---
title: "Lexicon: Letter Ι"
title_greek: "Λεξικόν, Ι"
author: Pseudo-Zonaras
eul_wid: yem-aai
eul_aid: yem
canonical: "https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-iota-yem-aai"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:15c61f9b8da318b7db05981ddaa85e4601fa276e3643959a1748fc073e37aecf"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon: Letter Ι

*Λεξικόν, Ι*

**Author:** Pseudo-Zonaras

**eul_wid:** `yem-aai` · [HTML page](https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-iota-yem-aai)

## Text

<!-- ι.1077 -->

Ι. Τὸ Ι μετὰ τοῦ Α. — Ἀρσενικόν. —

Ἰακώβ. κύριον. Ἰαβείμ. κύριον. Ἰαβὶν δὲ, ι. Ἰάειρος. κύριον. Ἰαζάρτης. ὁ Τάναϊς ποταμός. Ἰακώβ. κύριον. πτερνιστὴς ἑρμηνεύεται. Ἴακχος. ὁ Διόνυσος, ἢ ἑορτή. παρὰ τὴν ἰαχὴν τὴν ἐν ταῖς χορείαις, τουτέστι τὴν βοὴν, γέγονεν ἴακχος πλεονασμῷ τοῦ κ. Ἰάλεμος. ἦχος. βοή. θρῆνος. ἀπὸ τοῦ ἰάχω. τοῦτο παρὰ τὸ ἴα, ὃ σημαίνει τὴν φωνήν. ἔστιν ἴημι, ἐκ τούτου γίνεται ἴηος, ἐκ τοῦ ἴηος γίνεται <!-- ι.1078 -->ἰήεμος διὰ τοῦ ε κατὰ τὴν περίληψιν, εἶτα κατὰ τροπὴν τοῦ η εἰς α ἰάεμος, καὶ πλεονασμῷ τοῦ λ, ἰάλεμος, καὶ ἰηλεμῆσαι. ἐν ἄλλοις δὲ εὗρον ἐγὼ τὸ ἰάλεμος παρὰ τὸ ἐπὶ τοῖς ὀλωλόσιν ἴαν φέρειν, ὅ ἐστι φωνὴν ἢ βοήν. Ἴαμβος. στίχος ποδῶν ἓξ δισύλλαβος. Ἰαμβοφάγος. ὁ λοίδορος. ἐπειδὴ ἴαμβος ἔμμετρός ἐστι λοιδορία. Ἰανοκρήδεμνος. ὁ στέμμα ἐξ ἴων φορῶν. Ἰός. τὸ φάρμακον. ἐκ τοῦ ἰάω ἰῶ, τὸ θεραπεύω. ἱὸς δὲ τὸ βέλος δασύνεται, ἐκ τοῦ ἵημι, τὸ πέμπω. οὕτως εὗρον παρὰ τῷ Τζέτζῃ. Ἰάπυξ. ἄνεμος ἐλαφρὸς, ἢ ὄνομα τόπου. <!-- ι.1079 -->Ἰασούβ. κύριον. ἑρμηνεύεται δὲ ἐπιστρέφων. Ἰαπετός. παρὰ τὸ ἴπτω, τὸ βλάπτω, ἰπετὸς καὶ πλεονασμῷ τοῦ α, ἰαπετός. Ἴασπις. λίθος πολυτελής. Ἴασος. παρὰ τὸν ἰάσω μέλλοντα, ἐξ οὗ καὶ τὸ ἰάσομαι γίνεται. ἢ ὅτι τὰ διὰ τοῦ ασος τρισύλλαβα ἓν φωνῆεν θέλει ἔχειν κατὰ τὴν ἀρχὴν, οἷον· Κριασὸς, Πιασὸς, ὀνόματα κύρια. Ἰδιώτην. τὸν ἐν τῷ λαϊκῷ τάγματι τεταγμένον λέγει ὁ Ἀπόστολος. καὶ τοὺς ἔξω τῆς στρατείας οὕτως καλεῖν εἰώθασιν. ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου· πῶς ἐρεῖ τὸ ἀμήν.

— Θηλυκόν. —

Ἴα. ἡ μία, καὶ ἡ φωνή. Ἴαιρα. κύριον. Ἰαληψίς. χώρα. <!-- ι.1080 -->Ἰαμβύκαι. ὄργανα μουσικὰ τρίγωνα, ἐν οἷς τοὺς ἰάμβους ᾖδον. οἱ δὲ σαμβύκαι—. Ἰαμνία. ὄνομα πόλεως. εὗρον καὶ διφθόγγως τὸ μνει. Ἰανοκρήδεμνος. ἡ ἐξ ἴων φοροῦσα στέμμα. Ἰαπυγία. ὄνομα τόπου. Ἴασις καὶ ἄρηξις διαφέρει. τῶν γὰρ νοσημάτων τὰ μὲν θεραπεύεται προσκαίροις θεραπείαις, ὅπέρ ἐστιν ἄρηξις, τὰ δὲ θεραπεύεται παντελῶς, ὅπέρ ἐστιν ἴασις. Ἰατρεία. πόνου καὶ κακῶν ἀπαλλαγή. Ἰατρική. ἰατική τις οὖσα, παρὰ τὸ ἰᾶσθαι, πλεονασμῷ τοῦ ρ. Ἰαχή. ἡ κραυγή.

— Οὐδέτερον. —

Ἰαώ. ἡ σωτηρία. παρʼ Ἑβραίοις. <!-- ι.1081 -->Ἴα. τὰ μυρίπνοα ἄνθη. ἰὰ δὲ τὰ βέλη. Ἰαλεμώδη. θρηνώδη, ψυχρὰ, οὐδενὸς ἄξια. Ἴαμα. ἡ θεραπεία. Ἰαμβεῖον. ἀπὸ τῆς εὑρούσης γυναικὸς βάκχης τινὸς Ἰάμβης καλουμένης, ἢ ἀπὸ τοῦ ἴαν βάζειν. ἡ γὰρ κοινὴ φωνὴ τῶν ἀνθρώπων ἴα καλεῖται. Ἰανόκροκον. τὸ λεπτόν. Ἰαχήματα. κραυγαὶ ἢ ᾠδαὶ διονυσιακαί.

  
καὶ κορυβαντείων ἰαχήματα χάλκεα ῥό-  
  
πτρων.  

— Ῥῆμα. —

Ἰάειρε. πρόσφερε. Ἰακχάζουσιν. τὸν Διόνυσον ἑορτάζουσιν ἢ ἐπιβοῶσιν. Ἡρόδοτος δὲ ἀντὶ τοῦ λέγουσι καὶ φυλάττουσιν. <!-- ι.1082 -->Ἰάλλω. πέμπω, προπέμπω, ἐμβάλλω. παρὰ τὸ ἰῶ τὸ παράγωγον ἰάλλω. Ἰάνθη. ηὐφράνθη. Ἰαίνειν. εὐφραίνειν. καὶ ἰαίνεσθαι. Ἰαμβίζειν. τὸ ὡς βέλη βάλλειν τὰ λεγόμενα, ἢ τὸ ὑβρίζειν. Ἰάπτω. τὸ βλάπτω. Ἰᾶσι. πέμπουσι. ἴασι δὲ ἀντὶ τοῦ πορεύονται. Ἰαύει. κοιμᾶται. καὶ ἰαύων. παρὰ τὸ αὔω, καὶ πλεονασμῷ τοῦ ι, ἰαύω. ἢ παρὰ τὸ ἴον, ὃ σημαίνει τὸν μόνον, ἰάω, τὸ μονάζω, καὶ πλεονασμῷ τοῦ υ, ἰαύω· καὶ γὰρ ἡσυχάζει ὁ καθεύδων. εὗρον δὲ καὶ τὸ ἐνδιατρίβειν καὶ ἀγρυπνεῖν σημαίνειν τὸ ἰαύειν. ὅλας νύκτας ἰαύειν. Ἴαχεν. ἐβόησεν. Ἰάψαι. βλάψαι. ἐπιβαλεῖν. ἀπὸ τοῦ ἰάπτω. <!-- ι.1083 -->Ἰαστί. ἑλληνιστί. Ἰατταταιὰξ καὶ ἰαττατάι. θρηνητικὸν ἐπίῤῥημα.

  
ἰατταταιὰξ τῶν κακῶν ἰατταταιάξ.  
Ἰαῦ. θρηνητικὸν ἐπίῤῥημα.

Τὸ Ι μετὰ τοῦ Β. — Ἀρσενικόν. —

Ἴβηρες. ἔθνος. καὶ Ἰβηρία χώρα. Ἴβις. ὄρνεον ὀφιοφάγον. καὶ κλίνεται ἴβιδος, ἡ αἰτιατικὴ τοὺς ἴβιδας, ἢ καὶ τοὺς ἴβεις, ὡς τοὺς ὄφεις. Ἰβρύκαλος. ὁ χοῖρος. Ἰβυκανητῶν. σαλπικτῶν. ἀπὸ τοῦ Ἰβύκου εὑρετοῦ. ἐξ οὗ καὶ ἰβύκηνον, μουσικὸν ὄργανον. Ἴβηρ. ἐθνικόν ἐστι καὶ παραγωγὴν οὐκ ἔχει. τινὲς δὲ παράγουσιν αὐτὸ ἀπὸ τοῦ ἵμερος, ὃ σημαίνει τὴν ἐπιθυμίαν. <!-- ι.1084 -->Ἰβύκηνον. μουσικὸν ὄργανον. ἀπὸ τοῦ Ἰβύκου. ὅτι κατὰ συμπλοκὴν Κελτῶν πρὸς Ῥωμαίους ἀναρίθμητον ἦν τὸ τῶν ἰβυκανητῶν καὶ σαλπιγκτῶν πλῆθος.

Τὸ Ι μετὰ τοῦ Γ. — Ἀρσενικόν. —

Ἴγγρος. ὁ ἐγκέφαλος. Ἰγνάτιος. κύριον. Ἴγγωρ καὶ Ἴγγηρ. ἐθνικά.

— Θηλυκόν. —

Ἴγδη καὶ ἴγδις. ἡ τριβαία, καὶ ἔνθα μίσγομεν τὰ ἀρτύματα. Ἰγνύς. ὁ ὑπὸ τὸ γόνυ τόπος, ὁ ὀπίσω τοῦ γόνατος. ἔστι δὲ καὶ ἡ ἰγνύη. ἀπὸ τοῦ τὴν καμπὴν ἱκνεῖσθαι τῶν γονάτων. ὅτι αἱ ἰγνύες αἴτιάι εἰσι τοῦ ἱκνεῖσθαι καὶ βαδίζειν. <!-- ι.1085 -->Ἴγδισμα. λύγισμα ὀρχηστικὸν, ἐν ᾧ ἐλύγιζον τὴν ὀσφὺν ἐμφερῶς τῷ δοίδυκι.

— Ῥῆμα. —

Ἰγμένος. ὁ ἐλθών.

Τὸ Ι μετὰ τοῦ Δ. — Ἀρσενικόν. —

Ἰδάλιμος. ὁ δίυγρος, ὁ ἱδρώς. ἀπὸ τοῦ ἰδίω, τὸ κοπιῶ, καὶ ἱδρῶ. ἐκ τούτου γίνεται ἴδιμος καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἰδάλιμος. Ἴδας. ὁ μέγας. Ἴδος. ὁ ἱδρώς. Ἰδαίους. ψυχρούς.

