---
title: "Lexicon: Letter Θ"
title_greek: "Λεξικόν, Θ"
author: Pseudo-Zonaras
eul_wid: yem-aah
eul_aid: yem
canonical: "https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-theta-yem-aah"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:b5d4b7172f417033e932fec8e00cc92da308fcbe0246b8099c5ae7e48f35a594"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon: Letter Θ

*Λεξικόν, Θ*

**Author:** Pseudo-Zonaras

**eul_wid:** `yem-aah` · [HTML page](https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-theta-yem-aah)

## Text

<!-- θ.1019 -->

Θ. Τὸ Θ μετὰ τοῦ Α. — Ἀρσενικόν. —

Θάκος. καθέδρα, θρόνος. ὁ καὶ θῶκος. παρὰ τὸ θῶ, τὸ τιθῶ, θῶκος καὶ θάκος. <!-- θ.1020 -->Θαλαμηπόλος. ὁ περὶ τὸν θάλαμον ἀναστρεφόμενος. Θάλαμος. θάλπαμος τὶς ὢν, παρὰ τὸ θάλπειν. ἔστι δὲ οἶκος ἢ κοιτών. καὶ θαλάμη. Θαλάμιος. ὁ πρὸς τῇ πρώρᾳ καθήμενος. <!-- θ.1021 -->Θαῤῥαλέος. ἀνδρεῖος. Θαλερός. ἀκμαῖος, ἰσχυρὸς, νέος, ἢ ὁ ἁπαλός. καὶ θαλερὸν δάκρυ. τὰ γὰρ θάλλοντα φύλλα ἁπαλά. Θάνατος. χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος, ἢ στοιχείων διάζευξις, ἢ βίου λύσις, ἢ φροντίδων ἀπαλλαγὴ, ἢ ἄδηλος πορεία, ἢ τέλος παντὸς ζώου. Θάνατος Χριστοῦ ἐστι τῶν σαρκικῶν παθῶν νέκρωσις καὶ πάσης δαιμονικῆς ἐνεργείας ἀφάνισις ἀρίστη. θάνατος δὲ παρὰ τὸ τείνω, τάνατος καὶ θάνατος, ὁ τείνων τὸ σῶμα, ἢ ὅτι τάνατός ἐστιν ὁ ἐπὶ πάντας ἑαυτὸν διατείνων. ἢ παρὰ τὴν ἄτην, ὃ σημαίνει τὴν βλάβην, γίνεται ἄνατος καὶ θάνατος. Θαρσεῖς. τοὺς Καρχηδονίους λέγει τοὺς πρὸς τὸ βόρειον μέρος κειμένους. θαρσεῖς καὶ οἱ ἀνδρεῖοι. Θαλλοί. τὰ εἰς τὰς σπυρίδας ἐπιτήδεια. <!-- θ.1022 -->Θαμάλωπες. οἱ ἡμίφλεκτοι ἄνθρακες. θάμψαι γὰρ τὸ καῦσαι. Θαιροί. οἱ στροφεῖς τῆς θύρας. Θάμνος. φυτὸν πολύκλαδον ἀπὸ ῥίζης.

— Θηλυκόν. —

Θαλυσίαι. αἱ τῶν καρπῶν ἀπαρχαί. Θάλεια. εὐωχία. πανήγυρις. καὶ ὄνομα Μούσης. παρὰ τὸ θάλλειν τοὺς εὐωχουμένους. Θαλαμίδιοι κῶπαι. αἱ ἠρέμα ἐλαύνουσαι. Θαλπωρή. τέρψις· χαρά· διάχυσις. Θαλάμη. οἶκος ἢ κοιτών. Θαιμάν. ἡ ἀνατολή. τινὲς δὲ τὸ νότιον μέρος φασί. Θαλάμβας. τὰς ἀεὶ ἐν σάλῳ οὔσας θυρίδας. ἢ παρὰ τὸ διʼ αὐτῶν βαίνειν τὸ σέλας. οἶμαι δὲ, ὅτι σαλάμβας γράφεται.

— Οὐδέτερον. —

Θαλυκρόν. διάπυρον.

  
—καὶ τὸ θαλυκρὸν  
  
κεῖνο κατημβλύνθη κέντρον—.  
<!-- θ.1023 -->Θάλλος. βλάστημα. ἦν δὲ ἡ παῖς ἐρώτων καὶ χαρίτων ἀμβρόσιόν τι θάλλος. θάλλος καὶ ὁ τῆς ἐλαίας κλάδος, ἢ πᾶν τὸ θάλλον. Θαλπότερον. λαμπρότερον. θερμότερον. Θάμβος. ἔκπληξις, θόρυβος. Θαμινά. πυκνά. συνεχῆ. Θάῤῥος. ἀνδρεία. Θάρσος. ἡ εὐτολμία. θράσος δὲ ἡ ἀλόγιστος αὐθάδεια. Θαλύσιον. τὸ ὑπὲρ εὐθαλίας διδόμενον. Θάτερον, θατέρου. ἕτερον, ἑτέρου. Θάτερον. τῶν δύο τὸ ἕτερον. ἰστέον, ὅτι λέγουσι τινὲς, ὅτι τὸ ε καὶ α ἐπιφερόμενον σύμφωνον οἱ Δωριεῖς εἰς α συναλείφουσι. τὰ ἕτερα θάτερα φασί. καὶ πάλιν οἱ αὐτοὶ τρέπουσι τὸ ε εἰς α, ὡς ἐν τῷ· τρέχω, τράχω, Ἄρτεμις, Ἄρταμις. <!-- θ.1024 -->Θαῦμα. τὸ ὑπὲρ φύσιν διὰ θεοῦ τελούμενον. παρὰ τὸ θαυμάζω θαύμασμα καὶ κατὰ συγκοπὴν καὶ ἀποβολὴν τοῦ ς θαῦμα. οἱ δὲ παρὰ τὸ θεῶ, θεῶμαι, θαῦμα.

— Ῥῆμα. —

Θαάσσων. ἐγκαθεζόμενος. Θακεύουσι. κάθηνται. καὶ θακῶ. Θάλψαι. θερμάναι, συντηρῆσαι. Θαλαττοπορῆσαι. διὰ θαλάττης πλεῦσαι. Θαλαττοκοπεῖς. ματαιολογεῖς· ταράττῃ· θορυβῇ. Θαλφθῇ. ἐξαπατηθῇ. ἢ θερμανθῇ. Θαλπόμενοι. ἐξαπατώμενοι. Ἰώσηπος· τοὺς δὲ ὑποθαλπομένους ἐλπίδι. Θαλέθοντες. θάλλοντες. Θάλλω. τὸ αὔξω. παρὰ τὸ θῶ, τὸ τρέφω. Θαμίζει. συχνάζει· συνεχῶς ἔρχεται. <!-- θ.1025 -->Θανατῶν. ὁ ἐπιθυμῶν θανάτου. λέγεται δὲ καὶ ὁ ἀποκτείνων. καὶ θανατᾷν καὶ θανατιᾷν. Θαυμάζω. ἐπαινῶ. λέγεται καὶ τὸ κατηγορῶ. ὃ καὶ μετὰ γενικῆς συντάσσεται. Θαυμάζετε. ταράττεσθε. θορυβεῖσθε. ὡς καὶ ἐν τῷ εὐαγγελίῳ· ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε.

— Ἐπίῤῥημα. —

Θαμά. συνεχῶς. πυκνῶς. παρὰ τὸ ἅμα θαμά· πλεονασμῷ τοῦ θ. Θαῤῥαλέως. ἀνδρείως, εὐθαρσῶς. Θᾶττον. συντόμως· ταχέως.

