον.

<!-- 1.6 -->Νύμφη· γυνὴ, νύμφη οὖσα. ἀριστοπόσεια· ἀρίστου πόσιος κατά. λεχώ· τῷ, ἤτοι τῇ γέννᾳ.

<!-- 1.7 -->Ἀσσυρίη· ὄνομα τόπου. σελήνῃ· ἐπί.

<!-- 1.8 -->Ἀφαυρότερον· ἐλλιπὸν, ἀσθενέστερον.

<!-- 1.9 -->Εὐμενέες· ἵλεοι εἴητε. Τιτὰν Φαέθων· ὀνόματα δαιμόνων.

<!-- 1.10 -->Πονησάμενος· ποίησας. παλάμῃσι· χερσίν.

<!-- 1.11 -->Τραφερήν· γῆν. ὑγρήν· καὶ τὴν θάλασσαν.

<!-- 1.12 -->Θαλέθουσα· γράφεται θαλέουσα. θαλέουσα· θάλλουσα. κύει· πλήθει. πάνδωρος· ἡ τὰ πάντα χαρίζουσα.

<!-- 1.13 -->Εὐδιόωσα· γαληνιῶσα, ἠρέμα.

<!-- 1.14 -->Νάουσι· πλήθουσι, ῥέουσιν.

<!-- 1.15 -->Ἠριγένεια· ἡ ἡμέρα· ἡ ἡμέρα τῆς βασιλείας ἢ ὁ χρόνος διά σου λάμπει, ἢ ηὔξηται, ἢ ἡ ἡμέρα τῆς βασιλείας σου παρέρχεται λαμπρῶς, ἐνδόξως.

<!-- 1.16 -->Τοι· καί σοι. ἔραμαι· ἐπιθυμῶ. ἀεῖσαι· τραγῳδῆσαι.

<!-- 1.17 -->Καλλιόπη· ἡ θεὰ, ἢ ἡ Μοῦσα Καλλιόπη.

<!-- 1.18 -->Ἧι θέμις· καθὼς δύναται ἀνθρώπῳ, καθὰ δίκαιον.

<!-- 1.19 -->Καὶ θεόν· καὶ εἰς τήν. ἠμείφθην· ἀπεκρίθην.

<!-- 1.20 -->Ἔγρεο· ἐγείρου. τρηχεῖαν· δυσχερῆ. ἐπιστείβωμεν· περιπατῶμεν· ἀταρπόν· γράφεται ἀστραπόν.

<!-- 1.21 -->Τήν· καὶ ἥντινα. οὔπω τις· οὐδείς. ἐπάτησεν· ὥδευσεν, ἐνεφιλοχώρησεν.

<!-- 1.22 -->Ἵλαοι· γράφεται ἵλαο. ἵλαθι· συγχώρησον. μενοινᾷς· προθυμεῖς.

<!-- 1.23 -->Ἄμμες· ἡμεῖς.

<!-- 1.24 -->Τριετῇσι· τριεταῖσιν. Ὀρίβακχον· Διόνυσον.

<!-- 1.25 -->Χορόν. τὰς νυκτερινὰς θυσίας, τὰς τελουμένας κατὰ νύκτα, ἤως προστάσσει τὰ σὰ, ἤως σύ. Ἀσωποῖο· ὄνομα ποταμοῦ.

<!-- 1.26 -->Βάζειν· λέγω, ἀείδειν.

<!-- 1.27 -->Δηθάκις· ἐπιπολύ, δὶς ἢ πολλάκις. ἀμφεχόρευσα· ὕμνησα. θυωναίῳ· ὁ ἐν ταῖς θυσίαις οἰκῶν.

<!-- 1.28 -->Ναυτίλον· ναυτικόν, τὸν πλοῦν. Ἀργώ· Ἀργὼ λέγεται ἡ ναῦς καὶ εἶδος φυτοῦ, οὗ ἐκατεσκευάσθη, ἡ πεντηκόντερος, ἣ λέγεται καὶ εἰκόσορος.

<!-- 1.29 -->Μόθους· πολέμους. βροτολοιγόν· τὸν φονῶντα τοὺς ἀνθρώπους.

<!-- 1.30 -->Κάκιστα· ἤτοι δαφοινά.

<!-- 1.31 -->Ἐφρασάμην· ἀείδειν. τʼ ἀγυιάς· τὰς γαίας.

<!-- 1.32 -->Ἀκήν· ἡσυχίαν. κεστούς· κεστὸς ἔνδυμα Ἀφροδίτης.

<!-- 1.33 -->Ἐχθαίρω· νεμεσῶ. Ποντογενείας· Ἀφροδίτης.

<!-- 1.34 -->Γάμων· καὶ οὐκ ἐπιθυμεῖς τούτων. ἀμύητον· ἄμωμον· ἀμαθῆ. ἄπειρον, ὑπάρχουσαν.

<!-- 1.37 -->Εὐκερδέος· καλοῦ κέρδους.

<!-- 1.38 -->Λέγειν· ἀντὶ τοῦ λέγε. ἀείδειν· ἄειδε.

<!-- 1.40 -->Λοχείης· τῆς γέννας.

<!-- 1.41 -->Συνθεσίαι· ξυνθήματα, βουλαί.

<!-- 1.42 -->Βάλλοιμι· τίθοιμι. ἐπίσκοπον· ἐπιτήδειον. ἠχήν· ᾠδήν.

<!-- 1.43 -->Σύ· ἢ Ζεῦς, ἢ Ἀντωνῖνε. βασιλεύων· τυραννεύων.

<!-- 1.44 -->Εὔδιον· ἥσυχον. ἀμβροσίῃσι· θείῃσιν.

<!-- 1.45 -->Πανίλαον· πᾶν ἵλεον. ὀλβοδότειραν· πλουτοδότειραν.

<!-- 1.47 -->Τριχθαδίην· διήγησις· τρισσήν· ἄρχεται ἐντεῦθεν. θεός· ἡ. ὤπασεν· ἔδωκεν.

<!-- 1.48 -->Χθονίην· γηΐνη. εἰναλίην· τὴν θαλασσίην. ἐρατεινήν· ἐπιθυμητικήν.

<!-- 1.49 -->Ἄεθλος· πόνος ἐστίν. τέτυκται· ὑπάρχουσιν.

<!-- 1.50 -->Ἰχθύν· νέπουν. ἀσπαίροντα· πνέοντα, ἢ πηδῶντα. ἀπομηρύσασθαι· διὰ σχοινίου σύρεσθαι.

<!-- 1.51 -->Ταναοῦ· εὐροῦ. ἠέρος· ἀέρου. εἰρύσασθαι· ἑλκῦσαι.

<!-- 1.52 -->Δηριάασθαι· μάχεσθαι.

<!-- 1.53 -->Ἄρ. καὶ δή. ἁλίῃ· τῇ θαλάσσῃ. ἐτός· ἔστι μάταιος.

<!-- 1.54 -->Νόσφι· ἔστι χωρίς. ὀπηδεῖ· ἀκολουθεῖ.

<!-- 1.56 -->Ὁ μέν· ὁ ἀσπαλιεύς. ἐφήμενος· καθήμενος. ἀγχιάλοις· πλησίον τῆς θαλάσσης.

<!-- 1.57 -->Γυραλέοις· στραβιοῖς. δονάκεσσι· καλάμοις. ἀγκίστροισι· σαγήνῃσιν. δαφοινοῖς· ὠμοί.

<!-- 1.58 -->Ἄτρομος· ἀκίνητος.

<!-- 1.59 -->Τερπωλή· χαρά ἐστιν. χαλκόν· τόν. τορήσας· τρώσας, τρυπήσας.

<!-- 1.60 -->Βυθῶν· ἐκ τῶν.

<!-- 1.61 -->Εἰνάλιον· θαλάσσιον. Ὀρχηστῆρα· πηδητήν.

<!-- 1.62 -->Ναὶ μήν· ἔτι. πόνος· ἔστιν. ἦ γάρ· ἢ ὄντως.

<!-- 1.63 -->Ἄορ· ξίφος. δοῦρα· λόγχας.

<!-- 1.64 -->Αὐτοῖς· σύν. δρυμά· ὕλην. συνέμπορος· σύντροφος

<!-- 1.65 -->Θώμιγγες· σχοινία. Μελίχροος· ἐν χροῒ μέλιτος. ἰξός· βίσκου.

<!-- 1.67 -->Τάδε· σύγκρισις. ἰσοτάλαντα· ἶσα.

<!-- 1.68 -->Βασιλῆϊ· λέοντι.

<!-- 1.69 -->Υἱῷ· τῷ. ἐΐσκοι· ὁμοιοῖ.

<!-- 1.70 -->Θῶας· πτώκας, λάγους. ἐχίνοις· ῥοίτζοι.

<!-- 1.71 -->Λάρον· ὄνομα ἰχθύος. αἰγάγροις· ταῖς αἰξίν. κήτεα· πάντας τοὺς ἰχθύας.

<!-- 1.72 -->Θηρητῆρες· οἱ. ὤλεσαν· ἔσφαξαν. δαμαλιῆες· οἱ.

<!-- 1.73 -->Ὄϊς· τὰ πρόβατα. τρήρωνας· πελειάς.

<!-- 1.75 -->Ἰχθυβολῆες· οἱ ἀσπαλιῆες.

<!-- 1.76 -->Κάπρων· τὸν ἄγριον χοῖρον.

<!-- 1.77 -->Ἀμφιτρίτης· θαλάσσης.

<!-- 1.78 -->Φιλορνίθων· ἠγαπημένοι ἐκ τῶν ὀρνίθων. δρυάων· τῶν ὑλῶν. ἱλήκοιτε· συγχωρήσαιτε.

<!-- 1.80 -->Παλίντροπος· εἰς τὰ ὀπίσω ἐπιστρεφόμενος.

<!-- 1.81 -->Πρῶτα· κελεύομαι. αἰζηοί· οἱ νέοι. πίονες· λιπαροί.

<!-- 1.82 -->Σκοπέλοισιν· ὑψηλοῖς τόποις. θορεῖν· πηδᾷν.

<!-- 1.83 -->Τάφρον· τεῖχος. ἅλλεσθαι· πηδᾷν.

<!-- 1.84 -->Ἀνάγκη· ἔστιν. δίεσθαι· ἀκολουθεῖν.

<!-- 1.85 -->Ὥς κεν· καὶ ἵνα. ἐλαφρίζοντα· αὐτὸν ἀκολουθεῖν. εὐφόρτοις· στερεοῖς.

<!-- 1.86 -->Τῷ· διὰ ταῦτα. πιαλέοι· λιπαροί. ἐπὶ μῶλον· ἐπὶ τὴν μάχην.

<!-- 1.87 -->Λεπταλέοι· ἀσθενεῖς. δηριάασθαι· πολεμεῖν.

<!-- 1.88 -->Χρειώ· πολλὴ χρεία.

<!-- 1.90 -->Ἀμφότερον· ἔχειν. κραιπνόν· ἐλαφρόν. σθεναρόν· δυνατόν. μάχεσθαι· πολεμεῖν.

<!-- 1.91 -->Ἄρα· ἀληθῶς. ἐπικραδάοιεν· κινήσοιεν. ἄκοντας· λόγχας.

<!-- 1.92 -->Ἀμφιδύμους· ἀμφοτέρωθεν κόπτων.

<!-- 1.93 -->Ἐντύνοιντο· εὐτρεπίζουσιν.

<!-- 1.94 -->Ἀλεξητήρια· φύλακας.

<!-- 1.95 -->Λαιῇ· τῇ ἀριστερᾷ. αὖ· καὶ δή. πεζός· ὁ. ἄγοι· φέροι. κύνας· τάς.

<!-- 1.96 -->Κυβερνητῆρα· ὁδηγόν. χαλινόν· τό.

<!-- 1.97 -->Εὐσταλέως· στερεῶς. εἰς ἐπιγουνίδα· ἐπὶ τὰ γούνατα. πήξας· στηρίξας.

<!-- 1.98 -->Ἐπημοιβοῖς· δυνατοῖς. τελαμῶσιν· λώροις.

<!-- 1.99 -->Παρῄορον· ὑψηλόν. παλαμάων· βραχιόνων.

<!-- 1.100 -->Εἷμα· ἱμάτιον. περιστέλλοιτʼ· σύροιτο. σθεναρῶν· δυνατῶν.

<!-- 1.101 -->Ῥήϊον· ἐλαφρόν. κάματον· πόνον. ποσίν· μετά.

<!-- 1.102 -->Δυσδέρκεα· δύσβλεπτα.

<!-- 1.103 -->Θήρεσσιν· ἢ ἀπὸ θηρῶν· ἕλοιτο· ἐλαύνοιντο.

<!-- 1.104 -->Ἠχῇ· τῇ. τριβομένων· σιρνομένων. λιπαροῖς· δυνατοῖς.

<!-- 1.105 -->Λῶπος· ἱμάτιον. λώϊον· μακρόν.

<!-- 1.106 -->Κινύμενον· κινημένον. κελάδοντος· ἠχοῦντος. ἀήτου· ἀνέμου.

<!-- 1.107 -->Ἀνεπτοίησεν· ἐφόβησεν· ἀνήϊξεν· ἐφώρμησεν. φέβεσθαι· φεύγειν.

<!-- 1.108 -->Στέλλοιντο· σφίγγοιντο.

<!-- 1.109 -->Τοίους· τοιούτους ἀγρευτῆρας, ἰοχέαιρα· ἡ χαίρουσα ἐν τοῖς βέλεσιν.

<!-- 1.110 -->Ἰόντων· πορευομένων.

<!-- 1.111 -->Ἱσταμένοιο· ἀρχομένου. ἀνυμένοιο· δυνομένου.

<!-- 1.112 -->Μεσάτου· λείπει ἤματος. ἑσπερίου· εἰς τὸ ἑσπερινόν. ὄρφνῃ· τῇ νυκτί.

<!-- 1.113 -->Ἐδάμασσαν· ἔσφαξαν.

<!-- 1.114 -->Ἠώς· ἡ ἡμέρα. τέταται· ἥπλωται.

<!-- 1.115 -->Γαληνιόωσα· ἡσυχόωσα.

<!-- 1.116 -->Φυλλοτόκῳ· τὰ φύλλα φύων. φυλλορόῳ· τὰ φύλλα ῥίπτων.

<!-- 1.118 -->Κυσίν· καὶ τοῖς. ὠμηστῆρσι· οἱ τὰ ὠμὰ πράγματα τρώγοντες. εὐκρέες· γράφεται εὐκραεῖς.

<!-- 1.119 -->Ἐλατῆρι· ἐλαυνοτῆρι.

<!-- 1.120 -->Βατή· πλευτή.

<!-- 1.121 -->Ἄργυφα· λαμπρά. λινοπτερύγων· ἐκ τῶν τὰς πτέρυγας λινοῦ.

<!-- 1.122 -->Ἅμματα· δέσματα.

<!-- 1.125 -->Τέθηλεν· θάλλει. ὀπωρολόγοιο· ὁ τοὺς καρποὺς συνάγων.

<!-- 1.126 -->Γαυλίδα· τὴν πίλαν τοῦ ἐλαίου.

<!-- 1.127 -->Βότρυς· τούς. ἡμερίδων· ἀμπέλων. ἐπὶ λήνια· ἐπὶ τὰς πίλας.

<!-- 1.128 -->Λείρια· γλυκία. κηρία· χθένεα.

<!-- 1.130 -->Λιασθείς· κλινθείς.

<!-- 1.131 -->Κάρφεα· ξυλάρια. λεξάμενος· ἀθροίσας. νήσας· ἀνάψας.

<!-- 1.132 -->Ὁπλίσατο· ἔλαβεν. ἀμοργός· κυνηγός.

<!-- 1.133 -->Φλογόεσσαν· φλέγουσαν. ἐνιπήν· βλάβην.

<!-- 1.134 -->Ἐνξάντʼ ἐναντίον. ἐπʼ ἄεθλον· ἐπὶ τὸν πόνον. ἱκάνειν· ἀπελθεῖν.

<!-- 1.135 -->Πρώτῃ· τῇ πρώτῃ ἠῷ. ἀγριῶται· οἱ ἐργάται τοῦ ἀγροῦ.

<!-- 1.136 -->Ἱστοβοῆος· τοῦ ζυγοῦ. εὐποίητον· καλῶς πεποιημένην. ἐχέτλην· τὴν μανιτέχουλα.

<!-- 1.137 -->Γειοτόμον· παγκόπτον. δαμαλῇσι· βουσίν. ἐπιθύνουσιν· εὐθύνουσιν.

<!-- 1.138 -->Κλίνει· δύνει.

<!-- 1.140 -->Καταστείχουσι· στρέφονται. σφετέρους· αὐτῶν. σηκούς· ποίμνας.

<!-- 1.141 -->Οὔθατα· ῥόες, ῥόαις.

<!-- 1.142 -->Ἄμοτον· ὁμοῦ. προθορόντες· ἐξερχόμενοι. ἐναύλων· ἀπὸ τῶν αὐλῶν.

<!-- 1.143 -->Περισκαίρουσι· πηδῶσιν.

<!-- 1.144 -->Ἀμφὶ μέν· ἢ ὑπάρχει τὸ πηδᾷν ἢ σκαῖρόν ἐστιν. εὐγλήνους· εὐοφθάλμους. δαμάλεις. καὶ εἰς τάς· βλοσυρώπεϊ· ὑπάρχει.

<!-- 1.145 -->Εὐκέρους· τὰ καλὰ κέρατα. βληχάδας· ὑπάρχει τὸ σκαῖρον. ἀμνῷ· τῷ.

<!-- 1.146 -->Μηκάδας· αἶγας. ἐρίφῳ· τῷ. φορβάδας· φοράδας. πώλῳ· τῷ.

<!-- 1.147 -->Ναὶ μήν· ἔτι. κνημούς· ὑλάς.

<!-- 1.149 -->Ἔντεα· ὅπλα.

