---
title: "Lexicon: Letter Ρ"
title_greek: "Λεξικόν, Ρ"
author: Pseudo-Zonaras
eul_wid: yem-aaq
eul_aid: yem
canonical: "https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-rho-yem-aaq"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:f92689a7d6afca0bb4fa41deecba24cc99f61dba2f7f7ac7b80aa14b991cd4d0"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon: Letter Ρ

*Λεξικόν, Ρ*

**Author:** Pseudo-Zonaras

**eul_wid:** `yem-aaq` · [HTML page](https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-rho-yem-aaq)

## Text

<!-- ρ.1603 -->

Ρ. Τὸ Ρ μετὰ τοῦ Α. — Ἀρσενικόν. —

Ῥαγδαῖος. σφοδρός. καὶ ῥαγδαῖος ἦν ὑετός. Ῥᾳδιουργός. πλαστογράφος. ἢ ὁ μετὰ πανουργίας τὶ διαπράττων. Ῥαβουνί. διδάσκαλος ἑρμηνεύεται. Ῥάθυμος. ἀναπεπτωκώς. παρὰ τὸ ῥέειν τὸν θυμόν. ἢ παρὰ τὸ ῥᾷον θυμοῦσθαι. Ῥαιβός. ὁ διεστραμμένος, ὁ πλάγιος. παρὰ τὸ ῥᾷον βαίνειν, κατὰ ἀντίφρασιν. ἢ παρὰ τὸ ῥαίω, τὸ φθείρω, καὶ τὸ βαίνω ῥαιβός· ὃν καλοῦσιν οἱ πολλοὶ σκελλὸν καὶ διεστραμμένον. Ῥαῖδος. ὄνομα θηρίου. Ῥαικός. ὁ Ῥωμαῖος. Ἐπίχαρμος· φιλεῖ εἶναι γραικὸς, ἀποβολῇ τοῦ γ ῥαικός. Ῥαιστήρ. σφαίρα σιδηρᾶ. Ῥαιφερενδάριος. ἀξίωμα ἐκκλησιαστικόν. Ῥακᾶ. ἀντὶ τοῦ σὺ ἑρμηνεύεται τῇ Σύρων γλώσσῃ, ὡς τό· ἄπελθε σύ· ἢ εἰπὲ τῷ δεῖνι σύ. τινὲς δὲ τῶν Ἑβραίων φωνῇ κατάπτυστον ἑρμηνεύουσι. Ῥᾷστος. ἔχει τὸ ι προσγεγραμμένον, ὅτι <!-- ρ.1604 -->πρῶτον μὲν εὕρηται κατὰ διάστασιν ῥηΐστη, ἢ ὅτι ἀπὸ τοῦ ῥᾷον γέγονε ῥᾷστος. Ῥάχος. ὁ σκόλοψ ὁ ἀκανθώδης. καὶ ἐπὶ τῶν ἀμπέλων. ἐπεὶ ἀποξύνεται ἐν τῷ ἀποτέμνεσθαι καὶ ῥαγῶσαι. Ῥάδαμνος. κλάδος. τοῦ Ψελλοῦ· ῥάδαμνος κλάδος καὶ βλαστὸς, ῥῶπος ποικίλος φόρτος.

— Θηλυκόν. —

Ῥάβδος κυρίου. παιδεία ἡ πρὸς διόρθωσιν τοῦ παιδευομένου. Ῥάβδῳ. ἐπιτιμίου λόγῳ. εἴρηται ῥάβδος παρὰ τὸ ῥάσσω, ἢ παρὰ τὸ ῥαπίζω, ἢ παρὰ τὸ ῥᾷον βαίνειν. Ῥάβδος σιδηρᾶ. ἡ τῶν Ῥωμαίων ἐξουσία. Ῥᾳδιουργία. δόλος, ἀπάτη. ἢ τὸ πράττειν τι μετὰ πανουργίας. Ῥᾳθυμία. ἡ ἀμέλεια, ἡ ῥαστώνη. Ῥαθάμιγγες. σταγόνες, ῥανίδες, καὶ ὁ ἀπὸ τῶν ἵππων κονιορτός. Ῥάβεννα. πόλις. Ῥάμνος. φυτὸν ἀκανθῶδες. παρὰ τὸ ῥᾷον τέμνεσθαι. ἢ παρὰ τὸ ῥᾷον δονεῖσθαι, τροπῇ τοῦ δ εἰς μ. <!-- ρ.1605 -->Ῥαικάμη. ἡ ῥαστώνη. Ῥαιστήρα. σφαῖρα σιδηρᾶ. Ῥάμνος. Ῥαπίς. ῥάβδος. Ῥᾳστώνη. εὐχέρεια, εὐκολία, ἢ ῥᾳθυμία. παρὰ τὸ ῥᾷστος. Ῥαχήλ. κύριον. ἑρμηνεύεται ἀμνὰς, ἢ ποιμαίνουσα. Ῥαχίας. τὰς ἐκ θαλάσσης πέτρας. ἢ ῥαχία τόπος ὑψηλός. Ῥάχις. ὁ μὲν Ἀπολλόδωρος ἀπὸ τοῦ ῥῆξις εἶναι, καὶ τὰ δεξιὰ μέρη διακρίνειν ἀπὸ τῶν εὐωνύμων· ὡς δέ τινες, τράχις, διὰ τὴν τραχύτητα τῶν συνεστηκότων αὐτῇ κονδύλων. Ῥαφίς. ἡ βελόνη. καὶ ὄνομα ἰχθύος. Ῥαψῳδία. ἀπόκομμα ποιήματος, περιλαβὸν καὶ ἔχον ἐν ἑαυτῷ ὀλίγην τινὰ καὶ μικρὰν περιπέτειαν. περιπέτεια δέ ἐστιν ὑποθέσεως σύμπτωμα. ὡς ἡ ἄλφα Ὁμήρου ἔχει ὀργὴν Ἀχιλλέως· καὶ ἡ β ἀπάτην ὀνείρου· καὶ ἡ γ Ἀλεξάνδρου καὶ Μενελάου μονομαχίαν. ἢ ῥαψῳδία ἐστὶ μέρος ποιήματος, ἐμπεριειληφὸς τινὰ <!-- ρ.1606 -->ὑπόθεσιν. παρὰ τὸ ῥάπτω καὶ τὸ ᾠδὴ γίνεται ῥαβδῳδία, καὶ τροπῇ τοῦ βδ εἰς ψ ῥαψῳδία. Ῥαάβ. κύριον. τὴν Χαναναίαν λέγει.

