---
title: "Lexicon: Letter Ω"
title_greek: "Λεξικόν, Ω"
author: Pseudo-Zonaras
eul_wid: yem-aax
eul_aid: yem
canonical: "https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-omega-yem-aax"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:777bbeb93b937c0cf33b21f73e1230e585fff249ef976707173bba25a49cd61b"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon: Letter Ω

*Λεξικόν, Ω*

**Author:** Pseudo-Zonaras

**eul_wid:** `yem-aax` · [HTML page](https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-omega-yem-aax)

## Text

<!-- ω.1879 -->

Ω. Τὸ Ω μετὰ τοῦ Α. — Θηλυκόν. —

Ὦια. τὸ ἄκρον τοῦ ἱματίου, ἢ ὃ καλοῦμεν περιτραχήλιον, ἤτοι περιστόμιον. τοῦτο δὲ ὁ Ἀκύλας στόμα ἐνδύματος εἴρηκεν. ἢ ἀνάκλασις τοῦ κρασπέδου. γράφεται γὰρ σὺν τῷ ι. ἔστι γὰρ ὄϊς, ὃ σημαίνει τὸ πρόβατον, ἡ γενικὴ ὄϊος. καὶ γίνεται οἶς, οἰὸς, τὸ θηλυκὸν οἶα, καὶ ἐκτάσει τοῦ ο εἰς ω ᾦα. καὶ γὰρ οἱ παλαιοὶ προβάτειον δέρμα ἐν τοῖς κρασπέδοις τῶν ἱματίων ἔβαλον.

— Οὐδέτερον. —

Ὦ. τὸ στοιχεῖον. παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἐπειδὴ τοῦτο ὑπάρχει μακρὸν καὶ πλατύ. ὁμοίως τῷ χαρακτῆρι τὴν ἐκφώνησιν ἀπηνέγκατο. Ὠὰ κτίλα. τὰ τῶν ἡμέρων ὀρνίθων ὠὰ κτίλα καλοῦνται. καὶ κτίλος ὁ ἥμερος κριός. Ὠιόν. ἔχει τὸ ι. εὕρηται γὰρ κατὰ διάστασιν. ὡς παρὰ Σαπφοῖ·

  
φασὶ δὴ ποταμὸν ὑακίνθινον Λήδαν πε-  
  
πυκαδμένον  
  
εὑρεῖν ὤϊον.  
ἀλλὰ καὶ τὰ διὰ τοῦ ῳον οὐδέτερα μονογενῆ <!-- ω.1880 -->θέλουσιν ἔχειν τὸ ι. οἷον ζῷον, ὑπερῷον, προστῷον, περιστῷον, Πτῷον, ὄνομα ὄρους. οὕτως οὖν καὶ ᾠόν. πρόσκειται μονογενῆ διὰ τὸ σῶος καὶ ὁ ζῶος, τὸ ζῶον. ταῦτα γὰρ οὐκ ἔχουσιν, ὅτι οὐκ εἰσὶ μονογενῆ βαρύτονα, οἷον ζῷον, πτῷον. τὸ δὲ ὠὸν διαλλάξαν κατὰ τὴν ἄρχουσαν διήλλαξε καὶ κατὰ τὴν τάσιν. ἐτυμολογεῖται δὲ παρὰ τὸ οἶον, μόνον γὰρ τίκτεται.

Τὸ Ω μετὰ τοῦ Β. — Ἀρσενικόν. —

Ὠβάς· Ὠβάντες. Ὤβρων. ποταμός. καὶ κλίνεται Ὤβρωνος.

— Ῥῆμα. —

Ὠβάξαι. παρὰ τῷ Πλουτάρχῳ. Ὠβέλισται. σεσημείωται, ἢ ἠθέτηται. ὁ ὀβελὸς γὰρ ἀθετήσεως σύμβολον.

Τὸ Ω μετὰ τοῦ Γ. — Ἀρσενικόν. —

Ὤγ. κύριον. ὃς ἦν μέγας καὶ ῥώμῃ σώματος πολυθρύλλητος. φασὶ γὰρ αὐτὸν καὶ κλίνῃ <!-- ω.1881 -->σιδηρᾷ κεχρῆσθαι, ἐννέα πηχῶν τὸ μῆκος, πέντε δὲ εὖρος ἐχούσῃ. Ὦγες. ἔθνος. Ὤγυγος. κύριον. καὶ Ὠγύγιος. οὗτος ἀρχαῖος βασιλεὺς ἦν Θηβῶν. ἐκ τούτου γοῦν καὶ πᾶν τὸ ἀρχαῖον ὠγύγιον καλοῦσι.