Τὸ Θ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —

Θεοείκελος. ὁ ὅμοιος θεῷ. ἴκελος δὲ ι. Θελητής. προαιρετικός. Θέμεθλος. τὸ θεμέλιον. Θεόληπτος. ὑπὸ θεοῦ συσχεθείς. Θεοσέπτωρ. ὁ θεοσεβής. Θεός. οὐσία ἀναίτιος, αἰτία ἤγουν παντοδύναμος παναλκὴς πάσης οὐσίας καὶ φύσεως, ὑπερούσιος. εἰ θέλεις δὲ γνῶναι, τί ἐστι θεὸς καὶ πῶς προσκυνεῖται, ἄκουσον νουνεχῶς καὶ γνῶθι τὸ ἀληθές. πατρὸς, υἱοῦ καὶ ἁγίου πνεύματος μία βουλὴ, μία σοφία, μία δύναμις. οὐχʼ ὁ μὲν πρὸ αἰώνων, ὁ δὲ μετὰ αἰῶνας, ἀλλʼ ἅμα πατὴρ, υἱὸς καὶ πνεῦμα ἅγιον· υἱὸς ἐν πατρὶ καὶ πνεῦμα ἐν υἱῷ· συνημμένη γὰρ ἡ φύσις, ὅθεν μία ἡ φύσις καὶ μία ἡ θεότης· διαιρουμένη μὲν εἰς τρία διὰ τὰς ὑποστάσεις, εἰς <!-- θ.1026 -->μονάδα δὲ καταντῶσα διὰ τὸν τῆς οὐσίας λόγον. διὰ τοῦτο καὶ πατέρα λέγοντες καὶ υἱὸν δοξάζοντες καὶ πνεῦμα ἅγιον ὑμνολογοῦντες ἕνα θεὸν λέγομεν. θεοῦ ὄνομα κοινόν ἐστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. τὸ δὲ, πατὴρ, υἱὸς καὶ ἅγιον πνεῦμα οὐ κοινὰ ὀνόματα, ἀλλʼ ἰδίας ἑκάστου ὑποστάσεως. ὁ γὰρ πατὴρ οὐ λέγεται υἱὸς, καὶ ὁ υἱὸς οὐ καλεῖται πατὴρ, καὶ τὸ πνεῦμα τὸ ἅγιον οὔτε πατὴρ οὔτε υἱὸς προσαγορεύεται. θεὸς ἀεὶ ἡ τριὰς ὀνομάζεται. λέγοντες οὖν τρεῖς ὑποστάσεις ἤτοι πρόσωπα τρία οὐ λέγομεν τρεῖς οὐσίας ἢ τρεῖς φύσεις ἢ θεοὺς τρεῖς, ἀλλʼ ἕνα θεὸν, μίαν οὐσίαν ἤτοι φύσιν ὁμολογοῦμεν, ἵνα μὴ ἀρειανίσωμεν. λέγοντες πάλιν οὐσίαν ἤτοι μίαν φύσιν, οὐ λέγομεν ὑπόστασιν, ἵνα μὴ σαβελλίσωμεν. ἀλλὰ τρεῖς ὑποστάσεις, τρία πρόσωπα ἐν μίᾳ θεότητι, οὐσίαν μίαν καὶ φύσιν πρεσβεύομεν. Θεός ἐστιν ἀθεώρητος οὐσία, ἀκατάληπτος νοῦς, ἀμήχανον κάλλος, ἀόρατον μέγεθος, ἀκατάληπτος φύσις, ἀπερινόητος δόξα. Θεός ἐστιν ἀΐδιος οὐσία, μία καὶ ἀπαράλληκτος, δημιουργικὴ τῶν ὄντων, εὐσεβεῖ συνειδήσει προσκυνουμένη καὶ ἐν τρισὶν ὑποστάσεσι δοξαζομένη. θεὸς καὶ πατὴρ, ὁ ὢν ἀεὶ, γένεσιν μὴ ἔχων· θεὸς καὶ υἱὸς, ὁ ὢν ἀεὶ, γεννηθεὶς δὲ ἀῤῥήτως παρὰ τοῦ πατρός· θεὸς καὶ τὸ ἅγιον πνεῦμα, δύναμις ἁγιαστικὴ, ὁμοούσιος πατρὶ καὶ υἱῷ. Θεός ἐστιν οὐσία ἀναίτιος, αἰτία παναλκὴς, πάσης οὐσίας ὑπερούσιος αἰτία, ἢ ἀνώνυμος καὶ ἀσήμαντος παρʼ ἀνθρώποις ὕπαρξις, πάσης ὑπάρξεως ποιητική. ἀκοινώνητον γὰρ ὄνομα <!-- θ.1027 -->εἶπεν ὁ Σολομῶν τὸν θεόν. ἀκοινώνητον δὲ ὄνομα ἐστὶ τὸ μήτε ἀγγέλοις μήτε ἀνθρώποις ἀκουσθὲν ἢ ἐννοηθέν. Θεολόγος. μυστηρίων θησαυρός. Θεοδμήτων. ἐκ θεοῦ οἰκοδομηθέντων. Θεοστυγής. ὁ παρὰ τῷ θεῷ μισητός. Θεόσεπτος. ὁ θεοσεβής. Θεοειδέστατος. εἶδος ἔχων θεοῦ. Θεοκάπηλοι. οἱ αἱρετικοὶ, ὡς παραμιγνύντες τὰς ἑαυτῶν διδασκαλίας τοῖς ὀρθόφροσι δόγμασιν, ὡς καὶ οἱ κάπηλοι τὸν οἶνον τῷ ὕδατι. Θεόφιν ὅμοιος. ὅμοιος θεοῖς. Θελητός. ὁ τὴν τοῦ θεοῦ ὀργὴν ἐκ κακίας πρὸς ἑαυτὸν ἐπισπώμενος. θελητὸν καὶ τὸ ἀγαπώμενον. Θέραψ. δοῦλος, ὑπηρέτης. θέραψ δὲ ἦν τὸν τρόπον καὶ κολακικός. Θερμουργός. προπετής. οἱ δὲ Πέρσαι κατωῤῥώδησαν πυθόμενοι, νέον αὐτὸν εἶναι καὶ θερμουργόν. Θερείβοτος. τόπος ὁ ἔχων καὶ ἐν θέρει <!-- θ.1028 -->βοσκάς. παρὰ τὸ θέρος, ἡ δοτικὴ τῷ θέρει, καὶ τὸ βοτὸν, ὃ σημαίνει τὴν βόσκην. Θερμός. ὥσπερ παρὰ τὸ εἵρω εἱρμὸς, οὕτως καὶ παρὰ τὸ θέρω θερμός. Θεσμοφόρος. ὁ τοὺς νόμους ἐπιφερόμενος. Θεσμοθέτης. νομοθέτης. Θεσμὸς ὁ νόμος ἀπὸ τῆς θέσεως ὀνομάζεται. ἕκαστος γὰρ νομοθέτης, ὡς ἐβούλετο, ἐτίθει τοὺς νόμους. Θεσπέσιος. θεῖος, θαυμαστός. Θέσφατος. πολὺς, καὶ κατὰ ἀφαίρεσιν τοῦ ς καὶ πλεονασμὸν τοῦ ο, θεόφατός τις ὤν. οἷον· περὶ γὰρ Χριστοῦ τὸ θέσφατον ἀνήρ. καὶ θέσφατα αἱ ἐκ θεοῦ προφητεῖαι καὶ μαντεῖαι. Θετός. ὁ προσποιητὸς υἱός. παρὰ τὸ τίθημι. Θεωροί. οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεὸν πεμπόμενοι φύλακες τῶν χρημάτων καὶ τῶν θυσιῶν, ἢ καὶ οἱ φροντισταὶ τῶν θείων· ὥρα γὰρ ἡ φροντίς. Θεοστυγεῖς. οὐ τοὺς ὑπὸ θεοῦ στυγουμένους λέγει ὁ Ἀπόστολος, οὐ γὰρ αὐτῷ τοῦτο δεῖξαι <!-- θ.1029 -->πρόκειται νῦν, ἀλλὰ τοὺς μισοῦντας τὸν θεόν. ἀρσενικὸν δέ ἐστι καὶ οὐ θηλυκόν.

— Θηλυκόν. —

Θεαρχίαν. τὴν αἰτίαν. ἥτις ἐστὶν ὁ πατὴρ, ἡ πηγαία καὶ ἀνέκλειπτος αἰτία, ἤγουν ὁ θεός. Θεοφίλεια. τὸ τὸν θεὸν φιλεῖν. Θεοφιλία δὲ κύριον. Θέμις. μαντικῆς δυνάμεως σύμβολον· τὸ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέγειν. Θεσκέρα. ἡ τιθηνὸς Διονύσου. Θεήλατος. ἡ ἀπὸ θεοῦ πεμφθεῖσα. κατέλαβε δὲ αὐτὸν ὀργὴ θεήλατός τις. Θέλησις. ἀποβολὴ ὑπάρξεως. Θεία λατρεία. ἡ διὰ τῶν ἔργων θεραπεία. Θέμις. ἡ δικαιοσύνη. παρὰ τὸν θεσμὸν θέσμις καὶ θέμις. καὶ ἡ σωματοειδὴς θεά. Θεοῤῥημοσύνη. ἡ θεία διδασκαλία. ἡ κατήχησις. Θεοπτίας. θείας θεωρίας. Θεοσημεία. ἡ τοῦ θεοῦ προφητεία. <!-- θ.1030 -->Θεότης. ἡ πάντα θεωμένη καὶ πάντα περιθέουσα πρόνοια. Θεοπλαστία. ἡ θεία ἐνανθρώπησις. Θεογενεσία. τὸ βάπτισμα. Θεοπτία. ἡ τοῦ θεοῦ ὀπτασία. Θεοσέπτου. ὑπὸ θεοῦ καταπεμφθείσης. Θέαινα. ὡς παρὰ τὸ Λάκων Λάκαινα, οὕτως καὶ παρὰ τὸ θέων θέαινα ποιητικῶς. τὸ δὲ θέων παρὰ τὸ θεὸς, ἐξ οὗ καὶ τὸ παθητικὸν θεά. ὀξύνεται πρὸς ἀντιδιαστολὴν τῆς ὄψεως. ὥσπερ θόλος τὸ οἰκοδόμημα, καὶ θολὸς τὸ μέλαν τῆς σηπίας. γέγονε παρὰ τὸ θέω, τὸ ὁρῶ. Θεράπαινα. ἡ δούλη. καὶ θεραπαινίς. Θέρμη καὶ θέρμα. Φερεκράτης·

  
—σκέψαι δέ μου  
  
τὸ μέτωπον, εἰ θέρμην ἔχουσα τυγχάνω.  
καὶ Μένανδρος·

  
βουβὼν ἐπήρθη τῷ γέροντι· θέρμα τε  
  
ἐπέλαβεν αὐτὸν—  
<!-- θ.1031 -->οὐκ εὖ τοίνυν οἱ λέγοντες, ὅτι θέρμα μὲν ἡ πυρεκτικὴ, Θέρμη δʼ ἡ πόλις. Θέρεια. ὁ τοῦ θέρους καιρός. ὡς παρὰ τὸ θάλλω θάλεια, οὕτως καὶ παρὰ τὸ θέρω, τὸ θερίζω, θέρεια. οὕτως Γεώργιος ὁ Χοιροβοσκός. Θερειτάτη. Νίκανδρος·

