---
title: "Scholia on Aeschines: On the False Embassy"
author: Scholia on Aeschines
eul_wid: ybk-aab
eul_aid: ybk
canonical: "https://eulogikon.org/works/scholia-aeschines-on-the-embassy-ybk-aab"
lang: grc
content_hash: "sha256:057f0e3c12cd36258001ccbd443a12ad86977d2e5f82da2cd9bf3dc13dd9aaec"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Aeschines: On the False Embassy

**Author:** Scholia on Aeschines

**eul_wid:** `ybk-aab` · [HTML page](https://eulogikon.org/works/scholia-aeschines-on-the-embassy-ybk-aab)

## Text

ΠΕΡΙ ΤΗΣ ΠΑΡΑΠΡΕΣΒΕΙΑΣ

<!-- 2.1 -->τὰς τέχνας τὰ μετʼ αὐξήσεως εἰρημένα συκοφαντήματα.

<!-- 2.2 -->ταῦτʼ εἶπεν τοῦτο λέγει, ὅτι συνειδὼς ἑαυτῷ ψευδομένῳ οὐ δύναται ὀργίζεσθαι· τότε γάρ τις ὀργίζεται, ὅταν αἰσθάνηται τὴν ἀληθῆ ἀδικίαν.

οὐδεὶς γὰρ ἀντὶ τοῦ οὔτε οἱ τἀληθῆ λέγοντες οὔτε οἱ τὰ ψευδῆ. ἴσασι γὰρ εἴτε ἀληθῆ εἴτε ψευδῆ λέγουσιν, ὅτι οὐδὲν αὐτοῖς ἐντεῦθεν ὄφελος.

<!-- 2.3 -->οὕτω ὥστε δικαιοπραγεῖν καὶ μὴ συκοφαντεῖν.

τὴν ὑμετέραν ὀργὴν εἰς ὀργὴν ὑμᾶς μόνον κινῆσαι θέλει.

ἀπίθανος ὢν οὐ πιστὸς ὤν, μὴ δυνάμενος πεῖσαι. τοὐναντίον δὲ βούλεται λέγειν, ὅτι γνώριμος ὢν ἐπὶ τῇ αἰτίᾳ ταύτῃ καὶ ὁμολογουμένως δωροδόκος. ἢ οὕτως· ἀπιθάνως τοιαύτην ὑποψίαν ἐμοὶ ἐπιφέρων.

<!-- 2.4 -->ψυχαγωγηθέντες ἀντὶ τοῦ ἀπατηθέντες ὑπὸ τῆς ἡδονῆς. τουτέστι τῇ τῶν λόγων αὐτοῦ ἡδονῇ παραπεισθέντες.

ἀντιθέτοις τοῖς ἐξ ἀντικειμένων λεγομένοις. ἀντίθετα γὰρ λέγουσι τὰ ἐν περιόδῳ διπλῇ ἐξ ἀντικειμένων, οἷον «τοὺς φίλους μὲν λυπῶν, τοὺς δʼ ἐχθροὺς εὐεργετῶν.» ἔστι γὰρ τοῦτο δίκωλον ἀντικείμενον. ἡδονὴν δʼ ἔχει τὸ ἀντίθετον σχῆμα, οἷον ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων.

<!-- 2.5 -->ὑμᾶς μὲν οὖν τοῦτο τινὲς τρίτον προοίμιον. ἔστι δὲ τοῦ δευτέρου συμπέρασμα.

διαφερόντως ἀντὶ τοῦ πάνυ καὶ καθʼ ὑπερβολήν.

ἀνόσιον τὸν ἃ μὴ ἐπιτέτραπται ποιοῦντα· ὅσιον γὰρ τὸ ἐκ τῶν νόμων ἐπιτετραμμένον.

<!-- 2.6 -->παράδοξος ταύτην οἱ περὶ Μαρκελλῖνον προκατασκευήν φασιν· ἔστι δὲ τρίτον προοίμιον.

ἐπηρώτα ταῦτά φησιν εἰρηκέναι Δημοσθένην, ἃ οὐκ ἀπαιτητέον ἐκ τοῦ λόγου τοῦ Δημοσθενικοῦ· πολλὰ γὰρ εἰκὸς εἰπεῖν αὐτὸν ἐν τῷ ἀγῶνι καὶ παραλιπεῖν ἐν τῷ λόγῳ, δοκιμάσαντα ὡς περιττά.

ἀπογνῶναι οἷον μὴ καταψηφίσασθαι· ἀπὸ κοινοῦ δὲ τὸ εἰ οἷόν τε.

ἐγὼ δʼ ἡ λύσις· ἔστι δὲ τὸ σχῆμα περιτροπή.

ἀπογνοὺς ὁ μὴ καταψηφιζόμενος ἑαυτοῦ ἀδικίαν, ἀλλʼ ἀπολύων τῷ μὴ συνειδέναι ἑαυτῷ ἀδικοῦντι.

<!-- 2.8 -->Εὐβούλου οὗτος δημαγωγὸς ἔνδοξος κατὰ τοὺς περὶ Δημοσθένην γεγονὼς χρόνους, οὗ ἀποθανόντος Ὑπερείδης περὶ τῶν τιμῶν λόγον ἔγραψε. λεγομένου δὲ τοῦ λόγου τούτου ἐπὶ τέλει ὁ Αἰσχίνης αὐτὸν συνδικεῖν αὑτῷ παρακαλεῖ.

<!-- 2.9 -->ἀτιμάζει ἀντὶ τοῦ εὐτελίζει.

ὅπου ἂν τύχῃ ἀντὶ τοῦ ἐν οἱῳδήποτε μέρει τοῦ λόγου.

<!-- 2.10 -->ἐνεχείρησε δʼ ὅτι ἐπὶ τῶν διαιτητῶν εἶπε τοῦτο ὁ Δημοσθένης, οὐκέτι μέντοι καὶ ἐν τῷ δικαστηρίῳ διὰ τὸ ἀπίθανον. ἐξῆν γάρ τινα παραιτήσασθαι ῥήματα ῥηθέντα παρὰ τοῖς διαιτηταῖς, πλὴν τῶν ἐγγράφων καὶ ἐμβληθέντων ἐν τοῖς ἐχίνοις.

ἱερείας περὶ τὴν γραφὴν ἡμάρτηται· δεῖ γὰρ γεγράφθαι Ἱμεραίας. Τίμαιος γὰρ ἐν τῇ ἕκτῃ ἱστορεῖ γυναῖκά τινα τὸ γένος Ἱμεραίαν ἰδεῖν ὄναρ ἀνιοῦσαν αὑτὴν εἰς τὸν οὐρανὸν καὶ πρός τινος ἄγεσθαι θεασομένην τὰς τῶν θεῶν οἰκήσεις. ἔνθα ἰδεῖν καὶ τὸν Δία καθεζόμενον ἐπὶ θρόνου, ἐφʼ ᾧ ἐδέδετο πυρρός τις ἄνθρωπος καὶ μέγας ἁλύσει καὶ κλοιῷ· ἐρέσθαι οὖν τὸν περιάγοντα ὅστις ἔστιν, αὐτὸν δὲ εἰπεῖν, ἀλάστωρ ἐστὶ τῆς Σικελίας καὶ Ἰταλίας, καὶ ἐάνπερ ἀφεθῇ, τὰς χώρας διαφθερεῖ. περιαναστᾶσαν δὲ χρόνῳ ὕστερον ὑπαντῆσαι Διονυσίῳ τῷ τυράννῳ μετὰ τῶν δορυφόρων, ἰδοῦσαν δὲ ἀνακραγεῖν ὡς οὗτος εἴη ὁ τότε ἀλάστωρ δειχθείς, καὶ ἅμα ταῦτα λέγουσαν περιπεσεῖν εἰς τὸ ἔδαφος ἐκλυθεῖσαν· μετὰ δὲ τρίμηνον οὐκέτι ὀφθῆναι τὴν γυναῖκα, ὑπὸ Διονυσίου διαφθαρεῖσαν λάθρα. οὗτος ἱέρειάν φησιν εἶναι τὴν γυναῖκα, μηδενὸς τοῦτο ἱστορήσαντος.

<!-- 2.11 -->τερατείαν οἱονεὶ ψευδολογίαν, καθὸ καὶ τὰ τέρατα γινόμενα ψεύδεται τὴν φύσιν.

ᾗ δʼ δύο ἐστὶ μέρη τοῦ λόγου, σημαίνοντα καθʼ ὃν δὴ τρόπον.

<!-- 2.12 -->σπονδαῖς οἱ καταγγελεῖς τῶν ἀγώνων καλοῦνται σπονδοφόροι καὶ ὁ χρόνος ἐκεῖνος, καθʼ ὃν ἄγονται οἱ ἀγῶνες, σπονδαί, διὰ τὸ τοῖς θεοῖς τότε γίνεσθαι σπονδὰς ὑπὲρ τῆς Ἑλλάδος. τὸ οὖν ἐν ταῖς σπονδαῖς ταῖς Ὀλυμπιακαῖς ἐν τῷ χρόνῳ ᾧ τὰ Ὀλύμπια ἦγον. Ἄλλως. ἐν γὰρ ταῖς ἐπισήμοις ἑορταῖς ἐσπένδοντο οἱ Ἕλληνες πρὸς οἱονδήποτε εἶχον πόλεμον εἰς τὸν χρόνον τῆς ἑορτῆς.

<!-- 2.14 -->ἐπιγραψάμενοι ἀντὶ τοῦ προγράψαντες καὶ ὑποβαλόντες, ἵνα αὐτὸς κατηγορήσῃ.

ἀπολογούμενος ὁ Λυκῖνος δηλονότι.

<!-- 2.15 -->ἱκετηρίαν ἱκετηρία μέν ἐστιν ἡ ὑπέρ του γινομένη δέησις, ἱκετηρία δὲ οὕτως ἐγίνετο· ῥάβδον θαλλῷ ἐλαίας στέψας καθῆστο κατέχων εἰς τὸν Ἐλέου βωμόν, μέχρις οὗ τινος ἔτυχε τῶν δικαίων.

Ἀριστόδημον οὗτος ἐπεκαλεῖτο μὲν Στεμφύλιος, Μεταποντῖνος δʼ ἦν τὸ γένος, καὶ ἐνίκα δὶς ἐπὶ Ληναίων· διὰ τὴν γνῶσιν δὲ ἤτοι γνώμην ἢ διάνοιαν, ὡς ὄντος ἀγαθοῦ.

τὴν φιλανθρωπίαν τὴν φιλίαν.

<!-- 2.16 -->ἀλλʼ ἔφθασεν ἡ σύνταξίς ἐστιν· ἀλλʼ ἔφθασεν αὐτὸν Ἰατροκλῆς ἐλθὼν ἐκ Μακεδονίας, ὃς αἰχμάλωτος γενόμενος ἀφείθη ὑπὸ Φιλίππου ἄνευ λύτρων.

<!-- 2.17 -->τὴν βουλὴν τῶν πεντακοσίων.

<!-- 2.19 -->εἰς τὰ πράγματα εἰς τὸ γενέσθαι εἰρήνην δηλονότι.

οἵτινες—παραιτήσονται οἱονεὶ συγγνώμην αἰτήσονται. οἷον ὑπὲρ τοῦ χάριν αὐτῷ ὁμολογῆσαι τὸν δῆμον διὰ τὸ ἀγγεῖλαι τὴν εἰρήνην.

τὴν ἐκμαρτυρίαν μαρτυρία μέν ἐστιν ὅταν τινὲς μαρτυρήσωσι παρόντι τινὶ, ἐκμαρτυρία δὲ ὅταν περὶ ἀπόντος τινὸς καὶ ἀποδήμου ὑπάρχοντος, λέγοντες ὅτι μαρτυροῦμεν ὅτι, ὅτε παρῆν, ἔλεγε τόδε. καὶ λοιπὸν, εἰ ἐπανελθὼν ἐκεῖνος εἶπεν ὅτι οὐδὲν εἶπον, ἐκρίνοντο οὗτοι συκοφάνται. θέλει δʼ εἰπεῖν ὅτι ἀρραβῶνας ἦν δεξάμενος ὁ Ἀριστόδημος ἀπό τινων πόλεων πρὸς τὸ ἀγωνίσασθαι ἐν αὐταῖς. ἦν γὰρ τραγῳδός, καὶ ἔδει αὐτὸν ἢ ἀγωνίσασθαι ἢ διπλοῦν τὸν ἀρραβῶνα καταβαλεῖν. ἔδει οὖν πρέσβεων τῶν πεισόντων τὰς πόλεις μὴ διπλοῦν τὸν ἀρραβῶνα κομίσασθαι, ἀλλʼ ἁπλοῦν. ἐκμαρτυρία ἐστὶν ὅταν μὴ εἰδὼς αὐτὸς μαρτυρῇ, ἀλλὰ φάσκῃ ἀκηκοέναι. Ἄλλως. ἡ τοῦ μὴ παρόντος μαρτυρία καλεῖται ἐκμαρτυρία, οἷον τοῦ ἔξω ὄντος μαρτυρία. τῶν ἀποδημούντων γὰρ καὶ τῶν μὴ δυναμένων ἐλθεῖν εἰς τὸ δικαστήριον καὶ τὰς τῶν τετελευτηκότων μαρτυρίας ἐκ γραμματείων ἀνεγίνωσκον, αἳ ἐκαλοῦντο ἐκμαρτυρίαι.

καὶ τίς ὁ τὰς δωρεὰς ὑπέσχετο γάρ, εἰ μὲν αἱ πόλεις συγχωροῖεν τὰς ζημίας Ἀριστοδήμῳ, ὀρθῶς ἔχειν, εἰ δὲ μὴ συγχωροῖεν, τὸν δῆμον πείσειν δωρεὰς αὐτῷ δοῦναι ἃ καταβάλοι ἀλλαχόθι.

<!-- 2.20 -->ἡ—ἔνστασις ἀντὶ τοῦ ἡ ἀρχὴ τῆς εἰρήνης καὶ ὥσπερ κρηπίς.

<!-- 2.21 -->ὁλοσχοίνῳ τὸ ὁλόσχοινον φυτόν ἐστιν, ᾧ χρῶνται ἀντὶ βελόνης. ἄβροχον δὲ εἶπεν· εἰώθασι γὰρ βρέχεσθαι ὕδατι, ἵνα μαλακὰ γενόμενα εὔθετα γένωνται εἰς τὴν τῶν ἔργων πλοκήν. Ἄλλως. οἱ μὲν λέγουσιν ἁπλῶς σχοίνῳ· φασὶ δὲ ὡς οἱ Ἀττικοὶ ὁλόσχοινον αὐτὸ καλοῦσιν· οἱ δέ φασιν ὅτι εἶδός ἐστι φυτοῦ ἱμαντώδους, ὡς περὶ τῶν λύγων λέγει ὁ ποιητής ἀβρόχῳ δὲ λέγει οἱονεὶ ξηρῷ. ἵνα διὰ τῶν σιάλων τοῦ στόματος φυσηθὲν ὀδύνην δῆθεν ποιήσῃ τῷ στόματι ἐν τῷ ἐρράφθαι.

Λεωσθένην ὁ Λεωσθένης Ἀθηναῖος. οὗτος ἐφυγαδεύθη Ἀθήνηθεν ὡς φιλιππίζων· καὶ ἦν παρὰ Φιλίππῳ ἐς τὰ μάλιστα τιμώμενος, ἀνὴρ εἰπεῖν δυνατός. οὗτος στρατηγὸς Ἀθηναίων καὶ δόξας ἁμαρτεῖν εἰς τὸν περὶ Ἀμφιπόλεως πόλεμον ἐφυγάδευεν. ὕστερον δὲ κατελθὼν ἐστρατήγησεν ἐν τῷ Λαμιακῷ πολέμῳ καὶ ἀπέθανε τρωθείς.