<!-- 1.150 -->Δίκτυα· σχαλίδας·

<!-- 1.151 -->Ἄρκυας. παγίδας· γρίφους. λύγους· βρόχους. ταναόν· μακρόν. πάναγρον·

<!-- 1.152 -->Αἰχμήν· δουρόν. τριγλώχινα· τριῶν αἰχμῶν. εὐρυκάρηνον· δάρδου.

<!-- 1.153 -->Κάμακας· ῥάβδους.

<!-- 1.154 -->Φάσγανα· ξίφη. τρίαιναν· τριφόσξινον.

<!-- 1.155 -->Ἀγκυλίδας· ἁρπάλαγον. σκολιάς· στραβάς. μολιβοσφιγγέας· τῷ μολικιούβ βουσφίγγοντας. κορώνας· βρόχους.

<!-- 1.156 -->Σπαρτόδετον· δεμένον. Μήρινθον· σχοινίον. ποδάγραν· τὸν ἀγρεύοντα τὸ ποῦν.

<!-- 1.157 -->Ἅμματα· σχοινία. Πολύγληνον· πολλοὺς ἀγχιμουμένην. σαγήνην· δορόν.

<!-- 1.158 -->Μέγα· καὶ μεγάλως.

<!-- 1.160 -->Ξυλόχοισιν· ὕλαις.

<!-- 1.161 -->Ἀλεύασθαι· ἐκφυγεῖν ἔστιν.

<!-- 1.162 -->Ὠκυπόδων· ταχύων ποδῶν. ἐρύκειν· κρατεῖν, κωλύειν.

<!-- 1.163 -->Λιλαιόμεναι· ἐπιθυμοῦσαι.

<!-- 1.164 -->Ἀΐοντες· ἀκούοντες. ἄδην· αὐταρκῶς, δαψιλῶς. κρυερήν· φοβεράν. φύζαν· φυγήν. νέονται· πορεύονται.

<!-- 1.165 -->Θοαί· ἐλαφραὶ, ταχύαι.

<!-- 1.167 -->Δεδασμένα· μερισμένα. ἔδουσι· τρώγουσιν.

<!-- 1.169 -->Ὁμίλοις· συντροφίαις.

<!-- 1.173 -->Ἐφράσσαντο· εἶπον.

<!-- 1.174 -->Ἴδμονες· οἱ γινώσκοντες. ἐπίουροι· φύλακες.

<!-- 1.175 -->Εἴδεσιν· σημείοις.

<!-- 1.176 -->Μετῄορον· ὑψηλήν. ὑψικάρηνον· ὑψικέφαλον.

<!-- 1.177 -->Περιηγέα· στρογγύλα. γυῖα· τὰ ὀνύχια.

<!-- 1.178 -->Ὑψικάραν· τήν. ποτὶ δειράδα· εἰς τὸν αὐχένα. νεύοι· βλέποι.

<!-- 1.179 -->Μεσόφρυον· μέτωπον. κόρσης· κεφαλῆς.

<!-- 1.181 -->Τορόν· κυκλοτερές. πυρσωπόν· πύρινον. ἐπισκυνίοισιν· ὀφρῦσιν. δαφοινόν· μέλαν.

<!-- 1.182 -->Οὔατα· οὔτα. βαιά· μικρά.

<!-- 1.183 -->Δειρή· τράχηλος. λασιαύχενος· πολύτριχος.

<!-- 1.184 -->Λόφον· ὕψος.

<!-- 1.185 -->Πουλύ· εὐρύ.

<!-- 1.186 -->Ῥάχις· γαστήρ. ἀμφίδυμος· κυκλῶδες. ἰσχία· εὔκερα. πιαίνουσα· λιπαρένασα.

<!-- 1.187 -->Τανύτριχος· μακρότριχος.

<!-- 1.188 -->Ἐμπαγέες· στεῤῥοί.

<!-- 1.189 -->Περιμήκεες· μακροί. αὔλοι· κόσσαι.

<!-- 1.190 -->Λελειμμένα· σμιμμένα.

<!-- 1.191 -->Ἀελλοπόδεσσʼ· ταχυπόδεσιν.

<!-- 1.192 -->Σφυρόν· γουνόν.

<!-- 1.193 -->Κερόεσσα· εἰς εἶδος κέρατος.

<!-- 1.194 -->Βαίνοι· ἔλθοι. ἐνυώ· μάχη.

<!-- 1.195 -->Θυμαίνων· κρατεροῦ θυμοῦ. συνάεθλος· σύμμαχος. ἄρκιος· πολεμικός. ὄμβριμος· δυνατός.

<!-- 1.199 -->Νεογιλόν· νέον.

<!-- 1.200 -->Γλαγερόν· τροφερόν. ἀμενηνοί· ἀδύνατοι.

<!-- 1.201 -->Κραιπνότεροι· ἐλαφρότεροι.

<!-- 1.202 -->Θωρήσσοιο· ὥπλισον.

<!-- 1.203 -->Αἴθωνας· ταχύας.

<!-- 1.205 -->Δηρίσασθαι· πολεμῆσαι.

<!-- 1.207 -->Ἐγερσίμοθον· τὸν ἐγείροντα τὸν ἄνθρωπον εἰς πόλεμον. αὐλῶν· τῶν σαλπίγγων.

<!-- 1.208 -->Ἀναδέδορκεν· ἔβλεψεν. ἀσκαρδαμύττοισιν· ἀνεῳγμέναι. ὀπωπαῖς· ὀφθαλμοῖς.

<!-- 1.210 -->Σελαγεῦντα, ἀστράπτοντα.

<!-- 1.211 -->Ὀρούειν· φεύγειν.

<!-- 1.212 -->Σύνθημα· ξύνθημα. λοχαγῶν· ἡγεμόνων.

<!-- 1.213 -->Δηΐων· πολεμηΐων.

<!-- 1.214 -->Ἤρεμος· ἥσυχος. ἀσπιδόεσσαν· τήν. βροτοῖσι· τοῖς καὶ βρότοις.

<!-- 1.215 -->Ἐπικάρσιον· δόγμειον. ἀσπίδʼ· καὶ ἐπί.

<!-- 1.216 -->Ἐέλδονται· ἐπιθυμοῦσιν. ἐξαλαπάξαι· πορθῆσαι.

<!-- 1.218 -->Δαιδαλέον· αἰόλον. πολυόμφαλον· πολὺ ἀσπίδων.

<!-- 1.219 -->Ἀποθρώσκει· ἐξέρχεται. φαεθοντιάς· ἡλιακῆς. αἶψα· ταχέως.

<!-- 1.220 -->Αἰθήρ· λαμπηδών.

<!-- 1.222 -->Ἡμερίων· μερόπων.

<!-- 1.224 -->Ἡγεμονῆα· ὁδηγόν·

<!-- 1.226 -->Ἵππος· περὶ τοῦ Ἀχιλλέως. ὑσμίνη· ἐν τῇ μάχῃ.

<!-- 1.227 -->Θεσμούς· ἐντολάς. ἠχήν· φωνήν.

<!-- 1.228 -->Ἀνδρομέην· γράφεται ἀνδρομεροπίδα.

<!-- 1.229 -->Ἵππος ἐνυάλιος· περὶ τοῦ βουκεφάλου.

<!-- 1.230 -->Δηριάασκεν· ἐνπολέμει.

<!-- 1.231 -->Ἐπʼ ἀνθερίκων· ἐπάνω τῶν ἀσταχύων.

<!-- 1.232 -->Ἐδίῃνεν· ἔβρεχεν, ὕγραινεν.

<!-- 1.233 -->Χιμαιροκτόνον· ὁ τὴν χίμαιραν κτανών· τὸν Βελλεροφόντην λέγει.

<!-- 1.235 -->Ἀσιηγενέων· τὸν ἐν Ἀσίᾳ γεννηθέντα.

<!-- 1.236 -->Τίουσι· τιμῶσιν.

<!-- 1.238 -->Ἄχραντοι· καθαροί. μυσῶν· ῥυπασμάτων. Κυθήρης· μίξεως.

<!-- 1.239 -->Ἔκλυον· ἱστορία. πολυκτεάνων· πολλὰ κτήματα ἔχων.

<!-- 1.240 -->Ἀγελαῖον· ἀγελισμόν. ὅμιλον· συντροφίαν.

<!-- 1.241 -->Δαμασσομένη· σφαζομένη. προθελύμνους· ῥιζόθεν.

<!-- 1.242 -->Πρόλιπε· ἀφῆκεν.

<!-- 1.244 -->Ἐπεί· καὶ ἀφʼ οὗ. ἐπειρᾶτο· ἐπείραζε.

<!-- 1.245 -->Παρʼ ἀγκοίνῃσιν· ὑπὸ τοῖς μήροις.

<!-- 1.247 -->Ἀπώμοτον· μισητόν.

<!-- 1.248 -->Αἰνά· κακὰ, ὠμά. τιτυσκόμενος· ὑπονοήσας.

<!-- 1.250 -->Βυσσοδομεύων· ποιῶν τὴν ἀπάτην.

<!-- 1.251 -->Ῥινοῖς· δέρμασιν.

<!-- 1.252 -->Ἡγήτειραν· προηγήτειραν. ἀμαλδῦναι· ἀφανίσαι. φιλότητος· ἀγάπης.

<!-- 1.254 -->Λάθεν· ἀπάτησεν. ῥέζων· πράττων.

<!-- 1.255 -->Ξυνός· κοινός. ἀπόπτυστος· ἐκβεβλημένος. στυγερώτατος· μισητότατος.

<!-- 1.257 -->Αἰνός· ἀπηνός. ἀλήμονος· πλανητοῦ.

<!-- 1.258 -->Ἄτην· βλάβην.

<!-- 1.259 -->Λοξῇσι· στραβαῖς. ἄθρησεν· ἔβλεψεν.

<!-- 1.260 -->Ἄγονον· οὐχ υἱόν. γόνον· υἱόν.

<!-- 1.261 -->Αἰνόγαμος· κακόγαμος. ἀμήτορα· οὐχὶ ὄντα μητέρα.

<!-- 1.262 -->Ἀμείλιχα· ὠμά.

<!-- 1.263 -->Ἴτην· ἐπορεύεσθον.

<!-- 1.264 -->Κακότητος· ἁμαρτήματος.

<!-- 1.265 -->Ἄρας· κατάρας. πολυπήμονι· τῷ ποτιβλαβῆ.

<!-- 1.266 -->Μυρόμενοι· κλαίοντες. ἄσχετον· ἄπαυστον.

<!-- 1.268 -->Συνηλοίησαν· συνέτριψαν. ἄμερσεν· ἀποστέρησεν.

<!-- 1.269 -->Αὐτοφόνοι· ἀφʼ ἑαυτῶν σφαζόμενοι.

<!-- 1.271 -->Τιτήλατο· ἐτρέφετο.

<!-- 1.273 -->Τρικάρηνον· τριῶν κεφαλῶν. ὅθι· ὅθεν. Ἐγκελάδοιο· σημαίνοντος·

<!-- 1.274 -->Αἰθερίοισι· πυρίναις.

<!-- 1.275 -->Αἴτνης· τῆς· δέλουβ βουλκένας. ἀνεκάχλασεν· ἔβρασεν.

<!-- 1.276 -->Εὐφρήταο· ὄνομα ποταμοῦ.

<!-- 1.277 -->Βαθυπλόκαμοι· πολυκόρυμβοι.

<!-- 1.278 -->Ἴβηρες· περὶ ἵππων τῆς Ἰβηρίας, ὅτι ταχεῖς καὶ εὔψυχοι.

<!-- 1.279 -->Ὠκυτέροισι· ταχυτάτοισιν. Κροαίνοντες· τρέχοντες. πεδίοιο· καὶ ἐπί.

<!-- 1.280 -->Κείνοισι· τοῖς Ἰβηρίοις. ἰσοφαρίζοι· ἰσάζοι.

<!-- 1.281 -->Αἰθερίοις· ἀερίοις. ἐπιθύνων· πετῶν. γυάλοισι· μελεέσσιν.

<!-- 1.283 -->Πολιοῖσιν· λευκοῖς. ῥοθίοισι· ῥεύμασιν.

<!-- 1.284 -->Θοοί· ταχύες. πόδας· καὶ εἰς τούς. ἠνεμόεντας· ἐλαφράς.

<!-- 1.285 -->Μένος· εἰς τὴν δύναμιν. ἀνάλκιδες· ἀδύνατοι.

<!-- 1.286 -->Παύροισι· ὀλίγοις.

<!-- 1.288 -->Οὐ κρατερήν· ἁπαλήν.

<!-- 1.289 -->Μαύρων· Μαῦροι τὸ δεύτερον ἔθνος.

<!-- 1.290 -->Ἀλγεινούς· ὠμούς.

<!-- 1.293 -->Εἰσιδέειν· ἰδεῖν.

<!-- 1.295 -->Σπαθίην· στενήν. κτένα· μέλη.

<!-- 1.296 -->Πάσσονες· μείζονες.

<!-- 1.297 -->Ἐρωήν· κίνησιν.

<!-- 1.298 -->Ἐνιπήν· ἄτην.

<!-- 1.301 -->Μαύρων· οἱ Τυρσηνοὶ τῶν Μαύρων ταχύτεροι. Σικελῶν· οἱ Μαῦροι ὠκύτεροί εἰσιν, ἢ δαφοινότεροι.

<!-- 1.302 -->Αἰγλήεντες· λάμποντες.

<!-- 1.303 -->Μοῦνοι· οἱ Μαῦροι.

<!-- 1.305 -->Φράζουσιν· φανεροῦσιν.

<!-- 1.306 -->Στικτόποσιν· αἰολόποσιν. κυανώπεας· μελανοφθάλμους.

<!-- 1.308 -->Περιλαμπέας· λαμπρούς. σύεσσι· χείρεσσι.

<!-- 1.309 -->Ἐριγλήνους· ἵππους.

<!-- 1.311 -->Νισσαῖος· κόκκινος, ῥόδινος. ἐρικτέανοι· πλούσιοι.

<!-- 1.312 -->Ἀταλός· ἁπαλός.

<!-- 1.313 -->Κεφαλήν· καὶ εἰς τήν. βαθύτριχα· πολύθριξ. δειρήν· αὐχένι.

<!-- 1.314 -->Κυδιόων· δοξάζων, χαίρων. μελιχρύσοισι· ξανθαῖς. ἐθείραις· κορύμβοις.

<!-- 1.315 -->Ὁπλίζεο· ὅπλησον.

<!-- 1.316 -->Στικτόν· αἰόλον. ἀρίζηλον· φημούμενον. Ὤρυγγας· λιαὶ δίπουμά τι.

<!-- 1.317 -->Ἀλδήσκουσι· πηδοῦσιν

<!-- 1.318 -->Πάγχυ· πολλά. ὀρούειν· κινεῖν.

<!-- 1.321 -->Γεγράφαται· ἱστόρισται. ἐπιτρίμοι· τρῆπες. ταινίῃσι· στεφάνοις.

<!-- 1.322 -->Τρίγληνες· τριῶν ὀφθαλμῶν. θοοί· οὗτοι οἱ ἵπποι. κραιπνοῦ· τοῦ.

<!-- 1.323 -->Εὐτροχάλοισι· κυκλοτερέσιν. περίδρομον· ἀμφίς. δαιδάλλονται· ἐστόρηται.

<!-- 1.325 -->Τούς· καὶ εἴς τινας ἵππους.

<!-- 1.326 -->Αἰθομένῳ· καιομένῳ. χαλκῷ· σιδήρῳ. πυρσεύοντες· καίοντες.

<!-- 1.327 -->Δηθάκι· πολλάκις. πανεπίφρονα· φρόνιμα.

<!-- 1.329 -->Φρήν· φρόνησιν.

<!-- 1.330 -->Ἔρξαν· ἔπραξαν.

<!-- 1.331 -->Γλαγερῇσι· τρυφερῇσιν. περισχομένους· θεμελιωμένους.

<!-- 1.332 -->Ἕλῃ· λάβῃ. ὁρμή· κίνησις.

<!-- 1.333 -->Ἰόντα· ἐρχόμενον.

<!-- 1.334 -->Δαιδάλλουσι· στορίζουσιν. πόσιν· τὸν ἄνδρα.

<!-- 1.335 -->Εὐστίκτοισι· καλῶς στορισμένοι.

<!-- 1.336 -->Ποτί· καὶ ἐπί. κομόωντα· ἀνθῶντα.

<!-- 1.337 -->Ἡμιθέων τῶν. νυμφοκόμοισι· τὰς νύμφας ὁδηγοῦντες.

<!-- 1.338 -->Ἀργεννοῖσι· λαμπροῖσιν.

<!-- 1.339 -->Στεψάμενος· ἐνδήσας. πνείων· μυρίζων. μύροιο· βαλσάμου.

<!-- 1.340 -->Θάλαμον· παστάδα. ὑμήν· νυμφίος. ὑμέναιον· τὴν ᾠδὴν τοῦ στεφανώματος. ἀείδων· ψάλλων.

<!-- 1.341 -->Γαμήλια· πράγματα.

<!-- 1.342 -->Ἀλόχου· γυναικός.

<!-- 1.343 -->Δηρόν· μακρὸν χρόνον. ἐρητύουσι· κωλύουσιν. λελιημένον· ἐπιθυμοῦντα.

<!-- 1.344 -->Μεθιᾶσι· ἀφιοῦσιν.

<!-- 1.345 -->Ὑποκυσσαμένη· κύουσα.

<!-- 1.346 -->Γόνιμον· γεννητικόν. θορόν· σπόρον.

<!-- 1.349 -->Μησάσθην· βουλευσάσθην. πυκινοῖσι· φρονίμοις.

<!-- 1.350 -->Νεοσσούς· τὰς παῖδας τῶν πελειάδων.

<!-- 1.351 -->Τρήρωνες· πελειάδες.

<!-- 1.353 -->Πελεοτρόφος· ὁ τὰς πελείας τρέφων.

<!-- 1.354 -->Ἐθήκατο· ἔβαλεν.

<!-- 1.356 -->Θυμόν· καὶ εἰς. ἰαινόμεναι· χαιρόμεναι. ἁλιπόρφυρα· κόκκινα.