  
—θερειτάτη ἵσταται ἀκτίς.  
παρὰ τὸ θέρος θέρειος κτητικὸν, ὡς τέλος τέλειος. παρὰ τὸ θέρειος θερειτάτη. Ἄρατος·

  
Ἦμος ὅτʼ ἠελίοιο θερείταταί εἰσι κέλευθοι.  
Θέσις παράδοξος. ὑπόληψις τινὸς τῶν ἐν φιλοσοφίᾳ γνωρίμων. οἷον ὁ Παρμενίδου λόγος, ὅτι ἓν ἔλεγε τὸ ὄν. καὶ ὡς ὁ Ἡρακλείτου, ὅτι τὰ πάντα κινεῖται. Θεωρία. σκέψις κατὰ διάνοιαν γινομένη. Θεωρία. ἡ τῶν αἰσθητῶν ἐπὶ τὰ θειότερα ὅρασις. θεωρία δὲ κυρίως θεοῦ ὅρασις, καθόσον ἐστὶν ἀνθρώπῳ δυνατόν. <!-- θ.1032 -->Θεωρία. γνῶσις. θεολόγος· θεωρία ἦν τὸ φυτὸν, ὡς ἡ ἐμὴ θεωρία. τοῦτό φησιν ἐν ἑαυτῷ ἐγινώσκετο τὸ σώζεσθαι καὶ τὸ ἀπόλλυσθαι. τὸ δὲ, ὡς ἡ ἐμὴ θεωρία· ὡς ἡ ἐμὴ γνῶσις ἔχει. Θέωσις. ἡ ἐπὶ τὸ κρεῖττον ὕψωσις, οὐ μὴν φύσεως μείωσις ἢ μετάστασις. Θέσπη. κατεβρότησεν ἡ θεία.

— Οὐδέτερον. —

Θέλγητρα. τὰ εἰς ἡδονὴν ἔχοντα ἢ ἕλκοντα. Θελητήριον. θεραπευτικόν. Θέλημα φυσικόν. ἡ ἁπλῶς καὶ ὡσαύτως ἔχουσα τῶν κατὰ φύσιν συστατικὴ ὁρμή τε καὶ ἔφεσις. Θέλημα φυσικόν. λόγου τοῦ ἐν ἡμῖν κίνησις. Θέλημα φυσικόν. δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική. καὶ τῶν οὐσιωδῶς τῇ φύσει προσόντων συνεκτικὴ πάντων ἰδιωμάτων, καθʼ ἣν <!-- θ.1033 -->ἀεὶ τῷ φύσει θελητικῷ τὸ πεφυκέναι θέλειν ἐμπέφυκεν· οὐ ταυτὸν δὲ τὸ πεφυκέναι, θέλειν ἐστὶν, ὡς οὐδὲ τὸ πεφυκέναι λαλεῖν καὶ τὸ λαλεῖν. Θέλημα φυσικόν ἐστι τὸ φιλόζωον, τουτέστι τὸ φιλεῖν τὴν ζωήν. φιλεῖ δὲ τὴν ζωὴν ἄνθρωπος οὐκ ἀσκόπως. ἀλλὰ σημαίνουσα ἡ φύσις ἤγουν ὅπερ ἀπʼ ἀρχῆς εἶχεν, ὅτε γέγονεν, ἤγουν τὴν ἀθανασίαν αὐτὴν ἀγαπᾷ καὶ ζητεῖ. Θέλημα φυσικὸν ἀνθρώπου ἐστὶν, ὡς φησὶν ὁ μέγας Βασιλεῖος καὶ ὁ ἐν ἁγίοις Κύριλλος, τὸ φιλόζωον. φιλεῖ γὰρ πᾶς ἄνθρωπος φύσει τὴν ζωὴν καὶ τὸ ὁρᾷν τὸ φῶς. ἰδοῦ τὸ κοινὸν θέλημα. Θέλημα φυσικὸν ἀνθρώπου ἐστὶ κίνησις νοερὰ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς, κατὰ φύσιν πρὸς τὸ ποθούμενον συνωθοῦσα τὸν ἄνθρωπον. Θέλημα θεϊκὸν παρὰ ἀνθρώποις ἡ τῆς ἐμφύτου νοερᾶς ὀρέξεως πρὸς τὸ ὑπὲρ φύσιν ἐκ τοῦ κατὰ φύσιν ἔπειξις. Θέλημα θεῖον. τὰ προστάγματα τοῦ θεοῦ. Θέλημα φυσικὸν φύσεως λογικῆς. ἡ ἐργασία τοῦ θείου θελήματος. Θέλημα σαρκικόν. ἡ παρακοὴ τοῦ θείου νόμου. Θέλημα σαρκικὸν ἐμπαθές. ἡ τοῦ κατὰ φύσιν πρὸς τὸ παρὰ φύσιν τῆς ψυχῆς παρατροπή. Θέλημα οὐσιῶδες λέγεται, τὸ κατὰ κοινοῦ ἐν τῇ φύσει ὁμοίως ὁρώμενον. εἰ οὖν εἶχεν ἑκουσίως ἡ σὰρξ τοῦ Χριστοῦ τὸ μὴ θέλειν ἀποθανεῖν, ὡς οἱ ἅγιοι πατέρες φασὶν, ἐὰν εὑρεθῇ τοιοῦτον θέλημα ἐν τῷ πατρὶ καὶ ἐν τῷ ἁγίῳ πνεύματι πάντως, ὅτι μία ἐστὶν ἡ θέλησις τῆς σαρκὸς καὶ τῆς θεότητος. Θέλημα γνωμικόν. θελήματα γνωμικὰ ἐν τῇ φύσει ἡμῶν πολλά. ἄλλος γὰρ ἄνθρωπος <!-- θ.1034 -->θέλει ἰδιάζειν, ἄλλος οἰκοδομεῖν, ἄλλος γεωργεῖν, καὶ ἄλλοι ὁμοίως πολλὰ γνωμικὰ θελήματα ἔχομεν. Θέλημα γνωμικόν ἐστι καθʼ ἡδονὴν συνεγερτικόν· ποιὰ καὶ διάφορος κίνησίς τε καὶ ὄρεξις. τὸ μὲν γὰρ ἀτεχνῶς ἁπλότης χαρακτηρίζει ἐν πᾶσι τῶν ὁμογενῶν ἰσότητα δημιουργοῦσα ἁπλῶς καὶ φυλάττουσα· τὸ δὲ ποικίλα διαπλάττει καὶ σχηματίζει διάφορα, τὴν ἀσύμβατον τοῖς κατʼ οὐσίαν συμβαίνουσι κατὰ λόγον ἢ παρὰ λόγον ποιοῦσά τε καὶ συγκροτοῦσα διάθεσιν, ἥπερ ἐν ἐπιτάσει καὶ ἀνέσει καλοῦ τε καὶ μὴ τοιούτου γινώσκεται. Θέλημα τῆς νοερᾶς ψυχῆς ἐστὶν, ὁ ἐφʼ ἡμῖν λόγος· ὡς αὐτεξούσιος αὑτῆς ὑπάρχουσα δύναμις. Θέλημα, θελητικὸν καὶ θελητόν. θέλημά ἐστιν οὐσίας νοερᾶς νοερὰ ὄρεξις. θελητικὸν δὲ αὐτὸ τὸ τὴν θέλησιν ἔχον. θελητὸν δὲ τὸ ἀγαπώμενον. Θέλημά ἐστιν ὁρμὴ καὶ κίνησις πρὸς τὸ ποθούμενον· ἢ ὁ ἐν ἡμῖν ἀεικίνητος λόγος· ἢ λόγος ἐν καρδίᾳ ἀναστρεφόμενος διʼ ἐνεργείας καὶ μόνον φανερωθῆναι δυνάμενος. Θέλημά ἐστιν οὐσίας νοερᾶς καὶ λογικῆς ἔφεσις πρὸς καταθύμιον· πᾶν γὰρ νοερὸν πρόδηλον ὅτι καὶ θελητικόν. ὥσπερ γάρ τις πνοὴ καὶ ζωή ἐστιν ἡ θέλησις πάσῃ λογικῇ φύσει οὐσιωδῶς ὑπάρχουσα. θέλημα δὲ λέγεται παρὰ τὸ θέειν λίαν ἅμα τῇ φύσει πρὸς τὸ αὐτῇ θελητόν· ἢ τοῦ θελητοῦ λῆμμα ἤγουν κράτημα. τριχῶς δὲ θεωρεῖται τὸ θέλημα· θεϊκὸν, ἀγγελικὸν καὶ ψυχικόν. ἐντεῦθεν ἐλέγχονται ματαιάζοντες οἱ ἄνουν καὶ ἄψυχον τὴν σάρκα τοῦ κυρίου λέγοντες αἱρετικοί. ἡ γὰρ κατὰ ἄνθρωπον αὐτοῦ θέλησις τῆς ψυχῆς ἐστιν· αἱ <!-- θ.1035 -->τρεῖς γὰρ αὗται μόναι φύσεις εἰσὶ θελητικαί. τριχῶς πάλιν καὶ ἐν τῇ γραφῇ τὸ θέλημα εὑρίσκομεν λεγόμενον· θεϊκὸν, φυσικὸν ἤγουν μέσον, καὶ τρίτον τὸ σαρκικόν· ὅπερ σημαίνει τὸ διαβολικόν. Θεμιτόν. δίκαιον. πρέπον. Θέμεθλον. τὸ θεμέλιον. Θέναρ. τὸ κοῖλον τῆς χειρός. παρὰ τὸ σθένος, ἢ ἐνθέσεως χώρα, εἰς ὃ ἐντίθεται τὰ διδόμενα. ἢ παρὰ τὸ θένειν, τὸ τύπτειν, θέναρ. σημαίνει καὶ τὸ τοῦ ποδὸς ἐλλύχνιον. Θεμείλια. τὰ θεμέλια. παρὰ τὸ δέμω, τὸ οἰκοδομῶ, γίνεται δεμέλια καὶ θεμέλια καὶ θεμείλια πλεονασμῷ τοῦ ι. Θεόῤῥυτον. τὸ ἐκ θεοῦ χεόμενον. Θεότευκτον. τὸ θεοκατασκεύαστον. Θεοπρεπές. τὸ θεῷ πρέπον. Θέλυμνα. τὰ θεμέλια. Θεοπρόπιον. τὸ ἐκ θεοῦ προφήτευμα ἢ μάντευμα. οἱονεὶ τὸ τοῖς θεοῖς πρέπον. οἷον <!-- θ.1036 -->θεοπρέπιόν τι ὂν τὸ ἐκ θεοῦ προλεγόμενον. καὶ θηλυκὸν θεοπροπίας. καὶ θεοπροπίων, μετοχή. Θερήγανον. ἡ ἅμαξα. ἀπὸ τοῦ τὰ θέρει ἄγειν. Θεράπη. αἱ θεραπεῖαι. τοῦ Χρυσοστόμου· ὅτι μετὰ τοσαῦτα θεράπη ἔμεινεν ἐπὶ τῆς ἀῤῥωστίας. Θερμόν. παράδοξον. Ἀριστοφάνης·

