---
title: "Lexicon: Letter Η"
title_greek: "Λεξικόν, Η"
author: Pseudo-Zonaras
eul_wid: yem-aag
eul_aid: yem
canonical: "https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-eta-yem-aag"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:dd0068d41ca27d775f95c14c2714f2df7a9cf6951ab1dab537e02e180502b6de"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon: Letter Η

*Λεξικόν, Η*

**Author:** Pseudo-Zonaras

**eul_wid:** `yem-aag` · [HTML page](https://eulogikon.org/works/pseudo-zonaras-lexicon-letter-eta-yem-aag)

## Text

<!-- η.969 -->

Η. Τὸ Η μετὰ τοῦ Α. — Ῥῆμα. —

Ἠᾶτο. ἐκαθέζετο. Ἦια. ἦλθον. ἐπορευόμην. ᾖα, τὸ ἐπορευόμην, σὺν τῷ ι γράφεται, καὶ Ἰωνικῶς ἤϊα, ἤϊσαν τὸ ᾔεσαν. καὶ παρὰ Θουκυδίδῃ· ἀκμάζοντες ἤϊσαν εἰς αὐτόν. οἱ δὲ Ἴωνες ἤεσαν καὶ ἦσαν. Ἠιακότες. θρηνήσαντες. Ἠάριζον. τὰ τοῦ ἔαρος ἔλεγον. Ἤατο. ἐκάθητο. Ἢ ἤ. ἀντὶ τοῦ σιώπα, παρὰ Ἀριστοφάνει. Ἦ. ἀντὶ τοῦ ἔφη. Ἦ. ἀντὶ τοῦ εἶπον. ἔστι φῶ, τὸ λέγω, τὸ παράγωγον φημὶ, ἀφαιρέσει τοῦ φ, ἠμί. τὸ αὐτὸ σημαίνει. ὁ δεύτερος ἀόριστος ἦν, ἦς, ἦ. Ἦι. ἀντὶ τοῦ ὑπάρχει. Ἦ. ἀντὶ τοῦ ἤμην. καὶ ἀντὶ τοῦ ἦν. <!-- η.970 -->Ἧι. ἀντὶ τοῦ καθά. Ἧι. ἀντὶ τοῦ ὅπου. καὶ ᾗ, ἀντὶ τοῦ ᾗτινι.

Τὸ Η μετὰ τοῦ Β. — Ἀρσενικόν. —

Ἠβαιός. ὁ μικρός. Ἡβητὴρ καὶ ἥβη. ἡ πρώτη ἔκφυσις τῶν τριχῶν. Οὐ καλὸν ἡβητῆρες· ἀπεχθαίρω γὰρ τὴν τρίχα τὴν ταχὺ φυομένην.

— Θηλυκόν. —

Ἥβη. ἡ πρώτη ἔκφυσις τῶν τριχῶν. ἢ ἡ νεότης καὶ ἡλικία, ἡ τεσσαρεσκαίδεκα ἐτῶν. καὶ διέχει ἥβης ἄνθος. ἥδη τις οὖσα· ἥδει γὰρ ἡμᾶς ὡς ἄνθος οὖσα τῆς ἡλικίας. κατὰ τροπὴν τοῦ δ εἰς β, βοιωτικῶς. ἢ παρὰ τὸ ἅπτω ἁφὴ καὶ ἥβη. κατὰ τροπὴν τοῦ α καὶ τοῦ φ εἰς β. πυρώδεις γὰρ οἱ ἡβῶντες. ἢ ἁφὴ τὶς οὖσα. τότε γὰρ ἁπτόμεθα καὶ ἔργων καὶ γυναικός. ἢ <!-- η.971 -->παρὰ τὸ ἠβαιὸν, ἡ ἐπʼ ὀλίγον χρόνον οὖσα. ἢ ἀπὸ τοῦ βεβηκέναι ἅβη καὶ ἥβη. ἢ ἥβη τὸ ἀκρότατον τῆς ἀκμῆς. καὶ ὄνομα θεᾶς.

— Οὐδέτερον. —

Ἠβαιόν. ὀλίγον, μικρόν. παρὰ τὸ βῶ, τὸ βαίνω, τὸ κατʼ ὀλίγον οὕτως βαῖνον. ὃ οὐκ ἔστι διὰ σμικρότητα ἐπιβῆναι, πλεονασμῷ τοῦ ἦτα.

  
οἱ δʼ ἐλθόντες οὐδʼ ἠβαιόν.  
καί·

  
βαιῷ δʼ ἐν αἰῶνι βροτῶν—  
καί·

  
βαιὸν ἐπὶ ποταμοῦ—  
ἢ ἠβαιὸν παρὰ τὴν ἥβην· ἐπεὶ αὕτη ὀλίγη καὶ ταχέως αὔξεται καὶ ἐλαττοῦται. ἀφʼ οὗ παρώνυμον ἠβαιός. ὀξύνεται δὲ, ὡς δηναιὸς, γηραιός· ἵνα μὴ βαρυνόμενον σχῇ κτητικὸν τύπον, ὡς Ῥώμη, Ῥωμαῖος. Ἡβητήριον. τὸ παιδευτήριον. Ἡβήτριον. ἡ κατάλυσις. Ἥβητρον. τὸ ξόανον. καὶ ἠβητρόν.

— Ῥῆμα. —

Ἡβᾷ. ἀκμάζει. σφριγᾷ. <!-- η.972 -->Ἡβάσκοντες. ἐκ δευτέρου ἀκμάζοντες. Ἡβήσαντες. ἀκμάσαντες. οἱ δὲ παῖδες ἡβήσαντες καὶ γενόμενοι θυμοῦ καὶ χειρῶν κύριοι. Ἡβήσας. ἡλικιωθείς. καὶ ἡβῆσαι, ὅταν παραλαμβάνωσιν υἱοὶ τὸν πατρῷον κλῆρον. Ἠβολεῖν. τὸ ἀργεῖν. Ἠβουλόμην. οἱ πολλοί. ἐβουλόμην δὲ ὡς Ἀττικώτερον. Ἡβυλλιῶσαι. ἀκμάζουσαι τὴν ἡλικίαν. Ἀριστοφάνης·

  
—ὀρχηστρίδες  
  
Ἡβυλλιῶσαι κᾄρτι παρατετιλμέναι—  
τὰς τρίχας. αἱ γὰρ μελλόνυμφοι ἔτιλλον τὰς τρίχας. Ἡβῷμαι· ἡβῷμι· ἡβώοιμι. ἀντὶ τοῦ αὐξάνοιμι. εὐκτικά. Ἡβώωσα. ἀκμάζουσα.

— Ἐπίῤῥημα. —

Ἡβηδόν. κατὰ τάξιν. καθʼ ἡλικίαν. ἡβηδὸν ἅπαντας κατέσφαξαν. καὶ ἀντὶ τοῦ ἀθρόον. <!-- η.973 -->

Τὸ Η μετὰ τοῦ Γ. — Ἀρσενικόν. —

Ἡγέτης. ὁ ἡγεμών. Ἡγεμών. ὁ τῆς ὁδοῦ ἡγούμενος. Ξενοφῶν· καὶ τὸν ἡγεμόνα δήσαντες παραδιδόασιν αὐτοῖς. Ἡγεμὼν συμμορίας. Δημοσθένης. ὁ προέχων πλούτου καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος. Ἡγήτορες. οἱ ἡγεμόνες.

— Θηλυκόν. —

Ἠγαθέη. ἡ ἄγαν θεία καὶ θαυμαστή. Ἠγαλλέη. θεραπευτική. ἀπὸ τοῦ ἀγάλλω. Ἡγεσίαις. ὁδηγίαις. οἱ μάγοι ἡγεμονίαις. Ἡγητορία. ἡ ἡγεμονία. ἡγουμενεία δὲ δίφθογγον. λέγει δὲ καὶ ὁ Ψελλός· ἡγητορία πέφυκε τῶν σύκων ἡ παλάθη. παλάθη δὲ λέγεται ἡ μάζα τῶν σύκων.

— Οὐδέτερον. —

Ἡγεμονικόν. ὁ νοῦς. ἢ τὸ κυριώτατον τῆς ψυχῆς, ἐν ᾧ αἱ φαντασίαι καὶ αἱ ὁρμαὶ γίνονται, καὶ ὅθεν ὁ λόγος ἀναπέμπεται. καί· πνεύματι ἡγεμονικῷ στήριξόν με. τὸν αὐτοκράτορα λογισμὸν φησὶν ὁ Δαβίδ. Ἥγημα. βουλή· γνώμη παρὰ τῷ προφήτῃ εἴρηται. <!-- η.974 -->Ἤγαλλεν. ἐθεράπευεν. ὅτι τὸ θεῖον ἀκριβῶς ἤγαλλεν. κέχρηται δὲ τῇ λέξει ταύτῃ ἄλλοι τὲ καὶ Εὐνόμιος ὁ δυσσεβὴς, ὁ δὲ Δίων πολλάκις. Ἠγάσαντο. ἐθαύμασαν. καί· ἠγάσθη τοῦ ἀνδρὸς ὁ Καῖσαρ καὶ ἔσχε σύμμαχον. Ἦγεν. ἐτέλει. ὁ δὲ Ἰουλιανὸς ἐν Πέρσαις ὢν γυμνικοὺς ἀγῶνας ἦγε. καὶ ἀντὶ τοῦ ἔφερεν. ἢ ᾐχμαλώτιζε καὶ κατέτρεχεν. ὁ δὲ ἐκεῖθεν ὁρμώμενος ἦγε καὶ ἔφερε τοῖς ὑπʼ ἐκείνῳ οὐκ ὀλίγην, καὶ αὐτὸς οὐδαμῆ ἦν αὐτῷ ἁλώσιμος. Ἡγεμονεύω. διοικῶ. Ἠγερέθοντο. συνηθροίζοντο. ἀγείρω, ἀγερῶ, ἀγερέθω, ἠγερέθοντο. καὶ ἀγερέω, ἀγερῶ. Ἠγερέεσθαι. ἀθροίζεσθαι. Ἤγερθεν. ἐγείρω, ὁ παρακείμενος ἤγερκα, ὁ παθητικὸς ἤγερμαι, ὁ ἀόριστος δεύτερος ἠγέρθην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἤγερθεν. Ἤγειρα. παρώξυνα. Ἡγείσθην. ἀντὶ τοῦ ἡγοῦντο. Ἠγμένους. ἀγομένους. καὶ ἀντὶ τοῦ πεπαιδευμένους· ἀγωγὴ γὰρ ἡ παίδευσις. Ἠγγέλη. ἀπηγγέλη. Ἠγηλάζω. ἄγω, ὁδηγῶ. ἐπιμελοῦμαι. Ὅμηρος·

  
καὶ σὺ κακὸν μόρον ἠγηλάζεις.  
<!-- η.975 -->Ἠγόμην. ἐφερόμην, ἢ ἐτρεφόμην, ἢ ἐτύγχανον. Ἠγορόωντο. ἐδημηγόρουν. Ἡγοῦμαι. νομίζω. Ἤγρετο. ἠγέρθη. Ἠγροικισάμην. κακῶς ἐφθεγξάμην. Ἠγρίωσαι. ἀντὶ τοῦ σκληρύνῃ. Ἤγαγον. ὁ δεύτερος ἀόριστος ἄγον καὶ κατὰ ἀναδιπλασιασμὸν ἄγαγον καὶ ἤγαγον.