— Θηλυκόν. —

Ὠγύγιαι. ἀρχαῖαι. ὠγύγιαι πύλαι. Ὠγυγία νῆσος. Ὤγυρις. λίμνη. Ὠγύγιον. ἀρχαῖον, παλαιόν. Ὠγύγιον βλέμμα. τὸ τοῦ Ὠγυγίου.

— Ῥῆμα. —

Ὦιγον. σὺν τῷ ι. ἀπὸ τοῦ οἴγω, τὸ ἀνοίγω, ἐγένετο. καὶ τροπῇ τοῦ ο εἰς ω. ὥσπερ οἴχομαι, ᾠχόμην, οἰκῶ, ᾤκουν. τούτου τὸ δεύτερον πρόσωπον ᾦγες, καὶ ᾦγε τὸ τρίτον.

Τὸ Ω μετὰ τοῦ Δ. — Ἀρσενικόν. —

Ὠιδικός. μουσικὸς, εὔλαλος. καὶ ὁ ὄρνις ἦν ᾠδικός. Ὡδοιδόκος. ὁ λῃστής· ὁ τὰς ὁδοὺς δοκῶν καὶ ἐπιτηρῶν.

— Θηλυκόν. —

Ὠιδή. ὅσα θεωρίας ἔχεται ψιλῆς καὶ θεολογίας. ὥστε ὁ ψαλμὸς λόγος ἐστὶ μουσικὸς, ὅταν εὐρύθμως κατὰ τοὺς ἁρμονικοὺς λόγους πρὸς τὸ <!-- ω.1882 -->ὄργανον κρούηται. ἢ ᾠδή ἐστι φωνὴ ἐμμελὴς, ἀποδιδομένη ἐναρμονίως ἄνευ τῆς συνηχήσεως τοῦ ὀργάνου. Ὠδὶν καὶ ὠδίς. ὁ τόκος. ἢ ὁ καιρὸς τοῦ τοκετοῦ.

— Οὐδέτερον. —

Ὠιδεῖον. τὸ σχολεῖον.

— Ῥῆμα. —

Ὠιδηκυῖα. ἀπὸ τοῦ οἰδαίνω, τὸ ἐξογκῶ. Ὠδίνω. τὸ γεννῶ. Ὡδοιδόκουν. ἐλῄστευον. Ὡδοιπορηκώς. ὁδεύσας. ὁδοιπορικῶς δὲ, ἐπίῤῥημα, μικρὸν καὶ ι. Ὠδύσσατο. ὠργίσθη. παρὰ τὴν ὀδύνην, ὅ ἐστι παρὰ τὸ ἔδω, τὸ ἐσθίω. Ὠδώδει. δυσωδίαν εἶχε. ὄδωδε δὲ μικρὸν καὶ μέγα. Ὦιδε. ἀντὶ τοῦ ἐνταῦθα. ὧδε δὲ, ἀντὶ τοῦ κατὰ τοῦτον τὸν τρόπον, δασύνεται. Ὠδί. ἀντὶ τοῦ ἐνταῦθα. καὶ ὡδὶ ἀντὶ τοῦ κατὰ τοῦτον τὸν τρόπον.

Τὸ Ω μετὰ τοῦ Ε. — Ῥῆμα. —

Ὤιετο. ὑπελάμβανεν.

Τὸ Ω μετὰ τοῦ Η. — Ῥῆμα. —

Ὠήθην. ὑπέλαβον. <!-- ω.1883 -->

Τὸ Ω μετὰ τοῦ Θ. — Ἀρσενικόν. —

Ὠθισμός. διωγμός. ἢ ἀγανάκτησις. ἀντωθησμὸς δὲ, ἦτα.

— Ῥῆμα. —

Ὠθίζω. ἀγανακτῶ. ἐπὶ ἐνεστῶτος. Ὤθισμαι. Ὠθήσω. Ὤθω. τὸ ἀποδιώκω.

Τὸ Ω μετὰ τοῦ Ι. — Ῥῆμα. —

Ὤϊξεν. ἤνοιξεν. ἀπὸ τοῦ οἴγω οἴξω, ᾤξω, καὶ ἐν διαλύσει ὤϊξα. Ὠΐγνυντο. ἀνεώγνυντο. ἀπὸ τοῦ οἴγω, οἰγνῶ, οἰγνύω.