<!-- 2.22 -->συνετάξαμεν ἀντὶ τοῦ συνεταξάμεθα.

ὡς ἔφη προοικονομούμενος, ὡς οἶμαι, τὰ τῶν ἄλλων πάντων νοήματα ἀπανθίσειν· ἢ ἵνα πάντες αὐτὸν περιμένωσι καυχητικῶντα καὶ ἀπειλούμενον.

οὐδʼ ἐγγενὴς ἐπειδὴ διεβάλλετο ὡς πρὸς μητρὸς Σκύθης ὤν. ἀστὸς ἐξ ἀστῆς.

<!-- 2.23 -->οὐδὲν ἄπρατον διεβάλλετο γὰρ ὡς ἡταιρηκὼς καὶ μισθοῦ λόγους γράφων καὶ δωροδοκῶν.

<!-- 2.26 -->ὑπήρξατε ἀντὶ τοῦ προκατήρξασθε τῆς πρὸς ἐκεῖνον εὐνοίας καὶ εὐεργεσίας.

Ἀμύντᾳ ἐκβληθέντα γάρ ποτε τὸν Ἀμύνταν ἐκ τῆς βασιλείας ὑπὸ Θετταλῶν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι κατήνεγκαν πάλιν ἐπὶ τὴν βασιλείαν. Θετταλοῖς γὰρ πολεμήσας καὶ μέλλων ἐκπίπτειν τῆς ἀρχῆς ἐδεήθη Ἀθηναίων· καὶ τυχὼν κατέσχε πάλιν τὴν χώραν.

τῷ Φιλίππου πατρὶ Ἀμύντᾳ τῷ Φιλίππου πατρὶ υἱοὶ ἐγένοντο τρεῖς ἐξ Εὐρυδίκης, Ἀλέξανδρος, Περδίκκας καὶ Φίλιππος, ὃς καὶ ἐβασίλευσεν. Παυσανίας δὲ συγγενὴς τῶν περὶ Φίλιππον· ἐφυγαδεύθη οὑτοσί.

Ἀλεξάνδρου τοῦτον ἔκτανε Πτολεμαῖος.

<!-- 2.27 -->Παυσανίου οὗτος ἦν τοῦ βασιλικοῦ γένους καὶ περὶ τῆς ἀρχῆς ἠμφισβήτει.

τῷ καιρῷ ἀντὶ τοῦ τῇ εὐκαιρίᾳ θαρροῦντος, καθὸ κατὰ νέων ἐπεχείρει τὴν ἡλικίαν κατὰ τῶν περὶ Φίλιππον.

Ἀνθεμοῦντα—Στρέψαν ταῦτα Μακεδονίας χωρία ὀχυρά.

αὐτῶν ἐχόντων τὴν πόλιν ἀντὶ τοῦ αὐτονομουμένων.

<!-- 2.28 -->ἐνταῦθʼ—μετεπέμψατο ὡς ἐπὶ τὴν Μακεδονίαν ἀπὸ τῆς Θρᾴκης.

<!-- 2.29 -->Πτολεμαίου οὗτος ἦν ὁ ἐπικαλούμενος Ἀλωρίτης, ὃς ἀνελὼν Ἀλέξανδρον τὸν Ἀμύντου, συλλαβομένης αὐτῷ πρὸς τοῦτο Εὐρυδίκης τῆς μητρὸς Ἀλεξάνδρου, καὶ γήμας τὴν Εὐρυδίκην καὶ ἐπιτροπεύσας Περδίκκου καὶ Φιλίππου παίδων ὄντων ἐβασίλευσεν ἔτη εʹ, καὶ ἀποθνήσκει ἀναιρεθείς, Περδίκκου αὐτοῦ τὴν ἐπιβουλὴν συστήσαντος.

ὃς ἦν ἐπίτροπος τῶν περὶ Φίλιππον ἔτι μικρῶν ὄντων.

<!-- 2.30 -->ἀνοχὰς ἀνοχαί εἰσιν αἱ πρὸς ὀλίγον χρόνον ὑπερθέσεις τοῦ πολέμου, ἃς καλεῖ ὁ Θουκυδίδης ἀνακωχάς, παρὰ τὸ ἀνέχειν καὶ τέως ἀναβάλλεσθαι. ἀνοχὰς οὖν τὴν ἀναβολὴν τοῦ πολέμου πρὸς ὀλίγον χρόνον. οὐκ εἶπε ποίας. ἐπλάττετο γὰρ δῆθεν.

ἐκδοχὴν οἱονεὶ διαδοχήν· διεδέξατο γὰρ τὸν ἀδελφὸν εἰς τὸν πρὸς ἡμᾶς πόλεμον τὸν ὑπὲρ Ἀμφιπόλεως.

<!-- 2.31 -->τὰ ψηφίσματα ὅτι οἱ μὲν πρόγονοι αὐτοῦ ἀεὶ ἔγραφον πολεμεῖν, ἡμεῖς δʼ ἀντεγράφομεν αὐτοῖς εἰρηνικά.

Ἐννέα ὁδῶν ἠτύχησαν Ἀθηναῖοι ἐννάκις περὶ τὰς Ἐννέα καλουμένας ὁδούς, ὅς ἐστι τόπος τῆς Θρᾴκης, ἡ νῦν καλουμένη Χερρόνησος. ἠτύχησαν δὲ διὰ τὰς Φυλλίδος ἀράς, ἣ Δημοφῶντος ἐρασθεῖσα καὶ προσδοκῶσα αὐτὸν ἐπανήξειν ἀποτελέσοντα τὰς πρὸς αὑτὴν συνθήκας καὶ ἐννάκις ἐπὶ τὸν τόπον ἐλθοῦσα, ὡς οὐχ ἧκε, κατηράσατο τοῖς Ἀθηναίοις τοσαυτάκις ἀτυχῆσαι περὶ τὸν τόπον. τὰ δὲ ἀτυχήματα ἐγένοντο τάδε· τὸ πρῶτον μὲν Λυσιστράτου καὶ Λυκούργου καὶ Κρατίνου στρατευόντων ἐπʼ Ἠϊόνα τὴν ἐπὶ Στρύμονι διεφθάρησαν ὑπὸ Θρᾳκῶν, εἰληφότες Ἠϊόνα, ἐπὶ ἄρχοντος Ἀθήνησι Φαίδωνος· δεύτερον οἱ μετὰ Λεάγρου κληροῦχοι. ἐπὶ Λυσικράτους· τρίτον οἱ μετʼ Εὐκλέους καὶ Θουκυδίδου· τέταρτον οἱ μετὰ Κλέωνος, ἐπὶ ἄρχοντος Ἀλκαίου· πέμπτον οἱ ἐνοικοῦντες Ἠϊόνα Ἀθηναῖοι ἐξηλάθησαν· ἕκτον οἱ μετὰ Σιμίχου στρατηγοῦντος διεφθάρησαν· ἕβδομον, ὅτε Πρωτόμαχος ἀπέτυχεν, Ἀμφιπολιτῶν αὑτοὺς παραδόντων τοῖς ὁμόροις Θρᾳξίν· ὄγδοον ἐκπεμφθεὶς ὑπὸ Τιμοθέου Ἀλκίμαχος ἀπέτυχεν, αὐτοῦ παραδόντος αὑτὸν Θρᾳξίν, ἐπὶ Τιμοκράτους Ἀθήνησιν ἄρχοντος· ἔνατον Τιμόθεος ἐπιστρατεύσας ἡττήθη ἐπὶ Καλλιμήδους ἄρχοντος. τὰς δὲ Ἐννέα ὁδοὺς Ἅγνων συνοικίσας Ἀθηναῖος ἐκάλεσεν Ἀμφίπολιν, ἐπὶ ἄρχοντος Ἀθήνησιν Εὐθυμένους. τὴν δὲ Φυλλίδα οἱ μὲν Φυλληΐδα, οἱ δὲ Κίασαν ὀνομάζουσι, καὶ τὸν πατέρα αὐτῆς οἱ μὲν Φίλανδρον, οἱ δὲ Κίασον, οἱ δὲ Θῆλον, Δημοφῶντι δὲ ἐκ Φυλλίδος Ἀμφίπολιν καὶ Ἀκάμαντα υἱόν φασι γενέσθαι.

Θησέως παίδων Θησέως παῖδες Δημοφῶν καὶ Ἀκάμας. τούτων Δημοφῶντι λέγεται δοθῆναι προῖκα τὰς Ἐννέα ὁδοὺς οὕτω καλουμένας· οὗτος δὲ παρὰ τὴν ἱστορίαν Ἀκάμαντί φησι δοθῆναι, οὐ Δημοφῶντι.

ἐν τοῖς ἀρχαίοις μύθοις οὐχ ὡς μύθου ὄντος τοῦ περὶ τὴν Φυλλίδα γάμου, ἀλλʼ ὡς παλαιοῦ πάνυ, οὕτως εἶπεν.

<!-- 2.32 -->συμμαχίας οἱονεὶ συλλόγου καὶ κοινοῦ συνεδρίου.

εἰ μὲν πρὸς ἡμᾶς πολεμήσας τὸ σχῆμα περιτροπή.

<!-- 2.33 -->ἀπέστη παρεχώρησε.

<!-- 2.34 -->σκοτεινὸν ἢ ἀσαφὲς ἢ οὐδεμιᾶς λαμπρότητος ἐχόμενον καὶ οὐκ ἄξιον τῆς ἡγεμονίας τῆς πόλεως, ἀλλὰ ταπεινοῦ φρονήματος. τεθνηκὸς δὲ οὐδὲν ἔχον φανερόν, ἀλλʼ ἀφανές, ἐκ μεταφορᾶς τῶν τεθνηκότων. σκοτεινὸν μὲν ἀσαφές, τεθνηκὸς δὲ δειλίᾳ ἀντὶ τοῦ ταπεινόν.

τελευτῶν τὸν λόγον.

μικρὸν—τῶν πραγμάτων οὐκ ἀρξάμενος ἀπὸ τῶν κυρίων πραγμάτων.

<!-- 2.35 -->τι πεπονθέναι οἱονεὶ συρίττειν ἢ τοιοῦτό τι πάσχειν. λεληθότως δὲ διασύρει τὴν δημοκρατίαν, ὡς ἐν αὐτῇ τὰ τοιαῦτα πολιτεύεται.

τῶν γεγραμμένων οἱ γὰρ μὴ δυνάμενοι ἀπὸ μνήμης εἰπεῖν γράφουσι πολλάκις ἃ μέλλουσι λέγειν. ἢ οὖν ὡς σκηπτόμενον αὐτὸν λέγει, ἢ ἐπειδὴ ἔγραφεν ἐν ὑπομνηστικῷ περὶ τίνος καὶ τί δεήσει λέγειν.

διεσφάλη γρ. παρεσφάλη, ἐπελάθετο.

<!-- 2.38 -->τοῦτο δὲ ἦν ἄρα ἀγχόνὴ ἀγχονή ἐπὶ αὐτοῦ τοῦ πάθους ὀξύνεται, ἐπὶ δὲ τοῦ βρόχου παροξύνεται.

<!-- 2.39 -->κατέστρεψεν—λόγους εἶπε γὰρ ποιῆσαι εἰρήνην.

<!-- 2.40 -->ἀφορμώντων ἀντὶ τοῦ ἀναχωρούντων. παρατήρησαι δὲ ὅτι καὶ ἐπὶ τῆς κατὰ γῆν ὁδοῦ εἴρηται ἡ λέξις.

παραδόξως οἱονεὶ παρὰ τὴν φύσιν τὴν ἑαυτοῦ, καθὸ ὠμός ἐστι φύσει καὶ ἀγνοεῖ τὸ φιλάνθρωπον.

κέρκωψ ζῶα ἦσαν ὠμὰ καὶ πανοῦργα οἱ κέρκωπες, οὓς δή φασι μεταβεβληκέναι εἰς πιθήκους. οἱ κέρκωπες γένος τι ὑπῆρχον λῃστῶν καὶ πανούργων περὶ τὴν Λιγύην, οὓς ἐτιμωρήσατο Ἡρακλῆς διὰ τὴν κλοπὴν τῶν βοῶν τοῦ Γηρύονος. ἦσαν δὲ ἀδελφοὶ δύο. τινὲς δὲ ἐξηγοῦνται τοὺς κέρκωπας εἶδος πιθήκων πανούργων.

παιπάλημα παίπαλα τοὺς τραχεῖς τόπους καλοῦσιν. τὸν οὖν μὴ εὐγενῆ μηδʼ ἁπλοῦν οὕτω προσαγορεύουσιν. Ἄλλως. τοὺς μὴ εὐθεῖς ταῖς γνώμαις, ἀλλὰ πλαγίους καὶ ποικίλους οὕτως ἐκάλουν. μετῆκται δὲ ἀπὸ τῶν ὁδῶν· τὰς γὰρ μὴ εὐθείας, ἀλλὰ πολλὰς ἐχούσας ἐκτροπὰς παιπάλους ἐκάλουν. Ἄλλως. οἷον περίτριμμα ἀγορᾶς, τὸ λεγόμενον ἀεὶ ἐν τῇ συνηθείᾳ ὡς περὶ πανούργου τινός. κυρίως δὲ παιπάλημα λέγεται τὸ λεπτότατον τρίμμα τοῦ ἀλεύρου. παλίμβολον δὲ οἱονεὶ εὐμετάβλητον, παρὰ τὸ πάλιν μεταβάλλεσθαι, ὅ ἐστιν εἰς τοὐπίσω, καὶ ἐξ ὑποστροφῆς, ὡς ὁ ποιητής· παλίντονα τόξα τιταίνων. Ἄλλως. τὸν σφόδρα μεταβάλλοντα ἢ καὶ μεταστρέφοντα τὰ πράγματα. ἢ τρίβωνα ἐν πράγμασι καὶ περίτριμμα. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πάλαι κύβων καὶ ἀστραγάλων, ἀπὸ τοῦ πάλιν βάλλεσθαι.

τὰ τοιαῦτα ῥήματα οἱονεὶ τὰ περὶ τῶν πανούργων λεγόμενα. ἐν μέρει δέ, ὅ ἐστι χωρὶς τῶν ἄλλων ἕκαστον. ἔρανον δὲ συστήσειν φησὶν ἀντὶ τοῦ, ὥστε τρέφεσθαι ἀπὸ τῶν δημοσίων χρημάτων. Ἄλλως. ὥστε ἕκαστόν τι αὐτῷ δοῦναι πρὸς χρῆσιν ἀργύριον· πᾶν γὰρ ὃ πολλοὶ διδόασιν ἀργύριον εἰς χρῆσιν ἔρανος καλεῖται. κἂν μὴ πρὸς χρῆσιν δέ, ἀλλὰ δωρεάν. ἢ ἔρανον τὴν παρὰ τῶν φίλων συνεισφορὰν καὶ ἐπίδοσιν.

βοηθήσειν τοῖς ἰδίοις ἐπανορθώσαντα τὰ ἴδια αὐτοῦ πράγματα, τὰ ἰδιωτικά.

<!-- 2.42 -->ἐπαφρόδιτον ἀντὶ τοῦ χαρίεντα.

ὁ Σίσυφος καὶ γὰρ ὁ Σίσυφος ὁ Αἰόλου πανοῦργος ἐνομίσθη. ἐπὶ πανουργίᾳ γὰρ οὗτος διεβέβλητο. ἐπὶ τοῦ πανούργου οὖν καὶ κακοπράγμονος χρῶνται τῷ ὀνόματι.

