---
title: "Lexicon: Letter Ν"
title_greek: "Λεξικόν, Ν"
author: Pseudo-Zonaras
eul_wid: yem-aam
eul_aid: yem
canonical: "https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-nu-yem-aam"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:bf247e3e24c664a9c99c4cc4eda68181ad2991fb81a6291865d88004370e0325"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon: Letter Ν

*Λεξικόν, Ν*

**Author:** Pseudo-Zonaras

**eul_wid:** `yem-aam` · [HTML page](https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-nu-yem-aam)

## Text

<!-- ν.1383 -->

Ν. Τὸ Ν μετὰ τοῦ Α. — Ἀρσενικόν. —

Ναασσών. οὗτος ἕκτος ἀπὸ Ἰούδα ὢν θυγατέρα τοῦ Ἀαρὼν ἠγάγετο. χρὴ οὖν ἐπισημήνασθαι, ὅτι ἐνταῦθα συνήφθη ἡ βασιλικὴ φυλὴ τῇ ἱερατικῇ καὶ λευϊτικῇ· ἐκ γὰρ τοῦ Λευῒ Ἀαρών. Ναβουθαί. κύριον. Νάβης. κύριον. Ναβουζαρδᾶς. ἑρμηνεύεται γαστρίμαργος. Ναζιραῖος. μόναχος, ἡγιασμένος καὶ ἀφιερωμένος τῷ θεῷ. Ναζωραῖος. ἅγιος ἑρμηνεύεται. ἢ κατά τινας ἄνθος. εὑρίσκεται τοῦτο παρὰ πολλοῖς τὸ ὄνομα. <!-- ν.1384 -->Ναίεθος καὶ Ναῖσος. ποταμοί. Νέσος δὲ, κύριον, ψιλόν. Νακοτίλται. οἱ τῶν προβάτων κουρεῖς· νάκη γὰρ τὰ δέρματα. Νάνοι καὶ νανοφυεῖς. οἱ κολοβοὶ τῶν ἀνθρώπων καὶ μὴ αὐξανόμενοι. παρὰ τὸ ἄνω ἄνος, καὶ μετὰ τοῦ νὴ στερητικοῦ νήανος, καὶ κατὰ συγκοπὴν νάνος καὶ νάνοι. Ναός. ἑτέρα οὐσία τοῦ κατοικοῦντος παρὰ τὸ κατοικοῦν. Νασμός. ὄμβρος. ἀπὸ τοῦ νάω, τὸ ῥέω. ὅθεν καὶ νᾶμα καὶ ναύτης. Ναστῆρας. οἰκήτορας. καὶ ναατῆρας. <!-- ν.1385 -->Νασσαραῖοι. οὗτοι θυσίας μὲν οὐ θύουσιν, οὐδὲ ἐμψύχων μετέχουσιν· ἀρνοῦνται δὲ τὴν πεντάτευχον, τὸν Μωσῆν δεχόμενοι, καὶ λέγοντες, ὡς οὐ ταύτην τὴν εὑρισκομένην νομοθεσίαν, ἀλλʼ ἑτέραν ὁ Μωσῆς ἐδέξατο. Ναύαιθος. κύριον. Ναυῆ. κύριον. Ναβὶ δὲ καὶ Νεμὶν, ι. Ναύαιθος. ποταμὸς Ἰταλίας. τῶν ἐξ Ἰλίου πλεόντων Ἑλλήνων κατήχθησαν εἰς τὸν ποταμὸν τοῦτον. αἱ δὲ αἰχμάλωτοι, εὐλαβούμεναι τὴν ἐν τῇ Ἑλλάδι δουλείαν καὶ τὴν ἐσομένην ζηλοτυπίαν τῶν γυναικῶν αὐτῶν, ἐνέπρησαν τὰς ναῦς. καὶ ὁ μὲν ποταμὸς ὠνόμασται Ναύαιθος ἀπὸ τοῦ αἴθω, τὸ καίω, αἱ δὲ γυναῖκες ναυπρηστίδες, αἱ δὲ νῆες πρηστίδες. Ναύαρχος. ὁ τῶν νηῶν ἄρχων. Ναυσιπόρος. ὁ διὰ τῆς νηὸς περῶν. Ναύσταθμος. ὁ λιμήν. Ναύλοχος. ὁ λιμὴν, ἐν ᾧ αἱ νῆες κοιμῶνται. ὅθεν καὶ εὐναὶ αἱ ἀγκύραι· εὐνάζουσι γὰρ τὴν ναῦν. Ναυτίλος. ὁ ναύτης. <!-- ν.1386 -->Νάρθηξ. παρὰ τὸ νέρθεν, οἷον κάτωθεν τοῦ ἄμβωνος κεῖσθαι. σημαίνει δὲ καὶ τὸ κοινῶς λεγόμενον ναρθήκιον, καὶ γίνεται παρὰ τὸ νεαρὸν, ὃ σημαίνει τὸ ὑγρόν.

— Θηλυκόν. —

Ναῦλα. εἶδος ὀργάνου. Νακώλεια. τόπος. Ναΐδες. αἱ Νύμφαι. Νάξος καὶ Ναξία. νῆσος. Νάπη. τὸ ἔδαφος. ἢ ὕλη, ἢ ὀρεινὸς τόπος. Νάρκη. ἔκλυσις μελῶν, καὶ ὄνομα ἰχθύος. Ναύπακτος. παρὰ τὸ ναυπήγιον γενέσθαι τῶν Ἡρακλειδῶν ἐκεῖ. Ναυσικάα. ταῖς ναυσὶ κεκασμένη. Ναυαγία. κλυδωνισμὸς, ὡς εὐπραγία. Ναῦς. τὰς νῆας. τὸ δὲ νῆας ἀπὸ τοῦ νῆσαι, τὸ σωρεῦσαι. Ναυμαχία. ἡ διὰ πλοίων μάχη. Ναῦφιν. ἤτοι ταῖς ναυσί. κρᾶσις ἐστὶ τοῦ α καὶ ο εἰς τὴν αυ δίφθοργον. ἀπὸ τοῦ ναῦς γὰρ, ναὸς, γίνεται ναόφιν καὶ ναῦφιν. οἷον·

  
ναῦφιν ἀμυνόμενοι—  
ἀντὶ τοῦ ἐκ τῶν νεῶν ἀποσοβοῦντες. <!-- ν.1387 -->Ναύπλιος. ἡ ἐν θαλάσσῃ πρόοδος. καὶ ναυπλίειον. Ναυτιλία. ἡ ναυτική. Ναυτία. Ναυτιῶ. τὸ κλυδωνίζομαι, ἢ μεταφέρομαι ἀπὸ ἑνὸς τόπου εἰς ἄλλον. ἢ καταποντίσαι. Νάφθα. τὸ θεῖον. ἢ πίσσα ὑδατώδης. Ναχιάστεως. τόπος.

— Οὐδέτερον. —

Ναζώρειον. ὄρος. Νάκεσι. δέρμασιν αἰγείοις. καὶ νάκη ἐπὶ θηλυκοῦ. κωδία καὶ κώδιον, τὸ τοῦ προβάτου. Ναστόν. μεστόν· πλῆρες· σκληρόν. Νᾶμα. ποτόν· ὕδωρ. ἀπὸ τοῦ νάω, τὸ ῥέω. Νάπυ. τὸ σίνηπι. κατὰ στέρησιν τοῦ ἠπίου διὰ τὴν δριμύτητα.

— Ῥῆμα. —

Νάει. ῥεῖ. Ναίω. τὸ οἰκῶ. ναίων Ἰωνᾶς ἐν μυχοῖς θαλαττίοις. Ναιετάωσιν. οἰκοῦσι. ἀπὸ τοῦ ναίω, ναιέτης, ναιετῶ, ὡς κυνηγέτης, κυνηγετῶ. καὶ ἔδει μὲν ναιετάουσιν, ὡς βοάουσιν· ἀλλʼ ἔστιν ὅμοιον τῷ ἱδρῶσα. Ναυλοχῶ. τὸ ἐλλιμενίζω. Ναυτιλλόμενοι. οἱ πλέοντες ναῦται. Νάσσα. ἔκτισα. Ὅμηρος·

  
καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ  
  
ἔτευξα.  
<!-- ν.1388 -->

— Ἐπίῤῥημα. —

Ναὶ μήν. ὄντως· δή. Ναίχι. ἀντὶ τοῦ ναὶ, Ἀττικῶς.

