---
title: "Lexicon: Letter Π"
title_greek: "Λεξικόν, Π"
author: Pseudo-Zonaras
eul_wid: yem-aap
eul_aid: yem
canonical: "https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-pi-yem-aap"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:be1984c594436fc5f19e761e80c2c84fdd730d41af9f8d2c5f1732072409de00"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon: Letter Π

*Λεξικόν, Π*

**Author:** Pseudo-Zonaras

**eul_wid:** `yem-aap` · [HTML page](https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-pi-yem-aap)

## Text

<!-- π.1495 -->

Π. Τὸ Π μετὰ τοῦ Α. — Ἀρσενικόν. —

Παγκρατιασταί. ἀθληταὶ, ἀγωνισταί. Παγετός. τὸ ψύχος. ἐκ τοῦ πήσσω, τὸ πηγνύω. Πάγουροι. παρὰ τὸ οὐρεῖν, ὅ ἐστι φυλάσσειν ἐν τοῖς πάγοις· πάγοι δὲ οἱ κρημνώδεις τόποι. Παιάν. ὕμνος ᾀδόμενος εἰς Ἀπόλλωνα ἐπὶ ἀφέσει λοιμοῦ, κατὰ τὴν φλυαροκοπίαν τῶν Ἑλλήνων. Παῖς. ἀπὸ ἐτῶν εʹ ἕως ἐτῶν ιδʹ. παρὰ τὸ παίζω. Παίονες. γένος Λατῖνον ἢ ἔθνος Θρᾳκικόν. οἱ <!-- π.1496 -->δὲ Μακεδόνας. τινὲς δὲ τοὺς νῦν καλουμένους Πανονίους. Πανόνιοι δὲ οἱ Βούλγαροι. Παιδοτρίβης. γυμναστής· παιδαγωγός· ἀλείπτης. Παῖς. παρὰ τὸ παίζω, παίσω, ἀποβολῇ τοῦ ω παῖς. φίλον γὰρ τοῖς παισὶ τὸ παίζειν. ἢ παρὰ τὸ πάλλεσθαι. εὐκίνητος γὰρ ἡ ἡλικία. ὁ δὲ Ἡρωδιανός· παρὰ τὸ βαίειν γίνεται βαῖς καὶ παῖς κατὰ τροπὴν τοῦ β εἰς π. Παιδολετῆρα. παιδοφθόρον. Παιγνημονέστατος. ὁ τῶν παιγνίων ἐπιστήμων. <!-- π.1497 -->Πάϊς. ὁ παῖς. Παιδνός. ὁ εὐγενὴς ἢ νεώτατος παῖς. παρὰ τὸ παίζω παιδνὸς, ὡς ἀλαπάζω ἀλαπαδνός. οὕτω Φίλων. Παιήων. ὁ τῶν θεῶν ἰατρός. ἀπὸ τοῦ παύω Παιὼν, καὶ πλεονασμῷ τοῦ η Παιήων. Παιπαλόεις. ὁ τραχύς. κατὰ πλεονασμὸν τοῦ π. παρὰ τὸ αἰπὸς, ὃ σημαίνει τὸ μέγα καὶ τραχὺ, οἷον·

  
—αἰπὰ ῥέεθρα.  
γέγονε παιπαλόεις κατὰ πλεονασμὸν τοῦ π. Παλαιός. ἀρχαῖος. καὶ παλαιὸς ἄνθρωπος ἡ ἁμαρτία, ὥσπερ καὶ νέος ἄνθρωπος ἡ ἁγνεία καὶ ἀρετή. Παλιγκάπηλος. ὁ τὸ αὐτὸ ἀγοράζων καὶ πωλῶν· ὁ μεταβολεύς. Παλίμβολος. ἀσύστατος, ἀκατάλληλος, εὐπερίτρεπτος. Παλίνορσος. παρὰ τὸ ὄρω, τὸ ὁρμῶ, ὅθεν καὶ τό·

  
—ἐξώρετο θεῖος ἀοιδός.  
γίνεται ὄνομα ὀρτὸς καὶ παλίνορτος. καὶ ἔδει διὰ τοῦ τ, ἵνʼ ᾖ ὁ πάλιν ὡρμημένος. ἐγὼ δέ φημι παλίνορσος ἀπὸ τοῦ ὄρσω. Πάλος. ὁ κλῆρος. παρὰ τὸ πάλλω, ἐπειδὴ ἡνίκα ἀνακληθῶσιν οἱ κλῆροι πάλλονται. Παλαμναῖος. φονεὺς ἢ ἰσχυρός. ἀπὸ τοῦ πάλῃ καὶ τῇ παλαίστρᾳ ἐπιμένειν καὶ καρτερεῖν. <!-- π.1498 -->Παλαιφάτους. ἀρχαίους, παλαιούς. μυθολογεῖται, ὅτι οἱ παλαιοὶ ἄνθρωποι ἐκ δρυῶν καὶ λίθων ἐγένοντο. παλαιφάτους δὲ λέγει τοὺς ἐκ παλαιῶν χρόνων πεφημισμένους. Παλινορμένω. ἀντὶ τοῦ ὄπισθεν ὁρμῶντας. Πανομφαίῳ. παμφήμῳ. ἀπὸ τῆς ὀμφῆς. Παντοδαπῶν. παντοίων. Πανοῦργος. ὁ φρόνιμος. ἢ καὶ ὁ πονηρός. Πανώλης. ὁ ὀλέθριος. καὶ κλίνεται πανώλου. καὶ πανώλεθρος. Πανημέριος. διʼ ὅλης τῆς ἡμέρας. Πανόνιοι. οἱ Βούλγαροι. Πανάποτμος. ἄθλιος, δυστυχής. Πανδερκής. ὁ τὰ πάντα ὁρῶν. Πανόπτης. πολυόφθαλμος. Πανέφθου. ἑψητοῦ καὶ διαλελυμένου καὶ ὑγροῦ τὴν φύσιν. Ἡρόδοτος δὲ ἀπέφθου. Ἡσίοδος δὲ πανέφθου. γέγονε δὲ παρὰ τὸ ἕψω, ἑψήσω, ἑψητός· ὡς ἀγάπω, ἀγαπήσω, ἀγαπητός· καὶ τροπῇ τοῦ ψ εἰς φ καὶ πλεονασμῷ τοῦ θ ἑφθητὸς, καὶ ἐν συγκοπῇ ἕφθος, καὶ ἐν συνθέσει πάνεφθος, πανέφθου. Πάππα. προσφώνησις τιμητικὴ τῶν υἱῶν πρὸς πατέρα. οὕτω δὲ λέγεται παρὰ Συρακουσίοις ὁ πατὴρ, πᾶς, καὶ κατὰ ἀναδιπλασιασμὸν τοῦ π πάππας. <!-- π.1499 -->Παράσιτοι. οἱ κόλακες. φλύαροι ἢ κλοτζοκόποι. Παράφορος. μωρός. ἢ ὁ μανικός. κατάφωρος δὲ μέγα. Παρακείμενος. συμπληρούμενος ἤδη, διὰ τὸ παρακεῖσθαι αὐτῷ τὴν συμπλήρωσιν. Παρατατικός. ὁ παρατεταμένος, ὁ ἀπλήρωτος, ἢ ὁ παρὰ μικρόν. Παράφρων. ἀνόητος ἢ μαινόμενος. Παραχαράκτης. ὁ διαστροφεύς. Παραλογιστής. ὁ ἀπατεών. Παραγράπτους. νόθους, ξένους, καὶ παρεγγράπτους. <!-- π.1500 -->Παραβύστῳ. ἀποκεκρυμμένῳ. ἐν παραβύστῳ τόπῳ. Παράουροι. χαῦνοι ἢ παραφύλακες. Παρασάγγας. εἶδος μέτρου περσικοῦ· ὅ ἐστι στάδια τριάκοντα. ὁ δὲ σταθμὸς ἔχει μίλια εἰκοσιοκτὼ ἥμισυ κατὰ Ἡρόδοτον καὶ Ξενοφῶντα. Παραλογισμός. ἀπάτη λογισμοῦ. Παραπλήξ. ὁ παράφρων. καὶ παραπλῆγες οἱ πεπληγμένοι τόποι καὶ μὴ προσάντεις. Παραβλῶπες. στραβοί. παρὰ τὸν βλέπω μέλλοντα, καὶ τροπῇ τοῦ ε εἰς ο καὶ ἐκτάσει βλώψ· ἐπειδὴ οἱ ἱκετεύοντες ὑπὲρ τοῦ <!-- π.1501 -->ἐλεεινοὶ φαίνεσθαι προσίασιν οἰκτρὰ τὰ σχήματα καὶ τὰς θέας αὐτῶν ἔχοντες. Παράῤῥητοι. παραμυθητικοί· παραινετικοί. Παραλλήλους. ἀκολούθους· ἐξίσου· ὁμοίως. παραλλήλους μὲν βίους λεκτέον καὶ ἄνδρας παραλλήλους, οὐκέτι δὲ κατὰ τὰς ἄλλας πτώσεις, οἷον· βίων παραλλήλων, ἢ ἐν τοῖς παραλλήλοις βίοις. ἔτι δʼ ἧττον ἑνικῶς λεκτέον, παράλληλον βίον· οὐδὲν γάρ ἐστιν ἄλληλον. μᾶλλον οὖν λεκτέον, ἐν τοῖς βίοις τοῖς παρʼ ἀλλήλους θεωρημένοις, καὶ, τῶν ἀνδρῶν τῶν παρʼ ἀλλήλους ἐξητασμένων. καὶ Ἑλλάνικος τοῦτο ἱστορεῖ, ἐν τοῖς κατάλληλα, οὐκ ἐν τοῖς καταλλήλοις. ἐν μέντοι γεωμετρίαις συνήθως ἤδη λέγεται παράλληλος εὐθεῖα, καὶ κύκλοις παραλλήλοις. ἐπισκέψασθαι δὲ χρὴ, εἰ τὸ ἐκ παραλλήλου εἴρηται ὑπό τινος τῶν δοκίμων. ἐγὼ μὲν οὐκ οἶμαι. Παράδεισος. ἐπειδὴ ἔμελλεν ὁ θεὸς ἐξ ὁρατῆς καὶ ἀοράτου κτίσεως πλαστουργεῖν τὸν ἄνθρωπον κατʼ οἰκείαν εἰκόνα τὲ καὶ καθʼ ὁμοίωσιν, ὥσπέρ τινα βασιλέα καὶ ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ, προκαθίστησιν αὐτῷ οἷον τι βασιλεῖον, ἐν ᾧ διαιτώμενος μακαρίαν καὶ πανολβίαν ἔζη ζωήν. καὶ οὗτος ἐστὶν ὁ θεῖος παράδεισος, θεοῦ χερσὶν ἐν ἐδὲμ πεφυτευμένος· ἐδὲμ δὲ τρυφὴ ἑρμηνεύεται· ἐν τῇ ἀνατολῇ μὲν πάσης τῆς γῆς ὑψηλότερος κείμενος, εὐκραὴς δὲ καὶ ἀέρι λεπτοτάτῳ καὶ καθαρωτάτῳ περιλαμπόμενος, φυτοῖς ἀειθαλέσι κομῶν, εὐωδίας πλήρης, φωτὸς ἔμπλεως, ὥρας πάσης αἰσθητῆς καὶ κάλλους ὑπερβαίνων ἔννοιαν. τινὲς μὲν οὖν τὸν παράδεισον αἰσθητὸν ἐφαντάσθησαν, ἕτεροι δὲ νοητόν· πλὴν ἐμοίγε δοκεῖ, <!-- π.1502 -->ὥσπερ ὁ ἄνθρωπος αἰσθητὸς καὶ νοητὸς ἅμα δεδημιούργητο, οὕτω καὶ τὸ τούτου ἱερώτατον τέμενος αἰσθητὸν ἅμα καὶ νοητὸν καὶ διπλῆν ἔχον τὴν ἔμφασιν. τῷ μὲν σώματι ἐν τῷ θειοτάτῳ χώρῳ καὶ ὑπερκαλλεῖ, καθὼς εἴρηται, αὐλιζόμενος· τῇ δὲ ψυχῇ ἐν ὑπερτέρῳ καὶ ἀσυγκρίτῳ καὶ περικαλλεστέρῳ τρόπῳ διατρίβων, θεὸν ἔχων οἶκον τὸν ἔνοικον, καὶ αὐτὸν ἔχων εὐκλεὲς περιβόλαιον, καὶ τὴν αὐτοῦ περιβεβλημένος χάριν, καὶ τοῦ μόνου γλυκυτάτου καρποῦ τῆς αὐτοῦ θεωρίας κατατρυφῶν, οἷά τις ἄγγελος ἄλλος ταύτῃ τρεφόμενος· ὅπερ δὴ καὶ ξύλον ὠνόμασται ζωῆς. ζωῆς γὰρ θανάτῳ μὴ διακοπτομένης ἡ γλυκύτης τῆς θείας μεθέξεως τοῖς μεταλαμβάνουσι μεταδίδωσιν, ὃ δὴ πᾶν ξύλον ὁ θεὸς ἐκάλεσεν, ἀπὸ παντὸς ξύλου, φήσας, τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγεσθαι. αὐτὸς γάρ ἐστι τὸ πᾶν, ἐν ᾧ καὶ διʼ οὗ τὸ πᾶν συνέστηκε. τὸ δὲ τῆς τοῦ καλοῦ τε καὶ κακοῦ γνώσεως ξύλον ἡ τῆς πολυσχεδοῦς θεωρίας διάγνωσις. αὕτη δέ ἐστιν ἡ τῆς οἰκείας φύσεως ἐπιδιάγνωσις, ἥτις καλὴ μὲν ἐν τοῖς τελείοις καὶ ἐν τῇ θείᾳ θεωρίᾳ βεβιωκόσιν ἐξ αὐτῆς τὴν τοῦ δημιουργοῦ μεγαλουργίαν δημοσιεύουσαν τοῖς μὴ δεδιόσι μετάπτωσιν διὰ τὸ ἐκ τοῦ χρόνου εἰς ἕξιν τινὰ τῆς τοιαύτης ἐληλακέναι θεωρίας· οὐ καλὴ δὲ τοῖς νέοις ἔτι καὶ τὴν ἔφεσιν λιχνοτέροις, οὓς διὰ τὸ ἀβέβαιον τῆς ἐν τῷ κρείττονι διαμονῆς καὶ τῷ μήπω παγίως ἐνεδρασθῆναι τῇ τοῦ μόνου καλοῦ προσεδρίᾳ ἡ τοῦ οἰκείου κηδεμονία σώματος πρὸς ἑαυτὴν ἀνθέλκειν καὶ περισπᾷν πέφυκεν. οὕτω διπλοῦν οἶμαι τὴν παράδεισον. καὶ ἀληθῶς οἱ θεῖοι πατέρες παρέδωκαν, εἴτε οὕτως εἴτε οὕτως διδάξαντες. <!-- π.1503 -->παράδεισος δὲ εἴρηται παρὰ τὸ δεύσω, τὸ βρέχω, ῥῆμα ὄνομα δεῦσος, καὶ παράδεισος τροπῇ τοῦ υ εἰς ι. οἱ δέ φασιν παρὰ τὸ δεῖσαν ποιεῖσθαι, ὅ ἐστι τῶν βοτανῶν συλλογήν. Παρήορος. παρῃωρημένος τῷ σώματι, τουτέστιν ἐκλελυμένος. λέγεται δὲ καὶ ὁ εἰς μῆκος ἐκτεταμένος. ἀμφότερα ἀπὸ τοῦ ἀείρω, κατὰ ἀποβολὴν τοῦ ι ἄορος, καὶ ἐκτάσει τοῦ α εἰς η ἤορος καὶ παρήορος. Παρθένιος. ὁ διδάσκων καὶ ἀποδεχόμενος τὴν παρθενίαν ὑπὲρ τὸν γάμον. Παρθενοπίπης. ὁ περιβλεπόμενος τὰς γυναῖκας. παρὰ τὸ ὄπτω, ὀπτεύω, γίνεται ὀπίπης <!-- π.1504 -->καὶ ἐν συνθέσει παρθενοπίπης. τὰ δὲ διὰ τοῦ ὀπιπεύω διὰ τοῦ ι γράφεται, οἷον παιδοπίπης, γυναικοπίπης. Παρθενῶνες. τὰ μοναστήρια, τὰ ἀσκητήρια. Παρείας. ὄφις οὕτω καλούμενος. παρίας δὲ λίθος, ι. Πάρνοπας. ἀγρίας μελίσσας. Πάροινος. ὑβριστὴς, πλήκτης, μέθυσος· ἔκλυτος. Πάροικος. ὁ παρεπίδημος. Παρεπίδημος. διαβάτης· παροδίτης. Πάρεδρος. παρακαθήμενος. Παρεισάκτους. ἀλλοτρίους. <!-- π.1505 -->Παστός. παρὰ τὸ πάσσειν, τὸ ποικίλλειν. ἢ διὰ τὸ ἐν αὐτῷ ἡμᾶς σιτεῖσθαι. παρὰ τὸ πάσασθαι, ὅ ἐστι φαγεῖν ἢ γεύσασθαι. Πάσσων. ὄνομα συγκριτικόν. ὡς παρὰ τὸ βραδὺς γίνεται βράων, οὕτω καὶ παρὰ τὸ παχὺς πάσσων. Πάππος. ἀπὸ τῆς μικρῶν παίδων προσφωνήσεως. Ὅμηρος·

  
οὐδέ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσι.  
Πατραλοίας. ὁ τὸν πατέρα τύπτων. ἀλοίω γὰρ τὸ τύπτω, ἀλύω δὲ τὸ ἀδημονῶ, ψιλόν. Πατήρ. ὄνομα πρός τι τῆς οὐσίας αὐτὸ λεγόμενον. πατὴρ μὲν οὖν κυρίως εἴρηται ἀναίτιος ὑπόστασις γεννητικὴ ἀγέννητος. εἴρηται δὲ πατὴρ ἢ ὡς πάντα τηρῶν, ἢ ὡς τοὺς οἰκείους παίδας τηρῶν. διττῶς δὲ λέγεται πατὴρ ὁ θεός· φύσει καὶ χάριτι. φύσει μὲν τοῦ ἰδίου καὶ μονογενοῦς υἱοῦ, χάριτι δὲ καὶ ἡμῶν. ὡς τό· ἐγὼ εἶπα, θεὸς ἐστὶ καὶ υἱοὶ ὑψίστου πάντες. Πατήρ. ὁ ἡμέτερος εἴρηται παρὰ τὸ πατεῖν ἐν τῇ συνουσίᾳ, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων. ἢ παρὰ τὸ σπείρω, σπατὴρ καὶ πατήρ. Πάτος. ἡ ὁδός. Πατρόκλεις. κύριον. κλίνεται Πατροκλῆς Πατροκλέους, ἡ κλητικὴ Πατρόκλεες καὶ ποιητικῶς Πατρόκλεις. Παχύνους. τὴν γνῶσιν παχὺς καὶ ἀνόητος. Παγχερνίτης. τόπος καὶ χώρα. Παράνομος. ὁ πεπιστευκὼς μὲν εἰς θεὸν καὶ τὸν νόμον αὐτοῦ δεξάμενος, μετὰ φαύλης δὲ <!-- π.1506 -->διανοίας καὶ διεστραμμένης τοῦτον κατέχων καὶ θεῷ μὲν πιστεύειν νομίζων, μετὰ κρίσεως δὲ καὶ βουλήσεως τῇ πρὸς θεὸν αὐτοῦ πίστει ἐναντίας.

— Θηλυκόν. —

Παγίς. ἐνέδρα. παρὰ τὸ πήσσω, πηγὶς καὶ παγίς. οὕτω Φίλων. Παγασαί. πόλις. Παιπάλη. ἄλευρον λεῖον· ἣν πασπάλην λέγομεν. Παιδεία. ἡ παίδευσις. Παιδιὰ δὲ, παίγνιον, ι. Παιονία. χώρα. Παιωνία. ἡ πό—. Πακόρεια. πόλις. Παλίωξις. ἡ ἐξ ὑποστροφῆς τῶν φευγόντων δίωξις, ὅταν οἱ πρότερον φεύγοντες ὕστερον πάλιν αὐτοὶ διώκουσι θαῤῥήσαντες. γίνεται δὲ ἐκ τοῦ πάλιν καὶ τοῦ δίωξις παλινδίωξις καὶ ἀποβολῇ τοῦ ν καὶ τοῦ δ καὶ κράσει τῶν δύο ιι εἰς ἓν ι μακρὸν παλίωξις, ὥσπερ Θέτιϊ Θέτι. σημαίνει δὲ τὴν ἐκ βʹ δίωξιν καὶ φυγὴν τοῖς ἐναντίοις. Παλλάς. ἡ Ἀθηνᾶ. παρὰ τὸ ἀναπεπλάσθαι ἐκ τῆς κεφαλῆς τοῦ Διός. ἢ ὅτι Πάλλαντα ἕνα τῶν Γιγάντων ἀπέκτεινεν. ἢ παρὰ τὸ ἀεὶ κινητὸν εἶναι τὴν θεόν· ἡ γὰρ αὐτὴ νοεῖται φρόνησις. ἢ παρὰ τὸ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ· πολεμικὴ γὰρ ἡ θεός. ἢ διὰ τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ. <!-- π.1507 -->Παλιγγενεσία. τὸ ἐκ δευτέρου γεννηθῆναι ἢ ἀναπλασθῆναι. ἢ τὸ ἅγιον βάπτισμα λέγεται. Παλιλλογία. ἡ ταυτολογία. Πάλη. ἡ παλαίστρα. ἀπὸ τοῦ πάλλεσθαι τὸ σῶμα. πάλλει δὲ ἀντὶ τοῦ κινεῖ, δίφθογγον. Παλινῳδία. ἡ προτέρα ᾠδὴ ἢ ἡ ἐναντία. ἢ δόγμα τοῖς προτέροις ἐναντίον. Παλάθαι. μάζα σύκων. Παλαιβίσκα. πόλις. Παλμισός. πόλις. Παλάμη. ἀπὸ τοῦ πάλλειν καὶ κινεῖν καὶ σείειν. ἢ ὅτι διʼ αὐτῶν πεπαλήμεθα καὶ τεχνώμεθα. παλάμαι γὰρ αἱ τέχναι. παρόσον διʼ αὐτῶν πολλὰ μαιόμεθα καὶ διδασκόμεθα. Παλίῤῥοια. ἡ ἄμπωτις. Πανήγυρις. θέατρον, ἑορτὴ, συνάθροισις. ἀγείρω, ἄγορις καὶ ἄγυρις, καὶ πανήγυρις, εἰς ἣν πάντες ἀγείρονται. Πανόπαια. ὄρνις οὕτω καλουμένη. Πανονία. ἡ Βουλγαρία. Πανσελήνου. πεντεκαιδεκατέας πεπληρωμένης. Πανδήμου. δημοσίας. Πανδαισία. τράπεζα πολυτελὴς, ἢ εὐωχία. Παναλκοῦς. ἰσχυρᾶς, γενναίας, παντοδυνάμου. ἐκ τῆς παναλκοῦς χειρός. Παντευχία. ἡ πανοπλία. Παμμήτωρ. ἡ γῆ. ἀπὸ τοῦ τρέφειν πάντας. καὶ πολιὰν τιθεῖ τὴν παμμήτορα ἡ χιών. Παμφαοῦς. λαμπρᾶς. <!-- π.1508 -->Παρὰ φύσιν. ὃ ὁ θεὸς οὐκ ἐποίησεν, οἷον ἐστὶν ἡ ἁμαρτία καὶ ὁ θάνατος. Παροιμία. λόγος ἀπόκρυφος διʼ ἑτέρου προδήλως σημαινόμενος ἢ λόγος ὠφέλιμος· καταχρηστικῶς δὲ πᾶν διήγημα. Πάρεσις. ἔκλυσις. Παροινία. ἡ ἐκ τοῦ οἴνου ὕβρις. ἢ ἡ παντοία ἁμαρτία. Παρῃορίῃσι. ταῖς ἔξω τοῦ ζυγοῦ ἡνίαις. καὶ παρῃορίας τὰς ἡνίας, ὑφʼ ἃς ὁ τρίτος ἵππος τῇ ξυυοδίᾳ δέδεται. καὶ ὁ μὴ κατὰ χώραν ἀραρυίας ἔχων τὰς φρένας, ἀλλʼ αἰωρουμένας. Παρθένος. παρὰ τὸ θέειν τὴν παιδικὴν ἡλικίαν, ἢ παρὰ τὸ θέειν τῇ μητρὶ, ἢ παρὰ τὸν θήσω μέλλοντα.

