---
title: "Scholia on Aelius Aristides: On Rhetoric"
author: Scholia on Aelius Aristides
eul_wid: yds-aam
eul_aid: yds
canonical: "https://eulogikon.org/works/scholia-aelius-aristides-on-rhetoric-yds-aam"
lang: grc
content_hash: "sha256:2df7a6467ec06ab35f88141c403a0559143c53866a6514a9ceb2ab69d5fc2998"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Aelius Aristides: On Rhetoric

**Author:** Scholia on Aelius Aristides

**eul_wid:** `yds-aam` · [HTML page](https://eulogikon.org/works/scholia-aelius-aristides-on-rhetoric-yds-aam)

## Text

ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ.

<!-- 1,1 -->οἶμαι δεῖν, ὅστις μέλλει ὡς ὑπὲρ αὐτοῦ τὸ προοίμιον. τὸ προοίμιον ἔλαβεν ἀπὸ συστάσεως τοῦ ἰδίου προσώπου, ὡς ὀφείλοντος πιστεύεσθαι, κἂν πρὸς παλαιότερον ἀγωνίζηται. ἰστέον δὲ ὅτι πρὸς δύο ἰσχυρὰ μαχόμενος ὁ Ἀριστείδης, τήν τε τοῦ πράγματος ἀλήθειαν καὶ τοῦ προσώπου τὸ ἔνδοξον, τεχνικῶς τὸν λόγον μεταχειρίζεται. πρῶτον γὰρ τὸ μὲν ἔνδοξον τοῦ προσώπου διὰ τοῦ προοιμίου καθαιρεῖ, τὸν δὲ τοῦ πράγματος λόγον τοῖς ἀγῶσι φυλάττει. οἶμαι δεῖν, ὅστις μέλλει τὰ δέοντα ἐρεῖν τοῦτο ἀντίπτωσίς ἐστιν· ἔδει γὰρ εἰπεῖν, οἶμαι δεῖν τὸν μέλλοντα, εἰ ψιλῷ λόγῳ συμφῆσαι, ἢ τὴν ἀλήθειαν δικαστὴν ὄντα κρῖναι τόδε ποιεῖν.

<!-- 1,2 -->μὴ τοῦτο σκοπεῖν, μηδὲ βασκαίνειν ἑκάστην λέξιν οἰκείαν ἀπέδωκε, λέγων τὸ σκοπεῖν καὶ τὸ βασκαίνειν. τὸ μὲν οὖν σκοπεῖν ἐπὶ ὑψηλῷ λόγῳ ζητοῦντος λαμβάνειν, τὸ δὲ βασκαίνειν ἐπὶ τοῦ δικάζοντος. μηδὲ βασκαίνειν τὸν ἀκροασόμενον, ἢ τὸν λέξοντα. εἴ τινι τῶν πρότερον καὶ δόξαν ἐχόντων ὡς ὁ Πλάτων. εἰς Πλάτωνα αἰνίττεται. εἴ τινι τῶν πρότερον—περὶ τῶν αὐτῶν συμβέβηκεν τὸ τινὶ ἢ πρὸς τὸ τῶν πρότερον καὶ δόξαν ἐχόντων σύναπτε, λέγων τινὶ τῶν παλαιῶν καὶ ἐνδόξων, ἢ πρὸς τὸ συμβέβηκεν, ἱνʼ ἔχῃ τὸ ἑτέρως πρὸς τὸ τῶν πρότερον καὶ δόξαν ἐχόντων συνάπτεσθαι οὕτως· ἐάν τινι ὑστέρῳ δηλονότι συμβέβηκεν εἰρῆσθαι περὶ τῶν αὐτῶν, ἑτέρως τῶν πρότερον καὶ δόξαν ἐχόντων· ὅ μοι δοκεῖ κρεῖττον· καὶ γὰρ καὶ τὸ βασκαίνειν πρὸς τὸ ὕστερον ἔχει τὴν ἔμφασιν· οὐ γὰρ βασκαίνει τις τῷ πρὸ αὐτοῦ, ἀλλὰ τῷ ὕστερον εἰρηκότι ἑτέρως τοῦ παλαιοῦ καὶ ἐνδόξου.

<!-- 1,3 -->περὶ τῶν αὐτῶν τῶν μελλόντων. ἀλλʼ οὗ πανταχοῦ πλεῖστον—ὁποτέρωθι τἀληθὲς ἡ σύνταξις οὕτως· ἀλλὰ τοῦτο κἀν τῷ παρόντι, ὁποτέρῳ ᾖ τἀληθὲς, οὗτινος πανταχοῦ πλεῖστον εἰκός ἐστι λόγον. οὗ ὅπου. ἀντὶ τοῦ οὗτινος. οὗ πανταχοῦ πλεῖστον εἰκός ἐστι ἢ ἐν παντὶ πράγματι τὸ ἀληθὲς εἰκὸς εἶναι.

<!-- 1,4 -->ὁποτέρωθι τἀληθὲς ὅπου ἐστί. παρʼ ἐμοὶ, ἢ τῷ Πλάτωνι. καὶ τοῦτο τὸ ἀληθές.

<!-- 1,5 -->ἄτοπον γὰρ, ἐν μὲν ταῖς—μηδʼ ἐν τοῖς δικαστηρίοις ὡσανεὶ ἔλεγεν· ἔνθα πολλάκις καὶ ἀπάται γίνονται.

<!-- 1,6 -->ταύτῃ κατὰ τοῦτον τὸν τρόπον. ἤγουν ἐν τούτῳ τῷ λόγῳ. ἐν τούτῳ πολέμῳ.

<!-- 1,7 -->ἐν δὲ τοῖς λόγοις αὐτοῖς—κρατεῖν ἀπὸ κοινοῦ τὸ ἄτοπον.

<!-- 1,8 -->τῇ περὶ τούτων κρίσει καλῶς εἶπεν ἐνταῦθα κρίσει, ὅπου δεῖ ζητεῖν τὴν ἀλήθειαν.

<!-- 1,9 -->κιθαριστὰς κιθαρῳδὸς ὁ καὶ πρὸς τὴν φωνὴν τῆς κιθάρας ᾄδων, κιθαριστὴς δὲ ὁ κρούειν μόνον ἐπιστάμενος. οἳ μόνον κρούειν ἐπίστανται. τοὺς ἄλλους τοὺς ἐπὶ τῆς μουσικῆς τοὺς ποιητάς.

<!-- 1,10 -->μὴ ταυτὸν φέρεσθαι τῆς τε ἀξίας ὄνομα καὶ τῆς τάξεως ἤγουν καθʼ ἣν τάξιν εἰσῆλθε, τρίτος, εἰ τύχοι, τοῦ πρὸ αὐτοῦ, ἢ τέταρτος, οὕτω καὶ τὴν τιμὴν δέχεσθαι. λέγειν ἓν ὄνομα, τὴν μουσικήν. τῆς τε ἀξίας ἀντὶ τῆς ἀρετῆς· πολλάκις γάρ τις πρῶτος τῷ ἀριθμῷ, οὐ μὴν πρῶτος τῇ ἀρετῇ. ἢ εἰ δὲ μή. ἢ κληροῦν γε ἂν ἤρκει μόνον κατὰ κλήρους γὰρ εἰσήρχοντο οἱ ἀγωνισταί.

<!-- 1,11 -->ὅστις ἂν κάλλιστʼ ἀγωνίσηται—κἂν ὕστατος εἰσελθὼν τύχῃ ὑπερβολικῶς κέχρηται· ὅτι καὶ αὐτῶν τῶν δρομέων οὐχ οἱ πρῶτοι ἀπιόντες νικῶσιν, ἀλλʼ οἱ τούτοις παρερχόμενοι.

<!-- 1,12 -->τῶν ἀστειοτέρων κρειττόνων. τῶν σεμνοτέρων· τουτέστι τῶν πολιτικωτέρων. τῶν ἀστειοτέρων ἀγωνισμάτων τοὺς λόγους λέγει ἀστειότερα ἀγωνίσματα, ἤτοι σεμνότερα, ἐπειδὴ καὶ τὸ τῆς πολιτείας ὄνομα σεμνόν. εἴρηται δὲ ἀλλαχοῦ τὸ ἀστεῖον ἀντὶ τοῦ ἡδύ.

<!-- 2,2 -->μηδʼ ἂν τυχεῖν ἐπαίνου. κἀν τοῖς γυμνικοῖς ἀγῶσιν γυμνικοὺς ἀγῶνας λέγει τὰ ἐπὶ τῆς εἰρήνης ἁμιλλητήρια ἅρματα· καὶ ὅταν ἔνοπλοί τινες ἀγωνίζωνται, τῆς ἀλλήλων ἰσχύος πειρώμενοι, ἢ ἀκοντίζωσιν, ἢ τοξεύωσι· ταῦτα γὰρ πάντα καὶ ὅσα τοιαῦτα γυμνάσιά εἰσι τῶν ἐν πολέμοις.

<!-- 2,3 -->οὐχ ὅστις πρῶτος τὴν ἀπογραφὴν ἐποιήσατο ἀπεγράφοντο γὰρ παρὰ τῶν τοὺς ἀγῶνας καθισταμένων οἱ ἀγωνισόμενοι. οὗ οὗτινος.

<!-- 2,5 -->ἐν αὐτοῖς τοῖς ἄθλοις ἄνω μὲν περὶ τῆς ἀπογραφῆς εἶπεν, ἐνταῦθα δὲ περὶ αὐτοῦ. τοῖς αὐτοῦ τοῦ τάχους ἤγουν τοῖς τρέχουσιν.

<!-- 2,6 -->τοῖς ἐπὶ τῆς ἀρχῆς ἐξενεγκοῦσιν προενεγκοῦσι καὶ ὑπερτερήσασι.

<!-- 2,7 -->τοὺς μὲν ἃ ἐκεῖνα. τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶντας ἢ τιμῶντας ἵνα ᾖ τὸ μὲν τῶν ἀγωνιζομένων, τὸ δὲ τῶν θεατῶν· τὸ μὲν μελετῶντας τῶν ἀγωνιζομένων, τὸ δὲ τιμῶντας τῶν θεατῶν.

<!-- 2,8 -->τοῦ λόγου τὸ τοῦ λόγου ἐνταῦθα ἀντὶ τοῦ εὐταξίας νόει, ἐπειδὴ πᾶν τὸ εὔτακτον κατὰ λόγον γίνεται, τὸ δὲ ἄτακτον ἀλόγως.

<!-- 2,9 -->τοὺς δʼ ἐπὶ τῶν λόγων ἀνέχοντας διάγοντας καὶ φορουμένους. ἤτοι ὑπερέχοντας, καὶ μείζονας ὄντας, πρωτεύοντας. ἐν τούτοις τοῖς λόγοις.

<!-- 2,10 -->οὕτως ἀργῶς, μᾶλλον δʼ ἀδίκως ἔχειν ἀργῶς εἶπε διὰ τοὺς μὴ ἀντιλέγοντας, ἀδίκως δὲ διὰ τοὺς ἐπιτιμῶντας τοῖς ἀντιλέγουσιν. ἀργῶς διὰ τοὺς μὴ ἀντιλέγοντας, ἀδίκως δὲ διὰ τοὺς ἐπιτιμῶντας τοὺς ἀντιλέγοντας. τὸ δὲ νόημα ὅλον τοιοῦτόν ἐστιν· ἐάν τινος γράψαντος νόμον ἄλλος κατηγορήσῃ, δόξει δικαιότερα λέγειν, οὐκέτι οὐδεὶς τῷ πρώτῳ κέχρηται νόμῳ, ἀλλὰ τῷ εἰσφερομένῳ ἀντʼ ἐκείνου. ἐπὶ δὲ τῶν λόγων τούτων οὐχ οὕτω γίνεται· κἂν γὰρ δόξῃ δικαιότερα λέγειν Πλάτωνος, οὐκ ἐξαλειφθήσεται τοῦ Πλάτωνος ὁ λόγος, ἀλλὰ μενεῖ. ἀρκεῖ δὲ τῷ Ἀριστείδῃ καὶ τοὺς αὑτοῦ λόγους ἀναγινώσκεσθαι, ὥσπερ τοῦ Πλάτωνος. ἄλλοι δὲ οὕτως ἀντιλαμβάνουσιν, ὅτι ἡμεῖς ἐσπουδάζομεν ἐξαλεῖψαι φιλοσοφίαν, ὥσπερ ἐκεῖνος ῥητορικὴν, ἀλλὰ τὴν ῥητορικὴν ὁμότιμον δεῖξαι τῇ φιλοσοφίᾳ. περὶ ἁπάντων τῶν τοῦ Πλάτωνος δῆλον. ἄν τις φθάσῃ γενόμενος ὡς ὁ Πλάτων.

<!-- 2,11 -->τὰ ὀνόματα τῶν παλαιῶν ἀνθρώπων. τὰ ὀνόματα ἀντὶ τῆς ἀληθείας θαυμάζειν αἱρεῖσθαι ἀπὸ κοινοῦ πῶς οὐκ ἀλογία πολλή.

<!-- 2,12 -->περὶ ἀντὶ τοῦ ὑπέρ.

<!-- 2,13 -->τοὺς δὲ περὶ τῶν ἀεὶ μενόντων τῇ φύσει λόγους τοῦτο λέγει ἢ ὅτι κατὰ τὴν αὐτῆς φύσιν ἡ ῥητορικὴ αὐτή ἐστι, κἂν ἐπιλείπῃ τῷ χρόνῳ, ἢ ὅτι τῇ φύσει τῶν ἀνθρώπων ἀεὶ σύμφυτός ἐστιν. ἐπὶ τοῖς πρώτοις ἀντὶ τοῦ ἐπὶ πάντων τῶν πραγμάτων. ἐπὶ τοῖς πρώτοις μὴ δέχεσθαι ἐπὶ τῷ πρότερον εἰρηκότι, καὶ ἕτερον μὴ δέχεσθαι. ὥσπερ ὅρους ἢ στήλας τὸ μὲν ὅρους ἐπὶ τῶν χωρίων λέγεται, τὸ δὲ στήλας ἐπὶ τῶν συνθηκῶν· ἐν αὐταῖς γὰρ αἱ συνθῆκαι ἐγράφοντο. οὐδεὶς γὰρ ἀμφισβητεῖ περὶ γῆς ἔστω τῶν ὅρων, ἢ στήλης· ὡς ὁ Δημοσθένης ἐν τῷ περὶ Χεροννήσου. ἔλαβε δὲ τοὺς μὲν ὅρους ἐπὶ χωρίων, τὰς δὲ στήλας ἐπὶ συνθηκῶν· ἐν αὐταῖς γὰρ αἱ συνθῆκαι ἐγράφοντο.

<!-- 2,14 -->τοὺς προκατεσχηκότας προλαβόντας εἰπεῖν. πρεσβεύειν τιμᾶν. τοὺς προτέρους λόγους.

<!-- 2,15 -->δέον ὄν. τῆς αὐτῆς χώρας καὶ ἑτέρους ἀξιοῦν αὐτοῖς χώρας λέγει τῆς τάξεως· τοὺς δὲ ἑτέρους ἀντὶ τοὺς ἐμοὺς τοῦ Πλάτωνος.

<!-- 2,16 -->προσπαραγράφειν προστιθέναι.

<!-- 3,1 -->χρῆναι πρέπον εἶναι.

<!-- 3,2 -->μηδʼ ἐκεῖνο ὁρᾷ τὸ μηδὲ ἐκεῖνο ὁρᾷ πρὸς τὸ προσθεῖναι συνάπτεται· τὸ δὲ ὥσπερ ἂν εἴ τις διὰ μέσου.

<!-- 3,4 -->Ἴασος γὰρ ἂν Ἴασος κριτής τε καὶ δήμαρχος. οὕτως δὲ καὶ οἱ λοιποὶ, οὕς φησιν Ἀργείους. κριτὴς δήμαρχος ἀνήρ. Κρίασος δὲ καὶ Κρότοπος καὶ Φθορονεὺς οὗτοι οἱ πάντες Ἀργεῖοι.

<!-- 3,5 -->εἴ τις Ἀργεῖος ἐκ μύθου ἔοικε τὸν Ἴναχον λέγειν. Δευκαλίων Δευκαλίωνα φασὶν οἱ Ἕλληνες τὸν Νῶε.

<!-- 3,6 -->ἀντὶ τῶν νῦν βεβοημένων φιλοσόφων, ἢ ῥητόρων.

<!-- 3,7 -->ἐν δὲ τοῖς ἔθνεσι Φρύγες, διὰ τὴν παρὰ τοῦ βαίκους οἶμαι μαρτυρίαν Παφλαγόνες καὶ Φρύγες ἤρισαν πρὸς ἀλλήλους περὶ ἀρχαιότητος. θέλοντες οὖν τοῦτο μαθεῖν ἐνέβαλλον οἴκῳ τινὶ παιδίον ἄρτι τεχθὲν καὶ γυναῖκα μετʼ αὐτοῦ γαλακτοτροφοῦσαν ἄλαλον. τὸ δὲ αὐξηθὲν βαὶκ πρῶτον ἐφώνησεν, ὅπερ ἐστὶ παρὰ Φρυξὶν ἄρτος. ἔγνωσαν οὖν ὅτι Φρύγες εἰσὶν ἀρχαιότεροι. ἐξελληνίζων δὲ Ἀριστείδης τὸ βαὶκ βαῖκος λέγει.

<!-- 3,8 -->Καλλαίθυιαν τινὲς λέγουσι τὴν Πανδώραν λέγειν αὐτόν· πρώτην γὰρ αὐτὴν πεπλάσθαι λέγει Ἡσίοδος. ἄλλοι δὲ λέγουσιν Ἀργείαν εὐπρεπεστάτην.

<!-- 3,9 -->τῆς φιλοτιμίας δόξης. συμβαλεῖν συμμίξαι.

<!-- 3,10 -->οὕτω ζητήσομεν, εἴ τις ἦν πρὶν σελήνην εἶναι διὰ τοὺς Ἀρκάδας. Ὁμήρου δὲ καὶ Ἡσιόδου αἱ γενικαὶ αὗται καὶ αἱ λοιπαὶ πρὸς τὸ πολλοστὸν εἰσί. τὸ δὲ συμπροϊόντος ἴσου ἀντὶ τοῦ ὁμοίως συμπροέλθοι αὐτοῖς. ὅπερ εἰς τοὺς πρὸ αὐτῶν συμβαίνει. λέγει τὸ μετʼ αὐτοὺς εἶναι κρείττους διὰ τὸν τῆς ἀρχαιότητος λόγον. τὸ δὲ ἀεὶ εἶπεν, ἐπειδὴ ἀεὶ τοῦτο οὕτω χωρήσει. τῶν εἰς ἡμᾶς νενικηκότων ἀντὶ τοῦ τῶν ἐν τοῖς ἡμετέροις χρόνοις· ἐκεῖνοι γὰρ παλαιότατοι.

<!-- 3,11 -->Πλάτωνος εἰ βούλει καὶ Δημοσθένους τεχνικῶς συνῆψε τὸν Δημοσθένην τῷ Πλάτωνι, ἵνα δείξῃ τὴν ῥητορικὴν ὁμοίους ἄνδρας φέρουσαν τῇ φιλοσοφίᾳ. εἰς πολλοστὸν χρόνον τὸ πολλοστὸν δύο σημαίνει, τὸ ὀλίγον πολλὰ, καὶ τὸ παρὰ πολύ. πολλοστὸν πολύν.

<!-- 3,12 -->προϊόντος ἴσου τοῦ πρὸ αὐτῶν ἐκείνοις ἀεὶ ἀντὶ τοῦ τούτου αὐτοῦ λεγομένου ἐπὶ ἑκάστου λόγου· οἷον οὐδʼ ὡς μέγα ὁ δεῖνα· πρὸ αὐτοῦ γὰρ ὁ δεῖνα· καὶ πάλιν ὁ πρῶτος φαῦλος· πρὸ αὐτοῦ γὰρ ὁ δεῖνα. ἢ οὕτως, ὅπερ καὶ ἄμεινον· ὅσῳ προϊόντος τοῦ χρόνου παλαιότερος δοκεῖ Πλάτωνος ὁ Δημοσθένης, τοσούτῳ πάλιν οἱ πρὸ αὐτῶν γίνονται παλαιότεροι· ὁ γὰρ χρόνος ἴσος καὶ ἐπʼ ἐκείνων προέρχεται.

<!-- 4,1 -->παρʼ αὐτῶν, ὡς ἔοικεν, ὧν τιμῶμεν ὑπάρχειν εἰδότας τὸ προσίεσθαι καὶ προσέχειν ὁπόσον διαφέρει ἐξ οὗ τιμῶμεν τὸν Πλάτωνα, ἢ Δημοσθένην, λέγω τοῦ διενεγκεῖν ἐν τοῖς λόγοις, ἐκ τούτου γινώσκειν εἰκὸς πόσην διαφορὰν ἔχει τὸ προσίεσθαι καὶ προσέχειν τισὶ πρὸς τὸ μὴ προσίεσθαι μηδὲ προσέχειν. ἔστι δὲ ἡ διαφορὰ τὸ τοὺς μὲν καλοὺς προσίεσθαι, κἄν τε ἀρχαῖοι κἄν τε τῶν ἔπειτα ὦσι, τοὺς δὲ μὴ καλοὺς ἀποστρέφεσθαι, κἂν ἀρχαιότατοι πάντων ὦσιν, ὥστε τούτου οὕτως ἔχοντος φαίνεται μὴ τὸν χρόνον ἰσχύειν, ἀλλὰ τὴν ποιότητα τοῦ προσώπου.

<!-- 4,5 -->πρότερον κρεῖττον.

<!-- 4,6 -->εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ τῷ τοσοῦτον πάντα μετὰ ἐμφάσεως δεῖ λαμβάνειν· Ὁμήρῳ γὰρ εἶπεν, ὡς ἀρκούσης τῆς προσηγορίας δηλῶσαι τὴν ἀρετήν· εἶτα οὐκ εἶπε τὸ πρὸ αὐτοῦ μόνον, ἀλλὰ καὶ τὸ τοσοῦτον προσέθηκεν, ἵνα δείξῃ ὅτι πολὺ πρῶτος Ὅμηρος Πλάτωνος, Πλάτων δὲ αὐτοῦ τοῦ Ἀριστείδου. εἶτα προστίθησι καὶ ποσότητα, εἰπὼν περὶ πολλῶν, ἵνα δηλώσῃ ὅτι Πλάτων μὲν Ὁμήρῳ εἰς πολλ Πλάτων περὶ τοῦτο μόνον. προσέθηκε δὲ τὸ ἐπιτιμῶν, καὶ οὐκ ἀντιλέγων, ὅπερ  <span class="gap">…</span> ἀλλʼ ἔχει πρὸς τοὺς ἀγανακτοῦντας, ὡς πολλῶν οὐσῶν αἰτίων τοῦ ἀντιλέγειν Ὁμήρῳ τὸν Πλάτωνα.

<!-- 4,11 -->ἃ τοίνυν εἴρηκε περὶ ῥητορικῆς αὐτὸς βούλεται λύειν· ἐκεῖ δὲ ἀντιθετικῶς εἰσάγει. ἃ τοίνυν εἴρηκε περὶ ῥητορικῆς—καὶ δείξωμεν, ὅπως ἔχει ἀπόδειξιν τῆς πέρα τοῦ δέοντος φιλονεικίας ἐπήνεγκε τὴν συνουσίαν τῶν προσώπων, ὥσπερ τοῦτο λέγων, ὅτι διὰ τοῦτο ἐπλάσω τὴν συνουσίαν, ἵνα χωρήσῃς κατὰ ῥητορικῆς· πῶς γὰρ οἷόν τε Γοργίᾳ τῶν δικαίων τυχεῖν Σωκράτους ἀγωνιζομένου παρὰ Πλάτωνι κριτῇ; ἀπόδειξις τῆς πέρα τοῦ δέοντος φιλονεικίας· καὶ ἐπήνεγκε τὴν συνουσίαν τῶν προσώπων· ἀντὶ τοῦ διὰ τοῦτο ἐπλάσω τὴν συνουσίαν, ἵνα χωρήσῃς κατὰ ῥητορικῆς· πῶς γὰρ οἷόν τε εἶναι Γοργίαν τῶν δικαίων τυχεῖν Σωκράτους ἀγωνιζομένου παρὰ Πλάτωνι κριτῇ;

<!-- 4,14 -->αὐτὴν τὴν ῥητορικήν. δυσὶ καὶ τρισὶν προσώποις. Γοργίᾳ, Πυλάδῃ, Καλλικλεῖ. ὡς γοῦν ἐν σχήματι διαλόγων ἐφοβήθη τὸν ἀριθμὸν τῶν ῥητόρων εἰπὼν, μή τις αὐτῷ ἀντείπῃ λέγων οὕτως· ἐκεῖνοι τοσοῦτοι ὄντες οὐκ ἴσχυσαν συστῆσαι τὴν ῥητορικήν· πῶς οὖν σὺ μόνος τολμᾷς; καὶ διὰ τοῦτο προσέθηκε τὸ ἐν σχήματι διαλόγων, ἵνα κἀκεῖνο δηλώσῃ, ὅτι τοῦτο πεποίηκε Πλάτων, μείζονα τὴν ἀπορίαν τῆς κατηγορίας αὐτῷ ποιούμενος. τὸ δὲ ἡμεῖς οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες, ἀντὶ τοῦ οἱ τὴν ἀλήθειαν λέγοντες.

<!-- 4,15 -->προῃρημένοι ἀντὶ τοῦ τῇ προαιρέσει Πλάτωνος ἀκολουθοῦντες, καὶ οὐ τῆς ἀληθείας τῶν πραγμάτων προσαπτόμενοι. τοῦτο γὰρ βούλεται τὸ μονομερὲς, ὅπερ ἔχουσιν οἱ διάλογοι, εἰ καὶ ἐν σχήματι τοὺς ἀντιλέγοντας κέκτηνται. ὥσπερ τοσαῦτʼ ἀντιλέγειν Πλάτωνι δέον ἐστί.

<!-- 4,16 -->ἄλογον δέ μοι φαίνεται, εἰ Πλάτων μὲν— μή τις διʼ ἐκεῖνον ἀχθεσθείη καλῶς τὸ ἄλογον εἶπεν, ἐπειδὴ ῥητορικῆς κατηγορηθείσης λόγον οὐκ εἶχε τὸ σιωπᾶν ῥήτορας. τὸ δὲ Πλάτων οὐχ ἁπλῶς εἶπεν, ἀλλʼ ἀντὶ τοῦ ὁ φιλόσοφος· ἀλλότριον γὰρ φιλοσόφῳ τὸ λοιδορεῖν. τὸ δὲ ἡμεῖς ἀντὶ τοῦ οἱ ῥήτορες, οἷς ἡ τέχνη παρρησίαν χαρίζεται, ἐρυθριῶμεν. καὶ τὸ διʼ ἐκεῖνον δὲ ἐμφαντικόν ἐστιν, ὡσανεὶ ἔλεγε τὸν φιλοσοφίας ὅρους ἐκβεβηκότα.

<!-- 4,19 -->ἐρήμην δίκην. ἐρήμην ἑαλωκέναι τὴν ῥητορικήν. ἐρήμη καλεῖται δίκη ἐπὶ τῶν ἐκπροθέσμων. καλῶς δὲ ἐνταῦθα ἔταξεν, ἐπειδὴ προγενεστέρῳ ὄντι τῷ Πλάτωνι λέγει, ὡσανεὶ ἔλεγε, μή τις καλείτω τοῦτο ἐκπρόθεσμον, μηδὲ τὸν χρόνον μεμφέσθω μηδείς· ὑπὲρ λόγων γὰρ, οὐχ ὑπὲρ πραγμάτων ἀγωνιζόμεθα.

<!-- 5,1 -->τοὐπίταγμα τὸ πρόσταγμα. εἰ δʼ ἔσθʼ ὅντινα δεῖ περὶ ῥητορικῆς εἰπεῖν. σχεδὸν ἡμῖν ἂν πρέποι ἐκόλασεν εἰρηκὼς τὸ σχεδόν. καλῶς δὲ τὸ εὐθὺς, ὡσανεὶ ἔλεγε· πρὸ τῶν ἀγώνων, ὦ Πλάτων, τὴν νίκην λαμβάνομεν.

<!-- 5,2 -->ἐν αὐτῷ τούτῳ πρώτῳ τῷ λέγειν. ὡς ἐπεί. ὡς ἔστιν οὐ λόγον σῶζον, —τῶν παρʼ αὐτῆς μὴ μεταδοῦναι ἄλογον γὰρ μὴ ἀποδοῦναι ῥητορικῇ τὰ αὐτῆς.

<!-- 5,4 -->ἀλλὰ δυεῖν θάτερον, —εἶναι δοκεῖν ποιῆσαι τὸ μὲν πρῶτον δοκεῖν ἀντὶ τοῦ νομίζειν, τὸ δὲ δεύτερον ἀντὶ τοῦ φαίνεσθαι νόει. λέγει δὲ ἀντὶ τοῦ νομίζειν οὐ τέχνην αὐτὴν, ὡς Πλάτων εἰρήκει, ἢ ἐκ τοῦ μὴ ὑπὲρ αὐτῆς ἀπολογήσασθαι, μὴ τέχνην φαίνεσθαι αὐτὴν ποιῆσαι, ἵνʼ ἔχῃ τὸ οὐ γάρ ἐστι τὴν συναφὴν πρὸς τὸ ταύτῃ τῶν παρʼ αὐτῆς μὴ μεταδοῦναι. καὶ γὰρ τὸ ἀλλὰ δυοῖν θάτερον διὰ μέσου. ἢ ἄμφω τὸ δοκεῖν ἀντὶ τοῦ φαίνεσθαι νόει· ἵνα λέγει ὅτι ἐν οἷς οὐχ ὑπὲρ αὐτῆς ἀπολογησόμεθα, ποιήσομεν αὐτὴν καὶ μὴ τέχνην εἶναι φαίνεσθαι κατὰ τὸν λόγον τοῦ Πλάτωνος, ἢ ποιήσομεν αὐτὴν τοιοῦτον εἶναι φαίνεσθαι, οἷον μέλλει ἐρεῖν ἐκ τῆς κατασκευῆς· λέγει γὰρ ὡς οὐ μόνον βεβαιωθήσεται ἡ κατʼ αὐτὴν δόξα τοῦ Πλάτωνος, ἀλλʼ ἄμφω ταῦτα συμβήσεται, τό τε μὴ τυχεῖν τῆς προσηκούσης αὐτῷ ἀπολογίας καὶ τὸ ἀπολέσαι τὴν ἰσχὺν αὐτῆς· φανήσεται γὰρ οὐ δύνασθαι τὰ δίκαια σώζειν. δυεῖν θάτερον τὸ πρῶτον ἐκ τοῦ μὴ συνειπεῖν λέγομεν, τὸ δὲ δεύτερον ἐκ τοῦ συνειπεῖν μὲν, ἀσθενῶς δέ. ἢ τοιοῦτόν γʼ εἶναι δοκεῖν ποιῆσαι ἄλλως τῷ Πλάτωνι.

<!-- 5,5 -->οὐ γάρ ἐστιν ἓν τοῦτο, ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας οὐ γὰρ ὅπερ ἐπὶ τῶν ἄλλων, φησὶ, τοῦτο κἀνταῦθα γίνεται· τὸ γὰρ σιωπῆσαι ἡμᾶς οὐ μόνον τὰς διαβολὰς καθιστᾷ, ἀλλὰ καὶ τὸ χρήσιμον ἀπόλυσιν οὐ κέκτηται. τοῦτο δέ ἐστι τὸ τὰ δίκαι φυλάττειν τοῖς πράγμασιν. ὃ πανταχοῦ ᾄδεται.

<!-- 5,7 -->ἐγὼ δὲ, μάλιστα μὲν ἡ ἀπόφασις διὰ μακρῶν. ἔστι δὲ τὸ ὑπερβατὸν οὕτως· ἐγὼ δὲ ὑπέστην. αἰδοῖ διὰ αἰδοῦς.

<!-- 5,8 -->ἔχει δύναται. εἶτα καὶ τῶν ἄλλων ἕνεκʼ ἀνθρώπων μετείληφεν αὐτήν.

<!-- 5,9 -->φαύλως ἐπαχθεῖεν διάγοιεν. μηδʼ ἀγνοήσαιεν, ὅσῳ λαμπρότερος—ἀποστερήσαιεν ἑκόντες ἡ σύνταξις οὕτως· μηδὲ ἀγνοήσαιεν ὅτι ὅσῳ λαμπρότερος Πλάτων, τοσούτῳ προχειρότερον αὐτῷ πιστεύοντος τῶν καλλίστων ἑαυτοὺς ἀποστεροῦσι. ὅσῳ λαμπρότερος καὶ μείζων ἀνὴρ ὁ Πλάτων.

<!-- 5,10 -->προχειρότερον εὐκολωτέρως. ἣν τὴν ῥητορικήν. ἣν οὐ θέμις οὐδὲν φλαῦρον ἀκοῦσαι ἵνα ὥσπερ βλασφημίαν δείξῃ τὴν λοιδορίαν τῆς ῥητορικῆς. ἐνταῦθα δὲ ἡ ἀπόδοσις εἰς τὸ ὑπέστην τὸν λόχον.

<!-- 5,13 -->ἐπὶ τούτῳ τῷ τολμήματι τόλμημα λέγει, ὅτι ἐστὶν ἐπιχείρημα, ὃ δυσχερῶς ἄλλος τις ἐπεχείρησεν. οἰκείως οὖν ὁ Ἀριστείδης τὸν ἀγῶνα καλεῖ τόλμημα, διὰ τὸ μηδένα ἀντειρηκέναι τῷ Πλάτωνι.

<!-- 5,15 -->ὅτι τούτων ἡ δωρεὰ ἐστί.

<!-- 5,16 -->οὔτε γὰρ πρὸς τὸν φαυλότατον τῶν Ἑλλήνων ἤγουν πρὸς τὸν Πλάτωνα. οὔθʼ ὑπὲρ τῶν φαυλοτάτων ἤγουν ὑπὲρ τῆς ῥητορικῆς. εἰσὶ δὲ τινές.