<!-- 1.358 -->Κυμαίνωσι· κλυδωνοῦσιν.

<!-- 1.361 -->Εὐμελίην· ὁ ἔχων τὴν καλὴν ᾠδήν.

<!-- 1.362 -->Εὐκόρυθον· εὐτροφάλειον.

<!-- 1.363 -->Ἀγητοί· θαυμαστοί.

<!-- 1.364 -->Δαφνοκόμην· ἐκ δάφνης στεμμένον.

<!-- 1.366 -->Πεπτηυῖαι· πτοούμεναι.

<!-- 1.374 -->Οὖροι· φύλακες. Λοκροί· οἱ φαλακροί. Μολοσσοί. ξανθοί.

<!-- 1.376 -->Πόρσυνε· δός.

<!-- 1.377 -->Φιλοτήσια. Ἀφροδίτης. μέμβλεται· μέλεται.

<!-- 1.380 -->Πεφορυγμένος· πεπληρωμένος. ἰοῦ· βενενούσο.

<!-- 1.381 -->Ἷκτο· ἦλθε. ποτὶ θῖνα· εἰς τὸν ἀγαλὸν.

<!-- 1.382 -->Περισμαραγεῖ· ἠχεῖ, σημαίνει.

<!-- 1.383 -->Ἐπιφρίσσουσι· χαίρουσιν. γαλήνῃ· τῇ ἡσυχίᾳ τῆς θαλάσσης.

<!-- 1.386 -->Ὁρμαίνουσι· κινοῦσιν.

<!-- 1.387 -->Κτίλοι· κριοί. εἱλικόεντες· βυσσίεντοι. μηλοβατεῦσι· εἰς τὰ μῆλα βατεύουσιν.

<!-- 1.388 -->Σύεσσι· ταῖς θηλυτέραις.

<!-- 1.389 -->Χίμαροι· τράγοι. ἐφιππεύουσι· καλλικεύουσιν. χαμαίραις· ταῖς αἰξίν.

<!-- 1.392 -->Θαμαληπολέοντι· δουλέοντι.

<!-- 1.393 -->Ἄρμενα ἁρμόδια. ἔξοχα· μίστεο.

<!-- 1.397 -->Εὖ· καλῶς.

<!-- 1.398 -->Τεκμήραντο· ἐσκεύασαν.

<!-- 1.399 -->Μυρία· ἀναρίθμητα.

<!-- 1.400 -->Ἀμόθεν· ὁμοῦ.

<!-- 1.401 -->Μηκεδανόν· μακρόν. κάρηνον· παχέας κάρης.

<!-- 1.402 -->Κυαναί· μέλαιναι. στίλβοιεν· λάμποιεν.

<!-- 1.403 -->Ἐκτάδιον· μακρόν.

<!-- 1.404 -->Περιστέλλοινθʼ· μακρυνθεῖεν. ὑμένεσσι· μετά.

<!-- 1.405 -->Στήθεα· κατά.

<!-- 1.406 -->Πρόσθε· ἔμπροσθεν. ὀλιζοτέρω· λεπτοί. πόδε· δύο πόδε.

<!-- 1.407 -->Κώλων· ποδῶν. ἱστοί· κάλαμοι.

<!-- 1.408 -->Ὠμοπλάται· νῶτα. ἐπικάρσια· στραβά. ταρσά· ἰσχία.

<!-- 1.410 -->Στρεφνή· στρεπτή. δολιχόσκιος· μακρός. οὐρή· στίσα.

<!-- 1.413 -->Θοῦροι· ὁρμητικοί. μενεδήϊος· πολεμητικός.

<!-- 1.414 -->Ἐπέχραον· ἐπλησίαζον. ἠϋγενείοις· καλοὶ γενείοις.

<!-- 1.415 -->Ἐπαΐξαντες· κινηθέντες.

<!-- 1.416 -->Τρείουσιν· φοβοῦσιν.

<!-- 1.417 -->Ζατρεφέες· εὐτρεφέες. πρώνεσσιν· ἐξοχοῖς ὑψηλοτέροις. ἀγρολόφοισι· ἔξω ἐν ταῖς ὕλαι στῶντες.

<!-- 1.419 -->Ἐπισκυνίοισιν· ὀφρῦσιν. μεσόφρυα· μέτωπα.

<!-- 1.420 -->Χαροπαῖσι· εὐχαρίαις.

<!-- 1.421 -->Λάσιος· πολύτριχος.

<!-- 1.422 -->Μένος· θυμός.

<!-- 1.423 -->Ἄφραστον· ἄῤῥητον.

<!-- 1.424 -->Ὁπλίζεο· ὅπλιζον.

<!-- 1.425 -->Αἰχμητῶν· πολεμητῶν. σκυλάκων· κυνῶν. κνώδαλα· πάντα τὰ θηρία. δίονται· σφάζονται.

<!-- 1.426 -->Ἀργενναί· λευκαί. κυανέαι· μέλαιναι.

<!-- 1.427 -->Μένος· δύναμις.

<!-- 1.428 -->Νιφοβλήτοιο· χιονίζοντος. πολυχειμέρου· χειμῶνος.

<!-- 1.431 -->Μηλοφόνοισι· προβατοφόνοισιν. τίγρεσι· τοῖς. ἠνεμοέσσαις· βυσιένταις.

<!-- 1.433 -->Πανείκελον· ὅμοιον.

<!-- 1.434 -->Σιτόχροοι· σίτου χρόην ἔχοντες.

<!-- 1.435 -->Πινυτή· σοφή. σκυλακοτροφίην· θρέψις κυνῶν. μεμέληται· διὰ φροντίδος ὑπάρχει.

<!-- 1.436 -->Ἀμέλγεσθαι· θήλασον. νεοθηλέϊ· νεωστὶ γεννήσασα.

<!-- 1.437 -->Οἰκιδίοισι· τοῖς ἐν τῷ οἴκῳ τρίβουσιν.

<!-- 1.438 -->Ἦ γάρ· καὶ ὄντως. οὐτιδανοί· ἀσθενοί.

<!-- 1.439 -->Τιθάσσῳ· ἡμέρα ὑπάρχουσα.

<!-- 1.440 -->Νυκτιπόροιο· τῇ νυκτὶ περιτάν

<!-- 1.442 -->Εἰδομένους· ὡμοιωμένους.

<!-- 1.444 -->Βάξιν· φωνήν.

<!-- 1.445 -->Ὁμηθέες· εἰθισμένοι.

<!-- 1.447 -->Ἠθάδιοι· εἰθισμένοι.

<!-- 1.448 -->Ὑλάειν· ἀλικτίν.

<!-- 1.450 -->Στιβίης· ὁδοῦ. δυσδερκέος· δύσβλεπτος.

<!-- 1.451 -->Αἰολόβουλοι· πανοῦργοι.

<!-- 1.453 -->Μυξωτῆρσι· ῥίνεσσιν. σημήναντο· εὗρον.

<!-- 1.455 -->Ἀμοχθήτοισι· χωρὶς πόνου.

<!-- 1.456 -->Νιφετοῖσι· χιόσιν. γεγραμμένα· στορισμένα. ὁρᾶται· βλέπονται.

<!-- 1.457 -->Τετυπασμένα· τυπόμενα. ἴκελα· ὅμοια.

<!-- 1.459 -->Ποιητρόφος· ἡ τὴν ποίην τρέφουσα.

<!-- 1.460 -->Πληθύει· πλήθει. πολύπνοος· γράφεται πολύθραις, πολλὴ ὀσμή.

<!-- 1.461 -->Ἀνήροτα· τὰ χερσά.

<!-- 1.462 -->Εὐρείαισι· γράφεται εὐρίνοισιν. κύνεσσι· τρέχουσιν.

<!-- 1.463 -->Πρεσβύτειραν· ἀρχαίαν.

<!-- 1.466 -->Γυμνή, μόνη. μένει· πέλει. ἀϋτμή· ὀσμή.

<!-- 1.468 -->Ἀοιδῆς· ἐπαίνου.

<!-- 1.473 -->Γυρόν. στρογγύλον, κλωτερὲς. νωθές· νωθροί.

<!-- 1.474 -->Κεκορυθμένον· ὡπλισμένον. ἀργαλέοισι· κακοῖς.

<!-- 1.475 -->Θαμινοῖς· πυκνοῖς. κυνόδουσιν· γράφεται ὀδοῦσιν. ἀκάχμενον· ὡπλισμένον.

<!-- 1.476 -->Ἀγασσεύς· τοῦ.

<!-- 1.477 -->Ἰόντων· περιπατούντων.

<!-- 1.479 -->Ἴδμων· γινώσκων. σημήνασθαι· σημῆναι.

<!-- 1.481 -->Ἱμείρων· ἐπιθυμῶν. προπάροιθε· ἔμπροσθε. αἰπεινάων· ὑψηλῶν.

<!-- 1.483 -->Παραίβατον· τῇ ὁδοιπορίᾳ. ἀτραπιτοῖο· ὁδοῦ.

<!-- 1.484 -->Εὐθεῖαν· ὀρθήν. ἐλαύνων· ἑρπύζων.

<!-- 1.485 -->Ἑλίσσων· ἑρπύζων.

<!-- 1.486 -->Πολλόν· καὶ πολλά.

<!-- 1.487 -->Κατέθαψεν· ἐτάφισεν.

<!-- 1.488 -->Παλίσσυτος· ὀπίσω. ἀγινεῖ· φέρει.

<!-- 1.490 -->Φριμάα· μηρύξετο.

<!-- 1.495 -->Δαίδαλον· φακιόλιον.

<!-- 1.496 -->Ἀκρήδεμνος· ἀξέδετος τὴν κεφαλήν.

<!-- 1.497 -->Μογέουσα· πονοῦσα.

<!-- 1.498 -->Πρόδομον· οἶκον. μετανίσσεται· στροφᾶται.

<!-- 1.500 -->Κωκύει· κλαίει. ἐπισμήχουσα· σφογγίζουσα, καίουσα ἢ φθείρασα.

<!-- 1.501 -->Θυμοβόροισι· τὸν θυμὸν ὀλλύοντες. ὀδύνῃσι· καὶ παρωταῖς.

<!-- 1.502 -->Ἐρεείνει· ἐρευνᾷ.

<!-- 1.503 -->Πάντα λόφον· πάντα ὕψος.

<!-- 1.504 -->Ἡμερίδας· ἀμπέλους. αἱμασιάς· βάτους. ἀλωάς· ὕλας.

<!-- 1.505 -->Ἴχνεος· τό. διηερίοιο· τὸ ἴχνος τοῦ λαγωοῦ.

<!-- 1.506 -->Καγχαλάα· κωκύει. κνυζεῖ· κνυζεῖν ἐστι τῶν κυνῶν. κεχαρμένος· χαιρόμενος. λιβραί· αἱ βισζάνουσαι.

<!-- 1.507 -->Σκιρτεῦσι· χαίρουσιν. οὐθατόεσσας· τὰ οὔθατα βαστάζοντες.

<!-- 1.508 -->Σευόμενος· ὁρμώμενος.

<!-- 1.509 -->Εἱλεῖται· στροφᾶται. σκολιοῖσι· στραβοῖς. ἐπεμβεβαώς· εἰσελθών.

<!-- 1.510 -->Ἄπο· μακρόθεν. πλάγξαις· ἐκβάλλεαι.

<!-- 1.511 -->Ἀπρίξ· διόλου. δεδραγμένος· ληψάμενος, δεδασμένος.

<!-- 1.512 -->Βαλβῖδα· δρόμον.

<!-- 1.513 -->Ὁπλίσειας· ὁπλίσεις. ἀθηρήτοισι· δυσθηρήτοισιν.

<!-- 1.514 -->Λάθρη· ἠρέμα. ἐρείδει· στερεοῖ.

<!-- 1.515 -->Κεκαλυμμένος· σκεπασμένος. καλάμῃσι· εἰς τὴν καλάμην τοῦ σίτου καὶ κρίθου.

<!-- 1.516 -->Ἑλκυστήρ· ἁρπακτής. ἐρίφων· τῶν. ἐριφοκλόπος· λῃστής.

<!-- 1.517 -->Δεδοκημένος· ὑπομένων. ἕρπει· πελάζει.

<!-- 1.518 -->Λόχμῃσι· συνδένδροις τόποις.

<!-- 1.519 -->Τόξῳ· βέλει. ἐναλίγκιος· ὅμοιος.

<!-- 1.521 -->Χειῆς· μένοντα ἔξω φωλεοῦ. ἀμαλητόμος· θεριστής.

<!-- 1.523 -->Δαμασάμενος· σφαζόμενος.

<!-- 1.526 -->Ἐκ ληΐοιο· κείρεσθαι.

<!-- 1.527 -->Πυρῷ· καὶ ἐπὶ τῷ σίτῳ. μετʼ αὔλιον· εἰς τὴν αὐλήν. ἀπήνη· ἅμαξα.

<!-- 1.528 -->Ἀολλέες· ὁμοῦ. ἀγροιῶται· ἐργάται.

<!-- 1.529 -->Κύκλους· τούς. ἐνερείδων· στερεῶν.

<!-- 1.530 -->Ὑπερτερίην· ὑπερτερίαν·

<!-- 1.531 -->Μολόντες· εἰσελθόντες.

<!-- 1.533 -->Ἠπεδανοῦ· ἀσθενοῦ. βουπελάταο· ὁ τὰς βόας ἐλαύνων.

<!-- 1.534 -->Ἱκνεῖται· πλησιάζει. ἀγινῶν· φέρων.

ΕΙΣ ΤΟ Βʹ.

<!-- 2.1 -->Καλλίσφυρε· εὔποδε. Φοίβη· ἤως Ἄρτεμις.

<!-- 2.3 -->Εἰπέμεναι· εἰπέ μοι. ἀγασθενέων· πολυσθένων.

<!-- 2.4 -->Ἄειρε· ἐπῇρε· μεγακλέα· μέγʼ ἔνδοξον.

<!-- 2.5 -->Ἀμφίποδος· ὁ ἔχων δύο πόδας. Φολόης· ὄνομα. ἀνεμώδεος· ἐλαφρᾶς, κυκλόπων, ταχύς. ἄγρια φῦλα· ἐπʼ ἀγρίοις φύλοις ἡ θεά.

<!-- 2.6 -->Θηρομιγῆ· ὁμοίη θηρσίν. ἰξύας· ὀσφύας. ἰξυόφιν· ὀσφύσιν ὑποκάτω.

<!-- 2.7 -->Ἡμιβρότων· Κενταύρων. ἐπιδόρπιον· μετὰ τὸν δόρπον.

<!-- 2.11 -->Ἔλαζε· ἐλάμβανεν.

<!-- 2.13 -->Αἰπεινά· μεγάλα.

<!-- 2.14 -->Ἱππαλέην· τὴν μεθʼ ἵππων γινομένην.

<!-- 2.15 -->Τούς· τινάς. κατέπεφνε· ἔσφαζε. ἰθύς· ἔμπροσθεν, εὐθύς. ἄκοντι· δόρυ.

<!-- 2.16 -->Τούς· καί τινας. ἐλαύνων· ἀκολουθῶν.

<!-- 2.17 -->Ἕλεν· ἔλαβεν, ἔκτεινεν. ξυλοχῇσι· ὕλαις. μεσημβρινοῖο· μεσημερίοιο.

<!-- 2.19 -->Διογενής· εὐγενής.

<!-- 2.20 -->Λυγρούς· κακούς. ἐναρίξατο· ἔσφαζεν. φῶτας· ἀνθρώπους.

<!-- 2.21 -->Βαλίους· ἰταλικούς.

<!-- 2.22 -->Μόθοισιν. τοῖς ἐν σταδίοις μόθοις.

<!-- 2.23 -->Οἰνείδης· ὁ υἱὸς τοῦ Οἰνείου.

<!-- 2.25 -->Ἱππόλυτος· ὁ υἱὸς τοῦ Θησέως. ἔφηνε· ἔδειξεν.

<!-- 2.26 -->Σχοινῆος· τῆς.

<!-- 2.27 -->Συμβόλος· ἡ τοὺς σύας βόσκουσα.

<!-- 2.28 -->Νυκτερίους· τοὺς νυκτερινούς. νυχίην· νυκτερινήν. ἐπίκλοπον· κρυφίαν.

<!-- 2.29 -->Κερδαλεόφρων· πανοῦργος.

<!-- 2.31 -->Δριμύς· δυνατός.

<!-- 2.33 -->Ἕκων· θέλων. λείψειεν· ἀφοίσειεν. ἄσπετα· μεγάλα. δεσμά· οὐχὶ δυνατά.

<!-- 2.35 -->Θέρευς· τοῦ θέρους, ἤως ἐγκαύσεων. σπήλυγγι· ἄντρῳ. χαμεύνη· κοίτη.

<!-- 2.36 -->Πάσασθαι· φαγεῖν.

<!-- 2.37 -->Κείνοισι· ἐπακτῆρσιν. ὀπηδεῖ· ἀκολουθεῖ.

<!-- 2.38 -->Δρεπομένοις· συναθροιζομένοις.

<!-- 2.39 -->Προχεύμενον· ῥέων. ἄργυφον· καθαρὸν, λευκόν.

<!-- 2.40 -->Κεκμηῶσι· πονοῦσιν. ποτόν· πόμα. λοετρόν· οἱ κυνηγεταί.

<!-- 2.41 -->Κεχαρισμένα· χαιρούμενα.

<!-- 2.42 -->Ταλάροισι· κοφίνοις. αἰπολίοισι· ποίμναισιν.

<!-- 2.46 -->Τυραννεύων· βασιλεύων. ὄχʼ ἄριστος· καὶ ὁ ἄριστος.

<!-- 2.47 -->Ἀνάσσειν· βασιλεύειν.

<!-- 2.48 -->Πεφρίκει· τρέμει, φοβεῖτε.

<!-- 2.49 -->Πόσιν· ἄνδρα.

<!-- 2.50 -->Μυκήσαιντʼ· μουκάσοιντο.

