---
title: "Scholia on Aelius Aristides: Leuctric Oration I"
author: Scholia on Aelius Aristides
eul_wid: yds-aag
eul_aid: yds
canonical: "https://eulogikon.org/works/scholia-aelius-aristides-leuctric-oration-i-yds-aag"
lang: grc
content_hash: "sha256:e89a8e934ae584cd52e35a7efd06d23fa10df34bed54fcab6eb9091084fe6c3e"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Aelius Aristides: Leuctric Oration I

**Author:** Scholia on Aelius Aristides

**eul_wid:** `yds-aag` · [HTML page](https://eulogikon.org/works/scholia-aelius-aristides-leuctric-oration-i-yds-aag)

## Text

ΛΕΥΚΤΡΙΚΟΣ Αʹ.

<!-- 1.407,5 -->πρὸς τοὺς ἑτέρους τοὺς Λακεδαιμονίους.

<!-- 1.407,6 -->ταῦθʼ ὑπειπὼν καὶ τὸ ποτέρους ὁμοῦ σημανῶ εἰπὼν, φησὶ, πρώτας τὰς αἰτίας, διʼ ἃς ἀπέκλινα πρὸς τοὺς ἑτέρους, τότε λέγω καὶ πρὸς τίνας ἀπέκλινα, τουτέστι λέξω τὴν προσηγορίαν, ὧν τὴν συμμαχίαν προκέκρικα.

<!-- 1.407,7 -->ἐγὼ δὴ βούλομαι Θηβαίους ἐντεῦθεν τινὲς τὸ συμφέρον.

<!-- 1.407,9 -->εἰ μὲν οὖν ἐν ἴσῳ καθειστήκεσαν τουτέστιν ἀμφότεροι ὄντες ἀκέραιοι, ἤγουν τὴν συμμαχίαν ἐκείνην ἐπηνώρθουν. οὐδὲν ἂν ᾤμην εἶναι πρᾶγμα δυσχερές.

<!-- 1.407,11 -->εἰ μὲν οὖν ἄλλο μέν τι ποιοῦντας ἐκείνην ἐπανορθοῦν, ἄλλο δὲ ταύτην καταλύειν ἔδει ἐκείνην, τὴν Λακεδαιμονίων· ἄλλο δὲ ταύτην τὴν Θηβαίων καταλύειν ἔδει· οἷον ἔδει πρῶτον Λακεδαιμονίους ἐπανορθώσασθαι· καὶ οὕτω μετὰ ταῦτα χωρῆσαι εἰς τὸ καταλῦσαι Θηβαίους.

<!-- 1.407,15 -->αὐτοὺς τοὺς Θηβαίους. τοῖς πρὸς αὑτοὺς πράγμασι συνέξεσθαι ἀντὶ τοῦ συνέχεσθαι εἰς τὸν κατʼ ἀλλήλων πόλεμον.

<!-- 1.407,16 -->τῶν ἑτέρων Λακεδαιμονίων. ἐκ δὲ τούτων ἀποφαίνω τῶν λογισμῶν συμβουλεύω, φησὶν, ἐγὼ βοηθῆσαι μὲν ὑμᾶς ἐλάττοσιν, ἐξισώσαντας δὲ αὐτῶν τὴν δύναμιν πρὸς τοὺς ἰσχυροτέρους, τότε ἀποστῆναι, καὶ μηδετέροις βοηθεῖν. ἐντεῦθεν δέ τινές φασιν εἶναι τὸ νόμιμον.

<!-- 1.408,2 -->ἑστήξειν ἑδραιώσειν.

<!-- 1.408,3 -->τὸ δʼ ὑμέτερον πρόχειρον ἀπὸ τοῦ δικαίου ἡ ἀντίθεσις, ὅτι οὐ δίκαιον βοηθεῖν τοῖς ἡμᾶς ἀδικήσασιν.