Τὸ Ω μετὰ τοῦ Κ. — Ἀρσενικόν. —

Ὠκεανός. ποταμὸς ὁ τὴν οἰκουμένην περικυκλῶν. παρὰ τὸ ὠκέως νάειν. ἢ παρὰ τὸ ὠκέως ἀνύεσθαι. <!-- ω.1884 -->Ὤκιστος. ταχύτατος. Ὠκίναρος. ποταμός. Ὠκύς. ταχύς. παρὰ τὴν ἀκὴν, ἥτις δηλοῖ τὴν ὀξύτητα, γίνεται ἀκὺς καὶ τροπῇ τοῦ α εἰς ω ὠκύς. ὡς τέκμαρ τέκμωρ, καὶ ὡς φαριαμὸς, παρὰ τὸ φάρη, φαριαμὸς καὶ φωριαμός. τὸ δὲ ὠκὺς γίνεται παρὰ τὴν ἀκὴν, ὡς προείπομεν. ἢ παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ. Ὠκύαλος. ταχὺς διὰ θαλάσσης. Ὠκύμορος. ταχυθάνατος. Ὠκυπόρος. ὁ ταχέως πορῶν.

— Θηλυκόν. —

Ὠκάς. ἡ δίωξις. καὶ ἡ ἰωκή. Ὠκαλέη. πόλις. Ὠκεανῖτις ῥοή. ἡ τοῦ ὠκεανοῦ. Ὠκεῖα. ταχυτάτη. Ὠκύαλος ναῦς. ἡ ταχυτάτη.

— Οὐδέτερον. —

Ὤκιμον. τὸ βασιλικόν. Ὠκτόν. τὸ διωκτόν. Ὠκύ. τὸ ταχύ.

— Ῥῆμα. —

Ὤικεον, ᾤκουν. ἀντὶ τοῦ κατῴκουν. <!-- ω.1885 -->Ὤκειλον, ὤκειλε. προσεπέλασεν, ἤγγισεν. Ὤικησεν. ἔμεινεν. ᾤκισεν δὲ ἕτερον, καὶ ᾤκισεν ἀντὶ τοῦ ἔκτισεν, ι. Ὤκλασεν. ἠτόνησεν. Ὠικονομήσαμεν. ὠφελήσαμεν.

Τὸ Ω μετὰ τοῦ Λ. — Ἀρσενικόν. —

Ὤλενος. ποταμὸς καὶ ζῶον. Ὤλλοι. ἔθνος. καὶ οἱ ἄλλοι.

— Θηλυκόν. —

Ὠλέναι. αἱ ἀγκάλαι, ἢ πήχεις τῶν χειρῶν. ἢ αἱ χεῖρες, ἢ αἱ παλάμαι. ἀπὸ τοῦ διʼ αὐτῶν ἐλοῦσθαι τὰς πράξεις, τουτέστι πληροῦσθαι. οὕτω Σωρανός. Ὠλεσίκαρπος. ἡ ἀπώλλουσα τοὺς καρπούς.

  
ἰτέαι τʼ ὠλεσίκαρποι.  
ὀλεσίοικος δὲ γυνὴ, ἡ ἀπώλλουσα τὸν οἶκον, μικρόν. Ὠλενία. πέτρα. Ὦλκα. τὴν αὔλακα. παρὰ τὸ ἕλξω, τροπῇ τοῦ ε εἰς ο καὶ ἐκτάσει τοῦ ο εἰς ω, ὦλξ. Ὠλέκρανον. ὁ ἀγκών.

— Ῥῆμα. —

Ὤλα καὶ ὤλετο. ἀντὶ τοῦ ἀπώλετο. καὶ ὤλεκα καὶ ὠλέκειν. <!-- ω.1886 -->Ὤλισθεν καὶ ὠλίσθησεν. ἀντὶ τοῦ ἔπεσεν. Ὠλώλειν καὶ ὠλωλέκειν. ὄλωλα δὲ μικρὸν καὶ μέγα.