<!-- 6,1 -->τῶν εἰς μνήμην ἡκόντων λόγων λέγω. οἷς ἐνταῦθα καὶ περὶ τούτων κέχρηται τὸ ἐνταῦθα καὶ περὶ τούτων ἕν ἐστιν. περὶ τούτων τῶν θεῶν.

<!-- 6,2 -->ὥστε πανταχῆ θείας δεῖν τῆς βοηθείας ὡς ἀληθῶς ἐμέ. ὥσπερ οὖν οἱ τὰς τῶν παρανόμων γραφὰς εἰσιόντες ἀπʼ αὐτῶν ὧν εἴρηκε τὴν ἀρχὴν ποιησόμεθα οἱ γὰρ παρανόμων ψηφισμάτων κατηγορῆσαι βουλόμενοι πρῶτον ἀναγινώσκουσι ταῦτα, εἶτα παραβάλλοντες τοῖς νόμοις ἐντεῦθεν δεικνύουσι τὸ παράνομον.

<!-- 6,4 -->ἐπιτήδευμα νῦν ἐπιτήδευμα λέγει τὴν ἐμπειρίαν· πολλάκις καὶ ἐπὶ κακοῦ τάττεται.

<!-- 6,9 -->ἐπὶ τέσσαρσι πράγμασιν τέχναις.

<!-- 7,1 -->Πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξὺς ἵνα δείξῃ αὐτὸν προπετῆ.

<!-- 7,5 -->εὐεξίαν μελέτην.

<!-- 7,11 -->μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας ὀψοποιικὴ, κομμωτικὴ, ἰατρικὴ, γυμναστικὴ, δικαιοσύνη, σοφιστικὴ, ῥητορική.

<!-- 7,12 -->τῆς δὲ πολιτικῆς ἀντίστροφον μὲν ἀντίστροφον εἶπεν, ἐπειδὴ ὃν λόγον ἔχει γυμναστικὴ πρὸς νομοθετικὴν, τὸν αὐτὸν καὶ νομοθετικὴ πρὸς γυμναστικήν· καὶ ὃν λόγον ἔχει ἰατρικὴ πρὸς δικαιοσύνην, τὸν αὐτὸν καὶ δικαιοσύνη πρὸς ἰατρικήν. τί δέ ἐστιν ὃν λόγον ἔχει; ἀντὶ τοῦ ὅσον ἰσχύει νομοθετικὴ πρὸς βελτίωσιν τῆς ψυχῆς, τοσοῦτον γυμναστικὴ πρὸς ὠφέλειαν τοῦ σώματος.

πολιτικὴ σῶμα ψυχὴ γυμναστικὴ νομοθετικὴ ἰατρικὴ δικαιοσύνη κολακεία ὀψοποιικὴ ῥητορικὴ κομμωτικὴ σοφιστική.

<!-- 8,15 -->ἐνταῦθα ἀπόδειξις μὲν οὐδʼ ἡτισοῦν ἔνεστιν, οὐδʼ ἔλεγχος ἀνάγκῃ προεληλυθὼς ἀπόδειξιν νῦν ἴσως λέγει τὴν ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ καθόλου, ὥσπερ αὐτὸς ἐποίησεν ἐν τῷ ὑπὲρ τῶν τεσσάρων, εἰπὼν γὰρ ἑκάστου τὰς πράξεις <span class="gap">…</span> πράξεων δείξας αὐτοὺς ἀνδρείους, καὶ δικαίους, καὶ φρονίμους καὶ σώφρονας, ἐπέδειξε κατά γε τὸ εἰκὸς, ὅτι πολιτικοὶ ἦσαν. ἔλεγχον δὲ καλεῖ τὸν ἀπὸ τῶν καθόλου ἐπὶ τὰ μερικὰ, τὸν καὶ ἰσχυρότατον, ᾧ κέχρηται Πλάτων διὰ τῶν συλλογισμῶν· οὗτοι γὰρ ἀπὸ τῶν καθόλου ἀρχόμενοι ἀληθεῖς εἰσι, καὶ καταναγκάζουσιν ἡττᾶσθαι τοὺς ἀντιλέγοντας. ἀνάγκῃ ὑπὸ ἀνάγκης.

<!-- 8,16 -->οὗ πολὺς ἦν ἱδρὼς πρότερον ἤγουν εἰς ὃ πρότερον πολλὰ ἔδει πονῆσαι, οὕτως ἀποδεικνύναι.

<!-- 8,17 -->τὰ ζητούμενα ἀμφιβαλλόμενα.

<!-- 9,2 -->μηδεὶς μήτʼ ἀγροικίαν μήτε ψυχρότητα καταγνῷ τοῦ λόγου ἀγροικίαν λέγει τὴν παντελῆ ἀπαιδευσίαν, ψυχρότητα δὲ τὸ ἀσθενὲς καὶ σαθρόν· ἀπὸ μεταφορᾶς τῶν παιδευομένων μὲν ἐν πόλει, μὴ δυναμένων δὲ κατορθῶσαι διὰ τὸ ψυχρὸν τῆς φύσεως· αἱ γὰρ θερμαὶ φύσεις ἑτοίμως κατορθοῦσιν ἃ ἂν ἐπιτηδεύωσιν.

<!-- 9,3 -->μάλιστα μὲν γὰρ οὐ δήπου δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν ἡ μὲν ἐπιστήμη πάντως καὶ δύναμις, ἡ δὲ δύναμις οὐ πάντως ἐπιστήμη· ἡ μὲν γὰρ δύναμις ἐμπεριέχει πᾶσαν τέχνην καὶ ἄλογον καὶ λογικὴν, ἡ δὲ ἐπιστήμη ἐπὶ μόνων τῶν ἀπταίστων λέγεται.

<!-- 9,6 -->τοῦ φορτικοῦ χάριν τοῦ λοιδορῆσαι. τῆς ἀποδείξεως, ἣν οὐδαμοῦ τούτοις εἶναι φαμὲν ἣν παρῆκε Πλάτων.

<!-- 9,17 -->οὔθʼ οἷς ὀψοποιικὴν κακίζει τις, ἐξελέγχει— τοῦ πῶς ὀψοποιικὴ ῥητορικῆς κεχώρισται λέγειν τὸ ὑβρίζειν μὲν ὀψοποιίαν, ἀπεικάζειν δʼ αὐτὴν τῇ ῥητορικῇ ἀποδείξεως ἐκτὸς, οὐδὲν ἄλλο ἐστὶν ἢ ἀναγκάζεσθαι ἡμῶν τῶν ὁμολογουμένων ἀποδείξεις φέρειν, ὅσον κεχώρισται ῥητορικὴ ὀψοποιίας· οὐδεὶς γὰρ ἑκὼν τὰ λίαν ὁμολογούμενα παρασκευάζει.

<!-- 9,19 -->τοῦτο ὀκνῶ μὲν εἰπεῖν, οὐκ ἔχω δὲ μαθεῖν ὡς οὐχ ὑβρίζοντός ἐστιν τὸ ὀκνῶ διὰ τὴν ὑπερβολὴν τοῦ κακοῦ, τὸ δὲ οὐκ ἔχω μαθεῖν, διὰ τὸ φανερὸν τῆς ὑπερβολῆς. μεγάλη τῆς κατηγορίας ἔμφασις· μετὰ γὰρ τὸ ἔγκλημα δεῖξαι βουλόμενος τὸ εἶναί τινα ὑβριστὴν φησὶν ὅτι ὀκνῶ τὸ οὕτως ἄτοπον περιθεῖναι τῷ Πλάτωνι. εἶτα διʼ ὧν δοκεῖ ἐπαινεῖν, ὡς ἀνάξιον ὄντα τῆς τοιαύτης διαβολῆς, πλέον αὐτὸν ἐλέγχει πονηρὸν ὄντα· εἰ γὰρ αὐτὰ τὰ πράγματα δεικνύουσιν αὐτὸν ὑβριστὴν, μετὰ δὲ τοῦτο κακὸν, πονηρὸς ἄρα ὁ Πλάτων, κἂν ἡμεῖς σιωπήσωμεν. ἔστιν οὖν τὸ μὲν ὀκνῶ εἰπεῖν, διὰ τὴν ὑπερβολὴν τοῦ κακοῦ, τὸ δὲ οὐκ ἔχω μαθεῖν, διὰ τὸ φανερὸν τῆς διαβολῆς.

<!-- 9,20 -->ὡς οὐχ ὑβρίζοντός ἐστιν ὕβρις γὰρ ῥητορικῆς, τὸ ὑπὲρ αὐτῆς οὕτω σπουδάζειν. ὑποστήσομαι ὑπομενῶ.

<!-- 10,2 -->ὁ πειρώμενος ὡς οὐκ αἰσχρὸν ῥητορικὴ διδάσκειν ἐγώ. ὁ τολμήσας πρῶτον ἐν αἰσχροῦ μοίρᾳ ψέγειν ὁ Πλάτων.

<!-- 10,3 -->πρῶτον μὲν οὖν εἰ τὰ μάλιστα μὴ τέχνην ἐνταῦθα ἀγωνίζεται κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν· καὶ πρῶτον λέγει τὴν ἀντιπαράστασιν· λέγω ὅτι οὐ πᾶν τὸ ἔξω τέχνης κακόν· τεχνικῶς δὲ πρώτῃ τῇ ἀντιπαραστάσει χρῆται· τὸ γὰρ εὐθὺς ἐνστῆναι καὶ εἰπεῖν ὅτι τέχνη ἐστὶν ἡ ῥητορικὴ, ὥσπερ ἀναιδείας ὂν παρῆκεν· ἄλλως τε καὶ ὅπερ ὡς ἰσχυρὸν Πλάτων κατὰ ῥητορικῆς προβάλλεται, ὡς οὐκ ἔστι τέχνη, τοῦτο ὑπὲρ αὐτῆς οὗτος διὰ τοῦ πρώτῃ ἀντιπαραστάσει χρῆσθαι δεικνύων· ἔπειτα καὶ ὅτι τέχνη διὰ τῆς ἐνστάσεως μετʼ ὀλίγον κατασκευάζει. ἐντεῦθεν λοιπὸν ἀγωνίζεται κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν· καὶ πρῶτον μὲν λέγει τὴν ἀντιπαράστασιν, λέγων ὅτι οὐ πᾶν τὸ ἔξωθεν τέχνης κακόν. τεχνικῶς δὲ πρώτῃ τῇ ἀντιπαραστάσει χρῆται· τὸ γὰρ εὐθὺς ἐνστῆναι καὶ εἰπεῖν, τέχνη ἐστὶν ἡ ῥητορικὴ, ἀναιδές. ὑπὸ γὰρ τῆς ἀληθείας ἠλέγχετο· μετʼ ὀλίγον δὲ καὶ αὐτὴν κατασκευάζει τὴν ἔνστασιν.

<!-- 10,4 -->τί μᾶλλον αἰσχρόν γʼ εἶναι συγχωρησόμεθα καλῶς τῇ λέξει ἐχρήσατο· καὶ γὰρ ἡμεῖς, φησὶ, καταδεξώμεθα, ἡ ἀλήθεια πάλιν ἐνίκα.

<!-- 10,5 -->κακὸν, ἢ τοῦ μηδενὸς ἄξιον καλὸν ἡ προσθήκη· δύναται γὰρ καὶ καλὸν καὶ ἄξιον λόγου· ὥσπερ εἶπε καὶ ὁ Δημοσθένης περὶ τοῦ Αἰσχίνου· οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν, ἀλλʼ οὓς ὁ δῆμος καταρᾶται· καὶ πάλιν δύναται εἶναι καλὸν, οὐκ ἄξιον δὲ λόγου. προὔργου σπουδῆς ἄξιον.

<!-- 10,6 -->μὴ οὐ αἱ δύο ἀρνήσεις μίαν συγκατάθεσιν ποιοῦσι.

<!-- 10,8 -->καὶ δεξιοῖς καὶ πολλοῖς ἰδιώταις καὶ σοφοῖς. τῶν ἑπτὰ σοφῶν κληθέντων οὕτως ὡς ὄντων μὲν τῶν ἄλλων σοφῶν, τούτων δὲ διὰ τὸ ὑπερβάλλον τῆς σοφίας οὕτω κληθέντων.

<!-- 10,9 -->τις Σωκράτης, ἢ Σόλων.

<!-- 10,10 -->τὸ τοῦ ἀνδρὸς ὄνομα ἑκάστοις ἐπιφημίζεται διὰ τὸ σὺν τέχνῃ εἰρῆσθαι.

<!-- 10,11 -->ἃ δʼ ἂν αἱ Πυθοῖ προμάντεις φῶσιν, ἐπειδὰν ἐκστῶσιν ἑαυτῶν οὐ γὰρ τῆς φύσεως ἔχουσαι γνώμην μαντεύονται· καὶ προμάντεις μὲν αὗται καλοῦνται· μαντ  <span class="gap">…</span> οἷος ἦν ὁ Κάλχας. Πυθοῖ ἐν τῇ Πυθοῖ.

<!-- 10,19 -->οἶμαι μὲν παραχωρήσεται, μᾶλλον δὲ πάλαι παρεχώρησε ταῖς ἀπὸ τοῦ τρίποδος γυναιξὶ ἐπειδὴ τὸ οἶμαι οὐ πάντως ἀληθὲς, καὶ τὸ παραχωρήσεται δὲ μέλλοντος, ὅπερ οὐκ ἀσφαλὲς, ἐπήγαγε μᾶλλον δὲ παρεχώρησεν, ὅπερ ἔχει μεθʼ ἑαυτοῦ τὴν ἀλήθειαν.

<!-- 11,1 -->πυνθάνονται περὶ τῶν πολιτειῶν οἱ νομοθέται.

<!-- 11,2 -->ἀπὸ Λυκούργου πρώτου· τὸν μετὰ πολλοὺς εἰ δεῖ πρῶτον εἰπεῖν εἰ καὶ πρὸ Λυκούργου ἱκανώτεροι νομοθέται ἦσαν, ἀλλʼ οὗτος πρῶτος ἤρξατο, χρώμενος τῇ Πυθίᾳ, οὕτω νομοθετεῖν· τούτου οὖν χάριν πρῶτον αὐτὸν καλεῖ. πρῶτος μὲν, ἐπειδὴ αὐτὸς πρῶτος ἤρξατο χρώμενος εἰς Δελφοὺς νομοθετεῖν· τελευταῖος δὲ, ὅτι πρὸ αὐτοῦ νομοθέται ἄλλοι ἐγένοντο, οἷον Βάκις.

<!-- 11,3 -->οὐκοῦν φασί γʼ ἐκεῖνον ἀναφορικόν ἐστι τὸ ἐκεῖνον, οἷον τὸν σοφόν· περιττὴ δὲ ἡ οὐ ἄρνησις. οὐδὲν θεῖναι περὶ μικρῶν πραγμάτων δηλονότι.

<!-- 11,6 -->τῆς οὐδὲν ἰδίᾳ γινωσκούσης Πυθίας κατὰ τὴν ἑαυτῆς φύσιν. μηδὲν γινωσκούσης κατὰ τὴν ἑαυτῆς φύσιν. Πυθίαν δὲ λέγει τὴν πρόμαντιν. ὁ δὲ τῷ παρὰ τὴν Πυθίαν μέρει τὴν δόξαν εἴληφε τὴν ἐπὶ τοῖς νόμοις λέγεται τὰ μὲν αὐτὸς κατὰ τὸ ἀληθὲς κατὰ γνώμην τοῦ θεοῦ νομοθετῆσαι, ὅμως δὲ καίπερ τοῦθʼ οὕτως ἐχόντων, οὐ τοῦ θεοῦ ἔ  <span class="gap">…</span> ξαν οἱ νόμοι, ταῦτα τοῦ σοφωτάτου Ἑλλήνων αὐτοὺς θέντος· ᾔδει γὰρ πάντα μετὰ τέχνης  <span class="gap">…</span> τοῦ θεοῦ νομισθῆναι τοὺς νόμους, ἐπειδὴ σοφὸς ἦν ὁ θείς. νῦν δὲ τοὐναντίον ὁ Λυκοῦργος τοῖς τῆς Πυθίας λεχθεῖσι μαρτυρεῖ καλῶς ἔχειν, ἐξ ὧν ἐπείσθη, καὶ διʼ ἐκείνης τὴν ἐπὶ τοῖς νόμοις δόξαν ἔλαβεν.

<!-- 11,11 -->οὐδʼ—προΐσασι πρὸ τῆς ἑσπέρας ὅτι νύκτωρ ἐμαντεύετο καὶ ἐθεοφορεῖτο.

<!-- 11,13 -->πάσαις ταῖς ἐπιστήμαις καὶ τέχναις ἡγεμόνες τοῦ τί δεῖ ποιεῖν ἢ λέγειν καθίστανται πάλιν διὰ τὴν φιλοσοφίαν.

<!-- 11,14 -->καὶ οὐδὲ Πλάτων αὐτὰς παρέρχεται πάντας διαπτύων. ἐμφαντικόν· τουτέστιν ἅπαντας διαπτύων. τὴν Πυθίαν τὴν προμαντικήν.

<!-- 11,15 -->ὁπόταν πολιτεύηται καὶ νομοθετῇ ἀντὶ τοῦ ὁπόταν πολιτείαν καὶ νόμους συγγράφῃ. ἀντὶ τοῦ ὅτε πολιτείας καὶ νόμους γράφει.

<!-- 11,16 -->συναναιρῇ μαντεύηται.

<!-- 11,17 -->ἐν Δωδώνῃ πόλις Πελοποννήσου, ἔνθα μαντεῖον Ἀπόλλωνος ἦν.

<!-- 12,3 -->περὶ τῶν ἐν Κλάρῳ πόλει Πελοποννήσου.

<!-- 12,4 -->περὶ τῶν ἐν Ἄμμωνος ἐν Λιβύῃ τόπος ἦν, ἔνθα ἱερὸν καὶ μαντεῖον ἦν Διὸς, Ἄμμωνος καλουμένου, διὰ τὸ ἀμμώδη εἶναι τὸν τόπον. ὁ Ζεὺς ὄντως ἐν Λιβύῃ ἐτιμᾶτο. πάντων ὅσοι περὶ χρηστήρια, ὁμοίως ἄνδρες καὶ γυναῖκες πρὸς ἐκεῖνο ἀποτείνεται τὸ τέχνην. πάλιν δὲ οὐ καλὸν, ὃ ἂν ᾖ ἄλογον πρᾶγμα. εἰς δὲ τὸ ἄνδρες καὶ γυναῖκες προσυπακουστέον τὸ εἰσίν.

<!-- 12,10 -->ὑποδύντες θεῷ τῇ προνοίᾳ τοῦ θεοῦ. ἄνω μὲν εἶπε περὶ  <span class="gap">…</span> γυναικῶν, αἳ βραχύν τινα χρόνον καθήμεναι ἐπὶ τοῦ τρίποδος ἐμαντεύοντο, ἐνταῦθα δὲ λέγει περὶ τῶν ἀδια  <span class="gap">…</span> μαινομένων καὶ θεοφορουμένων.

<!-- 12,11 -->Βάκις ὁ Βάκις προφήτης Ἀπόλλωνος. Βάκις καὶ Ἀμφίχυτος προφῆται Ἀπόλλωνος.

<!-- 12,12 -->εἰ δὲ μὴ πολλοὶ, καὶ τοῦτʼ ἐστὶν ὑπὲρ τοῦ λόγου  <span class="gap">…</span> ἄλλου εἰπεῖν, διὰ τοῦτο οὕτως εἶπεν, ὅτι εἰ μὴ καὶ πολλοὺς ἔχομεν εἰπεῖν, τοῦτο ὑπὲρ ἡμῶν ἐστι· τὰ καλὰ γὰρ ἐν λόγοις εὑρίσκεται.

<!-- 12,13 -->τίς οὕτω τεχνίτης τοῦ κακῶς λέγειν ἐστὶν, ὅστις καὶ τούτους κακίσειεν ἂν ἐπειδὴ Πλάτων διαβάλλων ῥητορικὴν ἔξω τέχνης εἶπεν αὐτὴν, καλῶς ἐνταῦθα τὰ θεῖα διαβάλλοντας τεχνίτας καλεῖ, ἀντιδιαβάλλων καὶ αὐτὸς τὸ τέχνῃ πραττόμενον. ὅταν δʼ εἰς ποιητὰς ἴδω, τοὺς κοινοὺς ἐπειδὴ μέλλει τὴν ῥητορικὴν τῇ ποιητικῇ παραθεῖναι, διὰ τοῦτο ὡς ἀποδείξας τὴν ποιητικὴν ὁμοίαν οὖσαν τῇ μαντικῇ.

<!-- 12,14 -->τοὺς κοινοὺς τῶν Ἑλλήνων τροφέας καὶ διδασκάλους τοὺς ὄντας.

<!-- 12,17 -->μᾶλλόν μοι δοκεῖ προσήκειν τὸ μὴ σὺν τέχνῃ κοσμεῖν ἐνίοτε καλῶς τὸ ἐνίοτε, ἐπειδὴ οὐκ ἀεὶ τὸ ἐκτὸς τέχνης ἐπαινεῖται, ὥσπερ ἐμπειρία.

<!-- 12,18 -->ἐπιστήμῃ σὺν ἐπιστήμῃ.

<!-- 12,19 -->τοῦ μηδενὸς ἀξίαν τὴν τῶν Μουσῶν ἡγεῖσθαι δωρεὰν ἐπειδὴ τὰ μὲν ἀπὸ τῆς τέχνης ἄριστα κατὰ τὴν τοῦ λόγου ἀκολουθίαν, ἡ δʼ ἐκ τῶν Μουσῶν δωρεὰ οὐκ ἐκ τέχνης. ὅτι εὐτελὴς ἡ τῶν Μουσῶν δωρεά· ἄνευ γὰρ τέχνης γίνεται. ὦ πρὸς Διὸς ἐπίτηδες κατὰ τοῦ ὑβριζομένου αὐτὸν ἐξορκοῖ θεοῦ. ἐν μέτρῳ μὲν εἰπεῖν ἄνευ τέχνης οὐ δεινὸν ἀνάγκη, φησὶ, λέγει ὅτι οἱ ποιηταὶ μετὰ τέχνης ἐγκωμιάζουσι.

<!-- 13,1 -->οὑτωσὶ ἤγουν ἄνευ μέτρου.

<!-- 13,2 -->τὴν ἀνάγκην τὴν ἀπόδειξιν. ὁ μὲν ποιητὴς ἄνευ τέχνης ποιῶν ὀρθῶς τὸν ῥήτορα μιμήσεται ἐπειδὴ τῆς ποιητικῆς εἴ τις ἀφέλοιτο τὸ μέτρον, ὁμοία τοῖς τῶν ῥητόρων ἔσται. ὡς Ἡσίοδος

  
τὸ «Διὸς μεγάλοιο ἕκητι.»  

<!-- 13,4 -->ἐὰν μὴ τέχνῃ σὺν τέχνῃ. μετὰ τέχνης λέγῃ. φιλόδωρον τὸν φιλότητα δωρεῖσθαι καὶ ὠφελεῖν.

<!-- 13,6 -->τούτων ἄνευ ψυχρὰ τὰ τῆς τέχνης εἰσί.

<!-- 13,8 -->μέχρι μέντοι τῶν νῦν τούτων ὑπʼ αὐτῶν ἐντεῦθεν τὸ μαχόμενον. μέχρι μέντοι τῶν νῦν τούτων ὧν εἰρήκαμεν. ὑπʼ αὐτῶν τῶν λόγων τῶν ῥητορικῶν· διὰ δὲ τὸ φορτικὸν οὐκ εἶπεν ὑπʼ ἐμοῦ.

<!-- 13,13 -->φανήσεται γὰρ ἃ νῦν ἡμεῖς λέγομεν, αὐτὸς πρόσθεν εἰρηκὼς οὐ μόνον φησὶν ἑαυτοῦ ἐναντία, ἀλλὰ καὶ τὰ αὐτὰ ἡμῖν. φανήσεται γὰρ ἃ νῦν ἡμεῖς λέγομεν, αὐτὸς νῦν μὲν Ἀριστείδης κατηγορίας γενομένης, ἀνάγκην ἔσχεν ἀπολογήσασθαι· Πλάτωνος δὲ μηδενὸς ἀντιλέγοντος, ἀφʼ ἑαυτοῦ φαίνεται λέγων.

<!-- 13,15 -->Φαίδρου τοῦ καλοῦ διάλογον πεποίηκεν ὁ Πλάτων, ὃν κέκληκε Φαῖδρον· ὡς καὶ Γοργίαν. τὰ Λυσίου τιθεὶς μεταξὺ τῶν αὑτοῦ ἔγραψεν ὁ Λυσίας· ἀντιγράφων αὐτῷ Πλάτων, καὶ ἅμα τέρπων, τίθησι τὰ αὐτοῦ.

<!-- 13,16 -->αὐτὰ τἀκείνου παρέξομαι καθάπερ νόμον ὥσπερ, φησὶ, τοῖς ὑπαναγινωσκομένοις τῶν νόμων οὐδεὶς ἀντιλέγει, οὕτως οὐδὲ τῶν ὑφʼ ἑαυτοῦ λεγομένων.

<!-- 14,3 -->Σίβυλλάν τε δέκα Σίβυλλαι γεγόνασιν, ὥς φασιν. μαντικῇ χρώμενοι ἐνθέῳ διὰ τὴν οἰωνιστικὴν ἀντιδιέστειλεν· αὕτη γὰρ διὰ σημείων γίνεται καὶ ἀνθρωπίνης νοήσεως.

<!-- 14,6 -->τῇ καλλίστῃ τέχνῃ, ᾗ τὸ μέλλον κρίνεται τέχνην καλεῖ, οὐχ ὅτι ἐστὶ τέχνη, — τὰ γὰρ ἀπὸ θεῶν ὑπὲρ τέχνην — ἀλλʼ ὅτι ἐνεργεῖται ἀεὶ παρὰ τοῦ αὐτὴν ἔχοντος, ὥσπερ ἡ τέχνη. αὐτὸ τοῦτο τοὔνομα τῆς μαντικῆς. μανικὴν ἐκάλεσαν οἱ γὰρ παλαιοὶ μανικὴν τὴν μαντικὴν ἐκάλουν.

<!-- 14,10 -->ἀνθρωπίνῃ οἰήσει ὑπολήψει. οἰονιστικὴν ἀπὸ τοῦ οἶον. οἰωνιστικὴν ἀπὸ τοῦ οἰωνῶν.

<!-- 14,11 -->ὅσῳ δὴ οὖν τελεώτερον σύγκρισις. ὅσῳ δὴ οὖν τελεώτερον καὶ ἐντιμότερον μαντικὴ οἰωνιστικῆς τὸ μὲν γὰρ ἐξ ἐπιπνοίας θείας, οἰωνιστικὴ δὲ ἐξ ἀνθρωπίνης διανοίας. ἐπειδὴ ἡ μὲν ἐκ θείας γίνεται ἐπινοίας, ἡ δὲ ἐξ ἀνθρωπίνης νοήσεως. τό τε ὄνομα τῆς μαντικῆς. τό τε ὄνομα τοῦ ὀνόματος ἐπειδὴ ἡ μὲν παρὰ τὴν τῶν ἀνθρώπων οἴησιν εἴρηται, ἡ δὲ παρὰ τὴν ἔνθεον μανίαν. τοῦ ὀνόματος τῆς οἰωνιστικῆς.

<!-- 14,12 -->τό τε ἔργον τῆς μαντικῆς. τοῦ ἔργου τῆς οἰωνιστικῆς.

<!-- 14,13 -->παλαιῶν ἐκ μηνιμάτων παλαιῶν μηνιμάτων λέγει τῶν προγονικῶν· πολλάκις γὰρ καὶ τοὺς ἐκγόνους δίκην ἐπράττοντο οἱ θεοὶ τῶν ἁμαρτημάτων, ὡς Ἀγαμέμνονα ὑπὲρ Ταντάλου τὰ τῶν θεῶν ἐξειπόντος μυστήρια, καὶ Κροῖσον ὑπὲρ Γύγου.

<!-- 14,14 -->ἡ μανία ἡ μαντία.

<!-- 14,15 -->ἀπαλλαγὴν εὕρετο σωματικῶν κακῶν δῆλον.

<!-- 14,16 -->ἐξαύτη ἔξω ἑαυτοῦ. ἐξάντη μαινόμενον, ἐξεστηκότα.

<!-- 14,17 -->τῷ ὀρθῶς μανέντι τῷ ὀρθῶς χρωμένῳ τὴν μαντικὴν ἀπὸ θεοῦ, καὶ οὐκ ἐν παρατροπαῖς νοῦ.

<!-- 15,1 -->κατοχή τε εὕρεσις. μανία μαντία. ἄβατον εἰς αἰσχρά. κἀναβακχεύουσα ἀναταράττουσα. ἡ τοῦ σωφρονοῦντος τὸ η ἐνταῦθα ἄρθρον ἐστὶν, ἵνα ᾖ οὕτως· ἡ ποίησις ἡ τοῦ σωφρονοῦντος ἀτελής ἐστιν ὑπὸ τῶν μαινομένων. μανίας μαντίας.

<!-- 15,7 -->εἰ τοίνυν—μανία τίς ἐστιν τὸ τίς ἐνταῦθα πάλιν τὴν ἐκ τῶν θεῶν σημαίνει.

<!-- 15,8 -->πῶς ἄξιον πᾶν γε τὸ μὴ τέχνῃ γιγνόμενον ψέγειν; καλῶς εἶπε τὸ πᾶν διὰ τὴν ἐμπειρίαν· αὕτη γὰρ ἐκτὸς οὖσα τέχνης ψέγεται.

<!-- 15,9 -->μανικὴν μαντικήν.

<!-- 15,10 -->εἰπὼν ὁ Πλάτων.

<!-- 15,13 -->ἐξ ἀμφοῖν ἤγουν μαντικῆς καὶ ποιητικῆς.

<!-- 15,14 -->σαφῶς γὰρ οὑτωσὶ Πλάτων ἤδη διορίζεται ἐπειδὴ οἱ διάλογοι ὡς ἐπὶ πλεῖστον κατὰ ἀλληγορίαν νοοῦνται, ἀσαφεῖς ὄντες, διὰ τοῦτο ἐνταῦθα πάνυ σαφῶς εἰρηκέναι.

<!-- 15,15 -->τὸ τοῦ Εὐριπίδου ῥητόν. τῶν αὐτοῦ τοῦ Πλάτωνος.

<!-- 15,16 -->ὦ τοσοῦτον ἐνθυμηθεὶς σύ.

<!-- 15,18 -->εἰ μαντικὴν μὲν ἐξ Ἀπόλλωνος ἢ καὶ Διὸς— τίθης διὰ τί εἶπεν ἢ καὶ Διός; ἐπειδὴ τὰ  <span class="gap">…</span> τοῦ οὖν Ἀπόλλωνος μάντεως ὄντος ἦν ἡ τέχνη καὶ τοῦ πατρός. Διὸς τοῦ Δωδωναίου. ἐξ ἄλλου τοῦ θεῶν Ῥέας, Δήμητρος, Περσεφόνης, Διονύσου.

<!-- 16,1 -->τῶν μὲν τῶν Μουσῶν. περὶ τῆς ἑαυτοῦ δωρεᾶς ἤγουν τῆς ῥητορικῆς.

<!-- 16,9 -->τεχνικὸς ἀπὸ τέχνης. πρὸς ἐκείνῳ ὃ προείπομεν, ὅτι δεῖ τῷ μὴ ἐρῶντι τοῦ ἐρῶντος μᾶλλον χαρίζεσθαι.

<!-- 16,10 -->δείξας ὁ Λυσίας.

<!-- 16,11 -->πρὸς ἐκείνῳ ὃ εἶπεν, ὡς ἄλογος ἐμπειρία ἡ ῥητορικὴ καὶ διὰ τοῦτο φαύλη.

<!-- 16,12 -->ὡς οὐκ ἐπʼ ὠφελείᾳ τῇ πάσῃ καὶ μεγίστῃ λόγοι παρὰ θεῶν ἀνθρώποις γίγνονται πολλὰ μὲν, φησὶ, καλὰ παρὰ θεῶν ἔχουσιν ἄνθρωποι, πάντων δὲ τιμιώτερον ἔλαβον τὸν λόγον, ᾧ καὶ μόνῳ τῶν ἀλόγων ζώων διαφέρουσι. διὸ καὶ Ἰσοκράτης φησὶ «Πρὸς δὴ τούτοις οὐκ αἰσθάνονται τοιούτῳ πράγματι δυσμενῶς ἔχοντες, ὃ πάντων τῶν γενόντων ἐν τῇ τῶν ἀνθρώπων φύσει πλείστων ἀγαθῶν αἴτιον.» τεχνικῶς δὲ πάλιν οὐκ εἶπε ῥητορικὴ, ἀλλὰ λόγοι, διὰ τοῦ γενικωτέρου κλέπτων τὴν δεινότητα. λόγοι εἰκότως εἶπε λόγοι, καὶ οὐ ῥητορικὴ, κλέπτων διὰ τοῦ ἀγενικωτέρου τοὺς ἀκροατάς.