<!-- 2.43 -->ἀναισθήτως—προορωμένων οὐ συνιέντων οὐδʼ ἐννοουμένων τὴν ἐνέδραν.

συνθήκην τὴν ὁμολογίαν. οἷον εἰς τὸ συνθέσθαι.

<!-- 2.44 -->προπηλακίζων ὑβρίζων.

προσεπιπονῆσαι πρὸς τῷ ἤδη πόνῳ ἔτι πονῆσαι.

Φωκέων αἰτίας κατηγορίας.

θεάσασθαι τὸ γὰρ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν διόρθωσιν.

<!-- 2.45 -->ὡς γὰρ τὸ γάρ ἐνταῦθα ἀντὶ τοῦ δή κεῖται.

ἐπὶ κεφαλαίων ἀντὶ τοῦ συντόμως αὐτὰ τὰ κεφάλαια λέγοντες. ἐπιστολὴν δέ φησι τὴν περιέχουσαν περὶ τῆς εἰρήνης καὶ ἐπαγγελλομένην πολλὰ καὶ ἀγαθὰ ποιήσειν τοὺς Ἀθηναίους, ἐὰν γένηται.

καὶ τὴν Ἑστίαν ἐπώμοσε τὴν βουλαίαν Διὸς ἦν βωμὸς ἐν τῇ βουλῇ. τὴν Ἑστίαν οὖν λέγει τὴν βουλαίαν τὸν βωμὸν αὐτοῦ, τοῦ Διός, τὸν ὄντα ἐν τῇ βουλῇ. ὤμοσε δὲ καθὸ βουλευτὴς ἦν. ἢ Ἑστίαν βουλαίαν λέγει τὴν τράπεζαν, διότι ἔστιν ὅτε συνεδείπνουν ἀλλήλοις οἱ βουλευταί.

<!-- 2.46 -->οὐ ψευσαίμην ἀντὶ τοῦ ἀποτυχεῖν ἐποίησα ὡς κακῶς περὶ ἐμοῦ δοξασάντων.

<!-- 2.47 -->ἐντεύξεως συντυχίας.

<!-- 2.49 -->τερατευσάμενος τερατῶδες ποιήσας σχῆμα καὶ ἀηδὲς διὰ τοῦ προσώπου καὶ σχήματος. ἐπισημαινόμενον δέ φησιν ἀντὶ τοῦ ἐπαινοῦντα. ἐπαινοῦντα καὶ ἀποδεχόμενον. θαυμάζειν δέ φησιν ἀντὶ τοῦ καταγινώσκειν, ἐπειδὴ πρὸς γενικὴν φέρεται. ἤγουν καταγινώσκειν.

οἱ μὲν τὸν τοῦ—συμβουλεύειν τί δεῖ ἀποκρίνασθαι πρὸς τοὺς πρέσβεις τοὺς Φιλίππου τοὺς ἐλθόντας περὶ τῆς εἰρήνης.

ἀποδιατρίβωσι τὴν ὑπερόριον λαλιὰν τὴν πολλὴν καὶ μακράν. οἷον μάτην ἀναλίσκουσι τοὺς χρόνους, τὰ ἔξωθεν τοῦ πράγματος διαλεγόμενοι. Ἄλλως. ὑπερόριον λαλιὰν τὴν ἔξωθεν τοῦ πράγματος ὁμιλίαν· τὰ γὰρ ἔξω τῶν ὅρων λεχθέντα ἀπαγγέλλουσιν. ὁ δὲ αὐτὸν τὸν λόγον λαλιὰν εἶπεν, ὡς φλυαρίαν. ἢ ὑπερόριον, τὰ ἐν Μακεδονίᾳ Ἀθήνησι λέγοντες.

<!-- 2.51 -->ὡς πονηρὸς καθὸ οὐκ ἐᾷ τοὺς συμπρέσβεις τὰ καθʼ ἕκαστα λέγειν.

τὴν τύχην τὴν εὐτυχίαν.

<!-- 2.52 -->ἐμοὶ δʼ οὐ χείρων τοῦτο ὡς πρὸς τὸν λόγον τὸν ἄνω εἰρημένον ὅτι ἐπιδέξιός ἐστιν ὁ Φίλιππος ἐν τῇ τραπέζῃ καὶ ἡδὺς καὶ χαρίεις. δεινὸς δὲ ἀντὶ τοῦ δυνατός. ἢ ὡς εὐπρεποῦς ὄντος ἢ ὡς δυσειδοῦς.

<!-- 2.55 -->θέαν τόπον ἐν τῷ θεάτρῳ φησίν, ἐν ᾧ καθεζόμενοι θεῶνται τοὺς ἀγῶνας ἐν τοῖς Διονυσίοις.

<!-- 2.56 -->τὴν μὲν τοίνυν πληρώσας τὴν κατάστασιν ἐνταῦθα λοιπὸν ἐπιλογίζεται.

τῶν μὲν γὰρ ἀπηγγελμένων ἀρχὴ τῶν ἀγώνων. εἰσὶ δὲ τὰ σημεῖα, ἅπερ ἐστὶ τοῦ στοχασμοῦ ἰσχυρότατον κεφάλαιον, διότι καὶ αὐτοῖς ἀρκεῖται ἕως τέλους σχεδὸν εἰπεῖν.

<!-- 2.57 -->δεινῶς ἀντὶ τοῦ μάλιστα καὶ πολὺ πλέον.

<!-- 2.58 -->αἱρέσεως τῆς χειροτονίας.

<!-- 2.59 -->παράσχῃ δευτέρου προσώπου ὑποτακτικοῦ. δείξῃς

ὄντα πρὸς τὰ ψηφίσματα συντακτέον.

<!-- 2.60 -->κατὰ τὸν νόμον ἀντὶ τοῦ ὡς ὁ νόμος κελεύει, καὶ εὐτάκτως.

τῶν συνέδρων συνέδρους καλεῖ τοὺς συμμάχους. ἢ τοὺς παρὰ τῶν συμμάχων πεμφθέντας.

<!-- 2.61 -->παρανάγνωθι οἷον παρὰ τὸ τῶν συμμάχων, ἀντὶ τοῦ εὐθὺς μετʼ αὐτό.

τοὺς πρυτάνεις ἐπειδὴ πρὸ τῆς ἐκκλησίας ἐγράφοντο αὐτοί, οἱ πρυτάνεις, περὶ τίνων ἡ ἐκκλησία μέλλει βουλεύεσθαι.

τὴν ἐν Διονύσου ἐν τῷ θεάτρῳ αὐτῷ μετὰ τὴν ἑορτὴν ἐκκλησία ἠθροίζετο, ἐν ᾗ οὐδὲν ἕτερον ἢ τὰ περὶ τῆς ἑορτῆς ἐσκοποῦντο καὶ τοὺς πλημμελήσαντας περὶ αὐτὴν ἐκόλαζον.

προϋφαιρῶν προαρπάζων καὶ ἐπείγων γενέσθαι, ἵνα ἐκκλείσῃ τοὺς Ἕλληνας τῆς εἰρήνης.

<!-- 2.62 -->τῶν μὲν ψηφισμάτων ἀμφοτέρων τῶν συμμάχων δηλονότι καὶ τοῦ Δημοσθένους. αὐτοῖς δέ, τοῖς δικασταῖς δηλονότι.

<!-- 2.65 -->λόγον δὲ μὴ προτιθέναι ἐγεγράφει γὰρ ὁ Δημοσθένης ἐν τῷ ψηφίσματι, τῇ δευτέρᾳ ἡμέρᾳ μόνον ἐπιψηφίζειν, ὅ ἐστι κυροῦν, συμβουλεύειν δὲ μηδένα. πῶς οὖν, φησίν, ἔμελλον Φιλοκράτει συνηγορεῖν, μὴ οὔσης ἀδείας διὰ τὸ ψήφισμα;

<!-- 2.66 -->πρὸς τοὺς ἐφʼ ἡμέραν καιροὺς γρ. ἐφημέρους. καιροὺς λέγει ἐνταῦθα τὰς χρείας. πρὸς γὰρ τὰς χρείας περιπιπτούσας οὕτω καὶ τοὺς λόγους μεταβάλλουσιν.

προτεθέντων προβληθέντων.

τοὺς αὐτοὺς ἀκροατὰς τοὺς μέλλοντας καὶ ἐν τῇ ἑξῆς ἡμέρᾳ ἀκοῦσαί μου τἀναντία.

<!-- 2.67 -->Ἑρχιᾶ ἀπὸ δήμου.

ἐπεψηφίζετο ἀντὶ τοῦ ὑπεβάλλετο τῷ δήμῳ καὶ ἠκύρου τὰ ψηφισθέντα ἐν τῇ πρώτῃ ἐκκλησίᾳ.

<!-- 2.68 -->ἐπιδείξασθαι πρὸς τὸ «μαρτυρεῖ Ἀμύντωρ» συντακτέον τὸ Δημοσθένην ἐπιδείξασθαι.

ἐκκλήτευε ἀντὶ τοῦ ἐκκαλοῦ ἐπὶ ὅρκον, ὅ ἐστι, τῇ σῇ φωνῇ κάλεσον αὐτόν, ὦ κῆρυξ. ἐκινδύνευε γὰρ ὁ καλούμενος καὶ μὴ ὑπακούων, ὡς καταφρονῶν τῶν νόμων.

<!-- 2.70 -->στρατηγὸν Χάρητα λέγει.

εἰς τὸ συνέδριον οἱονεὶ εἰς τὴν πόλιν τῶν Ἀθηναίων. συνέδριον δὲ αὐτὴν καλεῖ, καθὸ οἱ σύμμαχοι εἰς τὴν εἰρημένην πόλιν συνῄεσαν συνεδρεύσοντες καὶ βουλευσόμενοι.

καταχρήσασθε ἀντὶ τοῦ φονεύσατέ με φονεύσατε ἢ καταδικάσατε.

<!-- 2.71 -->ἐν τοῖς ἀγῶσιν οἷον ὅταν πολλάκις αὐτοῦ τινες κατηγορήσωσιν.

ἀλαζονείας ψευδολογίας καὶ προσποιήματα.

Δηϊάρην—Πολυφόντην οὗτοι ξενικῶν στρατευμάτων καὶ μισθοφορικῶν ἡγεμόνες. τούτους δὲ λέγει ἡγουμένους τῶν ξενικῶν στρατευμάτων, οὓς παρέφερον οἱ περὶ τὸν Χάρητα εἰς μαρτυρίαν, λέγοντες ὅτι εἰς τούτους ἀνηλώσαμεν. δραπέτας δὲ οἱονεὶ πλανωμένους τινὰς καὶ μὴ ἔχοντας πατρίδας.

κατῆγον οἱονεὶ ἐπειράτευον, ἐλῄστευον, καὶ ὡς ἑαυτοὺς λῃστρικῶς κατῆγον τοὺς πλωϊζομένους.

<!-- 2.72 -->Μυοννήσου ἡ Μυόννησος μικρὰ νῆσος, ἣν λῃσταὶ καταλαβόντες καὶ ἀπʼ αὐτῆς ὁρμώμενοι τοὺς πλέοντας ἐλῄστευον.

Λήμνου—Σκύρου αὗται νῆσοι Ἀθηναίων ὑπήκοοι.

συγκλήτους ἐξαίφνης ἐπὶ ἑκάστῳ τῶν προσπιπτόντων ἐκκλησίαι συλλεγόμεναι ἐκαλοῦντο σύγκλητοι· αἱ δὲ κατὰ μῆνα ὡρισμέναι ὀνομάζονται κύριαι. σύγκλητος ἐκκλησία ἐκαλεῖτο ἡ μὴ κατὰ τὸν νόμον μηδὲ κατὰ τὸ ἔθος γινομένη, ἀλλὰ ἐκ τοῦ παραχρῆμα καὶ κατὰ χρείαν τινά, οἷον εἴ τι ἐξαίφνης κατεπείξειεν.

<!-- 2.73 -->τὸν ἐπὶ τῶν ὑπηρετικῶν τὰ λεπτὰ πλοῖα καὶ ταῖς τριήρεσιν ἐφελκόμενα πρὸς ὑπηρεσίαν καλεῖται ὑπηρετικά. Ἄλλως. λείπει τεταγμένοι. ἀρχὴ δέ τις ἦν τεταγμένη ἐπὶ τῷ ἐπιμελεῖσθαι τῶν κωπῶν καὶ τῶν ἀρμένων καὶ τῶν τοιούτων, ὑπὸ τὴν τῶν ἀποστολέων οὖσα καὶ ὑποτεταγμένη αὐτῇ. τὰ μικρὰ δὲ πλοῖα τὰ ταῖς τριήρεσιν ἑπόμενα καλεῖται ὑπηρετικά.

<!-- 2.74 -->οἱ συντεταγμένοι οἱονεὶ οἱ φατριάζοντες καθʼ ἡμῶν καὶ τῆς σωτηρίας τῆς πόλεως.

τὰ προπύλαια ἅπερ ἔστησαν διʼ ἀρετῆς. ἦσαν δὲ πρὸ τῶν πυλῶν τῆς ἀκροπόλεως ἀνακείμενα ἀγάλματα.

<!-- 2.75 -->Τολμίδου οὗτος περιπλεύσας Πελοπόννησον μετʼ Ἀθηναίων ηὐδοκίμησε λαμπρῶς καὶ Βοιὰς καὶ Κύθηρα εἷλεν ἄρχοντος Ἀθήνησι Καλλίου. ἐνέπρησε δὲ ὁ Τολμίδης καὶ τὰ νεώρια Λακεδαιμονίων.

<!-- 2.76 -->Δεκελείας Δεκέλεια δῆμος τῆς Ἀττικῆς τῆς Ἱπποθοωντίδος φυλῆς. ταύτην ἐπετείχισαν Λακεδαιμόνιοι Ἀθηναίοις κατʼ Ἀλκιβιάδου γνώμην, καὶ ἐξ αὐτῆς ὁρμηθέντες κατέσχον τῆς πόλεως.

νομῇ χρημάτων προήχθησαν οἱ ῥήτορες ὑπὸ τῶν δήμων διὰ τὸ τῶν πλουσίων κατηγοροῦντας ἀφαιρεῖσθαι αὐτοὺς τὰ χρήματα καὶ δημοσιεύειν, ἃ διενέμετο τῷ ὄχλῳ.

<!-- 2.77 -->ἁρμοστὴν Λακεδαιμόνιοι ἐπολιτεύσαντο ἐν τοῖς Ἕλλησιν ὡς προστάται καὶ κηδεμόνες τῶν πόλεων. Ἀθήνηθεν γὰρ ἐξέβαλον τοὺς Πεισιστρατίδας, ἐκ δὲ Νάξου Λύγδαμιν τύραννον, τοὺς δὲ ἀπὸ Κλεισθένους ἐκ Σικυῶνος. ὁπότε οὖν στασιάζουσαν πόλιν ἁρμόσειαν, κατέλειπον αὐτόθι σφῶν ἄρχοντα, ὃν ἐκάλουν ἁρμοστήν, πρὸς τὸ ἁρμόζειν τὴν πόλιν καὶ μὴ ἐᾶν στασιάζειν.

<!-- 2.78 -->οὔτʼ εἰδὼς οὔτʼ ἐπιδὼν εἰδὼς λέγει οἷον γνοὺς αὐτοῦ τὸν τρόπον· τὸ δὲ ἰδών, οὐ θεωρήσας αὐτὸν ἐν τῇ νεότητι αὐτοῦ ὅτε ἐπολιτεύετο καὶ ἐδημοσίευεν.