  
ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθʼ ὑπερβολῇ  
  
τοὺς δακτύλους δήπουθεν ἰδαίους ἔχω.  
<!-- ι.1086 -->Ἰδιῶται. ἀντὶ τοῦ πολῖται. οὕτως Θουκυδίδης. Ἴδμονα. ἔμπειρον. Ἰδουμαῖος. οὕτως ἐκλήθη ὁ ἀπόγονος τοῦ Ἡσαῦ. ἴδουμα γὰρ λέγεται εἶδος φακῆς ξανθῆς, ἧς ἐπιθυμήσας Ἡσαῦ ἀπέδοτο τὰ πρωτοτόκια. Ἴδρις. ὁ ἔμπειρος. ἔστι ῥῆμα εἴδω, τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, ῥῆμα ὄνομα εἴδις, ἀποβολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ ρ, ἴδρις. Ἱδρώς. οἱ μὲν, παρὰ τὸ ἰδιῶ γέγονε πλεονασμῷ τοῦ ρ· οἱ δὲ, ἀπὸ τοῦ ἱδρῶ, ἱδρώς. Ἴδρις. ὁ μύρμηξ. παρὰ Ἡσιόδῳ·

  
—ὅτε τʼ ἴδρις σωρὸν ἀμᾶται.  
σωρὸν τὸν καρπὸν λέγει. Ἱδρώς. παρὰ τὸ ὕδωρ ὑδαρός. καὶ συγκοπῇ τοῦ α καὶ τροπῇ τοῦ υ εἰς ι γίνεται ἱδρώς. <!-- ι.1087 -->Ἰδέα. ἡ θεωρία, καὶ ὁ χαρακτὴρ τοῦ λόγου, ι. Ἰδέαι καὶ αἱ ὑποθέσεις. τότε δὲ πολλαὶ ἰδέαι κακῶν συνέσχον τὴν πόλιν. Ἴδη. ὄνομα ὄρους ὑψηλοῦ. οἱονεὶ ὅθεν ἐστὶν ἰδεῖν καὶ θεωρεῖν ἅπαντα τὰ μακρόθεν. γράφεται δὲ διὰ τοῦ ἰῶτα, ἐπειδὴ τὰ εἰς δη βαρύτονα οὐ θέλει διφθόγγῳ παραλήγειν. οἷον κνίδη· βοτάνη ἐστὶ στυπτική. οὕτως οὖν καὶ Ἴδη. πρόσκειται βαρύτονα, διὰ τὸ σπουδὴ καὶ αὐδή. Ἰδιότης. ἡ συγγένεια. ἢ ἰδιότης ἐστὶν οὐσίας πάσης φυσιώδης ποιότης. ἢ ἰδιότης ἐστὶν, ὃ μόνον πρόσεστιν ἀεὶ καὶ παντὶ τῷ ὑπὸ τὸ αὐτὸ εἶδος τελοῦντι. Ἰδιωτικαὶ δίκαι. αἱ εἰς χρήματα τὴν ζημίαν ἐπάγουσαι. οἷον ἀφαίρεσις πράγματος κινητοῦ ἢ ἀκινήτου. Ἰδουμαία. ἑρμηνεύεται αἱματώδης ἢ πηλώδης. δύναται δὲ ληφθῆναι καὶ εἰς τὴν σάρκα τοῦ κυρίου. <!-- ι.1088 -->Ἵδρυσις. ἑδραία ἀσφάλεια ἢ θεμελίωσις. Ἴδη. ὄνομα ὄρους, καὶ πᾶν σύμφυτον ὄρος.

— Οὐδέτερον. —

Ἰδάλιμον. δίυγρον. ἢ εὐειδὲς, ἢ καυστικόν. Ἰδαῖον. ἄντρον ἐν Κρήτῃ. Ἴδιον. τὸ ἰδιωτικὸν, ὡς Δημοσθένης φησίν. Ἴδιον. τὸ μιᾷ φύσει ἁρμόζον, καὶ ἀντιστρέφον πρὸς τὸ ὁριστὸν, ὥσπερ τὸ, νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἐπὶ τοῦ ἀνθρώπου, καὶ ἐπὶ τοῦ ἵππου τὸ χρεμετιστικόν. περὶ τούτου ὁ λόγος τοῖς φιλοσόφοις, τοῦ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρχοντος, ὅπερ ἴδιον ἐπουσιῶδες καλοῦσιν. Ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχον. Ἴδιόν ἐστι τὸ ἰδίως ἐφεστὼς ἐν τῷ προσώπῳ. Ἴδιόν ἐστι σαρκὸς ἐμψύχου τὸ κοπιοῦσθαι, τὸ ὀδυνᾶσθαι, πεινῇν, δειψῇν, ὑποκρατεῖσθαι. Ἴδιόν ἐστι ψυχῆς σώματι κεχρημένης λύπαι, ἀδημονία, φροντίδες, καὶ ὅσα τοιαῦτα. <!-- ι.1089 -->Ἴδιόν ἐστιν ἀνθρώπου τὸ γελαστικόν. Ἴδιόν ἐστιν ἀνθρώπου κυρίως τὸ σύνθετον ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως ἐν ἄλλῃ οἱᾳδήποτε οὐσίᾳ μὴ γνωριζόμενον. Ἰδικόν. ἰδικόν ἐστι τοῦ ἀνθρώπου ἡ οὐσία ἤγουν ἡ φύσις. Ἰδίωμα. τὸ ἔν τινι φύσει γνωριζόμενον κυρίως, καὶ ἐν ἑτέρᾳ οὐσίᾳ μὴ ὑπάρχον. ὥσπερ ἐν τῷ ἀνθρώπῳ τὸ γελαστικόν. Ἰδίωμα λέγεται κατὰ τὸ ἴδια εἶναι ἅμα τῆς ἰδίας φύσεως ἀμιγὲς τῶν λοιπῶν οὐσιῶν ὑπάρχον. ἢ διὰ τὸ ἐν τῷ εἴδει ἅμα εἶναι. ἀχώριστοι γὰρ εἰσὶ τῶν φύσεων καὶ τῶν ὑποστάσεων αἱ αὐτῶν ἰδιότητες. Ἰδίωμα ἤγουν ἰδιότης ἐστὶ τὸ κυρίως ἐν τινὶ φύσει ἰδίως γνωριζόμενον, ἐν ἑτέρᾳ δὲ μὴ εὑρισκόμενον. οἷον ἐν τῇ θείᾳ φύσει τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον. ἅτινα οὐχ ὑπάρχουσιν ἐν ἄλλῃ οἱᾳδήποτε οὐσίᾳ οὔτε ἐν αὐτῷ τῷ παναγίῳ σώματι τοῦ Χριστοῦ κατʼ οὐσίαν. οὔτε γὰρ προαιώνιόν ἐστιν οὔτε ἄκτιστον οὔτε ἀπερίγραπτον ἔσεταί ποτε. Ἰδίωμά ἐστι τὸ ἰδικῶς ἐν ᾧ ἐστὶ καὶ μόνον γνωριζόμενον, ἐν ἑτέρῳ δὲ οὔ. Ἰδίωμά ἐστι τὸ σημαντικὸν πάσης οὐσίας σχῆμα τὲ καὶ πρᾶγμα. Ἰδίωμά ἐστι τὸ σημαῖνον, οὗ ἐστὶ τὴν ὕπαρξιν. Ἰδίωμα ὑποστατικόν ἐστι τὸ ἀφορίζον τοῦ κοινοῦ τῆς φύσεως γνώρισμα. ἢ τὸ χαρακτηρίζον τινὸς ἀνθρώπου πρόσωπον. ἢ τὸ πρὸς ἕτερον ὁμοειδὲς κατʼ αὐτὸ ἐπιδεικνύον τὸ σημαινόμενον πρᾶγμα. Ἰδίωμά ἐστι τὸ σημαντικὸν πάσης οὐσίας σχήματι καὶ πράγματι. Ἰδίωμα τῆς θείας φύσεως τῆς ἁγίας τριάδος τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ ἀπέρατον, τὸ ἀσώματον, τὸ ἀόριστον, τὸ ἀόρατον. Ἰδίωμα τῆς θείας φύσεως παρὰ τὴν φύσιν τῶν ἀγγέλων τὸ δημιουργικόν· τὸ φωτιστικὸν <!-- ι.1090 -->φύσει· τὸ ἄτρεπτον· τὸ ἀπερίγραπτον· τὸ ἀχώριστον· τὸ ἀόριστον· τὸ ἀπερινόητον· τὸ ἀνενδεὲς καὶ αὐτοκρατές· τὸ ζωοδοτικόν· τὸ παντοδύναμον· ἅτινα οὐδʼ ἐν τῇ ἀγγελικῇ τάξει φαίνεσθαι τῶν ἐνδεχομένων ἐστίν. Ἰδίωμα τῆς ἀγγελικῆς φύσεως ἐστὶ τὸ ἀπαθὲς τῆς οὐσίας. καὶ ὑμνολογικὸν ἀσίγητον. ἀπαθὲς δὲ τὸ ἀθάνατον αὐτῶν εἶπον. Ἰδίωμα τῆς ἀγγελικῆς φύσεως παρὰ τὴν ἀνθρωπίνην τὸ ἀθάνατον, τὸ ἀόρατον, τὸ ἀνενδεὲς ὕλῃ, τὸ ἀσώματον ὡς πρὸς τὸ σῶμα· ἅτινα εἰλήφασι παρὰ τοῦ δωρησαμένου θεοῦ. Ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως τὰ χωρίζοντα αὐτὴν τῶν λοιπῶν οὐσιῶν, λέγω δὲ τῶν ἀλόγων, τὸ λογικὸν, τὸ διανοητικὸν, τὸ τῆς ψυχῆς ἀΐδιον, τὸ αὐτεξούσιον, τὸ ὀρθοπεριπατητικόν. πρὸς θεὸν καὶ ἀγγέλους τὸ τῆς τροφῆς ἐνδεὲς, τὸ περίγραπτον, τὸ βαρὺ τοῦ σώματος. εἰσὶ δὲ ἰδιώματα φυσικὰ, ἃ προεῖπον. καὶ εἰσὶν ὑποστατικὰ, οἷον ἀσπρότης, σιμότης, γοργότης, νωθρότης καὶ τὰ ὅμοια. ἅπερ οὐκ ἐν πᾶσιν ἀνθρώποις εὑρίσκεται. οὐ γὰρ πάντες σιμοὶ, οὐ πάντες γλαυκοὶ, διόπερ καί τινες ὑπόστασιν εἶναι λέγουσι τὴν συνδρομὴν τὴν ἰδιάζουσαν τῶν χαρακτηριστικῶν ἰδιωμάτων, ὧν προεῖπον. τὰ δὲ φυσικὰ ἰδιώματα ἐξίσου ἐν παντὶ τῷ γένει ὁμοίως εὑρίσκονται. οἷον· πάντες ἄνθρωποι βροτοί. ὁμοίως εἰσὶ θνητοί· λογικοί· ἀναπνευστικοί· περιπατητικοί· ὑπνωτικοί· πλατυόνυχες· γεωργητικοί· τεχνῶν τεχνῖται. Ἰδίωμα ἐνεργείας ἐστὶν ὁ διὰ τοῦ πλάσματος σχηματισμός. ὃ οὐκ ἐνεργεῖ καθαρῶς, ἀλλὰ καὶ ἐνέργημά ἐστι καὶ γνωρίζεται. ζήτει περὶ τούτου εἰς τὸ, τί ἐστιν ἐνέργεια. Ἰδίωμα ψυχῆς ἐστὶ τὸ ἀθάνατον· τὸ λογικόν· τὸ θελητικόν. Ἰδίωμα τῆς ἀνθρωπίνης φύσεως τὸ σύνθετον ἐκ ψυχῆς ἀσωμάτου καὶ σώματος ὁρωμένου· τὸ γελαστικόν. <!-- ι.1091 -->

— Ῥῆμα. —

Ἰδίειν. ἱδροῦν, κοπιᾷν. Ἰδίῃς. ἱδρώσῃς. Ἀριστοφάνης·

  
μή μοι σοβαρῶς χώρει, πρὶν ἂν ἰδίῃς.  
Ἰδίω. τὸ κοπιῶ καὶ ἱδρῶ. ἀπὸ τοῦ ὕδωρ γέγονεν ὑδρῶ καὶ ἱδρῶ κατὰ τροπὴν τοῦ υ εἰς ι. ἐκ τούτου γίνεται ἱδρίω κατὰ πλεονασμὸν τοῦ ι. τὸ γὰρ ι πέφυκε πλεονάζειν ἐν τοῖς ῥήμασιν. εἶτα κατὰ ἀποβολὴν τοῦ ρ ἰδίω. Ἰδιοπραγεῖ. τὰ ἴδια πράττει, ἡσυχάζει. Ἴδμεν. ἀντὶ τοῦ οἴδαμεν. ἀπὸ τοῦ οἴδαμεν κατὰ συγκοπὴν καὶ ἀφαίρεσιν τοῦ ο ἴδμεν. ὁ δεύτερος ἀόριστος τοῦ εἴδω ῥήματος ἐστὶν ἴδον, καὶ τὸ πρῶτον τῶν πληθυντικῶν ἴδομεν, καὶ κατὰ συγκοπὴν ἴδμεν. Ἰδνωθείς. καμφθεὶς εἰς τοὐπίσω. παρὰ τὸ ἵζω ἰδνῶ, καὶ ἐξ αὐτοῦ ἰδνωθείς. Ἴδῃς. ἀντὶ τοῦ εὕρῃς. ὡς· ὅταν ἴδῃς τὰ ἀγαθὰ, Ἱερουσαλήμ. Ἱδρυμένος. τεθεμελιωμένος. Ἱδρύσαντο. ἐκάθισαν. Ἵδρυται. πεπαγίωται. Ἱδρύω. ἀπὸ τοῦ ἵζω ἱδρῶ, ἱδρύω. Ἱδρίω. ἱδρῶ. καὶ ἱδροῦντας καὶ ἱδρώοντας. <!-- ι.1092 -->Ἴδοσαν. ὡς τό· ἴδοσάν σε ὕδατα, ὁ θεός. ἀόριστος ἐστὶ δεύτερος καὶ γράφεται διὰ τοῦ ι. Ἰδέ. ἀντὶ τοῦ βλέψον. εἶδε δὲ ἀντὶ τοῦ ἐθεάσατο, δίφθογγον. Ἴδε. ἀντὶ τοῦ ἰδοῦ. Ἰδέ. σύνδεσμος. ὅ ἐστι ἀντὶ τοῦ καί. γράφεται καὶ ἦτα. Ἰδέρως. ὁ ἅμα τῷ ἰδεῖν ἐρῶν.