  
—γυναῖκά τε θήσατο μαζόν.  
γίνεται ῥηματικὸν ὄνομα θήνη, καὶ μετὰ τῆς παρὰ προθέσεως παραθήνη καὶ παρθένος. ἡ περὶ ταύτην τὴν ἡλικίαν οὖσα, καθʼ ἣν ὥραν ἔχει ἐκθρέψαι καὶ ἐκτῆσθαι μαζούς· τὰς γὰρ μικρὰς παιδίσκας οὐ προσαγορεύομεν παρθένους, ἀλλὰ τὰς ἤδη ἐπὶ τὸ γυναῖκας μέλλειν ἰούσας. ὁ δὲ Ἡρακλείδης παρʼ οὐδενὸς οὐδὲν λαβοῦσα εἰς ἕδνα. ἢ παρὰ τὸ πῦρ θανατοῦν. Παῤῥησία. ἐξουσία· θάῤῥος. παρὰ τὸ πᾶν παῤῥησία. ἔστι δὲ οὐ συγκοπὴ, ἀλλὰ τροπή. Παρευδοκίμησις. νίκη ἢ δόξα ὑπερβαίνουσα. Παραβολή. ὁμοίωσις πραγμάτων. ἢ τὸ διήγημα. ὡς τό· ἔθου ἡμᾶς εἰς παραβολήν. καὶ ὁ <!-- π.1509 -->αἰνιγματώδης λόγος. καὶ ἡ τροπολογία. ὡς τό· υἱὲ ἀνθρώπου, εἰπὲ αὐτοῖς τὴν παραβολὴν ταύτην· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος. ἀετὸν ὀνομάσας τὸν βασιλέα τῶν Ἀσσυρίων. καὶ τὸν τύπον, ὡς παρὰ τῷ Παύλῳ περὶ τοῦ Ἀβραὰμ λέγεται· ἐν παραβολῇ αὐτὸν ἐκομίσατο. ἤγουν τὸν Ἰσαάκ. Παρεμβολή. στρατόπεδον. Παράκοιτις. ἡ παλλακή. Παρατροπή. τὸ ἔξω τοῦ δέοντος, ἢ μεταβολή. Πάρδαλις καὶ πόρδαλις. ὡς λέγει Ὦρος ὁ Μιλήσιος, παρὰ τὸν πόρον αὐτῆς ποιεῖν μεθʼ ἅλματος· πορευτικὴ γάρ. παρδαλέη δὲ καὶ παρδαλῆ ἡ δορὰ, ἢ καὶ πάρδαλις. Παρολκή. ὑπέρθεσις. Παραψυχή. ἡ παραμυθία. Παρειαί. αἱ γνάθοι. τὰ μάγουλα. Παρακαταθήκη. τὸ ἐνέχυρον. παρακαταθήκη πνευματικὴ, ἡ διδασκαλία, ἡ νουθεσία. Παρενθήκη. περίσσεια. Παρολκήν. διατριβὴν, βραδυτῆτα, ὑπέρθεσιν. Παραγραφή. παραγραφή ἐστιν ἀπὸ τοῦ γράφειν καὶ ἐκβάλλειν τοὺς φεύγοντας τὸν περὶ τῶν πραγμάτων ἀγῶνα. <!-- π.1510 -->Παραδοξοποιΐα. θαυματοποιΐα. Παραίφασις. ὁ παραλογισμός. Παρεισάκτους. ἀλλοτρίας, ξένας. Πανσαγία. ἡ πανοπλία. ἴσως ἀπὸ τοῦ σάκους εἴρηται. οὕτως εὗρον εἰς τὸν Σέλευκον. Παροψίς. ἐστι δεκτικὸς πίναξ ὄψου. καὶ τρυβλίον δὲ τὸν πίνακά μοι νόει. Παστείλη. ἡ τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ. παστίλη δὲ τὸ ἀπόξυσμα τῆς δορᾶς, καὶ τῆς γαστρὸς ἡ ὑδατώδης φορὰ, ἰῶτα. Παστάς. ὁ νυμφών. Πατριαί. αἱ φυλαί. Παύλας. ἀναπαύσεις. Πάχνη. ἔστιν ὁλοπαγὲς ὕδωρ, διʼ ἄλλης ὑγρᾶς ὕλης ἐπὶ γῆς πεπηγυῖα. Παμφίδων. κεράτων. Παρακαταθήκην. τὴν χάριν τοῦ παναγίου πνεύματος λέγει ὁ Ἀπόστολος, ἣν διὰ τῆς χειροτονίας ἐδέξατο ὁ Τιμόθεος. τὴν παρακαταθήκην φύλαξον. ἢ τὴν ἐντολὴν, ἥν σοι διʼ ἐμοῦ ὁ θεὸς παρέθετο. ἢ παραθήκην.

— Οὐδέτερον. —

Παγκράτιον. ὁ ἀγών. <!-- π.1511 -->Πάθος. μεταποίησις τοῦδέ τινος, οὗ ἦν εἴτε ἐπʼ ἀγαθῷ εἴτε καὶ ἄλλως. ἢ τὸ μεταποιηθῆναι δυνάμενον εἰς τοῦτο, ὃ οὐκ ἦν πρότερον. πάθος ἐστὶ δύναμις, καθʼ ἣν παθητικοὶ γενόμεθα. Πάθος. ἔστι ψυχῆς κίνησις ἄλογος διʼ ὑπόληψιν κακοῦ ἢ ἀγαθοῦ. Παιώνειον. φάρμακον τοῦ Παίωνος. Παιπαλόεν. τραχύ. Πάθος. κίνησις ἐξ ἐνεργείας ἑτέρου εἰς ἕτερον, τὴν μὲν ἀρχὴν ἔχον ἐν τῷ ποιοῦντι, τὸ δὲ τέλος ἐν τῷ πάσχοντι. Παλίμφημον. βλάσφημον. τὸ παλίμφημον δόγμα. Παλαιόν. ἀρχαῖον. Παλαιγενές. πρεσβύτερον. Πάλαιρον. τόπος. Παλαμήδειον ἔπος. τὸ τοῦ Παλαμήδους. Παλιμπετές. τὸ ὀπισθόρμητον. παρὰ τὸ ἔμπαλιν πεσεῖν. Παλίνδορον. τὸ εἰργασμένον δέρμα. Παλισύλλεκτον. ἐξ οὗ ψευδὲς ἢ μεταμελητόν. Παλινάγρετον. εἰς τοὐπίσω ληπτόν. <!-- π.1512 -->Παλίντορα. εἰς τοὐπίσω τεινόμενα. Πάγιον. τὸ ἑδραῖον καὶ ἀσφαλές. Παλίλλογα. παλισύλλεκτα, ἐκ δευτέρου πάλιν συλλεγόμενα. παρὰ τὸ πάλιν καὶ τὸ λέγω, τὸ συλλέγω. Πάμφορον. πολύκαρπον. Πάμφιλον. τόπος. Παναρμόνιον. ἐμμελέστατον. Παννύχιον. διʼ ὅλης τῆς νυκτός. Πανδούριον. μάχαιρα σφακτική. ἢ εἶδος μουσικόν· εἶδος κιθάρας. Πανδοκεῖον. οὐκ ἐν τῷ χ πανδοχεῖον. καὶ μελανοδόκον, καὶ τὰ ὅμοια οὕτως. τὸν δὲ μοχλὸν ἐν τῷ χ καὶ Ἀττικοὶ καὶ Δωριεῖς καὶ Ἴωνες πλὴν Ἀνακρέοντος· οὗτος δὲ μόνος σχεδὸν τὸ κ. Ζηνόδοτος δέ· καὶ οὐ μοκλὸν ἐν οὔρῃσι δίζῃσι βαλὼν ἥσυχος καθεύδει. καὶ ὁ σχινδαλμὸς ἐν τῷ χ. Παρώνυμον. τὸ ἀπό τινος ἔχον τὴν προσηγορίαν. ὡς ἐκ τῆς δικαιοσύνης δίκαιος. Πανύστατον. πάντων ἔσχατον. Πάναγρα. τὰ δίκτυα. ἀπὸ τοῦ τὰ πάντα ἀγρεύειν. <!-- π.1513 -->Πάνιον. τόπος. Πάνειον δὲ, τὸ ἱερὸν, καὶ δεῖμα τὸ τοῦ Πανὸς, δίφθογγον. Παρανάλωμα. ἀφανισμός. Πανόψιον. τὸ οἱονεὶ λαμπρὸν καὶ πανόρατον καὶ ἐπιφανές. οὕτως Ἀρίσταρχος. Παράδειγμα. λόγος ἀπὸ τοῦ καθʼ ἕκαστα ἄγων ἐπὶ τὸ καθόλου. Παράδειγμα. ὅταν ὑπάρχει κατηγορία εἴς τινα, καὶ διʼ ἐκείνου οὐδʼ ἄλλος πιστοῦται. ὡς τό· οὐ δεῖ δοθῆναι Αἰσχίνῃ χρήματα. καὶ γὰρ Πεισίστρατος λαβὼν ἐτυράννησεν. Παράδειγμα. εἰκών· χαρακτὴρ ἔννοιαν ἔχων αἰσθητοῦ πράγματος. ἰστέον δὲ, ὅτι ἄλλο παράδειγμα καὶ ἄλλο παραβολή. καὶ παράδειγμα μέν ἐστιν, ὅταν ἀντιπαραθῇ τις ὅμοιον ὁμοίῳ, οἷον ἀλόγῳ λογικόν. ἢ παράδειγμά ἐστι λόγος ἀπὸ τῶν καθʼ ἕκαστα ἐπὶ τὰ καθόλου. ἢ δεῖξις πιστουμένη τὸ μερικὸν διὰ μερικοῦ ὁμοίου. Παραίρημα. ἀφαίρημα. Παρεκτικόν. χορηγητικόν. Παρθένιον. ὄνομα ὄρους. Παρνήθιον. ὄρος. Παραιτόνιον. τόπος. Παρατήρημα. ἐπιτήρησις. Παράδοξον. θαυμαστόν. Παράλληλον. ἀκόλουθον, ἐξ ἴσου, ὅμοιον. Παραπέτασμα. τὸ διακονικὸν, τὸ παρακάλυμμα. <!-- π.1514 -->Παρώνυμον. τὸ παρʼ ὄνομα ποιηθέν. οἷον θέων, τρύφων. καὶ τὸ ἐκ συμβεβηκότος καλούμενον. Παρήϊον. τὸ περὶ τὰς παρειὰς ὂν χαλινάριον. Παρθενεῖα. τὰ μοναστήρια. καὶ παρθενῶνες. καὶ παρθενοκομεῖα, τὰ ἐπιμελούμενα τῶν παρθένων. Παρίσθμια. τὰ περὶ τὸν φάρυγγα. διὰ τὸ περικεῖσθαι τῷ ἰσθμῷ. ἰσθμὸς δέ ἐστι τόπος στενὸς, διʼ οὗ ἵενται τὰ ἐσθιόμενα καὶ πινόμενα. ἢ παρὰ τὸ ἰέναι τὴν πνοήν. λέγονται δὲ καὶ ἀντιάδες ἀπὸ τοῦ ἀντικεῖσθαι ἀλλήλων. Πάσχα. διάβασις ἑρμηνεύεται. πάσχα καὶ ἡ πρὸς τὸν ἀνθρώπινον τοῦ νοῦ λόγον διάβασις. Πατρῷον ἔδαφος. ἡ πατρῴα γῆ. Πατρότατον. προϋπάρχον. καὶ πατρότης ἐπὶ θηλυκοῦ. πατρότης κατὰ Πλάτωνα προΰπαρξις υἱότητος. ἡ δὲ ἐκκλησία συνύπαρκτον καὶ συνάναρχον λέγει τὸν υἱὸν τῷ πατρὶ πρὸ τῶν αἰώνων. ταῦτα καὶ τὰ τοιαῦτα καλῶς ὁ θεοφόρος Βασίλειος ἐπιστάμενος φησὶ πρὸς Ἀμφιλόχιον. φύσις δὲ καὶ οὐσία ἐν τοῖς ἐκκλησιαστικοῖς δόγμασιν ἕν τι ἔστιν. εἰπὼν δὲ ὁ πατὴρ ἐν τοῖς ἐκκλησιαστικοῖς, ἐσήμανεν, ὅτι ἐν τοῖς Ἑλληνικοῖς οὐχ ἕν τι οὐσία καὶ φύσις. διὰ τοῦτο καὶ Κλήμης, ὁ πολὺς ἐν φιλοσοφίᾳ καὶ γνώσει, πεποίηκεν ἰδιάζοντας ὅρους ἐκκλησιαστικῶν δογμάτων· καὶ φοιτητὴς καὶ θρέμμα <!-- π.1515 -->γνήσιον ὑπάρχων τῶν ἁγίων Ἀποστόλων Πέτρου καὶ Παύλου μάλιστα τοῦ πανσόφου καὶ ἀκούσας αὐτοῦ ἀποβαλλομένου καὶ μυσαττομένου καὶ καθυβρίζοντος τὴν Ἑλληνικὴν φιλοσοφίαν. Παῦρα. ὀλίγα. παρὰ τὸ παύω ῥῆμα, παῦρος, ὁ ταχὺς καὶ διʼ ὀλίγων ῥημάτων τοῦ παύεσθαι ἀφιστάμενος. ἢ ὁ μὴ ἔχων μέχρι πολλοῦ διατελεῖν, ἀλλὰ ταχέως παυόμενος. Πάχετον. παχύτερον. κατὰ συγκοπὴν τοῦ υ καὶ τοῦ ρ. Παρʼ ὅ. τὸ ὅσον δήποτε μικρόν. καὶ ὁ Ἀπόστολος· παρʼ ὃ εὐηγγελισάμην ὑμῖν, ἀνάθεμα ἔστω. Παντελές. τὸ τέλειον. Ἀπόστολος· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους.

— Ῥῆμα. —

Παίει. τύπτει. Παίειν. τὸ τύπτειν καὶ τὸ ἵστασθαι τῆς ὁρμῆς. παρʼ ὃ καὶ παῦλα. Παιανιζόντων. ὑμνούντων, ψαλλόντων. Παιστέον. τὸ πρακτέον. Παιφάσσειν. ἐνθουσιωδῶς ὁρμᾷν. ἔστι ῥῆμα φῶ καὶ δηλοῖ τὸ φαίνω. παράγωγον φάσω, καὶ <!-- π.1516 -->κατὰ ἀναδιπλασιασμὸν παιφάσσειν, προσθέσει ὁμοίως τοῦ ι. Πάλλειν. ἀντὶ τοῦ κινεῖν. Παλάττω. μολύνω. Παλάσσετο. ἐμολύνετο. ἐβρέχετο. παλάσσω. τὸ δὲ πάλλω, ὃ σημαίνει τὸ βρέχω, γίνεται παρὰ τὸ ἅλλω. ἐν γὰρ τῇ βροχῇ ἅλλονται τὰ ἐκ τῆς γῆς ὕδατα. ὡσαύτως δὲ καὶ τὸ κινῶ. ἐκ δὲ τοῦ παλάσσω, τὸ μολύνω καὶ βρέχω, γίνεται πηλὸς, ἡ βεβρεγμένη γῆ. Παλεύσει. ἀπατήσει. Παλινδρομεῖν. εἰς τοὐπίσω ὑποστρέφειν. Παλισσυτῶ. εἰς τοὐπίσω ὁρμῶ. Παλιμπλαγχθέντας. σημαίνει τὸ ἁπλῶς πλανηθέντας, γίνεται παρὰ τὸ πελάζω, τὸ πλανῶ καὶ ἀπατῶ, κατὰ συγκοπὴν πλάζω. ἔστι δὲ μετοχή. σημαίνει καὶ τὸ ἀποκρουσθέντας. Παλύνω. ὡς μὲν Ἀπίων, τὸ μολύνειν καὶ βρέχειν. ἄμεινον δὲ τὸ λευκαίνειν. παρὰ τὴν πάλην, ἣν οἱ Ἀττικοὶ πασπάλην λέγουσι. σημαίνει δὲ τὸ λεπτομερέστατον τοῦ ἀλεύρου. Παλαίω. παρὰ τὸ πάλλω, τὸ σείω. Παμφαίνῃσιν. ἔχει τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν. ἔστι δὲ ἐὰν <!-- π.1517 -->παμφαίνω καὶ τὸ τρίτον ἐὰν παμφαίνῃ, κατʼ ἔκτασιν τῆς σι συλλαβῆς παμφαίνῃσι μετὰ τοῦ ι. Παμφαλῶν. σημαίνει τὸ ἐπιφέρεσθαι καὶ περιβλέπεσθαι παντί. οἷον·

  
πόλλʼ ἐπιπαμφαλόωντες.  
εἴρηται παρὰ τὸ τὰ φάη ὧδε κᾀκεῖσε ἅλλεσθαι. φαῶ καὶ παμφῶ καὶ πλεονασμῷ τοῦ λ παμφαλῶ. Παρέδωκεν. ἀντὶ τοῦ συγκεχώρηκε καὶ εἴασεν. Ἀπόστολος· παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν. Παραζηλοῦν. τὸ ἐρεθίζειν καὶ παραθήγειν καὶ κινεῖν εἰς ζηλοτυπίαν. ὁποῖον τό· αὐτοὶ παρεζήλωσάν με ἐπʼ οὐ θεῷ. τουτέστιν ἐκίνησαν ἐν ἐμοὶ ζῆλον καὶ οἷον εἰς ὀργήν με ἠρέθισαν εἰδωλολατροῦντες. Παραπαίοντες. ληροῦντες, παραφρονοῦντες. Παρωθοῦντες. ἐκβάλλοντες. Παρωσάμενος. ἀπειθήσας. ἢ ἀποδιώξας. Παροισθέντι. ἀντὶ τοῦ παρενεχθέντι. Παρεζόμενος. παρακαθήμενος. Παρῆσθαι. καθέζεσθαι. <!-- π.1518 -->Παραβληθησόμενος. συγκριθησόμενος. Παρασυνεβλήθην. ὡμοιώθην. Παρῳχηκότων. ἀντὶ τοῦ παρελθόντων, παρεληλυθότων. Παρακεκλημένοι. ἀντὶ τοῦ παρακληθέντες. Παραῤῥυείς. ἀντὶ τοῦ παρασυρείς. Παραῤῥυῶμεν. ἐκπέσωμεν. Παρακεκομμένος. ἐξεστηκὼς, μαινόμενος. Παρειμένας. παραλελυμένας. Παροιστρήσαντες. ἁμαρτήσαντες. Παροιστρῶσα. οἴστρῳ μαινομένη. Παρεωραμένη. καταφρονηθεῖσα. Παραθήγειν. ἀκονᾷν, διεγείρειν. Παρῆκεν. εἴασε, κατέλειψε. Παρίημι. καταλιμπάνω. Παρεγγυᾷ. παραγγέλλει. Παροξύνει. προτρέπεται. Παρείθη. εἰάθη. Παριππεύσας. παραδραμών. παρίππευσε χρόνος πολύς. Παραπικραίνειν. παροξύνειν, παροργίζειν. Παρῃωρεῖτο. ἐκρεμᾶτο. παρῃώρητο δὲ η. <!-- π.1519 -->Παρῳδήκει. ἔξω τῶν γεγραμμένων εἶπε. Παρήκασι. παρῆλθον. παρείκασι δὲ ἀντὶ τοῦ παρέπεμψαν, δίφθογγον. Παρείκοι. ἁρμόζοι. ἐκ τοῦ παρείκοντος. Παρενείρειν. συνεισπλέκειν. συνεισβάλλειν. Παραθέει. παρατρέχει. Παραμείψας. παραλλάξας. Παρατροχᾶσαι. ἀντὶ τοῦ παραδραμεῖν. Παρασπονδήσας. τὰς συνθήκας παραβάς. Παρατάσσεται. πολεμεῖ, ὁπλίζεται. Παρεγγυᾶται. διδάσκει. ἐντέλλεται. Παραβαλεῖς. πλησιάσεις, ἢ παραθήσεις. Παρευημερηθείς. παροραθείς. <!-- π.1520 -->Παράτεινον. ἐξάπλωσον. πλάτυνον. Παροχετεύει. ὅταν ἀπὸ ἑτέρου ὑδρηγοῦ εἰς ἕτερον ἐμβάλῃ. Παραγράφεται. ἐπιζημιοῖ. ἐξουθενεῖ. Παραγράψεται. οὐ παραδέξεται. Παραιτεῖται. ἀποβάλλεται. Παραιτοῦμαί σε, καὶ παρῃτήσατο αὐτὸν, καὶ παρῃτήσατο τὸ πρᾶγμα δὲ, οὐ δεῖ λέγειν. ἀλλʼ οἷον· ὅτι παραιτοῦμαί σε συγγνώμην ἔχειν, καὶ παραιτοῦμαί σε μὴ χαλεπαίνειν. Ξενοφῶν· τοὺς μὲν θεοὺς παραιτήσῃ συγγνώμονάς σοι εἶναι. λέγουσι δὲ ἐπὶ τοῦ αὐτοῦ τὸ παρίεμαι. <!-- π.1521 -->Παραιτεῖσθαι. οὐχ εὕρηται ῥῆμα ἐν χρήσει ἐπὶ τοῦ ἀρνεῖσθαι, καὶ ἀποβάλλεσθαι καὶ μὴ δέχεσθαι, ἀλλʼ ἐπὶ τοῦ αἰτεῖν. ὡς παρὰ Μενάνδρῳ·

  
παραιτοῦμαί σε συγγνώμην ἔχειν.  
ὡς περιττὴν εἶναι τὴν πρόθεσιν, ὡς ἐπὶ τοῦ καθεύδω· τὸ γὰρ εὕδω δηλοῖ· σπανίως δὲ εὑρίσκεται καὶ ἐπὶ τοῦ σημαίνοντος τοῦ ἐν τῇ συνηθείᾳ. Παρατρύζει. παραφωνεῖ. εἴληπται δὲ ἡ λέξις ἐπὶ ὀρνέων, ὅταν τοῖς οἰκείοις νεοττοῖς γοερῶς προσφωνοῦσι. Παραγκωνίσασθαι. ἀπώσασθαι. Παραπεπήγασιν. ἐγγίζουσιν, παρομοιοῦνται. <!-- π.1522 -->Παραθεωρήσω. παρεξέλθω εἰς ἑτέραν θεωρίαν. Παρακατέλεκτο. παρεκοιμήθη. Παρευδοκιμῶ. εἰς δόξαν ὑπερβαίνω. Παρελάσας. παραδραμών. Παρελέξατο. ἐκοιμήθη. Παρεληλυθώς. παρελθὼν, παροδεύσας. Παρέλκοντες. παρατείνοντες καὶ σύροντες. καὶ παρέλκον ἀντὶ τοῦ περιττὸν ἢ παρατεῖνον καὶ σῦρον. Παρελογίσατο. ἠπάτησεν ἢ ἐκράτησεν. Παρενοχλεῖν. παροξύνειν. Παρεῖναι. παρυπάρχειν. παρῆναι δὲ ἀντὶ τοῦ σουβλισθῆναι, η. <!-- π.1523 -->Παῤῥησιάσομαι. ἄδειαν καὶ ἐξουσίαν λάβω. Παριαύων. παρακοιμώμενος. Παρίημι. καταλιμπάνω. Παριόντων. παρερχομένων. Παρομαρτήσας. ἐξακολουθήσας. Παραδειγματίζω. παρομοιῶ. Παρεισελθεῖν. τὸ μετʼ ἄλλου πλαγιάσαντα συνεισελθεῖν. ὁ Ἀπόστολος· παρεισῆλθεν ὁ νόμος. ἐλθεῖν τῇ γυμνῇ τῇ παρουσίᾳ χρήσασθαι. Παραιτείσθω. παρῃτήσθω δὲ η. Παραμυθοῦμαι. ἀντὶ τοῦ παραινῶ καὶ συμβουλεύω. καὶ δʼ ἂν τοῖς ἄλλοις ἂν ἐγὼ παραμυθησαίμην. Παρατρωπῶσι. παρατρέπουσι. πείθουσι. τρέπω, τρωπῶ. Παραμέμβλωκεν. παραμεμένηκε. πάρεστι. προθυμεῖται. ἐκ τοῦ μέλω, μεμέληκα καὶ μεμέλωκα, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ β μέμβλωκα. Παπῶ. ψηλαφῶ. παπῶ, παπᾷς, δευτέρα συζυγία τῶν περισπωμένων.

  
τὸν ἁπαλῇ τε χειρὶ παπήσαντα.  
ἀπὸ τοῦ ἁφῶ, τὸ ψηλαφῶ. ἁφῶ οὖν, φαφῶ καὶ τροπῇ τῶν στοιχείων παπῶ. Πασχητιᾷ. θέλει πάσχειν. Πάσχειν, πράττειν, θεωρεῖν, διαφέρει. <!-- π.1524 -->πάσχειν τὸ ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τοῦ πάσχειν· πράττειν δὲ, ἐφʼ ὧν οὐ διαμένει τὸ τέλος ἤγουν τὸ ἀποτέλεσμα, ὡς ἀπὸ τῆς αὐλητικῆς καὶ ὀρχηστικῆς· τὸ δὲ θεωρεῖν ἐπὶ τοῦ ἀστρονομεῖν, γεωμετρεῖν, νοεῖν καὶ τῶν τοιούτων λέγεται. Πάσασθαι. γεύσασθαι.

  
—καὶ σπλάγχνʼ ἐπάσαντο.  
παρὰ τὸ μασᾶσθαι κατὰ τροπὴν τοῦ μ εἰς π, καὶ τοῦ τόνον ἐναλλαγήν. Πάσσω. τὸ ἐπιβάλλω. καὶ ἐπιπάττω. Παφλάζω. ἀναζέω. ἢ τὸ ἐκ βρασμοῦ ἀναδόσεις γίνεσθαι. πεποίηται δὲ αὕτη ἡ λέξις παρʼ Ὁμήρῳ, ὡς ἠχητικὴ ἤγουν ἤχου μιμητικὴ, ὅνπερ ὁ τῶν κυμάτων εἴωθεν ἀναπέμπειν βρασμός. γίνεται παρὰ τὸ φλέω, ὃ καὶ φλύω λέγεται.