<!-- 1.408,9 -->ἀλλὰ μὴν τόν γε ἀναμνήσοντα ἂν ὑμᾶς ἀντίθεσιν λαμβάνει, ὥς τινων λεγόντων· πῶς ἔχει μὲν Λακεδαιμονίοις βοηθῆσαι τοῖς τοσαῦτα καθʼ ἡμῶν εἰργασμένοις ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου. ἔλυσε δὲ αὐτὴν μεταστατικῶς πρῶτον μὲν ἐπὶ καιρῶν τὴν αἰτίαν ἀνενεγκὼν, ἔπειτά φησιν ὅτι, εἴ τι πεποιήκασι Λακεδαιμόνιοι εἰς ἡμᾶς, ἔλαττον Θηβαίων ἐξήμαρτον· πεισθέντες γὰρ Θηβαίοις ἐποίησαν· ὁ δὲ πείσας τοῦ πεισθέντος πικρότερος.

<!-- 1.408,11 -->οἶμαι μὲν οὐ Σάμιοι κατὰ ἦθος τούτους ὠνόμασεν, ἐπειδὴ Σάμιοι μόνοι ἐν τῷ πολέμῳ οὐκ ἀπέστησαν· ἐν γὰρ τῇ δʹ ἱστορίᾳ ἔχομεν Λακεδαιμονίους πρεσβευομένους πρὸς Ἀθηναίους περὶ καταλύσεως τοῦ πολέμου, ὅτε καὶ τὰ κατὰ Πύλον. καὶ κατὰ μὲν τὴν ἀλήθειαν Ἀθηναῖοι οὐκ ἠνέσχοντο, ὁ δὲ Ἀριστείδης λέγει ὅτι ὑπὸ Θηβαίων Λακεδαιμόνιοι κατεκωλύθησαν.

<!-- 1.408,13 -->τοῖς μὲν Λακεδαιμονίοις.

<!-- 1.408,14 -->τοῖς δὲ Θηβαίοις.

<!-- 1.408,16 -->ἀποκρῖναι ἀποχωρῆσαι, ὅ ἐστιν ἀλλοτριῶσαι τῶν ἐγκλημάτων.

<!-- 1.408,17 -->ὁ μάλιστʼ ἂν ἐξετάζων ἀντὶ τοῦ ὁ ἀκριβῶς δυνάμενος σκοπῆσαι τὰ πράγματα. τὸ δὲ χειρίστων ἀντὶ τοῦ δεινῶν.

<!-- 1.408,19 -->εὑρήσομεν γὰρ τὰ μὲν Θηβαίοις τεχνικῶς πάνυ μετὰ τὸ ἀποδεῖξαι πρῶτον ὅτι κοινὰ τὰ ἐγκλήματα, τότε λοιπὸν κατασκευάζει ὅτι καὶ μείζω τὰ τῶν Θηβαίων ἐγκλήματα, καὶ λέγει ἃ καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας.

<!-- 1.408,20 -->φεύγω τοὔνομα προσθεῖναι τῇ βλασφημίᾳ ἔμελλεν εἰπεῖν τῶν Ἀθηναίων, ἀλλὰ διὰ τὸ βλάσφημον τὸ ὄνομα ἀπεσιώπησεν. ἔχομεν δὲ αὐτὸν πάλιν τὸν Ἀριστείδην λέγοντα ὅτι Μαρδόνιος διʼ Ἀλεξάνδρου τοῦ φιλέλληνος πρὸς Ἀθηναίους ἐπρεσβεύσατο, τὴν χώραν αὐτοῖς ἀποδιδοὺς, καὶ πολλὰ ὑπισχνούμενος, ἂν ὑπακούσωσι.

<!-- 1.409,2 -->τὰ δʼ αὖ Λακεδαιμονίοις δόξαντα ταῦτʼ ὄντα Λακεδαιμόνιοι γὰρ νικήσαντες Ἀθηναίους ψῆφον προέθεντο τοῖς συμμάχοις, τί δεῖ παθεῖν αὐτούς. καὶ Θηβαῖοι μὲν εἶπον μηλόβοτον γενέσθαι τὴν Ἀττικὴν, Φωκεῖς δὲ, μὴ ἑτερόφθαλμον ποιήσετε τὴν Ἑλλάδα· Λακεδαιμόνιοι οὖν Φωκεῦσιν ἐπείσθησαν.

<!-- 1.409,5 -->ὑπέστησαν τοῦτο τὸ ἔργον καλῶς τὸ ὑπέστησαν, ἵνα τὸ δυσχερὲς δείξῃ τοῦ πράγματος.