νομάδων Σκυθῶν ἔθνος ἐστὶ Σκυθικόν, οἱ καλούμενοι ἁμάξοικοι. ὡσανεὶ ἔλεγε, καὶ ταῦτα οὐδὲ ἀπὸ εὐγενῶν τινῶν Σκυθῶν, ἀλλὰ νομάδων καὶ βιοπλανῶν.

τοῦ Βουζύγου τοῦ ὄντος ἐκ τοῦ γένους τῶν Βουζυγῶν. ἓν γὰρ ἦν καὶ τοῦτο γένος τιμώμενον παρὰ τοῖς Ἀθηναίοις, ἐξ οὗ ἐγίνετο ἡ ἱέρεια τῆς Ἀθηνᾶς. Βουζύγης δὲ ἐκλήθη Ἐπιμενίδης Ἀθηναίων τῶν πάλαι, ὅστις πρῶτος ζεῦγος βοῶν ἔζευξεν. ὅθεν καὶ τὸ ἄροτρον αὐτοῦ ἀνέκειτο ἐν τῇ ἀκροπόλει πρὸς μνήμην.

<!-- 2.79 -->ἐν τοῖς μυρίοις μύριοι Ἀρκάδων συνέδριον ἐν Μεγαλοπόλει.

ἐστιγμένος αὐτόμολος ἐπειδὴ οἱ φυγάδες τῶν δούλων ἐστίζοντο τὸ μέτωπον, ὅ ἐστιν ἐπεγράφοντο, κάτεχέ με· φεύγω. ἢ ὅτι ἐστίζοντο οἱ αὐτόμολοι, ἵνα γνωρίζοιντο καὶ μὴ ἀδικοῖντο παρὰ τῶν πολεμίων. ἢ ἐπειδὴ Ξέρξης Θηβαίους αὐτομολήσαντας ἔστιζεν.

περιορώντων οἷον περισκοπούντων. ἐκδεχομένων τὸ ἀποβαῖνον.

συνίστην ἀντὶ τοῦ ἅμα ἐποίουν ὁμονοῆσαι κατὰ Φιλίππου. συνίστην δὲ τό τε ταὐτὰ φρονεῖν καὶ βοηθεῖν ἀλλήλοις.

συνεπιστρατευόντων καθʼ ἡμῶν δηλονότι μετὰ Φιλίππου στρατευόντων.

<!-- 2.80 -->οὐ τοῖς νικήσασιν οὐ τοῖς πρέσβεσιν, ἀλλὰ τοῖς στρατηγοῖς.

<!-- 2.81 -->ἐν τῇ ὑστέρᾳ ἀντὶ τοῦ ἐν τῇ δευτέρᾳ. περὶ ταύτης γὰρ ἐγκαλεῖται. ὁμηρεύοντα δὲ λέγει ἀντὶ τοῦ ὅμηρον ὄντα καὶ ἐνέχυρον κατεχόμενον ὑπὲρ Κερσοβλέπτου τοῦ πατρὸς αὐτοῦ, καθό, φησίν, ἦν χειρωθείς. Βυζάντιοι καὶ Περίνθιοι καὶ Ἀμάδοκος ὁ Θρᾲξ Κερσοβλέπτῃ τῷ βασιλεῖ μέρους Θρᾴκης ὑπὲρ ἀμφιλόγου χώρας ἐξηνέγκαντο πόλεμον, οἷς Φίλιππος συλλαμβανόμενος ἐπολέμησε Κερσοβλέπτην καὶ ἠνάγκασε τήν τε ἀμφίλογον παρεῖναι τοῖς ἐγκαλοῦσι καὶ φιλίαν αὐτῶν καταστήσας ἐβεβαιώσατο τὸν βασιλέα, ὅμηρον παρʼ αὐτοῦ λαβὼν τὸν υἱόν, καὶ ἀπήγαγεν εἰς Μακεδονίαν.

<!-- 2.82 -->λαγχάνει προεδρεύειν εἷς ὢν τῶν τότε βουλευτῶν, ὡς ἀνωτέρω εἴπομεν, ἔλαχε γενέσθαι πρόεδρος. ἀπὸ γὰρ τῶν βουλευτῶν ἐγίνοντο καὶ οἱ πρυτάνεις καὶ οἱ πρόεδροι ἀπὸ κλήρου κατὰ φυλήν, ὡς ἔγνωμεν.

<!-- 2.83 -->Κριτόβουλος ὁ Κερσοβλέπτου τοῦ Θρᾴκης βασιλέως πρεσβευτής.

συναναγραφῆναι—συμμάχοις ἵνα, ὥσπερ οἱ ἄλλοι σύμμαχοι Ἀθηναίων ἐδίδοσαν ὅρκους τοῖς παρὰ Φιλίππου, καὶ ὁ Κριτόβουλος δῷ ὑπὲρ Κερσοβλέπτου, ὡς ὄντος ἐκείνου ἑνὸς τῶν συμμάχων.

ὁ Πήληξ ἀπὸ δήμου.

<!-- 2.84 -->ἐπιψηφιεῖν ὁπότε ἐν τῇ ἐκκλησίᾳ ψήφισμα γραφείη, ἐπιψηφίζουσιν αὐτὸ πρότερον οἱ πρόεδροι, εἶτα τῷ δήμῳ ἀναγινώσκεται. ἐπιψηφίζειν δέ ἐστι τὸ ἐπί τινι ψῆφον φέρειν. ἢ ὑποβάλλειν, ὥστε κυρῶσαι τὸν δῆμον.

οὐδὲ λύσειν—εἰρήνην ἐπεὶ ἐν ὑποψίᾳ ἦν Κερσοβλέπτης· οὐ γὰρ ἂν ὡμήρευεν ὁ παῖς αὐτοῦ. οὐ καλῶς ἔχει, φησί, διὰ τὸ τοῦτον ἐγγραφῆναι σύμμαχον λύεσθαι τὴν πρὸς Φίλιππον εἰρήνην.

οὐδὲ γινώσκειν—τῶν ἱερῶν ἡ σύνταξις οὕτως ἔχει· καὶ οὐκ ἔφη γινώσκειν τοὺς συνεφαπτομένους τῆς εἰρήνης — λέγει δὲ τὸν Κερσοβλέπτην — ὥσπερ οὐ γινώσκειν ἔφη τοῖς σπένδουσι τοὺς συνεφαπτομένους τῶν ἱερῶν. ἐπεὶ ἱερὰ γίνεται ἐν τοῖς ὅρκοις τῆς συμμαχίας καὶ εἰρήνης. οὐχ ὁρῶ, φησί, τὸν σύμμαχον, ὃς αὐτῶν μόνων τῶν ἱερῶν ἐφάπτεται, ὥσπερ οἱ σπένδοντες, ὡς οὐ παρεχομένου ἑαυτὸν τοῦ Κερσοβλέπτου εἰς τἄλλα τὰ συμμαχικὰ δίκαια.

ἀποδοθῆναι—ἐκκλησίαν ἤδη γὰρ προεγεγένητο ἡ ἐκκλησία, ἐν ᾗ περὶ τῆς εἰρήνης ἐβουλεύοντο, καθʼ ἣν τὸν Κριτόβουλον ἀξιοῖ παραγενόμενον τότε ἐπὶ ταύτην ὑπαντᾶν, μὴ ὅτε ἐκείνη ἐξῆκεν. Κριτόβουλος δὲ Κερσοβλέπτου τοῦ Θρᾴκης βασιλέως πρεσβευτής.

καὶ τοὺς προέδρους—καλούντων ὅπως ἀναστάντες εἴποιεν ὃ προαιροῦνται πρὸς Δημοσθένην· οὗτος γὰρ ἠναντιοῦτο τῇ ἐπιψηφίσει.

<!-- 2.85 -->ἐν τῷ στρατηγίῳ οἶκός τις δημόσιος ἦν, ἔνθα συνῄεσαν οἱ στρατηγοί, ὥσπερ ἀρχεῖα ἐκάλουν ἔνθα συνῄεσαν οἱ ἄρχοντες.

<!-- 2.86 -->ἀπὸ τῶν ἱερῶν νῦν ἱερὰ λέγει τὰ ἱερεῖα τὰ καλούμενα τόμια, καθʼ ὧν ὤμνυον. ἢ ἱερῶν λέγει τῶν ἐπὶ τοῖς ὅρκοις θυομένων.

<!-- 2.87 -->κατʼ ἀνδρὸς—ὑμετέρου κατʼ ἀνδρὸς, ὃς πολίτης ἐστὶν Ἀττικός, οὐ Σκύθης, ὡς Δημοσθένης.

ἐπὶ Παλλαδίῳ ἐπὶ τούτῳ ἐκρίνοντο οἱ ἀκούσιοι φόνοι. οἱ δὲ ἐν τούτῳ τῷ δικαστηρίῳ δικάζοντες ἐκαλοῦντο ἐφέται, ἐδίκαζον δὲ ἀκουσίου φόνου καὶ βουλεύσεως καὶ οἰκέτην ἢ μέτοικον ἢ ξένον ἀποκτείναντι. ὠνομάσθη δὲ ἐντεῦθεν. Ἀργεῖοι τὸ Παλλάδιον ἔχοντες τὸ ἀπὸ Ἰλίου καὶ ἐκ Τροίας ἀνακομιζόμενοι ὡρμίσαντο Φαληροῖ, καὶ αὐτοὺς τῶν ἐγχωρίων τινὸς ἀκουσίως ἀναιροῦσιν. μενόντων δὲ ἐπὶ πολὺν χρόνον τῶν νεκρῶν ἀδιαφθόρων καὶ ἀψαύστων ὑπὸ θηρίων, πολυπραγμονήσαντες οἱ ἐγχώριοι ἔγνωσαν παρʼ Ἀκάμαντος ὅτι Ἀργεῖοι ἦσαν, καὶ τὸ Παλλάδιον εὑρόντες ἱδρύσαντό τε παρὰ τῇ Ἀθηνᾷ τῇ Φαληροῖ, καὶ τοὺς νεκροὺς θάψαντες δικαστήριον ἐποίησαν ἐκεῖ τοῖς ἐπὶ ἀκουσίῳ φόνῳ φεύγουσιν.

κατέδειξαν ἀπέδειξαν.

τέμνοντας τὰ ἱερὰ τόμια λέγουσι. τέμνειν δὲ τὸ θύειν τὰ τόμια.

<!-- 2.88 -->ἦ που πολὺ πλέον.

ἆρʼ οὖν οὐκ ἔστιν ἔμψυχον τουτὶ τὸ χωρίον οὐδʼ ἀληθινόν.

<!-- 2.89 -->κάλλιστον γὰρ δηλονότι τὰ δημόσια γράμματα.

κατευημερηκὼς οἷον εὐδοκιμήσας ἑλεῖν τὴν ἐκκλησίαν, ὡς καλῶς πρεσβευσάμενος.

ταῦτα μὴ ποιεῖν τουτέστι μὴ πολιορκεῖν Κερσοβλέπτην.

Ὠρεῷ τῆς Εὐβοίας πόλις Ὠρεός.

προξενίας κατασκευαζόμενοι γινόμενοι πρόξενοι. πρόξενοι δέ εἰσι πόλεων οἱ ἐν ταῖς αὑτῶν πατρίσι τῶν πόλεων ἐκείνων προϊστάμενοι, ὧν εἰσι πρόξενοι.

<!-- 2.90 -->τὸ Ἱερὸν ὄρος γράφεται τὸ Ἡραῖον ὄρος. ἔστι δὲ κατὰ στόμα Πόντου ἐμπόριον. τόπος τῆς Ἀψινθίων χώρας ἐν Θρᾴκῃ. καλεῖται δὲ πληθυντικῶς Ἱερὰ ὄρη.

<!-- 2.93 -->τὴν ἐπιβολὴν οἱονεὶ ζημίαν καὶ καταδίκην. τὴν ζημίαν, τὸ ἐπιτίμιον.

οὐκ ἐπεξιὼν οὐκ εἰσῆλθες εἰς τὴν ἐν Ἀρείῳ πάγῳ βουλήν. ἐγράψατο γὰρ ὁ Δημοσθένης Δημομέλην τὸν ἀνεψιὸν τραύματος ἐκ προνοίας, καὶ δωροδοκηθεὶς οὐκ εἰσῆλθεν. ἐπιβολὴν δὲ οἱονεὶ ζημίαν καὶ καταδίκην.

ἐπιτεμὼν—κεφαλὴν θέλει εἰπεῖν ὡς ὅτι οὐδὲ ὁ ἀνεψιὸς αὐτοῦ ἐτραυμάτισεν αὐτόν, ἀλλʼ αὐτὸς ἑαυτόν, ἵνα συκοφαντήσῃ ἐκεῖνον. διαβάλλεται γὰρ ὁ Δημοσθένης ὡς ἐπιτεμὼν ἑαυτοῦ τὴν κεφαλὴν ἐγράψατο Δημομέλην. ἦν δὲ Δημομέλης ἀνεψιὸς αὐτοῦ.

τούτοις τοῖς δικασταῖς καὶ τοῖς περιεστηκόσιν. γράφεται καὶ τοῦτο.

νόθος οὐ διὰ τὸ ἐκ παλλακίδος εἶναι, ἀλλὰ τὸ ἐκ διαφόρου γένους, ὥσπερ τὸν ἡμίονον λέγομεν νόθον εἶναι.

<!-- 2.94 -->Ἀμφικτύονας ὅτι Θηβαῖοι καὶ Θετταλοὶ καὶ Λοκροὶ συνῆσαν τῷ Φιλίππῳ Ἀμφικτύονες ὄντες. ἐκ τοῦ οὖν μερικοῦ τῷ κοινῷ ὀνόματι τῶν Ἀμφικτυόνων ἐχρήσατο.

ἐξομοσάμενος σὺν ὅρκῳ ἀπωσάμενος. ἐξωμοσία ἐστὶ μεθʼ ὅρκου ἄρνησις. ἀντωμοσία δὲ ἐπὶ δίκης, διὰ τὸ ὀμνύναι ἑκατέρους, τὸν μὲν ἐγκαλοῦντα ὅτι ἠδίκηκε, τὸν δὲ ἐγκαλούμενον μὴ ἠδικηκέναι. οἱ δὲ τὴν ἐπὶ πράγμασιν ἀμαρτυρήτοις καὶ ἀνεπιγράφοις εἰς ὅρκον περιϊσταμένην δίκην, ἐφʼ ᾗ ἴσοι κριταὶ δικάζουσιν· ἔνιοι δέ, ὅτε ἐπὶ δημοσίῳ ἀγῶνι σκηπτομένου τινὸς κάμνειν ὁ ἀντίδικος ἀνθυπόμνυται, φάσκων προσποιεῖσθαι αὐτόν, καὶ περὶ τούτου διαλαμβάνουσιν οἱ δικασταί.

ἀφʼ ἧς ἧκον πρεσβείας οἱονεὶ τῆς προτέρας.

πρὸς δὲ τὴν βουλὴν χρεία γὰρ ἦν μετὰ τὴν χειροτονίαν τοῦ δήμου εἰσιέναι τοὺς πρέσβεις εἰς τὴν βουλήν, ἵνα ἐπικυρωθῇ αὐτοῖς ἡ ἔξοδος.

<!-- 2.95 -->ἀψευδεῖν οὐ λέγει ἐμὲ πρὸς τοὺς Ἀθηναίους ψεύσασθαι εἴ γε ἐψεύδετο, ἀλλὰ τοὺς Ἀθηναίους ἐμοῦ ψευσθῆναι, ἵνʼ ᾖ ψευσθῆναι ποιῆσαι, ὅπερ ἄμεινον.

<!-- 2.96 -->ταύτης αὕτη ἐστὶν ἡ τρίτη πρεσβεία.

ἐπὶ ταύτην τὴν δευτέραν.