Τὸ Η μετὰ τοῦ Δ. — Ἀρσενικόν. —

Ἡδέσιν. εὐφραντοῖς. Ἡδίων. εὐφραντός. Ἡδυεπής. γλυκὺς ἐν τῷ λέγειν. Ἡδυπαθής. φιλήδονος. Ἡδύς. εὐφραντὸς, καὶ ὁ εὐήθης· ἐκάλουν δὲ οὕτω καὶ τοὺς ὑπομώρους. Ἡδύοσμος. εἶδος βοτάνης. Ἥδυμος. γλυκύς. ἀπὸ τοῦ νήδυμον, ἢ ἀπὸ τοῦ ἡδὺς ἥδυμος, ὡς παρʼ Ἐπιχάρμῳ·

  
ἅμα τὲ λόγων ἀκούσας ἡδύμων.  
τὸ συγκριτικὸν ἡδυμότερος, καὶ ἰωνικῶς ἡδυμέστερος, ὡς ἀνιηρέστερος. Ἠδωνοί. ἔθνος, ἢ Μακεδόνες. Ἡδύς. ὁ εὐφραντός. παρὰ τὸ ἥδω τὸ εὐφραίνομαι. τὰ διὰ τοῦ ειδω ῥήματα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον εἴδω τὸ ὁμοιῶ, καὶ εἴ τι ὅμοιον· πλὴν τοῦ ἥδω, μήδω, κήδω. <!-- η.976 -->

— Θηλυκόν. —

Ἧι δʼ ἂν ἡμέρα. ἀντὶ τοῦ, ᾗτινι ἄν. Ἥδε. ἀντὶ τοῦ αὕτη. καὶ ἠδὲ ἀντὶ τοῦ καί. Ἡδεῖα. εὐφραντὴ, ἐρασμία. Ἡδονή. εὐφροσύνη. Ἡδονῆς ἀκρότης. τὸ πρὸς λύπην ἄμικτον. ἡδονὴ δέ ἐστι λεία κίνησις· πόνος δὲ τραχεῖα κίνησις. ἢ ἡδονή ἐστι κίνησις ψυχῆς ὀξεῖα ἐκ μνήμης γινομένη. ἡδονὴ θεῖα ἐστὶν ἡ ἐπὶ τοῖς θείοις χαρίσμασι τοῦ νοῦ θελητικὴ ἐνέργεια καὶ εὐφροσύνη ἐπίμονος. εἴρηται δὲ παρὰ τὸ δονῶ, δονὴ, ἡ δονοῦσα καὶ συγχέουσα τὴν ψυχὴν, καὶ πλεονασμῷ τοῦ η ἡδονή. ἢ παρὰ τὸ ἥδω ἡδονή· ὡς φλέγω φλεγμονή· πλήθω πληγμονή. Ἡδυπάθεια. φιληδονία, πορνεία. Ἠδωνίς. χώρα οὕτως καλουμένη, ἥτις ἐστὶ κατὰ τὴν Θρᾴκην.

— Οὐδέτερον. —

Ἡδέσιν. γλυκέσιν. Ἥδιστα. εὐφραντά. Ἥδιον. εὐφραντόν. καὶ ἡδίω τὰ εὐφραντά. Ἦδος. τὸ ὄφελος. τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα, ἀρχόμενα ἀπὸ φύσεως μακρᾶς, ψιλοῦσθαι θέλουσιν· οἷον αἶσχος, εὖχος, εἶδος. οὕτως οὖν καὶ ἦδος ψιλωτέον. ἔστιν ἄδος ὁ κόρος καὶ κατʼ ἐπέκτασιν τοῦ α εἰς ἦτα ἦδος. ἢ παρὰ τὸ ἐῶ τὸ κορεννύω. Ἡδύλειον. ὄρος ἐν Βοιωτίᾳ. Ἡδύγαιον. τὸ καλὴν ἔχον γῆν. Ἡδύσματα. βρώματα. ἢ εὐοσμία. <!-- η.977 -->Ἠδωνά. ἱμάτια θρᾳκικά· ἡ γὰρ Ἠδωνὶς χώρα κατὰ τὴν Θρᾴκην. Ἤιδεε καὶ ᾔδει. ἀντὶ τοῦ ἠπίστατο. καὶ ᾔδειν ἔχει τὸ ι προσγεγραμμένον. ὡς καὶ τὸ ᾔκαζον. ἔστι γὰρ εἰκάζω καὶ εἴκω διὰ τῆς ει διφθόγγου, ὁ παρατατικὸς εἴκαζον καὶ κατὰ ἔκτασιν ἀττικὴν ᾔκαζον. τοῦ δὲ εἴδω ὁ ὑπερσυντέλικος ᾔδειν κατʼ ἔκτασιν ἀττικήν. καὶ μένει τὸ ἰῶτα· οἱ γὰρ παρῳχημένοι ἢ ἶσα φωνήεντα θέλουσιν ἔχειν πρὸς τὴν ἀρχὴν τοῦ ἐνεστῶτος, ἢ πλείονα, οὐδέποτε δὲ ἐλάττονα. ἶσα μέν· αὐλῶ, ηὔλουν, οἰκῶ, ᾤκουν· πλείονα δέ· ἔχω, εἶχον, ἐῶ, εἴων. Ἤιδεσαν. ἔγνωσαν. Ἤιδεισθα. ᾔδεις. Ἤιδεισαν. ἀντὶ τοῦ ἠπίσταντο. Ἥδει. εὐφραίνει. Ἥδῃ. ἀντὶ τοῦ εὐφραίνομαι, εὐφραίνῃ. Ἠδολέσχησα. διελάλουν, ἐμαυτῷ προσδιαλεγόμενος. Ἥδομαι. εὐφραίνομαι. ἥδομαί σοι λίαν. Ἡδρυμένος. ηὐξημένος. ἱδρυμένος δὲ ὁ θεμελιωμένος, ἰῶτα. Ἡδρύνθη. ηὐξύνθη. <!-- η.978 -->Ἥδρασεν. ἐστήριξεν. καὶ ἡδρασμένος ὁ βέβαιος καὶ πάγιος. Ἡδόμενος. ἀρεσκόμενος. εὐφραινόμενος. Ἡδυνθείη. γλυκυνθείη. Ἦ δή. ὄντως δεῖ. Ἤδη. ἀντὶ τοῦ λοιπὸν, καὶ ἀντὶ τοῦ ταχέως. Ἀριστοφάνης·

  
φεύγεις ἂν ἤδη τοὺς πονηρούς.  
καὶ ἀντὶ τοῦ ἀπάρτι, καὶ ἀντὶ τοῦ πρὸ τούτου. ἀόριστος ἐστὶ καὶ τρεῖς χρόνους δηλοῖ· παρῳχημένον, ἐνεστῶτα καὶ μέλλοντα. καὶ ἤδη ἀντὶ τοῦ ὀψὲ καὶ ποτέ. καὶ ὁ Ἀπόστολος· εἴπως ἤδη ποτὲ καὶ εὐοδοθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν.

Τὸ Η μετὰ τοῦ Ε. — Ἀρσενικόν. —

Ἠέρι. ἀέρι. Ἠέλιος. ὁ ἥλιος. Ἠερινός. ὀρθρινός. Ἠερόεις. σκοτεινός. ἠερόεις ᾅδης. Ἠέρα. ἀορασίαν. Ἠετίων. κύριον. Ἠεροειδέα. μέλαινα. Ὅμηρος·

  
ἐπʼ ἠεροειδέα πόντον.  
<!-- η.979 -->

— Θηλυκόν. —

Ἠερία καὶ ἠερίη. ἡ ἑωθινή. Ἠεροφοῖτις. δαίμων ἡ ἀοράτως ἐρχομένη κατὰ τὰ ἔργα. Ἠέρος. ὁδοῦ· τόπου.

  
καὶ διὰ μέσης  
  
ἠέρος· εὔαγρον τοῖσδε δίδου κάματον.  
Ἠετιωνεία. οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ τοῦ καταστησαμένου τὴν γῆν Ἠετίωνος.

— Οὐδέτερον. —

Ἠερόεντα. σκοτεινά. Ἠεροειδῆ. ὁμοίως.

— Ῥῆμα. —

Ἤιεμεν. ἀντὶ τοῦ ᾔδειμεν. Ἦεν. ἀντὶ τοῦ ὑπῆρχε. καὶ ἦε ἀντὶ τοῦ ἐπορεύετο. Ἠερέθονται. ἀπαιωροῦνται. παρὰ τὸ ἀείρω, τὸ κουφίζω. ὁ μέλλων ἀερῶ, ἐξ οὗ καὶ ἀρέθω. ὡς ἀγείρω, ἀγερέθω, ἠγερέθοντο. ἢ ἀπὸ τοῦ αἴρω, ἀρῶ, ἀρέθω, ὡς φλέγω, φλεγέθω. εἶτα μετάγεται εἰς ἐνεστῶτα. καὶ ὁ παρατατικὸς ἠρεθόμην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἠρέθοντο. Ἤιεσαν. ἐπορεύοντο. ἢ ἤλθοσαν. ἵεσαν δὲ ἀντὶ τοῦ ἔπεμψαν, ἰῶτα. Ἤιει. ἀντὶ τοῦ ἐπορεύετο. Ἤειρεν. ἥρμοζεν. ἀπὸ τοῦ εἴρω εἶρε. σημαίνει τὸ δεσμεύω. εἴρω οὖν καὶ πλεονασμῷ τοῦ η ἠείρω. ὡς μύω, ἠμύω. Ἤειμεν. ἀντὶ τοῦ ὁδεύομεν. καὶ προεκόπτομεν. καὶ ὁ θεόλογος Γρηγόριος· οὕτως ἤειμεν εἰς τὸ πρόσω. <!-- η.980 -->Ἠέ. διαζεύξεως σύνδεσμος.

  
ἠὲ διατμῆξαι κοῖλον δόρυ.  