Τὸ Ω μετὰ τοῦ Μ. — Ἀρσενικόν. —

Ὠμηστής. ὁ ὠμὰ ἐσθίων. καὶ ὠμηστὶ, ἐπίῤῥημα. Ὠμοβόρος. ὁ ὠμὰ ἐσθίων. Ὠμογέρων. ὁ παρʼ ἡλικίαν γηράσας. οὗ ἡ κεφαλὴ οὐκ ἐκπολιώθη. Ὠμός. ἀπηνὴς, σκληρός. Ὦμος. τὰ μετάφρενα. παρὰ τὸ ὦ, τὸ ὑπάρχω. ὁ ὑπομένων τὰ βάρη καὶ τὰ φορτία. ἢ παρὰ τὸν οἴσω μέλλοντα, ἐφʼ οὗ φέρομεν τὰ φορτία, γέγονεν οἶμος, καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω μέγα ὦμος. ὡς ἐκ τοῦ ἐναντίου ἀγκὼν ἀγκώνη ἔδει λέγεσθαι, τροπῇ τοῦ ω εἰς οι ἀγκοίνη. τοιοῦτον καὶ τὸ θοίνη, ἀπὸ τοῦ θῶ, τὸ τρέφω ἢ τὸ θηλάζω.

— Θηλυκόν. —

Ὠμοτάτη. χαλεπωτάτη. Ὠμή. ἡ σκληρά. ὁμὴ δὲ, ἡ ὁμοία, μικρόν.

— Οὐδέτερον. —

Ὠμόν. ἀπηνὲς, σκληρὸν, χαλεπόν. ἢ ὠμὸν τὸ μὴ εἰς πέψιν ἐλθὸν, ὡς καὶ τὴν ἔξω τροφὴν <!-- ω.1887 -->ὠμὴν λέγομεν, οὔτε ἑψημένην οὔτε ὀπτημένην. παρὰ τὸ ὦ, τὸ ὑπάρχω, οἱονεὶ ἐν ταυτότητι ὑπάρχον καὶ μὴ μεταβληθέν. Ὠμοβοΐνον. ἡ βύρσα. ὠμοβόειον δὲ, δίφθογγον. Ὠμόλινον. τὸ ἐπὶ τῶν ὤμων. Ὠμοφόριον. ......

— Ῥῆμα. —

Ὡμάδευσεν. ἐσώρευσεν. Ὡμάρτησεν. ἠκολούθησεν. Ὡμήρησεν. συνέτυχε· συνήντησεν. ὅθεν καὶ ὅμηρον τὸ ἐνέχυρον, παρὰ τὸ συνεῖναι τοῖς λαμβάνουσιν.

  
ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς.  
ἀπὸ μεταφορᾶς τῶν ὁμοῦ ἐρεσσόντων. ἢ ἀπὸ τοῦ ἅμα ἀρηρέναι. Ὤιμην. ὑπέλαβον. Ὤμνυ. ὤμνυεν. Ὠμοτόκησεν. ἐδυστόκησεν. ἢ παρὰ τὸν καιρὸν τὸ βρέφος προήγαγεν. Ὡμορηκυῖα. γειτονοῦσα. Ὡμοφρονηκώς. ὁ τὰ ὅμοια φρονήσας. Ὠμωμώκει. ἀντὶ τοῦ ὤμοσεν. ὀμώμοκε δὲ, μικρὸν, μέγα καὶ μικρόν. ὠμόμοστο δὲ μέγα καὶ μικρά. Ὤιμοξεν. ἐστέναξεν. Ὠμισάμενος. ἐπὶ τῶν ὤμων λαβών.

— Ἐπίῤῥημα. —

Ὠμαδόν. ἐπὶ τῶν ὤμων. <!-- ω.1888 -->Ὤμοι. φεῦ μοι. Ὠμῶς. σκληρῶς, ἀπηνῶς, χαλεπῶς. ὁμῶς δὲ, ἀντὶ τοῦ ὁμοίως, μικρόν.

Τὸ Ω μετὰ τοῦ Ν. — Ἀρσενικόν. —

Ὤναρος. κύριον. Ὠνητός. ἀγοραστός. Ὥνθρωπος. ὁ ἄνθρωπος. Ὠνθυλευμένος. ὁ κοπρίας γέμων. μικρὸν ἐγὼ γράφω τὸ ὀνθυλευόμενος.

— Θηλυκόν. —

Ὠνή. ἡ ἀγορασία. καὶ ὦνος ἡ ἀγορασία καὶ ἡ τιμή.