  
—ἀνὰ δʼ ἔφλυσε καλὰ ῥέεθρα.  
δηλοῖ δὲ τὸ ἀναπέμπω καὶ ἀναδίδωμι. κατὰ συγκοπὴν φλῶ, παράγωγον φλάζω, ὡς ῥίπτω, ῥιπτάζω, καὶ ἐνθουσιῶ, ἐνθουσιάζω. Παπταίνων. περιβλεπόμενος, ἐπιτηρῶν. παρὰ τὸ φάη πεταννύειν γέγονε φαπταίνω καὶ συγκοπῇ καὶ τροπῇ παπταίνω. ἢ ἔστι ῥῆμα πέτω καὶ τὸ παθητικὸν πέτομαι, καὶ κατὰ συγκοπὴν πτῶ, ἀφʼ οὗ παράγωγον καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνω. <!-- π.1525 -->Παριστάνετε. ποιεῖτε, ἀποδεικνύετε, παρασκευάζετε. καὶ ὁ Ἀπόστολος· ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν. Παράκειται. ἐπιμελῶς ἔγκειται. καὶ ὁ Ἀπόστολος· ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. Παράγει. ἀντὶ τοῦ παρέρχεται.

— Ἐπίῤῥημα. —

Παγίως. βεβαίως, ἀσφαλῶς. Παροδευτικῶς. ἀπροσέκτως. Πάγχυ. παντελῶς. παρὰ τὸ πάνυ γίνεται πάνχυ πλεονασμῷ τοῦ χ, καὶ τροπῇ τοῦ ν εἰς γ πάγχυ. Παγκλήρως. πάντα τὸν ἐπώνυμον κλῆρον. Πάλαι. ἀρχῆθεν. Πάλιν. ἐκ δευτέρου. Παλληνόθεν. ἐκ Παλλήνης χώρας. Πάμπαν. παντελῶς. Πάντη. παντελῶς. πάντη καὶ ταύτη, η. παντὶ δὲ καὶ ταυτὶ, ι. Πανδημεί. παντὶ τῷ δήμῳ. Παννυχί. διʼ ὅλης τῆς νυκτός. <!-- π.1526 -->Πανσυδεί. παντὶ τῷ πλήθει. παρὰ τὸ ὁμοῦ σείεσθαι ἤγουν ὁρμᾷν καὶ ἀκολουθεῖν. Πανστρατί. πᾶσαν τὴν στρατιάν. Πανθοινεί. τὸ κατευωχήσασθαι. Πάντοσε. ἀντὶ τοῦ πανταχοῦ καὶ πανταχῆ. Πάντοθεν. Πάντοτε. τὸ πάντοτε παρʼ οὐδενὶ τῶν δοκίμων εὑρίσκεται. Παμπήδην. παντελῶς. Παραπόδας. ἐγγὺς ἢ εὐθύς. Παρακλιδόν. ἀντὶ τοῦ παρακλίνας. Πάρεξ. ἐκτὸς, χωρίς. Πάρος. ἀντὶ τοῦ πρίν.

  
πάρος δόρποιο μέδεσθαι.  
Πάροιθεν. πρότερον ἢ ἔμπροσθεν. ἀπὸ τοῦ πάρος πάροθεν καὶ πάροιθεν. καὶ παροίτερος ἀπὸ τοῦ πάρος. σημαίνει δὲ καὶ τὸ πρῶτος.

  
Ἄνδρα τὸν, ὅς μιν ἔτυψε παροίτατος—.  
Πατροπροβλήτως. ἐκ τοῦ πατρὸς προβαλλόμενον. Παραφραστικῶς. παραφράζειν ἐστὶ τὸ ἔχεσθαι τινῶν μὲν λέξεων, τινῶν δὲ ἀπέχεσθαι. <!-- π.1527 -->

Τὸ Π μετὰ τοῦ Ε. — Ἀρσενικόν. —

Πεδήτης. ὁ δεσμός. ἀπὸ τοῦ πέδω πεδήτης. Πέδουρος. ὁ μετέωρος. Πειθήνιος. ὑπείκων, πειθόμενος. Πειραταί. καταποντισταὶ, κουρσάριοι. παρὰ τὸ πείρειν, ὅ ἐστι περᾷν.

  
—ἀλεγεινά τε κύματα πείρων.  
ἢ παρὰ τὴν πεῖραν, ὃ δηλοῖ τὴν ἔφοδον. Πειραστής. ὁ πειράζων δαίμων. Πειραιεύς. λιμὴν οὕτω καλούμενος. ἔστι δὲ καὶ τὸν Πειραιᾶ. Πείρως. κύριον. Πίῤῥος δὲ ὄνομα ποταμοῦ, ι. Πειώλης. ὁ πόρνος ὁ διὰ τὸ πέος καὶ τὸ αἰδοῖον ἀπολλύμενος. σπέος δέ ἐστι καὶ κατʼ ἔλλειψιν τοῦ ς πέος. Πείσαυρος. κύριον. Πέλται. οἱ τοξόται, οἱ τοὺς ξυστοὺς κατέχοντες· ξυστοὶ δὲ τὰ κοντάρια. Πελώριος. ὁ μέγας. παρὰ τὸ πέλω, τὸ ὑπάρχω, καὶ τὸ ὤρα, ἡ φροντίς. ᾧ πέλει φροντὶς διὰ τὸ μέγεθος. <!-- π.1528 -->Πελιδνός. δίϋγρος ἢ μέλανος. τίνος πελιδνοὶ οἱ ὀφθαλμοί. Πέλεκυς. καὶ κλίνεται πελέκεως. Πελαργός. διὰ τὸ ἔχειν πτερὰ μελάντερα καὶ λευκά. πελὸν γὰρ τὸ μέλαν, καὶ ἀργὸν τὸ λευκόν. Πέμμις. κύριον. Πένης. ὁ ἐξ ἀρχῆς ἐν ἐνδείᾳ ὤν. Πενιχρός. παρὰ τὸ πένης πενιχρὸς, ὡς μέλι μελιχρός. Πεντώβολος. ὁ πέντε ὀβολοὺς ἔχων. Πέπειρος. ὁ ὥριμος καρπός. Πέπλος. τὸ γυναικεῖον ἱμάτιον. οἱονεὶ περίπεπλος τὶς ὤν· ὁ περὶ τὸν φοροῦντα περιπελόμενος καὶ εἰλούμενος, καὶ κατὰ συγκοπὴν τῆς ρι συλλαβῆς καὶ τοῦ ε πέπλος. ἢ παρὰ τὸ πρέπω, ῥηματικὸν ὄνομα πρέπαλος καὶ ἀποβολῇ τοῦ ρ πέπαλος καὶ συγκοπῇ πέπλος. Πέπων. ἡ ὀπώρα. καὶ ὁ προσηνὴς φίλος. ἀπὸ τοῦ πεπείρου καὶ ἀσφαλοῦς. ἢ ἀπὸ τοῦ πεπαίνω. <!-- π.1529 -->Περιναῖοι. φλεβάδες. πόροι. οἵτινες ἐπὶ μὲν τῶν ἐχόντων αἰδοῖον εἰς αὐτὸ τὸ αἰδοῖον ἐξάγουσι τὸ σπέρμα, ἐκ δὲ τούτων διαδεξάμενον τὸ αἰδοῖον ἀφίησιν εἰς τὸ θῆλυ. Περκνός. κυνηγετικός. ἀπὸ τοῦ περισσῶς καίνειν. Πέρπερος. ὃ μὴ διὰ χρείαν, ἀλλὰ διὰ καλλωπισμὸν παραλαμβάνει τὶς, ἢ καὶ ὁ βλακικὸς καὶ ὁ προπετής. Περίπατος. διακινητήριον. ἢ αὐτὸ τὸ βάδισμα. Περίκλυτον. περιδοξότατον. Περιδεής. ὁ περίφοβος. Περίβλεπτος. ὁ ἔνδοξος. Περιούσιος. ἐξαίρετος. Περιουσιασμός. περιουσία, πλοῦτος. Περιτομεύς. ἡ σμίλη. Περιττοεπής. ὁ περισσολόγος. Περπέννας. κύριον. Πετηλιανός· Πετίλιος καὶ Πετεός. ὀνόματα κύρια. <!-- π.1530 -->Πέτρος. κύριον. πρᾶξις ἑρμηνεύεται ἤτοι πρακτικὸς τῇ θερμότητι τῆς πίστεως. Πεττοὶ καὶ πεσσοί. τὰ βόλια, ἐν οἷς ταβλίζουσι. Πευθήν. ὁ μανδάτωρ. καὶ κλίνεται πευθῆνος. ἀπὸ τοῦ πεῦσις, ἡ ἐρώτησις ἢ ἡ ἀπόκρισις. οἱ γὰρ μανδάτωρες ποιοῦσι τὰ μηνύματα ἔν τε τοῖς δικαστηρίοις καὶ τοῖς ἐν αὐτοῖς δικαζομένοις. Πέριλος. τὸ αἰδοῖον. Περίτανος. ὁ περιττῶς αἰνούμενος εἰς κάλλος. Περιούσιος. ἐξηλλαγμένος. Περισκέπτῳ. περιβλέπτῳ. Ὅμηρος·

  
ὑψηλὸς δέδμητο, περισκέπτῳ ἔνι χώρῳ.  
Πέλεκυς. παρὰ τὸ πέλειν ὠκέως.

— Θηλυκόν. —

Πέδη. ὁ δεσμός. παρὰ τὸ δέω, ἔδη, καὶ πλεονασμῷ τοῦ π πέδη. Πέζα. ὁ ποῦς. Πειθοῖ. τῇ πεισμονῇ. <!-- π.1531 -->Πείσαιρα. πόλις. Πεῖσα. ἡ πεῖσις καὶ ἡ πεισμονή. ὡς βήσω, βῆσα. Ὅμηρος·

  
τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη—.  
ἀντὶ τοῦ ἐν ἡσυχίᾳ καὶ ὑπομονῇ. ὡσεὶ ἔλεγεν ἀντὶ τοῦ ἐπείσθην. Πείρινθος. ὃ καὶ πείρινθα λέγεται. σημαίνει δὲ τὸ τετράγωνον τὸ ἐπάνω τῆς ἁμάξης ξύλον, εἰς ὃ ἐντίθεται τὰ κομιζόμενα. οὕτως Ἀπίων. ὁ δὲ Δίδυμος τὸ ἐκ ῥιπῶν πεπλεγμένον πλινθίον. ῥίπενθα καὶ καθʼ ὑπέρθεσιν καὶ πλεονασμὸν τοῦ ι πείρινθα. ἢ παρὰ τὸ θέειν πέρινθος καὶ πείρινθος. ἢ πείρινθος τὸ σχοινίον. λέγεται δὲ Πείρινθος καὶ ἡ ἐν τῇ δύσει Ἡράκλεια. Πειρατεία. ἡ λῃστεία. <!-- π.1532 -->Πελαία. τοπικόν. Πελλήνη. πόλις. Πέλεια. ἡ περιστερά. παρὰ τὸ πελὸν, ὃ σημαίνει τὸ μέλαν. καὶ πελειάς.

  
πελειάδα χειρὶ μεμαρπώς.  
ὥσπερ παρὰ τὸ μαίω γίνεται μαιὰς, οὕτω καὶ παρὰ τὸ πέλεια πελειάς. οὕτω Χοιροβοσκός. Πελοπόννησος. δύναται πλεονάζειν τὸ ν. παρὰ τὴν Πέλοπος γενικὴν γέγονε τὸ ἀκόλουθον Πελοπόννησος. ὡσαύτως καὶ Προικόννησος. Πενεστρίνη. πύλης ὄνομα. Πένησσα. ἡ ἐξ ἀρχῆς ἐν ἐνδείᾳ οὖσα. Πενία. στέρησις χρημάτων καὶ κτημάτων. Πενταετηρίς. ἡ πέντε ἐτῶν οὖσα. Πεπάλη. τὸ τοῦ ἀλεύρου λεπτόν. ὅπερ οἱ Ἀττικοὶ πασπάλην λέγουσι πλεονασμῷ τοῦ ς. ὅπερ <!-- π.1533 -->ἐπιπάσσεσθαι δύναται διὰ τὴν λεπτότητα. παρὰ τὸν πάσσω μέλλοντα πάλη, ὡς δαμάσσω δαμάλη. τινὲς δίφθογγον γράφουσι τὸ παι, ἐγὼ δὲ λέγω, ὅτι πάλη ἐστίν. Περιβαρίδες. ὑποδήματα γυναικῶν. Περίνοια. μερικὴ γνῶσις. τοῦ Θεολόγου· ἐν περινοίᾳ θεοῦ. Περιουσία. περισσεία, πλεονασμὸς, ὑπεροχή. ἀσύγκριτος οὐσία. Περιπεζίας. πορευτῆς, ἐπιβατῆς, καταληπτῆς. Πεπραμένη. διοίκησις. πεπερασμένη καὶ συντετελεσμένη διοίκησις. Περισπωμένη. ποιότης συλλαβῆς. ἐκ τοῦ περικεκλᾶσθαι, καὶ οἱονεί τις συνειρημένη εἶναι. ποιότης δέ ἐστι φωνὴ δηλοῦσα τὴν ποσότητα τῆς σημασίας. Περίληψις. ἡ περισσοτέρα νόησις. ἐκ τοῦ λήβω, τὸ λαμβάνω. Περιφορά. ἡ κατὰ κύκλον κίνησις. Περίοδος. κύκλος. Περιωπή. τὸ ὕψος, ἡ ἀκρώρεια. <!-- π.1534 -->Περικεφαλαία. τὸ κράνος. Περιοχή. κλῆρος· συνοχή· ὑπόθεσις, ἢ περιπέτεια. Περιπέτεια. ὑποθέσεως σύμπτωμα. Περίνοια. μηχανὴ, τέχνη. Περιφέρεια. κύκλος ἢ διαστροφή. Περιγραφή. ἡ περιέχουσα αὐτὸ τὸ ὅλον σῶμα. Περίγρα. ὁ διαβήτης. Περίφρασις. συγκάθεσις τοῦ προσταθέντος. ἢ διʼ ἑτέρου τρόπου. ὡς τινὸς λέγοντος, τρία καὶ δύο πέντε, ἄλλος τῷ αὐτῷ συνομολογεῖ διʼ ἑτέρου τρόπου λέγων, δύο καὶ τρία πέντε. περίφρασις δὲ λέγεται καὶ ἡ τοῦ ἁγίου Διονυσίου φωνὴ ἡ θεανδρική· εἰ γὰρ καὶ διʼ ἑτέρου τρόπου, ἀλλὰ θεὸν καὶ ἄνθρωπον ὡμολόγησε καὶ αὐτὸς κατὰ τοὺς ἁγίους πατέρας. Περπερεία. ὃ μὴ διὰ χρείαν, ἀλλὰ διὰ καλλωπισμὸν παραλαμβάνεται, ὃ καὶ ἡ βλακεία καὶ ἡ προπέτεια. Πευκαλίμη. συνετή. Πεῦσις. ἡ ἐρώτησις, ἢ ἡ ἀπόκρισις. ἀπὸ τοῦ πεύθω, τὸ μανθάνω. <!-- π.1535 -->Περισσεία. ἡ δαψίλεια. καὶ ὁ Ἀπόστολος· πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος—. Πεισμονή. τὸ πεισθῆναι τοῖς λέγουσιν ὑμῖν περιτέμνεσθαι.

— Οὐδέτερον. —

Πέδιλα. ὑποδήματα. ἀπὸ τοῦ εἰλίσσεσθαι τοῖς ποσίν. ἢ ἀπὸ τοῦ πέδη, ὁ δεσμός. Πέδον. γῆ. ἔδαφος, ἐφʼ οὗ βεβήκαμεν τοῖς ποσὶ τοῦ πεζεύειν. καὶ πεζούς φασι τοὺς διὰ τῶν ἰδίων ποδῶν ποιουμένους τὴν πορείαν. Πεῖσμα. τὸ ἐν τῇ συνηθείᾳ. καὶ τὸ σχοινίον. παρὰ τὸ πείθω, πείσω, πεῖσμα· καὶ γὰρ τὰ ἀπόγεια σχοινία πείθεσθαι καὶ εἴκειν ποιοῦσι τὴν ναῦν. Πεινάκιον. τὸ τῆς πείνης ἄκος. πινάκιον δὲ, ἐν ᾧ ἐσθίομεν, ι. Πελόν. τὸ μέλαν. καὶ πελίωμα, τὸ μέλαν χρῶμα. Πελιδνόν. μέλαν, δίϋγρον. Πέλαγος. τὸ μὴ πέλας γῆς. ἢ παρὰ τὸ τῆλε, ὃ σημαίνει τὸ πόῤῥω, καὶ τὸ γῆ· τήλεγός τι ὂν, τὸ πόῤῥωθεν τῆς γῆς. Πελλαῖον. ὄρος. Πέλμα. παρὰ τὸ πεπιλῆσθαι πλέον τοῦ λοιποῦ σώματος. ἢ παρὰ τὸ πέλας ἀεὶ καθεστάναι τοῦ ποδός. Πεμπταῖον. τὸ μετὰ τὴν πέμπτην. Πέμμα. καρύκευμα. ἢ εἶδος πλακοῦντος. <!-- π.1536 -->Πένθος. διάθεσις ψυχῆς σκυθρωπὴ, ἐπὶ στερήσει τινὸς τῶν καταθυμίων συνισταμένη, ὅπερ ἐπὶ τῶν ἐν εὐθυμίᾳ βιούντων χώραν οὐκ ἔχει. ἢ αἴσθησις ἀλγεινὴ τῆς τῶν εὐφραινόντων στερήσεως. εἴρηται πένθος παρὰ τὸ βάθος, καὶ πλεονασμῷ καὶ τροπῇ τῶν στοιχείων γίνεται πένθος. κυρίως δὲ ἐπὶ τῶν κατοιχομένων. παρὰ τὸ ἐν βαθυτάτῳ εἶναι τὴν ἑαυτῶν λύπην. ὁ δὲ Ἡρωδιανὸς, παρὰ τὸ πάθος πλεονασμῷ τοῦ ν καὶ τροπῇ πένθος. Πέπλα. ἱμάτια γυναικεῖα. Πεπιλημένον. συνεσφιγμένον. Περιεκτικόν. τὸ καθόλου. ἢ τὸ ἐν ἑαυτῷ τὰ μερικὰ συνάγον καὶ ἀναπληροῦν. Περιάμματα. τὰ κατὰ τοὺς τραχήλους καὶ τὰς χεῖρας καὶ τοὺς πόδας βεβαμμένα κλώσματα, ἅτινα αἱ γυναῖκες περιάπτουσι. Περικαλλές. λίαν λαμπρόν. Περίοπτον. μέγα, ὑψηλόν. Περιδέραια. τὰ περιτραχήλια. δέρη γὰρ ὁ τράχηλος. Περίψημα. βδέλυγμα. Πέρας. τὸ τέλος. Περίπυστον. ἐξάκουστον. Περίπτερα. ὁ ἀποσπινθηρισμός. Περίγειον. .... Πέπερι. παρὰ τὸ πέττω, τὸ εἰς πέψιν ἄγω. <!-- π.1537 -->Περίγραπτον. ὅπερ διανοίᾳ καὶ γνώσει καταλαμβάνεσθαι δυνατόν. καθὰ καὶ ἄγγελοι ἀλλήλων τὴν φύσιν. Πέτηλα. φύλλα δένδρων. ἀπὸ τοῦ πέτεσθαι. Πετώνιον. τὸ τοῦ ὕδατος. Πέταυρον. παγίς. βάθος. εἰς ᾅδου πέταυρον. πέταυρα καὶ τὰ σανίδια, ἐν οἷς στεγάζομεν τὰ ὀσπήτια. ἀπὸ τοῦ ταῖς αὔραις, ὅ ἐστι ταῖς πνοαῖς, πέτεσθαι. κοῦφα γάρ ἐστι καὶ ὑπηνέμια. Πετίτον. πειρατικὴ σκάφη. Πετρόβολον. ἡ λίθου βολή. διώβολον δὲ, μέγα. Πετροπομπόν. μηχάνημα, διʼ οὗ πέμπεται ἡ πέτρα. Πευκεδανόν. πικρόν. Περικαθάρματα. ἀντὶ τοῦ ἀποψήγματα, καὶ ὥσπερ ἀποσαρώματα. <!-- π.1538 -->Περίψημα. τὸ σάβανον· ὃ τοὺς ἱδρῶτας τοῦ κάμνοντος ἀποψύχει. ἢ τὸ ἀποῤῥιπτούμενον σκύβαλον, ὡς περιττόν. ἀπὸ μεταφορᾶς τῶν τὰς τραπέζας ἀποψώντων μετὰ τὸ φαγεῖν.

— Ῥῆμα. —

Πεδεῖται. δεσμεῖται. Πείσεσθαι. παθεῖν. Πειρῶμαι. ἀπόπειραν καὶ δοκιμὴν ποιοῦμαι. Πεινῶ. παρὰ τὸ πένω καὶ πένομαι, ᾧ παρέπεται πολλάκις τοῦτο. Πέλω. τὸ ἀναστρέφομαι. καὶ πέλει ἀντὶ τοῦ ὑπάρχει. Πένω. τὸ ἐνεργῶ καὶ πονῶ. Πένοντο. παρὰ τὸ πένω, τὸ ἐνεργῶ καὶ κάμνω, ἀφʼ οὗ πόνος καὶ πόντος. Πεπαρῳνήκεσαν. ἀτάκτως ὕβρισαν. Πεπαρμένος. διαπεπερονημένος. ἔστι πείρω, τὸ κεντῶ, περῶ, πέπαρκα, πέπαρμαι. <!-- π.1539 -->Πεπανθέν. ὥριμον γεγονός. καὶ πεπαίνω. Πεπορπημένον. συνεχόμενον περόνῃ ἢ πόρπῃ, ὅ ἐστι κομβίῳ. Πεπαλάσθαι. κληρώσασθαι, λαχεῖν. κλῆρος γὰρ ὁ πάλος. παρὰ τὸ παλῶ παλάσσω. Πεπιασμένοις. μεμιασμένοις. Αἰλιανός· φάγη δʼ ἂν τρίγλη καὶ ἀνθρώπου νεκροῦ καὶ ἰχθύος· φιληδοῦσι δὲ μᾶλλον τοῖς πεπιασμένοις καὶ κακόσμοις. Πεποιωμένον. ἔχον ποιότητα. ποιότης δέ ἐστιν ἐνούσιος δύναμις, ὡς τοῦ ὕδατος ἡ ψυχρότης, καὶ τοῦ πυρὸς ἡ θερμότης, καὶ τοῦ λίθου ἡ σκληρότης, καὶ τῆς γῆς ἡ ξηρότης. ποιότης δὲ καὶ ἰδιότης, καὶ διαφορὰ καὶ ἰδίωμα ἓν καὶ τὸ αὐτὸ σημαίνει. Πεπιθεῖν. πείθω, ὁ δεύτερος ἀόριστος ἔπιθον, τὸ ἀπαρέμφατον πιθεῖν, καὶ ποιητικῷ ἀναδιπλασιασμῷ πεπιθήσω, πεπιθεῖν. Πεπνυμένος. συνετὸς, φρόνιμος. παρὰ τὸ πνέω, πνύω, πνύσω, πεπνυμένος. Πεποτήαται. ἀπὸ τοῦ πέτω ῥήματος γίνεται ποτῶ, ποτήσω, πεπότηκα, πεπότημαι, καὶ κατʼ ἔκτασιν τοῦ ε εἰς η πεποτήαται, ὡς νενόαται. <!-- π.1540 -->Πέπρακα. περῶ, περάσω, πεπέρακα καὶ ἐν συγκοπῇ πέπρακα. Πεπερασμένον. πεπληρωμένον. Πεπαισμένος. ἀπὸ τοῦ πεπαίνω. πεπαισμένος τὰς φρένας. Πεπλαδηκώς. ξηρανθεὶς, ἢ σαπείς. Πέποιθεν. ἐλπίζει. θαῤῥεῖ. Πέπομφα. ἔπεμψα. Πέπταμαι. ἐκ τοῦ ἵπτημι, ἔπτακα, ἔπταμαι, ἔπτασαι, ἔπταται, καὶ πλεονασμῷ τοῦ π πέπταμαι, αἰολικῶς· οἱ γὰρ Αἰολεῖς εἰώθασι προστιθέναι σύμφωνον. ὥσπερ τὸ ἐπτέρυγμαι, οἷον·