<!-- 2.97 -->ὑστέραν ἀντὶ τοῦ δευτέραν.

<!-- 2.99 -->στρωματόδεσμα ἃ καλοῦμεν ἐν τῇ συνηθείᾳ στρωματοδεσματόφελλα  <span class="gap">…</span> καὶ ἀβελτάρια.

Βάταλος Πλούταρχος ἐν τῷ Δημοσθένους βίῳ  <span class="gap">…</span> · βάταλος μόριόν τι τοῦ σώματος παρὰ τοῖς Ἀττικοῖς αἰσχρόν.

Βάταλος ἔκλυτος καὶ ἄνανδρος, ἀπὸ αὐλητοῦ τινὸς ὀνόματι Βατάλου. Ἄλλως. οἱ μὲν αὐλητὴν Βάταλον ὠνομάσθαι οὕτως, οἱ δὲ ποιητὴν μελῶν κατεαγότων. ἐκ δὲ τούτου σκώπτει αὐτὸν εἰς μαλακίαν. τὸ δὲ ἐκ παίδων ἀπαλλαττόμενος καὶ τὰ ἑξῆς συντεκμαιρόμεθα οὕτως, ὅτι ἑπτὰ καὶ δέκα ἔτη γεγονὼς ἐδοκιμάσθη, κατά τι ψήφισμα ἴσως τοῦτο συγχωρηθὲν αὐτῷ, ἵνα δικάσηται τοῖς ἐπιτρόποις. κατὰ γὰρ τὸν νόμον ὀκτωκαιδεκαετεῖς δοκιμάζονται· εἶτα μετʼ ἔτη δύο ἀπολαμβάνουσιν ἀπὸ τῶν ἐπιτρόπων οἱ ὀρφανοὶ τὰς οὐσίας.

δεκαταλάντους—λαγχάνων παρὰ γὰρ τῶν τριῶν αὑτοῦ ἐπιτρόπων τριάκοντα τάλαντα ἔλεγε χρεωστεῖσθαι καὶ δέκα παρʼ ἑνὸς ἑκάστου αὐτῶν. Ἀργᾶς δὲ καλεῖται ὁ ὄφις παρὰ Δωριεῦσι· θέλει οὖν αὐτὸν ὀφιώδη τὸν τρόπον δεῖξαι καὶ οἱονεὶ θηριώδη καὶ ἀνάνθρωπον.

Ἀργᾶς εἶδός τι ὄφεως ἀναιρετικοῦ. ἢ ὁ ἀργῶν ἐπὶ τῶν ἄλλων, γράφων δὲ λόγους. ἢ ἀπὸ ποιητοῦ τινος πονηροῦ οὕτω καλουμένου. ἢ ἀργᾶς ὁ πονηρός· ἔστι γὰρ εἶδος ὄφεως ἀναιρετικοῦ. ἀργᾶς ὄφιος εἶδος. οὕτω δὴ ὠνομάσθη διὰ τὸ τῆς φύσεως πονηρὸν καὶ κακόηθες.

<!-- 2.101 -->συνήλθομεν εἰς ταὐτὸν οἱονεὶ ἅμα.

ἀνεγνώσθη μὲν τὸ ψήφισμα εἰ μὴ γὰρ ἀνέγνω ὅτι Φίλιππος καὶ ἐπείσθη ὅτι ἡ πόλις ἐψηφίσατο, οὐ παρεῖχεν αὐτῶν ἀπόκρισιν.

συνηριθμούμεθα ἀντὶ τοῦ ἐλέγομεν.

<!-- 2.102 -->ἀρτίως ὑπεθέμην ἀντὶ τοῦ προεῖπον.

<!-- 2.103 -->ὅτι δὲ ἀσφαλῶς τοῦτο ἐπήγαγεν. ἵνα μή τις εἴπῃ, καὶ πόθεν αἰσθάνῃ τοῦτο, εἰ μὴ ἦσθα προδότης; ὅτι πάντες οἱ ἐχθροὶ ἡμῶν πάρεισι καὶ εἰς τὸ ἐναντίον ἡμῖν πρεσβεύουσιν.

<!-- 2.104 -->Βοιωτῶν οὐχ ἁπλῶς πάντων, ἀλλὰ τῶν δύο πόλεων τῶν Βοιωτικῶν ὧν κατέσκαψαν οἱ Θηβαῖοι, Θεσπιέων καὶ Πλαταιέων.

τὴν εἰς τὸ ἀφανὲς ἀναφορὰν ἵνα ἔχωσι λέγειν οἱ Ἀθηναῖοι, ἐὰν Φίλιππος μὴ θελήσῃ ποιῆσαι, ὅτι ἡμεῖς οὐδὲν τοιοῦτον ἐγράψαμεν, ἀλλὰ οἱ πρέσβεις ἡμῶν ἁπλῶς ἠθέλησαν εἰπεῖν· καὶ εἰς τούτους ἀναφέροντες τὴν αἰτίαν ἔμελλον ἐκφεύγειν τὴν ἀπὸ τῆς ἀποτυχίας αἰσχύνην.

<!-- 2.105 -->εἰς τὴν προστασιὰν τῆς Καδμείας οἷον εἰς τὴν εἴσοδον καὶ προπυλῶνα τῆς ἀκροπόλεως τῶν Θηβαίων. Καδμεία γὰρ ἐκαλεῖτο ἡ ἀκρόπολις τῶν Θηβαίων ἀπὸ Κάδμου τοῦ οἰκιστοῦ. εἰς τὴν ταύτης δὲ προστασιὰν οἷον ἐπιμέλειαν.

<!-- 2.106 -->βοιωτιάζει τὰ τῶν Θηβαίων φρονεῖ. Βοιωτοὶ γὰρ οὗτοι.

ἀπαγορεύω ἀντὶ τοῦ ἀγορεύω, ὅ ἐστι λέγω.

<!-- 2.107 -->ἐγκαλύπτομαι ἀντὶ τοῦ κρύπτομαι καὶ σκέπω ἐμαυτόν· οὐδὲν γάρ μοι μέλει περὶ τούτων.

νομίζει συμφέρειν ὅτι οὐκ ὀφείλει Φίλιππος ἐπὶ τὸ ἐν Δελφοῖς ἱερὸν καὶ τοὺς Φωκεῖς ἐπιβαίνειν ἐκτὸς κοινῆς γνώμης Ἀμφικτυόνων.

ὅτι δʼ ἀληθῆ λέγω ἐπανάληψις.

<!-- 2.108 -->παρά τισιν εὐδοκιμεῖ ἀντὶ τοῦ τοῖς εὐφρονοῦσιν.

<!-- 2.109 -->ἐν τακταῖς ἡμέραις ὅ ἐστιν ἐν δύο ἡμέραις, ἵνα ἐκκλείσῃ διὰ τοῦ τάχους καὶ τοὺς ἄλλους Ἕλληνας ἐλθεῖν καὶ συσπείσασθαι. τοὺς τὴν εἰρήνην δὲ ἐκκλείοντας οἷον μὴ ἐῶντας εἰρήνην γενέσθαι· οὐ τοῖς λόγοις δέ φησιν, ἀλλὰ τοῖς χρόνοις, τουτέστιν οὐ ψιλοῖς ῥήμασιν, ἀλλὰ διὰ τοῦ εἰπεῖν ὡς ἐν δύο ἡμέραις δεῖ βουλεύσασθαι, ὅ ἐστι συντόμως.

<!-- 2.110 -->ἕτερον παρατήρησαι ὅτι οἱ Ἀττικοὶ ἀδιαφόρως λέγουσι τὸ ἕτερον οὐ μόνον ἐπὶ δύο, ἀλλὰ καὶ ἐπὶ πολλῶν. μετὰ γὰρ δύο ψηφίσματα εἶπεν ἕτερον.

<!-- 2.111 -->ἐνεκαλύψαντο τὰ πρόσωπα ἐκάλυψαν ὑπʼ αἰσχύνης τῶν ὑπὸ Δημοσθένους εἰρημένων.

οὐ καταδὺς τοῦτο ἀπὸ Δημοσθένους ὡς εἰπόντος, καὶ ταῦτα ἔπραττον φανερῶς οὑτωσὶ μηδὲ ὑποστελλόμενος ὡς ἕτεροί τινες.

<!-- 2.112 -->γυνὴ γὰρ ἔοικεν ἀμύνεσθαι αὑτῷ διὰ τὴν γενομένην ὑπὲρ ἁγνείας διαβολήν, εἴ γε κάλλιστον εἶναι γυναῖκα καθίστη.

σπογγιᾶς ὡς καὶ παρὰ τῷ ποιητῇ «σπόγγοισι πολυτρήτοισιν». εὕρηται δὲ καὶ παρὰ τῷ Ἀριστοφάνει ὁ σπόγγος καὶ ἡ σπογγιά, ὥσπερ καὶ ἐνταῦθα.

ἐργολαβοῦντος φιλοπράγμονος καὶ περιέργου. ποῖα ἐκεῖνα, ἅπερ εἶπε πρὸς τὸν δῆμον τῶν Ἀθηναίων κατὰ τὴν αʹ πρεσβείαν ἄρτι ἥκων ἐκ Μακεδονίας μετὰ τῶν περὶ Αἰσχίνην; Κτησιφῶντος γὰρ καὶ τῶν σὺν αὐτῷ Φίλιππον ἐπαινούντων πρὸς τὸν δῆμον καὶ λεγόντων ὡς καλός τε εἴη τὴν ἰδέαν καὶ τοῦ λέγειν ἐμπείρως ἔχων καὶ μνημονευτικὸς αὐτὸς πρὸς ἕκαστα τούτων ἀντεπῆγε τἀναντία. ταῦτα οὖν, φησὶν Αἰσχίνης, πάντα διωρθοῦτο Δημοσθένης ἐπὶ τῆς ὑστέρας πρεσβείας πρὸς Φίλιππον, λέγων ὅτι διὰ τοῦτό σε οὐκ εἶπον, ὦ Φίλιππε, πρὸς τὸν τῶν Ἀθηναίων δῆμον ὡραῖον, διότι γυναιξὶ τοῦτο δέδοται καὶ ὑπὲρ γυναικῶν ἄξιον τοῦτο λέγειν καὶ ὅτι δεινὸς εἶ σφόδρα πιεῖν, ὅτι σπογγιᾶς τοῦτο ἔπαινος τὸ πίνειν ὅτι πλεῖστον καὶ τὰ ἑξῆς.

<!-- 2.115 -->μηδεμίαν πόλιν ὅτι Βοιωτῶν Ἀμφικτυόνων ἁπάντων ὄντων πόλεις αὐτῶν ἀναστάτους ἐποίησαν Θηβαῖοι.

ναματιαίων ἐνταῦθα λέγει κυρίως τῶν ποτίμων. τῶν πηγαίων.

ἀναστήσειν οὐ λέγει πορθήσειν, ἀλλʼ ἐπὶ τὸ συμμαχεῖν ἐπεγείρειν.

χειρὶ καὶ ποδὶ ἀντὶ τοῦ πάσῃ προθυμίᾳ, ἁπλῶς δὲ εἰπεῖν, καὶ πάσῃ δυνάμει, ἔστι δὲ καὶ ἀπὸ παροιμίας.

ἀρὰ ἰσχυρὰ αὕτη ἡ ἀρά ἐστιν ἐν τῷ κατὰ Κτησιφῶντος λόγῳ

<!-- 2.116 -->τούτων τῶν δεδογμένων τοῖς Ἀμφικτύοσιν.

Δωριέας, Ἴωνας ἵνα διὰ μὲν τοῦ κοινοῦ ὀνόματος τῶν Ἰώνων καὶ τοὺς Ἀθηναίους περιλάβῃ, διὰ δὲ τῶν Δωριέων τοὺς Λακεδαιμονίους. λέγει δὲ τὴν τετράπολιν.

ἰσόψηφον γενόμενον ὡσανεὶ ἔλεγε, τὴν αὐτὴν τιμὴν ἔχουσαν ἐν τῷ ψηφίζεσθαι τὴν μικρὰν πόλιν τῇ μεγάλῃ. δύο δὲ ψήφους φησί, μίαν ἐν τῷ ψηφίζεσθαι καὶ μίαν ἐν τῷ ἀποψηφίζεσθαι. οἷον Θεσπιὰς καὶ Πλαταιάς.

ἐκ Δωρίου καὶ Κυτινίου Δώριον καὶ Κυτίνιον καὶ Ἐρινεὸν πολίσματα τῆς ἐν Θετταλίᾳ Δωρίδος. εἰσὶ δὲ καὶ Λακεδαιμόνιοι Δωριεῖς. συνίστησι δὲ καὶ τὸ μέγα ἔθνος πρὸς τὸ ἐλάχιστον, ἴσον δυνάμενον ἐπὶ Ἀμφικτύοσιν

<!-- 2.117 -->τὴν μὲν οὖν ἀρχὴν ἡ ἀρχὴ ὁσία. ἔδοξαν γὰρ πλημμελῆσαι περὶ τὸ ἱερὸν καί εἰσι τιμωρητέοι. οὐκοῦν ἐπὶ τὸ τέλος τῆς πολιορκίας χωρητέον ..... ὧν καθεζομένων παραδώσειν αὐτῷ τοὺς πλημμελήσαντας· εἰ δὲ μή, τότε πορθητέον. Ἄλλως. τὴν προαίρεσιν καὶ τὴν ἀφορμήν. ἦν γὰρ πρόφασις τὸ δίκην εἰσπράξασθαι παρὰ τῶν ἀδικησάντων περὶ τὰ τοῦ θεοῦ χρήματα.

ἐπεξελθὼν οἷον ἐπὶ πέρας ἐλθὼν τοῦ ἔργου. οἷον ἐκπολιορκήσας· ἐπεξελθεῖν γὰρ λέγουσι τὸ ἐπὶ πέρας τινὸς ἐλθεῖν.

βεβαιώσεις ὅτι καὶ Θηβαῖοι ἐπλημμέλησαν περὶ Φωκέας καὶ τὸ ἱερόν. ἔμελλεν οὖν αὐτοὺς ἀπαλλάξειν τῶν ἐγκλημάτων τοὺς Φωκέας μόνους καταστρεψάμενος. ἡ δὲ ἀπαλλαγὴ τοῦ ἐγκλήματος βεβαίωσιν ἔφερε τῆς ἀδικίας ὡς ὀρθῶς πραχθείη.

παρʼ ὧν—χάριν ἡ σύνταξις· παρὰ τούτων οὐκ ἀπολήψῃ χάριν οἷς βοηθεῖς.

Ἀθηναῖοι Ἀθηναῖοι γάρ εἰσιν οἱ τῆς Ἀρχίου τυραννίδος αὐτοὺς ἀπαλλάξαντες καὶ τὴν Λακεδαιμονίων φρουρὰν ἐκ τῆς Καδμείας ἐκβαλόντες.

χρήσῃ δʼ ἐχθροῖς τοῖς Θηβαίοις, καθὸ ἀχάριστοί εἰσιν.

<!-- 2.119 -->ἥκων ἀπήγγελλον ὅτι πάντως ταῦτα ποιήσει ὁ Φίλιππος.

τὰς Θήβας Βοιωτίαν τουτέστι τὰς Θήβας ὅλης τῆς Βοιωτίας μέρος εἶναι καὶ μὴ τὴν ὅλην Βοιωτίαν ἐν Θήβαις εἶναι.