Τὸ Ν μετὰ τοῦ Ε. — Ἀρσενικόν. —

Νεανίσκος. ἀπὸ ἐτῶν εἴκοσι τριῶν ἕως ἐτῶν τριακοντατεσσάρων ἢ τεσσαρακονταενός. Νεανίας. παρὰ τὸ νέος γέγονε νεὰν, ὡς μέγιστος μεγιστὰν, καὶ παράγωγον ἐξ αὐτοῦ νεανίας καὶ νεανίσκος. Νεβρός. τὸ τῆς ἐλάφου γέννημα, ὁ νεωστὶ ἐπὶ βορὰν ἐληλυθώς. ἢ νεβρὸν τὸν μείζονα καὶ οὐ νεογενῆ λέγει, ὡς νεμόμενον ἐπὶ βοράν. Νεβρώθ. κύριον. Νέαιθος. κύριον. Νέηλυς. ὁ νεωστὶ ἐληλυθώς. τὰ εἰς υς σύνθετα, εἰ μὲν ὦσιν ἀπὸ τῶν εἰς υς ἁπλῶν συντεθειμένα, τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν, οἷον· βραχὺς, βραχέος, τρίβραχυς, τριβράχεος, ὀφρὺς, ὀφρύος, λευκόφρυς, λευκόφρυος· εἰ δὲ ἀπʼ ἄλλων τινῶν εἰσὶ συντεθειμένα, διὰ τοῦ δος κλίνονται, οἷον· ἔπηλυς, ἐπήλυδος, νέηλυς, νεήλυδος· ταῦτα γὰρ οὐκ ἀπὸ τῶν εἰς υς εἰσὶν συντεθειμένα, ἀλλʼ ἀπὸ τοῦ ἐλεύθω γίνεται ἠλὺς καὶ νέηλυς. Νείατος. ὁ ἔσχατος. <!-- ν.1389 -->Νειρεύς. ὁ κόχλος. Νηρεὺς δὲ ὁ θαλάσσιος, η. Νιρεὺς δὲ ὁ εὔμορφος, ι. Νεκρός. παρὰ τὸ νε στερητικὸν μόριον καὶ τὸ κῆρ γίνεται νεκηρὸς, ὁ ἐστερημένος τῆς ψυχῆς, καὶ κατὰ συγκοπὴν νεκρός. Νέκυς. ὁ νεκρός. ἔστι κίκυς, ἡ δύναμις, καὶ μετὰ τοῦ νε στερητικοῦ νεκίκυς, ὁ ἐστερημένος κίκυος, καὶ κατὰ συγκοπὴν νέκυς. ἢ ὥσπερ παρὰ τὸ ἵππος γίνεται ἱππὺς, καὶ κότος κοτὺς, οὕτω καὶ ἀπὸ τοῦ νεκρὸς νεκρὺς, καὶ ἀποβολῇ τοῦ ρ καὶ μεταθέσει τοῦ τόνου νέκυς. Νεογιλός. ὁ νέος καὶ μικρός. Νέος ἄνθρωπος. ἡ ἁγνεία καὶ ἀρετή. Νεόλεκτος. ὁ νεοστράτευτος. Νεοθαλής. ὁ νεόβλαστος. Νεογνός. ὁ νεωστὶ γεγεννημένος. ἢ νεόγονος τὶς ὤν. Νέος. ἀπὸ τοῦ νέεσθαι, ὅ ἐστι πορεύεσθαι εἰς αὔξησιν. ἢ παρὰ τὸ ὁρμᾶσθαι. ὁρμῆς γὰρ καὶ ἡλικίας ἀνάπλεως. Νεοσσός. ὁ νεωστὶ σευόμενος, ὅ ἐστιν ὁρμῶν. ἢ παρὰ τὸ νεάζω. Νέποδες. οἱ ἰχθύες, οἱ ἐστερημένοι ποδῶν. Νέπως. παρὰ τὸ πῶμι, τὸ πίνω, ὁ μέλλων πώσω, ἀποβολῇ τοῦ ω μετὰ τοῦ νε στερητικοῦ Νέπως. ἄνυδρον γὰρ τὸ ὄρος ἐκεῖνο. κλίνεται δὲ Νέπωτος. Νεπωτιανός. κύριον. Νέρτερος. ὑποκάτω νεκροῦ, ἢ ὁ ὑπὸ γῆν νεκρός. <!-- ν.1390 -->Νεστοριανοί. ὧν ἡ αἵρεσις αὕτη· ἄλλον μὲν τὸν Χριστὸν, ἄλλον δὲ τὸν υἱὸν ἔλεγον. Νεφθαλείμ. ἑρμηνεύεται στέλεχος ἀνειμένον, ἤγουν φυτὸν πλατυνόμενον. Νεφρός. παρὰ τὸ νείφεσθαι, τὸ οὐρῶ. τὸ δὲ νείφειν κυρίως ἐπὶ τῆς ἐκ νέφους καταφορᾶς τῶν ὑδάτων. Νεωτεροποιός. ἀντάρτης· τύραννος. Νεώνητος. ὁ νεωστὶ ἀγορασθείς. Νεωκόρος. ὁ τοῦ ναοῦ ἐπιμελούμενος. κορεῖν γὰρ παρὰ τοῖς Ἀττικοῖς τὸ σαίρειν, καὶ τὸ κοσμεῖν καὶ ἐπιμελεῖσθαι. Νεώς. ὁ ναός. Ἀττικῶς. τὸν νεὼν ἡ αἰτιατικὴ, σὺν τῷ ν. καὶ λαγὼν καὶ Κῶν. ἡ δὲ γενικὴ καὶ δοτικὴ ἄνευ τοῦ ν, τοῦ νεὼ καὶ τῷ νεῷ. Νεόφυτος. ὁ νεοκατήχητος. παρὰ τῷ Ἀποστόλῳ· μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Νέος ἄνθρωπος καὶ νέος Ἀδάμ. ὁ Χριστὸς, ὃν ἐνδυόμεθα διʼ εὐαγοῦς πολιτείας.

— Θηλυκόν. —

Νεάνις. ἡ παρθένος. καὶ τὸ τῆς νεανιότητος ὄνομα. ἐπὶ τῆς παρθενίας εἴωθεν ἡ γραφὴ τιθέναι. Νεάτη. ἡ ἐσχάτη. παρὰ τὸ νέος. οἱ γὰρ νεώτεροι ἀτελεῖς εἰσὶ καὶ ἔσχατοι.