— Οὐδέτερον. —

Ῥᾴδιον. εὔκολον. ἔχει τὸ ι. ἐπειδὴ εὕρηται κατὰ διάστασιν ῥηΐδιον, καὶ ὅτι ἀπὸ τοῦ ῥεῖα γέγονε ῥεΐδιον, καὶ τροπῇ τοῦ ε εἰς η καὶ συναιρέσει ῥηΐδιον. οὐκ ἐγένετο ῥᾴδιον ἀπὸ τοῦ ῥᾶος, ῥάου. Ῥαδαλόν. εὐδιάσειστον, χαῦνον. Ῥαίδιον. τὸ φορεῖον. καὶ ῥαῖδον ἅρμα σκεπαστόν. Ῥαίκυλον καὶ Ῥαῖκλον. τοπικά. Ῥάκος. περιαυχένιον. ὁ καλούμενος μανδύας Περσικῇ γλώττῃ. παρὰ τὸ ῥήσσω ῥήξω, ῥῆχος καὶ ῥάχος, καὶ τροπῇ τοῦ χ εἰς κ ῥάκος. Ῥαντόν. ποικίλον. Ῥαιστόν. φθαρτόν. Ῥᾷον. εὔκολον. Ῥάμφος. κυρίως ἡ ῥὶς τῶν ὀρνέων. Ῥάρος. τὸ βρέφος. οἱ δὲ ὄνομα τόπου. οἱ δὲ τὴν γαστέρα. καὶ ῥάριον. <!-- ρ.1607 -->

— Ῥῆμα. —

Ῥαγήσεται. ἐκπηδήσει. Ῥαγῶσαι. τεμεῖν. Ῥᾳδιουργεῖν. ἀπατᾷν, ἢ τὸ μετὰ πανουργίας τι διαπράττεσθαι. τὰ παρὰ τὸ ῥᾴδιον ἔχει τὸ ι προσγεγραμμένον, οἷον ῥᾴθυμος, ῥᾳθυμία, ῥᾳστώνη. Ῥαιβώσας. κάμψας. Ῥαδανίζειν. τὸ τινάσσεσθαι. Ῥαιδαστίζει. τὸ σκοπεῖ. Ῥαίθω. τὸ φθείρω. Ῥαΐσαι. κουφίσαι. ῥαΐσαι τὸ ἐξ ἀῤῥωστίας βελτίω γενέσθαι. Ῥαπίζειν. τὸ παίειν κατὰ τοῦ προσώπου. κολαφίζειν δὲ κατὰ τοῦ τραχήλου.

— Ἐπίῤῥημα. —

Ῥᾳδίως. εὐκόλως. Ῥᾳόνως. εὐκόλως. καὶ ῥᾷον, καὶ ῥᾴως.

Τὸ Ρ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —

Ῥεάτης. ποταμός. Ῥεγεῶνες. οἱ βαφεῖς. <!-- ρ.1608 -->Ῥείτης. ὁ ῥέων. καὶ ῥειτός. Ῥεμβασμός. ἀχαλίνωτος ἔννοια καὶ ζωῆς ἀφανισμός. Ῥεγεῖς. οἱ βαφεῖς. Ῥεφάν. εἴδωλον.

— Θηλυκόν. —

Ῥεβέκκα. κύριον. ἑρμηνεύεται ὑπομονή. Ῥειώνη. ἡ Ἥρα. Ῥεία. θεά. Ῥένδα. ζώνη· λωρίον, ὃ οἱ βασιλεῖς διαζώννυνται. Ῥέα. ἡ Δημήτηρ. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ῥαδίου. ἢ ἡ τῆς πετρώδους καὶ ὀρείας γῆς δύναμις. ἡ δὲ Δήμητρα τῆς πεδινῆς καὶ γονίμου. ἢ καὶ τίκτει τὴν κόρην ἤγουν τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς στάχυσι. κόρη μὲν οὖν ἡ δύναμις ἡ σπερματοῦχος· Πλούτων δὲ ὁ ὑπὸ γῆν ἰὼν ἥλιος, καὶ τὸν ἀφανῆ περινοστῶν κόσμον κατὰ τὰς χειμερίους τροπάς.

— Οὐδέτερον. —

Ῥέγος. τὸ βάμμα. ἁλιπόρφυρον ῥέγος. καὶ ῥεγεῖς οἱ βαφεῖς. Ῥεέθρων. ῥευμάτων. καὶ ῥείθρων. <!-- ρ.1609 -->Ῥέθη. τὰ μέλη.

  
ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη—  
διὰ τὸ φαίνεσθαι τὰ ἤθη διʼ αὐτῶν· οὕτω γὰρ ἐκ τῆς ποιᾶς αὐτῆς συστάσεως τὰ τῆς ψυχῆς πάθη θεωροῦμεν, χαιρούσης, λυπουμένης, ὀργιζομένης. καὶ ῥέθος τὸ πρόσωπον, Αἰολικῶς.

— Ῥῆμα. —

Ῥέεις· ῥεῖς. ἐὰν ῥέῃς δὲ, η. ἐὰν ῥεῖς δὲ, δίφθογγον. Ῥέζει. πράττει. Ῥέζεσκον. ἔπραττον. Ῥέξαι. τὸ βάψαι· καὶ οἷον μεταποιῆσαι. Ῥεόντων. παρερχομένων. ῥαιόντων δὲ, τῶν φθειρομένων, δίφθογγον. Ῥέπει. κλίνει. Ῥέχθεον. ἐστέναζον.

— Ἐπίῤῥημα. —

Ῥέα. εὐκόλως. καὶ ῥεῖ.

Τὸ Ρ μετὰ τοῦ Η. — Ἀρσενικόν. —

Ῥήβας. ποταμὸς πλησίον Βιθυνίας πλωτὸς, παρʼ ᾧ ἀκτή ἐστι μέλαινα καλουμένη.