Τὸ Ι μετὰ τοῦ Ε. — Ἀρσενικόν. —

Ἰεμενεί. κύριον. Ἱερομύστης. ὁ διδαχθεὶς τὰ ἱερὰ μυστήρια. Ἱεροφάντης. μυσταγωγὸς θείων λογίων. Ἱερόσυλος. κλοπεὺς τῶν ἱερῶν. Ἱερῆας. τοὺς ἱερεῖς. Ἱερεύς. ὁ τὰς θυσίας προπέμπων τῷ θεῷ. παρὰ τὸ ἵημι. ἢ ὁ λογικὰς θυσίας ἐν καρδίᾳ ἀναφέρειν ἐπιστάμενος. Ἱεροβάαλ. οὕτως ἐκαλεῖτο ὁ Γεδεὼν διὰ τὸ καταβαλεῖν τὸ ἱερὸν τοῦ Βάαλ. Ἱερομνήμονες. οἱ πεμπόμενος εἰς τὸ τῶν Ἀμφυκτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν <!-- ι.1093 -->τοῦ συνεδρίου μετεχουσῶν οὕτω καλοῦνται. ἢ οἱ εἰς Πυλαίαν ἐκπεμπόμενοι γραμματεῖς. παρὰ τὸ μνημονεύειν τῶν ἱερῶν. Ἱερολόγος. ὁ ψάλτης. Ἱερείτης. ὁ ἱερεύς. Ἱεροφώνων. μεγαλοφώνων. τὸ γὰρ μέγα ἱερὸν ἔλεγον οἱ παλαιοί. Ἰεχονίας. κύριον. Ἰεβοῦς. πεπλανημένος, κατησχυμμένος. καὶ ὁ Θεολόγος· ὃν Ἰεβοῦς πρότερον ὄντα Ἱερουσαλὴμ πεποιήκαμεν.

— Θηλυκόν. —

Ἱερομηνία. ἱερὰ ἑορτὴ κατὰ μῆνα. Ἱερολογία. ἡ θεία ψαλμῳδία, ἢ ἡ θεία λειτουργία. Ἱερήν. μεγάλην. Ἱεράν. ἁγίαν. Ἱερὰ τριήρης. ἡ πάραλος. Ἱερουσαλήμ. Σαλὴμ ἐλέγετο πρότερον, ἐλθόντος δὲ Χριστοῦ ἐν αὐτῇ, ἐκλήθη Ἱερουσαλήμ. ἑρμηνεύεται δὲ ὅρασις εἰρήνης.

— Οὐδέτερον. —

Ἱερόν. ναὸς ἅγιος. <!-- ι.1094 -->Ἱερὸν ὀστοῦν. τὸ ἄκρον τῆς ὀσφύος. ὅτι μέγα ἐστί. τὸ μέγα ἱερὸν ἔλεγον οἱ παλαιοί. Ἱερεῖον. σφάγιον, θῦμα. Ἱεριχούντια τείχη, ι. Σεμιράμεια δὲ, δίφθογγον. Ἱερόντιον. ὄνομα πόλεως. Ἱερὸν ἡ συμβουλή. παροιμία ἐπὶ τῶν δεινῶν συμβουλεύειν. Ἱερῷ. θείῳ, ἢ μεγάλῳ.

— Ῥῆμα. —

Ἱέμενοι. ἐπιθυμοῦντες. προθυμούμενοι. Ἰέμην. ἐπορευόμην.

  
εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἰέμην.  
Ἰέναι. ἐλθεῖν. καὶ ἀντὶ τοῦ ἀνθεῖν. ἴονθος γὰρ ἡ πρώτη ἔκφυσις τῶν τριχῶν. Ἵενται. ὁρμῶσιν. οἱ δὲ γευσάμενοι τῆς νίκης τέλειον ἵενται κρατῆσαι. Ἵει. ἀντὶ τοῦ πέμπει, καὶ ἀφίησιν. ὁ δὲ ἵει ἑαυτὸν εἰς τὸ ὕδωρ ψυχρὸν, φάσκων γῆρας ἀνθρώπων εἶναι τὰ βαλανεῖα. Ἱέντες. ἀφιέντες. οὗτοι εἰσὶν οἱ τὴν βοὴν τὴν βαρεῖαν ἱέντες ἡμῖν ἐν ταῖς μάχαις. Ἵενται. ἀφίενται. Ἰέναι. πορευθῆναι. <!-- ι.1095 -->Ἱερουργεῖ. θύει. Ἱερᾶσθαι. ἱερουργεῖν, ἁγιάζειν. Ἱερῶσθαι. τὸ ἱερεὺς νενομίσθαι. καὶ οἷον καθιερῶσθαι. Ἱεράτω. κατὰ νόμον ὀργιαζέτω, θυέτω. ὀργεῶνες γὰρ οἱ θῦται. Ἱέσθην. προεθυμοῦντο, ἢ ἐπορεύοντο. Ἴετο. ἐπορεύετο. Ἵεται. προθυμεῖται. πορεύεται. Ἱέντες. ἀκοντίζοντες. Ὅμηρος·

  
δίσκοισι τέρποντο καὶ αἰγανέῃσιν ἱέντες.  

Τὸ Ι μετὰ τοῦ Ζ. — Ἀρσενικόν. —

Ἱζηματίας. ἄνεμος, καὶ ὁ κεραυνὸς, ἢ εἶδος σεισμοῦ.

— Ῥῆμα. —

Ἱζάνω. κάθημαι. Ἵζει. καθίζει. Ἱζήσας. καθίσας. <!-- ι.1096 -->

Τὸ Ι μετὰ τοῦ Η. — Ἀρσενικόν. —

Ἰήϊος. τοξότης. λέγει τὸν Ἀπόλλωνα. Ὅμηρος·

  
ἰήϊε Φοῖβε.  
Ἰηϊοῦ. βασιλεὺς Σαμαρείας, ὃς ἀνεῖλεν Ἰεσάβελ καὶ τοὺς υἱοὺς Ἀχαὰβ κατὰ τὸ ῥῆμα Ἠλίου τοῦ προφήτου. Ἰησοῦς. ὄνομα τῆς ἐνανθρωπήσεως. δηλοῖ δὲ τὸν σωτῆρα μεθερμηνευόμενον τῇ Ἑβραΐδι διαλέκτῳ. Ἰητήρ. ὁ ἰατρός.

— Θηλυκόν. —

Ἰῇ. μιᾷ. Ἰῇ. φωνῇ.

— Οὐδέτερον. —

Ἵημα. τὸ ἀκόντιον.

— Ῥῆμα. —

Ἴῃ. ἀντὶ τοῦ ἔλθῃ. ἐπὶ μέλλοντος. Ἴηλα. ἐδέσμευσα. καὶ ἰῆλαι ἀντὶ τοῦ ἐπικάμψαι ἢ κατακλεῖσαι. ἀπὸ τοῦ εἰλῶ καὶ ἐν ὑπερθέσει ἰέλω καὶ ἰῆλαι. Ἰηλεμῆσαι. θρηνῆσαι. καὶ ἰηλεμῆσθαι ἀντὶ τοῦ θρηνῆσθαι. <!-- ι.1097 -->Ἵησιν. ἀφίησιν. σχίζων τὶς ξύλα ὡς εἶδε τὸν Κλέαρχον προσιόντα, ἵησι τὴν ἀξίνην. οὕτως Ξενοφῶν. καὶ ἴησιν ἀντὶ τοῦ ἀπέλθοι.

  
κεῖνον μὲν ἐάσωμεν, ἦ κεν ἴησιν.  
Ἵημι. τὸ πέμπω καὶ τὸ πορεύομαι. οἷον·

  
ἄστυδʼ ἰέμενος.  

Τὸ Ι μετὰ τοῦ Θ. — Ἀρσενικόν. —

Ἰθαγενής. γνήσιος. αὐτόχθων, ἐνταῦθα γεννηθείς. ὁ ἰθὺ καὶ ἀδιάστροφον ἔχων τὸ γένος. καὶ ἰθαιγενής. Ἰθακήσιος. ἀπὸ Ἰθάκης χώρας. Ἴθακος. κύριον. Ἰθαιμένεος· Ἰθάμαρ. κύρια. Ἴθρις. ὁ ἐκτομίας. ἀπὸ τοῦ θερίζω, θερίσω, θερὶς καὶ θρὶς, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἴθρις. <!-- ι.1098 -->Ἰθυντῆρες. ὁδηγοὶ, κυβερνῆται, χαλινοὶ, πηδάλια. Ἰθωμίτης. ἀπὸ Ἰθώμης πόλεως. Ἰθύφαλλοι. οἱ ἔφοροι Διονύσου. οἱ τοὺς ἰθυφάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι. κυρίως δὲ ἰθύφαλλον τὸ ἐντεταμμένον αἰδοῖον.

— Θηλυκόν. —

Ἰθάκη. χώρα. Ἰθάμαρ. κύριον. Ἰθεῖα. εὐθεῖα, ὀρθή.

  
οὐ γὰρ ἀφαυρῶς  
  
ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης.  
Ἴθμη. ἡ τρίβος. Ἰθύτης. εὐθύτης. Ἰθώμη. πόλις.

— Οὐδέτερον. —

Ἴθματα. ἴχνη· βήματα· βαδίσματα· δικαιώματα· ὁρμάς. παρὰ τὸ εἶμι, τὸ πορεύομαι, <!-- ι.1099 -->γίνεται ῥῆμα ὄνομα ἴμα, ὡς τίθημι, θέμα, καὶ πλεονασμῷ τοῦ θ, ἴθμα.

  
—ἴθμαθʼ ὁμοῖαι.  
Ἴθμενον. περιστόμιον. στεφάνη. Ἰθμηρόν. καθαρόν. Ἰθυντήριον. τὸ κανονίζον καὶ ἰσότητα παρέχον. Ἰθυτενές. τὸ εἰς εὐθὺ τεταμένον. Ἴθι. ἐλθὲ, ἔρχου, πορεύου.

  
ἴθʼ, ἀντιβολῶ σε.  
εἶμι τὸ πορεύομαι. τὸ πρῶτον τῶν πληθυντικῶν, ἴμεν. τὸ προστακτικὸν, ἴθι. δηλοῖ δὲ καὶ τὸ ἐλθὲ, καὶ παραγενοῦ. ὡς ἐν τῷ·

  
δεῦρʼ ἴθι, ἵνα θέσκελα ἔργα—.  
Ἰθύνειν. κυβερνᾷν. παρὰ τὸ ἰθὺς, ἰθύνω. Ἴθυσεν. ἐπʼ εὐθείας ὥρμησε. καὶ ἴθυσαν. ἀπὸ τοῦ ἰθὺς, ἰθύνω. Ἰθέως. ἀντὶ τοῦ ὀρθῶς.