  
δὴ τότε λυσάμενοι νεάτας ἐκπείσματα δά-  
  
φνης.  
Νεανεία. ἡ ἔπαρσις. <!-- ν.1391 -->Νεάπολις. ἡ Σαμάρεια. Νέαιρα. τὸ ἔσχατον μέρος τῆς κοιλίας. παρὰ τὸ νέω γέγονε νέαιρα. καὶ νέατον τὸ ἔσχατον. ὅθεν καὶ λαγὼν τὸ αὐτὸ εἴρηται. παρὰ τὸ λήγω. τὸ δὲ νέω σημαίνει τὸ πορεύομαι· εἰς αὐτὴν γὰρ πορεύονται τὰ ἐσθιομένα. Νείαιρα. ἡ ἐσχάτη. Νειός. ἡ ἠροτριασμένη γῆ. Νείκη. ἡ φιλονεικία. Νεκάδες. Ὅμηρος εἴωθε λέγειν τὰς τῶν νεκρῶν τάξεις, παρὰ τὸ νέκυας, νεκυάδας τινὰς οὔσας καὶ νεκάδας. Νεκυομαντία. ἡ νεκρομαντία. Νέμεσις. ὕβρις· μέμψις. Νέμεα. πόλις. Νέμεια. ἑορτὴ καὶ πόλις. Νεοσσεία καὶ νεοττεία. ἡ ἐκλέπισις. Νεότης. ἀκμὴ σώματος, ἢ ἄστατος πρακτέων γνώμη. ἢ πρόφασις ἀκολασίας τοῖς ἀκρατεστέροις. Νεολαία. ὁ νέος λαός. Νεομήνια. ... Νεοκαισάρεια. πόλις. Νευρὰ καὶ χορδὴ διαφέρει. νευρὰ μὲν ἡ ἐκ τῶν νευρῶν, ᾗτινι χρῶνται εἰς τὰ τάξα· χορδὴ δὲ ἡ ἐκ τῶν ἐντέρων εἰς τὰ ὄργανα. Νεφρίτης. νόσος παρὰ τοὺς νεφρούς. Νεφέλη. ἀὴρ παχὺς ἐκ τῆς ὑγρᾶς κατὰ γῆν ἀναθυμιάσεως συνιστάμενος, εἶτα μετεωρισθεὶς <!-- ν.1392 -->τοῖς ἀνέμοις, ὅταν λάβῃ παρʼ αὐτῶν ἀξιόλογον ἄθροισμα, καὶ τὸ ἐκ τῆς ἐνεσπαρμένης αὐτῷ νοτίδος βάρος ἱκανὸν γένηται, τότε σταγόνας εἰς τὴν γῆν ἀφίησι, καὶ αὕτη τῶν ὄμβρων ἡ φύσις ἀπὸ γῆς τὴν ἀρχὴν ἐχόντων, καὶ διʼ ἀέρος πάλιν ἐπὶ τὴν γῆν φερομένων. Νεοαρδέα. νεωστὶ πεποτισμένην καὶ ἀρδευθεῖσαν.

— Οὐδέτερον. —

Νεανιεύματα. ἀλαζονεύματα· κομπάσματα. Νεηκονῆ. νεωστὶ ἠκονημένα. Νεηγενές. νεωστὶ γεννηθέν. Νέβελ. κεράμιον. Νείατον. τὸ ἔσχατον. ὡς παρὰ τὸ μέσος γίνεται μέσατον, οὕτω καὶ παρὰ τὸ νέω νέατον καὶ νείατον. Νεῖκος. ἡ φιλονεικία. παρὰ τὸ νέοις ἐοικέναι. ἡ γὰρ φιλονεικία τοῖς νέοις ἁρμόζει. Νειλόεν νᾶμα. τὸ τοῦ Νείλου. Νεῖλος δὲ ποταμός ἐστιν ἐν Αἰγύπτῳ. παρὰ τὸ νέαν ἰλὺν ἔχειν ἐν τῇ ἀναβάσει, Νέϊλος καὶ Νεῖλος. ἢ παρὰ τὸ νέω, τὸ ῥέω, Νέϊλος, ὁ ῥέων ἰλύν· ὁ γὰρ Νεῖλος ἰλυώδης ἐστίν. ἢ ὥσπερ παρὰ τὸ πένθω πενθίλος, οὕτως καὶ παρὰ τὸ νέω Νεΐλος καὶ κατὰ συναίρεσιν Νεῖλος. καὶ γὰρ νέος κατʼ ἔτος γίνεται· πλημμυρεῖ γὰρ κατʼ ἔτος καὶ ποτίζει τὴν Αἴγυπτον. Νεανικώτερον. τολμηρότερον. <!-- ν.1393 -->Νεῖον. τὸ τῆς νηὸς πυθμενοειδὲς ξύλον. Νέκταρ. θεῖον πόμα. καὶ νεκτάρειον πόμα, τὸ θαυμαστὸν καὶ ἀκήρατον. ἢ νέκταρ τὸ τῶν θεῶν πόμα, οἱονεὶ ὁ συνέχων τοὺς πίνοντας ἐν νεότητι. παρὰ τὸ ἔχω καὶ τὸ νέον γίνεται νέκταρον, καὶ κατὰ συγκοπὴν νέκταρ. διὸ καὶ ἡ Ἥβη αὐτὸ κιρνᾷ. τινὲς ἐπὶ τοῦ θείου νάματος. παρὰ τὸ νε στερητικὸν καὶ τὸ κτῶ γέγονε νέκταρ· οἱονεὶ τὸ στέρησιν ποιοῦν τὸ κτᾶσθαι καὶ φονεύεσθαι τοὺς πίνοντας αὐτό· ἀφʼ οὗ δηλοῦσθαι τὸ ἀθάνατον· οἷον τὸ μὴ κτεινομένοις διδόμενον. Νεόδμητον. τὸ νεοκατασκεύαστον. Νεόφθιτον. τὸ νεόφθαρτον. Νεαλές. τὸ νεωστὶ ἑαλωκός· οἷον ἰχθῦς. δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον. Νεόκτητον. τὸ νεωστὶ κατεσκευασμένον. Νεόκμητον. τὸ νεωστὶ κατεσκευασμένον. Νεοσύλλεκτον. τὸ νεοστράτευτον. Νεόβδαλτον. τὸ νεοάμελκτον. γάλα νεόβδαλτον. Νεώττιον. πωλίον. Νεμειαῖον. ὄρος Πελοπονήσου. Νέφος. τὸ πλῆθος. νέφος μαρτύρων. ἢ καὶ τὸ τῶν ὑετῶν ἀπὸ τῆς ἀνηνεχθείσης ἀναθυμιάσεως <!-- ν.1394 -->εἰς ὕδωρ. οἱονεὶ τὸ ἐστερημένον φάους, νέφαος, νέφος. ἢ παρὰ τὸ νείφω, τὸ βρέχω. οὕτω Φίλων. Νεῦρον. παρὰ τὸ νεῖσθαι διʼ ὅλου τοῦ σώματος. Νεώνητα. νεωστὶ ἀγορασθέντα.

— Ῥῆμα. —

Νέηαι. πορευθῇς. νέω, τὸ πορεύομαι, νέομαι, νέεται, τὸ ὑποτακτικὸν νέησαι, καὶ τὸ Ἰωνικὸν νέηαι. Νεανιεύεται. ἀλαζονεύεται. Νεῖαι. πορευθήσῃ. Νεῖν. ἀντὶ τοῦ κολυμβᾷν. Νείκησεν. ὕβρισεν· ἐφιλονείκησεν. καὶ νεικείῃσιν. ἀπὸ τοῦ νεικῶ, νεικείω, νεικείῃ, καὶ ἐκτάσει τῆς σι συλλαβῆς νεικείῃσι. Νείφει. χιονίζει, βρέχει. ἀπὸ τοῦ νέφος, ἐξ οὗ νόφος καὶ γνόφος, γίνεται νέφω καὶ νείφω. Νέμεται. βόσκεται. Νέμω. τὸ παρέχω. καὶ νεῖμαι. Νεμεσήσεται. μέμψεται. καὶ νεμεσᾷ. καὶ νεμεσήσεαι. ἀπὸ τοῦ νεμεσῶ, δευτέρας συζυγίας περὶ πάθους ἐνεστῶτος ἰωνικοῦ. Νενέαται. σεσώρευται. ἔστι ῥῆμα νῶ, τὸ σωρεύω. ὁ παρακείμενος νένηκα, ὁ παθητικὸς <!-- ν.1395 -->νένημαι, νενήμεθα, νένησθαι, νένηνται, καὶ τὸ ἰωνικὸν νενέαται. Νενευκότι. συγκύψαντι. Νέονται. πορεύονται. καὶ νέω. Νευστάζων. κινῶν· ἐννεύων. νευστάζων κάραν Ἰούδας. Νέω. τὸ κολυμβῶ. Νεωτερίζει. καινὰ πράττει. ἀνταίρει. Νεώσαντες. ἀρόσαντες. Νεωλκῆσαι. ἔξω τὴν ναῦν ἑλκῦσαι. Νέαται. κατῳκισμέναι εἰσί. ἀπὸ τοῦ νῶ, οὗ παράγωγον νέω. ὡς τὸ κέαται.