  
—ὡς δὲ πάϊς παῖδα μητέρα πεπτερύγωμαι.  
Ἡρωδιανὸς ἐν τοῖς περὶ πάθους. Πέπτωκα. πτῶ, ὁ παρακείμενος ἔπτωκα καὶ κατὰ ἀναδιπλασιασμὸν πέπτωκα. Πέπρωται. εἱμαρμένον ἐστί· καὶ πεπεράτωται. Πελάζειν. πλησιάζειν. Περιστοιχήσαντες. περικυκλώσαντες. περιστάντες. <!-- π.1541 -->Περιπτύσσεσθαι. προσφύεσθαι, περιπλέκεσθαι. Περισκυθίσαντες. σπαράξαντες. κυρίως δὲ τὸ ἀποτεμεῖν τὸ ἐπὶ κεφαλὴν δέρμα σὺν ταῖς θριξί· καταχρηστικῶς δὲ καὶ τὸ ἀποκεῖραι. Περιφύς. ἀντὶ τοῦ περιπλακείς. Περιῤῥέουσα. ἡ λεπτὴ καὶ ἀραχνώδης καὶ μαλακή. Περιέτριζεν. ἔκλαιεν· ἠντιβόλει. πεποίηται ἡ φωνὴ ἀπὸ τῶν πτηνῶν τῶν περιπτομένων καὶ θρηνούντων τοὺς κινδυνεύοντας ἑαυτῶν νεοττούς. Περιτετμῆσθαι. ἤγουν Ἰουδαῖον χρηματίζειν. Ἰουδαίων γὰρ ἡ περιτομή. Περιοριζόμενον. περιγραφόμενον, ὅ ἐστι περιεχόμενον. <!-- π.1542 -->Πέρθω. τὸ πορθῶ. Περιπολεύειν. κυκλεύειν, ἀναστρέφεσθαι. Περιαυτίζεται. περὶ αὐτοὺς μέγα φρονεῖ. ἢ περὶ τῶν αὐτῶν πάλιν λέγει. Περινοστεῖ. περιέρχεται. ἀναστρέφεται. Περιστέλλων. σκέπων, ἐνδύων. Περιαθρεῖ. περιβλέπει. Περιλάμπεσθαι. τὴν μερικὴν λάμψιν δηλοῖ. καταλάμπεσθαι δὲ τὴν τελείαν. Περιστένειν. στενοχωρεῖν. ἢ καὶ τὸ στενάζειν. Περιέπειραν. ἔπηξαν. πείρω γὰρ τὸ σουβλίζω Περιεργαζόμενος. πονηρευόμενος. Περιέσται. νικήσει, ἢ περιγενήσεται. <!-- π.1543 -->Περιπτυξώμεθα. ἀσπασώμεθα. Περιστέλλει. κοσμεῖ. ἢ φροντίδος ἀξιοῖ. Περιέπει. φυλάττει. Περιορισθῆναι. περιληφθῆναι. Περιόψεται. παρίδοι, καταφρονήσει. Περκάζει. ὡριμάζει. Περαίνει. καὶ περαιῶσαι, τὸ τελειῶσαι. Πέττω. τὸ χωνεύω. ἐξ οὗ καὶ πέψις. τριττὴ δέ ἐστιν ἡ πέψις ἐν τοῖς ἐναίμοις ζώοις. καὶ πρώτη μὲν ἡ ἀπὸ τῆς οἱασοῦν τροφῆς εἰς χυλοποίησιν ἐν τῇ κοιλίᾳ μεταβαλλομένη. δευτέρα ἡ διὰ τῆς κοίλης φλεβὸς τῆς κυρτῆς ὀνομαζομένης ἐκ τῆς κοιλίας εἰς τὸ ἧπαρ ἑλκομένη, κᾀκεῖσε εἰς αἷμα μετασκευαζομένη. τρίτη ἡ ἀπὸ τοῦ αὐτοῦ ἥπατος εἰς ἓν ἕκαστον μόριον τοῦ ὅλου σώματος ἀναδιδομένη καὶ τροφὴν τὴν αὐτοῖς ἁρμόζουσαν παρεχομένη· ἐν ᾗ δηλαδὴ τρίτῃ πέψει ἔστιν ἡ αἱματοποίησις, ἡ αὐτὴν τὴν σάρκα γεννῶσα. διὸ καὶ ὁρίζεται, τί ἐστι σὰρξ, αἷμα πεπηγὸς ὑπὸ φύσεως. Πεφήσεται. ἀναιρεθήσεται. Πεφαυλισμένον. ἀποδεδοκιμασμένον. Πεφοινιγμένη. ᾑμαγμένη. <!-- π.1544 -->Πεφωριῶσθαι. τὸν ὀφθαλμὸν πεπαχύνθαι. Περπερεύεται. προπετὲς ποιεῖ· ἀτακτεῖ· κατεπαίρεται. ἡ ἀγάπη οὐ περπερεύεται. Πέποιθας. ἀντὶ τοῦ λογίζῃ. τοῦ Ἀποστόλου Πέτρου· πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν. Περισσεύομεν. τουτέστιν εὐδοκοῦμεν παρὰ θεῷ. ἀποστολικὴ ἡ λέξις.

Τὸ Π μετὰ τοῦ Η. — Ἀρσενικόν. —

Πηγός. ὁ εὐτραφής. Πηγεσίμαλλος. ὁ βαθύθριξ. Πήγασος. ὄνομα ἵππου. Πήδαιος. κύριον. Πήδασος. πόλις ἢ τόπος καὶ ὄρος. Πηκαλισμός. ὁ ἐμπαιγμός. Πηνεός. ποταμός. Πηός. ὁ κατʼ ἐπιγαμίαν συγγενής. Πηρός. ὁ τυφλὸς, ὁ βεβλαμμένος. Πηρῖνος. τὸ αἰδοῖον. Πηλεύς. κύριον. παρὰ τὸ βάλλω, τὸ κινῶ, γίνεται Παλεὺς, καὶ τροπῇ τοῦ α εἰς η Πηλεύς. <!-- π.1545 -->

— Θηλυκόν. —

Πηγή. ἀνάβλυσις τῆς ὑπὸ γῆν ἀτμίδος, ἥτις ὑπὸ τῆς ἐντὸς ψυχρότητος κατὰ μικρὸν βληθεῖσα ὁμοῦ τὲ συνήφθη καὶ ἐξεδόθη. Πηγυλίς. τὸ κρύος. Πηδώνη. ἡ κώπη. ἢ πηδόν. Πήρα. τὸ σακκούλιον. πείρα δὲ ἡ δοκίμη, δίφθογγον. Πηκτίς. τὸ τῆς κιθάρας ξύλον. Πήληξ. ἡ περικεφαλαία. Πηλιάς. τὸ δόρυ.

  
Πηλιάδα μελίην.  
ἀπὸ μελίας δένδρου. Πημονή. ἡ βλάβη. Πημαντική. διδασκαλική. Πημαντή. βλαβερά. Πηνίτις. χώρα. Πηνελόπη, Πηνεὼ καὶ Πηνελόπεια. ὀνόματα κύρια. Πηνήκη. τὸ κεφαλοδέσμιον. πηνύκη δὲ, ἡ οὐρὰ, τὸ νυ ψιλόν. <!-- π.1546 -->Πῆχυς. μέτρον δισπιθαμιαῖον. καὶ κλίνεται πήχεως, ὡς πέλεκυς πελέκεως. ἃ καὶ σεσημείωνται ὡς διὰ τοῦ ω μεγάλου γραφόμενα. καὶ διὰ τί σεσημείωνται; Ἡρωδιανὸς λέγει, ὅτι πήχυος ἦν καὶ πελέκυος κατὰ ἀκολουθίαν, ὡς βότρυς βότρυος· ἀλλʼ ἐπειδὴ οἱ Ἀττικοὶ τὸ ο μικρὸν εἰς ω μέγα μεταβάλλουσι καὶ τὰ παραλήγοντα τῶν φωνηέντων εἰς ε, τούτου χάριν καὶ τὸ πελέκεως καὶ πήχεως μετέστρεψαν εἰς ἐκτεινόμενα. παραλῆγον δέ ἐστιν, οἷον Μενέλαος, τὸ α· τὸ γὰρ Μενέλαος Μενέλεως γράφουσιν οἱ Ἀττικοί. Πῆξις. ἡ ἑδραίωσις. Πηγάδας. κρυώδεις ἡμέρας. Ἡσίοδος·

  
τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵ τʼ ἐπὶ  
  
γαῖαν.  
Πήρα. παρὰ τὸ τηρῶ. ἡ τὰ βαλλόμενα τηροῦσα.

— Οὐδέτερον. —

Πήγανον. βοτάνη. ὅπερ φυτευόμενον ὑπὸ τῇ συκῇ δριμύτερον ἑαυτῆς γίνεται. μετατίθεται <!-- π.1547 -->γὰρ εἰς τὸ φυτὸν τὸ ἐν τῇ συκῇ βαρύοσμον. καὶ ταῖς συκαῖς τῶν ἀγριοσυκῶν παραφυτευομένων βελτίω τὰ σῦκα γίνονται. Πηδάλια. αὐχένια. Πηκτόν. τὸ ἄροτρον. Πῆμα. ἡ βλάβη.

  
πῆμα κακὸς γείτων—.  
Πηνίον. τὸ μέτρον. Πηλίκον. τὸ μεγέθους δηλωτικὸν, καὶ τὸ ἐν ἀμορφίᾳ ὄν. ὡς παρὰ τὸ Ἀποστόλῳ· ἴδετε, πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. ὡσεὶ ἔλεγε· καὶ ταῦτα μὴ εἰδὼς γράφειν καλῶς.

— Ῥῆμα. —

Πηδαλιουχῶν. κυβερνῶν. Πήθω. τὸ πάσχω. Πηκαλίζειν. ἐμπαίζειν. Πημαίνω. τὸ βλάπτω. Πῆξον. ἑδραίωσον.

— Ἐπίῤῥημα. —

Πῆ. ἀντὶ τοῦ ποῦ. Πῆθι. ἀντὶ τοῦ ποῦ. Πηνίκα. ἀντὶ τοῦ ὁπότε. <!-- π.1548 -->

Τὸ Π μετὰ τοῦ Ι. — Ἀρσενικόν. —

Πίδνος. ποταμός. Πιμεντάριοι. οἱ βοτανολόγοι. Πίνακες. τὰ πινακίδια, αἱ γραφαί. καὶ τὸ πινακίδιον. Πίνδος. ὄρος Θεσσαλίας. Πινσός. ὁ τοῦ τοίχου. Πινυτός. συνετὸς, φρόνιμος, σώφρων. καὶ πινυτώτατος. Πῖλος. τὸ κέντουκλον. Πίρος. ποταμός. Πίσυνος. ὁ θαῤῥῶν, ὁ παῤῥησιαστικός. Πίτυλος. κύριον. καὶ ὁ κτυπῶν. Πιτηρούμ. κύριον. Πιόνιος. κύριον. Πιστός. ἀντὶ τοῦ ἀληθής. παρὰ τῷ Ἀποστόλῳ· πιστὸς ὁ θεὸς, διʼ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ.

— Θηλυκόν. —

Πιγκιανή. τόπος. Πίδαξ. ἡ πηγή. <!-- π.1549 -->Πιδήεσσα. ὑγρά. Πιερίδες. αἱ ἐν Μακεδονίᾳ Μοῦσαι. Πιθάκνη. ὁ μικρὸς πίθος. Πιθοιγία. ἡ τοῦ πίθου ἄνοιξις. Πικηνίς. χώρα. Πιμελή. τὸ διακεχυμένον λῖπος ἐν τῇ σαρκί. Πίνδακας. θραύματα σανίδων. Πινδήρα. ἄροτρον. Πίννα. ὄνομα ἰχθύος. ἐξ ἧς καὶ πιννέριον. Πινυτή. σώφρων. συνετή. Πιπώ. ὄρνεον. Πίσα. πόλις. πεῖσα δὲ ἡ τοῦ ξύλου, δίφθογγον. Πίστρα. ἡ ποτίστρα. Πιτυάνη. ἀσκὸς μικρός. Πίτυρις. ἡ θλαστὴ ἐλαία. Πίειρα. ἡ λιπαρά. Πίστις. ἁπλῆ λογισμῶν καὶ ἀπερίεργος συγκατάθεσις ἢ ἐνδιάθετος ὕπαρξις. Πίστις δὲ εἴρηται κατὰ τὸ πείθεσθαι εἴς τι. διττῶς δὲ νοεῖται ἡ ὀρθὴ πίστις· ἔστι γὰρ πίστις ἐξ ἀκοῆς τοῦ κηρύγματος, καὶ ἔστι βεβαιοτέρα πίστις ἡ τῶν ἐλπιζομένων ἀγαθῶν. καὶ τὴν μὲν ἐξ ἀκοῆς πάντες ἄνθρωποι ἔχειν δύνανται· τὴν δὲ δευτέραν μόνοι οἱ δίκαιοι κέκτηνται. <!-- π.1550 -->Πίστις ἐστὶν ἀδήλων ἀβασάνιστος συγκατάθεσις, ὡς ἔλεγχος πραγμάτων οὐ βλεπομένων. γνῶσις δὲ κατειλημμένων περίεργος συγκατάθεσις, ὡς ὁρωμένων ἔλεγχος. Πίστις ἐστὶν ἀπράγμων σύνθεσις, ὁμολογία ψυχῆς εὐσεβοῦς ἀπερίεργος, λόγος εὐσεβείας κατὰ τῆς ἀσεβείας φερόμενος, πειθὼ ἀπερίεργος τοῦ πιστεύοντος περὶ τὸ πιστευόμενον, ἀποδείξεως κρείττων. ἢ ὁ τὴν πνευματικὴν ἀναγέννησιν εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰληφώς. Πιτύϊνα. ὁ καρπὸς τῆς πίτυος. Πίδαξ. παρὰ τὸ πιδύω πίδαξ. ἢ πηδῶ, πίδαξ, κατὰ μετάθεσιν ἰωνικὴν τοῦ η εἰς ι.

— Οὐδέτερον. —

Πιαλέον. πόσιμον ἢ λιπαρόν. καὶ πιαλέοις ὄφεσιν, ὡς διψαλέοις, εἴρηται ἐπὶ τοιοῖς τισι ἰδίως ὄφεσι τοῖς κατὰ Ἱεριχὼ μάλιστα εὑρισκομένοις, ἐξ ὧν ἰατροὶ ὡς τὰ πολλὰ τὴν θηριακὴν σκευάζουσι. τούτοις ἀντιθέτως ἐνταῦθα ἁπλῶς τίθεται τὸ πιαλέοις, τουτέστι πινομένοις, ποσίμοις, λιπαροῖς, πλουσίοις ἅμα καὶ ὑπερεκχεομένοις καὶ κορεστικοῖς. Πιεστήριον. τὸ ἐκθλίβον. <!-- π.1551 -->Πιθήκειον βλέμμα. τὸ τοῦ πίθηκος. πιθήκιον δὲ, τὸ μικρὸν, ἰῶτα. Πῖλον καὶ πιλίδιον. τὸ κέντουκλον. Πίνιον. εἶδος βάμματος. Πῖον καὶ πῖαρ. τὸ λιπαρόν. Πινῶδες. ῥυπαρόν. Πιναρά. εὐτελῆ· ῥυπαρά. Πινία. τὰ κέντουκλα. Πῖσον. εἶδος ὀσπρίου. Πῖ. τὸ στοιχεῖον. παρὰ τὸ παίω. ὁ γὰρ τούτου φθόγγος ὡσεὶ παίοντος καὶ κρούοντος ἦχος ἐστί. Πικαίριον. ῥίζαν. τοῦ Ψελλοῦ· σίραιον δὲ τὸ ἕψημα, πικαίριον τὴν ῥίζαν.

— Ῥῆμα. —

Πιαίνει. λιπαίνει. Πιεζόμενος. θλιβόμενος. δαμαζόμενος. Πῖθι. ἀντὶ τοῦ πίε. Πιθήσας. ἀντὶ τοῦ πεισθείς. Πιμπρᾷ. καίει. Πιμπλῶν καὶ πίμπλημι καὶ πιπλῶν. ἀντὶ τοῦ πληρῶν. Πινύσκω. σωφρονῶ. Πίομαι. μικρόν. πίωνται δὲ, μέγα. Πιτνῶ. προσπελάζω. Πιττοῦν. κυρίως τὸ τὰς πλατείας νῆας πίττῃ χρίειν. Πιφάσκει. δηλοῖ. <!-- π.1552 -->Πιλνᾷ. καταβάλλει ἢ προσεγγίζει. Ἡσίοδος·

  
—ἐλάτας δὲ παχείας  
  
οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ.  
Πιφασκόμενος. μαντευόμενος. Ὅμηρος·

  
μνηστῆρσι δὲ μάλιστα πιφασκόμενος τάδε  
  
εἴρω.  

Τὸ Π μετὰ τοῦ Λ. — Ἀρσενικόν. —

Πλαστουργός. ποιητὴς, πλάστης. Πλαταμών. ὁ αἰγιαλὸς, καὶ τόπος. Πλάνητες. ὀνόματα ἀστέρων. παρὰ φιλοσόφοις πλανῆται γράφονται. ἡ εὐθεῖα ὁ πλανήτης. Πλησίστιος ἄνεμος. ὁ πληρῶν καὶ γεμίζων τὰ ἱστία καὶ τὰ ἄρμενα. Πλήρης. παρὰ τὸ πολὺ πολυήρης, καὶ κατὰ συγκοπὴν πλήρης. ἢ ἔστι πλεῖος, πλειήρης, καὶ κατὰ συγκοπὴν πλήρης. Πλεισθένης. κύριον. Πλεῖστος. πολύς. παρὰ τὸ πλείων γίνεται πλεῖστος, ὡς λῷον λῷστος, ῥᾷον ῥᾷστος, πλείων πλεῖστος. Πλειών. ὁ ἐνιαυτός. ἀπὸ τοῦ πλείονας χρόνους περιέχειν ἐν ἑαυτῷ, ἢ παρὰ τὸ πολεῖν καὶ διέρχεσθαι κατὰ τοὺς τεταγμένους χρόνους. Πλόκαμοι. αἱ μακραὶ τρίχες, αἱ ἐπιτήδειαι οὖσαι εἰς τὸ πλέκεσθαι. παρὰ τὸ πλέκω. <!-- π.1553 -->Πλοχμός. παρὰ τὸ πλέκω, πλεχμὸς καὶ πλοχμός. ὡς βρέχω, βρεχμὸς, καὶ συνέχω, συνοχμός. Πλοῦτος. κτῆσις χρημάτων καὶ κτημάτων. παρὰ τὸ πολὺς καὶ τὸ λαμβάνω καὶ τὸ δέχομαι, πολύουτος, κατὰ συγκοπὴν πλοῦτος. ἢ ὅτι ἐκ τοῦ πηλοῦ καὶ τῆς γῆς ὁ πλοῦτος εὑρίσκεται τοῖς ἀνθρώποις. Πλόϊμος. ὁ ἄνεμος. ὅ ἐστι πλεόμενος. καὶ πλόϊμος καιρὸς, ἤτοι πλεόμενος. καὶ πλόϊμος θάλασσα, τουτέστι πλεομένη. καὶ πλοϊμότερος οὖρος, ἤτοι ἐπιτήδειος πλόος. μικρά. Πλώϊμος δὲ, τὸ ἀξίωμα, καὶ πλωτὴρ, ὁ ναύτης, καὶ πλωτὸς, ἤτοι πλεόμενος, καὶ πλωτὴ θάλασσα, ὅ ἐστι πλεομένη, καὶ πλωΐζω, καὶ πλῴζω, καὶ πλώοντες, καὶ πλωϊσάμενος, ὁ πλεύσας, καὶ πλωὰς, εἶδος ὀρνέου, μεγάλα. Πλιέζερ. κύριον. Πλινσθενίτης. κόλπος. Πλόος. παρὰ τὸ πλέω, πλεύσω, πλόος καὶ πλοῦς.

— Θηλυκόν. —

Πλάστιγξ. τὸ μέρος τοῦ ζυγίου. Πλοκάς. ἀναβολὰς ἢ ὑπερβιβασμούς. Πλαδόωσα. σεσημμένη. Πλάστις. ἡ γυνή. Πλάτη. ἡ κώπη. <!-- π.1554 -->Πλαταγή. κρόταλον χαλκοῦν.

  
Ἀλλʼ ὅτε πλατείην πλαταγὴν ἐνὶ χερσὶ  
  
τινάσσων.  
Πλάτις. ὄνομα. Πλαγχώνεια. ὄνομα. Πλαταίας. πόλεως. Πλαστίς. ὄνομα μελίσσης. Πλαισιαία. ἡ τετράγωνος. Πλημμύρα. ὑδάτων πλῆθος. καὶ πλημμυρίς. πλημμύρω. ὀξύνεται δὲ πλημμυρίς· τὰ γὰρ ἀπὸ βαρυτόνων ῥήματα ὀξύτονα, οἷον βασιλεύω, βασιλίς, πλημμύρω, πλημμυρίς. τὸ δὲ πλημμύρω ἀπὸ τοῦ πλήθω, πλήσω, πλήμη, καὶ πλημμύρω. ἔνιοι δὲ ἐπίῤῥημα οἴονται, ὡς τὸ λικριφίς. Πληθώρα. τὸ πάθος, ἡ πλησμονή. καὶ πληθωρικαὶ, αἱ πλησμονικαί. Πλησιφαής. ἡ πληροσέληνος ἡμέρα. Πληγὴ φλεγμαίνουσα. ἡ μήπω συνουλωθεῖσα. Πλῆμναι. αἱ χοινικίδες, διʼ ὧν ὁ ἄξων στρέφεται. παρὰ τὸ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος. Πληϊάς. τὸ ἑξάστερον. καὶ Πλειάς. κατὰ τὴν μυθολογίαν ἀπὸ Πληϊόνης, θυγατρὸς μὲν Ὠκεανοῦ, γυναικὸς δὲ Ἄτλαντος. δύνουσαι δὲ αἱ Πληϊάδες τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ δηλοῦσιν, ἀνατέλλουσαι δὲ τὸ τέλος. Πλευρῖτις. νόσος ἡ ἐν τῷ πλευρῷ. Πλευραί. αἱ πλήρεις οὖσαι καὶ ἀμύχωτοι· αἱ πλεωραὶ τινὲς οὖσαι· αἱ φυλάσσουσαι τὸν πνεύμονα· ἢ πολυευραὶ, ὡς πλατεῖαι. <!-- π.1555 -->Πλεῖαι. πεπληρωμέναι.

  
πλεῖαί τοι οἴνου κλισίαι—.  
ἀπὸ τοῦ πλεῖος, ἀφʼ οὗ καὶ τό·

  
—πλέος μέλανος θανάτοιο.  
Πλινθεία. ἡ πλίνθευσις. Πλωάς. εἶδος ὀρνέου. Πλωτή. νῆσος. Πλώθεια. δῆμος. Πλεονεξία. ἡ ὑπὲρ τῆς ἐπιθυμίας τοῦ πλείονος βλάβη. οὕτως ὁ Ἀπόστολος.

— Οὐδέτερον. —

Πλαστοῖς. ψευδέσι. Πλάσμα. τὸ ψεῦδος. σημαίνει καὶ ἔργον τύπου καὶ εἴδους, καὶ διαμορφώσεως. οἷον ὁ βίος τοῦ μεγάλου Ἀντωνίου ὁ περὶ τοῦ μεγάλου Ἀθανασίου συγγραφεὶς, καὶ τὸ βιβλίον ὁ Βαρλαάμ. Πλάταιον. τὸ ἔκπωμα. Πλαδαρόν. χαῦνον, σεσημμένον, ἢ ὑγρόν. Πλατωνικὸν βιβλίον. τὸ τοῦ Πλάτωνος. Πλάτος. παρὰ τὸ πλῶ, τὸ πληρῶ. Πλαίσιον. εἶδος μέτρου. ἢ ἡ ἐν τετραγώνῳ τῶν στρατιωτῶν τάξις, ὡς Πλάτων ἐν Σοφιστῇ. καὶ τὰ διὰ ξύλων τετράγωνα σχήματα πλαίσια ἔλεγον. <!-- π.1556 -->Πλέθρον. μέτρον γῆς. Πλεῖον. παρὰ τὸ πολύς. πολεῖον καὶ συγκοπῇ πλεῖον. σημαίνει δὲ καὶ τὸ περισσόν. Πλῆγμα. ἡ πληγή. πλίγμα δὲ, τὸ βάδισμα, ι. Πλησιέστερον. ἐγγύτερον. καὶ πλησίον. παρὰ τὸ πέλω παράγωγον πελάζω, ῥῆμα ὄνομα πλατὸς καὶ πλητός. κατὰ τροπὴν τοῦ τ εἰς ς καὶ κατὰ παραγωγὴν πλησίος, ὡς ἄμβροτος, ἀμβρόσιος. Πλῆκτρον. τὸ τῆς κιθάρας. ἐν ᾧ τὰς χορδὰς ὁ κιθαρίζων κινεῖ. Πλημμελές. ἁμαρτητικόν. ἢ τὸ ῥάθυμον καὶ ἀπαίδευτον. Πλινθίον. τὸ τετράγωνον σχῆμα. Πλουμμάτον. τὸ μολύβδινον.

— Ῥῆμα. —

Πλημμελεῖν. τὸ ἁμαρτάνειν. Πληκτιζομένους. μαχομένους. Πλῆντο. ἐπληροῦντο. πέλω, πλῶ, πλῆντο. Πλείμην. ἀντὶ τοῦ πλευσαίμην. Πλεῖθι. πλεῦσον. ἰακόν ἐστι. Πλεῖν. ἀντὶ τοῦ πλέειν. Πλεῖ. τὸ προστακτικόν. οὐχὶ πλεῖθι, οὐδὲ πλέε. τοῦτο γὰρ ἰακόν. καὶ πνεῖ, οὐχὶ πνέε, καὶ <!-- π.1557 -->δεῖ καὶ θεῖ καὶ ῥεῖ τὰ προστακτικὰ λέγει. Εὐριπίδης·

  
πλεῖ κατὰ πορθμόν.  
Ἕρμιππος·

  
ἀλλʼ ἐκεῖσε θεῖ.  
δεῖ τοῦτον. Πλύνεται. καθαίρεται ἢ ὑβρίζεται. Πλῶ. τὸ πλησιάζω. Πλῴζω. τὸ πλωΐζω. ἔχει τὸ ι. ἀπὸ τοῦ πλώω πλωΐζω, καὶ κατὰ συναίρεσιν πλῴζω. ἢ ὥσπερ ἀπὸ τοῦ λέγω λόγος, οὕτω καὶ ἀπὸ τοῦ πλόος γίνεται πλοΐζω, καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς τὸ ω μέγα πλωΐζω, καὶ κατὰ συναίρεσιν πλῴζω. ὡς χροΐζω χρῴζω. ἢ ὡς ἀπὸ τοῦ πλέω πλόος, καὶ ὡς ἀπὸ τοῦ ἄνθρωπος γίνεται ἀνθρωπίζω, οὕτω καὶ ἀπὸ τοῦ πλόος γίνεται πλοΐζω, καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς ω μέγα πλωΐζω, καὶ κατὰ συναίρεσιν πλῴζω. Πληροφόρησον. πλήρωσον. Ἀποστόλου· τὴν διακονίαν σου πληροφόρησον. Πλαδόω. τὸ σήπομαι. τοῦ Ψελλοῦ· πλούμματον τὸ μολύβδιον, τὸ σήπομαι πλαδοίω.