  
Ῥήβαν ὠκυῤῥόην ποταμὸν ἀκτήν τε μέ-  
  
λαιναν.  
<!-- ρ.1610 -->Ῥηγίας. ποταμός. Ῥηγῖνος. τοπικός. Ῥηγεύς. ὁ βαφεύς. Ῥηγῖλος, Ῥηγίλαος καὶ Ῥηγοῦλος. ὀνόματα κύρια. Ῥηγμήν. ὁ αἰγιαλός. Ῥηΐστερος. εὐχερέστερος. Ῥηλαιμός. τόπος. Ῥῆνος. ὄνομα ποταμοῦ. Ῥῆνες. πρόβατα. ἡ εὐθεῖα ῥὴν, ῥηνὸς, ῥῆνες. Ῥηξήνορες. ἀνδρεῖοι. Ῥήτωρ. δυνατὸς ἐν λόγοις, ἢ καλλιεπείας ῥημάτων δημιουργὸς καὶ συνθέτης. Ῥηχὰβ καὶ Ῥηχαβίν. ὀνόματα κύρια. Ῥήψ. ὄνομα ζώου. Ῥήτωρ. πολιτικῶν πραγμάτων ἐπιστήμων καὶ ἐφʼ ἑκάτερα ἐνδόξων κατασκευαστής. παρὰ τὸ ῥήδην λέγειν, ἢ παρὰ τὸ συνηγορεῖν τῷ νόμῳ. ῥήτρα γὰρ ὁ νόμος, Δωρικῶς.

— Θηλυκόν. —

Ῥηβαντία. πόλις. Ῥηδουντία. πόλις. Ῥῆσις. ἡ φράσις καὶ ὁ λόγος. Ῥητῶν. ἡμερῶν ὡρισμένων. <!-- ρ.1611 -->Ῥητὴ κρίσις. ἡ κακίστη συμφωνία, ἣν καὶ ὁ ἐν θεολογίᾳ Γρηγόριος λέγει. Ῥητίνη. κύριον. καὶ τὸ τῆς πεύκης ὑγρόν. Ῥήτρα. ἡ συνθήκη ἡ ἐπὶ ῥητοῖς· ἡ ῥητορεία. καὶ ῥητροσύνη. Ῥητορικὴ τέχνη. ἡ πειθοῦς δημιουργὸς πιστευτικῆς περὶ δίκαια καὶ ἄδικα μετὰ λόγου καὶ ἐμπειρίας. ἢ δύναμις τεχνικὴ πιθανοῦ λόγου, ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν ἢ τοπικῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον.

— Οὐδέτερον. —

Ῥῆγος. τὸ βαπτὸν ἱμάτιον, ἢ τὸ πορφυροῦν περιβόλαιον. ῥέξαι δὲ τὸ βάψαι καὶ οἷον μεταποιῆσαι. Ῥήγιον. πόλις Σικελίας. εἴρηται δὲ, ἐπειδὴ σεισμοῦ γενομένου ἀπετελέσθη τὰ ἐκεῖ ῥαγέντα τοῦ τόπου ἐκείνου. Ῥηΐτερον. εὐκολώτερον. ῥηΐδιον. ἀπὸ τοῦ ῥέω ῥεΐδιον, καὶ κατʼ ἔκτασιν ῥηΐδιον. Ἡσίοδος·