<!-- 2.120 -->τοὺς μικροπολίτας ἐπίθετόν ἐστιν, ὡς ἄν τις εἴποι, τοὺς οἰκοῦντας τὰς μικρὰς πόλεις, ὥσπερ ἂν τοὺς Χαλκιδέας. οἱονεὶ φοβούμεθα ἡμεῖς οἱ μικροπολῖται τὸ ἔγγραφον τὸ ἐν τῷ ψηφίσματι καὶ ἄλλο τι ποιῆσαι ἀγαθόν, μήπως περὶ ἡμῶν αἰνίττηται, ὥστε λαβεῖν ἡμᾶς Φίλιππον καὶ παραδοῦναι ὑμῖν ἀντὶ Ἀμφιπόλεως.

<!-- 2.121 -->φαίνεται γοῦν ἀπὸ τούτου τὸ λέγειν αὐτὸν ὑφʼ ἡμῶν τὰ τοιαῦτα παθεῖν ψευδές· οὐ γὰρ ἂν ἔγραψεν ἐκείνους ἐπαινέσαι καὶ καλέσαι ἐπὶ τὸ πρυτανεῖον, ὑφʼ ὧν, ὡς λέγει, τοιαῦτα πεπόνθοι.

διαιρούμενος οἱονεὶ σαφῶς λέγων καὶ ἄντικρυς κατὰ διαίρεσιν καὶ φανερῶς. ἢ ὑπομερίζων καὶ διαβάλλων, ὡς Σοφοκλῆς Αἴαντι φάσκει δατούμενος· τὸ γὰρ αὐτὸ δύναται. ἢ ἐμοῦ μὲν κατηγορεῖν βουλόμενος, ἀπολογεῖσθαι δὲ ὑπὲρ ἑαυτοῦ. τοιοῦτος γὰρ ὁ Δημοσθένης ἐν τῷ κατʼ Αἰσχίνου μάλιστα.

<!-- 2.122 -->παρακληθεὶς ἀντὶ τοῦ προτραπείς.

<!-- 2.123 -->εἴ ἀντὶ τοῦ εἴπερ τότε. ἔστι δὲ παραγραφικὸν ἀπὸ χρόνου.

κἀκείνης—κατηγορεῖν καθὸ μὲν ἐγγράφως οὐ κατηγόρησε τῆς προτέρας ὥσπερ τῆς δευτέρας, λέγει αὐτὸν μὴ κατηγορηκέναι, καθὸ δὲ εἶπεν ὅτι ἐλάνθανέ με πεπρακὼς ἑαυτὸν τέως, διὰ ῥήματος κατηγόρησεν αὐτοῦ.

<!-- 2.124 -->αἱ ἀπάται ἃς ἠπάτησε Φίλιππος δηλονότι διὰ τῆς ἐπιστολῆς.

Λυδίαν Λυδίας Μακεδονίας ποταμός. γραπτέον Λοιδίαν. ἔστι δὲ Λοιδίας Μακεδονίας ποταμός, ὥς φησιν Ἁρποκρατίων.

ὁ μὲν γὰρ Λεωσθένης εἰρωνεία. ἠθικῶς ἀναγνωστέον· ἔστι γὰρ κατʼ εἰρωνείαν ὁ λόγος. ἐπιδεξίως δὲ ἀντὶ τοῦ αἰσίως καὶ καλῶς.

Καλλίστρατον Καλλίστρατος ὁ ῥήτωρ καὶ δημαγωγὸς, ὃς φυγαδευθεὶς ᾤκησε τὸ Βυζάντιον.

<!-- 2.125 -->Πύθων ῥήτωρ οὗτος, Ἰσοκράτους μαθητής.

<!-- 2.126 -->καὶ τὸν μὲν λόγον—καταλύω ἡ σύνταξις οὕτως· καὶ τὸν μὲν λόγον καταλύω, εἰ συγχωρεῖ ταῦτα ὁ κατήγορος. ἀντὶ τοῦ καταπαύομαι τοῦ λέγειν, εἰ δοκεῖ ταῦτα πραχθῆναι, ὅ ἐστι τοὺς οἰκέτας βασανίζεσθαι.

πρ. ἕνδεκα γὰρ ἀμφορέας μέτρον τι ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ἔρρεεν. ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί, ὡς ἐν τούτῳ ἠγωνίζοντο οἱ μέγιστοι ἀγῶνες. διενέμετο δὲ εἰς τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τοῖς δικασταῖς. φασὶν ὅτι τὰς ἡμέρας τοῦ Ποσειδεῶνος μηνὸς ἐπιλεξάμενοι οἱ Ἀθηναῖοι ὡς συμμέτρους καὶ δυναμένας κατέχειν ἕνδεκα ἀμφορέας πρὸς αὐτὰς καὶ ταῖς ἄλλαις ἡμέραις ἐσκευάζοντο τὴν κλεψύδραν, μεγάλου πράγματος δηλονότι γυμναζομένου. ἀπενέμοντο δὲ οἱ ἕνδεκα ἀμφορεῖς κατὰ τὸ τρίτον τοῖς ἀντιδίκοις καὶ τοῖς δικασταῖς. Ἄλλως. ἡ πᾶσα, φησίν, ἡμέρα τῷ ἀγῶνι ἀποδέδοται. εἰ οὖν βούλει ταῦτα γίνεσθαι καὶ παύσομαι λέγων, δύναται ἐν τῷ λοιπῷ μέρει ταῦτα πράττεσθαι.

ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ τοῖς περὶ τῶν μεγίστων ἀγωνιζομένοις διῃρεῖτο ἡ ἡμέρα καὶ ἐδίδοτο αὐτῆς ἥμισυ μὲν τῷ κατηγόρῳ, ἥμισυ δὲ τῷ ἀπολογουμένῳ. καὶ διεμετρεῖτο τὸ ὕδωρ, ὅσον ἐπαρκεῖ εἰς τὰς ὥρας τοῦ ἡμίσους μέρους τῆς ἡμέρας. τοῦτο δὲ ἀπὸ μιᾶς ὥρας. φησὶν οὖν ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἠγωνίζοντο, τὸ διαμετρηθὲν ταῖς ἓξ ὥραις ὕδωρ ἦσαν ἀμφορεῖς ὕδατος ἕνδεκα.

<!-- 2.130 -->λογισμόν τινα ἀντὶ τοῦ ἀριθμόν.

Φαλαίκου οὗτος Ὀνομάρχου υἱός, Φωκέων τύραννος, διαδεξάμενος τὴν ἀρχὴν παρὰ Φαΰλλου. δρομοκήρυκες δὲ οἱ λεγόμενοι ἡμεροδρόμοι, ὧν γέγονεν ἐπιφανέστατος Φιλιππίδης Ἀθηναῖος. οἵτινες διὰ τοῦ δρόμου καὶ τοῦ τάχους δύνανταί τινα ἀγγεῖλαι, ὡς νῦν καλοῦμεν τοὺς βερεδαρίους.

<!-- 2.131 -->κατεμισθοφόρησαν οἷον εἰς τὸν μισθὸν τῶν ξένων κατεδαπάνησαν ὧν ἐμεμίσθωντο.

<!-- 2.132 -->Ἄλπωνον— πόλεις Λοκρικαί, ὧν ἡ Νίκαιά ἐστι παραθαλάσσιος, ἀπέχουσα Θερμοπυλῶν σταδίους μʹ.

<!-- 2.133 -->τοῖς σπονδοφόροις τοῖς καταγγελεῦσι τῶν μυστηρίων. καθόλου πάντες οἱ τὰς πανηγύρεις καταγγέλλοντες σπονδοφόροι.

μυστηριώτιδας τὰ τῶν Ἐλευσινίων λέγει, ἅπερ ἐξαιρέτως μυστήρια ἐκάλουν. τούτων οὖν ἀγομένων περιῄεσάν τινες χειροτονηθέντες σπονδὰς ποιοῦντες ἐν ταῖς πόλεσιν, ὥστε μὴ πολεμεῖν τινα τῶν Ἑλλήνων, ἀλλʼ ἡσυχάζειν ἐν τούτῳ τῷ καιρῷ.

οὐκ ἐσπείσαντο οὐκ ἐδέξαντο τὰς ἐπαγγελίας.

<!-- 2.135 -->οὔπω διελέλυσθε οὔπω, φησί, διηλλάγητε πρὸς Φίλιππον, ἀλλʼ ἔτι πόλεμος ἦν.

παραναγιγνωσκομένων οἱονεὶ πλησίον τῶν μαρτυριῶν.

<!-- 2.136 -->οὗτος ὁ Φάλαικος. ὡσανεὶ ἔλεγεν, ἀλλʼ ἔχει τις εἰπεῖν ὡς ὅτι αὐτὸς μόνος ὁ Φάλαικος ἠγνόει τὴν Φιλίππου γνώμην. ἆρα δὲ καὶ ὑμεῖς οὐχ οὕτω διέκεισθε καὶ ἠγνοεῖτε αὐτὸν οἷός ἐστιν;

ἐπαυξῆσαι ἀντὶ τοῦ αὐξηθῆναι ἐᾶσαι.

τῶν ἄλλων τῶν οἰομένων ὑπὲρ Θηβαίων εἶναι τὸν πόλεμον, ἀλλʼ οὐ κατὰ Θηβαίων.

ὑπὲρ αὑτῶν οὐχ ὑπὲρ Θηβαίων, ἀλλʼ ὑπὲρ Θετταλῶν.

<!-- 2.137 -->τὰς ἐν Βοιωτοῖς πόλεις ἃς ἦσαν Θηβαῖοι καταστρεψάμενοι.

κατοικιεῖ ἀνίστησι, τειχίζει. Δημοσθένης ἐν τῇ κατηγορίᾳ «οὗτος γὰρ ἔφη καὶ Πλαταιὰς αὐτὸν τειχιεῖν».

οὐκ ἐξεληλύθεσαν ὡς ὑπὲρ αὑτῶν μαχούμενοι, ἀπιστοῦντες δὲ τοῖς παρὰ Φιλίππου παραγγέλμασιν.

<!-- 2.138 -->οἷς οἱ Φωκεῖς δηλονότι.

<!-- 2.139 -->ἐσκευαγώγησαν—Ἀθηναῖοι μετὰ γὰρ τὸ λαβεῖν τὰς ἐν Φωκεῦσι πόλεις τὸν Φίλιππον Ἀθηναῖοι φοβηθέντες περὶ τῇ ἑαυτῶν καὶ νομίζοντες ὅσον οὔπω καὶ καθʼ αὑτῶν παρεῖναι τὸν Φίλιππον καὶ μάλιστα φοβούμενοι τοῦτο, διά τε τὸ μὴ ἐθελῆσαι Φιλίππῳ συστρατεῦσαι καὶ διὰ τὸ γενέσθαι καταφανεῖς ψηφισαμένους βοηθεῖν περὶ τὰς Πύλας ἐσκευαγώγησαν ἐκ τῶν ἀγρῶν Καλλισθένους, ὥς φησι Δημοσθένης, οὐχὶ Δημοσθένους τοῦτο ψηφισαμένου.

πρεσβεύοντος ἐμοῦ λύει τὸ ἀντιπῖπτον· ἐχρῆν γὰρ ἀντειπεῖν, ἀπεδήμουν, φησίν.

ἐχθρὸς δʼ ὢν εἰ ὡς λέγεις, φησίν, ἀχειροτόνητος ἐξῆλθον, διὰ τί με οὔπω ἔκρινας παραπρεσβείας, καὶ ταῦτα ἐχθρὸς ὤν;

οὐ γὰρ δὴ φθονεῖς οὐχ ὥσπερ, φησί, τῶν ἄλλων μοι φθονεῖς, οὕτω καὶ τοῦ παθεῖν κακῶς. τοῦτο γὰρ κἂν εὔξαιο τοῖς θεοῖς, λαβεῖν με τιμωρίαν εἰς τὸ σῶμα.

τιμημάτων οἱονεὶ τιμωριῶν. χλευάζοντος δʼ ἐστὶν ὁ λόγος. ὡς γὰρ ἐπὶ ἀγαθοῦ τοῦτο εἶπεν.

<!-- 2.140 -->παρακαθημένων Φιλίππῳ δηλονότι· πρὸς τὰ ἄνω δέ ἐστιν ὁ νοῦς. ἢ συνιόντων ἢ παροξυνόντων.

δεομένων ἀντὶ τοῦ βοηθείας. βοηθείας τῆς παρʼ ἡμῶν, ἢ δεομένων Φιλίππου τὴν Βοιωτίαν πορθῆσαι.

διὰ σὲ ἐπειδὴ ἐκώλυσας ἡμᾶς ἐξελθεῖν.

κατηλόησαν ἐπάτησαν, ἐκάκωσαν, ἔτυψαν. ἀλοᾶν ἐστι τὸ τύπτειν. ὡς τῶν ὁμήρων οὖν ξύλῳ ἢ ὁπωσδήποτε κατακτανθέντων.

ἐλθεῖν ἀντὶ τοῦ ἀπελθεῖν· λέγει γὰρ ἐν τῇ τρίτῃ πρεσβείᾳ. ἡ δὲ σύνταξις οὕτως ἔχει· Φαλαίκου δὲ ὑποσπόνδου ἀπελθόντος, πρὶν ἐμὲ καὶ τόνδε ἀπελθεῖν ἐπὶ τὴν τρίτην πρεσβείαν. κάτω δέ ἐστιν ἡ ἀπόδοσις εἰς τὸ, τότε ἀπώλοντο αἱ πράξεις, οἷον τὰ Φωκικὰ πράγματα.

<!-- 2.141 -->ὑπολειπομένης εἰ μὴ πολεμήσαι Φωκέας, ὑπελείπετο ἔχθρα τῷ Φιλίππῳ πρὸς Θετταλοὺς καὶ Θηβαίους.

<!-- 2.142 -->ᾕρηνται ἐχειροτόνησαν.

Οἰταίων οὗτοι μετέχουσι τοῦ Ἀμφικτυονικοῦ, οἰκοῦσι δὲ ὑπὸ Οἴτῃ τῷ ὄρει, πλησίον Τρηχῖνος. τὸ δʼ ὅλον τοῦτο Θετταλία καλεῖται.

ὠθεῖν—κρημνοῦ οἱ πρὸς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς ἁμαρτάνοντες κατὰ τῶν Φαιδριάδων πετρῶν ὠθοῦντο.

<!-- 2.143 -->τοὺς συμπρέσβεις Μνάσωνος δηλονότι.

Λίπαρε ὡς ἐπίθετον, ὡς ἔχοντος αὐτοῦ πιμελὴν καὶ λίπος.

πῶς οὖν οὐκ ἐντεῦθεν οἱ ἐπίλογοι.

εἰ πρὸς τὸ ἁλοίην συντακτέον, ὅ ἐστι τιμωρηθείην.

<!-- 2.144 -->ὡς ἐγὼ—περιπίπτω τουτέστιν ὡς ἐγὼ τοῖς ἐμαυτοῦ λόγοις ἐλέγχομαι καὶ ἁλίσκομαι, ἢ ὡς τὰ ὑπʼ ἐμοῦ κατὰ τοῦ ἄλλου εἰρημένα, ἤγουν κατὰ τοῦ Τιμάρχου, ταῦτα εἰς ἐμὲ πάλιν ἔρχεται καὶ κατʼ ἐμοῦ ἰσχύει τῇ συκοφαντίᾳ.

<!-- 2.145 -->προβολὰς προβολὴ κατηγορία πρὸς τὸν δῆμον ἀσεβείας ἢ συκοφαντίας. προβολὴ ὄνομα δίκης, μάλιστα δὲ ἐν τοῖς Διονυσίοις. τοὺς γὰρ ἁμαρτάνοντας περὶ τὴν ἑορτὴν ἐν τῷ δήμῳ ὠνόμαζον καὶ καταχειροτονοῦντος τοῦ δήμου οὕτως εἰς δίκην περιίστασαν ὁρᾶν. Ἄλλως. ἀντὶ τοῦ κατηγορίας. καταχρηστικῶς δὲ λέγεται προβολὴ κοινῶς ἡ κατηγορία, περὶ πάσης δίκης καὶ οὐ μόνον περὶ τῶν ἀσεβούντων καὶ ἁμαρτανόντων εἰς τὰ Διονύσια.

