---
title: "Lexicon: Letter Γ"
title_greek: "Λεξικόν, Γ"
author: Pseudo-Zonaras
eul_wid: yem-aac
eul_aid: yem
canonical: "https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-gamma-yem-aac"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:a166dcc28050b8e85157cb1156c18cf4cead60d8590d929b4e209d6b86289ef4"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon: Letter Γ

*Λεξικόν, Γ*

**Author:** Pseudo-Zonaras

**eul_wid:** `yem-aac` · [HTML page](https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-gamma-yem-aac)

## Text

<!-- γ.415 -->

Γ. Τὸ Γ μετὰ τοῦ Α. Ἀρσενικόν.

Γαβριήλ. ὄνομα κύριον, ἑρμηνεύεται δὲ θεὸς καὶ ἄνθρωπος. Γαλαθηνός. ὑπομάζιος. παρὰ τὸν θήσω μέλλοντα, ὃ δηλοῖ τὸ θρέψω, ὡς τό·

  
ἐπηετανὸν γάλα θῆσθαι.  
τουτέστι τρέφεσθαι, γίνεται θηνὸς, ὥσπερ παρὰ τὸν κλείσω μέλλοντα γίνεται κλεινός· καὶ ἐν συνθέσει γαλαθηνός. Γαλεὸς καὶ γαλεώτης. ὁ ἀσκαλαβώτης. Γαλαξίας. τὸ ἐν τῷ οὐρανῷ φῶς κατὰ τὴν νύκτα, ὅπερ ἔστιν ἀνάκλασις φωτὸς ἡλιακοῦ, μὴ καταλαμπομένων τῶν ἀστέρων. Γάλλοι. οἱ ἀπόκοποι, οἱ εὐνοῦχοι. Γαλαάδ. ἀποκάλυψις ἑρμηνεύεται. Γαληψός. ὄνομα κύριον, καὶ πόλις τῆς Θρᾴκης, ἀπὸ Γαλήψου τοῦ ἐκ Θάσου. τὰ εἰς ψος ὑπὲρ δύο συλλαβῶν ὀξύνονται, οἷον· σκινδαψός· χεραψός· λυκαψός· γαληψός. ὁ πολίτης Γαλήψιος. <!-- γ.416 -->Γάλλος. ὄνομα ποταμοῦ. Γάμβορος ἢ γάμμορος. ὁ ἀμέτοχος. Γαμιλιῶνος. ὄνομα μηνός. Γάμος. παρὰ τὸ δαμῶ, τὸ δαμάζω, γίνεται δαμὸς καὶ γάμος. ὅθεν καὶ Ὅμηρος ἀδαμάστους λέγει τὰς παρθένους·

  
παρθένος ἀδμής—.  
οἱ δὲ παρὰ τὸ γεννᾷν γάμος. Γαμήλιος. γαμικός. Γαμψός. ὁ κεκαμμένος. κάμψω, καμψὸς καὶ γαμψὸς, τροπῇ τοῦ κ εἰς γ· ὡς τό· ἔκαμψε καὶ ἔγαμψε, καμψώνυχες καὶ γαμψώνυχες, ὅ ἐστιν ἐπικαμπεῖς ὄνυχες. Γαμβρός. παρὰ τὸ γάμος γαμηρὸς καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ β γαμβρός. Γάργητος. κύριον. Γάρος. ἀρσενικῶς λέγεται. ἔστι δὲ οὐδὲν ἄλλο ὁ γάρος ἢ σηπεδών. Γαργαλέων. ἡ λεγομένη σταφυλὴ ἢ τὸ ἄκρον τοῦ λάρυγγος. ἀπὸ τοῦ ἤχου τοῦ γενομένου ἐν τῇ θεραπείᾳ αὐτῆς. <!-- γ.417 -->Γάστρις. ὁ περὶ γαστέρα ἀκρατής. καλοῦσι δὲ καὶ τὸν ἕλμινθας ἔχοντα. Γαστρίμαργος. τὴν γαστέρα μανιώδης· μαργαίνω γὰρ τὸ μαίνομαι. Γαιζῆται. οἱ Γαλάται. παρὰ τὸ τὴν γῆν ζητεῖν. ἐκπεσόντες γὰρ τῆς ἑαυτῶν χώρας, πολλὴν γῆν περιῆλθον ζητοῦντες ὅπου οἰκήσουσι. Γαιτοῦλοι. ἔθνος Λιβύης. Ἀρτεμίδωρος Γαιτουλίους αὐτοὺς φησίν. ἡ χώρα Γαιτουλία. Γαιοδόται. οἱ ἀρχιτέκτονες ἢ οἰκονόμοι. παρὰ τὸ δεῖν, ὃ σημαίνει τὸ μερίζειν. οἱ τὴν γῆν διαμερίζοντες, ὅ ἐστι διαγράφοντες εἰς οἰκήματα. Γαῦρος. ἀλαζὼν, ἐπαιρόμενος. Γαισός. τὸ κοντάριον. Γαγγαμουλκοί. οἱ σαγηνεύοντες. Γαλερωπός. ὁ ἐπιτερπὲς βλέπων. Γαῦλος. ὁ εὐεξαπάτητος, ὁ ἐξ ἀλλοτρίων ζῶν. Γαυλὸς δὲ, ὀξυτόνως, τὸ ποιμενικὸν ἀγγεῖον, εἰς ὃ τὰ γάλα δέχονται. παρὰ τὸ γῶ, τὸ χωρῶ, γίνεται γαλὸς καὶ γαυλός· καὶ οὐ πάντως δὴ παρὰ τὸ γάλα λαμβάνειν. λέγεται δὲ καὶ τριήρης γαυλὸς διὰ τὸ πλεῖστα δέχεσθαι, ὥς <!-- γ.418 -->φησιν Ἡρόδοτος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν. ἔστι δὲ καὶ εἶδος πλοίου λῃστρικοῦ, ἥτις καὶ λίβυρνος καλεῖται. ἢ γύαλος τὶς ὤν· τουτέστι κοῖλος. Ἡρόδοτος· γαυλούς τε ἐνταῦθα καταδύσας. καὶ αὖθις· γαυλούς τε γαλαγόπηγας. ἢ γαυλὸς, ὁ τοῦ φρέατος ἀντλητήρ. ἢ οἰνηρὸν ἀγγεῖον ἐκ ξύλων κατεσκευασμένον, ἣν Ἰταλοὶ μαγγάναν ὀνομάζουσι. Γαύνακας. γαύνακας ἀμπεχόμενον.

Θηλυκόν.

Γαῖα. ἡ γῆ. παρὰ τὸ γῶ τὸ τίκτω, ἐξ οὗ γίνεται γέα διὰ τοῦ ε ψιλοῦ· οἱονεὶ ἡ γεννητική. ἐκ ταύτης γίνεται γεωμετρία, γεωργός. τοῦτο τὸ γέα γίνεται κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η γῆ, ἐξ οὗ γήπεδον, γηγενής. ἐκ τοῦ γῆ γίνεται ἄλλη παραγωγὴ διὰ τῆς αι διφθόγγου, γαῖα· ὥσπερ ἀπὸ τοῦ σελήνη σεληναία. ἀλλὰ Σέργιος ὁ γραμματικὸς λέγει· ἀπὸ τοῦ γαίω τὸ γαυριῶ γίνεται γαῖα, οὐκ ἀπὸ τοῦ γῆ· ἐξ οὗ καὶ βουγάϊος καὶ γαιήοχος. ἀπὸ γὰρ τοῦ γαῖαν ἔχειν γίνεται γαίοχος, καὶ πλεονασμῷ τοῦ η γαιήοχος, ὁ ἐπὶ τῆς γῆς ὀχούμενος· περιλαμβάνει γὰρ αὐτὴν ὁ ὠκεανός. <!-- γ.419 -->Γάγγραινα. πάθος διαβρωτικὸν σαρκὸς, ἢ σαρκῖνος, ἢ πολυδιάχυτον πάθος ἐν τῷ σώματι. παρὰ τὸ γράνω, ὃ σημαίνει τὸ ἐσθίω, γίνεται γραῖνα καὶ ἐν διπλασιασμῷ γάγγραινα. Γάγγρα. πόλις. ἀπὸ τῆς αἰγὸς τῆς ὀνομαζομένης γάγγρας, ἥτις τὰς ἀλλοπρισμένας χωρισαμένη καθυπέδειξε τὸν τόπον. Γάδαρα. πόλις Κοίλης Συρίας, ἥτις Ἀντιόχεια καὶ Σελεύκεια ἐκλήθη. ὁ πολίτης Γαδαρεὺς, καὶ Γαδαρὶς ἡ γυνὴ καὶ ἡ χώρα. Γάζα. θησαυρὸς, καὶ ὄνομα πόλεως. Γαλοώνη. ἡ ἀνδραδέλφη. καὶ γάλως καὶ γαλώη ὁμοίως. Γαλῆ. ἡ νυμφίτζα. Γαλιλαία. κατακυλιστὴ ἑρμηνεύεται τῇ ἑλλάδι γλώσσῃ. διὸ καὶ γελγὲλ ὁ τροχὸς ὀνομάζεται· ἢ ἀνακυκλησμὸς καὶ ἀνάκαμψις. Γαλάρινα. πόλις Σικελίας. Γαλεάγρα. ὄργανον τιμωρητικὸν, ἡ τῶν θηρίων ὑποδοχή. Γαλέα. ὄνομα ἰχθύος. Γαλήνη. παρὰ τὸ γάλη γαλήνη, ἢ παρὰ τὸ γελῶ γελάνη τις οὖσα καὶ γαλήνη, ἡ πρᾶον ἔχουσα καὶ ἡδύ. Γαλογραικία. ἡ τῶν βουκελαρίων χώρα. οἱ αὐτοὶ καὶ Ἑλληνογαλάται ὀνομάζονται. Γαγγάμη. ἡ σαγήνη, τὸ δίκτυον. Γαμφηλή. ἡ γνάφος, ἡ σιαγών. παρὰ τὸ κάμπτω, γάμπτω· ὥσπερ παρὰ τὸ θάπτω ταφὴ, <!-- γ.420 -->οὕτως καὶ παρὰ τὸ γάμπτω γαμφὴ καὶ γαμφηλή. Γαμψωλή. ἡ ἐπίκαμψις. Γάμαλα. πόλις. καὶ γαμαλεύς. οὕτως Ἰώσηπος. Γάργαρος. πόλις τῆς Ἴδης ἐν ὑψηλῷ τόπῳ κειμένη, ἣν κατῴκουν Λέλεγες. ἐξ ἧς διὰ τὸ κρυῶδες ὑποκατέβησαν οἱ Γαργαρεῖς καὶ ᾤκησαν αὐτὴν πρὸς τὸ πεδίον Γάργαρον. ἐκείνη δὲ ἐρημωθεῖσα καλεῖται παλαιὰ Γάργαρος. ὠνομάσθη δὲ ἀπὸ Γαργάρου τοῦ Διός. ἄλλοι δὲ ἀπὸ τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα. ἀπὸ μεταφορᾶς τοῦ ἐν τοῖς σώμασι γαργαρεῶνος, τῆς λεγομένης σταφυλῆς. Ἐπαφρόδιτος δέ φησιν, ὅτι, εἰ μὲν πόλις, θηλυκῶς λέγεται· τὸ δὲ ἀκρωτήριον οὐδέτερον. τὸ ἐθνικὸν Γαργαρεύς. Γαστριμαργία. ὄρεξις γαστρὸς, ἐπὶ πλήθει βρωμάτων ἀκρατῶς μαινομένη. Γαστήρ. ἡ κοιλία. Ὅμηρος διαπαντὸς γαστέρας καλεῖ, οὐ κοιλίας, γαστὴρ καὶ τὸ τῶν λογισμῶν ταμεῖον· φησὶ γὰρ ὁ Δαβίδ· ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. γαστὴρ δὲ, παρὰ τὸ γῶ, τὸ λαμβάνω, γίνεται γαστὴρ, ἡ πάντα τὸν βίον μὴ πληρουμένη. Γάστρα. παρὰ τὸ γαστὴρ γίνεται γάστρα, ἡ εἰς κῦτος γεννηθεῖσα τοῦ λαιμοῦ. Γαυλός. ἡ ναῦς, ἡ ἄκατος. ἀπὸ τοῦ γῶ τὸ χωρῶ καὶ λαμβάνω. τινὲς γαῦλον φασίν· οἶμαι δὲ, ὅτι ἀρσενικόν ἐστιν, ὁ γαυλός. <!-- γ.421 -->Γάγγραινα. ἕλκος, εἶδος σηπτικοῦ καὶ νεμομένου τὸν τόπον. ἕρπην τινὲς αὐτὴν εἶναι φασὶν ἢ ἐρυσιπέλαν.

Οὐδέτερον.