  
ῥηΐδιον γὰρ ἔπος εἰπεῖν.  
Ῥήϊστον. εὔκολον. Ῥήγιον. τόπος ἔξω τῆς Κωνσταντινουπόλεως. Ῥῆμα. ὁ λόγος καὶ τὸ πρόσταγμα. ὡς τό· ῥῆμα κυρίου ἐγένετο ἐπʼ αὐτόν. ἢ ῥῆμα ἐστὶ φωνὴ σημαντικὴ κατὰ συνθήκην μετὰ χρόνον. ὡς δὲ Πλάτων, φωνὴ πράξεως ἢ πάθους σημαντική. Ῥῆμα. λέξις ἄπτωτος, ἐπιδεικτικὴ χρόνων τὲ καὶ προσώπων καὶ ἀριθμῶν, ἐνέργειαν ἢ πάθος παριστῶσα. διατί εἶπεν ἄπτωτος; ἐπειδὴ πτώσεις οὐκ ἐπιδέχεται. διατί εἶπεν ἐπιδεκτικὴ χρόνων τὲ καὶ προσώπων καὶ ἀριθμῶν; <!-- ρ.1612 -->ἐπειδὴ πρόσωπα καὶ χρόνους καὶ ἀριθμοὺς ἐπιδέχεται. διατί εἶπε μετʼ ἐνεργείας ἢ πάθους; ἐπειδὴ παρεμφαίνει τὴν ἐνέργειαν καὶ τὸ πάθος· ἐνέργειαν μὲν, οἷον τύπτω· πάθος δὲ, οἷον τύπτομαι. ἢ ῥῆμα ἐστὶ μέρος λόγου ἄπτωτον, ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦν. μετʼ ἐνεργείας ἢ πάθους ἢ οὐδετέρου προσώπου σημαντικόν· ὥστε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ. διατί εἶπε μέρος λόγου; ἐπειδὴ ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου ἓν μέρος ἐστὶ τὸ ῥῆμα. μέρη δὲ τοῦ λόγου εἰσὶν ὀκτώ· ὄνομα· ῥῆμα· μετοχή· ἄρθρον· ἀντωνυμία· πρόθεσις· ἐπίῤῥημα· σύνδεσμος. διατί εἶπεν ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦν; διὰ τὰ χρονικὰ ἐπιῤῥήματα, οἷον χθές· σήμερον· αὔριον. ἰδοὺ γὰρ καὶ αὐτὰ χρόνου σημαντικά εἰσι καὶ διαφόρους χρόνους δηλοῦσιν, ἀλλʼ ἐν ἀλλοτρίαις φωναῖς, καὶ οὐκ ἐν ἰδίοις μετασχηματισμοῖς· οὐδὲ γὰρ μετέχει τὸ χθὲς τοῦ σήμερον, αὔριον, ἀλλὰ τελεία φωνὴ τῆς μεταλλαγῆς ἐγένετο. τὰ μέντοι ῥήματα ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους δηλοῦσι χρόνους, καὶ οὐκ ἐν ἀλλοτρίαις φωναῖς. διατί εἶπεν οὐδετέρου προσώπου σημαντικόν; διὰ τὴν ἀκρίβειαν, ἐπειδὴ εἰσὶ τινὰ ῥήματα, ἃ οὔτε ἐνέργειαν οὔτε πάθος δηλοῦσιν, ἅτινα καὶ οὐδέτερα λέγονται, ὡς ἐπὶ τοῦ ζῶ, πλουτῶ, ὑπάρχω. διατί εἶπεν ὥστε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ; ἐπειδὴ τῶν ῥημάτων τὰ μὲν ἔχουσι πρόσωπα, ὡς τὰ ὁριστικὰ, προστακτικὰ, εὐκτικὰ, ὑποτακτικὰ, ἅτινα καὶ διαθέσεις ψυχῆς ἔχουσι· τὰ δέ εἰσιν οὕτως χωρὶς προσώπων, ὡς τὰ <!-- ρ.1613 -->ἀπαρέμφατα. παρέπεται δὲ τῷ ῥήματι ὀκτώ· ἐγκλίσεις· διαθέσεις· εἴδη· σχήματα· ἀριθμοί· πρόσωπα· χρόνοι καὶ συζυγίαι. ἔγκλισίς ἐστι βούλημα ψυχῆς διὰ φωνῆς σημαινόμενον. ἐγκλίσεις δέ εἰσι τέσσαρες· ὁριστική· προστακτική· εὐκτική· ὑποτακτική. ἡ γὰρ ἀπαρέμφατος οὐκ ἔστι κυρίως ἔγκλισις, ἀλλὰ καταχρηστικῶς. καὶ διατί οὐκ ἔστι κυρίως ἔγκλισις; ἐπειδὴ ἔγκλισις λέγεται βούλημα ψυχῆς· ἡ δὲ ἀπαρέμφαιος, μὴ ἔχουσα βούλημα ψυχῆς, εἰκότως οὐδὲ ἔγκλισίς ἐστι. προτέτακται δὲ ἡ ὁριστικὴ τῶν ἄλλων ἐγκλίσεων, ἐπειδὴ, ὥσπερ ἐν τοῖς ὀνόμασιν ἡ ὀρθὴ πτῶσις πρώτη ἐστὶν, εὐθεῖα οὖσα τοῦ ὀνόματος, οὕτω καὶ ὁριστικὴ τῶν ἄλλων ἐγκλίσεων. διάθεσις δέ ἐστιν ἡ τοῦ σώματος μετάθεσις. ἢ διάθεσίς ἐστι δρᾶσις ἢ πεῖσις, ἐν αἷς διατίθεται ἡ ψυχὴ, ὡς ἐνεργοῦσα τὶ ἢ πάσχουσα. διαθέσεις δέ εἰσι τρεῖς· ἐνέργεια· πάθος· μεσότης. μέση δὲ διάθεσίς ἐστιν ἡ ἑκατέρων τῶν μερῶν μετέχουσα, ἤγουν ἐνεργείας καὶ πάθους. εἶδος δέ ἐστι φωνῆς εἰκὼν τὴν ἐν αὐτῇ δηλοῦσαν πρώτην ἢ δευτέραν σχέσιν. εἴδη δὲ δύο εἰσὶ, πρωτότυπον καὶ παράγωγον. σχῆμα δέ ἐστι λέξεων ποσότης ὑφʼ ἕνα τόνον καὶ ἓν πνεῦμα ἀδιαστάτως ἀγομένη, ἐν ἁπλότητι ἢ συνθέσει. σχήματα δέ εἰσι τρία· ἁπλοῦν, σύνθετον, παρασύνθετον. ἀριθμός ἐστι σωρεία μονάδων ἢ μονάδος σύνθεσις. ἀριθμοὶ δέ εἰσι τρεῖς· ἑνικὸς, δυϊκὸς καὶ πληθυντικός. πρόσωπα δέ εἰσι τρία· πρῶτον, δεύτερον, τρίτον. πρῶτον δὲ πρόσωπον ἐστὶ τὸ ἀφʼ οὗ ὁ λόγος· δεύτερον, τὸ πρὸς ὃν ὁ λόγος· τρίτον, τὸ περὶ οὗ ὁ λόγος. οἷον λέγει. χρόνος δέ ἐστι πλατικὸς ἐνιαυτὸς, ἢ ἀκαριαῖος· ἅμα δὲ τὸ βούλεσθαι ἔχει καὶ τὸ εἶναι. τρεῖς δέ εἰσι χρόνοι· ἐνεστώς· παρεληλυθώς· μέλλων. καὶ ἐνεστώς ἐστιν ὁ ἐνισταμένην καὶ ἀπλήρωτον ἔχων τὴν σημασίαν· παρεληλυθὼς δὲ, ὁ ἤδη παρελθών· μέλλων δὲ, ὁ μήπω γεγονώς. συζυγία δέ ἐστι συνέλευσις καὶ συμφωνία δύο συλλαβῶν εἰς μίαν συλλαβὴν, ἢ ἀκόλουθος ῥημάτων κλίσις. συζυγία δὲ ποίου μέρους λόγου ἐστίν; ὀνόματος. ποίου γένους; θηλυκοῦ. ποίου ἀριθμοῦ; <!