<!-- 16,14 -->τὸν δὲ Τήλεφον οὐκ οἴει τὰ αὐτὰ ταῦτα; Πλάτωνος ἀποδείξαντος ὅτι μανία ἐστὶ παρὰ θεῶν, καὶ ἐκ τῶν οἰκείων ἁλισκομένου λόγων, φησὶν ὅτι οὐκ οἴει τὸν Τήλεφον καὶ αὐτά σοι λέγειν, ὅτι ῥητορική ἐστιν ἐκ θεῶν· ἐξελέγχει σε ἐκ τῶν σῶν λόγων, ὧν περὶ ἔρωτος εἶπεν. ἔλαβε δὲ τὸ τοῦ Τηλέφου πρόσωπον διὰ τὸ ὅμοιον, ἐλέγχων τὸν Ὀδυσσέα ἐκ τῶν αὐτῶν λόγων. λέγει ὅτι, ὥσπερ ἐκεῖσε ἐποίησε, ποιεῖ καὶ ἐπὶ σέ. εἶτα ἐπειδὴ παλαιότερος ἦν Τήλεφος Πλάτωνος, εἰκότως εἶπεν ὅτι, εἰ καὶ μηδὲν φροντίζει ἐκεῖνος, ἀλλʼ ἡμῖν μέλει. τὸ δὲ προτιμᾷ ἀντὶ τοῦ φροντίζει· ὥσπερ ἐν τῷ ζʹ τῶν Φιλιππικῶν Δημοσθένης «Ὧν οὐδὲν προτιμᾷ». ὁ δὲ νοῦς τοιοῦτος· εἰ καὶ καταφρονεῖ, φησὶ, τοῦ κατὰ Τήλεφον παραδείγματος, ἀλλʼ ὡς ἡμεῖς ἀποδείκνυμεν. τὶς τῶν ποιητῶν εἰσάγει τὸν Τήλεφον ἐλέγχοντα τὸν Ὀδυσσέα ἐκ τῶν αὐτοῦ λόγων, οὓς πρὸς τὸν Τήλεφον εἶπε. παρεικάζων οὖν Ἀριστείδης ἑαυτὸν τῷ Τηλέφῳ φησί· ὡς οὐκ οἴῃ καὶ ἡμῶν δὲ ὧν εἶπον ἐλέγξαι σέ. ἐπεὶ δὲ ὁ Τήλεφος παλαιότερος ἦν Πλάτωνος, διὰ τοῦτο λέγει τὸ δʼ εἰ ἄρα μηδὲν ἐκεῖνος προτιμᾷ. οὐκ οἴει τὰ αὐτὰ ταῦτα; ἃ σὺ λέγεις πρὸς σὸν ἔλεγχον προβαλέσθαι. προτιμᾷ φροντίζει τοῦ ἐλέγξειν σε.

<!-- 16,17 -->καὶ μὴν εἰ μὲν ἀξιόπιστος διλημμάτως σχῆμα. ἀξιόπιστος μάρτυς.

<!-- 17,1 -->τοῦτο τὸ ἀξιόπιστον εἶναι. τὸ εἶναι τὸν Πλάτωνα ἀξιόπιστον. τις τεχνικῶς εἶπε τις, ἵνα μὴ δυσχερὴς δόξῃ αὐτὸς τοιαῦτα περὶ Πλάτωνος λέγων.

<!-- 17,3 -->πότερʼ αὐτῷ μᾶλλον πιστεύειν ἄξιον ταῦτα ἢ κεῖνα ταῦτα λέγει, ἃ δείκνυσιν, ὡς τὸ ὑπὲρ τέχνην κρεῖττον· ἐκεῖνα, ἃ κατὰ ῥητορικῆς εἶπεν, ὡς οὐκ ἔστι τέχνη.

<!-- 17,4 -->καὶ μὴν εἰ τὰ μάλιστα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ, τί οὖν, εἰ σεμνὸς Πλάτων, ἀντιλέγειν τολμᾷς, διὰ τοῦτο ἐπιφέρει ὅτι ἀξιόπιστος μὲν, συναγορεύει δὲ ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. εἶτα ἐπιφέρει τούτου ἀπόδειξιν· εἰ γὰρ ἡμεῖς καὶ Πλάτων περὶ ῥητορικῆς οὐ διάφορα λέγομεν, ἐνταῦθα Πλάτωνι μᾶλλον δεῖ πείθεσθαι, ὥσπερ τούτου ἀμφιβόλου ὄντος, πότερα συναγορεύοντι, ἢ κατηγοροῦντι δεῖ πείθεσθαι Πλάτωνι· εἰ γὰρ μήθʼ αὑτῷ μήθʼ ἡμῖν συναγορεύει, οὐχ ἡμῖν ἀντιλέγει, ἀλλʼ ἑαυτοῦ κατηγορίᾳ φέρεται, ὥστε μᾶλλον αὐτῷ πείθεσθαι προσῆκεν, ἐπειδὴ συναγορεύει ἡμῖν, ἵνα καὶ τὸ ἀξίωμα φυλάττηται τοῦ Πλάτωνος. σεμνός ἐστι ἀξιόπιστος καὶ αἰδέσιμος.

<!-- 17,7 -->ἐκ τοῦ αὐτοῦ γυμνασίου Πλάτων ἐν Γοργίᾳ διαλόγῳ Πῶλον καὶ Γοργίαν εἰσάγων ὑπὲρ ῥητορικῆς μαχομένους φησὶν ἐκ τοῦ αὐτοῦ γυμνασίου ἥκειν αὐτοὺς, ἤγουν τὰ αὐτὰ ἀμφοτέρους ἀγωνίζεσθαι. ἐπεὶ οὖν καὶ Αἰσχίνης ὁ Λυσανίου, Σωκρατικὸς ὢν, ὥσπερ Πλάτων, ταὐτὰ Πλάτωνι φθέγγεται, ὅτι τὸ ὑπὲρ τέχνην κρεῖττον, εἰκότως ἐκ τοῦ αὐτοῦ γυμνασίου λέγει. ἔστι δὲ τὸ ἐγὼ δὲ ἀπὸ τοῦ Σωκράτους· εἰσάγει γὰρ καὶ οὗτος τὸν διδάσκαλον ἐν τοῖς διαλόγοις, ὥσπερ ὁ Πλάτων. Πλάτων ἐν τῷ Γοργίᾳ διαλόγῳ ποιεῖ Πῶλον καὶ Γοργίαν ἐναντία λέγοντας, καὶ ταῦτα ἀμφοτέρους ὑπὲρ ῥητορικῆς ὄντας, καὶ ἐκ τοῦ αὐτοῦ φησὶ γυμνασίου ἥκειν αὐτούς. ἐπειδὴ οὖν καὶ αὐτὸς μέλλει παράγειν εἰς μάρτυρα Αἰσχίνην ὄντα Σωκρατικὸν  <span class="gap">…</span> διὰ τοῦτο λέγει ἐκ τοῦ αὐτοῦ γυμνασίου, ὡς αὐτὸς, φησὶν, εἶπεν ὁ Πλάτων.

<!-- 17,8 -->οὐ γάρ που δυσχερανεῖ Πλάτων, ἐὰν Αἰσχίνης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος δεῖ τὰς δευτέρας ἀποδείξεις ἰσχυροτέρας εἶναι τῶν πρώτων· ἵνα οὖν μὴ δόξῃ ὑβρίζειν Πλάτωνα ἐπιφέρων Αἰσχίνην, διὰ τοῦτο θεραπεύει. ἐὰν Αἰσχίνης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος παράγει Αἰσχίνην ὄντα καὶ αὐτὸν Σωκρατικὸν, οἷος ὁ Πλάτων.

<!-- 17,16 -->ἐπιθυμία φυσική.

<!-- 18,2 -->ὡς διαρρήδην καὶ περιφανῶς Αἰσχίνης τὸ νόημα οὕτως· ὡς φανερῶς Αἰσχίνης μαρτυρεῖ τοῖς Πλάτωνος λόγοις. ἀνθρωπινώτερα δὲ εἴρηται πρὸς σύγκρισιν τῶν λεχθέντων ἐν τῷ Γοργίᾳ· οὐ γὰρ ἄδοξον, οὔτε ἀσεβὲς τὸ εἰπεῖν τὰ ἀπὸ θεῶν μείζονα εἶναι τῶν ἀνθρωπίνων. ἐπειδὴ ἐν τῷ Γοργίᾳ διέβαλε τὴν ῥητορικὴν ὡς οὐ τέχνην, καὶ τῇ ὀψοποιικῇ παρείκασεν αὐτὴν, ἐν δὲ τῷ Φαίδρῳ ἔδειξεν ὡς θεῖον τὸ ὑπὲρ τέχνην, φησὶν Ἀριστείδης, ὡς ἃ τοῦ Αἰσχίνου νῦν προβαλλόμεθα, δεικνύουσι τὰ ἐν τῷ Φαίδρῳ εἰρημένα Πλάτωνι εἶναι κρείττω τῶν ἐν τῷ Γοργίᾳ ὑπʼ αὐτοῦ τούτου λεχθέντων. τὸ δὲ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα, ἀντὶ τοῦ ἡμερώτερα· τοιοῦτον γὰρ τὸ τῶν ἀνθρώπων γένος· καὶ θειότερα δὲ εἰπεῖν ἃ συνεσκεύασεν, ὧν εἶπε πρὸς τὴν νοουμένην ἐκ τοῦ καλλίονα γενικὴν, ἕνεκα δὲ τοῦ παραδόξου λέγει, ἐπειδὴ παράδοξον ἦν λέγειν ὡς ὁμοία ἐστὶν ἡ ὀψοποιικὴ τῇ ῥητορικῇ.

<!-- 18,3 -->πολλῷ καὶ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα ἀνθρωπινώτερα εἴρηται πρὸς σύγκρισιν τῶν λεχθέντων ἐν τῷ Γοργίᾳ· οὐ γὰρ ἄδοξον οὐδὲ ἀσεβὲς τὸ εἰπεῖν τὰ ἀπὸ τῶν θεῶν μείζονα εἶναι τῶν ἀνθρωπίνων, ὅ ἐστι τῆς μανίας τῆς τέχνης· οὐδʼ ἐν τῷ Φαίδρῳ ἔδειξεν ὡς θεῖον τὸ ὑπὲρ τέχνην, φησὶν Ἀριστείδης, ὡς ἃ τοῦ Αἰσχίνου νῦν προβαλλόμεθα, δεικνύουσι τὰ ἐν τῷ Φαίδρῳ εἰρημένα Πλάτωνι εἶναι κρείττω τῶν ἐν Γοργίᾳ ὑπʼ αὐτοῦ τούτου λεχθέντων.

<!-- 18,4 -->ὧν ἕνεκα τοῦ παραδόξου συνεσκεύακεν τοῦ δεῖξαι τὴν ὀψοποιικὴν ὁμοίως εἶναι τὴν ῥητορικήν. τὰ ἐν τῷ Γοργίᾳ λέγει, τὸ δεῖξαι τὴν ὀψοποιητικὴν ὁμοίαν οὖσαν τῇ ῥητορικῇ. αὐτός τε μαρτυρῶν ἡμῖν ὁ Αἰσχίνης.

<!-- 18,5 -->ὥσπερ ἐπισφραγίζεται βεβαιοῖ.

<!-- 18,6 -->τοὺς γὰρ πρὸς ἡμῶν αὐτοῦ λόγους κυροῖ τὸ

  
πρὸς ἐνταῦθα ἀργόν· ὥσπερ ἐστὶ καὶ τὸ «Οὐ πρὸς ἰατροῦ  
  
σοφοῦ» καὶ ἄλλα· τοὺς γὰρ αὐτοῦ λόγους ἡμῶν, ἀντὶ τοῦ  
τοὺς συντελοῦντας. πρὸς ὑπέρ.

<!-- 18,10 -->περί γε μὴν τούτου τοῦ μέρους ἐντεῦθεν γὰρ περὶ μόνης αὖ τῆς ἰατρικῆς διαλέγεται.

<!-- 18,13 -->τοῖς ῥήμασιν Πλάτωνος. παρʼ ἐκείνου Αἰσχίνου.

<!-- 18,14 -->οἱ θεομάντεις οἱ ἐκ θεοῦ τὸ μέλλον λέγοντες. οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τετελεσμένοι ἀντὶ τοῦ κληθέντες, ὅ ἐστι τὴν προσηγορίαν ἐκ τῆς τῶν πραγμάτων κλήσεως λαβόντες· ἕτερον γὰρ ἑτέρου γίνεται ὄνομα· καὶ ἡ μὲν μαντικὴ καλεῖται ἀπὸ τῆς μανίας, ὁ δὲ μάντις ἀπὸ τῆς μαντικῆς. λέγει δὲ, ὥσπερ οἱ θεομάντεις ἐκ θεῶν τὸ μαντεύεσθαι ἔχουσιν, οὕτω καὶ αὐτὸς ἐξ Ἀσκληπιοῦ ἔχω τὸ μάθημα· λέγω τὸ ὡς ἄρα πολλοὶ ἐκ θείας μοίρας ἐσώθησαν, σωθεὶς ὑπʼ αὐτοῦ ἐν μεγάλοις κινδύνοις. εἰπὼν δὲ ὑφʼ ὧν, ἐπειδὴ οὐχ ὑπὸ πολλῶν ἐσώθη θεῶν, ἀλλʼ ὑπὸ μόνου Ἀσκληπιοῦ, διὰ τοῦτο ἐπήγαγε τὸ ἐκ τοῦ θεοῦ. ἢ τὸ ἐκ τοῦ θεοῦ πρὸς τὸ παραμυθίαις καὶ συμβουλαῖς σύναπτε, ἵνα τὴν τοῦ Ἀσκληπιοῦ βοήθειαν κοινὴν ἁπάντων θεῶν φαίνεται λογιζόμενος.

<!-- 18,15 -->παρʼ αὐτῶν τῶν θεῶν τοῦ Ἀσκληπιοῦ καὶ τοῦ Σεράπιδος. ὑφʼ ὧν ἃ μηδεὶς ἰατρῶν εἷς τῶν ὑπολείπτων γάρ ἐστιν ὁ Ἀριστείδης.

<!-- 19,2 -->παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκὸς ἤγουν παρʼ ὃ ἔδει προσδοκᾶν ἐξ ὧν κατειχόμην κακῶν.

<!-- 19,4 -->ἐν Ἀσκληπιοῦ τῷ ναῷ. ἐν Ἀσκληπιοῦ τῶν ἀεὶ διατριβόντων τῶν ἀσθενούντων. ἀγέλαι πλήθει.

<!-- 19,5 -->τῷ κατʼ Αἴγυπτον θεῷ τῷ Σαράπιδι. εἰς ταῦτα εἰς τὸν νοτὸν ἐπιλείττων νόσον.

<!-- 19,6 -->τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχεδὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστιν ὅσοι γὰρ ὑπὸ ἰατρῶν ἀδυνατοῦσι θεραπεύεσθαι, πρὸς θεοὺς καταφεύγουσιν. σχεδὸν καλῶς τὸ σχεδόν· ἐπειδὴ οὐ πάντες οἱ θεοὶ περιορῶσιν ἰατρικῆς τέχνης καὶ θεραπεύοντες, ἀλλὰ  <span class="gap">…</span>

<!-- 19,7 -->σὺν αὐτοῖς τοῖς θεοῖς. οὔθʼ οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμάζουσιν τῷ κατὰ φύσιν ἡμᾶς πρὸς αὐτοὺς καὶ τὰ παρʼ αὐτῶν τῶν ἀνθρωπίνων ἡγεῖσθαι μείζονα.

<!-- 19,8 -->ἀλλὰ καὶ ὀνείρασι χρώμεθα ἀντὶ τοῦ καταφεύγομεν ἐπʼ ὀνείρατα, οὐκ εἰδότες τί ποιήσομεν.

<!-- 19,9 -->ὅ τι μέλλομεν ὄψεσθαι τῇ νυκτί.

<!-- 19,10 -->μέχρι ἐκείνου τοῦ μέρους τῆς ὥρας τῆς ἑσπέρας.

<!-- 19,11 -->ἐπαΐοντες γινώσκοντες.

<!-- 19,12 -->οὐ μόνον περὶ τῶν ἡμῖν αὐτοῖς συμφερόντων, ἀλλὰ καὶ περὶ τῶν ἑτέροις, ἔχομεν εἰπεῖν πολλάκις πολλάκις γάρ τις περὶ τῶν ἰδίων φροντίζων, καὶ ἐπερωτῶν τὸν θεὸν περὶ τῶν ἀλλοτρίων ἐπύθετο· προστίθησι δὲ ὅτι ἂν δοκῇ τῷ θεῷ.

<!-- 19,13 -->πολλὰ τῶν ἔργων τῶν θείων. πότερʼ οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνακεῖσθαι τὰ ἀνθρώπια τὸ νόημα τοιοῦτον· ἆρʼ οὖν τὰ ὀνείρατα τῶν ἀνθρώπων πράγματα θεοῖς ἀνάκειται, ὡς διὰ τὸ φροντίζειν θεοὺς ἀνθρώπων τὰ ὀνείρατα ὑπάρχει. δοκεῖ δέ πως ἔξωθεν εἶναι τῆς ὑποθέσεως, καὶ λέγει ὅτι τοῦτο οὕτως εἶπεν, ἐπειδὴ οὐ θέλει δεῖξαι ὅτι ἡ τέχνη μᾶλλον διὰ τὸ ἔξωθεν εἶναι τέχνης καὶ σώζεται καὶ δοκεῖ τι. οὕτως οὖν λοιπὸν νοητέον· ὥσπερ ἡγεῖται τῶν ὀνειράτων σωφρονίζειν τοὺς θεοὺς τῶν ἀνθρώπων, οὕτως καὶ τῶν ἔξωθεν τῆς τέχνης αὐτῆς, ἐπειδὴ τὸ ἡγούμενον τῆς τέχνης αὐτῆς ἄνθρωπος ἐγένετο ὑπὸ τοῦ ἡγουμένου τοῦ νοῦ, ὅ ἐστι τοῦ θεοῦ.

<!-- 19,14 -->ἀνακεῖσθαι ἀναφέρειν.

<!-- 19,15 -->ἐγὼ μὲν οἶμαι τοῦτο τὸ τοὺς θεοὺς τῶν ἀνθρώπων κήδεσθαι.

<!-- 19,16 -->ποιῶν φαίνῃ. ὕπαρ φανερῶς. ὑπὸ τῶν μεθʼ ἡμέραν.

<!-- 19,17 -->ἢ σωθῆναι μέν ἐστιν ἄνευ τέχνης ἐκ τοῦ μείζονος ἡ παράθεσις· μεῖζον γάρ ἐστι τὸ σωθῆναι καὶ σῶσαι τοῦ συμβουλεῦσαι. εἶτα πρὸς μείζονα ἀτοπίαν προσέθηκε διʼ ὧν τις οὐκ οἶδεν, ὅπερ ἐστὶν οὐ μόνον ἀτεχνοῦς, ἀλλὰ καὶ ἀγνοίας ἐχόμενον. ὁ δὲ νοῦς οὗτος· ὅλως πῶς οὐκ ἄτοπον, τὰ μὲν μέγιστα διὰ τῶν ἀδήλων καὶ ἀγνοουμένων κατορθοῦν, τὰ δὲ ἐλάττονα μόνον ἄνευ τέχνης μὴ δύνασθαι κατορθοῦν.

<!-- 19,19 -->οὔτʼ ἀπὸ τῆς θείας τέχνης. τὸ τοῦ Δημοσθένους ῥητόν. τῆς τῶν ἀκροωμένων τύχης.

<!-- 20,1 -->τοῦ τοῖς θεοῖς ὡσπερεὶ τετελεσμένου τῆς μνήσεως.

<!-- 20,3 -->οὐ γὰρ ἦν κατασχεῖν αὐτὸν, ἐπειδὴ θεία μοῖρα καὶ σωτηρία παρέπεσε ἀκολουθεῖ γὰρ ἀεὶ τοῖς λόγοις τὸ ταῖς παραπιπτούσαις ἐξ ἀνάγκης ἀποδείξεσι χρῆσθαι χρησίμοις οὔσαις. ἔπαθεν οὖν ὅπερ οἰκεῖον ἦν τοῖς λόγοις. καὶ ταῦτα ἐπειδὴ θεία γέγονε μοῖρα, ἐκεῖνο τὸ ἀναγκάσαν με τούτοις χρῆσθαι. αὐτὸν τὸν λόγον. ἐπειδὴ θεία μοῖρα καὶ σωτηρία παρέπεσε τῆς κοινῆς λέγει, ἥτις ἐπιρρέπει πᾶσιν ἀνθρώποις. καὶ ἐάν τις εἴποι· ἆρα καὶ τοῖς ἀσεβέσι; λέγομεν ναί· οὐ γὰρ κοινοῦνται, αὐτῆς θείας οὔσης, ὥς που οὐδὲ τοῦ ἡλίου ἀκτῖνες εἰς ἀκάθαρτον σῶμα κοινοῦνται.

<!-- 20,4 -->μαρτυρίᾳ τοῦ Αἰσχίνου.

<!-- 20,5 -->τῆς μαρτυρίας τῆς τοῦ Αἰσχίνου. ἐγὼ δὲ, διὰ τὸν ἔρωτα καὶ τοῦτό γε τοῦ Αἰσχίνου. ἐγὼ δὲ διὰ τὸν ἔρωτα, ὃν ἐτύγχανον ἐρῶν Ἀλκιβιάδου, οὐδὲν διάφορον τῶν Βακχῶν ἐπεπόνθειν ὅπερ ταῖς Βάκχαις Διόνυσος γίνεται, τοῦτο Σωκράτης ἐρῶσι γίνεται.

<!-- 20,9 -->ᾤμην ξυνὼν ἂν ἐκείνῳ διὰ τὸ ἐρᾶν βελτίω ποιῆσαι ἐπειδὴ, ὡς ὁ Πλάτων εἰρήκει, ἐπʼ ὠφελείᾳ τῷ ἐρῶντι καὶ τῷ ἐρωμένῳ ὁ ἔρως ἐκ θεῶν ἐπιπέμπεται.

<!-- 20,10 -->ταὐτὰ λέγων ἡμῖν ὁ Αἰσχίνης.

<!-- 20,11 -->τῆς Ἀσκληπιοῦ συμμορίας συντροφίας.

<!-- 20,13 -->τί τῶν αἰσχρῶν, ἢ τί τῶν ἔξω τῆς φύσεως δοκεῖ ἐνταῦθα ὁ ῥήτωρ παρὰ τὴν πρότασιν τὸ συμπέρασμα ἐπενεγκεῖν· ἦν μὲν γὰρ ἀκόλουθον εἰπεῖν ὅτι οἱ ὄνειροι κρείττους τῶν ἰατρῶν, καὶ εἰ αἱ Βάκχαι τὰ νάματα μεταβάλλουσι, τί κωλύει καὶ τὴν ῥητορικὴν θεῶν οὖσαν ἐπικρατεῖν τῆς τέχνης; ὁ δὲ μόνον εἶπε· τί κωλύει καὶ τὴν ῥητορικὴν ἐκ θεῶν εἶναι. λέγομεν οὖν ὅτι κάλλιστα πάντων ὁ ῥήτωρ ἐποίησε· τοῦ γὰρ Πλάτωνος ἐν ἀρχῇ προτείναντος ὅτι οὐ τέχνη ῥητορικὴ, ἀλλὰ ἄλογος τριβὴ, κατασκευάζει οὕτως, ὅτι κρείττων ἦν κατὰ τέχνην· ἐκ θεῶν γάρ· εἶτα ὡς ἀδήλου τούτου ὄντος, ὅτι ἐκ θεῶν ἐστι, κατασκευάζει τοῦτο, καὶ λαμβάνει τὴν παράθεσιν πρὸς τὸ ἡγούμενον, λέγων ὅτι, εἰ ὁ Ἀσκληπιὸς ἡγεῖται τῆς ἰατρικῆς καὶ τῶν ὀνείρων, καὶ εἰ ὁ Διόνυσος ἡγεῖται τῶν Βακχῶν καὶ τῶν ναμάτων, ἐπικρατοῦσι δὲ τῶν ναμάτων αἱ Βάκχαι, καὶ μεταβάλλουσιν εἰς ὃ ἂν ἐθέλωσι, τί κωλύει καὶ τὸν Ἑρμῆν, φησὶν, ἡγεμόνα εἶναι τοῦ λόγου; τὸ γὰρ ὅτι καὶ οἱ λόγοι ἡγεμόνες τῆς τέχνης ὡς ὁμολογούμενον παρέλειψεν· οὐδὲ γὰρ περὶ τούτου νῦν ἦν ἡ σπουδὴ, ἀλλὰ περὶ τοῦ δεῖξαι ὅτι ἐκ θεῶν.

<!-- 20,14 -->τούς γέ που κρείττονας τοὺς θεούς.

<!-- 20,15 -->ὡς ἄρʼ ὁ μάρτυς οὐδενὸς ἄξιος ὁ Αἰσχίνης. πόρρω τῶν πραγμάτων ἤγουν οὐκ ἄξιος τοιαῦτα μαρτυρεῖν πράγματα.

<!-- 20,16 -->ἀλλʼ εἴ γε τινὰς ὥσπερ παῖδας, οὕτω καὶ ἑταίρους χρὴ λέγειν γνησίους πολλοὶ γὰρ πολλάκις δόκησιν ἀρετῆς εἰλήφασι. γνησίους καλῶς εἶπε τὸ γνησίους· ὥσπερ γὰρ ἐκεῖνοι γνήσιοι παῖδές εἰσιν, οἳ καθαρὰν τὴν σπορὰν ἔχουσιν, οὕτω καὶ μαθηταὶ γνήσιοι οἱ διδασκαλίαν ἑτέρου μὴ παρειληφότες.

<!-- 20,17 -->Αἰσχίνην Σωκράτους παρειλήφαμεν ὄντα φίλον. μαρτυρεῖ δὲ καὶ ἡ ψευδὴς ἐνίων δόξα εἰ ψευδὴς, φησὶν, ἐστὶ, πῶς καλεῖ αὐτὴν εἰς μαρτυρίαν; λέγομεν οὖν ὅτι αὐτὸς τὸ τὴν ἀρχὴν ὑπόνοιαν τοιαύτην γενέσθαι μαρτυρεῖ, τὴν Αἰσχίνου δύναμιν ὅτι ἐμιμήσατο.

<!-- 21,1 -->προσήκοντα ἁρμόζοντα. ταύτῃ τῇ δόξῃ τῇ ὑπολήψει.

<!-- 21,2 -->δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτὸς καλῶς προῆλθε τῇ τάξει· πρῶτον γὰρ εἶπεν ὡς οὐκ εὐτελὴς ὁ Αἰσχίνης, εἶτα Σωκράτους μαθητὴς, τρίτον δὲ δείκνυσιν ὡς τὰ αὐτὰ Σωκράτης λέγων ὑπάρχει· καὶ λοιπὸν τούτου τὰς ἀποδείξεις ἐπιφέρει.

<!-- 21,3 -->ἀλλʼ ἔτι κάλλιον μαρτυρεῖ φανερῶς ὁ Σωκράτης.

<!-- 21,4 -->ὡς ἀληθῶς εἰς τὸ μέσον ὁμολογεῖ οὐ λέγει νῦν φανερῶς· ἀλλὰ μαρτυρεῖ, φησὶ, Σωκράτης οὐκέτι διὰ Πλάτωνος, ἢ Αἰσχίνου, ἀλλὰ διὰ πάντων ἀνθρώπων. αὐτὸν τὸν Σωκράτην.

<!-- 21,5 -->οἱ συγγενόμενοι οἱ ὁμιλοῦντες αὐτῷ.

<!-- 21,8 -->ᾧ γοῦν συνεγένετο ὁ Σωκράτης. Ἀναξαγόρᾳ ἰστέον ὅτι Ἀναξαγόρας τις φιλόσοφος, Σωκράτους διδάσκαλος. ᾧ γοῦν συνεγένετο Ἀναξαγόρᾳ, οὐ τἀκείνου τιμήσας φαίνεται Ἀναξαγόρας μὲν ἔσχε περὶ τὰ μετέωρα, Σωκράτης δὲ περὶ τὴν ἠθικὴν φιλοσοφίαν, οὐκοῦν ἢ τὴν τέχνην, ἢ σκιὰν, ἃ παρὰ τοῦ διδασκάλου μεμάθηκε. τἀκείνου τοῦ Ἀναξαγόρου. τιμήσας φαίνεται ὁ Σωκράτης.

<!-- 21,11 -->ὅτι φάσκοι τὸ δαιμόνιον αὐτῷ σημαίνειν ἔλεγεν ὁ Σωκράτης περὶ οὗ βούλεται.

<!-- 21,14 -->τί ποτέ ἐστι τὸ φάσκειν οὐκ εἰδέναι τὸν Σωκράτην.

<!-- 21,15 -->ἀλλὰ μὴν εἰ μηδετέρως γʼ ἂν σοφώτατος ὁ νοῦς τοιοῦτος· διλημμάτων γὰρ χρῆται· εἴτε φησὶν ὁ μηδὲν ἐπίστασθαι. κἂν μὲν ἀληθῆ δῶμεν λέγειν αὐτὸν, οὐ σοφῶς· ὁ μηδὲν εἰδὼς, ὡς ψεύδεται, πάλιν οὐ σοφῶς· αἰσχρὸν γὰρ τὸ ψεύδεσθαι. σύναπτε δὲ τὸ ἀλλὰ μὴν πρὸς τὸ ἅμα. ἀλλὰ μὴν ὁ Σωκράτης μαρτυρεῖ ὅτι τὸ ὑπὲρ τέχνην καλὸν ἐξ ἀμφοτέρων, καὶ ἐξ ὧν ἠρνεῖτο μὴ εἰδέναι τι· οὐ γὰρ οἶδε κατὰ τέχνην· καὶ ἐξ ὧν ἔλεγε σημαίνειν αὐτῷ τὸ δαιμόνιον περὶ οὗ βούλεται· οὐ γὰρ ἐχρῆτο τέχνῃ ὁ πρὸς θεὸν καταφεύγων. ὁ νοῦς τοιοῦτός ἐστι· διλήμματι γὰρ χρῆται· εἶπε, φησὶ, Σωκράτης μηδὲν ἐπίστασθαι. εἰ μὲν ἀληθῆ δῶμεν λέγειν αὐτὸν, οὐ σοφὸς Σωκράτης, ὁ μηδὲν εἰδώς· εἰ δὲ ψεύδεται, πάλιν οὐ σοφός· αἰσχρὸν γὰρ τὸ ψεύδεσθαι.  <span class="gap">…</span> κατʼ ἀμφότερα σοφὸς, καὶ διʼ ὧν ἀρνεῖται εἰδέναι τι· δῆλον γὰρ ὅτι τέχνην λέγει· καὶ διʼ ὧν ὁμολογεῖ τὸ δαιμόνιον αὐτῷ λέγειν. τὸ ἀλλὰ μὴν πρὸς τὸ ἅμα σύναπτε οὕτως· ἀλλὰ μὴν ἅμα ὁ Σωκράτης μαρτυρεῖ τῷ λόγῳ ὅτι τὸ ὑπὲρ τέχνην καλὸν ἐξ ἀμφοτέρων, ἐξ ὧν ἠρνεῖτο μὴ εἰδέναι τι· οὐ γὰρ οἶδε κατὰ τέχνην· ἀλλʼ ἐξ ὧν ἔλεγε σημαίνειν αὐτῷ τὸ δαιμόνιον περὶ οὗ βούλεται· οὐ γὰρ ἐχρῆτο τέχνῃ ὁ πρὸς θεῶν καταφεύγων. εἰ καὶ δοίημεν μηδὲ καθʼ ἕτερον τρόπον αὐτὸν εἶναι σοφὸν, εἴτε ἐψεύδετο λέγων ὡς οὐδὲν ἐπίσταιτο· οὐ σοφοῦ γὰρ τὸ ψεύδεσθαι· εἴτε ἠλήθευεν, εἴπερ αἰσχρὸν ἦν κατὰ τὸν σὸν λόγον τὸ μὴ τέχνῃ κεχρῆσθαι.

<!-- 21,17 -->διʼ ἀμφοτέρων τοῦ ἀρνεῖσθαι καὶ τοῦ ὁμολογεῖν.

<!-- 22,1 -->ἐκεῖνον σοφώτατον εἶναι ὑπὲρ τέχνην. ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρʼ αὐτοῦ βεβαιοῖ πρώτην μὲν, ὅτι ἔφασκεν αὐτῷ τὸ δαιμόνιον προλέγειν, ἑτέραν δὲ, ὅτι ἔλεγεν αὐτὸς μηδὲν εἰδέναι. ταύτας οὖν τὰς δύο μαρτυρίας Ἀπόλλων ἐπισφραγίζεται, τὸν Σωκράτην εἶναι σοφὸν, τουτέστι μήτε ψεύδεσθαι ἐκεῖνον μήτε ἁπλῶς καὶ αἰσχρὸν εἶναι τὸ μὴ εἰδέναι τέχνην. διπλῆ οὕτως μαρτυρία Σωκράτει γίνεται· πρώτη μὲν, ὅτι ἔφασκεν αὐτῷ τὸ δαιμόνιον λέγειν, ἑτέρα δὲ, ὅτι ἔλεγεν αὐτὸς μηδὲν εἰδέναι. ταύτας οὖν τὰς δύο μαρτυρίας Ἀπόλλων ἐπισφραγίζεται, τὸν Σωκράτην λέγων εἶναι σοφὸν, τουτέστι τὸ μὴ ψεύδεσθαι ἐκεῖνον, μήτε τῶν ἁπλῶς αἰσχρῶν εἶναι τὸ μὴ εἰδέναι τὴν τέχνην.

<!-- 22,2 -->βεβαιοῖ ὁ θεὸς δηλονότι. συμβαίνοντα ἁρμόζοντα.

<!-- 22,3 -->τὸν γὰρ ζῶντα ὑπὸ θεῷ, καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἠμεληκότα τὸν σωματικῶς ζῶντα λέγει, καὶ σωματικῶν ἀμελοῦντα χρημάτων.

<!-- 22,4 -->ἐκ προχείρου ἐκ τοῦ εὐθέως.

<!-- 22,5 -->ἀναιρεῖσθαι μαντεύεσθαι.

<!-- 22,6 -->διὰ τῶν ἑταίρων ἀμφοτέρων Σωκράτους καὶ Αἰσχίνου. ὃς ἐπιψηφίζει Πλάτωνι, ἃ μικρῷ πρόσθεν ἔφην Αἰσχίνη ὥσπερ, φησὶ, τῷ Πλάτωνι εἰπόντι ὅτι κρεῖττον τὸ ἐκ φύσεως τῆς τέχνης, συνειπὼν φαίνεται ὁ θεὸς, οὕτω καὶ τῷ Αἰσχίνῃ.