Γάδειρα. τόπος κατὰ τὴν ἑσπερίαν μοῖραν, ἀποτελευτησάσης τῆς θαλάσσης. ἢ νῆσος ἔξω τῶν Ἡρακλείων στηλῶν, οἱονεὶ γῆς δειρά. τὰ γὰρ Γάδειρα τῆς γῆς ἐξοχή ἐστι. Γάδειρα καὶ ἐπὶ θηλυκοῦ. ὁ πολίτης Γαδειρεὺς, καὶ Γαδειραῖος, καὶ Γαδειρίτης, καὶ Γαδειρανὸς, καὶ Γαδειρικὸς κτητικόν. Γαζοφυλάκιον. θησαυροφυλάκιον. Γάλα. ἡ πρώτη τροφὴ τοῦ ζώου, ὃ ἐκ μεταβολῆς αἷμα γίνεται. ἢ αἷμα πεπεμμένον, οὐ διεφθαρμένον, λευκαινόμενον ἐν τοῖς οἰκείοις αὐτοῦ καὶ ψυχροτέροις τοῦ ζώου μορίοις. παρὰ τὸ καλὸν εἰς ἀνατροφὴν εἶναι. κάλα καὶ γάλα. Γαληνόν. ἥσυχον, ἥμερον. Γαλαθηνόν. ὅ ἐστιν ὑποτίτθιον καὶ ὑπομάζιον. Γαλερόν. φαιδρόν· ἡδὺ, πρᾶον. Γαλήσιον. ὄνομα τόπου, καὶ ὄρος ἐγγὺς Ἐφέσου. Γάμα. τὸ στοιχεῖον. παρὰ τὸ ἀμᾷν τὴν γῆν, ὅ ἐστι θερίζειν· δρεπανῶδες γάρ ἐστι, ᾧ καὶ ὁ τύπος τοῦ γράμματος ὅμοιος. <!-- γ.422 -->Γαμψόν. ἐπικαμπές. Γαμήλια. ἡ εἰς τοὺς φράτορας διδομένη ἐγγραφὴ, καὶ εἰσαγωγὴ εἰς τοὺς γάμους, ἣν ὠνόμαζον καὶ κουρεῶτιν. Γαμβρεῖον. πόλις Ἰωνίας. ὡς Σιγειεὺς, γράφεται δίφθογγον. Γάνος. ὄνομα ὄρους ἐν τῇ Θρᾴκῃ, καὶ ὁ οἶνος, καὶ ἡ ἡδονή. παρὰ τὴν γῆν, γῶ, γανῶ. ἡ θάλλουσα τοῖς φυτοῖς, λαμπρὰ καὶ αἰτία χαρᾶς ἡμῖν γενομένη. Γαριζείμ. τόπος καὶ ὄρος. Γαριζὶν δὲ ι. Γάρκος. τὸ ἔσω τῆς πλήμνης σιδήριον, ὃ τὸν ἄξονα τρίβει. Γαῦρον. τὸ ἐπηρμένον. Ἀριστοφάνης δὲ τὸ στεῤῥὸν καὶ μέγα καὶ ἀκλινὲς καὶ ἀκατάπληκτον γαῦρον λέγει.

Ῥῆμα.

Γαγγαλίζω. παρὰ τὸ γελῶ, γελίζω, καὶ τροπῇ τοῦ ε εἰς α γαλίζω, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν ἑτέρου γ γαγγαλίζω. τὸ εἰς γέλωτα ἄγω. Γαλουχεῖ. ἀντὶ τοῦ γαλακτοτροφεῖ. Γαληνιᾷν. γάννυσθαι, χαίρειν· διαχεῖσθαι. <!-- γ.423 -->Γαμησείω. ἀπὸ τοῦ γαμήσω. τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων διὰ τοῦ ειω γινόμενα παράγωγα ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γράφονται. ἀπὸ μὲν ἐνεστώτων, ὀλῶ ὀλείω, κρατῶ κρατείω, κιχῶ κιχείω· ἀπὸ δὲ μελλόντων, ὄψω ὀψείω, καὶ γαμήσω γαμησείω. πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ ψῶ ψίω, τὸ ἐμβρωματίζω· διὰ τοῦ ἰῶτα γράφεται, ἀλλʼ οὐκ ἀντίκειται, οὐ γάρ ἐστι ὑπὲρ δύο συλλαβάς. Γάννυμαι. χαίρω. Γανόων. χαίρων, λελαμπρυσμένος. Γαργαρίζει. ἀπὸ τοῦ στόματος ἐρεθίζει ἐμέσαι. Γαργαλίζει. κινεῖ, ὑποσαίνει, ὑποσημαίνει, προτρέπει, ἐρεθίζει.

  
ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.  
Γαρύω. τὸ φωνῶ. Γαστρίζεσθαι. λαμπροτέρως τρέφεσθαι καὶ ὡς ἄν τις εἴποι ὑπὲρ χρείαν γαστριμαργεῖν. Γαστρίζομαι. τύπτομαι. Ἀριστοφάνης· γαστρίζομαι· εἰς τὴν γαστέρα. Γαυριᾷ. ἐπαίρεται. παρὰ τὸ γαίω, τὸ γαυριῶ, γαῖρος καὶ τροπῇ τοῦ ι εἰς υ γαῦρος καὶ γαυριῶ. <!-- γ.424 -->

Τὸ Γ μετὰ τοῦ Ε. Ἀρσενικόν.

Γέγειος. παρὰ τὸ γέα γέειος, ὡς βαθύγειος, ἔγγειος, εὔγειος, οὕτως οὖν τὸ γέγειος πλεονασμῷ τοῦ γ. Γελαστής. ὁ ἐπεγγελῶν. Γελαστός. γελάω, γελῶ, γελάσω, γεγέλακα, γεγέλασμαι, γελαστός. ὅτε γὰρ ἔχει βραχὺ τὸ α ὁ μέλλων, προσλαμβάνει τὸ ς ὁ παρακείμενος. καὶ ἐξ αὐτοῦ ἀγέλαστος. Γελοῖος. ὁ καταγελαστότατος, προπερισπωμένως. γέλοιος δὲ γελωτοποιὸς, προπαροξυτόνως. εἴρηται παρὰ τὸ γελῶ γελώϊος, γελοῖος. ὡς πατρώϊος πατροῖος λέγεται καὶ τὸ ἡροῖος. ἐξ οὗ πάλιν γελοίϊον. Γέλως. ὁ διὰ τῶν παρειῶν ἐμπίπτων ψόφος ἐν τῷ τοῦ αἵματος ἀναβρασμῷ. ἢ παῤῥησίας βράσμα. ἢ παλμὸς καρδίας, καὶ ἡ ἄκρατος καὶ ἀμιγὴς παντὸς σκυθρωποῦ ἱλαρότης, ὡς τό· μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσωνται. γέλως δὲ εἴρηται παρὰ τὸ τὰ γυῖα καὶ τὰ μέλη λύειν· οἱ γὰρ γελῶντες ἐκκεχυμένην ἔχουσι τὴν ψυχήν. <!-- γ.425 -->ἢ παρὰ τὸ γένειον εἰλεῖν καὶ συστρέφειν· περὶ γὰρ τὸ γένειον μῦες τινὲς κινούμεναι ποιοῦσι τὸν γέλωτα. ἢ παρὰ τὸ τὴν ἔλην· ἀπὸ μεταφορᾶς τοῦ καταστήματος. τὸ γοῦν ἐναντίον στυγνός. Γελίμερις. κύριον. Γεννάδας. εὐγενέστατος ἢ γενναιότατος. Γενάρχου. πατρός. Γενέτης. ὁ πατήρ. Γεοῦχος. ὁ τὴν γῆν ἔχων, γεοῦχος Ποσειδῶν. Γέργηθες. ὄνομα πόλεως. ἢ ἡ τύρβη καὶ οἱ χειρώνακτες. γράφεται καὶ χειρωνάκται. Γέρδιος. ὁ ὑφάντωρ. καὶ παρʼ ἡμῖν ἡ γερδία. Γερήνιος. ὁ ἔντιμος. παρὰ τὸ γέρας. ἢ ὁ ἐν Γερήνῃ τραφεὶς, ὡς τό·

  
—Γερήνιος ἱππότα Νέστωρ.  
Γερμανικός. ὁ Φράγγος. Γεραίτερος. οὐ παρὰ τὸ γέρων ἐσχημάτισται, ἀλλὰ παρὰ τὸ γεραιὸς γίνεται γεραίτερος, ὡς παλαιὸς παλαιότερος, καὶ κατὰ συγκοπὴν γεραίτερος, καὶ γεραίτατος. Γεραρός. ὁ ἔντιμος. παρὰ τὸ γέρας, γέρατος, παραγώγως γεράτερος, ὡς μέλιτος μελιτηρὸς, καὶ ἐν συγκοπῇ γεραρός. Γερούσιος. παρὰ τὸ γέρων, γερούσιος. σημαίνει δὲ τὸν ἔντιμον. <!-- γ.426 -->Γέρων σημαίνει τρία· ὁ προβεβηκὼς τὴν ἡλικίαν, ὡς τό·

  
παῖδας προθήβους πολιοκροτάφους τε γέροντας.  
καὶ ὁ ἔντιμος, ὡς·

  
δαίνυ δαῖτα γέρουσι.  
καὶ ὁ παλαιὸς, ὡς τό·

  
εἵλετο δὲ σάκκος καὶ εὐρὺ γέροντος—  
γέρων δὲ εἴρηται παρὰ τὸ εἰς τὴν γῆν ὁρᾷν. οἱ δὲ, παρὰ τὸ εἰς τὴν γῆν ἔῤῥειν· διὰ τὸ ἐγγὺς εἶναι θανάτου, ἔρων, καὶ πλεονασμῷ τοῦ γ γέρων. ἢ παρὰ τὸ εἴρω τὸ λέγω, εἴρων καὶ γέρων. τὰ εἰς ρων δισύλλαβα διὰ τοῦ ω κλίνονται, ὁπότε μὴ κοινὰ εἴη· Μάρων Μάρωνο. κοινὰ δὲ, διὰ τὸ σώφρων, σώφρονος, χείρονος. ἐξέφυγε τὴν κλίσιν τὸ γέρων γέροντος. ἀνεδέξατο παρασχηματισμὸν διὰ τοῦ τος. Γείτων. παρὰ τὸ γέα γεΐτων, καὶ κατὰ συναίρεσιν γείτων. Γεώλοφος. ὀρεινὸν ὄρος ἐστὶν ἢ ὕψωμα γῆς. καλεῖ δὲ καὶ τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον. Γεωπεῖναι. οἱ μικρὰν καὶ λυπρὰν καὶ ὀλίγην ἔχοντες τὴν γῆν. Γειώρας. ὁ τὴν γῆν φυλάσσων, ἢ ὁ ἐξ ἄλλου ἔθνους προσκολλώμενος. τὸ δὲ κύριον ὄνομα ι. Γειομόρος. ὁ γεωργός. εἴρηται ἀπὸ τοῦ περὶ τὴν γῆν μορεῖν, ὅ ἐστι πονεῖν καὶ κακοπαθεῖν. <!-- γ.427 -->Γεωπεῖναι. οἱονεὶ πεινῶντες γῆν. Γεωμέτρης. γῶ τὸ τίκτω, ἐξ οὗ γίνεται γέα, διὰ τοῦ ε ψιλοῦ, οἱονεὶ ἡ γεννητική. ἐκ τούτου γεώλοφος. Γεών. ὄνομα ποταμοῦ.

Θηλυκόν.

Γέγειαι βόες. οἱ ἀρχαῖοι. Γεγωνοκῶμαι. αἱ ἐμπιπλῶσαι βοῆς τὰς κώμας γυναῖκες. Γελασίμοις. γραμμαῖς ταῖς ἐκ τοῦ γελᾷν γινομέναις. Γέλγιθες. σκορόδων κεφαλαί. Γέλος. πόλις Σικελίας ἀπὸ Γέλα ποταμοῦ, ἐν ᾧ παράκειται ἡ πόλις. Γεθσημανῆ. ὄνομα πόλεως. Γενεαῖς γενεῶν. τουτέστι ἀπείροις τισὶ γενεαῖς. Γενεά. τέσσαρα σημαίνει· ἡ ἡλικία·

  
γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων—  
ἡ εὐγένεια·

  
γενεῇ μὲν ὑπέρτατός ἐστιν Ἀχιλλεὺς—  
ἡ φυλή·

  
<!-- γ.428 -->οἱ ὑπὲρ φυλῶν γενεὴ—  
καὶ τὰ κθʹ ἔτη, ὡς·

  
τῶν δʼ ἤδη δύο μὲν γενεαί—.  
Γένεσις. ἡ ἀρχὴ καὶ ἡ εἱμαρμένη. ἔστι δὲ πρεσβυτέρα τῆς εἱμαρμένης ἔννοια καὶ αὐτεξουσιότης. ἢ γένεσίς ἐστι κίνησις κατʼ οὐσίαν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. γένεσις καὶ ὁ κόσμος. περὶ τὴν γένεσίν τε πλανᾶται λήθη βαρούμενος καὶ κακία. γένεσίς ἐστι καὶ ἡ ἐκ θεοῦ πρώτη πλάσις, ἡ ἐκ τοῦ μὴ ὄντος παραγωγή. Γέννησις. ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. ἥ ἐστι καὶ παθητὴ, καὶ ἁμαρτητική. ὁ οὖν κύριος τὸ παθητικὸν τῆς γεννήσεως εἰληφὼς τὸ ἁμαρτητικὸν οὐ προσείληφε. Γενέθλη. ἡ διʼ ἐνιαυτοῦ ἐπιφοιτῶσα τῷ τεχθέντι ἡμέρα. παρὰ τὸ γεννῶ, ἀφʼ οὗ ὁ μέλλων γεννήσω, γεννέθρα καὶ ἰακῶς γενέθρη, ὡς κολυμβῶ κολυμβήθρα, καὶ κατὰ τροπὴν γενέθλη· ἐξ οὗ καὶ τὸ γενέθλιον. λέγεται καὶ γενεθλιαλογία, ἡ περὶ τῆς γεννήσεως μαντεία. Γενησαρέτ. ὄνομα τόπου. <!-- γ.429 -->Γενειάς. αἱ τρίχες.