— Ἐπίῤῥημα. —

Πλαγίως. δολίως. Πλήν. ἐκτὸς, ἢ ὅμως.

Τὸ Π μετὰ τοῦ Ν. — Ἀρσενικόν. —

Πνευματικός. ὁ ὅλον διόλου ἑαυτὸν μεταθεὶς, καὶ τῇ διανοίᾳ ἀεὶ πρὸς τᾲ πνευματικὰ διατρίβων. Πνεύμων. τὸ μέρος τοῦ σώματος. <!-- π.1558 -->ἀναλογώτερον διὰ τοῦ ν. ταμίας γάρ ἐστι τοῦ πνεύματος πνεύμων. κλίνεται δὲ πνεύμονος.

— Θηλυκόν. —

Πνευμονίη. ἡ περὶ τὸν πνεύμονα πνιγμονή. Πνύξ. δικαστήριον ἐν Ἀθήναις. καὶ κλίνεται πνυκός.

— Οὐδέτερον. —

Πνεῦμα. τὸ θεῖον· ὁ ἄγγελος· ἡ ψυχή· ὁ ἄνεμος· ὁ νοῦς· ὁ δαίμων. ἢ πνεῦμα ἐστὶ νοερὸν καὶ ἁπλοῦν καὶ λεπτόν· σαφὲς καὶ τρανόν· ἀπήμαντον καὶ ἀμόλυντον· μονογενὲς καὶ παντεπίσκοπον. ἢ πνεῦμα ἐστὶ λεπτὴ καὶ ἄϋλος καὶ ἀσχημάτιστος ἐκπορευτικὴ ὕπαρξις. Πνεῦμα δὲ εἴρηται ὡσανεὶ πᾶν νεῦμα, διὰ τὸ ὡς νεῦμα ὀξέως παντὶ νεῦον καὶ κινούμενον. εἴρηται δὲ ἐν τῇ γραφῇ πνεῦμα τετραχῶς· πνεῦμα τὸ ἅγιον· πνεῦμα ὁ ἄγγελος· πνεῦμα ἡ ψυχή· πνεῦμα ὁ ἄνεμος. ἔστι δʼ ὅ τε καὶ ὁ νοῦς τοῦ ἀνθρώπου πνεῦμα λέγεται. Πνεῦμα ἅγιόν ἐστι δύναμις ἁγιαστικὴ, ἀσχημάτιστος, τῷ πατρὶ καὶ τῷ υἱῷ ὁμοούσιος, ἐκπορευτικῶς, οὐχ υἱκῶς ἐκ τοῦ πατρὸς προϊοῦσα. Πνεύματα. καὶ ἡ δασεῖα καὶ ἡ ψιλή. καὶ διὰ τοῦτο εἰσὶ δύο πνεύματα, διότι ἡ μὲν δασεῖα ἐκ τοῦ θώρακος ἐξέρχεται, ἡ δὲ ψιλὴ ἐξ ἄκρων τῶν χειλέων. καὶ διὰ τοῦτο οὐ προσέσχεν ὁ ποιητὴς τρίτου πνεύματος, τῆς φύσεως μὴ ἀπαιτούσης. διὰ τοῦτο δὲ λέγονται πνεύματα, διὰ τὸ ἐν τοῖς πνεύμασιν αὐτὰ παρεικασθῆναι. πνεῦμα δέ ἐστιν ἐκφορὰ λέξεως ἀθρόως ἢ μετρίως παραλαμβανομένη. Πνῖγος. τὸ καῦμα.

— Ῥῆμα. —

Πνείω. ἀντὶ τοῦ πνέω. <!-- π.1559 -->

Τὸ Π μετὰ τοῦ Ο. — Ἀρσενικόν. —

Ποδήρης. χιτὼν, ὁ ἄχρι τῶν ποδῶν διήκων καὶ φθάνων. ἢ ὁ συῤῥαπτόμενος εἰς τὸ κατώτερον τῆς στολῆς, ἐκ πορφύρας καὶ βύσσου. Ποδαλείριος. παρὰ τὸ ἔχειν τὸν πόδα περὶ τὰ λείρια, ἤγουν τὰ ἄνθη. ποδαλείριος χιτών. Ποδάρκης. ὁ ταχὺς περὶ τὸν δρόμον.

  
ποδάρκης Ἀχιλλεύς.  
καὶ κύριον ὄνομα. Ποδοῖϊν. ποιητικῶς.

  
—ἐκ δὲ ποδοῖϊν  
  
ἄκμονας ἧκα δύο—  
ἀμφοτέροιεν. παρὰ τὸ ποδὸς ποδοῖν, καὶ πλεονασμῷ τοῦ ι ποδοῖϊν. Πόθος. παρὰ τὸ πήθω, τὸ πάσχω, γίνεται πόθος, τροπῇ τοῦ η εἰς ο. ἢ ἀπὸ τοῦ πείθειν, τὸ εἰς συγκατάθεσιν ἄγειν. ἐξ οὗ τὸ πέποιθα. ὁ γὰρ πόθος πείθει τὸν ποθοῦντα ποθεῖν, ὃ ποθεῖ. ἐκ τοῦ πόθος ποθεινὸς, ὡς σκότος σκοτεινός. Ποικιλομήτης. ποικιλόβουλος. Ποικίλος. σημαίνει τὸν ἐπιμελῶς κατεσκευασμένον. παρὰ τὸ πύκα. ὁ πολλὰς ἔχων πυκνότητος ποικιλίας. Ποιήεις. βοτανώδης. ἀπὸ τοῦ πόα, ὃ σημαίνει τὴν βοτάνην. Ποιήεντα. σιτοφόρον. Ποιητής. ὁ τὰ ἔμμετρα γράφων, καὶ ὁ δημιουργός. <!-- π.1560 -->Ποιμάνωρ. βασιλεύς. Πόκος. τὸ συνελιγμένον ἔριον. ὅθεν καὶ τό·

  
—εἰροπόκοις ὀΐεσσι.  
παρὰ τὸ πείκω, τὸ κτενίζω, καὶ τὸ ξαίνω, τὸ διαλύω. ὡς σπείρω σπόρος, καὶ μείρω μόρος. Πολυθρύλλητος. διαβεβοημένος. Πολιοῦχος. ὁ τὴν πόλιν σώζων καὶ φυλάσσων, ἢ τοὺς ἄρχοντας. Πολύτλας. καρτερικὸς, ὑπομονητικός. τλῶ γὰρ τὸ καρτερῶ. Πολύαινος. ἄξιος πολλοῦ ἐπαίνου. Πολιτικός. ἀστεῖος μετά τινος τέχνης. Πόλητος. ὁ μάντις. Πόλτυν. ξυλόκαστρον. παρὰ τὸ πέλω, τὸ ἀναστρέφομαι, κατὰ ἀντίφρασιν. καὶ κλίνεται πόλτυνος. ὡς Φόρκυν, Φόρκυνος. Πολυτελής. πλούσιος· πολυδάπανος. τέλος γὰρ ἡ δαπάνη. Πόλος. ὁ οὐρανός. καὶ πόλοι, οἱ ἐν τῷ οὐρανῷ. ἔστι δὲ ἄστρων θέσις. παρὰ τὸ περὶ αὐτοὺς ἀναστρέφεσθαι τὸν κόσμον, ἤγουν τὸν οὐρανὸν, ἅτε πόλον καλούμενον. πῶλος δὲ, ὁ ἀείδαρος, μέγα. Πολυκαγκής. ξηραντικός. παρὰ τὸ κῶ, τὸ καίω, παράγωγον κείω, οἷον·

  
—σχίζων δρυὸς, ἣν λίπε κείων.  
ἐκ τοῦ οὖν κῶ γίνεται πολυκὴς, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν πολυκαγκής. Πολεῖς. ἀντὶ τοῦ πολλούς. ἀπὸ τοῦ πολὺς, πολέος, ὡς ἡδὺς, ἡδέος, ἡδεῖς. Πολέας. ἀντὶ τοῦ πολλούς. <!-- π.1561 -->Πόλεμος. παρὰ τὸ τὰς πόλεις μειοῦν. ἢ παρὰ τὸ πολλοὺς ἀμᾷν. ἢ παρὰ τὸ τὰς πόλεις ὀλλύειν. ἢ παρὰ τὸ ὀλῶ, ὄλεμος καὶ πόλεμος. Πολιήτης. ὁ πολίτης, πλεονασμῷ τοῦ η. Πολιός. λαμπρός. πολιὸν σίδηρον ἀντὶ τοῦ λαμπρόν. ὀξυνθεὶς γὰρ ὁ σίδηρος λαμπρότατος γίνεται. καὶ πολιὸς ὁ ἔντιμος. καὶ πολιοκροτάφους, τοὺς ἐντίμους καὶ λαμπροὺς ταῖς διανοίαις. καὶ πολιὴν ἅλα τὴν λευκήν. Πολυάϊξ, καὶ κλίνεται πολυάϊκος. ἀπὸ τοῦ ἀΐσσω, ἀΐξω. σημαίνει δὲ πολλὰς κινήσεις καὶ ὁρμὰς ἔχοντος, ἢ ἀστάτου. Πολυπάμων. πολυθρέμματος. πῶ, τὸ κτῶμαι, καὶ πᾶσθαι, τὸ κτήσασθαι, κυρίως θρέμματα, καταχρηστικῶς δὲ πᾶν ὁτιοῦν. καὶ πασάμενος πολλάκις. Πομπαῖος. ὁ ἀπὸ τῶν γηΐνων εἰς τὰ οὐράνια πέμπων. καὶ πομπαῖος Ἑρμῆς, ὁ τὰς ψυχὰς εἰς τὸν ᾅδην κατάγων τὲ καὶ παραπέμπων. Ποματίας. ὁ κοχλίας. Πόντος. ἡ θάλασσα. κυρίως δὲ ὁ ἔνδον τῆς Χεῤῥονήσου, ὁ καὶ Εὔξεινος καλούμενος. Πόντος. παρὰ τὸ πένω, τὸ ἐνεργῶ, ἀφʼ οὗ πόνος καὶ πόντος, καθʼ ὃν πεποίηται τὸ τῶν ἀνθρώπων γένος. ἢ παρὰ τὸ πνέω πνότος καὶ μεταθέσει πόντος, ἐξ οὗ αἱ πνοαὶ γεννῶνται. Πόντιος. θαλάσσιος. ἐκλήθη δὲ καὶ ὁ Πιλάτος Πόντιος, ὡς ἀπὸ πόλεως Ποντίου γεννηθεὶς καὶ τοῦτο ἐπονομασθείς. <!-- π.1562 -->Πόρος. ὁ περάσιμος τόπος, ἢ διέξοδος, ἢ τρίβος. πόρος ἀπὸ τοῦ πορεύεσθαι διʼ αὐτοῦ. Πορθμός. ἡ στενὴ θάλασσα, ἢ γῆ ἔνθεν κᾀκεῖθεν, καὶ μέσον θάλασσα. ἢ θάλασσα μεταξὺ δύο ἠπείρων. ἰσθμὸς δὲ τοὐναντίον, ἡ στενὴ ἤπειρος μεταξὺ δύο θαλασσῶν. πορθμὸς καὶ τὸ πέραμα. ὡς ἀπὸ τοῦ κείρω κορμὸς, οὕτω καὶ ἀπὸ τοῦ πείρω, τὸ περῶ, γίνεται πορμὸς καὶ πλεονασμῷ τοῦ θ πορθμός. Πόρδαλις. ὁ ἄρσην. πάρδαλις, τὸ θηλυκόν. ὁ μὲν ἀπὸ τοῦ προσάλλεσθαι, ἡ δὲ ἀπὸ τοῦ παραβάλλεσθαι. Πορκεύς. ὁ ἁλιεύς. Πόρκος. οἱ μὲν τὸ δίκτυον ἀπέδοσαν, οἱ δὲ σχοινίου πλέγμα, οἱ δὲ κύρτον. οὐδὲ οὗτοι ὑγιῶς. ὁ γὰρ Πλάτων ἕτερον φησὶ τὸν πόρκον τοῦ κύρτου. λέγει γὰρ οὕτως· κύρτους, καὶ δίκτυα, καὶ βρόχους, καὶ πόρκους, καὶ τὰ τοιαῦτα, οὐκ ἄλλό τι πλὴν ἕρκη δεῖ προσαγορεύειν. μνημονεύει δὲ καὶ Δίφιλος τοῦ πόρκου· θᾶττον πλέκειν κέλευε τῶν πόρκων πυκνοτέρους. ἔλεγον δὲ πόρκον διὰ τὸ περιλαμβάνειν καὶ ἀμπέχειν τὸν εἰσδύνοντα ἰχθύν. ἢ ἀπὸ τοῦ οἱονεὶ περικεῖσθαι. καὶ ὁ ποιητὴς πόρκον τὸν περὶ τῷ δόρατι κρίκον φησίν· ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος, διὰ τὸ περιέχειν.

  
—περὶ δὲ χρύσεος θέε πόρκης.  
ὁ δὲ Ὠρίων παρὰ τὸ πείρω. <!-- π.1563 -->Ποσειδῶν. ἡ θάλασσα. τὸ ὕδωρ. παρὰ τὸ σείειν τὸ πέδον γέγονε Ποδοσείων, καὶ ἐν ὑπερβιβασμῷ Ποσειδῶν. ἐνοσίχθων Ποσειδῶν. λέγει γὰρ διὰ τοῦ ὕδατος κινεῖσθαι τὴν γῆν. οἱ δὲ εὐσεβεῖς λέγομεν, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Πόνος. ἐμποδισμὸς τῆς κατὰ φύσιν ἐνεργείας. Πόστος. ἀντὶ τοῦ πόσος. ὡς τρίτος τρίτατος, οὕτως πόσος πόσατος καὶ κατὰ συγκοπὴν πόστος. Πότμος. ὁ θάνατος. παρὰ τὸ πίπτω γίνεται κατὰ συγκοπὴν πτῶ· ῥῆμα ὄνομα πτὸς καὶ πλεονασμῷ τοῦ μ πτμὸς, καὶ διὰ τὴν ἀσυνταξίαν τοῦ π τ μ ἐπλεόνασε τὸ ο, καὶ ἐγένετο πότμος, ἡ ἐσχάτη σύμπτωσις τοῦ βίου. ἐπὶ δὲ τῆς τύχης παρὰ τὴν μετάπτωσιν καὶ μεταβολὴν τῶν πραγμάτων. Πορισμόν. κέρδος. Ἀπόστολος· νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. τοῦτο λέγει· ὑποκρίνονται τὴν εὐσέβειαν, ἵνα διʼ αὐτῆς ἐρανίζονται πορισμὸν, οἷον χρημάτων καὶ κέρδους.

— Θηλυκόν. —

Πόα. ἡ βοτάνη. ἢ φυτὸν πολύφορον ἀπὸ ῥίζης. ἀπὸ τοῦ ποιὰ, ἀποβολῇ τοῦ ι, πόα. ποιὰ δέ ἐστι ὁ ἐνιαυτὸς, ἐξ οὗ πόα, ἐπειδὴ κατʼ ἐνιαυτὸν πολλάκις αὔξεται καὶ ξηραίνεται. εἴρηται δὲ παρὰ τὴν ποιότητα. καὶ ποία ἡ βοτάνη. Ποδηγία. ἡ ὁδηγία, ἡ παιδαγωγία. Ποδοκάκη. τὸ ἐν εἱρκτῇ ξύλον, ὅπερ κλάπα λέγεται καρτζικῶς. Ποδήνεμος. ταχεῖα. Ποηφαγία. βοτανοφαγία. Ποθή. ἡ ἐπιζήτησις. Ποινή. τιμωρία, ἢ ἡ ὑπὲρ φόνου ζημία, φοινὴ τὶς οὖσα καὶ τροπῇ τοῦ φ εἰς π ποινή. <!-- π.1564 -->Ποικιλτική. ὑφὴ ποικίλη. Ποιμαντική. διδασκαλική. Ποιότης. ἡ τὴν διαφορὰν ἐκ τῶν ἄλλων ἐν ἑαυτῇ δεικνύουσα. ἢ ποιότης ἐστὶν ἐκείνη, καθʼ ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγει. ποιότης ἐστὶ καὶ ἡ ἐνούσιος δύναμις, ὡς τοῦ ὕδατος ἡ ψυχρότης, καὶ τοῦ πυρὸς ἡ θερμότης, καὶ τοῦ λίθου ἡ σκληρότης, καὶ τῆς γῆς ἡ ξηρότης. Ποιότης καὶ ἰδιώτης καὶ διαφορὰ καὶ ἰδίωμα ἓν καὶ τὸ αὐτὸ σημαίνει. ἔστι καὶ ἕτερόν τι ποιότης, φωνὴ δηλοῦσα τὴν ποιότητα τῆς φωνῆς ἢ τῆς σημασίας. ἐὰν γὰρ εἴπω· πὺξ, λὰξ, τὴν ποιότητα τῆς φωνῆς ἐδήλωσα. Ποίησις. τὸ ὅλον βιβλίον. οἷον Ἰλιὰς καὶ ἡ Ὀδύσσεια. Ἰλιὰς δέ ἐστιν ἡ τῆς Τροίας ὑπόθεσις· Ἴλιον γὰρ ἡ Τροία. Ὀδύσσεια δὲ ἡ πλάνη τοῦ Ὀδυσσέως. εἰσὶ δὲ καὶ δύο αὗται ποιήσεις τοῦ Ὁμήρου. διαιρεῖται δὲ τριχῶς ἡ ποίησις· εἰς διηγηματικόν· εἰς μιμητικὸν, καὶ μικτόν. καὶ διηγηματικόν ἐστιν, ἡνίκα ὅλος ὁ λόγος ἐκ ποιητικοῦ μόνου προσώπου λέγεται. μιμητικὸν δὲ αἱ τραγῳδίαι καὶ κωμῳδίαι. ποίημα καὶ ποίησις διαφέρει. ποίησις μὲν γάρ ἐστιν, ὡς εἴρηται, τὸ ὅλον βιβλίον· ποίημα δὲ ἡ ῥαψῳδία. εἴρηται δὲ ῥαψῳδία ἀπὸ τοῦ δαφνίνῃ ῥάβδῳ περιερχομένους ᾄδειν τὰ Ὁμήρου ποιήματα. καὶ διατί δαφνίνην ῥάβδον κρατοῦντες ᾖδον τὰ Ὁμήρου ποιήματα; διὰ τὸ ἀειθαλὲς τοῦ φυτοῦ, ἢ ὅτι μαντικὴ ἡ δάφνη, μαντικὴ δὲ ἡ ποιητική· οὐδὲ γὰρ εἴη τὶς τέλειος ποιητὴς, εἰ μὴ ἱστορήσει καὶ μαντεύσεται καὶ διηγήσεται. Ποίμνη. γέγονε παρὰ τὸ ποιμὴν, ποιμένη καὶ κατὰ συγκοπὴν ποίμνη. Ποινίδες. βάκχαι. <!-- π.1565 -->Πόλις. σύστημα ἱδρυμένον, κατὰ νόμον διοικούμενον. Πολιτεία. πρᾶξις ἢ βίος κατὰ νόμον φύσεως διεξαγόμενος. Πόλιος. τῆς πόλεως. ἰωνικόν ἐστι. Πολιά. παρὰ τὸ λευκὸν εἶναι· τὰ γὰρ λευκὰ πολιὰ λέγεται.

  
—πολιὴν ἅλα—.  
Πολυτέλεια. πλουσιότης. τέλος γὰρ ἡ δαπάνη. ὅθεν καὶ ἡ πολυτέλεια. καὶ εὐτελεῖς τοὺς μὴ ἐπὶ πολὺ χωροῦντας ταῖς δαπάναις. Πολυφασίας. πολυλογίας. φάσις γὰρ ἡ φήμη καὶ ὁ λόγος. Πολυπίδακος. πολλὰς πηγὰς ἐχούσης. πίδαξ γὰρ ἡ πηγή. Πολυκοιρανίη. ἡ πολυαρχία.

  
οὐκ ἀγαθὸν πολυκοιρανίη—  
κοίρανος γὰρ ὁ βασιλεύς. Πολυσπερέας. ἐπὶ πολλὰ μέρη ἐσπαρμένας.

  
—πολυσπερέας τὲ φάλαγγας.  
Πολιορκία. πόλεως πόρθησις. λέγεται καὶ ἡ χαράκωσις. Πολυϊδρία. ἡ πολυπειρία. Πολυκλήϊσι. πολυκαθέδραις. Πομπή. τὸ ὀψίκιον. λέγεται καὶ ἡ μετὰ τοῦ σταυροῦ λιτή. Πομφόλυγες. αἱ ἐκ τῶν ὄμβρων ἢ ἄλλως καταφερομένων ὑδάτων ἐπὶ ὕδασιν εὐδιάλυτοι κυρτώσεις, ἤγουν φυσήματα. ὅθεν καὶ ἐπὶ τῶν <!-- π.1566 -->διακενῆς φυσιουμένων ἢ ὅλως ἐπαιρομένων λαμβάνεται ἡ λέξις. παρὰ τὸ παφλάζω ῥῆμα, ἄλλο παράγωγον παμφαλίζω, ῥῆμα ὄνομα παμφάλυξ καὶ τροπῇ τῶν δύο αα εἰς ο πομφόλυξ. Πονηρία. ἑκούσιος κακοποιΐα, διʼ ἣν καὶ ὁ διάβολος πονηρὸς λέγεται. Πόρτις. ἡ μικρὰ βοῦς, ἡ δάμαλις ἡ ἀρξαμένη νῦν τῆς κατὰ νομὴ πορείας. πόρος, πόρις, καὶ πλεονασμῷ τοῦ τ πόρτις. λέγεται καὶ πόρκις. Πόρπη. τὸ κομβίον. παρὰ τὸ πείρω, τὸ διεκβάλλω, πόρη, καὶ πλεονασμῷ τοῦ π πόρπη. ἔνιοι δὲ λέγουσι καὶ πόρκη. Πόρνη. παρὰ τὸ περνῶ, τὸ πωλῶ. ἡ τὴν μίξιν πωλοῦσα. ἐπὶ δὲ τοῦ πόρνου, παρὰ τὸ πεπωρωμένον ἔχειν τὸν νοῦν. Πορφύρα. ἀπὸ τοῦ πορφύρω, τὸ βουλεύομαι, γίνεται πορφύρα. τὸ δὲ πορφύρω παρὰ τὸ φέρειν τὸν νοῦν ὧδε κἀκεῖσε. καὶ κῦμα πορφύρεον, τὸ μέλαν. ἔνθεν καὶ τὸ βάθος μεριμνᾷν, πορφύρειν λέγεται. Πόσιος. τοῦ ποτοῦ. ἰωνικῶς. Πόσαι. ἀντὶ τοῦ πολλαί. Ποσότης. ἀριθμοῦ πέρας, ἤγουν μονάδος σύνθεσις. Ποτή. ἡ πτῆσις τῶν πτηνῶν. ἀπὸ τοῦ πέτω ποτὴ, ὡς ἔχω ὀχή. Πότνια. δυσωπητική· σεμνή· σεβασμία. <!-- π.1567 -->Πονηρία. πονηρίαν λέγει ὁ Ἀπόστολος τὸν ἐκ κατασκευῆς εἴς τινα παρά του πόνον γενόμενον. Ποτιπτερνίδας. τὰς ἐν ταῖς πτέρναις φλέβας οὔσας φησὶν Ἱπποκράτης.