Τὸ Ι μετὰ τοῦ Κ. — Ἀρσενικόν. —

Ἴκαρος καὶ Ἰκάριος. κύρια. παρὰ τὸ ἰκέσθαι πρὸς τὸν ἀέρα. <!-- ι.1100 -->Ἰκαριεύς. δῆμος φυλῆς τῆς Αἰγηΐδος. Ἴκελος. ὁ ὅμοιος. παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. τὸ εἴκελος διφορεῖται. Ἱκέσιος. ἀντὶ τοῦ ἱκετήσιος. Ἱκέται. παρακλήτορες. Ἰκμαλέος. δίυγρος. Ἴκμενον. πορευτικόν. ἴκμενον ἄνεμον. Ἰκονιαῖος. ἀπὸ τόπου. Ἱκέτης. πρόσφυξ. Ἴκτερος. νόσημα ὠχροποιόν. Ἴκτινα. εἶδος ὀρνέου ἁρπακτικοῦ, ἐν ἔαρι φαινομένου. μεταπλασμός ἐστιν. ἴκτινον γὰρ λέγεται ἡ αἰτιατικὴ, καὶ ὀρθὴ ὁ ἴκτινος. Σοφοκλῆς·

  
ἴκτινος ἔκραξε παρασύρας κρέας.  
εἰρήκαμεν δὲ, ὅτι μεταπλασμός ἐστιν ὥσπερ ἁλίτροχον ἁλίτροχα. γέγονε δὲ παρὰ τὸ ἑαυτὸν ἐκτείνειν πανταχοῦ. ἔστι καὶ ἰκτὶν καὶ ἴκτις ἴκτιδος, εἶδος ζώου, ὡς οἱ κάστορες, ἢ ἔνυδρόν ἐστιν ἰχθυοφάγον. καὶ ἰκτιδέα τὸ τοῦ αἰλούρου δέρμα. <!-- ι.1101 -->Ἴκτερος. ἀπὸ χολῆς ξανθῆς γίνεται, ἥτις πλεονάσασα καὶ πυρωθεῖσα εἰς τὴν ἐπιφάνειαν ἐξωθεῖται καὶ ἀναχέεται, κᾀντεῦθεν τῷ ἰκτεριῶντι ὠχρίασις.

— Θηλυκόν. —

Ἱκανότης. ἰσχὺς, δύναμις. Ἱκετηρία. παράκλησις, ἣν οἱ δεόμενοι κατατίθενταί που ἢ μετὰ χεῖρας ἔχουσιν. Ἱκετεία. ἣν ποιεῖται τὶς διὰ λόγων. Ἱκεσία. ἡ ἱκέτευσις. Ἰκμάς. ἡ ὑγρασία. παρὰ τὸ ἵκω ἱκμὰς, ὅθεν καὶ ἴκμενον οὖρον. παρὰ τὸ ἱκνεῖσθαι. ἢ παρὰ τὴν ἱκμάδα. Ἰκόνιον. ὄνομα πόλεως. Ἰκρίον. τὸ ὀρθὸν ξύλον, ἢ ὁ σταυρὸς, ἢ ἡ φούλκα, ἢ σανιδώματα τῆς νηὸς, καὶ τὰ τῶν θεάτρων, ἃ ἦσαν ἐν ταῖς ἐκκλησίαις. ἐπὶ ξύλων γὰρ ἐκάθηντο, πρὶν γένηται τὸ θεάτρον· ξύλα γὰρ ἐδέσμευον καὶ οὕτως ἐθεώρουν. τινὲς ἴκρια γράφουσιν. εἴρηται δὲ παρὰ τὸ εἰς ὕψος ἵκειν, οἷον ἱκάρια τινὰ ὄντα, ἢ διὰ τὸ αὐτῶν ἱκνεῖσθαι καὶ ἀναβαίνειν. <!-- ι.1102 -->Ἴκταρ. τοῦ Ψελλοῦ· ἴκταρ ἐστὶ τὸ σύντομον, ἵππερως, ἵππων ἔρως. γράφεται καὶ δρόμος.

— Ῥῆμα. —

Ἱκάνω. τὸ ἱκετεύω.

  
ἡμεῖς δʼ αὖθʼ ἱκάνομεν τὰ σὰ γούνατα—  
καὶ τὸ παραγίνομαι, καὶ τὸ καταλαμβάνω.

  
—ἦ μέγα πένθος Ἀχαΐδα γαῖαν ἱκάνει.  
Ἵκετο. παρεγένετο. Ἱκέσθην. παρεγένοντο. Ἱκνοῦμαι. ἔρχομαι, ἱκετεύω. καὶ ἱκνούμενος ἀντὶ τοῦ καμπτόμενος. Ἵκτο. ἦλθεν.

— Ἐπίῤῥημα. —

Ἱκανῶς. ἀρκούντως. Ἴκαρ. πάνυ. Ἴκταρ. πλησίον, ἐγγύς. εἴρηται δὲ παρὰ τὸ ἐφικνεῖσθαι. καὶ παροιμία· οὐδʼ ἴκταρ βάλλει.

Τὸ Ι μετὰ τοῦ Λ. — Ἀρσενικόν. —

Ἵλαος. εὐμενὴς, πρᾷος. ἵλεως δὲ μέγα. Ἱλαρός. εὐχαρὴς, ἀστεῖος. <!-- ι.1103 -->Ἰλάρχας. ταξιάρχας. Ἱλασμός. εὐμένεια, πρᾳότης, συγχώρησις, ἢ διαλλαγή. Ἰλεύς. ὄνομα κύριον. Ἰλεός. ὁ φωλεός· ἡ κατάδυσις τοῦ ὄφεως. σημαίνει καὶ ὄνομα νόσου περὶ τοὺς ἵππους γινομένης. Ἰλλεδανοί. οἱ δεσμοί. Ἰλιβηνοί. ἔθνος. Ἰλισσός. ὄνομα τόπου, καὶ ποταμός. Ἴλλος. κύριον. ἴλλος καὶ ὁ ὀφθαλμός. ἴλλον, στρεβλὸν, στραβὸν, ἢ τυφλόν. Ἀριστοφάνης·

  
ἴλλος γεγένημαι, ὅδʼ οὐδέπω.  
Ἰλλυριοί. βάρβαροι. Θρᾳκικοί. οἶμαι δὲ, τοὺς Βουλγάρους λέγει. Ἀριστοφάνης·

  
Ἰλλυριοὶ κεκριγότες.  
ἀντὶ τοῦ ποιὰν φωνὴν ἀποτελοῦντες. <!-- ι.1104 -->

— Θηλυκόν. —

Ἰλλάδες. δεσμοὶ, σχοινία. ἀπὸ τοῦ εἱλεῖσθαι ἐξ ἱμάντος.

  
ἰλλάσειν οὐκ ἐθέλοντα.  
Ἴλη. σύστημα, συστροφή. τάξις ὄχλου ἱππικοῦ. κυρίως δὲ, φατρία. τότε δὲ ἴλη τῶν καταφράκτων ἱππέων ὑπὲρ τοὺς τριακοσίους ἐς τοὺς ὀπισθοφύλακας κατεῤῥάγη. ἢ ἴλη ἱππέων ἑξηκοντατεσσάρων. ἢ ἴλη ἡ ἄθροισις καὶ τὸ πλῆθος. παρὰ τὸ ὁμοῦ εἱλεῖσθαι γέγονεν ἴλη διὰ τοῦ ι. πολλὰ γὰρ εἰσὶν ὀνόματα ἀπὸ ῥημάτων. οὕτως οὖν ἴλη ἀπὸ τοῦ εἱλῶ. Ἰλιάς. ποίημα Ὁμήρου. καὶ Ἰλιὰς κακῶν ἐπὶ τῶν μεγάλων κακῶν. καὶ Ἰλιὰς τὸ πλῆθος. Ἴλιος. ἡ Τροία. Δωρικῶς.

  
—Ἴλιον ἱρήν.  
Ἰλίη. ἡ Ἀθηνᾶ. <!-- ι.1105 -->Ἰλύς. ὁ βόρβορος, ἢ ὁ πηλώδης καὶ κάθυγρος τόπος, ἤγουν ὑπόστασις τῶν ὑδάτων. ἀπὸ τοῦ ἔλος, ἐλύω καὶ εἰλύω. ὡς ἀπὸ τοῦ πείθω πιθανὸς, οὕτως ἀπὸ τοῦ εἱλύω ἰλύς.

— Οὐδέτερον. —

Ἱλαστήριον. θυσιαστήριον. Ἱλαρώτερον. εὐπροσιτώτερον. Ἱλεωτήριον. θυσιαστήριον. Ἴλιον. ἡ τῆς Φρυγίας πόλις ἢ ἡ Τροία. εἰ δέ που εὑρεθείη θηλυκὸν, Δωρικῶς εὑρίσκεται, καὶ οὐκ ἐν ἰάμβῳ, ἀλλʼ ἐν στίχῳ. οἷον· Ἴλιον ἱρήν. οὕτω Χοιροβοσκός. Ἱλαστήριον. ὡσανεὶ τράπεζά τις τετράγωνος χρυσῆ. Ἀπόστολος· κατασκιάζοντα τὸ ἱλαστήριον.

— Ῥῆμα. —

Ἱλάσκω. τὸ εὐμενίζω. καὶ ἱλάσκεσθαι ἀπὸ τοῦ ἱλῶ δευτέρες συζυγίας τῶν περισπωμένων. ὁ μέλλων ἱλάσω, πλεονασμῷ τοῦ κ ἱλάσκω, καὶ μετάγεται εἰς ἐνεστῶτα. καὶ γίνεται ἱλάσκω, τὸ παθητικὸν ἱλάσκομαι, τὸ τρίτον ἱλάσκεται, καὶ τὸ ἀπαρέμφατον ἱλάσκεσθαι. Ἵλαος. ἵλεος ἔσο. Ἱλάσθητι. ἵλεώς μοι γενοῦ. <!-- ι.1106 -->Ἱλήκοις. ἵλεως καὶ εὐμενὴς γενοῦ. Ἴλλει. συνέχει. Ἰλλίζειν. τὸ διανεύειν.

  
οὐκ ἀΐεις, ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί.  
ἴλλοι γὰρ οἱ ὀφθαλμοί. ἀπὸ τῆς εἰλήσεως καὶ τῆς ἐπὶ τὰ κάτω φορᾶς. Ἰλιγγιᾷ. ὅταν περὶ τὴν καρδίαν στρόφος γένηται, ἐπακολουθεῖ σκότος· καὶ τοῦτο καλοῦσι τὸ πάθος ἴλιγγον. ἰστέον, ὅτι εἰλιγγιῶ διὰ διφθόγγου, ἴλιγγος δὲ διὰ τοῦ ι. Ἰλλόμενος. δεσμευόμενος. ἢ ἰλλόμενος ἀντὶ τοῦ παρατηρῶν.

  
—ὁ δʼ ἰλλόμενος περὶ ὁμίλῳ.  
περὶ λέοντος φησὶν, ὅτι τρωθεὶς ὁ λέων μόνον τὸν τρώσαντα παρατηρεῖ. Ἰλυσπώμενος. ἐν βορβόρῳ κυλιόμενος. καὶ ἰλυσπᾶσθαι, ἐν τῇ ἰλύϊ σπᾶσθαι, ἤγουν ἐν τῇ ἰλύϊ κυλίεσθαι. Ἰλλούμενος. δεσμούμενος. τοῦ Ψελλοῦ· ἰλλούμενος δεσμούμενος, ἰλλίζειν διανεύειν. Ἰλαδόν. ἐν ἀθροίσει. κατὰ τάξιν σημαίνει. καὶ τὸ δασύ. παρὰ τὸ ἴλη, ὃ σημαίνει τὴν ἄθροισιν, γέγονεν ἰλαδὸν, ἤτοι ὁμοῦ. <!-- ι.1107 -->

Τὸ Ι μετὰ τοῦ Μ. — Ἀρσενικόν. —

Ἱματισμός. ἡ ἐσθής. καὶ ἱματισμένος ὁ ἐνδεδυμένος. ἱματισμένον καὶ σωφρονοῦντα. Ἱμαῖος. ὁ ἀντλητής. Ἴμβρος. ποταμός. Ἴμβρως δὲ κύριον, μέγα, καὶ κλίνεται Ἴμβρωτος. Ἴμβρος καὶ Τένεδος, νῆσοι πλησίον Τροίας κείμεναι. Ἱμερόεις. ὁ ἐπιθυμητικός. Ἵμερος. ἡ ἐπιθυμία. παρὰ τὸ ἵημι, τὸ προθυμοῦμαι, γέγονεν ἵμερος. ἐξ οὗ καὶ τό·

  
ἵετο βαλέειν.  
Ἱμερόεντα. ἐράσμιον, λάμποντα. Ἱμάς. ὁ λῶρος. πείσει σε ὁ ἱμάς.