-- ρ.1614 -->ἑνικοῦ. ποίας πτώσεως; γενικῆς τῶν ἑνικῶν. πῶς ἐστὶν ἡ εὐθεῖα; ἡ συζυγία. πόθεν γίνεται; ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ ζυγός· τὸ δὲ ζυγὸς παρὰ τὸ δύο ἄγειν, δυαγὸς καὶ ζυγός. καὶ ὤφειλεν εἶναι συνζυγία, ἀλλʼ ἡ σὺν πρόθεσις συντιθεμένη μεθʼ ἑτέρας λέξεως, τῆς ἀπὸ τῆς ζ ἀρχομένης, τέλεον ἀποβάλλει τὸ ν, οἷον συζητῶ, συζυγία. πόθεν δὲ χρόνος; παρὰ τὸ ῥέω ῥόνος καὶ πλεονασμῷ τοῦ χ χρόνος. εἴδη δὲ τῶν παραγώγων εἰσὶν ἑπτά· πατρωνυμικόν· κτητικόν· συγκριτικόν· ὑπερθετικόν· παρώνυμον καὶ ῥηματικόν. πατρωνυμικόν ἐστι τὸ κυρίως ἀπὸ πατρὸς ἐσχηματισμένον, καταχρηστικῶς δὲ καὶ τὸ ἀπὸ προγόνων κυρίως γινόμενον καὶ εἰς τὴν γενεὰν αὐτοῦ ἀναλυόμενον. πόσοι τύποι τῶν πατρωνυμικῶν ἀρσενικῶν; τρεῖς· ὁ εἰς δης· ὁ εἰς ων· ὁ εἰς αδιος. ὁ εἰς δης, οἷον Ἀτρείδης· ὁ εἰς ων, οἷον Ἀτρείων· ὁ εἰς αδιος, οἷον Ὑῤῥάδιος. Ἀτρείδης δὲ ποίου εἴδους τῶν παραγώγων; πατρωνυμικοῦ δευτέρου τοῦ εἰς ων, οἷον Ἀτρείων. Ὑῤῥάδιος ποίου εἴδους τῶν παραγώγων; πατρωνυμικοῦ. ποίου τύπου τῶν πατρωνυμικῶν; τρίτου, τοῦ εἰς αδιος πόσοι τύποι τῶν θηλυκῶν; τρεῖς· ὁ εἰς ις· ὁ εἰς ας· ὁ εἰς νη. ὁ εἰς ις, οἷον Πριαμίς· ὁ εἰς ας, οἷον Πελιάς· ὁ εἰς νη, οἷον Ἀδρηστίνη. τῶν οὐδετέρων μία μέν ἐστιν εἰς ον κατάληξις, ἔχει δὲ παραλήξεις ἕξ. οἷον, πεδίον· ξυλάριον· λεξείδιον· μειρακύλλιον· χρυσάφιον· ζωΰφιον. Νηλήϊοι ἵπποι, οἱ τοῦ Νηλέως, ποίου εἴδους τῶν παραγώγων; κτητικῶν. καὶ τί ἐστι κτητικόν; τὸ ὑπὸ τὴν κτῆσιν ἐμπεπτωκὸς, ἐμπεριειλημμένου τοῦ κτήτορος. διαφέρει δὲ τὸ πατρωνυμικὸν τοῦ κτητικοῦ· καὶ γὰρ τὸ πατρωνυμικὸν ἐκ μόνου τοῦ κυρίου γίνεται, τὸ δὲ κτητικὸν ἐκ κυρίου καὶ προσηγορικοῦ. τί δέ ἐστι συνεκφαντικόν; τὸ συνεκφαῖνον τῇ τέχνῃ, εἴτε γραμματικὸν, εἴτε φιλόσοφον. πόσοι τύποι τῶν κτητικῶν; δύο· ὁ εἰς ος καθαρὸν, οἷον δόλιος· ὁ εἰς κος, οἷον Αἰολικός. πόσοι τύποι τῶν συγκριτικῶν; τρεῖς· ὁ εἰς τερος, οἷον ὀξύτερος, βαρύτερος, βραδύτερος· ὁ εἰς ων καθαρὸν, οἷον καλλίων, βελτίων· ὁ εἰς σων, οἷον κρείσσων, <!-- ρ.1615 -->ἥσσων. σύγκρισις δέ ἐστιν ἡ τῶν πρωτοτύπων ἐπαύξησις, οἷον ὀξὺς, ὀξύτερος. τύποι δὲ τῶν ὑποκοριστικῶν ἕξ· ὁ εἰς ων δισύλλαβος, οἷον Βάκχων, ὁ Βακχυλίδης· ὁ εἰς ων παραληγόμενος, οἷον μωρείων, ὁ μωρός· ὁ εἰς αξ, οἷον ῥόδαξ, ὁ ῥόδιος· ὁ εἰς ας, οἷον Ζηνᾶς, ὁ Ζηνόδωρος, καὶ Μητραῖος, ὁ Μητρόδωρος· ὁ εἰς κος, οἷον γραμματικός· ὁ εἰς λος, οἷον ναυτίλος, ὁ ναύτης. πόσα ὑποπέπτωκε τῷ ὀνόματι; εἰκοσιτέσσαρα. τί καὶ τί; κύριον· προσηγορικόν· ἐπίθετον· πρός τι ἔχον· ὡς πρός τι ἔχον· ὁμώνυμον· συνώνυμον· διώνυμον· ἐπώνυμον· φερώνυμον· ἐθνικόν· ἐρωτηματικόν· ἀόριστον· ἀναφορικὸν, ἢ καὶ ὁμοιωματικὸν, καὶ δεικτικὸν, καὶ ἀνταποδοτικὸν καλεῖται· περιληπτικόν· ἐπιμεριζόμενον· περιεκτικόν· πεποιημένον· γενικόν· ἰδικόν· τακτικόν· ἀριθμητικόν· μετουσιαστικόν· ἀπολελυμένον. ποίῳ ὀνόματι ὑποπέπτωκε; τῷ γενικῷ καὶ τῷ κοινῷ. καὶ ποῖον λέγεται γενικὸν ἐνταῦθα; τὸ ὄνομα. καὶ ποῖα εἰσὶ τὰ αὐτὰ εἴδη; τὸ κύριον καὶ τὸ προσηγορικόν. ποσαχῶς τὸ εἶδος; διχῶς· κατὰ φωνὴν καὶ κατὰ σημασίαν. ποσαχῶς διαιρεῖται τὸ παράγωγον; πενταχῶς· εἰς πατρωνυμικόν· κτητικόν· συγκριτικόν· ὑπερθετικόν· ὑποκοριστικὸν παρώνυμον καὶ ῥηματικόν. διαθέσεις δὲ τοῦ ὀνόματος εἰσὶ δύο· ἐνέργεια καὶ πάθος. κριτὴς ποίας διαθέσεως; ἐνεργητικῆς. κριτὴς δὲ ὁ κρίνων καὶ ἐνεργῶν. κριτὸς ποίας διαθέσεως; παθητικῆς. κριτὸς γὰρ λέγεται ὁ κρινόμενος καὶ πάσχων. <!-- ρ.1616 -->Ῥηξίφλοιον. τὸ ῥῆσσον τὸν φλοιόν. Ῥήσιον. τόπος. Ῥησείδιον. ἡ μικρὰ ῥῆσις. ἀπὸ τοῦ ῥήσεως ῥησείδιον, εἰ δὲ ἀπὸ τοῦ ῥήσιος γέγονε, διὰ τοῦ ι. ὡς λέξις λεξίδιον.