— Οὐδέτερον. —

Ὤνια. τὰ εἰς ἀγορὰν προτιθέμενα καὶ πιπρασκόμενα.

— Ῥῆμα. —

Ὠνεῖτο. ὠφελεῖτο. καὶ ἀντὶ τοῦ ἠγόραζεν. Ὠνῆσαι. ἀγοράσαι. Ὠνοσάμην. ἐμεμψάμην. Ὠινοχόει. ἐκίρνα. Ὠνομασμένος. ὀνομαζόμενος δὲ, μικρόν. Ὤν. ἀντὶ τοῦ ὑπάρχων.

Τὸ Ω μετὰ τοῦ Ξ.

Ὦξος. ὄνομα ποταμοῦ. Ὦιξεν. ἀνέῳξεν. <!-- ω.1889 -->

Τὸ Ω μετὰ τοῦ Ο.

Ὠοκάταξις. κύριον. Ὤιοντο. ἐνόμιζον· ὑπελάμβανον. Ὠιόμην. ὑπώπτευον. ὑπελάμβανον. Ὠοτοκῶ. ......

Τὸ Ω μετὰ τοῦ Π. — Ἀρσενικόν. —

Ὦπες. οἱ ὀφθαλμοί. οἷον ὀπαὶ τινὲς οὖσαι τῆς ψυχῆς. διʼ ὧν τὸ κατάστημα αὐτῆς θεωρεῖται. λέγεται δὲ καὶ ὑπώπια τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιδνώματα. ὡς δέ τινες, ὅτι ὀπῇ καὶ τρυπήματι ἐοίκασιν. ὅθεν καὶ ὀπήτιον, τὸ ποιοῦν ὀπήν. Ὠιπόλος. ὁ αἰπόλος. Ὦπις. πόλις καὶ γῆ. Ὤπασε. παρέσχεν, ἔδωκεν, ἐχαρίσατο. Ὤπαζε. κατόπιν ἐδίωκεν. Ὡπλίσατο. παρεσκευάσθη. Ὦπται. τεθέαται. Ὠπτῆσθαι. ὀπτηθῆναι δὲ, μικρόν. Ὤπυεν. ὡμίλει ἐν συνουσίᾳ. ἀπὸ τῆς ὀπός. ἢ παρὰ τὸ ἕπεσθαι ἀνδρί. καὶ γὰρ δάμαρ παρὰ τὸ δαμάζεσθαι καὶ ὑπεζεῦχθαι ἀνδρί. ἢ τροπῇ τοῦ π εἰς μ, ὤμυεν, ἀπὸ τοῦ ὁμοῦ ἰέναι. Ὠπώπει. εἶδεν. ὄπωπα δὲ, μικρὸν καὶ μέγα. <!-- ω.1890 -->

Τὸ Ω μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —

Ὤρ· Ὠρασμάδης· Ὡράτιος· Ὠρήβ· Ὠριγένης· Ὠρικίων. ὀνόματα κύρια. Ὠρεός. τόπος καὶ πόλις. Ὠρεῖται. ἐθνικόν. Ὡρειάρειος. ....... Ὤριστος. ὁ ἄριστος. βοιωτικῶς ἐτράπη τὸ α εἰς ω. Ὅμηρος·

  
οἴχετʼ ἀνὴρ ὤριστος—.  
Ὠρόψιος. κύριον. Ὡροσκόπος. ὁ σκοπεύων τὴν ὥραν. Ὧρος. ὁ καιρὸς, ἢ ὁ ἐνιαυτός. οἷον·

  
ἐννέωρος βασίλευε.  
παρὰ τὰς ὥρας, ὅ ἐστι τὰς τροπὰς, ἃς περιέχει. τὸ δὲ ὥρα παρὰ τὸ ὡρεῖν, ἡ φυλάττουσα τεταγμένον τὸν ἴδιον καιρόν. ἢ παρὰ τὸ ὁρίζειν, ὅρα καὶ ὥρα ἐκτάσει τοῦ ο εἰς ω. καὶ Ὧραι αἱ πυλωροί. παρὰ τὸ ὡρεῖν καὶ φυλάσσειν. Ὡραῖος. ὁ εὔμορφος. καὶ ὡραῖος ὁ ἀκμαῖος.