<!-- 22,7 -->παρασχέσθαι δοῦναι.

<!-- 22,8 -->ἔστι μὲν ἔργον δύσκολον. ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων, ἢ τὰς τῶν προκριθέντων διὰ πάντων παρασχέσθαι τοῦτο οὐχ ὡς φαυλίζων λέγει τὴν μαρτυρίαν τῶν ποιητῶν, ἀλλʼ ὡς πολλὰς εἰπὼν μαρτυρίας. τὰς τῶν προκριθέντων διὰ πάντων τοῦτο πλῆθος μαρτυρίας σημαίνει· διὰ πάντων γάρ ἐστι τὸ διόλου· οἷον Ὅμηρος οὐκ ἐν ἑνὶ χωρίῳ μαρτυρεῖ, ἀλλʼ ἐν πολλοῖς· πάντα οὖν αὐτοῦ παρασχεῖν ἀδύνατον.

<!-- 22,10 -->κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν αὐτοὶ γὰρ ἐξ ἐπιπνοίας Μουσῶν καὶ οὐχ ὑπὸ τέχνης ποιηταὶ γενόμενοι ἔργῳ μαρτυροῦσιν, ὡς ἄρα τὸ ὑπὲρ τέχνην κρεῖττον τῆς τέχνης. ἔργῳ, φησὶ, μαρτυροῦσιν οἱ ποιηταὶ τῷ λεγομένῳ περὶ τῆς τέχνης ταύτης, ὅτι οὐ τέχνη, ἀλλʼ ἐπίπνοια Μουσῶν. εἴποι δὲ ἄν τις ὅτι ἰδοὺ πρῶτος αὐτὸς τέχνην αὐτὴν καλεῖ. λέγομεν οὖν ὅτι τέχνη μέν ἐστι κατὰ τὸ ἀληθὲς, λόγος δὲ περὶ αὐτῆς τοιοῦτος ἐπικρατεῖ διὰ τὸ σεμνοτέραν δοκεῖν, ὡς ἄρα τὸ μὴ τέχνη μεῖζόν ἐστιν. ἄλλοι δέ φασιν, ὅπερ καὶ ἄμεινον, ὅτι τέχνην τὴν καθόλου καλεῖ, οὐ τὴν ποιητῶν μόνον. εἴπερ ἐπειδή. εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι λόγῳ τῆς τέχνης τὸ ὀπίσω δοκεῖν ὥσπερ ἐπανειληφέναι νόημα· ὅτι οἱ ὄντες ποιηταὶ ἀπὸ Μουσῶν, οὐκ ἀπὸ τέχνης λέγουσι· πρὶν δὲ εἰπεῖν κατὰ μέρος μαρτυρίας τῶν ποιητῶν, κοινὴν τέως μίαν λέγειν. τῷ κρατοῦντι λόγῳ τῆς τέχνης τῷ ὑπὲρ τέχνην.

<!-- 22,11 -->ὁ πρεσβύτατος αὐτῶν καὶ πᾶσι συνηθέστατος Ὅμηρος.

<!-- 22,12 -->αὐτῶν τῶν ποιητῶν.

<!-- 22,14 -->Ἀλκίνοος δὲ τότʼ ἦρχε—θεῶν γὰρ ἄπο μήδεα ᾔδει οὕτω, φησὶν, οἶδε τὸ μὴ σὺν τέχνῃ πολλάκις καλὸν, πάνυ βούλεται ἐπαινέσαι, θεοῦ φησιν αὐτὸν μαθητὴν, ὃς οὐ τέχνῃ διδάσκει.

<!-- 22,16 -->τὸν κιθαρῳδὸν τοῦ Ἀλκινόου.

<!-- 23,1 -->συνιστὰς τῷ Ὀδυσσεῖ. αὐτὸν τὸν Δημόδοκον. φησὶ πρὸς τὸν Ὀδυσσέα.

<!-- 23,3 -->ἀνήλωσεν ὁ Ἀλκίνους. ὑπὲρ αὐτοῦ τοῦ Δημοδόκου. καὶ ταῦτʼ ὄντι λαμπρῷ καὶ μεγαλοψύχῳ καὶ δόξης ἐραστῇ τῷ Ἀλκίνῳ.

<!-- 23,4 -->μεγαλοψύχῳ ἐπειδή εἰσι πλούσιοί τινες μικρόψυχοι. σοι τῷ Ὀδυσσεῖ. τοῦτον τὸν Δημόδοκον.

<!-- 23,5 -->ὁ δὲ τῶν Ἑλλήνων σοφώτατος ὁ Ὀδυσσεύς.

<!-- 23,6 -->ἀλλʼ ἔτι μᾶλλον ἀγασθεὶς ὁ Ὀδυσσεύς. τὸ ἀκόλουθον ἀγασθεὶς τῆς ἐπιδείξεως. ἀκόλουθον δὲ τὸν ἀγαθὸν ὁ ποιητὴς εἶπε τοῦ μετὰ ἀκριβείας τὸν Δημόδοκον εἰπεῖν τὰ τοῦ ἵππου τὸν μαθητὴν αὐτὸν λέγει εἶναι τῶν θεῶν, ὡς τὰ πάντα ἀκριβείας καὶ ἀρετῆς ὄντα ἐκφεύγει τὴν τέχνην.

<!-- 23,8 -->ὡς τοῦ πράγματος κρείττονος ὄντος.

<!-- 23,9 -->οἶτον ὄλεθρον. οὐδὲ τοῦτο πάρεργον, οὐδʼ εἰκῆ αὕτη ἐστὶν ἡ κατασκευὴ τῶν  <span class="gap">…</span>

<!-- 23,10 -->οὐδʼ ἐφόλκιον ἄλλως ἐπὶ τοῖς ἄνω ἐφόλκιόν ἐστιν, ὃ ἀφαιρούμενον βλάβην οὐ ποιεῖ τῷ ἀφαιρουμένῳ. τοῦτο δὲ εἴ τις περιέλοι τοῦ λόγου, ἀναιρεῖ  <span class="gap">…</span> διὰ τοῦτο εἶπεν ὅτι οὐκ ἔστι τοῦτο ἐφόλκιον, τουτέστι μάταιον.

<!-- 23,12 -->φαυλότερον δὲ ἡ τέχνη πολλῷ τῆς τῶν θεῶν ἐπιπνοίας. ἡ τέχνη τὸ ἡ τέχνη πρὸς τὸ κομψὸν σύναπτε.

<!-- 23,13 -->προβαλὼν ὁ Ἀλκίνους. αὐτῷ τῷ Δημοδόκῳ. τοῦ ἵππου τοῦ δουρίου. τοσοῦτον ὑπισχνεῖται ὁ Ἀλκίνους αὐτῷ.

<!-- 23,15 -->θέσπιν θείαν. ὡς οὐκ ἔχων ὁ Ὀδυσσεύς. αὐτῷ τῷ Δημοδόκῳ. οὕτω τοίνυν ὁ ποιητὴς πεπεικὼς αὐτὸν οὕτω, φησὶν, ἀκριβῶς ᾔδει σεμνότερον τῆς τέχνης τὸ ἐκ θεοῦ μαθεῖν, ὅτι καθολικώτερον εἶπεν, ἵνα καὶ αὐτὸν συμπεριλάβῃ.

<!-- 24,3 -->τὴν εὕρεσιν κινοῦσιν ἤγουν τὴν φύσιν εὑρήσασαν τὰ νοήματα. τὴν φύσιν τὴν εὑρίσκουσαν τὰ νοήματα.

<!-- 24,5 -->τὸν τοίνυν Φήμιον Φήμιος ἦν ἀοιδὸς, ὃς εἷς τῶν μνηστήρων τῆς Πηνελόπης ἐγένετο.

<!-- 24,6 -->τὸ ὑπὲρ ἑαυτοῦ παραιτούμενον συγγνώμην ζητοῦντα. θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν καλῶς, φησὶν, ὁ Ὅμηρος ἐπήγαγε· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν· ἐπειδὴ γὰρ ἀπίθανον τὸν αὐτὸν εἶναι μαθητὴν καὶ διδάσκαλον, εὐθέως ἐπὶ τὸ μεῖζον ἀνήγαγεν, ὡς θεοὶ γεγόνασι διδάσκαλοι τῶν λόγων αὐτῷ.

<!-- 24,8 -->τοῦτο μὲν καθʼ ἕνα μὲν τρόπον. τοῦτο μὲν ὡς ταὐτὸν ὅ τε αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητὴς, ἐγγύθεν οὑτωσὶ δηλῶν ὁ διδασκόμενος πάντως ὑφʼ ἑτέρου διδάσκεται· οὐ γὰρ ταυτὸν ἀγνοεῖν τε καὶ διδάσκειν ἐστὶ δυνατόν· διὰ τοῦτο εἶπεν ὁ ῥήτωρ ὅτι ταυτόν ἐστιν αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητής· ἵνʼ ᾖ ὁ μὲν διδάσκων θεὸς, ὁ δὲ διδασκόμενος ἄνθρωπος, ὃν καλεῖ αὐτοδίδακτον. καλῶς δὲ εἶπε τὸ ἐγγύθεν· οὐ γὰρ μετὰ πολλὰ τέθεικεν, ἀλλὰ  <span class="gap">…</span> ὥστε εἶναι γνώριμον ὅτι τὸ αὐτό ἐστι.

<!-- 24,10 -->ὑπὸ τῶν ἠδικῆσθαι δοκούντων τῶν μνηστήρων.

<!-- 24,11 -->εἰς τὴν παρὰ τῶν θεῶν τιμὴν καταφεύγειν ἤγουν εἰς τὸ μὴ τέχνην ἔχειν. ἀντὶ τοῦ εἰς τὸ μὴ τέχνην ἔχειν· ἀεὶ γὰρ τοῦτο δείκνυσιν, ὡς ὅτι τὸ μὴ τιμὴν ἔχειν καὶ μάλιστα παρὰ θεῶν τέχνην ἐκπέφευγεν. ὅρα οὖν, ὃ σὺ κακίζεις, ὦ Πλάτων, τὸ μὴ ὂν τέχνη, ὅτι τοὺς κινδυνεύοντας ἐκσώζει.

<!-- 24,12 -->κατὰ πύστιν τοῦ πατρὸς ἐν τοῖς πρώτοις ἤγουν εἰς τὸν Νέστορα καὶ Μενέλαον.

<!-- 24,13 -->ὡς δὲ προσέσχε τῇ Πύλῳ ἐλλιμένισεν. συντυγχάνειν ἔδει τῷ Νέστορι σημειωτέον τὴν λέξιν, ὅτι ἐπὶ ταύτης τῆς ἐννοίας οὐ λέγεται παρὰ τοῖς ἀρχαιοτέροις· ἀπὸ κοινοῦ δὲ τὸ πεποίηκεν. ἀγωνιῶντα καὶ ἀποροῦντα τὸν Τηλέμαχον.

<!-- 24,14 -->πρὸς αὐτὸν τὸν Νέστορα.

<!-- 24,16 -->κατακέκλεικε γοῦν αὐτὸ τοῦτʼ εἰς ἔπος ἐξ ἀρχῆς εἰς τέλος ἀντὶ τοῦ παρὰ σοὶ διὰ πλειόνων λεγόμενον εἰς ἕνα κατέκλεισε στίχον, ἀπὸ τῆς ἀρχῆς μέχρι τέλους οὐδὲν ἄλλο εἰπὼν ἢ ὅτι ἄπειρος εἰμὶ λόγων.

<!-- 24,17 -->ὁ δʼ ὁ Μέντωρ.

<!-- 24,18 -->ἐπὶ σαυτῷ ἐπὶ τῇ σαυτοῦ φύσει.

<!-- 24,19 -->θεῶν ἀέκητι μὴ βουλομένων.

<!-- 24,20 -->τό τε αὐτὸν συνεῖναι καὶ τὸ ὑπειπεῖν τὸν θεὸν τὴν φύσιν καὶ τὴν τροφήν· οὐχ ἁπλῶς δὲ τοῦτο ὁ ῥήτωρ ἐπισημαίνεται, ἀλλʼ ἐπειδὴ Πλάτων ἐκ φύσεως κακίζει. δείκνυσιν οὖν ἐνταῦθα ὅτι οὐ δεῖ ψέγειν τὴν φύσιν, εἴ γε παρὰ θεοῦ ὑπάρχει.

<!-- 25,2 -->ταῦτα οὐ Μέντωρ οὐδʼ Ἀλιθέρσης αὐτῷ λέγει εἰς τούτους γὰρ ὁ θεὸς ἐσχηματίζετο.

<!-- 25,4 -->λόγους ἀποχρῶντας εὑρίσκει τῇ χρείᾳ ἐπειδὴ Πλάτων ἔλεγεν ὅτι οἱ ἐκ φύσεως λέγοντες, εἰ καὶ ἄριστα λέγουσιν, ἀλλʼ ὅμως οὐ πρὸς τὴν χρείαν, οὐδὲ τὸ πείθειν, οὗτος φησὶν ὅτι ὁ Τηλέμαχος πρῶτον δημηγορῶν συνεμέτρει τῇ χρείᾳ τοὺς λόγους, καὶ πείθει δημηγορῶν. ἃ γὰρ ἐν μνηστῆρσιν ἐδημηγόρησεν, ἐῶ λέγειν τῆς Ἀθηνᾶς μήπω τις αὐτῷ ἀντιπέσῃ, ὅτι πρώτως τοῖς μνηστῆρσιν ἐδημηγόρησεν ὁμολογουμένως φησὶν ὅτι Ἀθηνᾶς ἦν τὰ ῥήματα. ἵνα μὴ ἀντιπέσῃ αὐτῷ, ὅτι οὐ πρῶτον παρὰ Νέστορι δημηγορεῖ, ἀλλʼ ἤδη καὶ ἐν τοῖς μνηστῆρσιν ἐδημηγόρησεν, ὡς ὁμολογούμενον αὐτὸ ἔλαβεν ὅτι Ἀθηνᾶς ἦν τὰ ῥήματα.

<!-- 25,5 -->τυγχάνει τοῦ σκοποῦ οὕτως, ὥστε ὅ γε Νέστωρ ἐπειδὴ πολλάκις πείθουσί τινες οὐ κατὰ τέχνην, διὰ τὴν τῶν ἀκροωμένων εὐήθειαν, ἔφη ὡς οὐ τὸν τυχόντα ἔπειθεν, ἀλλὰ τὸν Νέστορα. ἐπειδὴ πολλάκις πείθουσιν οἱ ἄνθρωποι, οὐ κατὰ τέχνην τοὺς λόγους προσφέροντες, ἀλλὰ διὰ τὴν ἀκροωμένων εὐήθειαν, δεῖξαι θέλων τὸ θαυμαστὸν εἶπεν, ὅτι οὐ τὸν τυχόντα τῶν ῥητόρων ἔπειθεν, ἀλλὰ Νέστορα· ὡσανεὶ ἔλεγεν

  
«Τοῦ καὶ ἀπὸ γλώττης γλυκίων ῥέεν αὐδή.»  

<!-- 25,6 -->ἐοικότες ἁρμόζοντες.

<!-- 25,7 -->τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι ἵνα δείξῃ πάλιν ὅτι οὐκ ἔμαθεν, εἶπε τὸ εὑρεῖν· εἶτα ἐπειδή φησι Πλάτων, τὴν τέχνην κρίνειν δύνασθαι μόνον, λέγει οὗτος, ὅτι τὸ σεμνὸν τῆς τέχνης εἶχεν ὁ Νέστωρ ἐκ φύσεως κρῖναι δυνάμενος. ὁ Νέστωρ αὐτῷ πεποίηται ὑπὸ τοῦ Ὁμήρου.

<!-- 25,9 -->ὁ μὲν Τηλέμαχος ὡς θεοῦ φησιν ἀκούων τέρπεσθαι τοῦ Μενελάου τερπόμενον τῇ Μενελάου φωνῇ ποιεῖ τὸν Τηλέμαχον, ἵνα δείξῃ ὅτι ἠπίστατο τὰ λεγόμενα· οὐ γὰρ ἂν ἔχαιρεν ἀγνοῶν.

<!-- 25,13 -->ὥστʼ, εἰ καὶ μὴ τέχνην τινʼ ἔχεις περὶ τοὺς λόγους, ἔμοιγέ φησιν ἐξαρκεῖ ἀντὶ τοῦ κατὰ τὴν ἐμὴν κρίσιν καὶ δίχα τέχνης ἡ φύσις ἀρκεῖ σοι πρὸς χρείαν.

<!-- 25,14 -->διʼ ὅλου τοῦ δράματος ἀντὶ τοῦ διʼ ὅλης τῆς ποιήσεως. δρᾶμα δὲ ἐκάλεσε τὴν ποίησιν, ἐπειδὴ ὥσπερ ἀπὸ συνθέσεώς τινος καὶ κατασκευῆς ταῦτα πρὸς τὴν χρείαν αὐτῷ πεποίηκεν Ὅμηρος. διὰ πάντων τῶν ἀξιόχρεων ἤγουν ἀξιολόγων ἀνθρώπων.

<!-- 25,15 -->ἀλλὰ τὸ τῆς φύσεως κράτος, καὶ τὸ δοκοῦν τῷ θεῷ καλῶς ἐνταῦθα συνῆψεν ἀμφότερα· ἐπειδὴ γὰρ ὡμολόγητο τὰ παρὰ τῶν θεῶν εἶναι καλὰ, εἰπὼν τὸ τῆς φύσεως κράτος συνῆψε τὸ δοκοῦν τῷ θεῷ, δεικνὺς ὅτι ὁ εὑρὼν πάντα ἐκ θεοῦ ἔμαθεν.

<!-- 25,17 -->πρὸς τὸν Φαίακα τὸν Εὐρύαλον.

<!-- 26,1 -->ὁμοῦ μὲν τὸ ἀξίωμα τῆς ῥητορικῆς ἐμφανίζων, καὶ τὴν δύναμιν αὐτῆς ὁπόση τις καὶ ἡλίκη ὅτι τοσοῦτον δύναται ῥητορικὴ, ὥστε μὴ μόνον οἰκεῖον ἔχειν κάλλος, ἀλλὰ καὶ τὰς τοῦ σώματος ἐπικαλύπτειν αἰτίας.

<!-- 26,2 -->ὥσπερ Πλάτωνι ἀποκρινάμενος ἐπειδὴ μεταγενέστερος ἦν ὁ Πλάτων, διὰ τοῦτο εἶπε τὸ ὥσπερ.

<!-- 26,7_9 -->μέσον δὲ ἀμφοτέρων, ὥσπερ ἐν ἀριθμῶν ὅροις, —τοῦ μήτʼ εἰπόντος μήτε πεισθέντος ἀριθμητικόν ἐστι τὸ νόημα· οἱ γὰρ ἀριθμητικοὶ τὸν πρῶτον κατὰ τὴν τάξιν ἄκρον λέγουσι, καὶ πάλιν τὸν τρίτον ἄκρον ἔσχατον, τὸ δὲ μέσον, ὅ ἐστι τὸ δεύτερον, ὅρον καλοῦσιν, ἐπειδὴ τοσοῦτον ὑπερέχει κατὰ τὴν τάξιν τοῦ τρίτου, ὅσον ἀπολείπεται τοῦ πρώτου· οὕτω, φησὶ, καὶ ὁ πεισθεὶς λείπεται μὲν οὖν τοῦ φύσει εὑρόντος, ὑπερέχει δὲ τοῦ μήτε εὑρόντος μήτε νοήσαντος.

<!-- 26,8 -->τοσούτῳ χείρω τοῦ νοήσαντος ὅσῳ βελτίω τοῦ μήτʼ εἰπόντος μήτε πεισθέντος ἐπειδὴ οὐ πάντως ὁ νοῶν καὶ φράσαι δύναται, ἀλλʼ ὁ φράσαι δυνάμενος οὗτος καὶ νοεῖ ἄριστα· ὁ δὲ μὴ δυνάμενος φράσαι ἀπόβλητός ἐστιν, ὡς καὶ ὁ Θουκυδίδης φησὶν, ὅτι ὁ συνιεὶς καὶ μὴ φράσας ἐν ἴσῳ ἐστὶν, εἰ καὶ μὴ ἐνεθυμήθη, διὰ τοῦτο οὗτος ἀντὶ τοῦ εἰπεῖν εὑρόντος εἰπόντος εἶπεν, εἰς τὸ ὁμολογούμενον καλὸν εἶεν τὸν λόγον· λέγω τὸ εἰπεῖν· κατὰ γὰρ τὸν Ἰσοκράτην εἴδωλόν ἐστι τῆς ψυχῆς ὁ λόγος· φησὶ γὰρ «Καὶ λόγος ἀληθὴς, καὶ νόμιμος, καὶ δίκαιος, ψυχῆς ἀγαθῆς καὶ πιστῆς εἴδωλόν ἐστιν». ἐπειδὴ οὐ πάντως ὁ νοῶν καὶ φράσαι δύναται, ἀλλὰ ἐδεῖτο κατασκευῆς, — ὥσπερ καὶ ὁ Θουκυδίδης εἶπεν ὅτι ὁ συνιεὶς καὶ μὴ φράσας ἐν ἴσῳ καὶ μὴ ἐνεθυμήθη — διὰ τοῦτο οὗτος εἰς τὸ ὁμολογούμενον ἄγων τὸν λόγον φησὶν ὅτι ὁ φράσας καλῶς αὐτός ἐστιν ὁ νοήσας. οὐδέποτε γὰρ εἰπεῖν ἐνδέχεται τὰ δέοντα μὴ νοήσαντα τὰ χρήσιμα· κατὰ γὰρ τὸν Ἰσοκράτην—πιστῆς εἴδωλόν ἐστιν.

<!-- 26,9 -->τοῦ μήτʼ εἰπόντος εὑρόντος. οὐκοῦν ὁ μὲν αὐτὸς πάντα νοήσας ἐστὶν ὁ εὖ εἰπὼν πρὸς τὸ ἴδιον συμφέρον ὁ Ἀριστείδης μεταφέρει τὸν νοῦν τῶν ἐπῶν, καί φησιν· ὁ νοήσας ἐστὶν ἐκ φύσεως ἀγαθῆς ὁρμώμενος, ὅντινα λέγουσι καὶ εἰπόντα τὸν αὐτὸν εἶναι. ἰστέον δὲ ὅτι ὡς τοῦτο μᾶλλον παραλογίζεται. καλῶς δὲ προέταξε τὸν τῇ φύσει κρατοῦντα, καὶ ἐπήνεγκεν εὐθὺς τὸν ἄριστα καὶ εὖ εἰπόντα, ἵνα πάλιν ἐπαινέσῃ τὴν φύσιν.

<!-- 26,10 -->ὁ μὲν εὖ εἰπών ἐστιν ὁ νοήσας αὐτὸς ἅπαντα οὐδέποτε γὰρ ἐνδέχεται εἰπεῖν τὰ δέοντα μὴ νοήσαντα τὰ χρήσιμα.

<!-- 27,1 -->ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν γεγονὼς ἐκ ποιμένος ἡ γὰρ ἀθρόα τῶν ἐπιτηδευμάτων μεταβολὴ σημαίνει τὴν εὕρεσιν. τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα ἐπιτήδευμα μέν ἐστιν ἡ μελέτη, τέχνη δὲ πύρας μελέτη. διαφέρει τέχνη ἐπιτηδεύματος· ἐπιτήδευμα γάρ ἐστιν ἡ μελέτη, τέχνη δὲ πέρας μελέτης.

<!-- 27,4 -->ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι τάξει, διὰ τὸ πρῶτον εἶναι, δυνάμει, διὰ τὸ συνέχειν καὶ αὐτὴν τὴν τέχνην· τῆς γὰρ μαθήσεως ἀεὶ ἐπὶ τὸ ἔλαττον γινομένης, ἔμελλον τέχναι ἀπόλλυσθαι. καλῶς δὲ καὶ τὰ πρεσβεῖα εἶπεν, ὡς ἐπὶ πατέρων· τιμῶμεν γὰρ ἀεὶ τοὺς πατέρας ἡμῶν, διὰ τὸ πρὸ ἡμῶν εἶναι, καὶ ἐξ αὐτῶν ἡμᾶς γενέσθαι. εἰ δὲ δὴ μηδʼ ἁπλῶς ἀνθρώποις ἐκ τοῦ μείζονος τὸ ἐπιχείρημα.

<!-- 27,6 -->νικῶντος τοῦ θεοῦ.

<!-- 27,10 -->ὀρθῶς ἄρα καὶ δικαίως σύλλογος. ἐπειδὴ τὸ λέγειν κρεῖττον τόδε τοῦδε ἀποφαντικὸν ἦν, τοῦτο δὲ ἐδόκει βαρὺ εἶναι πρὸς Πλάτωνα ἄνδρα φιλόσοφον ἀγωνιζομένῳ, καλῶς ὡς παρὰ τοῦ Ἡσιόδου τὸν λόγον ἐποίησεν. ὁ τοῦ Ἑλικῶνος πρόσοικος Ἡσίοδος. τοῦτο οὐκ ἀκαίρως προσέθηκε, ἀλλὰ εἰς τὸ δεῖξαι· Ἑλικὼν ὄρος Βοιωτίας ἦν, ἐν ᾧ Ἡσίοδος ἐποίμαινε.

<!-- 27,13 -->ὅπου τὸ ὅπου ἐνταῦθα ἀντὶ τοῦ ποῦ, ὥσπερ καὶ τὸ ὅπως ἀντὶ τοῦ πῶς. ὅπου γὰρ ἄν τις καὶ κράτιστον θείη τοῦτο τὸ σχῆμα καλεῖται διαπορητικόν· λογιζόμεθα γὰρ, εἰ ἐνδέχεται, νύκτωρ λάμπειν τὸν ἥλιον· διὸ καὶ ὥσπερ ἀπορήσας ἐπήγαγε τοῦτο κατʼ ἐπίκρισιν· οἷον οὐδὲ βουλομένῳ τινὶ φησὶν, εὐπορίας ἅ ἐστιν εἰπεῖν πρώτην εἶναι τὴν τέχνην.

<!-- 27,14 -->φύσει κεκώλυται ὅπερ πάσχουσιν οἱ πρὸς μείζους ἀγωνιζόμενοι· οἷον ἡ τέχνη, φησὶν, ἕως πρὸς τὴν φύσιν οὐκ ἀγωνίζεται δοκεῖ τι εἶναι χρήσιμον, ἀγωνιζομένη δὲ ἀπολεῖται τοσοῦτον, ὥστε μηδὲ δόξαι τι χρήσιμον εἶναι.

<!-- 27,15 -->εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον θαυμάσειεν ἄν τις τῆς μεταχειρίσεως τὸν ῥήτορα· ὅνπερ γὰρ τρόπον Δημοσθένης τὰς αἰτίας ἀπολύσασθαι, διὸ πείθει, βουλόμενος, πρῶτον μὲν λέγει μηδὲν αὐτὸν ἠδικηκέναι, εἶτα οὐδὲ εἰ θελήσειε δύναται· μικρὸν γὰρ πινάκιον πάντα ταῦτα κωλῦσαι δύναται· οὕτω καὶ Ἀριστείδης μετὰ τὸ θεῖναι τὸ διαπορητικὸν καὶ τὸ κατʼ ἐπίκρισιν τίθησι τὰς αἰτίας, διʼ ἃς φύσει κεκώλυται· φησὶ γὰρ ὅτι, εἰ τὸ μαθεῖν κρεῖττον τοῦ εὑρεῖν, αὐτὸ τὸ μαθεῖν περίεστι· καὶ λοιπὸν ποιεῖ πάσχουσαν τὴν τέχνην.

<!-- 27,17 -->ὦ καὶ σὺ τὴν ποικίλην κοσμήσας ἐμφαντικόν ἐστι τὸ ὦ καὶ σύ· ὡσανεὶ ἔλεγε μετὰ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ τοὺς ἄλλους. τοῦτο δὲ εἶπεν, ὅτι καὶ ἐκεῖ Πλάτων ἐπαίδευε.

<!-- 27,19 -->πᾶς γὰρ ὁ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ γε τῷ δεῖσθαι μαθεῖν οὐδεὶς ὁμολογεῖ χείρων εἶναι, μή τινος ἐπικειμένης ἀνάγκης· ἐνταῦθα οὖν ὁμολογοῦντα εἰσάγει τὸν μαθόντα ὅτι χείρων καθέστηκε τοῦ εὑρόντος, ἵνα δείξῃ ἐκ τῆς τοῦ πράγματος αὐτὸν ἀναγκαζόμενον φύσεως.

<!-- 28,3 -->αὐτῷ τῷ λαβεῖν ἐπειδὴ συμβαίνει κακῶς, ἕτερόν τι διαφέρειν τὸν λαβόντα, διὰ τοῦτο εἶπεν ἀσφαλιζόμενος αὐτὸ τὸ λαβεῖν. ἐν δὲ τοῖς μαθήμασιν εἶπε, παρʼ οἷς μᾶλλον ἔδει κρατεῖν τὸ ἄλογον.

<!-- 28,5 -->παρὰ τὴν αἰτίαν διὰ τὴν τέχνην.

<!-- 28,6 -->ἑνὸς ποιητοῦ τῶν ἀπὸ Βοιωτίας καὶ Ἑλικῶνος τοῦ Πινδάρου. ᾧ καὶ Πλάτων αὐτὸς τὰ πλείστου, φασὶν, ἄξια χρῆται ἀποδεικτικῷ λόγῳ χρώμενος οὐ καταφεύγει πρὸς μάρτυρας ὁ Πλάτων. ἵνα οὖν μή τις ἀσθένειαν Ἀριστείδου καταψηφίσαιτο, ὡς μαρτυρίᾳ χρωμένου, διὰ τοῦτό φησιν ᾧ καὶ Πλάτων, ὡσανεὶ ἔλεγε· σὺ ὁ κατασκευαῖς χρώμενος καὶ ἀγωνίζεσθαι δεινὸς ὢν, ἡγεμὼν γέγονάς μοι πρὸς μάρτυρα ἐλθεῖν εἰς τὰ ἀναγκαῖα, μάρτυρι τῷ Πινδάρῳ χρησάμενος.

<!-- 28,7 -->τὰ πλείστου, φασὶν, ἄξια χρῆται διὰ τὸ εἶναι παροιμίαν τὸ τὰ πλείστου ἄξια χρῆται, διὰ τοῦτο τὸ φασὶν εἶπεν.

<!-- 28,8 -->ὥσπερ σιωπὴν κηρύξας ἐπειδὴ μετὰ τὴν κήρυκος φωνὴν σιωπὴ γίνεται, ἵνα εὐτάκτως ἀκούωσι τὰ λεγόμενα παρʼ οὑτινοσοῦν, διὰ τοῦτο λέγει ὥσπερ σιωπὴν κηρύξας. ἢ τῷ καθαρῶς ἀποφαίνεσθαι τὸ διάφορον τῆς φύσεως πρὸς τὴν τέχνην ὥσπερ σιγᾶν παρασκευάζει τοὺς ἀντιλέγειν ἐθέλοντας, καὶ ἀπαλλάττει ἡμᾶς πραγμάτων. σοφὸς ὁ πολλὰ εἰδὼς Πινδάρου.

<!-- 28,9 -->πανγλωσσία πολυλογία.

<!-- 28,11 -->βραχύτερον ἤγουν βραχυτέρως.

<!-- 28,15 -->ἐκεῖνο μὲν τὸ ὑπὲρ τῆς φύσεως. τοῦτο δὲ τὸ ὑπὲρ τοῦ μαθήματος.

<!-- 29,1 -->εἰ γὰρ ἐν αὐτοῖς τοῖς λόγοις τοὺς τὰ ὑφʼ ἑτέρου τοῦτο Ἀριστείδης ὡς ἐξ οἰκείας ἐπικρίσεως λαμβάνει, τὰ Πινδάρου βεβαιῶν. φησὶ δὲ παράδειγμα τῶν κλεπτόντων τοὺς λόγους οὐχ ἁπλῶς, ἀλλὰ τῶν μὲν οἰκείων τοῦ προκειμένου πράγματος ἔλαβε τοὺς λόγους, ἅμα δὲ καὶ διὰ τὸ μιμήσασθαι τὸν Πλάτωνα· ὥσπερ γὰρ ἐκεῖνος τὴν ὀψοποιίαν ἔλεγεν ὁμοίαν εἶναι τῇ ῥητορικῇ, οὕτω καὶ οὗτος ἀνθορίζεται, καὶ δείκνυσι τὴν τέχνην τοῖς κλέπταις εἶναι ὁμοίαν.

<!-- 29,4 -->πάσης ἀλογίας μεστὸν τοῦτο λέγει, ἐπειδὴ ἄνω καὶ κάτω ὁ Πλάτων ῥητόρων ἀλογίαν τούτοις εἰδὼς, ἐφʼ οἷς ἄλλων κατηγορεῖς.

<!-- 29,7 -->καίτοι εἰ ποιηταὶ μὲν οὐ τέχνη καὶ τὴν ποιητικὴν δὲ Πλάτων διέβαλλεν ὡς οὐκ οὖσαν τέχνην. ἔλεγε δὲ αὐτὸς ὡς ἡ τέχνη χρηστὸν ἔχει τὸ πέρας. ὅρα οὖν πῶς αὐτὸν ἐλέγχει, καὶ δείκνυσιν αὐτὴν τὴν ποιητικὴν χρηστὸν ἔχουσαν πέρας ἐκ τοῦ παιδεύειν καὶ γνώμας λέγειν· οὐκοῦν δικαίως ἂν εἴη τέχνη διὰ τοῦτο. τὸ δὲ ὥς φησι Πλάτων κατʼ εἰρωνείαν λέγει, ἀντὶ τοῦ διὰ τῶν οἰκείων ἐλεγχόμενος λόγων· ὡς καὶ ἐπιφέρει τοὺς ἐπιγινομένους· τοῦτο πρὸς αὔξησιν εἴρηται, ὡς τῆς τέχνης μὴ δυναμένης τοῦτο ποιῆσαι.