Τὸ Η μετὰ τοῦ Θ. — Ἀρσενικόν. —

Ἠθάς. ἡ συνήθης ὄρνις. Ἠθάδων. συνήθων. χειμέριον νύκτα ἐτήρησαν, ἐν ᾗ οὐδʼ ἄν τις αὐτῶν τῶν βαρβάρων ἠθάδων ἄνευ τινὸς ἐξαισίου ἀνάγκης ἔξω τῶν σκηνωμάτων ἐγένετο. Ἠθάμ. ὄνομα τόπου ἑβραϊστί, λέγεται αἷμα ἢ νότος ἑρμηνεύεται. εἰς νότον γὰρ τῆς Ἰουδαίας ὁ Ἰορδάνης κεῖται. Ἰώσηπος δὲ ἐν ἀρχαιολογίᾳ λέγει χωρίον εἶναί τι ἀπὸ δύο σχοινίων Ἱεροσολύμων, ὃ καλεῖται μὲν Ἠθὰμ, παραδείσοις καὶ ναμάτων ἐπεῤῥοίαις ἐστὶν ἐπιτερπέστατον, ὃ κατὰ θεοῦ μοίρην ἐπὶ τοῦ ῥωμαϊκοῦ ἐξηράνθη πολέμου. Ἠθεῖε. προφώνημα νέου πρὸς πρεσβύτερον. ἢ ἠθεῖος ὁ πάππος. παρὰ τὸ θεὸς θέϊος, κατὰ συναίρεσιν θεῖος, κατʼ ἐπέκτασιν ἠθεῖος, ὡς βαιὸν ἠβαιὸν, μύει ἠμύει. ἢ παρὰ τὸ ἔθος ἐθεῖος, καὶ ἠθεῖος κατʼ ἔκτασιν. ἢ ἠθεῖος ὁ ἄγαν θεῖος καὶ θαυμαστός. Ἠθμός. ὁ διϋλιστήρ. παρὰ τὸ ἤθω. ἀφʼ οὗ Νίκανδρος· Οὖρον ἀπήθησεν. ἀπὸ οὖν τοῦ ἤθω, ἤσω, ἦμος καὶ ἠθμός. διʼ οὗ διηθεῖται καὶ διαβιβάζεται. Ἠθολόγος. θεατριστής. Ἠθική. ἡ τῶν εἰωθότων τοῖς ἀνθρώποις ἐξήγησις. Ἠθοποιΐα. μίμησις ἤθους ὑποκειμένου προσώπῳ. <!-- η.981 -->Ἤθεα. παρὰ τῷ Ἡροδότῳ οἱ τόποι καὶ αἱ διατριβαὶ, ἔνθα ἀναστρέφονται. Ἠθικά. τὰ εἰς ἤθη ἀνθρώπου λεγόμενα νουθετικὰ ῥήματα. Ἦθος. τὸ ἐν ψυχῇ χρονίσαν ἔθος, ἢ τὸ παρʼ ἄλλων ἰδικῶς ἀνθρώπῳ σχηματιζόμενον. παρὰ τὸ ἔθος ἦθος κατʼ ἔκτασιν. ἢ παρὰ τὸ ἵημι, ἥσω, ἀφʼ οὗ αἱ κατὰ μέρος ἐκπέμπονται πράξεις. Ἠιθαλωμένος. κεκαυμένος. Ἠθλοθέτει. τοὺς ἀγῶνας διετίθει. ἕως ὁ μέγιστος ἑλλανοδίκης Γαϊνᾶς τὸν ῥωμαϊκὸν ὄλεθρον ἠθλοθέτει.

Τὸ Η μετὰ τοῦ Ι. — Ἀρσενικόν. —

Ἠΐθεος. νεώτερος. ἢ ἠΐθεος ὁ ἄφθαρτος πρὸς γυναῖκας.

  
ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὅσος ἡμῖν  
  
τοῖς ἁπαλοψύχοις.  
παρὰ τὸ αἴθω, τὸ καίω, γίνεται αἴθεος καὶ ἐν διαιρέσει ἀΐθεος καὶ ἠΐθεος. διάπυρος γὰρ ἡ νεότης. ὁ καιρὸν ἄγων τοῦ θερμαίνεσθαι. ἠΐθεος δὲ λέγεται ἀπὸ ιδ ἐτῶν ἕως ιη. ἠΐθεος καὶ ὁ ἶσος τοῖς θεοῖς. Ἤϊος. ὁ τοξότης.

  
ἤϊε Φοῖβε.  
Ἀρίσταρχος δασύνει, παρὰ τὸ ἵημι· ἄμεινον δὲ ψιλοῦσθαι, ἀπὸ τῆς ἰάσεως τῶν βελῶν. καὶ ἄλλως· τὸ γὰρ η πρὸ φωνήεντος ψιλοῦται· Ἠετίων, ἠέλιος, ἤϋσε. <!-- η.982 -->Ἠϊόεις. αἰγιαλώδης. καὶ ἠϊόεντι, καλοὺς αἰγιαλοὺς ἔχοντι.

— Θηλυκόν. —

Ἠϊόνα. αἰγιαλόν. ἡ ὀρθὴ ὁ ἠϊὼν, παρὰ τὸ ἀΐειν, τὸ ἀκούειν. ὅ ἐστιν ὁ ἐξακουόμενος τοῖς κύμασιν. ἢ παρὰ τὸ καταιονᾶσθαι καὶ βρέχεσθαι ὑπὸ τῶν κυμάτων. καὶ ἠϊὼν τὸ βάσιμον μέρος τῆς θαλάσσης. λέγει δὲ τὸν αἰγιαλὸν καὶ τὴν ὄχθην.

— Οὐδέτερον. —

Ἤϊα. τὰ εἰς ὁδὸν βρώματα. ἤϊα καὶ τὰ ἄχυρα. ὡς δʼ ἄνεμος ζαὴς, ὅ ἐστι σφοδρὸς, ἠΐων θιμῶνα τινάξει. οὕτως Ὅμηρος. καὶ Βάμβριος· οὔπω καιρός ἐστιν ἤϊα λύειν. παρὰ τὸ εἴω, τὸ πορεύομαι, γίνεται ἤϊα, τὰ πρὸς ὁδὸν καὶ πλοῦν ἐπιτήδεια. τὰ δὲ ἄχυρα παρʼ αὐτὸ τὸ εἴω. καὶ ἤϊα τὰ εὐκίνητα καὶ εὐχερῶς μεταριπιζόμενα ὑπὸ τῶν ἀνέμων. Ἤϊα. ὑπῆρχον. καὶ ἤϊα, ἐπορευόμην. Ἤϊκτο. ὡμοίωτο. ἔστι ῥῆμα εἴκω, ὁ παρακείμενος εἶχα, εἶγμαι, ὁ ὑπερσυντέλικος εἴγμην, εἶξο, εἶκτο, κατὰ ἔκτασιν ἤϊκτο. Ἠΐσκομεν. ἀπεικάζομεν.

  
ἴσκεν ψεύδεα πολλὰ λέγων—  
τὸ παθητικὸν ἴσκομαι, καὶ πλεονασμῷ τοῦ ἦτα ἠΐσκομαι. οἱ δὲ ἐΐσκω ῥῆμα, ἐΐσκομεν καὶ ἐκτάσει ἠΐσκομεν. Ἠΐστωσας. ἠφάνισας.

  
σὺ γάρ μοι πατρίδʼ ἠΐστωσας δορί.  
Ἠΐχθη. ὥρμησεν. <!-- η.983 -->

Τὸ Η μετὰ τοῦ Κ. — Ἀρσενικόν. —

Ἤκαλος. ὁ ἥσυχος. παρὰ τὸ ἀκαλὸν, ἐξ οὗ καὶ ἀκαλαῤῥείτης, ὁ ἡσύχως ῥέων ποταμός. παρὰ τὸ ἕκηλος, ὁ ἥσυχος. Ἠκέστης. ὁ ἀδάμας. καὶ ὄνομα κύριον. Ἤκιστος. ἐλάχιστος. ἀπὸ τοῦ ἧκα ἐπίῤῥημα καὶ τοῦ ἥσσων γίνεται ἥκιστος. ἐξ οὗ καὶ τὸ ἥκιστα.

— Θηλυκόν. —

Ἤκη. ἡ ὀξύτης.

  
ἵστη κατʼ ἤκην κύματός τε κᾀνέμου.  
παρὰ τὸ ἥκω τὸ ἔρχομαι. Ἡ κύων ἐν τῇ φάτνῃ. παροιμία ἐπὶ τῶν μήτε ἑαυτοῖς χρωμένων μήτε ἄλλους ἐώντων, παρʼ ὅσον αὕτη ἡ κυνόμυια κριθὴν οὐκ ἐσθίει καὶ τὸν ἵππον κωλύει.

— Ῥῆμα. —

Ἤικαλλον. ἐθώπευον, ἠπάτων. Ἤκαχον. ἐλύπησαν. καὶ ἤκαχες. Ἠκαιρεῖσθε. ἐκωλύεσθε, καιρὸν οὐκ εἴχετε. Ἠκέσατο. ἐθεράπευσεν. Ἤικει. ἀντὶ τοῦ ἐῴκει καὶ ὡμοίωτο.

  
<!-- η.984 -->ὄρτυξ καλεῖται, καὶ γὰρ ᾔκει ὄρτυγι.  
ἀπὸ τοῦ εἴκω τὸ ὁμοιῶ. Ἠικίσατο. ἐμάστιξεν. Ἠικισμένους. ἠφανισμένους, μαστιζομένους. Ἤκμαζεν. ἔῤῥωτο. ὁ δὲ Τραϊανὸς τῇ ψυχῇ ἤκμαζεν, ὥστε μήτε ὑπὸ νεότητος θρασύνεσθαι, μήτε ὑπὸ γήρως ἀμβλύνεσθαι. Ἧκον. ἦλθον. Ἡκούσης. ἀντὶ τοῦ ἐχούσης. οὕτως Ἡρόδοτος. Ἡκουσιάσθησαν. ἑκουσίως ἠθέλησαν ποιῆσαί τι. Ἠκρωτηριασμένοι. τὰ ἄκρα λελυμασμένοι. Ἠκροβόλιζον. ἔβαλλον.

— Ἐπίῤῥημα. —

Ἧκα. ἡσύχως. Ἦκεν. σύνδεσμος διαβεβαιωτικός. καὶ δεῖ περισπᾶσθαι. Ἥκιστα. οὐδαμῶς. ὡς μάλα, μάλιστα. καὶ ἀντὶ τοῦ πάνυ. Δημοσθένης· οὐδεὶς ἀγνοεῖ, καὶ πάντων ἥκιστα σύ.

Τὸ Η μετὰ τοῦ Λ. — Ἀρσενικόν. —

Ἠλεός. μάταιος, μωρός. Ἠλέματος. μάταιος. <!-- η.985 -->Ἠλεκτρυὼν καὶ Ἠλεκτρυώνη. ὀνόματα κύρια. Ἠλέκτωρ. ὁ ἥλιος. λέγεται δὲ ἠλέκτωρ, διότι ἄληκτός ἐστι καὶ ἀκάματος. ἔνιοι δὲ ἀπὸ τῆς λαμπρότητος τοῦ ἠλέκτρου, ἢ ὅτι ἐγείρει ἡμᾶς ἀπὸ τοῦ ὕπνου. ἀπὸ τοῦ ἀλέκτορος, πολυόχευτον γὰρ τὸ ζῶον· ὅτι ἐκ τῶν λέκτρων ἤτοι ἐκ τῆς κοίτης ἡμᾶς ἐγείρει. Ἠλεί. ἱερεὺς Ἰσραήλ. υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεές. Ἠλεῖος. ὁ πολίτης, καὶ τὸ ἐθνικόν. Ἠλίθιος. ἀνόητος· μωρός. Ἥλιος. πῦρ οὐράνιον, ὃ μέχρι δείλης τῆς αὐτῆς ἐστὶν ὁραθῆναι. ἢ ἡμέρας ἀρχή· τὸ πρῶτον φῶς. ἢ ἄστρον ἡμεροφαὲς λαμπρότατον, τῇ τετάρτῃ σφαίρᾳ συμπεριφερόμενον. Ἧλος. παρὰ τὸ ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω, καὶ ἐξ αὐτοῦ ἧλος. Ἠλίας. κύριον.