<!-- 1.409,6 -->τί λοιπὸν ἦν ἐν μέσῳ, ἢ ζητεῖν νῦν τοὺς Θηβαίους, οὕστινας καλέσουσι κατὰ τούτων ὡσανεὶ ἔλεγε, τί ζητοῦσιν οὖν οὓς ἡ παρʼ ἐκείνων ψῆφος ἀπώλεσε.

<!-- 1.409,8 -->συγγνώμης ἴσως μετὸν εὑρήσει ὅτι οἱ μὲν ἄξια συγγνώμης ἥμαρτον, οἱ δὲ οὔ.

<!-- 1.409,9 -->εἴ τι ὕστερον ἠγνωμόνησαν ὅτε ὕστερον τοῦ πολέμου μετὰ τὰ ἐν Αἰγὸς ποταμοῖς κατέσκαψεν αὐτῶν τὰ τείχη, καὶ κατέστησεν αὐτοῖς τοὺς τυράννους.

<!-- 1.409,13 -->καὶ μὴν εἴ τις τούτων μὲν παρεληλυθέναι ἐπὶ τοῦ δικαίου —— Λακεδαιμόνιοι οὐ μόνον ἡμᾶς τὸ πρῶτον ἠδίκησαν, ἀλλὰ καὶ νῦν Θηβαίους ἀλόγως ἐπὶ τὴν ἐκείνων στρατεύσαντας, διεῖλεν εἰς δύο χρόνους τὰ τῶν Λακεδαιμονίων ἐγκλήματα, καὶ ἔλυσεν ἑκάτερα.

<!-- 1.410,1 -->οὐχ ἡμῶν ἐποιοῦμεν ἴδιον. ἐπεὶ δὲ ταύτην μὲν ἀπειλήφασι τὴν Λακεδαίμονα οἱ Θηβαῖοι.

<!-- 1.410,3 -->τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν τοῦτο δύναται ἐμφαντικῶς ἔλαβε τὸ ὄνομα ἐνταῦθα· τῶν γὰρ ἰσχυροτέρων κρατήσαντες εὐχερῶς καὶ τὸ λοιπὸν τῶν Ἑλλήνων κρατήσουσιν.

<!-- 1.410,7 -->τοῦτο τῶν Λακεδαιμονίων. ἐκείνου τῶν Θηβαίων.

<!-- 1.410,10 -->πεμψάντων ἀμφοτέρων περὶ βοηθείας.

<!-- 1.410,12 -->ὅτε μὲν γὰρ καθίστατο ὁ πόλεμος, τοῖς ἀδικουμένοις συλλαμβάνειν ἐκέλευον ἂν οὕτω, φησὶ, σπουδαίως ἔλεγον ὅτι Θηβαίοις δεῖ βοηθεῖν, ὥστε μηδὲ βουλεύσασθαι· ἀδικουμένοις γὰρ καὶ οὐκ ἀδικοῦσιν συνεμαχέσατο.

<!-- 1.410,20 -->ἀδίκου βοηθείας.

<!-- 1.410,21 -->ἔπειτα, οὐδʼ εὔλογον φυγόντας ἂν—τούτοις νῦν ὑπομεῖναι τὸ σχῆμα καθʼ ὑπόθεσιν· εἰ ᾔτησαν ἡμᾶς, φησὶ, τότε Λακεδαιμόνιοι, ἵνα συγκαταδουλώσωμεν τοὺς Θηβαίους, ὑπεσχόμεθα ἂν αὐτοῖς. ὥσπερ οὖν τοῦτο κἂν ἐποιήσαμεν, οὕτως οὐδὲν αὖ ἡμᾶς δεῖ τοῦτο τὸ ἄτοπον ποιῆσαι, καὶ συγκατασκάψαι Λακεδαιμονίους. ὅρα πῶς οἰκείως ἐχρήσατο ταῖς λέξεσιν, ἐπὶ μὲν Θηβαίων δουλείαν, ἐπὶ δὲ Λακεδαιμονίων ἀναίρεσιν.

<!-- 1.411,1 -->τούτοις τοῖς Θηβαίοις.