<!-- 29,10,11 -->προσθήσω δʼ ὅτι καὶ διʼ ἀμφοτέρων οἱ θεοὶ, καὶ Πλάτωνος καὶ τῶν ποιητῶν, ὅτι ῥητορικὴ καλὸν καὶ θεῖον διʼ ἀμφοτέρων λέγει τοὺς θεοὺς μαρτυροῦντας οὕτως· διὰ μὲν τῶν ποιητῶν, ὅτι ἐπιπνεόμενοι παρʼ αὐτῶν λέγουσι τοιαῦτα, οἷα δηλοῦσι, μὴ πάντως τὸ μὴ σὺν τέχνῃ κακόν· διὰ Πλάτωνος δὲ, ὅτι αὐτὸς ἔφη τοὺς ποιητὰς μὴ σὺν τέχνῃ λέγειν, ὅτι καὶ αὐτὸς εἶπέ τινα, ἃ μὴ μεμάθηκε, διʼ ὧν δείκνυσιν ὅτι καὶ τὸ ἔξω τέχνης καλόν. δεῖ δὲ ἀπὸ κοινοῦ λαβεῖν τὸ μαρτυροῦσι πρὸς τὰ ἑξῆς, ἵνα ᾖ ἡ ἀπόδοσις οὕτως· οἷς ταῦτα μαρτυροῦσιν, ὅτι καὶ ἡ ῥητορικὴ καλόν.

<!-- 29,11 -->εἰ καὶ τέχνῃ μὲν ἀνθρώποις ὅρα πῶς διὰ τῶν λέξεων, διʼ ὧν Πλάτων ἔψεγεν ὁρίζων, οὗτος ἀποδείκνυσι διὰ τούτων ὑπερβαίνουσαν τέχνην τὴν ῥητορικήν.

<!-- 29,12 -->εἰ τοίνυν μήτε ποιητῶν μηδένα ὅρα πῶς καὶ τὴν πασῶν μείζονα μαρτυρίαν λέγει, καὶ τὰς ἀποβεβηκυίας οὐκ ἀπόλλυσι· μαρτυρεῖ μὲν γὰρ ὁ Πλάτων διʼ ὧν ὁρίζεται τὴν ῥητορικὴν, καὶ οἱ ποιηταὶ διʼ ὧν λέγουσι, θεοὶ δὲ διὰ τούτων, ὅτι καὶ Πλάτωνι, καὶ Ὁμήρῳ, καὶ Ἡσιόδῳ καὶ Πινδάρῳ φύσεις παρέσχον ὑπερβαλλούσας τὴν τέχνην. ὅρα δὲ πῶς μέλλων παύεσθαι τοῦ κεχρῆσθαι μάρτυσι προσποιεῖται καταφρονεῖν τῶν μαρτύρων, ἵνα κἀνταῦθα περιγένηται Πλάτωνος, ὡς ἀποδεικτικῷ μᾶλλον χρησάμενος λόγῳ, ἐπειδὴ αὐτὸς ὁ Πλάτων τὰς μὲν μαρτυρίας ψέγει, τὸν δὲ ἀποδεικτικὸν ἀποδέχεται λόγον· ὅθεν οὐδὲ νομίσαι τὸ χωρίον τοῦτο ἀποροῦντος μαρτύρων, ἀλλὰ μᾶλλον ὡς καταφρονοῦντος.

<!-- 29,16 -->τίς γὰρ οὐκ οἶδεν ὅτι κἀν τοῖς σώμασιν λοιπὸν τὰς τοῦ σώματος μόνον διέξεισιν ἀρετὰς χωρίσας τῶν τῆς ψυχῆς. εἰσὶ δὲ αὗται· ῥώμη καὶ κάλλος· τὴν γὰρ χάριν οὐ τρίτην εἶπεν οὖσαν, ἀλλʼ ὡς ἐν ῥώμῃ καὶ κάλλει εὑρισκομένην. τὸ δὲ ἀπὸ χειρῶν ἢ λόγου τινὸς εἶπεν, ἵνα ἐκ μὲν τῶν χωρῶν σημαίνῃ τὴν γυμναστικὴν, ἐκ δὲ τοῦ λόγου τὴν ἰατρικήν. αὐτὰς οὖν δείκνυσι λειπομένας τῆς φύσεως, εἴπερ εἰσὶ τέχναι παρὰ τῷ Πλάτωνι ἐπαινούμεναι.

<!-- 29,17 -->οὐδʼ ἀπὸ χειρῶν—ἀπαντᾷ ἀντὶ τοῦ ὅπερ ἡ φύσις παρέχειν δύναται, ἀπορεῖ τέχνη φιλοτιμήσασθαι.

<!-- 29,18 -->ἐπαλεῖψαι μὲν ταῦτα τῆς γυμναστικῆς. θεραπεῦσαι τῆς ἰατρικῆς.

<!-- 29,19 -->δεινὴ ἐπιτηδεία. οὐκοῦν διακόνου καὶ θεραπαίνης τάξιν ἔχειν προσήκει τῇ τέχνῃ ἐπειδὴ Πλάτων διακόνους τοὺς ῥήτορας ἔλεγεν, ἀντιπεριίστησιν αὐτῷ τὴν κατηγορίαν, ὅτι διακόνῳ ἔοικεν ἡ τέχνη.

<!-- 30,2 -->νομίζειν νόμιμον ἡγεῖσθαι.

<!-- 30,4 -->ὥσπερ ἂν εἴ τις τὰ ὑποδήματα κρείττω τῶν ποδῶν—κρίνοι δοκεῖ μὲν εὐτελὲς εἶναι τὸ παράδειγμα, πάνυ δὲ οἰκεῖόν ἐστι καὶ οἴκοθεν Πλάτωνι· ἐπειδὴ γὰρ τὴν ῥητορικὴν διαβάλλει τὴν κομμωτικὴν, θέλει δεῖξαι ὅτι μᾶλλον ἡ τέχνη ἔοικε τῇ κομμωτικῇ, εἴ γε τὰ ὑποδήματα, ἅτινά ἐστι τῆς κομμωτικῆς, λείπεται τῶν ποδῶν καὶ τοῦ ἄλλου σώματος, ὅπερ ἐστὶ τῆς φύσεως.

<!-- 30,6_8 -->ἄλογον μέν τʼ ἂν εἴη κατʼ αὐτὸ—συλλέξαντα τοῦ κληρονομήσαντος ἕτερον πολλάκις γὰρ ἃ οὗτος ἔλαβε διαφθείρει ἀσωτίᾳ φύσεως. οἰκεῖον τὸ παράδειγμα καὶ μεστὸν ἐπαίνου τῆς φύσεως· ὥσπερ ἐπὶ τὸ πλεῖστον οἱ συναθροίσαντες χρήματα καὶ σώζειν ἐγνώκασιν αὐτὰ, οἱ δὲ κληρονομήσαντες, ἀνόητοι πολλάκις ὄντες, διαφθείρουσιν αὐτὰ, οὕτω καὶ ἐπὶ τῶν λόγων καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων οἱ μὲν ἀφʼ ἑαυτῶν νοήσαντές τι οὐκ ἐπιλαθέσθαι δύνανται, οἱ δὲ διδαχθέντες πολλάκις ἐπιλανθάνονται.

<!-- 30,7 -->τὸν αὐτὸν πορίσαντα καὶ συλλέξαντα τὸν πόνῳ οἰκείῳ ἀθροίσαντα.

<!-- 30,9 -->ὅστις παρʼ ἄλλου φαίνεται μετειληφὼς Δημοσθενικῶς οὐκ εἶπεν εἰληφὼς, ἀλλὰ μετειληφώς· εἴληφε γὰρ ὁ παρʼ αὐτῆς τῆς φύσεως δεξάμενος, μετείληφε δὲ ὁ λαβὼν ἐκ τοῦ λαβόντος παρὰ τῆς φύσεως· καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας «Πότερον ἦν μοι παρὰ Φιλίππου λαβεῖν, ἢ μετʼ ἔχθρας ἀφʼ ὧν εἰλήφασιν οὗτοι μεταλαβεῖν.»

<!-- 30,11 -->ἕνεκα μὲν γὰρ τῆς τέχνης πάντας ἔδει σχετλιάζοντος καὶ μεμφομένου τὰ ῥήματα, ὅτι ἐπαινεῖται τέχνη, διʼ ἣν ἀπόλλυνται τὰ πράγματα, καὶ τοὐναντίον ψέγεται φύσις, διʼ ἣν τὰ πάντα συνέστηκε.

<!-- 30,15 -->καὶ οὐδεὶς τὸν Δαίδαλον, οὐδὲ τοὺς ἄνω θαυμάζει παρὰ τὸν Φειδίαν ἀπόδειξις αὕτη τοῦ ἀπόλλυσθαι τὰ πράγματα, ὅσον ἐστὶ κατὰ τὰς τέχνας, καὶ πάλιν σώζεσθαι κατὰ τὴν φύσιν. τί γάρ φησιν· οὐδεὶς γὰρ ὡς οἶδε διδάσκει· πῶς οὖν οἱ τελευταῖοι τῶν πρότερον μείζους ἐγένοντο; λέγομεν ὅτι διὰ τὴν φύσιν εἶπεν, ἵνα δείξῃ ὅτι πᾶν ἐπαινούμενον διʼ αὐτῆς ἐστι.

<!-- 30,16 -->ἐκ μικρῶν καὶ φαύλων τὸ κατʼ ἀρχὰς εἰς τὸ μεῖζον καὶ τελεώτερον αἱ τέχναι κατέστησαν ἵνα δείξῃ ὅτι τέχναι διὰ φύσεως καὶ εὑρέθησαν καὶ ηὐξήθησαν.

<!-- 30,17 -->αὐταῖς τοίνυν, ὡς ἔοικε, ταῖς τέχναις ταῦτα λέγει, ὡς ἀποδείξας τῇ φύσει οὐχ εὗρεν ἐξαρχῆς τὴν τέχνην· τῇ γὰρ φύσει μὴ περὶ τάξεως ἀμφισβητεῖ τέχνης καὶ φύσεως, ἐπεὶ καὶ τὸ εἶναι καὶ τὸ γενέσθαι προσαπολλύεις τῆς φύσεως.

<!-- 30,19 -->ἀλλʼ οἶμαι οὐχ αἱ τέχναι τοὺς ἄνδρας ἦραν μεγάλους κατʼ εἰρωνείαν. ταῦτα κατʼ εἰρωνείαν, σκώπτων τὸν Πλάτωνα, ὡς ἐκείνου ἀποσεμνύνοντος τὰς τέχνας· οὐ γὰρ ἡ τέχνη, φησὶν, ἑαυτὴν ἐξεῦρεν, ἀλλʼ ἡ φύσις τὴν τέχνην, ὥστε εἰ μὴ ἦν πρώτη ἡ φύσις, οὐκ ἂν ἡ τέχνη πρὸς μέγα ᾔρθη. τῇ δυνάμει τῆς φύσεως.

<!-- 31,1 -->οὐχ ᾧ μετεσχήκασι τῆς τέχνης τῇ μαθήσει.

<!-- 31,2 -->ᾧ τὴν τέχνην παρεληλύθασι τῇ φύσει.

<!-- 31,3 -->ὁ Φειδίας, ὁ Ζεῦξις, ὁ Ἱπποκράτης, ὁ Δημοσθένης βουλόμενος ἐκ πλειόνων τεχνῶν καὶ λογικῶν καὶ πρακτικῶν τὴν τῆς φύσεως ἐνδείξασθαι δύναμιν εἶπε τοὺς τέσσαρας τούτους.

<!-- 31,5 -->ἐνιδόντες ἐνδόντες.

<!-- 31,7 -->κατʼ αὐτὴν τὴν φύσιν ἵνα δείξῃ ὅτι οὐκ ἐνδέχεται μὴ ἄρχεσθαι τὴν τέχνην ὑπὸ τῆς φύσεως. ἐπειδήπερ καὶ λόγων καὶ πραγμάτων ἁπάντων, καὶ θεῶν καὶ ἀνθρώπων ἐστὶ φύσις, οὐ τέχνη ἀκολούθως ὁ Ἀριστείδης προέταξε λόγους τῶν πραγμάτων καὶ θεοὺς ἀνθρώπων, διὰ τὸ τὴν διαφορὰν ἀμφοτέρων ἐνδείξασθαι. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὡς ἔχει φύσεως ὁ λίθος γίνεσθαι ἀναίσθητος.

<!-- 31,12 -->πρεσβεύων τὴν τέχνην ὑπὲρ τὴν φύσιν. ἀτιμάσει τοὺς πατέρας τῶν τεχνῶν ταύτας γὰρ ἀπὸ φύσεως εὗρον.

<!-- 32,6 -->ὡς θεοὶ μὲν εὗρον καὶ κατέδειξαν ἕκαστα Μοῦσαι καὶ Ἀπόλλων ποιητικὴν εὗρον, Ἑρμῆς ῥητορικὴν, Ἥφαιστος χαλκευτικὴν, καὶ ἄλλοι ἄλλας τέχνας. Ἀπόλλων ποιητικὴν εὗρεν, Ἑρμῆς ῥητορικὴν, Ἥφαιστος χαλκευτικήν.

<!-- 32,9 -->σημαίνειν προστάττειν.

<!-- 32,10 -->οὔτε γὰρ δήπου θεῶν ἅπανθʼ εὑρόντων, αἰσχρὸν κατʼ ἄμφω τοὺς θεοὺς ἄρχοντας δείκνυσι, καὶ ὅτι τὸ εὑρεῖν ἀρχῆς παραστατικὸν, ἐπειδὴ τὸ εὑρεθὲν οὔπω πρότερον ὂν ἀρχὴν ἔλαβεν εὑρεθέν· ἅπαντα δὲ οἱ θεοὶ εὗρον· καὶ ὅτι ὁ ἄρχων οὐχ ἕτερός ἐστιν ἀλλʼ ἢ ὁ προστάττειν ἄξιος· τοιοῦτοι δὲ οἱ θεοί· ὥστε ἐξ ἀμφοτέρων τὸ τῆς ἀρχῆς ὄνομα ἔχουσιν.

<!-- 32,15 -->ὁ τῶν παρθένων ἐπαινέτης τε—ποιητὴς ὁ Ἀλκμάν.

<!-- 32,16 -->ὄνομʼ ὄνομα.

<!-- 33,1 -->εἶτʼ τὸ εἶτα παρέλκον.

<!-- 33,4 -->ὅσῳ τοίνυν θεὸς μὲν ἀνθρώπου σύγκρισις.

<!-- 33,6 -->ἢ κομιδῆ εἰ δὲ μή.

<!-- 33,7 -->ἔτι τοίνυν κἂν ἀπὸ τῶν ἐναντίων τις αὐτὸ λόγων ἴδοι ἕως ἐνταῦθα κατεσκεύασεν ὅτι τὸ ἔξω τῆς τέχνης καλόν· ἐντεῦθεν δὲ πάλιν λοιπὸν κατασκευάσαι βούλεται ὅτι οὐ πᾶσα τέχνη καλὴ καὶ ἐπαίνου ἀξία.

<!-- 33,10 -->καὶ μὴν οὐκ ἐμὸς ὁ μῦθος, ἔφη ὁ Πλάτων, τὸ τοῦ Εὐριπίδου προσπαίζων ἔν τινι δράματι Εὐριπίδης

  
οὕτως ἔφη «Σοῦ τάδʼ, οὐκ ἐμοῦ κλύεις». προσπαίζων οὖν ὁ  
Πλάτων εἰς τὸ τοῦ Εὐριπίδου ἰαμβεῖον οὐκ ἐμὸς ὁ μῦθος φησίν.

<!-- 33,14 -->παρὰ διὰ,

<!-- 33,16 -->προσφέρειν ὑβρίζειν.

<!-- 34,1 -->ἢ ταῦτα ἴσα ἀντʼ ἴσων οὕτως γὰρ ἐκεῖ λέγει· οὐ ταῦτα ἴσα ἀντʼ ἴσων.

<!-- 34,7 -->ὅπερ δὲ ἐν τοῖς ἄνω, τοῦτο κἀνταῦθα ποιήσω χρησάμενος ἄνω τῇ ἀντιπαραστάσει, ὡς, εἰ καὶ οὐ τέχνη ἡ ῥητορικὴ, οὐδὲν βλάβος αὐτῇ, εἰ μὴ καὶ μᾶλλον ἔπαινος, καὶ τοῦτο μάλιστα ἀποδείξας, νῦν κέχρηται τῇ ἐνστάσει, δεικνὺς ταύτην ὅτι καὶ τέχνη.

<!-- 34,11 -->τῷ λόγῳ τῷ μετὰ τὴν φύσιν τοῦ πράγματος.

<!-- 34,16 -->εἰκότως· οὐδεὶς γὰρ ἁμαρτάνειν ἐπίκρισις.

<!-- 35,2 -->ἐπὶ πλεῖστον ἡ ῥητορικὴ σώζει λόγον ἤγουν οὐκ ἄλογός ἐστιν, ὡς σὺ φὴς, ἀλλὰ πλείστῳ χρῆται τῷ λόγῳ.

<!-- 35,3 -->συγκρουόμενον παραβαλλόμενον.

<!-- 36,1 -->ὃ τότʼ ἦν πυρὰ τῶν ὀφθαλμῶν ἐν τῷ τοξεύειν.

<!-- 36,2 -->παρὰ τῆς Καλυψοῦς ὄνομα θεᾶς.

<!-- 36,3 -->τὴν ἄρκτον τὴν τρεμουντάναν.

<!-- 36,6 -->ὥστε Φάρου τυχεῖν τοῦ κυβερνήτου.

<!-- 36,16 -->ὡς ἄνθρωπος ἀνθρώποις θεοῦ γὰρ τὸ τέλειον.

<!-- 36,18 -->τοῦ Γαργάρου Γάργαρος, ἡ ἐξοχὴ Ἴδης.

<!-- 37,1 -->ὥστε σοι τὸ τοῦ μορίου εἴδωλον σκιᾶς ὄναρ εἰς ἔλεγχον κατὰ Πίνδαρον γίγνεται καλοῦντι γὰρ τὴν ῥητορικὴν πολιτικῆς μορίου εἴδωλον ἀνυπόστατόν σοι τοῦτο εἰς τὸν αὐτῆς ἔλεγχον γίνεται· οὐδὲν γάρ ἐστι τὸ τῆς σκιᾶς ὄναρ. λέγει δὲ τοῦτο ὁ Πίνδαρος περὶ τοῦ ἀνθρώπου.

<!-- 37,10 -->ἤδη πάλαι.

<!-- 37,11 -->τούτοις τοῖς φαρμάκοις, ταῖς διαίταις. ὅπως δʼ ἕκαστος ἡμῶν ἔχει φύσεως ἢ συγκρίσεως ἀγνοῶν φύσεως μὲν, ὡς ἐπὶ πολλοῦ τοῦ σώματος, οἷον θερμὸς, ψυχρός· συγκρίσεως δὲ, ἐπὶ μορίων· οἷον τὸ ἧπαρ, θερμότης τοῦ ἐγκεφάλου, καὶ ὁ ἐγκέφαλος, θερμότης τῆς καρδίας. φύσεως μὲν, ὡς ἐπὶ ὅλου τοῦ σώματος· οἷον θερμὸς, ψυχρὸς, ὑγρὸς, ξηρός· συγκρίσεως δὲ, ἐπὶ μορίων τὸ ἧπαρ θερμότερον, τὸν δὲ ἐγκέφαλον ψυχρότερον· ἢ τὸν μὲν ἐγκέφαλον θερμότερον, τὴν δὲ καρδίαν ψυχροτέραν. φύσεως μὲν, ὡς ἐπὶ ὅλου τοῦ σώματος· οἷον εἰ θερμὸς, ψυχρὸς, ξηρὸς, ὑγρός· συγκρίσεως δὲ, ἐπὶ μορίου· οἷον εἰ τὸ μὲν ἧπαρ θερμότερος, τὸν δὲ ἐγκέφαλον ψυχρότερος, ἢ τὸν μὲν ἐγκέφαλον θερμότερος, τὴν δὲ καρδίαν ψυχρότερος.

<!-- 37,13 -->οὑτοσὶ ὁ ἀσθενής.

<!-- 37,14 -->τοῦ τὴν Ἐπίδαυρον ἔχοντος θεοῦ τοῦ Ἀσκληπιοῦ.

<!-- 37,15 -->ἀπὸ τῶν πολλῶν καὶ κοινῶν καθολικωτέρων.

<!-- 37,16 -->τὰ ἴδια τὰ κατὰ μέρος. εἰ δʼ ἄρα καὶ ἰδίᾳ τισὶ οἶδεν Ἀριστείδης τοὺς ἰατροὺς τοὺς προσεδρεύοντας οἰκείως, καὶ διὰ τοῦτο εἶπε καὶ τὰς διαίτας καὶ τὰς κράσεις ἐκ τοῦ συνεῖναι ἐγνώκασι τῶν νοσούντων· ἀλλʼ ὅμως ἐν αὐτῷ τὸ περιοδεύειν στοχάζονται. ὅρα δὲ πῶς στοχαστικὴν ὑποδείκνυσι τέχνην ἐκ τοῦ εἰπεῖν τὸ ἐκλέγοντες, ὅ ἐστι μετὰ λόγου τινὸς προθηρώμενοι τὸ συμφέρον τῷ νοσοῦντι.

<!-- 37,17 -->ταῖς σαῖς ἀδαμαντίναις ἀνάγκαις ἀδάμας λίθος ἐστὶ μὴ εἴκων σιδήρῳ· παίζει δὲ πρὸς αὐτὸν, ὅτι διὰ τῶν αὐτοῦ ἀνέλυσε τὰ αὐτοῦ διὰ γυμναστικῆς καὶ τῶν ἄλλων.

<!-- 37,18 -->ἀνάγκαις ἀντιρρήσεσιν. ὅτι μὲν γὰρ οὐ ταὐτὰ πᾶσι λυσιτελεῖ ὃ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι, ἐπειδὴ διάφοροί εἰσιν αἱ τῶν σωμάτων λυσιτελήσεις νοσούντων τε καὶ ὑγιαινόντων, οὕτω καὶ αἱ ὑγεῖαι καὶ αἱ νόσοι διάφοροι. τὸ πρῶτον εἴρηται ἐπὶ διαφορᾶς ὑγιαινόντων πρὸς νοσοῦντας, τὸ δὲ δεύτερον ἐπὶ διαφορᾶς νοσούντων πρὸς νοσοῦντας. ἡ δὲ σύγκρισις οὕτως· πλέον οὐ συμφέρει τοῖς νοσοῦσι τὰ ὅμοια, εἴπερ ὑγιαίνουσι καὶ νοσοῦσι.

<!-- 38,2 -->οὔτε ἐν ταῖς νόσοις ἅπασι ταὐτὰ ἐστί.

<!-- 38,3 -->ὥσπερ γὰρ ταῖς ἰδέαις διαφέρειν ἀλλήλων ἐκ τῶν ὁρωμένων τὰ ἀφανῆ κατασκευάζει. λέγει δὲ ὁρώμενον μὲν τὴν ὄψιν, ἀφανὲς δὲ τὴν φύσιν. τὸ δὲ ἐπιχείρημα ῥητορικόν. ὅρα πῶς τεχνικῶς· καθὸ μὲν γὰρ τὸ γένος κοινωνίαν ἔχει, παραλιμπάνει οἷον ἐν τῷ ἔχειν ῥῖνα, καὶ ὀφθαλμοὺς, καὶ τὰ ἄλλα, κοινωνοῦμεν, ἐν δὲ τῷ τὴν ἰδίαν ἔχειν διαφέρομεν· αὕτη δέ ἐστι περὶ τὴν ὄψιν. ὅρα οὖν ὅτι ἐκ τοῦ μερικοῦ καθολικὸν δείκνυσι· καθολικὸν μὲν γὰρ ἡ τοῦ παντὸς σώματος κρᾶσις, μερικὸν δὲ τὸ τῆς ὄψεως· βούλεται δὲ δεῖξαι, τῆς κράσεως διαφερούσης, ἀνάγκη στοχάζεσθαι τὸν ἰατρόν.

<!-- 38,7 -->μὴ πᾶσι δεῖν τῶν αὐτῶν φαρμάκων. ὃ λέγω λείπεται τὸ στοχαστικῶς κρίνειν τὸν ἰατρόν.

<!-- 38,8 -->μὴ σφυρήλατος σταθεὶς ἐν Ὀλυμπίᾳ μόνον ἔθος ἦν τοὺς θαυμαστόν τι ποιήσαντας ἐκεῖ ἵστασθαι. σφυρήλατος χαλκοῦς ἀνδριάς. πομπείου τυχὼν πομπεῖον σκεῦος ἱερόν ἐστιν, ἐφʼ οὗ τὰ τῶν θεῶν ἀγάλματα ἐν ταῖς ἑορταῖς ἐπόμπευον.

<!-- 38,9 -->σκόπει δὴ καὶ περὶ τῆς γραφικῆς καλὸν ἐπιχείρημα τὸ τῆς ὁμολογίας καὶ ἐν καιρῷ ληφθέν. τί γὰρ, φησὶ, τέχνη ἡ γραφικὴ, ὡς λέγει· τὸ δὲ ἔργον αὐτοῦ εἰκών· τὸ δὲ εἰκάζειν τί ἐστιν; οὐ στοχάζεσθαι; τέχνη οὖν ἂν εἴη τὸ στοχάζεσθαι. καὶ λοιπὸν ποιεῖ διλήμματον. εἰ μὲν ὡς τῆς γραφικῆς τὸ στοχάζεσθαι δὲ ἐκ τέχνης, καὶ πᾶν τὸ ἔχον αὐτὴν τέχνη· εἰ δὲ πρὸ τῆς γραφῆς, πάλιν ἐξ αὐτῆς προῆλθεν ἡ γραφική. καλὸν ἐπιχείρημα τῆς ἐτυμολογίας, καὶ ἐν καιρῷ ληφθέν· τί γὰρ, φησὶ, τέχνης ἡ γραφικὴ, ὡς λέγεις· τὸ δὲ ἔργον αὐτῆς εἰκών· τὸ δὲ εἰκάζειν τί ἐστι; οὐ τὸ στοχάζεσθαι; καὶ λοιπὸν ποιεῖ διλήμματον· εἰ μὲν ἐκτὸς γραφικῆς τὸ στοχάζεσθαι, προῆλθε δηλονότι ἐκ τέχνης καὶ πᾶν τὸ ἔχον αὐτὴν τέχνη· εἰ δὲ πρὸς τῆς γραφικῆς, πάλιν ἐξ αὐτοῦ προῆλθεν ἡ γραφική.

<!-- 38,12 -->τὸ ῥῆμα τὸ εἰκάζον. τὸ τεχνίτης. αὕτη γοῦν ἐστιν ἡ καὶ τὸ ῥῆμα πεποιηκυῖα τῷ πράγματι ἀπόδειξις τοῦ ὅτι τέχνη τὸ στοχάζεσθαι τὸ ἀπὸ τέχνης αὐτὸ λαμβάνειν τὴν προσηγορίαν.

<!-- 38,17 -->ἡμετέραν χάριν ἀντὶ τοῦ οὐ παρὰ τῆς ἀληθείας, ἀλλὰ παρʼ ἡμῶν.

<!-- 39,1,2 -->καὶ μὴν τό γε κάλλιστον τῆς τέχνης— ἡ τοῦ χρώματος δήπου μίξις κατὰ πάντα τὰ ἄλλα ἡ γραφικὴ τῆς πλαστικῆς λείπεται· ἡ μὲν γὰρ σῶμα ὑφεστηκὸς δείκνυσιν, ἡ δὲ ὥσπερ σκιᾶς μόνον. τί οὖν ἐστιν, ὃ λέγω γραφικὴν λειπομένην ἐν τοῖς ἄλλοις ἐν τῷ στοχάζεσθαι νικᾶν· διὰ γὰρ τῆς μίξεως τῶν χρωμάτων περισσῶς ἡμῖν μικροῦ δεῖ τὸν ἀπεικαζόμενον· στοχάζεται γὰρ αὐτοῦ τοῦ χαρακτῆρος καὶ τῆς ἰδέας, ὥστε ἐν τούτῳ δείκνυσιν εὐδοκιμοῦσαν τὴν τέχνην, ἐν ᾧ στοχάζεται.

<!-- 39,3 -->καὶ τί δεῖ τὰς ἄλλας ἐξετάζειν τέχνας ἕως ἐνταῦθα τὸ ἥμισυ τινὲς ὑπέλαβον· ἔστι δὲ τὸ νόημα ὥσπερ ἀπειρηκότος αὐτοῦ πρὸς τὸ πλῆθος τῶν ἀποδείξεων. κακῶς ἐνταῦθα διαιροῦσι τὸν λόγον· οὐ γὰρ δυνατὸν, μήπω τῆς κατασκευῆς περαιωθείσης, τέλος ἐπιδέχεσθαι τὸν λόγον· ἀλλʼ οὐδὲ πάλιν οἷόν τε γενέσθαι λόγον περὶ τὸ μέσον τῆς κατασκευῆς· ἀποδεικνύντος γὰρ ὅτι τὸ στοχάζεσθαι τέχνης, καὶ οὐδέπω τούτου περαιωθέντος, ἐπεισήνεγκεν ἄλογον τομὴν τῷ λόγῳ. ἰστέον δὲ ὅτι δύο εἰσὶ μόνοι ὑπὲρ ῥητορικῆς λόγοι· ἀλλὰ διὰ τὸ μῆκος αὐτῶν διῃρέθησαν, ὡς αἱ Θουκυδίδου ἱστορίαι.

<!-- 39,4 -->αὐτὴ γὰρ ἡ μαντικὴ κινδυνεύει τοῦτʼ εἶναι μόνον, εἰκάσαι ἀντὶ τοῦ παρʼ οἷς τὸ μέλλον μανθάνομεν, αὕτη κινδυνεύει στοχάζεσθαι. οὐχ ἁπλῶς εἶπε κινδυνεύει, ἀλλὰ βουλόμενος δεῖξαι ἐκ μέρους αὐτὴν στοχαζομένην· οἷον ἡ οἰωνιστικὴ μέρος τῆς μαντικῆς· αὕτη δὲ στοχάζεται· οὐκοῦν ἐκ μέρους ἡ μαντικὴ στοχάζεται.

<!-- 39,9 -->ἐν ἄλλοις τισὶ δράμασιν ἢ λόγοις δράματα ἐκάλει Πλάτων τοὺς διαλόγους, ἐπειδήπερ εἰ καὶ παράδοξά εἰσιν, οὕτω κἀνταῦθα. ἐν αὐτοῖς, οἷς ἀρτίως εἰς ἑτέρων ἀπόδειξιν ἐχρώμεθα ὅτε ἠγωνίζετο, ὅτι τὰ ἐκτὸς τῆς τέχνης μείζονα τέχνης ἐστί.

<!-- 39,11 -->οἰήσει ἐπάρσει.

<!-- 39,12 -->σεμνύνοντες μεγαθύνοντες. οὐκοῦν ὅτε τὴν οἰωνιστικὴν εἰκαζόντων εἶναι φῄς ὁ Πλάτων εἶπεν ἐν τῷ διαλόγῳ διὰ τῶν ἄλλων σημείων, ἀντὶ θυσιῶν, κληδόνων, ἵνα περιλάβῃ πάσας τὰς οἰωνιστικὰς, οὐ μὴν αὐτὴν τὴν μαντικήν. οὗτος δὲ ὅρα πῶς παρακρούεται, ἐκ μὲν τῶν ὀρνιθοσκόπων τὴν οἰωνιστικὴν λέγων, ἐκ δὲ τῶν ἄλλων σημείων τὴν μαντικὴν πᾶσαν ἐκφαίνων.

<!-- 39,17 -->προσφάσκουσιν προλέγουσι.

<!-- 39,18 -->διὰ τοῦτο Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος—καὶ τέλος αὐτὸς ἔχει Εὐριπίδης ἐν ἀπράκτοις πράγμασι φησὶ τὸ Ζεὺς μάντις ἐν θεοῖσιν ἀψευδέστατος· εἶτα μετʼ ὀλίγον· καὶ τέλος αὐτὸς ἔχει. καὶ διὰ τοῦτο οὖν ἀψευδὴς μάντις, ὅτι καὶ τῆς ἐκβάσεώς ἐστι κύριος· ὥστε ὁ τὸ τέλος ἐν αὐτῷ μὴ ἔχων οὐκ ἀψευδὴς μάντις, ἀλλʼ εἰκαστὴς ἂν ἦν.

<!-- 39,20 -->οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς τὸν ψόφον ἢ τὶ τῶν ἐκφανέντων πάλιν τὰ δύο μέρη τῆς οἰωνιστικῆς, ἢ τῆς ὅλης μαντικῆς. τὸ μὲν γὰρ πρὸς τὸν ψόφον ἐστὶν, ὡς ἐπὶ τῶν θυρῶν· οἱ τὰ θέματα λέγοντες πρὸς τοὺς ψόφους εἰκάζοντες λέγουσιν· οἱ δὲ ἐν σκοτίᾳ ἀκούοντες ἀτρετύπου στοχάζονται, ἢ χαλκοῦ ἢ χρυσοῦ. ἐκφανέντος δέ ἐστιν, ὡς ἐπὶ τῆς ὄρνιθος σκοπιᾶς ἀρωδιῶν, ὥς φησιν Ὅμηρος, ἢ ἄλλο τι τῶν τοιούτων, εἶδέ τις, εἶτα εἰκάζει. τὶ πρός τι.

<!-- 40,4 -->τὰς πύστεις τοῖς σημείοις προάγων εἰκάζει πρὸς τὸν λόγον ὁ εἰδὼς πολλάκις καὶ  <span class="gap">…</span> εἰκάζει ἑτέρων. τοῦτο οὖν βούλεται δεῖξαι ὅτι ὁ εἰκάζων μαντεύεται, καὶ λέγει ὅτι ἐξ αὐτοῦ πρώτου τοῦ ἐρωτῶντος λαμβάνει τὰς ἀφορμὰς τοῦ εἰκάσαι, εἶτα εἰκάζει σχεδὸν τὸν μάντιν, καί φησι τὰς ἐρωτήσεις τοῖς συμβαίνουσι σημείοις προφέρων μετὰ λόγου εἰκάζει. εἰκάζει πρὸς τὸν λόγον τὸ μέλλον.