— Θηλυκόν. —

Ὥρα. ἡ εὐμορφία, τὸ κάλλος. ἡ τροπή. ἡ φροντίς. καὶ ὥρα ἡ τὸν τοῦ ἡλίου δρόμον <!-- ω.1891 -->ἐμφαίνουσα κατανόησις. ἢ καρπῶν διαφόρων συνδρομή. Ὤρεσι. γυναιξί. παρὰ τὸ ὁμοῦ ἀρηρέναι καὶ συνηρμόσθαι ἀνδρί. ὅθεν καὶ ξυνωρίς. παρὰ τὸ ξυνηρμόσθαι γίνεται ὄαρος, ἡ εὐθεῖα τῶν πληθυντικῶν ὄαροι, καὶ κατὰ μεταπλασμὸν ὄαρες, καὶ κατὰ συναίρεσιν ὦρες. ὁ δὲ Μιλήσιος Ὦρος λέγει, ὅτι παρὰ τὸ ὁμοῦ ἀρηρέναι ὄαρ, καὶ καθʼ ὑπερβιβασμὸν ἄορ, καὶ κατὰ συναλοιφὴν ὦρ. Ὠρείθυια. θεά. Ὡρικημείραξ. ἡ εὔμορφος. Ὠρικία. χώρα. Ὡρογραφίαι. αἱ κατʼ ἐνιαυτὸν ἀναγραφαὶ γινόμεναι τῶν ἐν ταῖς πόλεσιν. ὧρος γὰρ ὁ ἐνιαυτός. Ὠρωπία χώρα. καὶ Ὠροπὸς, πόλις. καὶ Ὠρόπιος, τοπικόν. <!-- ω.1892 -->

— Οὐδέτερον. —

Ὡραῖον. εὔμορφον. ἰστέον, ὅτι ὡραῖον καὶ κάλλος διαφέρει, ὅτι τὸ μὲν ὡραῖον λέγεται τὸ συμπεπληρωμένον εἰς τὸν ἐπιτήδειον καιρὸν πρὸς τὴν οἰκείαν ἀκμήν· καὶ ὡραῖος ὁ σῖτος ὁ ὥριμος ἤδη πρὸς θερισμόν· καὶ ὡραῖος ὁ καρπὸς τῆς ἀμπέλου, ὁ τὴν οἰκείαν πέψιν εἰς τελείωσιν ἑαυτοῦ διὰ τῆς τοῦ ἔτους ὥρας ἀπολαύων, καὶ ἐπιτήδειος εἰς ἀπόλαυσιν γεγονώς· κάλλος δὲ, τὸ ἐν τῇ θέσει τῶν μελῶν εὐάρμοστον, καὶ ἐπανθοῦσαν αὐτῷ τὴν χάριν ἔχον. Ὡρολογεῖον. λέγειν γὰρ τὸ μετρεῖν.

— Ῥῆμα. —

Ὡρακίσας. ἐκκαυθείς. δειλιάσας. καὶ ὡρακίζειν παρὰ τὸ αἰκίζεσθαι τὴν ὥραν, τουτέστι τὴν μορφὴν, ἀπὸ τοῦ ὠχριᾷν δηλονότι καὶ ἀποψυχεῖν. <!-- ω.1893 -->Ὠρεχθήτην. ἐξετείνοντο. Ὡρισμένον. τὸ οἱονεὶ περιωρισμένον, καὶ μὴ εἰς πολλὰ ἐκτεινόμενον. οἷον λευκὸν χρῶμα, τρεῖς ἄνδρες ἢ τέσσαρες. Ὤρινε. διήγειρε. Ὡρίσθω. καὶ ὑπερωρίσθω. Ὠρίνθη. διηγέρθη. Ὤργων. ἐμαινόμην. Ὡρκωμότει. ἐπὶ παρατατικοῦ. Ὤρθρου. τρίτον πρόσωπον παρατατικοῦ. ὄρθρου δὲ, προστακτικὸς, μικρόν. Ὠρεῖν. ἀντὶ τοῦ φυλάσσειν. ὁρῇν δὲ, ἀντὶ τοῦ ὁρᾷν, μικρὸν καὶ η. Ὥρμει. ἐπὶ ἀψύχων. οἷον ὥρμει ἡ ναῦς. ὥρμη δὲ, ἐπὶ ἀνθρώπου καὶ λέοντος καὶ τῶν ἐμψύχων, η. Ὡρμῆσθαι. παρακείμενος. Ὡρμημένος. <!-- ω.1894 -->Ὥρμενος. ὁρμώμενος. Ὤρνυτο. διηγείρετο. Ὠροφωμένος. ἐστεγασμένος. Ὤρορε. διετάραξεν. ἢ διήγειρεν. ἢ ἐκίνησεν. ἀπὸ τοῦ ὄρω, ὦρα, ὤρορεν. Ὦρσε. διήγειρεν. Ὠρύω. τὸ κλαίω. παρὰ τὸ αὔω, τὸ φωνῶ, γίνεται ἀωρύω, καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ω ὠρύω. καὶ ὠρυομένων, ἀντὶ τοῦ βοώντων. κυρίως δὲ λέγεται ἐπὶ τῶν λεόντων καὶ λύκων. Ὡρικώς. ὁρίσας, συναθροίσας. Ὠρῶ. τὸ φυλάσσω.