<!-- 1.411,5 -->ἦλθον ἐπὶ Θηβαίους Λακεδαιμόνιοι πάλιν ἀνθυποφορὰ ἀντεγκληματική. ἡ δὲ λύσις κατὰ περιτροπὴν ἐν διλημμάτῳ, εἰ μὴ τέθεικας αὐτό. νοεῖται γὰρ ἔξωθεν οὕτως· εἰ μὲν δίκαια ἐποίησαν ἐκδόντες, οὐ δεῖ ἐγκαλεῖν αὐτοῖς· εἰ δὲ ἄδικα, οὐ δεῖ μιμεῖσθαι τὸ κακόν.

<!-- 1.411,10 -->τὸν δυστυχήσαντα Δημοσθενικῶς ἐπὶ τὴν τύχην ἀνάγει τὰ ἁμαρτήματα.

<!-- 1.411,18 -->ἀφεστᾶσι δʼ οἱ σύμμαχοι καταχρηστικῶς εἶπε τὸ ἀφεστᾶσιν, ἀντὶ στασιάζουσι. τὸ γὰρ ἀφίστασθαι ἐπὶ ὑπηκόων, τὸ δὲ στασιάζειν ἐπὶ συμμάχων.

<!-- 1.411,21 -->τέλειον τὸν τῶν ἀντιπάλων ὄλεθρον οὐκ εἶπεν ἀτυχίαν, ἀλλὰ τελείαν ἀπώλειαν.

<!-- 1.412,3 -->καὶ θαυμάτων μετά. ὅσῳ γὰρ ἂν ἐκείνην μᾶλλον μέμφοισθε, τοσούτῳ προθυμότερον σωστέον αὐτούς ἐστιν ὑμῖν νυνὶ ἐνταῦθα ἀπὸ τοῦ πράγματος ἐλέγχει τὸ ἄτοπον· ὅσῳ γὰρ μεῖζον τὸ ἑκουσίως τοῦ ἐξ ἀνάγκης, καὶ πρᾶξαι τοῦ γράψαι, καὶ τὸ τοὺς πλησίον προδοῦναι τοῦ τοὺς πόρρω καταλιπεῖν, τοσοῦτον ἡμεῖς μᾶλλον ἁμαρτάνομεν Λακεδαιμονίους παραδιδόντες Θηβαίοις ἢ Λακεδαιμόνιοι τοῖς Πέρσαις τοὺς Ἴωνας.

<!-- 1.412,6 -->οὔτε γὰρ δήπουθεν ὅλως Λακεδαιμονίοις ἡ λέξις ἀπὸ τῆς τῶν ῥητῶν διαφορᾶς· τὰ δὲ ἑξῆς συγγνωμονικῶς.

<!-- 1.412,10 -->οὔθʼ ὅμοιον εἰς ἀνάγκην κατακλεισθέντας πάντα ἐμφαντικῶς δεῖ νοεῖν.

<!-- 1.412,12 -->βαρὺ καὶ δεινὸν ἡγεῖσθαι.

<!-- 1.412,13 -->Θηβαίοις μετὰ Θηβαίων. καλῶς τοῖς Θηβαίοις τοῖς εὐτελεστέροις ἡμῶν.

<!-- 1.412,19 -->τῆς εἰς Ἁλίαρτον ἐξόδου ἐκεῖ γὰρ μετʼ αὐτῶν τοῖς Λακεδαιμονίοις συνέβαλον. οὐκοῦν ἄτοπον, εἰ φίλους τοὺς τότε ἀντίθεσις πάλιν ἀπὸ τοῦ δικαίου· ἀλλʼ οὐ δίκαιον, φησὶ, προδοῦναι τοὺς φίλους. ἔτι τῆς ἀντιθέσεώς εἰσι ταῦτα.

<!-- 1.413,3 -->καὶ οὐδὲν ἐκώλυσεν ὑμᾶς τὰ ὑπάρχοντα ἐναντιώματα δοκεῖ τὸ αὐτὸ νόημα εἶναι τῷ πρώτῳ· διαφέρει δὲ, ὅτι ἐν μὲν ἐκείνῳ εἶπεν ὅτι οὐκ ἔστιν ἐναντίον ἡ γενομένη συμμαχία τῇ νῦν βοηθείᾳ, ἐνταῦθα δὲ ὑπερβολὴν λέγει, ὅτι οὐ μόνον ἐναντιοῦται, ἀλλὰ καὶ ἀναγκάζει.

<!-- 1.413,4 -->ταῦτα ἅπερ Λακεδαιμόνιοι ὑπερβάλλονται.