<!-- 2.51 -->Ἀποκρινθείς· ἀναχωρισθείς.

<!-- 2.52 -->Ἔῃ· ὑπάρχει. σφετέροισιν· αὐτοῖς.

<!-- 2.53 -->Ὑπέρβιος· δυνατός. ἐνιπή· γράφεται ἐνυώ ἐνυώ· τῇ μάχῃ.

<!-- 2.54 -->Ἀντίπρωρον· ἐξεναντίον.

<!-- 2.55 -->Ἄγρια θυμαίνοντι· ὠμὰ ἢ ἄγρια χολούμενος, ὀργισθείς. μέγα· καὶ μετά. παιφάσσουσι· κινοῦσιν.

<!-- 2.56 -->Ἀμῶνται· κόπτουσιν.

<!-- 2.57 -->Κονιόμενοι· ἐγκονούμενοι. προκαλίζονται· σαπελλάνου.

<!-- 2.58 -->Κεκλήγοντες· κράζοντες.

<!-- 2.59 -->Ἐφʼ ὑσμίνην ἀλεγεινήν· ἐπὶ κακὴν μάχην· γράφεται φυγʼ ἕως.

<!-- 2.60 -->Ἀΐσσουσι· κινοῦσιν. ἄφαρ· εὐθέως.

<!-- 2.61 -->Ἀμοιβαδίς· ἐξ ἀλλαγῆς.

<!-- 2.62 -->Οἷα· παραβολή. βυθίων· τῶν βυθῶν. ναύμαχος· ὁ τὰς νῆας μαχῶν.

<!-- 2.63 -->Δῆριν· μάχην. πανυπείροχοι· πολυμεγάλαι.

<!-- 2.65 -->Ἀντίβολον· ἔμπροσθεν. πρώρης· τῆς. μετωπαδόν· ἐξ ἐναντίας. ἐγχρίμπτονται· καταβάλλονται.

<!-- 2.66 -->Σπερχόμεναι· κινούμεναι. πνοῇ· ἀνέμῳ. τελαύρῳ· δυνατῷ. παλάμῃφι· χείραις.

<!-- 2.67 -->Ἔντεσι· τεύχεσιν. περιβρέμεται· ἠχεῖ.

<!-- 2.68 -->Ἀγνυμένων· κινουμένων. νηρεύς· ὅλη ἡ θάλασσα.

<!-- 2.69 -->Ταύροισιν· ἤως ταύρων κατʼ ἀντίπτωσιν. δοῦπος· κτύπος. ἱκάνει· φθάνει.

<!-- 2.70 -->Θεινόντων· οὐταζόντων. ἄμοτον· ὁμοῦ, ἀκατάπαυστον. θεινομένων· οὐταζομένων.

<!-- 2.71 -->Ἕλῃ· λάβῃ. ἑτεραλκέα νίκην· τὴν νίκην τὴν διδοῦσαν τὴν νίκην ἑτέρῳ· ἑτεραλκέα, τουτέστι

<!-- 2.72 -->Αἰδόμενος· ἐντραπόμενος.

<!-- 2.73 -->Ἐπιδάσκιον· σκιώδην. ἤλυθεν· ἐπορεύθη.

<!-- 2.74 -->Οἶος· μόνος. σκοπέλοισι· δάσαις ὕλαις. περιπλομένων· παρελθομένων. ἐνιαυτῶν· χρόνων.

<!-- 2.75 -->Φέρβετʼ· τρέφεται. ὀρειαύλοισι· ἐν ταῖς ὀρειναῖς κοίταις, ὄρεσιν. ἀποσταδόν· μακρόθεν, διακεχωρισμένως.

<!-- 2.76 -->Ἀθλέων· πειρῶν ἑαυτόν. βριαρόν· δυνατόν. κάρτος· δύναμιν. ἴδοται· γράφεται ἴδηται, βλέψει.

<!-- 2.77 -->Ἀμφήριστον· ἀμφισβητήσιμον, μάχιμον, ἐριστικὸν, πρὸς μάχην καλούμενον, ἀπολέμητον. ἀνέκραγεν· ἐβόησεν. ὄρεσφιν· ἀπʼ ὄρεων.

<!-- 2.78 -->Ἀντήϋσεν· ἀπεκρίθη. ἐπεσμαράγησε· ἤχησεν.

<!-- 2.79 -->Θαρσήσειε· ἐκεῖνος. ἀϋτμαῖς· φωναῖς.

<!-- 2.80 -->Δήϊον· ἐχθρόν. ἐπὶ τὴν μάχην. ἱκάνει· φθάνει.

<!-- 2.81 -->Φορβαῖς· τροφαῖς. γὰρ ἑόν· γράφεται ἀραιόν. ἐξήσκησε· ἐξέθρεψεν ὁ πρὶν νικήσας· ἡ σύνταξις· ἐξέθρεψε φορβαῖς τὸ ἀδύνατον σῶμα ἀπὸ τῆς λαγνείας, ἔτρεψε.

<!-- 2.82 -->Σθενοβλαβέος· τὸ σθένος βλαβούσης. Κυθερείης· Ἀφροδίτης.

<!-- 2.84 -->Ὄχθαις· αἰγιαλοῖς.

<!-- 2.85 -->Πυροφόροιο· σιτοφόροιο. πολυσχιδέος· ἑπτὰ στόματα ἔχει ὁ Νεῖλος, ἐν πολλοῖς τόποις μεριζόμενος.

<!-- 2.86 -->Ὄχʼ· λίαν.

<!-- 2.87 -->Φαίης· ἔφασκες. ἴμεν· πορεύεσθαι, περιπατεῖν. βαθυτέρμονα· ἡ βαθὺ, κοῖλον βάθος ἔχουσα.

<!-- 2.88 -->Ἤπια· πράϋα πράγματα. φρονέουσι· νοοῦσιν, ὑπολαμβάνουσιν. ἠθαλέοι· εἰθισμένοι.

<!-- 2.89 -->Ἐνέπουσι· πορευθῆναι. νεηνίαι· εἰρηνικοί· εἰσανέχοντο· ὑπομένουσιν.

<!-- 2.91 -->Φλογεροί· πυρόεις. βαθεῖαι· πολλαί.

<!-- 2.92 -->Σφαιρωτός· στρογγύλος, κυκλωτερός,

<!-- 2.93 -->Κορύκια· βʹ ὀνόματα νήσων

<!-- 2.94 -->Πέπηγε· κέρατα.

<!-- 2.96 -->Ἀόνιοι· Θηβαῖοι, βʹ βοετικοὶ ταυροι. οἰοκέρωτες· μονοκέρωτες.

<!-- 2.98 -->Ἁρμονίαις· συμφυΐαις. εἱλκόμορφον· συνεστραμμένους.

<!-- 2.99 -->Αἰχμῇσι· βολαῖς. ἠέρτηται· ἐκκρέμαται.

<!-- 2.100 -->Χεῤῥονήσοιο· ὄνομα τόπου.

<!-- 2.101 -->Αἰπεινήν· ἔνδοξον. Πέλλαν· πόλις, ὄνομα πόλεως.

<!-- 2.104 -->Βλοσυροί· φοβεροί.

<!-- 2.105 -->Ἀμφιλαφές· ἑκάτερθεν.

<!-- 2.109 -->Κεῖνοι· ὅμοιοι· ἢ κεῖνοι καὶ ὅμοιοι, ἢ ἕως τὸ κεῖνοι στιγμὴν, τὸ δὲ τοὺς ὁμοίους τοιούτους. φάτις· καὶ οὓς Ἡρακλῆς ἀθλῶν πρότερον ἐξ Ἐρυθείας ἐκόμισεν, τὸν Γηρυόνα ἀνελὼν, ὅτε δὴ καὶ Ἀρχίππῳ Πέλλης ἡγεμόνι — φίλος δʼ ἄρα οἱ καὶ συνήθης ὁ Ἄρχιππος — ἆθλον ἐκτελεῖν ἔμελλεν οὐδὲν ἀτιμότερον ἢ ὃ Εὐρυσθεὺς ὁ τῆς Ἄργου δυνάστης κατὰ χόλον Ἥρας ἐπέταττεν· ὁ γάρ τοι τὴν Ἀντιόχου παραῤῥέων Ὀρόντης λιμὴν προσεκκαυθεὶς καὶ μεθύων τῆς νύμφης τῷ ἔρωτι — Μελίβοια τῇ νύμφῃ τὸ ὄνομα, Ὠκεανὸς τῇ λίμνῃ πατήρ —, τῆς ἐπὶ θάλατταν μὲν ἐπελάθετο, ὄρεσι δὲ καὶ πεδίοις περιελίμναζε, νῦν μὲν τὸν Ἐμβλωνὸν — ὄρος δʼ οὗτος καὶ τοὺς αὐτοῦ — καταιγίζων πρόποδας, ἄρτι δὲ πρὸς γῆν ἐκτρεπόμενος, καὶ ταύτην ἐπικαλύπτων τῷ ῥεύματι, ἐνίοτε δὲ καὶ μέσος τῶν ὀρέων συρόμενος ἀμφοῖν Ἐμβλώνου καὶ Διοκλείου, τῶν ἐξ ἕω καὶ δυσμῶν ἐπικεκυφότων ἀλλήλοις, καὶ παντοῖος διὰ τὴν ἐρωμένην γινόμενος, ἀνοιδαίνων τε καὶ ἀνακαχλάζων, καὶ πελάζων τοῖς τείχεσι καὶ τὴν εἰς χεῤῥόνησον διεσχηματισμένην πόλιν ἐμὴν περικλύζων τῷ ὕδατι.

<!-- 2.110 -->Ἐρυθείης· ὄνομα πόλεως.

<!-- 2.112 -->Σκοπιῇσι· λόχοισιν.

<!-- 2.113 -->Ἐνιπαῖς· ἀπειλαῖς, κουλλιαμούνισον Ἰούνου.

<!-- 2.114 -->Δέ· ἀλλά. Πέλλης· ὄνομα γυναικὸς ἢ πόλεως. δίης· εὐγενοῦς, εὐγενείας.

<!-- 2.115 -->Ἐμβλωνοῖο· ὄνομα ὄρους, ὄνομα ποταμοῦ.

<!-- 2.116 -->Πελάγιζεν· λιμένισεν.

<!-- 2.118 -->Ὠκεανίνης· ὄνομα γυναικός.

<!-- 2.119 -->Πάγοισι· ὄρεσι, λίθοισιν. ἐρίσπορον, μεγάλην.

<!-- 2.120 -->Μελιβοίης· λίμνης, ὄνομα γυναικός.

<!-- 2.122 -->Τειναμένοις· τοῖς ὄρεσιν.

<!-- 2.123 -->Διόκλειον· ὄνομα ὄρους. Διοκλέος· ὄνομα.

<!-- 2.124 -->Ἐμβλωνοῖο· ὄνομα ποταμοῦ.

<!-- 2.125 -->Ἐπαιγίζων· σφοδρῶς πνέων.

<!-- 2.129 -->Ῥοπάλῳ· πασσάλῳ.

<!-- 2.130 -->Διακριδόν· ῥηγνυμένως.

<!-- 2.132 -->Ἔρξε· ἐποίησεν. διέκερσε· ἔκειρεν.

<!-- 2.133 -->Ἀμφιβόλων· τῶν ἐξ ἀμοιβῆς ἄλλων ἐπʼ ἄλλων διερχομένων, ἀμφὶς τιθέντων.

<!-- 2.134 -->Προέηκεν· ἔπεμψεν. προβολῇσι· προχύσεσι, ἐξόδοις.

<!-- 2.135 -->Ἄσχετα· δυνάτως. μορμύροντα· γογγίζοντα.

<!-- 2.136 -->Αἰπύτα· μεγάλως.

<!-- 2.138 -->Πολυσμαράγοιο· ὕδωρ.

<!-- 2.141 -->Σκυθίην, ὄνομα τόπου. Ἴστρος· ὄνομα ποταμοῦ.

<!-- 2.143 -->Τῇ· ἐκεῖθεν, ἤως οὕτως. αὖτε· πάλαι.

<!-- 2.145 -->Κελάρυζε· κονάβησεν. Ὀρόντης· ὄνομα θαλάσσης.

<!-- 2.146 -->Σμερδαλέον· δυνάτως. μύκημα· βοαί.

<!-- 2.147 -->Νεήλυδος· τοῦ ποταμοῦ, ὄνομα θαλάσσης.

<!-- 2.148 -->Γαῖα δʼ ἀνέπνευσε· ἡ μέντοι γῆ τὸ ἄχθος ἀποσεισαμένη καὶ ἀναπνεύσασα λιπαρὰ κατέστη καὶ τρόφιμος καὶ πρὸς καρπογονίαν ἐπέδωκε, καὶ εἰσέτι σταχυοφορεῖ καὶ τοῖς ἑαυτοῦ βρίθει βλαστήμασιν, Ἡρακλέος αὐτὴν οὕτω φιλεργήσαντος. Ἐκεῖ καὶ Μέμνονος ἱερόν ἐστι, ὃν Ἠοῦς παῖδα γινόμενον καὶ Ἰλιεῦσιν ἀφικόμενον σύμμαχον Ἀχιλλεὺς ἀνεῖλεν μαχόμενον· θρηνοῦσι γοῦν Ἀσσύριοι τὸν ἐκείνου θάνατον καὶ ὡς θεὸν τιμῶσι τὸν τελευτήσαντα.

<!-- 2.150 -->Ἔτι νῦν· ἕως τῷ νῦν.

<!-- 2.153 -->Ἠριγενείης· τοῦ τῆς Ἠοῦς δηλονότι.

<!-- 2.155 -->Θαρσαλέος· ὁ Ἀχιλλεύς. παρέδραμε· γράφεται δαμάσσατο. Δηϊδαμείης· παρακοῖτις, Ἀχιλλεύς.

<!-- 2.157 -->Πιμπληΐδι· πεπληρωμένῃ. Μολπῇ· μουσικῇ.

<!-- 2.161 -->Βιστονίδος· ὄνομα.

<!-- 2.162 -->Αἰθύσσουσιν· ἀναῤῥιπίζουσιν, ὁρμῶσιν· αἴθυμα γὰρ τὸ ὅρμημα τοῦ πυρός. αἰθύουσιν· ἐκβάλλουσιν.

<!-- 2.164 -->Ἀριπρεπές· λαμπρόν.

<!-- 2.167 -->Ἀγκίστροισιν· ἄμοι

<!-- 2.169 -->Ἐπικάρσιον· στρεφομένως.

<!-- 2.171 -->Ἐπιχρίμψωσι· λάβωσιν.

<!-- 2.174 -->Σιδηροβόροιο· ἤγουν τῆς ῥίνης.

<!-- 2.175 -->Χρόα· ἤγουν τὸ σῶμα αὐτῶν.

<!-- 2.181 -->Τετράδυμοι· τέσσαρες. —Πίσυρες· τέσσαρες. δίαυλοι· σωλῆνες.

<!-- 2.182 -->Ἀβληχρή· ὀλιγοψύχη.

<!-- 2.186 -->Λασιοκνήμοισι· δασύποσιν.

<!-- 2.192 -->Ὁλκούς· βόλους. πόρους· σωλῆνας.

<!-- 2.193 -->Ἀπέρευσε· ἀφεῖλεν.

<!-- 2.195 -->Γάνιος· εὐφρόσυνος.

<!-- 2.197 -->Τέμπεσιν· ἤγουν μέσον ὀρέων.

<!-- 2.198 -->Χθαμαλοῖς· λιβάσυτοι.

<!-- 2.199 -->Ὁμιλαδόν· ὁμοῦ.

<!-- 2.201 -->Ἀγκάς· ἀγκάλας.

<!-- 2.202 -->Παρέπεισε· τὴν θήλειαν.

<!-- 2.204 -->Λαιψηρά· ταχέως.

<!-- 2.208 -->Ἀτραπιτοί· ὁδοί. βέβηλοι· μυσαροὶ, στυγεροὶ, μισητοί.

<!-- 2.211 -->Ἐϋσχιδέων· πολλῶν αἰχμῶν.

<!-- 2.214 -->Θάμνοις· ὕλαις.

<!-- 2.217 -->Ἀμφίβιοι· ἡ ἔλαφος ἀμφίβιος. πατέουσι πορεύονται.

<!-- 2.218 -->Ὁμόστολον· συνέμπορον, ὁμοῦ.

<!-- 2.219 -->Ἐξανύουσι· διέρχονται.

<!-- 2.221 -->Μεθέπων· διοικονομῶν. οἰήϊα· λιπεμούνι.

<!-- 2.225 -->Ἔχῃσιν· ἔλιπεν.

<!-- 2.226 -->Στοῖχον· κυβερνεῖν.

<!-- 2.228 -->Οἴηκας· λιπεμούνι. ἔχων· διευθύνων.

<!-- 2.229 -->Ἀμοιβαδίς· ἀμοιβῶς.

<!-- 2.230 -->Πλάτῃσιν· κώπαις. ἐρέσσουσι· πλέουσιν.

<!-- 2.234 -->Ἐρεείνει· ζητεῖ.

<!-- 2.236 -->Ὑφαινόμενον· κατασκευαζόμενον.

<!-- 2.237 -->Ὀφιόνεον· ὄφιν, ἴχνος.

<!-- 2.238 -->Χειῇ· ῥιπτομένως.

<!-- 2.239 -->Ποτὶ δῆριν· εἰς μαχήν.

<!-- 2.240 -->Ἑρπετόν· ὄφιν.

<!-- 2.241 -->Ἆσθμα· πνοή.

<!-- 2.242 -->Ὑψόσʼ· ὕψι.

<!-- 2.244 -->Πεφρικῶτας· τρύζοντας.

<!-- 2.247 -->Δηριόωντα· μαχητήν.

<!-- 2.250 -->Παιφάσσοντα· κινοῦντα.

<!-- 2.252 -->Ὠμηστῆρα· ὠμόν.

<!-- 2.257 -->Ἐσμός· τάξις.

<!-- 2.258 -->Ἐνέρεισαν. ἔπηξαν.