  
ὦ θερμὸν ἔργον κᾀνόσιον καὶ παράνομον.  
Θέρος. παρὰ τὸ θέρω, τὸ θερμαίνω. τὸ ἐν καιρῷ τοιούτῳ ὄν. Θέριστρον. τὸ δρέπανον. καὶ τὸ φακιόλιον καὶ ἐπίβλημα θερινόν. Θέσφατον. τὸ ἐκ θεοῦ προφήτευμα καὶ μάντευμα. Θέσπισμα. τὸ θεῖον δόγμα. Θεσπιδαὲς πῦρ. τὸ μηδικόν. Θεσπέσια. θεῖα. θαυμαστά. οἱονεὶ θεοπέσια τινὰ ὄντα, παρὰ τὸ πεσεῖν, ἢ παρὰ τὸ ἕπεσθαι τῷ θεῷ Θετόν. εἰσποιητὸν καὶ οὐ γνήσιον. Θέσκελα. θαυμαστὰ, θεῖα. οἱονεὶ θεοείκελα. <!-- θ.1037 -->Θεῖα. θαυμαστά. Θειλόπεδον. ὁ τόπος, ἐν ᾧ αἱ σταφυλαὶ ἐξηραίνοντο.

  
—ἐχῖνον  
  
ῥαγολόγον γλυκερῶν σίντορα θειλοπέδων.  
Θεῖον. τὸ θεάφιον. Θεοειδές. τὸ κατʼ εἰκόνα λέγεται. Θέλημα. βούλησις ψυχῆς οἴκοθεν ἀνακοπῆναι μὴ δυναμένη. ἢ θέλημά ἐστιν ἐν καρδίᾳ στρεφόμενον, καὶ διʼ ἐνεργείας καὶ μόνον φανερωθῆναι δυνάμενον.

— Ῥῆμα. —

Θεατρίζειν. ἐν πομπῇ καὶ θεάτρῳ προπέμπειν. τοὺς γὰρ νικήσαντας καὶ ἡττήσαντας τοὺς πολεμίους ἐστεφανωμένους μετὰ τῶν αἰχμαλωτῶν καὶ τῶν λαφύρων διὰ μέσης ἦγον τῆς πόλεως δορυφοροῦντες καὶ εὐφημοῦντες. Θέλειν. ἀντὶ τοῦ δύνασθαι. <!-- θ.1038 -->Θελγομένων. ἀπατωμένων. κυρίως δὲ λέγει ἐπὶ τῶν ἡδυνομένων τοῖς ᾄσμασι. Θέλγεν. ἐσκότιζεν. ἠπάτα.

  
—ἀτὰρ Ἀχαιῶν  
  
Θέλγε νόον—.  
Θέμωσεν. τὸ ἤγγιζε. καὶ θαμίζειν τὸ ἐγγίζειν. ἔνιοι δὲ ἐποίησαν παρὰ τὸ θεῖναι. Θεμιστεύειν. χρησμῳδεῖν. ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος. ἢ θεμιστεύειν τὸ δικαίως δικάζειν, ἢ δικαιοπραγεῖν. Θεοπραγεῖ. κατὰ θεὸν πορεύεται. Θεοκλυτῆσαι. θεὸν ἐπικαλέσαι. Θέρω. θερμαίνω. παρὰ τὸ θέω, τὸ τρέχω. τὸ γὰρ τραχὺ καὶ θερμὸν λέγει εἶναι. Θεσπιῳδεῖ. χρησμολογεῖ. Θεσπίζει. ὁρίζει. νομοθετεῖ. Θέσθω. εὐτρεπισάτω. <!-- θ.1039 -->Θέσθαι. θησαυρίσασθαι. οἷον·

  
νῦν δʼ οὐ τάρπη θέσθαι ἐπίσταμαι.  
θεσμὸν ὁ Ἀνακρέων τὸν θησαυρὸν καλεῖ. εἰς δὲ τὸ ῥητορικὸν λεξικὸν ἀντὶ τοῦ ὑποθήκην λαβεῖν. Ὑπερίδης ἀντὶ τοῦ κυρῶσαι καὶ προέσθαι. Θευσούμενος. δραμούμενος. οἱ δὲ ἀφίκοντο, ὁ μὲν ἀγωνιούμενος πυγμὴν, ὁ δὲ θευσούμενος στάδιον. Θέω. τὸ τρέχω. καὶ θέω τὸ βλέπω. καὶ θέα ἀντὶ τοῦ σκόπει καὶ βλέπε. Θέλγεν. ἐσκότιζεν. ἠπάτα.

  
—ἀτὰρ Ἀχαιῶν  
  
Θέλγε νόον—.  
Θεωθέν. τὸ πρὸς μείζονα δόξαν ὑψωθέν· οὐ μὴν τῆς οἰκείας φύσεως ἀλλοιωθέν. Θειάζω. τὸ θαυμάζω, ἐπαινῶ, δοξάζω. Θεῖεν. ποιήσαιεν. <!-- θ.1040 -->Θείνω. τὸ τύπτω. τὸ θει δίφθογγον· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ θέναρ καὶ θένω, τὸ τύπτω. Θείομεν. ἐμβαλοῦμεν. Θεῖον δύσονται ἀγῶνα. εἰς τὰ ἅγια εἰσέλθοιεν. Θεῖ. ἀντὶ τοῦ τρέχει. καὶ θέει. Θεηλαθέν. παρʼ αὐτά.

— Ἐπίῤῥημα. —

Θεμιτῶς. νομίμως. Θεόθεν. ὑπὸ θεοῦ. Θεοειδῶς. θείως.

Τὸ Θ μετὰ τοῦ Η. — Ἀρσενικόν. —

Θηλυδρίας. γυναικοειδὴς, ἢ ἄνανδρος. παρὰ τὸ θῆλυς. τοῦτο παρὰ τὸ θῶ, τὸ τρέφω. Θηλυμανής. πόρνος. Θηλύμητρις. πόρνος. <!-- θ.1041 -->Θήλυνοι. ἥσυχοι. Θημών. ὁ σωρὸς τῶν δραγμάτων. καὶ κλίνεται θημῶνος. παρὰ τὸν θήσω μέλλοντα. Θήρ. τὸ λυμαντικὸν θηρίον. καὶ κλίνεται θηρός. Θηρευτής. κυνηγός. κυρίως ὁ σῦς καὶ λέοντας θηρεύων. παρὰ τὴν θήραν. Θηρολέξης. ὁ τὰς λέξεις θηρώμενος. Θηρατής. λόγων ἐπιθυμητής. θηρευτὴς δὲ ζώων χερσαίων καὶ ἐναλίων. Θηρήτορας. κυνηγούς. Θής. ὁ μισθωτός. καὶ κλίνεται θητός. θὶς δὲ ὁ σωρὸς, ι, καὶ κλίνεται θινός. Θησαυρός. συναγωγὴ χρημάτων κεκρυμμένη. Θησαυρὸς ἀνέμων. οὐκ ἀποθῆκαι τινὲς, ἀλλʼ ἡ ῥᾳδία κίνησις ἀπηνέμου τοῦ ἀέρος ὄντος. Θήψ. ὁ σκώληξ. καὶ κλίνεται θηπός.

— Θηλυκόν. —

Θηγάνη. ἡ ἀκόνη.

  
σιδηροβρῶτι θηγάνῃ νεηκονής.  
<!-- θ.1042 -->Θῆκαι. αἱ σοροί. διὰ δὲ ξύλων ἀπορίαν τὰς θήκας τῶν πέριξ τεθαμμένων ἀνορύσσοντες, ἐκείναις εἰς τὰ ἀναγκαῖα ἐχρῶντο. Θηλαμόνος. τῆς οἰκίας. Θηλή. ὁ μαστὸς, ἢ γαλοῦχος. Θήλεια. παρὰ τὸ θάλλειν καὶ γεννᾷν. ὅθεν καὶ ὕπομβρος νὺξ θήλεια καλεῖται. Θῆλυς. παρʼ Ὁμήρῳ ἐσχημάτισται ὡς πῆχυς.