  
ἐκ δὲ δασκίου γενειάδος  
  
κρουνοὶ διεῤῥαίνοντο κρηναίου ποτοῦ.  
Γένυς. ἡ σιαγών. οἱονεὶ κένυς τίς ἐστιν, ὅτι κενόν ἐστι τὸ κατʼ αὐτὴν μέρος ὀστέων. ἔστι δὲ γένυς καὶ εἶδος πελέκεως. Γέρανος. τὸ ζῶον. ἀπὸ τοῦ τῆς γῆς ἐρευνᾷν σπέρματος. οἱονεὶ γήρευνος τὶς οὖσα. Γερδία. ὑφάντης. παρὰ τὸ ἐπὶ τῆς γῆς ἕδειν, ὅ ἐστι καθέζεσθαι. Γεράνεια. ὄρος γεράνων. Γέῤῥα. πόλις Χαλδαίας. ὁ πολίτης Γεῤῥαῖος. Γεργύρα. ὁ ὑπόνομος, διʼ οὗ τὰ ὕδατα φέρεται. γεώρυγα τινὰ, τὰ ὑπὸ γῆν ὀρύγματα, καὶ κατὰ μετάθεσιν καὶ διπλασιασμὸν γεργύρα. Γερμανίκεια. πόλις Εὐφρατησίας. ὁ πολίτης Γερμανικεύς. Γερηνία. πόλις Μεσηνίας. Γέρμα. πόλις Ἑλλησποντία πλησίον Κυζίκου. Γεργέριμος. ἡ ἐν τῷ δένδρῳ πεπανθεῖσα ἐλαία. Γεραιστιάδες. οὕτω Νύμφαι καλούμεναι ἐν Γορτύνῃ τῆς Κρήτης. Γέρασα. πόλις τῆς Κοίλης Συρίας. ὁ πολίτης Γερασηνὸς, ὡς Μήδαβα, Μηδαβηνός. Γεισίποδες. αἱ ἐγκείμεναι δοκίδες, ἐφʼ αἷς τὰ γεῖσα, παρὰ τὸ εἶναι βάσεις τῶν θεμελίων. Γεῦσις. κυρίως ἡ ἐπὶ τῶν ὑγρῶν προσφορὰ, δεῦσις τὶς οὖσα, παρὰ τὸν δεύσω μέλλοντα. ὡς γνώσω γνῶσις, οὕτω δεύσω δεῦσις καὶ γεῦσις. <!-- γ.430 -->Γέφυρα. ἡ κατὰ τόπον οἰκοδομὴ, διʼ ἧς οἱ ὁδοιπόροι πορεύονται. εἴρηται ἡ ἐφʼ ὑγροῦ γῆ, οἱονεὶ γεφυγρὰ τὶς οὖσα. ἢ γῆ φυρά τις, ἡ φυραθεῖσα καὶ ὑφʼ ὑγροῦ κειμένη. ἢ παρὰ τὸ ἀπὸ γῆς εἰς γῆν μεταφέρειν. Γεφυρίς. ξένη καὶ ἐπείσακτος. οἱ γὰρ γεφυραῖοι ξένοι καὶ ἐπήλυδες ὄντες, Ἀθήνῃσιν ᾤκησαν. οὕτως Ἡρόδοτος. Γεωγραφία. περιήγησις. Γέβαλα. πόλις Παλαιστίνης. Γεβαληνός. Ἰώσηπος. Γέννησις. προσθήκη ὑποστάσεως ἐναριθμίου.

Οὐδέτερον.

Γεηρόν. τὸ γήϊνον. Γελγέλ. ὁ τροχὸς ὀνομάζεται, ἢ ἀνακυκλησμὸς καὶ ἀνάκαμψις. τινὲς δὲ γὲλ γὲλ λέγουσι. Γελοῖον. καταγέλαστον. Γέντα. τὰ μέλη. Γενέθλια, οὐ γενέσια λέγονται τὴν ἡμέραν τῆς γενέσεως. Πλάτων· βασιλέως ἦν γενέθλια. οἱ δὲ Ἀθηναῖοι γενέσια. Γένειον. παρὰ τὸ γένος γένειον, ὡς δάνος δάνειον· ἀπʼ αὐτοῦ γὰρ τὰ γένη διαστέλλονται. Γεννητόν. τὸ ἐκ τινὸς ὡς ἐκ πατρὸς γεννηθέν. γεννητὸν, τὸ ἐκ τινὸς ὡς δημιουργοῦ γεννηθὲν, ἢ πᾶν τὸ ἐκ μὴ ὄντος εἰς ὕπαρξιν γινόμενον. Γενικόν. τὸ ἐν αὐτῷ τὸ γένος περιέχον. Γένος. τὸ καθʼ ἑαυτὸ θεωρούμενον πρᾶγμα. ἢ γένος ἐστὶ τὸ κατὰ πλειόνων διαφερόντων τῷ <!-- γ.431 -->εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον. σημαίνει δὲ τὴν πατρίδα, ὡς ὅταν λέγωμεν τὸν Πέτρον Γαλιλαῖον τὸ γένος. σημαίνει δὲ καὶ τὴν ἀρχὴν τῆς τινῶν γενέσεως, ὡς ὅταν λέγωμεν τοὺς ἐξ Ἰσραὴλ, Ἰσραηλίτας τὸ γένος. γένος ἐστὶ καὶ πτωτικῆς λέξεως χαρακτὴρ, σημαίνων τὸ ἐν φωνῇ ἄρσεν ἢ θῆλυ ἢ οὐδέτερον, ἄδηλόν τι διακρίνον. γένος δὲ εἴρηται παρὰ τὸ γείνω τὸ γεννῶ. Γειοτόμον. τὸ ἄροτρον. Γεράνδρυον. παλαιὸν φυτὸν καὶ γεγηρακὸς, ἢ τὸ ἐν τῇ ῥίζῃ συμφυὲς καὶ ἐξηραμένον. εἴρηται παρὰ τὴν δρῦν· δοκεῖ γὰρ πρῶτον φυτὸν γενέσθαι δρῦς. ὅθεν δρυμοὺς ἐκάλουν τοὺς δασεῖς τόπους, ἐφʼ οἵων δήποτε ὄντας φυτῶν· καὶ δρυφάκτους, ἀπὸ ξύλων περιωρισμένους. Γέρα. τιμαὶ, ἀμοιβαὶ, ἀνταποδόσεις. Γέῤῥα. τὰ κοντάρια. Θεοδώρου τοῦ Προδρόμου· πάλιν ἐπὶ τῶν γέῤῥων τακῶ. κυρίως δὲ γέῤῥα Περσικὰ ὅπλα, καταχρηστικῶς δὲ καὶ ἅπαν σκέπασμα. Γεῤῥάδια. στρωτηρίδια. Γεῖσα. τὰ θεμέλια, καὶ πᾶν τὸ ἐξέχον μέρος, καὶ τὰ πρὸ τῶν θυρῶν στεγάσματα. παρὰ τὸ γέα γέϊσον καὶ γεῖσον· καὶ γεισίποδες, αἱ ἐγκείμεναι δοκίδες, ἐφʼ αἷς τὰ γεῖσα. παρὰ τὸ εἶναι βάσεις τῶν θεμελίων. τινὲς δὲ διὰ δύο σσ γράφουσι τὸ γεῖσσα. Γεωμόριον. τὸ γεώργιον. καὶ γειομόριον. Γένος. ἐκ τοῦ γένω τὸ τίκτω. ὡς σθένω, σθένος, νείφω, νέφος. <!-- γ.432 -->Γέῤῥα. λέγονται καὶ αἱ σκηναὶ, ἐν αἷς τὰ ὤνια ἐπιπράσκετο. δέῤῥα ἐστὶ τροπῇ τοῦ δ εἰς γ.

Ῥῆμα.

Γέγγει. βρέχει. Γεγάασι. γεγένηται. ἀπὸ τοῦ γείνω, γέγονα, γεγόνασι, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ α γεγάασι. καὶ γεγαυῖα. ἔστι δὲ μετοχή. τὸ ῥῆμα γῶ, ἐξ οὗ καὶ τὸ γείνω· ὁ παρακείμενος γέγηκα. καὶ οἱ Ἴωνες ἐπὶ τοῦ παρακειμένου ἡνίκα ὕφεσιν ποιήσουσι τοῦ συμφώνου, τότε καὶ συστολὴ τοῦ φωνήεντος ἐπακολουθεῖ. οἷον βεβήκασι, βεβάασιν. οὕτως οὖν καὶ γέγηκα, γέγαα, ἡ μετοχὴ γεγαὼς, γεγαότος. αἱ μετοχαὶ εἰ μὲν ὦσιν ἀπαθεῖς, διὰ τοῦ ο κλίνονται, καὶ τὸ θηλυκὸν ἔχουσι διὰ τοῦ υῖα· εἰ δὲ κατὰ πάθος, τὴν κλίσιν μὲν ἔχουσι διὰ τοῦ ω, καὶ τὸ θηλυκὸν μεταποιοῦσιν εἰς α, ἑστὼς ἑστῶσα, γεγὼς γεγῶσα. Γεγωνῶ. τὸ φωνῶ. παρὰ τὸ γνώω, καὶ ἐν ὑπερθέσει καὶ κατὰ ἀναδιπλασιασμὸν γεγωνῶ. οἱ γὰρ ἐξακουόμενοι γνωστοί. τοῦ μέσου παρακειμένου ἡ μετοχὴ γεγωνώς. Δίδυμος δέ φησι, γεγωνεῖν εἶναι τὸ εἰς πᾶσαν γωνίαν ἀφικνεῖσθαι τὴν φωνήν. Γεγανωμένη. λελαμπρυσμένη. Γεγράψομαι. διηγήσομαι, δεήσομαι. Γεγηροτροφηκώς. ἐν γήρει θρέψας. Γελασείω. ἐπιθυμητικῶς ἔχω τοῦ γελᾷν. Γεμίζω. τὸ ἀντλῶ. Γέμω. τὸ πλήθω. καὶ γεμέωσιν, οἷον· γεμέωσι δὲ παστάδα. γέμωσι καὶ πλεονασμῷ τοῦ ε γεμέωσι. <!-- γ.433 -->Γείνατο. ἐγέννησε. γέω, τὸ τίκτω, ἐκ τοῦ γέα διὰ τοῦ ε ψιλοῦ, ἡ γεννητική. τοῦτο τὸ γέω γίνεται κατὰ πλεονασμὸν τοῦ ν γένω, καὶ πλεονασμῷ τοῦ ι γείνω. ὁ μέλλων γενῶ. ὡς κείρω κερῶ. ὁ ἀόριστος ἔγεινα, ὡς ἔμεινα ἢ ἔκειρα, ὁ μέσος ἐγεινάμην, τὸ δεύτερον ἐγείνω, τὸ τρίτον ἐγείνατο, καὶ κατὰ συγκοπὴν γείνατο. Γέντο. ἔλαβεν. ἔλω τὸ λαμβάνω· ὁ δεύτερος ἀόριστος ἑλόμην, ἕλου, ἕλετο, καὶ κατὰ συγκοπὴν ἕλτο, καὶ τροπῇ τοῦ λ εἰς ν δωρικῶς ἔντο, ὡς ἦλθεν, ἦνθε, καὶ πλεονασμῷ τοῦ γ γέντο·

  
—ἑτέρῃφι δὲ γέντο πυράγρην.  
Γεραίρειν. τιμᾷν, ὑμνεῖν, δοξάζειν. Γειτνιῶ. τὸ γειτονιῶ. ὡς ἀπὸ τοῦ εὐδαίμων εὐδαίμονος εὐδαιμονῶ, οὕτω καὶ ἀπὸ τοῦ γείτων γείτονος γειτονιῶ, καὶ κατὰ συγκοπὴν γειτνιῶ. ὥσπερ ἀπὸ τοῦ μείδω μειδιῶ. Γεφυρίζων. χλευάζων, ἐξευτελίζων. γράφεται καὶ γεφυρῶ. Γέμεν. ἐγένοντο. Ἡσίοδος·

  
ὀγδοάτη δʼ ἐνάτη τε δύο γέμεν ἤματα μηνός.  

Τὸ Γ μετὰ τοῦ Η. Ἀρσενικόν.

Γηγενής. ἐκ γῆς ἔχων τὴν γέννησιν, ἢ ὁ τὰ γήϊνα ἐργαζόμενος. Γηγενέτης. ὁ γηγενής. Γήλοφος. ὁ ὑψηλὸς τόπος. γειόλοφος δὲ διφθόγγως. Γηπόνος. ὁ γεωργός. παρὰ τὸ πονεῖν περὶ τὴν γῆν. <!-- γ.434 -->Γήπαιδες. οἱ Λογγίβαρδοι. οἱονεὶ οἱ Γετῶν παῖδες. Γηρυόνης. κύριον. Γηρυῶνος. κύριον. Γηρινεῖος. βοῦς. Γηῶραι. ἐπίμικτοι, τηρηταὶ τόπων. Γηών. ὄνομα ποταμοῦ. Γηραιός. ἀπὸ ἐτῶν μζ ἕως ἐτῶν ξη. Γηώρας. ὁ ἀλλότριος. τοῦ Ψελλοῦ· γηώρας ὁ ἀλλότριος καὶ γέρδης ὁ ὑφάντης.