<!-- 1.413,15 -->ἴσως μεταβάλλεσθαι μὲν ἐδόξατʼ ἂν ἐκ τοῦ ἐναντίου προτρέπει τὸ νόημα, ὅτι Θηβαίοις ἀδικοῦσι νῦν εἰ συμπράξετε, τότε δοκεῖτε μεταβαλέσθαι· ἀδικουμένοις γὰρ τὸ πρῶτον ἐβοηθήσατε· οὐκοῦν καὶ Λακεδαιμονίοις ἀδικουμένοις νῦν συμμαχῆσαι τὸ δίκαιον. εἰκότως δέ γε πλείω λόγον τῆς ὑμετέρας αὐτῶν δόξης ἢ τῆς ἐκείνων χάριτος ποιούμενοι ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος, ὅτι ἀδοξοῦμεν, ἐὰν Λακεδαιμονίοις προσθώμεθα, καὶ τὴν Θηβαίων συμμαχίαν καταλείψωμεν· τὸ γὰρ ἄδοξον μέρος ἐστὶ τοῦ συμφέροντος.

<!-- 1.414,4 -->ἄνθρωπε, ἀκολουθῶ εἴποι ὁ κυβερνήτης. μετὰ γὰρ τοῦ φέροντος καιροῦ.

<!-- 1.414,14 -->ἀκούω δὲ καὶ πάλαι ποτὲ ὑπὲρ τὰ Μηδικὰ διὰ παραδειγμάτων βούλεται παρασκευάσαι ὅτι πείσονται Θηβαῖοι τῇ πρεσβείᾳ ἡμῶν. ταύτης δὲ ἱστορίας μέμνηται καὶ ἐν τῷ Παναθηναϊκῷ, λέγων· τριῶν ἐθνῶν τῶν μεγίστων ἐν τοῖς Ἕλλησιν ἐπιθεμένων τῇ πόλει. τὸ μὲν αὐτῷ φυγῆς τιμῆσαν ἀπῆλθε τὸ δαρεικὸν, Βοιωτοὶ δὲ ἐν χερσὶν ἡττῶντο. μέλλοντες γὰρ συμπλέκεσθαι Ἀθηναῖοι καὶ Θηβαῖοι διελύσαντο Κορινθίων αὐτοὺς διαλλαξάντων.

<!-- 1.414,19 -->παρὸν ἡμῖν ἀντὶ τοῦ ἐξουσίας οὔσης. ἐνταῦθα ἡ ἀπόδοσις.

<!-- 1.415,1 -->ταῦτα πρὸς ὑμᾶς ἐᾶτε τοὺς ῥήτορας λέγειν δηλονότι.

<!-- 1.415,2 -->τὰ μὴ ἡμέτερα τὸ μὴ τοῖς ἀδικουμένοις βοηθεῖν, ἀλλὰ τοῖς ἀδικοῦσι.

<!-- 1.415,3 -->εἰ οἷόν τε τὸ εἰ οἷόν τε προσέθηκεν, ἵνα διὰ τῆς λέξεως τὴν ὁμοιότητα αὐτῶν ἐνδείξηται, ὅτι φύσει πονηροὶ καθεστήκασι.

<!-- 1.415,4 -->τοὺς ἀποφεύγοντας Θηβαίους ἀποφεύγοντας λέγει τοὺς παραιτουμένους.

<!-- 1.415,10 -->ἐπὶ τῇ κοινῇ προφάσει διττή ἐστι καὶ ἡ γραφὴ καὶ ἡ ἐξήγησις, ἢ γὰρ κοινή ἐστιν ἀντὶ τοῦ ἐπὶ τῇ τῆς κοινῆς ἔχθρας προφάσει. λέγουσι γὰρ ὅτι καὶ ὑμῶν καὶ ἡμῶν εἰσιν οἱ Λακεδαιμόνιοι πολέμιοι· ἢ ἐπὶ τῆς κοινῆς, ἀντὶ τῆς καταδουλώσεως.

<!-- 1.415,11 -->πᾶν τοὐναντίον κωλύσωμεν κατασκάψαι Λακεδαίμονα· ὅτι καὶ ἐξ ἀρχῆς τῇ ἐλπίδι αὐτῇ ἐβοηθήσαμεν αὐτοῖς, ἵνα κατασκάψωμεν Λακεδαίμονα.