— Οὐδέτερον. —

Ποδηνεκές. μέχρι ποδῶν καθῆκον, ἢ μέγα. Ποικίλον. πολύτροπον. Ποίφυγμα. σχῆμα ποικίλον. Πολύχουν. πολύφορον. Πολύευκτον. τίμιον, εὐχῆς ἄξιον. Πολυάνδρια. τὰ ξενοτάφια. Πολίχνια. αἱ μικραὶ πόλεις. Πολλοστημόριον. βραχύτατον μέρος. ὀλίγον. Πολλοστόν. τὸ ἀκαριαῖον. Πολυοπὸν τριβώνιον, μικρόν· πολυωπὸν δὲ δίκτυον, μέγα. ἀπὸ τοῦ πολλὰς ὀπὰς ἔχειν. τοιοῦτον καὶ τὸ περιωπή· ἐκτείναντος τοῦ ο εἰς ω μέγα. Πολείδιον. ἡ μικρὰ πόλις. Πολαιτόριον καὶ Πολυκτόριον. ὀνόματα τόπων. Πόμα. τὸ πινόμενον. πῶμα δὲ, τὸ σκέπασμα, μέγα. Πομήριον. τόπος. <!-- π.1568 -->Ποιμνήϊον. ἡ ποίμνη. Πορεῖον. ὄχημα. Πορθμεῖον. τὸ πλοῖον. πορθμίον δὲ, τὸ ναῦλον, ι. Πότερον. ὁποῖον, ἢ ἓν ἐκ τούτων, ἢ τῶν δύο τὸ ἕτερον. Ποταίνιον. τὸ ξένον, τὸ πρόσφατον. καὶ οἶμαι παρὰ τὸ νέον, ἵνʼ ᾖ ποτίνεον. Ποτήριον. οὐ παρὰ τοῦ ποτὸς ἢ πότον, ἀλλὰ παρὰ τὸ πότης, ποτήρ. ὡς ποιητὴς, ποιητήρ. ὅθεν καὶ συνθέσει οἰνοποτήρ. Ποτὶ χαλκοβατὲς δῶ. πρὸς δῶμα καὶ οἴκημα χαλκοβατές. τὸ ποτὶ ἀντὶ τῆς πρὸς, πρόθεσις ἐστὶ Δωρική. ἡ πρὸς πρόθεσις ἀποβάλλει τὸ ρ Δωρικῷ ἔθει, καὶ τρέπει τὸ ς εἰς τ, καὶ πλεονασμῷ τοῦ ι ποτί. διότι οὐ δύναται λέξις Ἑλληνικὴ εἰς ἄφωνον καταλήγειν, προσλαμβάνει τὸ ι. Πολυειδές. τὸ ἐν μιᾷ θεωρίᾳ διάφορα εἴδη ὑποδεικνύον. συγγενές ἐστι τὸ ἀπαραλείπτως τῷ ἑτέρῳ ἐξομοιούμενον. ἢ τὸ εἰς διαφόρους μορφὰς ἐκ μεταβολῆς φαινόμενον. Πορφύρεον. μέλαν.

  
κῦμα πορφύρεον.  
<!-- π.1569 -->

— Ῥῆμα. —

Ποθήσεται. ἀντὶ τοῦ ποτὸς καὶ πινόμενος γενήσεται. ποθήσεται οἶνος. ἐκ τοῦ πῶμι, πώσω, πέπωκα. πέπομαι δὲ μικρόν. Ποθέεσκε. ποθέω, ποθῶ, ἐπόθεον, ἐπόθουν, ἐπόθεες, καὶ πλεονασμῷ τῆς κε συλλαβῆς καὶ συστολῇ τῆς ἀρχούσης ποθέεσκε. Ποιπνύειν. ἐνεργεῖν, διακονεῖν. οἱονεὶ τὸ μετὰ σπουδῆς καὶ πνεύματι ποιεῖν τι· τοῖς γὰρ ἐσπουδακόσι καὶ ἐνεργοῦσιν ἕπεται τὸ πνευστιᾷν. πνέειν οὖν καὶ πνύειν, καὶ ἐν συνθέσει μετὰ τοῦ ποιεῖν ποιπνύειν. Ποιφύξαι. φοβῆσαι. Ποιφύξαι. φυγεῖν. Ποιναλίζω. βασανίζω. Ποιεῖν. τὸ ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τῆς ἐνεργείας. ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, τεκτονικῆς φημὶ καὶ τῶν τοιούτων. Πούβλικον. παρὰ Λατίνιος τὸ δεδημοσιευμένον. Πολυωρήσεις. φυλάξεις, πολλὴν φροντίδα ποιήσεις. Πολιτικόν. χρηματικόν. Πολιορκεῖ. ἀντὶ τοῦ πολεμεῖ. Πολεύω. ζητῶ. Πολῶ. τὸ ἀναστρέφομαι. Πολίζω. πόλεις κτίζω, ἢ οἰκίζω. καὶ πολίσας. πολίσας τὴν ἔρημον. Πολεμησείω. ἐπιθυμῶ πολέμου. Πομπεύει. προοδοποιεῖται. ὀψικεύει. καὶ πομπεύεται. Πομποστολεῖ. τὸν νηΐτην ἐκπέμπει στόλον. <!-- π.1570 -->Ποιμαίνει. βόσκει ἢ διδάσκει. Πονεύμενον. ἐπιπονοῦντα· μαχόμενον. πονεόμενον, πονεύμενον. Πονηρεύω. παρὰ τὸ πονῶ, πονήσω, πονηρὸς, ὡς ὀδύνω, ὀδυνήσω, ὀδυνηρός. τὸ πονῶ παρὰ τὸ πόνος, τὸ δὲ πόνος παρὰ τὸ πένω, τὸ ἐνεργῶ καὶ κάμνω. Ποππύζεσθαι. κυλακεύεσθαι. εἴρηται δὲ ἐπὶ τῶν ἀνημέρων ἵππων καὶ ἀγυμνάστων. ἔστι δὲ ἡ λέξις πεποιημένη. Πορσύνω, καὶ πορσαίνω, καὶ πορσανέουσα. σημαίνει τὸ εὐτρεπίζω. ἀπὸ τοῦ πόρος, πορῶ, πορύνω, καὶ πλεονασμῷ τοῦ ς πορσύνω καὶ πορσαίνω, ὁ μέλλων πορσανῶ, ἡ μετοχὴ πορσανῶν καὶ τὸ θηλυκὸν πορσανοῦσα, καὶ πλεονασμῷ τοῦ ε πορσανέουσα. πορσύνω καὶ ἀντὶ τοῦ ἐρεθίζω. Πορφύρω. τὸ βουλεύομαι. παρὰ τὸ φέρειν τὸν νοῦν ὧδε κἀκεῖσε. καὶ πορφύρειν τὸ κατὰ βάθος μεριμνᾷν. Ποτινίσσεται. προσέρχεται· ὅ ἐστιν ἀνάκειται. ἀπὸ τοῦ ἴμι τοῦ διὰ τοῦ ι, τοῦ σημαίνοντος τὸ πορεύομαι. Ποτνιώμενοι. παρακαλοῦντες. ἐξιλεούμενοι. ἐλεεινὰ ῥήματα λέγοντες. καὶ ποτνιᾶσθαι. κυριώτερον ἄν τις φήσει ἐπὶ γυναικῶν, ὅταν κακόν τι πάσχωσιν, ἱκετευουσῶν. Ποτώμενος. μέγα. πετόμενος δὲ, μικρόν.

— Ἐπίῤῥημα. —

Ποῖ γῆς. εἰς ποῖον τόπον. Πολλαχῶς. ἀναριθμήτως. καὶ πολλαχῆ. Πονήρως. ἐπωδύνως. <!-- π.1571 -->Πόῤῥω. μακράν. παρὰ τὴν πρὸ πρόθεσιν πρόσω, καὶ μεταθέσει πόρσω καὶ τροπῇ τοῦ ς εἰς ρ πόῤῥω. Ποσῶς. μερικῶς. Πόσε. ἀντὶ τοῦ ποῦ. Ποσαχῶς. πλειστάκις. Ποσαπλῶς. ἀντὶ τοῦ πολλαπλῶς. Ποταμηδόν. δίκην ποταμοῦ. Ποταινί. προσφάτως. Πολυμερῶς. διαφόρως καὶ ποικίλως. ὁ Ἀπόστολος· πολυμερῶς καὶ πολυτρόπως.

Τὸ Π μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —

Πράμνειος. οἶνος ἀπὸ Πραμνείας οὕτω καλουμένης ἀμπέλου. ἢ παρὰ τὸ πραΰνειν τὸ μένος. Πρανοῦς. κατωφεροῦς. Πρακτικός. ὅστις μετὰ τῶν λοιπῶν μερῶν τοῦ σώματος καὶ τῆς χειρὸς πράττει. οἷον τέκτων, χαλκεὺς, καὶ τὰ ὅμοια. λογικὴ δὲ καὶ πρακτικὴ διαφέρει, ὅτι τὴν μὲν λογικὴν μόνος ὁ ἄνθρωπος ἐπίσταται, τὴν δὲ πρακτικὴν καί τινα τῶν ἀλόγων ζώων. Πρᾷος. θυμοῦ καὶ ἐπιθυμίας παντελὴς πρὸς τὰ παρὰ φύσιν ἀκινησία. καὶ πραεῖς οἱ μὴ ὀξύῤῥοποι πρὸς τὰς ἐμπαθεῖς τῆς ψυχῆς κινήσεις, ἀλλὰ κατεσταλμένοι τῷ λόγῳ. ὡς τό· μακάριοι οἱ πραεῖς. ἡ φύσις γὰρ πρὸς κακίαν εὔκολός ἐστι καὶ ὀξύῤῥοπος ἐπὶ τὸ χεῖρον. καὶ πραότης ἡ βραδεῖα τὲ καὶ δυσκίνητος ἕξις. οὐ γὰρ καθόλου τὴν ἀπάθειαν τῇ ἀνθρωπίνῃ φύσει νομοθετεῖ ὁ κύριος, οὐ γὰρ δυνατὸν τῇ <!-- π.1572 -->ἐνύλῳ ζωῇ τὸ ἄϋλον. εἴρηται δὲ παρὰ τὸ πάντα ῥᾳδίως ποιεῖν. Πραίκων. ὁ κήρυξ. Πραιπόσιτος. τὸ ἀξίωμα. καὶ πραιτέξτατος. Πραίσιοι. ζῶα. Πρέμνος. ὁ κλάδος. Πρευμενής. ὁ ἄγαν εὐμενής. ἀπὸ τοῦ πρᾷος καὶ εὐμενής. Πρέσβις. ὁ παρακλήτωρ, ἢ ὁ ἀποκρισιάριος. παρὰ τὸ πρέσβις, πρέσβιος, πρέσβεες, πρέσβεις, ἡ εὐθεῖα τῶν πληθυντικῶν. ὡς ὄφις, ὄφιος, ὄφεες, ὄφεις. παρὰ τὸ πρεσβεῦσαι. Πρέσβυς καὶ πρεσβύτης. ἀπὸ ἐτῶν ἑξηκονταεννέα μέχρι τέλους. παρὰ τὸ προβεβηκέναι τὴν ἥβην. Πρηγορεών. ὁ λαιμὸς ἢ τόπος, ὅπου ἀγείρεται ἡ τροφή. παρὰ τὸ ἀγεῖραι. οὕτως λέγει Ἀπολλώνιος. Πρηνής. ἐπὶ πρόσωπον πεσὼν ἢ τοὔμπροσθεν ἐπὶ στόμα. παρὰ τὸ πρόσω νενευκέναι πρενὴς καὶ πρηνής. Πρηνὴς γενόμενος. ἤγουν πεπρησμένος, ἐξωγκωμένος. Πρηστήρ. κεραυνός· ἢ ἀστραπὴ φλογίζουσα. ἐκ τοῦ πρήθω, τὸ καίω. τὸ δὲ πρήθω παρὰ τὸ αἴθω, τὸ καίω. Πρηῶνος. τῆς ἐξοχῆς τοῦ ὄρους. πρίονος δὲ τοῦ ἐργαλείου, ι, καὶ μικρόν. Πρηνᾶς. ἰχθύος ὄνομα. Πρῆστις. ζῶον. Πριόνωτος. ἰχθὺς καὶ ὄφις. Πρίων. τὸ ἐργαλεῖον. Προαλής. τόπος ὁμαλός. <!-- π.1573 -->Πρόβλαστος. ὁ Διόνυσος. Προκόπης. ὁ ἔμπροσθεν κόπτων. Προνότης. ὁ πρόχειρος. Πρόσπαιος. πρόσφατος. Προτρυγαῖος. βότρυς. Προύνεικος. ὁ ὑβριστής. Προφερέστατος. κρείττων. ἔνδοξος. ἢ προτιμότερος. Προσφορώτατος. ὁ τῷ καιρῷ, ἐπιτηδειότατος καὶ ἁρμοδιώτατος, ἢ ὁ ποριμώτατος. Προασπιστής. ὁ βοηθὸς, ὁ πρόμαχος. Πρόβολος. πρόμαχος, ἢ λίθος παραθαλάσσιος, ὃς προβέβληται πρὸ τῶν θαλασσίων τειχῶν. Προβλῆτι. προβεβλημένῳ καὶ προνενευκότι εἰς θάλασσαν. προβλὴς, προβλῆτος, προβλῆτι. Πρόχειρος. ἕτοιμος. Πρόπολος. ὁ δοῦλος, ὁ ὑπηρέτης. Προσκευθμένος. προσκεκρουμένος. Προσήλυτος. ὁ ἀπὸ ξένης ἐλθὼν καὶ πρόξενος. Προΐκτης. πένης, προσαίτης. ἡ πρὸ ἀντὶ τῆς παρά. παρὰ τὸ ἱκνεῖσθαι. τινὲς δὲ παρὰ τὸ ἵζεσθαι. ὅ ἐστι δωρεάν τι λαμβάνειν. ὡς Ἀρχίλοχος·

  
ἐμεῦ δʼ ἐκεῖνος οὐ καταπροΐζεται.  
ὁ δὲ Ἡρωδιανὸς ἀπὸ τοῦ ἴσσω φησίν. ὡς Ἀρχίλοχος·

  
προτείνω χεῖρα καὶ προΐσσομαι.  
Προμηθεύς. οἷον προμηδεύς· μεταβολῇ τοῦ δ εἰς θ. <!-- π.1574 -->Πρόμος. ὁ πρόμαχος, ὁ βοηθός. τινὲς παρὰ τὸ πρόμαχος κατὰ συγκοπήν. βέλτιον δὲ παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται πρόβος, ὁ προβαίνων ἐν ταῖς μάχαις, καὶ κατὰ μετάθεσιν τοῦ β εἰς μ, πρόμος. οἱ δὲ παρὰ τὸ νῶ, τὸ πορεύομαι, πρόνος καὶ πρόμος. Πρόμωτος. κύριον. καὶ προμῶτος, ὁ προκόψας, κατὰ Ῥωμαίους· ὅθεν καὶ προμωτίονες, αἱ προκοπαί. δηλοῖ δὲ καὶ ὁ πόῤῥω ὠθισθείς. Προπετής. ὁ ἄγαν ἐκπίπτων τοῦ δέοντος. ἔμφασιν γὰρ δηλοῖ ἐπιτάσεως. παρὰ τὸ πετῶ ῥῆμα, ὃ σημαίνει τὸ πίπτω, καὶ τὴν πρὸ πρόθεσιν, ὅ ἐστιν ἐπιτάσεως. Πρόσφατος. κυρίως ἐπὶ τοῦ νεωστὶ πεφονευμένου. ἐκ τοῦ φῶ, τὸ φονεύω, γίνεται παράγωγον φημὶ, ἐξ οὗ τό·

  
—πέφαται δʼ ἄριστος Ἀχαιῶν.  
καὶ ἀρηΐφατος. Προσδιορισμός. πρόσρημα σημαῖνον, ἐπὶ πόσον ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. καὶ ὁ μὲν προσδιορισμὸς τὸ ποσὸν σημαίνει, ὁ δὲ τρόπος τὸ ποιόν. τὸ ποσὸν, οἷον, πᾶς ἄνθρωπος, τὶς ἄνθρωπος· τὸ ποιὸν, βαδίζει ἢ οὐ βαδίζει. Πρόσφυξ. ὁ προφεύγων ἐν ἐκκλησίαις. Προπάτωρ. ὁ πρόγονος. Πρόσγειος. ὁ ταπεινὸς, ἢ ὁ περὶ τὰ γήϊνα ἀσχολούμενος. Πρόεδρος. ὁ ἡγεμών. <!-- π.1575 -->Πρόοδοι. οἱ ἔμπροσθεν ὀψικεύοντες. Πρότονες. τὰ σχοινία. Προώλης. ὁ πανώλης. Προφορικὸς λόγος ἐστὶ ῥημάτων σύνθεσις. κατὰ περίφρασιν δὲ λέγεται συμπεριεκτικὸς, ὡσανεὶ περίφρασίς ἐστι βεβαίωσις, ἢ ἀπόδειξις τῶν ἤδη σαφηνισθέντων. Προφήτης. ὁ προγνώστης τινῶν οὐ κατὰ φύσιν, ἀλλὰ κατʼ ἐνέργειαν πνεύματος ἁγίου. ἢ ὁ διʼ ἐνεργείας πνευματικῆς τὰ μέλλοντα δηλῶν. εἴρηται δὲ ἐκ τοῦ προφῶ, τὸ προλέγω· φῶ γὰρ τὸ λέγω ἐστί. Πρύλις. ὁ πεζὸς ὁπλίτης. ὡς δαμῶ, δαμάζω, δάμαλις, οὕτως περῶ, περόω, περύλις, καὶ συγκοπῇ πρύλις. Πρύτανις. ὁ ταμίας, ὁ διοικητής· ὁ βοηθός. Πρωτότοκος. οὗ ἄλλος οὐ προετέχθη, καὶ μεθʼ ὃν οὐ γεγόνασι ἕτεροι. Πρωκτός. ὁ ἀφεδρών. πρόακτός τις ἐστι. παρὰ τὸ διʼ αὐτοῦ προάγεσθαι τὰ περιττώματα. Πρώονες. οἱ ὑψηλοὶ τόποι. παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὴν ἰὼν μετοχὴν γέγονε προΐων καὶ προὼν καὶ κατὰ συναίρεσιν πρὼν, πρωνὸς, πρῶνες καὶ πλεονασμῷ τοῦ ο πρώονες. Πρῶτος. παρὰ τὴν πρὸ πρόθεσιν καὶ καθʼ ὑπέρθεσιν πρότατος, καὶ κατʼ ἀποβολὴν τοῦ τ πρόατος, καὶ κατὰ κρᾶσιν τοῦ αο εἰς ω μέγα πρῶτος. ὅθεν οἱ Δωριεῖς πρῶτο λέγουσι κατὰ συγκοπήν. παρὰ δὲ τὴν πρὸ καὶ τὸ πρότερος παρῆκται. <!-- π.1576 -->Προύνικος. εὐκίνητος. τοῦ Ψελλοῦ· προύνικος ὁ εὐκίνητος, πέριλος τὸ αἰδοῖον· ὁ κύριος τοῦ ἅρματος καλεῖται παραιβάτης.

— Θηλυκόν. —

Πραπίδες. φρένες, διάνοιαι, φρονήσεις. ἔστι ῥῆμα ἱῶ, τὸ πέμπω, ὅπερ ἐν συνθέσει γίνεται προϊῶ, κατὰ συγκοπὴν πρῶ καὶ φρῶ. ἐκ τούτου γίνεται φραπὶς καὶ πραπίς. ὡς λέπω, λεπίς. ἀφʼ ἧς προΐενται τὰ βουλεύματα. Πρᾶξις. ἀπαίτησις, ἐνέργεια. Πραϋπάθεια. ἡσυχία· πραΰτης. Πρᾳότης. ἀκίνητος ψυχῆς κατάστασις, ἐν ἀτιμίαις καὶ εὐφημίαις ὡσαύτως ἔχουσα. ἢ πραΰτης ἐστὶ κατάστασις καὶ ἠρέμησις ὀργῆς. ἢ θυμοῦ εὐταξία κατὰ στέρησιν ἡδονῶν προσγινομένη φθαρτῶν. Πρᾶξις. πρᾶξις ἐστὶ ψυχῆς λογικῆς ἐνέργεια διὰ σώματος. πρᾶξις κυρίως ἐστὶ λογικὴ ἐνέργεια, ἧς οὐδὲν τῶν ἀλόγων οἷόν τε κοινωνεῖν. Πρασιαί. τετράγωνα σχήματα ἐν τῇ γῇ, ἃ ποιοῦσιν οἱ κηπουροί. οἱονεὶ περασίαι τινὲς οὖσαι, παρὰ τὸ περατοῦσθαι, καὶ κατὰ συγκοπὴν πρασιαί. Πρᾶσις. ἡ ἐπὶ τῆς πραγματείας. οἱονεὶ πέρασίς τις οὖσα, ἡ ἐξ ἑτέρου εἰς ἕτερον μεταβαίνειν ποιοῦσα τὰ πιπρασκόμενα. Πραίδα. ἡ λῃστεία. Πρεσβυγένεια. παλαιοτέρα γένεσις. Πρέσβα. ἐντιμοτάτη, πρεσβυτάτη. ἀπὸ τοῦ πρέσβεια κατὰ συγκοπὴν πρέσβα. οἱονεὶ ἡ πρεσβευτική. <!-- π.1577 -->Πρέσβειρα. ἐντιμοτάτη· παρακλήτρια· πρεσβεύτρια. Πρῆσις. ἡ πρᾶσις, ἢ ἡ πρᾶξις. πρίσις δὲ ἀπὸ τοῦ πρίζω, ἰῶτα. Πρίσκιλλα. κύριον. Προαίρεσις. ἀδούλωτόν τι χρῆμα καὶ αὐτεξούσιον, ἐν τῇ ἐλευθερίᾳ τῆς διανοίας κείμενον, ἢ αἵρεσις βουλευτικὴ τῶν ἐφʼ ἡμῶν πρακτέων. ἢ προαίρεσις ἐστὶ, δύο τινῶν προκειμένων, τὸ αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. καὶ τοῦτο φανερὸν, ὅτι βουλή ἐστι μετʼ ἐπικρίσεως ἡ προαίρεσις, καὶ ἐξ αὐτῆς τῆς ἐτυμολογίας· προαιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ τοῦ ἑτέρου αἱρετόν. οὐδεὶς δὲ προκρίνει τι μὴ βουλευσάμενος, οὐδὲ προαιρεῖται μὴ προκρίνας. Πρόκνη. ῥόπτρον· πάγη θηρίων· τὸ ἐπιπίπτον τῆς πάγης. Πρόσκλησιν. προτροπήν. Προσοχή. νῆψις προσεχὴς, ἀκλινῶς καὶ ἀνεπιστρόφως ἑαυτῆς καὶ τῶν ἑαυτῆς θεωρός. Προσευχή. συνουσία καὶ ἕνωσις θεοῦ καὶ ἀνθρώπων. ἢ αἴτησις ἀγαθῶν μεθʼ ἱκετηρίας προσαγομένη τῷ θεῷ, ἢ τῆς πρὸς τὰ ῥηθέντα καλὰ τοῦ τετηρηκότος μεταποιήσεως αἴτησις. ἢ ἀρετῆς ἔπαθλον, ὃ μάλιστα χαίρων θεὸς ἀντιδίδωσιν. ἢ προσευχή ἐστιν ὁμιλία νοῦ πρὸς θεὸν, ἢ κατάστασις νοῦ φθαρτικὴ παντὸς ἐπιγείου νοήματος. ἢ αἴτησις ἀγαθοῦ παρὰ τῶν εὐσεβῶν εἰς θεὸν γενομένη. ἢ αἴτησις ὧν πέφυκεν ὁ θεὸς ἀνθρώποις δωρεῖσθαι πρὸς σωτηρίαν. ἢ προσευχή ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερα ἀναπεμπομένη. Προσευχή ἐστιν, ἡ μετὰ τὴν ἀπόδοσιν τοῦ δώρου αἰτουμένη ἀντίληψις. <!-- π.1578 -->Προσευχή ἐστιν ἡ κατὰ τὸν καιρὸν ἐκεῖνον παντὸς νοήματος ἀπόθεσις, ἢ ἀνάβασις νοῦ πρὸς θεὸν ἀμετάτρεπτος. Προσευχή. ὅταν τὸ ἀξίωμα τοῦ θεοῦ νοήσας αὐτῷ τι παρὰ τοῦ θεοῦ τότε προσεύχομαι. Πρόδομος. ἡ πρὸ τῆς οἰκίας στοά· ἣν καὶ Ὅμηρος αἴθουσαν καλεῖ. Προσφώνησις. κήρυξις. Προσηγορία. φίλη προσλαλιά. καὶ προσαγορία. Προμήθεια. ἡ πρόνοια. Προνομή. ἡ ἁρπαγή. Προεδρία. ἡ προτίμησις, ἡ πρωτοκαθεδρία. Προσεδρεία δὲ, ἡ ἐπίμονος καὶ διηνεκὴς ἀσχολία, δίφθογγον. Προφυλακή. αἱ τρεῖς ὧραι τῆς νυκτός. εἰς τέσσαρας γὰρ φυλακὰς διαιρεῖται ἡ νύξ. Προσωποποιΐα. ὅτάν τις πρόσωπον ὑποθέμενος ἕτερον ἢ ὑποδὺς, ὡς ἐκ προσώπου τινὸς εἴπῃ. Προχοαί. αἱ τῶν ποταμῶν ἀφέσεις. Προσχοαί. αἱ θυσίαι. Πρόληψις. τῶν προτέρων κακῶν μνήμη ἀκούσιος. Πρόσληψις. ὅτάν τις προσλάβῃ τι. οἷον· μετὰ τῆς προσλήψεως, ὅ ἐστι τῆς σαρκός. Προθεσμίου. ἡ τοῦ ὡρισμένου καιροῦ ἢ τόπου δήλωσις καὶ παράστασις. Προίξ. παρὰ τὸ προΐκω, προΐξω. ἡ προδιδομένη εἰς τὸν τοῦ ἀνδρὸς οἶκον.