μὴ οὖν σύναγε πρὸς προδοσίαν.

<!-- 2.146 -->ταῖς αἰτίαις ταύταις ἀντὶ τοῦ διὰ ταύτας τὰς κατηγορίας καὶ τοιοῦτόν με δεῖ γενέσθαι. ὡς εἰ ἔλεγεν, ἵνα μου Δημοσθένης κατήγορος ἀναφανῇ, καὶ τὴν φύσιν μετήλλαξα.

καὶ πολλοῖς—ἔνοχον παρὰ προσδοκίαν. ὡσανεὶ ἔλεγεν, οὐκ ἄν τις προδότης εἴη, μὴ καὶ τάδε πράξας πρότερον. οἷον δεῖξον τὸν πρότερον βίον καὶ κάλει προδότην, ἂν εὕρῃς παραπλήσιον.

τοῖς—πολλοῖς ἀσύνοπτα ἀντὶ τοῦ τέκνα. τοῖς πολλοῖς ἀντὶ τοῦ τοῖς μὴ γνησίως γεγόνασι καὶ νόθοις καὶ ὠμοῖς τὴν φύσιν. ἀσύνοπτα δὲ ἀντὶ τοῦ μὴ ἐν φροντίδι καὶ ἐννοίᾳ παρὰ τὸ μὴ ἐποπτεύειν.

ἀναβιβῶμαι οἷον ὡς παῖδας παραστήσομαι τοὺς νόμους συνδίκους ἐμαυτῷ ἀναβιβάσας ἐπὶ τὸ βῆμα.

<!-- 2.147 -->τὸν πόλεμον ἵνα λέγῃ τὸν πόλεμον τὸν Πελοποννησιακὸν καὶ τὸν Ἑλληνικόν. θέλει δὲ εἰπεῖν ὅτι ὑπὲρ εὐνοίας τῆς πόλεως τριηραρχῶν καὶ τὰ τοιαῦτα ἄλλα ποιῶν ἀνάλωσε τὴν οὐσίαν.

στρατεύεσθαι ἀντὶ τοῦ μισθώσας ἑαυτὸν ἐκεῖσέ τισι τῶν σατραπῶν διὰ πενίαν καὶ τὴν φυγὴν τὴν ἀπὸ τῶν λʹ.

Ἐτεοβουτάδαις Ἐτεοβουτάδαι οἱ Βούτου τοῦ ἱερέως ἀπόγονοι, γένος λαμπρὸν παρʼ Ἀθηναίοις. τὸ δὲ ἐτεὸν τὸ ἀληθὲς δηλοῖ.

τῆς Πολιάδος τῆς πολιούχου, τουτέστι τῆς τὴν πόλιν φυλαττούσης καὶ συνεχούσης. εἶχε καὶ τὰ γένη ἰδίους βωμοὺς ἐν ταῖς οἰκίαις ἑαυτῶν. Πολιάδος δὲ οἱονεὶ πολιούχου καὶ συνεχούσης καὶ σωζούσης τὴν πόλιν.

Βούτης ἀπʼ Ἐρεχθέως γένος ἔχει, καὶ ἀπʼ αὐτοῦ καλεῖταί τι Ἀθήνησι γένος Ἐτεοβουτάδαι, οἱ τῷ ὄντι ἀπὸ τοῦ Βούτου. οὗτοι προΐστανται τοῦ ἱεροῦ τῆς ἐν ἀκροπόλει Ἀθηνᾶς τῆς Πολιάδος, καὶ ἐκ τοῦ γένους τούτων ἱέρεια γίνεται τῆς Ἀθηνᾶς τῆς Πολιάδος. οὐ πᾶσαι δὲ φρατρίαι τῶν αὐτῶν μετέχουσιν, ἀλλʼ ἔοικεν Αἰσχίνης ἀπὸ τοιαύτης ἑαυτὸν δεικνύναι, ἣ οὕτως ἐστὶν εὐγενὴς ὥστε τοῖς Ἐτεοβουτάδαις κοινωνεῖν τῶν ἱερῶν τῶν τῆς Πολιάδος. τὸ δὲ κοινωνεῖν τὸ μεταλαμβάνειν τῆς οὐσίας.

<!-- 2.148 -->φοβουμένη ἀντὶ τοῦ ἀμηχανοῦσα.

ἀμφισβητῶν ἀνὴρ εἶναι ἀνδρόγυνον εἶναι δηλοῖ. ἀναγνωστέον δὲ ἀμφισβητούμενος ἀνὴρ εἶναι, τουτέστιν οὐχ ὁμολογούμενος ἀνὴρ εἶναι.

Ἀριστάρχου τούτου μνημονεύει Δημοσθένης ἐν τῷ κατὰ Μειδίου καὶ ἀλλαχοῦ. τούτου δὲ μειρακίου ὄντος ἐρασθεὶς καὶ διʼ αὐτὸ παροινήσας εἰς Νικόδημον ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς, ὥς φασί τινες.

ἐμβάλλεις οὐ προσῆκον εἰσέρχῃ.

<!-- 2.149 -->ἀγεννεῖς ἀνελευθέρους. εὐγενὲς γὰρ λέγομεν πολλάκις τὸ ἐλεύθερον.

ἐπὶ τὴν κοινὴν διοίκησιν οἷον ἐπὶ τὰ δημόσια χρήματα, ἐπὶ αὐτὴν τῶν προσόδων τὴν ἀπαίτησιν.

Κνωσίωνι λέγεται Δημοσθένης Κνωσίωνα τοῦτον μειρακίσκον ὄντα, καίτοι γυναῖκα ἔχων, ὥστε καὶ αὐτὴν ἀγανακτήσασαν συγκοιμᾶσθαι τῷ Κνωσίωνι, ἀναλαβεῖν καὶ εἰσδέξασθαι εἰς τὴν οἰκίαν. μειράκιον ἦν ὁ Κνωσίων ἐρώμενον ὑπὸ Δημοσθένους. εὐτελεῖ τινι οἰκείῳ αὐτοῦ.

τὸ γὰρ ψευδὲς ὡσανεὶ ἔλεγεν, οὐχ ἅπτεται τῆς διανοίας τοῦ συνετοῦ διὰ τὸ καταφρονεῖν αὐτοῦ, ἀλλὰ μέχρι τοῦ ἀκουσθῆναι γίνεται.

<!-- 2.150 -->τῶν ἐμῶν κηδεστῶν ἀντὶ τοῦ τῶν ἀδελφῶν τῆς γυναικός μου. πόρρωθεν δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς, οὐ νῦν. τὸ δὲ πόρρωθεν ἀντὶ τοῦ ἐφεξῆς. ἀντὶ τοῦ πάνυ.

<!-- 2.151 -->Ἐπικράτους ἔοικεν οὗτος εἶναι ὁ Κυρηβίων, περὶ οὗ Δημοσθένης εἶπεν· «ὃς ἐν ταῖς πομπαῖς ἄνευ προσωπείου κωμάζει». τοῦτον Δημοσθένης λοιδορῶν Κορύβωνα ἐπονομάζει ἐν τῷ κατʼ Αἰσχίνου.

εὐαγωγίαν οἱονεὶ καλὸν βίον, ἀπὸ τοῦ εὖ καὶ καλῶς ἀχθῆναι καὶ παιδευθῆναι.

<!-- 2.152 -->τοὺς πάντων—φιλτάτους τοὺς παῖδας.

<!-- 2.153 -->ἡγεῖται ἀντὶ τοῦ προηγεῖται, ὅ ἐστι πρὸ τοῦ εἰπεῖν εὐθὺς ὄμνυσι κατὰ τῶν ἀναισχύντων αὑτοῦ ὀφθαλμῶν.

ἓν δὲ εὐτυχοῦμεν εἴ γε πρὸς τούτοις, φησί, νοῦν εἶχε, δεινὰ ἂν ἐπάσχομεν.

ἐξερρίφη ἐξεβλήθη.

τοιούτων οἷον τῶν αἰσχρῶν.

<!-- 2.154 -->πόρρωθεν ἀντὶ τοῦ πρὸ πολλοῦ χρόνου.

συσταθεὶς οἱονεὶ φίλος γενόμενος. ὅθεν ἔτι καὶ νῦν λέγομεν ἐν τῇ συνηθείᾳ, συνέστησα τόνδε τῷδε, ἀντὶ τοῦ γνώριμον ἐποίησα.

<!-- 2.155 -->ἄριστα ἀντὶ τοῦ πάνυ.

<!-- 2.156 -->διομνυμένων ἀντὶ τοῦ ὀμνυόντων. κυρίως διωμοσία λέγεται ἡ παρὰ τῶν δύο δικαζομένων.

ὅτι ξένους οὐ τοῦτο εἶπε Δημοσθένης ἐν τῇ κατηγορίᾳ, ἀλλʼ ὅτι τὰς Ἀπολλοφάνους τοῦ Πυδναίου θυγατέρας ἐξῃτήσατο. ἐκ δὴ τούτου δῆλον ὅτι οὐκ ἐλέχθησαν οἱ λόγοι. οὐ γὰρ ἂν ἄλλʼ ἀκούσας ὁ Αἰσχίνης ἄλλα ἔλεγεν. ἀλλὰ δῆλον ὅτι ἃ ὑπενόησεν ἐρεῖν αὐτὸν πρὸ τοῦ ἀγῶνος, ταῦτα ἐνέγραψεν.

<!-- 2.157 -->ταῦθʼ ὑποθεὶς ὑποβαλὼν τῷ ἰδίῳ λόγῳ.

ὀξεῖαν οἱονεὶ τὴν λεπτὴν καὶ μὴ μεγάλην.

τοὺς Καρίωνας καὶ Ξανθίας ἀντὶ τοῦ δούλους· τοιαῦτα γὰρ τὰ τῶν δούλων πρόσωπα εἰσάγεται εἰς τὴν κωμῳδίαν, Ξανθίου καὶ Καρίωνος καὶ ἄλλων τινῶν.

ἐγὼ τὸν Αἰσχίνην φησί.

παραθερμανθεὶς ὑπὸ μέθης δηλονότι.

ῥυτῆρα νῦν μὲν ἱμάντα. κυρίως δὲ ἡνία, κατεχρήσατο δὲ ἐπὶ τοῦ ἱμάντος· οὐ γὰρ χαλινόν φησιν.

<!-- 2.158 -->μοῦ συγκατεψεύσατο σὺν τῷ Δημοσθένει κατεψεύσατό μου.

ἐάσετε οὖν—ἀναστρέφεσθαι; κατʼ ἐρώτησιν. ἆρα, φησί, τοῦτον ἐᾶσαι δεῖ ζῆν τὸν ἑαυτοῦ προστρόπαιον; μὴ γὰρ γένοιτο αὐτὸν γενέσθαι τῆς πόλεως. προστρόπαιός ἐστιν ὁ εἰς ἑαυτὸν ἐπισπώμενος τὰ κακά, ὅπερ ἐστὶν ἐναντίον τοῦ ἀποτρόπαιος, τοῦ ἀποτρέποντος τὰ κακά. διὸ καὶ Διὶ ἀποτροπαίῳ θύομεν, οὐκέτι μέντοι καὶ προστροπαίῳ. τὸ δὲ ἐν ὑμῖν πρὸς τὸ ἐάσατε συντακτέον.

προστρόπαιον μιαρόν, κατάρατον.

<!-- 2.159 -->μετακαλεῖ ἀντὶ τοῦ μετάγει. ἀντὶ τοῦ μεταλλάττει. οὐκ ἐᾷ, φησί, τὸν κρινόμενον ὀργίζεσθαι ὁ κίνδυνος.

<!-- 2.160 -->ἢ τί—ἀπαλείψας ὁ γὰρ Δημοσθένης λέγει ὅτι ἀπήλειψεν ἐν Μακεδονίᾳ τὸ περὶ τῶν Φωκέων γεγραμμένον ἐν τῷ ψηφίσματι.

προσγράψας ἰδίᾳ μὴ βουλομένης τῆς πόλεως.

<!-- 2.161 -->ἔπειτα οὐ τότε παραγραφικὸν ἀπὸ χρόνου τοῦ κατὰ ἀπόφασιν.

ἀργίαν οἱονεὶ τὸν ἀργὸν καὶ μὴ ἔχοντα πόθεν ζῆσαι ἢ ἀπὸ ταραχῶν. ἡ παροιμία, εἰρήνη στρατιώτην οὐ τρέφει.

<!-- 2.162 -->συνῇδον τουτέστι συνεπαιώνιζον Φιλίππῳ· τούτῳ γὰρ ῥήματι χρῆται Δημοσθένης ἐν τῷ κατʼ Αἰσχίνου

οὐχ ὑποσιγῶν οὐ μετὰ πάντων σιγῶν. ἡ ὑπό ἀντὶ τῆς μετά.

<!-- 2.163 -->καὶ τῷ γε δῆλος ἦν καὶ τίνι τεκμηρίῳ δῆλος ἦν ἐγὼ ᾄδων;

εἰ μὴ—προῇδον εἰ μὴ ἄρα εἴποις ὅτι ὥσπερ ἐν τοῖς χοροῖς ποιοῦσιν, ὅτι προᾴδουσιν, ὃ μέλλουσιν ᾄδειν, πρὸ τοῦ ἐλθεῖν ἐν τῷ θεάτρῳ, οὕτω κἀγὼ ἐποίησα, οἱονεὶ ᾖσα ἐνταῦθα παρὰ σοὶ πρῶτον ἅπερ ἔμελλον ᾄδειν ἐκεῖσε παρὰ τῷ Φιλίππῳ.

μετὰ τῶν ἄλλων πρέσβεων τῇ κοινωνία τῶν ἄλλων τὴν συγγνώμην πορίζεται.

ἀνηλέητος μηδενὸς ἐλέου ἄξιος.

<!-- 2.164 -->ἐμπληξίαν οἷον τὸ μαίνεσθαι καὶ ποιεῖν ἐναντία ἑαυτῷ.

Μαντινείᾳ Μαντίνεια πόλις Ἀρκαδίας.

Θεμίσωνι ὁ τύραννος Ἐρετριέων.

πρὸς τὸ κράτιστον πρὸς τὸ χρήσιμον.

ἀντὶ τοῦ πρὸς τὸ λυσιτελοῦν καὶ πόλις καὶ ἀνὴρ μεταβάλλεται.

τὸν ἄνδρα τινὲς κοινῶς αὐτὸ λαμβάνουσι καὶ ἀφελῶς, τινὲς δὲ πικρῶς, ἄνδρα μὲν τὸν τύραννον, πόλιν δὲ τὴν δημοκρατίαν, ὡς ἔχομεν τὸ ὅμοιον ἡμῖν ἐν τοῖς Φιλιππικοῖς, ἐν οἷς λέγει· ἐπειδὴ γάρ ἐστιν πρὸς ἄνδρα καὶ οὐχὶ συνεστώσης πόλεως ἰσχὺν ὁ πόλεμος.

<!-- 2.165 -->ἔγραψας—Φορμίωνι ἵνα εἴποι κατὰ Ἀπολλοδώρου δικαζομένου πρὸς αὐτόν. ἐκ τούτου δῆλον ὅτι καὶ οἱ περὶ τὴν οἰκίαν Ἀπολλοδώρου λόγοι οὐκ Ἀπολλοδώρου, ἀλλὰ Δημοσθένους.

ἐξήνεγκας οἱονεὶ ἀνέγνως καὶ ἐξεῖπας.