Θηλυκόν.

Γῆ. ἓν τῶν τεσσάρων στοιχείων ἐστί. ξηρόν τε ψυχρὸν βαρὺ καὶ ἀκίνητον, ὑπὸ τοῦ θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τῇ πρώτῃ ἡμέρᾳ παρηγμένον. ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἧς τὴν ἕδραν καὶ τὴν βάσιν οὐδεὶς τῶν ἀνθρώπων εἰπεῖν δεδύνηται. οἱ μὲν γὰρ ἐπὶ ὑδάτων φασὶν ἥδρασται τὴν γῆν καὶ πεπῆχθαι αὐτὴν, ἐκ τοῦ τὸν θεῖον Δαβὶδ λέγειν· τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. οἱ δὲ, ἐπὶ τοῦ ἀέρος. ἄλλος δέ φησιν· ὁ ἑδράσας τὴν γῆν ἐπʼ οὐδενός. καὶ πάλιν ὁ Δαβὶδ ὡς ἐκ προσώπου τοῦ δημιουργοῦ· ἐγὼ, φησὶν, ἐστερέωσα τοὺς στύλους αὐτῆς. τὴν συνεκτικὴν αὐτῆς δύναμιν στύλους ὀνομάσας. τὸ δὲ, ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, δηλοῖ τὸ πάντοθεν περικεχύσθαι τῇ γῇ τὴν τοῦ ὕδατος φύσιν. γῆ δὲ εἴρηται παρὰ τὸ γῶ τὸ χωρῶ, ἡ πάντα χωροῦσα. τοῦτο παρὰ τὸ χῶ, ἀφʼ οὗ παράγωγον χείω, οἷον·

  
οὐδὸς ἀμφοτέρους ὧδε χείσεται.  
καὶ τροπῇ τοῦ χ εἰς γ γῶ. <!-- γ.435 -->Γηθοσύνη. ἡ χαρά. παρὰ τὸ γῆ γίνεται γηθῶ καὶ γηθήσω, γηθόσυνος, γηθοσύνη, ἐπεὶ ἡ γῆ θάλλουσα τοῖς καρποῖς χαίρειν ἡμᾶς ποιεῖ. Γήθουσα. πόλις Λιβύης. τὸ ἐθνικὸν Γηθουσαῖος ἢ Γηθούσιος ἢ Γηθουσίτης. Γηθυλλής. λάχανον πράσῳ ὅμοιον, ὅ τινες λέγουσιν ἀμπελόπρασον. Γῆ ζώντων. ὁ προσδοκώμενος βίος, ὡς τοῦ θανάτου κεχωρισμένος καὶ ἐλεύθερος λύπης. Γῆν ἰλλομένην. συγκεκλεισμένην. ἰλλάδες γὰρ οἱ δεσμοί. Γηραλέα. ἡ γραῦς. Γῆρυς. ἡ φωνή. καὶ γαρύω τὸ φωνῶ. γῆρυς δὲ παρὰ τὸ γέρας· ἡ γὰρ φωνὴ τοῖς γέρουσιν ἕπεται. Γῆς βάρος. ἐπὶ τῶν εἰς μηδὲν συντελούντων.

Οὐδέτερον.

Γήδιον. ἡ μικρὰ γῆ. τριῶν ὄντων τῶν πρωτοτύπων, ἀπὸ τοῦ γῆ καὶ τοῦ γαῖα καὶ τοῦ γέα διὰ τοῦ ε ψιλοῦ, ἐκ ποίου τούτων γέγονε τὸ γήδιον; λέγει δὲ ὁ Δίδυμος, ὅτι γέα διὰ τοῦ ε ψιλοῦ, καὶ κλίνεται γέας, καὶ ἐκ τούτου γίνεται γείδιον διὰ τῆς ει διφθόγγου, καὶ κατʼ ἔκτασιν ἀττικὴν τοῦ ε εἰς η γήδιον, ὡς τὸ εἰκάζω, ἤκαζον. Γήπεδον. τὸ πρὸς τοῖς οἴκοις ἐν πόλει κηπίον. Γῆρας. ἡ παρακμὴ τοῦ σώματος. ἢ φθίσις σώματος φυσικῶς ὑπὸ χρόνου γινομένη. παρὰ τὸ γέρας· ἕπεται γὰρ τοῖς γέρουσιν ἡ τιμή. Γήρεια. τὰ τῶν κινάρων ἄνθη. Γηρωκομεῖον. μέγα. Γηροτροφεῖον. μικρόν. Γηρυόνεια δένδρα καὶ γηρυόνειον νῆμα. Γήτειον. τὸ χλωρὸν κρόμμυον. καὶ τὸ ἀμπελόπρασον. παρὰ τὸ ἐκ γῆς αἴτιον, τὸ αὐτόετες <!-- γ.436 -->ἐκ τῆς γῆς ὄν. λέγεται καὶ γῆθυ, γήθυον. τὰ ἀπὸ τῶν εἰς ος δισύλλαβα οὐδέτερα διὰ τοῦ ειον γινόμενα, διὰ τῆς ει διφθόγγου γράφεται. οἷον δάνος δάνειον, βρένθος βρένθειον. οὕτως οὖν καὶ ἀπὸ τῆς γῆς γίνεται γῆτος γήτειον. πρόσκειται μονογενῆ διὰ τὸ ἄγος ἅγιον. Γήϊνον. ἀδὰμ ἑρμηνεύεται, καθὼς φασὶν οἱ τῶν Ἑβραίων φωνῆς ἐπιΐστορες. διὸ καὶ ὁ Ἀπόστολος διαφερόντως τὴν πάτριον τῶν Ἰσραηλιτῶν πεπαιδευμένος φωνὴν τὸν ἐκ γῆς ἄνθρωπον χοϊκὸν ὀνομάζει, οἱονεὶ μεταβαλὼν τὴν τοῦ ἀδὰμ κλῆσιν εἰς τὴν ἑλλάδα φωνήν.

Ῥῆμα.

Γήθησεν. ἐχάρη. Γῆμεν. ἀντὶ τοῦ ἔγημεν, ἢ ἀντὶ τοῦ ἐχαύνωσε. Γήθειν. χαίρειν. Γηράναι. ἀντὶ τοῦ γηράσαι. Γηράς. ἀπὸ τοῦ γηρῶ γίνεται γήρημι, ἡ μετοχὴ γηράς. ὥσπερ ἵστημι ἱστάς. τὸ ἀπαρέμφατον γηράναι, ὡς ἱστάναι. ἡ γενικὴ τῶν πληθυντικῶν τῶν γηράντων· οἷον γηράντων ἀνδρῶν· ὡς ἱστάντων. ἡ δοτικὴ ὥσπερ γηράντεσσι τοκεῦσιν. ἡ αἰτιατικὴ γηράντας. Γηροτροφῶ. γηροβοσκῶ.

Ἐπίῤῥημα.

Γηθοσύνως. μετὰ χαρᾶς. Γηΐνως. φθαρτῶς.

Τὸ Γ μετὰ τοῦ Ι. Ἀρσενικόν.

Γιγλισμός. κιχλισμός. ἀπὸ χειρῶν γέλως, ἢ γαργαλισμός. <!-- γ.437 -->Γίγας. παρὰ τὸ ἐκ τῆς γῆς ἰέναι. καὶ ὁ Δαβίδ· καὶ γίγας δραμεῖν ὁδόν. λέγει δὲ τὸν ἥλιον. Γίγλυμοι. ἀντεμβολαὶ τινῶν ἐξοχῶν πρὸς κοιλότητας, οἷαπερ ἡ κατὰ τὸν πῆχυν πρὸς τὸν βραχίονα συμβολή. Γίγης. κύριον ὄνομα. Γιώρας. κύριον. Γίγας. παρὰ τὸ γῆ γίνεται γᾶς καὶ κατὰ ἀναδιπλασιασμὸν γίγας. ἢ παρὰ τὸ γῶ τὸ χωρῶ καὶ λαμβάνω καὶ δέχομαι. τὸ γι ι, διατί; πᾶς ἀναδιπλασιασμὸς διὰ βραχέως ἐκφέρεται. τί ἔστιν ἀναδιπλασιασμός; ὅταν τὸ ἑξῆς τῆς λέξεως δὶς τῷ αὐτῷ συμφώνῳ παραλαμβάνηται. Γιγαντώδης. ἐδόκει τὸ σῶμα γιγαντώδης εἶναι καὶ τὸν θυμὸν θηριώδης. Γιεζῆ. κύριον.

Οὐδέτερον.

Γίγαρτον. τὸ ἔνδον τῆς σταφυλῆς. Γιχάσλα καὶ Γίσχαλα. ὀνόματα τόπων.

Ῥῆμα.

Γινόμενα καὶ γενόμενα διαφέρει. τὰ μὲν γὰρ γινόμενα ἢ ἀποβαίνει ἢ οὔ· τὰ δὲ γενόμενα πάντως ἀπέβη. Γιγαντιᾷν. τὰ τῶν γιγάντων φρονεῖν. Γινώσκει. ἀντὶ τοῦ τιμᾷ, κατὰ τὸ εἰρημένον παρὰ θεοῦ πρὸς Μωσῆν· ἔγνωκά σε παρὰ πάντας, καὶ εὗρες χάριν παρʼ ἐμοί. καί· ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ. καὶ γινώσκει ἀντὶ τοῦ οἰκειοῦται, ὡς τό· γινώσκει κύριος ὁδὸν δικαίων. οὐκ ἐπὶ γνώσεως ἔλαβε τὸ γινώσκει, ἀλλʼ ἐπὶ οἰκειώσεως καὶ ἐπιμελείας· οἰκειοῦται γὰρ ὁ θεὸς τῶν δικαίων τὰς πράξεις. τῶν δὲ ἀσεβῶν τὰ ἐπιτηδεύματα ἀπωλείᾳ παραδοθήσονται σὺν <!-- γ.438 -->τοῖς ἐργασμένοις. σημαίνει δὲ, ὅτι καλὸν μόνον γινώσκεται ὑπὸ θεοῦ, φαῦλον δὲ οὐδέν. ὡς τό· ἔγνωκε κύριος τοὺς ὄντας αὐτοῦ. Γινώσκω. γνωρίζω. ἤδη γάρ σε γινώσκω, καὶ ὧν εἶπας ἀκούσασα καὶ τὴν ὄψιν ἰδοῦσα. Γίνεται. τὸ ἀποτελεῖται. διὰ τοῦ ι. ὤφειλε διὰ διφθόγγου γράφεσθαι, εἴγε τὰ αὐτοῦ κινήματα ἔχει τὸ ε, οἷον ἐγενάμην, ἐγενόμην· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ γείνεται, ὃ σημαίνει τὸ γεννᾶται· τοῦτο γὰρ ἀπὸ τοῦ γέω τὸ τίκτω, καὶ πλεονασμῷ τοῦ ν γένω· ἐκεῖνο δὲ ἀπὸ τοῦ γίγνεται γέγονε κατὰ ἀποβολὴν τοῦ γ, ὡς τὸ γινώσκω, γιγνώσκω. τὸ δὲ γίγνεται ἀπὸ τοῦ γένομαι γέγονεν ἐν παραλήψει συμφώνου· τὸ ε γὰρ ἐν παραλήψει συμφώνου γινόμενον τρέπει εἰς ι. μένω, μίμνω, τέκω, τίκτω. οὕτως οὖν καὶ γίγνεται, γίνεται.

Τὸ Γ μετὰ τοῦ Λ. Ἀρσενικόν.

Γλαυκός. κυανὸς, ἢ λευκὸς, ἢ πυρώδη τὰ ὄμματα ἔχων. παρὰ τὸ γλαύσω τὸ λάμπω γλαυκὸς, ὡς λεύσω λευκός. Γλακερός. λευκός. ἐκ τῆς γάλακτος γενικῆς, γλάκος καὶ γλάγος.

  
ἄρκυν τὲ γλακερῶν λαιμοπέδαν γεράνων.  
Γλάμων. ὁ λημῶν τοὺς ὀφθαλμοὺς, ὅ ἐστι τζιμπλῶν, καὶ διύγρους αὐτοὺς ἔχων. γλάμων καὶ ὁ ἀκάθαρτος. Ἀριστοφάνης·

  
ὁ καρχέδημος λίαν γλάμων ἐστί.  
καὶ ὁ Σοφοκλῆς·

  
ἐπιορῶ τοὺς γλαμύρους καταφορβᾶν.  
Γλάνις. εἶδος ἰχθύος. Γλήχων. εἶδος βοτάνης. <!-- γ.439 -->Γλίχων δὲ, ὄνομα κύριον, ι. Γλίσχρος. φειδωλὸς, σκνιφός. ὁ λίχνος καὶ ἐπιθυμῶν. ἐφυβρίστως εἴρηται. ὁ λίαν καὶ ἐπὶ πολὺ ἐχόμενος, πλεονασμῷ τοῦ γ. ἢ ὁ γλιχόμενος τροφῆς ὑπὲρ τὸ δέον. λέγεται καὶ ὁ ὀλισθηρός. Γλοιώδης. ῥυπαρός. καὶ γλοῖος ὁ ῥύπος. Γλοιός. ὀλισθηρός· μοχθηρὸς, εὐμετάβολος. Γλυκύθυμος. ἁπαλόψυχος. Γλώσσασπις. ὁ τῇ γλώσσῃ οἷον ἀσπίδι καὶ προβολῇ κεχρημένος. ἀπὸ μεταφορᾶς τῶν πολεμούντων. Γλύκιστος. τὸ συγκριτικόν. ζήτει περὶ τούτου ἐν τῷ οὐδετέρῳ, ἔνθα τὸ γλύκιστον. Γλάσσων. μωρὸς, ἀνούστατος.