— Θηλυκόν. —

Ἠλακάτη. ἐργαλεῖον γυναικῶν. ἡ λεγομένη ἀνέμη. καὶ τὸ βέλος· ὡς τό·

  
Ἥρη δʼ ἀνέστη χρυσηλάκατος.  
Ἠλέκτρα. ὄνομα κύριον. καὶ πόλις Θηβῶν. <!-- η.986 -->Ἠλίβατοι πέτραι. ὑψηλαί. ἀπὸ τοῦ βαίνειν ἐκεῖσε τὸν ἥλιον. Ἠλιτενὴς πέτρα. ὑψηλή. Ἡλιούπολις· Ἦλις, Ἤλιδος. ὀνόματα πόλεων. Ἡλίασις. ἡ τοῦ ἡλίου θέρμη. Ἠλία. χώρα. Ἡλιαία. ἡ ἐκ τῶν πολλῶν συναγωγή. ἡ μεταφορὰ ἀπὸ τῆς θαλάσσης, ὅτι ἐκ πολλῶν συνάγεται. παρὰ τὸ ἁλὸς, γενικὴ, γίνεται ἅλις ἐπίῤῥημα, ἐξ οὗ γίνεται κτητικὸν ἁλιαία καὶ ἡλιαία. ἀφʼ ἧς καὶ ἡλιαστικὸς ὅρκος, ὁ ἐκ συναγωγῆς γενόμενος. ἢ παρὰ τὸ ἁλίζεσθαι, τὸ συναθροίζεσθαι, ἁλιαία καὶ ἡλιαία. ἔστι δὲ τὸ μέγιστον δικαστήριον Ἀθήνῃσιν, ἐν ᾧ τὰ δημόσια τῶν πραγμάτων ἐκρίνετο. ἢ βουλὴ συνεστῶσα ἐξ ἀνδρῶν χιλίων. ἢ ἕλη ἡ τάξις. Ἠλύγη. τὸ σκότος. καὶ ἠλυγισμένον, τὸ ἐσκιασμένον.

— Οὐδέτερον. —

Ἤλεκτρον. χάλκωμα καθαρὸν, ἢ ἀλλότυπον χρυσίον μεμιγμένον ὑέλῳ καὶ λιθείᾳ, οἵας ἦν κατασκευῆς ἡ τῆς ἁγίας Σοφίας τράπεζα, ὁ <!-- η.987 -->πανεξαίρετος τοῦ θεοῦ ναός. παρὰ τὸν ἥλιον, ὃς ἠλέκτωρ ὀνομάζεται. ἢ παρὰ τὸ ἑλεῖν τὰ ἐκτὸς ἤλεκτον καὶ ἤλεκτρον· τριβόμενον γὰρ ἁρπάζει τὰ πελάζοντα φρύγανα. Ἡλίκον. μέγα. Ἠλιτόμηνον. τὸ γεννηθὲν παρὰ μῆνα, ἢ τὸ ἁμαρτάνον τῆς γεννήσεως τοῦ ἐνδεχομένου καιροῦ. ἀλιταίνειν γὰρ τὸ ἁμαρτάνειν. Ἡλιοτρόπιον. ὡρογεῖον, ὡρολόγιον. Ἠλύσιον πεδίον. τερπνὸν, θαυμαστὸν, ἄφθαρτον, ἀκήρατον, θεῖον, ὃ καὶ παράδεισον λέγουσιν οἱ Ἕλληνες. ἠλύσιον δὲ ἀπὸ τοῦ λύσιν μὴ ἔχειν. Ἠλίβατον. τὸ ὑψηλόν.

— Ῥῆμα. —

Ἠλασκάζων. πλανώμενος· περιερχόμενος. καὶ ἠλασκάζω καὶ ἠλάσκω τὸ περὶ αὐτὸ πλανᾶσθαι καὶ διατρίβειν. ἔστιν ἀλῶ τὸ πλανῶ. παρὰ τούτου ἀλάσκω, ὡς γηρῶ γηράσκω, καὶ ἠλάσκω, ὡς ἀλέκτωρ ἠλέκτωρ, ἀπεδανὸς ἠδανός. ἐκ δὲ τοῦ ἠλάσκω ἠλασκάζω, ὡς ῥίπτω ῥιπτάζω.

  
αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσι.  
καί·

  
—ἐμὸν μένος ἠλάσκουσι.  
Ἠλαζονεύετο. ἀντὶ τοῦ ἐψεύδετο. Ἀριστοφάνης·

  
<!-- η.988 -->ἠλαζονεύεθʼ, ἵνα φοβηθείην ἐγώ—  
Ἥλατο. ἐπήδησεν. ἠλᾶτο δὲ ἀντὶ τοῦ ἐπλανᾶτο. καὶ ὁ μὲν τῶν νόμων ἡττώμενος ἠλᾶτο. Ἠλάσκοντο. ἐπλανῶντο. Ἤλασεν. ἀντὶ τοῦ ἀπήλασεν. ἢ ἔσκαψεν. ἢ ἔπληξεν. Ἠλάστρεον. ἐδεινοπάθουν. Ἤλαλκον. ἀπεσόβουν. ἔστι ῥῆμα ἄλκω, ὁ μέλλων ἄλξω, ἐξ οὗ ῥῆμα ὄνομα ἂλξ, οὗ ἡ γενικὴ ἀλκὸς, ἡ δοτικὴ ἀλκί. ἐκ τοῦ ἄλκω ῥήματος ὁ δεύτερος ἀόριστος ἄλκον καὶ ἡ μετοχὴ ἀλκὼν, καὶ κατὰ ἀναδιπλασιασμὸν ἄλαλκον καὶ ἀλαλκὼν, καὶ ἤλαλκον. καλλίον δέ ἐστιν ἀπὸ τοῦ περισπωμένου θέματος λέγειν αὐτὸ, ἀπὸ τοῦ ἀλκῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν ἀλαλκῶ, ἀλαλκήσω, καὶ τὸ ἀπαρέμφατον ἀλαλκεῖν, καὶ ὁ δεύτερος ἀόριστος ἤλαλκον. Ἤλεγχον. ἐφανεροποίουν. ἢ ἀνέκρινον. ὡς Ξενοφῶν· οἱ δὲ τοὺς αἰχμαλώτους συναγαγόντες ἤλεγχον τὴν πᾶσαν κύκλῳ χώραν, τίς ἑκάστῳ εἴη. Ἠλεύατο. ἐξέκλινεν. Ἠλήλατο. ἐνεπάγη. Ἠληλίμμην. ἐχριόμην. Ἠλιθιάζω. ἀναισθητῶ, μωραίνω. ἑκουσίως μωρὸν ὑποκρίνομαι. νοῦς οὐκ ἔνι ταῖς κόμαις, <!-- η.989 -->ὅτε μʼ οὐ φρονεῖν νομίζετʼ, ἐγὼ δʼ ἑκὼν ταῦτʼ ἠλιθιάζω. Ἠλισγημένος. μεμιασμένος, μεμολυσμένος. Ἠλυγισμένον. τὸ ἐσκιασμένον, ἢ τὸ ἐσκοτισμένον. ἀπὸ τοῦ ἠλύγη, ἡ νύξ. Ἠλισκάζειν. ἐκκλίνειν. Ἠλαίνω. τὸ μωραίνω. τοῦ Ψελλοῦ· κορωνὶς τὸ κεφάλαιον, ἠλαίνω τὸ μωραίνω.

Τὸ Η μετὰ τοῦ Μ. — Ἀρσενικόν. —

Ἠμαθίωνος. κύριον. Ἠμαθόεις, ἠμαθόεντος. ἤτοι ἀμμώδους. Ἡμεροδρόμος. ὁ ἥλιος. καὶ ὁ πεζοδρόμος. Ἡμεδαπῶν. ἐγχωρίων. Ἡμερόκοιτος. ὁ κλέπτης. Ἡμεροσκόποι. οἱ ἐν ἡμέρᾳ φρουροῦντες. Ἡμεροβαπτισταί. οἳ τὰ αὐτὰ φρονοῦσι τοῖς γραμματεῦσι καὶ φαρισαίοις. τοῦτο δὲ περιττὸν κέκτηνται, τὸ καθʼ ἡμέραν βαπτίζεσθαι. λέγουσι γὰρ μὴ εἶναι ζωὴν ἀνθρώπῳ, εἰ μήτι ἄρα καθʼ ἑκάστην βαπτίζοιτό τις ἐν ὕδατι, <!-- η.990 -->ἀπολουόμενος καὶ ἁγνιζόμενος ἀπὸ πάσης αἰτίας. Ἡμετέρειος. ἔστι κτητικὸν, σημαίνει δὲ τὸν τοῦ ἡμετέρου. διὰ τῆς ει διφθόγγου γράφεται· ὡς γὰρ ἀπὸ τοῦ Ἀρίσταρχος Ἀριστάρχειος, οὕτως ἀπὸ τοῦ ἡμέτερος ἡμετέρειος. ἐχρήσατο δὲ τῇ λέξει Ἀνακρέων· οὔτε γὰρ ἡμετέρειον, οὔτε καλόν. ὑπάγεται δὲ κανόνι τοιούτῳ. τὰ διὰ τοῦ ρειος ἀπὸ τῶν εἰς ρος ἐχόντων τὸ τ, τῆς προηγουμένης συλλαβῆς ἐχούσης τὸ ε, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἀβέλτερος ἀβελτέρειος, ἕτερος ἑτέρειος. οὕτως οὖν ἡμέτερος ἡμετέρειος. ἔχει γὰρ τὸ τ, τῆς προηγουμένης συλλαβῆς ἐχούσης τὸ ε. τὸ νέρτερος νερτέριος οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει φύσιν ἐν τῇ προηγουμένῃ τοῦ τ συλλαβῇ. ἐνέρτερον γὰρ ἦν, παρὰ τὴν ἔραν, ὃ σημαίνει τὴν γῆν· κατὰ συγκοπὴν τοῦ ο καὶ ἀφαιρέσει τοῦ ἐν τῇ ἀρχούσῃ ε γέγονε νέρτερος. καὶ λοιπὸν ὡς μὴ ἔχον ἐν τῇ προηγουμένῃ τοῦ τ συλλαβῇ τὸ ε οὐκ ἠκολούθησε τῷ τ, καὶ οὐκ ἐγράφη διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ἰῶτα. οὕτως ὁ Χοιροβοσκός. <!-- η.991 -->Ἡμιμόχθηροι. οἱ κακίζοντες δῆθεν τὴν ἁμαρτίαν, πράττοντες δὲ αὐτήν. Ἡμιδαής. ἡμίκαυστος. Ἡμιδαπής. ὁ ἡμιτελής. Ἡμιφλεγής. ὁ ἡμίκαυστος. Ἥμισυς. παρὰ τὸ ἅμα καὶ τὸ ἶσον γέγονεν ἁμάϊσος, ὁ ἅμα ἶσος τινί. Ἡμίοτος. τοῦ Ψελλοῦ· ἡμίοτος μικρὸς αὐλός· ἦτρον ὀμφαλοῦ μέρος.