<!-- 2.166 -->εἰσῆλθες δηλονότι ὡς διδάσκαλος. ταύτην ἀπώλεσας διὰ τοῦ αὐτόν, τὸν Ἀρίσταρχον, ἀναπεῖσαι φονεῦσαι τὸν Νικόδημον καὶ διὰ τοῦτο φεύγειν. ἀντὶ τοῦ ἀπεστέρησας.

ζηλωτὴς οἷον ἐραστὴς εἶναι κατὰ τὸν ψυχικὸν δῆθεν ἔρωτα, οἷον λέγων ὅτι ἐρῶ αὐτοῦ τὸν ψυχικὸν ἔρωτα. καλὴ γὰρ ἐκ τούτου παρέπεται φήμη· ταῦτα δέ, φησίν, οὐκ ἐποίεις· οὐ γὰρ δὴ τῇ ἀληθείᾳ ζηλωτὴς ἦσθα τοῦ μειρακίου.

<!-- 2.167 -->ἀνεπίφθονον ὡς ἄν τις εἴποι, οὐδεὶς φθόνος ἔσται εἰπεῖν περὶ τούτων, ἀλλὰ λέξω. τινὲς δὲ ἀντὶ τοῦ ἄμεμπτον.

ποῦ γὰρ ἢ πότε ἐν ποίᾳ ἡλικίᾳ ἢ ποίῳ καιρῷ.

πρὸς τίνας πολέμους, ἐν οἷς ἤμην ἀστράτευτος. Ἄλλως. οἷον πολεμίους, ἐγὼ παραλιπὼν — ἢ τοὺς στρατιώτας ἢ τὰς στρατείας — τήνδε τὴν ἡμέραν — ἀντὶ τοῦ ἐν αὐτῇ τῇ ἡμέρᾳ — δύναμαι μνησθῆναι; τινὲς δὲ λέγουσι· μνημονεύομαι παρὰ τῶν ἄλλων ἕως σήμερον λιπὼν τὴν τάξιν.

περίπολος εἴρηται περίπολος παρὰ τὸ περιπολεῖν τὴν χώραν. οἱ γὰρ ἔφηβοι τὸν δεύτερον ἐνιαυτόν, ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου, περιεπόλουν, τουτέστι περιήρχοντο τὴν χώραν καὶ διέτριβον ἐν τοῖς φυλακτηρίοις ἢ ἐν τοῖς φρουρίοις, ἐνίοτε ἔτος ἓν μόνον, ἐνίοτε δύο ὁ περιερχόμενος τὴν πόλιν καὶ φυλάττων. «οὗτος ἐν τοῖς φρουρίοις κοιτάζεται». Εὔπολις. καὶ «τοὺς περιπόλους ἀπιέναι εἰς τὰ φρούρια.» τοῖς ἐφήβοις γὰρ προστέτακται τὴν χώραν μετὰ τῶν ὅπλων περιέρχεσθαι.

<!-- 2.168 -->πρώτην δʼ ἐπειδὴ ἀπὸ ιηʹ ἐτῶν ἕως κʹ ἐγίνοντο οἱ στρατιῶται ὡς περίπολοι φύλακες, ἀπὸ δὲ κʹ λοιπὸν ἐξῄεσαν εἰς τοὺς ὑπερορίους πολέμους.

τὴν ἐν τοῖς μέρεσι καλουμένην τὴν ἐκ διαδοχῆς πεμπομένην ἀπὸ τῶν φυλῶν· οὐ γὰρ ἀεὶ οἱ αὐτοὶ ἐστράτευον. τὴν αὐτὴν δὲ λέγει καὶ τὴν ἐκ διαδοχῆς τὴν ἐν τοῖς ἐπωνύμοις. Ἄλλως. ὅτε κατὰ μέρη ἐξῆλθον Ἀθηναῖοι καὶ κατʼ ἐναλλαγὴν πάλιν ἀνέστρεφον. ἦν δʼ ὁ πόλεμος πρὸς Λακεδαιμονίους. ἐξ ἑκάστης δὲ φυλῆς ἀνὰ μέρος ἐξήρχοντο διάδοχοι ἀντὶ τῶν πρώτων στρατευσόμενοι, ὅταν μὴ ᾖ χρεία πανδημεὶ στρατεύειν ἀλλʼ ἀριθμόν τινα μερῶν. αἱ δὲ τοιαῦται ἔξοδοι ἐκαλοῦντο ἐν τοῖς μέρεσιν.

συμπαραπέμπων οὐ λέγει προπέμπων, ἀλλὰ συστρατεύων, ὡς καὶ παραπομπὴν τὴν συστρατείαν.

καὶ τῶν Ἀλκιβιάδου ξένων οὗτοι ἐοίκασιν Ἀλκιβιάδου εἶναι ξένοι καὶ φίλοι Ἀθήνησιν. ἡ δʼ ἔξοδος ἦν εἰς Φλιοῦντα. ἔστι δὲ πόλις τῆς Ἀργείας.

τὴν Νεμεάδα—χαράδραν τόπος τῆς Ἀργείας. χαράδρα δὲ τόπος κοῖλος πλέως ὕδατος.

ἐν τοῖς ἐπωνύμοις καὶ τοῖς μέρεσιν ἐν τοῖς ἐπωνομασμένοις ὀρθῶς, οἷον τοῖς ἀξιοχρέοις πρὸς τὴν μάχην καὶ διὰ τοῦτο ἐπωνομασμένοις μέρεσιν.

<!-- 2.169 -->Ταμύναις χωρίον τῆς Εὐβοίας, ὡς ἔγνωμεν ἐν τοῖς κατὰ Μειδίου. ἔστι δὲ τόπος ἱερὸς Ἀπόλλωνος.

ἐπιλέκτοις ἐκλεγομένοις στρατιώταις ἀριστίνδην.

ἐκινδύνευσα ἀντὶ τοῦ ἀνδρείως ἐπολέμησα.

στεφανωθῆναι ὑπὸ τῶν ἡγεμόνων.

συμπρεσβεύσαντος παρακαλέσαντος. τὸ δὲ σύν πρόσκειται δηλοῦν ὅτι καὶ ἡγεμόνες ἐπῄνεσαν.

ἦν ἀντὶ τοῦ ἤμην.

<!-- 2.170 -->μήπω συνήγορον μέλλει γὰρ ὕστερον καὶ συνήγορον καλέσαι. τοῦτο δὲ λέγει, ἐπειδὴ ὁ μὲν μάρτυς μαρτυρῶν ὑπεύθυνος ἐγίνετο, ὁ δὲ συνήγορος, μόνον παρακαλῶν ὑπέρ τινος, οὐδὲν ἔπασχεν.

<!-- 2.171 -->τῶν παίδων τῶν ὑμετέρων οἱονεὶ τῶν ἐξελθόντων ἀπὸ τῆς ἥβης. παίδων δὲ ὡς πρὸς σύγκρισιν τῶν ἄλλων τῶν τελείων τὴν ἡλικίαν.

πόρρωθεν ἀντὶ τοῦ ἀπὸ παλαιῶν χρόνων.

<!-- 2.172 -->βούλεται ἀφʼ ἑκατέρων δεῖξαι, καὶ ἀπὸ τοῦ πολεμῆσαι εὐκαίρως καὶ ἀπὸ τοῦ εἰρήνην ἄγειν, καλῶς προβαίνοντα τὰ πράγματα, ἀπὸ δὲ τοῦ ἀκαίρως εἰς δυστυχίαν μεταπίπτοντα. διό, φησί, κἀγὼ εὐκαίρως συνεβούλευσα γενέσθαι τὴν εἰρήνην.

ὑπό τινων ἵνα λέγῃ τῶν τότε πονηρῶν ῥητόρων καὶ πολεμοποιῶν.

προκηρυκευσαμένου ἀντὶ τοῦ πρεσβευτοῦ πεμφθέντος. προξένου δὲ δημοσίου φίλου.

<!-- 2.173 -->κατεσκευασάμεθα καταχρηστικῶς, ὡς καὶ ἐν τοῖς Φιλιππικοῖς στρατιώτας κατασκευασθῆναί φησιν ὁ Δημοσθένης. Σκύθας δὲ οἱονεὶ τοξότας· τοξόται γὰρ οἱ Σκύθαι καὶ οἱ Κρῆτες.

ἐπριάμεθα τουτέστιν ἐμισθωσάμεθα.

<!-- 2.174 -->ὑψηλὸν ἦρε ἀντὶ τοῦ ὑψωθῆναι ἐποίησε.

<!-- 2.175 -->καὶ πάλιν μετῆκται τὰ πλεῖστα ἐκ τῶν Ἀνδοκίδου ἔστι δὲ ψευδῆ. ἡ μὲν γὰρ Νικίου εἰρήνη ἐπὶ ἄρχοντος Ἀρίστωνος ἐγένετο τῷ τετάρτῳ ἔτει τῆς ὀγδοηκοστῆς ἐνάτης ὀλυμπιάδος· ἐν δὲ ταύτῃ οὐχ ὅτι ἐννακισχίλια τάλαντα εἰς ἀκρόπολιν ἀνήγαγον, ἀλλὰ καὶ τὰ προανενηνεγμένα ἐκ Δήλου μύρια πεντακισχίλια προσανάλωσαν. περὶ τῶν ἀποικιῶν δὲ ψεύδεται· οὐ γὰρ ἐπὶ τῆς Νικίου εἰρήνης ἐγένετο, ἀλλὰ πολλοῖς χρόνοις πρότερον.

πλωΐμους ἀντὶ τοῦ δυναμένους πλεῖν· ἐντελεῖς δὲ ὅ ἐστι πάντα τὰ ἐπιτήδεια ἐχούσας.

φόρος ὅτι τὸ ἄνω πρὸς τὸ ἀποθησαυρίσασθαι καὶ συναγαγεῖν εἴρηται, τοῦτο δὲ ὅπερ κατʼ ἐνιαυτὸν εἶχον εἶπε φόρον.

ἀποικίας ὅπερ ἐστὶ σημεῖον ἰσχυόντων ἀνθρώπων· χρῄζουσι γὰρ δυνάμεως οἱ ἀποικίζοντες κατὰ τῶν κωλυόντων αὐτοὺς κτίσαι τὴν ἀποικιζομένην πόλιν.

<!-- 2.176 -->ἁψιμαχίας τοῦ ἀεὶ φιλεῖν ἅπτεσθαι τοῦ πολέμου.

τοὺς τετρακοσίους οἱ περὶ Πείσανδρον τὸν Ἀχαρνέα δημαγωγὸν ἔπεισαν τὸν δῆμον, ἐπεὶ δεῖται τὰ πράγματα σπουδῆς καὶ ἐπινοίας ταχείας, ποιήσασθαι κυρίους ἁπάντων ἄνδρας τετρακοσίους. οὗτοι ἦσαν οἱ πρῶτοι τὸν δῆμον καταλύσαντες. οὗτοι δὲ κατέστησαν ὑπὸ τὰ ἔσχατα τοῦ πολέμου πρὸ τῆς Λακεδαιμονίων ἐπικρατείας. ἐκεῖνοι γὰρ λʹ τυράννους κρατήσαντες κατέστησαν αὐτοὺς πολίτας Ἀθηναίων.

ὅθεν σοφωτάτην καθὸ οὐχ εἵλετο ἐπὶ πολὺ στασιάζειν πρὸς ἑαυτήν, ἀλλʼ εἰρήνην εἶχεν.

<!-- 2.177 -->ἀναφθέντος ἀναφύντος, ἀναζωπυρηθέντος.

ἀναφύντος οἱονεὶ ὥσπερ ἀναβλαστήσαντος καὶ ἀναζήσαντος.

τὸ νοσοῦν τῆς πόλεως νόσημα πόλεως οἱ πολῖται κακοῦργοι. τοῦτο οὖν τὸ ἔθνος προσποιούμενοι καὶ ἐπιτειχίζοντες τῇ πόλει ἀνατρέπουσι τὰ πράγματα.

ἐν μὲν εἰρήνῃ οἷον ἐν τῇ εἰρήνῃ ἐπιδεικνύμενοι δῆθεν τὸ ἀνδρεῖον αὑτῶν ἐπιτάττουσι προφυλάξασθαι ἑαυτοὺς καὶ παρασκευάσασθαι.

ἐξετασταὶ ἐξαριθμηταὶ τῶν πραγματευομένων. οὗτοι καὶ τοὺς ἀστρατεύτους ἐξελέγχουσι, καὶ ὅλον τὸ ἔργον καλεῖται ἐξέτασις, ἀποστολεῖς δὲ οἱ ἐπὶ τῶν ἀποστόλων, ὥστε ἐκπεμφθῆναι τοὺς πλέοντας στρατιώτας. περὶ τῶν ἀποστολέων ἔγνωμεν ἐν τῷ περὶ τοῦ στεφάνου ὅτι ἀρχὴ ἦν ἐπὶ τὸ ἐπείγειν τὸν στόλον ταχέως ἐκπλεῦσαι τεταγμένη. ἐξετασταὶ δὲ τίνες εἰσὶν ἐν τῷ κατὰ Τιμάρχου ἔγνωμεν.

οὐ τοῖς ἤθεσιν ἵνα λέγῃ ὅτι οὐκ ἀληθῶς κατὰ φύσιν εἰσὶ φιλοπόλιδες, ἀλλʼ ὑποκρίνονται.

<!-- 2.178 -->συστραφέντες οἱονεὶ συνελθόντες καὶ φατριάσαντες.

καὶ φασὶ μὲν πάλιν ἡ μετάθεσις τῆς αἰτίας, ὡς ἠπάτησέ με Φίλιππος.

<!-- 2.179 -->κἀμοὶ μὲν οἱ συνδεησόμενοι ἐλέου αἴτησις.

γυναικείῳ—τὴν ὀργὴν ἀντὶ τοῦ ὠμῷ καὶ ἀνηλεεῖ, ἐπειδὴ δοκοῦσιν αἱ γυναῖκες πικραὶ σφόδρα εἶναι περὶ τὸ ὀργίζεσθαι. διὸ καὶ ὁ Μένανδρός φησι «φιλόνεικος δʼ ἐστὶ καὶ νέα γυνὴ εἰς μῆνιν.»

<!-- 2.180 -->λογογράφῳ οἷον φιλοδίκῳ καὶ κακοπράγμονι.

ἀναμνησθέντες διότι προετρεψάμην ἐκείνους σωφρονεῖν διὰ τοῦ κατηγορῆσαι τοῦ Τιμάρχου ἀσελγείας καὶ ὀφείλετέ μοι χάριν ὑπὲρ τούτων.

<!-- 2.181 -->τὴν μὲν τύχην οὐ τὴν τύχην δηλονότι, ἀλλὰ τὸν τρόπον, ὅ ἐστιν, οὐ πανοῦργος ὢν ὡς Δημοσθένης.

φοβερὰ προσθετέον ἔξωθεν· τοῖς σώφροσιν.

<!-- 2.182 -->οὐδʼ ὑπεύθυνος καθὸ μετὰ τὴν ἀρχὴν οἱοσδήποτε παρεῖχεν εὐθύνας πῶς ἦρξεν.

<!-- 2.183 -->τῆς ὑμετέρας ἀδείας τοῦ μὴ φοβεῖσθαι τὸν πόλεμον.

<!-- 2.184 -->πολιτικῶν οἱονεὶ δημαγωγῶν καὶ μεταχειριζομένων τὰ κοινὰ πράγματα.

κέχρημαι ἀντὶ τοῦ φίλος εἰμί, ὡς καὶ ἀλλαχοῦ κεῖται· «τούτῳ πάνυ ἐκεχρήμην.»

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ybk-aab`.