  
ἐμεῦ δʼ ἐκεῖνος οὐ καταπροΐξεται.  
εἴτε κατὰ συγκοπὴν εἴτε κατὰ συναίρεσιν προὶξ, ἡ προϊκνουμένη εἰς τὸν τοῦ ἀνδρὸς οἶκον. Προσβολάς. ὁρμάς. Προσβολή ἐστιν ἀνείδωλον κίνημα καρδίας. ὅπου δὲ εἰκόνες λογισμῶν, ἐκεῖ συγκατάθεσις γέγονε. κίνημα γάρ ἐστιν ἀνείδωλον ἀναίτιος προσβολή. <!-- π.1579 -->προσβολὴ τοῦ σατανᾶ ἐστι μονολόγιστος ἐμφάνεια πράγματος πονηροῦ. Πρὸς τῆς τριάδος. ὅρκος ἐστὶ τὸ ὁρκίζειν ἐν ταῖς διαλέξεσι καὶ τοῖς ἀγῶσι. δικανικοῦ λόγου ἐστὶ καὶ πολιτικοῦ· οὐκ ἐγκωμιαστικοῦ. Πρόκας.

  
ἢ αἶγας κεραοὺς ἠὲ πρόκας.  
πρόξ ἐστι ζῶον μικρὸν ὅμοιον ἐλάφῳ, ὁ λεγόμενος νεβρός. Διόνυσος δὲ ὁ Ἀθηναῖος τοὺς ἐλάφους λέγει πρόκας. ὅθεν καὶ ἡ Προικόνησος. γράφεται καὶ Προικόννησος. ἐν αὐτῇ γὰρ πλήθουσιν ἔλαφοι. Φιλητᾶς δέ φησι πρόκας τὰς ἐλάφους τὰς πρῶτον τικτομένας, οἷον πρωτοτόκους. Πρόκροσσοι. παράλληλοι. ἢ ἄλλοις ἐπʼ ἄλλοις ἐξισούμεναι μίαν κατὰ μίαν. οἱονεὶ προκάροσσοι τινὲς οὖσαι. παρὰ τὸ κάρα, αἱ κατὰ κεφαλὴν συντιθέμεναι· κροσσοὶ γὰρ αἱ κεφαλαὶ καὶ αἱ ἀρχαὶ τῶν τειχῶν. Πρόνοια. ἡ πρὸ ἀντὶ τῆς ὑπὲρ κεῖται. οἱονεὶ τὸ ὑπέρ τινων νοῆσαι. Πρόσειλος. ἡ πρὸς τὴν ἕλην τετραμμένη. ἕλη δὲ ἡ τοῦ ἡλίου αὐγή. καὶ τῶν προσείλων ἰχθύων ὠπτημένων. Πρότμησις. ὁ κατὰ τὸν ὀμφαλὸν ὑπάρχει τόπος καὶ κατὰ τὸν λαγόνα, ἐπεὶ κατὰ τοῦτον τὸν τόπον προτέμνεται τὰ ζῶα καὶ προέρχεται. κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζώων. Πρότασις. ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. πρότασις ἁπλῆ. Πρότασίς ἐστι λόγος ἀποφαντικὸς τινὸς κατά τινος. διαφέρει δὲ διαλεκτικὴ πρότασις ἀποδεικτικῆς, καθὸ ἡ μὲν διαλεκτικὴ πρότασις πάντως ἐν ἑτέρῳ τινὶ, ἐρώτησις γάρ ἐστιν ἀντιφάσεως· ἐρωτᾷ γὰρ, πότερον ἡ ψυχὴ ἀθάνατός <!-- π.1580 -->ἐστιν ἢ οὔ· ἡ δὲ ἀποδεικτικὴ πρότασις οὐκ ἐν ἐρωτήσει, ἀλλὰ λῆψις θατέρου μορίου τῆς ἀντιφάσεως· ὅπερ γὰρ βούλεται ὁ ἀποδεικνύων, τοῦτο λαμβάνει. Προφητεία. ἡ πνευματικὴ προαγόρευσις τῶν μελλόντων. Πρόφασις. ἀφορμή. φημὶ, φήσω, πέφηκα, πέφαμαι, πέφασαι, φάσις καὶ πρόφασις. Πρόθεσις. λέξις προτιθεμένη πάντων τῶν τοῦ λόγου μερῶν ἔν τε συνθέσει καὶ συντάξει. ἐν συνθέσει μὲν, οἷον· ἀναφορὰ, εἰσφορά. ἐν συντάξει δὲ, οἷον· ἐπὶ τῆς χώρας, κατὰ τῆς χώρας. διατί προτίθεται πάντων τῶν τοῦ λόγου μερῶν; διὰ τὴν ἐνυπάρχουσαν αὐτῇ ἀσθένειαν. ὥσπερ γὰρ ὁ ἄῤῥωστος, ὁ μὴ δυνάμενος περιπατῆσαι, ὑπὸ ἄλλων βασταζόμενος ἐκφέρεται, οὕτω καὶ ἡ πρόθεσις, ἀσθενεστέρα οὖσα πάντων τῶν τοῦ λόγου μερῶν, ὑπὸ ἄλλων λέξεων βασταζομένη ἐκφέρεται. προθέσεις δέ εἰσι τῇ μὲν φωνῇ ὀκτωκαίδεκα, τῷ δὲ σημαινομένῳ ἑπτακαίδεκα· ἡ γὰρ ἀμφὶ καὶ ἡ περὶ τὸ αὐτὸ σημαίνουσι. μονοσύλλαβοι δὲ προθέσεις ἕξ· ἐν· εἰς· ἐξ· σύν· πρός· πρό. δισύλλαβοι ιβʹ· ἀνά· κατά· διά· μετά· παρά· ἀντί· ἐπί· περί· ἀμφί· ἀπό· ὑπό· ὑπέρ. διαφέρουσι αἱ μονοσύλλαβοι προθέσεις τῶν δισυλλάβων, ὅτι αἱ μὲν μονοσύλλαβοι πᾶσαι εἰς φωνήεντα κατέληξαν· μία δὲ ἐξ αὐτῶν εὑρέθη λήγουσα εἰς φωνῆεν, ἡ πρό· αἱ δὲ δισύλλαβοι πᾶσαι εἰς φωνήεντα κατέληξαν· μία δὲ ἐξ αὐτῶν εἰς σύμφωνον, ἡ ὑπέρ. Προσῳδία. ὁ τόνος, ἡ χειρονομία καὶ ἡ τοῦ ὀργάνου φωνή. παρὰ τὸ εἴδω, τὸ γινώσκω. ἐξ αὐτοῦ ἀοιδὴ, καὶ κράσει τοῦ αο εἰς ω μέγα ᾠδὴ, καὶ ἐξ αὐτοῦ ᾠδία καὶ προσῳδία. ἢ παρὰ τὸ προσᾴδειν καὶ ἁρμόζειν τῇ ὑποκειμένῃ λέξει. ἢ <!-- π.1581 -->παρὰ τὸ πρὸς αὐτὴν ᾄδεσθαι τὰ ποιήματα. ᾠδὰς γὰρ οἱ παλαιοὶ τὰ ποιήματα ἐκάλουν. Πρύμνη καὶ πρύμνα. ἀμφότερα. πρυμνὸν τὸ ὕστατον. παρὰ τὸ πέρας πέρυμνον. καὶ πρύμνη. Πρυμνώρεια. τὸ ἔσχατον τοῦ ὄρους. Πρωΐα. παρὰ τὸ προϊέναι ἡμᾶς ἐπὶ τὰ ἔργα. καθὸ ταύτης ἐπιφανείσης προΐασιν οἱ ἄνθρωποι. ἢ ἀπὸ τοῦ προϊκνεῖσθαι τῆς ἡμέρας τὸν καιρὸν τοῦτον. Πρῶνα. πόλις Κρητική. Πρῷρα. σὺν τῷ ι. οἱ μὲν παρὰ τὸ προέχειν καὶ προορᾷν τοῦ σκάφους. ἢ παρὰ τὸ πρὸ ὥρας, ὃ δηλοῖ τὸν καιρὸν, γίνεται πρώρα, ἐξ οὗ καὶ πρωρεύς· ἔργον γὰρ τῷ πρωρεῖ πρὸ ὥρας ὁρᾷν. οὐκ ὤφειλε δὲ ἔχειν τὸ ι, ἀλλʼ ἡ παράδοσις ἔχει αὐτό. ἐπειδὴ παρὰ τὸ προϊέναι καὶ ἀπὸ διαστάσεως τοῦ ι, ὡς παρὰ τῷ ποιητῇ· ἀναπρωΐρους. καὶ παρὰ Σιμωνίδῃ· κυανοπρώϊραν. Προτομή. εἰκὼν βασιλική. Πρόθεσις. ὁ προορισμὸς κατὰ τὸν Ἀπόστολον· κατὰ πρόθεσιν οὖσαν ἀπʼ αἰώνων. ἢ κατὰ πρόγνωσιν. ἵνα ἡ κατʼ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ. καὶ ἡ γνώμη· κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος.

— Οὐδέτερον. —

Πριμμιλογίων. τιμῶν βασιλικῶν· προνομίων. Πρεσβήϊον. τὸ ὑπὲρ τιμῆς διδόμενον δῶρον. <!-- π.1582 -->Πραιτώριον. παρὰ τὸ πράττω πρατώριον, ὅπου τὰ πραττόμενα ὠροῦνται καὶ φυλάττονται, πλεονασμῷ τοῦ ι, πραιτώριον. Προθέλυμνα. πρόῤῥιζα. καὶ τὰ ἐπάλληλα καὶ πυκνά. θέλυμνα δὲ λέγονται τὰ ἐπʼ ἀλλήλους ἔχοντα τοὺς κλάδους δένδρα, διὰ τὸ θηλυμανεῖν, μεταφορικῶς. Προβήμασι. πηδήμασιν.

  
—ἐκτυπεῖτο δὲ  
  
ἐμβὰς γερόντων εὐρύθμοις προβήμασι.  
ἐμβάδες δέ εἰσιν ἀνδρῷα ὑποδήματα, παρὰ τὸ ἐμβαίνειν. Πρόβατον. παρὰ τὸ ἔχειν βάσιν ἑτέραν πρὸ τῆς ὀπισθίου βάσεως. πολλάκις καὶ κατὰ κοινοῦ ἐπὶ πάντων τῶν βοσκημάτων εἴρηται ἡ λέξις. Πρόῤῥιζον. ἐκ ῥιζῶν ἀνασπώμενον. Προσαγωγικόν. προσκομιστικόν. Πρόσαντες. ἐναντίον, ἐμποδιστικόν. Προσείλια. τὰ θαλπόμενα ὑπὸ τοῦ ἡλίου. Πρόσχημα. ὑπόκρισις. Πρόστιμον. ἡ ζημία. Πρόσφατον. τὸ ἀρτίως γινόμενον. Πρόσκομμα. ἁμάρτημα. πρόσκρουσμα. Προσῆκον. πρέπον, πρᾶγμα, ὅπερ μετὰ τὸ πραχθῆναι ἔχει εὔλογον ἀπολογίαν. ἢ προσῆκον τὸ ἄξιον. <!-- π.1583 -->Πρόθεμα. τὸ πρόγραμμα· τουτέστιν ἡ ἐκ βασιλέως πρόσταξις ἐγγράφως δημοσίᾳ ἀνατιθεμένη. Πρόβλημα. λόγος συνεσκιασμένος καὶ αἰνιγματώδης. ἢ ἐρώτημα. Προοίμιον. ὁ πρόλογος. οἴμη λέγεται ἡ ᾠδή· ἀφʼ ἧς καὶ προοίμιον. Προσῴδιον. λιτανεία μετὰ ὕμνων. παρὰ τὸ προσιέναι. Πρόσωπον. ὃ διὰ τῶν οἰκείων ἐνεργημάτων τὲ καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένον, τῶν ὁμοφυῶν αὐτοῦ, παρέχεται ἡμῖν τὴν ἐμφάνειαν. ἢ ἐνουσίου ἰδιότητος φανέρωσις. ἢ μέρος σώματος ἀγχιστεῦον ὄψεσιν. ἢ χαρακτὴρ ὑποστάσεως. ἀπὸ τοῦ πρόσω, τουτέστιν ἔμπροσθεν, ἀλλʼ οὐκ ἐκ πλαγίου τοὺς ὦπας ἔχειν. Πρότονον. σχοινίον. παρὰ τὸ προτείνειν. Πρόγραμμα. γνώρισμα, κήρυγμα, ἀπόδειξις φανερά. οὕτως ὁ Θεόλογος· πρόγραμμα τοῦ καθʼ ἡμᾶς λόγου. Προύργου. τῶν ἀναγκαίων καὶ τῶν πρὸ τοῦ ἔργου. οἷον τὸ μὲν ἔργον αὐτὸς ὁ γάμος, τὰ δὲ πρὸ τοῦ γάμου εἰς τὸν γάμον ἀναγκαῖα. καὶ προυργιαίτερον, ἀναγκαιότερον· πρὸ παντὸς ἔργου. Προὖπτον. προφανές. Πρότερον. πρότερον κυρίως τὸ τῷ χρόνῳ πρότερον, ὡς λέγομεν παλαιότερον, πρεσβύτερον. πρότερον φύσει ἐστὶν, ὅπερ συναναιρεῖ καὶ οὐ συναναιρεῖται, καὶ συνεισφέρεται μὲν, οὐ συνεισφέρει δέ. διόπερ τὰ ἁπλᾶ προτερεύουσι τῶν συνθέτων, καὶ τὰ καθόλου τῶν μερικῶν. ἔστι <!-- π.1584 -->δὲ πρότερον καὶ κατʼ ἀξίαν καὶ τὸ κατὰ δύναμιν· ὁμοίως καὶ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν. αἴτιον δὲ δεῖ νοεῖν τὸ ἀποτελοῦν, αἰτιατὸν δὲ τὸ ἀποτελούμενον. Πρός τι. ταυτόν ἐστιν, οἷς τὸ εἶναι ταυτόν ἐστιν ἐν τῷ πρὸς ἕτερον λέγεσθαι. Πρός τι εἰσὶν, οἷς τὸ εἶναι ταυτόν ἐστι τῷ πρός τι πῶς ἔχειν. τινὲς δὲ σαφέστερον ἡρμήνευσαν τὴν ὑπογραφὴν, ὅτι ταῦτά ἐστι πρός τι, οἷς τὸ εἶναι ταυτόν ἐστιν ἐν τῷ πῶς ἔχειν πρὸς ἕτερον. πρός τι δὲ λέγεται, ὅσα αὐτὰ ἅπέρ ἐστιν ἑτέρων εἶναι λέγεται. ἅμα δὲ καὶ ἀναστρέφει πρὸς ἄλληλα. Πρός τι. ἡ φύσις ἡ κυρία καὶ πηγαία καὶ μήτηρ πάντων, καὶ ὀντότης ἐστί. πάντα δὲ, ὅσα ἐκ τῆς φύσεως προέρχεται, τῶν πρός τι λέγονται. αἱ γὰρ ὑποστάσεις καὶ ἡ υἱότης καὶ ἡ ἰδιώτης καὶ ἡ ποιότης καὶ ἡ ἁπλότης καὶ πάντα τὰ λοιπὰ ἐκ τῆς φύσεως τὴν αἰτίαν καὶ τὴν πρόοδον ἔχουσι καὶ κατὰ τοῦτο τῶν πρός τι λέγεται, τουτέστι τῶν πρὸς τὴν ῥίζαν τῆς φύσεως ἀποκρεμαμένων· ἐξ ὧν ἐστὶ καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια. Προαιρετόν. βουλευτόν· ὀρεκτὸν τῶν ἐφʼ ἡμῖν. καὶ ἡ προαίρεσις ὄρεξις βουλευτικὴ τῶν ἐφʼ ἡμῖν. τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. Πρυμνήσια. τὰ ἀπόγεια σχοινία, οἷς ἐκ τῆς πρύμνης προσδεσμεῖται ἡ ναῦς πρὸς τῇ γῇ. παρὰ τὸ πρυμνὸν, τὸ ἔσχατον. Πρυτανεῖον. τὸ νόμισμα. ὁ τόπος δὲ πολλάκις. τοῦ Ψελλοῦ ὁ στίχος. <!-- π.1585 -->Πρυτανεῖον. τὸ ταμιεῖον. παρὰ τὸ ἐκεῖ φυλάσσειν τὸν πυρὸν ἤγουν τὸν σῖτον, οἷον πυροταμεῖον καὶ πρυτανεῖον. τὰ ἀπὸ τῶν διὰ τοῦ ευω εἰς ειον γενόμενα διὰ διφθόγγου γράφεται, οἷον πορνεύω πορνεῖον, πρυτανεύω πρυτανεῖον. Πρῷζον. τὸ προχθεσινόν. πρώϊζον καὶ κατὰ συναίρεσιν πρῷζον. Πρωϊζά. τὰ προχθεσινά. ἐκ τοῦ πρώϊον, πρώϊζος πρωϊζά. Πρώϊον. ἕωθεν, ὄρθρου, ἢ πρόσφατον. Πρωτόλεια. αἱ ἀπαρχαί· τὰ πρὸ τῶν ληΐων ἐξαίρετα καὶ πρώτιστα, ἅπερ εἰώθασιν οἱ ἄριστοι λαμβάνειν. Πραιτωρίῳ. παλατίῳ. καὶ ὁ Ἀπόστολος· ἐν ὅλῳ τῷ πραιτωρίῳ. ἐκ τούτου δὲ θάρσος γέγονε τοῖς πιστοῖς. Πρακτέον. δεῖ πράττειν.

— Ῥῆμα. —

Πρηΰνω. τὸ πραΰνω, τροπῇ τοῦ α εἰς ἦτα. Πρημαίνω. τὸ μαίνομαι. Πρηνίσω. πίπτω. Πρήθω. τὸ καίω. ἀπὸ τοῦ πρίω γέγονε κατὰ παραγωγὴν πρίθω, καὶ καθʼ ὑπαλλαγὴν πρέθω, ἐξ οὗ τὸ ἔπρεσεν. Ἡσίοδος·

  
—ἀμφὶ δὲ πᾶσαν  
  
ἔπρεσε θεσπεσίας κεφαλάς—.  
ἐξ οὗ γίνεται πρήθω κατʼ ἔκτασιν. Πρηνιχθῆναι. τὸ ἐπὶ πρόσωπον πεσεῖν· μεταφορικῶς δὲ καὶ εἰς γόνυ κλιθῆναι. ἐπρήνιξε τὴν Εὐρυμέδοντος πόλιν. Πρῆσεν. ἔστι πρήθω τὸ φυσῶ, ἢ τὸ ἐμπυρίζω. <!-- π.1586 -->ἢ παρὰ τὸ πιμπρῶ δευτέρας συζυγίας τῶν περισπωμένων παράγωγον πίμπρημι, ὁ μέλλων πρήσω, καὶ ὁ ἀόριστος ἔπρησα. Πρήσουσα. διαπερῶσα. παρὰ τὸ περῶ γίνεται πρῶ, ὡς τερῶ τρῶ, καὶ βιῶ βῶ. ὁ παρακείμενος πεπέρακα καὶ κατὰ συγκοπὴν πέπρακα. καὶ γὰρ τὸ πωλούμενον περᾷ ἀπὸ τοῦ πωλοῦντος εἰς τὸν ἀγοράζοντα. ἐκ δὲ τοῦ πρῶ ὁ μέλλων πρήσω, ἡ μετοχὴ πρήσων, καὶ τὸ θηλυκὸν πρήσουσα. Πρῆσεν. ἐφύσησε. Πρίημι. ἀγοράζω. καὶ πριώμενος. Πρίεται. σχίζεται. Πριόμενος. κοπτόμενος. πριώμενος δὲ, ὁ ἀγοράζων, μέγα. Πριάμενος. ἀγοράσας. Προάγουσιν. προλαμβάνουσι. προάξειν ἀντὶ τοῦ προλάβω. Πρόεισι. προέρχεται. Προέμενος. προδούς. Πρόες. πρόπεμψον. ἀπὸ τοῦ ἵημι ὁ δεύτερος ἀόριστος ἧν, καὶ τὸ προστακτικὸν ἓς, καὶ μετὰ τῆς πρὸ προθέσεως πρόες. Προΐηλε. προέπεμψε, προέθηκεν. ἀπὸ τοῦ εἰλῶ εἶλε, καὶ ἐν ὑπερθέσει ἴηλεν. Προσείλου. προσελάβου. συνηρίθμησας. Αἰλιανός· εἶτα, ἀσελγέστατε, τοσοῦτοι ἐχθροὶ γεγενημένοι οὐκ ἤρκεσαν, ἀλλʼ ἄρα καὶ ἐμὲ εἰς τὴν τῶν ἐχθρῶν προσείλου τάξιν. Προσερήσομαι. προσερωτήσω. Πρόσεχε. ἀντὶ τοῦ περιβλέπου τὰ κατὰ σαυτόν. ὡς τό· πρόσεχε σεαυτῷ. <!-- π.1587 -->Προνοητέον. ἀντὶ τοῦ φροντιστέον. Προσηγάσθησαν. ὑπερεθαύμασαν. Προτονίζουσιν. ἐκ τοῦ πρῶτος καὶ τοῦ τονίζω, τὸ σωρεύω. Προὔχοντος. ὑπερέχοντος. Προσκομιστέον. προσενεκτέον. Προσεκτέον. σπουδαστέον. Προσαρασσόμενον. προσρηγνύμενον. προσαρασσόμενα κύματα. Προώμεθα. προδώσωμεν. Προήκατο. προέδωκε, προέπεμψε. Προσιζήσας. προσκαθίσας. Προειλόμην. προέκρινα. Προσήκατο. προσεδέξατο. Προσώχθισα. ἐβδελυξάμην, ἐμίσησα. Προΐσχεται. δίδωσι. προβάλλεται ἢ κρατεῖται. ἀπὸ τοῦ ἴσχω, τὸ κρατῶ. Προσπελάζει. προσεγγίζει. Προσείρων. προσάπτων. Πρόσειπε. προσαγόρευσον. Προπηλακίζω. ὑβρίζω, ἐξουθενῶ. Προπίνει. διὰ τοῦ οἴνου τιμᾷ. Προχείρισαι. προβαλοῦ. Προσαγηόχασι. προσήγαγον. Προκυλινδοῦμαι. κυλίομαι. <!-- π.1588 -->Προσφωνεῖ. προσαγορεύει. Προπομπεύεσθαι. ὀψικεύεσθαι. Προσκίρτησον. χόρευσον. Πρόμολε. πρόελθε. Προείκασιν. ἔπεμψαν. Προβάλλεσθαι. τὸ προβάλλεσθαι ἐπὶ τοῦ δυσχεραίνειν καὶ φεύγειν οὐδεὶς εἴρηκε τῶν δοκίμων· τὸ δὲ προβάλλεσθαι αὐτὸ τὸ προτείνεσθαι δηλοῖ. καὶ προβεβλημένως γὰρ πρός τινας ἔχειν λέγεται τὸ παρατεταγμένως καὶ ἀπίστως διακεῖσθαι. Προμιλέγια. ἤγουν προνόμια. Προτιόσσομαι. ὑπολαμβάνω. Προταμών. ἀποκόψας. ἢ τὸ σκληρὸν τῆς τροφῆς προκατεργασάμενος. Προχέοντο. προήρχοντο. μεταφορᾶς ὁ τρόπος. ἀπὸ τοῦ χέω. κυρίως γὰρ τὸ χέω ἐπὶ ὑδάτων λέγεται. Προτείνουσιν. ἀντὶ τοῦ προτιθέασι καὶ προβάλλονται. Προσέκοψαν. ἠπίστησαν. καὶ ὁ Ἀπόστολος· προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται. Προσελάβετο. ἐφειλκύσατο. καὶ ὁ Ἀπόστολος· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. <!-- π.1589 -->Προσλαβοῦ. μετὰ ἀγάπης δέξαι. Προσέξονται. ἀντὶ τοῦ προσκολλῶνται. προσέξονται ταῖς κοτύλαις αἱ πέτραι. Πρεσβεύομεν. μεσιτεύομεν. καὶ ὁ Ἀπόστολος· ὑπὲρ Χριστοῦ πρεσβεύομεν.

— Ἐπίῤῥημα. —

Πρᾴως. ἡσύχως. Πρηνή. ἐπὶ πρόσωπον. Πρίν. ἀντὶ τοῦ πρότερον. Προβεβλημένως. παρατεταγμένως καὶ ἀπίστως διακεῖσθαι. Πρόπαρ. προπάροιθεν. ἆρον δύο συλλαβὰς, γίνεται πρόπαρ. ἀντὶ τοῦ πρότερον ἢ ἔμπροσθεν. Προπάροιθεν. ἀντὶ τοῦ πρότερον. Πρόσω. ἔμπροσθεν. Προσενωπίως καὶ προσενώπιον. πρὸς τοὺς ἐξ ἐναντίας τῶν εἰσόδων τοίχους. διὰ τὸ φωτίζεσθαι ὑπὸ τῶν θυρῶν. Προτροπάδην. προτρεπτικῶς φεύγων τοῦ πολέμου. Προσφόρως. ἁρμοδίως. Προσφάτῳ. πρωτολογίαις, ἢ προοιμίοις. Πρόχνυ. τὸ ἐπὶ γόνυ πεσεῖν· παντελῶς ὀκλάσαι. οἱονεὶ προγόνυ, καὶ συγκοπῇ πρόγνυ καὶ πρόχνυ. ἡ γὰρ πρὸ ἀντὶ τοῦ ἐπὶ κεῖται. Πρῴην. ἔχει τὸ ι κατὰ τὴν παραλήγουσαν. ἔστι <!-- π.1590 -->γὰρ πρωῒ, ἐκ τούτου γίνεται παράγωγον πρώϊος καὶ τὸ οὐδέτερον πρώϊον. ὡς καὶ ὁ ποιητής·

  
—ἣν ἔδησα  
  
πρώϊον—.  
τούτου τὸ θηλυκὸν ἡ πρωΐα, ἡ αἰτιατικὴ τὴν πρωΐαν, καὶ ἰωνικῶς τρέπεται τὸ α εἰς η, καὶ συναιρέσει τοῦ ω καὶ ι εἰς τὴν ω δίφθογγον πρώην. καὶ χωρεῖ εἰς ἐπιῤῥηματικὴν σύνταξιν. Προβάδην. περιπατῶν. Ἡσίοδος·

  
μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐ-  
  
ρήσῃς.  