— Θηλυκόν. —

Ἱμάντωσις. σύνδεσμος ξύλων ἐμβαλλομένων ἐν ταῖς οἰκοδομαῖς ἢ καὶ ἐν τοῖς πλοίοις. <!-- ι.1108 -->Ἱμάσθλην. μάστιγα.

  
—κώπην θʼ ἅμα, νηὸς ἱμάσθλην.  
Ἱμέρα. πόλις. καὶ Ἱμεραῖος καὶ Ἱμερία, κύρια. Ἱμεραία. γραῦς τις. καὶ πόλις. Ἱμονιά. τὸ ἀντλητήριον ἢ δέρμα, εἰς ὃ ἀντλοῦσι τὸ ὕδωρ. παρὰ τὸ ἱμὰς, ἱμάντος, ἱμονιὰ, καὶ ἱμαῖος ὁ ἀντλητής. Ἱματίδιον. ὥσπερ ἀπὸ τοῦ ὀψάριον ὀψαρίδιον, οὕτω καὶ ἀπὸ τοῦ ἱμάτιον ἱματίδιον. Ἱμερτόν. ἐπιθυμητόν. Ἱμητόν. ἀντλητόν. καὶ ἱμαῖον, ᾆσμα. Ἱμόνιον. τὸ γεράνιον. Ἵμασεν. ἐμάστιξεν. Ἱματισμένος. ἐνδεδυμένος ἱμάτιον. Ἱμάσσω. πλήξω. πατάξω. μὴ τρέψῃς τὸ ς εἰς ξ. σεσημείωται γάρ. <!-- ι.1109 -->Ἱμᾷν. ἀντλεῖν. ἀνέλκειν, ἀνασπᾷν. καὶ ἱμεῖν. Ἱμείρω. τὸ ἐπιθυμῶ. Ἱμῶσα. ἀντλῶσα. ἀπὸ τοῦ ἱμάντος, ᾧ τοὺς κάδους ἐγέμιζον.

Τὸ Ι μετὰ τοῦ Ν. — Ἀρσενικόν. —

Ἰνάρωνος. κύριον. Ἴνδακος. κύριον. Ἰνδοί. ἔθνος βάρβαρον. Ἴνις. παῖς νέος, βρέφος. παρὰ τὸ ἲς ἰνὸς, ἴνις· δύναμις γὰρ τῶν πατέρων υἱοί. ἢ παρὰ τὸ ἰαίνειν καὶ εὐφραίνειν τοὺς πατέρας. Ἰννοί. οἱ κολοβοὶ τῶν ἵππων. νάννοι δὲ καὶ ναννοφυεῖς οἱ κολοβοὶ τῶν ἀνθρώπων. Ἴναχος. ὄνομα ποταμοῦ. Ἰνωπός. ὄνομα ποταμοῦ. παρὰ τὸ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, καὶ τοῦ ὀπὸς, ὃ σημαίνει τὴν φωνὴν, γέγονεν Ἰνωπὸς κατʼ ἔκτασιν τοῦ ο εἰς ω μέγα. Ἴνωψ. κύριον. ἤνοψ δὲ ὁ μέγας, η καὶ μικρόν. <!-- ι.1110 -->

— Θηλυκόν. —

Ἰνγρουσία. παρὰ Ῥωμαίοις τοῖς ἀσθενέσι διδόμενον σιτίον, ὃ οὔτε ζῇν οὔτε ἀποθνήσκειν ποιεῖ. Ἰνδικτίων. λέγεται καὶ ἴνδικτος. Ἶνες. δυνάμεις ἢ νεῦρα. καὶ κλίνεται ἡ ἲν, τῆς ἰνὸς, αἱ ἶνες. τὰ γὰρ νεῦρα αἴτια τοῦ ἰέναι. ἢ παρὰ τὸ ἲς, ὃ σημαίνει τὴν δύναμιν, γίνεται ἶνες τὸ πληθυντικόν. Ἴνις. χώρα. Ἶνα. τὴν δύναμιν. καὶ Ἴνα ὄνομα πόλεως. Ἰνώ. ὄνομα θεᾶς. Ἴνδαλμα. φαντασία, ὄναρ, ὁμοίωμα. παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ, εἰδάλλω καὶ ἀποβολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ ν, ἴνδαλμα. Ἰνίον. νεῦρον, ἀπὸ τῆς τοῦ ἐγκεφάλου βάσεως ἐπὶ τὰ πλατέα νεῦρα, ἃ τὴν ἰσχὺν ἡμῶν ἔχειν δοκεῖ. ὡς παρὰ τὸ σφὴξ, σφηκὸς, σφηκίον, οὕτως καὶ παρὰ τὸ ἲς, ἰνὸς, ἰνίον. Ἰνάχειον ἄστυ. τὸ τοῦ Ἰνάχου. Ἰνάσσω. ἰσχὺν παρέχω. Ἰνδάλλεται. καταφαίνεται. ὁμοιοῦται. Ἱνατί. διατί, ἢ ἕνεκα τίνος. <!-- ι.1111 -->Ἵνα. ὅπου. ἢ ὅπως. καὶ ἀντὶ τοῦ ἄν. Ὅμηρος·

  
—ἵνα μὴ ῥέξωμεν ὧδε.  

Τὸ Ι μετὰ τοῦ Ξ. — Ἀρσενικόν. —

Ἰξάλου. τελείου, ὁρμητικοῦ ἢ πηδητικοῦ. παρὰ τὸν ἵξω μέλλοντα γέγονεν ἴξαλος. δεῖ δὲ γινώσκειν, ὅτι πολλάκις τὰ παράγωγα ἀλλάσσουσι τὰ πνεύματα, καὶ ἀπὸ δασέων γίνεται ψιλά. οἷον ἅμα ἄμυδις, ἥλιος ἀπηλιώτης ἄνεμος. οὕτως ἵξω ἴξαλος. Ἰξευτὴς, ἰξευτικὸς καὶ ἰξός. παρὰ τὸ ἴκω, ἴξω, ἰξίος. ἢ παρὰ τὸ ἄγειν τὰ ὄρνεα. Ἰξίων. καὶ κλίνεται Ἰξίωνος. οὗτος ἠράσθη τῆς Ἥρας, ὠργίσθη δὲ παρὰ τοῦ Διός. Ἰξιονίδης. Ἰξυρός. ποταμός. Ἰξάλου. πηδητικῆς.

  
—ἰξάλου αἰγός.  
Ἰξύς. ἡ ὀσφὺς, ὂ τὸ ἰσχίον. ἀξὺς τὶς οὖσα, ἣν οὐχ οἷόν τε ξύσαι καὶ κνήσασθαι.

  
ἔκρεκες εὐτάρσοιο διʼ ἰξύος ἀχέτα μολπὰν  
  
τέττιξ οἰονόμοις τερπνότερον χέλυος.  
<!-- ι.1112 -->Ἰξιόεν. θανάσιμον φάρμακον. ὠνόμασται δὲ οὕτως, ἐπειδὴ τὰς ἐντὸς τροφὰς κατέχει, ὡς ἰξὸς, ὀδμὴν ἔχων παραπλησίαν ὠκίμῳ.

  
ἰξιόεν δέ σε μή τι δόλῳ παρὰ χείλεσι πόμα  
  
οὐλοφόνον λήσειεν ὅτʼ ὠκιμοειδὴς ὄδωδε.  
τὸ ἐπίγραμμα Νικάνδρου. Ἷξε καὶ ἷξον. ἀντὶ τοῦ παρεγένοντο.

  
οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν.  
ἀπὸ τοῦ ἵκω ὁ δεύτερος ἀόριστος ἵκον, καὶ τροπῇ Βοιωτικῇ τοῦ κ εἰς ξ ἵξον. οὕτως Ἀπολλώνιος.

Τὸ Ι μετὰ τοῦ Ο. — Ἀρσενικόν. —

Ἰοβόλος. ὁ τῷ ἰῷ καὶ φαρμάκῳ βάλλων. ἰοβόλος ὄφις ἀθρόον ἀνέθορεν. Ἰόβας· Ἰόβακχος· Ἰοβάτης· Ἰοβιανός. ὀνόματα κύρια. Ἰόδδας. κύριον. Ἰόεντα. τὰ μέλανα.

  
ἰόεντα σίδηρον.  
ὡς καί·

  
ἰοειδέα πόντον.  
<!-- ι.1113 -->Ἰοθόρ. κύριον. οὗτος ἦν πενθερὸς τοῦ Μωυσέως. Ἴονθος. ἡ πρώτη ἔκφυσις τῶν τριχῶν. ἀπὸ τοῦ ἰέναι καὶ ἀνθεῖν. Ἰορδάνης. ποταμός. ἐκλήθη δὲ Ἰορδάνης διὰ τὸ συμμίγνυσθαι δύο ἅμα ποταμοὺς, Ἴορ καὶ Δάνην. Ἰόρτιος. κύριον. Ἰόλαος. κύριον. καὶ Ἰόλεως. Ἴουλος. ἡ πρώτη τοῦ γενείου βλάστησις. καὶ ὁ ἐν ταῖς ἀμπέλοις σκώληξ. Ἰούδας. κύριον. ἐγένοντο τούτῳ τρεῖς παῖδες, ὁ Εἲρ, ὁ Ἀννὰν, καὶ ὁ Σηλώμ. ἑρμηνεύεται δὲ Ἰούδας ὁμολόγησις. Ἰός. τὸ βέλος. παρὰ γὰρ τὸν ἰὸν τοῦ ὄφεως γίνεται ἰὸς, τὸ βέλος. καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενος τὶς εὐθέως ἀναιρεθῇ. παρὰ τὸ ἰέναι ποιεῖν τοὺς τιτρωσκομένους εἰς ᾅδην. Ἰοδόκος καὶ ἰοδόκη. ἡ βελοθήκη. Ἰοκάστη· Ἰόλη. κύρια. Ἰόπη. διʼ ἑνὸς π καὶ ι. ἔστι δὲ πόλις Παλαιστίνης. συστέλλει δὲ τὸ ι. εἴρηται δὲ <!-- ι.1114 -->Αἰθιοπία τις οὖσα· κατεῖχον γὰρ αὐτὴν Αἰθίοπες. οὕτως γὰρ εὗρον ἐγώ. Ἰότης. βουλή. γνώμη, φροντίς. ἀπὸ τοῦ ἰοῦ, τοῦ βέλους, ἤγουν ἀπὸ τοῦ ἴεσθαι καὶ εἰς πάντα ἰέναι.