— Ῥῆμα. —

Ῥηγνύω. τὸ ἐκπέμπω. Ῥήγνυσκεν. ἐκ τοῦ ῥηγνύω, ῥήγνυσκεν. Ῥήσσω. τὸ ῥηγνύω. Ῥητρεύω. ῥητορεύω.

— Ἐπίῤῥημα. —

Ῥηϊδίως. εὐκόλως, ῥαδίως. Ῥητῶς. σαφῶς, φανερῶς. ὁ Ἀπόστολος· τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς. καὶ ῥητῶς ἀντὶ τοῦ λεκτῶς.

Τὸ Ρ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —

Ῥιγεδανός. ὁ φρικώδης. Ῥικνός. ὁ διεσχισμένος καὶ διεφθαρμένος.

  
ῥικνοῖς ἐπισκάζουσα πόδεσσι.  
Ῥινός. τὸ δέρμα. ἀπὸ τοῦ ῥίνη, ὅπερ εἶδος ἰχθύος ἐστίν. ἢ παρὰ τὸ ῥίον, τὸ ἀκρωτήριον. ὁ δὲ Ὦρος ὁ Μιλήσιος λέγει, ὅτι ῥίνος λέγεται, ὅτι διʼ αὐτοῦ ῥέουσιν οἱ ἱδρῶτες. Ῥινοτόμος. ὁ τὰ δέρματα τέμνων. Ῥινόσιμος. τὴν κόμην ἀνάδετος. ἢ τὴν ῥῖνα σιμὸς καὶ πατζός. Ῥὶψ, ῥιπός. τὸ ῥιπίδιον. <!-- ρ.1617 -->Ῥίψασπις. ὁ δειλός. ἀπὸ τοῦ ῥίπτειν τὴν ἀσπίδα. Ῥιψοκίνδυνος. ὁ παράβολος· ὁ τολμηρός.

— Θηλυκόν. —

Ῥίζα. διʼ ἧς ῥεῖ τὸ ζῇν ἄνω τοῖς δένδροις. Ῥινηλατῶ. τὸ διὰ ῥινὸς ὀσμοῦμαι καὶ διώκω τι, ὥσπερ οἱ κύνες τῶν κυνηγῶν ποιοῦσιν. ἢ σκοποῦντες ὧδε κἀκεῖσε. Ῥὶν καὶ ῥίς. ἡ μύτις. καὶ κλίνεται ῥινός. ὡς δικατάληκτον διὰ τοῦ ι γράφεται· ἔδει γὰρ διὰ τῆς ει διφθόγγου. ἀπὸ τοῦ ῥέω ῥίν· ἐκ γὰρ τῆς ῥινὸς ῥέουσι καὶ κατέρχονται τὰ περιττώματα. Ῥίπη. πόλις. καὶ Ῥίπαια ὄρη. Ῥιπή. ὁρμή· φορά· κίνησις. παρὰ τὸ ῥίπτω ῥιπτὴ καὶ ῥιπὴ, ἡ ῥιπτομένη. τίθεται δὲ ἡ λέξις ἐπὶ τοῦ ῥίπτεσθαι τὰς βίας τῶν πνευμάτων. Ῥιπίς. τὸ ῥιπίδιον. τοῦ θεολόγου· ἄνεμον ταῖς ῥιπίσι σοφιζομένους.

— Οὐδέτερον. —

Ῥιγιστόν. φοβερόν. καὶ ῥίγιον, τὸ φρικῶδες ἢ χαλεπόν. ἐκ τοῦ ῥῖγος ῥίγιον. ὅθεν καὶ τὸ ρι μακρόν. Ῥινή. τὸ ἐργαλεῖον τοῦ χαλκέος. ὁ γὰρ ἰχθὺς βαρύνεται. Ῥῖγος. τὸ ψύχος. ἀπὸ τοῦ φρίσσω φρίγος καὶ ἀποβολῇ τοῦ φ ῥῖγος. ἡ δὲ ἀποβολὴ τοῦ φ <!-- ρ.1618 -->ἔκτασιν πεποίηκε τοῦ ι. ὅθεν καὶ διὰ τοῦ ι γράφεται· οὐδέποτε γὰρ πρὸ τῶν δύο σσ εὑρίσκεται δίφθογγον. καὶ ῥιγίον ἡ νόσος. Ῥίζαιον. τόπος. καὶ Ῥιζὴν, ὄρος. Ῥίον. τὸ ἀκρωτήριον, ἐπειδὴ περιῤῥεῖται ὕδατι. ἴσως δὲ ἐκ τοῦ ἀκρωτηρίου ἐγένετο μείωσις, ἵνʼ αἱ πρῶται τρεῖς συλλαβαὶ ὦσιν ἀφῃρημέναι. ἢ ὅριόν ἐστι, ἀφʼ οὗ ἐστιν ὁρᾷν καὶ σκοπεύεσθαι.

— Ῥῆμα. —

Ῥίγησεν. ἐφοβήθη. Ῥιζωρυχῶ. ῥιζορυκτῶ δὲ μικρόν. Ῥινᾷ. ἐξαπατᾷ. τρόπον τινὰ τὴν ἕξιν ῥινᾷ. Ῥιπτάζω. διαῤῥίπτω. Ῥιπίζω. ῥίπτω.

— Ἐπίῤῥημα. —

Ῥιζιμαίως. παρὰ τὴν ῥίζαν. Ῥίμφα. εὐκόλως ἢ ταχέως. παρὰ τὸ ῥίπτειν ἑαυτὸν διὰ τάχους. ὡς παρὰ τὸ κρύπτω κρύφα, οὕτω ῥίπτω ῥίφα καὶ πλεονασμῷ τοῦ μ ῥίμφα. Ῥιψοκινδύνως. παραβόλως· τολμηρῶς.

Τὸ Ρ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —

Ῥοΐ. ῥεύματι. ὁ ῥοῦς, τοῦ ῥοὸς, τῷ ῥοΐ. ῥοῒ ποταμοῦ καὶ ῥοῒ θαλάσσης, ι. ῥοῇ δὲ αἵματος καὶ ῥοῇ δακρύων, η. <!-- ρ.1619 -->Ῥομβώδης. ὄνομα παρατάξεως. καὶ τὸ πολεμικὸν τῆς νηὸς σίδηρον.

— Θηλυκόν. —

Ῥόα καὶ ῥοιά. ἡ ῥοϊδέα. Ῥόγα. .... Ῥοδωνία. χώρα. Ῥοδωνιὰ δὲ, τόπος, ἐν ᾧ εἰσιν ῥόδα. ὡς καὶ κρινωνιά. Ῥοδοδάκτυλος ἠώς. ἡ ῥοδόχροος ἡμέρα, ἡ τὰ ἔργα λαμπρὰ δεικνύουσα.