<!-- 2.259 -->Ἅψεα· μέλη.

<!-- 2.260 -->Κάρηνον· εἰς.

<!-- 2.261 -->Ἐνιπρίουσι· πρίζουσιν.

<!-- 2.263 -->Δαιτρεύουσι· τρώγουσιν, ἐσθίουσιν.

<!-- 2.264 -->Ἔχονται· κρατοῦνται.

<!-- 2.265 -->Ὑπερνεμέθονται· τρώγουσιν.

<!-- 2.266 -->Ἐχθρά· ἐχθρῶς. ᾐώρηται· κρέμαται.

<!-- 2.270 -->Δυσπαίπαλος· δυσκίνητος.

<!-- 2.272 -->Λάπτει· δάκει. ἀπείριτα· χωρὶς πέρατος.

<!-- 2.274 -->Κεραΐζει· τυπεῖ, οὐτᾷ.

<!-- 2.277 -->Διέσχισε· κέκοψεν.

<!-- 2.278 -->Ἀτέρμων· πολύς.

<!-- 2.279 -->Ἰχώρ· ἰὸς, ἤγουν λαποράτα.

<!-- 2.280 -->Ἡμίβρωτα· λιμένον ἠμασονάτα, κεκομμένα.

<!-- 2.281 -->Ἡμιδάϊκτα· μεριζόμενα.

<!-- 2.283 -->Ἐμπεφυῶτα· στηριγμένα. μέμυκεν· ἐβόησεν.

<!-- 2.286 -->Καρκινάδας· αἱ καρκινάδες ἀντιφάρμακόν εἰσι τοῖς ἐλάφοις, λικαούρι.

<!-- 2.290 -->Ὠτειλαί· πληγαί. ἐπιμύουσι· κλείουσιν.

<!-- 2.294 -->Πάντʼ· εἰς

<!-- 2.295 -->Οἵη· καὶ ὁποίη.

<!-- 2.297 -->Ἐλάφοιο δέμας· ἔχουσιν.

<!-- 2.302 -->Αἰγλήεις· φαιδρός.

<!-- 2.303 -->Ἀκρέμονες· αἰχμαί.

<!-- 2.304 -->Προτενεῖς· μακραί.

<!-- 2.307 -->Ἠθαλέας· κοινάς. νάπεσσι· ἀλλιβαλλούνι.

<!-- 2.311 -->Ἧιχι· καὶ ὅπου.

<!-- 2.312 -->Ἐπώσασθαι· γράφεται ἀλάασθαι.

<!-- 2.314 -->Βαλιῶν· ταχυτάτων. ἐνέστακται· τέθειται.

<!-- 2.315 -->Ἀρίδηλα· εἰσίν.

<!-- 2.317 -->Θοῦροι· εἰσίν.

<!-- 2.318 -->Παρὰ Τέμπεσιν· ἀλλʼ ἐπʼ ἔσχατʼ οὔρε.

<!-- 2.323 -->Ἐπίφρονα· σοφά.

<!-- 2.327 -->Οὐ πολλόν· οὐ κατὰ πολύ. τούτων· ἤγουν τῶν ἡμέρων.

<!-- 2.332 -->Αἰθυκτῆρας· πυρόεντας.

<!-- 2.336 -->Ἀτίνακτος· ἄτρεπτος.

<!-- 2.340 -->Πνεύμονας· ἀλλικεμούνι.

<!-- 2.343 -->Κομέει· τρέφει.

<!-- 2.345 -->Ὡς δέ· παραβολή.

<!-- 2.346 -->Ῥικνόν· ἐκτετηκότα.

<!-- 2.347 -->Ἀβληχρόν· ἀσθενῆα.

<!-- 2.349 -->Τιννύμενοι· διδόμενοι. κομιδήν· τροφήν.

<!-- 2.350 -->Κομέουσι· τρέφουσιν.

<!-- 2.352 -->Ὀρέγουσι· φέρουσιν.

<!-- 2.353 -->Δρεψάμενοι· ληψάμενοι.

<!-- 2.354 -->Ἀφυσσάμενοι· ἐρυσάμενοι.

<!-- 2.355 -->Ἀμφιέποντες· λιχμάζοντες.

<!-- 2.358 -->Τὴν μὲν γάρ· ὅρα θαῦμα. δίεσθαι· ζητεῖν.

<!-- 2.365 -->Ῥηξαμένους· πέμψαντας.

<!-- 2.367 -->Πρός· ἤγουν ἕνεκα τοῦ. πρός· εἵνεκα.

<!-- 2.368 -->Λύσαιο· λύσαι. ἄποινα· τὰς ῥύσεις. δέδεξο· δέχου.

<!-- 2.370 -->Ἡμέας· εἰς. γνάμψον· στρέψον.

<!-- 2.371 -->Θέμιν· δίκην.

<!-- 2.374 -->Τεῦ· τούτου, ἤγουν ἀγρευτῆρος.

<!-- 2.375 -->Αἰδώς· γνωμή.

<!-- 2.381 -->Ὀΐεσσα· προβατώδης.

<!-- 2.387 -->Βῆσσαν· ὕλην.

<!-- 2.389 -->Ἰχθυόεις· ὅμοιος τῆς ὁμίλου τῶν ἰχθύων.

<!-- 2.391 -->Φάγροι· ὄνομα, ἰχθύες.

<!-- 2.392 -->Ῥαφίδες· ἰχθύες. τρίγλαι καὶ ἀστακοί· ἰχθύες.

<!-- 2.397 -->Τείρουσι· καταπονοῦσιν. ὑπείροχα· ἔξοχα.

<!-- 2.398 -->Δαμήμεναι. δαμάσαι.

<!-- 2.399 -->Ἅμμασι· δέσμασιν. ἱμερτοῖς· ποθητοῖς. ὁμόγνια· ὅμοια. δαῆναι· διδαχθῆναι.

<!-- 2.401 -->Ἐπιφροσύνη· φιλία.

<!-- 2.403 -->Ὀθνείοις· ξένοις. ἐπενείματο· ἔδωκεν.

<!-- 2.407 -->Ὠτίδες· ὄνομα πετεινῶν.

<!-- 2.409 -->Ποεσίχροον· ὁ ἔχων τὴν χροιὴν τοῦ προβάτου.

<!-- 2.411 -->Ἀθύρη· παίζη.

<!-- 2.412 -->Δονεῖται· κινεῖται

<!-- 2.417 -->Νηπαθές· χωρὶς πάθους.

<!-- 2.419 -->Τῆλε πέρας· ἤγουν χωρὶς πέρατος.

<!-- 2.423 -->Πευκεδανούς· πυρόεντας, πικρούς. μαλερούς· καυστικούς. οἰστρήεντας· λυσσωμένους.

<!-- 2.424 -->Ἀναλθέας· ἀθεραπεύτους.

<!-- 2.425 -->Ἀνεπτοίησας· ἔπτηξας. ἀζευκτοῖσι· μεγάλοις.

<!-- 2.426 -->Κερόεσσαν ἀχαιϊνέην· ὄνομα ζώου· κατʼ ἀντίπτωσιν κεροέσσης ἀχαιϊνέης.

<!-- 2.430 -->Ἀζαλέοιο· μεγάλου.

<!-- 2.431 -->Καναχήποδος· ὁ ποιῶν δοῦπον μετὰ ποδῶν.

<!-- 2.432 -->Ὠτίς· ὄνομα θηρός.

<!-- 2.433 -->Ἐπέχραον· ἔγγισαν.

<!-- 2.437 -->Τινασσόμενος· κινούμενος.

<!-- 2.438 -->Πανάθεσμος· ἄδικος.

<!-- 2.439 -->Δάπτει· δάκει.

<!-- 2.440 -->Δαινύμενος· ἐσθίων. αἶσαν· πῆμα.

<!-- 2.446 -->Κρυερός· φοβερός.

<!-- 2.449 -->Δημῷ· λίπει, κουνγρασσίσζε.

<!-- 2.453 -->Κρυόεντος· κρατεροῦ. ἀρειότεραι· κρείσσονες.

<!-- 2.455 -->Ὑπερφύαλος· ὑπερήφανος.

<!-- 2.459 -->Πορδαλίοις· ἤγουν πορδαλίων. γῆρυν· φωνήν.

<!-- 2.462 -->Ἀπέφθιτο· ἐφθείροντο.

<!-- 2.470 -->Δόχμια· καμπύλα. κλίνας· ἐκκλίνας.

<!-- 2.471 -->Δεδοκημένος· μένων.

<!-- 2.472 -->Ἄσχετον· ἀκατασχέτως.

<!-- 2.475 -->Κεκασμένος· ὡπλισμένος.

<!-- 2.478 -->Προβλῆτα· φυλακήν.

<!-- 2.482 -->Ὠτειλῶν· τραυμάτων.

<!-- 2.486 -->Ἀγρονόμων· ἀροτρεύς.

<!-- 2.490 -->Ἀπειρεσίων· μεγάλων.

<!-- 2.491 -->Κεῖνα γάρ· ἔχουσιν. ὑπέρβια· δυνατά.

<!-- 2.492 -->Χαιλιόδουσιν· ἀσσάννοι.

<!-- 2.493 -->Ἄλλοι μὲν πλήθους· ἡ ἀνθρώπων ἄλλη πληθύς. ἐνέπρισαν· ἐμέρισαν, ἤγουν εἶπαν.

<!-- 2.495 -->Εὔαδεν· εὐάρεσκεν. ἄμμι· ἡμῖν.

<!-- 2.496 -->Διακριδά· κεχωρισμένως. τεκμήρασθαι· φρονεῖσθαι.

<!-- 2.506 -->Ἀριφραδές· φανερόν.

<!-- 2.510 -->Ἀπηλεγέες· σκληροί. βιῶνται· βιάζονται.

<!-- 2.511 -->Ἄγνυνται· κλῶνται·

<!-- 2.515 -->Κατὰ γαίης· ἤγουν ἐπάνω.

<!-- 2.518 -->Ἐπὶ χέρσον· ἤγουν φαίης κεν.

<!-- 2.519 -->Ἴφθιμον δὲ κάρηνον· ἔχει.

<!-- 2.521 -->Κατʼ· εἰς.

<!-- 2.529 -->Διατμήξειε· μερίζοιτο.

<!-- 2.531 -->Ἐνηής· πρᾷος.

<!-- 2.532 -->Πολυκνήμοισι· πολυδένδροις.

<!-- 2.533 -->Φηγούς· κέδρους. κοτίνους· ἀγριελαίους.

<!-- 2.534 -->Ἐξετάνυσσεν· ἔῤῥιψεν.

<!-- 2.535 -->Ἐγχρίψας· λήψας.

<!-- 2.538 -->Ζεύγλην· ζυγόν.

<!-- 2.539 -->Σημάντορας· σημεῖον.

<!-- 2.543 -->Εἰσαΐουσι· νοοῦσιν. τιθασεύτορες· κιλίφαννοι. δομεστικοί.

<!-- 2.550 -->Ἰήλεμον· θρῆνον. ἐντύνουσι· ποιοῦσιν.

<!-- 2.551 -->Ῥινόκερως· ὁ ἔχων ἓν κέρας, μονόκερως. ὄρυγος· ὄνομα θηρός. δέμας· εἰς. αἰθυκτῆρος· καυστικοῦ.

<!-- 2.553 -->Ἀντέλλει· φύει. ἀκάχμενον· ὡπλισμένον.

<!-- 2.554 -->Διατρήνει λουπερτούσα. ἐνορούσας· σείσας.

<!-- 2.555 -->Οὐτήσας· τρώσας. διατμήξειε· κόψοιτο. χαράδρην· τρύπημα.

<!-- 2.556 -->Σθεναρῷ· δυνατῷ.

<!-- 2.559 -->Ἐπήτριμα· τρυπημένως

<!-- 2.563 -->Αὐτόχθονες· ἐκ τῆς γῆς γεγονότες.

<!-- 2.564 -->Πρὸς ἀλλήλων· ἀντὶ τοῦ παρʼ ἀλλήλων.

<!-- 2.566 -->Ἤδη καί· καὶ θάλαττα φύει τὰ ὄστρεα καὶ ἄλλʼ ἄττα παρόμοια, κόχλους καὶ στρόμβους καὶ ἀφύας καὶ ὄστρακα, γόνον αὐτοφυῆ καὶ ἀμήτορα, καὶ μέχρι μὲν δὴ τούτων οὕτως ἡμῖν ὁ λόγος διεξώδευται. διεροῖσιν· ὕδασιν.

<!-- 2.568 -->Ἀφύαι· μονόσι. κόχλων· φερεοίκων.

<!-- 2.570 -->Βῶν· γράφεται βωκῶν· βώξ

<!-- 2.572 -->Πάνθηρας· τʼ οὖν. αἰλούρους· αἱ γάττοι, μαμούνι.

<!-- 2.573 -->Καλιαῖς· νοστίαις, νεοττιαῖς.

<!-- 2.574 -->Ὀλιγοδρανέας· ἀσθενεῖς.

<!-- 2.577 -->Ἑλέειν· λαβεῖν.

<!-- 2.578 -->Ἔχοντες· ἔχουσιν.

<!-- 2.579 -->Οἶτον· θάνατον.

<!-- 2.581 -->Ἡβήσειαν· αὐξήσειεν.

<!-- 2.582 -->Λόχμης· ὕλης.

<!-- 2.583 -->Φάεα· ὀφθαλμούς. ἀμπετάσαντο· ἠνοίξαντο. καὶ ἔδρακον· καὶ ἴδον.

<!-- 2.584 -->Νεοτερπές· νεοτερπῶς. ἐδητύος· δαιτός.

<!-- 2.588 -->Αὐτορόφοιο· αὐτοῦ.

<!-- 2.590 -->Γραπτόν· γράφεται γναπτόν. ἀριπρεπές· ὄμορφον.

<!-- 2.591 -->Τῶν οὐδέν· ἀσπαλάκων δὲ πέρι γράφειν μὴ καὶ γελοῖον ᾖ, οὐχ ὅτι μόνον τυφλοὶ καὶ γηγενεῖς, ἀλλʼ ὅτι καὶ βορώτατοι καὶ ἀνθρώποις πολέμιοι, ζημιοῦντες αὐτοὺς περὶ τὰ τῆς γῆς σπέρματα καὶ μοχθεῖν πολλάκις μάτην παρασκευάζοντες· ἱστορία μέντοι περὶ αὐτῶν ξενίζουσαν οὐκ ἐξὸν σιγῇ παρελθεῖν· φήμη γὰρ εἰς ἀνθρώπους πεφοίτηκεν, ὡς ἀσπάλαξ πάλαι ἦν τὴν τοῦ γένους ἔχων διαδοχὴν ἐκ βασιλείας αἵματος.

<!-- 2.592 -->Εἰσοράασθαι· ὁρᾶσθαι.

<!-- 2.594 -->Πουλύν· πολὺν, λευκόν.

<!-- 2.596 -->Ἀριζηλοῖσιν· πολυφήμοις. ἀμαρύσσειν· ἀστράπτειν.

<!-- 2.600 -->Κρυερόν· δυνατόν. περίδρομον· πέριξ.

<!-- 2.602 -->Φρίσσοντες· ὁπλίζοντες. προβλῇσι· φυλακαῖσιν.

<!-- 2.604 -->Ὀξέα· ὀξέως. πεφρίκασιν· ὡπλισμένοι.

<!-- 2.605 -->Μίμημα· γράφημα.

<!-- 2.608 -->Δυσειδέα· δυσπρόσωπα.

<!-- 2.609 -->Ἀτάλαντον· ὅμοιον. ποθητόν· πόθον.

<!-- 2.611 -->Ἔκτεινε· ἄντι τοῦ ἐκτείνετο.

<!-- 2.613 -->Ποιοφάγων· βοτανηφάγων. ἀλαῶν· τυφλῶν. μέλπειν· ἀείδειν.

<!-- 2.614 -->Βάξις· φήμη.

<!-- 2.615 -->Εὐχετάασθαι· αὐχῆναι· μῦθος, ὡς ἀφʼ αἵματος ἀνθρωπίνου οἱ ἀσπάλακες ἐγένοντο.

<!-- 2.616 -->Φινέϊ· ἤγουν Φινέως.

<!-- 2.617 -->Ἀτίταλλεν· ἔθρεψεν.

<!-- 2.620 -->Παρέστια· τρώγοντα.

<!-- 2.623 -->Βορειονέω· Βορείου· ἀντίπτωσις.

<!-- 2.626 -->Εὔνασεν· ἔπαυσεν.

<!-- 2.628 -->Λάβρον· ἀχόρταστον.

ΕΙΣ ΤΟ Γʹ.

<!-- 3.9 -->Κούρητες· νέοι.

<!-- 3.10 -->Ἀμειλίκτοιο· φοίνιος.

<!-- 3.11 -->Ἐνικάτθετο· ἔθηκεν. Κρήτης· ὄνομα τόπου.

<!-- 3.12 -->Οὐρανίδης· ἢ Κρόνος. νεοθηλέα· νέον.

<!-- 3.13 -->Ἀμφίλλεξε πρόκρινε.

<!-- 3.16 -->Ἀμφεβάλοντο· ἐξεδύσαντο.

<!-- 3.18 -->Ῥιγεδανόν· φοβερόν.

<!-- 3.19 -->Εὐώδινος· καλλιτόκοιο.

<!-- 3.21 -->Προχοῇσι· ἐν ἐξόδοις. πολυῤῥαθάγου· πολυῤῥέοντος.

<!-- 3.23 -->Εὔβοτος· εὔτροφος.

<!-- 3.25 -->Πάσσονα· μεγάλην.

<!-- 3.27 -->Κατηφέας· κατωφερεῖς.

<!-- 3.28 -->Κομόωσιν· ἀνθοῦσιν. ἔθειραι· κόμαι.

<!-- 3.29 -->Τούς· οὕς.

<!-- 3.32 -->Ἀμαρυγαί· αἴγλαι.

<!-- 3.35 -->Ἐριβώλακι· λιπαρῇ, διψάδι· ξηρᾷ.