  
ἀλλήλων ἰότητι—  
καί·

  
μὴ διʼ ἐμὴν ἰότητα—.  
Ἰουλόπεζοι. μεταφορικῶς. αἱ πολύκωποι νῆες. ἀπὸ τοῦ ἰούλου, τοῦ πολύποδος ζώου, τοῦ πολλοὺς καὶ πυκνοὺς ἔχοντος πόδας. ὁμοίως καὶ ἡ πρώτη ἐξάνθησις κατὰ τὰς παρειὰς ἴουλος λέγεται ἀπὸ ἰούλου ζώου. Ἰουδήθ. κύριον. Ἰοχέαιρα. Ἄρτεμις. ἡ τοῖς ἰοῖς χαίρουσα. ἢ παρὰ τὸ χέειν τοὺς ἰούς· ὅ ἐστι τὰ βέλει· τοξότης γάρ ἐστι. ἰοχέαιρα καὶ ἡ φαρέτρα ἡ ὑποδεχομένη τὰ βέλη. Ἰοστέφανοι. λιπαραί. Πίνδαρος·

  
ἰοστέφανοι Ἀθῆναι.  
Ἰόνιον πέλαγος. ὁ νῦν Ἀδρίας. καὶ Ἰόνιος κόλπος. <!-- ι.1115 -->Ἴον. παρὰ τὸ ἀνιέναι ταχύ. Ἰορδάνεια ῥεῖθρα. δίφθογγον. ποτάμια δὲ νάματα, ι. Ἰοῦσαν. πορευομένην. Ἰού. ἀντὶ τοῦ οἴμοι καὶ φεῦ μοι. Ἰοῦ ἰοῦ. ἐπὶ χαρᾶς. περισπᾶται.

Τὸ Ι μετὰ τοῦ Π. — Ἀρσενικόν. —

Ἱππαλεκτρυόνος. εἶδος ζώου. Ἶπες. σκώληκες λυμαντικοὶ ξύλων καὶ καρπῶν. ὁ ἲψ, τοῦ ἰπός. Ἵππειος ζυγός. Ἱππημολγός. ὁ τοὺς ἵππους ἀμέλγων. Ἱππίας καὶ Ἱππιόθων. ὀνόματα κύρια. Ἱππιοχάρμην. τὸν χαίροντα τὴν ἱππικὴν, ἢ ἱππόμαχον. χάρμη γὰρ ἡ μάχη. <!-- ι.1116 -->Ἵπνος καὶ ἰπνός. ὁ φοῦρνος. κυρίως ἡ κάμινος. καταχρηστικῶς δὲ ἡ ἐσχάρα. ἢ τὸ μαγειρεῖον. ἢ καπνοδόκη. Ἱππόβοτος τόπος. ὁ μεγάλην γῆν ἔχων, δυνάμενος ἵππους τρέφειν. Ἱππόδαμοι. εἰς ἵππους ἀναστρεφόμενοι. Ἵππος. παρὰ τοῖς ποσὶν ἴεσθαι. ἵπτασθαι, ὅ ἐστι πέτεσθαι. Ἱππότης. ὁ ἱππεὺς, ὁ ὀχούμενος τῷ ἵππῳ. Ἱπποφορβός. ὁ ἱπποτρόφος. φορβὴ γὰρ ἡ τροφή. Ἵππερως. ἵππων ἔρως.

— Θηλυκόν. —

Ἴπος. ἡ τῶν μυῶν παγίς. Ἱππαγωγούς. τὰς ἵππους καὶ ἄνδρας ἀγούσας ναῦς. Ἱππαφέσεων. τῆς ἀφετηρίας, ὅ ἐστι τοῦ καγκέλλου. <!-- ι.1117 -->Ἱππεία. ἡ ἵππευσις. καὶ ἱππεία φάτνη καὶ οὐρά. καὶ ἱππεία Ἀθηνᾶ. Ἱππείων ὁπλέων. τῶν ὀνύχων τῶν ἵππων. Ἱπποσύνη. ἡ περὶ τοὺς ἵππους ἐμπειρία. ἢ ἐπιστήμη ἱππική.

  
ἔγχεΐ θʼ ἱπποσύνῃ τε—.  
Ἵππουριν. ἐξ ἱππείων τριχῶν λόφον ἔχουσα. λόφος δὲ τὸ προνεῦον τῆς περικεφαλαίας ἀνάστημα καταπλήξεως χάριν καὶ κόσμου ὄν. Ἱππαρχία. δύο ταραντιναὶ ἱππέων ἀνδρῶν ιη. Ἱππάκη. τυρὸς ἵππειος. Ἵππευμα. πορείαν. Ἀριστοφάνης·

  
ὡς μακρὸν ἵππευμα διώκεις  
  
ἀστεροειδέα νῶτα διφρεύου-  
  
σʼ αἰθέρος—.  
<!-- ι.1118 -->Ἵππειον κράτος. ἡ τοῦ ἵππου ἰσχύς. καὶ ἵππειον θράσος. Ἱππήλατον. εὐρύχωρον, πλατύ. ἱππήλατον πεδίον διώδευον. Ἴπνια. τὰ ἀποκαθάρματα τοῦ φούρνου. ἢ τὰ πρὸς καῦσιν ἐπιτήδεια. λέγει δὲ Καλλίμαχος καὶ κόπρον τῶν ζώων·

  
σὺν δʼ ἄμυδις φορυτόν τε καὶ ἴπνια λύματʼ  
  
ἄειρεν.  
Ἱποκάμισον. ..... Ἱππάζεται. οὐχ ἁπλῶς τὸ περὶ ἱππικὴν ἔχειν, ἀλλʼ ἐφʼ ἑνὸς ἵππου ὀχεῖσθαι, ὃν νῦν κέλητα καλοῦσιν. Ἵππευε. ἵππων φρόντιζε. Ἰπούμενος. ἀναγκαζόμενος, πιεζόμενος. Ἀριστοφάνης·

  
ἰπούμενος ταῖς συμφοραῖς.  
<!-- ι.1119 -->παρὰ γὰρ τὸ ἵπος, ὃ σημαίνει τὴν παγίδα, γέγονεν ἰπῶ καὶ ἰπούμενος. ἵπος δὲ σημαίνει τὴν παγίδα τῶν μυῶν. καὶ τοῦτο γὰρ τὸ εἶδος φθαρτικόν ἐστιν αὐτῶν. Ἴπτω. τὸ βλάπτω.

  
μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν.  
Ἰπῶ. τὸ θλίβω.

Τὸ Ι μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —

Ἴρηξ. ὁ ἱέραξ. Ἱρῆας. τοὺς ἱερέας. Ἱρός. ὁ ἱερὸς κατὰ κρᾶσιν.

  
χῶρος ὅδʼ ἱρὸς, ὡς ἀπεικάσαι, βρύων  
  
δάφνης, ἐλαίας, ἀμπέλου· πυκνότεροι δʼ  
  
εἴσω—.  
Ἶρος. πτωχός. πένης. μακρὸν τὸ ἰῶτα. παρὰ τὸ εἴρω, τὸ λέγω, ὡς δηλοῖ καὶ ὁ ποιητὴς λέγων·

  
Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,  
  
Οὕνεκʼ ἀπαγγέλλεσκε κιὼν, ὅτε πού τις ἀνώγοι.  
ἀλλʼ ἔστιν εἰπεῖν, ὥσπερ ἀπὸ τοῦ ἱερεὺς, ἱρεὺς, κράσει τοῦ ι καὶ ε εἰς ι μακρὸν, οὕτω καὶ ἀπὸ τοῦ ἱερὸς γίνεται Ἶρος. πολλὰ γὰρ εὑρίσκομεν ὀξύτονα, ἅτινα γινόμενα κύρια καὶ βαρύνονται. οἷον πυρὸς Πύῤῥος· ξανθὸς Ξάνθος· γλαυκὸς <!-- ι.1120 -->Γλαῦκος. οὕτως οὖν καὶ ἱρὸς Ἶρος. καὶ ἄλλως· τὰ διὰ τοῦ ιρος δισύλλαβα διὰ τοῦ ι γράφονται. οἷον Πῖρος, ὄνομα ποταμοῦ· Κῖρος, κύριον· Μῖρος, ποταμὸς Φρυγίας· Τῖρος, ὄνομα ποταμοῦ. οὕτως οὖν καὶ Ἶρος. Ἴρτιος. κύριον.

— Θηλυκόν. —

Ἱρά. ἐκκλησία. καὶ ἱραί. Ὅμηρος·

  
—ἱράων προπάροιθε—  
καὶ ἱρῶν μηνίσας παρʼ Ὁμήρῳ. Ἱρή. πόλις. Ἶρις. νέφος ὑγρὸν κατὰ ἔμπτωσιν ἡλίου πεποικιλμένον, ὃ καλεῖται τόξον. ἢ αὐγαὶ ὑφʼ ὑγρῶν νεφῶν ἀνακεκλασμένα. ἢ ἔμφασις ἡλίου τμήματος ἢ σελήνης ἐν νέφει δεδροσισμένῳ, κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν, ὡς ἐν κατόπτρῳ φανταζομένην, κατὰ κύκλου περιφέρειαν. ἰστέον δὲ, ὅτι τῆς ἴριδος τὸ χλωρὸν ἀέρος σημαντικὸν, τὸ πυῤῥὸν πνευμάτων, τὸ δὲ μελανίζον ὑδάτων. Ἶρις. παρὰ τὸ ῥεῖν καὶ κινεῖν τὸν ὄμβρον. σημαίνει δὲ καὶ τὸν ἄγγελον τῶν θεῶν. παρὰ τὸ εἴρειν καὶ προλέγειν τὰ μέλλοντα. σημαίνει καὶ ποταμὸν παρὰ Ἀπολλωνίῳ·

  
ποταμὸν ταχύῤῥουν Ἶριν.  
καὶ Ἴρις ὄνομα τόπου. <!-- ι.1121 -->Ἴρος. πόλις Θεσσαλίας. ἀπὸ τοῦ Ἴρου τοῦ κτίσαντος αὐτήν. Ἴριγγας. τὰς ἀρτηρίας φησὶν Ἱπποκράτης. λέγει δὲ καὶ ὁ Ψελλός· τὰς ἀρτηρίας ἴριγγας, τὰ δὲ ὀστᾶ ῥοώδη· ὑπόξηρον τὸ ἄποξυ, σφάκελος τὸ φλεγμαίνειν.

— Οὐδέτερον. —

Ἱρά. τὰ ἱερά. Ἱρεῖον. τὸ θῦμα.

Τὸ Ι μετὰ τοῦ Σ. — Ἀρσενικόν. —

Ἰσαάκ. κύριον. ἀγαλλίασις ἑρμηνεύεται. Ἴσακος. ὁ Ἰσαὰκ ἑλληνιστί. Ἰσακίῳ. ἀνδρείῳ. Ἰσάγγελος. ἶσος ἀγγέλῳ. <!-- ι.1122 -->Ἰσθμός. θάλασσα, μέσον ἔχουσα γῆν. πορθμὸς δὲ γῆ ἔνθεν κᾀκεῖθεν, καὶ μέσον θάλασσα. παρὰ τὸ ἴσω, ἰσμὸς καὶ πλεονασμῷ τοῦ θ ἰσθμός. ἢ παρὰ τὸ ἵημι. οὕτως Ἡρωδιανός. Ἰσθμός. καὶ ὁ λαιμός. παρὰ τὸ εἰσιέναι παρʼ αὐτοῦ τὰ ποτὰ καὶ τὰ βρώματα. Ἰσσικὸς κόλπος. Ἰσκαριώτης. μνήμη θανάτου ἑρμηνεύεται. Ἴσκος. ὁ κλέπτης. ἐξ οὗ καὶ ἴσκω. Ἰσμαήλ. κύριον. ἑβραϊστὶ ἑρμηνεύεται ὁ μεθʼ ἡδονῆς γέλως. Ἰσοτελεῖς. ἶσα τελοῦντες Ἰσοχειλεῖς. μέχρι χείλους πεπληρωμένοι. ἦσαν δὲ κρατῆρες οἴνου ἰσοχειλεῖς. Ἶσος. ὁ ὅμοιος. ἰστέον, ὅτι τὸ ἶσος εὕρηται συνεσταλμένον·

  
ἤλασε Κιμμερίω ψαμάθῳ ἴσον—  
οὕτω Καλλίμαχος. παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ, <!-- ι.1123 -->ὁ μέλλων εἴσω, ῥῆμα ὄνομα εἶσος, καὶ ἀποβολῇ τοῦ ε ἶσος.

  
οὐ μὲν σοί ποτʼ ἶσον ἔχω γέρας—.  
Ἰσουργός. ὁ τὰ ἶσα ἐργαζόμενος. Ἱστοριαγράφον, οὐχ ἱστοριογράφον λέγουσιν οἱ Ἀττικοί. Ἴστρος. ὁ ποταμὸς ὁ παρʼ Ἑβραίοις Φεισσὼν, παρὰ δὲ Ἰνδοῖς Γάγγης, παρὰ δὲ Αἰθίοψιν Ἰνδὸς, παρʼ Ἕλλησι δὲ Δανούβιος. Ἱστός. τὸ κατάρτιον. καὶ ἱστὸς τὸ ἱστάριον. παρὰ τὸ ἵστημι. ὅθεν καὶ στύλος.