— Θηλυκόν. —

Ἠμαθία. ἡ τὸ πρὶν Παιονία προσαγορευομένη. Ἡμέρα. πορεία ἡλίου ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς. τοὐναντίον τῇ νυκτί. καὶ ἡμέρα ἐν τῷ τὸν ἥλιον ὑπὲρ γῆν εἶναι. καὶ ἡμέρα διάστημά ἐστιν, ὁ ἀπὸ ἀνατολῆς μέχρι δύσεως ὑπὲρ γῆν τοῦ ἡλίου δρόμος. παρὰ τὸ ἥμερος ἡμέρα, πρὸς ἀντιδιαστολὴν τῆς νυκτὸς φοβερᾶς οὔσης. Ἡμέρα δυνάμεως. ἡ δευτέρα τοῦ Χριστοῦ ἐπιφάνεια. Δαβίδ· μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἡμέραι πλήρεις. τὸ γῆρας. Ἡμέρα ἐπαγωγῆς. τὰ ἄξια τῶν βεβιωμένων. <!-- η.992 -->Ἡμέρα πονηρά. ἡ τῆς κρίσεως, ἡ αἰωνία κόλασις. Ἡμερίς. ἡ ἄμπελος. ἀπὸ τοῦ ἡμεροῦν ἡμᾶς. ἢ ἡ κνίδη. τινὲς δὲ ἀναδενδράδα καὶ ἐλαίαν. ἢ ἡ ἥμερος ὕλη. ἢ ἡ λεπτόφυλλος δρῦς. ἢ οἰνάνθη.

— Οὐδέτερον. —

Ἤματα. ἡμέραι. Ἦμαρ. ἡ ἡμέρα. Ἧμα. τὸ ἀκόντιον. Ἠμαντήριον. τινὲς τὸ ἀγυροκοπεῖον καλοῦσιν, ἐν ᾧ κόπτεται τὸ νόμισμα. Ἡμερήσιον. τὸ καθʼ ἡμέραν διδόμενον. ἡμερήσιος ἄρτος. Ἡμικύκλιον. τὸ ἡμισφαίριον. Ἡμιόλιον. τὸ ἥμισυ τοῦ ὅλου. Ἡμιούσιον. τινὲς εἰρήκασι τὴν σάρκα νεκρὴν ζωῆς κεχωρισμένην. Ἡμίεκτον. τὸ ἥμισυ τοῦ ἕκτου. Ἡμιτύμβιον. ὁ μικρὸς τάφος. Ἡμιτύμβιον δίκορσον. Ἀριστοφάνης·

  
ἔπειτα καθαρὸν ἡμιτύμβιον λαβών.  
<!-- η.993 -->Ἡμιφάριον. τὸ ἥμισυ τοῦ ἱματίου. φάρος γὰρ τὸ ἱμάτιον. Ἡμεροκαλλές. εἶδος ἄνθους. Ἡμιδιπλοΐδιον. ἔσθημα γυναικεῖον. τοῦ Ψελλοῦ· τὸ δίκροσσον ἐξύφασμα ἡμιτύμβιον λέγε· τὸ δʼ ἡμιδιπλοΐδιον ἔσθημα γυναικεῖον.

— Ῥῆμα. —

Ἠμακτέων. δυσφορῶν. καὶ ἠμάκτεον. Ἠμάλαψεν. ἔβλαψε. παρὰ τὸ ἅμα βλάπτειν. Ἧμαι. κάθημαι. Ἡμερωρεῖν. τὸ ἡμεροφυλακεῖν. ὠρῶ γὰρ τὸ φυλάσσω. Ἦιμεν. ἐπορευόμεθα. ἀπὸ τοῦ ἴω. διὸ καὶ τὸ ι προσεγράφη. Ἥμενος. καθήμενος, καθεζόμενος. ἀπὸ τοῦ ἐῶ, τὸ καθέζομαι. ἕημι, ὁ παθητικὸς ἕημαι, ἧμαι. ἡ μετοχὴ ἥμμενος. ἡμμένος δὲ ὁ ἐξημμένος καὶ ἀνηρτημένος. καὶ συνημμένος. <!-- η.994 -->Ἥμην. ὅτε δασύνεται, σημαίνει τὸ ἐκαθεζόμην, ἀπὸ τοῦ ἕω, ἕημι, ἕεμαι, καὶ κατὰ κρᾶσιν ἧμαι, καὶ ὁ ὑπερσυντέλικος ἥμην· ὅθεν καὶ τὸ ἐκαθήμην. ὅτε δὲ τὸ ὑπῆρχον, ψιλοῦται, ἀπὸ τοῦ εἰμὶ, ὁ παρατατικὸς ἦν, ὁ παθητικὸς ἐνεστὼς ἔμαι, ὁ ὑπερσυντέλικος ἤμην. Ἠμί. ἀντὶ τοῦ φημί. Ἤμβλω. παραλόγως εἰς πέρας ἤχθη. οἱ δὲ σπασάμενοι τὰ ἐγχειρίδια τοῦτον ἀπέσφαξαν· καὶ ἐξήμβλω μὲν ἡ ἔννοια τῆς θεοσυλίας τῶν ἀνοσίων, ἐπαύσαντο δὲ τοῦ δέους οἱ Δελφοί. Ἤμβροτεν. ἀπέτυχεν. κυρίως τοῦ βροτοῦ ἀποτυχεῖν, ὡς ἐν πολέμῳ. Ἠμπίσχετο. ἐνεδύετο. καὶ ἠμπέσχετο. ἠμπείχετο δὲ δίφθογγον. Ἠμπόληκας. ἐπώλησας, ἐκέρδανας. Ἤμπλακες. ἀπέτυχες, ἥμαρτες. Ἠμύω. τὸ ἐκκλίνω. μύω καὶ πλεονασμῷ τοῦ <!-- η.995 -->η, ἠμύω. ὡς τὸ σταφὶς ἀσταφίς. λέγεται καὶ ὁ ἀσταφίς. Ἠμύσσετο. ἐταράσσετο. ἢ καὶ ἐσπαράσσετο. ἠμύσσετο τὴν καρδίαν. Ἡμερολεκτεῖν. ἀριθμεῖν καθʼ ἑκάστην. τοῦ Ψελλοῦ· τὸ καθʼ ἑκάστην ἀριθμεῖν ἡμερολεκτεῖν κάλει. Ἡμωνιᾷν. ἀκοντίζειν. καὶ ἥμων ὁ ἀκοντιστής.

Τὸ Η μετὰ τοῦ Ν. — Ἀρσενικόν. —

Ἡνίοχος. κύριον. ὃς ἦν Ἀθηναῖος, κωμικὸς τῆς μέσης κωμῳδίας. Ἡνίοχος. ὁ ἁρματηλάτης. κυρίως ἡνίοχος ὁ τὰς ἡνίας ἔχων. εἴρηται δὲ καὶ ἐπὶ τοῦ ἐπιβάτου, οἷον·

  
θρασὺν ἡνίοχον φέροντες ἔκτονεν.  
Ἠνοπίδης. κύριον. Ἤνοψ. ὁ λαμπρός.

  
οὐρανὸς ἤνοψ.  
καί·

  
ἤνοπα πυρὸν ἔδουσιν.  
ὅ ἐστι σῖτον. Ἤνις. ὁ ἐνιαύσιος. τοῦ Ψελλοῦ· ἦνις ὁ ἐνιαύσιος, ἀνδρεῖον ἠνορέα. <!-- η.996 -->

— Θηλυκόν. —

Ἠνεμόεσσαν. ὑψηλὴν, ἀνέμοις καταπνεομένην. ἀνεμόεις, ἀνεμόεσσα καὶ ἠνεμόεσσα. Ἡνιοχεία. ἡ ἁρματηλασία. Ἦνις. ἐνιαυσιαίας. καὶ ἔνος ὁ ἐνιαυτὸς, ἀφʼ οὗ παρώνυμον ἔνις καὶ κατʼ ἔκτασιν ἦνις. καὶ κλίνεται ἤνιος, ὡς ὄφις ὄφιος. τὸ πληθυντικὸν ἠνίας καὶ κατὰ συναλοιφὴν ἦνις, τὰς οὔσας ἑνὸς ἐνιαυτοῦ. Ἡνίας. χαλινοὺς, λώρους. Ἠνορέη. ἀνδρεία.

— Οὐδέτερον. —

Ἡνία. τὰ λῶρα. παρὰ τὴν ἕνωσιν τῶν ὑποζυγίων, ἢ ἀπὸ τοῦ ἐνίεσθαι, ἢ παρὰ τὸ ἀνύω ἀνύα, διʼ ὧν ἀνύομεν τοὺς ἵππους πρὸς τὴν εὐθεῖαν ὁδόν· ἢ παρὰ τὸ εἷς ἑνὸς, ἑνία καὶ ἡνία, διὸ καὶ δασύνεται. Ἤνυστρον. τὸ παχύτερον μέρος τῆς κοιλίας τοῦ βοός. εἰς τρία γὰρ τέτμηται ἡ γαστὴρ, ἤνυστρον, ἐχῖνον, κεκρύφαλον.

  
ἐγὼ δʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν  
  
καταβροχθίσας.  
ἤνυστρον, ὅθεν διανύεται ἡ τροφὴ, ἤγουν διέρχεται, ἢ ἔνθα διανύεται καὶ πέττεται. λέγει δὲ καὶ ὁ Ψελλός· ἠρδαλωμένος ὁ λεπρὸς, <!-- η.997 -->ἤνυστρον δὲ τὸ κῶλον. καὶ πάλιν· ἐχῖνος δὲ καὶ ἤνυστρον καὶ κεκρύφαλος μέρη Ὁμοῦ γαστρὸς πεφύκασι ταῦτα δὴ τρία μόνα. Ἠνάρισεν. ἐφόνευσεν. ἐσκύλευσεν.