— Ἐπίῤῥημα. —

Νειόθεν. ἐσχάτως. Νέρθεν. ὑποκάτωθεν. παρὰ τὸ ἔνερθεν, νέρθεν, κατὰ ἀφαίρεσιν τοῦ ε. τοῦτο παρὰ τὴν ἔραν, τὴν γῆν. γέγονεν ἔρος καὶ ἔνερος, ἐνέρωθεν καὶ συγκοπῇ ἔνερθεν. Νεωστί. ἀρτίως, προσφάτως. οἱ νέοι, τῶν νέων, ἐπίῤῥημα νέως, νεωστί. Νέωτα. εἰς τὸ αὔριον, εἰς τὸ μέλλον.

  
ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος.  
Ἀττικῶς. παρὰ τὸ νέος νέωτα, κατʼ ἔκτασιν τοῦ ο εἰς ω. ἢ ἔστι νέοτε, ὡς ἄλλος ἄλλοτε, καὶ τροπῇ αἰολικῇ τοῦ ε εἰς τὸ α ἐπʼ αὐξήσει τοῦ ο. <!-- ν.1396 -->

Τὸ Ν μετὰ τοῦ Η. — Ἀρσενικόν. —

Νήδυμος. ὁ γλυκὺς, ὁ ἡδύς.

  
νήδυμος ὕπνος.  
οἱ δὲ ἥδυμος, χωρὶς τοῦ ν. καὶ ἴσως ἐνόμισαν ἀπὸ τοῦ ἡδὺς εἶναι παράγωγον. λέξεως δὲ δασυνομένης οὐ συντίθεται τὸ ν κατʼ ἀρχάς. ἔστι δὲ ἀπὸ τοῦ δύω, δύσω, ἐξ οὗ ῥῆμα ὄνομα δύμος καὶ μετὰ τοῦ νη ἐπιτατικοῦ νήδυμος. Νῆϊς. ὁ ἐστερημένος. Νηΐτης στόλος. ὁ διὰ τῶν νηῶν. Νήκερως. ὁ μὴ ἔχων κέρας. Νήλωπος. ὁ μὴ ἔχων ἱμάτιον. Νηλῆϊ. τὸ Νηλεῖ, ποιητικῶς. Νηλής. ὁ ἀνηλεής. Νηλήτεις. τοὺς ἁμαρτωλούς. ὡς ἀπὸ τοῦ εὐσεβὴς γίνεται εὐσεβέες, εὐσεβεῖς, οὕτως καὶ ἀπὸ τοῦ νηλήτης γίνεται νηλήτεες, νηλήτεις. παρὰ τὸ νη ἐπιτατικὸν καὶ τὸ ἀλιτεῖν, τὸ ἁμαρτάνειν. τὸ ἀλιτεῖν διὰ τοῦ ἰῶτα γράφεται, τὸ δὲ νηλήτης διὰ τοῦ ἦτα, ὅτι αἰολικῶς ἐτράπη τὸ ι εἰς τὸ η. ἕτεροι δὲ τοὺς ἀναμαρτήτους λέγουσιν, ἀπὸ τοῦ νη στερητικοῦ καὶ τοῦ ἀλιτεῖν. Νηλεής. ὁ σκληρὸς, ὁ ἀπηνὴς, ὁ ἀνηλεής. ἀπὸ τοῦ ἔλεος γέγονε καὶ τοῦ νη στερητικοῦ ἐπιῤῥήματος, οἱονεὶ ὁ ἐστερημένος τοῦ ἐλεεῖν. τὸ δὲ νηλὴς ἀπὸ τοῦ νηλεὴς γέγονε κατὰ κρᾶσιν. <!-- ν.1397 -->ἀπὸ τοῦ λῶ, τὸ θέλω, καὶ τοῦ νη στερητικοῦ, οἱονεὶ ὁ μὴ θέλων εἶναι ἐλεήμων, ἀλλὰ ἀκαμπὴς καὶ σκληρός. Νήλιπος. ἀνυπόδετος ἢ μονοχίτων. κατὰ στέρησιν τοῦ νη, ὥσπερ νηνεμία. τὸ δὲ νήλιποι, οἱ ἀνυπόδετοι, συνῄρηται ἀπὸ τοῦ νηλίποδος. Νημερτής. ὁ ἀληθής. παρὰ τὸ ἁμαρτῶ ἁμαρτὴς, καὶ μετὰ τοῦ νη στερητικοῦ νηαμαρτὴς, καὶ συγκοπῇ καὶ τροπῇ τοῦ α εἰς ε νημερτὴς, ὁ ἐστερημένος τοῦ ἁμαρτάνειν. Νήπιος. ἄφρων, ἀνόητος. παρὰ τὸ ἤπιος πλεονασμῷ τοῦ ν νήπιος, ὁ πρᾷος καὶ προσηνὴς καὶ νήπια ποιῶν. ἢ παρὰ τὸ νη στερητικὸν καὶ τὸ εἰπεῖν, νηέπιος καὶ κατὰ συναίρεσιν νήπιος, ὁ μὴ δυνάμενος λέγειν. ἢ νήβιος, ὁ ἐστερημένος τοῦ βίου. Νηπύτιος. ἄφρων, ἀνόητος. παρὰ τὸ νη στερητικὸν καὶ τὸ πινυτὸν γέγονε νηπινύτιος, καὶ συγκοπῇ τοῦ ι καὶ τοῦ ν νηπύτιος. Νηρεύς. ὁ θαλάσσιος δαίμων. ἢ κοχλίας. ἀπὸ τῆς νήξεως καὶ τοῦ ῥαδίως νεῖν. Νηρίτης. ὁ θαλάσσιος κοχλίας. οὐκ ἔστι δὲ παρὰ τὸ Νηρεύς· ὤφειλε γὰρ γράφεσθαι διὰ διφθόγγου, ὡς Ἀταρνεὺς, Ἀταρνείτης. ὁ δὲ τεχνικὸς λέγει, ἀπὸ τοῦ Νηρηῒς ἐστί. Νηρίθμους. ἀναριθμήτους. Νῆστις. ἄγευστος. ἢ ἔντερόν ἐστιν οὕτω λεγόμενον. οἷον νησίτης, παρὰ τὸ κενὸν εἶναι <!-- ν.1398 -->σιτίων. τὸ γὰρ νη στερητικόν ἐστι. νῆστις, καὶ κλίνεται νήστιος, ὡς ὄφιος, ἔχιος. τὸ πληθυντικὸν τοὺς νήστις διὰ τοῦ ἰῶτα. Νὴ τὸν θεόν. μὰ τὸν θεόν. Νήφων. κύριον. Νηφάλιος. ὁ γρήγορος. Νηφάλεος. ὁ σώφρων. Νηφαλισμός. ἡ προσοχή. Νηφάλεος. ἄγρυπνος, διορατικός. ζέων τῷ πνεύματι. ὁ Ἀπόστολος· νηφάλεον, σώφρονα, κόσμιον.

