---
title: "Scholia on Aelius Aristides: Leuctric Oration II"
author: Scholia on Aelius Aristides
eul_wid: yds-aah
eul_aid: yds
canonical: "https://eulogikon.org/works/scholia-aelius-aristides-leuctric-oration-ii-yds-aah"
lang: grc
content_hash: "sha256:02d66e6d4218db8fb088a00b6e9e3940a096f1d4286bcc7de24b903c22825209"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Aelius Aristides: Leuctric Oration II

**Author:** Scholia on Aelius Aristides

**eul_wid:** `yds-aah` · [HTML page](https://eulogikon.org/works/scholia-aelius-aristides-leuctric-oration-ii-yds-aah)

## Text

ΛΕΥΚΤΡΙΚΟΣ Β.

Ὑπόθεσις.

Οὗτος ὁ λόγος ἀντίκειται τῷ πρώτῳ τῷ ὑπὲρ Λακεδαιμονίων· ἔστι γὰρ ὑπὲρ Θηβαίων. στάσις δὲ τοῦ λόγου ἡ αὐτή. προοίμιον δὲ ἔχει ἓν μόνον, καὶ τοῦτο σύντομον, διὰ τὸ συμμάχους ἤδη Θηβαίους εἶναι, καὶ μὴ δεῖσθαι τοῦ συνιστῶντος· κατασκευὴν οὐκ ἔχει τὸ προοίμιον· ὁμολογουμένη γάρ ἐστιν ἡ πρότασις.

<!-- 2.427,1 -->οἶμαι μὲν, ὦ Ἀθηναῖοι, μὴ τήμερον πρῶτον διαπορητικὸν τὸ προοίμιον τοῦ λόγου· φησὶ γὰρ ὅτι οὔπω κρίνας βεβαίως τί δεῖ συμβουλεῦσαι, ἀνέστην. ἀκατάσκευον δέ ἐστι· τοῖς γὰρ οἰκείαν προαίρεσιν ἀπαγγείλασιν, ὡς εὖ εἰδόσιν αὐτὴν, καὶ τὰς αἰτίας αὐτῆς εἰώθασιν οἱ ἄνθρωποι πιστεύειν, κἂν ἀναπόδεικτον λέγωσιν. ἔλαβε δὲ αὐτὸ ἀπὸ συστάσεως τοῦ ἰδίου προσώπου· ὅτι δικαίως καὶ οὐ πρὸς χάριν αἱροῦμαι Λακεδαιμονίους.

<!-- 2.427,5 -->τοσοῦτον ἐλάττω τὴν ὑπὲρ τούτων σπουδὴν—ὅσῳπερ πλείω τὴν ὑπὲρ ὑμῶν ὁ νοῦς οὕτως· τοσοῦτον ἐλάττονα σπουδὴν ἔχω περὶ τοὺς Θηβαίους ἧς ἔχουσιν οἱ ἄλλοι σπουδῆς περὶ τοὺς Λακεδαιμονίους, ὅσον πλείονα αὐτῶν σπουδὴν ἔχω περὶ ὑμᾶς· τουτέστιν ἡττῶμαι μὲν τῇ πρὸς Θηβαίους εὐνοίᾳ, νικῶ δὲ τῇ πρὸς ὑμᾶς.

<!-- 2.427,14 -->παρόντα δʼ ὁρῶντες προδοῦναι καὶ καταλιπεῖν τὰ τῆς ἐλευθερίας τῆς πατρίδος.

<!-- 2.428,14 -->καὶ τῶν σφόδρα εὖ φρονεῖν πεπιστευμένων ἐξισταμένων, ὅταν τι παρʼ ἐλπίδας εὐτυχήσωσιν ὅτι καὶ οἱ σφόδρα φρόνιμοι, ὅταν παρʼ ἐλπίδα εὐτυχήσωσιν, ἐξίστανται τῶν φρενῶν.

<!-- 2.429,1 -->ἐπʼ ἐκείνων τῶν χρόνων ἀπʼ ἀρχῆς τοῦ Πελοποννησίου πολέμου.

<!-- 2.429,2 -->ἠξίουν δʼ ὑμᾶς Αἴγιναν αὐτόνομον ἀφιέναι τὸ ἐᾶσαι τὴν Βοιωτίαν αὐτόνομον.

<!-- 2.429,5 -->ὡς δʼ οὐκ ἠνεσχόμεθα, οὔθʼ ὑπηκούομεν ἐν ὅσῳ, φησὶν, οἱ Λακεδαιμόνιοι τῶν πάλαι πεπραγμένων ἡμῖν, οὐδεὶς ἤλπιζεν αὐτοὺς ἐναντιωθῆναι ἡμῖν.