  
οὔτινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρης  
  
ἠνάρισε στυγερῆς μάχης—.  
Ἠναίνετο. ἀπηρνεῖτο, ἀπεστρέφετο. καὶ ὑπὲρ ὧν ἐδίψα ἀκοῦσαι ἠναίνετο. Ἥνδανεν. ἤρεσκεν. Ἠνδρίσατο. ἀνδρικῶς ἐπάλαισεν. Ἠνδρώθησαν. ἀνδράσιν ὡμίλησαν. οὕτως Δίων πολλάκις ἐχρήσατο. Ἠνδρωμένος. ηὐξημένος. Ἦν δʼ ἐγώ. ἔφην δʼ ἐγώ. παρὰ Πλάτωνι καὶ Ἀριστοφάνει. καὶ ἦν ἀντὶ τοῦ ἤμην, καὶ ἦν ἀντὶ τοῦ ὑπῆρχεν. ἦν ἐκεῖνος. ἔστι τρίτον πρόσωπον ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω. ὁ δεύτερος ἀόριστος ἦον, ἦες, ἦε. καὶ κατὰ κρᾶσιν τοῦ η καὶ ε εἰς ἦτα γίνεται ἦν. ὁ δὲ Πέτρος ἔξω ἦν ἑστὼς καὶ θερμαινόμενος. <!-- η.998 -->Ἤνεγκεν. ἀντὶ τοῦ ἐχώρησεν. ἤνεγκε γαστὴρ ἡγιασμένον λόγον. Ἤνεγκον καὶ ἤνεγκα. ἀπὸ τοῦ ἐνέγκω. Ἠνεμῶσθαι. τὸ περὶ ἔρωτα ἐπτοῆσθαι. καὶ ἐῴκει περὶ τὸν ἄνθρωπον ἀκρατῶς ἠνεμῶσθαι. Ἠινέσαμεν. ἐπῃνέσαμεν. καὶ ἀντὶ τοῦ ἠσπασάμεθα καὶ ἠγαπήσαμεν. ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν. Ἢν ἐμπνέω. ἕως οὗ ζῶ. Ἠνεσχέθη. ὑπέμεινε. σχῶ, σχήσω, ἔσχηκα, ἔσχημαι, ἐσχήθην, καὶ συστολῇ τοῦ ἦτα εἰς ε ἐσχέθην. καὶ μετὰ τῆς ἀνὰ προθέσεως ἀνεσχέθην καὶ ἠνεσχέθην. Ἠνείχοντο. ἐβούλοντο. ἤθελον. οὔτε ἐπεγγελᾷν ἠνείχοντο τοῖς εἰρημένοις. Ἠινιγμένα. μετὰ αἰνίγματος λεγόμενα. Ἠνιμᾶσθαι. ἀντλεῖσθαι. Ἠινιξάμην. ἀπὸ τοῦ αἰνίσσω, αἰνίξω, ᾔνιξα, ὁ μέσος ᾐνιξάμην. Ἠνίπαπεν. ὕβρισεν, ἐκακολόγησεν. ἐπέπληξεν. ἀπὸ τοῦ ἔπω, τὸ λέγω, ἐνέπω. καὶ τὸ ε, <!-- η.999 -->ἡνίκα πλεονάσει καὶ ἕτερον σύμφωνον εἰς ἰῶτα, γίνεται ἴπτω. Ὅμηρος. ἴψω, ἴφα καὶ μετὰ τῆς εν ἔνιφα. καὶ οἱ Ἀττικοὶ τὰ ἀπὸ προθέσεως ἀρχόμενα ῥήματα τρέπουσι τὸ ε εἰς ἦτα, καὶ γίνεται ἤνιφα, καὶ ὁ μέσος παρακείμενος ἤνιπα καὶ ἐπεκτάσει τῆς πα συλλαβῆς ἠνίπαπα, καὶ τὸ τρίτον ἠνίπαπεν. Ἤντετο. συνήντησε. καὶ ἀντὶ τοῦ ἐπέκειτο. ἀπὸ τοῦ ἕω, τὸ ἐνδύομαι, ἢ τὸ ὑπάρχω, παράγωγον ἔημι, ὁ δεύτερος ἀόριστος ἦν, ὁ μέσος δεύτερος παθητικὸς ἔμην, τὸ δεύτερον ἔσο, τὸ τρίτον ἔτο, καὶ μετὰ τῆς εν προθέσεως ἐν συνθέσει καὶ ἐκτάσει καὶ πλεονασμῷ τοῦ τ, ἤντετο.

  
—καὶ διπλόος ἤντετο θώρηξ—  
ἰστέον, ὅτι οἱ παλαιοὶ δύο θώρακας ἐφόρουν. Ἠνύσατε. ἐτελειώσατε, ἢ ἐφθείρατε. καὶ Ὅμηρος·

  
Ἦ θὴν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβο-  
  
λήσας.  
Ἠνώχλησα. ἐβιασάμην. Ἠνέσχεσθε. ἀντὶ τοῦ ἐκαρτερήσατε. καὶ ὁ θεόλογος· καὶ ὑμεῖς ἠνέσχεσθε. Ἦνον. ἤνυον. Ὅμηρος·

  
—ἔνθα δʼ ἔπειτα  
  
ἦνον ὁδόν—.  
<!-- η.1000 -->

Τὸ Η μετὰ τοῦ Ο. — Ἀρσενικόν. —

Ἠιόνα. αἰγιαλόν. ᾐὼν, ᾐόνος, ᾐόνα. ἀπὸ τοῦ αἰωνῶ τὸ βρέχω.

— Θηλυκόν. —

Ἠοῦς. ἡμέρας ὄρθρου ἢ ἀνατολῆς. Ἠοίην. ἀπὸ ὄρθρου ἕως μεσημβρίας. Ὅμηρος·

  
πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῶ.  

— Ῥῆμα. —

Ἤομεν. ἐπορεύθημεν. Ὅμηρος·

  
ἤομεν ὡς ἐκέλευσας—  
ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι, δωρικῶς τροπῇ τοῦ ει εἰς η.

Τὸ Η μετὰ τοῦ Π. — Ἀρσενικόν. —

Ἠπεδανός. ἀσθενής. παρὰ τὸ πέδον γίνεται πεδανὸς καὶ ἠπεδανὸς, ὅ ἐστιν ἐκ τοῦ πέδου μὴ ἀναστῆναι ἢ μὴ στῆναι δυνάμενος. Ἠπεροπευτής. ἀπατεὼν, παραλογιστής. παρὰ τὸ ἥμερον καὶ τὴν ὄπα. ἡμεροπευτὴς καὶ ἡπεροπευτής. Ἡπατικός. ὁ τὸ ἧπαρ πάσχων. Ἠπειρῶται. οἱ ἐν τῇ γῇ οἰκοῦντες. Ἠπίαλος. κυρίως ὁ μετὰ ῥίγους πυρετός. <!-- η.1001 -->Ἤπιος. πρᾶος. παρὰ τὸ ἔπιος. ἔπιος καὶ ἤπιος ὁ ἐν λόγῳ πάντα ποιῶν καὶ μὴ πάθει. ἐκ μεταλήψεως καὶ ὁ πρᾶος, ὁ διὰ λόγου προσηνὴς καὶ πρᾶος. Ἠπύτης. φωνητικός.

  
ἠπύτα κήρυξ.  
ἐκ τοῦ ἀπύω, τὸ φωνῶ.

— Θηλυκόν. —

Ἡπατοσκοπία. ἡ τῶν ἐγκάτων ἀνατομὴ, διʼ ὧν προεμήνυον τὰ συμβησόμενα. Ἤπειρος. ἡ γῆ. οἱονεὶ ἡ μὴ ἔχουσα πέρας, ὡς πρὸς σύγκρισιν τῶν νήσων. σύνηθες δὲ τῷ Ἰσοκράτῃ καλεῖν ἤπειρον τὴν ὑπὸ βασιλείας τῶν Περσῶν γῆν. ἤπειρος δὲ κυρίως ἡ εἰς ἤπειρον ἐκβάλλουσα, ὡς Εὐριπίδῃ·

  
ἤπειρον ὡς ἤπειρον ἐκβάλλω πόδα.  
καὶ ἠπείρῳ τῇ θαλάσσῃ. Ἠπήτρια. ἡ ῥάπτρια.

— Οὐδέτερον. —

Ἧπαρ. ὄργανον ἐξαιματώσεως τροφῶν. παρὰ τὸ ἐπῆρθαι καὶ κυρτῶσθαι. τινὲς δὲ ἀπὸ τοῦ ἐπαρδεύειν ὅλῳ τῷ σώματι τὸ αἷμα. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ἐπαίρεσθαι φησὶν, οἷον ἔπαρ τὶ ὂν καὶ ἦπαρ. ἢ παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, <!-- η.1002 -->ἧδαρ καὶ ἧπαρ· ἐν γὰρ τούτῳ τῷ μέρει τὰ τῆς ἡδονῆς καὶ τῆς ἐπιθυμίας ἔγκειται. οὕτως Ὦρος ὁ Μιλήσιος. Ἠπήτριον. σουβλίον, σακκοράφιον, μεθʼ οὗ ῥάπτουσι τὰ βυρσάρια. οἱ δὲ Ἀττικοὶ ἀκέστριαν λέγουσι τὴν ῥάπτριαν. Ἤπυτον. ὄρος Θρᾴκης. ἀπὸ τοῦ ἀπύω.

— Ῥῆμα. —

Ἤπαφεν. ἠπάτησεν. Ἠπεροπεύειν. ἐξαπατᾷν, παραλογίζεσθαι. Ἠπῃνημένων. ἐπαίνου τυχόντων. ὁ δὲ ἐκέλευε παρὰ τῶν ἠπῃνημένων πλείονα μισθὸν κομίζεσθαι. Ἠπῆσθαι. ἐῤῥάφθαι. Ἠπύει. φωνεῖ. καὶ ἤπυον.

  
ἠπύει εἰσελάων.  
παρὰ τὸ ἔπω, τὸ λέγω, ἀφʼ οὗ παράγωγον ἐπύω, ὡς πλήθω πληθύω, καὶ ἠπύω, τροπῇ τοῦ ε εἰς η. οὕτως Ὠρίων. Ἧιπερ. ἀντὶ τοῦ ὥσπερ. Ἀριστοφάνης·

  
ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω.  
καὶ ἀντὶ τοῦ καθότι. ᾗπέρ ἐστιν ἄριστον πολέμῳ. Ἠπίως. πράως, ἐπιεικῶς. <!-- η.1003 -->

Τὸ Η μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —

Ἡράκλειτος· Ἡρόδικος· Ἡρόστρατος· Ἡρόδοτος. ὀνόματα κύρια. Ἤρ. ὄνομα Ἑβραϊκόν. Ἥρωες. ἡμίθεοι, δυνατοί. Ἡρώδης. κύριον. ἑρμηνεύεται πάθος ἢ δερματίνη φύσις. Ἡρωδιανός. Ἀλεξανδρεὺς, γραμματικὸς, υἱὸς Ἀπολλωνίου τοῦ γραμματικοῦ. Ἦρος. τοῦ ἔαρος. Ἡρωδιανοί. οὗτοι τὸν Ἡρώδην Χριστὸν ἐνόμιζον καὶ ἐπʼ αὐτῷ ἐσεμνύνοντο, ἐκ τοῦ ῥητοῦ συναρπασθέντες τοῦ λέγοντος· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθοι ὃ ἀπόκειται. ἐπειδὴ γὰρ ἐξέλιπον οἱ ἐκ τοῦ Ἰούδα ἄρχοντες, μετʼ ἐκείνους δὲ ὁ Ἡρώδης ἐβασίλευσεν οὐκ ὢν ἀπὸ γένους τοῦ Ἰούδα, ἀλλʼ ἀλλόφυλος, τούτῳ ἀπέκειτο τὸ εἶναι Χριστόν. ἐλέγχει δὲ αὐτοὺς τό· αὐτὸς, φησὶ, προσδοκία ἐθνῶν. καί· ἐπʼ αὐτὸν ἔθνη ἐλπιοῦσιν. ἐφʼ Ἡρώδην γὰρ ποῖον τῶν ἐθνῶν ἤλπισε, ποία δὲ προσδοκία ἐθνῶν; Ἥρως. παρὰ τὴν ἔραν, ὃ σημαίνει τὴν γῆν. ἐκ τῆς γῆς γὰρ οἱ ἥρωες. ἢ ἀπὸ τῆς ἐράσεως τῶν θεῶν· οἱ γὰρ θεοὶ θνηταῖς γυναιξὶ μιγνύμενοι ἐποίουν τοὺς ἥρωας. <!-- η.1004 -->

— Θηλυκόν. —

Ἥρα. ὄνομα θεᾶς, ὅτι ἡ αὐτὴ τῷ ἀέρι ἐστίν. ὡς γὰρ πατὴρ πάτρα, καὶ μήτηρ μήτρα, οὕτως ἀὴρ ἥρα, καθʼ ὑπερβιβασμόν. ἢ ὅτι ἡ Ῥέα αὐτὴν ἔτεκεν. Ἡρακλεία λίθος. ἡ μαγνῆτις. ἡ ἑλκυστικὴ τοῦ σιδήρου. ἡ δὲ μαγνῆτις ὁμοία ἀργύρῳ ἐστίν. Ἡραία. πόλις. Ἠρεμία. ἡσυχία. ἢ στέρησις κινήσεως. ἐκ τοῦ ἔρημος ἐρημία, καὶ κατὰ συγκοπὴν καὶ τροπὴν ἠρεμία. Ἠριγένειαν. τὴν τὸν ὄρθρον γεννῶσαν.