— Θηλυκόν. —

Νηδύς. ἡ γαστήρ. ἀπὸ τοῦ διανενῆσθαι, ὅ ἐστι σεσωρεῦσθαι καὶ πεπληρῶσθαι. Νῆες. πλοῖα. ἀπὸ τοῦ νῆσαι, τὸ σωρεῦσαι. Νηΐδες. αἱ Νύμφαι. αἱ ἐν νάμασιν οὖσαι. παρὰ τὸ νάω, τὸ ῥέω. Νηνεμία. ἡσυχία, γαλήνη. Νηπεία καὶ νηπιέη. ἡ ἀφροσύνη. Νηρῇδες. θαλάσσιοι δαίμονες. ἔχει τὸ ἰῶτα, ἀπὸ γὰρ τοῦ Νηρηΐδες, ὡς Βρισηΐδες καὶ Χρυσηΐδες, Νηρῇδες, Καδμῇδες. Νηστεία. τῆξις σώματος, καὶ ὑπωπιασμός. Νῆσσα. τὸ νησσάριον. ὡς παρὰ τὸ δόξω δόξα, καὶ ἄγω ἄξω καὶ ἅμαξα, οὕτως καὶ παρὰ τὸ νῶ, τὸ κολυμβῶ, νῆσα καὶ ἀναδιπλασιασμῷ τοῦ αὐτοῦ συμφώνου νῆσσα. Νίσσα δὲ τόπος καὶ πόλις, ι. <!-- ν.1399 -->Νῆσις. ἡ κλῶσις καὶ ἡ σώρευσις. Νῆσος. παρὰ τὸ νῶ, τὸ κολυμβῶ. ὁ μέλλων νήσω. ἐξ αὐτοῦ γέγονε νῆσος. Νήτη. ἡ τῆς λύρας χορδή. Νητρία. χώρα. γράφεται καὶ διὰ τοῦ ι. Νῆϋς. ἡ ναῦς. διὰ τοῦ ἦτα. παρὰ τὸ νέω, τὸ νήχω, νηῦς, διὰ τοῦ α ναῦς, παρὰ Δωριεῦσι. χρῆται οὖν ὁ ποιητὴς ταύταις ταῖς φωναῖς· νηυσί· ναυσί· νέεσσι· νήεσσιν. οἱ Αἰολεῖς νάεσσι. τί οὖν; Ὅμηρος οὐκ οἶδε τὴν ναυσὶ φωνήν; ναί· ἀλλʼ ἐν συνθέσει, ναυσίθοος, ναυσίκλυτος.

— Οὐδέτερον. —

Νήκεστον. ἀθεράπευτον. Ἡσίοδος·

  
—ἐν δὲ δίκην βλάψας νήκεστον ἀάσθη.  
ὅ ἐστιν ἐβλάβη. Νήϊον. ξύλον ναυπηγήσιμον. καὶ ὄρος πλησίον Ἰθάκης. Νηγάτεον. νεωστὶ κατεσκευασμένον. Νηκτά. κολυμβητὰ, ἔνυδρα. Νηκερδέα. ἀνωφελῆ. ἀπὸ τοῦ νη στερητικοῦ μορίου. Νηλεὲς ἦμαρ. σκληρὰ ἡμέρα. Νημερτές. ἀληθές. Νῆμα. οὐκ ἔστιν ἀπὸ τοῦ νήθω, νῆσμα καὶ νῆμα, ἀλλʼ ἔστι νῶ ῥῆμα, ὅπερ σημαίνει τὸ νήθω.

  
<!-- ν.1400 -->τῇ γάρ τοι νεῖ νήματʼ ἀερσιπότητος ἀρά-  
  
χνης.  
Νήριτον. τὸ πολύ. πρὸς ὃ οὐδεὶς φιλονεικήσειε διὰ τὸ πλῆθος. Νήριτον καὶ ὄνομα ὄρους. Νήποινον. χωρὶς ποινῆς. Νήϋτμον. τὸ ἄφωνον, τὸ ἐστερημένον ἀϋτμῆς, ὅ ἐστι φωνῆς. Νηφάλιον. τὸ γρήγορον.

— Ῥῆμα. —

Νηήσας καὶ νήσας. ἀντὶ τοῦ σωρεύσας. καὶ νῆσαι. καὶ νήει ἀντὶ τοῦ ἐσώρευσε. Νήθω. τὸ κλώθω. Νηκούστησε. παρήκουσε. Νηπιάζεται. μωραίνεται. Νήφει. γρηγορεῖ. νείφει δὲ ἀντὶ τοῦ βρέχει, δίφθογγον. νίφει δὲ ἀντὶ τοῦ χιονίζει, ι, ἐξ οὗ καὶ νιφὰς καὶ νιφετὸς, ἡ χιών. Νήχεται. κολυμβᾷ. Νηπιάζειν. τὸ μὴ εἰδέναι κακοποιεῖν ἢ ἁμαρτάνειν. καὶ ὁ Ἀπόστολος· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε.

— Ἐπίῤῥημα. —

Νηλεῶς. ἀντὶ τοῦ ἀνηλεῶς. καὶ νηλειῶς. Νηποινί. ἄνευ τιμωρίας. Νητρεκῶς. ἀληθῶς. <!-- ν.1401 -->

Τὸ Ν μετὰ τοῦ Ι. — Ἀρσενικόν. —

Νίγερ. κύριον. καὶ ὁ περάτης. Νικήρωτος· Νικίας· Νικήτης· Νικήτας. ὀνόματα κύρια. Νιμμός. ἡ κάθαρσις. Νῖνος· Νιννύας. κύρια. Νισαῖος ἵππος. ὅ ἐστι ξανθός· ἡ γὰρ Νίσα πάντας τοὺς ἵππους ξανθοὺς ἔχει. Νιτιάτης. κύριον. ἡ τοῦ Νιτιάτου μονή. Νιφετός. χιὼν κατὰ λεπτὸν φερομένη. Νίν. ἀντὶ τοῦ αὐτόν. Νικόδημος. κύριον. ἑρμηνεύεται ὁ κατὰ διάνοιαν ἐῤῥωμένος εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ, τὴν δὲ τῆς πράξεως τῶν ἐντολῶν φιλοτιμίαν φειδοῖ τῆς σαρκὸς ὡς δειλὸς παραιτούμενος. καὶ ὁ Θεόλογος· κᾂν Νικόδημος ᾖς ὁ νυκτερινὸς θεοσεβὴς, μύροις αὐτόν.

— Θηλυκόν. —

Νίκωχις. πόλις. Νίκη. παρὰ τὸ ἑνὶ δοτικῇ καὶ τὸ εἴκω, τὸ ὑποχωρῶ, γέγονεν ἑνιείκη, καὶ ἀποβολῇ τῶν δύο εε, τοῦ τε ἐν ἀρχῇ καὶ τοῦ μέσου, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν, δηλονότι μακρὸν, νίκη, οἷον ἡ ἑνὶ ὑποχωροῦσα. ὡς καὶ ὁ ποιητὴς λέγει·

  
ἑτεραλκέα νίκην.  
ἄλλοι δὲ, παρὰ τὸ νη στερητικὸν καὶ τοῦ εἴκω γέγονε νίκη, κατʼ ἔκθλιψιν τοῦ ε, ἡ μηδενὶ ὑποχωροῦσα. ἀλλʼ ἀντίκειται αὐτοῖς καὶ ἡ ἀποβολὴ καὶ ἡ γραφή· ἡ γραφὴ μὲν, ὅτι νίκη διὰ τοῦ <!-- ν.1402 -->ι γράφεται, καὶ ὤφειλε γράφεσθαι διὰ τῆς ει διφθόγγου, ἡ ἀποβολὴ δὲ, ὅτι οὐδέποτε τὸ νη ἐπίῤῥημα ἀποβάλλει τὸ η, οἷον νήδυμος. Νινευΐ. πόλις. Νίσα. τόπος, καὶ πόλις ἐν Ἐρυθρᾷ κειμένη. Νίσιβις. χώρα. καὶ κλίνεται Νισίβεως. Νιφάδες. σταγόνες χιόνος. Νίφα. νιφὰς, νιφάδος, νιφάδα, καὶ κατὰ συγκοπὴν νίφα. Νικόλαος. κύριον. παρὰ τὸ νῖκος καὶ τὸ λαὸς γίνεται Νικόσλαος. ἀλλὰ τὰ εἰς ος ὀνόματα ἐν τῇ συνθέσει τῆς ἐπαγομένης λέξεως, τῆς ἀπὸ συμφώνου ἀρχομένης, ἀποβάλλουσι τὸ ς καὶ φυλάττουσι τὸ ο. θεὸς, Θεόδωρος. Νίμμα. κάθαρμα. Νίτρον. σαπώνιον, ἢ εἶδος ἰατρικόν. παρὰ τὸ νίζω νίτρον, ὡς μάσσω μάκτρον, πλήσσω πλῆκτρον, φέρω φέρτερον. Νιτέρειον. ἀκρωτήριον. Νίζω. σημαίνει τὸ νίπτω, καὶ τὸ καθαίρω. νίπτω, νίζω. οἱ Αἰολεῖς τὰ εἰς πτω ῥήματα εἰς δύο σσ μεταβάλλουσιν. οἷον νίπτω νίσσω. Ταραντίνων δὲ φωνῇ γίνεται νίζω. Νικῷεν. εὐκτικόν. ὡς ἀπὸ τοῦ σιγὴ σιγῶ, οὕτως καὶ ἀπὸ τοῦ νίκη νικῶ. καὶ τὸ εὐκτικὸν νικῷεν καὶ νικῴη. νικῶ, νικᾷς, ἡ μετοχὴ ὁ νικῶν, τοῦ νικῶντος, τὸ εὐκτικὸν νικῷμι, τὸ τρίτον νικῷ καὶ πλεονασμῷ τοῦ η ἀττικῶς νικῴη, καὶ ἐξ αὐτοῦ νικῷ, καὶ νικῴης. Νισσόμενος. στρεφόμενος. <!-- ν.1403 -->