<!-- 40,5 -->ὅπερ καὶ τῶν ποιητῶν ἤδη τις ἐμαρτύρησεν

  
ὁ Μένανδρος· εἶπε γὰρ «Μάντις ἄριστος, ὅστις εἰκάζει καλῶς».  

<!-- 40,6 -->νίκη πολέμου; πρόκειται ὡς ἐρώτησιν. τίνος συμβάντος ἔσται ἡ νίκη.

<!-- 40,8 -->ἀλλʼ ὥσπερ τὰ ὀνείρατα οὗτος οὕτω συμβάλλεται ὅρα πῶς δεινὸς πάλιν τοῖς μάντεσιν ἄγνοιαν περιποιεῖ· καὶ ἀφανές ἐστι τούτοις τὸ μέλλον· ἐν παραδείγματι γὰρ τὸ ἀφανέστερον τοῦ ἀφανοῦς ἔλαβε· λέγω δὴ τοῦ μάντεως, ἵνα πλέον τὸν μάντιν ἀγνοοῦντα δείξας στοχαζόμενον αὐτὸν δείξῃ.

<!-- 40,9 -->τὴν δʼ Αἰγυπτίων σοφίαν τίς οὐκ οἶδε τρία εἰσὶν ἐν ἀνθρώπῳ, ψυχὴ, σῶμα, καὶ τὰ ἐκτὸς τούτων. τὰ μὲν δύο ὑπὸ μοῖραν ἄγεται, τὸ δὲ ἓν — ἔστιν ἡ ψυχὴ — οὐκ ἀνάγεται· διὸ καὶ κρίνεται ὑπὲρ ὧν αὐτῶν νόμος οὖσα πράττει, ἐπεὶ διὰ τί φόνου καὶ ἀσεβείας δίκας ὑπέχομεν, ὑπὲρ δὲ τοῦ γενέσθαι τυφλὸν, ἢ πένητα, ἢ πλούσιον, οὐκ ἔστι κρίσις. ἐπειδὴ οὖν οἱ ἀστρολόγοι περὶ τῶν σωμάτων μόνον λέγουσι καὶ τῶν ἐκτὸς, οὐκ ἔτι δὲ περὶ τῆς ψυχῆς, ὡς οἱ ἀνόητοι ὑπισχνοῦνται, διὰ τοῦτο λέγει Ἀριστείδης ὅτι οἱ ἀστρολόγοι εἰκάζουσιν, ἵνα δείξῃ τὸ μέγεθος τοῦ στοχαστικοῦ, ὃ καὶ μέχρι τῶν θεῶν χωρεῖ.

<!-- 40,11 -->αὐτὰ δʼ ἕκαστα τὸν τρόπον, καὶ τὰ λοιπά.

<!-- 40,12_14 -->ἀλλὰ τὰ μὲν πρὸς τὸ μέγεθος— ἀλλήλων κεχωρισμένα τί δέ ἐστι τὰ μὲν πρὸς τὸ μέγεθος; οἷον ὅταν ὁ ἥλιος κατάθετος πο λλ ἐπὶ τοῦ Ἑρμοῦ, εἰκάζει τὴν ἀμουσίαν τοῦ τεχθέντος· τὰ δὲ πρὸς τὰ νόμιμα, οἷον εἰ Αἰγύπτιος ὁ τικτόμενος, ἢ Σκύθης, πρὸς τὰ τούτων ἁρμόζεται νόμιμα· τὰ δὲ πρὸς τὰ ὅμοια, οἷον ἐκ τοῦ αὐτοῦ ἐπιτηδεύματος· οἷον ἔστι ζωώδη ποιοῦν τὸν μὲν Χριστιανὸν ἐπίσκοπον, τὸν δὲ Ἑλληνικὸν ἱερέα· ἀλλήλων κεχωρισμένα· οἷον ναυτικὴ γεωργίας πολὺ διήνεγκε· πάντα οὖν ἐξ εἰκασίας προλέγει. τὰ μὲν πρὸς τὸ μέγεθος, οἷον ὅ τε ἔστιν ὁ ἥλιος, ἀπέχων πολὺ τοῦ Ἑρμοῦ, εἰκάζει τὴν ἀμουσίαν τοῦ τεχθέντος· τὰ δὲ πρὸς τὰ νόμιμα, οἷον εἰ Αἰγύπτιος, ἢ Σκύθης, πρὸς τὰ τούτων ἁρμόζεται νόμιμα· τὰ δὲ πρὸς τὰ ὅμοια, οἷον ἐκ τοῦ αὐτοῦ ἐπιτηδεύματος, οἷον ἔστι ζώδιον τὸ ποιοῦν στρατηγὸν Ἑλλήνων, καὶ ἕτερον τὸ ποιοῦν στρατηγὸν βαρβάρων· τὰ δὲ ἔστιν ἃ καὶ πλεῖστον ἀλλήλων κεχωρισμένα, οἷον ναυτικὴ γεωργίας πολὺ διήνεγκε· τὰ οὖν διεστηκότα ἐξ εἰκασίας προλέγει.

<!-- 41,1 -->διὰ τῶν ὑπηρετῶν ῥητόρων.

<!-- 41,2 -->πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως; ὅτι τὸν στρατηγικῆς λόγον ἐπέχει. ἀντὶ τοῦ κατὰ ποῖον λόγον ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον πέφυκεν. εἶτα κατʼ εἰρωνείαν, μὴ κατὰ τὸ παρεοικέναι τῇ στρατηγικῇ. καὶ λοιπὸν ἐξ ἐπικρίσεως εἰκασίαν λαμβάνει, ὅτι οὔτε κατʼ αὐτό.

<!-- 41,3 -->ἀλλὰ μὴν οὕτω γε οὐκ εἴδωλον ἐπειδὴ ἡ ῥητορικὴ ἡ αὐτή ἐστι τῇ στρατηγικῇ, καὶ τὰ τῆς στρατηγικῆς διὰ τῶν ὑπηρετῶν πράττει, ἡ δὲ στρατηγικὴ μόριον τῆς πολιτικῆς. ὑπηρέτας δὲ λέγει νῦν τοὺς στρατευομένους· καὶ γὰρ ὁ ῥήτωρ παρελθὼν λέγει ὡς δεῖ πολεμεῖν· τοῦτο οὖν οἱ στρατιῶται πληροῦσιν.

<!-- 41,12 -->ἀλλʼ εἰ καὶ μηδὲν τῶν ἄλλων πάντων, διʼ ἓν τοῦτο μέτεστι τὸ διὰ κατὰ συνεκδοχὴν εἰς τὸ μηδὲν λάμβανε. διʼ ἓν τοῦτο μέτεστι τέχνης.

<!-- 41,16 -->ἀλλʼ ἐγὼ, τοῦτʼ εἰπέ μοι πεισθῶ μηδὲν εἶναι τὸν Δία βελτίω τοῦ Σολέως σοφιστοῦ; ἐπειδὴ ἡ πασῶν ἐπιστημῶν ὑπερκειμένη φιλοσοφία κατὰ τὸν σὸν λόγον οὐ περὶ τῶν θείων διισχυρίζεται, ἀλλʼ ἀφίησι τῷ θεῷ τἀκριβὲς, πῶς ἂν αὐτὸς πεισθείην, ὡς οὐκ ἔστιν ὁ Ζεὺς κρείττων τοῦ Σολέως σοφιστοῦ εἰς τὰς περὶ τῶν πραγμάτων εἰδήσεις; δείκνυσι δὲ διὰ τούτου ὅτι ἐν πάσῃ μέν ἐστι τέχνῃ τὸ εἰκάζειν, ἡ δὲ ἀκριβὴς γνῶσις παρὰ θεοῖς, ὥστε οὐδὲ ἡ ῥητορικὴ φαῦλόν ἐστιν, ὡς εἰκάζουσα, ἐπειδὴ πασῶν ἐστι τὸ εἰκάζειν.

<!-- 41,18 -->ὅτι τοίνυν ὅλης ἐστὶ σόφισμα ὡς ἀγωνιστικὰ ταῦτα.

<!-- 42,5 -->πᾶσαν ὅλως τὴν τοῦ βίου σχέσιν καὶ τὴν τύχην κατά.

<!-- 42,10 -->οὗ ῥήτορος. πρότερος ὁ δῆμος. τούτῳ τῷ ῥήτορι. αὐτοῦ τοῦ δήμου.

<!-- 42,16 -->ἐπὶ τῶν χορῶν τῶν πόλεων.

<!-- 42,21 -->τῶν ἀκροωμένων ἀκροατῶν. οἱ ταῖς διαβολαῖς προκατειλημμένοι ἄσωτοι, μοιχοὶ, κόλακες.

<!-- 43,1 -->τοῖς ἀκροωμένοις κριταῖς.

<!-- 43,11 -->τούτων τῶν πραγμάτων.

<!-- 43,18 -->τὸ τοῦ Δημοσθένους συμβαίνει.

<!-- 44,11 -->τὰς ἐπιθυμίας σωφρονίζουσιν—ἀλλʼ ἄρχουσιν αὐτοῖς τῶν πολλῶν συνίσασιν ἀπὸ κοινοῦ. ἀπὸ κοινοῦ συνίασι.

<!-- 44,13 -->τὴν τῶν δημαγωγῶν ἀρχὴν δηλονότι.

<!-- 44,20 -->ἀπᾷσαι εἰπεῖν.

<!-- 45,5 -->πανταχοῦ πάντʼ ἐστὶ πρὸς τοὺς ἡγεμόνας εἰς πᾶσαν ἐπιστήμην καὶ τέχνην.

<!-- 45,16 -->τὴν ἑτέραν ἀπολογίαν.

<!-- 45,18 -->ἅπερ νυνὶ σεμνύνονται. σεμνύνεσθαι ἔμελλον.

<!-- 45,19 -->τοιαύτην αἰτίαν κατηγορίαν.

<!-- 45,20 -->διʼ ἧς ταῦτʼ ἀπήντησεν ἂν ἡ ἀδοξία, τὸ ἀπαρρησίαστον, καὶ τὰ ἀκόλουθα. ἔτι τοίνυν καὶ ὅλως ἀδύνατα ἐγκέκληκεν ἐντεῦθεν τὸ ἀδύνατον.

<!-- 46,7 -->οἱ δʼ αὖθις ὥσπερ τὰ φύλλα παράδειγμα ἐκ τοῦ Ὁμήρου.

<!-- 46,18 -->ὅτι τοίνυν αὐτὸς Πλάτων ὡμολόγηκε ἐντεῦθεν ἄρχεται δεικνύειν μαχόμενον ἑαυτῷ Πλάτωνα, καὶ ἐναντία λέγοντα. ἐντεῦθεν τὸ μαχόμενον.

<!-- 46,20 -->φωράσειεν κρατήσειεν.

<!-- 47,1 -->εἶναι τὸ εἶναι παρέλκον. τὸ εἶναι παρέλκεται. εἰ δὲ πιστευτικῆς ἢ διδασκαλικῆς πιστευτικὴ μὲν ἡ πιθανῶς λέγουσα μόνον, διδασκαλικὴ δὲ ἡ μετὰ τῶν ἔργων καὶ τῶν ἀποδείξεων προϊοῦσα. οὐ διαφέρομαι φιλονεικῶ.

<!-- 47,6 -->ὥστʼ αὐτὸ τοὐναντίον τῷ Πλάτωνος λόγῳ δείκνυσι Πλάτωνα ἑαυτῷ ἐναντία λέγοντα.

<!-- 47,11 -->πρὸς ταῦτα ἑλοῦ, ὁποτέρωθι τὸ ψεῦδος ἢ ἐν τῷ λέγειν πειθοῦς δημιουργὸν τὴν ῥητορικὴν, ἢ ἐν τῷ κόλακας αὐτοὺς καλεῖν.

<!-- 47,13 -->ὡς τοίνυν οὔτʼ ἄλογον ἡ ῥητορικὴ μέχρι τούτου ἀπελύσατο τὰς αἰτίας τὰς παρὰ τοῦ Πλάτωνος, καὶ ἐπέδειξεν ὅτι οὐ κακὴ ἡ ῥητορική· οὐ μέντοι ἠρκέσθη ταύτῃ μόνῃ τῇ ἀποδείξει· οὐ γὰρ εἴ τι οὐ κακὸν, τοῦτο καὶ αἱρετόν· ἐντεῦθεν δὲ μεταβαίνει ἐπὶ τὸ δεῖξαι ὅτι καὶ χρήσιμος ἡ τέχνη καὶ ἀναγκαία, καὶ ἧς ἐκτὸς οὐδεμία πολιτεία συνέστηκε. καὶ ἔστι Δημοσθενικὴ ἡ οἰκονομία· καὶ γὰρ ἐκεῖνος κρινόμενος ὡς προδότης ἐν τῷ περὶ στεφάνου πρῶτον ἀπελύσατο τὰς αἰτίας, εἶτα οὕτως ἐγκωμίασεν ἑαυτόν.

<!-- 48,2 -->οἶμαι τοίνυν ἅπαντας ἂν, οἷς δυνατὸν, συμφῆσαι ἐντεῦθεν δείκνυσιν ὅτι φανερόν ἐστιν ἅπασιν ὡς ἄρα ἡ ῥητορικὴ τέχνη, καὶ οὐ τοιοῦτον, ὡς πολλοῦ τινος ἄξιον νομίζειν τοὺς ῥήτορας, ἐάν τις ἀποδείξῃ αὐτὴν τέχνην.

<!-- 48,4 -->οἵαν δυνατήν.

<!-- 48,5 -->ἀπορίᾳ ἀδυναμίᾳ.

<!-- 48,11 -->ἀεὶ τῶν λοιπῶν ἐξαιρουμένων μενομένων.

<!-- 48,12 -->ὥσπερ φασὶ τοὺς Σπαρτοὺς τοὺς γηγενεῖς.

<!-- 48,13 -->παραβῆναι τὸ παραβῆναι εἶπε διὰ τὸ ἐκτὸς τῆς ὑποθέσεως περὶ τοῦ μύθου βούλεσθαι λέγειν καὶ ἀναπτύσσειν αὐτόν.

<!-- 48,14 -->Ἄρει δὲ ἀνθʼ Ἑρμοῦ μελῆσαι τοῦ θέρους ἀντὶ τοῦ θερισμοῦ· ὅ ἐστι τῆς διαφθορᾶς καὶ ἀναιρέσεως· δείκνυσι δὲ ὁ μῦθος ὅτι ἡ πονηρία οὐ λόγῳ, οὐδὲ παραινέσει παύεται, ἀλλὰ ξίφει κολάζεται. ἐκ τοῦ εἰπεῖν Ἄρει δὲ ἀνθʼ Ἑρμοῦ δείκνυσι τὸν μῦθον τοῦτο παραδηλοῦν, ὅτι ἡ πονηρία οὐ λόγῳ, ἀλλὰ ξίφει κολάζεται.

<!-- 48,17 -->μᾶλλον δʼ ᾤοντο εἶναι κρείττους. ἔρρειν φθείρειν.

<!-- 48,19 -->τοῖς ἐπιεικέσιν τοῖς εὐεργέταις.

<!-- 49,1 -->παρʼ αὐτὰ τὰ ἀδικήματα.

<!-- 49,14 -->περιεῖναι νικᾶν.

<!-- 50,4 -->βάσανον ἐξέτασιν.

<!-- 51,1 -->λέγουσι γάρ πως οἱ νόμοι.

<!-- 51,15 -->ἀμφοτέρας τὴν νομοθετικὴν καὶ τὴν δικαστικήν.

<!-- 51,21 -->τοσούτῳ δὴ σεμνότερον σύγκρισις.

<!-- 52,8 -->ὦ τἀναντία λέγων τῇ φύσει τῆς ῥητορικῆς Πλάτων.

<!-- 52,9 -->νόμος ὁ πάντων βασιλεὺς—ὑπερτάτᾳ χειρὶ ὁ νόμος, φησὶ, τῶν θεῶν καὶ τῶν ἀνθρώπων τὸ δίκαιον τῇ ἰσχυροτάτῃ χειρὶ ἀνύειν. ἀντὶ τοῦ ἀντιπράττει· δικαιῶν δὲ, δίκαιον νομίζων. ὁ δὲ νοῦς οὗτος· ὁ νόμος  <span class="gap">…</span> τῶν θεῶν καὶ τῶν ἀνθρώπων τὸ δίκαιον ἐν ἰσχυροτάτῃ χειρὶ ἀνύει. δικαιῶν τὸ βιαιότατον ὑπερτάτᾳ χειρὶ δίκαιον εἶναι λέγει καὶ τὸ ὑπερχούσῃ χειρὶ κατορθούμενον, κἂν ἀδικώτατος ᾖ.

<!-- 52,10 -->ἐπεὶ ἀπριάτας τὰ λοιπὰ τῆς χρήσεως ἦν οὕτως· ἐπεὶ Γηρυόνου βόας Κυκλωπείων ἐπὶ προθύρων Εὐρυσθέως συναιρεῖται. καὶ ἀπριάτας ἔλασεν. ὁ δὲ νοῦς τοιοῦτος· ἐπειδὴ τὰς τοῦ Γηρυόνου βόας οὔτε αἰτήσας οὔτε πριάμενος ἤλασεν εἰς τὸν οἶκον τοῦ Εὐρυσθέως· τὸ γὰρ Κυκλωπείων ἐπὶ προθύρων σημαίνει τὸ Ἄργος, ἐπειδήπερ οἱ Κύκλωπες ἐξ ἀρχῆς ἐτείχισαν τὸ Ἄργος οἱ καλούμενοι χειρογάστορες, παρὰ τὸ ἐκ τῶν χειρῶν ζῆν. τρία γὰρ γένη φασὶν εἶναι Κυκλώπων, τοὺς κατὰ τὸν Ὀδυσσέα, Σικελοὺς ὄντας, τοὺς χειρογάστορας καὶ τοὺς καλουμένους οὐρανίους.

<!-- 52,11 -->ἐχρῆν δὲ ἴσως μηδὲ τούτων τοῦ ἀπριάτας· ἀρκεῖ γὰρ τὸ τεκμαίρομαι ἔργοισιν Ἡρακλέους· πάντα γὰρ ἐκεῖνος τὰ αὐτοῦ ἔργα ἐν χειρὶ βιαίᾳ ἔπραττεν. μὴ οὖν ἐπὶ ῥητορικήν γε θήσεις τοῦτο.

<!-- 1,52,12 -->τὰ δʼ ἑξῆς οὐκέτι ταὐτὰ τῷ Πινδάρῳ.

<!-- 53,1 -->τῶν δυναμένων ῥητόρων.

<!-- 53,3 -->οὐκ εἰσηγούμενος διδάσκων.

<!-- 53,5,6 -->

  
σὲ δʼ ἐγὼ παρʼ ἁμὶν, φησὶν, αἰνέω μὲν,  
  
Γηρυόνη· τὸ δὲ μὴ Διὶ φίλτερον σιγῷμι πάμπαν σὲ δὲ, ὦ  
Γηρυόνη, ἐπαινῶ παρʼ αὐτὸν τὸν Ἡρακλέα· ὁ μὲν γὰρ τὰ οὐκ ὄντα ἀφείλετο ἐν βιαίᾳ χειρὶ, σὺ δὲ, ὡς ἀδικούμενος, μάχην πρὸς αὐτὸν ᾖρας, καὶ διὰ τοῦτο μᾶλλον ἀποδεκτός. ἵνα δὲ μή τις αὐτῷ εἴπῃ ὡς Διὸς βουλῇ τοῦτο γέγονε, πῶς οὖν αὐτὸς πρὸς Ἡρακλέα δυσχεραίνεις, ἐπάγει· ὁ δὲ Ζεὺς οὐκ ἀποδέχεται, καὶ αὐτὸς σιγῶ.

<!-- 53,6 -->τὸ δὲ μὴ Διὶ φίλτερον ὄν.

<!-- 53,7 -->καθῆσθαι παρʼ ἑστίᾳ τὸν Γηρυόνην. κακὸν δειλόν. καίτοι τό γε πρὸς νόμον εἰ μὴ σχετλιάζων ἔλεγεν.

<!-- 53,8 -->οὐκ ἦν ἐπαινεῖν πρὸς Πινδάρου ἴδιον.

<!-- 53,9 -->πρὸς κέντρα λακτίζειν παροιμία.

<!-- 53,10 -->τί—τούτων ἐμοὶ νῦν ἐστι. φησι ὁ ῥήτωρ.

<!-- 53,16 -->ῥητορικῇ ὑπὸ τῆς ῥητορικῆς.

<!-- 53,18 -->προτέρα γὰρ οὖσα τῆς νομοθετικῆς κατὰ τὴν ἐκείνης χρείαν εἰρήκαμεν γὰρ ὅτι ῥητορικῆς ἐδέησε πρὸς τὸ τεθῆναι τὴν ἀρχὴν τοὺς νόμους.

<!-- 54,1 -->κατὰ τὴν ἐκείνης χρείαν ὅτε χρεία αὐτῆς ἦν κατὰ τοὺς ἀνθρώπους.

<!-- 54,2 -->εἶτʼ αὖ τὴν δικαστικὴν ὡσαύτως, διχόθεν περιέχουσα ἔν τε ἀρχῇ καὶ τέλει, ὅτι τοὺς ἀδικοῦντας παραδίδωσι, καὶ ὅτι στέργειν ἀναγκάζει τοῖς δεδοκιμασμένοις ὕστερον.

<!-- 54,3 -->ὁμοῦ μὲν ἀμφοῖν αὑτὴν μέσην, ὁμοῦ δʼ ἄμφω μέσας αὑτῆς καθιστᾶσα μέση μὲν γίνεται αὕτη ἀμφοτέρων οὕτως· ὅτι ἡ μὲν νομοθετικὴ προστάττει σωφρονεῖν, ἡ δὲ ῥητορικὴ τοὺς ἁμαρτάνοντας, ἡ δὲ δικαστικὴ κολάζει, ὥστε μέση ἡ ῥητορικὴ ἀμφοτέρων· τὰς μέσας δὲ πάλιν ἡ ῥητορικὴ ἀμφοτέρας λαμβάνει οὕτως· τὴν νομοθετικὴν ἡ ῥητορικὴ πεποίηκε τὴν ἀρχὴν πείσασθαι καταδέξασθαι· εἶτα ἡ δικαστικὴ πρὸς συμμαχίαν ἐλθοῦσα τῆς νομοθετικῆς ἐδεήθη καὶ  <span class="gap">…</span> δὲ πάλιν χρεία ῥητορικῆς ἐγένετο πεῖσαι στέργειν τοῖς δεδοκιμασμένοις, ὥστε μέσας ἔχει τὰς ἀμφοτέρας ἡ ῥητορικὴ  <span class="gap">…</span>

<!-- 54,4 -->συμμένειν ἐμμένειν.

<!-- 54,9 -->Στησιχόρου τοῦ ποιητοῦ.

<!-- 54,10 -->οὐδὲ ὅμοιον τῇ ῥητορικῇ τὸ εἴδωλον εἴδωλον γάρ ἐστι τὸ ἀφομοίωμα. ἡ δὲ ῥητορικὴ ἣν διαβάλλει Πλάτων, οὐδὲν τῇ κληθείσῃ προσήκει ῥητορικῇ.

<!-- 54,12 -->ῥητορικὴ τοίνυν εὑρέθη μὲν ἐν φρονήσει τέσσαρα εἰπὼν μόρια τῆς ἀρετῆς, τὰ μὲν δύο ὁμολογούμενα λαμβάνει, τὰ δὲ ὕστερα κατασκευάζει.

<!-- 54,13 -->ἐπεὶ τὸν ἐν κόσμῳ βίον πρὸ τῆς ἀταξίας αἱροῦνται οἱ σώφρονες.

<!-- 55,2 -->τὰ δὲ πραχθέντα κακῶς.

<!-- 55,3 -->τί οὖν εἰ Ἀρχέλαος τὸν αὑτοῦ δεσπότην καὶ θεῖον Ἀρχέλαος υἱὸς ἦν τοῦ Περδίκου νόθος, ἀδελφὸς δὲ Περδίκου Ἀλκέτας, ὁ κατὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὃν ἐκβαλὼν ὁ Περδίκας εἶχε τὴν βασιλείαν. μετὰ οὖν τὸν θάνατον Περδίκου μεταστειλάμενος Ἀρχέλαος Ἀλκέταν, ὡς ἐπὶ βασιλείᾳ, καταμεθύσας ἀπέκτεινε μετὰ τοῦ παιδὸς Ἀλεξάνδρου, καὶ ἠφάνισε, καὶ τὸν γνήσιον Περδίκου τοῦ πατρὸς παῖδα ἀπὸ Κλεοπάτρας εἰς φρέαρ ἐνέβαλε, καὶ ἔφη χῆνα διώκοντα ἐμπεσεῖν· τοῦτον δὲ ἐπικεκλῆσθαί φασιν Ἀλκέταν, ἢ Μέροπον. Ἀρχέλαος υἱὸς μὲν γέγονε Περδίκκου νόθος, ἀδελφὸς δὲ Περδίκκου ὁ Ἀλκέτας, ὁ κατὰ τὸν Πελοποννησιακὸν πόλεμον. τοῦτον τὸν Ἀλκέταν ἀπέκτεινεν Ἀρχέλαος, θεῖον μὲν ὄντα κατὰ πατέρα, δεσπότην δὲ κατὰ μητέρα.

<!-- 55,4 -->πρὸς Κλεοπάτραν ἡ Κλεοπάτρα γυνὴ Ἀρχελάου. μανίᾳ τινὶ παρελήρησεν ἐπὶ τῆς μύλης τοῦτο διττῶς νοητέον· Μανίας τινὸς οὕτω καλουμένης εἰσαχθείσης ὑπὸ Μενάνδρου ἐν μύλωνι δεδεμένης καὶ φλυαρούσης· ἢ οὕτω· τί, φησὶ, πρὸς ῥητορικὴν, εἰ ἐπὶ μύλης τις δεδεμένος ἐν μανίᾳ τι ἐφλυάρησε· καὶ τρίτην λέγουσιν ἐξήγησιν, ὡς αὐτοῦ τοῦ Ἀρχελάου ἀπιδόντος εἰς μύλωνα, καὶ εἰπόντος· συντρίβω τοὺς ἐχθροὺς οὕτως ὥσπερ ὁ μύλων τοὺς λίθους. τοῦτο οὕτω νοητέον, ὡς αὐτοῦ τοῦ Ἀρχελάου ἀπιδόντος εἰς μύλην, καὶ εἰπόντος ὅτι συντρίβω τοὺς ἐχθρούς μου οὕτως ὥσπερ ὁ μύλος οὗτος τὰ ἐν αὐτῷ εἰσαγόμενα.

<!-- 55,5 -->ὦ πάντα λόγον καὶ μονονοὺ τοὺς λίθους κεκινηκὼς ὡς ἀληθῶς αὐτοὺς κατὰ τῆς ῥητορικῆς.

<!-- 55,6 -->τὰ μηδὲν προσήκοντα ἐπεισόδια ἐπεισόδια καλοῦνται τὰ ἐκ περιττοῦ ὑπὸ τῶν τραγῳδῶν λεγόμενα. λέγει οὖν τοῦτο, διὰ τὸ περιττῶς καὶ ἀνοικείως εἰσάγειν αὐτὸν τὰ τοῦ Ἀρχελάου.

<!-- 55,7 -->σφάττων καὶ ἀποπνίγων πρὸ τοῦ πεισθῆναι.

<!-- 55,9 -->τῶν αὑτῷ προσηκόντων ἀντιποιεῖται τοῦ σφάττειν καὶ ἀποπνίγειν· ταῦτα γὰρ ἑαυτῷ προσήκοντα λογιζόμενος διεπράττετο. ἐπὶ γοῦν τῶν βραχυτέρων βραχυτέρους φησὶ τοὺς μικροτέρους, ἤτοι τοὺς ἰδιώτας. οἱ γὰρ δυνάσται καὶ οἱ τύραννοι μείζω τῶν νόμων φρονοῦσι, καὶ τῇ τῆς εἰρήνης οὐχ ὑπείκουσι γνώμῃ. τοῦτο χρῶμαι τὸ τοῦτο χρῶμαι τινὲς ἀγνοοῦντες ἐνταῦθα μέγα γράφουσι· τὸ δέ ἐστι τοιοῦτον· ὥσπερ γὰρ φαμὲν ἐπὶ ἐμαυτῷ χρήσομαι, οὕτω καὶ τὸ ἐπὶ τοῦ δεῖνος χρήσομαι. τοὺς κλήρους τὰς κληρονομίας, ἢ τοὺς ὅρους τῶν χωρίων.

<!-- 56,3 -->τούτοις τοῖς Ἀρχελάου. ὥρα καὶ τὰ Γύγου τοῦ Λυδοῦ Κανδαύλης Λυδῶν ἦν βασιλεὺς, παγκάλην ἔχων γυναῖκα· νόμου δὲ ὄντος, μή τινα τῶν ἔξωθεν ὁρᾶν τὰς βασιλίδας, ὁ Κανδαύλης ἐνέκειτο βιάζων τὸν Γύγην εἰς θέαν τῆς γυναικὸς, ὑπηρέτην ὄντα αὐτῷ· ὁ δὲ τὴν μὲν πρώτην ἀπεπήδα, χρόνῳ δὲ ὑπείξας τῷ Κανδαύλῃ βιάζοντι, καὶ εἶδε τὴν αὐτοῦ δέσποιναν. αὕτη οὖν λάθρα τουτονὶ μεταστειλαμένη, ἢ θνήσκειν αὐτὸν, ἢ κτείνειν τὸν δεσπότην ἔλεγε· καὶ ὃς αἱρεῖται τὸ δεύτερον, καὶ ταύτην γαμήσας βασιλεύει Λυδῶν.

<!-- 56,8 -->ὁ δὲ Σαρδανάπαλος ἐκαύθη ζῶν, ἀναβὰς ἐπὶ τὴν πυρὰν αὐτὸς οὗτος βασιλεὺς ἦν Ἀσσυρίων· ἐπαναστάντων δὲ αὐτῷ τῶν ὑπηκόων, ἔρριψεν ἑαυτὸν εἰς τὸ πῦρ μετὰ τῶν βασιλικῶν χρημάτων. τινὲς δὲ λέγουσιν αὐτὸν καὶ φιλόσοφον. ἐπὶ τούτου λέγουσιν Ἀσσυρίους ἀπολέσαι τὴν ἀρχὴν τῆς Ἀσίας, καὶ λαβεῖν αὐτὴν Μήδους. τεχνικῶς δὲ πάντα τὰ παραδείγματα ἐκ βαρβάρων ἤνεγκεν· οὕτω γὰρ μάλιστα δείκνυται τὸ ἄτοπον, ὅτι τὰ τῶν παντελῶς ἀγνοούντων αὐτὴν ἐγκλήματα εἰς αὐτὴν φέρομεν.

<!-- 56,11,12 -->καίτοι γε περὶ Ἀρχελάου οὐ τῶν ῥητόρων οὐδένα ὥστε πολὺ πιθανώτερόν ἐστι λέγειν ὑπὸ φιλοσοφίας αὐτὸν ταῦτʼ ἀναπεισθῆναι, οὐχ ὑπὸ ῥητορικῆς.

<!-- 56,12 -->ἀλλʼ ἐῶ τοῦτο τὸ λέγειν περὶ ῥητορικῆς τὰ Γύγου καὶ τῶν ἄλλων.

<!-- 56,14 -->οὐ ῥητορικὴν δίδωσιν ἁμαρτῆσαι τὸ δεῖξαι ταῦτα τῇ αὐτῆς φύσει συμβαίνοντα· ζητεῖται γὰρ ἡ ῥητορικὴ πάντων αἰτία· τὸ δὲ δίδωσιν ἅπαξ εὑρίσκεται παρὰ τούτῳ καὶ παρὰ τοῖς ἄλλοις, καὶ οὐ παντελῶς ἐστιν ἄχρηστον. ἁμαρτῆσαι τοῦτο ἅπαξ εὑρίσκεται παρὰ τούτῳ τε καὶ τοῖς ἄλλοις, καὶ οὐ παντελῶς ἐστιν ἄχρηστον.

<!-- 56,15 -->πρὸς δὲ τούτοις.

<!-- 57,5 -->φαίνεται τοίνυν ἐξ ἀρχῆς ὑπὲρ τοῦ δικαίου συστᾶσα καὶ νομισθεῖσα ἐπίτασίς ἐστι τὸ νομισθεῖσα. ἔστι γὰρ καὶ εἶναι, καὶ μὴ νομίζεσθαι· ὥσπερ τὸ ἐν τῷ Παναθηναϊκῷ· καὶ διατελεῖ δὲ θεὸς ὢν καὶ δοκῶν ἐξ ἐκείνου.

<!-- 57,6 -->ἀφʼ ὧν, ὅπερ εἶπον, τοῦτο ἴσχυσαν ὄνομα, οἱ νόμοι ἀπὸ γὰρ τοῦ τοῖς ἀσθενεστέροις βοηθεῖν ἐνομίσθησαν, καὶ τὸ καλεῖσθαι νόμοι ἐκτήσαντο.

<!-- 57,18 -->εἰ δὲ ὑπὲρ τοῦ λόγῳ—ὑπὲρ τούτου κατεδείχθη ἡ ῥητορική.

<!-- 57,19 -->ὅπερ κατὰ σῶμα ἰατρικὴ κατεδείχθη.

<!-- 58,2 -->τούτων οὖσαν φάρμακον τὸ τούτων ἀντὶ τοῦ συκοφαντούντων καὶ κολακευόντων νόει· ὥσπερ γὰρ θανάτου φάρμακόν ἐστιν ἡ ἰατρικὴ, οὕτω καὶ συκοφαντίας καὶ κολακείας ῥητορική. ἢ τὸ τούτων ἀντὶ τοῦ καλῶν νόει, ἐπειδὴ φαμὲν καὶ ἡδονῆς φάρμακον.