Θηλυκόν.

Γλάξ. βοτάνη γάλακτος ποιητική. παρὰ τὸ γάλακτος εἶναι αὐξητικὴ ταῖς ἐσθιούσαις. γάλαξ καὶ γλάξ. Γλαῦξ. πετεινὸν τὴν νύκτα πετώμενον. οἶμαι δὲ τὴν κακοβάϊαν λέγουσι. παρὰ τὸ γλαύσω τὸ λάμπω, γλαύξω καὶ κατὰ ἀφαίρεσιν τοῦ ω γλαῦξ. ὡς θήσω θὴς, ἀΐσσω αἶξ. Δημόκριτος ἱστορεῖ, ὅτι μόνον τῶν γαμψωνύχων καὶ σαρκοφάγων μὴ τυφλὰ τίκτειν, ὅτι πολὺ πυρῶδες καὶ θερμὸν περὶ τοὺς ὀφθαλμοὺς ἔχει. ὃ σφοδρῶς ὀξὺ καὶ τμητικὸν ὑπάρχον διαιρεῖ καὶ ἀναμίγνυσι τὴν ὅρασιν. διὸ καὶ ἐν τῇ σκοτομήνῃ ὁρᾷ, διὰ τὸ πυρῶδες τῶν ὄψεων. <!-- γ.440 -->Γλαρίς. λιθοξοϊκὸν ἐργαλεῖον. παρὰ τὸ γλάπτω τὸ κοιλαίνω. Γλαφυρὰν φόρμιγγα. γεγραμμένην καὶ κεκοιλαμένην. παρὰ τὸ γλάπτω ἢ γλάφω, γλάφος. ὡς θρύπτω τρύφος. ἔστι καὶ γλαφὺς, ὡς πάχος παχύς. Γλήκων. τὸ βλησκούνιον. Γληχώ. θηλυκῶς Ἀττικοὶ τὴν ὀρίγανον λέγουσι. οἱ δὲ βληχώ. Γλήνη. ἡ κόρη τοῦ ὀφθαλμοῦ. οἱονεὶ γαλήνη τὶς οὖσα καὶ κατὰ συγκοπὴν γλήνη. γαληνιᾷ γὰρ ὁ νοῦς διʼ αὐτῆς τῇ τῶν ὁρατῶν ποικιλίᾳ. ἢ παρὰ τὸ τὴν αἴγλην, αἰγλήνη, καὶ ἀποβολῇ τοῦ αι γλήνη. γλίνη δὲ, ὁ ῥύπος, ι. Γληχυρίς. πονηρά. Γλία. ἡ κόλλα. Γλιχώ. ἡ φειδωλία. Γλυφίς. ἡ χηλὴ τῆς ἀκίδος, ἤγουν ἡ ἐκκοπὴ τοῦ βέλους, ἡ τιθεμένη ἐν τῇ νευρᾷ τοῦ τόξου. παρὰ τὸ ἐγγεγλύφθαι, ὅ ἐστι κοιλάναι. καὶ ἡ κεφαλὴ τοῦ κίονος. παρὰ τὸ γλάπτω, γλαφὶς καὶ γλυφίς. καὶ τὸ γλυφικὸν ἐργαλεῖον. Γλωσσαλγία. ἡ φλυαρία. καὶ τὸ διὰ κενῆς λαλεῖν. Γλωχῖνας. γωνίας. ὑπὸ τὴν ἔνδον παρατεινομένην τῆς θαλάσσης γλωχῖνα ὡς εἰς ἐνέδραν. καὶ πάλιν· ἰῷ τριγλώχινι, ὅ ἐστι τριγώνῳ. παρὰ τὸ γλύψαι ἢ γλάψαι, τὸ κοιλάναι. <!-- γ.441 -->

Οὐδέτερον.

Γλάγος. τὸ γάλα. ἐκ τῆς γάλακτος γενικῆς γλάκος καὶ γλάγος. Γλαφυρόν. κοῖλον, ἡδὺ, βαθὺ, σοφὸν, ἔμπειρον, ἀκριβὲς, λαμπρόν. Γλήνεα. ἀξιοθέατα, καὶ πολλῆς θέας ἄξια. παρὰ τὸ τὴν αἴγλην, ἢ παρὰ τὸ γλαύσειν τὸ λάμπειν. Γλί. τὸ ἰσχυρόν. Γλίσχρον. τὸ κολλῶδες καὶ ὀλισθηρόν. Γλεῦκος. ὁ νέος οἶνος. ἤτοι τὸ πρὸ τοῦ πατηθῆναι ἀπόσταγμα τῆς σταφυλῆς. Γλουτά. τὰ τῆς κοτύλης σφαιρώματα, ἢ τὸ ὑπὸ τὸν πρωκτὸν μέρος, ὄπισθεν τῶν μηρῶν, διὰ τὸ τρυφερὸν καὶ ἁπαλὸν καὶ γλοιῶδες. ἢ τὴν σταγόνα σημαίνει. Γλυκυδερκές. τὸ ἡδὺ ἐν τῷ ὁρᾷν. Γλυκείδιον. δίφθογγον. γλύκιον δὲ ι. Γλυκὺ ἤτω καὶ πνιξάτω. Τερπάνδρου ᾄδοντος κεχῃνότος πρὸς τὴν ᾠδὴν, ἐμβαλών τις εἰς τὸν φάρυγγα σῦκον, ἀπέπνιξε. Γλύκιστον. τὸ συγκριτικόν. ἔστι καὶ γλύκιστος ἐπὶ ἀρσενικῶν. τὰ εἰς υς τριγενῆ ποιοῦσι συγκριτικὸν καὶ ὑπερθετικόν. τριγενῆ λέγονται. βραδὺς, βραδεῖα, βραδὺ, τὸ συγκριτικὸν βραδύτερος, βραδίων, βράδιστος. οὕτως καὶ γλυκὺς, γλυκίων, γλύκιστος, γλυκίων, ἡ κλητικὴ <!-- γ.442 -->ὦ γλύκιον. τὰ εἰς ων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς ἀναβιβάζουσι τὸν τόνον ἐπὶ τῆς κλητικῆς. οἷον ἀρείων ἄρειον, βελτίων βέλτιον, γλυκίων γλύκιον. Γλωσσόκομος. βαλάντιον ἢ ξυλίνη θήκη. Γλώσσαργον ἦθος. ἀντὶ τοῦ στωμύλον καὶ ταχύ.

Ῥῆμα.

Γλαγκάζει. κράζει, πτερύσσεται. Γλαύσουσιν. ἀντὶ τοῦ λάμπουσι. Γλαυκιῶ. ἐκ τοῦ γλαυκὸς κατὰ παραγωγήν. Γλαύσω. τὸ λάμπω. Γλαμυξιᾷν. τὸ λημᾷν. Γλίχων. ἀντὶ τοῦ λείχων. Γλίχομαι. ἐπιθυμῶ. συντάσσεται δὲ μετὰ γενικῆς. Γλιᾶται. παίζει. Γλοιάζειν. τὸ τοῖς ὄμμασιν ἐπιμύοντα μυκτηρίζειν. Γλωσσαλγεῖν. φλυαρεῖν, διακενῆς λέγειν. Γλωττοστροφεῖν. Ἀριστοφάνης·

  
ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστρο-  
  
φεῖν.  

Τὸ Γ μετὰ τοῦ Ν. Ἀρσενικόν.

Γναφεύς. ὁ λευκαίνων τὰ ἱμάτια. κναφεὺς δὲ ὁ τὰ δέρματα ξύων. ὅ ἐστι βάπτων. ἔστι δὲ καὶ κνάφος τὶ ἀκανθῶδες, ᾧ ξύουσι τὰ ἱμάτια. <!-- γ.443 -->Γναθμός. ἡ γνάθος. παρὰ τὸ γνάπτω, γέγναπται, γναπτὸς καὶ γναθμός. ὡς κέκλαυσται, κλαυθμός. Γνήσιος. ὁ μὴ νόθος, ὁ ἐκ τοῦ αὐτοῦ γεννηθείς. γενήσω, γενήσιος, καὶ κατὰ συγκοπὴν γνήσιος. Γνόφος. συνέφεια. ἢ ὁ ζοφώδης ἀήρ. παρὰ τὸ κενὸν φάους εἶναι. κνόφος καὶ γνόφος. Γνύπετοι. στυγνοὶ καὶ οἷον νενυγμένοι. Γνώμων. ὁ συνετός. καὶ κανόνιόν τι μηχανικὸν, καὶ σχῆμα γεωμετρικὸν, καὶ διοπτρικοῦ ὀργάνου μέρος, καὶ δὴ καὶ ἀστρονομικοῦ. καὶ τὸ ἐν τοῖς ἡλιοτροπίοις πηγνύμενον, ὅπερ ἐφεῦρεν Ἀναξίμανδρος καὶ ἔστησεν ἐπὶ τῶν σκιοθύρων. γνώμων καὶ ὁ ὀδοὺς τῶν ἀλόγων ζώων. ἔνθα καὶ προβατογνώμων, ὁ ἤδη βεβληκὼς τοὺς ὀδόντας. Γνώριμος. οὐχ ὁ μαθητὴς, ἀλλʼ ὁ γινωσκόμενος τινὶ, ἢ ἁπλῶς ὁ ἔνδοξος. Δημοσθένης· καὶ γνωρίμως ἔχω τοῖς πλείστοις τῶν πλεόντων τὴν θάλασσαν. καὶ γνωρίσαι τὸ συστῆσαι καὶ ποιῆσαι γνώριμον. γνώριμοι καὶ οἱ φοιτηταί. Πυθαγόρας ὁ Σάμιος γνωρίμους ἔσχε πλείους ἢ ἑξακοσίους. γνώριμος δὲ, παρὰ τὸν γνώσω μέλλοντα γίνεται γνώσιμος, ὡς ὀνήσω ὀνήσιμος, καὶ τροπῇ τοῦ ς εἰς ρ γνώριμος. Γνωστικός. ὁ τῇ ἀληθείᾳ ποιωθεὶς τελείως. Γνωστός. ὁ γνώριμος. Γνωτός. ὁ ἀδελφός. παρὰ τὸν γνώσω μέλλοντα γίνεται γνωτός· ὅτι μᾶλλον τῶν ἄλλων γινώσκεται. ἢ ὁ ἅμα τινὶ γεννητικὸς καὶ <!-- γ.444 -->γνητὸς καὶ γνωτός. ἔστιν ὅτε σημαίνει καὶ τὸ φανερόν·

  
γνωτὸς δὲ καὶ ὃς μάλα νήπιός ἐστι.  

Θηλυκόν.

Γνάθος. ἡ παρειά. παρὰ τὴν γνάμψιν καὶ κάμψιν ἢ κλάσιν. ἡ καμπτομένη σιαγών. οἷον·

  
Φυσίγναθος ἀντίον ηὔδα.  
Γνώμη. ἡ συνείδησις, ἡ σκέψις, ποιὰ τὶς διάθεσις. ἡ βουλὴ, ἡ προαίρεσις, ἡ οἴησις. γνώμη καὶ ἡ δημηγορία. γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ. γνώμη, καθʼ ἣν λέγομεν τινὰ ἔχειν γνώμην. ἢ τοῦ ἐπιεικοῦς κρίσις ὀρθή. ἢ ἀπόφασις καθολικὴ περὶ τῶν πρακτέων, καὶ ὡς αἱρετὰ ἢ φευκτέα ἐστὶ πρὸς τὸ πράττειν. ἢ συμπέρασμα. ἢ πρότασις ἐνθυμημάτων. ἢ ὄρεξις ἐνδιάθετος τῶν ἐφʼ ἡμῖν. ἢ διάθεσις ἐπὶ τοῖς ἐφʼ ἡμῖν ὀρεκτῶς βουλευθεῖσιν. ἢ τρόπος ζωῆς. Γνώμην ἐμήν. ὡς ἐμοὶ δοκεῖ. γνώμη δὲ εἴρηται παρὰ τὸ νοῶ, νοήσω, νοήμη, καὶ κατὰ κρᾶσιν νώμη, καὶ πλεονασμῷ τοῦ γ γνώμη. Γνῶσις. ἡ διὰ τοῦ πνεύματος χάριτος ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων γενομένη ἔλλαμψις. γνῶσις καὶ ἡ τῶν θείων γραφῶν διὰ λόγων ψιλὴ κατανόησις. γνῶσις καὶ ἡ διὰ τῶν ἐντολῶν πράξεως ἐγγινομένη τῷ πράττοντι πεῖρα. γνῶσις καὶ ἡ τοῦ πρώην μὴ ὄντος ἐν τῷ νοῒ νεοφανὴς ἔμφασις. γνῶσις καὶ ἡ τῶν κατειλημμένων περίεργος συγκατάθεσις, ὡς ὁρωμένων ἔλεγχος. γνῶσις καὶ ἡ θεωρία τῆς ἁγίας τριάδος. Γνωτή. ἡ ἀδελφή. <!-- γ.445 -->

Οὐδέτερον.