  
ἱστὸν ἐποιχομένην—  
τὸ γὰρ παλαιὸν αἱ γυναῖκες ἑστῶσαι ὕφαινον. τὸ δὲ ἐποιχομένην, ἐπὶ τὸν ἱστὸν πορευομένην. Ἴστωρ. ὁ ἐπʼ ἄκρῳ τῷ ῥυμῷ ἐμπεπηγμένος <!-- ι.1124 -->πάτταλος. καὶ κλίνεται ἴστορος. ἴστωρ καὶ ὁ ἐπιστήμων. ἀπὸ τοῦ εἴδω, εἴσω, ῥήματος. ῥηματικὸν ὄνομα ἴστωρ, καὶ κλίνεται ἴστορος. καὶ ἐξ αὐτοῦ ἱστορία. Ἵστορι. καὶ ἀντὶ τοῦ μάρτυρι ἢ κριτῇ. Ἰσραήλ. ἑρμηνεύεται νοῦς ὁρῶν τὸν θεὸν, ἢ ὅστις διὰ πίστεως ὁρᾷ τὸν θεὸν τῷ νοΐ. Ἰσχυρός. ὁ ἰσχύος καὶ δυνάμεως ἔχων. Ἰσχυρογνώμων. σκληρὸς, ἔξαρνος. Ἰσχνόφωνος. λεπτόφωνος. Ἰσχνός. παρὰ τὸ ἴσχω ἰσχνὸς, πλεονασμῷ τοῦ ν. οὕτως Φιλόξενος. Ἱστορικός. ὁ τὰ πρὸ αὐτοῦ γεγενημένα συγγράφων, ὡς Ἡρόδοτος. συγγραφεὺς δὲ ὁ κατὰ τὸν χρόνον αὐτοῦ συγγράφων, ὡς Θουκυδίδης. <!-- ι.1125 -->Ἴσσος. ὄνομα ποταμοῦ.

— Θηλυκόν. —

Ἴς. ἡ δύναμις, τὰ νεῦρα. Ἴσσα. ἡ Μιτυλήνη. ὄνομα πόλεως. Ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχον. ἀντὶ τοῦ· ἥ τε τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων μάχη ἰσοκέφαλος ἦν. Ἰσθμικὴ πίτυς. ἆθλον ἐπινίκιον. Ἴσμαρος. ἡ νῦν καλουμένη Μαρώνεια. ἀπὸ τοῦ Ἰσμάρου, τοῦ Ἄρεως καὶ Θρᾴκης παιδός. Ἱστορία. θέα. διήγησις. Ἱστία. ἡ καθέδρα. Ἱστοπέδη. ξύλον ὀρθὸν ἀπὸ τῆς τροπώσεως, ᾧ προσδέδεται ὁ ἱστός. <!-- ι.1126 -->Ἱστοδόκη. ξύλον ὑποδεχόμενον τὸν ἱστόν. Ἰσχνομυθίας. λεπτολογίας.

— Οὐδέτερον. —

Ἴσθμια. περιστόμια· περιδέραια. καὶ ἑορτὴ τῶν Ἑλλήνων. καὶ ἰσθμιάζειν ἐπὶ τῶν κακῶς βιούντων. ἐπίνοσος γὰρ ὁ τῶν ἰσθμῶν καιρός. Ἴσμα. παρὰ τὸ ἵζω. Ἰσόῤῥοπον. τὸ ἰσοστάσιον. Ἰσοστάσιον. τὸ ἶσον τῷ σταθμῷ. Ἰσοσθενές. τὸ ἰσοδύναμον. Ἰσοκλεές. τὸ ἶσον ἔχον δόξαν. Ἰσόπεδον. ἔχον ἴσην τὴν γῆν. Ἰσόκωλον. τὸ ἶσα μέρη ἔχον. Ἰσοπαλῆ. ἐν κλήρῳ ἶσα. πάλος γὰρ ὁ κλῆρος. <!-- ι.1127 -->Ἱστίον. τὸ ἄρμενον. παρὰ τὸ ἵζειν ἐφʼ ἑνὸς τόπου καὶ ἱδρύσθαι. ἵζω, ἱστὸς καὶ ἱστίον. Ἰσχίον. τὸ κοῖλον γλουτοῦ, ὅπου ἡ κοτύλη στρέφεται. Ἰσχνόν. λεπτόν. Ἰσχυρόν. μέγα. βαθύ. ἔτι ἰσχυρὸν τραῦμα λαβοῦσʼ ὑπʼ ἐμοῦ.

— Ῥῆμα. —

Ἴσαν. ἐπορεύθησαν. παρʼ Ὁμήρῳ καὶ μόνον. εἶμι, ὁ παρατατικὸς ἦν, τὸ πληθυντικὸν τὸ α ἴμεν, ἴτε ἴσαν. καὶ ἴσαν ἀντὶ τοῦ ἔγνωσαν. Ἵσατο. καθίδρυσεν. Ἴσασι. γινώσκουσιν. ἀπὸ τοῦ ἰσῶ παράγωγον ἴσημι. τοῦτο δὲ πάλιν ἀπὸ τοῦ εἴδω τοῦ σημαίνοντος τὸ ἐπίσταμαι. τὸ πληθυντικὸν ἴσαμεν, ἴσατε, ἴσασιν. ὥσπερ δίδοσιν οὐ περισπᾶται. Ἴσθι. γίνωσκε. ἔστιν εἰδῶ τὸ γινώσκω, ὁ μέλλων εἴσω. ἐξ οὗ καὶ τὸ εἴσομαι. οὗ ὁ μέλλων σπασθεὶς ἐνεστὼς γίνεται ἰσῶ, διὰ τοῦ ι. τὰ γὰρ εἰς ω λήγοντα ῥήματα κατʼ ἔνδειαν <!-- ι.1128 -->διχρόνῳ βραχεῖ παραλήγει. οἷον· πείθω, πιθῶ· στείχω, στιχῶ· φείδω, φιδῶ· τεύχω, τυχῶ· οὕτως οὖν καὶ εἴδω, εἴσω, ἰσῶ, διὰ τοῦ ι βραχέος. ἐκ τούτου γίνεται παράγωγον τῶν εἰς μι ἴσημι, ὁ παρατατικὸς, ὅπερ Δωρικῶς γίνεται ἴσαμι. τούτου τὸ πληθυντικὸν ἴσαμεν, καὶ κατὰ συγκοπὴν ἴσμεν. τὸ β ἴσατε, καὶ κατὰ συγκοπὴν ἴστε. τούτου τὸ προστακτικὸν ἴσαθι, καὶ ἐν συγκοπῇ ἴσθι. τὸ τρίτον ἴστω. τὸ β τῶν δυϊκῶν ἴστον· πλεονασμῷ τοῦ ε, ἰστέον. Ἴσθι. ὕπαρχε. ἀπὸ τοῦ εἰμί. τὸ α τῶν πληθυντικῶν ἔμεν, ὅπερ κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν. ἀπὸ τοῦ ἔμεν γέγονε τὸ προστακτικὸν ἔθι, καὶ πλεονασμῷ τοῦ ς ἴσθι· τὸ γὰρ ε πλεονάσαντος συμφώνου τρέπεται εἰς ι. οἷον· ἔχω, ἴσχω. οὕτως οὖν καὶ ἔθι, ἴσθι. τοῦτο δὲ τὸ ἴσθι κατὰ τὸ τρίτον πρόσωπον τὸ ὀφειλόμενον ε ἀναδέχεται καὶ γίνεται ἔστω. Ἰσηγορεῖ. ἐπʼ ἴσης λέγει. Ἴσημι. γινώσκω. καὶ ἴσαμεν. Ἴσκω. τὸ κλέπτω. <!-- ι.1129 -->Ἴσκειν. τὸ εἰκάζειν. Ἰσοφαρίζειν. ἐξισοῦσθαι. ἶσος φαίνεται. ἐξισάζειν. Ἰστέον. γνωστέον. Ἱστορῆσαι. θεάσασθαι. Ἴστε. γινώσκετε. Ἵστη. ἀντὶ τοῦ στῆσον. προστακτικῶς. καὶ ἵστης, εἰργάσω. Ἱστορημένα. πρὸς θέαν ἱστάμενα. οὕτω γὰρ ἦσαν ἱστορημένα μόνον. Ἴσχανα. ἔξυσα. ἐλέπτυνα. Ἀριστοφάνης·

  
ἴσχανα τὴν τέχνην ἐπυλλίοις καὶ περιπάτοις.  
Ἰσχάνει. κωλύει. καὶ ἰσχανόωσα. καὶ ἰσχανόωσιν. Ἰσχανόω δὲ, τὸ ἐπιθυμῶ, γενικῇ. Ἴσχεο. πέπαυσο. καὶ ἴσχεσθε. <!-- ι.1130 -->Ἴσχει. κρατεῖ. Ἰσχυρίζεται. ἐνίσταται. διαβεβαιοῦται. φιλονεικεῖ. Ἰσχνομυθοῦντες. ἀκριβολογοῦντες. λεπτολογοῦντες.

— Ἐπίῤῥημα. —

Ἴσσα. ἐπίφθεγμα ἐπὶ τῶν ὅλως δυσπραγούντων. Ἴσως. τάχα ἢ ὁμοίως.

Τὸ Ι μετὰ τοῦ Τ. — Ἀρσενικόν. —

Ἰταμός. ἀναίσχυντος, ἀναιδής. παρὰ τὸ ἴεσθαι, ὅ ἐστιν ὁρμᾷν. Ἴτης. ὁ πτωχός. ὁ ὁρμητικός. ὁ ἐπὶ πάντας ὁρμῶν. ἀπὸ τοῦ ἰέναι. ἀπὸ τούτου καὶ εἰσητήρια. οὕτως Ὦρος ὁ Μιλήσιος. <!-- ι.1131 -->Ἴτυλος. ὁ ὀρφανός.

— Θηλυκόν. —

Ἰτέα. τόπος. ἀφʼ ἧς ὁ δημότης ὁ Ἰτεαῖος. Ἰτέα. τὸ δένδρον. παρὰ τὸ ἰέναι· ταχέως γὰρ αὔξεται. Ἴτυς. περιφέρεια ὅπλου. ὁ δὲ Καλλίμαχος, ὡς ὁρᾷ αὐτὸν παριόντα, ἐπιλαμβάνεται αὐτῆς τῆς ἴτυος. λέγει δὲ τὴν ἀσπίδα. Ἰτώνη. καὶ Ἰτωνία. ἡ Ἄρτεμις. Ἰτωνίς. χώρα. καὶ κλίνεται Ἰτωνίδος.

— Οὐδέτερον. —

Ἰταβύριον. ὄρος οὕτω καλούμενον. ἔστι δὲ λίαν ὑψηλόν. Ἰτρία. καπυρώδη πλάσματα. καὶ ἴτριον. ἀπὸ τοῦ ἰέναι· ἐπὶ λεπτὸν γὰρ ἕλκεται. Ἴτρον. τὸ ὑποκάτω τοῦ ὀμφαλοῦ μέρος. ἐξ οὗ καὶ ἴτρα, καὶ μίτρα, ἡ περὶ αὐτὴν ζώνη. Ἰτρόγαλα. ..... Ἰτέον. πορευτέον. Ἰτητέον. πορευτέον. <!-- ι.1132 -->

— Ῥῆμα. —

Ἴτην. ἐπορεύθησαν. ἴημι. καὶ σημαίνει τὸ πέμπω. τοῦτο γίνεται κατὰ συγκοπὴν τοῦ η ἴμι, ὁ παρατατικὸς ἴν, ἴσι, τὸ δυϊκὸν ἴτον, ἴτην.