<!-- 1.415,20 -->ὅσαι μὲν γὰρ καὶ δάκρυσι τοὺς Λακεδαιμονίους ἐθρήνησαν ἀκούσαντες, μεμνημένος οὐκ ἐρῶ ἐπειδὴ ὑπερβολῇ τῆς φιλανθρωπίας τῶν Ἀθηναίων. λέγει ὁ Ξενοφῶν ἐν ταῖς Ἑλληνικαῖς ὅτι νικήσαντες οἱ Λακεδαιμόνιοι ἐν Αἰγὸς ποταμοῖς ἐστρατεύσαντο κατὰ Ἀθηναίων, πάλιν τὰ τείχη καταβαλεῖν βουλόμενοι, καὶ τοὺς τριάκοντα αὐτοῖς καταστῆσαι τυράννους, ὅτε καὶ Θηβαῖοι παρεῖναι οὐκ ἐθέλησαν.

<!-- 1.416,3 -->οὐκ ἔστι ταῦτα ἐπὶ τῶν ὁμο——— πραγμάτων οὐδὲ χρῄζει. ἐπειδὴ οὖν ——ξεν ἀγωνιστικῶς. λέγειν οὐκ ἔστι ταῦτα. λοιπὸν καὶ τοῦτο αὐτὸ ἀναιρεῖ, ἵνα μὴ ποιήσῃ αὐτὸ ἀμφίβολον, καὶ φησὶν ὅτι πάνυ ἴδιον τὸ λέγειν ὅτι οὐκ ἔστιν· ἡ γὰρ ἀντίθεσις ἀπὸ τοῦ δικαίου· ἀλλʼ οὐ δίκαιον λυπῆσαι Θηβαίους τοὺς εὐεργέτας ἡμῶν. ὅρα, πῶς ἄριστα τὴν διοίκησιν ἐποιήσατο τοῦ λόγου· πρῶτον γὰρ ἀποδείξας ὅτι οἱ μὲν ἐχθροὶ, οἱ δὲ οὒ, μεταβαίνει λοιπὸν εἰς τὸ ἀποδεῖξαι ὅτι οἱ μὲν εὐεργέται, οἱ δὲ οὐκ εὐεργέται· ὥσπερ ὁ Δημοσθένης ἐν τῷ περὶ στεφάνου· ἐλευθερώσας γὰρ αὐτὸν πρῶτον τῶν ἐγκλημάτων μεταβαίνει ἐπὶ τὸ λέγειν τὰς εὐεργεσίας.

<!-- 1.416,4 -->ὃ οὔτε εἰς Μεγαρέας διέβη—τοὺς νῦν ἀθλίους Λακεδαιμονίους τεχνικῶς πάλιν τοὺς εὐτελεῖς τῶν Ἑλλήνων παρέλαβε, καὶ τοὺς πάνυ γενομένους εἰς παράδειγμα· καὶ ἠρκέσθη τούτοις τοῖς δύο, ἵνα διὰ τῶν ἄκρων πάντας σημάνῃ τοὺς Ἕλληνας.

<!-- 1.417,5 -->καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰπεῖν κατοκνήσω ἐνταῦθα ἡ ἀντιπαράστασις, ὅτι εἰ καὶ εὐηργέτησεν, ἀλλὰ μείζους ἔλαβεν ἀμοιβάς· ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους περὶ Χαριδήμου.

<!-- 1.417,6 -->μᾶλλον δὲ τῷ παντὶ τῷ ὅλῳ καὶ παντὶ παρῴδησε.

<!-- 1.417,9 -->ἢ καὶ δέξασθαι τοὺς ἐκπεσόντας διὰ Θρασύβουλον λέγει· δημοτικὸς ὢν οὗτος ἔφυγεν ἐπὶ τῶν τριάκοντα πρὸς αὐτούς.

<!-- 1.417,11 -->Λύσανδρον ἀπεκτείναμεν Λύσανδρος οὗτος Λακεδαιμονίας στρατηγὸς, ὃς καὶ τὰς ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας ἐνίκησε.

<!-- 1.418,21 -->οὔτε τὰ τείχη τὸν ἀναστήσαντα εἴχετέ πω εἰς Κόνωνα αἰνίττεται.