  
Ἥρη θῆλυς ἐοῦσα.  
Θήρα καὶ θηρεία. ἡ θήρευσις. Θῆσσα. ἡ τροφός. Θητεία. ἡ μισθαρνεία.

— Οὐδέτερον. —

Θηκτόν. ἠκονημένον. Θῆλυ. τὸ θηλυκόν. καὶ θηλέας ἵππους οἱονεὶ θηλείας. καὶ θηλυτεράων τῶν θηλειῶν. Θήρευμα. ἄγρευμα. Θήρατρα. δίκτυα. παγίδες. <!-- θ.1043 -->Θηρίκλειον. ποτήριον ὑέλλινον. Θητώνιον. πλῆθος τῶν μισθωτῶν. ἢ τὸ τοῖς μισθωταῖς διδόμενον. Θητικὸν πλῆθος. τὸ ἐπὶ μισθῷ δουλεῦον. Θῆτα. τὸ στοιχεῖον. παρὰ τὸ τὴν θέσιν τοῦ παντὸς μιμεῖσθαι, ἤτοι τοῦ οὐρανοῦ τὸ κυκλοτερὲς, καὶ τὸν διὰ μέσου ἄξονα τῇ κατὰ τὸ μέσον μακρᾷ ἔχει.

— Ῥῆμα. —

Θήγω. τὸ ἀκονῶ. παρὰ τὸ θοῶ θηήγω καὶ θήγω, τουτέστι θοὸν καὶ ὀξὺν ποιῶ. Ὅμηρος·

  
—ἐγὼ δʼ ἐθόωσα παραστάς.  
θίγω δὲ τὸ ψαύω καὶ προσεγγίζω, ἰῶτα. Θηεῦντο. ἐθαύμαζον. ὑπερθέσει θέοντο, καὶ κατὰ συναίρεσιν τοῦ εο εἰς τὴν ευ δίφθογγον καὶ ἐκτάσει θηεῦντο. Θηεῖσθαι. θαυμάζεσθαι. θηῆσθαι δὲ ἀντὶ τοῦ θεᾶσθαι, η. Θηήσαντο. ἐθαύμασαν. ἀπὸ τοῦ θεῶ, θεήσω. <!-- θ.1044 -->Θηλάζειν. ἐνεργητικῶς ἡμεῖς ἀντιλαμβανόμεθα τοῦ ῥήματος ἐπὶ τῶν παιδίων τῶν θηλαζόντων. Λυσίας δὲ παθητικῶς κέχρηται ἐπὶ γυναικὸς παρεχούσης γάλα. Θηρατεύεσθαι. ἀναβάλλεσθαι. Θηρώμενοι. ἀντὶ τοῦ ζητοῦντες. καὶ τιμὴν ἐκ τούτου παρὰ τῶν ἄλλων θηρώμενοι. καὶ θηρώμενον ἀντὶ τοῦ ἀνιχνεύοντα. Θηρῶντες. ἐπιτηροῦντες. Θῆσθαι. ἀμέλγειν. Θήσομαι. ὁρίσω, ποιήσω, ἀναδείξω. Θήσειν. ποιήσειν. Θητεύειν. ἐπὶ μισθῷ δουλεύειν.

Τὸ Θ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —

Θίασος. ὁ χορός. σύλλογος μαθητῶν. Θιασώτης. χορευτής. <!-- θ.1045 -->Θίασος. τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τιμῇ θεοῦ. οὕτως Δημοσθένης καὶ Ξενοφῶν. Ἴων δὲ ἐπὶ παντὸς ἀθροίσματος τάττει τὸ ὄνομα. θιασῶται δὲ οἱ κοινωνοῦντες τοῦ θιάσου. οὕτως Ἰσαῖος.

— Θηλυκόν. —

Θὶν καὶ θίς. ὁ σωρός. καὶ κλίνεται θινός. Θὶν καὶ θίς. ὁ αἰγιαλός. καὶ κλίνεται θινός. Θίβη. κιβώτιον ἐκ φυλλῶν πεπλεγμένον καὶ κοφινῶδες. Θίσβη. κύριον. καὶ ὁ σωρός. Θίς. ὁ αἰγιαλός. θηλυκόν. παρὰ τὸ θέω, τὸ τρέχω. ἐν γὰρ τῷ αἰγιαλῷ θέουσι καὶ τρέχουσι τὰ κύματα. ἢ παρὰ τὸ θένω, τὸ τύπτω, γίνεται θίς. σημαίνει καὶ τὸν σωρὸν ἀρσενικῶς. παρὰ τὸ θῶ, τὸ τιθῶ, θίς. Θιγγάνειν. ἐγγίζειν, ἅπτεσθαι. Θίγειν. ψαῦσαι. ἐγγίσαι.

  
πολλὰ σιδηρείης χερσὶ θίγοντα μάχης.  
  
Ἴτʼ, ἀξιώσατʼ ἀνδρὸς ἀθλίου θίγειν.  
  
πείθεσθε, μὴ δείσητε.  
<!-- θ.1046 -->

Τὸ Θ μετὰ τοῦ Λ. — Ἀρσενικόν. —

Θλαδίας. ὁ εὐνοῦχος. ὑποβάλλει τοίνυν ὁ θλαδίας τὴν γυναικωνῖτιν φάλαγγα κατηγορῆσαι τοῦ Ἀετίου κατὰ βασιλέως ἐμμελετᾷν.

— Θηλυκόν. —

Θλίψεις. φυλακαὶ, ἁλύσεις, ἐξορίαι, καὶ ὅσα τοιαῦτα.

— Ῥῆμα. —

Θλᾷ. ἀντὶ τοῦ θλάττει. Θλίβεται. πιέζεται, ὡς ἀπὸ σταφυλῆς. λαμβάνεται δὲ καὶ ἐπὶ ἀθυμούντων.

Τὸ Θ μετὰ τοῦ Μ.

Θμοῦϊς. ὄνομα θηλυκόν.

Τὸ Θ μετὰ τοῦ Ν.

Θνητός. ὁ φθαρτός. Θνῆσις. ἡ φθορά. παρὰ τὸν θάνατον γέγονε. θανῶ, θανήσω, θανητὸς καὶ θνητὸς καὶ θνῆσις. Θνησείδιον. τὸ θνησιμαῖον. <!-- θ.1047 -->Θνησιμαῖον. τὸ νενεκρωμένον. Θνητόν. οὐ πᾶν τὸ σῶμα, ἀλλὰ τὸ ζῶον πνοὴν ἔχον χωρισθῆναι δυναμένην. Θνήσκω. .....

Τὸ Θ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —

Θόλος. οἴκημα στρογγυλοειδές. ἀπὸ τοῦ θεῖν. οὕτως Ἀλέξανδρος. θολὸς δὲ τὸ τῆς σηπίας μέλαν. Θολερός. παρὰ τὸ θολὸς θολερός. Θόλος. τόπος, ἔνθα ἐδείπνουν οἱ πρυτάνεις. διὰ τὸ οἰκοδομεῖσθαι αὐτὸν στρογγύλον. Θορίκιος. κύριον. Θόρηξ. ὁ ἄκρατος οἶνος. Θόρυβος. φόβος μετὰ φωνῆς κατεπείγων, ἢ ταραχή. Θορὸς ἢ θόρος. ἡ ἔκκρισις τοῦ σπέρματος. ἀπὸ τοῦ θορῶ, τὸ ὁρμῶ. ὁ μετὰ ὁρμῆς πεμπόμενος. Θοός. ὁ ταχύς. παρὰ τὸ θέω, τὸ τρέχω. ἐξ οὗ καὶ τὸ θηλυκὸν θοή. <!-- θ.1048 -->Θοκρός. τεταραγμένος. Θοῦρος. ὁρμητικός. πολεμικώτατος. οἱονεὶ ὁ θοῶς ὀρούων. ἢ παρὰ τὸ θέρω, τὸ θερμαίνω, γίνεται θόρος καὶ θοῦρος. ἀπὸ μεταφορᾶς τῆς τοῦ πυρὸς ὁρμῆς. καὶ θορεῖν τὸ πηδᾷν. Θοῦλις. κύριον. οὗτος ἐβασίλευσε πάσης Αἰγύπτου καὶ ἕως τοῦ ὠκεανοῦ, καὶ ἀπὸ τοῦ ἰδίου ὀνόματος μίαν τῶν ἐν αὐτῇ νήσων ἐκάλεσε Θοῦλιν. ἐπαρθεὶς δὲ τοῖς κατορθώμασι παραγέγονε εἰς τὸ μαντεῖον τοῦ Σαράπιδος καὶ θυσιάσας ἐρωτᾷ ταῦτα· Φράσον ἡμῖν, πυρισθένη, τίς πρὸ τῆς ἐμῆς βασιλείας ἐδυνήθη τοιαῦτα, ἢ τίς ἔσται μετʼ ἐμέ. καὶ ἐδόθη αὐτῷ χρησμὸς ἔχων οὕτως·

  
Πρῶτα θεὸς, μετέπειτα λόγος καὶ πνεῦμα  
  
σὺν αὐτοῖς.  
  