Τὸ Ω μετὰ τοῦ Σ. — Ἀρσενικόν. —

Ὡσαννά. σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις, ἢ ἁπλῶς ὕμνος. Ὠσηέ. κύριον. <!-- ω.1895 -->Ὠσμός. ὁ ὠθισμός. Ὠστεγανοί. ἐθνικόν. Ὠστέος. ἀποδιωκτέος. Ὦσχος. ὁ κλάδος.

— Θηλυκόν. —

Ὦσις. ἡ δίωξις. καὶ Ὦσις, ὄνομα κύριον. Ὠστεία. ὄνομα νήσου. ὀστία δὲ, οἱ λιμένες, μικρὸν καὶ ι. καὶ ὀστία, ἡ θύρα, ὁμοίως.

— Οὐδέτερον. —

Ὠσίν. ὠτίοις. ἡ εὐθεῖα τὸ οὖς, καὶ κλίνεται ὠτὸς, τὰ ὦτα, τοῖς ὠσίν. Ὠσχοφορία. ἑορτή. παρὰ τὸ οἴχη, ὃ σημαίνει τὴν ἄμπελον.

— Ῥῆμα. —

Ὠσθῆναι. διωχθῆναι. Ὠσμένος. δεδιωγμένος. Ὠστίσαι. διῶξαι. <!-- ω.1896 -->Ὡσεί. ἐπίῤῥημα παρέλκον, ἤτοι ἐπακολουθοῦν. προσέλαβε γὰρ τὸ τῆς παραβολῆς ὡς, καὶ τὸν εἰ σύνδεσμον συναπτικόν.

Τὸ Ω μετὰ τοῦ Τ. — Ἀρσενικόν. —

Ὤτακος. ὁ ἄπορος. Ὦ τάν. ὦ φίλε. ὦ σὺ ἑταῖρε. λέγεται καὶ ἐπὶ εἰρωνείας. ὡς παρὰ τὸ μέγιστος μεγιστὰν, καὶ Ἑρμῆς Ἑρμὰν, οὕτω καὶ παρὰ τὸ ἔτης, ὁ συνήθης, γίνεται ὦ ἐτὰν, καὶ κατὰ συναλοιφὴν ὦ τάν. Ὤτιος καὶ Ὦτος. κύρια. Ὦτος. κύριον. καὶ τὸ ὄρνεον. Ὠτόεις. ὁ ὦτα μεγάλα ἔχων. Ὠτάγρα. εἶδος ὀργάνου. Ὠτίς. ζῶον, ἣν ὠτίδα λέγουσιν. <!-- ω.1897 -->Ὠτειλή. τὸ τραῦμα. ἡ οὐλή. παρὰ τὸν οὐτήσω μέλλοντα, οὐτηλὴ καὶ ὠτειλὴ, τροπῇ τοῦ ου εἰς ω καὶ τοῦ η εἰς τὸν ει δίφθογγον βοιωτικῶς. Ὦτα. τὰ ὦτα. Ἀπολλόδωρος παρὰ τὸ δέχεσθαι τὴν ὄσσαν. οἱ δὲ, διʼ ὧν ὠθεῖται ἡ φωνή. οἱ δὲ κατὰ μετάθεσιν τοῦ π εἰς τ, ὦπα τινὰ ὄντα, παρὰ τὸ ὀπὰς τινὰ ἔχειν. Ὠτίδειον ὠόν. τὸ τῆς ὠτίδος. ὠτίδιον δὲ, ἡ μικρὰ ὠτὶς, ι. Ὠτοκοπεῖ. ἐνοχλεῖ τὰ ὦτα. Ὠτακουστεῖ. περιέργως ἀκούει. Ὠτοκωφεῖ. βαρέως ἀκούει.