Γναμπτόν. ἐπικαμπές. Γνωμίδιον. τὸ μικρὸν ἐνθύμημα. Γνωμάτευμα. διάκρισις, διάγνωσις ἀκριβής. ἢ τὸ βούλευμα. ἕτερα διαλεγόμενοι, ἕτερα γνωματεύματα γνωματεύουσι. Γνωριμώτερον. τοῦτο διχῶς λέγεται· ἢ ἁπλῶς, οἷον τὸ πρότερον τοῦ ὑστέρου, ἢ ἡμῖν ὅ ἐστι τῇ φύσει ἔσχατον, ὅ ἐστι τὸ σύνθετον· ἤτοι τὸ μερικόν.

Ῥῆμα.

Γναθμῶ. τὸ κάμπτω. συνήθως τοῖς παλαιοῖς λέγειν γνάμπτω.

  
ἀνεγνάμφθη δέ οἱ αἰχμή.  
ἄνευ τοῦ μ.

  
καὶ ἐπέγναψε γὰρ ἅπαντας.  
Γνοῖεν. μάθοιεν. Γνοίης. ἐκ τοῦ γνῶμι ἡ μετοχὴ γνοὺς, γνόντος· καὶ τὸ εὐκτικὸν γνοίης. Γνῶθι. ἐκ τοῦ γνῶμι ἡ μετοχὴ γνοὺς, καὶ τὸ προστακτικὸν γνῶθι, γνῶτε. Γνωματεύειν. διακρίνειν, διαγινώσκειν ἀκριβῶς. Γνωμοδοτῶ. γνώμην δίδωμι. Γνωρίζω. γινώσκω, ἱστορῶ. εἰ γὰρ ἐγώ σοι νῦν αὐτὸν γνωρίζω, πέπονθα τὸ τῆς παροιμίας, τὸ σὸν ὄναρ σοὶ διηγούμενος. Γνωσιμαχῆσαι. μετανοῆσαι, μεταγνῶναι τὸ δίκαιον καὶ πρέπον, ἢ τὸ γνῶναι τὴν ἑαυτοῦ ἀσθένειαν, καὶ τῶν ἐναντίων τὴν ἰσχύν. <!-- γ.446 -->Γνώωσι. γνῶμι, ὁ δεύτερος ἀόριστος ἔγνων, ἡ μετοχὴ γνοὺς, γνόντος, τὸ ὑποτακτικὸν ἐὰν γνῶ, τὸ τρίτον τῶν πληθυντικῶν ἐὰν γνῶσι, καὶ ἐὰν γνώωσι προσθήκῃ τοῦ ω. τὰ δὲ διὰ τοῦ ωω καθαρὰ δισύλλαβα διὰ τοῦ ω γράφονται, οἷον ζώω, γνώω, σώω, πλώω. Γνωρίζω. ἀντὶ τοῦ ὑπομιμνήσκω. παρὰ τῷ Ἀποστόλῳ· γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ εὐαγγέλιον. Γνωσιμαχεῖν. ἐπίστασθαι τὴν πρὸς κρείττονας μάχην.

Ἐπίῤῥημα.

Γνύξ. ἐπὶ γόνατα. παρὰ τὸ γόνυ, γόνυξ καὶ γνύξ. Γνωμοτυπικῶς. ἤτοι γνωμολογικῶς.

Τὸ Γ μετὰ τοῦ Ο. Ἀρσενικόν.

Γόγγρος. εἶδος ἰχθύος. παρὰ τὸ γρῶ τὸ ἐσθίω. Καλλίμαχος·

  
ὃς ἔγραε κηδεμόνα.  
ἀντὶ τοῦ ἤσθιεν. ἀφʼ οὗ ῥῆμα ὄνομα γρὸς καὶ ἐν διπλασιασμῷ γόγγρος. ἐσθίει γὰρ τῶν πολυπόδων τοὺς πλοκάμους. Γοδολίας. κύριον. Γόης. ὁ πλάνης, ὁ ἀπατεὼν, ὁ φαρμακὸς, ὁ μάγος. Γοῖπας. ὁ ῥύπος. Γολγοί. οἱ Κύπριοι. <!-- γ.447 -->Γόμφης. ὁ χοῖρος. Γόμφοι. καρφία, σφῆνες, δεσμά. αἱ μύλαι. παρὰ τὸ κάμπτω γίνεται γάμπτω, καὶ ἐξ αὐτοῦ γόμφος, διʼ οὗ γνάμπτεται καὶ κάμπτεται ἡ τροφή. Γομφιασμός. συγκλασμός. Γομφίους. ὀδόντας, κλειδώσεις· οἱ ἔμπροσθεν δὲ ὀδόντος εἰσί. Γομόρ. εἶδος μέτρου Ἑβραϊκοῦ. Γονοῤῥοίης. οὗ ἡ γονὴ ἐκφέρεται ἀκουσίως καὶ ἐκρέει. Γονυκλινής. ἐπὶ γόνυ πεσών. Γόος. ὁ θρῆνος. παρὰ τὴν βοὴ, βοὸς, καὶ τροπῇ τοῦ β εἰς γ γόος. Γορπιαῖος. ὁ Σεπτέμβριος μήν. Γοργός. ταχύς. εἴρηται δὲ ἀπὸ τῆς ὀργῆς. ὀργὸς καὶ γοργός. οἱ Ἀττικοὶ δὲ γοργὸν οὐ τὸν πρακτικὸν καὶ κεκινημένον λέγουσιν, ἀλλὰ τὸ φοβερόν. Ξενοφῶν· γοργότεροί θʼ ὁρᾶσθαι καὶ φοβερώτεροι φθέγγεσθαι. Γοῤῥός. ὁ κυρτός. Γοργόλοπος. ἐπιθετικός. Γοργωπός. ὁ γοργόφθαλμος. καὶ γοργωπὸς ἕδρα, η φοβερὰ καθέδρα. Γουνῷ ἀλωῆος. ἐν τῷ γονιμωτάτῳ καὶ καρπίμῳ χωρίῳ τῆς γῆς. γέγονε γουνὸς, ὁ ὑψηλὸς τόπος, ἀπὸ μεταφορᾶς τῶν ἐν σώματι γονάτων, ἃ ἐξέχει. ὡς δὲ τινὲς, ὁ τραχύτατος τόπος. <!-- γ.448 -->ἀπὸ τῶν γονάτων ὀστωδῶν ὄντων καὶ τραχέων. πλέον γὰρ ἐν τοῖς ὀρεινοῖς καὶ πετρώδεσι τόποις αὔξεται τὰ φυτά. ἢ ὁ γόνιμος καρπὸς ἀπὸ τοῦ γεννῶ. Γολόν. ὄνομα τόπου.

Θηλυκόν.

Γοητεία. φαρμακεία, καὶ μαγεία ἡ διʼ ἐπικλήσεως ἀνάγουσα τὸν νεκρόν. εἴρηται δὲ ἀπὸ τῶν γόων καὶ θρήνων, τῶν περὶ τοὺς τάφους γενομένων. Γοργάνας. αἰγίδας. Γοργάδες. αἱ δέσποιναι. Γοργῶπις. λίμνη ἐν Κορίνθῳ. Γόμφεσυς. ὑις δορκάδος. Γοργωπὸς ἕδρα. ἡ φοβερὰ καθέδρα. Γόρυνος. ὁ μικρὸς βάτραχος. Γόργυρα. τὸ κατὰ γῆς ὄρυγμα. οἶμαι δὲ γέργυρα λέγεται ἢ γεργύρα. Γοργόνες. τρεῖς γυναῖκες, αἳ τοσοῦτον εἶχον τὰ πρόσωπα φρικτὰ καὶ φοβερὰ, ὡς τοὺς ὁρῶντας θνήσκειν. ἡ Γοργὼ καὶ ἡ Γοργών. διὰ γὰρ τῆς γοργότητος ἀπελίθουν παρωνύμως τοὺς ὁρῶντας. Γόρτυς. νῆσος. καὶ Γορτύνη πόλις Κρήτης.

Οὐδέτερον.

Γογγύλιον. στρογγύλον. Γοερόν. θρηνῶδες, λυπηρὸν, κατανυκτικόν. Γομφοφαγῆ ῥήματα. ἀκριβέστατα, πολυσύνθετα. <!-- γ.449 -->Γόνυ. παρὰ τὸ κονῶ τὸ ἐνεργῶ, κόνυ ὄν· ἢ παρὰ τὸ εἰς γῆν νεύειν. Γονύων. γονάτων. εἴησαν δὲ καὶ κάλαμοι γόνυα οὐκ ἔχοντες. Γοῦνα. γόνατα, γόνυα καὶ γοῦνα. καὶ γούνων ἀπὸ τῶν γονάτων ἢ ἀπὸ τῶν γονύων. ἰστέον, ὅτι τὰ γόνυα καὶ δόρυα γίνεται καθʼ ὑπερβιβασμὸν τοῦ υ γοῦνα καὶ δοῦρα. ἢ ἀπὸ τοῦ γόνατα κατὰ ἀποκοπὴν τοῦ τα. Γόργια. τὰ τῶν ὑποκριτῶν προσωπεῖα. Γογγυλίζει. ἀντὶ τοῦ μεταστρέφει. Γογγύζω. ἀπὸ τοῦ γρύζω, τὸ τῇ φωνῇ ὑποκλέπτω καὶ λαλῶ καὶ κατὰ ἀναδιπλασιασμὸν γογγρύζω καὶ γογγύζω. Γονυπετῆσαι. προσκυνῆσαι. παρακαλέσαι. δεηθῆναι. ἱκετεῦσαι τοῖς γόνασιν ἐπισυρόμενος. Γόον. ἐθρήνουν. ἀόριστος δεύτερος. ὥσπερ κτυπῶ, ἔκτυπον, οὕτως γοῶ, ἔγοον. ἀλλʼ ἔστι γοάω, γοῶ, ἐγόαον, ἐγόων, καὶ κατὰ συστολὴν γόον.

  
—ζωὸν γόον Ἕκτορα—.  
Γουνάσομαι. λιτανεύσω. παρακαλέσω.

  
Οὐκέτι γουνάσομαι τὸν βάρβαρον οὐδʼ ἐπʼ  
  
ἐμαυτῷ  
  
Κλαύσομαι—.  
<!-- γ.450 -->

Τὸ Γ μετὰ τοῦ Ρ. Ἀρσενικόν.

Γραμματεῖς. οἱ τὰ κράσπεδα τινὰ ἔχοντες σημαντικὰ τῆς αὐτῶν πολιτείας. ῥοΐσκους γάρ τινας ἐπὶ τὰ τέσσαρα πτερύγια τοῦ τρίβωνος ἕκαστος εἶχεν, ἐξ αὐτοῦ τοῦ στήμονος καταδεδεμένους, ἐν ᾧ χρόνῳ ἐνεκρατεύετο ἢ παρθενείαν ἤσκει. ἐπετήδευον δὲ ταῦτα ὥστε ἐμφαίνειν τοῖς ἀνθρώποις τὰ παρʼ αὐτῶν ἐπαγγελλόμενα· ἵνα μηδεὶς ἅψεται δῇθεν τῶν ἡγιασμένων. φυλάσσουσι δὲ καὶ ξεστῶν βαπτισμοὺς καὶ ποτηρίων καὶ τῶν ἄλλων σκευῶν τῆς ὑπηρεσίας· καὶ τοὔνομα εἰσὶ δευτερωταὶ, ὡς γραμματικήν τινα ἐπιστήμην ὑφηγούμενοι καὶ περιττὴν δῆθεν σοφιστικὴν εἰσηγούμενοι. γραμματεὺς καὶ ὁ διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν γραφῶν θησαυρὸν γνώσεως ἑαυτῷ ἀποθέμενος. γραμματεὺς καὶ ὁ νοτάριος. τὸν τῶν ἀποῤῥήτων γραμματέα. οὐδενὸς δὲ ἦσαν οἱ γραμματεῖς κύριοι οὗτοι, ἀλλʼ ἢ τοῦ γράφειν καὶ ἀναγνῶναι. Γραμματιστής. ὁ τὰ πρῶτα στοιχεῖα διδάσκων. Γραμματοεισαγωγεῖς. ἐκβιαστὰς, παιδευτάς. <!-- γ.451 -->Γραμματοκύφων. ἀντὶ τοῦ, ὦ ταπεινὲ γραμματεῦ. διότι οἱ γραμματεῖς προσκεκυφότες γράφουσι. ἢ ὁ ἐν ἀγρῷ γραμματεύς· οἱ γὰρ ἀγοραῖοι τῷ κύφωνι μαστιγοῦνται. κυρίως δὲ κύφων τὸ ξύλον καλεῖται. Γραμματοφόρος. ὁ βιβλιαφόρος. καὶ οὐχὶ βιβλιοφόρος. Γράσος. μωρός. κυρίως δὲ ὁ ἐν τοῖς τῶν προβάτων ἐρίοις συναγόμενος ῥύπος. Γραικοί. οἱ Ἕλληνες. ἀπὸ κώμης τινός. παρὰ τὸ ῥαῖσαι ῥαικὸς καὶ γραικός. καὶ γὰρ διὰ τὴν πολλὴν ἀνδρείαν οἱ Ἕλληνες οὕτως ἐκαλοῦντο. Γραιοσόβαι. οἱ ἀπὸ τῶν ἰχθύων ἀποσοβοῦντες τὰς γραΐδας, ὡς μὴ ἀγοράζειν. ἢ οἱ γραΐσι συγκοιμώμενοι πόρναις. σοβὰς γὰρ ἡ πόρνη. Γρήνικος. ποταμός. ἐν ἐκείνῳ γὰρ τῷ ποταμῷ οἱ Γραικοὶ τοὺς βαρβάρους ἐνίκησαν. Γρήτης. ὁ βυρσεύς. Γριπεύς. ὁ ἁλιεύς. παρὰ τὸν γρίπον τὸ δίκτυον παρωνύμως. Γρίπος. τὸ δίκτυον. παρὰ τὸ ἀγρεύειν, ἐνδείᾳ τοῦ α. τὸ αὐτὸ δὲ γρίφος καλεῖται, παρὰ τὸ γράφειν, ὅ ἐστι ξύειν. ὁ τὴν γῆν ξύων, γράφος καὶ γρίφος. Γρίντης. ὁ ὑβριστής. Γρῖφος. ὁ δύσκολος. καὶ τὸ δίκτυον ἢ ζήτημα καὶ αἴνιγμα δύσκολον. τὰ εἰς φος δισύλλαβα μονογενῆ ἀρσενικὰ ἑνὶ φωνήεντι παραλήγεται. <!-- γ.452 -->οἷον λόφος, ζόφος, κέμφος. οὕτω καὶ γρῖφος. τὸ δὲ ῥοῦφος οὐκ ἔστιν Ἑλληνικὸν, ἀλλʼ Ἰταλικόν. μονογενῆ, διὰ τὸ κοῦφος. δισύλλαβα, διὰ τὸ φίλοιφος· σημαίνει δὲ τὸν φιλοσυνουσιαστήν. ἄλλως· πᾶσα λέξις ἀπὸ τῆς γρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται, οἷον· γριντὶς, ὁ οὐρανός· γρῖνος, τὸ δέρμα· γρίσων, ὁ χοῖρος, καὶ ὄνομα δρομέως παρὰ Ἀριστοφάνει. τὸ δὲ Γρηνικὸς ἀπὸ τοῦ κρήνη γέγονε κρηνικὸς, καὶ γενόμενον κύριον ἐβαρύνθη τροπῇ τοῦ κ εἰς γ· ἢ ἀπὸ τοῦ γραικῶ καὶ τοῦ νικῶ Γραίνικος, καὶ μεταθέσει τοῦ αι εἰς η Γρήνικος. Γριντής. ὁ οὐρανός. Γρῖνος. τὸ δέρμα. Γρίσσων. ὁ χοῖρος. καὶ ὄνομα δρομέως παρʼ Ἀριστοφάνει. Γρυνοί. κορμοὶ δρύϊνες. κατʼ ἐναλλαγὴν τοῦ δ εἰς γ. ἢ τὰ τῶν γερανδρύων ξύλα. Γρύλλος. ὁ χοῖρος.