σύμφυτα δὲ ταῦτα καὶ εἰς ἓν ἰόντα.  
  
οὗ κράτος αἰώνιον. ὠκέσι ποσὶ βάδιζε, θνη-  
  
τὲ, ἄδηλον διανύων βίον.  
καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὑπὸ τῶν ἰδίων ἐσφάγη ἐν τῇ τῶν Ἄφρων χώρᾳ. <!-- θ.1049 -->Θόωκοι. οἱ θρόνοι. Θόας. κύριον. παρὰ τὸ θέω, τὸ τρέχω· ταχὺς γὰρ ἦν ὁ Θόας. ἐξ οὗ καὶ τὸ θεός. καὶ τρέχει ὁ θεός; οὐχὶ, ἀλλὰ πάντη καὶ πανταχοῦ πάρεστι. τὸ θο μικρόν. διὰ τί; ἐκ τοῦ θέω, τὸ τρέχω.

— Θηλυκόν. —

Θοάς. ταχυτάτας. καὶ Ὅμηρος·

  
—θοὰς ἐπὶ νῆας Ἀχαιῶν.  
Θοίνη. ἡ εὐωχία. παρὰ τὸ θῶ ῥῆμα, ὅ ἐστι τρίτης συζυγίας τῶν περισπωμένων. ὁ μέλλων θώσω. ῥῆμα ὄνομα θώνη καὶ τροπῇ τοῦ ω εἰς οι θοίνη. ὡς ἀγκὼν, ἀγκώνη καὶ ἀγκοίνη. Θόκη. κύριον. παρὰ τῷ Ἰωσήπῳ. Θοκόα. ὄνομα πόλεως. παρὰ Ἰωσήπῳ. Θορή. ἡ γονὴ, τὸ σπέρμα. Θοῦρις. ἡ ἀσπίς. παρὰ τὸ θύειν, θύρις καὶ πλεονασμῷ τοῦ ο, θοῦρις. Θούριδος. ἐνθουσιαστικοῦ, ἐνθέρμου.

  
θούριδος μέμνησθε ἀλκῆς.  
<!-- θ.1050 -->Θοΐα. ζεῦγος ἡμιόνων.

— Οὐδέτερον. —

Θοιμάτιον. τὸ ἱμάτιον. Θολῶδες. τεταραγμένον. Θούριον. ὁρμητικόν. καὶ ὄνομα ἔθνους. καὶ θοῦρον καὶ θούριος ἐπὶ ἀρσενικοῦ.

  
θοῦρος ἀνὴρ ἔθετο.  
ἤτοι πηδητικὸς, ταχὺς, πολεμικώτατος.

  
—θούριος Ἄρης  
  
ἔσπασεν Ἀργείην καὶ Λακεδαιμονίην.  
Θοάζετε. κατὰ διάλυσιν ἀντὶ τοῦ θάσσετε. ἢ θοῶς προκάθησθε. Σοφοκλῆς·

  
τίνας πόθʼ ἕδρας τὰς δέ μοι θοάζετε.  
Θορυβούντων. ταραττομένων. θορυβούντων δὲ τῶν Γετῶν. Θορεῖν. πηδᾷν. ὁρμᾷν. καὶ θορόντες. Θοριχθῆναι. μεθυσθῆναι. θωρηχθῆναι δὲ ἀντὶ τοῦ ὁπλισθῆναι, μέγα καὶ η. <!-- θ.1051 -->

Τὸ Θ μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —

Θρασυκάρδιος. αὐθάδης, τολμηρός. Θρασύς. παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων αἰολικῶς θέρσω. καὶ ἐξ αὐτοῦ θερσὺς καὶ κατὰ τροπὴν τοῦ ε εἰς α καὶ κατὰ ὑπερβιβασμὸν θρασύς. οἱ γὰρ θρασεῖς καὶ θερμοί. Θρᾲξ, Θρᾳκός. ἐξ οὗ καὶ τό·

  
Θρήϊκες ἀκρόκομοι—  
καὶ κατὰ συναίρεσιν Θρᾲξ καὶ Θρᾷκες. καὶ πάντα τὰ ἀπʼ αὐτῶν συγκείμενα θηλυκὰ διὰ τοῦ ἰῶτα γράφονται, οἷον Θρήϊσσα γυνή. καὶ τὸ Θρᾴκη δὲ ἔχει τὸ ι. Θρακίας. κατὰ πλεονασμὸν τοῦ ς, θρασκίας καὶ θρασκέας. Θρασύχειρ. τολμηρός. Θρανίτης. ὁ πρὸς τὴν πρύμναν καθήμενος. ζυγίτης δὲ ὁ μέσος, καὶ ὁ πρὸς τῇ πρώρᾳ θαλάμιος. <!-- θ.1052 -->Θραΐξ. ὁ Θρᾴξ. Θρῆσκος. ὁ ἑτερόδοξος. Θρίπες. οἱ σκώληκες. Θρῆνυς. τὸ ὑποπόδιον. Θρήϊκες. οἱ Θρᾷκες. Θρήξονος. κύριον. Θρῆνος. παρὰ τὸ θραύειν τὸν νοῦν. θρᾶνος καὶ θρῆνος. ἢ παρὰ τὸ θέρειν, ὅ ἐστι καίειν τὸν νοῦν. Θρίναξ. τὸ τοῦ σίτου πτύον. Θρίαμβος. ἡ ἐπίδειξις, ἡ πομπὴ, καὶ τὸ σεμνύνεσθαι ἔν τισι πόλεσιν ἐπὶ νίκῃ πολέμου. Θριοβόλοι. οἱ ἀπὸ ψήφου μάντεις. Θροῦς. θόρυβος. ἄσημος λαλιὰ, ταραχή. Θρόμβος. πεπηγὸς αἷμα. Θρόνοι. δυνάμεις ἅγιαι, ἀχώριστοι θεοῦ. Θρύλλος. ψιθυρισμός. ὁμιλία μὴ φανερῶς γενομένη. ἡ γὰρ τῶν βαρβάρων ἐγχείρησις θρύλλον οὐκ ἐνεποίησεν ἡμῖν. <!-- θ.1053 -->Θρωσμός. ὁ ὑψηλὸς τόπος.

— Θηλυκόν. —

Θρυαλλίς. τὸ περικαιόμενον τοῦ ἐλλυχνίου. ἔστι δὲ καὶ βοτάνη πρὸς λύχνον ἁρμόζουσα. ἀπὸ τοῦ θέρω καὶ τοῦ ἅλλω θεραλλὶς, καὶ ὑπερβιβασμῷ καὶ τροπῇ τοῦ ε εἰς υ θρυαλλίς. Θραῦσις. φθορά. θάνατος. ἢ πτῶσις. Δαβίδ· καὶ ἐκόπασεν ἡ θραῦσις. Θρᾷττα. δούλη Θρᾳκική. Θρῆσσα. γυνὴ ἐκ Θρᾴκης. θρῖσσα δὲ εἶδος ἰχθύος, ι. Θρησκεία. ἡ λατρεία, ἢ ζῆλος περὶ τὴν πίστιν. παρὰ τὴν Θρᾳκῶν ἐπιμέλειαν τὴν πρὸς τὸ θεῖον. οὗτοι γὰρ πρῶτον ἐξεῦρον τὴν περὶ τὸ θεῖον ἔννοιαν. ἢ παρὰ τὸ τοὺς θεοὺς ἀρέσκεσθαι, ὅ ἐστιν ἐξευμενίζεσθαι. ἢ θρησκεία τὸ ὁποιονοῦν σέβας, εἴτε εἰς θεὸν εἴτε εἰς δαίμονας· μᾶλλον δὲ εὐσέβεια λέγεται εἰς θεόν. Θριδακίνη. τὸ μαιούλιον. Θρίαι. αἱ μαντικαὶ ψῆφοι.

  
<!-- θ.1054 -->πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες  
  
ἄνδρες.  
οἱονεὶ τρίαι οὖσαι. τρεῖς γάρ εἰσι τὸν ἀριθμόν. Θρινακία. ἡ Σικελία. παρὰ τὸ ἐκ τριῶν συγκεῖσθαι ἄκρων, οἱονεὶ τρινακία τὶς οὖσα. τρία γὰρ ἀκρωτήρια ἔχει ἡ Σικελία· Λίβαιον, Πάχυνον, Πέλωρον. Θρύψις. ἡ βλακεία. ἡ τρυφή.