  
οὐδʼ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος ἠριγε-  
  
νείης.  
Ἠριπόλη. ἡ ἡμέρα.

  
φέγγος ἠριπόλης χρύσεον.  
Ἡρωδιάς. κύριον. Ἡρωδιανή. κύριον.

— Οὐδέτερον. —

Ἥρδιον. περιφανὲς, ἅρμα σκεπαστόν. Ἠρινόν. τὸ ἐαρινόν. Ἤριον. ὄνομα τόπου. Ἠρία. τὰ μνημεῖα. οἱ τάφοι. φασὶ δέ τινες, κοινοτέρως μὲν πάντας τοὺς τάφους οὕτως ὀνομάζεσθαι, κατʼ ἐξαίρετον δὲ τοὺς μὴ ἐν ὕψει ᾠκοδομημένους, ὠνομάσθαι δὲ παρὰ τὴν ἔραν, ὅ ἐστι τὴν γῆν. <!-- η.1005 -->Ἡραῖον τεῖχος. χωρίον ἐστὶν ἐν Θρᾴκη, ἀπὸ Σαμίων δὲ ᾠκίσθη. καὶ Ἥραιον. Ἡρώδειον. τόπος. Ἡρῷον. τὸ καλούμενον ἔπος· ὅτι διʼ αὐτοῦ τὰς ἡρωϊκὰς πράξεις ὕμνησεν ὁ Ὅμηρος.

— Ῥῆμα. —

Ἤρα. ἐπεθύμει. Ἤραρεν. ἥρμοσεν. Ἠρασάμην. κατηρασάμην ἢ ἠράσθην. Ἤρασσον. ἔκρουον, ἔπληττον. ἐβλασφήμουν.

  
—εἶτʼ ὀνείδεσιν  
  
ἤρασσον ἔνθεν κᾄνθεν.  
Ἠρᾶτο. ηὔχετο. ἀπὸ τοῦ ἀρὰ, ἡ εὐχή. καὶ ἀντὶ τοῦ κατηρᾶτο. ἀπὸ τοῦ ἀρὰ, ἡ κατάρα. Ἦιρεν. ἀπῇρεν. Ἠρδαλωμένος. μεμιασμένος, λελεπρωμένος. καὶ ἠρδάλωσεν ἀντὶ τοῦ ἠσβόλωσεν. Ἤρειδεν. ἤφιεν. ἔπεμπεν. ἔπη ἤρειδε κατὰ τῶν ἱππέων. καὶ ἀντὶ τοῦ ἠκούμβιζεν. Ἠρεῖτο. ἐπορθεῖτο. <!-- η.1006 -->Ἤρεικον. ἔσχιζον.

  
—οἱ δʼ ἀροτῆρες  
  
ἤρεικον χθόνα δῖαν.  
Ἠρήρειστο. ἥρμοστο. τὸ δὲ στίφος εὖ μάλιστα ἠρήρειστο τῷ συνασπισμῷ καὶ ἀκριβῶς ὑπῆρχε στεῤῥόν τε καὶ ἀπερίσπαστον. Ἡιρηκέναι. ἑλεῖν, νικῆσαι. Ἡιρήκασιν. ἐπόρθησαν, ἐκράτησαν. Ἤῤῥησεν. ἐφθάρη, ἦλθεν. ὅθεν καὶ τὸ εἰσήῤῥησεν. Ἡιρετισάμην. ἐξελεξάμην. εἱλόμην. Ἥιρει. ἐλάμβανεν. Ἠρικνωμένον. ἐῤῥυτιδωμένον, παλαιόν. Ἠρηκώς. κρατήσας καὶ σχίσας, καὶ διαχωρίσας, τὰ δύο η. ἠρεικὼς δὲ ὁ ἀκουμβίσας, η καὶ δίφθογγον. καὶ ἠρικὼς ὁ φιλονεικήσας, η καὶ ι. Ἤρισεν. ἐφιλονείκησε. Ἠρίθμησεν. ἀπεδειλίασε. τοὺς ἐναντίους ἰδὼν οὐκ ἠρίθμησε, ἀλλʼ εὐθὺς ἦν ἀμυνίας. ἕτοιμος εἰς ἄμυναν. <!-- η.1007 -->Ἠριπώθη καὶ ἤριπεν. ἀντὶ τοῦ εἰς γῆν κατέπεσεν. Ἡρματισμένον. ἠσφαλισμένον. Ἠρόμην. εἰ μὲν σημαίνει τὸ ἐκουφιζόμην, ἔχει τὸ ι. ἀπὸ τοῦ αἴρομαι γέγονεν ᾐρόμην, ὡς αἰσχύνομαι, ᾐσχυνόμην. ἐὰν δὲ τὸ ἠρώτων, οὐκ ἔχει τὸ ι. ἀπὸ γὰρ τοῦ ἔρομαι γέγονεν ἠρόμην, ὡς ἐλαύνομαι, ἠλαυνόμην. Ἠρτύνετο. κατεσκευάζετο. Ἡρμοσάμην. ἐμνηστευσάμην. καὶ ὁ Ἀπόστολος· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ θεῷ. ἤτοι τῷ Χριστῷ ἐμνηστευσάμην ὑμᾶς. Ἠρέμα. ἡσύχως, κατὰ μικρὸν, σχολαίως. καὶ ἠρεμαίως, καὶ ἠρεμεῖ.

Τὸ Η μετὰ τοῦ Σ. — Ἀρσενικόν. —

Ἡσαΐας. κύριον. Ἠσαῦ. κύριον. ἑρμηνεύεται δὲ δρῦς, ἢ ἀπηνής τε καὶ ἀκαμπής. <!-- η.1008 -->Ἡσίοδος. κύριον. Ἥσσων. ὁ ἐλάττων.

— Θηλυκόν. —

Ἧσσα. ἡ τροπὴ, ἡ νίκη. Ἧσις. ἡ τέρψις. Ἡσιόνη. κύριον. Ἡσυχία. κατάστασις μισόκοσμος πρὸς ἑαυτὴν καὶ θεὸν ἀνανεύουσα.

— Οὐδέτερον. —

Ἡσάϊνον. ὄνομα ὄρους. Ἧσσον. τὸ μικρὸν, τὸ ἔλαττον. Ἡστόν. ἡδὺ, εὐφραντόν.

— Ῥῆμα. —

Ἦς. ὅτε μὲν ὁριστικὸν, οὐκ ἔχει τὸ ι. ὅτε δὲ ὑποτακτικὸν, ἔχει αὐτό· ἐὰν ὦ, ᾖς, ᾖ, καὶ ᾖσι κατʼ ἐπένθεσιν τῆς σι συλλαβῆς. καὶ ἦς ἀντὶ τοῦ ὑπῆρχες. Ἥσατο. εὐφράνθη. Ἧσας. χάριν ἐποίησας, ἐδόξασας. Ἦσαν. ὑπῆρχον. καὶ ἀντὶ τοῦ ὕμνησαν καὶ ἐδόξασαν. <!-- η.1009 -->Ἦσαν. ᾔδεισαν. ἐγίνωσκον.

  
οὐδʼ ἀφιγμένον  
  
τὸ πάμπαν ἦσαν.  
Ἥσειν. πέμψειν. Ἡσσήθην. ἐνικήθην. Ἥσθην. εὐφράνθην. καὶ ἡσθείην. ἀπὸ τοῦ ἥδω, τὸ εὐφραίνομαι. Ἧσθαι. καθῆσθαι. Ἠσθῆσθαι. περιβεβλῆσθαι. θριαμβίδα τὲ ἠσθῆσθαι στολὴν αὐτόν. Ἦσθα. ὅτε μέν ἐστι ὑποτακτικὸν καὶ σημαίνει τὸ ὑπάρχει, διὰ τοῦ ι γράφεται· ὅτε δὲ ὁριστικὸν, οὐ προσγράφεται τὸ ἰῶτα. Ἠσίν. ἀντὶ τοῦ φησίν. Ἤσκει. ἠγωνίζετο, ἐπαιδεύετο, ἢ κατεσκεύαζε. καὶ ἤσκειν. ἀπὸ τοῦ ἀσκῶ ἤσκεον, τὸ τρίτον ἤσκεε, καὶ τὸ ν ἐφελκυστικὸν γίνεται ἐν τοῖς τρίτοις προσώποις τῶν ῥημάτων, καὶ γίνεται ἤσκεε καὶ κατὰ συναίρεσιν ἤσκειν. καὶ ἠσκημένον τὸ κατεσκευασμένον. ἀσκήματα γὰρ τὰ κατασκευάσματα. <!-- η.1010 -->Ἠσμένισας. ἐχάρης. Ἦισμεν. ἀντὶ τοῦ ᾔδειμεν. ᾔστην, ᾖστε, ᾖσαν, διὰ τοῦ ι γράφεται. καὶ λέγει Ὦρος ὁ Μιλήσιος ἐν τῇ οἰκείᾳ αὐτοῦ ὀρθογραφίᾳ· ἔστι γὰρ εἴδω, ὁ ὑπερσυντέλικος εἴδην, καὶ κατʼ ἔκτασιν Ἀττικὴν ᾔδειν, ᾔδεις, ᾔδει, τὸ δεύτερον τῶν δυϊκῶν ᾔδειτον, ᾐδείτην, καὶ κατὰ συγκοπὴν τῆς ει διφθόγγου καὶ τροπῇ τοῦ δ εἰς ς ᾔστην, ἀντὶ τοῦ ᾔδεσαν. τὸ πληθυντικὸν ᾖσμεν ἀντὶ τοῦ ᾔδειμεν, ᾖστε ἀντὶ τοῦ ᾔδειτε, καὶ ᾖσαν ἀντὶ τοῦ ᾔδεσαν. Ἥστην. ἐκαθέζοντο. καὶ ἤστην ἀντὶ τοῦ ὑπῆρχον. Ἧστο. ἐκαθέζετο. ἀπὸ τοῦ ἑῶ, ἕημι, ὁ παθητικὸς ἕημαι, ἧμαι, ὁ παρατατικὸς ἥμην, ἧσο, ἧστο. καὶ ἧσται ἀντὶ τοῦ καθέζεται. καὶ ἦσται ἀντὶ τοῦ λέλεκται. Ἠστεΐσκει. ἀστεῖα ἔλεγεν. ἐκ τοῦ ἀστεΐζω. Ἠσυνθέτηκας. ἃ συνέθου καὶ ὡμολόγησας, παρέβης. <!-- η.1011 -->Ἦσθα. ὑπῆρχες. Ἧσσον. οὐδαμῶς.