<!-- 3.36 -->Βριαρῶν· δυνατῶν.

<!-- 3.38 -->Πρόσωπα· εἰς.

<!-- 3.39 -->Μέλαν· κυάνεον. μεμορυγμένον· μιγμένον.

<!-- 3.44 -->Αἶθοψ· πυρόεις.

<!-- 3.46 -->Δαφοινόν· φόνιος.

<!-- 3.47 -->Διαπόμπιος·

<!-- 3.51 -->Ἀμφαδόν· φανερῶς. ὑπνώει· εὕδει.

<!-- 3.52 -->Κίχῃσιν· ἀντήσει. ὑπείροχος· μεγάλη.

<!-- 3.55 -->Νάρκα· ἰχθύς ἐστιν. λυγρῶν· ἤγουν λύει.

<!-- 3.56 -->Πεντάκι· ψεῦδος τὸ τίκτειν τὸν ἕν ἕνα ἀλλὰ εʹ δʹ γʹ βʹ αʹ.

<!-- 3.57 -->Ἀνεμώλιος· ταχὺς, ματαίη.

<!-- 3.61 -->Ἀμφίδυμοι· δύο.

<!-- 3.65 -->Ὀλιζότεραι· μικραί. μένος· εἰς

<!-- 3.69 -->Φαεινόν· πυρῶδες.

<!-- 3.77 -->Διʼ ἠερίην· εἰς αἰθέρα.

<!-- 3.79 -->Πρόσθε μὲν αἱ· αἵτινες, καὶ αὗται. Βάκχοιο· Διονύσου. Βάκχαι· τιθήναι παρδάλεις Διονύσου, καὶ δεῖγμα ταύταις τὸ γλεῦκος ἠγαπημένον. φέρτε σταφύλοιο ἔφερον.

<!-- 3.83 -->Ἄγριον· ἤγουν ἀγριώτερον.

<!-- 3.85 -->Λύγγας· λύγγες, λέαιναι, παρδάλιαι καὶ τρίγλεις πρὸ τῆς γονῆς θέλουσι θανεῖν ἐκ φίλτρου.

<!-- 3.87 -->Ταί· αἵτινες.

<!-- 3.94 -->Μειόσι· ἤγουν τοῖς λυγγοῖς.

<!-- 3.95 -->Μείζοσι· ἤγουν τοῖς λυγγοῖς. Ἄνθος· ἐπιδέδρομεν.

<!-- 3.96 -->Τάδε φῦλα· ἤγουν λύγγεος καὶ λέοντες. ἀγάσαντο· ἐφίλησαν.

<!-- 3.102 -->Ἐξαπίνης· ἄφνω.

<!-- 3.103 -->Μύρονται· κλαίονται. λιγέως· ἡδέως. ἀδινὸν γόον· μεγώδυνον.

<!-- 3.106 -->Πεπταμέναι· ῥιπτόμεναι.

<!-- 3.108 -->Στάξεν· ἔδωκεν.

<!-- 3.111 -->Ὑψιπόλοις· ὑψιπέτοις.

<!-- 3.112 -->Τόσσον· γνωμή· φίλτρον.

<!-- 3.113 -->Κομιδήν· τροφήν.

<!-- 3.114 -->Φώκη· φώκα. δυσαής· δεμαλιάτου.

<!-- 3.115 -->Ἀλίαστον· ἀλήθητος.

<!-- 3.117 -->Κορῶναι· σημείωσαι· ἡ κορώνη θʹ γενεὰς ζῇ, ἡ ἔλαφος λϛʹ.

<!-- 3.120 -->Ὑπὲρ τέγεος· ὑπὲρ στέγης. κατεπαλμένον· πηδῶνται.

<!-- 3.121 -->Ἔκλαγεν· ἔκραγεν. ἄνθορεν· ἔκθορεν.

<!-- 3.125 -->Πρυλέες· κύμβαχοι. τρύζουσι· γογγίζουσιν.

<!-- 3.128 -->Θαλάμων· γράφεται πτερύγων· καὶ ἕτοιμα ὄντα πρὸς φθορὰν ἐκ τῶν δεσμῶν τῶν λυσικόμων καὶ ἀπτέρων πτερύγων.

<!-- 3.129 -->Ἐρίβροχοι· ὀξύβρυχοι ἀπὸ τοῦ ι ἐπιτατικοῦ μορίου καὶ τοῦ βρύχω.

<!-- 3.132 -->Δαμῆναι· σφαχθῆναι.

<!-- 3.133 -->Αἰχμητῇσι· τοῖς πολεμισταῖς.

<!-- 3.134 -->Ἐῤῥίγασι· ἐφοβήθησαν.

<!-- 3.137 -->Μυλάκων· λίθων.

<!-- 3.141 -->Ἀγανήν· πραεῖαν, εὐτερπῆ, χαροπήν. παναμειδήτοισι· ἀηδεστάτοις, τοῖς στυγνοῖς.

<!-- 3.145 -->Κέαρ· θυμός.

<!-- 3.147 -->Ἐελδόμεναι· ἐπιθυμοῦσαι.

<!-- 3.148 -->Ὁρμαίνουσι· ἐπιθρώσκουσιν.

<!-- 3.149 -->Μεθιέμεναι· ἐφιοῦσαι.

<!-- 3.150 -->Κυμαίνουσιν· κινοῦσιν.

<!-- 3.151 -->Πλήθει· βαρύνεται.

<!-- 3.152 -->Ἐρχομένοις· ἐρχομέναις.

<!-- 3.153 -->Νόσφι μόνων λυγγῶν· ξένον περὶ λυγγῶν καὶ λαγωῶν. ὀλιγοδρανέων· ὀλιγοδυναμέων.

<!-- 3.154 -->Ἱμείρουσα· ἐρῶσα. στυγέουσα· μισοῦσα.

<!-- 3.155 -->Τόσα· πολλά. ταλάσσετο· ἐκαρτέρησεν, ἔτλη. μητίσασθαι· ἐπιβουλεύσασθαι.

<!-- 3.157 -->Ἐξέθλιψε· ἔσφιγξεν.

<!-- 3.158 -->Μαχλοσύνη· ἀγάπη.

<!-- 3.159 -->Τίκτει· γεννᾷ.

<!-- 3.160 -->Ὠπήσασθαι· βλέψασθαι.

<!-- 3.164 -->Ἀμοιβαδίς· ἀλλάξ.

<!-- 3.165 -->Τερπόμεναι· φιλούμεναι. Γάννυται· εὐφραίνονται, ἤγουν οὕτως.

<!-- 3.166 -->Ἀποπλάζονται· ἀφίονται. ἵμερον· ἔρως.

<!-- 3.167 -->Συνιαίνουσι· συνευφραίνουσιν.

<!-- 3.168 -->Παῖδας· γράφεται πόδας.

<!-- 3.169 -->Κνυζηθμοῖσιν· λείχμασιν. ἀναιδέα· θρασύν. τονθορύζουσι· κινήσουσιν.

<!-- 3.170 -->Πανυπείροχα· μεγάλην.

<!-- 3.171 -->Παντʼ· καὶ κατά.

<!-- 3.173 -->Τόθι· καὶ ὅπου.

<!-- 3.174 -->Βόσιος· ἐδωδῆς. χατέουσα· χρῄζουσα.

<!-- 3.175 -->Οἷα· καὶ οὕτως.

<!-- 3.176 -->Τοῖον

  
Ἄρκτος λιχμῶσα τοὺς ἑαυτῆς δακτύλους  
  
ἔκλεψεν ἐν χειμῶνι γαστρὸς βίον·  
  
ὁ δʼ ὀκτάπους αὖ τοὺς πλοκάμους ἐσθίων,  
  
χείματος ἐξέφυγε καὶ γαστρὸς μόγον,  
  
ἔσθων πλοκάμους, οὐ λιχμάζων ὀκτάπους·  
  
ὁ δʼ ὀκτάπους αὖ τοὺς πλοκάμους ἐσθίων  
  
τὴν μήτραν ἐξέπλησε χειμῶνος βίᾳ.  
τὸ αὐτὸ καὶ ὁ πολύπους. ὑπό· ἐν.

<!-- 3.178 -->Ἐνιπήν· βλάβην.

<!-- 3.180 -->Αἰθήσειεν· ἀνθήσειεν.

<!-- 3.182 -->Ἐΰσφυρον· εὔποδον. ἠερόεντα· ταχύν.

<!-- 3.187 -->Ταινίη· στέφανος. ἀμφιβέβηκεν· τετάνυσται.

<!-- 3.188 -->Χιονέῃς· λαμπρός.

<!-- 3.189 -->Ποεσίτροφος· ἡ τὴν ποίην τρέφουσα.

<!-- 3.193 -->Ἡγεμονεύει· κυριεύει.

<!-- 3.194 -->Ἐπήν· καὶ ἀφʼ οὗ.

<!-- 3.195 -->Μέθυ· ποτάς.

<!-- 3.196 -->Ἄγῃσι· συναγάγῃ.

<!-- 3.197 -->Ὀρίνει· κινεῖ.

<!-- 3.198 -->Οἶστρος· μανία.

<!-- 3.200 -->Ἑζόμενος· καθήμενος.

<!-- 3.203 -->Φίλιον γόνον· φίλον υἱόν.

<!-- 3.205 -->Πυριμήτορι· πυρόεντι μητρί· ὅρα πῶς τὸ ἄρσεν μισεῖ ὁ πατήρ.

<!-- 3.209 -->Ταμέσθαι· σφάξαι.

<!-- 3.207 -->Μήδεα· ὀρχίδια. ἡβήσειεν· αὐξήσειεν.

<!-- 3.209 -->Ἐπαμύνει· βοηθεῖ.

<!-- 3.210 -->Ὡς δέ· παραβολή. ἄντην· ἔμπροσθεν.

<!-- 3.211 -->Ἀπηνέες· ὠμοί.

<!-- 3.212 -->Ἐρύουσιν· ὠθύνουσιν. σπαίροντα· γράφεται σπαίροντι.

<!-- 3.215 -->Λιαρῷ· χλίῳ.

<!-- 3.217 -->Κινυρομένη· εὔχουσα. δύσμορα· δύσποτμα. κωκυούσῃ· κλαίουσα.

<!-- 3.218 -->Πανάποτμον· κακοθάνατον. πάϊν· υἱόν.

<!-- 3.219 -->Μείλιχα· ἵλεως. μυθεῖσθαι· βουλεῦσαι. λισσομένην· παρακαλοῦσαν· ἀγορεύειν· λέγειν

<!-- 3.220 -->Τρηχύνονται· μελαίνονται.

<!-- 3.221 -->Φοινίχθη· πυρινούση.

<!-- 3.222 -->Λιθοεργέος· ἡ ποιοῦσα τὸν ἄνθρωπον ἐκ πέτρης.

<!-- 3.223 -->Ἰοβόρον· τὸν ἰὸν ἔχοντα. παναμειλίκτοιο· ἀνιλέου.

<!-- 3.225 -->Παῖδα· ἀθρεῖς. ἀρώμεσθα· εὐχόμεθα.

<!-- 3.226 -->Θήσεις· σφάξεις.

<!-- 3.227 -->Τάμνε· σφάζε.

<!-- 3.228 -->Τό· καὶ ὅντινα. ἐξαλαώσας· τυφλώσας.

<!-- 3.229 -->Πανάποτμος· ὠμόποτμος. ἀωροτάτοιο· ἀώρου

<!-- 3.230 -->Πάνδειλον· πανάθλιον. ἀλιτροτάτοιο· ἁμαρτωλοτάτοιο.

<!-- 3.231 -->Δειλή· ἀθλία.

<!-- 3.232 -->Στονύχεσσι· μεμερισμένοις ὄνυξιν.

<!-- 3.233 -->Ἐχθραῖς· ὠμαῖς.

<!-- 3.234 -->Νήπιον υἷα· βρέφον.

<!-- 3.238 -->Εἰσοράασθαι· ὁρᾶσθαι.

<!-- 3.239 -->Θήκης· θῆκας. ἐρωήν· κίνησιν.

<!-- 3.240 -->Ὤπασας· δώσας. ἄορ· ξίφος.

<!-- 3.242 -->Ἑτάρους· φίλους. πηούς· συγγενεῖς.

<!-- 3.243 -->Ἀργαλέος· κακός. ἀντιβολήσῃ· ἀντήσῃ.

<!-- 3.244 -->Κεῖνος· ἤγουν ὁ φθόνος· ὅρα τί ποιεῖ ὁ φθόνος προπάροιθεν· ἔμπροσθεν. Παισίν· παιδί·

<!-- 3.245 -->Ἀμύμονας· ἤγουν ἄνευ μώμης.

<!-- 3.250 -->Θυετείνην· φοινίαν.

<!-- 3.254 -->Χηλήν· ὄνυχα.

<!-- 3.256 -->Μετανίσσεται· τανύεται.

<!-- 3.260 -->Πάσασθαι· λαβέσθαι.

<!-- 3.263 -->Αἰπολίων· αἰγῶν.

<!-- 3.267 -->Ἀργεννῶν· λαμπρῶν. πολύπλοκον· πολύπλακον.

<!-- 3.268 -->Νυκτιπόρον· νυκτίπατον.

<!-- 3.271 -->Ὠπήσαιο· βλέψοιο.

<!-- 3.273 -->Ἡδέ· καὶ αὕτη· κυρτοῦται· στραβόννεται.

<!-- 3.274 -->Κυρεῖ· καὶ ὑπάρχει. αἰνόν· ὠμόν.

<!-- 3.275 -->Κυανέῃς· μελαίναις. ἐπήτριμα· τρυπημένα. ταινίῃσι· στεφάνοις.

<!-- 3.277 -->Ἀμφοτέροισιν· δύο. ἐπικλύουσιν, κλίνουσιν, ἤγουν δοξάζουσιν. ὁδοῖσιν· ᾠδαῖς.

<!-- 3.278 -->Ῥιγεδανόν· σμερδαλέον. διατμήξας· κόψας.

<!-- 3.279 -->Κραταιόν τε· δυνατόν τε.

<!-- 3.280 -->Καί σε· καὶ δέρματος πεδίον ὑαίνης φέρων κύνειον εἴρξας ὑλακήν τε καὶ θράσος. ἐπεμβεβαῶτα· ποδέμενον

<!-- 3.281 -->Ὑλακόωντες· ἀλικτόντες.

<!-- 3.282 -->Εἰ δὲ λύκον· κύμβαλον ἐκ δορᾶς λύκου βαρύβρομον ἔκλαγε πάταγον ξένον. δείρας· ἐκδαρείς.

<!-- 3.283 -->Εὐκέλαδον· δηρὸν εὐκέλαδον, ἐπὶ πολὺ εὐκέλαδον, εὖ ἠχοῦντα. ὠλεσίκαρπον· ὀλλύων τὴν χείραν.

<!-- 3.285 -->Παταγεῖ· ἠχεῖ. εὔθροα· εὔηχον.

<!-- 3.286 -->Ἰωήν· φωνήν.

<!-- 3.287 -->Καὶ φθίμενοι· οἶμαι, ὅτι διὰ τὸ βαρύηχον ὄλλυσι τὰ ἔμβρυα, ἀσθενεῖς· φθίμενον· ὀλλύμενον. ἐῤῥίγασι· φοβοῦνται.

<!-- 3.288 -->Θαῦμα δέ·

  
ἄρσην ὕαιναν δεικνύει θῆλυν χρόνος,  
  
ἐκ θήλεος δʼ αὖ καὶ πόσιν καὶ νυμφίον  
  
ἄρσην τε καὶ θήλεια θηρσὶν ἀγρίοις  
  
ὕαινα δυσμίσητος ἐξέφυ μία.  

<!-- 3.289 -->Ἀμείβεσθαι· ἀλλάξειν. λυκάβαντι· τῷ χρόνῳ.

<!-- 3.291 -->Νωλεμές· διηνεκές.

<!-- 3.293 -->Πολιότριχα· πολλῶν τριχῶν.

<!-- 3.294 -->Τεκμήραντο· σεσημείοντο.

<!-- 3.295 -->Ἀμορβῆες· κυνηγοί.

<!-- 3.296 -->Ὅν· καὶ πίον

<!-- 3.297 -->Ξουθός· ξανθὸς, ὃ καὶ λεπτοφανὴς πυῤῥός. περιηγέα· κυκλωτερά.

<!-- 3.298 -->Θοά· ἐλαφρούς.

<!-- 3.299 -->Ἀργαίνουσαν· λευκαίνουσαν. πολιῇ· λευκῇ.

<!-- 3.300 -->Ἠχεῖ· κραυγάζει.

<!-- 3.301 -->Ἐπισείων· κινῶν.

<!-- 3.302 -->Μέγεθος· εἰς.

<!-- 3.303 -->Μηκεδανός· μακρός. θοώτερος· ἐλαφρότερος.

<!-- 3.306 -->Ἀμφιλύκῃ· τῇ ἠῷ. ῥέα· ἐλαφρῶς.

<!-- 3.308 -->Μακρά· ὑψηλά.

<!-- 3.309 -->Καλύψῃ· ταῦτα ὄρεα.

<!-- 3.310 -->Ἵκετο· ἦλθεν.

<!-- 3.311 -->Ἐπιειμένος· ἐνδυμένος.

<!-- 3.312 -->Ἐμπελάει· πλησιάζει.

<!-- 3.313 -->Ἐγχρίμψῃ· λάβῃ. ἔμαρψεν· ἔλαβεν

<!-- 3.314 -->Ταύροιο· Ταύρου ὄρους.

<!-- 3.315 -->Ἐνδιάων· οἰκῶν. Κίλικας· ὄνομα. Πάγους· λίθους. πρῶνας· τόπους ὑψηλούς. Ἀμανοῦ· ὄνομα ὄρους Ἀντιοχείας Κίλικος· ὁ Ὀρεστὴς παυθεὶς τῆς μανίας Ἀμανὸν ἐκλήθη· ὄνομα ὄρους.

<!-- 3.317 -->Περισσοκόμοισιν· πάνυ μακραῖς.