Τὸ Ν μετὰ τοῦ Ο. — Ἀρσενικόν. —

Νόες. οἱ ἄγγελοι, καὶ οἱ λογισμοί. ὅτι κακῶς λέγουσι καὶ παρʼ ἀναλογίαν οἱ φιλόσοφοι τὸν νόα αἰτιατικὴν τῶν ἑνικῶν, καὶ οἱ νόες εὐθεῖαν τῶν πληθυντικῶν, καὶ αἰτιατικὴν τοὺς νόας· δέον γὰρ τὸν νοῦν λέγειν, καὶ οἱ νοῖ. ἀπὸ συναιρέσεως ἐστὶ καὶ δεῖ πρὸς τὸ ἐντελὲς κλίνεσθαι καὶ τὸ συνῃρημένον. ἔστι γὰρ νόος, νοῦς, νόον, νοῦν. Νόθος. ὁ μὴ γνήσιος υἱός. παρὰ τὸ ὀνῶ, τὸ μέμφομαι καὶ βλάπτω, γίνεται ὀνότος, καὶ κατὰ ἀποβολὴν τοῦ ο καὶ τροπῇ τοῦ τ εἰς θ νόθος, ὁ μὴ ὢν γνήσιος υἱὸς, ἀλλʼ ἐκ παλλακίδος. αἱ γὰρ παιδοποιΐαι παρὰ τῷ ποιητῇ τετραχῶς λέγονται· γνήσιος, νόθος, σκότιος καὶ παρθένιος· γνήσιος ὁ ἐκ νομίμων γάμων· νόθος ὁ ἐκ παλλακίδος· σκότιος ἐκ λαθραίας μίξεως· παρθένιος ὁ ἐκ τῆς παρθένου ἔτι νομιζομένης γενόμενος. Νομῆες. οἱ ποιμένες. καὶ νομέας καὶ νομεῖς. <!-- ν.1404 -->Νομοΐστωρ. ὁ νομομαθής. Νομικός. ὁ τῷ νόμῳ ἀκολουθῶν. ἢ ὁ τοῦ νόμου ἐξηγητής. Νομοδιδάσκαλοι. οἱ γραμματεῖς ἑρμηνεύονται. συνῆσαν γὰρ αὐτοῖς καὶ οἱ λεγόμενοι νομικοί. Νόμος. ὃν ἔχομεν γραπτὸν νόμον· τὸ νόμισμα· ὁ τὴν γῆν μερίζων· παρʼ Αἰγυπτίοις ἡ χώρα· ἡ συνήθεια· μέτρον γῆς· τὸ εὐαγγέλιον. Νόμος. λόγος προστακτικὸς τῶν πρακτέων καὶ ποιητέων καὶ μή. παρὰ τὸ νέμω, τὸ μερίζω. Νόμος. χαλινὸς αὐτεξουσιότητος. Νόμος καὶ ἐντολὴ διαφέρει. νόμος μὲν γάρ ἐστιν ὅρος ἀποφαντικὸς τοῦ μὴ χρῆναί τι δρᾷν τῶν ἐκτόπων, ὁποῖόν ἐστι τό· οὐ φονεύσεις· ἐντολὴ δέ ἐστιν ὅρος ἀποφαντικὸς αἰσχροῦ πράγματος, συνεζευγμένης ἐντολῆς, οἷον ἐστὶ τό· ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Νόστος. ἡ πρὸς τὸν οἶκον ἐπάνοδος. παρὰ τὸ νέω, τὸ πορεύομαι. νόστος καὶ ἡ τῆς γεύσεως ἀνάδοσις. <!-- ν.1405 -->Νοσφισμός. χωρισμός. Νότος. ὁ κατὰ μεσημβρίαν τόπος. καὶ ὁ ἄνεμος. ἀπὸ τοῦ νεῖσθαι, ὅ ἐστι διέρχεσθαι καὶ πορεύεσθαι. Νοτίου. θαλασσίου. νοτίου θηρός. λέγει δὲ τὸ κῆτος. Νοῦμμος. τὸ νουμμίον. Νουνεχής. συνετὸς, φρόνιμος. καὶ νουνέχεια. Νοῦς. τριχῶς λέγεται. νοῦς θεοῦ· νοῦς καὶ ὁ ἄγγελος· νοῦς καὶ ὁ ἡμέτερος. Νοῦς. ὅρασις ψυχῆς ἀσώματος πρὸς πάντα ἐκτείνουσα. Νοῦς. πρᾶγμα ἄδηλον, ἀδήλως ἄδηλα περιαθροῦν. τοῦτο γάρ ἐστι νοῦς ἐν ψυχῇ, ὅπέρ ἐστιν ὀφθαλμὸς ἐν σώματι. Νοῦς ἐστὶ ψυχῆς τὸ καθαρώτατον καὶ λογικὸν εἰς θεωρίαν τῶν ὄντων. Νοῦς θύραθεν ἐστὶν ἡ ἔξωθεν ἐπιγινομένη γνῶσις. Νοῦς. φύσις ἐπινοητικὴ παντὸς πράγματος. Νοῦς ἐστὶν ὑφεστὼς, οὐσία νοερὰ αὐτοκίνητος, θεῖος ὑμνῳδὸς δόξης. ἡ πρώτη τοῦ νοῦ κίνησις. Νοῦς. παρὰ τὸ νέμεσθαι, τὸ πορεύεσθαι. ὁ πάντοτε ἐν ἡμῖν κινούμενος, καὶ ἐπὶ πάντων ἰών. τί γὰρ ὁρμητικώτερον τοῦ νοῦ; καὶ Ὅμηρος·

  
ὡς δʼ ὅταν ἀΐξῃ νόος ἀνέρος.  
καὶ πάλιν·

  
ὡσεὶ πτερὸν ἠὲ νόημα.  
Νοῦς λογικός ἐστιν αἴσθησις θεωρητικὴ ψυχῆς ἀθανάτου καὶ νοερᾶς. Νοῦς ἐστὶν ὅρασις σώματος ἀσώματος, ἀσωμάτως εἰς πᾶν διατρέχουσα. Νόμος. τὸ ἄγραφον ἔθος. τοῦ Θεολόγου· ἐγκαίνια τιμᾶσθαι παλαιὸς νόμος. <!-- ν.1406 -->Νόμοι φύσεως. οὓς ἡ ἁμαρτία ἐπεισήγαγε τὸν πνευματικὸν καταλύουσα νόμον· ὃν αὖθις ὁ Κύριος διὰ τῆς ἑαυτοῦ γεννήσεως ἀνωρθώσατο. φύσεως δὲ νόμος ὁ λόγος, καθʼ ὃν ἑκάστη γεγένηται.