  
τὼ δʼ αὖτʼ ἴτην παρὰ νῆας Ἀχαιῶν.  
Ἴτω. ἰέτω. ἐρχέσθω. ἀλλʼ ἴτω· χαιρέτω γῆν πρὸ γῆς, ὅποι βούλοιτο. ἀπὸ τοῦ εἶμι. τὸ α τῶν πληθυντικῶν ἴμεν. τὸ προστακτικὸν ἴθι. τὸ τρίτον ἴτω.

Τὸ Ι μετὰ τοῦ Υ. — Ἀρσενικόν. —

Ἰϋγμός. βοὴ, φωνή. Ἴϋξ. κύριον.

— Θηλυκόν. —

Ἴϋγξ. ἔρως, ἢ ὁ τοῦ λόγου ῥυθμός. καὶ τὸ ὄρνεον τὸ λεγόμενον σεισοπύγης. τοιαύτη τις προσῆν ἴϋγξ Διογένους τοῖς λόγοις τοῦ κυνός. Ἴϋγγες. λεπτοὶ πόροι. καὶ αἱ τέρψεις. καὶ τὰ ἐφέλκοντα τὴν διάνοιαν εἰς ἐπιθυμίαν καὶ ἔρωτα. <!-- ι.1133 -->

— Ῥῆμα. —

Ἰΰζει. βοᾷ. κράζει. ἀγροικικῇ τῇ φωνῇ φωνεῖ. πεποίηται δὲ τὸ ὄνομα ἀπὸ τοῦ ἰοῦ ἐπιῤῥήματος.

Τὸ Ι μετὰ τοῦ Φ. — Ἀρσενικόν. —

Ἴφις, Ἴφιδος. ὄνομα κύριον. καὶ ὁ ταχύς. Ἰφίνοος· Ἰφικλῆς· Ἴφικλος· Ἰφικράτης· Ἴφιτος· Ἰφίστιος. ὀνόματα κύρια. Ἴφθιμος. ὁ ἰσχυρὸς καὶ γενναῖος. ὡς παρὰ τὸ ἄνθος γίνεται ἄνθιμος, καὶ κῦδος κύδιμος, οὕτως καὶ παρὰ τὸ ἴφι ἴφιμος καὶ πλεονασμῷ τοῦ θ ἴφθιμος. ἢ παρὰ τὸ ἴφι καὶ θυμὸς ἰφίθυμος καὶ συγκοπῇ ἴφθιμος.

— Θηλυκόν. —

Ἰφιγένεια. κύριον. <!-- ι.1134 -->Ἰφικράτιδες. εἶδος ὑποδήματος. εἴποτε δὲ τὰς ἀττικὰς ἰφικράτιδας. ὁ γὰρ Ἰφικράτης σκυτέως πατρὸς υἱός. Ἰφίη. εἶδος ἀγρίου λαχάνου. Ἰφύς. ἡ ὀφρύς.

— Οὐδέτερον. —

Ἴφιον. τὸ λιπαρόν. Ἴφια μῆλα. ἰσχυρῶς βαδίζοντα. εὐτραφῆ. ἢ κατʼ εὐφημισμόν. ἢ ἰσχυροποιὰ τῶν ἀσθενούντων. μῆλα δὲ τὰ πρόβατα λέγει.

— Ῥῆμα. —

Ἰφύει. βοᾷ.

— Ἐπίῤῥημα. —

Ἶφι. ἰσχυρῶς. ὥσπερ ἀπὸ τοῦ νόστου γίνεται νοστόφι καὶ ἐν συγκοπῇ νόσφι, οὕτω καὶ ἀπὸ τοῦ ἲς, ἰνὸς, ἰνόσφι καὶ κατὰ συγκοπὴν ἶφι. ἐπὶ δὲ τοῦ ἴφι κατὰ ἀντίφρασιν ἐστί· <!-- ι.1135 -->σημαίνει δὲ τὰ ἀσθενῆ καὶ οὐ τὰ ἰσχυρά. ἡ εἰς φι συλλαβὴ κατὰ πᾶσαν πτῶσιν φυλάσσεται, οἷον· χαλκόφι· οὐρανιάφι.

Τὸ Ι μετὰ τοῦ Χ. — Ἀρσενικόν. —

Ἰχθυοβολεὺς καὶ ἰχθυουλκός. ὁ ἁλιεύς. Ἰχθῦς. περισπᾶται. παρὰ τὸ θύω, τὸ ὁρμῶ, ἰθῦς καὶ πλεονασμῷ τοῦ χ ἰχθῦς. Ἰχνεύμονος. εἶδος ζώου καὶ ἰχθύος. Ἰχώρ. τὸ σεσηπὸς αἷμα. παρὰ τὸ ἔχω, ἴσχω, ἰσχὼρ, κατὰ ἀποβολὴν τοῦ ς ἰχώρ. ὅθεν καὶ τὸ ι φυλάσσει μακρόν. τὸ γὰρ ἰχὼρ θέσει μακρόν ἐστι· ὡς ἐν τῷ γίγνεται, γίνεται. Ἰχῶ. τὸν ἰχῶρα, κατὰ ἀποκοπήν. ἡ εὐθεῖα ὁ ἰχὼρ, τοῦ ἰχῶρος, τὸν ἰχῶρα, τὸν ἰχῶ.

  
ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ.  

— Θηλυκόν. —

Ἴχλα. ἡ κίχλα. Ἰχναίη. ἡ Μακεδονία. <!-- ι.1136 -->

— Οὐδέτερον. —

Ἴχνος. βῆμα ποδός. παρὰ τὸ ἴσχειν, ὅ ἐστι συνέχειν ὅλον τὸ πόδα. ἢ ἀπὸ τοῦ ἀνέχεσθαι τῆς γῆς. οὕτως Ὦρος ὁ Μιλήσιος. Ἰχθυόκεντρον. ἡ τρίαινα. ἤτοι καμάκιον.

— Ῥῆμα. —

Ἰχθυάα. ἰχθύας ἀγρεύει. Ἰχνηλατῆσαι. διὰ τῶν ἰχνῶν ἀναζητῆσαι. Ἰχνεύει. ἐρευνᾷ. ζητεῖ. Ἰχνᾶται. ἰχνοσκοπεῖ.

Τὸ Ι μετὰ τοῦ Ψ. — Ἀρσενικόν. —

Ἴψ. ὁ σκώληξ. καὶ κλίνεται ἰπὸς, ἡ δοτικὴ τῶν πληθυντικῶν τοῖς ἰψίν.

— Ῥῆμα. —

Ἴψας. ἔβλαψας. εἵψας δὲ ἀντὶ τοῦ ἠκολούθησας, δίφθογγον. Ἴψω. ἔβλαψας.

  
μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν.  
<!-- ι.1137 -->

Τὸ Ι μετὰ τοῦ Ω. — Ἀρσενικόν. —

Ἰωάς. κύριον. Ἰωβάδας. κύριον. Ἰωβηλαῖος. μὴν οὕτω καλούμενος παρὰ Ἰουδαίοις καὶ τιμώμενος. ἰστέον, ὅτι τὸ ἀργὸν ἔτος κατὰ τὴν ἑπταετίαν ἠργεῖτο παρὰ Ἰουδαίοις ὁμοίως ταῖς ἑβδομάσιν ἡμέραις. Ἰώβ. κύριον. ἑρμηνεύεται δὲ πρόσωπον πόνου. Ἰωδαέ. κύριον. Ἰώεσδρος. κύριον. Ἰωήλ. κύριον. Ἰωθάμ· Ἰωθήρ. ὀνόματα κύρια. Ἰώλκιος. κύριον. Ἰωνάθας. κύριον. Ἴωνες. οἱ περὶ τὴν Ἀσίαν. Ἰωάννης. κύριον. ἑρμηνεύεται χάρις, ἢ θεωρητικὸς, ἢ θεολογικὸς, ἢ ἀγαπώμενος, διὰ παρθενίας καὶ καθαρότητος. Ἰωάχαζ. κύριον. Ἰωάβ. κύριον. Ἰωσῆς. κύριον. Ἰώσηπος· Ἰωσεδέκ. κύρια. <!-- ι.1138 -->Ἰωσίας. κύριον. οὗτος ὑπὲρ τῆς εὐσεβείας κατὰ τοῦ θεοῦ ἐζήλωσεν, ὡς καὶ τὰ ὀστᾶ τῶν πάλαι ἀποθανόντων ἱερέων τῶν εἰδώλων ἀνασκάψαι καὶ διαλικμῆσαι. Ἰωάθαμ. κύριον. ἑρμηνεύεται δὲ καὶ συντέλεια. Ἰωρός. κύριον. σημαίνει καὶ τὸν θυρωρὸν, καὶ τὸν φύλακα. Ἰωχμός. θόρυβος. παρὰ τὸ διώξω, διωγμὸς, καὶ τροπῇ τοῦ γ εἰς χ καὶ ἀποβολῇ τοῦ δ, ἰωχμός. Ἰωφονίας. κύριον. Ἰωάννης. ὁ τῷ λόγῳ διὰ πραότητα καὶ πολλὴν καθαρότητα τῆς καρδίας ἀγαπώμενος.

— Θηλυκόν. —

Ἰωάννα. κύριον. ἑρμηνεύεται περιστερά. Ἰωγή. ἡ σκέπη.

  
Βορέω ὑπʼ ἰωγῇ.  
ἀπὸ τοῦ ἰέναι. τὸ γὰρ σκέπον ἐπὶ πᾶν, ὃ σκέπει, ἴεται. Ἴων. ὄνομα πόλεως. Ἰωή. ἡ πνοή. παρὰ τὸ ἵημι, ἰὴ, καὶ πλεονασμῷ τοῦ ω, ἰωή, καὶ ἡ φωνή. παρὰ τὸ ἴω <!-- ι.1139 -->γίνεται ἰωὴ ἡ διϊκνουμένη εἰς ἀκοήν. οὕτως Ὦρος ὁ Μιλήσιος. Ἰωκή. ἡ βοή. δίωξις. παρὰ τὸ διώκω διωκὴ, καὶ ἀποβολῇ τοῦ δ, ἰωκή. Ἰῶκα. τὴν ἰωκὴν λέγει, ὅ ἐστι τὴν ὁρμὴν, τὴν δίωξιν. οὕτως Ὦρος. ὡς Ἡσίοδος τὴν κρόκην, κρόκα. ὥστε μεταπλασμός ἐστιν. Ὅμηρος·

  
ἰῶκά τε δακρυόεσσαν.  
Ἰωκάς. ὁρμὰς, διώξεις. Ἰῶλκα. αὔλακα. Ἴωξις. ἡ δίωξις. ὡς ἀπὸ τοῦ λέγω, λέξω, λέξις, ἕξω, ἕξις, οὕτως καὶ ἀπὸ τοῦ διώκω, διώξω, δίωξις, καὶ ἀποβολῇ τοῦ δ, ἴωξις, ἡ δίωξις. Ἰωνία. χώρα. Ἰώνυμφα. κύριον. Ἰωνιά. ἡ τῶν ἴων πρασιά. ὡς καὶ κρινωνιὰ καὶ ῥοδωνιά. <!-- ι.1140 -->

— Οὐδέτερον. —

Ἰωτάπατα. τόπος. Ἰά. τὰ βέλη καὶ τὰ φάρμακα. Ἰῶτα. τὸ στοιχεῖον. παρὰ τὸν ἰὸν τῶν ἰοβόλων ζώων. εἰς ὀρθὸν γὰρ βαδίζειν ὁ ἰὸς, ὡς καὶ ἡ τούτου γραφή. ἢ ἀπὸ τοῦ ἰοῦ, τοῦ βέλους.

— Ῥῆμα. —

Ἰώθη. ἐχολώθη. ἢ ἰοῦ ἐπληρώθη. Ἴωμεν. ἔλθωμεν. βαδίσωμεν. Ἰών. ἀντὶ τοῦ πορευθεὶς, ὀξυτόνως, καὶ ἀντὶ τοῦ ἐλθών. Ἰώ. ἀντὶ τοῦ φεῦ.

  
ἰὼ τραυμάτων ἐποδύνων.  
  
ἰὼ, βαρύβρομοί τε βρονταί.  
ἐκ τοῦ ἰωὴ κατὰ συγκοπὴν ἰώ. Τρύφων δὲ λέγει, τὸ ω κλητικὸν προσέλαβε τὸ ι καὶ ἐγένετο ἰώ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: yem-aai`.