<!-- 2.429,15 -->τελευτῶντες δὲ παρείλοντο μὲν τὴν σιτοπομπίαν ὡς λέγει ἐν ταῖς Ἑλληνικαῖς Ξενοφῶν, ὅτι τὸν Πειραιᾶ ἐφύλαττον αὐτοῖς μὴ εἰσιέναι.

<!-- 2.430,8 -->νὴ Δίʼ, ἀλλʼ ἤδη δεδώκασιν ἀνθυποφορά. σύνηθες οἰκεῖον.

<!-- 2.430,13 -->εἰ τοίνυν, εἰ μὲν προηδίκηντο, ταῦτʼ ἂν —ὁμοίως βοηθήσομεν ὥστε, εἰ ἠδικοῦντο, ἐβοηθήσαμεν Λακεδαιμονίοις· καὶ νῦν διὰ τὸ μὴ μνησικακεῖν δόξαι βοηθήσομεν τοῖς Θηβαίοις.

<!-- 2.432,5 -->οὔτʼ ἐπενεγκεῖν ἔχω τοῦτο τὸ ῥῆμα τὸ μνησικακεῖν.

<!-- 2.433,19 -->βασιλέα τῶν Λακεδαιμονίων.

<!-- 2.433,20 -->ἀμφοτέροις Θηβαίοις καὶ Λακεδαιμονίοις.

<!-- 2.434,12 -->ἐκείνων λείπει ἡ ὑπέρ.

<!-- 2.435,4 -->αὐτοῖς τοῖς Θηβαίοις.

<!-- 2.437,7 -->ἐπʼ ἀνίσων πραγμάτων.

<!-- 2.437,20 -->ἄξιον δʼ ἐξετάσαι ἐκ τοῦ ἐλάττονος τὸ ἐπιχείρημα.

<!-- 2.438,6 -->παρεκλέγειν παρεκλέγω, ἀντὶ τοῦ πλέον σε ἀπαιτῶ τοῦ νενομισμένου.

<!-- 2.440,14 -->ἀλλʼ οὐ διὰ τοῦτʼ ἐπʼ αὐτοὺς ἡ ἀντίληψις ἀντεγκληματική· διὰ τί γὰρ αὐτοὶ καθʼ ἡμῶν συνεστρατεύοντο; λύσις δὲ ἐν ταύτῃ τῇ προαιρέσει· ἐποίησαν οὐ βουλόμενοι δίκην ὑπὲρ ἡμῶν λαβεῖν, ἀλλὰ τοῦ πλείονος ὀρεγόμενοι.

<!-- 2.442,5 -->ἀλλʼ ἐπειδήπερ ἐνταῦθα ἐγενόμην διλήμματον τὸ νόημα.

<!-- 2.445,8 -->τῶν δὲ παρόντων πραγμάτων οὔ φημι δεῖν ἐκκρουσθῆναι ἐγχαλάσαι. ὁ δὲ νοῦς ὅλος οὗτος· φημὶ ἐγὼ ἐγχαλάσαι Λακεδαιμονίους, εἰ καὶ βέβληνται τοῖς κακοῖς· οὔπω γὰρ, φησὶν, οὕτω βέβληνται ὥστε ἑαυτοὺς καὶ ἐλέου δεῖσθαι.

<!-- 2.445,22 -->καὶ δικαιότερον δήπουθεν ἐπίλογοι ἐντεῦθεν κατὰ Ἀθανάσιον.

<!-- 2.446,2 -->ἥσθην δʼ ἐφʼ οἷς Ἡρακλέους δεῖξαι βούλεται ἐνταῦθα ὅτι αἱ πρὸς τοὺς Ἡρακλείδας εὐεργεσίαι κοιναί εἰσι Λακεδαιμονίων καὶ Θηβαίων· Θηβαῖος γὰρ ὁ Ἡρακλῆς.

<!-- 2.446,15 -->ἂν γὰρ ἐπεξελθόντες τῷ πολέμῳ ἐπειδὴ ἄνω εἶπεν ὅτι οὐκ αἰσθάνονται τῶν εὐεργεσιῶν Λακεδαιμόνιοι, καλῶς νῦν λέγει ὅτι μόλις ὁ τοιοῦτος καιρὸς παιδεύει αἰσθάνεσθαι τῶν εὐεργεσιῶν.

<!-- 2.447,8 -->οἶμαι τοίνυν κἀκεῖνο δεῖν ἐπίλογοι ἐντεῦθεν κατὰ Ζώσιμον. φοβῆσαι τοὺς Ἀθηναίους τοῦ λοιποῦ βούλεται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: yds-aah`.