— Θηλυκόν. —

Νομάδες. αἱ βοσκόμεναι ἀγέλαι. καὶ νομάδας, τοὺς ἀγρίους βαρβάρους. Νομή. ἡ βοσκή. νομεῖ δὲ τῷ βοσκῷ, ἐπὶ ἀρσενικοῦ, δίφθογγον. Νόησις. ἡ πρώτη τοῦ νοῦ κίνησις. Νόννα. κύριον. Νόνναι. αἱ ἡμέραι, ἢ ἀρχαὶ τῶν μηνῶν. Νοσηλεία. ἡ ἀῤῥωστία. Νόσος. ἀσυμμετρία τῶν ἐν σώματι στοιχείων ἡ κατακυριεύσασα ἤδη τοῦ ζώου καὶ ἐπικρατὴς γινομένη. Νόσος. παρὰ τὸ ἐστερῆσθαι ὑγιείας, κατὰ μετάθεσιν τοῦ ω εἰς ο. Νοτίς. ἡ ὑγρασία. Νοτία. ἡ ὑγρασία καὶ ἡ σκοτία. παρὰ γὰρ τὸ νότος νότιος καὶ νοτία. Νοῦσος. ἡ νόσος, κατὰ προσθήκην τοῦ υ. Νουθέτησις. λόγος ἐπιτιμητικὸς ἕνεκα ἀποτροπῆς ἁμαρτίας. Νοτίη. πάχνη. Νόησις. παρὰ τὸ νέω, τὸ πορεύομαι. οὐδὲν γὰρ ταχύτερον τοῦ νοός.

— Οὐδέτερον. —

Νοερόν. πνευματικὸν, ἄϋλον. ἢ τὸ τὰ νοητὰ ὁρῶν. ἢ πᾶν τὸ ἐν τῇ καρδίᾳ κατὰ νοῦν ὑπάρχον. τινὲς τὸ κατʼ εἰκόνα φασί. Νοητόν. τὸ διὰ τοῦ νοῦ νοούμενον. ἢ τὸ διαφεῦγον τὰς πέντε ἡμῶν αἰσθήσεις. ἢ τὸ μὴ ὁρώμενον. <!-- ν.1407 -->Νοητόν. τὸ ἐν τῷ νοερῷ ὑπεισελθὸν καὶ νοούμενον. Νοητά. τὰ μὴ σωματικῶς, ἀλλὰ κατὰ νοῦν γνωριζόμενα. ἢ νοητὰ τὰ αἰσθητήρια τὰ ἐν τῷ καθʼ ἡμᾶς κρυπτῷ ἀνθρώπῳ. Νοσοκομεῖον. ὁ ξενών. καὶ νοσοκόμος ὁ ἐπιμελούμενος τῶν νοσούντων. Νότα. τὰ γράμματα. ἐξ οὗ καὶ νοτάριος. Νότιον. δίϋγρον. Νουθέτημα. συμβουλή. ἢ ἐπιτιμητικὸς λόγος εἰς ἀποτροπὴν ἁμαρτίας. Νόμισμα. τὸ νομιζόμενον μηδὲν εἶναι.

— Ῥῆμα. —

Νοθεύει. ἀπαλλοτριοῖ. Νοσηλεύεται. ἀῤῥωστεῖ. Νοσφίζεται. ἰδιοποιεῖται· ἀφαιρεῖται. Νοστήσας. ἐπανελθών. Νοεῦντες. νοοῦντες. αἰολικῶς. Νόσφι. ἀντὶ τοῦ χωρίς. καὶ ἀντὶ τοῦ πόῤῥω. παρὰ τὸ νω στερητικὸν καὶ τὸ ἕπω, τὸ ἀκολουθῶ, γίνεται νοέπι ἐπίῤῥημα καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ π εἰς φ, καὶ πλεονασμῷ τοῦ ς, νόσφι, τὸ μὴ ἀκολουθοῦν, ἀλλὰ πόῤῥω ὄν. ἢ παρὰ τὸ νόστος, ὃ σημαίνει τὴν ἐπάνοδον, καὶ ἐπεκτάσει γίνεται νοστόφι. τὸ δὲ νόστος παρὰ τὸ νέω, τὸ πορεύομαι. <!-- ν.1408 -->

Τὸ Ν μετὰ τοῦ Υ. — Ἀρσενικόν. —

Νυκτίβιος. ὁ ἐν νυκτὶ διάγων. Νυκτιλόχος. ὁ κλέπτης, ὁ λῃστὴς, ὁ λοχῶν καὶ ἐνεδρεύων ἐν τῇ νυκτί. Νυκτιπόλος. ὁ λῃστής. Νυκτέλιος. ὁ Διόνυσος. Νύμφιος. ὁ νυμφικὸς οἶκος. νυμφίος δὲ ὁ γαμέτης καὶ ὁ γαμβρός. ὡς τύχιος ὁ τυχηρὸς, Τυχίος δὲ κύριον. νυμφεῖος δὲ ὁ παστὸς, δίφθογγον. Νυμφοστόλος. ὁ νυμφαγωγός. Νυσήϊος. ὁ Διόνυσος. ἀπὸ τοῦ Νύσης. ὄρος δὲ τοῦτο Θρᾴκης.

  
—Διὸς Νυσήϊον υἷα.  
Νύχιος. ὁ νυκτερινός. Νυκτομαχία. ἡ ἐν νυκτὶ τοῦ πολέμου μάχη. Νύμφη. ὡς παρὰ τὸ νέος γίνεται νυὸς, οὕτως καὶ παρὰ τὸ νέα καὶ φῶ γίνεται νεόφη καὶ νύμφη, ἡ νέα φαινομένη καὶ συγκοπῇ καὶ τροπῇ τοῦ μ εἰς ν νύμφη. Νύξ. ἐν τῷ τὸν ἥλιον ὑπὸ γῆν εἶναι. νυκτὸς δὲ διάστημα ὁ ἀπὸ δύσεως μέχρις ἀνατολῆς ὑπὸ γῆν τοῦ ἡλίου δρόμος. παρὰ τὸ νύσσω, νύξω, νύξ· διʼ ἧς καμπτόμεθα. ὁ δὲ Βησαντῖνος παρὰ τὸν νύξω μέλλοντα, τὸν δηλοῦντα τὸ πλήξω, διὰ τὸ νύσσεσθαι καὶ προσπταίειν τοῖς <!-- ν.1409 -->ἐνεργουμένοις τὶ ἐν σκότει ἢ προσκόπτειν καὶ πλήττεσθαι τοὺς βαδίζοντας ἐν αὐτῇ τῇ ὥρᾳ. Νυός. ἡ νύμφη. Νύσσα. ὁ καμπτός. παρὰ τὸ νεύω, νεύσω, νεύσα καὶ ἀποβολῇ τοῦ ε νύσσα. ἢ παρὰ τὸ νύσσω, τὸ κάμπτω, διὰ τὸ τοὺς ἵππους ἐκεῖ νύσσεσθαι. Νύσσα. καὶ ὄνομα πόλεως. Νυσήϊον. οἱ μὲν τὸ Σίναιον ὄρος φασὶν, οἱ δὲ ἕτερον ὄρος τοῦ Διονύσου, ἐνδότερον καὶ ἐπέκεινα τῆς Ἰνδικῆς. Νύχος. ἡ νύξ. Νῦ. τὸ στοιχεῖον. ὅτι νυγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις. καὶ νὺ ἀντὶ τοῦ δή.

— Ῥῆμα. —

Νύξας. διεγείρας. Νυμφοστολῆσαι. τὸ νυμφαγωγῆσαι. Νύσσω. τὸ τιτρώσκω. καὶ τὸ λάμπω. Νυστάζω. ἀπὸ τοῦ νεύω, τὸ στάζω. οἷον·

  
νευστάζων κόρυθα βριαρήν—.  
ἐπειδὴ ἐπινεύουσιν οἱ κοιμώμενοι. ἔνθεν καὶ τὸ ῥηματικὸν ὄνομα νύσταλος, νυσταλογερόντιον. <!-- ν.1410 -->ἢ παρὰ τὸ νευστάζειν ἀποβολῇ τοῦ ε. τὸ δὲ νευστάζειν παρὰ τὸ νεύειν τὴν κάραν.

— Ἐπίῤῥημα. —

Νύκτωρ. διὰ νυκτός. Νῦν. ἀντὶ τοῦ ἀρτίως. καὶ νυνί. καὶ νὺ ἀντὶ τοῦ δή.