<!-- 3.318 -->Προφερέστατος· μεγαλώτατος. αἰπύτατος· μεγαλώτατος.

<!-- 3.319 -->Χηλαῖσι· ὄνυξιν. τετυγμένος· ὡπλισμένος. ἀλκήν· εἰς δύναμιν.

<!-- 3.320 -->Ἀτειρέα· ὠμόν.

<!-- 3.321 -->Ἐτόρησε· ἐτρύπησεν.

<!-- 3.322 -->Σείριον·

  
ὁ χρύσεος θὴρ οὐχ ὑλακὴν καρχάρων,  
  
αἴγλην δὲ κυναστέρος φρίττει καὶ τρέμει,  
  
οὐ κύνας ἀλλὰ κύνα θὴρ χρύσεος τρέμει,  
  
οὐ γηΐνους ἀστρῷον τοὺς καρχάρους.  
ἤγουν ἀστέρα κύνα.

<!-- 3.323 -->Ῥωχμόν· τρυπήν. καταδύεται· εἰσέρχεται.

<!-- 3.324 -->Ἄζης· ἤγουν καταδύεται.

<!-- 3.326 -->Ἄκμονες· δυνατοί. δοιοί· δύο, ἤγουν ἄλλοι δύο λύκοι.

<!-- 3.327 -->Λασιότριχοι· δασεῖς.

<!-- 3.328 -->Ὀλίζονες· ὀλίγοι.

<!-- 3.330 -->Δνοφερός· μέλας. ταρσῶν· ποδῶν.

<!-- 3.331 -->Ἰκτῖνον· ὄνομα ζώου.

<!-- 3.332 -->Ὅ γε· καὶ ὁ ἕτερος. πέφανται· φαίνεται.

<!-- 3.333 -->Ἐπιδευής· ἐλλιπόν.

<!-- 3.334 -->Ἔκπαγλον· φοβερόν. ὁράων· βλέπων.

<!-- 3.338 -->Μεμορυγμένον· φανερόν.

<!-- 3.343 -->Τόσσον·

  
ἄγαλμα τὴν τρίγλιδα πάντων θηρίων.  
  
ἡ φύσις ὑπέδειξε καὶ κλυτὴν μόνην.  
  
Ταὼς πετεινῶν, χρύσοφρυς εἰναλίων  
  
καὶ γηΐνων ἄγαλμα τρίγλις θηρίων.  

<!-- 3.345 -->Πάντα· εἰς. ὀρέσβιον· ὀρείτρεφον.

<!-- 3.347 -->Μαρμαίροντα· λάμποντα.

<!-- 3.348 -->Ὀπωπαί· ὀφθαλμοί.

<!-- 3.349 -->Μαρμαρυγήν· λαμπρότητα.

<!-- 3.350 -->Δολιχόσκιος· μακρά.

<!-- 3.352 -->Ἐπισκύνιον· στραβόν. λαλαγεῦσιν· λουκκέσχανε.

<!-- 3.356 -->Δμηθεῖεν· πιθεῖεν.

<!-- 3.358 -->Πρόπαν· διόλου.

<!-- 3.359 -->Ἴδοις· βλέψοις.

<!-- 3.363 -->Χάρμα· χαρά. πρὸς ἄρκυας πρὸς τὰ δίκτυα. ἱκάνει φθάνει.

<!-- 3.367 -->Ἀλίαστος· ματαία.

<!-- 3.368 -->Ἐρωμανέων· ἐρῶν, ἐπιθυμῶν. σφριγᾷ· πηδᾷ.

<!-- 3.369 -->Περισσολόφων· κυανήϊον, λίσσον, πέρκια, πεννάκρι. πηλήκων· τῶν· δελίαλαι μέντοι.

<!-- 3.370 -->Ἀποσταλάει· ῥίκτει.

<!-- 3.371 -->Ἐπικροτέει· κτυπεῖ.

<!-- 3.373 -->Ὑποπτήξασα· φοβηθεῖσα.

<!-- 3.375 -->Ἀνῃναμένη· ἀρνουμένη.

<!-- 3.376 -->Μύωπι· λύσσῃ.

<!-- 3.379 -->Ἔστι δέ τις·

  
ὀδόντι λευκῷ πληκτικώτατος φέρειν  
  
πῦρ λάθριον σύαγρος ἐκληρώσατο.  
  
Ὀδοὺς συάγρου λευκὸς ἐν μάχαις φέρει  
  
πῦρ κρυπτὸν ἐντὸς καὶ τιτρώσκει καὶ φλέγει.  

<!-- 3.380 -->Ἔμεν· ὑπάρχειν. μαλερήν· καυστικήν. ἐνιπήν· κίνησιν.

<!-- 3.381 -->Ἀριφραδές· φανερόν.

<!-- 3.382 -->Πολύς· πᾶς. ὄχλος· ἔνοχλος.

<!-- 3.383 -->Ποτὶ χθόνα· καὶ εἰς τὴν γῆν.

<!-- 3.384 -->Ἐπασσύτερον· πυκνῶς.

<!-- 3.386 -->Ἀσθμαίνοντος· φυσῶντος. ἐνιχρίμψειεν· βάλοιεν.

<!-- 3.387 -->Αἶψα· ταχέως. σφαιρηδόν· σφαίρασα παρὰ τὸ αἴραν, οἱονεὶ εἰς ὕψος πετομένη καὶ ἐξ αὐτῆς γίνεται τὸ ἐπίῤῥημα αὐτὴν ποι ὁ τύπος.

<!-- 3.390 -->Ἴχνια· τὰ σημεῖα. πυρσευθέντα· καυσθέντα. τέτανται· τετάνυσται.

<!-- 3.392 -->Ῥίγιον· φοβητόν, ἤγουν τι χειρότερον.

<!-- 3.394 -->Βαιόν· ὀλίγον. ὀλιζότερον· μικρότερον.

<!-- 3.395 -->Πέριξ· περὶ καὶ ἐξ αὖ τῆς προσθέσεως γίνεται ἐπίῤῥημα πέριξ ἀντὶ τοῦ κύκλωθεν.

<!-- 3.396 -->Αἰόλα· ποικίλα τῇ πονηρίᾳ.

<!-- 3.397 -->Ἀλλʼ ὅτε·

  
ὕστριξ ἄκοντας κλόνῳ χρῆται τρίχας,  
  
ὁποῖα Κῦρος τοξικῆς ἐμπείραμος·  
  
δύσμαχος ὕστριξ καὶ ὀϊστοὺς τὰς τρίχας  
  
καὶ ἐχθρὰς ἀφίησι τοῖς ἀντιμάχοις.  
σεύωσιν· κινῶσιν.

<!-- 3.399 -->Ἀκάχμενον· φθάσαντα.

<!-- 3.400 -->Μαλερόν· πυρόεν.

<!-- 3.402 -->Δηθάκις· ἢ συχνῶς.

<!-- 3.403 -->Δεδαηκότα· μεμαθηκότα.

<!-- 3.405 -->Τεκτῄναντο· κατεσκεύασαν.

<!-- 3.408 -->Εἵνεκα· καὶ διὰ τῆς.

<!-- 3.409 -->Νηπεδανοῖς· ἀσθενοῖσιν.

<!-- 3.410 -->Κέρδεσσι· δόλοις. διπλόα· τρίσδιπλον.

<!-- 3.412 -->Νειλῴους· ἐκ τοῦ Νείλου ποταμοῦ.

<!-- 3.413 -->Τρίστοιχα· τρίσδιπλον. πετάσσας· ἀνοίξας.

<!-- 3.414 -->Ἕρκος· τὸ τοῦ σώματος.

<!-- 3.417 -->Πιστώσηται· βάλῃ.

<!-- 3.418 -->Ἑλισθείς· κυλισθείς.

<!-- 3.419 -->Διαπτάμενος· περάσας.

<!-- 3.420 -->Τολμηρῇ· δυνατῇ.

<!-- 3.421 -->Βαρυαέος· τοῦ βαρέος. δειλός· φοβητός.

<!-- 3.422 -->Κακόν· τόσον μέγα κακόν· ὄνομά τί ἐστι μέρος λόγου πτωτικόν. ἀπροτίελπτον· ἀπελτασμένον.

<!-- 3.431 -->Χάδεν· ἐχώρησεν, ἔδωκεν.

<!-- 3.437 -->Κεφαληδόν· κινοῦσα. κορύμβοις· ἀπομέττι.

<!-- 3.438 -->Φολίδεσσιν· σκάρδᾳ.

<!-- 3.439 -->Ψολόεσσαν· πυρόεσσαν.

<!-- 3.440 -->Γυρώσας· περιστρεφούσης.

<!-- 3.442 -->Στυφελόν· δυνατόν.

<!-- 3.443 -->Ἐτώσια· μάταια.

<!-- 3.445 -->Ἐδράξατο· ἔλαβεν.

<!-- 3.446 -->Δαρδάπτει· δάκει.

<!-- 3.447 -->Ἀποφώλιον· σκουαρσονιάτον. ἀποφώλιον· ἐκπτύουσαν· σπουτάνδον.

<!-- 3.448 -->Πευκεδανόν· μέλας. ζαμενῆ· δυνατόν.

<!-- 3.452 -->Οἴξασα· περάσασα.

<!-- 3.457 -->Χατίζῃ· χρήσῃ.

<!-- 3.461 -->Λίγεια· γλυκεῖα.

<!-- 3.462 -->Μικτά·

  
τέρας φυσικὸν αἱ καμηλοπαρδάλεις  
  
καὶ θαῦμά πως συνῆλθον ἐν ταὐτῷ δύο.  

<!-- 3.468 -->Τιθασόν· ἥμερον.

<!-- 3.473 -->Πολλόν· καὶ κατὰ πολύ.

<!-- 3.476 -->Ἀβληχραί· οὐτιδαναί.

<!-- 3.478 -->Ἀρηρέδαται· κεκόλληνται.

<!-- 3.480 -->Ἐλάχεια· ἐλαχίστη.

<!-- 3.489 -->Ἀειδέα· ἄσχημον.

<!-- 3.490 -->Ὑπέρβιον· δυνατόν.

<!-- 3.492 -->Νωθῇσι· νωθροῖς.

<!-- 3.497 -->Βορήν· βοράν.

<!-- 3.501 -->Βάκτριον· ὄνομα ἐθνῶν ἢ θηρῶν.

<!-- 3.503 -->Κελύφεσσι· κουσκόρσε.

<!-- 3.504 -->Ἐρίδωρον· μεγάδωρον. ὀπώρην· καρπόν.

<!-- 3.509 -->Μιλτοπαρῄων·

<!-- 3.510 -->Ἐρίγληνοι· εὐόφθαλμοι. Χαροπόν· χαροπῶς.

<!-- 3.511 -->Οὔποτε γάρ·

  
οἶστρος λαγωοῖς μάχεται πρὸς τὴν ἄγρην  
  
καὶ μῆτις ἀντίβιος εἰς θήραν τόκος  
  
θηρητόρων· ἔπτηξεν ὁ πτὼξ τοὺς λύκους,  
  
ἀλλότριον τὸν ὕπνον ἐξευρημένον μένος.  
κανθόν· ὀφρύν.

<!-- 3.512 -->Ἀποβρίξαντες· βρίθοντες.

<!-- 3.514 -->Μέλονται· οἵ γε μέν.

<!-- 3.515 -->Ἱμείρουσι· φιλότητα.

<!-- 3.522 -->Θορόεν· σπορόεν.

<!-- 3.525 -->Ὠδῖσιν· ὀδύναισιν.

ΕΙΣ. ΤΟ Δʹ.

<!-- 4.3 -->Κρυεροί· φοβεροί. μόθοι· πόλεμοι. χαμεύναι· κοίται.

<!-- 4.4 -->Ἄπλετον· μέγα.

<!-- 4.6 -->Κέρδεα· στορξίαι δόλεα.

<!-- 4.7 -->Φραξαμένην· γράφεται φραζομένην. κραδίην κραδίου.

<!-- 4.8 -->Μάρναται· μάχεται. ἠΰ· μέγα.

<!-- 4.10 -->Πολυάρκεος· τῆς πολλὰς ἐχούσης ἄρκυς ἢ πολλὰ ἀρκούσης, ὅ ἐστι ῥωννύουσα, πολυδικτύου.

<!-- 4.11 -->Χαράδραις· φάραγξιν.

<!-- 4.12 -->Χωρήσειεν· δυνηθείη.

<!-- 4.13 -->Κατὰ μοῖραν· κατὰ τὸ εἰκός.

<!-- 4.18 -->Τά· ταῦτα.

<!-- 4.21 -->Θεά· Ἄρτεμις.

<!-- 4.24 -->Μακαριστός· εἴην.

<!-- 4.27 -->Ὁμαρτῆ· ὁμοῦ.

<!-- 4.35 -->Πίσυνος· θα πείθηνος.

<!-- 4.36 -->Λοίγιον· πολεμικὸν ἔχει.

<!-- 4.37 -->Ἰνέοιο μετῃόρου ἢ ἄκρομον.

<!-- 4.38 -->Ὑπέροπλον· δυνατόν.

<!-- 4.40 -->Προμήθειαι· ἀστορξίαι.

<!-- 4.43 -->Ποδάγραι· πάγαι.

<!-- 4.48 -->Λιβύεσσιν· ὄνομα.

<!-- 4.49 -->Ψελίοισι· ἱμάσιν.

<!-- 4.50 -->Λύγοισι· σάλισξι· λύγος

<!-- 4.51 -->Ἐπιβήτορες· ἀναβάται.

<!-- 4.52 -->Ἐλόωσιν· ἕπονται.

<!-- 4.53 -->Ἀρωγῶν· βοηθῶν.

<!-- 4.54 -->Ξυνόν· ἐγγύς.

<!-- 4.56 -->Οἰήϊα· ἐφόδια, κυβερνήσεις.

<!-- 4.58 -->Ἀκάτων· νηῶν. ἐπιβήτορες· ἀναβάται.

<!-- 4.59 -->Ὀχῆας· τοὺς οἴακας.

<!-- 4.61 -->Ὅπλα· λαίφη.

<!-- 4.62 -->Τραφερῇ· γῇ.

<!-- 4.64 -->Λινοστατέωσι· βάλλοντες τὰ δίκτυα. βοηλατέωσι. σιγῶσιν.

<!-- 4.67 -->Θαμήν θέσιν. πεπταμένοιο· τειναμένοιο.

<!-- 4.68 -->Φέβονται· ἢ φέρβονται.

<!-- 4.70 -->Ἐπαιγίζοντας· πνεύοντας. ἀήτας. ἀνέμους.

<!-- 4.74 -->Σαλαγεῦντος· πνεύοντος.

<!-- 4.79 -->Κιόντες· πορεύοντες.

<!-- 4.83 -->Ἧι· καὶ ὅπου.

<!-- 4.84 -->Λαρόν· ἡσύχως. ποταμηπόρος· ποταμός.

<!-- 4.87 -->Δειμάσθην· ἐδομήσαντο.

<!-- 4.91 -->Αἱμασιήν· φραγμόν. μυλάκεσσι· λίθοισιν.

<!-- 4.94 -->Ἰωή· φωνή.

<!-- 4.95 -->Ἴθυνε· ἐπορεύετο.

<!-- 4.98 -->Ὀρίνει· ἰνκάλξα.

<!-- 4.101 -->Ἀνωΐστοιο· ἀκατασκόπου. βερέθρου· βυθοῦ.

<!-- 4.102 -->Περιδινεῖται· περιστρέφεται. παλίσσυτος· παλέστροφος. ὀρούων· κινῶν.

<!-- 4.103 -->Ὁπποῖος· παραβολή. νύσσαν· περίδρομον.

<!-- 4.104 -->Ἡνιόχοιο· ἀναβάτου.

<!-- 4.105 -->Σκοπιῆς· φυλακῆς.

<!-- 4.106 -->Ὄρουσαν· κίνησαν.

<!-- 4.107 -->Καθιᾶσι· καταπέμπουσιν. τυκτά· σκευασμένα.

<!-- 4.108 -->Ὀπταλέον· κεκαυσμένον.

<!-- 4.109 -->Δοκεύμενος· νομίζων. ἀλύξειν· φυγεῖν.

<!-- 4.111 -->Πολυδίψιον· ξηράν.

<!-- 4.112 -->Ἐϋῤῥείταο· εὐρύτου. Εὐφρήταο· ὄνομα ποταμοῦ.

<!-- 4.113 -->Ἀρτύναντες· σκευάσαντες.

<!-- 4.114 -->Ποτὶ μῶλον· εἰς μάχην.

<!-- 4.115 -->Ἶφι· δυνατῶς.

<!-- 4.117 -->Τρείουσι· δειμαίνουσιν.

<!-- 4.118 -->Περιλαμπέα· λαμπρόν. κανθόν. μμα.

<!-- 4.120 -->Λίνοιο· δικτύου. ἕρκος· τεῖχος.

<!-- 4.121 -->Ἄρκυας· δίκτυα. ἐπιδειμάμενοι· σκευαζόμενος.

<!-- 4.122 -->Ἐπιπρονένευκε· γράφεται ἠνκλινάκα. κεραίη· αἰχμή.

<!-- 4.126 -->Γεγωνότος· λελαχηκότος.

<!-- 4.127 -->Εἰσαΐειν· ἀκούειν.

<!-- 4.129 -->Αὐσταλέους· πασσάλους.

<!-- 4.132 -->Δαιόμενον· καυστικόν.

<!-- 4.134 -->Ἔξοχα γάρ·

  
ὁ πῦρ δεδορκὼς θὴρ φοβεῖται πῦρ λέων,  
  
αὐγαῖς δὲ πυρὸς δοῦλος ἄναξ τηλίκος·  
  
τὸ πῦρ φοβεῖται καὶ δέδορκε καὶ τρέμει  
  
θηρῶν ἁπάντων κρατερώτατος λέων.  
  
ὁ τὴν πνοὴν πυρινὸν ἐκπνέων λέων  
  
τὴν τοῦ πυρὸς πρόσβλεψιν οὐδʼ ὅλως φέρει.  