<!-- 58,6 -->οὐδέτερα τούτων ἔχωσι.

<!-- 58,7 -->οὐδὲ παραπολὺ οὐδαμῶς. οὐ μόνον τὸ παραπολὺ ἀντὶ τοῦ κατὰ πολὺ, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐπέλαττον, ὡς κἀνταῦθα· τὸ γὰρ ἐκτὸς πολλοῦ ἔλαττόν ἐστιν. κατὰ μικρόν· τὸ γὰρ παραπολὺ ἀντὶ τοῦ ὀλίγον ἐστί.

<!-- 58,8 -->ἅμα δʼ ἔξω τούτων τε καὶ τῆς ῥητορικῆς ἔσονται οἱ φαῦλοι ῥήτορες.

<!-- 58,12 -->ἄλλο τι χρήσασθαι τοιοῦτον τὸ χρῶμαι αἰτιατικῇ.

<!-- 58,17 -->κατʼ ἐπωνυμίαν ἡ μὲν γὰρ ἀπὸ τοῦ ἰᾶσθαι ὠνόμασται, ἡ δὲ ἀπὸ τοῦ κυβερνᾶν. ἀμφοτέρων τῶν τεχνῶν· ἡ μὲν γὰρ ἰατρικὴ ἀπὸ τοῦ ἰᾶσθαι, ἡ δὲ κυβερνητικὴ ἀπὸ τοῦ κυβερνᾶν γίνεται.

<!-- 59,5 -->ἀλλʼ οὐ τὴν τέχνην τούτῳ διπλοῦν ποιεῖν τοὔνειδος ἁμαρτάνοντι γὰρ τῷ κυβερνήτῃ διπλοῦν αὐτῷ περὶ τῆς τέχνης ὄνειδος γίνεται, καὶ ὅτι αὐτῆς ἀπέτυχε καὶ ὅτι ἥμαρτεν· ἡ μὲν γὰρ ἀναμάρτητος, ὁ δὲ ὁμοῦ τε ἀπέτυχε καὶ ἥμαρτεν. τούτῳ τῷ ἀνθρώπῳ.

<!-- 59,10 -->τὸ δικαίως καταριθμεῖσθαι. Πλάτων δὲ αὐτὸ καὶ πρότερον τίθησιν τὸ τῆς νομοθετικῆς.

<!-- 59,11 -->πόσοι δʼ ἐν γραφαῖς ἑάλωσαν παρανόμων τὸ πόσοι δὲ ἑάλωσαν ἀντὶ τοῦ ἄνθρωποι καὶ οὐ νόμοι νόει, ὡς καὶ μετʼ ὀλίγον δηλοῦται· τὸ δὲ γραφαῖς, ἢ ἀντὶ τοῦ κατηγορίαις, ἢ ὅτι παράνομα ἔγραψαν.

<!-- 59,17 -->τούτου γὰρ χάριν τοῦ δικαίου.

<!-- 60,2 -->ἑάλωσαν ἐκρατήθησαν.

<!-- 60,3 -->ἀλλὰ καὶ τοῦτο ἐμοὶ μαρτυρεῖ εἰς τὴν ὑπὲρ ῥητορικῆς ἀπολογίαν.

<!-- 60,6 -->ἣν δʼ ἂν τότε κοινὴν ἐποιησάμεθʼ ἀπόκρισιν ὅτε ὑπὲρ ῥητορικῆς ἐλέγομεν, ὡς οὐ συκοφάντας καὶ κόλακας ποιεῖ. κοινὴν δὲ λέγει τὴν ὑπὲρ ῥητορικῆς, ἰατρικῆς, κυβερνητικῆς, ὡς νομοθετικῆς, ἐπειδὴ ὑπὲρ αὐτῶν εἰπὼν οὐ κοινὸν συμπέρασμα ἐποιήσατο αὐτῶν τε καὶ ῥητορικῆς.

<!-- 60,15 -->ἀλλὰ μὴ οὕτω βέλτιον ᾖ λέγειν σὲ, ὦ Πλάτων.

<!-- 61,2 -->ταύτῃ οὕτως.

<!-- 61,7 -->οἷς ἀγαθοῖς. ναί. ἀλλʼ ἀδικεῖσθαι βέλτιον ἢ ἀδικεῖν τοῦτο ἀπὸ τοῦ ἐναντίου εἰσάγεται, ὥσπερ λέγοντος ὅτι, εἰ καὶ ἀλόγως ἡ ῥητορικὴ ψέγεται, ἀλλʼ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν.

<!-- 61,9 -->ὀρθῶς εἶναι τὸ εἶναι παρέλκεται.

<!-- 62,1 -->εἰ δʼ οὔτʼ ἐκεῖνο ἐπαναγκάζει τὸ μὴ ἀδικεῖσθαι. καὶ τοῦτο κωλύει τὸ ἀδικεῖν. κατʼ ἐκεῖνο μὲν τὸ μὴ ἀδικεῖν ἐπαναγκάζειν.

<!-- 62,2 -->δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι ὕστερον γὰρ καὶ τοῦτο κάλλιστον δείξει, τὸ κωλύειν ἀδικεῖσθαι. κατὰ τοῦτο δὲ τὸ ἀδικεῖν.

<!-- 62,4 -->δυοῖν ἐκείνοιν τὸ ἕτερον τὸ ἀδικεῖσθαι.

<!-- 62,15 -->ἐφʼ ὃν τοῦτʼ ἔρχεται τὸ ἀδικεῖσθαι.

<!-- 63,4 -->εἰ δὲ μήτʼ ἀδικήσει μήθʼ ἕτερον ἐάσει, κατὰ πάντας οὔτε τὸ ἀδικεῖν ἐστι ῥήτορος, αἰσχρὸν ὂν, οὔτε τὸ ἀδικεῖσθαι, εἰ καὶ κρεῖττόν ἐστι τοῦτο τοῦ ἀδικεῖν, ἀλλὰ τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὅπερ ἐστὶ βέλτιστον· ὥστε καὶ ἐν οἷς τοῖς δυσὶ τούτοις οὐκ ἐνέχεται, τῷ ἀδικεῖν λέγω καὶ τῷ ἀδικεῖσθαι, καὶ ἐν οἷς τὸ ὑπὲρ ταῦτα ἔχει, τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, σεμνὸν ἡ ῥητορική.

<!-- 63,14 -->ὥστʼ οὐ μόνη ἄπεισιν ἐκ τῶν πόλεων— νόμων ἐξελαθήσεται ῥητορική. οὐ γὰρ μόνη, φησὶν, ἡ ῥητορικὴ ἐκθλιβήσεται, ἀλλὰ καὶ οἱ νόμοι μετʼ αὐτῆς.

<!-- 63,15 -->ὥσπερ ἑταιρείας καταγνωσθεῖσα ἑταιρεία τῶν ἑταίρων τὸ σύνταγμα· εἰκότως δὲ τοῦτο λέγει, ἐπειδὴ καὶ ἡ ῥητορικὴ καὶ οἱ νόμοι κοινωνίαν ἄκραν πρὸς ἄλληλα ἔχουσιν.

<!-- 64,1 -->ἐπειδήπερ αὐτὸν οὐκ ἔχομεν παραστήσασθαι λέγει γὰρ καὶ αὐτὸς ὅτι οὐ δεῖ τοὺς νόμους ἐκβαλεῖν.

<!-- 64,7 -->ταύτην τὴν ἐν τῇ βίβλῳ πόλιν ἤγουν τὴν ἐν γράμμασι μόνον γεγραμμένην.

<!-- 64,19 -->τοῖς ἄλλοις νομοθέταις.

<!-- 64,20 -->νομίζεις νομοθετεῖς.

<!-- 65,3 -->πρὸς Διὸς τεραστίου διὰ τοῦ εἰπεῖν Διὸς τεραστίου ὥσπερ ἐνδείκνυται ὅτι καὶ Πλάτων τεράστια λέγει.

<!-- 65,6 -->τὰ προοίμια τὰ πρῶτα καὶ ἐξαίρετα. παραδείγματα διττὰ ὥσπερ οἱ πλάσται προτίθης, ὁ τῶν λόγων καταφρονῶν δύο γὰρ εἶπεν ἐν τοῖς νόμοις ὁ Πλάτων, ὅτι δεῖ τοὺς νόμους ἐπιτάττειν, τοῖς μὲν ἰδιώταις, ἁπλῶς τοῦτο ποιεῖν, τοῖς δὲ σώφροσι καὶ τὴν αἰτίαν λέγειν, διʼ ἣν ταῦτα λέγουσι. τὸ δὲ ὥσπερ οἱ πλάσται ἀντὶ τοῦ ὥσπερ οἱ ῥήτορες· τὸ γὰρ πολλοῖς παραδείγμασι χρῆσθαι μᾶλλον ῥητόρων ἐστὶν ἢ φιλοσόφων· διό φησιν ὁ τῶν λόγων καταφρονῶν, ἵνα δείξῃ, ὅτι μιμούμενος τοὺς ῥήτορας διαβάλλει τὴν τέχνην. πλάστας δὲ τοὺς ῥήτορας ἐκάλεσε διὰ τὴν Πλάτωνος διαβολὴν, ἐπειδὴ λέγει αὐτοὺς πλάττεσθαι τὰς ὑποθέσεις ἐν τοῖς ζητήμασιν. ἄλλοι δὲ πλάστας λέγουσι τοὺς πλάσσοντας τὰ ἀγάλματα, ἢ τὰς εἰκόνας· ἐκεῖνοι γὰρ ἐπιτάξαι βουλόμενοι πολλὰ φέρουσι παραδείγματα καὶ διάφορα, ἵνα πρὸς τὴν ἑκάστου προαίρεσιν ποιήσωσιν. ἄλλοι δὲ λέγουσι τὸ ὥσπερ οἱ πλάσται ὥσπερ οἱ τερατοποιοὶ ἐναντία ἑαυτοῖς λέγοντες. καὶ σὺ γὰρ ἐναντία σαυτῷ λέγεις, διαβάλλων τοὺς ῥήτορας, καὶ μιμούμενος αὐτοὺς ἐν τοῖς παραδείγμασιν.

<!-- 65,8 -->ταῦτα πάντα ἃ ἐν τοῖς νόμοις θεσπίζεις.

<!-- 65,9 -->τούτου ἑνὸς ὀρθῶς ἔχοντος αὐτῶν ἤγουν τοῦ ὡς δεῖ δίκην λαμβάνειν, οὐδὲ μὴ ἐᾶν ἀδικεῖν. ἢ τάδʼ ἐκείνοις ἐξελήλεγκται τῶν γὰρ ἐν τοῖς νόμοις ὑπὸ σοῦ εἰρημένων καλῶς ἐχόντων, ταυτὶ μάταια, τό τε ὡς οὐ δεῖ δίκην λαμβάνειν, καὶ τὸ οὐδὲ μὴ ἐᾶν ἀδικεῖν.

<!-- 65,16 -->ὡς οὗτος ἀλλαχοῦ φησὶ δηλονότι. λέγει γὰρ ἔν τινι τῶν αὐτοῦ λόγων ὡς τὸ πᾶσι δοκοῦν ἰσχυρότερον τοῦ μηδενί.

<!-- 66,8 -->περὶ τὴν Χάρυβδιν ἡ Χάρυβδις καὶ ἡ Σκύλλα αἱ πέτραι πλησίον ὑπῆρχον Σικελίας.

<!-- 66,11 -->τοῦτο τὸ ἀληθὲς δηλονότι, καὶ ὁ λόγος τοῦ Δημοσθένους.

<!-- 66,13 -->εἶτʼ ὦ πλέων καλῶς καὶ δικαίως ἀποδημῶν ὁρᾷς ἀναγινώσκων πῶς παντὶ τρόπῳ ἐπιτηδεύει ὁ ῥήτωρ, ἵνα διαβάλλῃ τὸν βίον τοῦ Πλάτωνος λεληθότως, ὡς ἐκεῖνος τὸν βίον τῶν ῥητόρων διέβαλλεν. ἔστι δὲ ἡ οἰκονομία ἀτεχνῶς ἐκ τοῦ Πλάτωνος.

<!-- 66,19 -->ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν ἦν τοῦτο ἦν τὸ Δίωνα μένειν ἐν Σικελίᾳ, καὶ τῶν ἑαυτοῦ κρατεῖν.

<!-- 67,7 -->ἄχρι μὲν τούτων τῶν λόγων τὸ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν.

<!-- 67,8 -->ἐπηγμένων δὲ τούτων λεχθέντων ὧν αὐτὸς εἶπον.

<!-- 67,9,10 -->ἐξεληλέγχθαι καὶ λελύσθαι γʼ—οὗ τὸ σαθρὸν ἦν αὐτῶν τἄλλα, φησὶν, αἰνίγματα λύεται, ἵνʼ ἐξ ἀδήλων δῆλα γένωνται μόνον, τὰ δὲ αἰνίγματα ἐλύθησαν οὐ διὰ τὸ ἀσαφὲς μόνον, ἀλλʼ ἵνα καὶ γνώριμον γένηται τί ἦν αὐτὸ τὸ ἀσθενὲς, τουτέστι τὸ λέγειν ὅτι δεῖ ἀμύνεσθαι. τὰ ἄλλα, φησὶν, αἰνίγματα λύεται, οἵα δῆλα ἐξ ἀδήλων γένωνται μόνον, τὰ δὲ αἰνίγματα ταῦτα λυθήσονται οὐ διὰ τὸ ἀσαφὲς μόνον, ἀλλʼ ἵνα καὶ γνώριμον γένηται τί ἦν αὐτῶν τὸ ἀσθενές. τὸ γὰρ λέγειν κρεῖττον ἀδικεῖσθαι ἢ ἀδικεῖν ἔχει σαθρὸν ἐμφαινόμενον τὸ οὐ δεῖ ἀμύνεσθαι· ὁ γὰρ τὸ ἀδικεῖσθαι καλὸν ἡγούμενος οὐκ ἂν ἀμυνεῖται· μὴ ἀμυνόμενος δὲ καταφρονηθήσεται.

<!-- 67,11 -->ἔστι δʼ ἐκ τῆς μακρᾶς ἐπιστολῆς ταύτην ἔγραψε τὴν ἐπιστολὴν πρὸς τοὺς Δίωνος παῖδας, τοῦ πατρὸς αὐτῶν τελευτήσαντος. τὸ δὲ μακρᾶς ὡς ἐν διαβολῇ. δεῖ γὰρ τὰς ἐπιστολὰς συντόμους εἶναι.

<!-- 67,13,14 -->μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι— ἄν ποτε ἑκὼν ἀνθάψασθαι ἤγουν περὶ λόγους μόνον εἰδέναι διατρίβειν, οὐδὲν δὲ πράττειν ἐπίστασθαι, ἀλλʼ ἀπράγμων εἶναί τις παντάπασιν· ἢ λόγῳ μόνον εἰδέναι φιλεῖν, ἔργῳ δʼ οὐ δεικνύειν τὸ φίλτρον.

<!-- 68,3 -->τὸ μὲν τὸ μὴ ἐλθεῖν εἰς μὴ βοήθειαν.

<!-- 68,4 -->πῶς οὐ προδοῦναι ἠβουλήθης σαυτόν.

<!-- 68,9 -->μοι τῷ Πλάτωνι. οὐκ ἔστι ταῦτα; ἃ λέγει Πλάτων.

<!-- 68,16 -->οὕτω δʼ ἔχων λόγων καὶ πειθοῦς ἐδεῖτο εἰ μὲν ἀρσενικοῦ εἴη ἡ μετοχὴ, πρὸς τὸν Δίωνα νοητέον· εἰ δὲ οὐδετέρου, ὥσπερ πράγματος, ἵνʼ ᾖ ὄνομα οὕτως· τὸ δὲ πρᾶγμα, φησὶ, τοῦτο οὕτως ἔχον λόγων ἐδεῖτο καὶ πειθοῦς.

<!-- 69,2 -->τοσοῦτον ὑπερορίους ὄντας δηλονότι.

<!-- 70,1 -->ᾗ ταῦτα ἀνάκειται τὸ βοηθεῖν.

<!-- 70,6 -->μὴ εἴθε. μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον περιττεύει τὸ μὴ ἀρκεῖν· μηδὲ ἔστω νικητήριον τοσούτου ἄξιον, ὡς ἀκαίρως φιλονεικῆσαι τῷ Πλάτωνι.

<!-- 70,7 -->συμβαίνειν ἁρμόζειν.

<!-- 70,8 -->ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι τὴν ῥητορικήν.

<!-- 70,9 -->τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων τούτων λέγει τῶν ἐν τῇ ἐπιστολῇ· ἐκείνοις δὲ τοῖς ἐν τῷ Γοργίᾳ.

<!-- 70,10 -->ἐκ τοῦ βίου τοῦ ῥητορικοῦ. ἃ μεθʼ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθησι ἅτινα ἔργα τίθησιν ὁ Πλάτων, ἀντὶ τοῦ ποιεῖ καὶ διαπράττεται, μεθʼ ἡμῶν καὶ μετʼ ἐκείνων τῶν ῥητόρων ἡμεῖς ἀξιοῦμεν εἶναι. ἐὰν δὲ ἡττηθῇ, μὴ δεῖ πρὸ αὐτοῦ ὑποστίξαι, καὶ τὸ ἑξῆς ἀποδοῦναι τὸ τίθημι.

<!-- 70,11 -->ταῦθʼ ἑτέρως ἔχοντα ἢ ὥς τις πιστεύσειεν ἀποφαίνω πολλῶν, φησὶ, διαβαλλόντων αὐτὸν ὡς κέρδους χάριν ἀπῇρεν, ἐγὼ δείκνυμι αὐτὸν καλῶς ποιήσαντα, καὶ πλεύσαντα Δίωνος χάριν, ὅπερ ἀπιστοῦσι τινές.

<!-- 71,1 -->οὐχὶ καλῶς ἔχον ἐλθεῖν ἐπʼ αὐτὸν ἐνόμιζεν ὁ Διονύσιος.

<!-- 71,14 -->μάλιστα μὲν ταῦτα ἐχρῆν προδιδάσκειν τὸν Δίωνα καὶ νουθετεῖν ὅτι τὸ ἀδικεῖσθαι κρεῖττον τοῦ ἀδικεῖν.

<!-- 71,17 -->πανοικησίᾳ ἀντὶ τοῦ μετὰ Σωκράτους καὶ Ξενοφῶντος.

<!-- 72,1 -->οὐ γὰρ ἃ καὶ τελευτᾶν ὡραῖον ἤδη νομίζων εἶναι ἐπειδὴ ἐν τῇ ἀπολογίᾳ Σωκράτους εἶπεν ὁ Πλάτων, ὡς παρʼ αὐτοῦ Σωκράτους, ὅτι δεῖ μὴ ἀμύνασθαι, διὰ τοῦτο δείκνυσιν ὅτι οὐκ εἰσὶν ἐκεῖνοι οἱ λόγοι τῆς προαιρέσεως αὐτοῦ. ἐπειδὴ καλὸν, φησὶν, ἐνόμιζε τὸ ἀποθανεῖν, ἐπειδὴ γέρων ἦν, καὶ ἀδύνατον ἡγεῖτο εἶναι λῦσαι λῦσαι τὰς συναχθείσας αὐτῷ μέμψεις ἐκ τοῦ μακροῦ βίου. τὸ δὲ εἶπεν, ἢ οὐκ εἶπεν, οὐκ εἶπε μὲν, ἐπειδὴ κατὰ ἀλήθειαν ὂν κατὰ ἀλήθειαν ἀπελογήσατο Σωκράτης· εἶπε δέ φησιν, ἐπειδὴ ὑμεῖς ἐπλάσασθε αὐτῷ ἀπολογίαν. οὐ δεῖ οὖν τὰ τοιαῦτα ἀκούσια ῥήματα πιστότερα νομίζειν τῶν ἔργων τῶν ἐπιδηλίων, ἅτινα ἑκὼν ἐπόνησεν. ὡραῖον κατὰ τὸν καιρόν.

<!-- 72,2 -->τὰς πολλὰς διαβολὰς τὰς τοῦ Ἀνύτου καὶ Μελίτου.

<!-- 72,3 -->ὕστερον εἶπεν, ἢ οὒ τὸ ἢ οὒ προσέθηκεν, ἵνα αἰνίξηται ὅτι οὐ πάντως Σωκράτης εἶπεν, ἀλλὰ Πλάτων ἐπλάσατο.

<!-- 72,5 -->ὁ ἑταῖρος ὁ Ἀλκιβιάδης· καὶ γὰρ αὐτὸς συνεστρατεύετο αὐτῷ ἐν τῷ Δηλίῳ· ὅθεν οὐδὲ ἐμνημόνευσεν αὐτοῦ Θουκυδίδης.

<!-- 72,7 -->Πλάτωνα αὐτὸν συμμαρτυρῆσαι τῷ λόγῳ συμβαίνει.

<!-- 72,11 -->ὥστʼ εἰ μηδὲ—ἡ ῥητορικὴ καλόν ἐστι.

<!-- 72,12 -->τοὺς τοιούτους τοὺς ἑτοίμως ἔχοντας πρὸς τὸ ἀμύνασθαι.

<!-- 72,15 -->οἴκοθεν ὢν Πλάτωνι ἐπειδὴ ἐκ τῆς αὐτῆς διατριβῆς εἰσι, φησὶν, ἀμφότεροι· Σωκράτους γὰρ καὶ ὁ Ξενοφῶν μαθητής.

<!-- 73,2 -->οὐδέ γʼ ἐκεῖνο μᾶλλον οὐκ ἔστιν εἰπεῖν περιττεύει ἡ μία ἄρνησις.

<!-- 73,3 -->τοῖς ἐν τοῖς λόγοις βεβιωκόσι τοῖς ἐλλογίμοις.

<!-- 73,7 -->ἔχοι δύναται.

<!-- 73,8 -->τὸν κολοφῶνα τὸ κεφάλαιον. ὡς ἄν τις εἴποι ῥήματι ὅτι κολοφών ἐστιν.

<!-- 73,10 -->τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν τοῦτο ἐκ τῶν νόμων Πλάτωνος.

<!-- 73,14 -->ὁ τοῦ ἐπιγράμματος μετέχων, καὶ διʼ ὃν τὸ Ἀρίστωνος γένος θεῖον ὡς ἀληθῶς ἐπίγραμμα γὰρ ἦν τοῦ πατρὸς αὐτοῦ, τοῦ Ἀρίστωνος, λέγων οὕτως· ὦ παῖδες Ἀρίστωνος κλεινοῦ, θεῖον γένος. τινὲς οὖν φασιν ὅτι διὰ μόνον Πλάτωνα τὸ θεῖον εἶπεν, ἵνα δηλώσῃ ὅτι θεῖός ἐστιν· ἄλλοι δέ φασιν ὅτι ἐπειδὴ ὁ πατὴρ αὐτοῦ ἠρίστευσεν, ἵνʼ ᾖ ὁ νοῦς οὕτως· ὦ Πλάτων, φησὶν, οὗ ἐστι τὸ ὄνομα ἐν τῷ ἐπιγράμματι τοῦ σοῦ πατρὸς, δηλοῦντι ὅτι ἠμύνατο τοὺς πολεμίους. εἰ δὲ καὶ σὺ, φησὶ, μετέχεις τοῦ ἐπιγράμματος, ὀφείλεις εἰδέναι διὰ τί γέγραπται, δηλονότι ὑπὸ τοῦ ἀμύνασθαι. τελέως ἄρα, ὦ δαιμόνιε συλλογισμός. εἰ τὸ μὴ ἀδικεῖσθαι τελείως ἐστὶν ἀγαθοῦ, τοῦτο δὲ ἡ ῥητορικὴ δύναται, τελείως ἄρα ἡ ῥητορικὴ ἀγαθόν.

<!-- 73,16 -->ὅτʼ ἀδικεῖν μὲν οὐκ ἐπηνάγκαζεν, ἀδικεῖσθαι δʼ οὐκ ἐᾷ δέον ἐπαναγκάζει λέγειν, ὥσπερ τὸ ἐᾷ, ἐπηνάγκαζεν εἶπεν· ἔθος δὲ τοῦτο πᾶσι ποιεῖν· φησὶ γὰρ

  
Ἀριστοφάνης ἐν Νεφέλαις «Καὶ δεινά γʼ εὐθὺς ποιεῖ  
  
καὶ τετάρακται.»  

<!-- 74,2,3 -->τὸ γὰρ χαλεπώτερον κτήσασθαι—ὑπʼ ἄλλων ἀδικήσεται τοῦτο ἐκ τῶν νόμων Πλάτωνος.

<!-- 74,6 -->ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν νοήσει. εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι ἕτερος.

<!-- 74,12 -->τοῦτον τὸν τρόπον καθὼς Ἡρακλῆς ἐλήφθη.

<!-- 74,13 -->τοῖς ἐναντίοις περιπίπτει τῷ παραδείγματι.

<!-- 74,17 -->ἐκ τῶν αὐτῶν λόγων.

<!-- 74,18 -->τούτοις ἐκεῖνό γε ἐλέγχειν νομίζων τούτοις, τὸ κατηγορεῖν· ἐκεῖνο δὲ, τὸ τῆς ῥητορικῆς.

<!-- 74,19 -->τὸν ἐν τῇ νυκτὶ σκοπὸν σκοπὸν ἐνταῦθα ἢ τὴν βουλὴν νόει· κακαὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον αἱ νυκτεριναὶ βουλαί· ἢ τὸν κατάσκοπον· ἐν γὰρ τῇ νυκτὶ οἱ τῶν πολεμίων κατάσκοποι γίνονται.

<!-- 75,9 -->μή τι γε τινά.

<!-- 75,10 -->οὐδʼ ὅ τι μᾶλλον ᾑρῆσθαι δουλεύειν ἔστιν ε προκρίνειν, ὡς κόλαξ. οὐδʼ ὅ τι μᾶλλον πρὸς τῷ δεσπόζειν ἐθέλειν ἐστίν ἕτερον φιλεῖν τὸ ἄρχειν, ὥσπερ ὁ τύραννος.

<!-- 75,14 -->οὐκοῦν τά γε ἕτερα πάντως ἤδη ψευδῆ ὅτι κολακεία ἡ ῥητορική. εἰ καὶ μηδὲν ἔχοιμι χρηστὸν εἰπεῖν περὶ αὐτῆς τοῦτο οὐχ ὡς οὐδὲν ἔχων ἐπαινεῖν τὴν ῥητορικὴν, ἀλλὰ καθʼ ὑπόθεσιν.

<!-- 75,16 -->τῷ δὲ, εἰ καὶ θάτερα ὀρθῶς ἐγκέκληκε περὶ τῶν ἑτέρων λόγος οὐ λείπεται τῷ δὲ Πλάτωνι, φησὶν, οὐκ ἔστιν ὑπὲρ τοῦ ἑνὸς ἐγκλήματος ἀπολογία, κἂν δείξῃ καὶ ἑαυτὸν ὑπὲρ τοῦ ἄλλου καλῶς εἰρηκότα· εἰ γὰρ κόλακες οἱ ῥήτορες, οὐ τύραννοι, εἰ δὲ τύραννοι, οὐ κόλακες.

<!-- 76,3 -->παρʼ αὐτῷ τῷ Πλάτωνι.

<!-- 76,8 -->μέχρις ἂν σώζηται λόγῳ ἤγουν λόγον αὐτῆς ποιῶνται.

<!-- 76,15 -->φανῆναί τινα ὥσπερ ἐν μάχῃ σφίσιν ἐπικουροῦντα.

<!-- 76,17 -->ἀνήσοντα παύσοντα.

<!-- 77,3 -->πῶς οὖν τἀναντία λέγουσιν ἀλλήλοις οἱ ῥήτορες; ἀνθυποφορὰ τὸ σχῆμα. ἀνθυποφορὰ, ὅτι τἀναντία ἀεὶ οἱ ῥήτορες λέγουσιν, ἣν λύει ὑποκλέπτων αὐτῷ τὴν διάνοιαν· ὁ μὲν γὰρ ἔλεγεν ἐναντία λέγειν αὐτοὺς ἑαυτοῖς, ὁ δὲ ῥήτωρ οὕτω κατασκευάζει, ὡς ἀλλήλοις ἐναντία λεγόντων τῶν ῥητόρων, ἐπίτηδες τελευταῖον αὐτὸ τοῦτο ἐφύλαξεν, ὅτι τοῦτο ἐδόκει εἶναι τοῦ Πλάτωνος τὸ ἰσχυρότερον, ὡς καὶ αὐτός φησιν. ὥσπερ ὑπὸ Πλάτωνος ἀνθυποφορὰ, ὅτι τἀναντία οἱ ῥήτορες λέγουσιν, ἣν λύει δεξιῶς πάνυ, λέγων ὡς καὶ ἕκαστος ἑαυτῷ τἀναντία καὶ οἱ φιλοσοφοῦντες ἔσθʼ ὅτε ἑαυτοῖς λέγουσιν· ὃ καὶ αὐτὸς νῦν ὑπὲρ ῥητορικῆς λέγει ποιῆσαι.

<!-- 77,5 -->καὶ τοῦτʼ ἰσχυρότατον πάντων ὂν σχεδὸν, ὡς ἐν ψεύδεσιν, ὧν ἐκεῖνος εἴρηκεν πάντων, φησὶ, τῶν ὑπʼ ἐκείνου εἰρημένων τοῦτο τὸ ἰσχυρότερον. εἶτα ἵνα μὴ νομισθῶσι κἀκεῖνα ἰσχυρὰ, λέγει ὅτι ὡς ἐν ψεύδεσι τοῦτο ἰσχυρόν. ἰσχυρότατον εἰπὼν, ἵνα μή τις δόξῃ ὡς καὶ τοῦτο, καὶ ἃ Πλάτων εἶπεν, εἰς τὸ ἀληθὲς ἰσχυρά ἐστιν, ἐπάγει τὸ ὡς ἐν ψεύδεσι, δεικνὺς ἐντεῦθεν ὅτι δοκοῦσι μὲν καὶ τοῦτο κἀκεῖνα ἔχειν, ἔστι δὲ τῷ ὄντι εὐέλεγκτα, καὶ μονονοὺ ἀνυπόστατα ὥσπερ τὸ ψεῦδος.

<!-- 77,6 -->ὅτι οἶμαι καὶ ἡμῖν αὐτοῖς ἀπαντῶμεν ἐν τοῖς λόγοις ὃ θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν· ὅτι οὐ μόνον, φησὶν, ἐναντία λέγομεν ἀλλήλοις οἱ ῥήτορες, ἀλλὰ καὶ ἕκαστος αὐτῶν περιπίπτει. τὸ οὖν ὅτι οἶμαι πρὸς τὸ πῶς οὖν τἀναντία τὴν δύναμιν ἔχει, τὸ δὲ ἔστι μὲν οὐκ ἔτι τοῦτʼ ἐν τοῖς εἰρημένοις, μέχρι τοῦ ὧν ἐκεῖνος εἴρηκε διὰ μέσου. ἀντὶ τοῦ ἐναντιοῦνται· ὥσπερ ὁ Δημοσθένης· εἰπὼν γὰρ ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν ὅτι τὸ φυλάξαι τὰ ἀγαθὰ τοῦ κτήσασθαι χαλεπώτερόν ἐστιν, εἶτα ἐν τῷ δευτέρῳ λέγει, τὸ κτήσασθαι τοῦ φυλάξασθαι δυσχερέστερόν ἐστιν. εἶτα ἐπήνεγκεν ὃ κἀγὼ νῦν πεποίηκα· καὶ γὰρ καὶ αὐτὸς ἐναντιώθην ἐμαυτῷ. εἰπὼν γὰρ ἄνω ὅτι, εἰ καὶ μὴ τέχνη ἐστὶν ἡ ῥητορικὴ, ἀλλὰ κρείττων τέχνης, ὕστερον εἶπεν ὅτι καὶ τέχνη ἐστὶν, ὅπερ ἐστὶν ἐναντίον. ἡμῖν αὐτοῖς ἀπαντῶμεν ἐναντιούμεθα ἡμεῖς.

<!-- 77,7 -->αὐτὸ τοῦτο κἀγὼ νῦν πεποίηκα καὶ γὰρ ὡς ὑπὲρ τέχνην καὶ ὅτι τέχνη ἐστὶν ἡ ῥητορικὴ ἔδειξα.

<!-- 77,11 -->ἢ τὸ φιλοσοφεῖν εἶναι καλὸν οὕτως ὡς ἔφην κατὰ τοὺς τυγχάνοντας τῆς ἀληθείας.

<!-- 77,14 -->τὸ ἐξ ἀρχῆς κεφάλαιον τῆς ῥητορικῆς τὸ ὑπὲρ τῶν δικαίων λέγειν.

<!-- 77,15 -->ἐπεὶ δὲ καὶ Μιλτιάδου ὁ μὲν πρῶτος λόγος ὑπὲρ ῥητορικῆς μόνον ἦν, οὗτος δὲ καὶ ὑπὲρ ῥητορικῆς καὶ ὑπὲρ τῶν ῥητόρων.

<!-- 78,5 -->συγχωρούντων μὲν οὖν ἡμῶν τῶν μοχθηροτάτων εἶναι τούτους.

<!-- 78,7 -->πανταχῆ δειχθήσεται φιλονεικῶν οὐκ ἐνιστάμενος δικαίως, ἀλλʼ ἀκαίρως μαχόμενος.

<!-- 78,12 -->ἐν μὲν τῷ κρατεῖν ἡμᾶς.

<!-- 78,14 -->τῶν θεῶν εὐμενῶς συναιρομένων συλλαμβανόντων.

<!-- 78,18 -->ὡς εἰ τότε ἐπεί.

<!-- 78,19 -->τίς ἂν ὑμῶν ὑφʼ ὑμῶν. ἐγένετο εἰς ἡμᾶς.