Θηλυκόν.

Γραμμή. μῆκος ἀπλατὲς, καὶ ἡ λεγομένη βαλβίς. Ἀριστοφάνης·

  
πρόβαινε δὴ νῦν, ὦ θυμὲ, γραμμὴ δʼ αὑτηΐ.  
ἀντὶ τοῦ ἀρχή. Γραμματείας. ἐξαριθμήσεις. γραμματῆας δὲ τοὺς γραμματέας η. Γραπίς. ἡ ἐῤῥυτιδωμένη. ἀπὸ τοῦ καταγεγράφθαι ταῖς ῥυτίσι. <!-- γ.453 -->Γρᾶς. ἡ τῶν μασχαλῶν δυσωδία. λέγεται καὶ ἡ γράσος. Γραστίς. ἡ χλωρὰ κριθή. παρὰ τὸ γράω τὸ ἐσθίω. τούτου ὁ μέλλων γράσω. Γραυδής. λαμπὰς κατεσχισμένη καὶ κατεξυσμένη. παρὰ τὸ γράφω, ὃ σημαίνει τὸ ξύω. Γραῦς. καὶ κλίνεται γραός. ἔστι καὶ ἡ γραία, τῆς γραίας. Εὐριπίδης·

  
γραία, μὴ τρέσῃς—  
τὸ δὲ εἴρηται παρὰ τὸ ῥαίω, ῥαῦς καὶ γραῦς, ἡ κατεξυσμένη τὸ σῶμα. ἀπὸ δὲ τοῦ γραία γέγονε γραῒς, γραΐδος, γραιΐδιον, καὶ κατὰ συγκοπὴν τῶν δύο ιι γραίδιον, ἀπὸ τοῦ γραίω. Γραφή. ζωγραφία, καὶ ἡ κατηγορία καὶ τὸ ἔγκλημα. ἐξ οὗ καὶ γράφεται ἀντὶ τοῦ κατηγορεῖται. Γραμματική. λέξις διδάσκουσα ἡμᾶς τὰ νοούμενα γράφειν, καὶ τὰ ὡς πρός τινα ἐμμέτρως καὶ εὐρύθμως πραγματευθέντα μετὰ κρίσεως διηγουμένη. ἢ τέχνη θεωρητικὴ καὶ λογικὴ, τὸ εὖ λέγειν καὶ τὸ εὖ πράττειν ἤγουν γράφειν διδάσκουσα ἡμᾶς· οὐ γὰρ πᾶς ὁ γράφων ἢ ὁ ἀναγινώσκων λέγεται γραμματικὸς, ἀλλʼ ὁ τὸν κανόνα καὶ τὸν ὅρον ἀποδιδούς. ἢ τέχνη λογικὴ περὶ τὰ ὀκτὼ μέρη τοῦ λόγου καταγινομένη. ὀκτὼ δὲ μέρη τοῦ λόγου εἰσὶ ταῦτα· <!-- γ.454 -->ὄνομα· ῥῆμα· μετοχή· ἄρθρον· ἀντωνυμία· πρόθεσις· ἐπίῤῥημα· σύνδεσμος. ἢ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν. ἢ ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπιπολὺ λεγομένων. τέλος δὲ γραμματικῆς τὸ μηδέποτε ἁμαρτάνειν μήτε περὶ μίαν λέξιν μήτε περὶ πλείονας· τὸ γὰρ ἁμαρτάνειν περὶ μίαν λέξιν βαρβαρισμός ἐστι· τὸ δὲ περὶ πλείονας σολοικισμός. Γρησίνη. πόλις Χεῤῥονήσου. Γρυμαία. ἡ σκευοθήκη. Γρυταί. ἐπισκευαί. Γρώνεια. πόλις Φωκίδος. Γρωνεὺς τὸ ἐθνικόν. Γρώνη. πέτρα τετρυπημένη καὶ κοίλη ἡ δεχομένη τὰ σχοινία. Γρόμφις ἢ γρομφίς. ἡ παλαιὰ σκρόφα.

Οὐδέτερον.

Γράμμα. ὁ τόνος, ὁ χαρακτήρ· ἡ ἐπιστολή· αὐτὸ τὸ γράμμα· τὸ σύγγραμμα· τὸ ζωγράφημα· καὶ ἡ τῶν παίδων ἀγωγὴ, ἥτις περὶ ψήφους καὶ χαρακτῆρας τῶν στοιχείων γίνεται. Γράμματα. οἱ χαρακτῆρες τῶν στοιχείων παρὰ τὸ γράφεσθαι, ὅ ἐστι ξέεσθαι. Γράμμα πεζόν. τὸ Ἰουδαϊκὸν καὶ σκιῶδες, ὡς μὴ ἐπαγγελλόμενον βασιλείαν οὐρανῶν. <!-- γ.455 -->Γράμματα, ὅτε γράφονται· διὰ τὸ τυποῦσθαι γραμμαῖς καὶ ξυσμοῖς. στοιχεῖα δὲ, ὅτε ἀναγινώσκονται. Γραμματείδιον καὶ γραμματεῖον. τὸ συμβόλαιον. Γραμμάτιον δὲ, τὸ μικρὸν γράμμα, ι. Γραμματείου. διδασκαλίου. ἅτε προηγούμενος ἀνελπίστως, ἐκ τοῦ γραμματείου καὶ τῆς τοιαύτης διαθέσεως πολὺς ἐπέπνει. Γρῖφον. δύσκολον ἢ ζήτημα αἰνιγματῶδες. ἔνθεν καὶ τὸ κέρδος γρίπισμα φασὶ, παρὰ τὸ ἀγρεύειν, ὅ ἐστι ζητεῖν· ὅπερ παρακολουθεῖ τῇ ἄγρᾳ. λέγεται οὖν καὶ γρῖφος ἀρσενικῶς, τὸ δύσκολον αἴνιγμα. ἵστων γὰρ φιάλην, γέμουσαν οἴνων, καὶ ἔλεγον αἰνίγματα ἐν τοῖς συμποσίοις ἀλλήλοις· καὶ εἰ ἐπελύσατο ὁ ἀπορηθεὶς, ἔπινε τὸν οἶνον. Γρίπισμα. ποτικὸν ζήτημα ἢ ἐπιτραπέζιον ᾆσμα. Γρῦ. τὸ βραχὺ, τὸ τυχόν. ἔνιοι δὲ τὸν ἀπὸ τῶν ὀνύχων ῥύπον ἢ εἶδος μικροῦ νομίσματος. Γρυπόν. καμπυλόῤῥινον. ὀξύῤῥινον. γρυπὸν καὶ γρυπός. ῥὺβ ἐστὶ τὸ ἐπικαμπὲς παρὰ Αἰολεῦσιν, ἤτοι ῥαιβός· καὶ τροπῇ τοῦ β εἰς π, πλεονασμῷ τοῦ γ, γρυπός. ἢ παρὰ τὸ ῥέπω ῥεπὸς καὶ γρυπός· ἡ ἐφʼ ἑνὶ τῷ μέρει ῥέπουσα ῥίν. Γράμμα πεζόν. ἡ βασιλικὴ κέλευσις. οὕτως ὁ θεόλογος· εἰς ὃν οὐ τὸ γράμμα εἰσάγει τὸ πεζόν. Γρηΐδιον. τὸ γραΐδιον. <!-- γ.456 -->

Ῥῆμα.

Γράφεται. ἀντὶ τοῦ γράφει καὶ ἀντὶ τοῦ κατηγορεῖ. γράφεσθαι καὶ τὸ ξύεσθαι, παρὰ τὸ γράπτω τὸ κοιλαίνω. Γράψαι. κοιλάναι. διασκάψαι. Γράψομαι. κατηγορήσω. Ἀριστοφάνης·

  
—γράψομαι  
  
Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.  
Γριπίζω. τὸ κερδαίνω. Γριπεῦσαι. ἰχθῦς θηρεῦσαι. καὶ γριπεὺς ὁ ἁλιεὺς, καὶ γρῖφος τὸ δίκτυον. Γρύξαι. κράξαι. Γρύζω. θρηνῶ. καὶ τὸ τῇ φωνῇ ὑποκλέπτειν καὶ λαλεῖν. Γρυλλίζειν καὶ γρύζειν. ἐπὶ χοίρων. Γρυπανίζειν. σείεσθαι τὴν γῆν βαλλομένην ὑπὸ σεισμοῦ. Ἀντιφῶν· καίων γὰρ τὴν γῆν καὶ συντήκων γρυπάνων ποιεῖ. καὶ σεισμὸς γάρ φησι γέγονε καὶ ἔγρυπεν ἡ γῆ. Γρυπαίνειν. τὸ γρυποῦσθαι. οἷον ἐπὶ τῶν ἁπαλῶν ξυλιφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά. Γρυῶ. τὸ προσφωνῶ. Γρῶ. τὸ ἐσθίω. Γράφω. τὸ ἐπιστέλλω, μετὰ δοτικῆς. εἰ δὲ σημαίνει τὸ κατηγορῶ, μετὰ αἰτιατικῆς.

Τὸ Γ μετὰ τοῦ Υ. Ἀρσενικόν.