Τὸ Π μετὰ τοῦ Τ. — Ἀρσενικόν. —

Πταρμός. κεφαλῆς αἴσθησις. ἐπεὶ οἱ θίγοντες τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται. Πτερωτής. ἀλείπτης, κουφιστής. καὶ πτερόεις, καὶ πτερωτός. Πτερνισμός. ἐπιβουλή· δόλος· ἀπάτη. Πτίλος. ὁ ἐκπεπτωκὼς τῶν ἴλλων. ἢ κατὰ πλεονασμὸν τοῦ π ἐπὶ τῶν ἀποτετιλμένων τὰ βλέφαρα. Πτολεμαῖος. κύριον. Πτόρθος. βλαστὸς, κλάδος. οὐχ εὗρον αὐτοῦ τὴν ἐτυμολογίαν. οἶμαι δὲ, παρὰ τὸ πτείρω γίνεται πτόρος, ὡς φθείρω, φθόρος, καὶ πλεονασμῷ τοῦ θ πτόρθος. <!-- π.1591 -->Πτύανοι. μίγμα παντοδαπῶν ὀστρέων. Πτύελος. τὸ πτύσμα. Πτύξαγρις καὶ πύξαγρις. ὁ καρκῖνος. διὰ τὸ τὰς πτύχας ἢ τὰ πυξία τῶν ὀστρείων ἀγρεύειν. λέγεται γὰρ ἔνδον τῶν πτυχῶν τιθέναι λιθίδιον μικρὸν, ὅπως ῥᾷον διὰ τοῦ ποδὸς ἐφελκύσῃ τὴν ὀστρειακὴν σάρκα. Πτωχός. ὁ ἀπὸ πλούτου κατελθὼν εἰς ἔνδειαν. ἀπὸ τοῦ ποτὲ ἔχειν. ἢ ἀπὸ τοῦ πτώσσειν καὶ προσπίπτειν τοὺς δεομένους. ἢ παρὰ τὸ πτήσσειν περὶ τὴν ὀχὴν καὶ τὴν τροφήν. Πτώξ. ὁ λαγωός. παρὰ τὸ πτήσσω ἢ τὸ πτώσσω, τὸ φοβοῦμαι· δειλὸς γάρ ἐστιν. ἀπὸ τοῦ πτῶ δὲ παράγωγον πτώσσω, ὁ μέλλων πτώξω, ἀποβολῇ τοῦ ω πτώξ. πτὼξ διὰ τί ὀξύνεται; τὰ ἀπὸ μελλόντων ἀποβολῇ τοῦ ω γινόμενα ὀνόματα ὀξύνονται, οἷον πτώξω πτὼξ, ῥὼξ, πούς. Πτώϊος. ὁ Ἀπόλλων. καὶ Πτοῖος. ἔστι καὶ πτοῖος ὁ φόβος.

— Θηλυκόν. —

Πτέρνα καὶ πτέρνη. ἀμφότερα παρὰ τὸ πεπτωκέναι ἐν αὐτῇ τὸ ὅλον σῶμα. ἢ παρὰ τὸ πατεῖν τὴν ἔραν ἤγουν τὴν γῆν. Πτῆσις. ἡ τῶν ὀρνίθων πέτασις. Πτισσάνη. ἡ λελεπτισμένη κριθή. παρὰ τὸ πτίσσω, τὸ καθαίρω ἢ τὸ τύπτω. καὶ ἐπτισμένον. ἢ πτισσάνη τὸ πίτυρον. Πτολεμαΐς. πόλις. Πτοία. ὁ φόβος. ἐξ οὗ καὶ πτοιαλέος. Πτύχες. αἱ ἐξοχαὶ ἢ τὰ σανίδια τῶν βιβλίων. <!-- π.1592 -->Πτώσεις. ἡ γενικὴ, ἡ δοτικὴ καὶ ἕτεραι. ἀπὸ τῆς ὀρθῆς καὶ εὐθείας μεταπίπτουσιν εἰς ἕτερα γένη.

— Οὐδέτερον. —

Πτελέον. τόπος. Πτερόν. παρὰ τὸ πέτω πετερὸν, ὡς θάλλω θαλερὸν, καὶ τήκω τηκερὸν, καὶ κατὰ συγκοπὴν πτερόν. ἢ παρὰ τὸ πτῶ ῥῆμα, ὃ δηλοῖ τὸ πέτομαι, γίνεται πτερόν. ἄλλοι δὲ παρὰ τὸ πτέρω πτερόν. ἐξ οὗ τὸ ἀνεπτερώθη, καὶ πτερωτὰ καὶ πτερόεντα. καὶ Ὅμηρος·

  
ἔπεα πτερόεντα.  
ἤγουν ταχεῖς λόγους. Πτερόβολον. ἡ σφενδόνη. Πτίλα. τὰ πτερά. παρὰ τὸ τίλλω, τίλλα καὶ πτίλα. Πτολίεθρον. ἡ μικρὰ πόλις. παρὰ τὸ πολίζω πόλιστρον, ὅπερ ἐπεκτανθὲν πτολίεστρον λέγεται, καὶ ἀφαιρέσει τοῦ ς καὶ τροπῇ τοῦ τ εἰς θ πτολίεθρον. Πτύελον. τὸ πτύσμα. Πτύον. τὸ πτυάριον. Πτῶμα. ἡ πτῶσις.

— Ῥῆμα. —

Πταίη. πετάσοι. Πταίει. σφάλλεται. καὶ πταίω ἀπὸ τοῦ πέτω, συγκοπῇ πτῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν πίπτω· τὰ γὰρ πετόμενα τοῖς πίπτουσιν ἔοικεν. ἔστιν οὖν πτῶ, καὶ κατὰ παραγωγὴν πταίω, ἀπὸ τοῦ πίπτειν πολλάκις τοὺς προσπταίοντας. <!-- π.1593 -->ἐκ δὲ τοῦ πέτω γίνεται πάλιν ῥῆμα ποτῶ, ἐν ὑπερθέσει τοῦ τ πτοῶ, ἔνθεν τὸ ἐπτοήθη. Πτήσσω. τὸ φοβοῦμαι. πτίσσω δὲ, τὸ τύπτω καὶ καθαίρω, ι. Πτήξω. τὸ φοβοῦμαι. ἀπὸ τοῦ πέτω, πίπτω, πτῶ, πτήξω. ὁ γὰρ φοβούμενος πίπτοντι ἔοικεν. Πτερύσσεται. ταῖς πτέρυξι τὸν ἀέρα πλήττει. Πτερούμεθα. κουφιζόμεθα, μεταρσιούμεθα. Πτοῶ. τὸ φοβοῦμαι. καὶ πτοῆσαι. Πτοίω. τὸ φοβοῦμαι. πτύω δὲ, τὸ ἀσφαλίζω, καὶ πτύσσω, καὶ πτύξαι, ψιλά.

Τὸ Π μετὰ τοῦ Υ. — Ἀρσενικόν. —

Πύανθος· Πύαρος. ὀνόματα κύρια. καὶ Πυάρτειος οἶκος. Πυγμαῖος. ὁ κοντός. οἱονεὶ πυγονιαῖος. πηχυαῖος. πυγὼν γὰρ καλεῖται ἡ πῆχυς.

  
ἀνδράσι Πυγμαίοισι—.  
<!-- π.1594 -->Πυγαῖος. ὁ ἀκόλαστος. παρὰ τὴν πυγήν. Πυγοστόλος. ἀκόλαστος· πόρνος. Πυδαρισμός. δυσχέρεια. Πύελος. ἡ λεκάνη, ὅπου λούονται. παρὰ τὸ πύα ἐλαύνειν. κυρίως δὲ, ὅπου τοὺς πυοὺς πλύνουσι, τουτέστι τοὺς πυρούς. Πυθμήν. γένεσις, ἀρχὴ, ῥίζα, ἢ τὸ ὑποκάτω τοῦ βάθους. φυτοθεμὴν τίς ἐστιν, οἷον τοῦ φυτοῦ θέσις, φυθμὴν καὶ πυθμήν. οὕτως Ὦρος ὁ Μιλήσιος. ὁ δὲ Θεόγνωστος παρὰ τὸ κεύθω, τὸ κρύπτω, κευθὴν καὶ κυθμὴν πλεονασμῷ τοῦ μ, καὶ τροπῇ τοῦ κ εἰς π πυθμήν. Πυκνίας. τὸ ἐν Ἀθήναις δικαστήριον. Πυκνός. παρὰ τὸ πτύσσω, πτύκα, καὶ ἀποβολῇ τοῦ τ πύκα καὶ πυκνός. Πύκτης. παγκρατιαστής· ἀθλητής. Πυλοσάκης. κακῶν μεστός. Πυλωρός. ὁ τῶν πυλῶν φύλαξ. παρὰ τὸ ὠρῶ, τὸ φυλάσσω. Πύματος. ὁ ἔσχατος. <!-- π.1595 -->Πυρός. ὁ σῖτος. Πυῤῥός. ὁ ξανθός. Πυρσός. ὁ λαμπτήρ· ἡ πυρκαϊά. Πυρὴν, πυρῆνος. τὸ ὀστοῦν τῆς ἐλαίας. Πύρνος. ἄρτου κόμμα. Πύῤῥων, Πύῤῥωνος. καὶ Πυῤῥώνειοι φιλόσοφοι καὶ λόγοι. Πυργηνός. τοπικόν. Πυριφλεγέθων. ποταμὸς ἐν τῷ ᾅδῃ, κατὰ τὴν τῶν Ἑλλήνων δόξαν. οἶμαι δὲ, τὸ ἄσβεστον πῦρ λέγει, ἢ τὸν ἐν τῇ θείᾳ γραφῇ πύρινον ποταμόν.

— Θηλυκόν. —

Πυγμή. σύμπηξις δακτύλων τῷ γρόνθῳ. λέγεται δὲ πυγμὴ τὸ ἀπὸ τοῦ ἀγκῶνος ἄχρι τῶν δακτύλων τῆς χειρὸς μέρος. Πυγόνος. ἀντὶ τοῦ πήχεος. Αἰλιανός· τετράγωνοι δὲ ἄμφω, πυγόνος δὲ τὸ μῆκος. Πυγοστόλος. οἱ μὲν τὴν μαυλίτριαν, οἱ δὲ αὐτὴν τὴν ἑταίραν τὴν πυγὴν στολιζομένην, τουτέστι κοσμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς ἱματίοις. στέλλειν γὰρ τὸ κοσμεῖν. ἄλλοι δὲ τὴν κοσμοῦσαν τὰς χεῖρας. Πυγή. ὁ πρωκτός. <!-- π.1596 -->Πυθώ. ἐκ τοῦ πύθω, τὸ ἐρωτῶ. ἐν ᾗ πεύθονται τοὺς χρησμούς. ἔστι δὲ πόλις Φωκίδος, ἧς οἱ οἰκήτορες Δελφοί. παρὰ τὸ σεσῆφθαι αὐτόθι τὸν δελφῖνα δράκοντα, ὃν ἐκεῖσε εὑρὼν ἀνεῖλεν ὁ Ἀπόλλων. παρὰ τὸ πύεσθαι, τὸ σήπεσθαι. ἢ παρὰ τὸ πεύθεσθαι καὶ ἀκούειν τοὺς χρησμούς. καὶ Πυθία. Πυετία. τὸ τὸ γάλα συνιστῶν καὶ πηγνύον. Πυκινή. συνετή· πυκνή· φρόνιμος. παρὰ τὸ πύκω, τὸ ἐπιμελῶς ἔχω. Πυκιμήδη. ἡ συνετόβουλος, ἡ βαθυγνώμων. ἀπὸ τοῦ πύκα καὶ πυκνῶς, ἢ συνετῶς καὶ ἐπιμελῶς, καὶ τὸ μήδω, τὸ βουλεύομαι. Πύλας ἱερῆς. ἀντὶ τοῦ ἐν τῇ Πύλῳ. ποιητικὸν τὸ σχῆμα. ὡς τό·

  
—τί με χρὴ μητρὸς αἴνου;  
ἀντὶ τοῦ τί με χρὴ τὴν μητέρα ἐπαινεῖν. Πυξίς. τὸ πινακίδιον. ἢ ἀγγεῖον ἔχον βαφὴν καὶ χρῶμα κατὰ τὸν θεόλογον Γρηγόριον. Πυργοβάρεις. προμαχῶνες. ἢ τείχη ὀχυρά. Πυῤῥίχη. εἶδος ὀρχήσεως ἐναύλου. Πυράγρα. τὸ διλάβιον. Πυρήνη. ὄρος. Πυῤῥιχίνη. ὁ αὐλός. <!-- π.1597 -->Πύστις. ἡ μάθησις. παρὰ τὸ πέπυσμαι πύσις, καὶ πλεονασμῷ τοῦ τ πύστις. οὐ δύναται δὲ πλεονασμὸς εἶναι, ἀλλὰ παραγωγή. ἀπὸ τοῦ πύστη πύστις. Πύρωσις. τὸ φλέγμα. τοῦ Ψελλοῦ· τινὲς δὲ καὶ τὴν πύρωσιν ὀνομάζουσι φλέγμα.

— Οὐδέτερον. —

Πυγούσιον. ἡ πῆχυς κεκολλημένων τῶν δακτύλων. Πυηρόν. ἀναπεπλασμένον. Πυθεῖον. τὸ μαντεῖον Πύθια δὲ, τόπος καὶ ἑορτὴ, ι. καὶ Πυθιονίκητον. Πυκτίον. τὸ βιβλίον. ἀπὸ τοῦ πύσσεσθαι. ὅ ἐστιν ἀσφαλίζεσθαι καὶ συγκλείεσθαι. Πυκτεῖον δὲ, ἐν ᾧ εἰσὶ τὰ πυκτία, δίφθογγον. Πύματον. ἔσχατον. παρὰ τὸ πυθμὴν ὀνομάζεται ἐλλείψει τοῦ θ, ἀπὸ μεταφορᾶς τῶν ἀγγείων· ὁ γὰρ πυθμὴν ἔσχατος, εἰ καὶ τὴν ἀρχὴν ἔχει. πύθματος, καὶ ἀποβολῇ τοῦ θ πύματος καὶ πύματον. καὶ πυμάτιον. Πυξίον. τὸ πινακίδιον. Πῦος. τὸ σεσηπὸς αἷμα. καὶ τὸ γάλα ὁμοίως. Ἀριστοφάνης·

  
πῦος ἡμῖν ἔνδον—.  
τὸ πεπηγὸς γάλα, διὰ τὸ καὶ αὐτὸ μεταβεβλῆσθαι. καὶ ἔμπυον τὸ γαλακτῶδες τῇ ὁμοιότητι ὑγρόν. Πῦρ. ἓν τῶν τεσσάρων στοιχείων ἐστὶ, κοῦφον τὲ καὶ ἀνωφερέστερον, καυστικόν τε καὶ <!-- π.1598 -->φωτιστικὸν, τῇ πρώτῃ ἡμέρᾳ ὑπὸ τοῦ δημιουργοῦ κτισθέν. φησὶ γὰρ ἡ γραφή· καὶ εἶπεν ὁ θεός· γεννηθήτω φῶς, καὶ ἐγένετο φῶς. οὐχ ἕτερον γάρ ἐστι τὸ πῦρ, εἰ μὴ τὸ φῶς. ἐποίησε δὲ αὐτὸ καλλωπισμὸν καὶ κόσμον πάσης τῆς ὁρατῆς κτίσεως. ἄφελε γὰρ τὸ φῶς, καὶ πάντα ἐν τῷ σκότει ἄγνωστα διαμένουσι, τὴν οἰκείαν μὴ δυνάμενα ἐπιδείξασθαι εὐπρέπειαν. ἐκάλεσε δὲ ὁ θεὸς τὸ μὲν φῶς ἡμέραν, τὸ δὲ σκότος, νύκτα. σκότος δέ ἐστιν οὐκ οὐσία τις, ἀλλὰ συμβεβηκός· φωτὸς γάρ ἐστι στέρησις· ὁ γὰρ ἀὴρ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ ἔχει τὸ φῶς. αὐτὸ οὖν τὸ ἐστερῆσθαι τὸν ἀέρα φωτὸς, σκότος ἐστὶ, καὶ οὐχ ἡ οὐσία τοῦ ἀέρος ἐστὶ σκότος, ἀλλʼ ἡ τοῦ φωτὸς στέρησις, ὅπερ συμβεβηκὸς μᾶλλον δηλοῖ ἤπερ οὐσίαν. Πῦρ ἐγειρόμενον. ζωπυρούμενον, ἀναφλεγόμενον διὰ τῆς ὑποκαιούσης τοῦτο καὶ τρεφούσης ὕλης. Πυρίκαυστον. ὑπὸ πυρὸς κεκαυμένον. καὶ πυρίφλεκτον. Πυρεῖον καὶ πυρήϊα. τὰ ξύλα. ἃ τριβόμενα πῦρ ἐγγεννᾷ. τινὲς δὲ τοὺς πυρεκβόλους λίθους λέγουσι.

  
—τὸ δʼ αὖτε πυρήϊα δινεύεσκον.  
Πῦρ. οὐσία ξηρὰ καὶ θερμὴ καὶ κούφη καὶ φωτιστικὴ, καταυγαστική τε καὶ καυστική. Πύσμα. ἐρώτημα ἢ μάθημα. ἐκ τοῦ πύθω, τὸ μανθάνω. Πυρηναῖον. ὄρος. <!-- π.1599 -->

— Ῥῆμα. —

Πύθω. τὸ σήπω. καὶ μανθάνω καὶ ἀκούω. ἐξ οὗ καὶ τὸ πυνθάνω.

  
αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι  
  
πυθέσθαι.  
οἶμαι ἀπὸ τοῦ πεύθω πύθω. τὸ δὲ πεύθω ἀπὸ τοῦ κεύθω· ὁ γὰρ ἐρωτῶν ἢ μανθάνων τι, περί τινος ἀποκεκρυμμένου πράγματος ἐρωτῶν μανθάνει. Πυθοίατο. μάθοιεν. ἀπὸ τοῦ πεύθω, τὸ ἐρωτῶ. ὁ δεύτερος ἀόριστος ἔπυθον· τὸ παθητικὸν ἐπυθόμην· τὸ εὐκτικὸν πυθοίμην, πύθοιο, πύθοιτο, καὶ πλεονασμῷ τοῦ α πυθοίατο. Πυθέσθαι. μαθεῖν. Πύθωμαι. ἀκούσω. καὶ πύθωνται. πυθόμενος δὲ μικρόν. Πυκάζω. κοσμῶ· σκιάζω. κατὰ μέν τινας τὸ καλύπτω, κατὰ δέ τινας τὸ βλαστάνω. καὶ πύκασε καὶ πυκάζουσι. Πυθάνομαι. ἐρωτῶ. Πυρπολεῖται. καίεται. ἐμπυρίζεται. Πυρσομορφοῖ. πυριμόρφους ποιεῖ. Πυτίζειν. παρὰ τὸ πτύω πτυτίζω ἐστὶ παράγωγον, καὶ ἀποβολῇ τοῦ τ πυτίζω. ὡς παρὰ τὸ πτύσσω, πτύξω, πτὺξ καὶ ἀποβολῇ τοῦ τ πύξ. τινὲς δὲ παρὰ τὸ φυσῶ, φυσίζω, καὶ ἐναλλαγῇ τῶν στοιχείων πυτίζω.

— Ἐπίῤῥημα. —

Πύκα. συνετῶς, ἐπιμελῶς, πυκνῶς. παρὰ τὸ <!-- π.1600 -->πτύσω πτύκα· τὸ δὲ πτύσσω οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἐπιπίπτειν ἕτερον ἑτέρῳ· καὶ ἀποβολῇ τοῦ τ πύκα. τὸ δὲ πτύσω, πτύξω, πτὺξ καὶ πὺξ ἐπὶ τῆς πυγμῆς, διὰ τὸ πτύσσειν τοὺς δακτύλους ἐν τῷ πυκτεύειν. Πυκινῶς. συνετῶς· φρονίμως· πυκνῶς. Πυργηδόν. δίκην πύργου.

Τὸ Π μετὰ τοῦ Ω. — Ἀρσενικόν. —

Πώγων. παρὰ τὸ πήσσω, πέπηγα, πήγων καὶ πώγων, ὁ πεπηγὼς καὶ ἑδραῖος τόπος, καὶ πωγωνίας, καὶ πωγωνιήτης, καὶ πωγωνηήτης διὰ τοῦ η. ἔστι καὶ πωγωνίας ἀστροειδὲς πυρὸς ἄθροισμα, ἔμπροσθεν ἔχον τὰς ἀκτῖνας πώγωνος δίκην. Πωλευτικός. παιδευτικός. Πωλικός. γενναῖος. Πωλοδάμνης. ὁ στράτωρ ὁ τοὺς πώλους δαμάζων. Πῶλος. ὁ ἀείδαρος ἢ ὁ νέος ἵππος. πόαλος τὶς ὤν. παράγωγον, ὡς ἵππος ἵππαλος. ὁ περὶ πόαν ἁλλόμενος. Πωλικῷ. γενναίῳ, παιδικῷ. πωλικῷ σκιρτήματι. Πῶρος. ὁ λίθος. καὶ ὄνομα κύριον. Πώρινος. ὁ λίθινος. Πωριαῖος. τραχύς. <!-- π.1601 -->Πῶρος. ὁ λίθος. παρὰ τὸν πήσω μέλλοντα πηρὸς καὶ πῶρος τροπῇ τοῦ η εἰς ω. ὡς ἀρήγω ἀρωγὸς, καὶ ῥήσσω ῥηχμὸς καὶ ῥωχμός. σημαίνει δὲ ῥῆξιν ἢ τόπον κεχαραγμένον ὑπὸ ὀμβρίων ὑδάτων. Πῶϋξ. κύριον.

— Θηλυκόν. —

Πωλεία. ἡ τοῦ ἵππου παίδευσις. Πώρωσις. ἡ ἀναισθησία. Πώϋγγες. αἱ αἴθυιαι αἱ κληθεῖσαι βοῦγγες. παρὰ τὴν βοὴν καὶ τὴν ἰϋγήν.

— Οὐδέτερον. —

Πωλητήριον. τὸ πρατήριον. Πωλιτώριον δὲ τόπος, ι. Πωλίον. τὸ πτηνόν. Πωμήριον. τὸ τοῦ τείχους καλλώπισμα. Πῶμα. τὸ σκέπασμα. πόμα δὲ τὸ πινόμενον, μικρόν. Πώπανα. εἶδος πλακούντων. μικρογραφῶ ἐγὼ τὸ πόπανα. Πῶον. ὄρος. Πῶϋ. τὸ ποίμνιον. παρὰ τὴν πόαν, ἣν νέμεται. ἢ παρὰ τὸ πῶ, τὸ πίνω, πῶϋ, ὅτι ποτῷ ἥδεται. <!-- π.1602 -->ἢ παρὰ τὸ πῶ, τὸ κτῶμαι, ἐξ οὗ καὶ πάσασθαι, τὸ κτήσασθαι. τὸ πῶϋ, τοῦ πώεος.

— Ῥῆμα. —

Πωλεύω. ἵππων ἐπιμελοῦμαι. καὶ πωλεία, ἡ τῶν ἵππων παίδευσις. Πωλῶ. τὸ πιπράσκω. παρὰ τὸ πολῶ, τὸ συναναστρέφομαι· ἐπειδὴ ὁ πωλῶν περὶ τὸν αὐτὸν τόπον ἀναστρέφεται, ἵνα θεωρῆται ὑπὸ πάντων. πολῶ τὸ ἀναστρέφομαι, μικρόν. ὁμοίως καὶ πολεῖται. πωλεῖται δὲ εἰς τὸν Ὅμηρον μέγα.

  
πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής.  
Πωλέσκετο. συνανεστρέφετο· διῆγεν. ἔστι πολῶ τὸ ἀναστρέφομαι, ὁ μέλλων πολέσω, πλεονασμῷ τοῦ κ πολέσκω, ὡς ἀρῶ, ἀρέσκω· ὁ παθητικὸς πολέσκομαι, ἐπολεσκόμην, ἐπολέσκεο, ἐπολέσκετο καὶ πολέσκετο, καὶ ἐκτάσει ποιητικῇ τοῦ ο εἰς ω μέγα πωλέσκετο. ὡς τό·

  
ἐπεπωλεῖτο στίχας ἀνδρῶν.  
Πωρωθείς. ἀπολιθωθείς. ἢ ἀναισθητήσας.

— Ἐπίῤῥημα. —

Πώμαλα; ἀντὶ τοῦ οὐδαμῶς. Πώποτε. ἀντὶ τοῦ ποτέ. ω ποῦ πόθεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: yem-aap`.