Τὸ Η μετὰ τοῦ Τ. — Ἀρσενικόν. —

Ἥττων. ἐλάττων. ὑσχίριστος. οὕτω δὲ ἦν Ἐπίκουρος ἡδονῆς ἥττων. ἤτοι ὑποχείριος. Ἧττα. ἡ τροπὴ, ἡ νίκη. Ἦτορ. ἡ ψυχή. παρὰ τὸ ἄω, τὸ πνέω. οἷον·

  
—δίχα δέ σφισιν ἐνὶ φρεσὶ θυμὸς ἄητο.  
ἀπὸ τοῦ ἄητο γίνεται ἀῆτο καὶ κατὰ ἀφαίρεσιν ἦτορ. <!-- η.1012 -->Ἦτρον. τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος, ὅθεν Νίκανδρος ἐπὶ τῆς ἐντεριώνης τίθησι. παρὰ τὸ ἄτριον, ὅ ἐστιν ὕφασμα, ἆτρον καὶ ἦτρον. καὶ ἦτρον τὸ καλούμενον κάλυμμα μήτρας, ὃ καλοῦσιν ἔλυτρον. Ἀριστοφάνης·

  
τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισε.  
τὰ παιδία γὰρ ἐν χύτραις ἐξετίθεσαν. Ἤτρια. οἱ στήμονες. ἢ ἤτριον ἔνδυμα ὑμενῶδες. Ἠτρίον. τὸ ἧπαρ. ἢ τὸ ἄτρωτον. Ἦτα. ἐκ τοῦ ι καὶ τ ἔχειν τὸν χαρακτῆρα τοῦ στοιχείου. ἡνίκα γὰρ πλάγιον τεθῇ, εὑρήσεις ταῦτα. <!-- η.1013 -->

— Ῥῆμα. —

Ἡταίρηκεν. ἠτάκτισεν. ἡταιρηκέναι δὲ τοῖς ἄνω μέρεσι τοῦ σώματος, οὐκ εἶναι δʼ ἄξιον τὸ ἱερὸν πῦρ φυσᾷν. Ἡταιρηκώς. ἐπὶ τῆς πορνείας. ἡταιρικὼς δὲ ἐπὶ τοῦ ἑταίρου, ἰῶτα. Ἡττηθείς. νικηθείς. ἀντὶ τοῦ ἧττον ἔχον ἀπέλθοι. Ἠιτημένην. κεχρησμένην. καὶ γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κιχρᾶσθαι, ὅ ἐστι δανείζεσθαι. Ἤιτησεν. ἐζήτησεν. Ἤιτουν. ἐζήτουν. ἀπὸ τοῦ αἰτῶ ᾔτουν, ὡς αἰνῶ ᾔνουν. οἱ δὲ παρῳχημένοι τὰ ἶσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν ἀρχὴν τοῦ ἐνεστῶτος, ἢ μείζονα, οὐδέποτε δὲ ἐλάττονα. Ἠτίμησεν. ὕβρισεν. Ἠτρέμιζεν. ἐκαρτέρει, ἡσύχαζεν. Ἡττώμενος. νικώμενος. <!-- η.1014 -->Ἤτω. ὑπαρχέτω. Ἧττον. ἀντὶ τοῦ οὐδαμῶς.

Τὸ Η μετὰ τοῦ Υ. — Ἀρσενικόν. —

Ἠϋγένειος. ὁ καλὸν γένειον ἔχων. Ἠΰς. ἀγαθὸς, μέγας, πλατὺς, ἀχώρητος, πρᾶος. παρὰ τὴν ἠῶ, ἵνʼ ᾖ ἵμερος, ἢ παρὰ τὸ εὖς ἀπὸ τοῦ εὖ, καὶ τοῦ ἐῢς, ὁ διαβόητος. παρὰ τοῦτο καὶ τὸ ἤϋσεν. ἢ ἀπὸ τοῦ αὔω, αὔσω, ηὖσε καὶ ἤϋσεν.

— Ῥῆμα. —

Ηὔδα. ἔλεγεν, εἶπεν, ἐφώνει. Ηὔδησα. ἐφώνησα. Ηὐδάξαντο. ἐφήμισαν. Ηὐδόκησα. ἠθέλησα. καὶ εὐδόκησα. Ηὔλησα. ὠργάνησα. Ηὐλήσαντο. ἐταράχθησαν. ἐστράφησαν. πεφύσηνται. ηὐλίσαντο. καὶ ἀντὶ τοῦ κατέλυσαν ἢ κατεσκήνωσαν. ἢ ἠπλήκευσαν. <!-- η.1015 -->Ηὐλόγησα. ηὐξάμην. καὶ εὐλόγησα. Ηὐμοίρησα. ἐπέτυχον. Ηὐτομόλησεν. ἀφʼ ἑαυτοῦ παρεγένετο. Ηὐτρέπισεν. ἡτοίμασεν. ὁμοίως καὶ ηὐτρέπισα καὶ ηὐτρέπιστο. Ηὐπόρησα. ἐν εὐπορίᾳ εἰμί. Ηὐχένιζε. τὸν τράχηλον ἀπέκοπτεν. ἐλαιμοτόμει. ὅπερ Ὅμηρος αὐερύειν φησίν. Ηὔχει. ἐκαυχᾶτο. ἐκόμπαζεν. Ἤϋσεν. ἐφώνησεν. ἀπὸ τοῦ αὔω, τὸ φωνῶ.

Τὸ Η μετὰ τοῦ Φ. — Ἀρσενικόν. —

Ἥφαιστος. τὸ πῦρ. Ἡφαιστίων. Ἀλεξανδρεὺς γραμματικός. ἔγραψεν ἐγχειρίδιον περὶ μέτρων καὶ μετρικὰ διάφορα. καὶ Ἡφαιστίων ἑταῖρος Μακεδόνος τοῦ Ἀλεξάνδρου. <!-- η.1016 -->Ἠφλοισμός. ὁ ἀφρός.

— Θηλυκόν. —

Ἡφαίστια. πόλις. καὶ κλίνη. καὶ ὄνομα ἑορτῆς. Ἡφαιστία δὲ ἡ ἑταιρίς. Ἡφαιστία. δύο πόλεις ἦσαν τῆς Λήμνου, Μυρίνα τὲ καὶ Ἡφαιστία. Ἡ φῦσα. ἡ γεννήσασα. καὶ ὁ φὺς, ὁ γεννήσας.

— Ῥῆμα. —

Ἠφείθη. συνεχωρήθη. Ἠφειδήκεισαν καὶ ἠφειδηκότες. καταπαύσαντες, μὴ φεισάμενοι. Ἠφηνιακὼς καὶ ἀφηνιάσας. ἤτοι ἀποπτύσας τὸν χαλινόν. Ἠφίει. ἔπεμπεν. καὶ ἠφίεσαν. Ἠφρόνησεν. ἀντὶ τοῦ κακῶς ἐφρόνησεν. Ἠφώρισεν. ἐχώρισε. καὶ ἠφωρίσθαι τὸ διακεχωρίσθαι. Ἤφυσεν. ἤντλησεν. <!-- η.1017 -->

Τὸ Η μετὰ τοῦ Χ. — Ἀρσενικόν. —

Ἠχέτης. ὁ ἄῤῥην τέττιξ.

  
ἀλλά σε γηρύοντα κατήναρεν ἠχέτα τέττιξ.  
Ἦχος. κτύπος, ἢ φωνὴ, ἢ λαλιὰ, ἢ φήμη. Ἠχήεις. ὁ ἦχον ἀποτελῶν.

— Θηλυκόν. —

Ἠχὴ καὶ ἠχώ. φωνὴ ἢ λαλιά.

— Οὐδέτερον. —

Ἠχεῖα. τὰ βύκηνα. Ἠχητικόν. θορυβῶδες. Ἠχάνω. πτωχεύω. Ἦχεν. ἐγεγαμήκει. καὶ ἀντὶ τοῦ ἐκόμισεν. ἦχεν ἐπὶ τὸν οἶκον. Ἤχθαιρεν. ἐμίσει. Ἤχθοντο. ἠγανάκτουν. ἤχθοντο τὸ στρατιωτικὸν, ἐκακηγόρουν δὲ αὐτόν. <!-- η.1018 -->Ἠχθηκότες. λυπήσαντες. ἠχθικότες δὲ ἀντὶ τοῦ βαρήσαντες, ι. Ἤχλυσε. συνεσκότασεν. ἀπὸ τοῦ ἀχλύς. Ἠχήσας. βοήσας.

— Ἐπίῤῥημα. —

Ἧιχι. ἀντὶ τοῦ ὅπου. ἔστιν ᾗ καὶ κατʼ ἐπέκτασιν τῆς χι συλλαβῆς ᾗχι, ὡς ναὶ ναῖχι. οἱ δὲ Δωριεῖς ἄχι.

Τὸ Η μετὰ τοῦ Ψ. — Ῥῆμα. —

Ἥψατο. ἐκράτησε. καὶ ἥψατο ἀντὶ τοῦ βρόχον ἀνήρτησεν. Ἧψεν. ἀνῆψεν. ἴψε δὲ ἀντὶ τοῦ ἔβλαψεν, ι.

Τὸ Η μετὰ τοῦ Ω. — Ἀρσενικόν. —

Ἠώκοιτος. ὁ πρωϊνός. ἠώκοιτος ὕπνος. Ἠωρείμ. κύριον. <!-- η.1019 -->Ἠὼ καὶ ἠώς. ἡ ἡμέρα, ἰωνικῶς. καὶ ἕως, ἡ ἡμέρα, ἀττικῶς. ἀπὸ τοῦ ἕω, τὸ πέμπω, ὅτι ἀφίενται τότε τὰ ζῶα. ἢ ἡ ἐξιέναι ἡμᾶς ποιοῦσα. καὶ αὔως, ἡ ἡμέρα, αἰολικῶς. ἀπὸ τοῦ αὔω, τὸ φωνῶ. αὔει γὰρ τὰ ζῶα, ὅ ἐστι καλεῖ. καὶ αὔουσι πάντα διʼ αὐτῆς. ἰστέον, ὅτι ἠὼς ἠοῦς ἔχει τὴν γενικὴν, τὸ δὲ ἕως ἀποβολῇ τοῦ ς. Ἠῆς. ἐπίῤῥημα, ἀντὶ τοῦ ἐκ πρωΐας.

— Θηλυκόν. —

Ἠώη. ὄνομα πόλεως. Ἠών. ὄνομα πόλεως, ἥ ἐστι Μενδαίων ἀποικία. Ἠώρεια. χώρα. <!-- η.1020 -->Ἠώς. ἡ ἡμέρα. παρὰ τὸ αὔω, τὸ λάμπω, γίνεται αὔος, καὶ ἐκβολῇ τοῦ υ ἄος, καὶ συναιρέσει τοῦ α ο εἰς ω μέγα ἠώς. Ἠιωνίκει. ἐβράδυνεν, ἐχρόνισεν. ἀπὸ τοῦ αἰωνίζω. Ἠιωρημένω. κρεμαμένῳ. Ἠιώρουν. ἐβάσταζον. ἀνεῖχον. τὴν δὲ κλίνην ταῶνες τέσσαρες χρυσοῖ ᾐώρουν. Ἠιώρησεν. ἐκρέμασε. ταῦτά σοι πρὸ παστάδος ᾐώρησεν, ὦ Διόνυσε. Ἠιωρῆσθαι. ἠρτῆσθαι, κρέμασθαι. ἀπὸ τοῦ αἰωρῶ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: yem-aag`.