<!-- 4.134bis -->Ἀσκαρδαμύκτοισιν· ἀνοιγομένοισιν.

<!-- 4.139 -->Πρίοντες· δακόντες.

<!-- 4.140 -->Ἰχθῦς· εἰς τούς.

<!-- 4.141 -->Ἀκάτοισι· ναυσίν.

<!-- 4.143 -->Ἔλλοπες· ἰχθύες.

<!-- 4.144 -->Ἐπιμύουσι· κλείουσιν.

<!-- 4.148 -->Ἀκάματος μέγα· μεγακάματος.

<!-- 4.149 -->Ἠνορέῃ πίσυνοι· λέγε πίσυνοι ἠνορέῃ.

<!-- 4.150 -->Λύγοισι· κούλλι σάλισξι.

<!-- 4.151 -->Βοείας· δέρματα.

<!-- 4.152 -->Ἀζαλέας· ξηράς.

<!-- 4.153 -->Ἄλκαρ· δύναμιν.

<!-- 4.154 -->Ἄωτα· δέρματα.

<!-- 4.159 -->Αἰθύσσοντες· ὁρμοῦντες.

<!-- 4.160 -->Ἀλίαστος· ἄπαυστος.

<!-- 4.163 -->Διοῖσι· ἀντὶ τοῦ Διός, καυστικοῖς.

<!-- 4.164 -->Γάγγαο· ὄνομα ποταμοῦ.

<!-- 4.165 -->Βαρυανθέα· πολυανθέα.

<!-- 4.169 -->Κυρτοῦται· σκορπίζεται.

<!-- 4.170 -->Δρίος· τόπος δρνίος. ἄσπετον· μεγάλως. χαράδραι· φάραγγες.

<!-- 4.172 -->Ἆσαι· χορτάσαι.

<!-- 4.174 -->Ἀστεμφεῖς· ἄτρεπτοι. ἐπαιγίζουσαν· χειμάζουσαν. ἐνιπήν· βλάβην.

<!-- 4.176 -->Ἐπιθύσσων· ὁρμῶν. κεραΐζει· κόπτει.

<!-- 4.178 -->Διαπρύσιον· φανερῶς. γεγωνώς· φωνήσας.

<!-- 4.181 -->Ὀρίνει· ἐρεθίζει. κελαινόν· ἄγριον.

<!-- 4.185 -->Ἀκωκαί· τριπήκτους.

<!-- 4.188 -->Ἀλόσχετος ἁλίσκεται.

<!-- 4.190 -->Στεφάνῃ· ἤγουν πλίγιος. μαλεροῖο· πολεμίου ἢ καυστικοῦ. μόθοιο· μάχης.

<!-- 4.194 -->Ὀκλάζει· ἐγκλίνεται.

<!-- 4.195 -->Τανυῤῥοίζοισι· μακραῖσιν.

<!-- 4.196 -->Ἀπειπάμενος· ἠββανδοινάνδουσιν.

<!-- 4.197 -->Βραβήϊα· τὰ στέφη.

<!-- 4.198 -->Ἀποσταλάει· ῥίπτει.

<!-- 4.199 -->Κανθόν· ὀφθαλμόν. ἐρείδων· πήξας.

<!-- 4.200 -->Ἐρεψάμενος· ῥιπτόμενος, δρυπτόμενος. κοτίνοισι· ὕλαισιν.

<!-- 4.202 -->Ἀσσυτέρῃσιν· πυκιναῖς, πυκινῇς. δαμασθείς· σφαζόμενος.

<!-- 4.203 -->Λελουμένος· ὑγρόμενος.

<!-- 4.204 -->Μεθυσφαλέων· μεθυσμένος. ἑτεροκλονέων· οἱ ὕστερον σείοντες.

<!-- 4.205 -->Ὑποκλαδόν· κλινῶς.

<!-- 4.206 -->Κεκαφηότα· πεπονηκότα.

<!-- 4.207 -->Ἐγκονέουσι· πολεμοῦσιν.

<!-- 4.210 -->Τάχος· γράφεται χάδον.

<!-- 4.211 -->Αἰνόν· ἄγριον.

<!-- 4.213 -->Θῶας· ζῶα.

<!-- 4.215 -->Κεραίην· κλάδον.

<!-- 4.216 -->Χιμάρου· αἰγός.

<!-- 4.217 -->Ἀλλὰ κυνός·

  
βληχῇ μὲν ἀρνὸς ἠπάτηται θὴρ λέων,  
  
κυνὸς δʼ ὑλακῇ θʼ ὑπὸ παρδάλων θύη.  
μήδεα· τὰ αἰδοῖα. ἱμάσθλαις· τελαμῶσιν.

<!-- 4.219 -->Ὠρυθμοῖς· ὑλάκεσιν.

<!-- 4.220 -->Ἰάνθη· εὐφράνθη.

<!-- 4.221 -->Ἰχθυβόλοι· ἀσπαλιῆες. κύρτου· τοῦ δικτύου. ἐστήσαντο· ἐποίησαν.

<!-- 4.222 -->Σαλαμίνιδι· σαλαμινίῳ.

<!-- 4.223 -->Κεστρῆα· κενὸς λῶρος. κεστρεύς· εἶδος ἰχθύος.

<!-- 4.224 -->Πλαταμῶνας· ὄνομα βοτανῶν. κύρτον· δίκτυον.

<!-- 4.225 -->Ἔλλοπας· ἰχθύας.

<!-- 4.228 -->Ὀϊσσαμένη· λογισαμένη.

<!-- 4.229 -->Βερέθρου· βυθοῦ.

<!-- 4.234 -->Βλοσσυραί· φοβεραί.

<!-- 4.235 -->Οἰνάδες· οἶνον φέροντες. ὠσχοφόροι· κλάδους φέροντες. τριετηρίδος· τριῶν ἐτῶν.

<!-- 4.237 -->Ἀγηνορίς· ὑπερηφάνη.

<!-- 4.239 -->Ἀτίτηλε· ἔτρεφεν.

<!-- 4.240 -->Κεῖνʼ· κεῖναι. ἀταρτηροῖσι· ὑψηλοῖσιν.

<!-- 4.241 -->Οὐρηδόν· φύλαξ.

<!-- 4.243 -->Ἐχιονίδην· ὄνομα τόπου.

<!-- 4.244 -->Εἰλαπίνῃ· συνπόσει.

<!-- 4.245 -->Νευροῖσι· δέρμασιν.

<!-- 4.246 -->Ἐννεπεῖ· ἀειδεῖ, ἄσκημος. τομυστίως χωριζόμενος.

<!-- 4.249 -->Ὄργια· ἑορταὶ τοῦ Βάκχου. κευθομένῃ· τῇ γυναικί.

<!-- 4.250 -->Δόνια ὄρχια. τελετῶν· ἑορτῶν.

<!-- 4.251 -->Ἀτερμοσύνην· ὁδόν.

<!-- 4.252 -->Ἔντυον· ἐπορεύοντο. βοιωτίδος· ὄνομα.

<!-- 4.253 -->Ἀνήμερος· χωρὶς ἀμπέλων. ἡ πρὶν ἐοῦσα· ἡ χέρσος.

<!-- 4.255 -->Χηλόν· κιβωτόν. ἄῤῥητον· θυίον.

<!-- 4.257 -->Ἠιόνας· λιμένας. κίχανον· ἔφθασαν.

<!-- 4.259 -->Γριφέας· ἀσπαλιεῖς.

<!-- 4.261 -->Ἐπήνθεε· ἤνθησεν. σέλματι· κόρυθι, σανίδι. μίλαξ· λίθος, ἄνθος.

<!-- 4.262 -->Σέλινος· σζερεφολίου. ἔρεπτεν· ἀπεκαλύπτει·

<!-- 4.263 -->Κυβίστεον· ἔπλεον.

<!-- 4.264 -->Πεπτηότες· φοβοῦντες.

<!-- 4.265 -->Κέασε· ἔπαυσεν·

<!-- 4.267 -->Ὕπατον· ὕστερον. ῥύῃσι· ῥεύμασιν.

<!-- 4.268 -->Ἄγραυλον· ἄγριον.

<!-- 4.271 -->Ταμίσῳ· κούλου, κουαλλίου.

<!-- 4.272 -->Ἀγανάς· λευκάς.

<!-- 4.274 -->Ἰνῴης· δυνατός. ἐκ χηλοῖο· γάλακτος, ὕψους ἐκ κιβωτοῦ.

<!-- 4.276 -->Εὐβοίῃσιν· ὄνομα. Ἀονίῃσι· ὄνομα.

<!-- 4.278 -->Προταμών· κόπτων. στυφελάς· δυνατάς. οὐτάζετο· ἐπλήξατο.

<!-- 4.279 -->Ἀνέβλυσαν· ἔκβαλον. ὠτειλάων· πληγῶν.

<!-- 4.280 -->Ἐδάϊζε· ἔσφαζεν. δορῇσι· λόγχαις, δόρυσιν.

<!-- 4.281 -->Μελεϊστί· μεριζομένως. τάμεν· ἔκοπτεν.

<!-- 4.282 -->Νεοστελέων· τῶν νεοστικτομένων.

<!-- 4.284 -->Θιάσοισιν· χορευταῖς. ἐμέμβλετο· ἐφρόντιζεν.

<!-- 4.289 -->Ἔδεεν· ἔδησεν.

<!-- 4.290 -->Ἀπείλεε· ἀπείλησεν.

<!-- 4.291 -->Τυρίου· ὄνομα.

<!-- 4.293 -->Αἰνομόροισι· μωροῖς. ἐβώστρεεν· ἐκέλευεν.

<!-- 4.294 -->Ἐλάεσκε· ἔκβαλεν.

<!-- 4.295 -->Βρόμιον· Βάκχον. Πενθηϊάδες· τοῦ Πενθῆος.

<!-- 4.298 -->Θιασώτισι· χορευτοῖς.

<!-- 4.299 -->Θύσθλα· θυσίας.

<!-- 4.300 -->Ἐστάλαεν· ἔῤῥιπτον.

<!-- 4.301 -->Ἀνηΰτησαν· ἐφώνησαν.

<!-- 4.302 -->Ἂν δʼ ἐλέλιξον· καὶ κίνηον.

<!-- 4.303 -->Ἀταρτηροῦ· ὠμῶς.

<!-- 4.304 -->Σκοπιῇσι· ὄρεσιν.

<!-- 4.305 -->Πενθῆα· ὄνομα ἀνθρώπου.

<!-- 4.306 -->Κορυσσομένας· ὡπλισμένας.

<!-- 4.308 -->Ἐνυάλιος· πολεμικός.

<!-- 4.309 -->Πενθέϊ· ὄνομα.

<!-- 4.310 -->Ἠιώρησεν· ἔγειρεν.

<!-- 4.313 -->Ὀπωρινοῖσιν· ἄνθεσιν.

<!-- 4.315 -->Δάσαντο· ἔσφαξαν.

<!-- 4.320 -->Θηροφόνος δέ τις·

  
εἰς ἔκστασιν ἤγαγεν οἶνος παρδάλεις  
  
καὶ θηραταῖς δέδειχε θήραμα μέθη.  

<!-- 4.322 -->Πίδακα· πηγήν.

<!-- 4.324 -->Ἀπροφάτως· νέως ἢ ἀφάτως. ἀνασταλάει· βλύζει ἢ στάζει.

<!-- 4.325 -->Κελαρύσμασι· κελάδοισιν.

<!-- 4.326 -->Δύνει· εἰσέρχεται.

<!-- 4.329 -->Ἀμφιφορῆας· ἀσκούς.

<!-- 4.330 -->Νηδυμίοιο· γλυκύος.

<!-- 4.331 -->Οἰνοπέδῃσι· βαγενίοισιν. φυτηκομίῃσι· ἀμπέλοις.

<!-- 4.332 -->Λαρόν· ἵλαον.

<!-- 4.334 -->Σισύρῃσιν· εἵμασιν.

<!-- 4.337 -->Ψαφαρή· λεῖα.

<!-- 4.338 -->Σειριόεντος· ὄνομα ἀστέρος.

<!-- 4.339 -->Ἀϋτμή· ὀδμή.

<!-- 4.340 -->Βρομιώτιδι· οἴνῳ. Μεταχανδόν· χυθεῖσαι.

<!-- 4.341 -->Λάπτουσι· πίνουσιν.

<!-- 4.342 -->Χοροιτυπέουσι· χόροισιν. νομῆαι· νομαὶ, ἀγέλαι τῶν πορδαλίων.

<!-- 4.344 -->Νευστάζουσι· κλίνουσιν.

<!-- 4.345 -->Κῶμα· μέθυ, ὕπνος. χαμάδις· κεχυμένως.

<!-- 4.346 -->Εἰλαπίνῃσιν· πανδαισίαις. ἀφυσσάμενοι· ἐρυσάμενοι.

<!-- 4.347 -->Χνοάοντες· δείξαντες. Ἰούλους· γένυας.

<!-- 4.354 -->Περιώσιον· πολύφημον.

<!-- 4.356 -->Τανύσκια· σκιόεντα.

<!-- 4.357 -->Ἴδριες· ἐπιστήμονες, ὄνομα ἐθνῶν.

<!-- 4.358 -->Μαστεύσαντʼ· ζητήσαντο.

<!-- 4.360 -->Ποδηγετέουσιν· τὰ ἴχνια ζητοῦσιν.

<!-- 4.361 -->Σχεδόθεν· ἐγγύς.

<!-- 4.364 -->Ἵκωνται· ἔρχωνται.

<!-- 4.367 -->Οἰκτρά· οἰκτρῶς.

<!-- 4.368 -->Ὡς δʼ ὅτε· παραβολή.

<!-- 4.369 -->Ἀλάληται· πορεύεται.

<!-- 4.370 -->Διζομένη· ζητουμένη.

<!-- 4.371 -->Νηδύμιον· γλυκύν. ἴον· ἄνθος τόδε.

<!-- 4.372 -->Ἰάνθη· ἐχάρη.

<!-- 4.373 -->Ἀναψαμένη· ἐγειρομένη.

<!-- 4.376 -->Θύνοντα· δραμόντα.

<!-- 4.377 -->Παλίνορσος· ὄπισθε. ὅμιλον· ἤγουν εἰς.

<!-- 4.378 -->Διεπέφραδε· φανέρωσεν.

<!-- 4.380 -->Ἐπειγόμενοι· πορευόμενοι. στήσαντο· ἔπηξαν.

<!-- 4.382 -->Κεραιαῖς· ἄκροισιν.

<!-- 4.383 -->Μειλινέοισι· πευκίοις. πάγοισιν· παγίδεσιν.

<!-- 4.384 -->Κεράων· ἄκρων.

<!-- 4.386 -->Γε μέν· γέμον.

<!-- 4.389 -->Ἄνθεα ταινιῶν· αἰετάνια, γαϊτάνια. ταινιῶν· στεφάνων.

<!-- 4.390 -->Πτίλα· πτερά.

<!-- 4.391 -->Οἰωνῶν· ὀρνίθων. ταρσά· πόδες.

<!-- 4.393 -->Ῥωγάσιν· ταῖς κλίμαξιν. ἐστήσαντο· ἐποίησαν·

<!-- 4.394 -->Πετάλοισι· κλάδοις. μέλαθρα· τὰς τοῦ λόχου καταδύσεις.

<!-- 4.395 -->Πίσυρας· τέσσαρας.

<!-- 4.396 -->Ὁρπήκεσσι· κλάδοις.

<!-- 4.397 -->Ἐπαρτέα· σκευασμένα.

<!-- 4.398 -->Πελώριον· μεγάλως.

<!-- 4.399 -->Λέληκε· ἐφώνησεν. ἄκουσα· οὐκ ἐθέλουσα.

<!-- 4.405 -->Κλαγγηδόν· κλαγγήν. ὀφρύα· στέφη ἢ ἄνθεα.

<!-- 4.406 -->Ἀνιγρή· λυπηρά. ἀνιηρή· δυσχεραίνουσα.

<!-- 4.407 -->Πεφόρηται· πορεύεται.

<!-- 4.409 -->Ἀήτεω· ἀνέμῳ, ἀνέμου ἀττικῶς.

<!-- 4.410 -->Ταινίαι· στέφανοι.

<!-- 4.411 -->Λιγέαι· γλυκέες. συρίζουσιν· λαλοῦσιν.

<!-- 4.416 -->Νήησαν· ἔπλεκτον.

<!-- 4.417 -->Ἀργαλέως· ἀργαλέαις.

<!-- 4.419 -->Ἀΐστωσαν· ἐφόνευσαν. θήρην· θήρῃ.

<!-- 4.425 -->Ἀνάντεος· ὑψηλοῦ. πάγοιο· ὄρους.

<!-- 4.427 -->Κάταντα· κάτω.

<!-- 4.429 -->Πρὸς λόφον· πρὸς ὄρος.

<!-- 4.430 -->Ὀλιζότεροι· κολοβοί.

<!-- 4.431 -->Κολῶναι· τὰ ὕψη.

<!-- 4.434 -->Γεωμορίῃσι· ἠροτριαμέναις ἐν χώραις, ἀλλαρατίσζε ἢ ἀρούραις.

<!-- 4.438 -->Κρηπῖδα· ταρσά.

<!-- 4.439 -->Ἕλῃς· ἀκολουθεῖς.

<!-- 4.441 -->Ὑποσταίη· πνεύσῃ. λαγόνων· δελιλούμμι.

<!-- 4.442 -->Περίαλλα· περισσοτέρως.

<!-- 4.443 -->Κύστιδα· λαβουσσίκα.

<!-- 4.444 -->Ὀκλάζουσι· κλίνουσιν.

<!-- 4.445 -->Πολυσφαράγγων· πολυπνείων.

<!-- 4.446 -->Λαιψηρότεροι· κουφότεροι.

<!-- 4.447 -->Ἔργμοσι· ἔργμασιν.

<!-- 4.449 -->Δεινή· σοφή.

<!-- 4.450 -->Ἅμματα· δέσματα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xse-ab`.