Τὸ Ν μετὰ τοῦ Ω. — Ἀρσενικόν. —

Νωθεῖς. ῥάθυμοι, βραδεῖς. οἱ ἐστερημένοι τοῦ τρέχειν. Νωθροκάρδιος. ὁ κατὰ λογισμὸν βαρὺς καὶ ῥάθυμος. Νῶε. ὄνομα κύριον. ἑρμηνεύεται δὲ πρόσωπον ἀκτημοσύνης. Νωδός. ὁ ἐστερημένος τῶν ὀδόντων. Νωΐτερος. ἡμέτερος. Νῶκαρ. ὁ δυσκίνητος, ὁ οὐδʼ ὁπωσοῦν ἐῤῥωμένος. παρὰ τὸ νω στερητικὸν καὶ τὸ σκαίρω, τὸ σκιρτῶ, κατὰ ἀποβολὴν τοῦ ς. Νωλανοί. ἔθνος. Νωμεντίνος. κύριον. <!-- ν.1411 -->Νῷν καὶ σφῷν. σὺν τῷ ι. ἀπὸ γὰρ τοῦ νῶϊν καὶ σφῶϊν γέγονε κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ω δίφθογγον. ἄλλως δὲ πᾶσα δοτικὴ ἐπὶ παντὸς ἀριθμοῦ τὸ ἰῶτα ἔχει. Ὅμηρος δὲ χωρὶς τοῦ ι ἀξιοῖ γράφεσθαι. λέγων ὅτι τρία πρόσωπα εἰσὶ τῶν παθητικῶν· ἡμῶν, ὑμῶν, σφῶν, ἀντὶ τοῦ δύο, δυϊκὸν κεῖται ἀντὶ τοῦ σφῶιν. ἀλλʼ ἔστιν εἰπεῖν, χωρὶς τοῦ ι γράφεται, ἐπειδὴ οὐδέποτε τῇ γενικῇ καὶ τῇ δοτικῇ κέχρηται ὁ ποιητὴς, εἰ μὴ κατὰ διάλυσιν· οἷον τοῖν, τοῖϊν, ὤμοιν, ὤμοιϊν, ἀλλήλοιν, ἀλλήλοιϊν. εἰ οὖν ἐνταῦθα τὸ ἰῶτα ἔχει, ἤμελλε κατὰ διάλυσιν εἶναι. Νώρυμνον. οὐχ ὑψηλόν· οὐκ ἐρυμνόν. Νωνύμους. ἀνωνύμους. Νωνύμνους. ἄνευ ὕμνων καὶ εὐφημίας τῆς διὰ τῶν θρήνων γενομένης· ἀνωνύμους. Νῶος. μωρός. Νωρικός. τοπικόν. Νώροπα. λαμπρόν. παρὰ τὸ νω στερητικὸν καὶ τοῦ ὂψ γέγονε νώροψ, ὁ μὴ ἐῶν τὴν ὄψιν εἰς ἑαυτὸν ἀφορᾷν, λαμπρόν· ἀμαυροῖ γὰρ τὴν ὄψιν τὰ πάνυ λαμπρά. Νῶτος. ἡ ψύα. ἡ ῥάχις. ἐπειδὴ τῶν ἄλλων <!-- ν.1412 -->μερῶν νοτίζεται μᾶλλον, καὶ εἰς τοῦτο ὁ ἱδρὼς καταῤῥεῖ. καὶ ὁ ποιητής·

  
—κατὰ δὲ νότιος ῥέεν ἱδρὼς—  
ὥστε τροπὴν εἶναι τοῦ ο εἰς ω μέγα. ἢ παρὰ τὸ ὦ, τὸ ὑποτακτικὸν, ὦτος καὶ νῶτος. Νωτοφόρος. ὁ ἐπὶ νώτου τὰ ἄχθη καὶ τὰ βάρη ἢ τὰ φορτία βαστάζων καὶ φέρων. Νωχέας. βραδὺς, μαλακός. Νῶχος. κύριον. Νωχελής. βραδὺς, ῥάθυμος. ἢ ὁ νωθρὸς καὶ ἀσθενής. οἱονεὶ ὁ ἐστερημένος τοῦ κέλλειν, νωκελλὴς τὶς ὢν, καὶ τροπῇ τοῦ κ εἰς χ νωχελής· κέλλειν γάρ ἐστι τὸ ταχέως τρέχειν, ἀφʼ οὗ καὶ κέλης, ὁ δρομικὸς ἵππος. Νώψ. ἀσθενὴς τὴν ὄψιν.

— Θηλυκόν. —

Νωθή. μακρὰ ὁδός. Νωθρεία καὶ νωθεία. ἡ ῥαθυμία. νοθία δὲ, ἡ κλεψιγαμία, μικρὸν καὶ ι. Νῶλα. πόλις. Νωμεντία. χώρα. Νομαντία δὲ μικρόν. Νωμηστεία. ἡ μέρισις. Νώρμα καὶ Νώρα. ὀνόματα πόλεων.

— Οὐδέτερον. —

Νωγαλέον. πυῤῥόν. λαμπρόν. <!-- ν.1413 -->Νώδυνον. τὸ ἀνώδυνον. Νώκαρ. χάσμα. ὕπνος. Νῶμα. κίνημα. Νῶτα. ἡ ψύα. Νῶτα θαλάσσης. ὅ ἐστιν ἡ ἐπιφάνεια τῆς θαλάσσης.

— Ῥῆμα. —

Νωμεύειν. κακολογεῖν. Νωμῆσαι. διενεγκεῖν. βαστάξαι ἢ κινῆσαι. ἀπὸ τοῦ ὤμου ἡ μεταφορὰ, ὡς οἶμαι· ὠμῶ καὶ νωμῶ. Νώμησαν. διεμέρισαν. διέδωκαν. ἔστι νωμῶ, νωμήσω, ὁ ἀόριστος ἐνώμησα, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐνώμησαν. γράφεται τὸ νω μέγα· τὰ γὰρ εἰς ω λήγοντα ῥήματα δισύλλαβα κατὰ τροπὴν τοῦ ε εἰς ω ἐκ βαρυτόνου εἰς περισπώμενα μετηγμένα διὰ τοῦ ω μεγάλου γράφεται κατὰ τὴν παραλήγουσαν. καὶ εἰ μὲν διὰ καθαροῦ τοῦ ω ἐκφέρονται, βαρύνονται, οἷον χέω χώω, ζέω ζώω, τρέω τρώω, ῥέω ῥώω, πλέω πλώω· εἰ δὲ μετὰ συμφώνου, <!-- ν.1414 -->περισπῶνται, οἷον στρέφω στρωφῶ, οἷον· κατʼ οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ· νέμω νωμῶ, τρέχω τρωχῶ, λέγω λωγῶ, πέτω πωτῶ· γίνεται γὰρ ἐν τούτοις τροπὴ τοῦ ε εἰς ο, καὶ αὖθις ἔκτασις εἰς τὸ ω. τὸ σώχω, τρώγω, κλώθω, σκώπτω, οὐ ταυτὸν τυχόντα τῆς παραγωγῆς, διὰ τοῦ ω μεγάλου γράφονται καὶ βαρύνονται. Νῶσιν. ἀντὶ τοῦ νήθουσιν. νήθω δὲ τὸ κλώθω. καὶ ταῖς χερσὶ νῶσι λῖνον. Νωσάμενος. ἐνθυμηθείς. Νωτίσαι. ἀμείψασθαι. Νῶ. τὸ σωρεύω.

— Ἐπίῤῥημα. —

Νωγαλέως. λαμπρῶς. Νωλεμέως. ἀδιαλείπτως, συνεχῶς. παρὰ τὸ νω στερητικὸν καὶ τὸ λείπω, τὸ λιμπάνω, γέγονε νωλεπέως, καὶ τροπῇ τοῦ π εἰς μ νωλεμέως. οἱονεὶ τὸ μὴ λειπόμενον, ἀλλʼ ἀδιαλείπτως ὄν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: yem-aam`.