Γύγης. κύριον. Γύγου δακτύλιος. ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. <!-- γ.457 -->Γύης. μέτρον γῆς, καὶ μέρος ἀρότρου. Ὅμηρος ἐν συνθέσει πεντηκοντόγυον. καὶ Ἡσίοδος, οἷον·

  
πρίνου δὲ γύην, βόε—  
παρὰ τὸ γαῖα γίνεται γύη, ἵνʼ ᾖ ἡ γύη, τῆς γύης· καὶ μεταχθείσης τῆς γενικῆς εἰς εὐθεῖαν γίνεται ὁ γύης, ὥσπερ ἡ ἀράχνη, τῆς ἀράχνης, καὶ ὁ ἀράχνης, τοῦ ἀράχνου. Γυλιαύχενας. μακροτραχήλους. Γυμνῆται, καὶ γυμνῆτες. τάξεις πεζῶν. Γυμνός. ὁ ἄνευ ἱματίων. ὥσπερ παρὰ τὸ σκύζω, τὸ ὀργίζομαι, γίνεται σκύμνος, καὶ σέβω σεμνὸς, οὕτω καὶ κύπτω κυπτὸς καὶ γυμνός. ὁ γὰρ τοιοῦτος κύπτει, κρύπτων τὰ αἰδοῖα ὑπʼ αἰδοῦς. ἢ παρὰ τὸ τὰ γυῖα μόνα ἔχειν, τουτέστι τὰ μέλη. Γυμνοσοφισταί. οἱ φιλόσοφοι παρὰ Βαβυλωνίοις. Γύνις. μαλακός. γυναικώδης. ἀνδρόγυνος. παρὰ τὸ γυνὴ παρωνύμως. ὡς δάφνη, Δαφνὶς, νύμφη, νυμφίς· οὕτως γυνὴ, γύνις. Γυναικώδεις. οἱ εὐνοῦχοι. Γυναικοϊέρακες. οἱ περὶ ἔρωτας ἐπτοημένοι. Γυναικίας. ὁ θηλυμανὴς ἀνήρ. Γυναιμανής. ὁ ἐπὶ γυναιξὶ μαινόμενος, ὁ ἀκόλαστος. Γυναιμανές. οὐκ ἀπὸ τῆς γύναι κλητικῆς ἔχει τὴν σύνθεσιν, ἀλλʼ ἀπὸ τῆς γενικῆς· τὰ γὰρ ἐκ δύο τελείων συντιθέμενα ὀνόματα, ἢ ἀπὸ εὐθείας συντίθεται, ὡς τὸ ζωὴ, ζωηφόρος, καὶ ἕως, ἑωσφόρος· ἢ ἀπὸ γενικῆς, οὐδεὶς οὐδενὸς, οὐδενόσωρα· ἢ ἀπὸ δοτικῆς, ὡς τὸ ἄρῃ, ἀρηΐφιλος· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ πόδα, Ποδαλείριος. <!-- γ.458 -->μόνον δὲ ἀπὸ κλητικῆς οὐ γίνεται σύνθετον· ἐπειδὴ πᾶσα πτῶσις τριπρόσωπος ἐστὶν ἄνευ τῆς κλητικῆς. ἡ δὲ κλητικὴ αὐτοτελής ἐστι καὶ πολλάκις τέλειον λόγον ἀποπληροῖ, ὡς τό·

  
ὦ μάκαρ Ἀτρείδη μοιριγενὲς ὀλβιόδαιμον.  
τὸ δὲ τέλειον μετὰ ἀτελοῦς οὐ συντίθεται. τὸ οὖν γυναιμανὲς ἀπὸ τῆς γυναικὸς λέγομεν γεγενῆσθαι, γυναικομανὲς, καὶ ἐν συγκοπῇ γυναιμανές. ἢ λέγομεν, ὥσπερ παρὰ τὸ τιμὴ γίνεται Τιμόθεος, οὕτως καὶ ἀπὸ τοῦ γυνὴ γυνομανὲς καὶ γυναιμανὲς, κατὰ μετάθεσιν τοῦ ο εἰς τὴν αι δίφθογγον, ὡς μεσοπόλιος, μεσαιπόλιος, καὶ Κλυτομνήστρα, Κλυταιμνήστρα. Γύργαθος. τὸ δίκτυον. Γυρῖνοι. οἱ μικροὶ βάτραχοι. παρὰ τὸ γυρὸν, τὸ περιφερές. τοιοῦτοι γὰρ καὶ οἱ μικροὶ βάτραχοι. Ἀριστοφάνης·

  
οἷον πατέρες βοῶσι γυρίνων.  
Γῦρος. κύκλος, στρογγύλος καὶ περιφερής. Γυμνός. τριχῶς ἐξηγεῖται τὸ γυμνὸς ἐπὶ τῆς τοῦ Ἀδὰμ γυμνότητος. γυμνὸς κατὰ τὴν ἁπλότητα τοῦ τρόπου· οὔπω γὰρ ἡ διπλόη ἐπετηδεύθη καὶ ἡ πονηρία. γυμνὸς κατὰ τὴν ἄτεχνον ζωήν· ὕστερον γὰρ αἱ τέχναι εὑρέθησαν. γυμνὸς καὶ κατὰ τὰ ἄμφια· ὕστερον δὲ καὶ ταῦτα ἐπενοήθησαν.

Θηλυκόν.

Γύαρος. νῆσος μία τῶν Σποράδων. λέγεται δὲ, ὅτι ἐν ταύτῃ οἱ μῦες ἤγουν οἱ ποντικοὶ διατρώγουσι τὸν σίδηρον. Γυμνοπαιδία. ἡ παλαίστρα. <!-- γ.459 -->Γυμνῆτις. γυνὴ γυμνητεία. Γυμνασία. ἡ τριβή. Γυναίκισις. ἡ γυναικεία μίμησις. πρὶν τῆς ἑτέρας γυναικίσεως δίκην δοῦναι. γυναικεία φύσις διφθόγγως. Γυνή. παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, γίνεται γυνή· ἡ δεκτικὴ τοῦ σπέρματος. ἢ παρὰ τὸ γόνω, τὸ τίκτω, γίνεται γονὴ καὶ τροπῇ τοῦ ο εἰς υ Αἰολικῶς γυνή. ὡς ὅμοιον, ὕμοιον. τὸ δὲ γυνὴ ἄκλιτόν ἐστι· συστέλλει δὲ τὸ υ. εἰκότως οὖν ὡς μονῆρες ἄκλιτον ἔμεινεν. εὕρηται δὲ καὶ τὴν γυνήν. οἷον· ὡς ἄτοπόν ἐστι καὶ μητέρα εἶναι καὶ γυνήν. Γυρίης. περιφεροῦς. Γυρινώ. ὄνομα κύριον. παρὰ τὸ γύρινος Γυρινὼ, ὡς κάλλιστος Καλλιστὼ, καὶ κλέος Κλεὼ καὶ Κλειώ. Γύψος. οἱονεὶ γύεψος τὶς οὖσα, ὅ ἐστιν ἡ ἑψεθεῖσα γῆ. Γυιοκόρους. τὰς κατεσθιούσας τὰ μέλη μέχρι κόρου. Ἡσίοδος·

  
καὶ γυιοκόρους μελεδῶνας.  

Οὐδέτερον.

Γύαλον. τὸ κοῖλον. οἷον·

  
θώρηκος γύαλον.  
παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, γίνεται παράγωγον γύω, ἀφʼ οὗ γυὸν καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς γύαλον. ὡς πτύω, πτύαλον. Γυῖα. τὰ γόνατα καὶ τὰ λοιπὰ μέλη. κυρίως δὲ ἐπὶ τῶν ποδῶν λέγεται, παρὰ τὸ ἐπὶ τῆς <!-- γ.460 -->γύης, ὅ ἐστι γῆς, ἰέναι· ἐπὶ ταύτης γὰρ βέβηκε. καὶ ἡ πρώτη κίνησις τῶν ἀνθρώπων διὰ χειρῶν καὶ ποδῶν γίνεται. ἢ παρὰ τὸ τὴν γῆν γίνεται γήϊα καὶ τροπῇ τοῦ η εἰς υ γυῖα, ὡς ἁλμηρὸς, ἁλμυρός. τάττεται δὲ καὶ ἐπὶ τῶν χειρῶν. οἷον·

  
γυῖα δʼ ἔθηκεν ἐλαφρά—.  
γίνεται παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, γύω καὶ γῦον. ὡς πτῶ πτύον, καὶ θῶ θύον. οἷον·

  
κέδρου τʼ εὐκεάτου θύου τʼ ἀνὰ νῆσον ὀδώ-  
  
δει.  
καὶ πλεονασμῷ τοῦ ι γυῖον, ἵνʼ ᾖ τὸ λαμβάνον καὶ δεχόμενον. δύναται καὶ ἐπὶ τῶν μικρῶν παιδίων τάττεσθαι ἡ λέξις· ταῦτα γὰρ χερσὶ καὶ ποσὶ βαίνουσιν ἐπὶ τῆς γύης, ὅ ἐστι τῆς γῆς. Γυμνάσια. κυνήγια· ἀλειπτήρια· λοῦτρα· ἢ ἱππικόν. τρία γυμνάσια τῆς Ἀττικῆς· Ἀκαδημία, Λύκειον, Κυνόσαργες. Γύλιον. ἀγγεῖον πλεκτὸν ἀπὸ φοινίκων. Γυπαρίοις. στενοῖς χωρίοις. φωλεαῖς· καλιαῖς. Γύῤῥον. κυρτὸν, στρογγύλον.

Ῥῆμα.

Γυιώσω. βλάψω. γυιῶ· ἐξ οὗ καὶ τό·

  
γυιώσω μὲν σφῶϊ.  
Γυμνητεύω. Γυμνάσαι. τὸ εἰς φῶς ἀγαγεῖν. Γυναικιζόμενος. θηλυνόμενος. Γυνομανῶ. ἀκολασταίνω. <!-- γ.461 -->Γυρῶσαι. φιαλῶσαι, περιφράξαι. παρὰ τὸ γύρον ποιεῖν ἐν τῷ περιφράσσειν. Γύμναζε. ἀντὶ τοῦ ἔθιζε. ὁ Ἀπόστολος· γύμναζε δὲ ἑαυτὸν πρὸς εὐσέβειαν.

Τὸ Γ μετὰ τοῦ Ω. Ἀρσενικόν.

Γωβρύας. κύριον. Γωβάρης ἢ Γώβαρις. κύριον. Γώγης καὶ Γωγιδίσκος. κύρια. Γώδας. κύριον. Γωλειός. φωλεὸς, σπήλαιον. Γώνυμος. ὁ φερώνυμος. Γωνιασμούς. ἀποφυγάς· ἀπαγωγάς. ἔδειξα τουτουσὶ ἐπὶ λεπτῶν κανόνων εἰσβολὰς, ἐπῶν δὲ γωνιασμούς. Γωρυτός. ἡ ξιφοθήκη. χωρυτός τις ὤν· τροπῇ τοῦ χ εἰς γ. εἰς ὃν χωροῦσι τὰ ῥυτά· τουτέστι τὰ τόξα. γράφεται καὶ ἡ γωρυτός. Γώγ. κύριον. Γώυνος. κύριον. Γωσίθρας· Γωβίας. κύρια.

Θηλυκόν.

Γωβαρηνὴ καὶ Γωγώνη. κύρια. Γωνία. ἡ τοῦ οἴκου. καὶ γωνιασμός. γωνίᾳ πορθμῶσαι, τὸ ἐν γωνίᾳ ὑπὸ τινὸς περανθῆναι. γωνία παρὰ τὸ γόνυ. τὸ κτητικὸν γωνία, κατὰ ἔκτασιν τοῦ ο εἰς ω, ὅπερ ἐπικαμπεῖ τὲ καὶ κεκλασμένῳ σχήματι μεταπεποίηται. γωνία τὸ νι ἰῶτα διατί; τὰ διὰ τοῦ εια θηλυκὰ μονογενῆ, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, ὑπὲρ δύο συλλαβὰς, μὴ ὄντα ἀπὸ τῶν εἰς ευς ἢ ευω, μήτε σύνθετα ἀφʼ ἁπλοῦ, ἔχει τὴν ει <!-- γ.462 -->δίφθογγον, μήτε λεγόμενα καὶ εἰς ον οὐδέτερα, μήτε ἀπὸ παροξυτόνου κατὰ κρᾶσιν γινόμενα, μήτε κατὰ διάστασιν εὑρισκόμενα, μήτε ἀττικῶς ἐκτείνοντα τὸ α καὶ παροξυθέντα, διὰ τοῦ ι γράφονται. οἷον· ἀνία, ἀξία, μανία, ἠρεμία. πρόσκειται μονογενῆ, διὰ τὸ Πολυδευκεία χεὶρ καὶ Ἀγαμεμνονεία. ὁ Ἀγαμεμνόνειος γὰρ καὶ τὸ Ἀγαμεμνόνειον. πρόσκειται πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τὸ εὐσέβεια. πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ μνεία καὶ χρεία. πρόσκειται μὴ ἀπὸ τῶν εἰς ευς, μὴ ἀπὸ τῶν εἰς ευω, διὰ τὸ ταχὺς, ταχεῖα, δουλεύω, δουλεία. πρόσκειται μὴ σύνθετα, μὴ ἀπὸ ἁπλοῦ ἔχει τὴν ει δίφθογγον, ἐπειδὴ ἀπὸ τοῦ δεία, τοῦ σημαίνοντος τὴν ἔνδειαν, γέγονε σιτοδεία. πρόσκειται μὴ λεγόμενα εἰς ον οὐδέτερα, διὰ τὸ ἐλεγεῖον, ἐλεγεία. πρόσκειται μὴ κατὰ διάστασιν, διὰ τὸ ἀνδρεία τὸ ἐπὶ ἀρετῆς. τοῦτο ὁ μὲν Ἀπολλώνιος διὰ τοῦ ι γράφει, ὁ δὲ Ὦρος διὰ διφθόγγου. εὕρηται γὰρ κατὰ διάστασιν, ἀνδρεία. πρόσκειται μὴ ἀττικῶς ἐκτείνοντα τὸ α καὶ παροξυθέντα, ἐπειδὴ τὸ ἱέρεια καὶ εὔκλεια ἀττικῶς καταβιβάζει τὸν τόνον καὶ τὸ α ἐκτείνουσι. τοιοῦτον καὶ τὸ θυεία, ὃ σημαίνει τὴν ἴγδην. ἀττικῶς ἐκτείνοντες τὸ α, καὶ καταβιβάσαντες τὸν τόνον, καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξαν. τὸ δὲ νωθεία, ἡ ἀργία, οὐκ ἔστιν ἀπὸ τοῦ νωθεύω· ἐκεῖνο γὰρ διὰ τοῦ ο μικροῦ· ἀλλʼ ἴσως ἀπὸ τοῦ νωθρὸς, νωθρεύω, νωθρεία, καὶ κατὰ ἀποβολὴν τοῦ ρ νωθεία. Γωλειά. ὁ φωλεός.

Ῥῆμα.

Γῶ. τὸ χωρῶ· καὶ λαμβάνω καὶ δέχομαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: yem-aac`.