<!-- 79,15 -->δεξάμενοι δὲ τοὺς τοιούτους νόμους αὕτη ἡ μετοχὴ πρὸς τὸ κρατεῖτε καὶ κρατεῖσθε ἔχει τὴν δύναμιν, εἰ καὶ τὸ ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν διὰ μέσου ἐλήφθη, καὶ συναφείας χάριν προσετέθη τὸ καὶ πρὸς τὸ οὔτε κρατεῖτε· δέον γὰρ οὕτως εἰπεῖν, δεξάμενοι τοὺς τοιούτους νόμους, ἐπειδὴ οὔτε κρατεῖτε ἱκανῶς, ὁ δὲ διὰ μέσου εἶπε τὸ κατέχει κίνδυνος Σικελίαν, καὶ διὰ τοῦτο πλάνην ποιεῖ τῆς τάξεως.

<!-- 80,13 -->ἀπὸ βαρβάρων τῶν Καρχηδονίων.

<!-- 81,2 -->τοὺς τῶν ἠλευθερωκότων τὴν πόλιν ἐκγόνους τοὺς καταγομένους.

<!-- 81,16 -->ὡς δὴ τούτους ὄντας ῥήτορας οὐκ ἔστιν αὕτη ἡ αἰτιατικὴ πρὸς προηγουμένην ἄλλην αἰτιατικὴν, ἀλλὰ δέον εἰπεῖν, ὡς εἶναι τούτους ῥήτορας, ὁ δὲ πρὸς μετοχὴν ἔτρεψεν, ὄντας εἰπών. εὕρηται δὲ τοῦτο καὶ ἐν ἄλλοις πολλοῖς τῶν λογοποιῶν, καὶ ἐν τῷ Ἀριστείδῃ, πολλαχῇ τε ἄλλῃ καὶ ἐν τῷ Παναθηναϊκῷ, ὡς ἐνταῦθα· εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν.

<!-- 82,1 -->τί τούτων ἔδει τῶν παραδειγμάτων; ἤγουν εἰ μὴ ταύτην τὴν ἀπόδειξιν δέχῃ, τί τοῖς ῥήτορσι παραδείγμασιν ἔδει κατὰ ῥητορικῆς, ὥστε διʼ αὐτῶν ταύτην ἐλέγξαι.

<!-- 85,1 -->κἀν τοῖς ἄνω λόγοις.

<!-- 85,2 -->τοὺς ἄνδρας τοὺς Ἀθηναίους.

<!-- 85,4 -->εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι τοῦτο λέγει διὰ τοὺς λυρικούς.

<!-- 85,5 -->λέγω δὴ τὰ τούτων ἔργα τὸ λέγω δὴ τὰ τούτων ἔργα εἶπεν, διότι οὐ καθαρῶς τούτους ἐπαινεῖ, ἀλλʼ ἁπλῶς τοὺς Ἀθηναίους. ἐπεὶ οὖν τὰ ἐν Μαραθῶνι καὶ Σαλαμῖνι Ἀθηναίων ἔργα Μιλτιάδου καὶ Θεμιστοκλέους ἡγουμένων ἐγένοντο, συμπεραίνει ὁ ῥήτωρ ὅτι τὰ Θεμιστοκλέους καὶ Μιλτιάδου ἔργα ἐπαινεῖ, ὅταν Ἀθηναίους ἐπαινῇ· ἡ γὰρ τούτων εὐψυχία καὶ σύνεσις καὶ ταῦτα κατώρθωσεν.

<!-- 86,2 -->ἐν ᾗ ταυτὸν ἦν λόγου χάρις καὶ δύναμις.

<!-- 87,11 -->ἔγκειται μὲν γάρ που ταῦτα μεταξὺ τοῦ μύθου ταῦτα λέγει τὰ ὅτι δυσχερές ἐστιν εὑρεῖν ἄνδρα ἄρχοντα δίκαιον. μεταξὺ δὲ λέγει τοῦ μύθου τοῦ κατὰ τὸν Σίσυφον καὶ Τιτυὸν καὶ Τάνταλον· τούτους γὰρ, φησὶ, πεποίηκεν Ὅμηρος ἐν Ἅιδου κολαζομένους, ὡς δυνάστας πονηροὺς γενομένους. ταῦτα λέγει τὰ ὅτι δυσχερὲς εὑρεῖν ἄρχοντα δίκαιον. μεταξὺ δὲ λέγει τοῦ μύθου, τουτέστι τῆς ὅλης κατασκευῆς.

<!-- 87,12 -->οὐκ ἀσκέπτως χωρίς τινος προφάσεως. φαύλως ἀλόγως. οὐδὲ ὡς ἐξέπεσεν, ἀλλʼ ὅπως συγκρυφθείη ἔστι γὰρ ὅτε ἀκολουθίᾳ τοῦ νοήματος φερόμενοι ἐκπίπτομεν εἰς ἃ μὴ βουλόμεθα· ἔθηκεν οὖν ἐν μέσῳ τοῦ μύθου τὸ κατὰ τὸν Ἀριστείδην, ἵνα τῇ μεσότητι ὁ κατὰ τοῦτον λόγος κρυφθείη. εἰ δὲ εἰς μνήμην τις ἐλθὼν Ἀριστείδου — τοῦτο γὰρ δηλοῖ τὸ εὑρὼν — εἰς ἔλεγχον προφέρει τῷ Πλάτωνι λέγων, πῶς τοὺς ῥήτορας ψέγεις· Ἀριστείδης γὰρ ῥήτωρ ὢν πολλοῦ τινος ἄξιος Ἕλλησι γέγονε, μηδʼ αὐτὸς ὁ Πλάτων δόξει τουτονὶ παρελθὼν, ἀλλʼ ἐν αὐτῷ εἴη, ἤγουν μετὰ τῶν ἐπαινούντων αὐτόν. ἔστι γὰρ ὅτε καὶ παρὰ προαίρεσιν ὑπὸ τῆς ἀκολουθίας τοῦ νοήματος φερόμενοι ἐκπίπτομεν.

<!-- 87,13 -->καὶ εἴ τις εὑρὼν χρῷτο, μηδʼ αὐτὸς δοκῇ παρελθεῖν, ἀλλʼ ἐνθείη ἀπὸ κοινοῦ τὸ ὅπως. ὁ δὲ νοῦς οὕτως· καὶ ἵνα, φησὶν, ἐὰν εὑρών τις τὰ νόμιμα ταῦτα, ἂν τεθῇ τῷ πλησίον, δόξῃ καὶ αὐτὸς μὴ ἀγνοεῖν αὐτὰ, ἀλλʼ ὑπάρχοι ἐν τῷ διαλόγῳ.

<!-- 87,14 -->ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου τοῦ παντὸς οὐ μόνον, φησὶ, μέσην εὗρε τάξιν, ἀλλὰ καὶ ἐν τῇ τελευτῇ τοῦ λόγου. ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου—οὐκ ἔμελλεν ἕξειν οἶμαι χρῆσθαι καλῶς, φησὶ, μέσην τάξιν δέδωκεν αὐτοῖς καὶ ἐν τέλει· εἴ γε οὖν ταῦτα ἐν ἀρχῇ τάξας οὐκ ἐδύνατο χρῆσθαι ταῖς κατʼ αὐτῶν διαβολαῖς.

<!-- 87,17 -->ὅτι κἀν τοῖς αὐτοῖς τούτοις ἐνόντα φαίνηται τὰ κατὰ τὸν Ἀριστείδην.

<!-- 88,18 -->οὐκοῦν καὶ ὦ Πλάτων ἀπὸ κοινοῦ τὸ χαλεπόν ἐστιν· ἔστι γὰρ ὁ λόγος ἀπὸ Ἀριστείδου, ὡς ἐν μεταξυλογίᾳ.

<!-- 89,6 -->ἀνδρῶν γὰρ ἂν εἴη—ἢ πράττειν κακῶς ψέγων ῥητορικὴν καὶ θέλων τὸν λόγον πιστώσασθαι ἔφη πάντας τοὺς ῥήτορας κόλακας καὶ κακοὺς εἶναι τοῖς διαφέρουσι τῶν ῥητόρων, Περικλεῖ καὶ Μιλτιάδῃ καὶ τοῖς ἄλλοις τὴν κατηγορίαν ταύτην προσάψας, ἵνα διʼ αὐτῶν καὶ τοὺς ἄλλους συμπεριλάβῃ. λέγει οὖν Ἀριστείδης ὡς, ἐπειδὴ, ὦ Πλάτων, Ἀριστείδην τὸν Λυσιμάχου κάλλιστον ἔφησας ῥήτορα ὄντα, δείκνυται ἐνταῦθα ὡς οὐ κατηγορία ῥητορικῆς, ἐάν τινες τῶν ῥητόρων κακοὶ φανῶσιν. ἕως γὰρ ἂν εἷς κάλλιστος φαίνηται Ἀριστείδης, οὐ παρὰ τὴν ῥητορικὴν οἱ ῥήτορες κάκιστοι, ἀλλὰ τὴν παρʼ αὐτῶν φύσιν.

<!-- 89,8 -->ὥσπερ τοίνυν αὐτὸς τὰ μὴ ἀναγκαῖα ἐπειδὴ οὐκ ἀναγκαία ἡ Θεμιστοκλέους καὶ Περικλέους καὶ τῶν ἄλλων κατηγορία· οὐ γὰρ ἐξ ἀνάγκης ὡς ῥήτορες ἦσαν φαῦλοι, εἰ καὶ ὅλως ἦσαν, ἀλλὰ τὴν παρʼ αὐτῶν φύσιν. δῆλον δὲ ὅτι οὐχ ὡς ῥήτορες ἦσαν τοιοῦτοι, ἐπειδὴ Ἀριστείδης, ῥήτωρ ὢν, κάλλιστος ἦν. οὐκ ἄρα ἀναγκαία καὶ ἡ ὑπὲρ τούτων ἀπολογία· τὸ γὰρ ὑπὲρ τῶν μὴ κατʼ ἀνάγκην ψεχθέντων ἀπολογεῖσθαι οὐκ ἀναγκαῖον· πάλιν δὲ ἐξ ἡμισείας ἀναγκαῖον, ἐπειδὴ ὑπὲρ τῶν τῆς αὐτῆς Ἀριστείδου φατρίας ὄντων ἀπολογησόμεθα.

<!-- 90,8 -->εἰ δʼ ἐκεῖνοι τούτοις ἐξελέγχονται οἷς προσέπταισαν.

<!-- 90,15 -->εἰ γὰρ φιλοσοφίας εἵνεκα—τῷ Δίωνι βοηθὸς διὰ τὸ μὴ ὑπʼ Ἀθηναίων τιμᾶσθαι φιλοσοφίαν σχολὴν τοῦ φιλοσοφεῖν ἄγων ὁ Πλάτων εἰς Σικελίαν ἔπλευσεν ὑπὲρ Δίωνος.

<!-- 91,1 -->χρῇ λαμβάνεις.

<!-- 91,2 -->καὶ μὴν ὅτι γε οὐχ ὑπʼ ἀνοίας σύνταξις οὕτως· καὶ μὴν ὅτι γε οὐχ ὑπʼ ἀνοίας ὁ κυβερνήτης παραχωρεῖ τῷ ῥήτορι οὐ χαλεπόν ἐστι ῥητορικῇ δεῖξαι.

<!-- 91,5 -->εὖ γὰρ οἶδε, καὶ οὐ δεῖται τοῦ διδάξοντος οὐ δέεται, φησὶν, ὁ κυβερνήτης τοῦ διδάξοντος· φρόνιμος γὰρ ὢν οἶδεν ἀφʼ ἑαυτοῦ τίνων μὲν αὐτὸς ἄρχων, τίνων δὲ οἱ ῥήτορες.

<!-- 91,11 -->ὅταν τὰ κράτιστα δεήσῃ νεῶν ἤγουν ὅπερ κράτιστον καὶ λυσιτελοῦν δόξει τοῖς πράγμασιν.

<!-- 91,16 -->νικήσαντα ἀποστεῖλαι εἰκότως εἶπε τὸ νικήσαντα· ἄλλα γὰρ ἄλλων λεγόντων ἐν τῇ ἀγορᾷ, τῶν μὲν ὡς δεῖ τόδε ποιῆσαι, τῶν δὲ ὡς τόδε, ἡ τοῦ ῥήτορος γνώμη νικᾷ, καὶ πάντες τῷ ῥήτορι πείθονται ὡς τὰ βέλτιστα λέγοντι. οὐδὲ τὸ σεσωκέναι τὴν ναῦν, —προσεξετάζειν τοῦ πράγματος ὃ λέγει, τοιοῦτόν ἐστιν· ὅτι οὐ σκοπεῖ ὁ κυβερνήτης, εἰ τὴν ναῦν καὶ τοὺς ἐν αὐτῇ σέσωκεν, ἀλλὰ πρὸς τῷ μὴ σκοπεῖν ἐξετάζει τὸ σχῆμα τῆς αὐτοῦ τέχνης πρὸς τὴν τῶν ῥητόρων, καὶ πολὺ ἀποδέον εὑρίσκων οὐκ ἴσον φρονεῖ τοῖς ῥήτορσιν.

<!-- 92,3 -->ἀπέκτεινε δὲ οὐδεὶς οὐδένα πω τῷ λόγῳ τῆς τέχνης ὁ γὰρ τῆς τέχνης ὁρισμὸς σωτηρίαν ἐπαγγέλλεται.

<!-- 92,7 -->ὥσπερ καὶ τὸ παράδειγμα λέγει εἰσάγει γὰρ ὁ Πλάτων τὸ τοῦ κυβερνήτου παράδειγμα, οὐχ ὡς σκοποῦντος σώζειν τοὺς ἀξίους σώζεσθαι, ἀλλὰ μόνον ἅπαντας σώζειν.

<!-- 92,12 -->ἐκβὰς παρὰ τὴν θάλασσαν καὶ τὴν ναῦν περιπατεῖ ἐν μετρίῳ τῷ σχήματι διὰ γὰρ τὸ ταῦτα εὐτελὲς ἐπιτήδευμα εἶναι οὐδὲ οὗτος σεμνύνεται.

<!-- 92,14 -->οὕστινας ὠφέληκεν αὐτῶν καὶ οὕστινας ἔβλαψε ὠφέλησε μὲν τοὺς καλοὺς, οὐκ ἐάσας αὐτοὺς καταποντωθῆναι, ἔβλαψε δὲ τοὺς κακοὺς, ὅτι μὴ βελτίους ἐποίησεν, ἀλλʼ οἷοίπερ ἦσαν, τοιούτους ἐξήγαγεν.

<!-- 92,16 -->ἐκεῖνά τε οἶδε τὸ σώζειν καὶ οὐκ ἀπολλύειν, ἃ δεῖ.

<!-- 92,17 -->πρὸς ἐκείνοις εἰ μὲν καὶ ταῦτα λογίζεται κατὰ τὸν Πλάτωνος λόγον. ταῦτα ταῦτα λέγει, τὸ ὅτι ἄδηλον οὕστινας τῶν ἐμπλεόντων ὠφέληκε καὶ οὕστινας ἔβλαψεν.

<!-- 93,2 -->οὐ κατὰ ναῦν ἐστιν Αἰγυπτίαν αἱ νῆες τῶν Αἰγυπτίων μείζους εἰσὶ τῶν ἄλλων, ὡς ἄπειρον πλῆθος χωρεῖν.

<!-- 93,3 -->ἀντὶ τῶν μυριοφόρων νεῶν δηλονότι.

<!-- 93,5 -->ἐξαίρετον κεχωρισμένον. καταχώσει, φησὶν, ἡμᾶς ὁ μηχανοποιὸς τοῖς λόγοις εἰ ἐθελήσει λέγειν ὑπὲρ τῆς αὐτοῦ τέχνης σεμνύνειν αὐτήν.

<!-- 93,6 -->ὦ Γοργία κεφαλὴ ἀντὶ τοῦ εἰπεῖν ὦ πάντας καταπλήττων τοῖς λόγοις τὸ Γοργία κεφαλὴ εἶπεν, ἐκ μεταφορᾶς τῆς Γοργόνος, ἥτις καὶ Γοργὼ λέγεται. μὴ ὅτι οὐ μόνον.

<!-- 93,7 -->ἕως ἂν μὴ νικήσωσιν οἱ ῥήτορες παρʼ αὐτῷ. ἤγουν μέχρις ἂν μὴ λάβῃ ῥητορικήν.

<!-- 93,8 -->τίς ἡ τούτων προεστηκυῖα δύναμις ἤγουν ἡ ῥητορική ἐστιν.

<!-- 93,10 -->ἧττον μὲν οὖν ἴσως τούτων ἄτοπα ποιεῖ. παιδοτρίβας ἰατρῶν ἐντιμοτέρους ἄγων τοῦτο εἰ καὶ ὑπὲρ ῥητορικῆς οὐ δοκεῖ εἶναι, — ὑπὲρ γὰρ ἰατρικῆς ἐστιν — ἀλλὰ τῷ ὄντι ἐξετάζων καὶ ὑπὲρ ῥητορικῆς εὑρήσεις. δεικνύων γὰρ αὐτὸν ὡς, ἃ κατὰ τῆς ῥητορικῆς εἶπεν, ἀλόγως εἶπε, πιστοῦται τὸν λόγον ἐκ τοῦ τὴν αὐτὴν ἀτοπίαν δεικνύειν τὸν Πλάτωνα καὶ κατὰ τῆς ἰατρικῆς ποιήσαντα.

<!-- 93,11 -->ταύτην ἣν ἴσμεν.

<!-- 93,14 -->περὶ ταύτης λέγει εἰπὼν ἄνω λέγεις πρὸς Πλάτωνα, νῦν φησι λέγει, πρὸς τὸν Πλάτωνα μὲν καὶ οὕτως ἀποτείνων τὸν λόγον, πλὴν ὡς εἰς τρίτον πρόσωπον.

<!-- 94,8 -->Σκύλλαν τὴν πέτραν.

<!-- 94,18 -->προτέρῳ μὲν καὶ τελεωτάτῳ τῷ πάντων ἀρίστῳ τῷ τῶν θεῶν γένει.

<!-- 94,19 -->δευτέρῳ δὲ, τῷ πάντων τῶν λοιπῶν ἀρίστῳ τῷ τῶν ἀνθρώπων. διʼ ἓν τοῦτο, ὃ ῥητορικὴ παραλαβοῦσα ἄγει τὸ λέγειν.

<!-- 95,4 -->ἐμοὶ μὲν οὐκ ἔτι τἀπὶ τούτοις ῥητὰ τὰ γὰρ ἐπὶ τούτοις ῥητά ἐστιν, ὅτι οὐ χρώμενος οὕτω τῷ λόγῳ μᾶλλον ἑαυτὸν καταισχύνει.

<!-- 95,5 -->

  
τὸ τοῦ Ὁμήρου σώζων τὸ «Ὁποῖον κεἴπῃ-  
  
σθα, τοιόνδε κἐπακούσαις.»  

<!-- 95,14 -->ὁσημέραι διόλου. οὐχ ὅσον ἀφοσιώσασθαι νουθετοῦντες μόνον τὸ τῆς νουθεσίας. ἀφοσιώσασθαι ἤγουν πληρώσασθαι.

<!-- 95,17 -->ταῦτα λέγοντες ἐν αὑτοῖς ὅτι τούτων πάντων ἐσμὲν ἄξιοι. κἀκεῖνα τοῦ Πλάτωνος.

<!-- 95,19 -->τούτοις τοῖς τῶν τιτθῶν καὶ παιδαγωγῶν λόγοις. ἔγραφον δʼ ἂν καὶ τὴν τέχνην οἱ παιδαγωγοί.

<!-- 96,4 -->κατὰ τούτους τοὺς λόγους αὐτῆς οὓς μέλλω εἰπεῖν αὐτῆς ὁρισμούς.

<!-- 96,11 -->τίνος, ὧν εἶπον, λαβόμενον τὸν Πλάτωνα.

<!-- 96,12 -->προφέροιτο προτιμοῖτο.

<!-- 97,3 -->οὐδέποτʼ ἐκ τῶν εἰκότων ἐκπεσεῖτε. κατὰ γοῦν τὴν τέχνην τῆς ῥητορικῆς.

<!-- 97,12 -->οὔπω εἰδόθʼ ὁμοιίου πτολέμοιο ἐπὶ κακοῦ τὸ ὅμοιον ὁ Ὅμηρος ἀεὶ λαμβάνει.

<!-- 98,3 -->πολλοὶ γὰρ οἱ μετέχοντες εἰσὶ τῆς πράξεως.

<!-- 100,2 -->νεωστὶ γὰρ τῶν ἀνθρώπων γεγονότων μῦθος.

<!-- 101,3 -->χαλεπὴν οὖσαν δηλονότι.

<!-- 101,9 -->αἱρεῖ κρατεῖ.

<!-- 102,8 -->ὁ μὲν γὰρ χρήμασι νικῶν ὅρα τὸ τῆς κλίμακος τελεώτατον.

<!-- 102,17 -->φησὶ καὶ Ἀρχίλοχος καὶ ἡ παροιμία ἡ μὲν παροιμία φησίν· οὐδὲ Ἡρακλῆς πρὸς δύο· τὸ δὲ Ἀρχιλόχου ῥητὸν οἷον μέν ἐστιν οὐκ ἴσμεν, ἴσως δʼ ἂν εἴη τοιοῦτον.

<!-- 103,3 -->ἕως γὰρ ἂν μὴ παρʼ αὐτοῦ τὸ κρεῖττον παρέλθῃ ἤγουν ὑπεροχή τις φανείη.

<!-- 103,4 -->οὐδʼ ἂν τὴν Δαρείου στρατιὰν ἄγῃς πεντήκοντα γὰρ μυριάδες ἦσαν, ἅσπερ κατʼ Ἀθηναίων ἔπεμψε μετʼ Ἀρταφέρνου καὶ Δάτιος.

<!-- 105,10 -->φημὶ δʼ ἔγωγε καὶ κάλλος καὶ ῥητορικὴν συνελθόντα τῇ ῥητορικῇ κριθήσεσθαι ὁ γὰρ κάλλος καὶ ῥητορικὴν ἔχων ὡς ῥήτωρ μᾶλλον λόγου ἀξιωθήσεται.

<!-- 105,18 -->τὸν οὖν αἰσχρὸν δυσειδῆ.

<!-- 107,5 -->ὥσπερ ὁ Ἰνδικὸς ὄρνις ὁ φοίνιξ δηλονότι. Ἰνδικὸν ὄρνιν τὸν φοίνικα λέγει, ὃς εἷς μὲν ἐξ ἀρχῆς ἐγένετο· φασὶ δὲ αὐτὸν ἐν Αἰγύπτῳ κατʼ ἐνιαυτὸν εἰς πυρὰν κατιόντα καίεσθαι· εἶτα ἐκ τῆς ἀνθρακιᾶς αὐτοῦ σκώληκα ἀναφυόμενον, καὶ κατὰ μικρὸν αὐξανόμενον φοίνικα πάλιν γίνεσθαι.

<!-- 107,11 -->πρὸς τὰ τῷ ὄντι σιτία καὶ κρέα ἐπειδὴ ταῦτα σύστασιν ἀνθρώπου ἐστὶ, διὰ τοῦτο προτιμότερα τῶν ἄλλων πραγμάτων ἐστίν.

<!-- 107,12 -->οἵτινες ἂν πλεῖστον ῥητορικῆς εἰσενέγκωνται ἐν τοῖς αὐτῶν ποιήμασι.

<!-- 107,13 -->Πλάτων δὲ αὐτὸς ἡμῖν τί φησιν; ἤγουν οὐ ῥητορικῆς πολλαχοῦ τῶν αὐτοῦ καὶ αὐτὸς ἀντιποιεῖται;

<!-- 107,16 -->εἰ τοίνυν τις καὶ τοιοῦτος ἐγγένοιτο τοῦτο εἰ καὶ ξενοπροσώπως δοκεῖ λέγεσθαι, ἀλλʼ ἔμφασιν ἔχει περὶ ἑαυτοῦ λέγειν· αὐτὸς γὰρ οὐκ ἐν θεάτρῳ εἰσῄει περὶ κοινῶν πραγμάτων διαλεγόμενος, ὥσπερ ὁ Δημοσθένης. ἵνα δὲ μή τις αὐτῷ εἴπῃ ὡς οὐκ εὐφυῶς εἶχε πρὸς τοῦτο, ὅπερ ἦν ἀληθὲς, ὥσπερ ἀπολογούμενος λέγει· διὰ τοῦτο ὁ τοιοῦτος ῥήτωρ οὐκ ἀμφισβητεῖ ἑτέρῳ περὶ πολείτας, ἀλλʼ ἡσυχίαν ἄγει, ὁρῶν οὐχ ὑπὸ δημοκρατίαν ὄντα, ἀλλʼ ὑπʼ ἀρχὴν, ἐν ᾗ κινδυνεύειν ἀνάγκη τὸν τὰ δοκοῦντα ἑαυτῷ λέγοντα.

<!-- 108,4 -->θεὸν ἡγεμόνα καὶ προστάτην ἐπιγραψάμενος τοῦ τε βίου καὶ τῶν λόγων ἐπειδὴ περὶ ἑαυτοῦ εἴπομεν τοῦτο λέγειν τὸν Ἀριστείδην, δεῖ νοεῖν θεὸν ἡγεμόνα τὸν Ἀσκληπιόν· τοῦτον γὰρ προστάτην ἑαυτοῦ καὶ τῶν αὐτοῦ λόγων ἐποιήσατο, ὡς δηλοῖ πολλαχοῦ τῶν αὐτοῦ.

<!-- 108,9 -->ὅστις πρὸς τοῦτο ὁρᾷ, καὶ τῶν διδόντων ἐστὶ, μισθωτὸν καλῶ τοῦτον, οὐ ῥήτορα ὃ λέγει, τοιοῦτόν ἐστιν. ὅτι ὁ λαμβάνων δῶρα οὐκ ἔστι τῷ ὄντι ῥήτωρ, ἀλλὰ μισθωτὸς, καὶ δίδωσιν ὁ τοιοῦτος καὶ τοῖς ἄλλοις τοῖς μὴ ῥητορικὴν μὲν μεταχειριζομένοις, ἐκ δὲ τοῦ δωροδοκεῖν σεμνυνομένοις, ἀμφισβητεῖν αὐτῷ περὶ δόξης, καὶ ὥσπερ ἑαυτοὺς κρείττους τούτου νομίζειν.

<!-- 109,7 -->ὃ γὰρ περὶ τῶν ναυτικῶν ἔφη Θουκυδίδης, περὶ ῥητορικῆς ὁ Θουκυδίδης περὶ τῆς ναυτικῆς λέγει ὡς οὐ δεῖ ταύτην ἐκ παρέργου μελετᾶν. λέγει οὖν καὶ Πλάτων περὶ ῥητορικῆς οὐ ταῦτα μόνον, ἀλλὰ μηδὲ πάρεργον τῆς ῥητορικῆς ἄλλο τι ποιεῖσθαι, ἀλλὰ ταύτην μόνην, μελετᾶν, εἴπερ δεῖ ταύτην κατωρθωκέναι. οὐχ εὕρηται δὲ ἐν τοῖς αὐτοῦ λόγοις λεγόμενα· ἀλλὰ διʼ ὧν τοῦ λογογραφεῖν πλεῖστον ποιεῖται λόγον, διὰ ταῦτά φησιν Ἀριστείδης τοῦτον ἄντικρυς ταῦτα λέγειν.

<!-- 110,1 -->τοῦτο δέ ἐστι δήπου στρατηγία καὶ δικαστικὴ ἡ γὰρ στρατηγικὴ εἰρήνην τῇ πολιτείᾳ παρέχει, ἡ δὲ δικαστικὴ εὐταξίαν.

<!-- 110,14 -->τῷ παραδόξῳ δὴ συγγράμματι τῷ παραδόξῳ δὴ λέγει, ἐπειδὴ ἐν τῷ αὐτῷ λόγῳ ψέγει καὶ ἐπαινεῖ τὴν ῥητορικήν.

<!-- 111,18 -->οὐκοῦν οὐκ εἰς τὰς ἴσας λαβὰς ἥκομεν, ἀλλὰ τὸ τῶν ἴσων κατʼ ἐκείνου γίνεται ὃ λέγει, τοιοῦτόν ἐστιν· ἐπειδὴ σὺ μὲν, ὦ Πλάτων, ἔψεξας τὴν ῥητορικὴν, ἐγὼ δὲ ἐπῄνεσα, οὐκ εἰς ἴσην μέμψιν ἥκομεν· καὶ γὰρ ἐγὼ μὲν αὐτὴν ἁπλῆν, σὺ δὲ νομίζεις διπλῆν, ὥστε ἐγὼ μὲν ὡς ἁπλῆν ἐπῄνεσα, σοὶ δὲ οὔτε ἐπαινεῖν καθάπαξ αὐτὴν ὡς διπλῆν οὔτε ψέγειν προσῆκεν, ἀλλὰ τὸ μὲν αὐτῆς ἐπαινεῖν, τὸ δὲ ψέγειν· τοιγαροῦν τὸ ἐπίσης αὐτὴν καὶ καλὴν εἶναι καὶ φαύλην κατὰ τὸν σὸν λόγον, εἴπερ διπλῆ κατὰ σοῦ γίνεται· σὸν γὰρ κατηγόρημα τοῦτο τὸ διπλῆν ὡς ἁπλῆν ψέγειν.

<!-- 112,6 -->ὁ δʼ οὖν αὐτὸς λόγος καὶ περὶ πάσης φιλοσοφίας εἰπὼν περὶ πάσης φιλοσοφίας καὶ περὶ τῶν τῆς ἀρετῆς μορίων, ἐν μὲν τοῖς μορίοις τὴν διαίρεσιν ἐποιήσατο, ἐν δὲ τῇ φιλοσοφίᾳ οὐχὶ, ἴσως αἰδεσθεὶς τὸ τῆς φιλοσοφίας ὄνομα· ἴσως δʼ ἂν καὶ φιλοσοφίαν εἶπε διπλῆν, εἴπερ ἐβούλετο τὴν μὲν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, τὴν δὲ τοιαύτην, οἵαν ἀνατρέπειν ἅπασαν ἐπιστήμην, οἵα ἐστὶν ἡ τοῦ Σέκτου καὶ Πύρρωνος· οὗτοι γὰρ καὶ τὴν ὄντως φιλοσοφίαν ἀνέτρεπον.

<!-- 112,14 -->οὔτε τὰς κακίας ὑποκορίζεσθαι τῷ τῆς ἀρετῆς ὀνόματι τὸ ὑποκορίζεσθαι ἀντὶ τοῦ σεμνολογεῖσθαι ἐστὶν, ὡς ἔχει καὶ τὸ τοῦ Δημοσθένους ἐν τῷ περὶ παραπρεσβείας «Φιλίππου ξενίαν καὶ ἑταιρίαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενα.» φησὶ δὲ καὶ Ἀριστοφάνης «Καὶ νὴ Δία

  
γε εἰ λυπουμένην αἴσθοιτο, νιττάριον καὶ βάττιον ὑπεκορίζετο»  
ἀντὶ τοῦ εὐφήμως ὠνόμαζεν.

<!-- 113,2 -->οὔτʼ εἰ τὴν δοκοῦσαν ῥητορικὴν δηλονότι, μὴ οὖσαν δέ.

<!-- 113,7 -->οὐκοῦν οὐδὲ ἐνταῦθα ἀμφότερα ἐᾶν ὁ λόγος φαίνεται ἢ εἴπερ ὁ περὶ τῶν παίδων τῶν θεῶν εἴρηκας, τοῦ δοκεῖ κἀνταῦθα τηρεῖσθαι.

<!-- 113,12 -->οὐκ οἶσθα ὅτι ἐπὶ παντὶ ἐπιτηδεύματι ἄνω περὶ φιλοσοφίας ἀγωνιζόμενος, ὅτι καλλίστη, κἂν ταύτην τινὲς προσποιούμενοι φαῦλοι δοκῶσι τοῦτο διὰ τούτων ἀποδεικνύειν.

<!-- 113,18 -->μᾶλλον δὲ ὑπερφυὲς ἐπειδὴ ἐν μέσῳ τῶν παραδειγμάτων ἐμνήσθη ῥητορικῆς.

<!-- 114,4 -->προσλαβὼν ἐπιστήμην καὶ μελέτην ἀπὸ ῥητορικῆς.

<!-- 114,5 -->ἀλλʼ ἐῶ τό γε ἐφεξῆς τὸ ἀλλʼ ἐῶ τό γʼ ἐφεξῆς ἀπὸ τοῦ Ἀριστείδου εἰσάγεται, τέμνοντος τὸν λόγον, καὶ μὴ περαιτέρω προελθεῖν ἀξιοῦντος, ἀλλʼ ἀρκεῖν ἡγουμένου ταῦτα πρὸς ὃ βούλεται.

<!-- 114,8 -->ὁ μὲν μὴ πάντα παρασχόμενος φύσιν, μελέτην, τέχνην.

<!-- 114,12 -->ὅστις ἐὰν διὰ πάντων τύχῃ ἐλλειπής.

<!-- 114,14 -->πρῶτος δὲ Πλάτων αὐτὸς ψηφίζεται, καὶ μέσος, φασὶ, καὶ τελευταῖος τὸ πρῶτος καὶ μέσος καὶ τελευταῖος παροιμία ἐπὶ τῶν λίαν ἰσχυρῶν λεγομένη.

<!-- 114,17 -->εἰ δέ τινες καὶ ἄλλοι φιλόσοφοι.

<!-- 115,7 -->τὰ μὲν ἐν μέτροις ἐπέταττε γὰρ αὐτῷ μὴ μόνον καταλογάδην, ἀλλὰ καὶ τριάκοντα στίχων λέγειν πρὸς αὐτὸν ἑκάστης ἡμέρας, καὶ πλείους τούτων, εἰ βούλοιτο, ἐλάττους δὲ οὐδαμῶς, ὡς αὐτὸς ἐν τοῖς ἱεροῖς λόγοις φησίν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: yds-aam`.