Τὸ Ω μετὰ τοῦ Υ.

Ὠϋτός. ὅ ἐστιν ὁ αὐτὸς, καὶ κράσει τοῦ ο καὶ α εἰς ω μέγα ὠϋτός.

Τὸ Ω μετὰ τοῦ Φ. — Ἀρσενικόν. —

Ὠφελιμώτατος. Ὠφέλεια. παρὰ δὲ τῷ Εὐριπίδῃ εὕρηται καὶ ὠφελία. Ὠφθίς. πόλις. ὀφθεὶς δὲ, ὁ φανεὶς, μικρὸν καὶ δίφθογγον. <!-- ω.1898 -->Ὠφελεῖσθαι. ἐπὶ ἐνεστῶτος. ὠφελῆσθαι δὲ, ἐπὶ παρακειμένου, η. Ὠφελούμενος· ὠφελημένος· ὤφελες καὶ ὤφελε. μεγάλα. Ὤφελον. μετὰ ἀπαρεμφάτου κείμενον διὰ τοῦ ω γράφεται. ὡς τὸ, ὤφελον ποιῆσαι τόδε. ὅταν δὲ παρῳχημένον ἢ εὐκτικὸν ἔχῃ ἔμπροσθεν, διὰ τοῦ ο μικροῦ. ὡς τὸ, ὄφελον ἐγένετο ταῦτα, καὶ ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου. Ὠφρυωμένος. ἐπῃρμένος.

Τὸ Ω μετὰ τοῦ Χ. — Ἀρσενικόν. —

Ὦχρος καὶ ὠχρὸς διαφέρει. ὦχρος λέγεται αὐτὴ ἡ ὠχρίωσις. ὠχρὸς δὲ ὁ ἄνθρωπος ὁ μετεσχηκὼς τῆς ὠριάσεως. ἔστιν ἄχροος, παρὰ τὸ χροῦς, χροὸς, εἶτα καθʼ ὑπερβιβασμὸν ἄωχρος, κατὰ κρᾶσιν ὦχρος βαρυτόνως· τὰ γὰρ εἰς ος δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ ὑποκειμένου τοῦ ι, βαρύνονται. ὦμος, ὦρος. πρόσκειται μὴ ὑποκειμένου τοῦ ι, διὰ τοῦ ὠδός.

  
—ὦχρος δέ μιν εἷλε παρειάς.  
καὶ ὦχροι ἐν τοῖς ὀσπρίοις χλωρὰ τινὰ εὑρίσκεται, ἅπερ ἀπὸ τῆς χροιᾶς οὕτω λέγει. οὕτως Ἡρακλείδης. ὠχρὸς ἦν αὐτοῦ ὁ χρώς. <!-- ω.1899 -->ἄωχρον ἦν αὐτοῦ τὸ σῶμα. ὁ χρὼς δέ σου ὠχρός ἐστι, μέγα καὶ μικρόν. Ὦχρος. εἶδος ὀσπρίου. τοῦ Ψελλοῦ· κογχύλια τὰ ὄστρεα, ὦχρος εἶδος ὀσπρίου. Ὤχετο. ἐπορεύετο. καὶ ᾤχοντο. Ὠχημένος. ἐκ τοῦ οἰχῶ. Ὠιχόμεθα. ἐπορεύθῃμεν.

  
ᾠχόμεθʼ ἐς Θήβην ἰετίωνος.  
Ὠχυρωμένος. ὀχυρούμενος δὲ, μικρόν. <!-- ω.1900 -->Ὤιχωκε καὶ ᾤχωκα. οἰχῶ, ᾤχηκα, τροπῇ τοῦ η εἰς ω ᾤχωκα καὶ τὸ τρίτον ᾤχωκε.

Τὸ Ω μετὰ τοῦ Ψ.

Ὤψ. ὁ ὀφθαλμός. καὶ κλίνεται ὠκός. ὂψ δὲ, ἡ φωνὴ, μικρόν. Ὦψαν. εἶδον, ἔβλεψαν. Ὠψισμένον. βραδέως γινόμενον. Ὠψίσθη. ἐβράδυνεν. Ὠψωνηκότες. ὀψωνήσαντες δὲ, μικρόν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: yem-aax`.