<!-- 1.419,6 -->οὗ τοῦ εὐδοκιμεῖν Θηβαίους ἀνθʼ ὑμῶν.

<!-- 1.419,15 -->τοὺς ὁμοῦ τι καὶ διʼ αὐτοὺς μισοῦντας Λακεδαιμονίους, καὶ διʼ ἡμᾶς, ὅτι ἡμῶν τότε ἐφείσαντο καὶ οἴκοθεν μισοῦσι Λακεδαιμονίους, ἀλλὰ καὶ διʼ ἡμᾶς, ὅτι ποτὲ οὐκ ἐπείσθησαν αὐτοῖς ἐπὶ τῷ κατασκάψαι τὴν πόλιν. τοῦτο θέλει εἰπεῖν, ὅτι καὶ αὐτοὺς Λακεδαιμονίους μισοῦσιν οἱ Θηβαῖοι καὶ διʼ ἡμᾶς πάλιν μισοῦσιν, ὥστε εἰκὸς αὐτοὺς ἀμφοτέρων χάριν κολάσαι αὐτούς.

<!-- 1.419,16_18 -->οὐ τοίνυν οὐδὲ φοβηθῆναί μοι— ἐὰν σωθῶσιν ἡ ἀντίθεσις πάλιν ἀπὸ τοῦ συμφέροντος, ὅτι συμφέρει ἡμῖν τὸ μὴ βοηθῆσαι Λακεδαιμονίοις· εἰ γὰρ βοηθήσαιμεν, δέος ἐστὶ μὴ σωθέντες καθʼ ἡμῶν πάλιν στρατεύονται.

<!-- 1.420,9 -->συσχεθεὶς ἡττηθείς.

<!-- 1.420,20 -->μήτʼ αὐτοῖς Λακεδαιμονίοις.

<!-- 1.421,4 -->ἐγὼ μὲν οὐκ ἐπινοῶ πᾶς γιγνόμενος τουτέστι πᾶσαν ἐπίνοιαν κινῶν οὐχ εὑρίσκω ὅτι ὑπὲρ τοῦ μιμεῖσθαι παρʼ ἡμῶν ποιοῦσιν ἡμῖν ταῦτα οἱ Λακεδαιμόνιοι. πᾶς παντοδαπός.

<!-- 1.421,10 -->σκεψώμεθα ὁ καὶ τὰ Θηβαίων ἐξετάσας τοὺς Λακεδαιμονίους, καὶ δείξας ὅτι, ἐὰν σωθῶσιν, οὐ στρατεύονται καθʼ ἡμῶν, — οὔτε γὰρ θέλουσιν οὔτε δύνανται — ἀντεξετάζει καὶ τοὺς Θηβαίους, καί φησιν ὅτι, ἐὰν νικήσωσι Λακεδαιμόνιοι, πάντως ἥξουσιν ἐφʼ ἡμᾶς. κατασκευάζει δὲ τοῦτο ἐκ τῆς περὶ τοῦ ἄρχειν ἐπιθυμίας τοῦ στρατοῦ καὶ τοῦ ναυτικοῦ.

<!-- 1.421,17 -->εἶτʼ παρέλκεται.

<!-- 1.423,6 -->καὶ μὴν οὐδʼ ὅμοιον Λακεδαιμονίοις ἀπὸ τοῦ ἐνδόξου καὶ ἀδόξου ἡ διαφορά.

<!-- 1.423,17 -->ἃ μὲν τοίνυν οἱ μηδετέροις οἰόμενοι δεῖν βοηθεῖν ἐντεῦθεν ἡ τρίτη γνώμη τοῦ συμβουλεύοντος· καὶ ταύτην λέγουσι τριπλῆν πραγματικὴν εἶναι· ὁ —— ἔχωμεν γνώμας, ὥσπερ ἐνταῦθα· ἡ μὲν συμβουλεύει Λακεδαιμονίοις βοηθεῖν, ἡ δὲ Θηβαίοις, ἡ δὲ μηδετέροις. ὁ αὐτὸς οὖν νῦν διαβάλλων τὴν ὑπὲρ Θηβαίων διαβάλλει καὶ τὴν λέγουσαν μηδετέροις βοηθεῖν.

<!-- 1.423,18 -->ἃ δʼ οἱ τοὺς Θηβαίους ἑλέσθαι κελεύοντες ὑπερβολῇ κέχρηται· λέγει γὰρ Θηβαίοις βοηθῆσαι μᾶλλον ἢ μηδετέροις.