  
ῥοδοδάκτυλος ἠὼς ἐπʼ αἶαν ἐσκίδνατο.  
Ῥόδος. ἡ νῆσος. παρὰ τὸ πολὺν ῥοῦν αὐτόθι δονεῖσθαι, πρὶν φανῆναι τὴν νῆσον. Ῥοαί. τὰ ῥεύματα. ἡ εὐθεῖα ἡ ῥοή· τῆς ῥοῆς· αἱ ῥοαί. Ῥοπή. ἡ ἀπό τινος εἴς τι μετάκλισις, ἢ εἴς τι μεταβολή. ῥοπή ἐστι καὶ τὸ ἀκαριαῖον τῆς συντομίας καὶ ταχυτῆτος. Ῥοπὴ καὶ ἡ δύναμις. Ῥοπή ἐστιν ἀδιάστατος κίνησις.

— Οὐδέτερον. —

Ῥόδον. παρὰ τὸ ὄζω ὄδον καὶ ῥόδον κατὰ ἀντίφρασιν. Ῥοίζημα. ἤχημα. Ῥοίτιον. ἀκρωτήριον τῆς Τροίας.

  
—Ῥοιτιάδος ἔνδοθεν ἄκρης.  
<!-- ρ.1620 -->ἀπὸ Ῥοιτίας τῆς Πρωτέως θυγατρός. ὁ δὲ Χοιροβοσκός· τὸ Ῥοίτιον διὰ τῆς ει διφθόγγου γράφεται. Ῥύτιον δὲ τόπος ἐπὶ Κρήτης· ψιλὸν καὶ ι. Ῥόθιον. τὸ ῥεῦμα. ἢ τὸ μετὰ ψόφου κῦμα. Ῥόπαλον. βάκλον ἢ ῥάβδος. παρὰ τὸ ῥέπειν εἰς ἓν μέρος. Ῥοώδη. τὰ ὀστᾶ παρὰ Γαληνῷ καὶ Ἱπποκράτῃ.

— Ῥῆμα. —

Ῥογχάζειν. παρὰ τὸ ῥοχθεῖν, τὸ ἠχεῖν, παρῆκται, πλεονασμῷ τοῦ γ. Ῥοθῶ. τὸ ἠχῶ. Ῥοίζησεν. ἤχησεν, ἔσυρεν. Ῥοιβδῶ. τὸ ῥοφῶ. καὶ ῥοιβδήσω. ἐξ οὗ καὶ ἀναῤῥοίβδησις. Ῥοχθεῖ. ἠχεῖ, κλύζει.

  
ῥοχθεῖ δὲ μέγα κῦμα—.  
παρὰ τὸ ῥόθιον ῥοθεῖ, καὶ πλεονασμῷ τοῦ χ ῥοχθεῖ. ἐν ἄλλοις δὲ τὸ ῥοχθεῖ κῦμα, τὸ πρὸς ξηρὰν ἀντικρούει. ἴσως παρὰ τὸ ῥοῦν καὶ τὸν ἦχον, ῥοηχεῖ καὶ ῥοχθεῖ. ἢ ἀπὸ τοῦ ῥέω ῥοχῶ, ὡς λέχω λοχῶ, καὶ πλεονασμῷ τοῦ θ ῥοχθῶ.

— Ἐπίῤῥημα. —

Ῥοιζηδόν. σφοδρῶς μετὰ ἤχου. <!-- ρ.1621 -->

Τὸ Ρ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —

Ῥύακες. ὑδρηγοί· ῥεύματα. Ῥυηφενής. ὁ ἄγαν πλούσιος. παρὰ τὸ ῥήδην καὶ τὸ ἄφενος, ὃ σημαίνει τὸν πλοῦτον. Ῥυθμός. ἁρμονία, ἀκολουθία, παίδευσις. ἢ ἡ τῆς κινήσεως τάξις. ἀπὸ τοῦ ῥύω ῥύσω, ὄνομα ῥυσμὸς, καὶ τροπῇ τοῦ ς εἰς θ ῥυθμός. Ῥυμός. τὸ μεταξὺ κατὰ μῆκος ξύλον τοῦ ἅρματος, ἤγουν τὸ προσηρτυμένον τῷ ζυγῷ ὀρθὸν ξύλον. παρὰ τὸ ἐρύω, ἐρύσω, ἐρυσμὸς, καὶ ἀποβολῇ τοῦ ε καὶ ς ῥῆμα ὄνομα ῥυμός. Ῥυσμός. εἰκών· ἰδέα· σχῆμα· θέσις.

  
σχῆμα δέ οἱ Ἀσίης ῥυσμὸς πέλει—.  
κῶνος δέ ἐστιν ἀπὸ πλατείας βάσεως εἰς ὀξὺ λήγων. Ῥύνδαξ. τόπος. Ῥυσσός. ῥυτίδας ἔχων. παρὰ τὸν ἐρύσω μέλλοντα. ὁ συνελκυσμὸς τῶν σαρκῶν καὶ τῶν ῥυτίδων. <!-- ρ.1622 -->Ῥυτήρ. χαλινὸς, λῶρος. καὶ ὁ ἐλευθερωτής. ἀπὸ τοῦ ῥύω. Ῥυτός. ὁ ῥέων καὶ ὁ ἑλκυστός.

  
ῥυτοῖσι λάεσσι—.  
ἀπὸ τοῦ ἐρύω, τὸ ἑλκύω.

— Θηλυκόν. —

Ῥύμη. ὁρμή. ἔστιν οὖν ῥέω καὶ ῥύω, ῥύσω, ῥύμη. Ῥυμβόνες. αἱ εἱλύσεις καὶ κινήσεις εἰς πείρας, οἱονεὶ αἱ κοτυλώδεις καμπαί. καὶ ῥύμβων ἡ τῶν φύλλων ἕλιξις. Ῥυσσή. ἡ γραῦς. Ῥυτίδες. τὰ ἐπὶ τοῦ προσώπου τῶν γεγηρακότων ζαρώματα.