— Οὐδέτερον. —

Θρανίδιον. εἶδος δίφρου. Θράνιον, θράνος καὶ θράνια. τὰ ταπεινὰ τινὰ δίφρια καὶ ὑποπόδια λέγονται. καὶ παρὰ τῷ ποιητῇ θρῆνυς, ἐφʼ ᾧ ἱστάμενοι οἱ ἀπαγχόμενοι ἀρτῶσιν ἑαυτοὺς λακτίζοντες αὐτά. Ἀριστοφάνης·

  
ἀπὸ κάλω καὶ θρανίου.  
Θράνον. τὸ ὑποπόδιον, ὅπου ἐκτείνεται τὰ δέρματα. Θρυματίς. κρηπίς. Θρύος. πόλις Ἀρκαδίας. Θροννύεται. τὸ ὀχεύεται. <!-- θ.1055 -->Θρυγονᾷν. ξύειν. Θρυλλεῖν. συνεχῶς λέγειν. Θρέπτα. τροφεῖα. Θρία. τὰ φύλλα τῆς συκῆς. Θριγκίον. περίφραγμα. Θριπηδέστατον. βεβρωμένον ὑπὸ θριπῶν καὶ σκωλήκων, ἐπειδὴ εἰς τρία διέσχισται. Θράττειν. ἐνοχλεῖν, νύσσειν, κινεῖν, δυσωπεῖσθαι, ὑφορᾶσθαι. Θρανεύεται. ἐκταθήσεται. Ἀριστοφάνης·

  
ἡ βύρσά σου θρανεύσεται.  
Θρέξας. πηδήσας, δραμών. καὶ θρέξασκον ἀντὶ τοῦ ἔτρεχον καὶ ἐχόρευον. Θρέψας. σημαίνει δύο· τὸ πήξας, ὡς τό·

  
ἥμισυ μὲν θρέψας γλευκοῖο γάλακτος.  
καὶ τὸ σύνηθες. Θρησκεύει. θεοσεβεῖ. ὑπηρετεῖ τοὺς θεούς. <!-- θ.1056 -->Θριαμβεύσας. δημοσιεύσας. Θριάζειν. τὸ φυλλολογεῖν. θρία γὰρ τὰ φύλλα τῆς συκῆς. Θροηθέντες. θορυβηθέντες. Θροεῖσθαι. ταραχίζεσθαι. Θρύπτεται. χαυνοῦται, μαλακίζεται. Θρυλλίζω. ψιθυρίζω. τὸ συστρέφω. παρὰ τὸ θραύω, θραυλίζω. κάλλιον δὲ ἀπὸ τοῦ θρύλλω. Θρῴσκω. τὸ πηδῶ. ὁ μὲν Δίδυμος χωρὶς τοῦ ι, λέγων αὐτὸ, ὡς ἀπὸ τοῦ μεθύω, μεθύσω, μεθύσκω, οὕτως καὶ ἀπὸ τοῦ θωρῶ, θωρίζω, θωρισμὸς, καὶ καθʼ ὑπερβιβασμὸν τοῦ ο εἰς τὸ ω θρωϊσμὸς, καὶ κατὰ συναίρεσιν τοῦ ο καὶ ι θρῳσμός. σημαίνει δὲ τὸν ὑψηλὸν τόπον. καὶ ἐξ αὐτοῦ θρῴσκω. <!-- θ.1057 -->Θριαμβεύοντι. φανεροῦντι. κατάδηλον ποιοῦντι. καὶ ὁ Ἀπόστολος· τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ. Θρασέως. τολμηρῶς. Θρεττανελώ. ἦχος κιθάρας. Θρέττε. ἀντὶ τοῦ θαῤῥαλέον καὶ ἀνδρεῖον καὶ θρασύ. Θρῄκηθεν. ἀπὸ Θρᾴκης.

  
Θρῄκηθεν ἄκτον.  
Θρυπτικῶς. βλακικῶς. χαύνως. μαλακῶς.

Τὸ Θ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —

Θυάδες. ὁρμητικοί. Θυγατριδοῦς. ὁ υἱὸς τῆς θυγατρός. Θυηπόλος. ὁ ἱερεύς. ὁ περὶ τὰς θυσίας πολῶν καὶ ἀναστρεφόμενος. Θύλακος. ἡ ἀρτοθήκη. Ἀριστοφάνης·

  
ὡς ἄλφιτʼ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.  
<!-- θ.1058 -->Θυέεσσι. θυμιάμασι θυσιῶν. ἔστι θύω, θυόεις θυόεντος θυόεσι, καὶ τροπῇ θυέεσσιν.

  
ἔρχεο σὺν θυέεσσιν.  
Θυμολέων. ὁ τὴν ψυχὴν θυμώδης. Θυμήρης. ἡδὺς, ἀρέσκων. Θυμόσοφος. εὐμαθὴς, εὐφυής. Θυμελικοί. οἱ ἐν ὑποκρίσει τὴν τέχνην ἐπιδεικνύμενοι. Θυμβροφάγος. ὁ δριμέα ἐσθίων καὶ πικρά. τοιοῦτον γὰρ τὸ θύμβρον λάχανον. Θυμός. ζέσις τοῦ καρδίου αἵματος. καὶ ὄρεξις ἀντιλυπήσεως. γίνεται δὲ ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως· διὸ καὶ χολὴ καὶ χολὸς λέγεται. ἔστι δὲ καὶ ὁ θυμὸς ὄρεξις ἀντιτιμωρήσεως. ἀδικούμενοι γὰρ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα, καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυμίας καὶ θυμοῦ. τοῦ δὲ θυμοῦ εἴδη τρία· ὀργὴ, μῆνις, κότος. θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων ὀργὴ καὶ χολὴ καὶ χολὸς λέγεται· μῆνις δὲ χολὴ ἐπιμένουσα ἤγουν <!-- θ.1059 -->μνησικακία· εἴρηται δὲ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδίδοσθαι· κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ παρὰ τὸ κεῖσθαι. Θυμός. ὀργὴ τοῦ κακῶσαι τὸν παροξύναντα. ἢ ἔξαψις καὶ ἀναθυμίασις ὀξεῖα τοῦ πάθους. ἢ ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς, κατʼ ἐξοχὴν ἀμύνης. Θυμοῦ φύσις ἐστὶ, τὸ τοῖς δαίμοσι μάχεσθαι, καὶ ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. Θυμὸς εἴρηται οἱονεὶ θύεμος τὶς ὢν, ἀπὸ τοῦ θύειν, ὅ ἐστιν ὁρμᾷν. σημαίνει δὲ πέντε· τὴν ὀργὴν, οἷον·

  
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων—  
τὴν ψυχὴν, ὡς τό·

  
μελιηδέα θυμόν.  
τὴν ἐπιθυμίαν, ὡς τό·

  
εἴξας ᾧ θυμῷ—  
τὸν λογισμόν·

  
—ἕτερος δέ με θυμὸς ἀνῆκε.  
τὴν ὁμόνοιαν, ὡς τό·

  
—ἕνα θυμὸν ἔχοντες.  
<!-- θ.1060 -->Θύμος. βοτάνη εὐτελής. Θυοσκόος. ὁ μάντις, ὁ ἱερεὺς, ὁ μεριστὴς, ὁ ἀπὸ τῶν θυομένων κοῶν, ὅ ἐστι νοῶν, τὸ μέλλον. Θυοσκόπος. ὁ διὰ τῶν θυμάτων μαντευόμενος. Θυόεις. ὁ τεθυμιασμένος οἶκος. Θυρεός. ἀσπὶς, σκουτάριον. Θυραῖος. ὁ ἔξωθεν τῆς θύρας. Θύρσος. κύριον. καὶ ἡ Βάκχη. καὶ ἡ ῥάβδος ἢ κλάδος ἐλαίας. τοῦ Χρυσοστόμου· οὐ θύρσον φέρων, οὐ δᾷδα κατέχων. Θύσανοι. οἱ κροσσοί. παρὰ τὸ θύω, τὸ ὁρμῶ, ὁ μέλλων θύσω, καὶ ἐξ αὐτοῦ θύσανος καὶ θυσανόεις. Θυσανωτός. χιτὼν ὁ κροσσωτός. Θυώδης. ἀπὸ τοῦ θύω, τὸ θυμῶ. σημαίνει δὲ ὁ τεθυμιασμένος οἶκος. Θυωρίτης. ὁ τραπεζοφύλαξ.

— Θηλυκόν. —

Θυωρός. κυρίως ἡ τράπεζα. παρὰ τὸ τὰ θύη θεῶν δέχεσθαι. Θυέστης. οὗ τὰς νʹ θυγατέρας καὶ τὰς αἰχμαλώτιδας ἐμίγη ὁ Ἡρακλῆς. <!-- θ.1061 -->Θυννεία. ἡ τῶν θύννων ἄγρα. Θυάς. ἡ Βάκχη. Θυηλή. ἡ διὰ θυμάτων μαντεία. Θυγάτηρ. παρὰ τὸ θύειν καὶ ὁρμᾷν κατὰ γαστρός. λέγουσι γὰρ κινεῖσθαι ταχέως τὰ θήλεα ἐν τῇ γαστρὶ ὄντα. Θύμεται. ἥδεται. Θυγατριδή. ἡ ἐγγόνη, ὅ ἐστι τῆς θυγατρὸς θυγάτηρ. Θυάτειρα. ὄνομα τόπου. καὶ Θυατειρηνός. Θύελλα. ἀνέμου συστροφή. παρὰ τὸ θύω, τὸ ὁρμῶ, ἀφʼ οὗ καὶ θύνω, παράγωγον γίνεται θύελλα, ὡς ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἄελλα. Θυείαν. ἴγδην.