<!-- 1.423,20 -->ἐπασκήσητε αὐξήσητε.

<!-- 1.424,10 -->ὥσπερ Σέριφον τὸν Θρᾷκα εὐτελέστατον.

<!-- 1.424,22 -->τοὐπίγραμμα τοῦ Μαραθῶνι τροπαίου καίτοι οὐ παρεγένοντο Λακεδαιμόνιοι εἰς τὴν κατὰ Μαραθῶνα μάχην· πῶς οὖν ἦσαν γεγραμμένοι ἐν τῷ τροπαίῳ; λέγομεν ὅτι τιμῶντες αὐτοὺς Ἀθηναῖοι ἀνέγραψαν ὡς κοινωνήσαντας.

<!-- 1.425,2 -->ἃ μεθʼ ὧν ἐκτησάμεθα, οὐχ ὅσιον προέσθαι νῦν, οὐδὲ συνεξελεῖν τούτοις, ἐφʼ οὓς τότε κοινωνοὺς εἴχομεν ὁ νοῦς οὗτος· οὐ δίκαιόν ἐστι νῦν συνεξελθεῖν Θηβαίοις Λακεδαιμονίους, καθʼ ὧν Θηβαίων Λακεδαιμονίους εἴχομεν κοινωνούς. λέγει δὲ ἐν τῷ Περσικῷ πολέμῳ ὅτι μετὰ Μήδων ἦσαν οἱ Θηβαῖοι.

<!-- 1.425,8 -->ἀλλὰ μὴ τοῦ Λακεδαιμονίου συμβεβηκὸς ὑπάρχειν σοφίζεται· τὸ γὰρ τῶν Φωκέων εὐεργέτημα ὡς Λακεδαιμονίων λέγει.

<!-- 1.425,14 -->Κίμωνος εἰς Ἰθώμην ἄφιξις μέμνηται καὶ Θουκυδίδης· τῶν γὰρ Εἱλώτων ἐπαναστάντων τοῖς Λακεδαιμονίοις, ἐπρεσβεύσαντο πρὸς Ἀθηναίους περὶ συμμαχίας· οἱ δὲ ἔπεμψαν στρατηγὸν Κίμωνα. Τυρταίου πρὸ Κίμωνος εἰς Σπάρτην Τυρταῖος οὗτος ποιητὴς, ὃς ἐλθὼν εἰς Σπάρτην ὀλίγον πρὸς Κίμωνος λαβὼν μελιτηνοὺς παρώξυνε Λακεδαιμονίους εἰς πόλεμον.

<!-- 1.425,20 -->μὴ τοίνυν, ἂν μέν τις τοὔνομα τὸ Λακεδαιμονίων τὸ νόημα ἀπὸ τοῦ ἐλάττονος.

<!-- 1.426,5 -->ἐὰν δὲ συμβῇ τοῦτʼ αὐτὸ, ὃ λέγω ἐπειδὴ ᾔσθετο τῆς ταυτολογίας, — τὸ γὰρ αὐτὸ πάλιν εἰπεῖν ἔμελλε — θεραπεύει αὐτὸ τῇ μικρᾷ προσθήκῃ, εἰπὼν τοῦτο, ὃ λέγω.

<!-- 1.426,8 -->ἀναιρεῖν; οἷς ὑμᾶς οὐκ ἔδοξεν; ἆρά γε, φησὶ, τολμᾶτε εἰπεῖν Λακεδαιμονίους ἀναιρεθῆναι, οἷς Λακεδαιμονίοις ἔδοξε μὴ ἀναιρεθῆναι ἡμᾶς.

<!-- 1.426,10 -->οὐκ ἂν παρέλθοιμι τὸ τῶν Ἀργείων ἐκείνων τὸ ἐπὶ Ἐτεοκλέους καὶ Πολυνείκους, ὅτι συνεμάχησαν τοῖς Ἀργείοις οἱ Ἀθηναῖοι, τῶν Θηβαίων μὴ συγχωρούντων αὐτοὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.

<!-- 1.426,16 -->ἔσχετε, ὦ Ἀθηναῖοι ἐπίλογοι ἐπιλόγων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: yds-aag`.