— Οὐδέτερον. —

Ῥύγχος. τὸ πρόσωπον. Ῥύμματα. καθάρματα. καὶ ῥύψις, ἡ κάθαρσις. Ῥύσια. λύτρα, ἐλευθερίας ἐνέχυρα. Ῥυπαπαί. ἐπιφώνημα ἢ μίμημα ψόφου ναυτικοῦ, ἀπὸ τῶν κόπων ἀποτελουμένου. Ῥυπτικῶν. καθαρτικῶν. Ῥύτιον. τόπος ἐπὶ Κρήτης. Ῥυτά. τὰ τόξα. καὶ τὰ ῥέοντα. <!-- ρ.1623 -->

— Ῥῆμα. —

Ῥύεται. φυλάττεται, σκέπει, ἐλευθεροῖ. Ῥυήσονται. φθαρήσονται. ἡ δὲ χεὶρ ῥυήτω. Ῥυῇ. ἀντὶ τοῦ ῥεύσει. Ῥυθμίζει. κανονίζει, παιδεύει. Ῥυμοτομεῖται. εἰς ὀρθὸν κόπτεται. Ῥυστάζειν. τὸ μετὰ βίας ἕλκειν. καὶ ῥυστάζω. παρὰ τὸ ἐρύω, ἐρυτὶς καὶ ῥυτὶς, ἡ συνελκυσμένη σάρξ. ῥυτός ἐστι τὸ θηλυκὸν καὶ τὸ οὐδέτερον ῥυτὸν καὶ τὸ παρώνυμον ῥυτίς. Ῥύψωμεν. σμήξωμεν, καθάρωμεν. καὶ ῥύπτω τὸ καθαίρω.

— Ἐπίῤῥημα. —

Ῥυδὸν καὶ ῥύδην. ἀντὶ τοῦ χύδην. ῥυδὸν ἀφνειοῖο ἀντὶ τοῦ ἄγαν πλουσίου. ἀπὸ τοῦ περιῤῥεῖν τὸν πλοῦτον. Ῥυππαπαί. ἐπιφώνημα ναυτικόν.

Τὸ Ρ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —

Ῥωγαλέος. διεσχισμένος. παρὰ τὸ ῥήσσω. ὡς καὶ τό· κατέῤῥωγε τὰ ἱμάτια. Ῥωγοί. ἔθνος. <!-- ρ.1624 -->Ῥῶμος, Ῥωμύλος. κύρια. καὶ Ῥῶμις, Ῥώμιδος, κύριον. Ῥωμαλέος. ἰσχυρὸς, ἀνδρεῖος. Ῥώξ. εἶδος σκορπίου. καὶ κλίνεται ῥωγός. ἢ ζῶον μικρὸν ῥαγὶ σταφυλῆς ὅμοιον· περιφερὲς γάρ ἐστιν, ὡς οἱ ἑωρακότες μοι εἶπον. Ῥώξ. τὸ σχίσμα. καὶ ἀποῤῥῶγες. Ῥωπόῤῥηξ. ὁ τὸν κοῦσπον ῥηγνύων. Ῥωποπώλης. ὁ μυρεψός. ῥῶπες γὰρ ὕλη καὶ ὑλώδη φυτά· ἢ θάμνος καὶ σύμφυτος τόπος· ἢ μίγματα καὶ χρώματα, ὅσα ζωγράφοις καὶ βαφεῦσι καὶ μυρεψοῖς χρησιμεύουσι. ἢ ῥώψ ἐστι βοτάνη ἁπαλή. παρὰ τὸ ῥέψω, ῥὲψ, καὶ τροπῇ τοῦ ε εἰς ω ῥώψ. ὡς βλέπω, βλέψω, βλὲψ καὶ βλώψ· καὶ τὸ παραβλῶπες.

  
—ῥῶπας δʼ ὑπέχευε δασείας.  
καὶ ῥωπογράφους, τοὺς τὰ τοιαῦτα διαγράφοντας. καὶ τὸν κοῦφον φόρτον ῥῶπον λέγουσιν. ὅθεν καὶ ῥώπια τὰ οὐ στερέμνια. Ῥωστήρ. ὁ ἐν δυνάμει ὑγιής. ἀπὸ τοῦ ῥῶσις. Ῥωχμός. τόπος κεχαραγμένος ὑπὸ ὀμβρίων ὑδάτων. σημαίνει δὲ ῥῆξιν. παρὰ τὸ ῥήσσω ῥηχμὸς καὶ μεταθέσει τοῦ γ εἰς χ καὶ τοῦ η εἰς ω μέγα ῥωχμός. <!-- ρ.1625 -->Ῥώξ. εἶδος σκορπίου. παρὰ τὸ ῥῶ, τὸ φθείρω.

— Θηλυκόν. —

Ῥωγὰς, ῥωγάδος. ἡ διεσχισμένη πέτρα. παρὰ τὸ ῥήσσω ῥηγὸς καὶ ῥωγάς. Ῥωμαλεότητι. ἰσχυρότητι, ἀνδρειότητι. ῥωμαλεότητι τοῦ κρείττονος. Ῥώμη. ἡ ἰσχὺς, ἡ ὑγεία. καὶ πόλις. ἐπὶ μὲν τῆς ὑγείας, παρὰ τὸ ῥῶ, ου ὁ μέλλων ῥώσω, ὁ παθητικὸς ἔῤῥωμαι, ῥῆμα ὄνομα ῥώμη. ὡς γνώσω γνώμη. ἐπὶ δὲ τῆς πόλεως, ἀπὸ Ῥώμου καὶ Ῥωμύλου τῶν Αἰνείου παίδων. Ῥωζάνη. κύριον. Ῥῶσις. ἡ ὑγεία. <!-- ρ.1626 -->Ῥωσός. πόλις. Ῥώς. ἡ ῥωσία.

— Οὐδέτερον. —

Ῥωπήϊα καὶ ῥωπάκια. οἱ θάμνοι. καὶ ῥώπια, τὰ οὐ στερέμνια. Ῥῶ. τὸ στοιχεῖον. παρὰ τὸ ῥέω· ὑγρὰ γάρ ἐστι καὶ εὐμάλακτα, καὶ ὡσεὶ ἔλαιον ῥεῖ, ἐν τοῖς μέτροις ἀμετάβολα.

— Ῥῆμα. —

Ῥῶ. τὸ λέγω. ἐξ οὗ καὶ ῥῆσις, ὁ λόγος. Ῥώννυσιν. ἐνδυναμοῖ. Ῥωποῤῥυκτεῖν. ῥηγνύειν τὸν ῥῶπον καὶ τὸν κοῦσπον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: yem-aaq`.