  
σὺν δὲ θυείαν  
  
εὔπετρον, καὶ τὰν κρειοδόχον σκαφίδα.  
Ἀριστοφάνης·

  
—θυΐειαν ἑσπέρας  
  
ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο·  
  
καὶ τρίβειν ἐν αὐτῇ τὰς πόλεις βούλεται.  
<!-- θ.1062 -->ἔστι δὲ ἀγγεῖον, εἰς ὃ ἐμβάλλοντες ἀρτύματα τρίβομεν καὶ λειοῦμεν. Θυηλαί. αἱ ἀπαρχαί. αἱ θυσίαι. κυρίως δὲ οἱ θύλακοι, εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται. Θυμηδία. τέρψις, χαρά. Θυμαρέα. τὴν ψυχὴν ἀρέσκουσαν. καὶ θυμάρεια, ἡ ἀρέσκουσα. Θυμοβαρής. τὴν ψυχὴν ἀλγυνομένη. Θύμβρα. τόπος τῆς Ἰλίου ἀπὸ Θύμβρης τινός. ἢ Θύμβρις ὄνομα τόπου καὶ πεδίον τί. Θυμέλη. ἡ τοῦ θεάτρου. μέχρι νῦν ἀπὸ τῆς τραπέζης ὠνόμασται, διὰ τὸ ἐπʼ αὐτῆς τὰ θύη μερίζεσθαι, τουτέστι τὰ θυόμενα ἱερεῖα. τράπεζα ἦν, ἐφʼ ἧς ἑστῶτες ἐν τοῖς ἀγροῖς ᾖδον, μήπω τάξιν λαβούσης τραγῳδίας. Θύραι οὐρανοῦ. ἡ ἄνωθεν χορηγία. Δαβίδ· καὶ θύρας οὐρανοῦ ἀνέῳξε. μεταφορικῶς ἀπὸ τῶν ταμιείων. Θυσανόεσσα. ἡ κροσσωτοὺς ἔχουσα, θυσανόεσσα ἐσθής. <!-- θ.1063 -->

— Οὐδέτερον. —

Θυΐδιον. ἡ ἴγδη. Θύϊνα. ἐπὶ Ζήνωνος βασιλέως εὑρήθη ἐν Κύπρῳ τὸ λείψανον Βαρνάβα τοῦ Ἀποστόλου· ἔκειτο δὲ ἐπὶ τὸ στῆθος αὐτοῦ τὸ κατὰ Ματθαῖον ἅγιον εὐαγγέλιον ἔχον πτυχία θύϊνα. Θυλήματα. πέμματα, ἀπαρχὰς, ἄλφιτα, ἃ ἔμιγον οἴνῳ καὶ ἐλαίῳ εἰς θυσίαν ἀναφέροντες. Θυμοφθόρα. τὰ τὴν ψυχὴν φθείροντα. Θυμαλγέα. τὰ τὴν ψυχὴν λυποῦντα. Θύμβρον. λάχανον, ὅπερ ἐστὶ δριμὺ καὶ πικρόν. Θυμῆρες. καταθύμιον. καὶ θυμηρέστερον τὸ ἡδύτερον. Θυμάτιον. τὸ μικρὸν θῦμα καὶ εὐτελές. Θυμικόν. ὀργίλον. Θυρηβόλιον. ἡ ἔπαυλις. θυρημόλιον τὶ ὄν. γράφεται καὶ θυριοβόλιον. <!-- θ.1064 -->Θύσθλα. τὰ κλαδία. Θυστήριον. τὸ ὁρμητήριον. Θύστιον. πόλις τῆς Αἰτωλίας. τινὲς Θύτιον ἄνευ τοῦ ς. Θυοδόκα. τὰ δεχόμενα τὰ θυμιάματα. καὶ θυοδόκα σκεύη ἐπέφερον. Θυηπολοῦσι. περιπολοῦσι, διὰ θυσιῶν ὑπισχνούμενοι τὸν θεὸν ἐξιλάσκεσθαι. Θυμιώμενος. Θυόμενος. θύω τὸ ὁρμῶ. Θυροκρουστεῖν. τὸ θυροκτυπεῖν. Θύω. τὸ σφάζω καὶ ἱερουογῶ. Θυμμένον. τὸ ὑπὸ πυρὸς βεβλημένον καὶ κεκαυμένον. καὶ παρὰ γεωργοῖς αἱ ὑποκεκαυμέναι ἄμπελοι ὑπὸ πάχνης ἐντεθυμμέναι καλοῦνται. Θῦσαι. τὸ κακῶσαι τῷ καπνῷ τοῦ πυρὸς τὰς μελίσσας. <!-- θ.1065 -->Θύραθεν. τοὺς ἔξω. Θύραζε. ἔξω τῆς θύρας. Θύρῃφιν. ἔξωθεν, ἔξω.

Τὸ Θ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —

Θῶκος. ὁ θρόνος. παρὰ τὸ θῶ ῥῆμα, ὃ σημαίνει κατὰ ἀντίφρασιν τὸ ἑδραῖον, ὁ μέλλων θώσω, γίνεται θῶκος, ἡ τοῦ θύειν ἡμᾶς ἐπέχουσα καθέδρα. τὸ δὲ θῶ γέγονε παρὰ τὸ θοῶ, ἀφʼ οὗ τὸ θοάζω. ὡς βοῶ βοάζω. καὶ νύκτα θοὴν τὴν ἑδραίους ἡμᾶς ποιοῦσαν, καὶ δαῖτα θοήν· τὸ γὰρ θοὸν δηλοῖ τὸ ἑδραῖον καὶ ἀσφαλὲς καὶ ἰσχυρόν. Θωμᾶς. κύριον. ἑρμηνεύεται δὲ δίδυμος, ἢ δισταγμὸς, ἢ διστάζων τοῖς λογισμοῖς. <!-- θ.1066 -->Θωμοί. οἱ τῶν πυρῶν ἢ τῶν σπερμάτων σωροὶ, ἢ σωροὶ ξύλων. Θὼν, Θῶνος. κύριον. Θώραξ. χιτὼν σιδηροῦς περὶ τὸ στῆθος κείμενος, ἢ πύργος, ἢ τὸ στῆθος. παρὰ τοῦ τὸ θεῖον ὠρεῖν, τουτέστι φυλάττειν τὸ διανοητικὸν, ὅ ἐστιν ἐν ἡμῖν θεῖον. ἢ παρὰ τὸ θορῶ, τὸ πηδῶ· πηδώσης γὰρ τῆς καρδίας, ἀπὸ ταύτης κινοῦνται καὶ τὰ λοιπὰ μέλη. Ὅμηρος καὶ θώρηξ. Θώς. ὁ λυκοπάνθηρος. καὶ κλίνεται θωός. ταχεῖς γὰρ εἰσὶ καίπερ βραχυσκελεῖς ὄντες. Θωϋκτήρ. ὑλακτικός. ὡς· ἄλλός τις κύων θωϋκτήρ. Θώψ. ὁ κόλαξ. καὶ κλίνεται θωπός. Θώμιγξ. τοῦ Ψελλοῦ· θώμιγξ σπάρτος καννάβινος· θηβάνης ἄνεμός τις. <!-- θ.1067 -->Θῶνος. θημών. σωρεία. Θώραξ. παρὰ τὸ θῶ, τὸ ἀπολαύω. τὸ ἀπολαυστικὸν μέρος τοῦ σώματος. τὸ δὲ θῶ πολυσήμαντόν ἐστι.

— Θηλυκόν. —

Θωή. ἡ ζημία. Θώμιγξ. τὸ λεπτὸν σχοινίον. Θωπεία. ἡ κολακεία.

— Οὐδέτερον. —

Θώκνειον. ὄνομα τόπου. Θωρακεῖον. τὸ τεῖχος. Θωρακίοις. προμαχῶσι. δρυφάκτοις ἢ λωρικίοις. μέχρι μέν τινος ὑποπτηχότες τοῖς θωρακίοις ἠρέμουν. Θῶ. τὸ ἀπολαύω. ἐξ οὗ καὶ θώραξ, τὸ <!-- θ.1068 -->ἀπολαυστικὸν μέρος τοῦ σώματος, τὸ ἀπὸ τραχήλου μέχρι τῶν αἰδοίων καθῆκον κῦτος, ὃ καὶ ὅλμος καλεῖται. Θῶ. τὸ κατασκευάζω. ἐξ οὗ καὶ θεός. Θῶ. τὸ τρέφω. ἐξ οὗ καὶ θοίνη, ἡ εὐωχία. Θῶ. τὸ θηλάζω. ἐξ οὗ καὶ θηλή. Θῶ. τὸ ἑδραιῶ. ἐξ οὗ καὶ θῶκος, ὁ θρόνος. Θῶ. τὸ τίθημι. ἐξ οὗ καὶ θὶς, ὁ σωρός. Θῶ. τὸ ζημιῶ. ἐξ οὗ καὶ θωὴ, ἡ ζημία. Θωθείς. μεθυσθείς. Θωκεῖ. κάθηται. Θωμίζω. κεντρίζω, σχοινίοις δεσμῶ. Θωρήσσεσθαι. θωρήσσετο· θωρήξασθαι· θωρηχθεὶς καὶ θωρηχθῆναι τὸ καθοπλισθῆναι. θωριχθῆναι δὲ τὸ μεθυσθῆναι, καὶ <!-- θ.1069 -->θωρίσσειν, ι. καὶ ἀκροθώρικας τοὺς ἀκρομεθύσους ἐκάλουν. κέχρηται δὲ τῇ λέξει καὶ ὁ Ἀνακρέων· ὥστε θωρακισθῆναι. οἷον τὸ θώρακα πληρῶσαι. θώραξ γὰρ τὸ στῆθος. διὰ τὸ θερμαίνειν οὖν τὸ στῆθος θωρίσσειν λέγεται τὸ μεθύειν. <!-- θ.1070 -->Θωπεύει. καλακεύει, ἀπατᾷ.

  
θωπεύεις δεσποτικὴν ὀδύνην.  
Θωτάζει. σκώπτει. Θωΰσει. βοᾷ. Θωΰσσοντες. ὑλακτοῦντες. καὶ θώϋξεν ἀντὶ τοῦ ἐβόησεν. καὶ θωϋκτὴρ κύων, ὁ ὑλακτικός.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: yem-aah`.
